eul_wid: omo-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Egyptian History by Chaeremon of Alexandria

The Fragments on Egyptian History is a lost treatise by the 1st-century CE Stoic philosopher, grammarian, and imperial tutor Chaeremon of Alexandria. Preserved only through quotations in later authors, most notably the 9th-century Byzantine patriarch Photius, the work represents an ethnography of ancient Egypt composed in Koine Greek. Its surviving passages present a detailed portrait of the Egyptian priesthood as an ascetic and scholarly elite, emphasizing their celibacy, dietary restrictions, and dedicated study of astronomy, sacred texts, and hieroglyphic writing. Chaeremon’s narrative, as evidenced in fragments cited by Josephus, also incorporated legendary history, including an alternative account of the Exodus that identified Moses and Joseph as Egyptian priests expelled during a ritual purification. This idealized depiction is often read as Chaeremon filtering his insider knowledge of Egyptian institutions through a Stoic philosophical lens, thereby presenting the priests as embodiments of the Stoic sage, characterized by extreme self-control and contemplative wisdom. Composed during a period of intense Greco-Roman fascination with Egyptian antiquity, the treatise sought to position Egyptian tradition as a venerable source of primordial philosophy and ritual practice. Its portrayal of ascetic discipline is considered a notable example of "Egyptosophy," a literary tradition that later influenced Neoplatonic and early Christian conceptions of the monastic life.

ΑΙΓΥΠΤΙΑΚΑ.

Ἰώσηπος ὁ ἱστορικός Μετὰ τοῦτον ἐξετάσαι βούλομαι Χαιρήμονα. Καὶ γὰρ οὗτος Αἰγυπτιακὴν φάσκων ἱστορίαν συγγράφειν, καὶ προσθεὶς ταὐτὸ ὄνομα τοῦ βασιλέως, ὅπερ ὁ Μανεθὼς, Ἀμένωφιν, καὶ τὸν υἱὸν αὐτοῦ Ῥαμέσσην, φησὶν ὅτι «κατὰ τοὺς ὕπνους ἡ Ἶσις ἐφάνη τῷ Ἀμενώφει, μεμφομένη αὐτὸν ὅτι τὸ ἱερὸν αὐτῆς ἐν τῷ πολέμῳ κατέσκαπται. Φριτιφάντην δὲ ἱερογραμματέα φάναι, ἐὰν τῶν τοὺς μολυσμοὺς ἐχόντων ἀνδρῶν καθάρῃ τὴν Αἴγυπτον, παύσασθαι τῆς πτοίας αὐτόν. Ἐπιλέξαντα δὲ τῶν ἐπισινῶν μυριάδας εἴκοσι πέντε ἐκβαλεῖν. Ἡγεῖσθαι δʼ αὐτῶν γραμματέας Μωϋσῆν τε καὶ Ἰώσηπον, καὶ τοῦτον ἱερογραμματέα· Αἰγύπτια δʼ αὐτοῖς ὀνόματα εἶναι, τῷ μὲν Μωϋσεῖ Τισιθὲν, τῷ δὲ Ἰωσήπῳ Πετεσήφ. Τούτους δʼ εἰς Πηλούσιον ἐλθεῖν καὶ ἐπιτυχεῖν μυριάσι τριάκοντα ὀκτὼ καταλελειμμέναις ὑπὸ τοῦ Ἀμενώφιος, ἃς οὐ θέλειν εἰς τὴν Αἴγυπτον διακομίζειν. Οἷς φιλίαν συνθεμένους ἐπὶ τὴν Αἴγυπτον στρατεῦσαι. Τὸν δὲ Ἀμένωφιν οὐχ ὑπομείναντα τὴν ἔφοδον αὐτῶν εἰς Αἰθιοπίαν φυγεῖν καταλιπόντα τὴν γυναῖκα ἔγκυον· ἣν κρυπτομένην ἔν τισι σπηλαίοις τεκεῖν παῖδα, ὄνομα Μεσσήνην, ὃν ἀνδρωθέντα ἐκδιῶξαι τοὺς Ἰουδαίους εἰς τὴν Συρίαν, ὄντας περὶ εἴκοσι μυριάδας, καὶ τὸν πατέρα Ἀμένωφιν ἐκ τῆς Αἰθιοπίας καταδέξασθαι.»

Πορφύριος, Εὐσέβιος Χαιρήμων μὲν γὰρ καὶ οἱ ἄλλοι οὐδʼ ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται, ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδʼ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν λεγομένων, καὶ τῶν συμπληρούντων τὸν ζωδιακὸν, καὶ ὅσοι τούτοις παρανατέλλουσι· τάς τε εἰς τοὺς δεκανοὺς τομὰς καὶ τοὺς ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας, ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς ἀλμενιχιακοῖς φέρεται, καὶ θεραπεῖαι παθῶν καὶ ἀνατολαὶ καὶ δύσεις καὶ μελλόντων σημειώσεις. Ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν, καὶ πάντας τοὺς ἱερατικοὺς μύθους ἢ εἰς τοὺς ἀστέρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις καὶ ἐπιτολὰς ἑλιττομένους, ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις, ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν, ἢ τό γε νυκτερινὸν ἡμισφαίριον ἢ τὸ ἡμερινὸν ἢ τόν γε ποταμόν· καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. Ὧν οἱ πλείους καὶ τὸ ἐφʼ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως, οὐκ οἶδʼ ὅπως δεσμοῖς ἀλύτοις ἀνάγκῃ, ἣν εἱμαρμένην λέγουσι, πάντα καταδήσαντες, καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς. Οὕτω λυτῆρας τῆς εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ τοῖς ἄλλοις θεραπεύουσι.

Πορφύριος, Εὐσέβιος Πάνυ δέ με θράττει, πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους· καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα, τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσι· καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσι. Καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς προφήτας, ἵνα μὴ τοῖς ὑπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται. Πολλῷ δὲ τούτων ἀλογώτερον, τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνηκότος, αὐτῷ δὲ τῷ βασιλεῖ ἡλίῳ, ἢ σελήνῃ ἢ τινὶ τῶν κατʼ οὐρανὸν, ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν, ψευδόμενον, ἵνʼ ἐκεῖνοι ἀληθεύσωσι. Τὸ γὰρ λέγειν, ὅτι τὸν οὐρανὸν προσαράξει, καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ, καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει, καὶ τὴν βᾶριν στήσει, καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι, ἃ μήτε οἶδε μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτω κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῇ παῖδες ἀνόητοι; Καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρʼ Αἰγυπτίοις θρυλλούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστικώτατα.

Πορφύριος Τὰ γοῦν κατὰ τοὺς Αἰγυπτίους ἱερέας Χαιρήμων ὁ στωικὸς ἀφηγούμενος, οὓς καὶ φιλοσόφους ὑπειλῆφθαί φησι παρʼ Αἰγυπτίοις, ἐξηγεῖται ὡς τόπον μὲν ἐλέξαντο ἐμφιλοσοφῆσαι τὰ ἱερά. Πρός τε γὰρ τὴν ὅλην ὄρεξιν τῆς θεωρίας συγγενὲς ἦν παρὰ τοῖς ἐκείνων ἀφιδρύμασι διαιτᾶσθαι· παρεῖχέν τε αὐτοῖς ἀσφάλειαν μὲν ἐκ τοῦ θείου σεβασμοῦ, καθάπερ τινὰ ἱερὰ ζῷα, πάντων τιμώντων τοὺς φιλοσόφους· ἠρεμαίους δὲ εἶναι, ἅτε τῆς ἐπιμιξίας κατὰ τὰς πανηγύρεις καὶ τὰς ἑορτὰς συντελουμένης μόνον, τὸ δὲ λοιπὸν σχεδὸν ἀβάτων ὄντων τοῖς ἄλλοις τῶν ἱερῶν· ἁγνεύσαντας γὰρ ἔδει προσιέναι καὶ πολλῶν ἀποσχομένους, καὶ τοῦτο ὥσπερ κοινὸς τῶν κατʼ Αἴγυπτον ἱερῶν θεσμός ἐστιν. Ἀπειπάμενοι δὲ πᾶσαν τὴν ἄλλην ἐργασίαν καὶ πόρους ἀνθρωπίνους, ἀπέδοσαν ὅλον τὸν βίον τῇ τῶν θείων θεωρίᾳ καὶ θεάσει· διὰ μὲν ταύτης τό τε τίμιον καὶ ἀσφαλὲς καὶ εὐσεβὲς ποριζόμενοι, διὰ δὲ τῆς θεωρίας τὴν ἐπιστήμην, διʼ ἀμφοῖν δὲ ἄσκησιν ἠθῶν κεκρυμμένην τινὰ καὶ ἀρχαιοπρεπῆ. Τὸ γὰρ ἀεὶ συνεῖναι τῇ θείᾳ γνώσει καὶ ἐπιπνοίᾳ, πάσης μὲν ἔξω τίθησι πλεονεξίας, καταστέλλει δὲ τὰ πάθη, διεγείρει δὲ πρὸς σύνεσιν τὸν βίον. Λιτότητα δὲ ἐπετήδευσαν καὶ καταστολὴν, ἐγκράτειάν τε καὶ καρτερίαν, τό τε ἐν παντὶ δίκαιον καὶ ἀπλεονέκτητον. Σεμνοὺς δὲ αὐτοὺς παρεῖχε καὶ τὸ δυσεπίμικτον· οἵγε παρὰ μὲν αὐτὸν τῶν λεγομένων ἁγνειῶν τὸν καιρὸν οὐδὲ τοῖς συγγενεστάτοις καὶ ὁμοφύλοις ἐπεμίγνυντο σχεδὸν, οὐδὲ ἄλλως θεωρούμενοι ὅτι μὴ πρὸς τὰς ἀναγκαίας συναγνεύουσι χρείας ἢ ἁγνευτήρια τοῖς μὴ καθαρεύουσιν ἄδυτα καὶ πρὸς ἱερουργίας ἅγια κατανεμόμενοι. Τὸν δὲ ἄλλον χρόνον ἁπλούστερον μὲν τοῖς ὁμοίοις ἐπεμίγνυντο, τῶν δὲ ἐξωτικῶν τῆς θρησκείας οὐδενὶ συνεβίουν. Ἐφαίνοντο δὲ ἀεὶ θεῶν ἢ ἀγαλμάτων ἐγγὺς, ἤτοι φέροντες ἢ προηγούμενοι καὶ τάσσοντες μετὰ κόσμου τε καὶ σεμνότητος· ὧν ἕκαστον οὐ τῦφος ἦν, ἀλλά τινος ἔνδειξις φυσικοῦ λόγου. Τὸ δὲ σεμνὸν κἀκ τοῦ καταστήματος ἑωρᾶτο. Πορεία τε γὰρ ἦν εὔτακτος καὶ βλέμμα καθεστηκὸς ἐπετηδεύετο, ὡς ὅτε βουληθεῖεν μὴ σκαρδαμύττειν· γέλως δὲ σπάνιος, εἰ δέ που γένοιτο, μέχρι μειδιάσεως· ἀεὶ δὲ ἐντὸς τοῦ σχήματος χεῖρες. Καὶ σύμβολόν γε ἦν ἑκάστῳ τῆς τάξεως ἐμφαντικὸν, ἣν ἔλαχεν ἐν τοῖς ἱεροῖς· πλείους γὰρ ἦσαν αἱ τάξεις. Δίαιτα δὲ λιτὴ καὶ ἀφελής· οἴνου μὲν γὰρ οἱ μὲν οὐδʼ ὅλως, οἱ δὲ ὀλίγιστα ἐγεύοντο, νεύρων αἰτιώμενοι βλάβας καὶ πλήρωσιν κεφαλῆς, ἐμπόδιον εἰς εὕρεσιν· ἀφροδισίων τε ἔφασαν αὐτὸν ὀρέξεις ἐπιφέρειν. Ταύτῃ δὲ καὶ τῶν ἄλλων εὐλαβῶς εἶχον. Ἄρτοις μὲν οὐδὲ ὅλως ἐν ταῖς ἁγνείαις χρώμενοι, εἰ δέ ποτε μὴ ἁγνεύοιεν, σὺν ὑσσώπῳ κόπτοντες ἤσθιον. Τὸ πολὺ γὰρ αὐτοῦ τῆς δυνάμεως καθαιρεῖν ἔφασαν τὸν ὕσσωπον. Ἐλαίου δʼ ἀπείχοντο μὲν ὡς τὸ πολὺ, οἱ πλεῖστοι δὲ καὶ παντελῶς, εἰ δέ που μετὰ λαχάνων χρήσαιντο, παντελῶς ὀλίγῳ, καὶ ὅσον παρηγορῆσαι τὴν αἴσθησιν.

Τῶν μὲν οὖν ἐκτὸς Αἰγύπτου γιγνομένων βρωμάτων τε καὶ ποτῶν οὐ θέμις ἦν ἅπτεσθαι. Πολύς τις οὕτω τρυφῆς ἀπεκέκλειστο τόπος. Τῶν δὲ κατʼ αὐτὴν τὴν Αἴγυπτον ἰχθύων ἀπείχοντο πάντων, καὶ τετραπόδων ὅσα μώνυχα ἢ πολυσχιδῆ ἢ μὴ κερασφόρα, πτηνῶν δὲ ὅσα σαρκοφάγα· πολλοὶ δὲ καθάπαξ τῶν ἐμψύχων· καὶ ἔν γε ταῖς ἁγνείαις ἅπαντες, ὁπότε μηδʼ ᾠὸν προσίεντο. Καὶ μέντοι καὶ τῶν ἄλλων οὐκ ἀσυκοφάντητον ἐποιοῦντο παραίτησιν· οἷον τῶν βοῶν τὰς θηλείας παρῃτοῦντο, τῶν δʼ ἀρρένων ὅσα δίδυμα ἢ κατάσπιλα ἢ ἑτερόχροα ἢ παραλλάσσοντα τῇ μορφῇ ἢ δεδαμασμένα, ὡς ἤδη καθωσιωμένα τοῖς πόνοις, καὶ τιμωμένοις ἐμφερῆ, ἢ καθʼ ὁντινοῦν οἷον ἀπεικασμὸν ἐξείη, ἢ ἑτερόφθαλμα ἢ πρὸς ἀνθρωπείαν ἐμφέρειαν νεύοντα. Μυρίαι δʼ ἄλλαι παρατηρήσεις καὶ τῆς περὶ αὐτὰ τέχνης τῶν καλουμένων μοσχοσφραγιστῶν, ἄχρι συντάξεων προάγουσαι βιβλιακῶν. Περιεργότερον δʼ ἔτι περὶ τὰ πτηνὰ, οἷον τρυγόνα μὴ ἐσθίειν· ἱέραξ γὰρ, ἔφασαν, πολλαχῆ τὸ ζῷον συλλαβὼν ἀφίησιν, μισθὸν ἀποδιδοὺς μίξεως σωτηρίαν· ὡς οὖν μὴ λάθοιεν τοιούτῳ περιπεσόντες, ἅπαν αὐτῶν περιίσταντο τὸ γένος. Κοιναὶ μὲν δὴ θρησκεῖαί τινες αὗται, κατὰ γένη δὲ τῶν ἱερέων διάφοροι, καὶ οἰκεῖαι καθʼ ἕκαστον θεόν. Αἱ δὲ ἁγνεῖαι πάντων ἐκαθάρευον. Ὁ δὲ χρόνος οὗτος, ὁπότε συντελεῖν τι τῶν περὶ τὴν ἱερὰν μέλλοιεν θρησκείαν, προλαμβάνων ἡμερῶν ἀριθμὸν, οἱ μὲν δυοῖν καὶ τετταράκοντα, οἱ δὲ τούτων πλείους, οἱ δὲ ἐλάσσους, οὐδέποτε μέντοι τῶν ἑπτὰ λειπομένας, παντὸς μὲν ἐμψύχου ἀπείχοντο, παντὸς δὲ λαχάνου τε καὶ ὀσπρίου, πρὸ δὲ πάντων ἀφροδισίων ὁμιλίας γυναικείας· ἄρρενος μὲν γὰρ οὐδὲ τὸν ἄλλον χρόνον μετεῖχον. Τρὶς δὲ τῆς ἡμέρας ἀπελούοντο ψυχρῷ, ἀπό τε κοίτης καὶ πρὸ ἀρίστου καὶ πρὸς ὕπνον. Εἰ δέ ποτε συμβαίη καὶ ὀνειρώττειν, παραχρῆμα ἀπεκάθαιρον λουτρῷ τὸ σῶμα. Ψυχρῷ μὲν οὖν καὶ κατὰ τὸν ἄλλον ἐχρῶντο βίον, οὐ μὴν οὑτωσὶ πλεονάζον. Κοίτη δὲ αὐτοῖς ἐκ τῶν σπαδίκων τοῦ φοίνικος, ἃς καλοῦσι βάϊς, ἐπέπλεκτο. Ξύλινον δὲ ἡμικυλίνδριον εὖ λελεασμένον ὑπόθημα τῆς κεφαλῆς· ἤσκουν δὲ δίψαν καὶ πεῖναν, καὶ ὀλιγοσιτίαν παρὰ πάντα τὸν βίον.

Μαρτυρία δʼ αὐτῶν τῆς ἐγκρατείας, ὅτι μήτε περιπάτοις ἢ αἰώραις χρώμενοι διῆγον ἄνοσοι, καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι. Πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἐνεδέχοντο βάρη, καὶ ὑπηρετήματα τῆς κοινῆς ἰσχύος μείζω. Διῄρουν δὲ νύκτα μὲν εἰς ἐπιτήρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ ἁγιστείαν, ἡμέραν δὲ εἰς θεραπείαν τῶν θεῶν, καθʼ ἣν ἢ τρὶς ἢ τετράκις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τούτους ὑμνοῦντες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρήμασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκπονοῦντες ἀεί τι, καὶ προσεξευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγιγνόμενοι. Τὸ δʼ αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξὶ, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε μήτε πορισμοῦ ποιούμενοι φροντίδα, δεσπότου τε κακοῦ τῆς πολυτελείας ἐλευθεριάζοντες. Ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε καὶ διηνεκὴς καρτερίαν ἀπομαρτυρεῖ τοῖς ἀνδράσι, τὸ δὲ ἀνεπιθύμητον, ἐγκράτειαν. Οἵ γε ἐν τοῖς ἀσεβεστάτοις ἐτίθεντο πλεῖν ἀπʼ Αἰγύπτου, διευλαβούμενοι ξενικὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μόνοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκασμένοις. Πολὺς δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις. Μικρὰ δʼ εἰ καταγνωσθεῖεν παραβαίνοντες, ἀπηλαύνοντο. Καὶ τὸ μὲν κατʼ ἀλήθειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱεροστολισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. Τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων καὶ νεωκόρων πλῆθος καὶ ὑπουργῶν θεοῖς, καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὴν μετʼ ἀκριβείας καὶ ἐγκρατείας τοσῆσδε. Τοιαῦτα μὲν τὰ κατʼ Αἰγυπτίους ὑπʼ ἀνδρὸς φιλαλήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πραγματικώτατα φιλοσοφήσαντος μεμαρτυρημένα.

ΠΕΡΙ ΤΩΝ ΙΕΡΩΝ ΓΡΑΜΜΑΤΩΝ.

Τζέτζης Ὡς δʼ ὁ Αἰγύπτιος ἱερογραμματεὺς Χαιρήμων ἔδειξεν ἐν διδάγμασι τῶν ἱερῶν γραμμάτων, ὁ φοῖνιξ ἓξ τοῖς ἔτεσι καὶ ἑπτακισχιλίοις θνήσκει παραγενόμενος ἐν τόποις τοῖς Αἰγύπτου.

ΠΕΡΙ ΤΩΝ ΚΟΜΗΤΩΝ.

Ὠριγένης Ἀνέγνωμεν δʼ ἐν τῷ Περὶ κομητῶν Χαιρήμονος τοῦ στωικοῦ συγγράματι τίνα τρόπον ἔσθʼ ὅτε καὶ ἐπὶ χρηστοῖς ἐσομένοις κομῆται ἀνέτειλαν, καὶ ἐκτίθεται τὴν περὶ τούτων ἱστορίαν.

Ἀπολλώνιος ὁ Γραμματικός Περὶ συνδέσμων. Τινές φασιν οὐ δεόντως αὐτοὺς συνδέσμους εἰρῆσθαι, εἴγε συνδέσεως λόγων οὐκ εἰσὶν αἴτιοι. Καί φησι Χαιρήμων ὁ στωικὸς, ὡς κατά τι εἴησαν ἂν σύνδεσμοι· σύνδεσμον γάρ φησι καλεῖσθαι καὶ αὐτὴν φωνὴν καὶ τὸ ἐξ αὐτῆς δηλούμενον, ᾧ λόγῳ καὶ τὰ ἡμέτερα σχήματα, κτλ.