eul_wid: psw-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Attic Names by Aelius Dionysius of Halicarnassus

Attic Names is a lexicographical treatise by the grammarian Aelius Dionysius of Halicarnassus, compiled during the Imperial period, most likely in the 2nd century CE. The work is a glossary of approximately 600 entries focusing on Attic vocabulary, compiled to aid in the correct understanding and usage of the classical Attic dialect, which was highly valued during the Second Sophistic. It forms part of the broader Atticist tradition that sought to standardize the language of classical Athenian authors. The entries primarily explain the meanings and proper Attic forms of nouns, often contrasting them with contemporary Koine or other dialectal usages, and reflect the themes of Atticism, linguistic purism, and scholarly authority. The original text is lost, but its contents are preserved fragmentarily through later compilation, most significantly within the 10th-century Byzantine encyclopedia, the Suda, which incorporated material from earlier grammarians. As a key source for the Suda, Aelius Dionysius’s work influenced Byzantine scholarship and helped define Attic standards for centuries. Alongside other Atticist lexica, it remains a crucial primary source for studying the history of the Greek language, ancient lexicography, and the reception of classical culture in the Roman Empire.

Αἰλίου Διονυσίου Ἁλικαρνασσέως Ἀττικῶν ὀνομάτων λόγοι πέντε

... Σκύμνῳ δὲ τὸ σύνταγμα προσφωνεῖ.

... Ἁλικαρνασσός, ἐξ ἧς ὥρμητο Αἴλιος Διονύσιος Ἁλικαρνασσεύς, καθὰ δηλοῖ αὐτός, ἐν οἷς περὶ Ἀττικῶν ὀνομάτων διαλεγόμενος λέγει οὐ Κᾶρας εἶναι τοὺς Ἁλικαρνασσεῖς, ἀλλὰ Ἕλληνας, Δωριεῖς τῶν ἀποικησάντων Δωριέων Καρίαν, ὃ καὶ Ἀθηναῖοι ποιήσαντες καὶ εἰς Καρίαν κατάραντες—ἦρχε δὲ αὐτῶν Νειλεύς—πόλιν Ἑλληνίδα φησὶν ἐν αὐτῇ Μίλητον κατεσκευάσαντο· ἐφʼ οἷς τοὺς τοιούτους Δωριεῖς σεμνύνας καὶ μίαν τῆς ἐν Ἀσίᾳ ἑξαπόλεως καὶ τὴν Ἁλικαρνασσὸν εἰπὼν εἶναι ἐπάγει πρὸς τῷ τέλει, ὅτι οὐδὲν ἂν ἴσως κωλύοι καὶ ἐν Καρίᾳ εἶναί τινα Ἀττικὴν φωνὴν καὶ ἐν ταῖς Ἀθήναις Καρικήν, φωνὴν Ἀττικὴν σεμνῶς εἰπὼν τὴν ἑαυτοῦ.

ἆ· ψιλούμενον καὶ περισπώμενον ἀντὶ τοῦ αἴθε λαμβάνεται. Καλλίμαχος «ἆ πάντως ἵνα γῆρας».

ἂ ἄ· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἐπιφώνημα. δασυνθὲν δὲ γέλωτα δηλοῖ.

ἀβακήμων· ἀσύνετος, ἄλαλος.

ἀβέλτερος· οὐ μὰ Δίʼ οὐχ ὁ πλεονέκτης καὶ ἀγνώμων, ἀλλʼ ὁ ἀνόητος καὶ εὐήθης μετὰ χαυνότητος. Μένανδρος Περινθίᾳ· «ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδʼ ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος ἐπαβελτερώσας τὸν πάλαι γʼ ἀβέλτερον.» λέγουσι δὲ καὶ ἀβελτέρειον τὴν ἀβελτηρίαν. Ἀναξανδρίδης Ἑλένῃ· «—ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε. —ὦ Ἡράκλεις ἀβελτερείου τεμενικοῦ. —ἀλλʼ οὐδʼ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις».

ἄβολος· νέος οὐδέπω γνώμονα ἔχων. γνώμονα δὲ ἔλεγον τὸν βαλλόμενον ὀδόντα, διʼ οὗ τὰς ἡλικίας ἐξήταζον. τὸν δὲ τέλειον καὶ κατηρτυκότα ἔλεγον ἐκ μεταφορᾶς τῶν τετραπόδων. καὶ λιπογνώμονας τοὺς ἀπογεγηρακότας, οἷς ἐλελοίπει τὸ γνῶμα.

ἄβρα· οὔτε ἁπλῶς ἡ θεράπαινα ἄβρα λέγεται οὔτε ἡ εὔμορφος, ἀλλʼ ἡ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ· «μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρός αὐτὰς ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη». καὶ Σικυωνίῳ· «ἄβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκʼ ἔχειν, ἔτρεφε δὲ χωρίς, ὡς ἐλευθέρᾳ πρέπει». καὶ Ἀπίστῳ· «ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἄβραν ἔσεσθαι».

ἀβρόταξις· ἁμαρτία, καὶ ἀβροτάξομεν· διαμφοδήσομεν, ἁμαρτήσομεν ἀλλήλων.

ἀβυρτάκη· ὑπότριμμά τι βαρβαρικόν, κατασκευαζόμενον διὰ πράσων καὶ καρδάμων καὶ ῥόας κόκκων καὶ ἑτέρων τοιούτων. Θεόπομπος Θησεῖ· «ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστη ποεῖται καὶ πράσων ἀβυρτάκη». ἔστι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔνομα.

ἀγαθίς· δέσμη, ῥάμμα, στήμονες.

ἀγαθός· ἡ σύγκρισις «μᾶλλον ἀγαθός» καὶ ἡ ὑπέρθεσις «μάλιστα ἀγαθός». ἀγαθώτερος δὲ καὶ ἀγαθώτατος παρʼ οὐδενὶ τῶν Ἑλλήνων κεῖται.

ἀγαθοῦ δαίμονος· οὕτω καλεῖται παρὰ τοῖς παλαιοῖς τὸ μετὰ τὴν ἄρσιν τῶν τραπεζῶν προσφερόμενον ποτήριον.

ἀγαθῶν ἀγαθίδες· τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς ἐπὶ πολλῶν ἀγαθῶν.

ἀγάλλεσθαι· χαίρειν, μεγαλοφρονεῖν, καλλωπίζεσθαι. Πλάτων δὲ ἐν Νόμοις τὰς γραφὰς ἀγάλματα καλεῖ. Θουκυδίδης δέ φησιν· «ἕκαστος πατρίδα ἔχων πρώτην ἐν τοῖς Ἕλλησιν ἀγάλλεται» ἀντὶ τοῦ αὐχεῖ, καὶ ἄλλοι πολλοί.

ἀγάλματα Ἑκάτης· αἱ κύνες· θύονται γὰρ αὐτῇ.

ἀγανόν· καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ· «ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν». Κρατῖνος Χείρωσι· «ὡς μακάριος ἦν ὁ πρὸ τοῦ βίοτος βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς». Σοφοκλῆς δὲ Ἐπὶ Ταινάρῳ «ἄγανον» ἔφη «ξύλον» βαρυτόνως τὸ κατεαγὸς ἢ τὸ ἀπελέκητον.

ἄγγαροι· οἱ ἐκ διαδοχῆς γραμματοφόροι, οἱ δʼ αὐτοὶ καὶ ἀστάνδαι. ἡ δὲ λέξις Περσική … Αἰσχύλος Ἀγαμέμνονι· «φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρός ἔπεμπεν». τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλως τῶν ἀναισθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ ἀγγαροφορεῖν τὸ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς. Μένανδρος Πωλουμένοις· «ἀγγαροφόρει καὶ ταῦθʼ ἃ νῦν ποεῖς, ποεῖ, ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν διάγειν». καὶ ἐν Προγαμοῦντι· «βάρβαρος ἄγγαρος ὄντως κοὐδενὸς προορώμενος». καὶ ἐν Θαΐδι ὁ ἀκρατής· «ἄγγαρος ὄλεθρος. ἡδέως ἄν μοι δοκῶ ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχειν. καὶ ἀγγαρεύεσθαι καλοῦσιν ὥσπερ ἡμεῖς νῦν τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. Μένανδρος καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίστησι· “ὁ πλέων κατήχθη· κρίνεθʼ οὗτος πολέμιος· ἐὰν δʼ ἔχῃ τι μαλακόν, ἀγγαρεύεται”.

ἀγελαῖος· ὁ ἐν ἀγέλῃ διάγων.

ἄγημα· τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἱππέων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως.

ἀγήρατον ἀρρενικῶς εἶπε Σοφοκλῆς, θηλυκῶς δὲ Ξενοφῶν. καὶ ἀγήρων Πλάτων μὲν ἀρσενικῶς, Εὐριπίδης δὲ θηλυκῶς. καὶ οὐδετέρως Θουκυδίδης καὶ Πλάτων Τιμαίῳ.

ἄγμα· σύντριμμα καὶ τὸ κατειργασμένον ἔριον.

ἀγνοία καὶ ἀναιδεία καὶ πάντα τὰ τοιαῦτα ἐκτείνοντες προφέρονται τὴν τελευταίαν οἱ παλαιοὶ Ἀττικοὶ καὶ παροξύνοντες. … Ἀριστοφάνης Δαιταλεῦσιν· “ὦ παρανοία κἀναιδεία”. μεταβάλλουσι δʼ οἱ Ἴωνες τὸ τελευταῖον α εἰς η· “σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος”· καὶ Ἀνακρέων· “νεότης τε καὶ ὑγιείη”. καὶ ἀναρροίη δὲ καὶ εὐπλοίη καὶ τὰ ὅμοια ἅπαντα παρὰ τοῖς Ἴωσιν ἐκ μακροῦ τοῦ α μετείληπται εἰς τὸ η.

ἄγνον οὐχὶ λύγον καλοῦσιν οἱ Ἀττικοί. καὶ ἀρσενικῶς Χιωνίδης Ἥρωσι· καὶ μὴν μὰ τὸν Δίʼ οὐθὲν ἔτι γέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότος». Πλάτων· «ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τό τε ὕψος καὶ τὸ σύσκιον πάγκαλον».

ἀγοράζειν· τὸ ἐν ἀγορᾷ διατρίβειν.

Ἄγραι· χωρίον ἔξω τῆς πόλεως ἱερὸν Δήμητρος, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἄγεται. ὀνομασθῆναι δὲ αὐτὸ οἱ μὲν ἀπὸ τῆς Ἀρτέμιδος, πρότερον Ἑλικῶνα καλούμενον, οἱ δὲ ἀπὸ τοῦ ἔνθηρον εἶναι καὶ πλῆρες ἀγρεύματος.

ἄγριος ἔλαιος· ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι παρὰ Πινδάρῳ ἐν ὕμνοις.

ἀγοράσματα· αὐτὰ τὰ ἠγορασμένα.

ἀγοράσω λέγουσι, τὸ δὲ ἀγορῶ βάρβαρον. παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφθω δὲ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος· «ἀλλʼ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἁπαξάπανθʼ, ὅσʼ ἂν κελεύῃς, ὦ γύναι».

ἀγυιάτιδες θεράπαιναι· παρʼ Εὐριπίδῃ οἱ πρὸ τῶν θυρῶν βωμοί, οἳ πρὸς χάριν Ἀγυιέως Ἀπόλλωνος ἵδρυντο τιμωμένου πρὸ πυλῶν ὡς ἀλεξικάκου.

ἀγυρμός· συναγωγή. Πλάτων ἐν Πολιτικῷ «συναγυρμὸν φρονήσεως».

ἀγύρτης· ὁ ἀγείρων ὄχλον καὶ ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ σεμνυνόμενον· καὶ ὄνομα βόλου κυβευτικοῦ.

ἀγχιστεία· συγγένεια, καὶ ἀγχιστεῖς οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατʼ ἐπιγαμίαν μειχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται.

ἀγῶνα· καὶ Ὅμηρος τὸν τόπον αὐτόν, ἐν ᾧ ἀγωνίζονται, καὶ Θουκυδίδης πέμπτῃ· «προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον.»

ἀδαῖον· τὸ εἰς κόρον ἄγον ἢ τὸ ἀηδές· οὕτω Σώφρων.

ἄδδιξ· μέτρον τετραχοίνικον. Ἀριστοφάνης· «ἀλφίτων μελάνων ἄδδιχα».

ἄδην· ἅλις. Πλάτων πολλαχοῦ κέχρηται οἷον ἐν Χαρμίδῃ· «ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν.»

ἀδηφάγοι ἵπποι· οἱ τέλειοι πρὸς τὴν τῶν πώλων διάκρισιν. Ἀριστοφάνης καὶ Φερεκράτης. ἔφη δὲ καὶ «ἀδηφαγοῦσα» Σοφοκλῆς καὶ «ἀδηφαγεῖν» Ἕρμιππος. ἀλλὰ καὶ «ἀδηφάγον» εἶπε Λυσίας τὴν τέλειον μισθὸν λαμβάνουσαν τριήρη. Ἀλκαῖος δὲ ὁ κωμικὸς καὶ τοὺς πότας λεγομένους λύχνους «ἀδηφάγους» ἔφη χαριεντισάμενος. καὶ δρομεῖς δέ τινες ἐν Νεμέᾳ «ἀδηφάγοι» ἐλέγοντο καὶ οἱ γυμναστικοὶ παρὰ Ἀργείοις οὕτως. λέγουσι δέ τινες καὶ τὸν ἱερὸν λόχον ἀδηφάγον.

ἀδηφάγον ἅρμα· τὸ τέλειον καὶ μέγα.

ἀδράφαξυς· εἶδος λαχάνου, ὅπερ οἱ πολλοὶ ἀτράφαξυν καλοῦσι. Φερεκράτης Κοριαννοῖ· «ἀδράφαξυν ἕψουσʼ, εἶτʼ ὀκλὰξ καθημένη».

ἀδύνατα εἶναι· ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως.

ἄειλα· τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος.

ἀέλιοι· οἱ ἀδελφὰς γυναῖκας ἔχοντες, οἱ συγγάμβριοι.

ἀήσυρον· κοῦφον. Αἰσχύλος· «ἀήσυροι μύρμηκες».

Ἀθηναία· ἡ θεός. Ἀθηναίας ὁ Μεγακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας, ἀλλʼ Ἀττικὰς ἐν τοῖς Περὶ Ὁμήρου ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ φησι τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον θεὸν αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσιν. ὅτε δὲ ἤρξαντο αἱ ἀσταὶ ἢ Ἀττικαὶ γυναῖκες Ἀθηναῖαι λέγεσθαι, ὡς μαρτυρεῖ Φερεκράτης ἐν Γραυσίν· «Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς συμμάχοις», καὶ Κάνθαρος Τηρεῖ· «γυναῖκʼ Ἀθηναίαν καλήν τε κἀγαθήν», καὶ Φιλήμων Πτέρυγι· «νυνὶ δʼ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω ...», τότε δὴ καὶ ἡ θεὸς οὐκέτι Ἀθηναία ἐκαλεῖτο, ἀλλὰ κατὰ συναίρεσιν Ἀθηνᾶ.

ἀθήρ· ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ ἀστάχυος τὸ ἄκρον καὶ λεπτότατον. λέγεται δὲ καὶ ἡ ἐπιδορατὶς ἀθήρ.

ἀθρεῖν· τὸ περισκοπεῖν καὶ μετʼ ἐπιτάσεως ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεστά.

ἅθρους· Ἀττικῶς δασύνεται οἷον … «ἅθρους ἐπελθὼν ὁ στρατηγός … » ἤγουν σὺν ὅλῳ τῷ στρατεύματι. καὶ Ἀριστοφάνης· «ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους». ὁ δὲ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν αὐτὸ οὐκ ἀτόπως, ἐπεὶ ἡ διαίρεσις ἐστιν ἁθρόος. ἡ δὲ χρῆσις παροξύνει.

ἅθυρμα· δασέως Ἀττικοί, ψιλῶς Ἴωνες.

αἰγίς· τὸ ἐκ τῶν στεμμάτων δίκτυον.

αἰγυπτιάζειν· τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι. οὕτω Κρατῖνος.

αἰγυπτιῶσαι· μελᾶναι. ἐπικαῦσαι. … «χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογί αἰγυπτιώσει».

αἱμασιά· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον, ἥν τινες ἄρπεζαν ὠνόμαζον, ὡς καὶ Ἴωνες. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ. φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον αὐτὸ τὸ ὑπὸ αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν.

αἱμασιαῖς· τοῖς φραγμοῖς κυρίως τοῖς ἠκανθωμένοις.

αἱματοπώτης· οἱ Ἀττικοὶ μηκύνοντες τὸ ο προφέρουσι τὴν λέξιν, ὥσπερ καὶ τὸ οἰνοπώτης καὶ ὑδροπώτης, ἐπεὶ καὶ τὸ πόμα οἱ μὲν ἄλλοι διὰ βραχέος τοῦ ο γράφουσιν, Ἀττικοὶ δὲ ἐπεκτείνοντες.

αἱμούς· τοὺς δρυμούς. Αἰσχύλος Αἰτναίαις· ἴσως ἀπὸ τοῦ αὐτοῦ, ἀφʼ οὗ καὶ ἡ αἱμασιὰ κέκληται.

αἵνειν· τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φύροντα. Φερεκράτης· «νῦν δʼ ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίττειν, φρύγειν ἀναβράττειν, αἵνειν ...» διαφέρει δὲ τὸ πτίσσειν τοῦ αἵνειν. τὸ μὲν γὰρ πτίσσειν γίνεται, ἵνα τὸ πτισσόμενον ἀπολίποι τὸ πιτυρῶδες ἄχυρον, τὸ δὲ αἵνειν ἐπὶ ξυρῶν ὥσπερ καρύων, ἵνα τὸ ἀχυρῶδες αὐτῶν περικαὲν ἀφαιρεθείη.

αἴσχιον· ἀντὶ τοῦ αἰσχρόν· Θουκυδίδης.

ἀΐτης· ὁ ἐρώμενος, ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῇ. εἰσπνεῖται γὰρ τῆς μορφῆς τι καὶ τῆς ὥρας τῆς τοῦ ἐρωμένου. ὅθεν καὶ εἰσπνῆλαι παρὰ Λάκωσιν οἱ ἐρασταί.

αἴτιον γενέσθαι· ἀντὶ τοῦ ἐν αἰτίᾳ. Θουκυδίδης.

αἰώρα· ἀγχόνη· καὶ ἐώρα διὰ τοῦ ε. Σοφοκλῆς· «πλεκταῖς ἐώραις ἐμπεπλεγμένην».

ἀκανθεών· ὄνομα περιεκτικὸν ἐξ ἀκάνθης.

ἄκασκα· ἥσυχα, βραδέα. Κρατῖνος Νόμοις· «ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντες».

ἄκατος· φιάλη διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ. οὕτω Θεόπομπος.

ἀκεανοί· τὰ ἐν τοῖς φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. Φερεκράτης· «κυάμους, ἀφάκην, ζειάς, αἴρας, ἀκεάννους».

ἀκέσασθαι καὶ ἀκέσαι· ἰάσασθαι, ῥάψαι. Μένανδρος· « … ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον» καὶ «ἱμάτιον ἐξακούμεθα». τὸ δὲ ἠπήσασθαι παντελῶς βάρβαρον. ὅθεν καὶ ἀκέστριαν λέγουσιν, οὐκ ἠπήτριαν.

ἀκήρατος· ἀπαθής, ἀκέραιος.

ἀκήριος· ἄψυχος, καὶ ἄνοσος, ὑγιής, ἀθάνατος.

Ἀκράγαντα· ἀρσενικῶς Ἀττικοί, θηλυκῶς Ἴωνες.

ἄκριες· λόφοι ὀρῶν οἱ καὶ ἄμβωνες.

ἀκροθίνια· κυρίως αἱ ἀπαρχαί, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ τοῦ θινός, τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ πολλούς, τουτέστι βλάπτεσθαι· ἢ τὰ ἄκρα τῶν σωρῶν.

ἀκροκόμοι· τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες.

ἀλάβαστον· οὕτω Μένανδρος ἄνευ τοῦ ρ Ὀργῇ· «καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων». σημαίνει δὲ μυροθήκην. ἔνιοι δὲ αὐτὴν προάγουσι σὺν τῷ ρ.

ἀλαζών· κυρίως ὁ ἀπὸ ἄλης ζῶν καὶ ἀγύρτης, μεταφορικῶς δὲ ὁ ψεύστης καὶ κομπαστής. οὕτω Κρατῖνος.

ἀλαωτύς· ἡ τύφλωσις.

ἀλικρᾶς· ὁ θαλάσσῃ μεμειγμένος.

ἀλιτήριοι· ἁμαρτωλοί. οὗτοι δὲ λέγονται ἐκ τοῦδε· λιμός ποτε κατέλαβε τοὺς Ἀθηναίους. τῶν δὲ ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων, ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις ἀλούντων ἐπιτηροῦντες οἱ περιϊόντες ἀλούμενα τὰ ἄλευρα διήρπαζον καὶ ἐντεῦθεν ἐκλήθησαν ἀλιτήριοι. παρέτεινε δὲ τὸ ὄνομα ὥστε καὶ ἐπὶ πάντων τῶν μετὰ βίας τι ποιούντων λέγεσθαι. παράγεται δὲ καὶ ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν.

ἀλλὰ ἄναξ μάλα χαῖρε· ἀρχὴ ἐξοδίου κιθαρῳδικοῦ ὥσπερ κωμικοῦ μὲν ἥδε· «καλλιστέφανος ...», ῥαψῳδοῦ δὲ αὕτη· «νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε», τραγικοῦ δέ· «πολλαὶ μορφαὶ τῶν δαιμονίων.»

ἄλλῃ· κατʼ ἄλλο Θουκυδίδης.

ἀλλήλων· ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης καὶ Θουκυδίδης· «καὶ πού τινες καὶ ἀλλήλων ἐγεύσαντο» ἀντὶ τοῦ ἑαυτῶν.

ἄλλος οὗτος Ἡρακλῆς· παροιμιῶδες ἐπὶ Θησεῖ λεχθὲν τὸ πρῶτον ἢ τῷ τῶν Ἰδαίων Δακτύλων Ἡρακλεῖ ἢ τῷ Ἀλκμήνης διὰ τοὺς παλαιοτέρους.

ἀλύει· ἀδημονεῖ, δυσχεραίνει, ἀθυμεῖ, ἀπορεῖ.

ἀλύειν· ἔνιοι τὸ μὲν ἐπαίρεσθαι δασέως ἀξιοῦσι προφέρεσθαι οἷον· «ἦ ἁλύεις ὅτι Ἶρον ἐνίκησας;» τὸ δὲ λυπεῖσθαι ψιλῶς· «ὣς ἔφαθʼ, ἡ δʼ ἀλύουσʼ ἀπεβήσατο». Δίδυμος δὲ ἀμφότερα ψιλῶς· τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησι, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασέως· καὶ γὰρ τὸ ἀλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα· ἁμίς, ἅμαξα ἁμνός, Ἁλαεῖς, ἁνύειν ἁμῶς.

ἀλυκτεῖν· δυσφορεῖν.

ἄλυπος· ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ ἀλύπητος. Θεόπομπος.

ἄλυς· ἡ ἄλη καὶ ὁ ῥιπασμός. καὶ ἀλύειν τὸ μηδὲν πράττειν. Μένανδρος Ἐπιτρέπουσιν· «τί δʼ οὐ ποεῖς ἄριστον, ὁ δʼ ἀλύει πάλαι κατακείμενος».

ἀλυσθαίνειν· ἀδυνατεῖν.

ἀλυσκάζειν· περιΐστασθαι, ἐκκλίνειν.

ἀλύσσειν· τρέμειν, πάλλεσθαι, πηδᾶν, δυσφορεῖν, λύσιν μὴ εὑρίσκειν, μαίνεσθαι.

ἀλφιτόχρωτος κεφαλῆς· τῆς πολιᾶς. Ἀριστοφάνης Τελμησσεῦσιν.

ἀλωπόχρους· ὁ πολιός.

ἁμαδρυάδες· νύμφαι, αἳ ἅμα δρυσὶ γίνονται καὶ ἀπογίνονται.

ἀμαλλεῖον· νῦν δὲ οὐλόδετόν τινες· οἱ δὲ θρυόδεσμον, τὸν ἐκ τῆς καλάμης στρεφόμενον δεσμόν, ᾧ δεσμοῦσι τὰ δράγματα καὶ τὴν συγκειμένην ἐκ τούτων ἀμάλλαν· ἀμάλλαι γὰρ αἱ ἐκ τῶν δραγμάτων ἀγκαλίδες. οἱ δὲ τὸν δεσμὸν τοῦ δράγματος· ἀμάλλας γὰρ τὰ δράγματα ἐκάλουν. Καλλίας Πεδήταις· «ὅτʼ ἀμαλλείῳ παῖς ὢν ἐδέθην».

ἁμαμηλίς· ἀπίου γένος παρὰ Ἀττικοῖς.

ἀμαχεί· Ξενοφῶν· «οὐκ ἀμαχεὶ ταῦτα ἐγὼ λήψομαι», καὶ Θουκυδίδης πρώτῃ.

ἀμβλυσθονῆσαι· τὸ ἀναβλύσαι. Εὔπολις Δήμοις· «ἀμβλυσθονῆσαι κἀναχλοῆσαι τὴν πόλιν». πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παρῳδοῦντες.

ἀμβλύτερος· Θουκυδίδης.

ἄμβωνες· οἱ λόφοι τῶν ὀρῶν καὶ ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχὴ καὶ τὰ χείλη τῶν λοπάδων. Ἀριστοφάνης ὁ κωμικός· «ἀλλʼ ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας».

ἀμέλει· δηλαδή, πάντως· ἐπίρρημα γάρ ἐστι συγκατάθεσιν δηλοῦν.

ἁμίδα· δασέως. Εὔπολις Αὐτολύκῳ· «τί δῆτʼ ἄν, εἰ μὴ τὴν ἁμίδα καθεῦδʼ ἔχων», καὶ ὁ Ἀριστοφάνης· «κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότος». λέγουσι δὲ καὶ ἅμαξαν δασέως καὶ καθημαξευμένα καὶ ὅλως τῇ δασείᾳ προσῳδίᾳ χαίρουσιν οἱ Ἀττικοί. καὶ παρὰ Μενάνδρῳ λέγεται ἐν τῷ Νομοθέτῃ διὰ τοῦ θ ἡ συναλοιφὴ αὕτη· «ἑκκαίδεκα κεῖνθʼ ἁμίδες.» καὶ τὸ ἁμάξιον οὕτω λέγουσι θἀμάξιον, καὶ «οὐκ ἀναβεβήκει πώποτε ἐφʼ ἅμαξαν, ἀλλʼ ἐφʼ ἵππον.» Νικόστρατος ἐν Παρακολυμβώσῃ.

ἀμνός· πρόβατον μέσον τὴν ἡλικίαν, καὶ ἀμνὴ τὸ θῆλυ. τρεῖς γὰρ ἡλικίαι· ἀρήν, ἀμνός, ἀρνειός.

ἄμπωτις· ξηρασία, Ἀττικῶς, ἢ ἀνάπωτις. ἰδίως δὲ τὰ περὶ τὰ παρὰ τῇ θαλάσσῃ στενὰ συμβαίνοντα πάθη ἀμπώτιδες καὶ πλημμύραι, οἷον αἱ τοῦ ῥοθίου ὑποχωρήρεις καὶ ἐπικλύσεις.

ἀμύνεσθαι· Θουκυδίδης μὲν ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ ἀντὶ τοῦ ἀπαλεξῆσαι.

ἀμυστὶ πιεῖν· οὕτω Φερεκράτης ἐπιρρηματικῶς. λέγεται δὲ ἐπὶ τῶν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πινόντων, οἱονεὶ μηδὲ μυσάντων. τοῦ αὐτοῦ ἔχεται καὶ τὸ ἐξαμυστίσαι. λέγεται δὲ καὶ ἀμυστίζειν καὶ τὰ ἐξ αὐτοῦ.

ἀμφηρικὸν ἀκάτιον· μικρόν, ἐν ᾧ εἷς ἐλαύνει τὰς δύο κώπας. ἔστι δʼ ἐν τετάρτῃ Θουκυδίδου τὸ ὄνομα.

ἀμφίβολοι· πανταχόθεν βαλλόμενοι.

ἀμφίδουλος· ὁ ἐξ ἑκατέρων τῶν γονέων δοῦλος. Εὔβουλος ἐν Πεντάθλῳ· «νόθος, ἀμφίδουλος, οὐδαμόθεν οὐδείς, κύων».

ἀμφιετηρίς· ἡ κατʼ ἔτος γινομένη ἑορτή τε καὶ θυσία. Κρατῖνος Ἀρχιλόχοις· « … εἶτʼ ἀμφιετηριζομέναις ὥραις τε καὶ χρόνῳ μακρῷ».

ἀμφιθαλεῖς παῖδες· οἷς ἄμφω περίεισιν οἱ γονεῖς· οὗτοι καὶ τὰς εἰρεσιώνας διεκόσμουν.

ἀμφίκαυστις· ἡ ὡρίμη κριθή, ἣν ἡμεῖς εὔστραν καλοῦμεν. παρὰ δὲ τοῖς τραγικοῖς καῦστις εἴρηται μεταφορικῶς ἡ μάχη. κωμικοὶ δὲ καὶ ἐπὶ γυναικείου μορίου φασίν. Κρατῖνος. … δὲ τὴν ὀσφὺν οὕτως ἔφη καὶ τὰ ἰσχία, ἔνιοι δὲ τὸν ξηρὸν χόρτον.

ἀμφίσβαινα· ὄφις ὁ καὶ ἐπὶ τῆς οὐρᾶς κεφαλὴν ἔχων. Ἀριστοφάνης Πελαργοῖς.

ἀμφισβητεῖν· μὴ συμφωνεῖν, ἀλλʼ οἷον χωρὶς βαίνειν.

ἀμφισβητήσιμον· Πλάτων καὶ ὁ Θεόπομπος. ἀμφισβητήτου δὲ Θουκυδίδης.

ἀμφιτάπητες· οἱ μὴ ἑτερόμαλλοι, ἀλλʼ ἐξ ἑκατέρων τῶν μερῶν δασεῖς.

ἀμφορῆ· τὸ δυικὸν συναλείφοντες οἱ Ἀττικοὶ λέγουσιν ἀντὶ τοῦ ἀμφορέε καὶ τὰ ἄλλα ὁμοίως. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· «ἀλλʼ ὦ περικαλλῆ Θεσμοφόρω δέξασθέ με». Πλάτων Μετοίκοις· « … ὧδʼ ἀναισχυντοῦντε τὼ μιλτηλιφῆ». καὶ Διὶ Κακουμένῳ· «τὼ προσεμφερῆ τὴν σοφίαν». οὕτω Τηλεκλείδης Ἡσιόδοις καὶ οἱ λοιποί.

ἀμφότερα· κατʼ ἀμφότερα. Θουκυδίδης.

ἀναγκαῖοι· οἱ προσήκοντες κατὰ γένος. Μένανδρος Θυρωρῷ· «οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα οὐδʼ ἑώρακεν τὸ σύνολον, θεῖον οὐδʼ ἀκήκοεν. εὐτύχημα δʼ ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν».

ἀναζεύξας· ἀναστάς, ἀναστήσας. Θουκυδίδης ὀγδόῃ· «ἀναζεύξας ἤλαυνεν ἐπὶ τῆς Ἰωνίας».

Ἄναια· οἱ ἄλλοι οὐδετέρως. Θουκυδίδης ὀγδόῃ τὴν Ἀναίαν.

ἀνακούς· τοὺς Διοσκούρους λέγουσιν ὀξύνοντες ὡς Αἰακοὺς καὶ κατεύχονται οὕτως. καὶ «ἀνακοῖν Διοσκόροιν» περισπῶντες ὡς σοφοῖν.

ἀνακτᾶσθαι· καὶ ἀντὶ τοῦ θεραπεύειν καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαβεῖν. Θουκυδίδης.

ἀνακῶς· ἀντὶ τοῦ φροντιστικῶς, ἐπιμελῶς, πεφυλαγμένως. Ἡρόδοτος· «καί τις οἰκίην τε ἀναπλασάσθω καὶ σπορᾶς ἀνακῶς ἐχέτω».

ἀναλοῦντες· ἀντὶ τοῦ ἀναιροῦντες. Θουκυδίδης καὶ ἀναλοῦν τὸ ἀναιρεῖν καὶ ἀνάλωμα ὁ αὐτός.

ἀνανεοῦσθαι· ὡς ἡμεῖς Θουκυδίδης πέμπτῃ καὶ Πλούτοις Κρατῖνος.

ἀναπίπτειν· οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. Θουκυδίδης πρώτῃ· «καὶ νικώμενοι ἐπʼ ἐλάχιστον ἀναπίπτουσιν».

ἀναπόμπιμα δῶρα· τὰ ἀποστρεφόμενα.

ἀνασπᾶν· καταλύειν ἢ ἀναιρεῖν. Θουκυδίδης. ἢ ἀντλεῖν τὸ ὕδωρ. Φερεκράτης· «κάδους ἀνασπῶν».

ἀνδραγαθία· καλοκἀγαθία. Ὑπερείδης· «ἐστεφάνωμαι δὲ ὑπό τε τῶν ἱππέων ἁπάντων ἀνδραγαθίας ἕνεκα». λέγεται δὲ καὶ ἀνδραγαθίζεται καὶ ἀνδραγαθίζεσθαι.

ἄνδραγχος· δήμιος, ὁ τοὺς ἄνδρας ἄγχων.

ἀνδρόπαις· ὁ ἤδη ἀνδρούμενος παῖς.

ἀνδροσάθων· ὁ μεγάλα ἔχων αἰδοῖα.

ἀνείρειν· ἀναπείρειν, ὅθεν καὶ ἡ ἄνερσις παρὰ Θουκυδίδῃ· «καὶ χρυσῶν στεφάνων ἀνέρσει».

ἀνεκτοί· Θουκυδίδης· «μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν». ἀνεκτὰ δὲ Πλάτων Σοφισταῖς καὶ ἀνεκτῶς Ἰσοκράτης.

ἀνεξεύρετα· ἐν τρίτῃ Θουκυδίδης· «ἀνεξεύρετος ἀριθμός». οὕτω δὲ καὶ Ἑλλάνικος κέχρηται.

ἀνερμάτιστος ναῦς· κούφη σάβουρα οὐκ ἔχουσα ἕρμα.

ἀνεφόρησαν· ἀντὶ τοῦ ἀνήνεγκαν. Θουκυδίδης τετάρτῃ.

ἄνεχε· ἀντὶ τοῦ πάρεχε. Θεόπομπος.

ἀνέχειν· τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὴν σελήνην. λέγεται δὲ ἀνέχειν καὶ τὸ ἐξέχειν καὶ προέχειν, ὡς Θουκυδίδης ἐν τετάρτῃ· «πᾶσα γὰρ ἀνέχει ὡς τὸ Σικελικὸν καὶ Κρητικὸν πέλαγος», καὶ τὸ κωλύειν, ὡς ὁ αὐτὸς ἐν ἕκτῃ· «τοὺς ταῦτα κωλύοντας καὶ ἀνέχοντας». καὶ Ἀριστοφάνης· «σὺ δʼ οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν». καὶ τὸ διαβαστάζειν καὶ φέρειν, ὃ καὶ ἀνέχεσθαι καὶ ἐπανέχειν λέγεται.

ἀνεχρήσαντο· διέφθειραν. οὕτω Θουκυδίδης. σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλήφασιν.

ἀνήκει· Ἀντιφῶν μὲν ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ ἀνήκω ἀντὶ τοῦ ἀναβέβηκα ἔφη, Θουκυδίδης δὲ ἀνήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λήγουσι. καὶ Δημοσθένης ἀνήκοντα ἀντὶ τοῦ διαφέροντα.

ἀνθρώπειον σῶμα· Κάνθαρος. καὶ ἀνθρωπεία φύσις· Θουκυδίδης.

ἀνθρωπῆ· τὸ τοῦ ἀνθρώπου δέρμα, ὡς λεοντῆ. Ἰωνικῶς δὲ ἀνθρωπέη. Ἡρόδοτος εʹ· «σφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπέην».

ἀνιμᾶσθαι· ἀρύεσθαι.

ἀνοητίαν· τὴν ἄνοιαν Ἀριστοφάνης. ἀνοηταίνειν δὲ Ἀμειψίας.

ἀνοίγει καὶ ἀνοίγνυσι· διχῶς.

ἀνοκωχήν διὰ τοῦ ο τὴν ἀνοχὴν λέγουσι· πολὺ δέ ἐστι παρὰ Θουκυδίδῃ. σημαίνει δὲ καὶ τὴν ἀναχώρησιν. καὶ ἀνοκωχεύειν τὸ ἀνέχειν.

ἀνταίρεταί σοι ὅπλα· Ξενοφῶν Κύρου Παιδείᾳ καὶ Θουκυδίδης ἱστορίας τρίτῃ· «οὔτε χεῖρας ἀνταιρομένους».

ἀντιβολία· ἱκετεία. Εὔπολις Κόλαξιν· «κατʼ ἀντιβολίαν δέκα τάλαντʼ ἀπετεισάμην».

ἄντικρυς· τὸ φανερῶς καὶ διαρρήδην, σπάνιον δὲ τὸ ἐξ ἐναντίας· τὰ δὲ πολλὰ τὸ ἐξ ἐναντίας ἀντικρὺ ἄνευ τοῦ σ.

ἀντίπαις· ὁ πρόσηβος καὶ ὑπὲρ τὴν τοῦ παιδὸς ἡλικίαν. ὁ δὲ αὐτὸς καὶ ἀνδρόπαις παρʼ Ἀριστοφάνει.

ἀντίπαλον· Θουκυδίδης ἀντὶ τοῦ ἶσον καὶ ἀντικείμενον.

ἀνύτειν· οἱ Ἀττικοί, ὅπερ ἡμεῖς ἀνύειν. ἁνύειν δὲ τὸ σπεύδειν, δασείᾳ τῇ πρώτῃ. Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς· «οὐκ ἀνύω φθονέουσα ...»

ἀξιόχρεων· ἐν τῷ ω λέγουσι καὶ λιπόνεων καὶ τὰ οὐδέτερα. οἱ γὰρ παλαιοὶ ὁμοίως. τὸ δὲ ἀξιόχρεον βάρβαρον.

ἀξύμβλητον· ὥστε μηδενὶ ἀπαντῆσαι. Σοφοκλῆς Λημνίαις· «ἄπλαστον, ἀξύμβλητον ἐξεθρεψάμην».

ἀπαιόλη· ἀπάτη καὶ ἀποστέρησις. Αἰσχύλος Περραιβίσιν· «τέθνηκεν οἰκτρῶς χρημάτων ἀπαιόλῃ».

ἀπαιόλημα· ἀποπλάνημα, ἀποκάθαρμα. Σοφοκλῆς·

ἅπαν· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητὴς «τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον ...» οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν καὶ τὸ «παράπαν» ὁμοίως καὶ ἅπαντα τὰ τοιαῦτα.

ἀπέδρα· καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν. Φερεκράτης Ἰπνῷ. «τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;» Μένανδρος Θετταλῇ «... εἶτʼ ἀπέδραν μόνος».

ἀπηλιώτης· ἐν τῷ π καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς, καὶ ἡ ἔπηλις ἔστι παρὰ Ποσειδίππῳ.

ἀποδιοπομπεῖσθαι· ἀποπέμπεσθαι τὸν προστρόπαιον Δία καὶ προστρέπεσθαι τὸν ἀποτρόπαιον καὶ οἱονεὶ καθαίρεσθαι ἢ ἱλάσκεσθαι.

ἀπομαγδαλιὰ καὶ ἀπομαγδαλίς· ψωμὸς εἰς ὃν ἐκματτόμενοι τὰς χεῖρας μετὰ τὸ δεῖπνον ἐρρίπτουν τοῖς κυσίν.

ἀπολλύειν· ἀπολλύειν καὶ ἀπολλύναι, ἀποδεικνύειν καὶ ἀποδεικνύναι, ὀμνύειν καὶ ὀμνύναι διττῶς λέγουσιν.

ἀποσιμῶσαι· τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προτεῖναι γυμνήν· Φίλιππος. Θουκυδίδης δὲ τὸ μετεωρίσαι τὰς ναῦς.

ἀποσκολύψαι· ἀφελεῖν τὸ δέρμα ἢ ἀπογυμνῶσαι. Σοφοκλῆς δὲ ἐν Μώμῳ ἀποσκόλυπτε τὸ ἀποκόλουε· φασὶ δὲ καὶ τὸν περιτετμημένον τὸ αἰδοῖον ἀπεσκολυμμένον.

ἀπόστα, οὐ μόνον ἀπόστηθι λέγουσιν, καὶ «παράστα». Μένανδρος Παιδίῳ· «ἐνταῦθʼ ἀπόστα μικρόν», Δὶς ἐξαπατῶντι· «ἐμοὶ πάραστα· τὴν θύραν κόψας ἐγώ καλῶ τινʼ αὐτῶν».

ἀποτρόπαιοι· οἱ ἀποτρέποντες τὰ κακά.

ἀποψύχειν· τὸ ἀποθνῄσκειν ἐν πρώτῃ Θουκυδίδης.

ἀπφά· ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα.

ἀπώμοτον· ἀποίητον. «τί δʼ ἔστʼ Ἀθηναίοισι πρᾶγμʼ ἀπώμοτον»; Εὔπολις ἐν ταῖς Πόλεσιν.

ἀρδάνιον· τὸ ἀπὸ τοῦ πυθμένος ἕως τῆς γάστρας τοῦ κεραμίου, ἐν ᾧ ἄρδουσι τὰ θρέμματα.

ἄρδην· φοράδην. Εὐριπίδης Ἀλκήστιδι· «νέκυν .. ἤδη ... πρόσπολοι φέρουσιν ἄρδην ἐς τάφον τε καὶ πυράν».

ἀρεστήρ· εἶδος πέμματος ἱεροῦ τοῖς θεοῖς ἀρέσκοντος.

Ἄρεως νεοττός καὶ Ἄρεως παιδίον· κέχρηται τῷ μὲν πρώτῳ Πλάτων Πεισάνδρῳ, τῷ δὲ δευτέρῳ Ἀναξανδρίδης Πανδάρῳ.

Ἀρκάδας μιμούμενος· ἄλλοις ταλαιπωρῶν. οἱ γὰρ Ἀρκάδες ὑπὲρ ἑτέρων ἠνδραγαθίζοντο.

ἄρκτον· οὐχὶ ἄρκον. Κρατῖνος ἐν Ὀδυσσεῦσιν· «ἐπʼ ἀριστέρʼ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν, ἕως ἂν ἐφεύρῃς». τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ, ὡς ἡμεῖς, ἀπαρκίαν διὰ τὸ εὔφωνον, καὶ τὴν πνοὰν ἄρκιον. Αἰσχύλος Μέμνονι· «καὶ μὴν πελάζει καὶ καταψύχει πνοή ἄρκιος ὣς ναύταισιν ἀσκεύοις μολών».

ἀρνευτήρ· ὁ κυβιστητήρ. Ὅμηρος· «ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικώς κάππεσʼ ἀπʼ εὐεργέος δίφρου».

ἁρπαγή· ὀξυτόνως ἡ διαρπαγή. ἡ δὲ ἁρπάγη βαρυτόνως τὸ σκεῦος, ᾧ τοὺς κάδους ἀνάγουσιν ἐκ τῶν φρεάτων.

ἀρρενικόν· Ἀττικῶς, οὐχὶ ἀρσενικόν. τὸ τῶν γραφέων φάρμακον.

ἀρρενωπὸς καὶ ὁ παρὰ τῷ Κρατίνῳ ἀρρενωπάς· ὁ ἀνδρόγυνος καὶ ὁ ἀνδρεῖος, ὁ στερρός. λέγουσι δʼ οὕτω τὰ μὲν ἄλλα γύννιδας, ἔχοντας δέ τι ἀνδρόμορφον. ἀρρεννικὰ δὲ καὶ ἡμίανδρος καὶ ἡμιγύναιξ καὶ διγενὴς καὶ θηλυδρίας καὶ ἑρμαφρόδιτος καὶ ἴθρις, οὗ ἡ ἰσχὺς τεθέρισται. Ἱππῶναξ δὲ ἡμίανδρον τὸν οἷον ἡμιγύναικα. λέγεται δὲ καὶ ἀπόκοπος καὶ βάκηλος καὶ ἀνδρόγυνος καὶ γάλλος καὶ γύννις καὶ Ἄττις καὶ εὐνουχώδης.

ἄρριχοι· κόφινοι οἰσύϊνοι, οὓς ἀρσενικῶς τοὺς ἀρσίχους οἱ Ἴωνες, θηλυκῶς δὲ οἱ Ἀττικοὶ τὰς ἀρρίχους φασίν.

ἄρρυ· ἐπίφθεγμα κωπηλατῶν ὥσπερ τὸ «ῥυππαπαί» καὶ ἕτερα τοιαῦτα.

ἀρτάβη· μέτρον ἐστὶ Περσικόν. οὕτως Ἡρόδοτος.

ἀρτίστομος· ὁ σαφὴς καὶ ἡδὺ φθεγγόμενος.

ἀρυστίχους· τὰς οἰνοχόας καὶ κοτύλας.

ἀρύτεσθαι· σὺν τῷ τ, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης Νεφέλαις· «εἶτʼ ἄρα Νείλου προχοὰς ὑδάτων χρυσέοις ἀρύτεσθε πρόχοισιν». καὶ Πλάτων Νόμοις· «ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσον καὶ ὁπότε».

ἀρχέτυπον οὐδενὶ τῶν ἀρχαίων συγγραφέων οὐδὲ ῥητόρων οὐδὲ τῶν Μούσαις κατόχων εἴρηται.

ἀρχολίπαροι· οἱ λιπαροῦντες, ἵνα ἄρξωσιν, ἢ οἱ ἐκ τοῦ ἄρχειν λιπαινόμενοι.

ἄσβολος· θηλυκῶς ἡ ἄσβολος, οὐκ ἀρσενικῶς ὁ ἄσβολος. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· «τὰ πλεῖστα γάρ ἀποπεπόνηκας. —φεῦ, ἰοῦ τῆς ἀσβόλου».

ἀσκωλίζοντες· ἐφʼ ἑνὸς ποδὸς ἁλλόμενοι.

ἀστάνδης· γραμματοφόρος. Περσικὴ ἡ λέξις.

ἀστόξενοι· οἱ γένει μὲν ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ γῆς ἀλλοδαπῆς γεγονότες.

ἀστραγάλους· οἱ Ἀττικοί, τὸ γὰρ θηλυκὸν Ἰακόν· καὶ παρʼ Ὁμήρῳ τινὲς θηλυκῶς, οἷον· «νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλῃσιν ἐρίσσας» ἀντὶ τοῦ «ἀμφʼ ἀστραγάλοισι χολωθείς». Φερεκράτης Δουλοδιδασκάλοις· «ἀντʼ ἀστραγάλων … κονδύλοισι παίζετε». Πλάτων Λύσιδι· «ἠρτίαζον ἀστραγάλοις παμπόλλοις». λέγουσι δὲ καὶ ἀστρίχους. Ἀντιφάνης Ἐπιδαυρίῳ· «ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοις».

ἀσφόδελος προπαροξυτόνως ἀναγνωστέον· «οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ»· τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς καὶ παρʼ Ὁμήρῳ· «κατʼ ἀσφοδελὸν λειμῶνα».

ἀσχέδωρος· ὁ σύαγρος παρʼ Ἰταλιώταις. Αἰσχύλος Φορκίσι. ἔστι δὲ ὁ ἐκ τῆς ἰδίας ἀλκῆς ἄσχετα δωρούμενος οἷον βίαιος.

ἄττα· σημαίνει μὲν ἡ φωνὴ τὸ τινά, ὁπότε ψιλοῦται, ἢ καὶ τὸ ὀλίγα ἢ παραπλήσιον· ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσιν· σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν, ὡς Δημοσθένης δηλοῖ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· «ὁ δὲ πρεσβεύων Αἰσχίνης οὑτοσί· ἐλθὼν δʼ ἅττα μέν ποτε διελέχθη καὶ ἐδημηγόρησεν, αὐτὸς ἂν εἰδείη». ἐνίοτε δὲ καὶ ὡς παρέλκον ἐστί, ὡς ἐν Χείρωνι Φερεκράτης· «τοῖς δέκα ταλάντοις προστιθείς», ἔφη, «ἄλλʼ ἄττα πεντήκοντα». Ἀριστοφάνης Νεφέλαις· «ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων». παραλαμβάνει δὲ καὶ τὸ πότε ἢ τὸ ἰσοδυναμοῦν τούτῳ καὶ τὸ πηνίκα. Χιωνίδης· «πυθοῦ χελιδὼν πηνίκʼ ἄττα φαίνεται» καὶ πάλιν· «ὁπηνίκʼ ἄτθʼ ὑμεῖς κοπιᾶτʼ ὀρχούμενοι».

αὐθέντης· οὐχ ὁ δεσπότης, ἀλλʼ ὁ αὐτοχειρίᾳ φονεύς. λέγεται δὲ ὁ αὐτὸς ἐντελέστερον καὶ αὐτοέντης.

αὐτερέται· οἱ αὐτοὶ καὶ ἐρέται καὶ ὁπλῖται.

αὐτοβοεί· τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ. οὕτω Θουκυδίδης. παρὰ Θεοπόμπῳ δὲ ἀντὶ τοῦ κατὰ κράτος.

ἀφαδία· ἡ ἔχθρα. Εὔπολις ἐν Ἀνδρογύνοις· «... δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν».

ἀφάδιος· ἐχθρός, παρὰ τὸ ἀφανδάνειν.

ἄφενος· ὁ ἀπὸ ἐνιαυσίων γεννημάτων πλοῦτος. καὶ Ὅμηρος μὲν οὐδετέρως, τινὲς δὲ ἀρσενικῶς.

ἀφεψιασάμην· ἀφωμίλησα. Σοφοκλῆς Ἀντηνορίδαις.

ἀφροδισία ἄγρα· οἱ πέρδικες διὰ τὸ τοὺς θηρῶντας τῇ θηλείᾳ ἐπιβουλεύοντας αἱρεῖν αὐτούς.

ἀχάναι· Περσικὰ μέτρα. ἄλλοι δὲ κίστας φασίν, εἰς ἃς ἀπετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίας στελλόμενοι.

ἀχέτης· Ἀττικοὶ διὰ τοῦ α, ἠχέτης Ἴωνες· ὁ ἠχητικὸς τέττιξ.

ἀχυρός· ὁ ἀχυρών. … « … Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρόν».

ἀωρόλειος· ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λεαινόμενος καὶ φαλακριῶν. τὸ αὐτὸ καὶ ὠμογέρων, ὁ παρʼ ἡλικίαν γηράσας.

ἀωτεύειν· ὑφαίνειν καὶ ὑπνοῦν.

ἄωτοι· οἱ κωφοί.

ἄωτον· κόσμος, στέφανος.

βᾶ· ἐπίρρημα, ὃ πρὸς τοὺς «καταρνῇ;» ἀναφωνήσαντας εἰώθασιν οἱ ἀντιτιθέντες ἀντεμβοᾶν, καὶ ἔστιν οἱονεὶ σκῶμμα. Ἕρμιππος Δημόταις.

βαλβίδες· αἱ ἐπὶ ἀφέσεως δρομέων γραμμαὶ καὶ ὅσαι ἐν φρέασι καὶ ἄλλοις τοιούτοις ἐγκοπαὶ καὶ ἐξοχαί, διʼ ὧν κατίασιν εἰς αὐτά.

βάλλειν· τρία σημαίνει· τὸ προέσθαι, τὸ ῥῖψαι, τὸ τρῶσαι.

βαμβαλύζειν· τὸ τρέμειν ὑπὸ ψύχους. οὕτως Ἱππῶναξ.

βασίλεια καὶ βασίλισσα· Ἀττικῶς. Ξενοφῶν Οἰκονομικῷ. Μένανδρος δὲ βασίλινναν λέγει.

βασιλειᾶν· βασιλείαν περιβάλλεσθαι.

βασίλειον· εἶδός τι μύρου.

βασίλειος στοά· Ἀθήνησι πλησίον τῆς τοῦ Ἐλευθερίου Διὸς στοᾶς.

βασιλίδες· ὑποδήματά τινα.

βασιλίνδα· παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ ὑπηρέτας ἀπομιμούμενοι ἐχρῶντο.

βαῦνος· ἡ κάμινος, ἐξ οὗ καὶ βάναυσοι.

βή· τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ «βαί» λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ· «ὁ δʼ ἠλίθιος ὥσπερ πρόβατον “βὴ βή” λέγων βαδίζει».

βήρηκες· φυράματα μαζῶν καὶ αἱ τολύπαι τῶν ἐρίων.

βιβάζει· συζυγεῖ, ὀχεύει.

βλακεύεσθαι· μωραίνειν, καὶ βλακεύματα αἱ εὐήθειαι.

βλάξ· μαλακός, χαῦνος, ἐκλελυμένος ἢ μωρός.

βουνός· λόφος. Φιλήμων ἐπισκώπτει τὸ ὄνομα ὡς βάρβαρον.

βριμοῦται· ἀπειλεῖ.

βύβλινον καὶ βίβλινον· διχῶς.

βυσαύχην· ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον.

βῶλος· θηλυκῶς Ἀττικοί, ἀρσενικῶς Ἴωνες.

γάλως· ἡ τοῦ ἀνδρὸς ἀδελφή, ὁποία ἐστὶ τῇ Ἑλένῃ ἡ Κασσάνδρα. καὶ ἡ τοῦ ἀδελφοῦ γυνὴ ὁποία ἐστὶ τῇ Κασσάνδρᾳ ἡ Ἑλένη· πρὸς ἀλλήλας γὰρ λέγονται.

γάμμα· τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες ὡς Δημόκριτος.

γάστρις· ὁ περὶ γαστέρα ἀκρατής.

γέλοιος· ὁ καταγέλαστος προπαροξυτόνως· προπερισπωμένως δὲ γελοῖος ὁ γελωτοποιός.

γενειάδες· αἱ τρίχες· γένειον δὲ ὁ τόπος.

γέντα· Θρᾳκιστὶ τὰ κρέα.

Γέραιραι· παρὰ Ἀθηναίοις γυναῖκές τινες ἱεραί, ἃς ὁ βασιλεὺς καθίστησιν ἰσαρίθμους τοῖς βωμοῖς τοῦ Διονύσου, ὀνομαζόμεναι οὕτω διὰ τὸ γεραίρειν τὸν θεόν.

γέρην· ἡ θηλεία γέρανος.

γέρρα· καὶ οἱ τόποι οἱ περιπεφραγμένοι καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων, αἱ οἰσύϊναι. οἱ δὲ κωμικοὶ καὶ τὸ γυναικεῖον αἰδοῖον οὕτω καλοῦσιν.

γεώλοφον καλοῦσι τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον.

γλυκὺς ἀγκών· οὐ κατʼ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλομένου εἰπεῖν· «ὦ γλυκέα ἤθη». ἔστι δὲ ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ Φάωνι—γέρων δὲ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος— «ὦ χρυσοῦν ἀνάδημα,

ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις ἡρμοσμένον, ὦ γλυκὺς ἀγκών», ὡς εἴ τις λέγοι «ὦ γλυκὺς πῆχυς».

Γραικούς· Ἀττικοί, Ῥαικοὺς οἱ βάρβαροι τοὺς Ἕλληνας. Σοφοκλῆς τῇ λέξει κέχρηται.

γρῖφος· τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπεπλεγμένος λόγος.

γρώνη· τὸ κοῖλον τοῦ ἁρματείου δίφρου, εἰς ὃ τὰς μάστιγας οἱ ἡνίοχοι ἀπετίθεντο· τὸ δʼ αὐτὸ καὶ ληνόν τινες ἔλεγον.

Δαῖρα· Ἀττικῶς μήτηρ Ἐλευσῖνος. οἱ δὲ περὶ τελετὰς καὶ μυστήρια τὴν ὑγρὰν οὐσίαν Δαῖραν ὀνομάζουσιν.

δάπητες· ἐπιβόλαια ἢ στρώματα. οὕτως Ἀριστοφάνης.

δάπιδες· στρώματα ἄττα. Φερεκράτης· «ὁ χορὸς δʼ αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωματόδεσμα». λέγουσι δὲ καὶ τάπιδας.

δείλη ὀψία· ἡ περὶ δύσιν ἡλίου. δείλη πρωία· ἡ πρὸ ἀρίστου ὥρα ἢ μετὰ τὸ ἄριστον.

δελφίς· ὄργανον μολυβδοῦν πρὸς ναυμαχίαν τοῦ δελφῖνος παρώνυμον· ὅθεν καὶ Θουκυδίδης νῆας δελφινοφόρους· «ἔπειτα αὐτοὺς αἱ κεραῖαι ὑπὲρ τῶν ἔσπλων, αἱ ἀπὸ τῶν ὁλκάδων δελφινοφόροι, ἠρμέναι ἐκώλυον».

δένδρεον καὶ δένδρος· τὸ δένδρον. δένδρον δὲ καὶ δένδρα μᾶλλον ἢ δένδρος καὶ δένδρη καὶ αἱ πτώσεις δένδρου καὶ δένδρῳ μᾶλλον ἢ δένδρους καὶ δένδρει. Ξενοφῶν γοῦν ἐκείνως μᾶλλον ὀνομάζει, Θουκυδίδης δὲ «δένδρεσι» λέγει, Ὅμηρος δὲ ἔνθα μὲν δένδρεα λέγει Ι ἔνθα δὲ «δενδρέῳ ἐφεζόμενοι».

δενδρυάζουσαν φωνήν οἱ φωνασκοὶ καλοῦσι.

δεσμά· οὐδετέρως Ἀττικοί, οὐχὶ δεσμούς.

δεῦρο· ἐνθάδε, ἐπὶ τοῦ παρόντος. ἢ καὶ «ἄγε καὶ ἐλθέ».

δῆθεν ὡς «δή» Θουκυδίδης φησί· τοῦτο δὲ προσποίησιν ἀληθείας ἔχει, δύναμιν δὲ ψεύδους. λαμβάνεται δὲ τὸ θεν ὡς παραπληρωματικόν.

δημιουργός· ὁ δημοσίᾳ μισθαρνῶν. Ὅμηρος. παρὰ τοῖς Δωριεῦσιν ὁ δήμου προεστὼς ἅτε τὰ δημόσια πράττων, παρὰ τοῖς Ἀττικοῖς καὶ ἡ γυνή, ἣ ἐν τοῖς γάμοις πέμματα πέσσει.

δημότης· Ἀττικῶς ὁ τοῦ αὐτοῦ δήμου μετέχων. Ἴωνες δὲ δημότας φασὶ τοὺς δημοτικούς.

δημοῦσθαι· παίζειν. οὕτω Πλάτων.

δήπου· ὡς «δή», ἀντὶ τοῦ ἀμέλει, δηλονότι.

δήπουθεν· δηλονότι ἢ ἔκ τινος τόπου.

διαβασιλίζεται· τῆς βασιλείας ἀντιποιεῖται.

διακυνοφθαλμίζεσθαι· τὸ ὑποβλέπεσθαι καὶ ὑφορᾶσθαι ἀλλήλους.

διαληκᾶσθαι· ἀντὶ τοῦ διαμωκᾶσθαι καὶ διαπαίζειν.

διαττᾶν Ἀττικοὶ λέγουσι τὸ σήθειν, καὶ διηττημένον τὸ σεσησμένον.

διδυμάονε· οἱ κεχωρισμένοι τοῖς σώμασι, δίδυμοι δὲ οἱ συμφυεῖς.

Δίες· τὸ πληθυντικὸν τοῦ Διός· καὶ δρᾶμα οὕτως ἐπιγέγραπται· καὶ αἱ ἐφεξῆς πτώσεις Διῶν καὶ Δισὶ καὶ Δίας.

διεσαρδάνισε· διεγέλασεν, οὐκ ἐπὶ διαχύσει, ἀλλʼ οἱονεὶ Σαρδάνιον γέλωτα.

διέτης, τριέτης, πεντέτης καὶ πάντα τὰ ὅμοια βαρύνουσιν Ἀττικοὶ προφέροντες τῷ τόνῳ ὡς εὐεργέτης.

δίκορσον· δικόρυφον.

δικραές· δικέφαλον.

δίοπος· ὁ οἰκονόμος· Αἰσχύλος ἐν Σισύφῳ. καὶ ὁ τῆς νεὼς ἐπιμελητής, παρὰ τὸ διοπτεύειν ὡς ἐπισκοπῶν αὐτὴν καὶ ἐφορῶν. Ἀριστοφάνης δὲ ἐν Λημνίαις εἴρηκε καὶ «ναυφύλαξ».

δόνακα ὑπολύριον· τὸ γὰρ παλαιὸν ἀντὶ τοῦ κέρατος κάλαμον ὑπετίθεντο ταῖς λύραις. Ἀριστοφάνης ἐν Βατράχοις.

δορίδες· μαγειρικαὶ τράπεζαι.

δόρυ καὶ κηρύκειον· ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων· οἱ γὰρ ὑπʼ Ἀθηναίων πολεμούμενοι Γεφυραῖοι προέπεμψαν κήρυκα καὶ κατόπιν καθώπλισαν ἑαυτοὺς κἀντεῦθεν ἡ ῥηθεῖσα παροιμία.

δόχμη· τὸ τετραδάκτυλον. Ἀρίσταρχος δὲ ὀξύνει, ὡς καὶ Ἀριστοφάνης ἐν τῷ· «οὔ τοι δʼ ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά.» ἐν μέντοι τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχνη, ὄγχνη.

δύο διὰ τοῦ ο καὶ δύω κατὰ ἔκτασιν Ἀττικοὶ λέγουσιν ἑκατέρως, «δυοῖν» δὲ ἐπὶ γενικῆς καὶ δοτικῆς, τὸ δὲ «δυεῖν» σπάνιον παρὰ τοῖς παλαιοῖς, σύνηθες δὲ τοῖς νεωτέροις· ἔστι δὲ ὅμως παρὰ Θουκυδίδῃ «δυεῖν ἡμέραιν». λέγουσι δὲ καὶ «τῶν δύο» καὶ «τοῖς δύο». τὸ δὲ «δυσί» βάρβαρον καὶ κατὰ χρῆσιν Ἀττικὴν καὶ κατὰ λόγον γραμματικόν. Ὅμηρος δὲ ἐπὶ μὲν ὀρθῆς καὶ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς «δύο» λέγει, ἐπὶ δὲ κλητικῆς κατὰ ἔκτασιν «δύω».

δυοῖν· καὶ ἐπὶ δοτικῆς παρὰ Ἀττικοῖς, οἷον· «δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται».

δύσεριν· φιλόνεικον, παρὰ τὸ δυσ, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν.

δυσωπεῖσθαι· ὑφορᾶσθαι, φοβεῖσθαι μεθʼ ὑπονοίας, σκυθρωπάζειν, ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται.

δωριάζειν· τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολύ τι τοῦ σώματος· αἱ γὰρ κατὰ Πελοπόννησον κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θατέρᾳ ἐπιπεπορπημέναι.

ἑανὸς κασσίτερος· ὁ εὐδιάχυτος, καὶ ἐπιβόλαιον λιτόν, ποτὲ δὲ λεπτὸν ὕφασμα.

ἐγγαστρίμυθος ὁ ἐν γαστρὶ μαντευόμενος· τοῦτον καὶ ἐγγαστρίμαντιν καλοῦσιν, ὃν νῦν τινες Πύθωνά φασιν, Σοφοκλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέους τοιούτου μάντεως, Ἀριστοφάνης Σφηξί· «μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν». Φιλόχορος δὲ ἐν τρίτῃ Περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους φησίν.

ἐγγλωττογάστορες· οἱ ἀπὸ γλώττης ζῶντες.

ἐγρηγόρσιον· τὸ ποιοῦν ἐγρηγορέναι, εἴτε βρῶμα εἴτε ἄλλο τι τοιοῦτον. Φερεκράτης.

ἐγχειρογάστορες· οἱ ἀπὸ χειρῶν ζῶντες.

ἐγχέλεια· τὰ τεμάχη τῶν ἐγχέλεων.

ἔγχελυς· τὸ ἑνικόν, ἐγχέλεις δὲ τὸ πληθυντικὸν καὶ ἐγχέλεων καὶ ἐγχέλεσιν.

ἐγχρῖσαι· τὸ παῖσαι κέντρῳ σκορπίον ἢ σφῆκα ἤ τι τοιοῦτον.

ἐδέατρος· τὸ μὲν ὄνομα Ἑλληνικόν, ἡ δὲ χρεία Περσική. ἦν δὲ προγεύστης τὸ πρῶτον καὶ προήσθιε τοῦ βασιλέως εἰς ἀσφάλειαν. ὕστερον δὲ ἐνομίσθη ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς.

ἐθάς· φίλος, συνήθης. τινὲς δὲ καὶ ἠθάς.

ἐθελοντής· Ἀττικῶς, ἑκοντὴς κοινῶς. ὁ αὐθαιρέτως τι ποιῶν, παρὰ τὸ ἐθέλω. καὶ ἐθελονταὶ διδάσκαλοι, ὅτε τις μὴ λαβὼν χορὸν μηδὲ χορηγητὴν ἔχων διʼ ἑαυτοῦ τὰ πάντα παρεῖχε.

εἰθύφαλλος· αἰδοῖον ἐντεταμένον, καὶ ᾆσμα Διονυσιακὸν Ἀθήνησι καὶ ἑταιρικόν, τουτέστι φίλον ταῖς ἑταιρίσιν, αἳ καὶ ἀνασεισίφαλλοι φερωνύμως λέγονται ἐν τῇ κωμῳδίᾳ ὡς ἀνασείουσαι τὸν φάλητα.

εἰκοσίπηχυ καὶ εἰκοσίκλινον καὶ εἰκοσιστάδιον· Ἀττικῶς διὰ τοῦ ι· εἰκοσάπηχυ δὲ εἰπεῖν καὶ εἰκοσάκλινον καὶ εἰκοσαστάδιον οὐ χρή, εἰ καὶ ἔδοξε τοῖς ὕστερον οὕτω λέγειν, οἳ καὶ πεντάκλινον καὶ τοιαῦτά τινα λέγουσιν.

εἰλεῖν· ἐκπιέζειν ἐλαίας ἢ στέμφυλα.

εἱλεῖν· τὸ ἐν ἡλίῳ ξηραίνειν.

εἴλη· ἐπὶ τοῦ τάγματος, καὶ τοῦ πλήθους συστροφή.

εἱληθερεῖν· τὸ ἡλιάζεσθαι.

εἱληθερὲς ὕδωρ· τὸ ὑπὸ ἡλίου τεθερμασμένον.

εἵλη καὶ ἕλη· ἡλίου αὐγή.

εἰλυσπᾶσθαι· ὁμοίως ὄφει καὶ σκώληκι εἰλεῖσθαι καὶ σπᾶσθαι, ὅθεν καὶ εἰλύσπωμα ἡ τοιαύτη κίνησις καὶ εἰλυσπώμενοι· συνειλούμενοι.

εἰνάτερες αἱ τοῖς ἀλλήλων ἀδελφοῖς γεγαμημέναι, ἃς συννύμφους τινές φασιν.

εἶπον καὶ εἶπα· ἀμφότερα παρὰ Ἀττικοῖς, μᾶλλον δὲ τὸ πρότερον. καὶ τὰ προστακτικὰ δὲ ἀμφοτέρως καὶ εἰπὲ καὶ εἶπον. καὶ αἱ μετοχαὶ ὁ εἰπὼν καὶ ὁ εἴπας.

εἰστέον· γνωστέον.

εἰσωποί· εἴσω ἰδέσθαι, εἰς ὦπα, ἐνώπιον, ἐν ὀφθαλμοῖς.

εἶτα καὶ ἔπειτα· Ἀττικά. τὸ δὲ εἶτεν καὶ ἔπειτεν Ἰακά. διὸ καὶ παρʼ Ἡροδότῳ κεῖνται.

ἐκμαγεῖον· ἐκτύπωμα, σφραγίς, εἰκών. τὸ δʼ αὐτὸ καὶ ἔκμαγμα· Ἀριστοφάνης· «λέων, λέων σοι γέγονεν αὖτʼ ἔκμαγμα σόν». γίνεται ἐκ τοῦ μάττειν, ὅθεν καὶ ἐκμάττειν καὶ ἐκμάττεσθαι τὸ ἀποσπογγίζειν, μάλιστα δὲ τὸ ἔκ τινος τύπον αἴρειν τινά. ἐκ δὲ τούτου τοῦ μάττειν καὶ ἀπομάττειν τὸ ἀποσπογγίζειν, ἀναμάττειν δὲ τὸ ἄνω ποιεῖν τοῦτο περὶ κεφαλὴν καὶ ὁ μάγος ὁ ἀποματτόμενος πάντα. τὸ δὲ μάττειν καὶ ἐπὶ τοῦ φυρᾶν ἄρτους τίθεται, ὅθεν καὶ ἡ μᾶζα καὶ ἡ μαγίς.

ἐκολλόπωσε· ἐκόλλησε. κόλλοπες γὰρ βοῶν νεῦρα, ὅθεν κόλλα γίνεται.

ἐκτρυπῆσαι· τὸ λάθρα ἐξελθεῖν. εἰστρυπῆσαι δὲ τὸ παρεισελθεῖν.

ἐλαία καὶ ἐλάα καὶ ἐλᾶ· Ἀττικῶς ὁ τῆς ἐλαίας καρπός. καὶ ἐλαολογεῖν τὸ συλλέγειν ἐλαίας.

Ἐλαία· πόλις ἐν Ἰταλίᾳ.

ἔλαιος ἄγριος· οὐκ ἀγριέλαιος. Ἴωνες δὲ τὴν ἄρρενα καὶ ἀγρίαν ἐλαίαν ἔλαιόν φασιν.

ἑλλεδανοί· οἱ μανδάκαι, οἷς δεσμοῦνται τὰ δράγματα.

ἐλλόβια· ἐνώτια, διὰ τὸ ἐν τοῖς λοβοῖς τῶν ὤτων εἶναι.

ἐμμέλεια· τραγικὴ ὄρχησις, ὥσπερ ἡ κωμικὴ κόρδαξ καὶ ἡ σατυρικὴ σίκιννις. ἐκαλεῖτο δὲ ἐμμέλεια καὶ τὸ ὑπὸ τὴν τραγικὴν ὄρχησιν ᾀδόμενον αὔλημα.

ἐμπαλασσόμενοι· ἐμπλεκόμενοι, περιπειρόμενοι δόρατι, φυρόμενοι. οὕτω Θουκυδίδης.

ἕνος· ὁ ἐνιαυτός. δασύνουσιν οἱ Ἀττικοὶ ὡς καὶ τὸ ἄφενος καὶ τὸ «ἕνη τε καὶ νέα».

ἐν τέλει· ἐν ἀρχῇ.

ἐν χρῷ κουρά· ἡ ψιλὴ καὶ πρὸς τὸν χρῶτα.

ἐν χρῷ κουρίας· ὁ ἐν χρῷ κεκαρμένος πρὸς αὐτῷ τῷ χρωτὶ οἷον σύνεγγυς καὶ πλησίον τοῦ δέρματος τὰς τρίχας ἐξυρημένος.

ἐν χρῷ πλοῦς· ὁ γῆς ἐγγύς. Θουκυδίδης ἐν χρῷ παραπλεῦσαί φησι τὰς ναῦς.

ἐξανέψιοι· ὧν οἱ πατέρες ἀλλήλων ἀνεψιοὶ ἢ αἱ μητέρες ἀνεψιαί.

ἐξελώπισας· ἀντὶ τοῦ ἐξέδυσας, ἔξω τοῦ λοποῦ ἐποίησας.

ἐξέχειν τὸν ἥλιον· τὸ ἐπιτεταλκέναι. «ἔξεχε, ὦ φίλʼ ἥλιε», κωλάριόν τι παροιμιῶδες ὑπὸ τῶν παίδων λεγόμενον, ὅταν ἐπινέφῃ ψύχους ὄντος. Ἀριστοφάνης Νήσοις· «λέξεις ἄρα ὥσπερ τὰ παιδίʼ· ἔξεχʼ ὦ φίλʼ ἥλιε.»

ἐξιονθίζειν· ἐκ ῥιζῶν αἴρειν τὰς τρίχας. ἴονθοι γὰρ αἱ πρῶται φυόμεναι τρίχες.

ἐόργη· ἡ τορύνη.

ἐοργίζεται· τορυνᾶται.

ἑπέται· οἱ θεράποντες παρὰ τὸ ἕπεσθαι.

ἔπηλις· ἡ ἐπὶ τοῦ προσώπου μελανία καὶ κατὰ τὸν Σοφοκλέα τὸ πῶμα τῆς λάρνακος. κοινῶς ἔφηλις.

ἐπηλυγάζονται· ἐπισκιάζονται, ἐπικρύπτονται. λύγην γὰρ καλοῦσιν οἱ Ἀττικοὶ τὴν σκιάν.

ἡρῷα· οὐκ ἔπη, τὰ ἑξάμετρα. ὁ δὲ ἐποποιὸς ἀντίκειται τῷ μελοποιῷ.

ἐπηνήκιζεν· ἐξηπάτα. οὕτω Κρατῖνος.

Ἐπιάλτην· Ὅμηρος καὶ Ἡσίοδος καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸ ῥιγοπύρετος λεγόμενον.

ἐπίδεσμα· οὐδετέρως Ἀττικοί, οὐχὶ ἐπιδέσμους.

ἐπίκληρος· ἡ ἐπὶ τῷ παντὶ κλήρῳ καταλελειμμένη παῖς, ὀρφανὴ πατρὸς καὶ μητρὸς ἀδελφῶν τε οὖσα ἔρημος· ὁμοίως δὲ καὶ ἡ ἤδη γεγαμημένη, ὅταν ᾖ ἐπὶ τῇ οὐσίᾳ ὅλῃ καταλελειμμένη. καλοῦσι γὰρ καὶ τὴν οὐσίαν κλῆρον. καλεῖται δὲ ἐπίκληρος καὶ ἡ μηδέπω γεγαμημένη, ἀλλὰ παρὰ τῷ πατρὶ μὲν ἔτι οὖσα, ἐλπιζομένη δὲ καθήκειν αὐτῇ πᾶσαν τὴν πατρόθεν οὐσίαν. καλοῦνται δὲ ἐπίκληροι, κἂν δύο ὦσι κἂν πλείους. τινὲς δὲ ταύτην ἐπιπαματίδα καὶ πατροῦχον καλοῦσιν.

ἐπὶ κόρρης· ἐπὶ κεφαλῆς ἢ γνάθου ἢ κροτάφου. κόρρην γὰρ καὶ κόρσην τὴν ὅλην κεφαλὴν σὺν τῷ αὐχένι λέγουσιν. τινὲς δὲ καὶ ῥάπισμα λέγουσι τὸ ἐπὶ τῆς γνάθου λαμβάνειν ἁπτόμενον καὶ τοῦ κροτάφου.

ἐπὶ Παλλαδίῳ· δικαστήριον Ἀθήνησιν ἐπώνυμον τῆς Παλλάδος. Ἀριστοφάνης· «ἄκων κτενῶ σε, τέκνον. ὁ δʼ ὑπεκρίνατο· ἐπὶ Παλλαδίῳ τἄρʼ, ὦ πάτερ, δώσεις δίκην.»

ἐπίπαστα· τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλφιτα. Ἀριστοφάνης Ἱππεῦσιν.

ἐπιπόρπαμα· ἡ τῶν κιθαρῳδῶν ἐφαπτίς. Πλάτων ἐν Ταῖς ἀφʼ ἱερῶν· «δότω τις τὴν κιθάραν τῶν ἔνδοθεν καὶ τοὐπιπόρπαμα».

ἐπριάμην· Ἀττικοὶ ἀντὶ τοῦ ἐωνησάμην καίτοι καὶ ὠνεῖσθαι καὶ ὠνήσεται καὶ ἐωνημένος καὶ τὰ ἄλλα λέγοντες.

ἐπιτήθη· ἡ τῆς τήθης μήτηρ ὥστε εἶναι τὴν μὲν τήθην μητρὸς ἢ πατρὸς μητέρα, τὴν δὲ ἐπιτήθην τὴν τοῦ πατρὸς μητέρα καὶ τῆς μητρὸς μητέρα. οὕτως Ἰσαῖος ἐν τῷ Πρὸς Δωρόθεον. Θεόπομπος Παμφίλῃ· «αὐτὴ δʼ ἐκείνη πρότερον ἐξηπίστατο παρὰ τῆς ἐπιτήθης».

ἔρημον ἐμβλέπειν· ἀκίνητον καὶ νωθρόν, οἷον ὅταν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπωμεν. Ἀριστοφάνης Πολυίδῳ.

ἕρκη πλεκτά τινα ἐκ τριχῶν οἱ κωμικοὶ οἱ παλαιοὶ καλοῦσιν. καὶ ἑρκάνη· ὁ φραγμός.

ἕρμα· ἡ ἐν θαλάσσῃ πέτρα.

ἔρροφον· οὐκ ἐρρόφησα.

ἐρρωπίζομεν· σύμμεικτα καὶ συμπεφυρμένα ἐποιοῦμεν. ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος.

ἕσμα· Ἀριστοτέλης, ὅπερ Θεόφραστος μίσχον. ἔστι δὲ ὁ αὐχὴν τοῦ καρποῦ τῶν ἀκροδρύων.

ἐσπάριζεν· οὐκ ἐσκάριζεν.

ἐτέλεσε· κατήνυσε. Θουκυδίδης· «ἐς Φάρσαλόν τε ἐτέλεσεν.»

εὔειλος· εὐήλιος. Ἀριστοφάνης.

εὔηθες· ἐπὶ τοῦ βελτίονος. καὶ Θουκυδίδης ἐν τρίτῃ καὶ ὁ φιλόσοφος.

εὐκλεία καὶ τὰ ὅμοια· μακρὰ ἡ τελευταία καὶ παροξύνεται, ὥσπερ καὶ Ἐρατοσθένης ἐν ιβʹ Περὶ κωμῳδίας.

εὐλάχα· τὸ ἄροτρον παρὰ Θουκυδίδῃ. Δώριος δὲ ἡ λέξις.

εὐνάς· ἰδίως Θουκυδίδης τὰ ἐπίγεια· «τὸ ἥμισυ αὐτοῖς τοῦ στρατεύματος ἐν τῷ πρόσθεν ἦν, τεταγμένον ἐπὶ ὀκτώ, τὸ δὲ ἥμισυ ἐπὶ ταῖς εὐναῖς ἐν πλαισίῳ».

Εὔνοστος· ἀγαλμάτιον φαῦλον ἐν τοῖς μυλῶσιν.

εὐπραξίαν· οἱ παλαιοὶ κωμικοὶ διὰ τοῦ ξ. Θουκυδίδης δὲ διὰ τοῦ γ.

εὐτελής· ἐπʼ ἀρετῆς ὁ φειδωλὸς καὶ ὀλιγοδάπανος. οὕτω Μένανδρος· «ἐγὼ δʼ ἀνόητος, εὐτελὴς ὑπερβολῇ, ὁ δʼ ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα.»

εὐώνυμον λέγουσιν, οὐ μόνον ἀριστερόν. καὶ παρὰ Θουκυδίδῃ πλεῖστον.

ἐφέπεσθαι Ἀττικοί, ἕπειν Ἴωνες, τὸ κακοῦν καὶ περιελαύνειν.

Ἐφέσια γράμματα· ἐπῳδαί τινες δυσπαρακολούθητοι, ἃς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη. καὶ ἐν Ὀλυμπίᾳ Μιλησίου καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα. φανεροῦ δὲ τούτου γενομένου καὶ λυθέντων αὐτῶν τριακοντάκις τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον.

ἐφθάραται φησὶ Θουκυδίδης καὶ «τετάχαται». πάντα τὰ τοιαῦτα ἀρχαϊκά.

ἐφολκά· ἀντὶ τοῦ ἐπαγωγά. Θουκυδίδης· «τοῦ Βρασίδου ἐφολκὰ καὶ οὐ τὰ ὄντα λέγοντος».

ἐχμάζειν· κωλύειν καὶ ἐπέχειν, καὶ ἐχμάσαι· κατασχεῖν, ἑλεῖν.

ἑψία· παιδιά, γέλως, χλεύη, καὶ ἑψίαι· ἑορταί.

ἑψιᾶται· γελᾷ, παίζει, διαλέγεται.

ἐωθώς· χωρὶς τοῦ ι Ἄρχιππος καὶ Ἀραρὼς ἔωθας καὶ Θουκυδίδης ἐώθεσαν.

ἑώρων οἱ Ἀττικοὶ λέγουσιν, τὸ δὲ ἀνάλογον ὥρων. λέγουσι δὲ ὅμως καὶ ὥρων ἄνευ τοῦ ε οἱ νεώτεροι. Θουκυδίδης δὲ μόνος ἑώρων.

ζεῦγμα· οὐ τὸ σχοινίον, ἀλλʼ ἡ ἐζευγμένη σχεδία ἐν ποταμῷ ἢ θαλάττῃ. καὶ Θουκυδίδης ἑβδόμῃ· «τὸ ζεῦγμα τοῦ λιμένος».

ζευξίλεως· ὁ βασιλεύς, ᾧ ὑπεζευγμένοι εἰσὶν οἱ λαοί.

ζμῆγμα· …

ζμικρὸν καὶ μικρόν· οἱ Ἀττικοί, μικκὸν δὲ Ἴωνες.

ζμινύη· ἀξινάριον Ἀριστοφάνης Ὁλκάσιν· «ἀλλʼ ἱμάντα μοι δὸς καὶ ζμινύην, ἐγὼ γὰρ εἶμʼ ἐπὶ ξύλα.»

ζυγόν· οὐδετέρως τὸ τῶν ὑποζυγίων.

ἦ· Ἀττικοί. οἱ δὲ μέσοι σὺν τῷ ν, οἷον· « … ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην». τὸ δὲ τρίτον οὐδέποτε ἄνευ τοῦ ν. Ἴωνες δὲ ἔα φασίν.

ᾖα· δισυλλάβως τὸ ἐπορευόμην σὺν τῷ ι γράφεται. Ἀριστοφάνης Ὁλκάσιν· «ἐπεὶ δʼ ἐγενόμην οἷπερ ᾖʼ ἐπὶ ξύλα». οἱ δʼ οὖν Ἴωνες ἤϊα λέγουσι καὶ ἤϊσαν τὸ ἤεσαν. καὶ παρὰ Θουκυδίδῃ οὕτως ἀναγνωστέον· «ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτόν».

ἧδος· τὸ ὄξος, δασύνουσιν οἱ Ἀττικοί.

ἡδυλισμός· εἶδός τι κολακείας. καὶ Μένανδρος ἐν Ἁλιεῖ κέχρηται τῷ ἡδυλίζειν.

ἠθεῖος· παρὰ Ἴωσι νεωτέρου πρὸς πρεσβύτερον προσαγόρευσις.

ᾔθεος· Ἀττικοί, ἠΐθεος Ἴωνες· ὁ ὥραν γάμου ἔχων καὶ μηδέπω γεγαμηκώς. λέγεται δὲ καὶ ἐπὶ παρθένου ἐπιγάμου. Εὔπολις· «εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ᾔθεος».

ἤλεκτρα· τὰ ἐν ταῖς κλίναις ποικιλλόμενα.

ἠλύγη· σκιά, σκέπη· καὶ ἐπηλυγασάμενος παρὰ Πλάτωνι τὸ προβαλόμενος καὶ ἐπισκιασάμενος.

ἡμίκραιρα· τὸ ἥμισυ τῆς κεφαλῆς.

ἤνεγκα καὶ ἤνεγκον ἄμφω λέγουσιν, μᾶλλον δὲ τὸ ἤνεγκον· τὸ μὲν ἀπὸ τοῦ ἐνέγκαι, τὸ δὲ ἀπὸ τοῦ ἐνεγκεῖν.

ἡνίοχοι· οἱ εὐπορώτατοι Ἀθήνησι κατελέγοντο ἁρματοτροφήσοντες ὥσπερ οἱ ἱππεῖς.

ἠπιάλης· ἐπιάλτης, ὁ πνιγαλίων ὑπό τινων.

ἠπίαλος· ὁ ῥιγοπύρετος.

Ἡράκλεις· ἐπίφθεγμα θαυμαστικόν. τὸ δὲ Ἥρακλες κλητικὴ πτῶσις, ὥσπερ τὸ «ὦ Δάματερ» τοῦ «Δήμητερ» διαφέρει. ἐπικαλοῦνται δὲ τοὺς Ἡρακλείδας ὁμοίως. Μένανδρος· «ἀλλʼ Ἡρακλεῖδαι καὶ θεοί».

Ἡρακλεώτης λίθος· ὁ ὑφʼ ἡμῶν Μάγνης λεγόμενος, ὁ ἐπισπώμενος τὸν σίδηρον. Ἡράκλεια γὰρ ἡ Μαγνησία. δεκαοκτὼ δὲ πόλεις Ἡράκλεια, ἐξ ὧν μία Λυδίας, ὅθεν ὁ Ἡρακλεώτης λίθος.

θαιρός· ὁ ἄξων. Σοφοκλῆς Τριπτολέμῳ.

θαλάμαι· βαρυτόνως καταδύσεις. θαλαμαὶ δὲ τόπος ἱερὸς τῶν Διοσκούρων.

θαλλός· κλάδος ἐλαίας.

θαλλοφόροι οἱ γεραίτατοι παρὰ Ἀθηναίοις ἐλέγοντο.

θέαν παρʼ αἴγειρον τὴν πόρρωθεν λέγουσιν. Ἀθήνησι γὰρ αἴγειρος ἦν, ἧς πλησίον τὰ ἴκρια ἐπήγνυον εἰς τὴν θέαν πρὸ τοῦ θέατρον γενέσθαι. οὕτω Κρατῖνος.

θεειδέστατον· θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας οὕτως· «ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεειδέστατον γενέσθαι».

θεμέλια· οὐδετέρως.

θεὸς θεός καὶ ἐν ἱεροποιΐαις καὶ ἐν ἄλλαις πράξεσιν ἐπελέγετο.

Θετταλικὰ γέρα· χλαμύδες διὰ τὸ ἔπαθλον ἐν τοῖς ἐκεῖ ἀγῶσιν αὐτὰς κεῖσθαι.

Θετταλικὴ ἔνθεσις· ἡ μεγάλη τροφή.

Θετταλικοὶ δίφροι· διάφοροι, τουτέστι διαφέροντες τῷ κάλλει πρὸς τοὺς ἄλλους.

Θετταλικὸν σόφισμα· ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν ταῖς παρατάξεσιν, ἀλλὰ κακουργούντων.

θίς· ἀρσενικῶς· …

θόλος· θηλυκῶς, οἶκος περιφερής, ἐν ᾧ οἱ πρυτάνεις συνειστιῶντο. πρυτανεῖον δὲ ὠνόμασται, ἐπεὶ πυρῶν ἦν ταμιεῖον.

θύμον· οὐδετέρως· …

ἰατρός· γυνή. Ἄλεξις δὲ ἰάτριαν λέγει. ἰατρίνη δὲ οὐχ Ἑλληνικόν.

ἰδιόξενος· ὁ ἰδίᾳ καθʼ ἑαυτὸν ξένος ὤν· πρόξενος δὲ ὁ ὅλης πόλεως ξένος, παρʼ ᾧ καὶ οἱ πρέσβεις κατάγονται, καὶ προσάγει τὰς πρεσβείας οὗτος πρὸς τὸ δημόσιον καὶ τὰ ἄλλα διοικεῖ καὶ διαπράττει ἐν τῇ πατρίδι τῇ ἑαυτοῦ τὰ τῇ πόλει ἐκείνῃ διαφέροντα, ἧς προξενεῖ. δορύξενος δὲ ὁ ἐκ πολέμου ξένος γεγονώς τινι. ἀστόξενος δὲ ὁ ἐκ προγόνων μὲν ἀστῶν, αὐτὸς δὲ ξένος καὶ ἀνανεώσεως δεόμενος, οἷον Ἀγαμέμνων ἐν Λυδία.

ἰδιώτας· τοὺς πολίτας. οὕτω Θουκυδίδης.

ἰδύους· τοὺς μάρτυρας. οὕτω Δράκων καὶ Σόλων.

ἱερῶσθαι· φησὶ Θουκυδίδης· «νομίσαντες κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι». σημαίνει γὰρ τὸ ἱεροὺς νενομίσθαι καὶ οἷον καθιερῶσθαι.

ἰλλός· πλάγιος, διεστραμμένος, στραβός.

ἰλλώπτειν· στραβίζειν.

ἰλλώπτειν καὶ ἐνιλλώπτειν· τὸ ὑγροῖς καὶ ἐπιμύουσι καὶ κατακεκλασμένοις ὀφθαλμοῖς ἐμβλέπειν.

ἰλύσω· περικαλύψω ἰλύϊ.

ἱμᾶν· ἀντλεῖν.

Ἴμβριοι· οἱ τὰς δίκας ὑποφεύγοντες, ἐπεί τινες δίκην καλούμενοι ἐσκήπτοντο ἐν Ἴμβρῳ εἶναι.

ἱμονιά· ἱμάς, σχοινίον, ᾧ ὕδωρ ἀντλοῦμεν.

ἰνᾶσθαι· καθαίρεσθαι, ἐκκενοῦσθαι. καὶ ὑπέρινος ὁ ὑπερκεκαθαρμένος.

ἴννος· ἐξ ἡμιόνου καὶ θηλείας ἵππου· πεντήκοντα ἔτη ζῇ ἡμίονος. ὁ δὲ γίννος ἐξ ἀμφοτέρων ἵππων ἐν τῇ κυήσει νοσησάσης τῆς ἵππου, οἷον νάννος.

ἰξαλῆ· ἡ αἰγεία δορά, ἐπεὶ ἴξαλοι οἱ αἶγες.

ἱππάκη· Σκυθικὸν βρῶμα διὰ γάλακτος ἵππου σκευαζόμενον.

ἵππου τροχός· τὸ τρυσίππιον, διὰ τὸ τοῖς διὰ γῆρας ἐκτρυχωθεῖσιν ἵπποις ἐκτυποῦσθαι τροχὸν ἀπολεγόντων αὐτοὺς τῶν στρατηγῶν.

Ἰταλοί· οἱ βάρβαροι, Ἰταλιῶται δὲ οἱ ἐπῳκηκότες Ἕλληνες τὴν Ἰταλίαν. οὕτω καὶ Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. οὐκέτι δὲ ἀνάλογον Θετταλοὶ καὶ Θετταλιῶται πρὸς ἀλλήλους ἔχουσιν, ἀλλʼ ἐκ τοῦ ἐναντίου σχεδόν. ἔθνος γάρ τι τῶν ὑπεροικούντων τὴν Θετταλίαν βαρβάρων Θετταλιῶται καλοῦνται.

ἰτέας· τὰς ἀσπίδας. Ἀριστοφάνης· «ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος».

καθαιρήσετε· καθελεῖτε. Θουκυδίδης καὶ τῶν ἄλλων οἱ πλείους.

καθέδρα· ἡ ἐπίσχεσις παρὰ Θουκυδίδῃ.

καθημαξευμένος· ἐγγεγυμνασμένος.

κακκάβη· ἣν ἡμεῖς κάκκαβον. ἔστι δὲ σκεῦος λοπαδῶδες ἔχον ἐξ ἑαυτοῦ τρεῖς πόδας.

καλαμώμενος· σταχυολογῶν.

κάλη καὶ καλήτης· Ἀττικοί, κήλη καὶ κηλήτης Ἴωνες.

κάλλαια· τὰ πτερὰ τὰ ἐν τῇ τῶν ἀλεκτρυόνων οὐρᾷ.

καμινώ· ἡ πολύλαλος.

κάπραινα· γυνὴ ἡ ὀργῶσα πρὸς μείξεις.

καπρῶντας· ὁρμητικῶς ἔχοντας πρὸς συνουσίαν. κυρίως δὲ καπρᾶν τὸ ὀρέγεσθαι κάπρου τὴν ὗν, ὡς καὶ ταυρᾶν τὸ ταύρου ἐφίεσθαι τὴν βοῦν.

κάρδακες· οὐκ ἴδιόν τι γένος, ἀλλὰ οἱ μισθοῦ στρατευόμενοι βάρβαροι. οὕτω Θεόπομπος. ἁπλῶς δὲ οἱ Πέρσαι πάντα τὸν ἀνδρεῖον καὶ κλῶπα κάρδακα ἐκάλουν.

καρδιώττειν· τὸ ναυτιᾶν καὶ τὴν καρδίαν ἀλγεῖν. οἱ δὲ Σικελιῶται, ὃ ἡμεῖς βουλιμιᾶν. Ἀπολλόδωρος ἐν ἕκτῃ Περὶ Ἐπιχάρμου τοὺς Σικελιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν. καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν.

καρηβαρῶν· τὴν κεφαλὴν βαρούμενος ἀπὸ μέθης οἴνου, ὅπερ καὶ καραιβαρᾶν λέγει Φερεκράτης.

καρηβοᾶν· τὸ ὑπὸ ἤχων τὴν κεφαλὴν ἰλιγγιᾶν, ὑπὸ βοῆς ἐσκοτῶσθαι.

κατεργάσασθαι· ἀντὶ τοῦ καταπονῆσαι. Θουκυδίδης.

κατηρεφὲς οἴκημα· τὸ ταπεινόν.

κάχρυς· κριθαὶ πεφρυγμέναι.

κέδρον οὐδετέρως λέγουσι τὸ θυμίαμα.

κελέοντες· οἱ ἱστόποδες καὶ πάντα τὰ μακρὰ ξύλα.

κένταυρον· τὸ μόριον ἢ τὸ γυναικεῖον αἰδοῖον. οὕτω Θεόπομπος.

κέπφος· εἶδος ὀρνέου ὀξυτάτου.

κέρας, κέρως, κέρᾳ· ἐπὶ τῆς παρατάξεως. Θουκυδίδης ὀγδόῃ· «τοῦ εὐωνύμου κέρως» καὶ ἐν τῇ αὐτῇ· «καὶ οἱ μὲν Ἀργεῖοι τῷ σφετέρῳ αὐτῶν κέρᾳ». καὶ ἐν πᾶσιν οὕτως.

κηδεστής· ὁ κατʼ ἐπιγαμβρίαν οἰκεῖος ἢ πενθερός.

κῆπον· Ἀττικοὶ τὴν φυταλιάν. καὶ κῆπος καὶ παράδεισος διαφόρως παρʼ αὐτοῖς λέγεται.

κῆπος· κουρά τις ἐπὶ καλλωπισμῷ διαβαλλομένη. Θουκυδίδης δὲ κηπίον φησίν, κωμικοὶ δὲ κηποκόμαν τὸν κῆπον κειρόμενον.

κιμβερικόν· εἶδος χιτωνίσκου. οὕτως Ἀριστοφάνης.

κλεισιάδες· αἱ μεγάλαι θύραι τῆς αὐλῆς, διʼ ὧν ζεῦγος εἰσελαύνεται. καλοῦνται δὲ οὕτω διὰ τὸ κεκλεῖσθαι κατὰ τὸ πλεῖστον.

κλεισίον· ὁ μέγας θυρών, καὶ κλεισίαι αἱ τούτου θύραι πλατεῖαι καὶ εἰς τὸ ἐκτὸς ἀνοιγόμεναι.

κλῆσαι οἱ ἀρχαῖοι λέγουσιν, οὐ κλεῖσαι, καὶ κλῇδα. οὕτω καὶ οἱ τραγικοὶ καὶ Θουκυδίδης.

κλίσιον· Ἀμερίας. τὸ προστῷον παρὰ Ἴωσιν, ὡς καὶ Ὅμηρος· «περὶ δὲ κλίσιον θέε πάντῃ». παρὰ δὲ Ἀττικοῖς κλεισίον· ὁ μέγας θυρών. καὶ μήποτε τοῦτο μὲν ἐκτείνηται καὶ παροξύνηται, ἐκεῖνο δὲ συστέλληται καὶ προπαροξύνηται.

κλυδώνιον καὶ κλύδωνα ἄμφω λέγουσιν. Θουκυδίδης δευτέρᾳ· «καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι ἀναφέρειν».

κνέφαλον· τύλη.

κοάλεμος· ματαιόφρων. κοεῖν γὰρ τὸ αἰσθάνεσθαι.

κόλλοψ· τὸ τραχηλιαῖον τοῦ ταύρου δέρμα σὺν τῇ ὑπὸ τὴν φορίνην πιμελῇ, ἐξ οὗ οἱ κόλλαβοι.

κοτύλη· Ἑλληνικόν, ἡμίνα οὐδαμοῦ. μέτρον καὶ τὸ κοῖλον τῆς χειρός.

κράστιν· Ἀττικοὶ τὴν πόαν, γράστιν δὲ οὐδένες.

κρέκα· κορυφαίαν.

κρητίζειν· τὸ ψεύδεσθαι. Ἰδομενεὺς γὰρ ἐπιτραπεὶς τὸν ἀπὸ τῶν λαφύρων χαλκὸν διανεῖμαι τὸν ἄριστον αὑτῷ ἐξείλετο.

κρίβανον οἱ Ἀττικοὶ λέγουσιν οἷον κριθῶν βαῦνον, τουτέστι κάμινον.

κρωβύλος· πλέγμα τριχῶν εἰς ὀξὺ λῆγον. ἐκαλεῖτο δὲ τοῦτο ἐπʼ ἀνδρῶν, κόρυμβος δὲ ἐπὶ γυναικῶν, σκορπίος δὲ ἐπὶ παίδων. καὶ Θουκυδίδης· «κρωβύλους ἀναδούμενοι».

κύβηβον· Κρατῖνος Θρᾴτταις τὸν θεοφόρητον. Ἴωνες δὲ τὸν μητραγύρτην καὶ γάλλον νῦν καλούμενον. οὕτω Σημωνίδης.

κύδος· λοιδορία ἀρσενικῶς, καὶ παροιμία «κύδου δίκην ὀφείλειν» ἐπὶ τῶν συκοφαντησάντων.

κυλλός· ὁ πεπηρωμένος οὐ μόνον πόδα, ἀλλὰ καὶ χεῖρα. ὁμοίως καὶ χωλὸς καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός.

κυνοφθαλμίζεται· ἀναιδῶς ἐμβλέπει.

κώμην· οἱ πλεῖστοι τὸν στενωπὸν καὶ τὴν οἷον γειτνίασιν, οἱ δὲ τοὺς ἐν τῇ πόλει δήμους κώμας φασὶ προσαγορεύεσθαι καὶ κωμήτας τοὺς δημότας ἐν τῇ πόλει καὶ οἷον ἐν τῇ αὐτῇ τάξει καὶ μοίρᾳ τῆς πόλεως οἰκοῦντας. οὕτως Ἀριστοφάνης. εἴρηκε δὲ καὶ Θουκυδίδης κώμας τοὺς δήμους ἐν πρώτῃ· «κατὰ κώμας δὲ τῷ παλαιῷ τρόπῳ οἰκηθεῖσα».

κωπῆρες πλοῖον· ὡς ἡμεῖς καὶ Θουκυδίδης ἐν τετάρτῃ.

Λακεδαίμονα καὶ Σπάρτην διορίζουσί τινες Λακεδαίμονα μὲν πᾶσαν καλοῦντες τὴν Λάκαιναν, Σπάρτην δὲ τὴν μίαν πόλιν. οἱ δʼ οὖν Ἀττικοὶ τὴν πόλιν αὐτὴν οὐ μόνον Σπάρτην, ἀλλὰ καὶ Λακεδαίμονα καλοῦσιν. Κρατῖνος δὲ καὶ τὴν χώραν Σπάρτην οἶδεν, οὐ μόνον Λακεδαίμονα.

λαμπρῶς· τὸ φανερῶς, οὐ τὸ ἐνδόξως. καὶ παρὰ Θουκυδίδῃ· «καὶ λελυμένων λαμπρῶς τῶν σπονδῶν», καὶ παρὰ τοῖς ἄλλοις τοῖς παλαιοῖς.

λαύρα· ἡ ἀμάρα.

λέμφους· τὰς πεπηγυίας μύξας.

λεπτὰ πλοῖα· τὰ μικρά. Θουκυδίδης δευτέρᾳ.

λεσβιάσαι· μολῦναι τὸ στόμα.

Λέσβιον ᾠδόν· οἱ μὲν Εὐαινετίδην, οἱ δὲ Φρῦνιν τὸν Ἀριστοκλείδου μαθητήν. Ἀριστοτέλης δὲ ἐν τῇ Λακεδαιμονίων· πολιτείᾳ τὸ «μετὰ Λέσβιον ᾠδόν» τὸν Τέρπανδρόν φησι δηλοῦν.

λευκὴ στάθμη· ὁ μηδὲν διακρίνων μηδὲ διαγινώσκων.

λευκοπύγους· δειλούς, ὡς μελαμπύγους τοὺς ἀνδρείους.

λήκυθον ἀγγεῖόν τι φασὶν Ἀττικοί, ἐν ᾧ τοῖς νεκροῖς ἔφερον τὸ μύρον, τὴν ἀλάβαστον. ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος.

λῃστικὸν καὶ λῃστρικὸν διαφέρει· τὸ μὲν γὰρ ἐκτὸς τοῦ ρ σημαίνει τὸ σύστημα τῶν λῃστῶν, τὸ δὲ μετὰ τοῦ ρ τὸ κτῆμα τῶν λῃστῶν. Θουκυδίδης πρώτῃ· «τό τε λῃστικὸν ... καθῄρει ἐκ τῆς θαλάττης».

λίαν ἐντός· σφόδρα πόρρω.

λίβηθρα· τὰ ἔφυδρα χωρία καὶ αἱ διαρρύσεις τῶν ὑδάτων. οὕτως Εὔπολις.

λιγαίνειν· τὸ τύπτειν, ὥσπερ ἡμεῖς τὸ ξαίνειν.

λίγδος· χῶνος τρήματα ἔχων συνεχῆ, τῷ Δ παραπλήσια, διʼ ὧν ὁ χαλκὸς ἠθεῖται.

λιμόν· ἀρρενικῶς οἱ Ἀττικοὶ τὴν λιμόν.

λίνον· χορδὴν Ἡρακλείδης ὁ Ποντικός, ἐπειδὴ οἱ παλαιοὶ λίνοις ἀντὶ χορδῶν ἐχρῶντο. ἀλλὰ καὶ Ὅμηρος ἤδη χορδὰς ἐπιστάμενος λίνον καλεῖ.

λίπα ἀλείψασθαι τὸ ἐλαίῳ ἀλείψασθαι λέγουσιν.

λοῦσθαι λέγουσιν, οὐχὶ λούεσθαι, καὶ λούμενος, οὐχὶ λουόμενος. Ἀριστοφάνης· «ψυχρᾷ θαλάττῃ λούμενος».

λυκοφιλίως· ὑπόπτως, ὑπούλως. Μένανδρος· «λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί».

λώπη· περίβλημα.

λωπίζειν· γυμνοῦν.

μά· ἀντὶ τοῦ «οὐ μά». τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι. ποτὲ μὲν ἀντὶ τοῦ «ναί» τῷ «ναὶ μά» χρῆται, «ναὶ μὰ τόδε σκῆπτρον», ὅτε ὄμνυσιν. ὅτε δὲ ἀπόμνυσί τις, συζεύγνυσι τῷ τῆς ἀποφάσεως, οἷον «οὐ μὰ γὰρ Ἀπόλλωνα» καὶ ἐν Ὀδυσσείᾳ «οὐ μὰ Ζῆνʼ, Ἀγέλαε». ἡμεῖς δὲ τὸ «μά» ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν «μὰ τὸν Δία» λέγοντες. ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν.

μάγαρον· οὐ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατατίθενται. οὕτω Μένανδρος.

μαῖαν· ὡς ἡμεῖς τὴν ὀμφαλητόμον. καὶ μαιεύεσθαι λεκτέον, οὐχὶ μαιοῦσθαι.

μαλακὸς καὶ μαλθακός· ἑκατέρως. Θουκυδίδης δὲ ἄνευ τοῦ θ καὶ μαλακίζεσθαι, οὐχὶ μαλθακίζεσθαι.

μάλθη· μεμαλαγμένος κηρὸς ὁ ἐν τῷ γραμματείῳ, ἐν ᾧ γράφουσι διά τινος γραφείου σκληροῦ.

μάμμην τὴν μητέρα καλοῦσι καὶ μαμμίαν καὶ τὸν πατέρα πάππαν καὶ παππίαν.

μαμμίαν· Ἀττικοὶ τὴν μητέρα ἀπὸ τοῦ τὰ παιδία μαμμᾶν τὸ φαγεῖν λέγειν.

μανδύας· Περσικὸν ὄνομα. ἔοικε δὲ φαινόλῃ.

μάστακας· τὰς ἀκρίδας. Σοφοκλῆς ἐν Φινεῖ.

μασταρύζειν· τὸ κακῶς μασᾶσθαι.

μεθόριον· τὸ μεταξὺ τῶν ὅρων.

μεῖραξ· ἡ θήλεια, μειράκιον καὶ μειρακίσκος ὁ ἄρσην.

μεμφθῇ· τὸ μέμψηται. Θουκυδίδης.

μεταίχμιον· …

μεταποιεῖσθαι· ἀντιποιεῖσθαι. Πλάτων Πολιτικῷ· «ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης». Θουκυδίδης ἐν τῇ λοιμικῇ καταστάσει· «καὶ μάλισθʼ οἱ ἀρετῆς τι μεταποιούμενοι».

μέταυλος· κυρίως μὲν ἡ μέση θύρα· κεῖται δὲ ἀντὶ τοῦ μέσαυλος.

μεταχειρίζειν· ἀντὶ τοῦ μεταχειρίζεσθαι. Θουκυδίδης τετάρτῃ.

μετρίως· τὸ συμμέτρως. Θουκυδίδης.

μήκων· θηλυκῶς εἶδος βοτάνης. Θουκυδίδης «μήκωνα μεμελιτωμένην» φησίν.

μῆλα· πάντα τὰ τετράποδα, ὅθεν καὶ πᾶσα βύρσα μηλωτὴ καλεῖται.

μήτρα· τὸ μέσον τοῦ ξύλου, ὅ τινες ἐντεριώνην λέγουσιν.

μνῆμα μὲν ὁ τάφος, μνημεῖον δὲ πᾶν μνημόσυνον. οὕτω Θουκυδίδης.

μολύβδαιναν· μολυβδίδα.

μόλυβδος· διὰ τοῦ υ καὶ δ Ἀττικοί.

μῦ· τὸ στοιχεῖον Ἀττικοί, μῶ Δημόκριτος.

μυρμηκιᾶν· τοὺς εἰς μυρμηκιὰν λαλήσαντας ἑλκοῦσθαι τὴν γλῶσσάν φασιν.

μυστίλην· ψωμόν, κοῖλον ἄρτον, ὃν ἐποίουν, ἵνα ζωμὸν ἐν αὐτῷ ῥοφῶσιν, καὶ μυστιλᾶσθαι· τὸ οὕτως ἐσθίειν.

νᾶπυ· σίνηπι.

ναυλοχεῖν· ναῦς λοχᾶν καὶ ἐνεδρεύειν. Θουκυδίδης ἑβδόμῃ. καὶ ναυλόχιον· ὁ τοιοῦτος τόπος, ᾧ λιμένες ἔνεισιν. «ναυλόχιον ἐν τῷ μέσῳ» Ἀριστοφάνης Βαβυλωνίοις.

νέηκες· νεωστὶ ἠκονημένον.

νέμεσθαι· ὡς τὸ πολὺ τὸ λαμβάνειν πρόσοδον παρὰ Θουκυδίδῃ.

Νέμεσις Ἀδράστεια· ἡ οἰκονομησαμένη παραδόξως τὰ κατὰ τὸν Ἄδραστον, οὗ μόνου τῶν ἡγεμόνων διασωθέντος ἐκ τοῦ Θηβαικοῦ πολέμου ἐνεμέσησε τὸ θεῖον. ἐν δὲ τοῖς ἐπιγόνοις τῶν ἐν Θήβαις πεσόντων ἀρχηγῶν Διομήδης μὲν καὶ Σθένελος καὶ οἱ λοιποὶ περιεγένοντο, μόνος δὲ ὁ ἐξ Ἀδράστου πέπτωκεν, καὶ οὕτω κατά τι δίκαιον ἀνισώθη τὸ δοκοῦν ἐκεῖ ἐλλελεῖφθαι πρὸς τῆς Νεμέσεως, καὶ ἐκλήθη αὕτη ἐντεῦθεν Ἀδράστεια. ἕτεροι δὲ τὴν Νέμεσιν Ἀδράστειαν εἶπον καλεῖσθαι διὰ τὸ τῆς θείας δίκης ἀναπόδραστον.

νεοκαταστάτοις ἀνθρώποις φησὶ Θουκυδίδης ἀντὶ τοῦ νεωστὶ κατῳκισμένοις.

νεοκρᾶς· νεόκρατος καὶ χαλκοκρᾶς καὶ ἁλικρᾶς.

νεοττός· λέκυθος ὠοῦ.

νεοχμόν· νέον.

νεωρεῖν· νεωφυλακεῖν.

νεώρια καὶ νεωσοίκους· Ἀττικοί, νεῶνας Ἴωνες.

«νὴ τόν» καὶ «ναὶ μὰ τόν»· κατωμοτικὰ ταῦτα. ἀπωμοτικὰ δὲ τὸ «μὰ τόν» καὶ «οὐ μὰ τόν», ὥστε ἐσχάτη ἀκυρολογία τὸ λέγειν «μὰ τὸν Δία ποίησον».

νυκτερινοὶ κύνες· οἱ λύκοι.

νυός· καλεῖται μὲν ἐπίπαν ἡ τοῦ υἱοῦ γυνὴ τοῖς γονεῦσιν αὐτοῦ. χρῶνται δὲ τῷ ὀνόματι ποικίλως οἱ ποιηταί.

νῶτον· οὐδετέρως λέγουσι τὸ νῶτον καὶ πληθυντικῶς τὰ νῶτα.

νωτοπλῆγα· μαστιγίαν, τὸν εἰς τὰ νῶτα πληγὰς λαμβάνοντα. Φερεκράτης Κραπαταλοῖς· «καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν».

ξενίσεις· ξενοδοκίας. Θουκυδίδης.

ξυήλην· ἣν ξυάλην λέγομεν. Ξενοφῶν Κύρου Ἀναβάσει· «εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων σπάρτα πυκνὰ ἐστραμμένα. εἶχον δὲ καὶ κράνη καὶ παρὰ τὴν ζώνην μαχαίριον ὅσον ξυήλην Λακωνικήν», ἣν Ἀττικοὶ κνῆστιν λέγουσιν, ὡς καὶ τὸ ῥῆμα· «κἀπικνῆν κἀπεσθίειν», οἱ δὲ Λάκωνες τοὔνομα μόνον ξυήλην, ὡς καὶ Ξενοφῶν φησιν ἐν τῇ τετάρτῃ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης παῖς ἔτι ὢν ἀποκτείνας ξυήλῃ Λακωνικῇ παῖδα. διὰ τοῦτο δὲ καὶ τὸ κνεῖν οἱ Δωριεῖς ξύειν λέγουσιν ὡς καὶ Σώφρων· «αἴ τις τὸν ξύοντα ἀντιξύει», καὶ πάλιν· «ὁ χοραγὸς ξύεται».

ξυμβῇ ἡ πεῖρα· ἀντὶ τοῦ ἐπιτυχθῇ παρὰ Θουκυδίδῃ.

ξύν· Θουκυδίδης ἀντὶ τοῦ «σύν» καὶ τὰ ἄλλα τὰ ὅμοια. οὕτω καὶ οἱ παλαιοὶ πάντες.

ξυναλλαγῆναι· τὸ συμβῆναι. Θουκυδίδης.

ξυρήκης· ὁ ξυρήσιμος καὶ κουριῶν.

ὄαι· αἱ ἐπὶ τῶν ἱματίων.

ὄβρια καὶ ὀβρίκαλα· ὄβρια τὰ τῶν ὑστρίχων καὶ τῶν τοιούτων ἀγρίων ἔκγονα, ὀβρίκαλα τὰ τῶν λεόντων καὶ λύκων σκύμνια. Αἰσχύλος Δικτυουλκοῖς καὶ Ἀγαμέμνονι.

ὀγκύλλεσθαι· τὸ καυχᾶσθαι.

ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς· τὸ λεγόμενον. Ἀριστοφάνης Ἀναγύρῳ· «ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην».

οἶαι Ἀττικοί, Ἴωνες δὲ ὄϊαι διφθέραι, μηλωταί.

οἰκείους· τοὺς κατʼ ἐπιγαμίαν ἔξωθεν παρεισηγμένους. ὁ δὲ Μένανδρος ἐνίοτε ἐπὶ τῶν συγγενῶν λέγει. Ἀριστοφάνης ἐν τῷ Περὶ συγγενικῶν.

οἰκέται· οἱ κατὰ τὴν οἰκίαν πάντες.

οἰκόσιτος· ὁ ἑαυτὸν τρέφων μισθωτός.

οἰκότριψ· οἰκογενὴς δοῦλος.

οἰός Ἀττικοί, Ἴωνες δὲ ὄϊος· προβάτου.

οἶσθα· ἀντὶ τοῦ οἶδας. λέγεται χωρὶς τοῦ σ· μετὰ δὲ τοῦ σ ποτὲ ἢ διὰ μέτρον ἢ διὰ τὸ μὴ συγκροῦσαι φωνήεντα.

οἰστροπλῆγα· τῇ μανίᾳ πεπληγότα.

ὀκτώπηχυ· τὸ ὀκτάπηχυ. Φιλήμων. καὶ ὀκτώπους, ἡμεῖς δὲ ὀκτάπους.

ὀλίγον· Ἀττικῶς. τὸ δὲ ὀλίον ἢ βάρβαρον ἢ Ἰακόν.

ὅμαιμος καὶ ὁμαίμων· ἀδελφὸς ἢ συγγενής.

ὁμαλές· ἐπὶ τοῦ πράγματος. ὁμαλόν· ἐπὶ τοῦ τόπου. Θουκυδίδης· «καὶ προελθόντες ἐς τὸ ὁμαλόν» καὶ πάλιν· «ἐν τῷ ὁμαλῷ τὴν μάχην ποιεῖσθαι».

ὄμπνιον ὕδωρ· τὸ τρόφιμον καὶ πολύ.

Ὄμπνιος· ἡ Δημήτηρ, αἰτία οὖσα τοῦ ἀναπνεῖν.

ὀμφαλητομία· ὅτε αἱ μαῖαι τὸν ὀμφαλὸν τοῦ βρέφους ἀποτέμνουσιν. καὶ αὐταὶ δὲ ὀμφαλητόμοι λέγονται.

ὄμφαξ· θηλυκῶς Ἀττικοί, ἀρσενικῶς Ἴωνες.

ὁμωχέτας· Θουκυδίδης τοὺς συννάους θεοὺς καὶ ὁμοροφίους. Βοιωτιακὴ δὲ ἡ λέξις.

ὄνειδος· ἀρσενικῶς καὶ οὐδετέρως.

ὄνος· τὸ ἐπάνω τοῦ μύλου. Ἀριστοτέλης δὲ κατʼ ἀμφοτέρων τάσσει.

ὄνος ἐν μελίτταις· Κράτης Τόλμαις, καὶ «ὄνος ἐν μύρῳ»· παροιμία.

Ὀπικίαν· τὴν τῶν Ὀπικῶν χώραν Θουκυδίδης.

ὀπισαμβώ· ἡ εἰς τοὐπίσω ἀναχώρησις.

ὀρθοπλήξ· ἵππος ὀρθὸς ἐπαιρόμενος καὶ πλήσσων. Ἀριστοφάνης Ἀναγύρῳ· Α «ὡς δʼ ὀρθοπλήξ». —Β «πέφυκε γὰρ δυσγάργαλις».

ὀρθοστάδιοι· οἱ στατοὶ χιτῶνες, οἱ γὰρ συρόμενοι συρτοί.

ὄροφος καὶ ὀροφή· ἡ στέγη.

ὅσιον χωρίον· τὸ βέβηλον καὶ μὴ ἱερόν, εἰς ὃ ἔξεστιν εἰσιέναι. Ἀριστοφάνης Λυσιστράτῃ· «ὦ πότνιʼ Εἰλείθυια, ἐπίσχες τοῦ τόκου, ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον». καὶ ὅσια χρήματα· τὰ μὴ ἱερά. λέγεται δὲ καὶ τὸ δίκαιον ὅσιον.

ὄσσος· ὀφθαλμός. ἐν τῇ τραγῳδίᾳ ἀρσενικῶς, παρʼ Ὁμήρῳ οὐδετέρως.

ὄττα· φήμη, μαντεία διὰ κληδόνος. καὶ ὀττεύεσθαι· τὸ κληδονίζεσθαι.

οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας.

οὐδεὶς κομήτης ὅστις οὐ περαίνεται.

οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος.

οὐδὲν πρὸς ἔπος.

οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ.

οὐδʼ ὑφʼ ἕνων Ἀττικοὶ ἀντὶ τοῦ ὑπʼ οὐδένων λέγουσιν ὑπερβιβάζοντες.

οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νέκυν.

οὐκ ἂν φθάνοιμι τὴν μάχαιραν παρακονῶν.

οὔπως· οὐδένα τρόπον. καὶ Θουκυδίδης πέμπτῃ καὶ Ὅμηρος· «ὦ γέρον, οὔπως τοῦτο ἐγὼ τελέεσθαι ὀΐω.»

οὐ ῥᾳδίως· ἀντὶ τοῦ κακῶς. Θουκυδίδης· «Ἀριστογείτων ... ὕστερον λαμφθεὶς οὐ ῥᾳδίως διετέθη· Ἁρμόδιος δʼ αὐτοῦ παραχρῆμα ἀπόλλυται».

οὐρανία αἴξ· ᾗ οἱ εὐχόμενοι πάντως ἐπετύγχανον, ἴσως διὰ τὸ τὴν σελήνην αὐτῇ ἐποχεῖσθαι. Κρατῖνος Χείρωσιν· «αἲξ οὐρανία».

ὄφλειν καὶ ῥόφειν· τὰς πρώτας συλλαβὰς τῶν τοιούτων οἱ Ἀττικοὶ ὀξύνουσιν.

ὀχμάζεται· συνέχεται, χειροῦται.

παιδικά· ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξις. παραδείγματα δὲ τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως δὲ Ἐρασταῖς δῆλον, ὡς οὕτως ἐξείληπται· ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν φησὶν ὁ Φοῖνιξ· «παπαῖ, τὰ παιδίχʼ, ὡς ὁρᾷς, ἀπώλεσας». καὶ Κρατῖνος Πανόπταις·

«μισεῖς γὰρ πάνυ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν». ὅτι δὲ ἐκάλουν οὕτω καὶ τὰ πρὸς τὰς γυναῖκας, Εὔπολίς φησιν· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις·

«ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖς». καὶ Κρατῖνος δὲ Ὥραις τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης φησὶν ἐπʼ αὐτοῦ· «μακάριος τῶν παιδικῶν». οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ κατὰ μεταφορὰν τὴν ἀπʼ ἐκείνων. Πλάτων Φαίδρῳ· «ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε». λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδί. ἡ δὲ λέξις ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων.

παιδισκάριον· κόριον ἢ κορίσκη. κοράσιον δὲ οὐ λέγεται, ἀλλὰ καὶ κεκωμῴδηκεν Φιλιππίδης ὡς ξενικόν.

παιδίσκην· νεανίδα Ἀττικοί, θεράπαιναν Ἴωνες.

παλαμναῖος· φονεὺς ἢ μιαρός. παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες παρὰ τὴν παλάμην. καὶ Ζεὺς Παλαμναῖος ὁ τοὺς τοιούτους τιμωρούμενος καὶ Ζεὺς Προστρόπαιος ὁ προστρέπων τὸ ἄγος αὐτοῖς.

πάλη· τὸ λεπτότατον τοῦ ἀλεύρου καὶ ἡ τέφρα. Φερεκράτης Ἰπνῷ·

«ἀνέπλησα τὠφθαλμὼ πάλης φυσῶν τὸ πῦρ».

παλλακαί· τὸ μὲν ἀκριβὲς τῶν παιδίσκων αἱ νέαι, καθὰ καὶ τῶν ἀρρένων πάλλακες. ταύταις δὲ ἡττώμενοί ποτε διὰ τὴν ἀκμὴν οἱ δεσπόται ἀφιᾶσι καλεῖσθαι αὐτὰς οὕτως, κἂν μηκέτι νέαι ὦσιν.

παλλάκια· οὐ παλλήκια. οἱ παῖδες.

πάλλας καὶ πάλλαξ· ὁ νέος, καὶ πάλλαντες· οἱ νέοι, ὥς φησι Φιλιστείδης ἐν Συγγενικοῖς. ἐκ δὲ τοῦ πάλλακος ἡ παλλακὴ καὶ ἡ παλλακίς, ἡ κόρη.

πανστρατιᾷ· οὕτω λέγει καὶ Θουκυδίδης καὶ οἱ ἄλλοι.

πανσυδεί· παντελῶς. ὁ Θουκυδίδης ηʹ· «μὴ οὕτως τε πανσυδεὶ διεφθάρθαι», ὅπερ ἀγνοήσαντές τινες γράφουσι «πασσυδεί». ἔστι δὲ καὶ ἐν Αὐτομόλοις Φερεκράτους.

παππίζειν· τὸ πάππαν καλεῖν.

πάππος· αἱ ἐπὶ τοῦ κάτω χείλους τρίχες, μάσταξ δὲ αἱ ἐπὶ τοῦ ἄνω.

παραβαλέσθαι· τὸ ἐξαπατῆσαι. Θουκυδίδης πρώτῃ. οὕτω καὶ Ὅμηρος· «παραβλήδην ἀγορεύων».

παραβεβάσθαι τὰς σπονδάς· τὸ παθητικὸν τοῦ παραβεβηκέναι, πάνυ ἀκολούθως. Θουκυδίδης.

παραιρήματα τῶν ἱματίων· Θουκυδίδης.

παράλογον λέγουσιν ἀρσενικῶς οἵ τʼ ἄλλοι καὶ μάλιστα Θουκυδίδης, τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν, οἷον· «τοῦ πολέμου τὸν παράλογον» καὶ ὅτι ἐγένετο «πολὺς ὁ παράλογος».

παραυτίκα ἔγγιόν τι τοῦ αὐτίκα σημαίνει καὶ ὑπογυώτερον. Θουκυδίδης· «εἰ δέ τις τὸ παραυτίκα μὴ ἐθέλοι ξυμμαχεῖν.»

πάρδαλιν· Ἀττικοί, πόρδαλιν Ἴωνες· Ὅμηρος δὲ τὸ μὲν ζῷον διὰ τοῦ ο, τὴν δὲ δορὰν διὰ τοῦ α.

παρέλυσαν· ἀπήλλαξαν, μετέστησαν. Θουκυδίδης ἑβδόμῃ· «τὸν μὲν Νικίαν οὐ παρέλυσαν τῆς ἀρχῆς».

παρεξειρεσίαν· τὸ ἔξω τῶν ἐρεσσόντων. ἐν τετάρτῃ Θουκυδίδης.

παρεξηυλημένον καὶ κατατετριμμένον· τὸ ἀμυδρόν, ἀπὸ τῶν γλωσσίδων τῶν αὐλῶν τῶν κατατετριμμένων. Ἀριστοφάνης· «οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους».

παροκωχή· παροχὴ παρὰ Θουκυδίδῃ, ὡς ἡ ἀνοκωχὴ καὶ διοκωχή.

παρουσία· λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας, ὡς καὶ ἐν τῷ Πλάτωνος Φάωνι· « … ὡς καὶ νῦν ἔχομεν παρουσίας». καὶ πολύ ἐστιν ἐπὶ τούτου παρʼ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· «τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων». Θουκυδίδης ἐν τῇ πρώτῃ· «Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ». τούτῳ γὰρ ἐναντίον σημαίνει ἡ ἀπουσία.

παρώπια καὶ ἀντήλια· τὰ παρὰ τὰς ὄψεις τῶν ἵππων δέρματα.

πασπάλη· τὸ τυχόν, οἱ δὲ κέγχρον, οἱ δὲ κέγχρινα ἄλευρα. Ἱππῶναξ· «πασπαληφάγον γρόμφιν».

παστά· ἔτνος ἀλφίτοις μεμειγμένον.

παττάλῳ ἀνακρεμάσαι· ἀμελῆσαι. ἀπὸ παττάλου λαβεῖν· ἐπιμεληθῆναι.

παῦ· τὸ «παῦσαι» λέγουσι μονοσυλλάβως.

παυσικάπη· μηχάνημα τροχῷ ἐμφερές, διʼ οὗ τὸν τράχηλον διεῖρον καὶ τῶν ὑποζυγίων ὥστε μὴ ἐσθίειν καὶ τῶν ἀνθρώπων ὥστε μὴ δύνασθαι τὰς χεῖρας τῷ στόματι προσάγειν.

πειρᾶν· τὸ λόγους περὶ συνουσίας προφέρειν καὶ πειραθῆναι τὸ ἀκοῦσαι λόγους τοιούτους. Θουκυδίδης· «πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καταγορεύει τῷ Ἀριστογείτονι». σημαίνει δὲ ἡ λέξις καὶ τὸ ἄλλως διαπειρᾶσθαι.

πελάτης· ὁ ἀντὶ τροφῶν ὑπηρετῶν καὶ προσπελάζων, ἀπὸ τοῦ πέλας ἤτοι ἐγγύς. καὶ πελάται· οἱ μισθῷ δουλεύοντες, οἷον ἔγγιστα διὰ πενίαν προσϊόντες. Ἀριστοτέλης.

πελιτνόν· Θουκυδίδης διὰ τοῦ τ.

πέμπειν· τὸ πομπεύειν. Μένανδρος Ὑποβολιμαίῳ ἢ Ἀγροίκῳ· «Μικρὰ Παναθήναιʼ ἐπειδὴ διʼ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφʼ ἅρματος». καὶ πέμψαντες τὸ πομπεύσαντες παρὰ Θουκυδίδῃ.

πενθερά· τῷ νυμφίῳ ἡ τῆς κόρης μήτηρ καὶ πενθερὸς ὁ πατήρ. Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει· ὁ γοῦν Ἀλκμαίων τῷ Φηγεῖ φησι· «χαῖρʼ, ὦ γεραιέ· τήν τε παῖδʼ ἐκδοὺς ἐμοί γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τʼ ἐμός». καὶ ὁ Πρωτεσίλαος τῷ Ἀκάστῳ φησίν· «ἄξιος δʼ ἐμὸς γαμβρὸς κέκλησαι παῖδά μοι ξυνοικίσας». Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείᾳ, ᾗ Ὀδυσσεύς φησι πρὸς Κλυταιμνήστραν περὶ Ἀχιλλέως· «σὺ δʼ ὦ μεγίστων τυγχάνουσα πενθερῶν» ἀντὶ τοῦ γαμβρῶν.

πεντέπηχυ καὶ πεντέκλινον καὶ πεντέχαλκον καὶ πεντέμηνον καὶ πεντεσύριγγον ξύλον καὶ πάντα τὰ ὅμοια οὕτω λέγουσι διὰ τοῦ ε. ὅμως παρὰ τοῖς ὕστερον διὰ τοῦ α λέγεται, πεντάπηχυ καὶ τὰ λοιπὰ ὁμοίως. ὅμοιον δέ τι πάσχει καὶ ὁ ὀκτὼ ἀριθμός.

περίνεως· τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν, ὡς λιπόνεως τοὺς λιποτάκτας. Θουκυδίδης.

περιοίσειν· τὸ περιέσεσθαι καὶ ἀνθέξειν. Θουκυδίδης ἑβδόμῃ. σημαίνει καὶ τὸ ἀνοίσειν ἐκ τῆς νόσου.

περιορᾶσθαι· καραδοκεῖν, ἀποθεωρεῖν, περισκέπτεσθαι, φροντίζειν. Θουκυδίδης· «καὶ τοὺς Μεγαρέας περιορωμένους ποτέρων ἔσται ἡ νίκη». καὶ πάλιν περιορωμένους τὸν πόλεμον λέγει. καὶ «Βρασίδας τῆς Μένδης περιορώμενος».

περιοργής· ὀργιζόμενος. Θουκυδίδης ἐν τετάρτῃ εἴρηκεν.

περιρρηδής· ἐρραντισμένος αἵματι καὶ ἀμφιρρηδής.

περιωπή καὶ πίσυνοι καὶ πύστεις· πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδῃ. καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκεψιν, οὐ τὸν τόπον ὡς Ὅμηρος.

πηλός· ἀρσενικῶς. παρὰ δὲ Συρακουσίοις θηλυκῶς ἡ πηλὸς κατὰ τὸν γραμματικὸν Διόδωρον.

πιθανούς· τοὺς εὐπειθεῖς. Ξενοφῶν Κύρου παιδείᾳ· «πιθανοὶ δὲ οὕτως εἰσί τινες ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον πρότερον πείθονται». ὥσπερ φοβεροὺς τοὺς φοβουμένους Θουκυδίδης.

πιθανώτατος τοῖς πολλοῖς· ὁ πιστικώτατος καὶ πείθων τοὺς πολλοὺς παρὰ Θουκυδίδῃ.

πλοκαμῖδα· Μένανδρος καὶ οἱ ἄλλοι.

ποιήσειας καὶ γράψειας καὶ ποιήσειαν καὶ γράψειαν Ἀττικοὶ μᾶλλον. οἱ Ἴωνες δὲ καὶ οὕτω καὶ ποιήσαις καὶ γράψαις καὶ ποιήσαιεν καὶ γράψαιεν.

πολεμησείειν· πολεμικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ πρώτῃ, ὡς καὶ τὸ Ὁμηρικόν· «τῶ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο». οὕτω καὶ γαμησείειν Ἀττικοί φασι καὶ ἄλλας φωνὰς οὕτω σχηματίζουσιν.

πολλʼ οἶδʼ ἀλώπηξ, ἀλλʼ ἐχῖνος ἓν μέγα.

πολυτελές· δαπανηρόν. Θουκυδίδης· «τὸ γὰρ ἔχειν αὐτοὺς πρὸς τὸν ἐκ τῆς Δεκελείας πόλεμον πολυτελὲς ἐφαίνετο».

πομπήν· τὴν πέμψιν, ἀποστολήν. Θουκυδίδης τετάρτῃ· «ξύλων τε ναυπηγησίμων πομπῇ».

πορισταί· οἱ τοὺς πόρους εἰσηγούμενοι δημαγωγοὶ ἐπὶ τῷ ἑαυτῶν λυσιτελεῖ.

πόρπαξ· τὸ ἐντὸς τῆς ἀσπίδος πρόσθημα, διʼ οὗ τὴν χεῖρα διεῖρον.

πούλυπον καὶ πουλύπουν· Ἀττικοί, πολύποδα Ἴωνες.

πριαμωθῆναι· ξυρηθῆναι. ἦν δὲ σκῶμμα, ἐπεὶ ὁ τραγικὸς Πρίαμος ξυρίας εἰσήγετο.

πρὶν ἢ πτίσαι τὰ ἄλευρα· παροιμία. καὶ «πρὶν τοὺς ἰχθῦς ἑλεῖν σὺ τὴν ἅλμην κυκᾷς» καὶ «πρὶν ἐσφάχθαι δέρεις».

προβάλλεσθαι· ἀντὶ τοῦ προτείνεσθαι. Θουκυδίδης· «τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ ξύνιστε, εἰ καὶ διʼ ὄχλου μᾶλλον ἔσται ἀεὶ προβαλλομένοισι». καὶ ὁ ῥήτωρ· «τὴν ἀειλογίαν ὁρῶ ἀεὶ προβαλλομένους».

πρόβασις· ἡ τῶν βοσκημάτων κτῆσις.

πρόβατα· πάντα τὰ τετράποδα.

προδοσίκομπος· ὁ ὑποσχετικός, ὁ τὰς ἑαυτοῦ ὑποσχέσεις ἐν οὐδενὶ τιθέμενος, ἀλλὰ προδιδούς.

προηγητής· Ἀττικῶς, προηγητήρ. ὁ τοῦ ζεύγους ἡγούμενος ἐν τοῖς γάμοις.

προκαλεῖσθαι· οὐ τὸ εἰς ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰς συμβάσεις καὶ συνθήκας. Θουκυδίδης. οἱ δὲ δικανικοὶ ἐπὶ πάσης προκλήσεως.

προκεχωρηκότος· προεληλυθότος. Θουκυδίδης.

πρόκνις· γένος ἰσχάδων.

προπόλιος· ὁ θᾶττον καὶ πρὸ τοῦ δέοντος πολιὰς ἐσχηκώς.

πρόσειλος· πρὸς τὴν τοῦ ἡλίου αὐγὴν τετραμμένος.

προσέκειτο· ἀντὶ τοῦ προσεῖχε. Θουκυδίδης πρώτῃ.

πρόσισχε· τὸ πρόσεχε. Κρατῖνος· «καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις». καὶ Εὔπολις· «πρόσισχε τὸν νοῦν τῇδε». καὶ Θουκυδίδης τρίτῃ· «παρανῖσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως». οὕτω δὲ καὶ ὑπίσχομαι τὸ ὑπισχνοῦμαι οἵ τε τραγικοὶ καὶ Ἀριστοφάνης· «τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι».

προστρόπαιος· ὁ ἱκέτης, ὁ πρός τινα δεητικῶς τρεπόμενος.

προτέλεια τὴν ἡμέραν ὀνομάζουσιν, ἐν ᾗ εἰς τὴν ἀκρόπολιν τὴν γαμουμένην παρθένον ἄγουσιν οἱ γονεῖς ὡς τὴν θεὸν καὶ θυσίαν ἐπιτελοῦσιν.

πρότριτα· τῇ τρίτῃ ἐπάνω ἡμέρᾳ. Θουκυδίδης ἐν δευτέρᾳ τὴν τρίτην πρὸ τῆς ἐκφορᾶς.

προὔνεικον· οὐ τὸν ἀκόλαστον, ἀλλὰ τὸν κομίζοντά τινα ἐξ ἀγορᾶς μισθοῦ. καὶ ἔγκειται τὸ ἐνεῖκαι.

πρωτόνεως καὶ ἀρχένεως καὶ ἄλλα πολλὰ ὁμοίως. καὶ περίνεως Θουκυδίδης πρώτῃ.

πτέον· διὰ τοῦ ε Ἀττικοί, οὐ πτύον.

πτερνίδες· τὰ πυθμένια τῶν λεκανίων.

πύνδαξ· πυθμήν.

πυός· τὸ πρωτόρρυτον γάλα καὶ νοστιμώτατον.

πυριάτη· θηλυκῶς τὸ πυρίεφθον· οὐχὶ πυρίατος οὐδὲ πυριατὴ ὀξυτόνως οὐδὲ πυρίεφθος.

Ῥαδαμάνθυος ὅρκος· ὁ κατὰ χηνὸς ἢ κυνὸς ἢ πλατάνου ἢ κριοῦ ἤ τινος ἄλλου τοιούτου. «οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν· θεοὺς δʼ ἐσίγων» Κρατῖνος Χείρωσιν. τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι.

ῥᾳδιουργός· ὁ κακοῦργος· καὶ ῥᾳδιουργία· ἡ περὶ πᾶν ὀλιγωρία καὶ εὐκαιρία καὶ θρασύτης. Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει.

ῥάζειν καὶ ῥύζειν· τὸ ὑλακτεῖν. ἀπὸ τούτου δὲ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας μετηνέχθη. Ἕρμιππος Εὐρώπῃ· «ῥύζων ἅπαντας ἀπέδομαι τοὺς δακτύλους». καὶ Κρατῖνος Δηλιάσιν· «ἵνα σιωπῇ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον», καὶ ἑξῆς· «ἔρραζε πρὸς τὴν γῆν βαλών, ὁ δʼ ἠσκάριζε κἀπέπαρδε.»

ῥαθαπυγίζειν· τὸ πλατεῖ τῷ ποδὶ εἰς τὰ ἰσχία ῥαπίζειν.

ῥαΐζειν· τὸ ἀπὸ νόσου ἀνασφάλλειν.

ῥάξ· θηλυκῶς ἡ ῥάξ. ὁ δὲ ῥὼξ καὶ βαρβαρισμὸς καὶ σολοικισμός.

ῥαχίαν· οἱ Ἀττικοὶ τὴν ἀκτὴν καὶ τὸν τόπον αὐτόν, ᾧ προσαράττει τὸ κῦμα. καὶ Θουκυδίδης οὕτως. οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρησιν τῆς θαλάττης.

ῥᾴων· ὁ ἐκ νόσου ὑγιής.

ῥία· ἀκρωτήρια ὄρθια καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. Θουκυδίδης· «οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν ῥίων ἐς τὴν εὐρυχωρίαν φοβούμενοι».

ῥινᾶν· ἐξαπατᾶν. Μένανδρος· «ἔγωγʼ ἐπίσταμαι ῥινᾶν».

ῥόας· ἄνευ τοῦ ι Ἀττικοί, ῥοιὰς Ἴωνες. Ἐπίλυκος.

ῥόφειν· Ἀττικῶς, ῥυφεῖν Ἰακῶς Ἱππῶναξ.

ῥοφήσομαι· ἀντὶ τοῦ ῥοφήσω λέγουσιν.

ῥῶπος καὶ γέλγη· ὁ ποικίλος καὶ λεπτὸς φόρτος, ὅθεν ῥωποπώλης καὶ γελγοπώλης.

σᾶ· τὰ σῶα λέγουσι μονοσυλλάβως ἀπὸ τοῦ σῶα συναιροῦντες. Εὐριπίδης ἐν Ὑψιπύλῃ· «εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα». καὶ σᾶ ἡ σώα. Ἀριστοφάνης· «ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος». καὶ σῶν τὸν σῶον καὶ σῷ οἱ σῶοι παρὰ Θουκυδίδῃ· οἱ δὲ συνηθέστερον γράφουσι δισυλλάβως σῶοι.

σάθων· ὑποκόρισμα παιδίων ἀρρένων. οὕτω Τηλεκλείδης.

σακεύουσι· τὸ ὑλίζουσι παρʼ Ἡροδότῳ.

σάκος οἱ Ἀττικοὶ λέγουσι διὰ τοῦ ἑνὸς κ.

σαλάμβη· ὀπή, διʼ ἧς τὸ σέλας βαίνει, καπνοδόκη. οὕτω Σοφοκλῆς.

σαμφόρας· ἵππος χαρακτῆρα ἔχων ἐγκεκαυμένον σῖγμα, ὅπερ οἱ Δωριεῖς ἔλεγον σάν· οὕτως κοππατίας καὶ βουκέφαλος.

σανίς· καὶ ἐν ᾗ τοὺς κακούργους ἔδουν καὶ ἐν ᾗ τὰς δίκας ἐνεχάραττον· τὸ μὲν ἐν Θεσμοφοριαζούσαις, τὸ δὲ ἐν Σφηξὶ δεδήλωται.

σάνναν· τὸν μωρόν. οὕτω Κρατῖνος.

Σαρδάνιος γέλως· ὁ καθʼ ὑπόκρισιν ἀπὸ τοῦ σεσηρέναι τοὺς ὀδόντας.

σειριᾷ· φλεγμαίνει, καροῦται.

σειράζει· ἀντὶ τοῦ στρέφει, καὶ σειριάζει· ἀστράπτει, τινάσσει.

σέσωται καὶ σεσωμένος· οἱ παλαιοὶ ἄνευ τοῦ σ. καὶ «διεζωμένοι» φησὶ Θουκυδίδης. οἱ δὲ νεώτεροι σέσωσμαι. ἐπʼ ἐνίων γὰρ ἁπλῶς παραλείπουσι τὸ σ· κεκλειμένον, πεπρημένον.

σηκίδες· τὰ οἰκογενῆ παιδισκάρια. κυρίως δὲ σηκύλη καὶ σηκὶς ἡ ἐν ἀγρῷ ταμιεῖον φυλάττουσα.

σίαλον· οὐδετέρως Ἀττικοί …

σῖγμα· τὰ σῖγμα δεῖ λέγειν, ἀλλʼ οὐχὶ τὰ σίγματα, καὶ γὰρ ἄκλιτα τῶν στοιχείων τὰ ὀνόματα· διὸ καὶ τὸ παρὰ τῷ Ξενοφῶντι ἐν τοῖς Ἑλληνικοῖς εἰρημένον οὐχ ὑφʼ ἓν «τὰ σίγματα τῶν ἀσπίδων» ἀναγνωστέον, ἀλλὰ δισυλλάβως μὲν «τὰ σῖγμα» καὶ ἀπʼ ἄλλης ἀρχῆς «τὰ τῶν ἀσπίδων» κατὰ διάστασιν ... οἱ δὲ κωμικοὶ μάλιστα ἐκκλίνουσι πᾶν τὸ ἔχον σιγμὸν καὶ ἐξήχησιν καὶ ψόφον, ἃ τῇ τραγωδίᾳ μᾶλλον ἂν ἁρμόττοι. διὸ καὶ διασύροντες τοὺς τραγικοὺς ὡς μὴ τοιούτους προσπαίζουσιν ἐν τῷ· «εὖ γέ σοι γένοιθʼ, ἡμᾶς ὅτι ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου». καὶ Περικλέα φασὶ πρῶτον ἐκκλῖναι τὸν διὰ τοῦ σ σχηματισμὸν τοῦ στόματος ὡς ἀπρεπῆ καὶ πλατύν, γυμναζόμενον ἀεὶ πρὸς τὸ κάτοπτρον ... Θετταλοὶ δὲ καὶ Κιτιεῖς οὐχ οἱ κατὰ Φοινίκην, ἀλλʼ οἱ περὶ Κύπρον, ὧν πόλις Κίτιον, «θάλατταν» ἔλεγον καὶ «πίτταν» καὶ «καρδιώττειν» καὶ «Ματταλίαν» καὶ τοιαῦτα, ὅσα οὐδαμοῦ Ἀττικὰ νομίζονται, ἀλλὰ τῶν γειτόνων Βοιωτῶν, τῷ μήτε Ὅμηρον μήτε τραγικοὺς μήτε Θουκυδίδην ἢ Πλάτωνα κεχρῆσθαι αὐτοῖς ... καὶ Ὅμηρος δὲ ποιητὴς ὢν καὶ ῥαψῳδῶν προσεῖχεν οὐκ ἄλλως τῷ ὄγκῳ. διὸ καὶ ἀρχόμενος τῆς ποιήσεως οὐκ ἰωνίζει οὐδὲ «θεή» λέγει, ἵνα μὴ συστείλας τὰ χείλη στενὸν τὸν ὄγκον ποιοίη.

Σιληνοί· δαίμονές τινες κομψοὶ τὰ εἰς ὄρχησιν καὶ εἰς Διονύσου τελετάς, οἱ Σάτυροι. Εὔπολις.

σιλλαίνει· μυλλαίνει, διὰ τῶν ὀφθαλμῶν σκώπτει καὶ μυλλίζει.

σίλλοι· εἶδος ποιήσεως κωμικῆς, καὶ σιλλογράφοι οἱ ταύτην μετιόντες.

σιλλοῦν· τοὺς ὀφθαλμοὺς ἠρέμα παραφέρειν ἐν τῷ διαφαυλίζειν καὶ διασύρειν. οὕτως Ἄρχιππος.

σῖτος· πᾶς ὁ σιτικὸς καρπός, οὐχ ὁ πυρὸς μόνον. καὶ αὐτὰ τὰ σιτία. Θουκυδίδης τετάρτῃ· «καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο, αἱ δὲ μετέωροι ὥρμουν».

σίτου ἐκβολή· Θουκυδίδης, ὅταν ὁ στάχυς τῆς κάλυκος ἐκφύηται, οὐχ ὅταν ἐκ τῆς γῆς ἀναδιδῶται τὰ σπέρματα.

σκαιεμβατεῖν· τὸ σκαιῶς καὶ ἀρρύθμως ἐμβαίνειν ὀρχούμενον, τὸ ἐν τῇ συνηθείᾳ κενεμβατεῖν.

σκάφιον· κουρὰ περιτρόχαλος. Ἀριστοφάνης· «σκάφιον ἀποκεκαρμένην» καὶ σκαφιόκουρον· τὸν κείροντα.

σκιμβάζειν· χωλεύειν, καὶ ἀσκωλίζειν τὸ αὐτὸ τοῦτο. οὕτως Ἀριστοφάνης.

σκόλλυς· …

σκότος καὶ σκότον· ἑκατέρως. οὕτως Ἀμειψίας.

σκῦλα λέγουσιν ὡς ἡμεῖς. καὶ σκυλεύματα Θουκυδίδης.

σκυτοδέψης· δερματομαλάκτης καὶ βυρσοδέψης.

σκυτοτόμος· σκυτεύς, λωροτόμος.

σορέλλη· σκῶμμα εἰς τοὺς γέροντας παρὰ τὴν σορόν. οὕτως Ἀριστοφάνης.

στάδια καὶ σταδίους ἑκατέρως λέγουσιν. ὁ Θουκυδίδης δὲ σταδίους ὡς ἐπὶ τὸ πᾶν· ἅπαξ δὲ μόνον στάδια εἴρηκεν ἐν ζʹ· «ἐν γὰρ τῷ πρόσθεν ἐπὶ πολλὰ στάδια μέλλων ἰέναι ...»

στάς· ἄνευ τοῦ ι ὁ Ἀττικὸς λέγει· ὁ δὲ Ἴων σταῖς.

στεγανόμιον· Ἀττικοὶ τὸν μισθὸν τοῦ πανδοχείου, ἡμεῖς δὲ τὸν τόπον, ἐν ᾧ ἑστιῶνται.

στίγων· ὁ στιγματίας. Ἀριστοφάνης Βαβυλωνίοις.

στλεγγίς· ἡ ξύστρα, καὶ στλεγγιζόμενος· ἀποξυόμενος. Ἀριστοφάνης Γήρᾳ· «εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδʼ ἔχοντα». καὶ Δαιταλεῦσιν· «οὐδʼ ἔστιν αὐτῇ στλεγγὶς οὐδὲ λήκυθος». καλεῖται δὲ στλεγγὶς καὶ χρυσοῦν ἔλασμα τὸ περὶ τῇ κεφαλῇ τῶν γυναικῶν.

στρεβλόν τὸν στραβὸν λέγουσιν. οὕτως Εὔπολις.

στρουθίζων· τρίζων. Ἀριστοφάνης.

στρουθοὶ ἄγριαι· αἱ στρουθοκάμηλοι.

στρωματόδεσμα· οὐδετέρως Ἀττικοί, ἃ καλοῦμεν ἐν τῇ συνηθείᾳ στρωματεῖς.

συγκομιδή· ὡς ἐπὶ καρπῶν. Θουκυδίδης ἐν τρίτῃ· «καὶ ἐν συγκομιδῇ καρποῦ ἦσαν». καὶ Λυσίας ἐν τῷ Πρὸς Ξενοφῶντα· «συγκομίσας δʼ ὀπώραν καὶ ἀποδόμενος τὸν ἀγρόν».

συηνία καὶ ὑηνία· ἀμαθία, σκαιότης παρὰ Φερεκράτει. καὶ συηνεῖν Πλάτων ὁ φιλόσοφος τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδές τι ποιεῖν.

σὺν τῷ κυνὶ καὶ τὸν ἱμάντα.

σφαγάς· τὰς κατακλεῖδας. Θουκυδίδης· «καὶ ὀϊστοὺς καθίεσαν ἐς τὰς σφαγάς».

σῷ· μονοσυλλάβως οἱ σῶοι καὶ παρὰ Θουκυδίδῃ. οἱ δὲ συνηθέστερον γράφουσι σῶοι.

σῶς· εὕρηται καὶ θηλυκῶς. Ἀριστοφάνης· «οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη».

Ταντάλου τάλαντα· παροιμία ἐπὶ τῶν πλουσίων, ἐπεὶ πλούσιός ποτε ἦν Τάνταλος, ὡς δηλοῖ Φιλήμων εἰπών·

«Κροίσῳ λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ». ἢ καὶ ἀπὸ τῆς τοῦ ὀνόματος ὁμοιότητος, ὡς ἀγαθίδες ἀγαθίδων ἢ ἀγαθίδες ἀγαθῶν.

Τάρας· ἀρσενικῶς καὶ θηλυκῶς.

τάριχος· οὐδετέρως οἱ Ἀττικοὶ ὡς ἐπὶ τὸ πολύ, ἐπʼ ἔλαττον δὲ καὶ ἀρσενικῶς. Μένανδρος·

«ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας». Φιλιππίδης· «τυρούς τε καὶ ταρίχους». Ἀριστοφάνης·

«ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτὸς· «τὸν τάριχον τουτονί πλύνων».

ταρροὶ καὶ ταρσοί· τάλαροι καὶ τὰ πλατύσματα τῶν κωπῶν, αὐτὸ τὸ πτέρωμα τῶν νεῶν. οὕτω Θουκυδίδης.

τέλεον καὶ τέλειον· τελείους τοὺς γεγαμηκότας καλοῦσι, καὶ τελεωθῆναι τὸ γῆμαι.

τελετή· θυσία μυστηριώδης.

τέλος οἱ Ἀττικοὶ τάττουσι καὶ ἀντὶ τάξεως καὶ τάγματος καὶ δαπάνης, ἔνθεν ὁ πολυτελὴς καὶ εὐτελὴς καὶ ὁ συντελής, καὶ τὸ εἰς γάμους ἀνάλωμα, ὅθεν τὰ προτέλεια. λέγεται καὶ ἀντὶ ἀρχῆς. Θουκυδίδης· «προσελθὼν δὲ τοῖς ἐν τέλει οὖσιν», ὡς εἰ ἔφη «τοῖς ἐν ἀρχῇ οὖσι». σημαίνει καὶ τὸ ἀποτέλεσμα τῶν πραγμάτων, καὶ τὸ εἰσπραττόμενον ὑπὸ τῶν τελωνῶν χρέος «τέλος» καλεῖται.

τέμαχος· οὐδετέρως Ἀττικοί …

τετρῶρον ἅρμα· προπερισπωμένως ἀπὸ τοῦ τετράορον· τέθριππον ἤγουν τετράϊππον.

τεττιγοφόροι· οἱ Ἀθηναῖοι. τέττιγας γὰρ ἐφόρουν χρυσοῦς, σύμβολον τοῦ γηγενεῖς εἶναι. Θουκυδίδης πρώτῃ· «καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν». ἢ ὅτι μουσικοί· μουσικὸς γὰρ ὁ τέττιξ. γηγενεῖς δὲ ὅτι καὶ Ἐρεχθεύς, ὁ οἰκιστὴς τῶν Ἀθηνῶν, ἀπὸ τῆς γῆς ἐτέχθη.

τευτάζειν· πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγγεύεσθαι καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμος προσθείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν ἢ ἐνεργεῖν. καὶ Ἀρτεμίδωρος τὸ φροντίζειν. Φρύνιχος Μύσταις· «μάστιγα δʼ ἐν χεροῖν ἔχων ἐτεύτασεν». Πλάτων Ξαντρίαις· «ἦν δὴ θόρυβος τευταζόντων», ἀντὶ τοῦ πραγματευομένων ἢ διατριβόντων· καὶ ἐν Τιμαίῳ· «τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετευτακότι», οἷον διατετριφότι· γράφεται καὶ τεταυτακότι. Τηλεκλείδης· «πάντες δὲ τευτάζουσιν οἱ διάκονοι», ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης· «ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι». σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ, καὶ τὸ ἡσυχάζειν. καὶ τευτάζων· τὸ αὐτὸ ἀεὶ λέγων, φλυαρῶν.

τηθαλλαδοῦς· γυναικοτρόφος, ὑπὸ τήθῃ τεθραμμένος, ὃν οἱ πολλοὶ μαμμόθρεπτον λέγουσιν.

τήθη· μάμμη, ἡ πατρὸς ἢ μητρὸς μήτηρ.

τηθίς· θεία, πατρὸς ἢ μητρὸς ἀδελφή.

τὴν γλαῦκα τωθάζουσι· παροιμία.

τὴν ἐμὴν κάμνεις νόσον· παροιμία ὡς ἡ τοιαύτη· «ταὐτὸν ἕλκομεν ζυγόν».

τιγγάβαρι· τὸ κιννάβαρι Ἀττικοί. Διοκλῆς· «ἡ μίλτος οἶμαι καὶ τὸ τιγγάβαρι».

τίτθαι· αἱ τοὺς τιτθοὺς παρέχουσαι, τροφοὶ δὲ καὶ τιθηνοὶ αἱ τὸν ἄλλον πόνον ἀναδεχόμεναι, αἵτινες περιφέρουσι καὶ προσπαίζουσι καὶ τῆς ἄλλης τροφῆς τῆς μετὰ τὸν ἀπογαλακτισμὸν ἐπιμέλειαν ἔχουσιν.

τιτθοί· μαστοί.

τίτις· βραχὺ ὀρνίθιον ἢ καὶ πᾶν μικρὸν ὀρνίθιον.

τὸν ἀφʼ ἱερᾶς· γραμμὴ ἐν τῇ τῶν πεττῶν παιδιᾷ. Μένανδρος Καταψευδομένῳ.

τραυματισθῆναι· ἀντὶ τοῦ τρωθῆναι. Θουκυδίδης τετάρτῃ.

τρία καὶ δύο· ἐπὶ τῆς κράσεως τοῦ οἴνου. Ἀριστοφάνης Ἱππεῦσιν· «ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο». Ἡσίοδος· «τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἶνον». Εὔπολις Αἰξίν· «Διόνυσε χαῖρε· μή τι πέντε καὶ δύο;» τοιοῦτο καὶ τὸ παροιμιακόν· «ἢ πέντε πίνειν ἢ τρίʼ, ἢ μὴ τέτταρα». τὸ μὲν γὰρ πέντε ἐστὶ τρία καὶ δύο, τὸ δὲ τρία ἥμισυ καὶ διπλάσιον, τὸ δὲ τέτταρα ἴσον ἴσῳ.

τριακοντούτης· παροξυτονεῖται. κοινὸν δέ ἐστιν ἀμφοτέρων τῶν γενῶν, καὶ τὰ πλήθη τριακοντούτεις. καὶ παρὰ Θουκυδίδῃ τριακοντούτεις σπονδαὶ εἴρηνται. καὶ Ἀριστοφάνης.

τρίτου κρατῆρος· τοῦ σωτῆρος, ὃν καὶ τέλειον ἔλεγον. τὸν μὲν πρῶτον Ὀλυμπίων φασί, τὸν δὲ δεύτερον ἡρώων, «τὸν δὲ τρίτον Ὀλυμπικῶς τῷ Σωτῆρι τε καὶ Ὀλυμπίῳ» Πλάτων Πολιτείᾳ.

τρυσίππιον· ἔγκαυμα ἵππου γεγηρακότος ἐπὶ τῆς γνάθου τροχῷ ὅμοιον. Εὔπολις· «ἀλλʼ ὥσπερ ἵππῳ μοὐπιβαλεῖς τρυσίππιον».

τρύχνον· τὴν πόαν. θηλυκῶς λέγουσι τὴν τρύχνον, οὐ τὸν τρύχνον. ... καὶ παρὰ τὴν παροιμίαν τὴν «ἁπαλώτερος τρύχνου» παρῳδῶν ὁ κωμικός φησιν· «ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου».

τύλη· τὸ ἐπὶ τῶν τενόντων αὐχενίων φῦμα. Ἀριστοφάνης.

τυμβογέροντες· πέμπτη ἡλικία γερόντων, ὡς καὶ Θεόφραστος. παραπλῆγες καὶ τῇ διανοίᾳ παρηλλαγμένοι, Ἀριστοφάνης.

τύρβη· Ἀττικῶς, σύρβη κοινῶς.

τυρεύεται καὶ τυρεῖται· συνίσταται καὶ συμπήγνυται.

τυρευθέντα· κινηθέντα, ταραχθέντα.

τυφεδανός· τετυφωμένος καὶ ἀσθενὴς οἷον καπνός.

τῶν γὰρ ὑστάτων χάρις· παροιμία.

τῶν δʼ ὄνων οὔ μοι μέλει.

τῶν δυνατῶν τι κέλευʼ, οὐ γὰρ παρὰ Κενταύροισι.

ὕαλος· διὰ τοῦ α, οὐχὶ ὕελος, καὶ θηλυκῶς ἡ ὕαλος, καὶ ὑάλινον. Ἀριστοφάνης Ἀχαρνεῦσιν· «ἐξ ὑαλίνων ποτηρίων καὶ χρυσίδων».

ὑγιέστερος ὄμφακος· παροιμία ὥσπερ καὶ «ὑγιέστερος Κρότωνος». πολλοὶ γὰρ Κροτωνιᾶται ἀσκηταί. καὶ «ὑγιέστερος κολοκύντης».

ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις· τοῦτο ἐξ ἐπιγράμματος εἶναι μέρος, οἱ μὲν Ἀσκληπιάδου, οἱ δὲ Θεαιτήτου φασίν.

ὑηνῶν· σκαιῶν καὶ ἀμαθῶν. οὕτω Καλλίας.

ὑπάγειν εἰς δίκην· τὸ ἄγειν. καὶ Θουκυδίδης καὶ ἄλλοι.

ὑπαγωγάς· τὰς ἀναχωρήσεις. «διώξεις τε καὶ ὑπαγωγάς» φησὶ Θουκυδίδης.

ὑπαντάξ· ἐξ ἐναντίας. Ἀριστοφάνης· «ἔφευγε· κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην».

ὑπείπομεν· ἀντὶ τοῦ προείπομεν. Θουκυδίδης.

ὑπέρχρεως· κατάχρεως.

ὑπόγραμμα· ᾧ τοὺς ὀφθαλμοὺς ὑπογράφουσι. καὶ ὑπογεγραμμένη· ἐστιβισμένη. Ἀριστοφάνης.

ὑποκρίνεσθαι· τὸ ἀποκρίνεσθαι οἱ παλαιοί. καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ἑβδόμῃ· «εἰ δʼ οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο». καὶ οἱ Ἴωνες οὕτως, ὡς Ἡρόδοτος· «οἱ μὲν ταῦτα ὑποκρινάμενοι Ἀθηναίων ἀπηλλάττοντο».

ὑπόξυλος· κίβδηλος, ὡς ὑπόχαλκος. Μένανδρος Περινθίᾳ· «οὐδʼ αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος», οἷον κίβδηλος καὶ οὐ γνήσιος οὐδὲ ἀληθής.

ὑποσακίζειν· ὑπεξαίρειν, ἀναλοῦν. … «χρήμαθʼ ὑποσακιζόμενοι». καὶ ὑποσακίζειν τῆς ὁδοῦ· τὸ προκόπτειν.

ὑποτίτθια· ὑπομάζια παιδία, καὶ ὑπότιτθον ὁμοίως· τὸ ὑπομάζιον.

φάλαγξ· θηλυκῶς ὁ ἀράχνης. Πλάτων Ἑλλάδι «εἴξασιν ἡμῖν οἱ νόμοι τούτοισι τοῖσι λεπτοῖς ἀραχνίοις, ἃν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνει».

φαρμακός· τὸ κάθαρμα, βραχέως. οἱ δὲ Ἴωνες ἐκτείνοντες λέγουσι φαρμακόν. οὗτοι γὰρ διὰ τὴν τῶν βαρβάρων παροίκησιν ἐλυμήναντο τῆς διαλέκτου τὸ πάτριον, τὰ μέτρα, τοὺς χρόνους. δηλοῖ καὶ Ἱππῶναξ.

φάρυγξ· θηλυκῶς Ἀττικοί.

φασκώλιον· δερμάτινον βαλάντιον οἷον θυλάκιον. καὶ φάσκωλος· ἡ ἱματιοφορίς.

φατρία· ἣν Ἴωνες πατριάν.

φαυλία· εἶδος ἐλαίας γινομένης ἐκ κοτίνου κοπέντος καὶ μεταφυτευθέντος.

φαῦλον· τοῦτο τάσσεται ἐπὶ τεσσάρων σημασιῶν· ἐπὶ μὲν κακοηθείας Δημοσθένης· «οὐ γὰρ εἰ φαύλοις ὑμεῖς προστάταις χρῆσθε». ἐπὶ δὲ ἀγαθοῦ Εὐριπίδης ἐν Λικυμνίῳ ἐπὶ τοῦ Ἡρακλέους· «φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν». ἐπὶ δὲ μεγέθους, ὡς τὸ φαῦλον στόμα, καὶ ἐπὶ τοῦ μικροῦ εὐθέως ἐν ἀρχῇ τοῦ Κατʼ Ἀριστοκράτους, ὅθεν καὶ φαύλην ἐλαίαν τὴν μικρόκαρπον. Πλάτωνι δὲ καὶ τοῖς ἄλλοις Ἀττικοῖς σημαίνει τὸ ἁπλοῦν καὶ ῥᾴδιον, ἡμεῖς δὲ ἐπὶ τοῦ κακοῦ καὶ μοχθηροῦ τάσσομεν.

φαύλως· τὸ ἁπλῶς καὶ ἡσυχῇ. Ἀριστοφάνης· «φαύλως φέρει νῦν τὸ κακόν».

φερνήν· τὴν προῖκα. καὶ Αἰσχίνης ὁ ῥήτωρ καὶ Μένανδρος.

φέρνια· ἰχθύων σπυρίδες. Μένανδρος. «ὁ προσιών γέρων ἁλιεύς, παρʼ οὗ τὸ φέρνιον τρίτην ταύτην ἐπριάμεθʼ ἡμέραν».

φεῦ· σχετλιαστικὸν ἐπίρρημα ἢ ὀδυνηρὸν οἴμωγμα.

φθάνοντος ἔργον γίνεται.

φίλιππος· τῆς μέσης δασυνομένης τὸ προσηγορικόν. Σοφοκλῆς Τηρεῖ· «Ἥλιε, φιλίπποις Θρῃξὶ πρέσβιστον σέλας». Φίλιππος δὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ ἀνήρ· «ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος».

φιλύρα· φυτὸν ἔχον φλοιὸν βύβλου, παπύρῳ ὅμοιον, ἐξ οὗ τοὺς στεφάνους πλέκουσιν.

φοβερός· ὁ φοβούμενος παρὰ Θουκυδίδῃ καὶ Φερεκράτει.

Φοινικίοις γράμμασι· ἐπεὶ δοκεῖ Κάδμος ἀπὸ Φοινίκης αὐτὰ κεκομικέναι.

φορμός· προκάλυμμα ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδες κομίζεσθαι.

φράτηρ· Ἀττικοί, Ἴωνες δὲ διὰ τοῦ ω.

φυσίζωος· ἡ τὰ πρὸς τὸ ζῆν φύουσα.

φύσκη· τὸ παχὺ ἔντερον.

χαλκιδίζειν· τὸ ῥωτακίζειν, ἐπεὶ αὐτοί τε καὶ Ἐρετριεῖς δοκοῦσι τῷ ρ κατακορεστέρως χρῆσθαι ἀντὶ τοῦ σ τιθέντες.

χαλκοκρᾶς· ὁ χαλκῷ κεκραμένος.

χαμᾶζε ἀεὶ προπερισπᾶται, τὸ δὲ χαμᾶθεν ὡς ἐπὶ πλεῖστον.

χαραδριός· ὄρνις τις, εἰς ὃν ἀποβλέψαντες, ὡς λόγος, οἱ ἰκτεριῶντες ῥᾷον ἀπαλλάττονται. ὅθεν καὶ ἐγκρύπτουσιν αὐτὸν οἱ πιπράσκοντες, ἵνα μὴ προῖκα ὠφελῶνται οἱ κάμνοντες. «καί μιν καλύπτει· μῶν χαραδριὸν περνᾷς;» ὥς φησιν Ἱππῶναξ.

χάραξ· θηλυκῶς τὸ τῆς ἀμπέλου ὑπόστημα, ἀρσενικῶς τὸ χαράκωμα τοῦ στρατοπέδου.

χαροπός· περιχαρής, εὐόφθαλμος.

χάρων· ὁ λέων ἀπὸ τῆς χαροπότητος.

χειλός· πόα, χόρτος.

χειμάμυνα· παρʼ Αἰσχύλῳ, ἡ παρʼ Ὁμήρῳ ἀλεξάνεμος.

χείμαρος· τρῆμα νεώς, ὅθεν ἡ ἀντλία ἐκρεῖ.

χιτώνιον· ὁ ζωστὸς χιτὼν καὶ γυναικεῖος. ὁ δὲ ἀνδρεῖος χιτωνίσκος, ὅ τινες ἐπενδύτην, τὸ δὲ βραχὺ χιτωνισκάριον. χιτώνιον δὲ καὶ χιτωνάριον λεπτὸν ἔνδυμα γυναικεῖον πολυτελές. Μένανδρος· «λελουμένη γὰρ ἡτέρα καὶ διαφανές χιτωνάριον ἔχουσα». Ἀριστοφάνης· «ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον».

χοινίκαι· παχεῖαι πέδαι, ὧν εὐθεία ἡ χοινίκη, παρονομασθεῖσα ἐκ τῆς χοίνικος.

χορὸν λαμβάνειν· ἐν ἴσῳ τῷ εὐδοκιμεῖν καὶ νικᾶν. παρὰ γὰρ τοῖς Ἀθηναίοις χοροῦ ἐτύγχανον κωμῳδίας καὶ τραγῳδίας ποιηταὶ οὐ πάντες, ἀλλʼ οἱ εὐδοκιμοῦντες καὶ δοκιμασθέντες.

χορτάζεσθαι κυρίως ἐπὶ τῶν ὑποζυγίων λέγεται, τίθεται δὲ καὶ ἐπʼ ἀνθρώπων.

χορταῖος· ὁ δασὺς καὶ μαλλωτὸς χιτών.

χοῦς· ἀρσενικῶς, τὸ ἐπιβαλλόμενον τῇ ὀροφῇ λεπτὸν χῶμα. Θουκυδίδης.

χρέως· Ἀττικοί, χρέος Ἴωνες. οὕτως Πλάτων καὶ Δημοσθένης. λέγουσι δὲ καὶ χρέος. καὶ τοῦτο μὲν διαφέρουσαν ἔχει γενικὴν «τοῦ χρέους», τὸ δὲ χρέως τὴν αὐτὴν «τοῦ χρέως». τὰ σύνθετα δὲ μᾶλλον διὰ τοῦ ω, ὑπέρχρεως, ἀξιόχρεως.

χρήστης· καὶ ὁ δανείσας καὶ ὁ ὀφείλων.

χρυσολαβὲς ξιφίδιον· τὸ χρυσῆν ἔχον τὴν λαβήν.

χύρρε· ἐπίφθεγμα πρὸς τοὺς ὗς.

χυρρεῖον· δεσμός, ᾧ δεσμεῖται τὰ χοιρίδια.

χύρριον ξύλον· ᾧ προσδεσμεύονται οἱ ὗς.

χωλός· καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. Εὔπολις· «ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρʼ εὖ σφόδρα». καὶ κυλλοὺς οἱ Ἀττικοὶ ἐπὶ ποδῶν καὶ χειρῶν ὁμοίως.

ψατάλλειν καὶ ψαθάλλειν· τὸ ψηλαφᾶν καὶ μαλάττειν αἰσχρῶς.

ψιλῆται· οἱ ἐν μάχῃ γυμνῆτες, καὶ ψιλίζεσθαι τὸ ψιλοῦσθαι.

ψῖσαι· ψωμίσαι.

ψό· ἐπὶ τοῦ σαπροῦ καὶ μὴ συναρέσκοντος. Σοφοκλῆς Ποιμέσι. ἔστι δὲ ἀποκομματικὸν λεξείδιον τοῦ ψόθου. ψόθον γὰρ καλοῦσιν Ἀριστοφάνης· «πλέῳ γράσου τε καὶ ψόθου», οἷον καὶ «ῥύπου τε καὶ ψόθου πλέως» Αἰσχύλος Θεωροῖς.

ψύλλα καὶ ψύλλαι· θηλυκῶς. παρὰ δὲ Ἡροδότῳ Ψύλλοι, ἔθνος Λιβύης, καὶ τὸ ἐν τῇ Μεσσηνίᾳ Μενάνδρου κύριον ὄνομα. τὸ δὲ ζῷον τὸ μικρὸν ἀρσενικῶς Ἐπίχαρμος εἶπε καὶ ἕτεροι.

ᾦα· μηλωτή, διφθέρα. οἶς γὰρ τὸ πρόβατον.

ὤα· τὸ λῶμα τοῦ ἐνδύματος περὶ τὴν πέζαν ἢ τὸ περιστόμιον.

ὠγύγιον· ἀρχαῖον, ἀπό τινος Ὠγύγου, βασιλέως ἀρχαίου Θηβῶν.

ὤζειν· θαυμάζειν ὡς «ὤ» λέγειν, καθὰ καὶ οἰμώζειν τὸ «οἴμοι» λέγειν καὶ φεύζειν τὸ «φεῦ» λέγειν.

ὦ μέλε παρὰ τοῖς νεωτέροις ὑπὸ γυναικῶν λέγεται μόνον, ὡς τὸ «ὦ τάλαν». παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπʼ ἀνδρῶν, ὡς ἐν Ἱππεῦσιν Ἀριστοφάνους καὶ ἐν Θεαιτήτῳ Πλάτωνος. Μένανδρος Συνερώσῃ· «ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε;» σημαίνει δὲ «ὦ δείλαιε, ὦ πονηρέ», ἔνιοι δὲ «ὦ ἐπιμελείας ἄξιε» καὶ οἷον μεμελημένε.

ὤμιλλα· παιδιά τις, ἐν ᾗ ὁ εἰς τὸν κύκλον βαλὼν κάρυον ὥστε ἐμμεῖναι νικᾷ. Εὔπολις Χρυσῷ γένει· «κἄπειτʼ εἴσειμʼ ἐνθάδε μείνας εἰς ὤμιλλαν, κἂν μὴ μεθιῇ».

ὠμογέρων· ὁ παρʼ ἡλικίαν γεγηρακὼς διὰ λύπην ἢ συμφοράν. καὶ πρεσβύτης, οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη.

ὠμοθέτησαν· τὸ ἀφʼ ἑκάστου μέλους τοῦ ἱερείου ἀπετέμοντο καὶ ἀπήρξαντο ἀπʼ ὤμου καὶ ἐνέβαλον εἰς τὰ μηρία κατὰ τὴν θυσίαν.

ὤνευον· παρὰ Θουκυδίδῃ τὸ ἐκίνουν καὶ περιῆγον. ὄνος γὰρ τοῦ μύλου τὸ κινούμενον, καὶ αἱ τοιαῦται μηχαναὶ ὄνοι.

ὠόπ· ναυτικὸν ἐπίφθεγμα.

ὦ οὗτος, ὦ τάλαν καὶ ὦ μέλε· ταῦτα παρὰ τοῖς νεωτέροις ὑπὸ μόνων λέγεται γυναικῶν, παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπʼ ἀνδρῶν. πολλάκις δὲ καὶ ἐπὶ πλήθους φασὶ τὸ «ὦ τάν», ὡς παρὰ Νικοφῶντι. οἱ γὰρ Ἀττικοὶ τὴν πρώτην συλλαβὴν περισπῶσιν, τὴν δὲ δευτέραν βραχύνουσιν. καὶ βέλτιον· ἀδύνατον γὰρ εὑρεθῆναι μίαν λέξιν δύο ἔχουσαν περισπωμένας. Δίδυμος δὲ τὸ πλῆρες εἶναί φησιν «ὦ ἐτάν» ἀγνοῶν, ὡς ἄρα τοῦ ἔτης ἡ κλητική ἐστιν ἔτα καὶ Δωρικῶς ἔταν.

ὠόψ· ἐπίφθεγμα τῶν ἀφιέντων τινὰς ἅμα τρέχειν ἤ τι τοιοῦτον ποιεῖν.

ὠτοκάταξις· ὠτοθλαδίας, τὰ ὦτα τεθλασμένος ἐν παλαίστρᾳ.

ὦτος· ὄρνεον, ὃ περὶ τὰ ὦτα ἔχει πτερύγια. τοῦτο ἐπαινούμενον καὶ ἀντορχούμενον ὥσπερ ὁ νυκτικόραξ ἁλίσκεται. διὸ τοὺς χαύνους καὶ κενοδόξους ὤτους καλοῦσιν.