eul_wid: mmg-al

Ἀνώνυμος Φιλόσοφος
Anonymous Philosopher

Historical Fragments Anonymous Anonymous Philosopher PDF

2b,206,F 1 LUKIAN. Quom. hist. conscr. 17: εἰ δέ με δεῖ καὶ σοφοῦ ἀνδρὸς μνησθῆναι, τὸ μὲν ὄνομα ἐν ἀφανεῖ κείσθω, τὴν γνώμην δὲ ἐρῶ καὶ τὰ πρώιην ἐν Κορίνθωι συγγράμματα κρείττω πάσης ἐλπίδος. ἐν ἀρχῆι μὲν γὰρ εὐθὺς ἐν τῆι πρώτηι τοῦ προοιμίου περιόδωι συνηρώτησε τοὺς ἀναγινώσκοντας. λόγον πάνσοφον δεῖξαι σπεύδων, ὡς μόνωι ἂν τῶι σοφῶι πρέποι ἱστορίαν συγγράφειν. εἶτα μετὰ μικρὸν ἄλλος συλλογισμός, εἶτα ἄλλος· καὶ ὅλως ἐν ἅπαντι σχήματι συνηρώτητο αὐτῶι τὸ προοίμιον. τὸ 〈δὲ〉 τῆς κολακείας ἐς κόρον, καὶ τὰ ἐγκώμια φορτικὰ καὶ κομιδῆι βωμολοχικά, οὐκ ἀσυλλόγιστα μέντοι, ἀλλὰ συνηρωτημένα κἀκεῖνα. καὶ μὴν κἀκεῖνο φορτικὸν ἔδοξέ μοι καὶ ἥκιστα σοφῶι ἀνδρὶ καὶ πώγωνι πολιῶι καὶ βαθεῖ πρέπον, τὸ ἐν τῶι προοιμίωι εἰπεῖν, ὡς ἐξαίρετον τοῦτο ἕξει ὁ ἡμέτερος ἄρχων, οὗ γε τὰς πράξεις καὶ φιλόσοφοι ἤδη συγγράφειν ἀξιοῦσι.