eul_wid: izm-ad
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of the Messeniaca by Rhianus of Crete

The Messeniaca was a historical epic poem composed in the 3rd century BCE by the Hellenistic poet Rhianus of Crete. Written in the traditional Homeric dialect and metre, it narrated the history of the region of Messenia, centering on the Second Messenian War against Sparta in the 7th century BCE. The poem celebrated Messenian heroism and identity, serving to legitimize the region's political revival following its liberation from Spartan hegemony. The complete work is now lost, surviving only in approximately twenty-two fragments ranging from single lines to short passages. These remnants, which preserve elements of heroic combat, mythological genealogies, and descriptions of local places and cults, are known almost entirely through quotations by later authors. The principal source is the travel writer Pausanias, who in the 2nd century CE used Rhianus’s epic as a major authority for Messenian history. The Messeniaca is an example of Hellenistic historical epic, notable for its adaptation of Homeric style to celebrate a local, post-Homeric past.

Αἴλιος Ἡρωδιανός
... «Στρῆνος» πόλις Κρητικὴ· Ῥιανὸς Μεσσηνιακοῖς.
Στέφανος ὁ Βυζάντιος : «Στρῆνος»· Ἡρωδιανὸς ἑβδόμηι
«Στρῆνος πόλις Κρητική» ...
ὣς εἰπὼν ἀπέπαυσε μάχην, ἐπίθοντο δὲ λαοὶ
νυκτὶ· νίκηι γὰρ ἀγαλλόμενοι ποθέεσκον,
καίπερ κεκμηῶτες, ἀνὰ κνέφας ἀντιάασθαι.
ἀσπασίη δὲ Λάκωσιν ἐπήλυθε νυκτὸς ὀμίχλη.
τῆς προτέρης κραδ … τ …
στήμεναι ὡς τὸ πάροιθε … αβεθ …
ἀλλὰ τάδʼ ἄμμιν ἔπειτα θεῶν ἰότητι μελήσει·
σὺν Διὶ δʼ ἠώιους τάχα κεν φεύγοντας ἴδοιμεν
προτροβάδην, βελέεσσιν ὑφʼ ἡμετέροισι δαμέντας,
ὄφρα τις ἐν Σπάρτηι βεβαρημένος ἕλκεϊ λυγρῶι
μνήσεται ἡμείων, μηδʼ ἀσκηθὴς ὑπαλύξηι.
ταῦτα μὲν ὡς ἐπέοικε τελευτήσειε Κρονίων,
οἱ δὲ φυλακτῆρες πυρὰ κείατε καὶ μεμαῶτες
τείχεος ἔκτοσθεν φιλίην ῥύεσθε πόληα·
… ν οὐδὲ καὶ αὐτός, ἐπεὶ τόδε κάλλιόν ἐστιν,
ἐν μεγάροις μενέω, φυλακὰς δὲ μετείσομαι αὖτις·
οὐ μὲν δυσμενέων ἐμπαζόμεθʼ, ἀλλʼ ἐπέοικεν
πάντα τελεῖν, φρονέειν δʼ ἐπαρηρότα θυμῶι.»
… ε καὶ ἴαχε λαὸς ὁμαρτῆι.
...
… ν· οὐ γὰρ πολλὸν ἀπόπροθι
… ς θάσσουσιν ἐπὶ χθόνα
ἡμετέρην· εἰ δέ σφιν ἐπὶ θρόος ἵξεται ὦτα
κομμοῦ τʼ οἰμωγῆς τε δυσηχέος, αὐτίκʼ ἐφʼ ἡμέας
τοί γε παρέσσονται μάλα μυρίοι, οὐδέ κεν ἀνὴρ
οὐδὲ θεῶν ὥριστος ἀλεξήσειεν ὄλεθρον.
… ο γὰρ τοῖσδεσσιν ἀνα … υνο … ο …
… ὀτραλέως ὑπὲρ αἰπυτάτης διο …
… αὐίαχοι· κραδίηι δʼ ἔνι κεύθετε πε …
… ν θάσσοντες ἐπηλυσίην … αισ …
… ν ἔστʼ ἄν κε ποτὶ πλόον ἐντύνωμεν
… άμενοι ὡς δή σφεας ἁρπάξασθαι
σπιλάδεσσιν ἐνιχρίμψαιεν ἄελλαι
αὐτίκʼ ἔπειτα κατὰ ῥίον αἰπὺ λιπόντες
… ἑτέρην ξείνην διζησόμεθʼ α …
… εισιν ἐπὶ προτέροισι θεμείλοις
… πυργωσόμεθ … π …
…
... Ῥιανὸς δʼ ἐν τῆι. τῆς Ἡρακλείας Ποίμανδρόν φησι γῆμαι
Στρατονίκην τὴν Εὐωνύμου … καὶ υἱοὺς μὲν γ γεννῆσαι Ἄγχιππον
καὶ Ἔφιππον καὶ Λεύκιππον, θυγατέρας δὲ β Ῥηξιπύλην καὶ Ἀρχε-
πτολέμην.