On OrthographyΠερὶ ὀρθογραφίας
Herodian of Alexandria On Orthography PDF
On Orthography is a technical grammatical treatise by the 2nd-century CE Alexandrian scholar Herodian. Composed during a period of revived interest in classical Attic Greek, the work systematically establishes rules for the correct spelling of Greek words, addressing issues such as the use of single versus double consonants, vowel spellings, and proper accentuation. Structured as a collection of 205 discrete passages, it represents a key product of Alexandrian scholarship, applying analytical principles to codify the Attic dialect as the authoritative standard for literary composition. The treatise was designed both to settle contemporary orthographic debates and to serve a practical pedagogical function for scholars, students, and the educated elite. Only a portion of the original text survives today, primarily through fragments and excerpts preserved by later Byzantine grammarians; the extant collection likely constitutes a modern reconstruction of these surviving parts.
| 3,2 407 (1t) | ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ. Περὶ συντάξεως. Eustath. p. 709, 15 ad Il. Θ 206: κανὼν γραμματικὸς λέγει, ὡς, εἰ μέσον δύο φωνηέντων εὑρεθῇ σύμφωνον ἐν ἁπλότητι ἢ συνθέσει ἢ καὶ συναλοιφῇ, τῷ δευτέρῳ τουτέστι τῷ ἐπαγομένῳ φωνήεντι ἀκολουθεῖ. ἐν ἁπλότητι μὲν ἐπὶ τοῦ ἔτι τὸ τ τῷ ι συντάσσεται, ἐν συνθέσει δὲ ἐπὶ τοῦ κατάγω ὁμοίως τῷ μετ’ αὐτὸ α συμβιβάζεται, ἐν συναλοιφῇ δὲ ἐπὶ τοῦ κατ’ ἐμὲ τῷ ἐφεξῆς συγγράφεται. Τιμοθέου Γάζης κανόνες καθολικοὶ περὶ συντάξεως in Anecd. Paris. IV p. 239, 15—240, 4: Πᾶν σύμφωνον μεταξὺ δύο φωνηέντων ἐν ἑνὶ μέρει λόγου ἤγουν ἐν μιᾷ λέξει τῷ ἐπιφερομένῳ φωνήεντι συνάπτεται οἷον ἄγω, φέρω, δέρω, χαίρω, Πλάτωνος, Θέωνος, πρόσοδος, ἔξοδος, εἴσοδος, δυσώδης. ἰδοὺ ἐπὶ τούτων τὸ σύμφωνον μεταξὺ δύο φωνηέντων ὑπάρχον τῷ ἐπιφερομένῳ φωνήεντι συνάπτεται καὶ οὐ τῷ προηγουμένῳ. ἐπὶ μὲν γὰρ τοῦ ἄγω τὸ γ μετὰ τοῦ ω ἐστὶ καὶ οὐ μετὰ τοῦ α . ἐπὶ δὲ τοῦ φέρω τὸ ρ μετὰ τοῦ ω ἐστι καὶ οὐ μετὰ τοῦ ε . καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. πρόσκειται ἐν τῷ κανόνι «ἐν ἑνὶ μέρει λόγου» ἤγουν ἐν μιᾷ λέξει, ἐπειδὴ ἐὰν εὑρεθῶσι δύο μέρη λόγου ἤγουν δύο λέξεις, οὐ συνά‐ |
| 3,2 408 | πτεται τὸ σύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρὶς εὑρίσκεται τὸ σύμφωνον τῆς προηγουμένης λέξεως, καὶ χωρὶς τὸ φωνῆεν τῆς ἐπιφερομένης οἷον ὑπὲρ Ἀπολλωνίου, σὺν Ἀπολλωνίῳ, πρὸς Ἀπολλώνιον. ἐπὶ τούτων γάρ, ἐπειδὴ δύο λέξεις εἰσίν, οὐ συνάπτεται τὸ σύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρίς ἐστι τὸ σύμφωνον καὶ χωρὶς τὸ φωνῆεν. ἐπὶ μὲν γὰρ τοῦ ὑπὲρ Ἀπολλωνίου τὸ ρ χωρίς ἐστι καὶ τὸ α χωρίς, ἐπὶ δὲ τοῦ σὺν Ἀπολλωνίῳ τὸ ν χωρὶς καὶ τὸ α χωρίς, ἐπὶ δὲ τοῦ πρὸς Ἀπολλώνιον τὸ ς χωρὶς καὶ τὸ α χωρίς. δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων ἔκθλιψιν· ἐπὶ τούτων γὰρ τὸ σύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι συνάπτεται οἷον κατ’ Ἀπολλωνίου, μετ’ Ἀριστάρχου, ἐπ’ αὐτῷ, κατ’ αὐτόν, καθ’ ἡμῶν. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰ καὶ δύο λέξεις εἰσί, τὸ σύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι συνάπτεται, ἐπειδὴ ἔκθλιψις ἐγένετο. Περὶ συμφώνων. Il. Pr. Θ 441: ἀμβωμοῖσ ι : Χρύσιππος ὑφ’ ἓν προφέρεται· ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ προπερισπᾷ. λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100). χρὴ μέντοι γινώσκειν, ὅτι διὰ τοῦ μ γράφεται κἂν παράθεσις ᾖ ὁμοίως τῷ «ἂμ φόνον, ἂν νέκυας» (Il. Κ 298). τὸ δὲ αἴτιον ἐν τοῖς περὶ ὀρθογραφίας εἴρηται. E. M. 792, 34: φθέγμα ὁ μὲν Ὦρος δι’ ἑνὸς γ γράφει, ὁ δὲ Ἡρωδιανὸς διὰ δύο φθέγμα· καὶ ἴσως παρὰ τὸ φθέγγομαι· τὸ δὲ φθέγγομαι κατὰ πλεονασμὸν τοῦ θ γίνεται· παρὰ τὸ φῶ τὸ λάμπω γίνεται φέγγος καὶ φέγγω φθέγγω παρὰ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ. E. Orion. 150, 21: σπόγγος εἰ μὲν διὰ τοῦ π παρὰ τὸ σπᾶν τὰ ὑγρά, διὰ δὲ τοῦ φ παρὰ τὸ σφίγγειν κατὰ τὰς ἐκθλίψεις. οὕτως Ἡρωδιανό ς. E. Gud. 87, 52: ἀσπάραγος ὁ λεγόμενος φάρυγξ. εἴρηται ἄνευ τοῦ α σφάραγος παρὰ τὸ σφαραγεῖν ὅ ἐστιν ἠχεῖν, δι’ αὐτοῦ γὰρ ἡ |
| 3,2 409 | φωνὴ φέρεται: Ἡρόδικος δέ φησι πλεονασμῷ τοῦ α καὶ τοῦ ς εἶναι ἀσφάραγον ἀντὶ τοῦ φάρυγγα. Πτολεμαῖος δὲ ὅτι οἱονεὶ ἀσπαίρει· ἄλλοι δὲ διὰ τὸ μὴ σπᾶσθαι ἀσπάραγον καὶ ἀσφάραγον· κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεονασμὸν τοῦ α ἀσφάραγον τὸν φέροντα τὴν φωνήν. οὕτως Ἡρωδιανό ς. E. Orion. 57, 29: ἐχθρό ς : παρὰ τὸ ἔχθος ἐχθηρὸς καὶ συγκοπῇ ἐχθρός ἢ ὡς κῦδος κυδρός. οἱ δὲ διὰ τοῦ κ γράφοντές φασιν εἶναι ἐκθρός ὁ ἔξω τεθορηκώς, εἴγε σύμβασις ἡ φιλία. οὕτω φησὶν Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ, διὰ δὲ τοῦ χ γράφει. E. Or. 167, 15: ψυχρό ς : παρὰ τὸ ψῦχος ψυχρός. οὕτως ἐν τῇ ὀρθογραφίᾳ Ἡρωδιανό ς. Περὶ φωνηέντων. Theogn. 12, 26 et 85, 7: Πᾶσα λέξις ἀπὸ τῆς χε συλλαβῆς ἀρχομένη φεύγει τὴν διὰ τῆς αι διφθόγγου γραφήν· σεσημειωμένου τοῦ χαίτ η, ὃ δηλοῖ τὴν τρίχα· γέγονε δὲ ἀπὸ τοῦ κρατῶ κράτη· ἐκβολῇ τοῦ ρ καὶ τροπῇ τοῦ κ εἰς χ καὶ πλεονασμῷ τοῦ ι χαίτη. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ. ἔτι δὲ καὶ τὸ χαίρω καὶ χαίνω καὶ τὸ χαιός, ὃ δηλοῖ τὴν ῥάβδον, καὶ τῶν παρ’ αὐτῶν συγκειμένων τοῦ χαιρέκακος καὶ τῶν ὁμοίων. Eustath. 1392, 23: σημείωσαι ὡς γαιήοχος μὲν μοναχῶς διὰ διφθόγγου· γεοῦχος δὲ καὶ γηοῦχος καθ’ Ἡρωδιανὸν μὲν καὶ Δίδυμον διὰ τοῦ ε ψιλοῦ παρὰ τὴν ψιλογραφουμένην γέαν, ἧς συναίρεμα |
| 3,2 410 | ἡ γῆ, ἄλλοι δὲ διὰ τῆς αι διφθόγγου παρὰ τὴν λοιπὴν γαῖαν, ἐξ ἧς καὶ γαιήοχος. E. M. 630, 18 coll. Choer. Orth. p. 243. 6: ὀρίγανο ν : διὰ τοῦ ι γράφεται κατὰ παράδοσιν· ὤφειλε δὲ ἐκ τῆς ἐτυμολογίας διὰ διφθόγγου γράφεσθαι. τὰ γὰρ ἀπὸ δοτικῆς τῶν εἰς ος οὐδετέρων συντιθέμενα γίνεται τοιοῦτον τὸν τρόπον· εἰ μὲν φωνῆεν ἐπιφέρεται ἢ ἓν ἁπλοῦν σύμφωνον, φυλάττεται ἡ ει δίφθογγος οἷον ὄρει ὀρείαυλος, ὀρειγενής ὁ ἐν τῷ ὄρει γεννηθείς, ἔγχει ἐγχείμορος. εἰ δὲ δύο σύμφωνα ἐπιφέρηται, ἀποβάλλουσι τὸ ε · ἔγχει ἐγχίκτυπος, ὄρει ὀρίτροφος χωρὶς τῶν παρὰ τὸ κάλλος καὶ τὸ ὕψος οἷον καλλιπάρθενος, ὑψίθρονος. κρεῖττον δὲ σημειοῦσθαι μόνα τὰ παρὰ τὸ κάλλος· περὶ γὰρ τῶν δοκούντων παρὰ τὸ ὕψος εἶναι λέγεται, ὅτι παρὰ τὸ ὕψι ἐπίρρημά εἰσι. τούτων οὕτως ἐχόντων τὸ ὀρίγανον ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι· παρὰ γὰρ τὴν ὄρει δοτικὴν καὶ τὸ γάνος τὸ σημαῖνον τὴν χαρὰν γίνεται· τὸ γὰρ ὀρίγανον ἐν τῷ ὄρει χαίρει. ἀλλὰ διὰ τοῦ ι ἐπεκράτησε λέγεσθαι. Ἡρωδιανό ς. E. Gud. 100, 48: ἄχρι ἀπὸ τοῦ μέχρι ἀποβολῇ τοῦ μ καὶ μεταθέσει τοῦ ε εἰς α . οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ. Steph. Byz. 359, 5 s. v. Καρία: Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ ἀμφίβολον αὐτό (sc. utrum Κάϊρα an Κάειρα) φησιν. ἐν δὲ τῇ καθόλου χρήσει ἑπόμενος διὰ διφθόγγου φησίν· ὑπομνηματίζων δὲ τὸ περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ ι μακροῦ. E. M. 692, 33: τὸ πρώϊρα οἱ μὲν διὰ τοῦ ι λέγουσιν ὡς ἀπὸ τοῦ πρῷρα κατὰ διάστασιν τοῦ ι πρώϊρα. ὁ δὲ Ἡρωδιανὸς διὰ τῆς ει διφθόγγου γράφει πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα . Schol. ad Arat. v. 342 Bekk. p. 82: διὰ τοῦτο (sc. τὸ προνενευκέναι καὶ προπλεῖν) καὶ πρῷρα καλεῖται κατὰ Ἡρωδιανὸν ἐτυμολογοῦντα αὐτὴν παρὰ τὸ προϊέναι τὸ προπορεύεσθαι, πρόϊρά τις οὖσα καὶ πρῷρα, προσγεγραμμένον ἔχουσα τὸ ι . E. M. 318, 50 s. ἐθείρῃσι: ἔθειρα γράφεται διὰ διφθόγγου· πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆς ει διφθόγγου γράφον‐ |
| 3,2 411 | ται δότειρα, σώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηϊάνειρα. οὕτως οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰς ρα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούσῃ τὸ ι μόνον, ἀλλ’ ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον σφαῖρα. σεσημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα. E. M. 483, 4: Κάειρα: τὸ εἰρά καὶ τὸ Κάειρα ἀμφιβάλλονται· ὥσπερ δὲ ἀπὸ τοῦ μάκαρ μάκαρος γίνεται μάκαιρα, αὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρός γίνεται Καῖρα καὶ κατὰ διάλυσιν Κάϊρα καὶ τῷ λόγῳ τῶν εἰς ρα θηλυκῶν Κάειρα διὰ τῆς ει διφθόγγου. His locis comparatis sic fere Herodianum in Orthographia praecepisse existimaverim: Πρώειρα οἱ μὲν διὰ τοῦ ι λέγουσι, ἐμοὶ δὲ δοκεῖ, καίπερ ἐτυμολογεῖται παρὰ τὸ προϊέναι τὸ προπορεύεσθαι πρόϊρά τις οὖσα καὶ πρῷρα προσγεγραμμένον ἔχουσα τὸ ι , διὰ τῆς ει διφθόγγου γράφειν πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα . Πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆς ει διφθόγγου γράφονται, ἔθειρα, δότειρα, σώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηϊάνειρα. οὕτως οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰς ρα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούσῃ τὸ ι μόνον, ἀλλ’ ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον σφαῖρα ἢ μετὰ τοῦ ο οἷον μοῖρα ἢ μετὰ τοῦ ε οἷον στεῖρα. σεσημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα. τὸ μὲν εἰρά διφορεῖται κατὰ τὴν ἐτυμολογίαν· εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τὸ ι . τὸ δὲ Κάειρα πρὸς μὲν τὸν παρασχηματισμὸν διὰ τοῦ ι · ὥσπερ γὰρ ἀπὸ τοῦ μάκαρ μάκαρος γίνεται μάκαιρα οὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρός γίνεται Καῖρα καὶ κατὰ διάλυσιν Κάϊρα· τῷ δὲ λόγῳ τῶν εἰς ρα θηλυκῶν Κάειρα διὰ τῆς ει διφθόγγου. E. Gud. 289, 31: Κάβιρο ι : ὁ Ἀλεξίων διὰ τοῦ ι , ὡσαύτως ὁ Φιλόξενος· καὶ Ἡρωδιανὸς λέγει τὴν παράδοσιν δίφθογγον ἔχειν καὶ ἴσως συνέδραμε τῷ μάγειρος αἴγειρος πέπειρος ὄνειρος. E. Orion. 17, 14: αἴγειρος παρὰ τὸ αἴρεσθαι εἰς ὕψος καὶ αὔξεσθαι, ὅθεν Ὅμηρός φησι (Od. η 106) «μακεδνῆς αἰγείροιο». οὕτως εὗρον ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανο ῦ. E. M. 28, 39: αἴγειρος, διὰ τῆς ει διφθόγγου· εὕρηται καὶ χωρὶς τοῦ ι ὡς τὸ «καὶ αἰγέρων ἔφυσαν εὐγενέστεραι». καὶ ὅτι τὰ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ παραλήγεται οἷον μάσσω μάγειρος, πέπτω πέπειρος, ὀνῶ ὄνειρος. οὕτως οὖν καὶ ἀΐσσω αἴγειρος ἢ παρὰ τὸ |
| 3,2 412 | αἴρω τουτέστιν εἰς ὕψος αἴρεσθαι καὶ αὐξάνεσθαι. Quum in hoc E. Magni loco etymon ἀΐσσω primo loco positum et in Choer. Orthogr. 177, 29 altera originatio ne commemorata quidem sit, praeterea etiam ap. Theogn. 71, 22 ἀΐσσω αἴγειρος legatur, apparet in E. Orionis Herodiani adnotamentum omissum et explicationem ab eo alienam ei obtrusam esse. Quare sic Herodianum, ut est ap. Choerob., de voce egisse pro certo affirmem: αἴγειρος: διὰ διφθόγγου τὰ δύο· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον «καὶ αἰγέρων ἔφυσαν εὐγενέστεραι» καὶ κατὰ πλεονασμὸν τοῦ ι αἴγειρος· τὰ γὰρ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι· οἷον ἀΐσσω αἴγειρος, μάσσω μάγειρος, ὀνῶ ὄνειρος· τὸ δὲ αι τῆς πρώτης συλλαβῆς γέγονεν ἀπὸ τοῦ ἀΐσσω αἴγειρος κατὰ κρᾶσιν. E. Orion. 100, 4: μάγειρος παρὰ τὸ μάσσω ἤγουν ὁ τὰς μάζας μερίζων. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ. E. Gud. 415, 45: ξῖρι ς : ὁ μέντοι Ὦρος ἐν τῇ ὀρθογραφίᾳ διὰ τῆς ει γράφει, ἐν δὲ τῷ ὑπομνήματι τῆς ὀρθογραφίας τοῦ Ἡρωδιανοῦ ἐγκρίνει τὴν διὰ τοῦ ι γραφήν. E. M. 539, 11: κριό ς · ὁ Ἡρωδιανός φησι παρὰ τὸ κεκρίσθαι τὰς τρίχας· διαφέρουσι γὰρ αἱ τρίχες τοῦ κριοῦ τῶν ἄλλων ζῴων· τινὲς δὲ λέγουσι παρὰ τὸ κέρας γίνεσθαι κεριός καὶ συγκοπῇ κριός. οὐ καλῶς· κεραῖος γὰρ ὤφειλεν εἶναι ὡς κνέφας κνεφαῖος οὖδας οὐδαῖος. |
| 3,2 413 (2) | E. M. 539, 20: Κρῖος ὄνομα Τιτᾶνος· παρὰ τὸ κεκρίσθαι. προπερισπᾶται πρὸς ἀντιδιαστολὴν τοῦ κριός τοῦ προσηγορικοῦ. ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει· τὰ διὰ τοῦ ιος δισύλλαβα ἀρσενικὰ τὴν ει δίφθογγον ἀποστρέφεται, βίος, δῖος, Χῖος ὁ πολίτης τῆς Χίου, Θρῖος ὄνομα ποταμοῦ, Κίος ὄνομα κύριον, Πῖος ὄνομα κύριον, Τίος ὄνομα κύριον. οὕτως οὖν καὶ Κρῖος. πρόσκειται ἀρσενικὰ διὰ τὸ νειός, ὃ σημαίνει τὴν ἀρουμένην γῆν· ἔστι δὲ θηλυκόν· σεσημείωται ταῦτα, θεῖος, Κεῖος ὁ τῆς Κέω πόλεως, πλεῖος, μεῖος, λεῖος, ῥεῖος. οὕτω δὲ λέγουσιν οἱ Κύπριοι τὸν ἀσθενῆ παρὰ τὸ ῥεῖα, ὃ σημαίνει τὸ εὐχερές. χρεῖος παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖος (σημαίνει δὲ τὸν Διόνυσον) διφορεῖται. τινὲς μὲν γὰρ διὰ τοῦ ι γράφουσιν αὐτό, τινὲς δὲ διὰ τῆς ει διφθόγγου. E. Orion. 40, 20: γρῖπος παρὰ τὸ ἀγρεῖν, ὅ ἐστι παρακολουθεῖν τῇ ἄγρᾳ. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ. E. Orion. 77, 7: ἰκμάς παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς ἀπὸ τοῦ Διὸς ὕοντος. οὕτως Ἡρωδιανό ς. E. Orion. 76, 26: ἵμερο ς· παρὰ τὸ ἵημι ἵεσθαι «ἵετο γὰρ βαλέειν» (Π 383 et 866). ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον. οὕτως Ἡρωδιανό ς. E. Orion. 76, 23: ἱμονιά παρὰ τὸν ἱμάντα. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ. E. Orion. 77, 3: ἶπο ς : παρὰ τὸ ἴπτω καὶ ἰάπτω, ὡς κόπτω κόπος, καὶ ἴπτω ἶπος· ἔστι δὲ εἶδος παγίδος. οὕτως Ἡρωδιανό ς. E. Or. 160, 6: φειδωλός οἷον φευγωλός τίς ἐστιν ὁ φεύγων τὸ δοῦναι. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ. |
| 3,2 414 (2) | Herodian. περὶ μον. λέξ. 23, 20: οὐκ ἀγνοῶ, ὅτι καὶ τὸ βαρυνόμενον (sc. εἶμι) ἡ παράδοσις διὰ τῆς ει διφθόγγου γράφει· οὐχ ὑγιῶς μέντοι οὔτε κατὰ τὸ κίνημα αὐτοῦ οὔτε κατὰ τὴν Αἰολίδα διάλεκτον, ὡς δέδεικται μοι ἐν τοῖς περὶ ὀρθογραφία ς. E. M. 197, 48: βινεῖ ν : λέγει ὁ Ἡρωδιανὸς ὅτι τοῦτο διφορεῖται κατὰ τὴν γραφήν· τινὰ γὰρ τῶν ἀντιγράφων διὰ τῆς ει διφθόγγου γράφουσι τὴν λέξιν, τινὰ δὲ διὰ τοῦ ι . E. M. 206, 34: [Ἰὼ ἡ Ἰνάχου εἰς βοῦν μεταβληθεῖσα καὶ μετὰ τὴν διὰ γῆς καὶ θαλάσσης πλάνην εἰς Αἴγυπτον παραγενομένη ἐπιβᾶσά τε βροχθώδους τόπου τοῦ Νείλου τῶν χηλῶν ἴχνη τῷ πηλῷ ἐνεχάραξεν. ὁ δὲ τῆς χώρας βασιλεὺς ἑωρακὼς τὸ μὲν τῆς ἐμπροσθίας χηλῆς τῷ ει στοιχείῳ ἐμφερές, τὸ δὲ τῆς ὀπισθίας τῷ ω Εἰὼ τὴν βοῦν ὠνόμασεν· ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆς ει διφθόγγου, δεῖ γὰρ Εἰώ]. ὁ μέντοι Ἡρωδιανός φησι διὰ τοῦ ι παρὰ τὸ ἰέναι σχηματιζόμενον, ὅτι πολλήν, φησίν, ἦλθεν γῆν. |
| 3,2 415 (2) | E. M. 370, 38: γίνεται ἐρέθω ἐρεθεύω καὶ πλεονασμῷ τοῦ ι ἐρειθεύω. οὕτω Φιλόξενος· ὁ δὲ Ἡρωδιανὸς ἔριθος ἐριθεύω φησίν. E. Gud. 205, 32 collato E. M. 372, 28: ἐρείπω καὶ ἐρείπια: καὶ λέγει ὁ Δίδυμος, ὅτι διὰ τοῦ ι ὤφειλε γράφεσθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐστίν, ὅπερ σημαίνει τὴν μεγάλως περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ερι ἐπίτασιν. ὁ δὲ Φιλόξενος λέγει, ὥς φησιν ὁ τεχνικό ς, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡς καὶ ὁ Δίδυμός φησιν. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωσεν οὐ διὰ τοῦ ι γράφεσθαι, ἀλλὰ διὰ τῆς ει διφθόγγου τῆς παραδόσεως οὕτως ἐχούσης· ἔστι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεονασμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω. E. M. 122, 53, Favorin. 120, 21: ὁ Ἡρωδιανὸς λέγει, ὅτι τὰ ἀπὸ βαρυτόνου μεταγόμενα εἰς περισπώμενον συστέλλει τὴν παραλήγουσαν οἷόν ἐστι τὸ φείδω φιδῶ· οὕτως ἐστὶ καὶ τὸ ἀπιθῶ ῥῆμα, ὅπερ ἀεὶ παρ’ Ὁμήρῳ γράφεται διὰ τοῦ ι ὡς ἀπὸ τοῦ πιθῶ δευτέρου μέλλοντος γενόμενον, παρ’ ἡμῖν δὲ διὰ διφθόγγου γράφεται ἐκ τοῦ ἀπειθής ὀνόματος καθὰ καὶ τὸ ἀφειδῶ ῥῆμα ἐκ τοῦ ἀφειδής. E. M. 520, 15: κλίσιο ν : ὁ μὲν τεχνικὸς διὰ τῆς ει διφθόγγου γράφει, ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ι · λέγει ὅτι παρὰ τὸ κλείω ἐστίν, ὃ σημαίνει τὸ περιέχω. καὶ ἐκεῖθεν κλισιάς καὶ κλίσιον τὸ ὑποκοριστικόν. τοῦτο παρὰ μὲν Ὁμήρῳ συστέλλει τὸ ι καὶ προπαροξύνεται οἷον «περὶ δὲ κλίσιον θέε πάντῃ» (ω 208), παρὰ δὲ τοῖς Ἀττικοῖς ἐκτείνεται τὸ ι καὶ παροξύνεται ὡς τὸ θηρίον· τὰ γὰρ διὰ τοῦ ι παρώνυμα τριβράχεα προπαροξύνεται στόμα στόμιον, θρόνος θρόνιον, πτύξ πτυχός πτύχιον. οὕτως καὶ κλισιάς κλίσιον· τὰ δὲ δακτυλικὰ πρὸ μιᾶς ἔχει τὸν τόνον. Choer. Orth. 266, 27: τρεῖ ς : τὸ περισπώμενον διὰ τῆς ει διφθόγγου· καὶ ὤφειλε διὰ τοῦ ι γράφεσθαι, ἐπειδὴ τριῶν ἐστι ἡ γενικὴ τῶν |
| 3,2 416 | πληθυντικῶν καὶ τρισὶν ἡ δοτική. τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούσῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουσι τὸ ι κατὰ τὴν παραλήγουσαν οἷον πόλις πολίων πόλιες, ὄφις ὀφίων ὄφιες· εἰ οὖν τριῶν καὶ τρισίν, δῆλον ὅτι καὶ τρίες διὰ τοῦ ι · καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ι καὶ τοῦ ε εἰς ι δῆλον ὅτι μακρὸν τρῖς διὰ τοῦ ι ὥσπερ πόλιες πόλις, μάντιες μάντις. ἀλλὰ λέγει ὁ τεχνικό ς, ὅτι, ἵνα μὴ συνεμπέσῃ τῷ τρίς ἐπιρρήματι, τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι , ἀλλὰ διὰ τῆς ει διφθόγγου. καὶ ἄλλως ὅτι οἱ Αἰολεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ τρῆς ἔθος ἔχοντες τὴν ει δίφθογγον εἰς η τρέπειν. Choer. Orth. 274: Φθιρῶ ν : ἰστέον, ὅτι τὸ «Φθιρῶν τ’ ὄρος ἀκριτόφυλλον» (Β 868) ὁ τεχνικὸς διὰ τοῦ ι γράφει λέγων παρὰ τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. περὶ ποσότητος Cram. An. Ox. II 303: τὰ εἰς υς λήγοντα ὀνόματα διὰ τοῦ ι γράφονται κατὰ τὴν παραλήγουσαν καὶ οὐκ ἔχει δίφθογγον τὴν ει οἷον πίτυς, ἰλύς, ἰσχύς, ἰχθῦς, δριμύς, ἥμισυς, ὀϊζύς, Ἐρινύς, ἰξύς ἡ ῥάχις, λιγύς, βριθύς ὁ ἰσχυρός χωρὶς τοῦ κλειτύς, σημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρέων. τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου, ὥς φησιν Ἡρωδιανό ς. Choer. Orth. 183, 31: βοϊκὰ ζεύγ η : ι ἡ παράδοσις· Ἡρωδιανὸς δὲ δίφθογγον αὐτῷ ἔταξεν ἐν τῷ περὶ ὀρθογραφία ς. E. Orion. 118, 1: οἶκο ς; παρὰ τὸ εἴκω τὸ οἶκος, ὑφ’ ὃν ὑποχωροῦμεν. Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ. E. M. 226, 49: γερόντειο ν : τὸ τει δίφθογγον· τὰ ἀπὸ τῶν εἰς ων βαρυτόνων διὰ τοῦ ντ κλινομένων διὰ τῆς ει διφθόγγου γράφεται, λέων |
| 3,2 417 | λεόντειος δορά (τὸ κύριον διὰ τοῦ ι ), δράκων δρακόντειον αἷμα, γέρων γερόντειος, Ἀνακρέων Ἀνακρεόντειος, Λαομέδων Λαομεδόντειος καὶ τὰ ἀπὸ τῶν εἰς ων περισπωμένων, Ξενοφῶν Ξενοφώντειος, Δημοφῶν Δημοφώντειος πλὴν τοῦ Ποσειδῶν Ποσειδώνιος· καὶ τὰ ἀπὸ τῶν εἰς ων βαρυτόνων μὴ κλινομένων διὰ τοῦ ντ δίφθογγον ἔχει «Θέων Θεώνειος, Τρύφων Τρυφώνειος πλὴν τοῦ Ἀπόλλων Ἀπολλώνιος καὶ Ἀμμώνιος. τὰ θηλυκὰ αὐτῶν ταῦτα διφθογγογραφεῖται Ἀπολλωνεία βάξις καὶ Ἀπολλωνεία φήμη. οὕτως Ἡρωδιανό ς. E. M. 629, 7: ὀπτανεῖο ν· δεῖ γινώσκειν ὅτι διὰ τῆς ει διφθόγγου γράφεται, πρῶτον μὲν ὅτι λέγεται ὀπτανήϊον, δεύτερον δὲ τῷ λόγῳ τοῦ βαλανεῖον· λέγει δὲ ὁ Ἡρωδιανὸς καὶ ἐνταῦθα καὶ ἐν τῇ καθόλου, ὅτι παρὰ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, οἷον ὀπτάνιον. Phot. p. 99: θωρακείοι ς : προμαχῶσιν ἢ δρυφάκτοις· λουρικίοις διὰ διφθόγγου. οὕτως αὐτὸ Ἡρωδιανό ς. Eustath. ad Dionys. 815: τὸ Δορύλαιον τὸ καὶ Δορυλάϊον, κατὰ δὲ τὴν ὀρθογραφικὴν τέχνην Δορυλάειον διὰ διφθόγγου. E. M. 604, 42: νηρίτης σημαίνει τὸν θαλάσσιον κοχλίαν. τινὲς λέγουσιν ἀπὸ τοῦ Νηρεύς γίνεσθαι· ἀλλ’ ὤφειλε γράφεσθαι διὰ διφθόγγου ὁ τεχνικὸς λέγει νηρείτης ὡς Ὠρεύς Ὠρέος Ὠρεΐτης καὶ Ὠρείτης. ἀλλ’ ἔστιν νέω νῶ· τὸ ἀπαρέμφατον νεῖν οἷον «πεζῇ πορεύου· νεῖν γὰρ οὐκ ἐπίστασαι» ὁ μέλλων νήσω· ἐκ τούτου γίνεται νηρός, λέγεται ὁ ἰχθῦς ἀπὸ τοῦ νήχεσθαι, ἐξ οὗ νηρίτης ὡς τόπος τοπίτης. |
| 3,2 418 (2) | E. M. 703, 14: λέγει Ὦρος διὰ διφθόγγου ῥειτός καὶ ὀξύνεται, ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ι ῥῖτο ς, καὶ βαρύνεται ὡς σῖτος. E. Orion. 108, 26: Νέαιρα τὸ ἔσχατον τῆς κοιλίας. νέατον τὸ ἔσχατον. ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν. Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφί ᾳ. In E. M. 599, 3 postquam inepta explicatio (a νέεσθαι) allata est, quae ipsis verbis sumpta est ex Choerob. Orthogr. 241 haec altera sequitur nunc non satis ab illa distincta: νέαιρα καὶ πλεονασμῷ τοῦ ι νείαιρα ὡς τὸ «νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν» (Ε 539) ὡς νέατος νείατος «νείατον ἐς κενεῶνα» (Ε 857) καὶ «ἔκειτο δὲ νείατος ἄλλων» (Ζ 295). παρὰ τὸ νέος γίνεται νέατος ὥσπερ παρὰ τὸ μέσον γίνεται μέσατον καὶ πλεονασμῷ τοῦ ι νείατον ὡς ἔσχατον· ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν. Eustath. 183, 6: τὸ Ἀργειφόντης ἀεὶ τὴν διὰ διφθόγγου ἔχει γραφήν. ἰστέον δὲ ὅτι τὸ Ἀργεφόντης καθὰ καὶ τὸ ἀνδρεφόντης, ἐξ ὧν Ἀργειφόντης καὶ ἀνδρειφόντης Δωρικά εἰσιν, ὡς Ἡρωδιανὸς δηλοῖ ἐν οἷς λέγει τοιαῦτα· αἱ εἰς ος ὀξύτονοι γενικαὶ συντιθέμεναι συμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ο λέγονται οἷον Ζηνός Ζηνόθεος, θριπός θριπόβρωτος, ἁλός ἁλοθήκη, ἢ διὰ τοῦ ι οἷον Αἰγίπαν, πυρίχαλκος, νυκτίκοραξ. οὕτως οὖν φησι καὶ ἁλοτρίβανος ὡς ἁλοπώλης καὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ε ἁλετρίβανος μήποτε Δώριόν ἐστιν. οἱ γὰρ τὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντες καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν. E. M. 137, 1: ὥσπερ ἀπὸ τοῦ ἁλοτρίβανον γίνεται ἁλετρίβανον τροπῇ τοῦ ο εἰς ε , οὕτω καὶ ἀπὸ τοῦ ἀργοφόντης γίνεται ἀργεφόντης καὶ πλεονασμῷ τοῦ ι ἀργειφόντης. Δίδυμος δὲ διὰ τοῦ ι γράφει, λέγει γάρ, ὥσπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ γίνεται ἀριδείκετος, οὕτω τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντης καὶ πλεονασμῷ τοῦ γ ἀργιφόντης. E. M. 436, 56: ἠρήκαμεν· ἤρημεν διὰ τοῦ η γράφεται. Ἡρωδιανὸς περὶ παθῶ ν. |
| 3,2 419 (2) | Il. Pr. Α 129: δῷσ ι : Ζωΐλος ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι. τὸ γὰρ δῷσι φασὶ πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι· τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (α 168) τὸ «φῇσιν ἐλεύσεσθαι» καὶ τὸ «εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα» (Od. θ 318)· κἀνταῦθα γὰρ ἀποδῷ. διὸ καὶ τὸ ι ἔχει προσκείμενον· μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανό ς. Choer. Gaisf. 857, 18, Cram. IV 34: τὸ φῄς οὐκ οἶδεν ὁ Ἀπολλώνιος σὺν τῷ ι γεγραμμένον· ἡ δὲ παράδοσις καὶ ὁ Ἡρωδιανὸς σὺν τῷ ι οἶδεν. Epim. Cr. I 432, 25: φῄ ς : τὸ φῄς οὐ δοξάζει ὁ τεχνικὸς σὺν τῷ ι γράφειν· ἡ μέντοι παράδοσις οἶδεν αὐτὸ σὺν τῷ ι γεγραμμένον. E. M. 791, 49: δεῖ γινώσκειν, ὅτι τὸ φῄς ἐνεστώς ἐστι δευτέρου προσώπου καὶ σὺν τῷ ι γράφεται. καὶ ὅσον κατ’ ἀναλογίαν, οὐκ ὤφειλεν ἔχειν τὸ ι · τὰ γὰρ εἰς μι τροπῇ τῆς μι εἰς ς τὸ δεύτερον ποιοῦσιν. εἰ οὖν τὸ φημί οὐκ ἔχει τὸ ι (τὰ γὰρ εἰς μι οὐ θέλει διφθόγγῳ παραλήγεσθαι χωρὶς τοῦ εἰμί καὶ εἶμι) δῆλον ὅτι οὐδὲ τὸ φῄς ὤφειλεν ἔχειν τὸ ι · ἀλλὰ κατὰ παράδοσιν ἔχει τὸ ι . —τινὲς δὲ θέλουσι λέγειν ὑπὲρ τοῦ φῄς· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰς μι ἔσχε, τὴν δὲ γραφὴν ὡς ἀπὸ τῶν εἰς ω ἀπὸ τοῦ φῶ. τὰ γὰρ εἰς ω θέλει ἔχειν ἐν δευτέρῳ καὶ τρίτῳ προσώπῳ δίφθογγον μετὰ τοῦ ι · ἄλλοι δὲ θέλουσιν αὐτὸ εἶναι Δωρικὸν ὥσπερ τὸ ζῇς, οἷστισι καὶ ὁ τόνος ἀντίκειται· ὤφειλε γὰρ περισπᾶσθαι καὶ τὸ τρίτον τῶν ἑνικῶν. ὤφειλε γὰρ ἀποβολῇ τοῦ ς ποιεῖν τὸ τρίτον. E. M. 229, 54: γηγενή ς· χωρὶς τοῦ ι . οἱ γὰρ Δωριεῖς γαγενής λέγουσιν, ὥς φησιν Ἡρωδιανό ς. ὅλα ταῦτα χωρὶς τοῦ ι , ἐπειδὴ ἀπὸ τῆς γῆ εὐθείας ἔχει τὴν συνθήκην οἷον γήπεδον, γηπόνος, γηλεχής ὡς |
| 3,2 420 | παρὰ Καλλιμάχῳ «γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος» (hymn. in Del. 286). —Χοιροβοσκός. E. M. 263, 48: Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται, ὥς φησιν ὁ τεχνικό ς. οἶδε γὰρ ἡ παράδοσις τὸ η μετὰ τοῦ ι καὶ χωρίς. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι , λέγει ὅτι ἐστὶ παρὰ τὸ δήω τὸ σημαῖνον τὸ εὑρίσκω. καὶ γὰρ ἡνίκα περιήρχετο εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατ’ εὐφημισμὸν ἔλεγον πάντες «δήεις» τουτέστιν εὑρήσεις. ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν σῖτον. εἰ δὲ ἔχει τὸ ι , λέγεται ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η . καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐστιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶσθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα κτλ. E. M. 770, 36: Τρῳά ς : τὸ μὲν Τρῳαί σημαίνει τὰς Τρωϊκὰς ἢ γυναῖκας ἢ ἵππους, τὸ δὲ δμῳαί τὰς δούλας. καὶ οὐκ ὤφειλεν ἔχειν τὸ ι , ὅτι ἐστὶ Τρώς Τρωός καὶ δμώς δμωός χωρὶς τοῦ ι καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν καὶ γίνεται Τρωός καὶ δμωός χωρὶς τοῦ ι . λέγει δὲ ὁ τεχνικό ς, ὅτι ἔχει τὸ ι , ἐπειδὴ εὕρηται κατὰ διάστασιν «Τρωϊάδας γυναῖκας» (Il. Ι 139) καὶ ἵππους. καὶ Τρῳούς ἀντὶ τοῦ Τρωϊκοὺς ἢ ἄνδρας ἢ ἵππους (Ψ 291). ἀποβολῇ τοῦ κ Τρωΐους καὶ συναιρέσει Τρῳούς. E. M. 741, 43: τὸ σῷο ς, ἔλεγεν ὁ Δίδυμος, σὺν τῷ ι γράφεται, ὡς ἀπὸ τοῦ ὁ σῶς τοῦ σῶ· τὰ γὰρ ἀπὸ τοῦ εἰς ως διὰ τοῦ ωος σὺν τῷ ι , Μίνως Μινῷος, ἥρως ἡρῷος· οὕτω σῶς σῷος. ὁ δὲ Ἡρωδιανὸς λαβόμενος αὐτοῦ λέγει, ὅτι τὸ σῶς ἀπὸ τοῦ σῶος πέπονθε. λέγει δὲ πάλιν ὁ τεχνικό ς, ὅτι οὐδέν ἐστιν εἰς ως μονοσύλλαβον πλέον ἀρσενικὸν εἰ μὴ τοῦτο. δεῖ δὲ γινώσκειν ὅτι τὸ σῶος ἄνευ τοῦ ι ἡ παράδοσις οἶδε· καὶ λέγει ὁ τεχνικό ς, ὅτι ἐστὶ σώω σώσω διὰ τοῦ ω μεγάλου ὡς γνώω γνώσω καὶ σόω διὰ τοῦ ο μικροῦ. ταῦτα τρέπουσι τὸ τελευταῖον ω εἰς ος καὶ γίνεται ἐκ τοῦ σώω τὸ σῶος, ἐκ δὲ τοῦ σόω τὸ σόος. |
| 3,2 421 (1t) | ΠΕΡΙ ΑΝΕΚΦΩΝΗΤΟΥ. E. M. 292, 56: δυσωπεῖσθαι ὑφορᾶσθαι, φοβεῖσθαι μεθ’ ὑπονοίας, σκυθρωπάζειν· οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρίνειν καὶ ἐλέγχειν λαμβάνουσι· δυσωπεῖν γὰρ εἴρηται, παρ’ ὅσον οἱ κατακεκριμένοι κακῶς ἔχουσι τοὺς ὦπας. οὕτως εὗρον εἰς τὸ ῥητορικὸν λεξικὸν τὴν λέξιν· καὶ εἰς τὸ ἀνεκφώνητον Ἡρωδιανό ς. Choer. Dict. 100, 34: Τότε εὑρίσκεται τὸ ι ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ συλλαβῇ οἷον τῷ κοχλίᾳ, τῷ Χρύσῃ, τῷ καλῷ. πρόσκειται «ἐν μιᾷ συλλαβῇ» διὰ τὸ Λάϊος (ἔστι δὲ ὄνομα κύριον) καὶ ἠϊών ὁ αἰγιαλός καὶ ἥρωϊ. Ἰδοὺ γὰρ ἐνταῦθα τὸ ι μετὰ τοῦ α μακροῦ καὶ μετὰ τοῦ η καὶ μετὰ τοῦ ω οὐκ ἔστιν ἀνεκφώνητον, ἀλλ’ ἐκφωνούμενον οἷον Λάχητι, λέβητι, ἡδέϊ, ταχέϊ, τῇ Σαπφόϊ, τῇ Λητόϊ. Choer. Dict. 124, 6: οἱ Αἰολεῖς τοῖς εἰς ω ληγούσαις δοτικαῖς οὐ προσγράφουσι τὸ ι , τῶ Ὁμήρω γάρ φασι καὶ τῶ σοφῶ χωρὶς τοῦ ι · καὶ πάλιν οἱ Βοιωτοὶ ταῖς εἰς η ληγούσαις δοτικαῖς οὐ προσγράφουσι τὸ ι , τῆ Ἑλένη γάρ φασι καὶ τῆ Πηνελόπη χωρὶς τοῦ ι . Choer. Dict. 124, 11: ἔστι ζελᾶς τοῦ ζελᾶ τῷ ζελᾷ (οὕτως δὲ λέγεται κατὰ Θρᾷκας ὁ οἶνος) καὶ τούτου ἡ δοτικὴ εὑρίσκεται παρ’ Εὐριπίδῃ (?) χωρὶς τοῦ ι . συστεῖλαι γὰρ βουλόμενος τὸ α οὐ προσέγραφε τὸ ι οἷον ταὐτὸν ποιεῖ τό τ’ Ἀττικὸν τῷ ζελὰ συγκεραννύς. Choer. Dict. 124, 17: ἔστι τῷ κυανοχαίτῃ καὶ γίνεται κατὰ μεταπλασμὸν τῷ κυανοχαῖτα καὶ οὐκ ἔχει προσγεγραμμένον τὸ ι οἷον ὡς παρὰ Ἀντιμάχῳ «πατρί τε κυανοχαῖτα Ποσειδάωνι πεποιθώς». |
| 3,2 422 (2) | E. M. 201, 45: βο ᾷ : ἔχει τὸ ι προσγεγραμμένον. τὸ δὲ βοᾶν καὶ γελᾶν ἀπαρέμφατον οὐκ ἔχει τὸ ι προσγεγραμμένον, ὅτι ἀπὸ τοῦ παρατατικοῦ γέγονε τοῦ ἐβόα καὶ ἐγέλα καὶ ὁ παρατατικὸς οὐκ ἔχει τὸ ι προσγεγραμμένον ἢ ὅτι τὰ εἰς ν λήγοντα ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τὶ ἀνεκφώνητον. E. M. 410, 47: τινὲς λέγουσι τὸ ζῇς ζῇ μὴ ἔχειν τὸ ι προσγεγραμμένον κατασκευάζοντες ἀπὸ τοῦ εἰς μι τοῦ ζῆμι. οἵτινες οὐκ ἀκριβῶς λέγουσιν· εἰ γὰρ ἀπὸ τοῦ εἰς μι , ὤφειλεν εἶναι ἡ μετοχὴ ζάς ὥσπερ στάς καὶ τὸ θηλυκὸν ζᾶσα ὥσπερ στᾶσα. νῦν δὲ ζῶν ἐστιν ἡ μετοχὴ καὶ τὸ θηλυκὸν ζῶσα· καὶ εἰ ἀπὸ τοῦ εἰς μι , ὤφειλεν εἶναι τὸ πρῶτον τῶν πληθυντικῶν ζάμεν ὥσπερ φάμεν. νυνὶ δὲ ζῶμέν ἐστιν ὥσπερ βοῶμεν. ἄρα οὐκ ἔστιν ἀπὸ τῶν εἰς μι . ΚΑΝΟΝΕΣ ΚΑΘΟΛΙΚΟΙ. Περὶ τῆς αι διφθόγγου. Τὰ ἔχοντα τὴν αι δίφθογγον κατά τινα συλλαβὴν καὶ πεφυκότα ἀποβάλλειν τὸ ι κατὰ διάλεκτον διὰ τῆς αι διφθόγγου γράφεται οἷον κλαίω κλάω, καίω κάω, αἰετός ἀετός, αἰεί ἀεί, ἑταῖρος ἕταρος, παλαιός πάλαος. Τὰ εἰς εων λήγοντα ὀξύτονα, ὧν ἡ γενικὴ διὰ τοῦ ωνος ἐκφέρεται, διὰ τοῦ ε ψιλοῦ γράφεται δίχα τῶν γινομένων παρὰ πρωτοτύπων διὰ τῆς αι οἷον συφεών, ἀνδρεών, λυμεών, ἀπατεών. τὸ δὲ ἐλαιών διὰ τῆς αι διφθόγγου γραφόμενον οὐκ ἐναντιοῦται. ἀπὸ γὰρ τοῦ ἐλαία, ὡσαύτως καὶ Ἑκατομβαιών παρὰ τὸ ἑκατομβαῖος. Τὰ διὰ τοῦ αιων βαρύτονα κύρια ὑπὲρ δύο συλλαβὰς διὰ τῆς αι διφθόγγου γράφεται οἷον Εὐφραίων, Αἰγαίων, Εὐγαίων, μεθ’ ὧν καὶ δυσαίων, εὐαίων, ἰσαίων. |
| 3,2 423 | Τὰ εἰς εμων ὀξύτονα ἀρσενικὰ καὶ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ε γράφεται, ἡγεμών, κηδεμών, ἀκρεμών. πρόσκειται «ὀξύτονα ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ δαίμων δισύλλαβον βαρύτονον διὰ τῆς αι διφθόγγου γραφόμενον. Πάντα τὰ εἰς ας λήγοντα ἀρσενικὰ παροξύτονα, ὧν ἡ γενικὴ εἰς ου περατοῦται, τὴν παρατέλευτον διὰ τοῦ ε ψιλοῦ ἔχει γραφομένην οἷον Ἀνδρέας Χαρέας Μνασέας, Ἀνδρέου γὰρ καὶ Χαρέου καὶ Μνασέου. Πάντα τὰ εἰς νης σύνθετα παροξύτονα παρὰ τὸ γένος ἢ σθένος γινόμενα διὰ τοῦ ε γράφεται οἷον Διογένης, Ἐπιγένης, εὐγενής, Δημοσθένης, Καλλισθένης, Κλεισθένης. Τὰ εἰς της εἴτε βαρύτονα εἴτε ὀξύτονα ἔχοντα πρὸ τοῦ τ τὸ ς οὐκ οἶδε τὴν διὰ τῆς αι διφθόγγου πρὸ τέλους γραφήν, οἷον κηδεστής, Ὀρέστης, Θυέστης. σεσημείωται τὸ παλαιστής διὰ διφθόγγου. Τὰ διὰ τοῦ ετης εἴτε ὀξύτονα εἴτε βαρύτονα, μηδενὸς συμφώνου πρὸ τοῦ τ ἡγουμένου διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, εὑρετής, προπετής, εὐπετής, εὐνέτης, ὀφειλέτης, φυλέτης, ἐρέτης, πλὴν τοῦ προσαίτης ὁ πένης καὶ εὐχαίτης ὁ καλλίθριξ ἵππος. Τὰ εἰς της ἔχοντα πρὸ τοῦ τ ἀμετάβολον καθόλου πᾶσαν δίφθογγον ἀποστρέφεται κατὰ τὴν παραλήγουσαν οἷον ὀξύντης, ἀγύρτης, ἐγέρτης, ὀρίντης, αὐθέντης, Λαέρτης, ποικιλτής, Σιβύρτης. Τὰ εἰς ης λήγοντα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον οὐκ οἶδε τὴν αι δίφθογγον πρὸ τέλους οἷον Ἀκέλης, ἀμελής, ἀφελής, εὐμενής, δυσμενής, Δημοσθένης, Ὑπέρης, ὑψικέρης, ἀμερής. Τὰ διὰ τοῦ αιος ἀρσενικὰ κύριά τε καὶ προσηγορικὰ ὀξύτονα δισύλλαβα διὰ τῆς αι διφθόγγου γράφεται οἷον λαιός, σκαιός, Σκαῖος δὲ τὸ κύριον, φαιός, Σαῖος ὄνομα ἔθνους, βαιός καὶ Βαῖος τὸ κύριον. σεσημείωται τὸ θεός διὰ τοῦ ε γραφόμενον. Τὰ διὰ τοῦ αιος γινόμενα κατὰ διάστασιν διὰ τῆς αι διφθόγγου γράφεται οἷον Ἰουδαῖος Ἰουδαϊκά, Ἑβραῖος Ἑβραϊκά. Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς ὀξύτονα τριγενῆ διὰ τῆς αι διφθόγγου γράφεται οἷον κραταιός, Ἀχαιός, παλαιός. σεσημείωται τὸ ἐνεός, στερεός. πρόσκειται «ὀξύτονα» διὰ τὸ κήλεος ὁ καυστικός. «τριγενῆ» διὰ τὸ Κελεός. τὰ γὰρ μονογενῆ διὰ τοῦ ε γράφεται. Τὰ εἰς τεος λήγοντα ὀνόματα τῷ ε ψιλῷ παραλήγεται πλὴν τῶν παρὰ ἀριθμῶν γινομένων οἷον γραπτέος, ἐπαινετέος, λεκτέος. τὸ τριταῖος καὶ τεταρταῖος ἐπὶ ἡμερῶν παρὰ ἀριθμῶν διὰ τῆς αι διφθόγγου. |
| 3,2 424 | Τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν ἢ ἀπὸ τῶν εἰς ος διὰ τοῦ αιος γενόμενα χαίρει τῇ αι διφθόγγῳ οἷον Ῥώμη Ῥωμαῖος, δάφνη δαφναῖος, Θήβη Θηβαῖος, τρίτη τριταῖος, Γάζα Γαζαῖος, Μοῦσα Μουσαῖος, δρόμος δρομαῖος, λῆνος ληναῖος. Τὰ ἀπὸ οὐδετέρων διὰ τοῦ αιος γινόμενα διὰ τῆς αι διφθόγγου γράφεται, γῆρας γηραιός, γέρας γεραιός, κράτος κραταιός. Εἰσί τινα ὀνόματα διὰ τοῦ αιος ἀπὸ ἀπτώτων, ἅτινα διὰ τῆς αι γράφεται, μάτην μάταιος, χύδην χυδαῖος, πάλαι παλαιός. Τὰ διὰ τοῦ αιος ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα μὴ ἔχοντα τὸ λ ἢ τὸ τ , διὰ τῆς αι διφθόγγου γράφεται οἷον Ἰουδαῖος, ὀβελιαῖος, ἡμισαῖος, Βιθυναῖος, ταλαντιαῖος, ἐναυσιαῖος. πρόσκειται «πρὸ μιᾶς τὸν τόνον ἔχοντα» διὰ τὸ ἀδελφιδεός, θυγατριδεός ὁ ἀδελφιδοῦς καὶ θυγατριδοῦς. ταῦτα γὰρ ὀξύνεται καὶ διὰ τοῦ ε ψιλοῦ γράφεται. τὸ νηφαλέος, ἀργαλέος, σμερδαλέος ὁ καταπληκτικὸς καὶ χαλεπός, ποιητέος, νοητέος διὰ τοῦ ε γράφεται, διότι ἔχει τὸ λ καὶ τὸ τ Τὰ διὰ τοῦ αιθος διὰ τῆς αι γράφεται, Σάλαιθος, Κύναιθος, Ὀλίγαιθος, Κύμαιθος. Τὰ διὰ τοῦ αικος σπάνια διὰ τῆς αι γράφεται, Πάταικος, Φίλαικος, Μίθαικος. Τὰ διὰ τοῦ εμος ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ε γράφεται οἷον ἄνεμος, πόλεμος, Ἔχεμος, Τήλεμος, Ἰάλεμος, κοάλεμος, Φάλεμος, ἄγρεμος, ἄνθεμος, θελεμός. πρόσκειται ἁπλᾶ διὰ τὸ ἄναιμος σύνθετον παρὰ τὸ αἷμα καὶ εἴ τι παρ’ αὐτὸ ἕτερον, σύναιμος, πολύαιμος. Τὰ διὰ τοῦ αιτερος καὶ αιτατος ἀπὸ τῶν εἰς ος χαίρει τῇ αι διφθόγγῳ οἷον φίλος φιλαίτερος, πλησιαίτερος, περαίτερος, μεσαίτατος, ἰδιαίτατος καὶ τὰ ὅμοια. Πάντα τὰ εἰς εστερος καὶ εστατος συγκριτικὰ καὶ ὑπερθετικὰ διὰ μόνου τοῦ ε γράφεται οἷον εὐτελέστερος, εὐτυχέστατος. Τὰ διὰ τοῦ ετος ὑπὲρ δύο συλλαβὰς ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον νιφετός, αἰετός χωρὶς τῶν παρὰ τὸ χαίτη συγκειμένων ὡς τὸ εὔχαιτος. Τὰ διὰ τοῦ αια δισύλλαβα ἀπαρασχημάτιστα διὰ τῆς αι διφθόγγου γράφεται οἷον γαῖα, γραῖα, μαῖα, Φαῖα, Ζαῖα ἡ πόλις, αἶα. σεσημείωται τὸ Ῥέα, Βρέα, θέα τὸ βαρύτονον, ὅπερ Συρακόσσιοι θάα λέγουσιν. τὸ γὰρ γέα γῆ διὰ τοῦ ε γραφόμενον καὶ εἰς η συναιρούμενον |
| 3,2 425 | δῆλόν ἐστιν ὡς ἑτέρῳ κανόνι ὑπείκει. τὸ νέα οὐκ ἀντίκειται, ἀπὸ γὰρ τοῦ νέος. Πάντα τὰ εἰς εα λήγοντα θηλυκὰ μονογενῆ παροξύτονα διὰ τοῦ ε γράφεται, γέα, μηλέα, πτελέα, ἰτέα, Νεμέα, Μαντινέα, Ἐλέα πόλις Ἰταλίας. σεσημείωται τὸ Ἡλιαία, ἐλαία καὶ Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική, Πυλαία. Πάντα τὰ εἰς εα λήγοντα παροξύτονα θηλυκὰ συναιρέσει ὑποπίπτοντα τοῦ ε καὶ α εἰς η διὰ τοῦ ε γράφεται οἷον συκέα, σησαμέα, ἀμυγδαλέα, χολέα, λεοντέα, συκῆ γὰρ καὶ ἀμυγδαλῆ. Τὰ διὰ τοῦ αια παρώνυμα διὰ τῆς αι διφθόγγου γράφεται σεληναία, ἁμαξαία, θυραία, εὐναία, γαληναία, σφενδοναία, δραχμαία, ὀπαία. Πάντα τὰ εἰς αια λήγοντα προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφεται οἷον Ἥραια, Ποτίδαια, Ἱστίαια, Πλάταια. Τὰ διὰ τοῦ αινα προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφεται οἷον θέαινα, Λάκαινα, δράκαινα, θεράπαινα, σμύραινα εἶδος θαλαττίου θηρίου, τρίαινα· τὸ χλαῖνα μόνον δισύλλαβον ὂν τὴν αι δίφθογγον ἐφύλαξεν ὡς καὶ τὸ δέσποινα μονῆρες ὂν τὴν οι δίφθογγον. πρόσκειται «προπαροξύτονα», ἐπεὶ τὸ Ἑλένα διὰ τοῦ ε γράφεται, ἀπὸ γὰρ τοῦ Ἑλένη γέγονε κατὰ τροπὴν τοῦ η εἰς α μακρόν. Πάντα τὰ εἰς αιρα λήγοντα ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται καὶ διὰ τῆς αι διφθόγγου γράφεται οἷον μάχαιρα, μάκαιρα, νέαιρα, χίμαιρα· «προπαροξύτονον» εἶπον διὰ τὸ ἡμέρα, διφθέρα, χολέρα, ἑσπέρα, Τερμέρα. Τὰ εἰς ρα βαρύτονα, ἐὰν ἔχῃ τὸ ι , ἐν διφθόγγῳ αὐτὸ ἔχει παραληγόμενον οἷον σφαῖρα, μάχαιρα, ὀλέτειρα. Τὰ διὰ τοῦ σα οὐκ οἶδε τὴν διὰ τῆς αι διφθόγγου γραφήν, ἐρώεσσα, τιμήεσσα, χαρίεσσα, μόνον τὸ Θρᾷσσα δισύλλαβον καὶ διὰ τῆς ᾳ διφθόγγου ἀπὸ τοῦ Θράϊσσα συναιρεθὲν καὶ τὸ αἶσα, ὅ ἐστι παραγωγὸν ἀπὸ τοῦ δαίω τὸ μερίζω καὶ Φαῖσα. Τὰ εἰς θη δισύλλαβα βραχείᾳ φύσει παραληγόμενα σπάνια οἷον |
| 3,2 426 | μέθη, ποθή. τὸ Αἴθη διὰ τῆς αι διφθόγγου γράφεται· ἔστι δὲ ὄνομα κύριον. Τὰ διὰ τοῦ ελη θηλυκὰ βαρύτονα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον θυμέλη, κυψέλη, ἕλη, νεφέλη. Τὰ εἰς μη ἔχοντα πρὸ τοῦ μ σύμφωνον κατὰ σύλληψιν ἢ κατὰ διάστασιν ἢ βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι παραλήγεται οἷον δεσμή, ἐφετμή, Μέδμη, λόχμη, λόγχη, τόλμη, ἴθμη, δυθμή. σεσημειωμένου τοῦ αἰχμή. Τὰ διὰ τοῦ ενη θηλυκὰ ὑπὲρ δύο συλλαβὰς μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται ἐπί τε βαρυτόνων καὶ ὀξυτόνων, ἐπὶ βαρυτόνων, ὠλένη, Κλυμένη, ὀξύτονα δεξαμενή, εἱαμενή. πρόσκειται μονογενῆ διὰ τὸ κελαινή. Τὰ διὰ τοῦ ετη ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον τηλυγέτη, Βρεμέτη, Ὠκυπέτη, Δημαρέτη, τελετή. τὸ χαίτη, βαίτη ἡ διφθέρα, δαίτη σεσημείωται διὰ τῆς αι διφθόγγου γραφόμενα. Τὰ διὰ τοῦ αιον οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφεται, σεσημειωμένου τοῦ χαῖον δισυλλάβου μόνου καὶ διὰ τῆς αι διφθόγγου γραφομένου. ὁ γὰρ κανὼν περὶ τρισυλλάβων γίνεται οἷον κώπαιον, Ἥραιον τὸ τέμενος, νόμαιον τὸ μονογενές, ἔλαιον, οὔραιον, Σκύλλαιον, πρέμναιον, Κίρκαιον τὸ ὄρος, Δίρκαιον, Κότταιον τὸ ὄρος, Ἕρμαιον, Φοίβαιον, Κύταιον ἡ πόλις, γύναιον, Λύκαιον τὸ ὄρος, δέραιον. σεσημείωται τὸ ὄρνεον, ὄστρεον διὰ τοῦ ε γραφόμενα. λέγεται δὲ καὶ ὄστρειον διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι . οὕτω δὲ κάνεον διὰ τοῦ ε ψιλοῦ καὶ κατὰ συναίρεσιν γίνεται κανοῦν. ὤεον δὲ διὰ τοῦ ε ψιλοῦ γραφόμενον οὐ μάχεται, διότι ἐκ πλεονασμοῦ ἔχει τὸ ε · τὸ χρύσεον, ἀργύρεον, χάλκεον καὶ εἴ τι ὅμοιον οὐ μονογενές. ἀπὸ γὰρ τοῦ χρύσειος, ἀργύρειος, χάλκειος Ἰωνικῶς ἐγένετο χρύσεος καὶ ἀργύρεος καὶ τὸ οὐδέτερον ἔχει χρύσεον καὶ ἀργύρεον καὶ χάλκεον. τὸ δένδρεον καὶ αὐτὸ οὐκ ἀντίκειται, ἐκ πλεονασμοῦ γὰρ τὸ ε . Τὰ διὰ τοῦ αιον ὑπὲρ τρεῖς συλλαβὰς εἴτε προπαροξύνεται εἴτε προπερισπᾶται, διὰ τῆς αι διφθόγγου γράφεται οἷον Χαλαστραῖον τὸ νίτρον, Στεφαναῖον ὄνομα τόπου, Ἠλακαταῖον ὄρος Θεσσαλίας, Καναστραῖον, Ἀμυκλαῖον, Ἀραχναῖον. Τὰ εἰς θρον οὐδέτερα διὰ τοῦ ε γράφεται οἷον βέρεθρον, πολίεθρον, πέλεθρον, θύρεθρον. σεσημείωται τὸ ὕπαιθρον. Τὰ εἰς ος οὐδέτερα εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς ὀνόματα διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουσαν οἷον βέλος, δέλος, |
| 3,2 427 | βρέφος, δέος, κλέος, μέγεθος, στέλεχος. σεσημείωται τὸ λαῖφος καὶ αἶσχος διὰ τῆς αι διφθόγγου γραφόμενα. Τὰ διὰ τοῦ εγω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον φλέγω, ψέγω· ἢ καὶ τὰ ἔχοντα τὸ ο ἐγκείμενον ἐν τοῖς ὀνόμασιν ἔχει τὸ ε ἀντιπαρακείμενον ἐν τοῖς ῥήμασιν. Τὰ διὰ τοῦ εδω ῥήματα εἴτε βαρύτονα εἴτε περισπώμενα διὰ τοῦ ε ψιλοῦ γράφεται, ἔδω τὸ ἐσθίω, μέδω. ταῦτα δὲ διφορεῖται· εἰσὶ γὰρ βαρύτονα καὶ περισπώμενα ὡς παρὰ τῷ ποιητῇ «Δωδώνης μεδέων» (Π 234) καὶ ἐδῶ, ἐξ οὗ ἤδεσται ἐδεστόν καὶ ἀνέδεστον τὸ μὴ ἐσθιόμενον. περισπώμενα δέ εἰσι πεδῶ μεδῶ σκεδῶ. σεσημείωται τὸ αἰδῶ, ὃ σημαίνει τὸ αἰδοῦμαι. γράφεται δὲ διὰ τῆς αι διφθόγγου. Τὰ διὰ τοῦ εθω ῥήματα δισύλλαβά τε καὶ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ε ψιλοῦ γράφεται καὶ βαρύνεται οἷον σπερέθω, σχέθω, νεμέθω, ἔθω, βρεμέθω, ἀερέθω, χρεμέθω, φαέθω, τελέθω, ἐγερέθω, φλεγέθω. τὸ τηλεθῶ περισπώμενον σεσημείωται τὴν τρίτην ἀπὸ τέλους ἔχον φύσει μακρὰν καὶ τὸ αἴθω ἐπὶ τοῦ καίω διὰ τῆς αι διφθόγγου γραφόμενον. Τὰ διὰ τοῦ εζω ῥήματα δισύλλαβα οὐδέποτε τῇ αι διφθόγγῳ παραλήγεται οἷον ῥέζω, ἕζω. τὸ παίζω σεσημείωται διὰ τῆς αι διφθόγγου. Τὰ διὰ τοῦ ελω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πέλω, κέλω, μέλω, θέλω. Τὰ διὰ τοῦ εμω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ μαιμῶσα ἡ ὁρμῶσα. Τὰ εἰς νω ῥήματα παραληγόμενα τῇ αι διφθόγγῳ, ἐὰν ἔχῃ τὸ α ἐν τῷ μέλλοντι ἀναφαινόμενον, διὰ τῆς αι διφθόγγου γράφεται οἷον φανῶ φαίνω, ῥανῶ ῥαίνω. τὸ μέντοι μένω διὰ τοῦ ε ψιλοῦ γράφεται, ἐπειδὴ οὐκ ἔχει ἐν τῷ μέλλοντι τὸ α . Τὰ διὰ τοῦ αιρω ὑπὲρ δύο συλλαβὰς ὄντα διὰ τῆς αι διφθόγγου γράφεται οἷον μαρμαίρω τὸ λάμπω, μεγαίρω τὸ φθονῶ, καρκαίρω τὸ κτυπῶ. πρόσκειται ὑπὲρ δύο συλλαβὰς διὰ τὸ δέρω καὶ φέρω. Τὰ διὰ τοῦ αιω δισύλλαβα ἢ καὶ ὑπὲρ δύο συλλαβάς, μὴ μελετήσαντα παρασχεῖν συναίρεσιν ἢ ἐν κινήσει τινὶ γεννᾶν τὸ ο ἢ τὸ υ προσλαμβάνειν ἐν τῷ μέλλοντι διὰ τῆς αι διφθόγγου γράφεται οἷον κλαίω, καίω, παίω, ναίω τὸ οἰκῶ. ἐπὶ γὰρ τοῦ κολυμβῶ διὰ τοῦ ε ψιλοῦ. προσλαμβάνει γὰρ τὸ υ ἐν τῷ νεύσω. γαίω τὸ γαυριῶ, ῥαίω, παλαίω, κεραίω, λιλαίω, ἀγαίω, σταλαίω, χαλαίω, κρεμαίω, διχαίω. πρόσκειται «μὴ μελετήσαντα πάσχειν συναίρεσιν» διὰ τὸ ποιέω ποιῶ, νοέω νοῶ. |
| 3,2 428 | πρόσκειται «μὴ ἐν κινήσει τινὶ γεννῶντα τὸ ο » διὰ τὸ ῥέω ῥοή καὶ πνέω πνοή καὶ εἴ τι ἄλλο τοιοῦτον. ταῦτα γὰρ καὶ τὸ υ προσλαμβάνει ἐν τῷ ῥεύσω, πλεύσω μέλλοντι· καὶ ὁμοίως δὲ ἐν τῷ νεύσω, χεύσω. καὶ τρέπει τὸ ε εἰς ο ἐν τῷ χοή καὶ προχοή. σεσημείωται τὸ κέω, ἐξ οὗ τὸ κέομαι καὶ ἐν πλεονασμῷ τοῦ ι καὶ συγκοπῇ τοῦ ο κεῖμαι. σημειωτέον διὰ τοῦ ε ψιλοῦ γραφόμενον καὶ τὸ ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, καὶ τὸ ἔω τὸ πορεύομαι, ἐξ οὗ τὸ εἶμι τὸ περισπώμενον, καὶ ἕω τὸ δασυνόμενον καὶ βαρυνόμενον, ἐξ οὗ παραγωγὸν τὸ ἑννύω. Τὰ εἰς αι λήγοντα ἐπιρρήματα μονοσύλλαβα τρία ἐστὶν αἵ, τὸ δασυνόμενον ὡς ὅταν λέγωμεν αἳ τάλας, καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀντὶ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰς α ὡς κύπειρον καὶ τὸ ναί συγκαταθέσεως. Τὰ σχετλιαστικὰ εἰς αι λήγοντα ἐπιρρήματα χαίρει τῇ αι διφθόγγῳ βαβαί, ἀτταταῖ, παπαῖ, μεθ’ ὧν πάλαι καὶ χαμαί. Περὶ τῆς ει διφθόγγου. Τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην οἷον θλίβω, λίβανον, λιβάς, κιβωτός. εἰ δέ που εὑρέθη τὸ β ἔχον τὴν ει δίφθογγον προηγουμένην, γνῶθι ὅτι ἐν ῥήματί ἐστιν ἔχοντι τὸ ο ἀντιπαρακείμενον διὰ τῆς οι διφθόγγου οἷον ἀμείβω ἀμοιβή, λείβω λοιβή, στείβω στοιβή. Πᾶσα λέξις ἀπὸ τῆς βι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται, εἰ μή ἐστι κατὰ γλῶσσαν Λακώνων ἢ κατὰ πάθος οἷον Βισάλται, ἔστι δὲ ἔθνος Θρᾴκης, βίος ἡ ζωή, βιός τὸ τόξον, βιόδωρος, Βιθυνία, βιστάκια, σημαίνει τὰ πιστάκια, ψιττάκια. πρόσκειται «εἰ μή ἐστι κατὰ γλῶσσαν Λακώνων» διὰ τὸ βείδιοι· τοῦτο διὰ τῆς ει διφθόγγου γράφεται· βείδιοι λέγονται οἱ ἄρχοντες παρὰ τοῖς Λακεδαιμονίοις. βειέλοπες οἱ λεγόμενοι ἱμάντες—ὁ δὲ Δίδυμος διὰ τοῦ ι γράφει— πρόσκειται «εἰ μή ἐστι κατὰ πάθος», ἐπειδή ἐστιν ἐὰν βῶ κατὰ προσθήκην τοῦ ι ἐὰν βείω κατὰ πάθος. Πᾶσα λέξις ἀπὸ τῆς βλι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται χωρὶς εἰ μὴ ἀπὸ κλίσεως ῥήματος σχῇ αὐτήν. πρόσκειται «ἀπὸ κλίσεως ῥήματος» διὰ τὸ βλῆμι καὶ βλεῖο. Πᾶσα λέξις ἀπὸ τῆς βρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον Βρισηΐς, βρί τὸ μέγα, βριθοσύνη τὸ βάρος, βριαρός ὁ ἰσχυρός, βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον. |
| 3,2 429 | Πᾶσα λέξις ἀπὸ τῆς γλι συλλαβῆς ἀρχομένη ἀποστρέφεται τὴν ει δίφθογγον Γλισᾶς, γλίον τὸ ἰσχυρόν, γλία ἡ κόλλα, γλιῶσαι τὸ παίζειν. Πᾶσα λέξις ἀπὸ τῆς γρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον γρίντης ὁ βυρσεύς, γριπεύς ὁ ῥάπτων τὰ ἁλιευτικὰ δίκτυα, γριφᾶσθαι· οὕτω λέγουσι τὸ γράφειν Λάκωνες, γρῖφος, σημαίνει δὲ τὸ δύσλυτον αἴνιγμα, γρῖνος τὸ δέρμα, γρίσων ὁ χοῖρος, γρῖπος παρὰ τὸ ἀγρεῖν, ὅ ἐστι παρακολουθεῖν τῇ ἄγρᾳ. Πᾶν ὄνομα καὶ πᾶν μέρος λόγου, ᾧ ἔγκειται τὸ κρι μόριον, διὰ τοῦ ι γράφεται οἷον κριός, κριτής, κρίσις, κριθή, κριθάριον, κριθιῶ, κρίθινος. σεσημείωται τὸ κρείσσων, καὶ κρέσσων μὴ πλεονάζοντος τοῦ ι λέγεται κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος· ἦν θεὸς ἢ κρέσσον· τί ὀνησόμεθα; τὸ κρειοφάγος οὐκ ἐναντιοῦται, κρεοφάγος γάρ, καὶ κρείων, κρέων γάρ. Πᾶσα λέξις ἀπὸ τῆς τρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον τρισμάκαρες, τρισάθλιος, τρισάκις, τρισσῶς, τρισμύρια, τρισόλβιος. σεσημείωται τὸ τρεῖς πληθυντικὸς ἀριθμὸς καὶ τὸ τρεῖς τὸ ῥῆμα τὸ σημαῖνον τὸ τρέμεις· ἐκ τοῦ τρῶ τρεῖς. Οὐδέποτε μετὰ τοῦ φ εὑρίσκεται δίφθογγος καταλήγουσα εἰς ρ συμφώνου ἐπιφερομένου οἷον φάρμακον «φροντίδος εὐρείης—στῆθος καὶ χείλεα φύρσω» (ς 21), «κείμενον ἐν φέρτρῳ» (Σ 236) πλὴν τοῦ φθειρσί παρὰ Ἀρχιλόχῳ «φθειρσὶ μοχθίζοντα» ἀπὸ τοῦ φθείρ φθειρός. Οὐδέποτε μετὰ τοῦ χ εὑρίσκεται δίφθογγος καταλήγουσα εἰς ρ συμφώνου ἐπιφερομένου οἷον χάρμα «αὐλῆς ἐν χόρτῳ» (Λ 773), «χέρνιβα δ’ ἀμφίπολος» (α 136), ὅθεν ὁ ποιητὴς φυλάξας τὴν δίφθογγον τοῦ χείρ ἐν παντὶ ἀριθμῷ καὶ ἐν πάσῃ πτώσει διήλλαξεν ἐν τῇ πληθυντικῇ δοτικῇ «χερσὶ μὲν οὔτοι ἔγωγε μαχήσομαι» (Α 301), οὐκέτι δὲ χειρσί· τοῦτο δὲ ἐν παραγωγῆ οὐ χέρεσσιν εἶπεν ἀλλὰ χείρεσσι «τοίω τὼ χείρεσσι ὑφ’ ἡμετέρῃσι» (Ε 559). Τὰ ἀπὸ τῆς ψι συλλαβῆς ἀρχόμενα οὐ γράφεται διὰ τῆς ει διφθόγγου οἷον ψιλός, ψιλή, ψιλίον· σημαίνει δὲ τὸ ἐπιτιθέμενον ἐν ἄκροις τῶν χειρῶν, ὅπερ ἐν τῇ συνηθείᾳ ψέλιον εἰώθασι λέγειν διὰ τοῦ ε . ψίω τὸ ἐμβρωματίζω. Οὐδέποτε πρὸ τῶν δύο ρρ εὑρίσκεται δίφθογγος ὑποδηματορράφος, Κίρρα. Οὐδέποτε πρὸ δύο σς δίφθογγος εὑρίσκεται οἷον ἑλίσσω, φρίσσω, |
| 3,2 430 | μέλισσα, κισσός, τρισσός χωρὶς τοῦ κρείσσων καὶ τοῦ ἐξ αὐτοῦ ῥήματος γινομένου κρεισσῶ καὶ λεύσσω καὶ γλαύσσω τὸ φωτίζω. Οὐδέποτε ἡ ει δίφθογγος πρὸ τῶν δύο συμφώνων εὑρίσκεται ἐν συλλήψει. εἰ δὲ ἐγράφετο δίφθογγος (sc. in μίσγω), μέμοιγα ἦν ὁ μέσος παρακείμενος· οὐκ ἔστι δὲ ἀλλὰ μέμιγα. Οὐδέποτε τὸ σκ ἐν συλλήψει ὂν ἔχει τὴν ει δίφθογγον προηγουμένην χωρὶς μιᾶς λέξεως καὶ ταύτης ἀμφιβαλλομένης οἷον Ἡρακλεΐσκος Ἡρακλεῖσκος. παραδείγματα δὲ ταῦτα· βασιλίσκος, μειρακίσκος, ἴσκω. ἀμέλει ἔστιν εἴδω εἴσω διὰ τῆς ει διφθόγγου. καὶ προσελθόντος τοῦ κ διίσταται τὸ ι καὶ γίνεται ἐΐσκω διὰ μὴ δύνασθαι τὴν ει δίφθογγον προηγεῖσθαι, ἡνίκα ἐστὶν τὸ σκ ἐν συλλήψει· ἡνίκα δὲ γίνεται σύλληψις, ἀποβάλλει τὸ ε καὶ γίνεται ἴσκω διὰ τοῦ ι . Αἱ ἀναδιπλασιάσεις ἀεὶ διὰ τοῦ ι γράφονται, τιτρώσκω. Τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλαβήν, ἔχοντα δὲ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι ἢ τὸ υ διὰ τοῦ ι γράφεται, δριμύς, ἰλύς, Τῖφυς, Τῖρυς, κῖκυς, βριθύς, πίτυς, Ἶρις, ἶβις, Ἶσις, ῥιπίς, Βιθυνία, Λακινία. Πολλά ἐστιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν ῥημάτων διὰ διφθόγγου, τῶν δὲ ὀνομάτων διὰ τοῦ ι οἷον πείθω πιθανός, οἰκτείρω οἰκτιρμός, σείω σῖτος, νείφω νιφετός, λείχω λίχανος. οὕτω καὶ παρὰ τὸ λείπω λιμός. Τὰ παρὰ τὸ ἀεί διὰ τῆς ει διφθόγγου γράφεται, ἀείμνηστος, ἀειγενής, ἀείφρουρος, ἀειπάρθενος, ἀειφανής. τὸ μέντοι ἀΐδιος μόνον διὰ τοῦ ι γράφεται παρὰ τὸ ἄϊ Αἰολικόν. καὶ τὸ ἀειπάρθενος διὰ τῆς ει διφθόγγου γράφεται κοινῶς, Αἰολικῶς δὲ διὰ τοῦ ι . Τὸ εἴκελος διφορεῖται κατὰ τὴν γραφήν, τὰ μέντοι παρ’ αὐτὸ συντεθειμένα δίφθογγον ἔχει, θεοείκελος, πανείκελος, ἀνδρείκελος. Περὶ τῆς ἐπὶ τέλους συλλαβῆς. Καθόλου τὰ εἰς ν λήγοντα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ οὐκ ἔχει πρὸ τοῦ ν δίφθογγον οἷον Ἕλλην, αὐχήν, Τιτάν, Πλάτων, Τρύφων, Σιδών, Χαλκηδών, δελφίν, Σαλαμίν. πρόσκειται ἀρσενικὰ καὶ θηλυκὰ διὰ τὰ οὐδέτερα· ταῦτα γὰρ πολλάκις πρὸ τοῦ ν ἔχει δίφθογγον οἷον ὀστοῦν, χρυσοῦν, χαλκοῦν, ἀργυροῦν. |
| 3,2 431 | Πάντα τὰ δικατάληκτα διὰ τοῦ ι μακροῦ γράφεται οἷον δελφίς δελφίν, Ἐλευσίς Ἐλευσίν, γλωχίς γλωχίν, Τελχίς Τελχίν, ἑρμίς ἑρμίν, Τραχίς Τραχίν, ῥηγμίς ῥηγμίν, ὠδίς ὠδίν, πηρίς πηρίν, ἴς ἴν, ῥίς ῥίν, θίς θίν. τὸ δὲ θίς καὶ ῥίς ὁ Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου ἀξιοῖ γράφεσθαι καὶ ἀκολουθῶν τῇ ἐτυμολογίᾳ ἔλεγεν, ὅτι τὸ θείς παρὰ τὸ θείνεσθαί ἐστι· καὶ γὰρ ἐν αἰγιαλῷ θείνονται καὶ τύπτονται τὰ κύματα· ἢ παρὰ τὸ θέειν, καὶ γὰρ ἐν αἰγιαλῷ θέει ἤγουν τρέχει τὰ κύματα. τὸ δὲ ῥείς παρὰ τὸ ῥεῖν γέγονε, καὶ γὰρ ἐκ τῆς ῥινός ῥέουσι καὶ κατέρχονται τὰ περιττώματα τῆς κεφαλῆς. ἀκολουθῶν οὖν ταύτῃ τῇ ἐτυμολογίᾳ εἴρηκεν αὐτὸ διὰ τῆς ει διφθόγγου. ἡ δὲ παράδοσις οἶδεν αὐτὸ διὰ τοῦ ι γράφεσθαι. Πάντα τὰ εἰς ειρ λήγοντα εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ τῆς ει διφθόγγου γράφεται οἷον χείρ παρὰ τὸ ἔχειν, ὅπερ οἱ Αἰολεῖς χήρ φασι τρέποντες τὴν ει εἰς τὸ η οἷον πλείων πλήων, μείων μήων, φθείρ τὸ ἀπὸ τῆς φθορᾶς τοῦ σώματος ἀπὸ τοῦ φθείρω, Εἴρ ὄνομα ποταμοῦ ἀπὸ τοῦ εἴρω τὸ συμπλέκω, πολύχειρ, αὐτόχειρ, ἑκατόγχειρ, ἀντίχειρ, χρυσοέθειρ, Βέχειρ, Σάπειρ, Ἀλάζειρ, Λίγειρ, Ἐλάτειρ, μεθ’ ὧν τὰ Βοιωτικὰ πατείρ, μήτειρ. σεσημείωται τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ Ἐνδυμίωνος, ἀφ’ οὗ τὸ «Φθιρῶν ὄρος ἀκριτόφυλλον» (Β 868). Τὰ εἰς ξ λήγοντα ἀποστρέφεται τὴν ει δίφθογγον οἷον πέρδιξ, μάστιξ, θρίξ, ψίξ, Τέμμιξ, Φοῖνιξ, χοῖνιξ, ἆϊξ, πίφιξ. Τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφεται τὴν ει δίφθογγον, σανίς, ῥανίς, βολίς, θυρίς, ἁψίς, γλωσσίς, ἀσπίς, σφραγίς, κρηπίς, κεραμίς, κηκίς, φαρκίς, φλυκτίς, ψωφίς, ψηφίς, ψωμίς. πρόσκειται «ὀξύτονα» διὰ τὸ ἀντήρεις, εἰς ὃ ἐπερείδεταί τις· «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ κλείς, ὅθεν καὶ τὸ κατάκλεις «κοινολεκτούμενα»· τὸ γὰρ εὐσεβής καὶ εὐγενής διὰ τῆς ει διφθόγγου γράφουσιν οἱ Βοιωτοί. Τὰ εἰς εις ἔχοντα οὐδέτερον εἰς εν διὰ τῆς ει διφθόγγου γράφεται οἷον χαρίεις χαρίεν, ἀστερόεις ἀστερόεν, δενδρήεις δενδρῆεν, αἱματόεις αἱματόεν, τιμήεις τιμῆεν, ἑρσήεις ἑρσῆεν, ἠχήεις, κερόεις, φωνήεις, εἷς ἕν. Τὰ εἰς εις διὰ τοῦ εντος κλινόμενα διὰ τῆς ει διφθόγγου γράφε‐ |
| 3,2 432 | ται, δαφνήεις δαφνήεντος, ἀστερόεις ἀστερόεντος, Σιμόεις Σιμόεντος. ἄλλως οἱ Δωριεῖς ἄνευ τοῦ ι προφέρονται αὐτὰ οἷον ἀστερόες αἱματόες καὶ ἡμεῖς λοιπὸν προσθέσει τοῦ ι γράφομεν. Τὰ εἰς ις μονοσύλλαβα μονογενῆ κοινολεκτούμενα ἀποστρέφεται τὴν ει δίφθογγον, οἷον κίς, λίς πλὴν τοῦ κλείς καὶ κτείς. πρόσκειται «μονογενῆ» διὰ τὸ εἷς τριγενές. «κοινολεκτούμενα» διὰ τὸ μείς. Καθόλου τὰ εἰς ις λήγοντα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ εἴτε δικατάληκτα εἴτε μὴ εἴτε ἁπλᾶ εἴτε σύνθετα εἴτε μακροκατάληκτα εἴτε μὴ μακροκατάληκτα, οἷον ἂν τόνον ἐπιδέχηται, κατὰ κοινὴν διάλεκτον ὄντα ἀποστρέφεται τὴν διὰ τῆς ει διφθόγγου γραφήν· εἰ δέ τι διὰ τῆς ει διφθόγγου εὑρεθῇ γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον τὸ ε οἷον Πάρις, ὄφις, μάντις, Θέτις, κράστις, πίστις, ὄρνις, Βούσιρις, Ὄσιρις, Ἦτις ὄνομα πόλεως, λιπόπατρις, Εὔπολις, ἄπολις, κνημίς, ἀσπίς, ῥανίς, βολίς, ψηφίς, κρηπίς, Ἐλευσίς. πρόσκειται «κατὰ κοινὴν διάλεκτον» ἐπειδὴ οἱ Βοιωτοὶ τὸ λέβης πένης παρ’ ἡμῖν διὰ τοῦ η γραφόμενα διὰ τῆς ει γράφουσιν οἷον λέβεις, πένεις. πρόσκειται «εἰ δέ τι εὑρεθῇ διὰ τῆς ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον τὸ ε » διὰ τὸ χαρίεις χαρίεντος, τιμήεις τιμήεντος, εἷς ἑνός, κτείς κτενός. ταῦτα γὰρ διὰ τῆς ει γράφεται καὶ ἔχει ἐν τῇ γενικῇ τὸ ε ἀναφαινόμενον. δεῖ σημειώσασθαι τὸ κλείς κλειδός, ὃ σημαίνει τὸ κλειδίον καὶ τὰ παρ’ αὐτὸ οἷον κατάκλεις κατάκλειδος, ἀντήρεις ἀντήρειδος. σημαίνει δὲ πᾶν εἰς ὃ ἐπερείδεταί τις. ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται καὶ οὐκ ἔχει τὸ ε ἐν τῇ γενικῇ ἀναφαινόμενον. ἀντιτιθέασι δέ τινες πρὸς τὸν λόγον τὸν λέγοντα «εἰ δέ τι εὑρεθῇ διὰ τῆς ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ τὸ ε », ἰδοὺ γὰρ τὸ ὄφις ὄφεως καὶ πόλις πόλεως καὶ μάντις μάντεως καὶ τὰ ὅμοια ἔχει ἐν τῇ γενικῇ τὸ ε ἀναφαινόμενον καὶ οὐ γράφεται διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι . πρὸς οὕς ἐστιν εἰπεῖν, ὅτι τοῦτο γίνεται, ἐπειδὴ οὐκ ἔστι κοινὸν τὸ ε , ἀλλὰ κατὰ Ἀττικούς. ἔστι γὰρ ὄφις ὄφιος κοινῶς. οἱ Ἀττικοὶ οὖν ἔτρεψαν τὸ ι εἰς ε καὶ τὸ ο εἰς ω καὶ ἐγένετο ὄφεως καὶ πόλεως. Τὰ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφεται, λίψ, θρίψ, αἰγίλιψ, Κίνυψ, Κύκλωψ, Πέλοψ, ἴψ, σκίψ, ὃ καὶ σκνίψ καὶ κνίψ λέγουσιν, Νίψ Νιβός ὄνομα κρήνης. Πᾶν ὄνομα στοιχείου εἰς ι καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν διφθόγγῳ |
| 3,2 433 | οἷον ξῖ, πῖ, φῖ, ψῖ, χῖ χωρὶς τοῦ ε · τοῦτο γὰρ ι ἔχει ἐν διφθόγγῳ. καί ἐστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ὀνόματα τῶν στοιχείων ἀφ’ ἑαυτοῦ θέλει ἄρχεσθαι οἷον ἄλφα ἀπὸ τοῦ α ἄρχεται, βῆτα ἀπὸ τοῦ β · εἰ οὖν τὸ ε τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ι ἐγράφετο, οὐκ ἤμελλεν ἀπὸ ἑαυτοῦ ἄρχεσθαι. τούτου οὖν χάριν διὰ τῆς ει διφθόγγου γράφεται, ἵνα εὑρεθῇ ἀπὸ τοῦ ε ἀρχόμενον. ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΕΛΟΥΣ ΣΥΛΛΑΒΩΝ. Περὶ ὀνομάτων. Περὶ τῶν εἰς αν . Τὰ εἰς αν οὐ παραλήγεται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν, Ἑρμάν, Ποτιδάν ὁ Ποσειδῶν, Τιτάν. τὸ γὰρ Ἀργειάν, ἔστι δὲ ὄνομα ὄρους Μεσσηνίας, ἀπὸ τοῦ Ἀργεῖος ἔχει τὴν δίφθογγον. Περὶ τῶν εἰς ων . Πᾶν ὄνομα ἀρσενικὸν ἢ θηλυκὸν εἰς δων λῆγον ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι, Σιδών ἐπὶ τοῦ πολίτου καὶ ἐπὶ τῆς πόλεως, Σαρπηδών, σηπεδών, χελιδών, σινδών. τὸ δὲ Ποσειδῶν διφορεῖται. παρὰ γὰρ τοῖς Ἀθηναίοις διὰ τῆς ει διφθόγγου γράφεται, οἱ δὲ Αἰολεῖς καὶ οἱ Δωριεῖς διὰ τοῦ ι . Πάντα τὰ εἰς ιμων κύρια παροξύτονα διὰ τοῦ ι γράφεται, οἷον Σίμων, Τίμων, Κίμων. τὸ γὰρ λειμών καὶ χειμών ὀξύνονται. Πάντα τὰ εἰς μων βαρύτονα ὑπὲρ δύο συλλαβὰς παρὰ τὸ εἷμα γινόμενα τουτέστιν τὸ ἔνδυμα, διὰ τῆς ει διφθόγγου γράφεται οἷον λευχείμων, ἀνείμων, μελανείμων. Τὰ εἰς ιφρων διὰ μόνου τοῦ ι γράφεται οἷον καλλίφρων, μελίφρων, Ἀλκίφρων, περίφρων. Τὰ εἰς των λήγοντα μὴ ὄντα κοινὰ τῷ γένει οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον Βίτων, χιτών, Τρίτων ὄνομα ποταμοῦ, Κρίτων, Ἴτων, Ἀρίστων, Χαρίτων. πρόσκειται «μὴ κοινὰ τῶ γένει» διὰ τὸ ὁ γείτων καὶ ἡ γείτων. Τὰ εἰς ων καθαρὰ συγκριτικὰ οὐ παραλήγεται τὴν ει δίφθογγον, ἀλλὰ τὸ ι , ἀλγίων, αἰσχίων, βραδίων, ταχίων, ἡδίων, γλυκίων, βελτίων, κακίων, φιλίων, μεθ’ ὧν καὶ διπλασίων, χωρὶς τοῦ χερείων καὶ ἀρείων καὶ δισυλλαβῶν τινων μείων, πλείων. Τὰ ἐπὶ μηνῶν τῶν Ἀθηναίων διὰ τοῦ ι γράφεται κατὰ τὴν |
| 3,2 434 | παραλήγουσαν οἷον Ἐλαφηβολιών, Πυανεψιών, Βοηδρομιών, Μεταγειτνιών. Καθόλου τὰ διὰ τοῦ ιων βαρύτονα τρέποντα τὸ ω ἐν τῇ γενικῇ εἰς τὸ ο εἴτε κύρια εἴτε μὴ κύρια ἀποστρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν οἷον Ἐχίων Ἐχίονος, βραχίων βραχίονος, Ἰξίων Ἰξίονος, Πανδίων Πανδίονος, πίων πίονος ὁ λιπαρός, Ἀμφίων Ἀμφίονος, Ἀρίων Ἀρίονος, Δηΐων Δηΐονος, πρίων πρίονος, κίων κίονος, κυλλοποδίων κυλλοποδίονος, Ὑπερίων Ὑπερίονος. Τὰ διὰ τοῦ ειων διὰ τῆς ει διφθόγγου γράφεται μὴ ὄντα συγκριτικὰ φυλάττοντα τὸ ω κατὰ τὴν γενικὴν οἷον Ἀτρείων Ἀτρείωνος, Καδμείων Καδμείωνος, Ἀργείων Ἀργείωνος, Πηλείων Πηλείωνος. πρόσκειται «μὴ συγκριτικὰ» διὰ τὸ χερείων χερείονος, ἀρείων ἀρείονος. τὸ δὲ Ὠρίων Ὠρίωνος Εὐριπίδης συνέστειλεν. Τὰ εἰς δης εἰς ων ἔχοντα πατρωνυμικὰ τὴν αὐτὴν παραλήγουσαν θέλει ἔχειν, Κρονίδης Κρονίων, Ἀτρείδης Ἀτρείων. Περὶ τῶν εἰς ξ . Τὰ εἰς αξ ἀποστρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν οἷον Φαίαξ, κλῖμαξ, κόραξ, θρῖδαξ πλὴν τοῦ μεῖραξ καὶ λεῖμαξ, σημαίνει δὲ τὸν λειμῶνα, καὶ τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου λείαξ. Περὶ τῶν εἰς ρ . Τὰ εἰς ηρ βαρύτονα ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι οἷον Πίηρ, πλὴν τοῦ Ἐξαύτηρ. Περὶ τῶν εἰς ας . Τὰ εἰς ας εἴτε ὀξύτονα εἴτε περισπώμενα ἀρσενικὰ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον Ζηνᾶς, Μητρᾶς, Γλισᾶς, Κερκιδᾶς, πινακᾶς, Φιλητᾶς, Κομητᾶς, Μαρικᾶς, ἱλᾶς ὁ εὐμενής, ἱμάς, ἀνδριάς. πρόσκειται «ἀρσενικὰ» διὰ τὸ πελειάς Ἡρακλειάς θηλυκά. Τὰ διὰ τοῦ ιας ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ διὰ τοῦ ι γράφεται οἷον Χαβρίας, Ἱππίας, φρονηματίας, Κινησίας, Σωσίας, πωγωνίας, Γλαυκίας, τοξίας, Λυσίας, Ἀγρίας, Γοργίας, Φανίας, τραυματίας, ὀνοματίας. τὸ γὰρ Αἰνείας καὶ Αὐγείας καὶ Ἑρμείας ἐκ τοῦ Αἰνέας καὶ Αὐγέας καὶ Ἑρμέας πλεονασμῷ τοῦ ι γέγονεν. ὡσαύτως καὶ παρείας ὁ ὄφις διὰ τῆς ει διφθόγγου, τὸ δὲ Παρίας κύριον διὰ τοῦ ι γράφεται. |
| 3,2 435 (1t) | Περὶ τῶν εἰς ης . Τὰ εἰς ος ἀρσενικὰ εἴτε ἀπὸ εὐθείας εἴτε ἀπὸ γενικῆς ποιοῦντα πατρωνυμικὰ ἢ τύπον πατρωνυμικὸν ἔχοντα εἰς δης διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν, Κρονίδης, Κλυτίδης, Πριαμίδης, Τανταλίδης, Ἑκτορίδης, Πελοπίδης, Κεκροπίδης, Μεμνονίδης, Φοινικίδης, Ἀλεξανδρίδης, Λεωνίδης, Ἀπολλωνίδης, Βηλίδης, Κοδρίδης, Λαγίδης, Ὑπερίδης —ὥσπερ γὰρ παρὰ τὴν ἀνά πρόθεσιν γίνεται Ἄνιος καὶ παρὰ τὴν ὑπό Ὕπιος ποταμός, οὕτω καὶ παρὰ τὴν ὑπέρ ὕπερος καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδης—Εὐριπίδης. τύπου δὲ πατρωνυμικοῦ ὄντα παρετάθησαν διὰ τῆς ει Λυσιθείδης, Κηκείδης, Κυθνείδης, Ὠρείδης, Ἐχεφυλλείδης, Σκυθρωπείδης, Θαρρελείδης, Φιλομηλείδης «Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς» (Od. δ 343). Τὰ ἀπὸ τῶν εἰς ης εἰς τὴν ου δίφθογγον ἐχόντων τὴν γενικὴν διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται οἷον Λυκάμβης Λυκάμβου Λυκαμβίδης, κορυνήτης κορυνήτου Κορυνητίδης, Βούτης Βούτου Βουτίδης. Τὰ ἀπὸ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται, Εὐτυχίδης, Πλεισθενίδης, Ἀχαιμενίδης· εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆς ει Εὐήρης Εὐηρείδης, Εὐκλείδης, Ἡρακλείδης, Χαρικλείδης. τὸ δὲ Θουκυδίδης, Θρασυμηδίδης, Δικηρίδης τύπου ἔχονται πατρωνυμικοῦ. Τὰ ἀπὸ τῶν εἰς ευς ὄντα πατρωνυμικὰ διὰ τῆς ει θέλει γράφεσθαι, Πηλείδης, Ἀτρείδης, Αἰγείδης, Νηλείδης, Βασιλείδης, Οἰνείδης· τὸ δὲ Ἀλκείδης ἀπὸ τοῦ Ἀλκαῖος τροπῇ τῆς αι διφθόγγου εἰς τὴν ει . Τὰ ἀπὸ τῶν εἰς ως Ἀττικῶν διὰ τῆς ει γράφεται, ὁ Νείλεως τοῦ Νείλεω Νειλείδης ὁ υἱὸς τοῦ Νείλεω, ὁ Εὔνεως τοῦ Εὔνεω Εὐνείδης. Τὰ εἰς δης μητρωνυμικὰ διὰ τοῦ ι γράφεται οἷον Λητωΐδης ὁ υἱὸς τῆς Λητοῦς, Δαναΐδης ὁ υἱὸς τῆς Δανάης, Φιλυρίδης ὁ υἱὸς Φιλύρας. ὅθεν Νιοβίδης ὁ τῆς Νιόβης. ὅθεν τὸ Φιλομηλείδης τὸ παρ’ Ὁμήρῳ οὐ λέγομεν εἶναι πατρωνυμικὸν οὐδὲ λέγομεν τὸν υἱὸν τῆς Φιλομήλας. ὄνομα κύριόν ἐστιν. εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ὤφειλεν εἶναι· καὶ ὁ Διονύσιος λέγει ὅτι ἀπὸ μητέρων οὐ σχηματίζει πατρωνυμικὸν ὁ Ὅμηρος. Τὰ διὰ τοῦ ινης ἀποστρέφεται τὴν ει δίφθογγον, Αἰσχίνης, Σμικρίνης, Λεπτίνης, ἀργυροδίνης. |
| 3,2 436 | Τὰ διὰ τοῦ ισης πάντα διὰ τοῦ ι γράφεται οἷον Ἀγχίσης, Ἀντίσης, Ἀμφίσης, Ἐρίσης ὄνομα κύριον, Κυρίσης ποταμὸς Κελτικῆς, Τιπανίσης ἐθνικόν. Τὰ εἰς ιτης παρώνυμα μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μήτε ἀπὸ πρωτοτύπου τὸ ε διὰ τοῦ ι γράφεται, Μεμφίτης, τοπίτης, πολίτης, Ναυκρατίτης, τεμενίτης, Ἀσκαλωνίτης, βωνίτης, ἐπαλξίτης, Θερσίτης, λοχίτης, μεσίτης, Μαργίτης, Ταυρομενίτης, Φασηλίτης, χρυσίτης, ζευγίτης, στυλίτης, ἑρκίτης, στεφανίτης, πυρίτης, ὁδίτης, μαγνίτης, φεγγίτης, λυχνίτης καὶ εἴ τι ὅμοιον. πρόσκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο » διὰ τὸ ἀλείτης· ἀντιπαράκειται γὰρ αὐτῷ ἀλοίτης, καθόλου δὲ τὰ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν ὥσπερ σπείρω σπορά καὶ φθείρω φθορά, οὕτως ἀλείτης ἀλοίτης κατὰ διάλεκτον Αἰολικήν· οἱ γὰρ Αἰολεῖς τὴν ει δίφθογγον εἰς οι τρέπουσι· τὸ γὰρ ὄνειρος ὄνοιρος λέγουσι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ τὸ ἁμαρτάνω ἀλείτης ὁ ἁμαρτωλός παρὰ τὸ τὰς λιτὰς μὴ τηρεῖν· ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτης ἠξίου διὰ τοῦ ι γράφεσθαι· ἡ δὲ παράδοσις διὰ τῆς ει διφθόγγου. πρόσκειται «μὴ ἀπὸ πρωτοτύπου τὸ ε ἔχοντα»· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειτης γινόμενα διὰ τῆς ει διφθόγγου γράφει τὴν παραλήγουσαν οἷον ἱερεύς ἱερείτης, Σαμαρεύς Σαμαρείτης, Ἀταρνεύς Ἀταρνείτης τὸ δὲ τραπεζίτης ἐπὶ διαφόρου σημασίας διάφορον ἔσχε τῆς παραληγούσης τὴν γραφήν. ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ τὸ τράπεζα· ἐπὶ δὲ τοῦ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς ει διφθόγγου γράφεται. τοῦτο δὲ παρ’ Ἰβύκῳ εἴρηται κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η . ἔτι τὰ παρὰ τῶν εἰς εια γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται, Ζέλεια Ζελείτης, Καυκώνεια Καυκωνείτης, Δικαιάρχεια Δικαιαρχείτης, Ἁγνώνεια Ἁγνωνείτης, Μαρώνεια Μαρωνείτης. ἔτι τὰ ἀπὸ τῆς εἰς ος εὐθείας ἢ γενικῆς τὸ ε παραληγομένης γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται Ὠρεός Ὠρεοῦ Ὠρεΐτης καὶ κατὰ σύνοδον τοῦ ε καὶ ι Ὠρείτης. Ἕλος Ἕλεος Ἑλεΐτης καὶ Ἑλείτης. ἔδει οὖν καὶ ἀπὸ τοῦ Βορυσθένης Βορυσθένεος Βορυσθενείτης διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτης οὐδὲ τῷ ἑρκίτης· οὐ γὰρ ἀπὸ τῆς γενικῆς ἀλλ’ ἀπὸ τῆς εἰς ος εὐθείας ταῦτα καὶ εἰκότως ἔχει τὸ ι · τὸ δὲ Βορυσθένης οὐκ εἰς ος λήγει. ἀλλ’ ἠκολούθησε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι , τὰ γὰρ διὰ διφθόγγου ὀλίγα· ἔτι καὶ πάντα παρὰ τὸ ῥέειν διὰ τῆς ει διφθόγγου γράφεται, εὐρείτης, βαθυρείτης, ἀκαλαρείτης ὁ ἡσύχως ῥέων. ἀκαλὸν γὰρ παρὰ Σικελοῖς τὸ ἥσυχον. |
| 3,2 437 (1t) | Περὶ τῶν εἰς ις . Τὰ εἰς ρις βαρύτονα τῇ ει διφθόγγῳ οὐ παραλήγεται οἷον ἔρις, ἶρις, ἔστι δὲ εἶδος ὀρνέου, καὶ Ἶρις, δῆρις, Σῖρις, ἔστι δὲ ὄνομα πόλεως Φοινίκης, ξῖρις, ἔστι δὲ εἶδος ἀρωματικοῦ φυτοῦ, κῖρις, ἔστι δὲ εἶδος ἱέρακος· λέγεται δὲ καὶ παρὰ Κυπρίοις Κῖρις ὁ Ἄδωνις, παρὰ δὲ Λάκωσιν ὁ λύχνος. πρόσκειται «βαρύτονα» διὰ τὸ χειρίς χειρίδος. Περὶ τῶν εἰς ος . Τὰ διὰ τοῦ ιος δισύλλαβα ἀρσενικὰ τὴν ει δίφθογγον ἀποστρέφεται, βίος, βιός τὸ τόξον, δῖος, Δῖος τὸ κύριον, ἴος ὁ μόνος, ἰός τοῦ ὄφεως, μνιός ὁ ἁπαλός παρ’ Εὐφορίωνι, Χῖος ὁ πολίτης τῆς Χίου. Θρῖος ὄνομα ποταμοῦ, Κίος ὄνομα κύριον, Πῖος ὄνομα κύριον, Τίος ὄνομα κύριον, Κρῖος ὄνομα Τιτᾶνος καὶ κριός ὁ προηγούμενος τῆς ποίμνης παρὰ τὸ κεκρίσθαι τὰς τρίχας· διαφέρουσι γὰρ αἱ τρίχες τοῦ κριοῦ τῶν ἄλλων ζῴων. τινὲς δὲ λέγουσι παρὰ τὸ κέρας γίνεσθαι κεριός καὶ συγκοπῇ κριός. οὐ καλῶς. κεραῖος γὰρ ὤφειλεν εἶναι ὡς κνέφας κνεφαῖος, οὖδας οὐδαῖος. πρόσκειται «ἀρσενικά» διὰ τὸ νειός, ὃ σημαίνει τὴν ἀρουραίαν γῆν. ἔστι δὲ θηλυκόν. σεσημείωται ταῦτα· θεῖος, Κεῖος ὁ τῆς Κέω πόλεως, πλεῖος, μεῖος, λεῖος, ῥεῖος, οὕτω δὲ λέγουσιν οἱ Κύπριοι τὸν ἀσθενῆ παρὰ τὸ ῥεῖα, ὃ σημαίνει τὸ εὐχερές. χρεῖος παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖος—σημαίνει δὲ τὸν Διόνυσον· ἔστι δὲ καὶ ὄνομα πόλεως—διφορεῖται. τινὲς μὲν γὰρ διὰ τοῦ ι γράφουσιν αὐτό, τινὲς δὲ διὰ τῆς ει διφθόγγου. Τὰ ἀπὸ τῶν εἰς ς ληγόντων ὀνομάτων μονοσυλλάβων περισπωμένων διὰ τοῦ ειος παραγόμενα διὰ τῆς ει γράφεται οἷον βοῦς βόειος, σῦς σύειος, μῦς μύειος, παῖς παιδεῖος τρόπος· δεῖ δὲ προσθεῖναι μὴ ἀπὸ τῶν εἰς αυς , ἐπειδὴ ταῦτα διὰ τοῦ ι γράφεται οἷον γραῦς γράϊος |
| 3,2 438 | καὶ γρήϊος παρὰ Καλλιμάχῳ «γρήϊον εἶδος ἔχουσα» τουτέστι γραός. ναῦς νάϊος καὶ νήϊος. πρόσκειται «περισπώμενα» διὰ τὸ Τρώς Τρώϊος ἤγουν ὁ Τρωϊκός. Τὰ ἀπὸ τῶν ἄλλων μονοσυλλάβων τῶν μὴ ληγόντων εἰς ς διὰ τοῦ ιος παραγόμενα, μὴ σημαίνοντα μέρος σωματικὸν ἢ μετουσίαν διὰ τοῦ ι γράφεται οἷον νύξ νύχιος, μήν μήνιος, σκοτομήνιος, σημαίνει δὲ τὴν ἐσκοτισμένην νύκτα, Στύξ Στύγιος, Θρᾷξ Θρᾴκιος, χθών χθόνιος, Φρύξ Φρύγιος, Κάρ Κάριος. πρόσκειται «μὴ σημαίνοντα μέρος σωματικὸν» διὰ τὸ χήν χήνειος, θήρ θήρειος πούς. πρόσκειται «μὴ μετουσιαστικὰ» διὰ τὸ φλόξ φλόγειος ἤγουν ὁ μετέχων πυρός. Τὰ διὰ τοῦ ειος σημαίνοντα μέρος σωματικὸν ἢ μετουσίαν διὰ τῆς ει διφθόγγου γράφεται· τὰ σημαίνοντα μέρος σωματικὸν οἷον ἀνθρώπειος χείρ, βουβάλειον κέρας, ἐλάφειος βύρσα, βόειος ὁπλή, χοίρειος, δόρκειος, θήρειος, γύπειος χολή, δρακόντειον αἷμα. τὸ δὲ κύριον διὰ τοῦ ι Δρακόντιος. λέοντειος δορά. τὸ δὲ κύριον διὰ τοῦ ι . μετουσιαστικὰ δὲ οἷον χάλκειος ὁ μετέχων τοῦ χαλκοῦ καὶ χρύσειος ὁ μετέχων χρυσοῦ. ἀργύρειος, σιδήρειος, δούρειος. Πάντα τὰ εἰς ος καθαρὸν κτητικὰ ἀπὸ τῶν εἰς ρος γινόμενα μὴ ἀπὸ πόλεως παραλήγεται ἡ ει δίφθογγος οἷον ταῦρος ταύρειος, χοῖρος χοίρειος, ἄργυρος ἀργύρειος ὡς χρύσειος. τὰ γὰρ ἀπὸ πόλεως τὴν παραγωγὴν ἔχοντα διὰ τοῦ ι γράφεται οἷον Τύριος, Κύπριος. σεσημείωται τὸ Κάριος παρὰ τὸ Κάρ Καρός τῷ κανόνι τῶν μονοσυλλάβων. Τὰ διὰ τοῦ ρειος ἀπὸ τῶν εἰς ρος ἐχόντων τὸ τ τῆς προηγουμένης συλλαβῆς ἐχούσης τὸ ε ἔχει τὸ ει διὰ τῆς ει διφθόγγου γραφόμενον οἷον ἀβέλτερος ἀβελτέρειος, ἕτερος ἑτέρειος, ἡμέτερος ἡμετέρειος. τὸ νέρτερος νερτέριος οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύσει ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ τὸ ε . ἐνερότερος γὰρ ἦν παρὰ τὴν ἔραν τὴν γῆν συγκοπῇ τοῦ ο καὶ ἀφαιρέσει τοῦ ε γίνεται νέρτερος καὶ λοιπὸν ὡς μὴ ἐχούσης φύσει ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ τὸ ε οὐκ ἠκολούθησε τούτοις. Τὰ διὰ τοῦ ιος καθαρὸν ἐχούσης τῆς παραληγούσης τὸ ρ , καιροῦ ὑπόνοιαν ἔχοντα, διὰ τοῦ ι γράφεται χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος οὐδετέρων οἷον καίριος ἀκαίριος, ἀώριος «πραγμάτων ἀωρίων», παναώριος «ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον» (Ω 540), ἑσπέριος, ἡμέριος, ἠέριος. εἶπον χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος οὐδετέρων διὰ τὸ θέρος θέρειος. Τὰ ἀπὸ τῶν εἰς ης εἴτε περιττοσυλλάβως κλίνεται εἴτε ἰσοσυλλά‐ |
| 3,2 439 | βως, διὰ τοῦ ειος γινόμενα κτητικὰ διὰ τῆς ει διφθόγγου γράφεται, εἰ μὴ τρέπει τὸ τ εἰς ς Ἰορδάνειος, Αἰσχίνειος, Ἀριστοφάνειος, Δημοσθένειος, Ἀριστοτέλειος, Ἀσκληπιάδειος, Ἄρης Ἄρειος, Ἡρακλῆς Ἡράκλειος, Θηρικλῆς Θηρίκλειος «Θηρίκλειον ζεῦγος». Θηρίκλειον κύλικος εἶδος, ἐπιτηδής ἐπιτήδειος. πρόσκειται «χωρὶς εἰ μὴ τρέπει τὸ τ εἰς ς » διὰ τὸ ἱκέτης ἱκέσιος, δεσπότης δεσπόσιος, συμπότης συμπόσιος. Τὰ ἀπὸ τῶν εἰς ευς ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ειος παραγόμενα διὰ τῆς ει γράφεται οἷον Ὀδυσσεύς Ὀδύσσειος, Ἀχιλλεύς Ἀχίλλειος, βασιλεύς βασίλειος. καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆς ει διφθόγγου γράφεται. Τὰ ἀπὸ τῶν εἰς ις διὰ τοῦ ειος γινόμενα πρὸ μιᾶς ἔχοντα τὸν τόνον διὰ τῆς ει διφθόγγου γράφεται, δῆρις δηρεῖος καὶ τροπῇ Δαρεῖος οἱονεὶ ὁ πολεμικός. Ἦτις ὄνομα πόλεως καὶ Ἠτεῖος ὁ πολίτης, μάντις μαντεῖος ὁ Ἀπόλλων. ἔφορος γὰρ τῆς μαντείας. πρόσκειται «πρὸ μιᾶς ἔχοντα τὸν τόνον», ἐπειδὴ ἀπὸ τοῦ μάντις γίνεται κύριον Μάντιος. Τὰ ἀπὸ τῶν εἰς ωρ , εἰ μὲν τρέπει τὸ ω , διὰ τῆς ει διφθόγγου γράφεται διὰ τὸ εἶναι κτητικὰ οἷον Νέστωρ Νεστόρειος «Νεστορέῃ παρὰ νηΐ» (Β 54)· εἰ δὲ φυλάττει τὸ ω , διὰ τοῦ ι οἷον πέλωρ πελώριος, ἕλωρ ἑλώριος. Αἱ γενικαὶ αἱ εἰς τος λήγουσαι τὰ κτητικὰ διὰ τῆς ει διφθόγγου σχηματίζουσιν οἷον Αἴαντος Αἰάντειος, Θόαντος Θοάντειος, Βύζας Βύζαντος Βυζάντειος τὸ κτητικὸν Βυζαντίου, Βυζάντιος δὲ τὸ ἐθνικόν. Ἄβας Ἄβαντος Ἀβάντειος τὸ κτητικὸν ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων. τὸ δὲ Ὑάντιος ὡς ἐθνικὸν συνέστειλεν Ἀπολλώνιος ἐν τῷ «Ὑαντίου Ὀγχηστοῖο» (Arg. III 1241) ἢ παρὰ λόγον ὡς «Ποιάντιον ἀγλαὸν υἱόν» (Od. γ 190) καὶ παρὰ τὸ Ἀπέσας Ἀπεσάντειος ἔμελλεν εἶναι ὥσπερ Αἴας Αἴαντος Αἰάντειος, ἀλλὰ λέγεται Ζεὺς Ἀπεσάντιος. Πάντα τὰ εἰς ιος κτητικὰ ἀπὸ πρωτοτύπων εἰς τος γινόμενα, εἰ μεταβάλλει τὸ τ εἰς ς , διὰ τοῦ ι γράφεται οἷον ἄμβροτος ἀμβρόσιος, ἀκήρατος ἀκηράσιος, ἐνιαυτός ἐνιαύσιος, πλοῦτος πλούσιος. εἰ δὲ φυλάττει τὸ τ , διὰ τῆς ει διφθόγγου γράφεται οἷον Καλλίστρατος Καλλιστράτειος, Ἀρχέστρατος Ἀρχεστράτειος. παράλογον δὲ τὸ «Αἰπύτιον παρὰ τύμβον» (Β 604). δεῖ προσθεῖναι «εἰ μὴ ἐθνικὰ εἴη». ταῦτα δὲ |
| 3,2 440 | κἂν τὸ τ φυλάττῃ, διὰ τοῦ ι γράφεται οἷον Βοιωτός Βοιώτιος, Αἴγυπτος Αἰγύπτιος. Τὰ ἀπὸ τῶν εἰς ων βαρυτόνων διὰ τοῦ ντ διὰ τῆς ει διφθόγγου γράφεται λέων λεόντειος δορά κτλ. fr. 39. Τὰ ἀπὸ τῶν εἰς ων ὀξυτόνων διὰ τοῦ ιος παραγόμενα κτητικὰ διὰ τοῦ ι γράφεται οἷον Παφλαγών Παφλαγόνος Παφλαγόνιος, Καλυδών Καλυδῶνος Καλυδώνιος, χθών χθονός χθόνιος. Τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων παραγόμενα ἀρ σενικ ά, εἰ μὲν τὸ α παραλήγοιτο, διὰ τοῦ ι σχηματίζεται οἷον ἅγος ἅγιος, θάλπος Θάλπιος, πέλαγος πελάγιος. εἰ δὲ μὴ παραλήγοιτο τὸ α , διὰ τῆς ει διφθόγγου γράφεται οἷον τέλος τέλειος, ὄρος ὄρειος, εἶδος εἴδειος, ἕρκος ἑρκεῖος, ἦθος ἠθεῖος, κῆδος κήδειος. σεσημείωται τὸ τέμενος τεμένιος, διὰ τοῦ ι γραφόμενον, ἵνα μὴ εὑρεθῇ τὸ ε ἀλλεπάλληλον ἐν τρισὶ συλλαβαῖς. Τὰ παρὰ τὸ γέα διὰ τῆς ει διφθόγγου γράφεται οἷον βαθύγειος, εὔγειος, ἔγγειος, μεσόγειος, κατώγειος, ὑπόγειος, ἀνώγειος, γέγειος ὁ ἀρχαῖος. ἀπὸ γὰρ τοῦ γέα γέγονε γέειος διὰ τῆς ει διφθόγγου καὶ κατὰ πλεονασμὸν τοῦ γ γέγειος. Τὰ κτητικὰ τὰ ὑπὲρ δύο συλλαβὰς ἔχοντα μακρὰν τὴν παραλήγουσαν οὐδέποτε διὰ τοῦ ι γράφεται, ἀλλὰ διὰ διφθόγγου οἷον Αἰάντειος, κύνειος, αἴγειος, ἀνθρώπειος, Ἀργεῖος. Τὰ διὰ τοῦ ιος τρισύλλαβα βαρύτονα ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α , μεθ’ ὃ ἐπιφέρεται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται οἷον Καδμεῖος, Βακχεῖος, ἀστεῖος, ἀγρεῖος ὁ ἄγροικος. ἐπὶ γὰρ τοῦ ἀνημέρου ἄγριος προπαροξυτόνως διὰ τοῦ ι · χωρὶς τοῦ ἀντίος. τοῦτο γὰρ βαρύτονόν ἐστι καὶ ἔχει ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α , μεθ’ ὃ ἐπιφέρεται δύο σύμφωνα· τὸ δὲ Ἄμφιος καὶ Ἄγριος καὶ Βάκχιος καὶ Μάντιος οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι προπερισπώμενα, ἀλλὰ προπαροξύτονα. Τὰ διὰ τοῦ ειος τρισύλλαβα πρὸ μιᾶς τὸν τόνον ἔχοντα καὶ ἐν τῇ κατ’ ἀρχὴν συλλαβῇ τὸ α μακρὸν διὰ τῆς ει διφθόγγου γράφεται πλὴν τοῦ ἀντίος οἷον Καδμεῖος, Βακχεῖος, ἀνδρεῖος. οὕτω καὶ Δαρεῖος. |
| 3,2 441 | Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς ὄντα, μὴ ὄντα κύρια μήτε πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου τονωθέντα διὰ τῆς ει διφθόγγου γράφεται οἷον ἀγρεῖος, Ἀργεῖος τὸ ἐθνικόν. Ἀρνεῖος ὁ μήν, ἀχρεῖος. τοῦτο δὲ οἱ Ἀττικοὶ προπαροξύνουσι. ἠθεῖος· σημαίνει δὲ φιλοφρόνησιν ἀπὸ νεωτέρου πρὸς παλαιότερον. πρόσκειται «μὴ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου τονωθέντα» διὰ τὸ μύριος καὶ νύμφιος. τὸ γὰρ νυμφίος ὁ γαμετής παροξύνεται, τὸ δὲ κτητικὸν ὁ νύμφιος οἶκος προπαροξύνεται. τὸ δὲ μυρίος πρὸς ἀντιδιαστολὴν τοῦ μύριος παροξύνεται. σημαίνει δὲ παροξύτονον ἀόριστον πληθύν, τὸ δὲ προπαροξύτονον τὸν ἀριθμόν. Τὰ διὰ τοῦ ειος ὀνόματα ποταμῶν δίφθογγον ἔχει, Πηνειός, Ἀλφειός, Σπερχειός, Ὀλμειός πλὴν τοῦ Μηνιός. Τὰ διὰ τοῦ ειος κύρια ὀξύτονα τρισύλλαβα διὰ τῆς ει διφθόγγου γράφεται οἷον Πηνειός, Ἀρνειός, Ἀλφειός, Σπερχειός, Ὀλμειός, Ἐπειός. Τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος γινόμενα, ἡνίκα προπαροξύνεται, διὰ τοῦ ι γράφεται, οἷον ὀρθός ὄρθιος, λοῖσθος λοίσθιος, κάπρος κάπριος, Αἰτωλός Αἰτώλιος, Κάϋστρος Καΰστριος «Καϋστρίου ἀμφὶ ῥέεθρα» (Β 46), αἰζηός αἰζήϊος, ὅμοιος ὁμοίιος, γελοῖος γελοίιος, ἡνίκα δὲ ὀξύνεται, διὰ τῆς ει διφθόγγου οἷον θαμειός, ἀδελφειός, ἀρνειός. Τὰ διὰ τοῦ ιος κύρια ὑπὲρ τρεῖς συλλαβὰς ὄντα ὡς ἐπὶ τὸ πλεῖστον διὰ τοῦ ι γράφεται χωρὶς τῶν παρὰ τὸ κλέος καὶ τῶν ἀπὸ τῶν εἰς ευς οἷον Θεοδόσιος, Ἀθανάσιος, Ἀστέριος, Ἀμβρόσιος, Ταλθύβιος. πρόσκειται «ὑπὲρ τρεῖς συλλαβὰς» διὰ τὸ Ἐπειός καὶ Δαρεῖος καὶ Ἀρνεῖος τρισύλλαβα. πρόσκειται «κύρια» διὰ τὰ κτητικὰ Ἀριστάρχειος, Ἡροδότειος βίβλος. πρόσκειται «χωρὶς τῶν παρὰ τὸ κλέος καὶ τῶν ἀπὸ τῶν εἰς ευς », ἐπειδὴ ταῦτα διὰ τῆς ει διφθόγγου γράφεται οἷον Ἡρακλῆς Ἡράκλειος, Ἀνδροκλῆς Ἀνδρόκλειος, Σοφοκλῆς Σοφόκλειος, Ἀχιλλεύς Ἀχίλλειος, βασιλεύς Βασίλειος. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον», ἐπειδή ἐστί τινα ὀνόματα κύρια ὑπὲρ τρεῖς συλλαβάς, ἅτινα διὰ τῆς ει διφθόγγου γράφεται, καὶ οὔτε παρὰ τὸ κλέος εἰσὶν οὔτε ἀπὸ τῶν εἰς ευς οἷον Νυττέρειος, ἔστι δὲ ὄνομα λιμένος. Πεδεύκειος ὄνομα ἀνδρός, Δαρδανειός ὄνομα ποταμοῦ. |
| 3,2 442 | Τὰ διὰ τοῦ διος ὑπὲρ δύο συλλαβὰς μὴ μετουσιαστικὰ παρηγμένα διὰ τοῦ ι γράφεται οἷον Ῥοδίος, Σχεδίος, Ὁδίος. ἴδιος, ἀΐδιος, μαψίδιος, παυρίδιος, ἁρμόδιος, Κνίδιος, Ῥόδιος, ἐρῳδιός καὶ τὰ λοιπά. πρόσκειται «μὴ ὄντα μετουσιαστικὰ» διὰ τὸ κνίδειος καρπός καὶ σίδειος κλάδος. Τὰ ἀπὸ τῶν εἰς αν ὑπὲρ μίαν συλλαβὴν ὄντα διὰ τοῦ ιος παραγόμενα διὰ τοῦ ι γράφεται οἷον Τιτάν Τιτάνιος, Παιάν Παιάνιος. τούτῳ τῷ λόγῳ καὶ Ἀλκμάν Ἀλκμάνιος ὤφειλεν εἶναι διὰ τοῦ ι · ἀλλ’ ἔστιν Ἀλκμάνειος, ἐπειδὴ τὰ ἐπὶ πραγματειῶν διὰ διφθόγγου γράφεται οἷον Ἀλκμάνειος, Μενάνδρειος, Ἀριστοφάνειος, Εὐριπίδειος. πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ Πάν Πανός Πάνειος. Τὰ ἀπὸ τῶν εἰς ην ὑπὲρ μίαν συλλαβὴν ὄντα διὰ τοῦ ιος παραγόμενα διὰ τοῦ ι γράφεται οἷον γέρην γερήνιος ὁ ἔντιμος (?), Ἕλλην Ἑλλήνιος ὁ Ἑλληνικός. τὸ δὲ αὐχήν ὁ τράχηλος αὐχένιος διφορεῖται καὶ διὰ τοῦ ι καὶ διὰ τῆς ει διφθόγγου γραφόμενον. πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ χήν χήνειος πούς. τὸ γὰρ μήν μήνιος διὰ τοῦ ι γραφόμενον ὑπάγεται τῷ κανόνι τῶν μὴ ληγόντων εἰς ς μονοσυλλάβων. Τὰ ἀπὸ τῶν εἰς ιν διὰ τοῦ ιος παραγόμενα διὰ τοῦ ι γράφεται οἷον δελφίν δελφίνιος, Ἐλευσίν Ἐλευσίνιος, Τραχίν Τραχίνιος. Τὰ διὰ τοῦ ονιος καὶ ωνιος ὑπὲρ δύο συλλαβὰς μὴ σημαίνοντα μέρος σωματικὸν μήτε κτητικὰ ἀπὸ τῶν εἰς ων βαρυτόνων διὰ τοῦ ι γράφεται Μακεδόνιος, δαιμόνιος, Σαρπηδόνιος, Ἑλικώνιος, Κιθαιρώνιος, Μαραθώνιος καὶ τὰ ὅμοια. πρόσκειται «μὴ ὄντα μετουσιαστικὰ» διὰ τὸ χελώνειος καὶ χελώνειος οὐρά. πρόσκειται «μήτε κτητικὰ» διὰ τὸ Θεώνειος, Τρυφώνειος. σεσημείωται τὸ Ἀπολλώνιος καὶ Ἀμμώνιος. Τὰ ἀπὸ τῶν εἰς ξ ἢ εἰς ψ ἢ εἰς ρ διὰ τοῦ ιος παραγόμενα διὰ τοῦ ι γράφεται, Φαιάκιος, Κιλίκιος, Θρηΐκιος, Ναρύκιος, Βεβρύκιος, Ἀράβιος, Πελόπιος, ἀέριος, αἰθέριος, σωτήριος, ὀλετήριος, μακάριος. τὸ δὲ σμιλάκειος μετουσιαστικὸν καὶ τὸ περδίκειος «περδίκειον κάρα» ἐπὶ μέρους σωματικοῦ. Τὰ διὰ τοῦ ιος ἀπὸ τῶν εἰς ος δισυλλάβων ὀξυτόνων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ ι γράφεται οἷον Μυσός Μύσιος, Λυδός |
| 3,2 443 | Λύδιος, βωμός βώμιος, ῥυθμός ῥύθμιος. σεσημείωται τὸ χάλκειος καὶ χρύσειος μετουσιαστικά. Τὰ εἰς ιος ἐθνικὰ προπαροξύτονα διὰ τοῦ ι γράφεται οἷον Πύλιος, Φρύγιος, Δήλιος, Ῥόδιος. τὸ δὲ Ἀργεῖος καὶ Ἠλεῖος οὐκ ἐναντιοῦνται, προπερισπώμενα γάρ. Τὰ εἰς σιος διὰ τοῦ ι γράφεται οἷον ἀσπάσιος, Ταράσιος, ἀμβρόσιος, ἱκέσιος, ἀνάρσιος, Ἐφέσιος, Συρακόσσιος. ὁμοίως καὶ τὰ ἐπὶ τῶν ἀριθμῶν διακόσιοι, τριακόσιοι, πεντακόσιοι. τὸ δὲ χρύσειος μετουσιαστικόν. Τὰ διὰ τοῦ τιος διὰ τοῦ ι γράφεται οἷον Ὑπάτιος, Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιος, ὁσσάτιος. τὸ δὲ ἐλάτειος μετουσιαστικὸν καὶ τὸ γερόντειος καὶ Ἀχερόντειος κτητικά. τοῦτο δὲ διὰ τὸ μέτρον ἔφη Ἀριστοφάνης (Ran. 471) «Ἀχερόντιος δὲ σκόπελος αἱματοσταγής» ὁμοίως τῷ «Ποιάντιον ἀγλαὸν υἱόν» (Od. γ 190) καὶ τῷ «Αἰπύτιον παρὰ τύμβον» (Β 604). Τὰ διὰ τοῦ ιος πρὸ τοῦ ι η ἢ ω ἔχοντα διὰ τοῦ ι γράφεται, νήϊος, βασιλήϊος, Ἰλιήϊος, Κώϊος, πατρώϊος, ἡρώϊος, Τρώϊος, Μινώϊος, Λητώϊος. Τὰ διὰ τοῦ λιος τρισύλλαβα κἄν τε ἐθνικὰ ᾖ κἄν τε κύρια, διὰ τοῦ ι γράφεται, φαλιός, σκολιός, λαλιός, βαλιός, πολιός. Βαλίος, Ἅλιος. τὸ δὲ μήλειος μετουσιαστικόν. Τὰ εἰς λιος ὑπερτρισύλλαβα διὰ τοῦ ι γράφεται, ἐνάλιος, Δασάλιος, θεμέλιος, ἠέλιος, καμήλιος, Ταργήλιος, ἀπατήλιος, Αἰτώλιος, ἀποφώλιος. τὸ δὲ ἀμπέλειος μετουσιαστικόν. Τὰ ἀπὸ τῶν εἰς νος ἐχόντων ἔννοιαν τοπικὴν διὰ τοῦ ιος παραγόμενα διὰ τοῦ ι γράφεται οἷον Αἶνος Αἴνιος, Δάρδανος Δαρδάνιος. Τὰ παρὰ μέλλοντα διὰ τοῦ ιος γινόμενα διὰ τοῦ ι γράφεται, Ὀρθώσιος, ἀσπάσιος, φυλάξιος, πλησίος, δεξιός, ἀνεψιός. Τὰ διὰ τοῦ ιος τρισύλλαβα, εἰ ἔχοι υ ἐν τῇ πρώτῃ συλλαβῇ, διὰ τοῦ ι γράφεται, Σύριος, Τύριος, Κύπριος, νύχιος, Στύγιος, Μύσιος, Πύθιος, δύϊος, κύκλιος, μύριος καὶ μυρίος, νύμφιος καὶ νυμφίος. |
| 3,2 444 | Τυχίος, Φρυγίος, Πλυτίος, Κλυτίος, Σκυφίος κύρια. τὸ δὲ κύκνειος μέρος σώματος σημαίνει. Τὰ διὰ τοῦ ιος παρ’ ἐπιρρήματα γινόμενα διὰ μόνου τοῦ ι γράφεται, ὄψιος, πρώϊος, στάδιος παρὰ τὸ σταδόν, ἀμφάδιος, ἐκτάδιος, ὀπισθίδιος, ῥηΐδιος, ἀντίος. Τὰ εἰς ιος τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν διὰ τοῦ ι γράφεται, Μούλιος, Βάκχιος, Ἑρχίος. Τὰ διὰ τοῦ ιος ἐπὶ ἀλόγων ζῴων, μὴ ὄντων τετραπόδων διὰ τοῦ ι γράφεται οἷον ἐρῳδιός, βομβυλιός, χαραδριός, αἰγυπιός, κωβίος, σκορπίος. πρόσκειται «μὴ ὄντα ἐπὶ τετραπόδων» διὰ τὸ ἀρνειός, σημαίνει δὲ τὸν ἄρνα. γέγονε δὲ οὕτως· ἀρήν ἀρῆνος καὶ κατὰ συγκοπὴν ἀρνός καὶ μετάγεται αὕτη ἡ γενικὴ εἰς εὐθεῖαν οἷον ἀρνός κατὰ πλεονασμὸν τῆς ει γίνεται ἀρνειός ὡς ἀμνός ἀμνειός, ἀδελφός ἀδελφειός. Τὰ διὰ τοῦ φιος κύρια διὰ τοῦ ι γράφεται, Ἄμφιος, Σκυφίος, Σόφιος, Στρόφιος, Χρυσάφιος χωρὶς τοῦ Ἀλφειός. Τὰ διὰ τοῦ ισιος διὰ τοῦ ι γράφεται, Χαρίσιος, Ἀφροδίσιος, Ἀρτεμίσιος πλὴν τοῦ Ἀρκείσιος, Σιμοείσιος. Τὰ διὰ τοῦ ινδος εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται οἷον Ἰνδός, Ἄλινδος, Ἴσινδος πόλις Μακεδονίας, Ἄρινδος ὄνομα ποταμοῦ. Τὰ εἰς θος οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον ἔριθος, λέκιθος, Λάπιθος, Προβάλινθος, πίθος. Τὰ εἰς ικος ὀξύτονα κτητικὰ διὰ τοῦ ι γράφεται οἷον Ὁμηρικός, δουλικός, βασιλικός, δεσποτικός πλὴν τοῦ βοεικός, δαρεικός, Δεκελεικός, Κεραμεικός. τὸ δὲ ὑεικὸν δέρμα παρὰ Ἀξιονίκῳ ἡμάρτηται. οὐδέποτε γὰρ λέξις σημαίνουσα μέρος σώματος ἔχει εἰς κον κτητικόν, ἀλλὰ διὰ καθαροῦ τοῦ ον · οὐ γὰρ λέγομεν χοιρικὸν κέρας, ἀλλὰ χοίρειον οὐδὲ ἀνθρωπικὸς πούς, ἀλλ’ ἀνθρώπειος. οὕτως οὖν οὐ δεῖ λέγειν ὑεικόν, ἀλλὰ ὕειον δέρμα. Τὰ εἰς ικος εἴτε κύρια εἴτε προσηγορικά, μὴ κτητικῆς ἐννοίας ἐχόμενα, διὰ τοῦ ι γράφεται· καὶ ι μακρῷ μὲν παραλήγεται ταῦτα. Εὔνικος, |
| 3,2 445 | Κάϊκος, Γρήνικος, Φιλόνικος, Ἑλλάνικος, Ἀριστόνικος, Καμικός, Παλικός. συνεσταλμένῳ τῷ ι παραλήγεται, ἀνθέρικος, Κύζικος, Ὤρικος, Ἀσφόδικος, Ὄρικος, Σίνδικος, Νήρικος, Θορικός. Τὰ εἰς ικος σύνθετα ὀνόματα παρὰ τὴν νίκην γινόμενα διὰ τοῦ ι γράφεται οἷον Καλλίνικος, Ἐπίνικος, Στρατόνικος. τὸ φιλόνικος ἐπὶ τοῦ τὴν νίκην φιλοῦντος. τὸ δὲ φιλόνεικος διὰ τῆς ει διφθόγγου γραφόμενον παρὰ τὸ νεῖκος ἐγένετο. καὶ τὸ προύνεικος δὲ διὰ διφθόγγου γράφεται· σημαίνει δὲ τοὺς ὑβριστὰς καὶ τοὺς ἄνδρας ἱσταμένους ἐν ταῖς ἀγοραῖς καὶ φέροντας τὰ ὤνια καὶ λαμβάνοντας ὑπὲρ τούτων μισθόν. εἴτε δὲ τοὺς ὑβριστὰς σημαίνει εἴτε τοὺς ἄλλους, διὰ τῆς ει διφθόγγου γράφεται. καὶ ἐπὶ μὲν τῶν ὑβριστῶν, ἐπειδὴ παρὰ τὴν πρό πρόθεσιν καὶ τὸ νεῖκος γέγονε πρόνεικος, τὸ δὲ νεῖκος διὰ τῆς ει διφθόγγου γράφεται· εἰ δὲ τοὺς ἄλλους σημαίνει, ἐπειδὴ παρὰ τὴν πρό πρόθεσιν καὶ τὸ ἐνείκω Βοιωτιακὸν γέγονε προένεικος καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον προὔνεικος ὥσπερ τὸ ἐμόν τοὐμόν. Οὐδεὶς μὴν Μακεδόνων τὴν ει δίφθογγον ἔχει ἐν παρατελεύτῳ, διὸ Ξανθίας ὁ μὴν διὰ τοῦ ι . Πάντα τὰ εἰς σκος κύρια ἢ ὑποκοριστικὰ διὰ τοῦ ι γράφεται, κορακίσκος, στυλίσκος, παιδαρίσκος, χιτωνίσκος. οὐδέποτε γὰρ τὰ σκ ἐν συλλήψει ἔχοντα ἔχει τὴν ει δίφθογγον προηγουμένην κτλ. cf. supra p. 430, 6. Πάντα τὰ εἰς ιλος ἔχοντα πρὸ τέλους τὸν τόνον διὰ τοῦ ι γράφεται, εἰ μὴ ἀπὸ συναιρέσεως εἴη, Ἶλος, πῖλος, σπῖλος, τῖλος, κτίλος, φίλος. σεσημείωται τὸ χεῖλος· χέλλος γὰρ λέγουσιν οἱ Αἰολεῖς ὥσπερ κείρω κέρρω καὶ τὸ Νεῖλος· Νῆλος γὰρ κατὰ διάλεκτον. Πάντα τὰ εἰς ιλος δισύλλαβα ὀξύτονα διὰ τοῦ ι γράφεται οἷον χιλός ἡ τροφή, ψιλός. σεσημείωται τὸ δειλός παρὰ τὸ δέος τὸ σημαῖνον τὸν φόβον. Πάντα τὰ εἰς ιλος λήγοντα ὑπὲρ δύο συλλαβὰς πρὸ τέλους ἔχοντα |
| 3,2 446 | τὸν τόνον διὰ τοῦ ι γράφεται, Ζωΐλος, Μυρσίλος, ὀργίλος, Πενθίλος, ναυτίλος, Πορσίλος, Καδμῖλος. Τὰ διὰ τοῦ ιλος βαρύτονα ἀρσενικά, μὴ ὄντα σύνθετα ἀπὸ ὀνόματος ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται χωρὶς τοῦ Νεῖλος οἷον Πάμμιλος, Διόμιλος, ὅμιλος τὸ πλῆθος, Τρωΐλος, Ζωΐλος. πρόσκειται «βαρύτονα» διὰ τὸ δειλός ὀξυνόμενον. πρόσκειται «ἀρσενικὰ» διὰ τὸ χεῖλος οὐδέτερον. πρόσκειται «μὴ ὄντα σύνθετα ἀπὸ ὀνόματος ἔχοντα τὴν ει δίφθογγον», ἐπεὶ ἀπὸ τοῦ χεῖλος καὶ τοῦ δειλός γίνεται τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος· παρὰ γὰρ τὸ δειλός διὰ τῆς ει διφθόγγου. καὶ πάλιν ἀπὸ τοῦ εἴλη τοῦ σημαίνοντος τὴν θερμασίαν γίνεται εὔειλος διὰ τῆς ει διφθόγγου. σημαίνει δὲ τὸν τόπον ἔχοντα τὴν θερμασίαν. Τὰ ἔχοντα δύο λλ εἰς ος κύρια διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, Κύριλλος, Μέγιλλος, Τήριλλος, Πέριλλος, Ἄϊλλος, ἔπιλλος, ἀνάσιλλος, Σόφιλλος, δόριλλος, Πράστιλλος. Τὰ διὰ τοῦ ιγμος διὰ τοῦ ι γράφεται οἷον φοινιγμός, συριγμός. Τὰ εἰς μος καθαρὸν οὐ παραλήγει τῇ διφθόγγῳ, χωρὶς εἰ μὴ ἀπὸ συναιρέσεως ἔχει τὴν ει δίφθογγον οἷον φιμός, κημός, λιμός, σιμός, μῖμος, τῖμος, ἀγώγιμος, ὄψιμος, ὠφέλιμος, θανάσιμος, γνώριμος, ἄλκιμος, γόνιμος, ἀοίδιμος ὁ περιβόητος, ὄβριμος ὁ ἰσχυρός, εὐδόκιμος. πρόσκειται «εἰς μος καθαρὸν» διὰ τὸ εἱρμός καὶ σεισμός. ταῦτα γὰρ σύμφωνον ἔχει πρὸ τοῦ μ . πρόσκειται «χωρὶς εἰ μὴ ἀπὸ συναιρέσεως ἔχει τὴν ει δίφθογγον» διὰ τὸ Δεῖμος τὸ σημαῖνον τὸν φόβον· δέϊμος γὰρ διὰ τοῦ ι καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον γίνεται δεῖμος. Τὰ εἰς ος δισύλλαβα ἔχοντα τὴν πρώτην καὶ τὴν δευτέραν συλλαβὴν ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἀρχομένην ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι οἷον Νίνος, μῖμος, βίβλος. Τὰ εἰς ος ὑπὲρ δύο συλλαβὰς ἔχοντα ἐν τῇ ἀρχούσῃ καὶ ἐν τῇ μετὰ ταύτην τὸ αὐτὸ σύμφωνον διὰ τοῦ ι γράφεται οἷον τίτανος, διδάσκαλος, δίδυμος, Σισίννης. Τὰ διὰ τοῦ ινος βαρύτονα διὰ τοῦ ι γράφεται, οἷον ξύλινος, δερμάτινος, Κρατῖνος, Ἀκραγαντῖνος, Κωνσταντῖνος. Τὰ εἰς νος ὀξύτονα παρώνυμα διὰ τῆς ει διφθόγγου γράφεται, εἰ μὴ καιρὸν σημαίνει, οἷον δεινός παρὰ τὸ δέος δεεινός καὶ δεινός, |
| 3,2 447 | κλεινός, ἐλεεινός καὶ ἐλεινός, ὀρεινός, βορεινός, ἐρατεινός, ποθεινός, κελαδεινός, σκοτεινός, αἰπεινός, εὐδεινός, ψυχεινός, ταπεινός, φαεινός, φωτεινός καὶ τὸ κύριον ὄνομα ὁμοίως Φωτεινός διὰ διφθόγγου. τὸ δὲ χειμερινός, θερινός, αὐρινός, ὀπωρινός ἐπὶ καιροῦ διὰ τοῦ ι · τὸ ταχινός καὶ ἀληθινός, ἁδινός, πυκινός οὐκ εἰσὶ παρώνυμα, ἀλλ’ ἐξ ἐπιρρήματος τοῦ τάχα καὶ ἄληθες καὶ ἄδην καὶ πύκα. τὸ φυζακινός λεπτακινός διὰ τοῦ ι γραφόμενα οὐκ ἀντίκειται ἡμῖν. ἀπὸ οὖν τοῦ φύζα τοῦ σημαίνοντος τὴν φυγὴν γέγονε φυζεινός διὰ τῆς ει διφθόγγου καὶ κατὰ πλεονασμὸν τοῦ ακ γέγονε φυζακινός διὰ τοῦ ι · τὸ λεπτακινός καὶ αὐτὸ γέγονεν ἀπὸ τοῦ λεπτός, λεπτεινός διὰ διφθόγγου καὶ κατὰ πλεονασμὸν τοῦ ακ λεπτακινός διὰ τοῦ ι . Τὰ διὰ τοῦ ινος δισύλλαβα προσηγορικὰ διὰ τοῦ ι γράφεται, λίνος, σχῖνος, πρῖνος, σπίνος εἶδος ὀρνέου, πίνος ὁ ῥύπος, δῖνος ἡ συστροφή, γρῖνος. Τὰ διὰ τοῦ ινος ὀνόματα δισύλλαβα πρὸ μιᾶς τὸν τόνον ἔχοντα μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι διὰ τοῦ ι γράφεται οἷον σχῖνος, πρῖνος, δῖνος· τὸ δὲ ξεῖνος διὰ διφθόγγου γράφεται· ὥσπερ γὰρ ἀπὸ τοῦ κενός γίνεται κεινός κατὰ πλεονασμὸν τοῦ ι οἷον «κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ» (Γ 376), τὸν αὐτὸν τρόπον καὶ ξένος γέγονε ξεῖνος. καὶ πάλιν οἱ Αἰολεῖς ξέννος λέγουσιν· μηδεὶς δὲ οἰέσθω ὅτι τὸ ξέννος ἀπὸ τοῦ ξεῖνος γέγονεν· οὐδέποτε γὰρ οἱ Αἰολεῖς τὸ ι τὸ ἀπὸ πλεονασμοῦ ἀποβάλλουσι καὶ διπλασιάζουσι τὸ σύμφωνον οἷον ὁ κενός γίνεται κεινός καὶ οὐ λέγουσι παρ’ αὐτοῦ κέννος· ἀλλὰ ἀπὸ τοῦ ξένος γέγονε ξέννος· καὶ γὰρ πολλάκις καὶ ἐπὶ βραχείας συλλαβῆς ποιοῦνται τοῦ συμφώνου διπλασιασμὸν οἷον Ἔννη· ἔστι δὲ ὄνομα πόλεως, θεράπων θερράπων. οὕτω καὶ ξένος ξέννος. Τὰ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς πρὸ τέλους τὸν τόνον ἔχοντα [μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι ] ἀποστρέφεται τὴν ει δίφθογγον καὶ πάντα ἐκτείνει τὸ ι καὶ προπερισπᾶται οἷον Ἀγαθῖνος, Κωνσταντῖνος, |
| 3,2 448 | Σαβῖνος, Ἐχῖνος, Ἀκραγαντῖνος, Πραξῖνος, Ἐρυθῖνος, Καλλῖνος, Λατῖνος, Λεοντῖνος, Πρηξῖνος, παλλακῖνος, Τελεσῖνος, Ταυρῖνος, Χαρῖνος. τὸ δὲ καρκίνος βραχὺ ἔχει τὸ ι καὶ προπαροξύνεται. πρόσκειται «ὀνόματα» διὰ τὴν ἐκεῖνος ἀντωνυμίαν. αὕτη γὰρ διὰ τῆς ει διφθόγγου γράφεται καὶ προπερισπᾶται. Τὰ διὰ τοῦ ινος προπαροξύτονα διὰ τοῦ ι γράφεται, φήγινος, λίθινος, δρύϊνος, ξύλινος, κόφινος, ἀνθρώπινος, κάμινος, ἔνδινος ὅθεν ἔνδινον. πλὴν εἰ μὴ ὦσιν ἀπὸ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον οἷον ἀπὸ τοῦ ξένος γίνεται ξεῖνος κατὰ πλεονασμὸν τοῦ ι καὶ ἐκεῖθεν εὔξεινος καὶ ἀπὸ τοῦ πεῖνα ὀξύπεινος. Πάντα τὰ εἰς πος λήγοντα ὀνόματα παρὰ τὸν ἵππον γινόμενα διὰ τοῦ ι γράφεται οἷον Χρύσιππος, Ἀρίστιππος, Ἕρμιππος, καὶ τὰ θηλυκὰ ὡσαύτως οἷον Ξανθίππη, Λευκίππη, Μελανίππη. Τὰ εἰς κρος γινόμενα δισύλλαβα εἴτε κύρια εἴτε μὴ κύρια ἀποστρέφεται τὴν ει δίφθογγον, μικρός, πικρός, ἴγκρος. Τὰ εἰς ρος ἔχοντα προηγούμενον σύμφωνον εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς ἀποστρέφεται τὴν ει δίφθογγον, Ἴμβρος ὄνομα πόλεως, Κίμβρος ἐθνικόν, λιβρός ἡ σκοτεινὴ νύξ, φιτρός, δίκρος, ἴγκρος ὁ ἐγκέφαλος, λίστρος ὁ ξυστήρ. Τὰ διὰ τοῦ ιρος δισύλλαβα κύρια καὶ βαρύνεται καὶ διὰ τοῦ ι γράφεται οἷον Ἶρος, εἰ καὶ παρὰ τὸ εἴρειν «οὕνεκ’ ἀγγέλεσκε κιὼν ὅτε κέν τις ἀνώγοι» (ς 7), Πῖρος ὄνομα ποταμοῦ, Τίρος ὄνομα ποταμοῦ, Σκίρος τὸ κύριον, μεθ’ ὧν ἱρός ὁ ἱερός, λιρός ὁ ἀναιδής, σιρός τὸ προσηγορικὸν ὁ κατώγειος οἶκος. Τὰ διὰ τοῦ ειρος προπαροξύτονα ἀπὸ ῥημάτων γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον μάσσω μάγειρος, πέπτω πέπειρος, ὀνῶ τὸ ὠφελῶ ὄνειρος, ἀΐσσω αἴγειρος, ἥδω Ἄνδειρος ὄνομα ποταμοῦ. κονῶ Κόνειρος ὄνομα ἔθνους, καίω καυστειρός, οἷς ἴσως συνέδραμε τὸ Κάβειροι, ὅπερ Ἀλεξίων καὶ Φιλόξενος διὰ τοῦ ι , ἡ δὲ παράδοσις δίφθογγον ἔχει. |
| 3,2 449 | Τὰ διὰ τοῦ ιρος ἐπὶ πόλεως λεγόμενα καὶ μὴ οὐδέτερα διὰ τοῦ ι γράφεται, Πίστιρος, Στάλιρος, Κύστιρος, Δύσιρος, Σίτιρος, Βεδύσιρος, Κάμιρος ὄνομα πόλεως. τὸ ἤπειρος οὐκ ἀντίκειται ἡμῖν. οὐκ ἐπὶ πόλεως γὰρ ἀλλ’ ἐπὶ χωρίου. οὔτε τὸ Στάγειρος· ἔχει γὰρ οὐδέτερον τὰ Στάγειρα. κατὰ δὲ τὴν παράδοσιν διὰ τοῦ ι γράφεται. τὰ δὲ ἄλλα πάντα διὰ τῆς ει γράφεται, μάγειρος, Κάμειρος (sc. ὁ ἥρως) χωρὶς εἰ μὴ ὦσιν ἀπὸ δισυλλάβου οἷον ἄϊρος. Τὰ διὰ τοῦ ισος δισύλλαβα κύρια μονογενῆ βαρύτονα διὰ μακροῦ τοῦ ι γράφει τὴν παραλήγουσαν οἷον Κρῖσος, Νῖσος, Ἶσος, Κῖσος, Πῖσος. Τὰ εἰς ισσος ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται οἷον κυπάρισσος, νάρκισσος, Μέλισσος, Μύρμισσος, Βόλισσος, Ἀρχέμισσος ὄνομα ποταμοῦ, περισσός. Τὰ εἰς ισος ὑπὲρ δύο συλλαβὰς ὀξύτονα καὶ βαρύτονα διὰ τοῦ ι γράφεται, Κηφισός, Ἰλισός, Κεδρισός, Ἀμισός, Ἀμνισός, Ἄρνισος, Λάρισος, Μήρισος, Μάρισος, Πάμισος, Κρίμισος, Μόρμισος, Νάϊσος, ὕρισος. τὸ δὲ παράδεισος ἀπὸ τοῦ δεῖσα ἔχει τὴν ει δίφθογγον. Τὰ διὰ τοῦ ισος ἐπὶ ποταμῶν ὀξύνεται καὶ διὰ τοῦ ι γράφεται Ἰλισός, Κηφισός, Ἀμνισός. εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ Ἄρνισος Ἄρνισα, Λάρισος Λάρισα. Τὰ εἰς στος ὑπερθετικὰ δισύλλαβα ὄντα φυλάττει τὴν δίφθογγον, λῴων λῷστος, ῥᾴων ῥᾷστος, μείων μεῖστος, πλείων πλεῖστος. εἰ δὲ εἴη ὑπὲρ δύο συλλαβάς, ἀποβάλλει τὸ ε , ἀρείων ἄριστος, χερείων χείριστος. Τὰ διὰ τοῦ ιτος ἀποστρέφεται τὴν ει δίφθογγον οἷον ἄτιτος ὁ ἀτιμώρητος, ἀκόνιτος, Ἐπαφρόδιτος, ἀδήριτος, σῖτος, μίτος, λιτός, Τρῖτος, ῥῖτος· δεῖ προσθεῖναι χωρὶς τοῦ κλειτός ὁ εὔδοξος καὶ τὰ παρ’ αὐτό· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται οἷον πολύκλειτος, ἀγακλειτός, Ἡράκλειτος. τὸ δὲ ἄσειστος πολύσειστος οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι διὰ τοῦ ιτος ἀλλὰ διὰ τοῦ ειστος . Τὰ εἰς φος μονογενῆ μὴ ὄντα οὐδέτερα ἁπλᾶ μὴ ὄντα Ἰταλικὰ ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι οἷον λόφος, ζόφος, κέκφος, σέρφος, γρῖφος, ἔριφος, Τήλεφος, Κίνυφος, Σέριφος. πρόσκειται «μονογενῆ» διὰ τὸ ὁ |
| 3,2 450 | κοῦφος, ἡ κοῦφος τὸ κοῦφον· «μὴ ὄντα» δὲ «οὐδέτερα» διὰ τὸ λαῖφος· «ἁπλᾶ» δὲ διὰ τὸ φιλοῖφος ὁ συνουσιαστής· «Ἰταλικὰ» δὲ διὰ τὸ Ῥοῦφος. Τὰ εἰς φος λήγοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον γρῖφος, ἔριφος, Κίνυφος, Σέριφος, ξίφος, στῖφος. Τὰ εἰς χος οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον Σωτήριχος, Ἰάμβλιχος, Φρύνιχος, ὅσσιχος, μείλιχος ὁ πρᾷος, δόλιχος τὸ ὄσπριον, δολιχός ὁ μακρός· τάριχος, λέγεται δὲ καὶ ἀρσενικῶς καὶ οὐδετέρως. δεῖ προσθεῖναι χωρὶς τοῦ τεῖχος καὶ τῶν παρ’ αὐτοῦ, εὔτειχος, δίτειχος, καλλίτειχος. ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται. Περὶ τῶν εἰς υς . Τὰ εἰς υς λήγοντα ὀνόματα διὰ τοῦ ι γράφεται κατὰ τὴν παραλήγουσαν καὶ οὐκ ἔχει δίφθογγον τὴν ει , οἷον πίτυς, ἰλύς, ἰσχύς, ἰχθῦς, δριμύς, ἥμισυς, ὀϊζύς, Ἐρινύς, ἰξύς ἡ ῥάχις, λιγύς, βριθύς ὁ ἰσχυρός χωρὶς τοῦ κλειτύς, σημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν. πρόσκειται «τὴν ει δίφθογγον» διὰ τὸ εὐρύς καὶ αἰπύς. ταῦτα γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ’ οὐ τῇ ει . Περὶ τῶν εἰς ευς. Τὰ εἰς ευς ὡς ἐπὶ τὸ πλεῖστον οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι, εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον οἷον βασιλεύς, ἱππεύς, Ἰλεύς ὄνομα κύριον, Ἀχιλλεύς, ἐριθεύς· ἔστι δὲ εἶδος ὀρνέου, Ἐρετριεύς, ἁλιεύς, Ἰλιεύς ἀπὸ τοῦ Ἰλίου. τὸ δὲ Ἴλιον πόλις ἐστίν. Κιτιεύς, Δωριεύς, Τειριεύς, Φινεύς. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ Νειλεύς· τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται· οὐκ ἐπὶ τοῦ Νηλέως τοῦ πατρὸς τοῦ Νέστορος, ἐκεῖνο γὰρ διὰ τοῦ η γράφεται, ἀλλ’ ἐπὶ τοῦ λεγομένου Ἀττικῶς οἷον ὁ Νείλεως τοῦ Νείλεω. πρόσκειται «εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον» διὰ τὸ Ῥοιτειεύς καὶ Σιγειεύς. ἀπὸ γὰρ τοῦ Ῥοίτειον καὶ Σίγειον γεγόνασι. ἔστι δὲ ἀκρωτήριον Τροίας. Περὶ τῶν εἰς α θηλυκῶν ὀνομάτων. Τὰ διὰ τοῦ τρια προπαροξύτονα πάντα διὰ μόνου τοῦ ι γράφεται, ψάλτρια, μαθήτρια, μονάστρια, λεκάστρια ἡ πόρνη, αὐλήτρια, πανδοκεύτρια, Ἐρέτρια, ποιήτρια. |
| 3,2 451 | Καθόλου τὰ διὰ τοῦ εια προπαροξύτονα εἴτε ἐπὶ πόλεως εἴτε ἐπ’ ἄλλης τινὸς οἱασοῦν σημασίας πλὴν τῶν διὰ τοῦ τρια διὰ τῆς ει διφθόγγου γράφεται, ἀλήθεια, εὐλάβεια, Ἀλεξάνδρεια, Ἀπάμεια, Μήδεια, βοήθεια, ὠφέλεια, χαλκοβάρεια, Πηνελόπεια, ἀναίδεια, εὐγένεια, ἀδράνεια, ἀπώλεια, Ἀντιόχεια, Ἄντεια, ἐπιφάνεια, ἀπέχθεια, εὔκλεια, ἄδεια. σεσημειωμένων τοῦ πότνια, Ὄμπνια, Λάμια, Πολύμνια. Τὰ ἀπὸ τῶν εἰς ευς ἀρσενικῶν διὰ τοῦ εια παρηγμένα θηλυκὰ δίφθογγον ἔχει οἷον βασιλεύς βασίλεια, πανδοκεύς πανδόκεια, ἱερεύς ἱέρεια. τοῦτο δὲ οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α ἱερεία παροξυτόνως λέγουσιν. Τὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν διὰ τοῦ εια παρηγμένα θηλυκὰ δίφθογγον ἔχει οἷον ὀξύς ὀξεῖα, βαρύς βαρεῖα, ἡδύς ἡδεῖα, ἥμισυς ἡμίσεια, θῆλυς θήλεια, λίγεια, ἐλάχεια, μεθ’ ὧν καὶ θάλεια ἐπιθετικῶς, θαλία δὲ ἐπὶ τῆς ἀνέσεως ἢ εὐωχίας. Τὰ διὰ τοῦ εια παρώνυμα ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα θηλυκὰ δίφθογγον ἔχει οἷον Πηνελόπη Πηνελόπεια, Καλλιόπεια, Πλειστοδόκεια, Εὐρώπεια, χαλκοβαρής χαλκοβάρεια, ἠριγενής ἠριγένεια, ἱππόδασυς ἱπποδάσεια. Τὰ ἐπὶ πραγματείας ἤγουν συγγράμματος διὰ τῆς ει διφθόγγου γράφεται ἡ Ὀδύσσεια ἡ κατὰ Ὀδυσσέα, Ἡράκλεια ἡ κατὰ Ἡρακλέα, Τηλεγόνεια ἡ κατὰ Τηλέγονον, Δολώνεια, Γιγάντεια, Διομήδεια. Τὰ διὰ τοῦ εια ἐπὶ πόλεων προπαροξύτονα θηλυκὰ δίφθογγον ἔχει οἷον Ἀλεξάνδρεια, Ἀπάμεια, Καισάρεια, Ἀντιόχεια, Θέσπεια· τὸ δὲ ὀξυτόνως λεγόμενον Θεσπιά διὰ τοῦ ι . τὰ δὲ ἐπὶ χώρας ὄντα διὰ τοῦ ι γράφεται καὶ παροξύνεται, Λυκία, Πισιδία, Κιλικία, Σικελία, Παφλαγονία, Ἀρμενία, Συρία, Καππαδοκία, Ἰταλία, Ἀσία, Θεσσαλία, Βοιωτία, Βιθυνία, Ἰτουρία. Τὰ διὰ τοῦ ια εἴτε ἐπὶ πόλεως εἴτε ἐπὶ χώρας πρὸ μιᾶς τὸν τόνον ἔχοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι, ἐπὶ χώρας οἷον Καππαδοκία, Ἀσία, Γαλατία, Ἰταλία, Λυκία· ἐπὶ δὲ πόλεως οἷον Φαρσαλία, Ἀπολλωνία, Φθία. πρόσκειται «πρὸ μιᾶς τὸν τόνον ἔχοντα» διὰ τὸ Ἀλεξάνδρεια. Τὰ διὰ τοῦ εια δισύλλαβα μονογενῆ ἔχοντα τὸ α μακρὸν ὀξύτονα διὰ τῆς ει διφθόγγου γράφεται ζειά, χειά, Φειά, μεθ’ ὧν καὶ τὰ βαρύτονα μνεία, χρεία, λεία, δεία ἡ ἔνδεια καὶ θεία τὸ τριγενές. σεση‐ |
| 3,2 452 | μείωται τὸ φλιά, στιά, θριά, μεθ’ ὧν καὶ σκιά. τὸ δὲ Φλία βαρύνεται ὡς καὶ τὰ τριγενῆ βραχυκατάληκτα δῖα, ἴα, μία. Τὰ διὰ τοῦ ια ὑπὲρ δύο συλλαβὰς ὀξύτονα διὰ τοῦ ι γράφεται οἷον λαλιά, καλιά, σποδιά, ῥοδωνιά, ἱμονιά τὸ ἀντλητήριον, ὁρμιά, πρασιά, ἀνθρακιά. σεσημείωται διὰ τῆς ει διφθόγγου γραφόμενα τὸ παρειά, φορβειά, στελειά, φορειά, ἀρειά. Τὰ διὰ τοῦ εια θηλυκὰ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω , εἰ μέν ἐστιν ἀπὸ τῶν εἰς μων ὀξυτόνων, διὰ τοῦ ι γράφεται οἷον ἡγεμών ἡγεμονεύω ἡγεμονία, κηδεμών κηδεμονεύω κηδεμονία· εἰ δὲ μή ἐστιν ἀπὸ τῶν εἰς μων , διὰ τῆς ει διφθόγγου γράφεται οἷον ἀλαζών ἀλαζονεύω ἀλαζονεία καὶ ἀπὸ ἄλλης δὲ οἱασδήποτε καταλήξεως ἐὰν ᾖ, διὰ διφθόγγου γράφεται οἷον ῥήτωρ ῥήτορος ῥητορεύω ῥητορεία, εἴρων εἰρωνεύω εἰρωνεία, πρᾶγμα πραγματεύω, ἐξ οὗ πραγματεύομαι, πραγματεία. ὁμοίως κολακεία, ἑρμηνεία, προφητεία, ξενιτεία, ἀριστεία ἐκ τοῦ ἀριστεύς, ἀλητεία, βουλεία ἡ βούλευσις, γοητεία, δυναστεία, ἱκετεία· ἱκεσία δὲ διὰ τοῦ ι . λαγνεία, λάγνος γὰρ τὸ ἀρσενικόν, προστατεία, προστάτης γὰρ τὸ ἀρσενικόν, προστασία δὲ διὰ τοῦ ι , νηστεία, πολιτεία, τερατεία, πρεσβεία, δεσποτεία, ὑδρεία τὸ ἐπὶ τῆς ὑδρεύσεως, ἐπὶ δὲ τοῦ ἀγγείου διὰ τοῦ ι ὑδρία. χωρὶς τῶν ἀπὸ τῶν εἰς ος συνθέτων διὰ τοῦ ια παραγομένων θηλυκῶν, κἂν γὰρ ἔχῃ ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω , διὰ τοῦ ι γράφεται οἷον πρόεδρος προεδρεύω προεδρία, φιλανθρωπία, ἀσωτία, ἐμπορία, παρθενία, συνοδία· ἡνιοχεία διὰ τῆς ει διφθόγγου ἐκ τοῦ ἡνιοχεύς, ἑσπερεία ἐκ τοῦ ἑσπερεύς, μαστροπεία ὁμοίως. Ἰστέον δὲ ὅτι ἐκ τούτων τὰ διὰ τοῦ τ ἐκφερόμενα διὰ τῆς ει διφθόγγου γράφεται, ὅσα δὲ διὰ τοῦ ς , διὰ τοῦ ι γράφεται. Τὰ ἀπὸ τῶν εἰς ος ἁπλῶν μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω διὰ τοῦ ια γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται οἷον κακός κακία, σοφός σοφία, μωρός μωρία, ἥσυχος ἡσυχία. πρόσκειται «μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω » διὰ τὸ δοῦλος δουλεύω δουλεία, μοιχός μοιχεύω μοιχεία. Τὰ ἀπὸ τῶν εἰς ος συνθέτων διὰ τοῦ ια γινόμενα παροξύτονα ὄντα διὰ τοῦ ι γράφεται οἷον φιλόσοφος φιλοσοφία, κακοῦργος κακουργία, πρόθυμος προθυμία, ἄσωτος ἀσωτία, ῥᾴθυμος ῥᾳθυμία, ἀσπιδοποιός ἀσπιδοποιΐα, ὀρθογράφος ὀρθογραφία, εὔκαιρος εὐκαιρία, ἀεργός ἀεργία, ὑπερήφανος ὑπερηφανία (ἀνόρεκτος ἀνορεξία, ὑπόδεκτος ὑποδεξία διὰ τὴν σύνταξιν?). πρόσκειται «παροξύτονα» διὰ τὸ βοηθός βοήθεια καὶ εὔερος εὐέρεια. |
| 3,2 453 | Τὰ ἀπὸ ἀρσενικῶν ἐχόντων τὸ τ διὰ τοῦ ια γινόμενα καὶ τρέποντα τὸ τ εἰς ς διὰ τοῦ ι γράφεται οἷον (ἄλουτος ἀλουσία?) ἀθάνατος ἀθανασία, ὑπηρέτης ὑπηρεσία. Τὰ ἀπὸ τῶν εἰς ης βαρυτόνων εἰς ους ἐχόντων τὴν γενικὴν γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται καὶ διὰ τῆς ει διφθόγγου· διὰ τοῦ ι μὲν παροξυνόμενα, διὰ δὲ τῆς ει διφθόγγου προπαροξυνόμενα οἷον αὐθάδης αὐθάδους αὐθαδία καὶ αὐθάδεια, κακοήθης κακοήθους κακοηθία καὶ κακοήθεια, συνήθης συνηθία καὶ συνήθεια. Τὰ εἰς ης ἀρσενικὰ εἰς θηλυκὰ μεταγόμενα διὰ τῆς ει διφθόγγου γράφεται καὶ μάλιστα ὀξύτονα ὄντα οἷον ἀληθής ἀλήθεια, εὐλαβής εὐλάβεια, ἀκρίβεια, ἀπέχθεια, ἀδεής ἀδέεια καὶ ἄδεια, εὐκλεής εὐκλέεια καὶ εὔκλεια, ἀναίδεια, εὐγένεια, ἀπάθεια, εὐμάθεια. λέγεται δὲ καὶ ποιητικώτερον ἀναιδία, εὐγενία, ἀπαθία, εὐμαθία. τὸ μέντοι ἀμαθία μόνως παροξύνεται καὶ διὰ τοῦ ι γράφεται. Τὰ παρὰ τὸ ἦθος διφορεῖται, ἀήθεια καὶ ἀηθία, ποιητικώτερον δὲ διὰ τοῦ ι καὶ παρὰ τὸ κέρδος φιλοκέρδεια καὶ φιλοκερδία, αἰσχροκέρδεια καὶ αἰσχροκερδία· καὶ τὰ παρὰ τὸ παθεῖν καὶ μαθεῖν, εὐπάθεια καὶ εὐπαθία, εὐμάθεια καὶ εὐμαθία, προμήθεια καὶ προμηθία, εὐέπεια καὶ εὐεπία, ὠφέλεια καὶ ὠφελία, εὐμάρεια καὶ εὐμαρία, οἰκωφελία καὶ κοινωφελία μόνως καὶ ἀμαθία· καὶ τὸ ι ποιητικόν. τὰ παρὰ τὸ φυή διὰ τοῦ ι εὐφυΐα· εὕρηται καὶ εὐφύεια παρὰ Ἀλέξιδι. τὰ παρὰ τὸ τύχη διὰ τοῦ ι , εὐτυχία· εὕρηται καὶ εὐτύχεια παρὰ Σοφοκλεῖ. τὰ παρὰ τὸ ἔτος διὰ τοῦ ι γράφεται· τὰ δὲ παρὰ τὰ ἄλλα διὰ διφθόγγου. Τὰ ἀπὸ ἐνεστώτων παρηγμένα θηλυκὰ προπαροξύτονα δίφθογγον ἔχει οἷον ἀπόλω ἀπώλεια, ἐξώλεια, προώλεια, μήδω Μήδεια, θέρω θέρεια, θάλλω Θάλεια, ἀνθῶ Ἄνθεια, χαίρω Χάρεια, κρατῶ Κράτεια. Τὰ παρὰ μέλλοντα διὰ τοῦ ια διὰ τοῦ ι γράφεται, θύσω θυσία, ἄξω ἀξία, λούσω λουσία καὶ ἀλουσία, ὀρέξω ὀρεξία, ἔχω ἕξω ἑξία καὶ εὐεξία, πέψω πεψία ἀπεψία. Τὰ διὰ τοῦ σια ὑπὲρ δύο συλλαβὰς μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω διὰ τοῦ ι γράφεται οἷον ἱκεσία, τὸ δὲ ἱκετεία διὰ τῆς ει διφθόγγου, ἱκετεύω γάρ· μετουσία, ἀφασία, γερουσία, πανδοσία, ἐκκλησία, ὑπερβασία. πρόσκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω » διὰ τὸ περισσεύω περισσεία διὰ τῆς ει διφθόγγου. |
| 3,2 454 | Τὰ διὰ τοῦ νια θηλυκὰ ἔχοντα μακρὸν τὸ α διὰ τοῦ ι γράφεται μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων οἷον μανία, πενία, γωνία, ξενία, Βιθυνία, γειτονία, ἁρμονία, ἀνία. πρόσκειται «ἔχοντα μακρὸν τὸ α » διὰ τὸ δυσγένεια, εὐγένεια, σαφήνεια, εὐμένεια. πρόσκειται «μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων» διὰ τὸ ἑρμηνεία, πορνεία, ἀλαζονεία. Πάντα τὰ διὰ τοῦ ια καθαρεύοντα παροξύτονα διὰ μόνου τοῦ ι γράφεται οἷον εὐφυΐα, μεγαλοφυΐα, λογοποιΐα. τὸ δὲ ὑγίεια προπαροξυτόνως λέγεται. Τὰ διὰ τοῦ ια θηλυκὰ μονογενῆ παροξύτονα ὑπὲρ δύο συλλαβὰς ὄντα κατὰ κοινὴν διάλεκτον, μὴ ὄντα σύνθετα ἀπὸ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον μήτε ἀπὸ ἐθνικῶν γινόμενα κύρια διὰ τοῦ ι γράφεται οἷον κοιλία, ἀγγελία, εὐσπλαγχνία, ἀδοξία, εὐδία, ἁμαρτία, δυσωδία, φαντασία, εὐμορφία, θεωρία, οἰκία. πρόσκειται «μονογενῆ» διὰ τὸ Πολυδευκεία χείρ καὶ Ἀγαμεμνονεία ναῦς. ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται ὅτι τριγενῆ ἐστιν, Ἀγαμεμνόνειος Ἀγαμεμνονεία Ἀγαμεμνόνειον. πρόσκειται «παροξύτονα» διὰ τὸ εὐσέβεια καὶ ἀναίδεια· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται. πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ μνεία καὶ χρεία. ταῦτα γὰρ ὁμοίως γράφεται· πρόσκειται «κατὰ κοινὴν διάλεκτον», ἐπειδὴ πολλάκις οἱ Ἀθηναῖοι ἐπὶ τῶν διὰ τοῦ εια προπαροξυτόνων μακρὸν ποιοῦσι τὸ α καὶ καταβιβάζουσι τὸν τόνον καὶ φυλάττουσι τὴν ει δίφθογγον οἷον ἀλήθεια κοινῶς καὶ ἀληθεία Ἀττικῶς, ἱέρεια κοινῶς καὶ ἱερεία Ἀττικῶς. πρόσκειται «μὴ ὄντα σύνθετα ἀπὸ ἁπλῶν ἔχοντα τὴν ει δίφθογγον» διὰ τὸ σιτοδεία, ὃ σημαίνει τὴν ἔνδειαν τοῦ σίτου. τοῦτο γὰρ πρὸ τοῦ α τόνον ἔχει, ἀλλ’ ἀπὸ ἁπλοῦ γέγονεν ἔχοντος τὴν ει δίφθογγον. ἀπὸ γὰρ τοῦ δεία, ὃ σημαίνει τὴν ἔνδειαν, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ἐφύλαξε τὴν ει δίφθογγον. πρόσκειται «μὴ ἀπὸ ἐθνικῶν γινόμενα κύρια», ἐπειδή ἐστιν Ἀργεῖος ἀνὴρ ἀπὸ τοῦ Ἄργους καὶ Ἀργεία γυνὴ ἡ τοῦ Ἄργους. καὶ γίνεται τὸ Ἀργεία ὄνομα κύριον καὶ φυλάττει τὴν ει δίφθογγον τοῦ ἐθνικοῦ. τούτων οὖν οὕτως ἐχόντων τὸ ὑγεία πρὸ μιᾶς τὸν τόνον ἔχον οὐκ ἀντίκειται ἡμῖν γραφόμενον διὰ τῆς ει διφθόγγου, ἐπειδὴ δυνάμει προπαροξύτονόν ἐστιν. ὥσπερ γὰρ ἀπὸ τοῦ εὐσεβής γέγονεν εὐσέβεια, οὕτως ἀπὸ τοῦ ὑγιής ὑγίεια προπαροξυτόνως καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ τῆς ει διφθόγγου γέγονεν ὑγεία. δεῖ σημειώσασθαι τὸ ἀνδρεία, ὅτι πρὸ μιᾶς τὸν τόνον ἔχον διὰ τῆς ει διφθόγγου γράφεται. λέγω δὲ τὸ ἐπὶ τῆς ἀρετῆς οἷον ἡ ἀνδρεία ὥσπερ ἡ δικαιο‐ |
| 3,2 455 | σύνη. πρόσκειται «τὸ ἐπὶ τῆς ἀρετῆς», ἐπειδὴ ἐπὶ τῆς γυναικὸς ὥσπερ ἀνδρεῖος ἀνήρ ἀνδρεία γυνή. Πάντα τὰ εἰς ιλλα ὀνόματα διὰ τοῦ ι γράφεται, σκίλλα ἡ βοτάνη, Κίλλα ἡ πόλις, Μύριλλα, Τελέσιλλα, Κύδιλλα. Τὰ διὰ τοῦ ινα ἀποστρέφεται τὴν ει δίφθογγον, Μύρινα, Ἅρπινα, Ἰουστῖνα, Φαυστῖνα, Ἀντωνῖνα, Κωνσταντῖνα, Καμάρινα χωρὶς τοῦ πεῖνα τοῦ ἐπὶ τῆς ἐνδείας, πῖνα δὲ ἐπὶ τοῦ θαλασσίου διὰ τοῦ ι , καὶ τοῦ τέρεινα, ὃ σημαίνει τὴν ἁπαλήν. Τὰ διὰ τοῦ ιννα διὰ τοῦ ι γράφεται, Φίλιννα, Ἤριννα, Κόριννα, Βίτιννα. Πάντα τὰ διὰ τοῦ ειρα προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται κτλ. Τὰ διὰ τοῦ ισα μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει δίφθογγον διὰ τοῦ ι γράφεται οἷον σάρισα, Πῖσα, Λάρισα, Ἔμισα, Κρῖσα, κνῖσα, Νῖσα. πρόσκειται «μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει δίφθογγον» διὰ τὸ πεῖσα ἡ πειθώ καὶ δεῖσα ἡ ὑγρασία. ἀπὸ γὰρ τοῦ δεύσω μέλλοντος γέγονε δεῦσα καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι δεῖσα. Πάντα τὰ εἰς σσα λήγοντα διὰ τοῦ ι γράφεται, κίσσα, πίσσα, βασίλισσα, Φοινίκισσα, μέλισσα· οὐδέποτε γὰρ πρὸ τῶν δύο σς ἡ ει δίφθογγος εὑρίσκεται κτλ. Τὰ εἰς α λήγοντα δισύλλαβα μονογενῆ ἔχοντα πρὸ τοῦ α διπλοῦν διὰ τοῦ ι γράφεται, ῥίζα, σχίζα, δίψα, Φρίξα. Τὰ εἰς α λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ α διπλοῦν διὰ τοῦ ι γράφεται οἷον Δούριζα λίμνης ὄνομα, Τυρόδιζα ὄνομα πόλεως. Περὶ τῶν εἰς η . Τὰ εἰς η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἢ τὸ β ἢ τὸ γ ἢ τὸ δ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον τριβή, ἐρυσίβη, στίβη ἡ ψυχρία, Θήβη, ἥβη ἡ ἀκμή, βλάβη, λώβη, λοιβή ἡ σπονδή, στοιβή, ἀμοιβή ἡ ἀνταπόδοσις. ταῦτα μὲν δίφθογγον ἔχει, ἀλλ’ οὐ τὴν ει . τὰ δὲ ἔχοντα τὸ γ οἷον σιγή, πηγή, καὶ τὸ δ Σίδη, κνίδη ὁ κόσμος καὶ ἡ τρυφή. |
| 3,2 456 | Τὰ εἰς η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἢ τὸ θ ἢ τὸ φ ἢ τὸ χ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον τίτθη ἡ τροφός, κριθή, μέθη, ποθή ἡ ἐπιπόθησις, ἀγρίφη τὸ δίκελλον, σκιδάφη ἡ ἀλώπηξ, Ἐρίφη, κορυφή. Μυστίχη, πυρρίχη, Σιμίχη. Τὰ εἰς η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἢ τὸ λ ἢ τὸ μ ἢ τὸ ν οὐ παραλήγεται τῇ ει διφθόγγῳ οἷον κίχλη, τρίγλη, ὁμίχλη, εἰσίθμη, ἰφθίμη, τιμή, παλάμη, σπιθαμή, αἰχμή ἡ λόγχη, πολίχνη ἡ μικρὰ πόλις, λίμνη, κυλίχνη, σημαίνει δὲ φιάλην ἰατρικήν, Αἴτνη χωρὶς τοῦ Εὐδείπνη, ἔστι δὲ ὄνομα νήσου, καὶ τοῦ πείνη, ἀπὸ γὰρ τοῦ πένομαι γέγονε πεῖνα καὶ κατὰ τροπὴν Ἰώνων τοῦ α εἰς η πείνη. Τὰ εἰς η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἢ τὸ κ ἢ τὸ π ἢ τὸ τ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. Τὰ διὰ τοῦ ιλη μήτε ἀπὸ κράσεως ἔχοντα μήτε ἀπὸ πλεονασμοῦ τὸ ι ἀποστρέφεται τὴν ει δίφθογγον οἷον σμιλή τὸ σμιλίον, ἴλη ἡ ἄθροισις, παστίλη ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων καὶ τὸ ὑγρὸν διαχώρημα, μυστίλη ὁ κοῖλος ἄρτος, μαρίλη ἡ κόνις ἡ γινομένη ἐκ τοῦ σβέννυσθαι τοὺς καρπούς. πρόσκειται ἐν τῷ κανόνι «μὴ ὄντα ἀπὸ κράσεως» διὰ τὸ δείλη ἡ δειλινή. τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, ἀλλ’ ἀπὸ κράσεώς ἐστιν, ἀπὸ γὰρ τοῦ ἐνδεῖν τῇ ἕλῃ, ὅ ἐστι τῇ θερμασίᾳ—τότε γὰρ ἄρχεται ἡ θερμασία τοῦ ἡλίου ἐνδεῖν—γέγονε δεέλη καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον δείλη. πρόσκειται πάλιν «μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι » ἐπειδὴ ἀπὸ τοῦ ἕλη τοῦ σημαίνοντος τὴν θερμασίαν γίνεται εἴλη διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι . δεῖ προσθεῖναι χωρὶς τοῦ ὀφειλή τὸ χρέος καὶ ἀπειλή καὶ ὠτειλή τὸ τραῦμα. Τὰ διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθέτων κύρια ἀποστρέφεται τὴν διὰ τῆς ει διφθόγγου γραφὴν οἷον δίνη, ῥινή, ἰατρίνη, θριδακίνη, ὑσμίνη, Ὠκεανίνη, Εὐηνίνη, Αἰητίνη, Ἀδρηστίνη, εἰλαπίνη, μυρσίνη, Κλεοβουλίνη, δωτίνη, ἡρωΐνη, ῥητίνη, ἀξίνη, Παλαιστίνη. πρόσκειται «μονογενῆ» διὰ τὸ ἐκεῖνος ἐκείνη. πρόσκειται «μὴ ἀπὸ ἐπιθέτων γινόμενα κύρια» διὰ τὸ φωτεινός φωτεινή καὶ τὸ κύριον ὄνομα Φωτεινή. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. χωρὶς τοῦ πείνη, ὅπερ ἀπὸ τοῦ πεῖνα γέγονεν. Τὰ εἰς τη λήγοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον |
| 3,2 457 | Ἀμφιτρίτη, Ἀφροδίτη, λιτή πλὴν τοῦ εἱρκτή. τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται. Τὰ εἰς τη λήγοντα θηλυκὰ βαρύτονα ὑπὲρ δύο συλλαβὰς ἑνὶ φωνήεντι παραλήγεται, Θεοδότη, μελέτη, Ἀφροδίτη, Ἀμφιτρίτη, ἐλάτη. πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ χαίτη ἡ θρίξ καὶ κοίτη. πρόσκειται «βαρύτονα» διὰ τὸ τελευτή ὀξύτονον. Περὶ οὐδετέρων. Τὰ διὰ τοῦ ιον οὐδέτερα δισύλλαβα μονογενῆ βαρύτονα διὰ τοῦ ι γράφεται οἷον μνίον, ῥίον, σίον, ἴον, δρίον, τοῦτό τινες καὶ δρίος γράφουσι, Δῖον ἡ πόλις. σεσημείωται τὸ κρεῖον τὸ δεκτικὸν τῶν κρεῶν ἀγγεῖον, εἶον ὃ καὶ ἤϊον ἐν διαλύσει λέγεται, τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον, διὰ τῆς ει διφθόγγου γραφόμενα. Τὰ ὑποκοριστικὰ διὰ τοῦ ι γράφεται οἷον ἰχθύδιον, δελφάκιον. Τὰ διὰ τοῦ ιδιον ὑποκοριστικὰ τὴν τρίτην ἀπὸ τέλους, εἰ μὲν ἀπὸ πρωτοτύπου ἔχει τὸ ε , διὰ τῆς ει διφθόγγου γράφεται οἷον φύσεως φυσείδιον, λέξεως λεξείδιον, γλυκείδιον, ἑξείδιον, ὀξείδιον, ῥησείδιον, ταμιείδιον, θυείδιον, εἰ δὲ μή, διὰ τοῦ ι βιβλίον βιβλίδιον, κοιλία κοιλίδιον, γωνία γωνίδιον, ὀψάριον ὀψαρίδιον, κοχλίας κοχλίδιον, ῥιπίδιον, σελίδιον, ψαλίδιον, γραμματίδιον, ὅτε ἀπὸ τοῦ γραμμάτιον ὑποκοριστικόν, διὰ τοῦ ι , ὅτε δὲ ἀπὸ τοῦ γραμματεῖον, διὰ τῆς ει διφθόγγου. Τὰ διὰ τοῦ οντιον ὑποκοριστικὰ μονογενῆ διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν οἷον λεόντιον ὁ μικρὸς λέων, δρακόντιον, ἀκόντιον, ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος, γερόντιον. τὸ δὲ δρακόντειον αἷμα καὶ λεόντειον μετουσιαστικὰ καὶ τὸ γερόντειον κτητικόν. Τὰ διὰ τοῦ ιον οὐδέτερα πρὸ μιᾶς τὸν τόνον ἔχοντα μὴ ὄντα κτητικὰ μηδὲ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων ἢ ἀπὸ τῶν εἰς ω ληγόντων ἐνεστώτων διὰ τοῦ ι γράφεται οἷον ἑρκίον, τειχίον, τεκνίον, βιβλίον. πρόσκειται «μὴ ὄντα κτητικὰ» [διὰ τὸ κουρεῖον, βαφεῖον], πρόσκειται «μὴ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων» [διὰ τὸ πορνεύω πορνεία, πρυτανεύω πρυτανεία]. πρόσκειται «μὴ ὄντα ἀπὸ τῶν εἰς ω ῥημάτων» διὰ τὸ ἄγω ἀγγεῖον, λέγω λογεῖον καὶ ἀναλογεῖον. Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ προσηγορικὰ ἔχοντα μετὰ τὴν πρώτην δύο σύμφωνα κατὰ σύλληψιν ἢ κατὰ διάστασιν, πρὸ τέλους ἔχοντα τὸν τόνον, μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ |
| 3,2 458 | ι γράφεται οἷον ὀγκίον, ἀντίον τοῦ ἱστοῦ, κυμβίον, ἰσχίον. πρόσκειται «μὴ ἔχοντα ῥῆμα διὰ τοῦ ευω » διὰ τὸ πορνεύω πορνεῖον. Τὰ διὰ τοῦ αντιον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται οἷον Αἰάντιον ἡ πόλις, Περγάντιον ἡ πόλις, βαλάντιον τὸ ἀκόντιον. πρόσκειται «μονογενῆ», ἐπεὶ τὰ τριγενῆ διὰ τῆς ει διφθόγγου γράφεται οἷον Αἰάντειον βούλημα. Τὰ διὰ τοῦ ινιον μονογενῆ οὐδέτερα διὰ τοῦ ι γράφει τὴν παραλήγουσαν οἷον ἑλένιον ἡ βοτάνη, Ὁρμένιον, Παρθένιον ὄνομα ὄρους, αὐχένιον. τοῦτο δὲ διφορεῖται ὡς καὶ διὰ τῆς ει διφθόγγου γράφεται. σεσημείωται τὸ γένειον διὰ τῆς ει διφθόγγου γραφόμενον. Τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον γενόμενα οὐδέτερα μονογενῆ διὰ τῆς ει διφθόγγου γράφεται καὶ προπερισπᾶται, κουρεύς κουρεῖον, κναφεύς κναφεῖον, γραμματεύς γραμματεῖον, βαλανεύς βαλανεῖον, βαφεύς βαφεῖον πλὴν τοῦ Θησεύς Θήσειον καὶ Φύτειον πόλις ἀπὸ Φυτέως τοῦ κτίσαντος αὐτήν. πρόσκειται «μονογενῆ» διὰ τὸ βασιλεύς βασίλειον· ἔστι δὲ τριγενές. βασίλειος οἶκος, βασιλεία χείρ καὶ βασίλειον οἴκημα. Τὰ ἀπὸ τῶν εἰς ω διὰ τοῦ ειον γινόμενα οὐδέτερα διὰ τῆς ει διφθόγγου γράφεται καὶ προπερισπᾶται, γράφω γραφεῖον, ἄγω ἀγγεῖον, λέγω λογεῖον, φέρω φορεῖον, πορνεύω πορνεῖον, πρυτανεύω πρυτανεῖον, ταμιεύω ταμιεῖον. Τὰ ἀπὸ τῶν εἰς ος ἀρσενικῶν παρηγμένα οὐδέτερα εἰς ον καθαρὸν λήγοντα διὰ τῆς ει διφθόγγου γράφεται οἷον πρῶτος πρωτεῖον, διδάσκαλος διδασκαλεῖον, στοῖχος στοιχεῖον. Τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων δισυλλάβων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ διὰ τῆς ει διφθόγγου γράφεται, δάνος δάνειον, γένος γένειον, βρένθος βρένθειον, γῆτος γήτειον. πρόσκειται «μονογενῆ» διὰ τὸ ἅγος ἅγιον διὰ τοῦ ι . ἀλλ’ οὐκ ἔστι μονογενές, ὁ ἅγιος γὰρ καὶ ἡ ἁγία καὶ τὸ ἅγιον. χωρὶς τοῦ ἴχνος ἴχνιον. Τὰ διὰ τοῦ ειον οὐδέτερα ἀπὸ τῶν εἰς μα οὐδετέρων γινόμενα πρὸ τέλους ἔχοντα τὸν τόνον μὴ ὑποκοριστικὴν ἔχοντα σημασίαν διὰ τῆς ει διφθόγγου γράφεται οἷον σῆμα σημεῖον, σῶμα σωματεῖον, γράμμα γραμματεῖον. τὸ δὲ σωμάτιον καὶ γραμμάτιον ὑποκοριστικά ἐστι καὶ προπαροξύτονα καὶ διὰ τοῦ ι γράφεται. Εἰσί τινα ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον , ἅτινα διὰ τῆς ει διφθόγγου γράφεται οἷον Κύκλωψ Κυκλώπειον· ἔστι δὲ ὄρος ἐν Λιβύῃ, Φοῖνιξ Φοινίκειον, κῆρυξ Κηρύκειον. Τὰ διὰ τοῦ ειον τρισύλλαβα κύρια ἢ καὶ ἰδιάζοντα κατὰ πόλεων |
| 3,2 459 | προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται· εἶπον δὲ «ἰδιάζοντα» διὰ τὸ Λάγειον παρὰ Ἀλεξανδρεῦσιν ἐν αὐτῇ τῇ πόλει μόνον λεγόμενον καὶ τὸ Λύκειον Ἀθήνησι, Χλούνειον τόπος ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνης, Λαύρειον τόπος ἐν Ἀττικῇ ἔχων μέταλλα· τὸ γὰρ χαλκεῖον προπερισπώμενον κοινὸν κατὰ πᾶσαν πόλιν ἐπὶ τόπου λαμβανόμενον. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· Γύθειον, Σέρρειον ἡ πόλις, Φίκειον ὄνομα τόπου. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέος τοῦ ι . ἴσως δὲ ξυνέδραμε τῷ Ῥύτιον Αἴγιον Σούνιον. Βούδειον, Σίγειον, Λέπρειον Καυκώνων πόλις, Ῥοίτειον πόλις, Φύτειον, Κράνειον γυμνάσιον ἐν Κορίνθῳ. Τὰ διὰ τοῦ ειον τρισύλλαβα ν παραληγόμενα προπαροξύτονα ἀπὸ ἑνὸς φωνήεντος ἀρχόμενα διὰ τῆς ει διφθόγγου γράφεται, ὄνειον, Φάνειον, κράνειον, κώνειον, δάνειον, γένειον, κάνειον, Πάνειον, κτένειον. Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα προπαροξύτονα ἀπὸ ἑνὸς συμφώνου ἀρχόμενα, ἔχοντα τὸ η ἢ τὸ ω διὰ τῆς ει διφθόγγου γράφεται, κώρειον, ζώτειον, γήτειον, χήλειον, γήρειον, βήχειον, κήτειον. Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα προπερισπώμενα διὰ τῆς ει διφθόγγου γράφεται, μνημεῖον, σημεῖον, πρωτεῖον, σφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον, στοιχεῖον, ἀγγεῖον, χυτρεῖον, χυρρεῖον, τοπεῖον, σκαφεῖον, κουρεῖον τὸ κοινῶς λεγόμενον. τὸ δὲ ἰδίως παρ’ Ἀθηναίοις προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, γραφεῖον, πρεσβεῖον, χαλκεῖον, λοφεῖον, πορθμεῖον, μουσεῖον, βραβεῖον, φορεῖον, πορεῖον, ποδεῖον, πομπεῖον, ὀχεῖον. σεσημείωται βαΐον ἐπὶ φοίνικος διὰ τοῦ ι γραφόμενον. Τὰ διὰ τοῦ ιον οὐδέτερα ὑπὲρ τρεῖς συλλαβὰς μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφεται οἷον Βυζάντιον, παρθένιον, γενέθλιον, θεοφάνιον, συβόσιον, αἰπόλιον χωρὶς τῶν κτητικῶν διὰ τὸ Ἀνακτόρειον καὶ Ἡράκλειον. Τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα διὰ τῆς ει διφθόγγου γράφεται οἷον μαγειρεῖον, ἰατρεῖον, ὀρφανοτροφεῖον, ἰχθυοτροφεῖον, ἰαμβεῖον, βαλανεῖον, ὀπτανεῖον, ὅπερ παρὰ τοῖς Ἀττικοῖς προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται. πρόσκειται «μονογενῆ» διὰ τὸ ἐναντίον. «πρὸ μιᾶς τὸν τόνον ἔχοντα» διὰ τὸ αἰπόλιον καὶ ἀρτοπώλιον. «ὑπὲρ τρεῖς συλλαβὰς» διὰ τὸ παιδίον· οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ ι . ἰδοὺ γὰρ τὸ πτωχεῖον, πορνεῖον, πρωτεῖον διὰ τῆς ει διφθόγγου γράφεται. |
| 3,2 460 | Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς κύρια μονογενῆ προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται, Ἀδραμύτειον, Κροκύλειον, Ὑπάτειον, Ἐφιάλτειον, Κηρύκειον, Ταντάλειον, Δασκύλειον, Φορβάντειον, Νάξειον, Κυκλώπειον, Μυρμήκειον. τὸ γὰρ ἕτερον προπερισπᾶται. Κλεάδειον, Γορδίειον, Δοκίμειον πόλεις Φρυγίας, Δορυλάειον, Κοτιάειον, Καπετωλίειον καὶ ἐν συναιρέσει Καπετώλειον. Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύτονα καὶ προπερισπώμενα διὰ τῆς ει διφθόγγου γράφεται πρυτανεῖον, Νεμεσεῖον, Σεραπεῖον, Ὀσιρεῖον, Ἀνουβεῖον, Βενδίδειον, Θετίδειον, Ἡράκλειον, Ποσειδώνειον, Χαρώνειον, Αἰάκειον κτλ. Τὰ διὰ τοῦ ινον προπαροξύτονα ἀποστρέφεται τὴν ει δίφθογγον χωρὶς εἰ μή ἐστιν ἀπὸ ἁπλοῦ ἔχοντος τὴν ει δίφθογγον οἷον κύμινον, σέλινον, ἀνθρώπινον, λίθινον, ξύλινον· «χωρὶς εἰ μή ἐστιν ἀπὸ ἁπλοῦ» διὰ τὸ ξεῖνος ξένος ἄξεινον. Τὰ εἰς ρον οὐδέτερα μετ’ ἐπιπλοκῆς συμφώνου ὑπὲρ δύο συλλαβὰς ὄντα ἑνὶ φωνήεντι παραλήγεται οἷον πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ φέλετρα· οὕτω καὶ θύρετρον. πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ ῥεῖθρον καὶ κλεῖθρον. Τὰ εἰς α λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι οἷον ἄλφα, βῆτα, γάμμα, δέλτα. οὕτως οὖν καὶ τὸ ς ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι. Πᾶν ὄνομα οὐδέτερον εἰς ισμα λῆγον διὰ τοῦ ι γράφεται οἷον βάδισμα, ῥάπισμα, σόφισμα. ἀπὸ γὰρ τῶν εἰς ζω ῥημάτων βαδίζω, ῥαπίζω, σοφίζω· σεσημείωται τὸ ἔρεισμα ἐκ τοῦ ἐρείδω γενόμενον, ὅ ἐστιν ὑποστήριγμα, καὶ δάνεισμα. Τὰ εἰς ι λήγοντα οὐδέτερα οὐ θέλει τὴν ει δίφθογγον παραλήγεσθαι οἷον μέλι, κιννάβαρι, σίνηπι, πέπερι, στίμμι. Περὶ ῥημάτων. Ὅσα ῥήματα ἐν τῷ μέλλοντι ἔχει τὸ ε , ταῦτα πολὺ πρότερον καὶ ἐν τῷ ἐνεστῶτι εἶχεν οἷον κερῶ κείρω, δερῶ δείρω, φθερῶ φθείρω. |
| 3,2 461 | Ὅσα ῥήματα ἐν κινήσει εὑρίσκεται γεννῶντα τὸ ο , τὸ ε πρότερον εἶχεν οἷον ἀμείβω ἀμοιβή, λείβω λοιβή, λείχω λοιχός. Τὰ ἔχοντα ὥσπερ ἀναδιπλασιασμόν τινα ἤγουν πλεονασμὸν κατὰ τὴν ἄρχουσαν διὰ τοῦ ι γράφεται οἷον στῶ ἱστῶ, δῶ διδῶ, θῶ τιθῶ, χρῶ κιχρῶ, μνήσκω μιμνήσκω, πλῶ πιπλῶ, τρώσκω τιτρώσκω. Τὰ εἰς βω λήγοντα ῥήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον στίλβω, θλίβω, βιβῶ, τρίβω, φέρβω, σέβω, βαυβῶ τὸ καθεύδω. τρία δ’ ἐστὶν εἰς βω ῥήματα διὰ τῆς ει διφθόγγου γραφόμενα οἷον ἀμείβω, στείβω τὸ περιπατῶ καὶ λείβω καὶ εἴβω κατὰ ἀποβολὴν τοῦ λ . Τὰ εἰς πτω λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται οἷον βάπτω, σκάπτω, τύπτω, ἴπτω, λίπτω, νίπτω, πίπτω, ῥίπτω, πλὴν τοῦ φιλαλειπτῶ. Τὰ εἰς χω ῥήματα τῇ ει διφθόγγῳ οὐ παραλήγεται οἷον κιχῶ ὀμιχῶ αὐχῶ πλὴν τοῦ στείχω καὶ λείχω. Τὰ διὰ τοῦ ειδω ῥήματα εἴτε δισύλλαβα εἴτε τρισύλλαβα διὰ τῆς ει διφθόγγου γράφεται, εἴδω, φείδω, ἐρείδω. τοῦτο διὰ τοῦ ι γράφεσθαι λέγει ὁ Ἀπολλώνιος, ἀλλ’ ἡ παράδοσις διὰ τῆς ει διφθόγγου οἶδεν αὐτὸ γεγραμμένον. Τὰ διὰ τοῦ ιζω ῥήματα εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται οἷον τρίζω, σχίζω, πρίζω, κτίζω, χαρίζω, χωρίζω, βαπτίζω, ὀνειδίζω, αἰκίζω, πορίζω, Λυδίζω, λακτίζω. σεσημείωται τὸ δανείζω, χρῄζω, κλῄζω, μειζῶ. τὸ μὲν δανείζω ἀπὸ τοῦ δάνειον γέγονε δανειάζω ὥσπερ γένειον γενειάζω καὶ ἐν συγκοπῇ δανείζω. τὸ δὲ χρῄζω διὰ τοῦ η γράφεται καὶ μετὰ τοῦ ι , ἐπειδὴ ἀπὸ τοῦ χρέος γέγονε χρεΐζω καὶ κατὰ τροπὴν τοῦ ε εἰς η καὶ συναιρέσει τοῦ ι γέγονε χρῄζω. ὡσαύτως ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω κατὰ διάλεκτον. τὸ δὲ μειζῶ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ μείζων συγκριτικοῦ γέγονε· τὸ δὲ μείζων συγκριτικὸν γράφεται διὰ διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ μέγας γέγονε μεγάτερος ὁ πρῶτος τύπος καὶ ὁ δεύτερος μεγίων καὶ ὁ τρίτος ὁ διὰ δύο σς μέσσων. τὰ δὲ δύο |
| 3,2 462 | σς μετέπεσεν εἰς ζ καὶ ἀπετελέσθη μέζων καὶ ἐν πλεονασμῷ τοῦ ι μείζων. Τὰ διὰ τοῦ εινω δισύλλαβα, εἰ μὲν διὰ τοῦ ε ἐκφέρεται κατὰ τὸν μέλλοντα, διὰ τῆς ει διφθόγγου γράφεται οἷον κτενῶ κτείνω, τενῶ τείνω· εἰ δὲ μὴ ἐκφέρεται διὰ τοῦ ε , διὰ τοῦ ι γράφεται οἷον κλίνω κλινῶ, κρίνω κρινῶ. Τὰ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβάς, μὴ συντεθειμένα ἀπὸ ἁπλοῦ γραφομένου διὰ τοῦ ι , διὰ τῆς ει διφθόγγου γράφεται οἷον φαείνω, ἀλεείνω, ἐρεείνω πλὴν τοῦ ὀρίνω ὠδίνω. «ὑπὲρ δύο συλλαβὰς» δὲ διὰ τὸ κρίνω κλίνω· «ἀπὸ ἁπλῶν» δὲ «διὰ τοῦ ι γραφομένων» διὰ τὸ κρίνω καὶ συγκρίνω. Πάντα τὰ διὰ τοῦ ειρω τὴν διὰ τοῦ ι μόνου γραφὴν ἀποστρέφεται οἷον ἀγείρω, ἀείρω, ἱμείρω, οἰκτείρω, ἐγείρω, ἐθείρω τὸ ἐξ ἔθους τὶ διαπράττομαι, σπείρω, εἴρω, δείρω. Τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα ἔχοντα δύο τὰ αὐτὰ σύμφωνα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον τίλλω, πάλλω, ἀΐσσω, ἑλίσσω. πρόσκειται «βαρύτονα» διὰ τὸ κρεισσῶ. Τὰ παρὰ μέλλοντα ἢ ἐνεστῶτα περισπώμενον ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ειω γινόμενα παραγωγὰ διὰ τῆς ει διφθόγγου γράφεται οἷον θῶ θείω, σῶ σείω, κῶ τὸ ὑπνῶ, ἐξ οὗ κῶμα ὁ ὕπνος, κείω, οὗ ὁ μέλλων κείσω καὶ παθητικὸν κείομαι καὶ κατὰ συγκοπὴν κεῖμαι, ὀλῶ ὀλείω, κιχῶ κιχείω, ὄψω ὀψείω, βρώσω βρωσείω, ποιήσω ποιησείω, γαμήσω γαμησείω, τελῶ τελείω, κρατῶ κρατείω, ῥιγῶ ῥιγείω, ὀκνῶ ὀκνείω, θάλπω θαλπείω. Τὰ διὰ τοῦ ιω ὑπὲρ δύο συλλαβὰς περισπώμενα μὴ ἀπὸ ὀνομάτων ἔχοντα τὴν γένεσιν τῶν διὰ τῆς ει διφθόγγου γραφομένων διὰ τοῦ ι γράφεται, μηνιῶ, μητιῶ, ἀνιῶ, μειδιῶ, ἀγωνιῶ, ἀκηδιῶ, ἐρυθριῶ, κοπιῶ, ἀγαλλιῶ, ἀξιῶ, μετριῶ. πρόσκειται «μὴ ἀπὸ ὀνόματος γεγενημένα ἔχοντα τὴν ει δίφθογγον» διὰ τὸ οἰκεῖος οἰκειῶ, τέλειος τελειῶ, ἀνδρεῖος ἀνδρειῶ, ἀχρεῖος ἀχρειῶ. τὸ ἐσθίω, ἀτίω, ἀΐω τὸν τόνον ἀμείψαντα τὴν διὰ τοῦ ι γραφὴν ἐφύλαξαν, οἷς ἀκόλουθον καὶ τὸ μαστίω ἐκ τοῦ μαστίζω γενόμενον. Τὰ διὰ τοῦ ιω δισύλλαβα βαρύτονα μὴ παρ’ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα μηδὲ ἀπὸ πλεονασμοῦ ἔχοντα τὸ ι μηδὲ ἔχοντα ἀντιπαρακείμενον τὸ ο διὰ τοῦ ι γράφεται, ἵω, ὅπερ καὶ περισπᾶται, ἐξ οὗ |
| 3,2 463 | καὶ ἵημι, μνίω τὸ ἐσθίω, τίω διφορεῖται περὶ τόνον οὐ περὶ γραφήν, λίω ὃ καὶ αὐτὸ διφορεῖται γεγονὸς ἀπὸ τοῦ λῶ λιῶ τὸ θέλω, πίω, ἀφ’ οὗ πίσω καὶ πιπίσκω, ψίω, κτίω, ἐξ οὗ τὸ «εὐκτίμενον πτολίεθρον», δίω τὸ διώκω. σημειωτέον τὸ εἴω τὸ πορεύομαι διὰ τῆς ει διφθόγγου γραφόμενον. πρόσκειται «μὴ παρ’ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα» διὰ τὸ θῶ θείω, σῶ σείω, κῶ κείω. «μηδὲ ἀπὸ πλεονασμοῦ ἔχοντα τὸ ι » διὰ τὸ χέω χείω, πνέω πνείω. «μηδὲ ἔχοντα ἀντιπαρακείμενον τὸ ο » διὰ τὸ κλείω κλοιός. Τὰ διὰ τοῦ ιω ὑπὲρ δύο συλλαβὰς ὄντα βαρύτονα κλινόμενα εἰς μέλλοντα διὰ τοῦ ι γράφεται οἷον μητίω μητίσω, κονίω κονίσω, κυλίω κυλίσω, μηνίω μηνίσω τὸ ὀργίζομαι ὥσπερ καὶ τὸ μηνιῶ περισπώμενον, δηρίω δηρίσω. πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ κλείω κλείσω. πρόσκειται «βαρύτονα» διὰ τὸ ἀχρειῶ ἀχρειώσω, τελειῶ τελειώσω. πρόσκειται «κλινόμενα εἰς μέλλοντα» διὰ τὸ κιχείω, ὃ σημαίνει τὸ καταλαμβάνω καὶ τὸ ὀλείω ὃ σημαίνει τὸ ἀπόλλυμι, καὶ ὀψείω ὃ σημαίνει τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι· ἀλλ’ οὐ κλίνεται εἰς μέλλοντα. Τὰ εἰς μι οὐ θέλει παρ’ ἡμῖν διφθόγγῳ παραλήγεσθαι οἷον τίθημι, δίδωμι σεσημειωμένου τοῦ εἰμί τὸ ὑπάρχω καὶ τοῦ εἶμι τὸ πορεύομαι. παρὰ δὲ τοῖς Αἰολεῦσι πολλὰ εὑρίσκεται διφθόγγῳ παραληγόμενα οἷον ἵσταιμι, κίχραιμι, γέλαιμι διὰ τῆς αι διφθόγγου. Τὰ εἰς ναι ἀπαρέμφατα ἔχοντα τὸ ν κλιτικὸν οὐ θέλει διφθόγγῳ παραλήγεσθαι οἷον τυφθῆναι, τυπῆναι, τετυφέναι. πρόσκειται «ἔχοντα τὸ ν κλιτικὸν» διὰ τὸ μεῖναι. τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ’ οὐκ ἔχει τὸ ν κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό. μένω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ν . παράλογα οὖν ἐστι ταῦτα, φημὶ δὲ τὸ θεῖναι, δοῦναι, εἷναι ὡς διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ν κλιτικόν κτλ. Περὶ ἐπιρρημάτων. Τὰ εἰς ει δισύλλαβα ἐπιρρήματα εἴτε βαρύτονα εἴτε περισπώμενα διὰ τῆς ει διφθόγγου γράφεται. καὶ βαρύτονα μὲν δύο ἐστὶ τὸ ἄγρει παρακελευσματικὸν ἐπίρρημα καὶ τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ οἴκοι. περισπώμενα τὰ τοπικὰ Δώρια τουτεῖ, τηνεῖ, πεῖ, αὐτεῖ. τὸ δὲ ἐκεῖ ἀποκέκοπται. Τὰ ὀξύτονα εἰς ει λήγοντα ἐπιρρήματα διὰ τῆς ει διφθόγγου γραφόμενα δύο ἐστί, τὸ ἐπεί χρονικὸν καὶ τὸ ἀεί. |
| 3,2 464 | Τὰ δεικτικῶς ἐπεκτεινόμενα διὰ τοῦ ι γράφεται, δευρί, νυνί, τουτί, ὡδί, ἐνθαδί, ἐντευθενί. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν ἐκεινοσί, οὑτοσί. τὸ οὖν οἱονεί καὶ ὡσπερεί γραφόμενα διὰ τῆς ει διφθόγγου οὐκ ἔστι κατὰ ἐπέκτασιν, ἀλλὰ διάφορα μέρη λόγου εἰσίν. τὸ γὰρ οἱονεί δύο μέρη λόγου ἐστίν τὸ οἷον ὄνομα καὶ τὸ εἰ σύνδεσμος συναπτικός. τὸ δὲ ὡσπερεί τρία μέρη λόγου ἐστίν. ἔστι γὰρ ὡς ἐπίρρημα καὶ τὸ πέρ σύνδεσμος παραπληρωματικὸς καὶ τὸ εἰ σύνδεσμος συναπτικός. Τὰ εἰς ι λήγοντα δισύλλαβα βαρύτονα διὰ βραχέος τοῦ ι γράφεται ἶφι, νόσφι, αὖθι, ἄγχι, μέχρι, ἄρτι, ἔτι, ἦρι, ὕψι, χῶρι, ᾗχι, ναίχι, μεθ’ ὧν καὶ οὐχί καὶ πρωΐ ὀξύτονα. Τὰ εἰς τι λήγοντα ἐπιρρήματα ὀξύτονα, εἰ γένοιτο ἀπὸ τῶν εἰς ζω ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰς ως ἐπιρρημάτων, διὰ συνεσταλμένου τοῦ ι γράφεται οἷον Ἰαστί, Λυδιστί, Φρυγιστί, Δωριστί, μεγαλωστί, δημιωστί, ἱερωστί, νεωστί. τὰ δὲ ἀπὸ πτωτικῶν διὰ μακροῦ τοῦ ι γράφεται, ἀπνευστί, ἀνωϊστί, ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί. τὸ ι ἔσθ’ ὅτε καὶ συνεσταλμένως προφέρεται ἀδείᾳ ποιητικῇ. τὰ δὲ παρωνύμως παρηγμένα τινὲς διὰ τῆς ει διφθόγγου, τινὲς δὲ διὰ τοῦ ι μακροῦ γράφουσιν. [Τὰ ἔχοντα θ λ μ ξ ρ φ χ ψ διὰ τῆς ει διφθόγγου γράφεται οἷον διὰ τοῦ θ ἀμοθεί, ἀμοχθεί. τὸ ἀμισθί σεσημείωται μόνον διὰ τοῦ ι . τὸ λ ἀσυλεί, πανομιλεί, ἀναυλεί, οἷς ἀκόλουθον καὶ τὸ ἀμέλει. τὸ μ πανδημεί, ἀτρεμεί, ἠρεμεί. τὸ ξ αὐτολεξεί. τὸ ρ ἀμετρεί. τὸ αὐτοχειρί δὲ διὰ τοῦ ι . τὸ φ παμψηφεί. τὸ χ τριστοιχεί, ἀμαχεί. τὸ ψ αὐτοψηφεί.] |
| 3,2 465 | Πάντα τὰ ἀριθμητικὰ ἐπιρρήματα διὰ τοῦ ι γράφεται, δίς, τρίς, τετράκις καὶ τετράκι. Τὰ εἰς ις ἐπιρρήματα πεφυκότα λέγεσθαι καὶ ἄνευ τοῦ ς διὰ τοῦ ι γράφεται, αὖτις καὶ αὖτι, μέχρις καὶ μέχρι, αὖθις καὶ αὖθι. Πᾶν ἐπίρρημα εἰς ιον λῆγον προπαροξύτονον τύπου ὀνοματικοῦ ὑπάρχον διὰ τοῦ ι γράφεται, ῥᾴδιον, τάχιον, ἔγγιον. Πᾶν ἐπίρρημα τοπικὸν εἰς κα λῆγον τὸ ι παραλήγεται οἷον αὐτίκα, ὁπηνίκα, ἡνίκα, πηνίκα. Τὰ εἰς αν λήγοντα ἐπιρρήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον ἄγαν, πέραν, λίαν. ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ. Α. Ἀβάκαινον πόλις Σικελίας. ἡ παραλήγουσα διὰ διφθόγγου. Ἀβάντειος τὸ κτητικὸν ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων, οὐ τόπου τινὸς Ἀβαντίου ὡς τὸ Βυζάντειος Βυζαντίου, ἀλλ’ ὡς Θόας Θοάντειος. τὸ δὲ Ἀβάντιος, ἀφ’ οὗ δοκεῖ εἶναι τὸ Ἀβαντιάς, συστέλλεται ὡς ἐθνικὸν ὡς Ὑάντιος συνέστειλεν Ἀπολλώνιος ἐν τῷ «Ὑαντίου Ὀγχηστοῖο» (Argon. III 1241) ἢ παρὰ λόγον ὡς «Ποιάντιον ἀγλαὸν υἱόν» (Od γ 190). Ἀβαντία τὸ θηλυκὸν τοῦ Ἀβάντιος κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. εὕρηται δὲ καὶ διὰ τοῦ π Ἀπαρνίς ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. ἄβληρα ἡνία. εὔληρα καὶ ἐπὶ ἱματίου καὶ ἐπὶ δεσμοῦ τίθεται. ἔστι δὲ παρὰ τὸ εἰλῶ εἴληρα καὶ εὔληρα. παρὰ δὲ Ἐπιχάρμῳ αὔληρα εἴρηται παρὰ τὸν αὐλόν, ἵν’ ᾖ τὰ ἐπιμήκη. Ἀβρινάται Ποντικὸν ἔθνος. καὶ μετὰ τοῦ ρ καὶ χωρὶς τοῦ ρ λέγεται. ἀβρότη ἀμβρότη θεία. Ἀβύλη στήλη Ἡρακλέους. λέγεται καὶ Ἀλύβη. |
| 3,2 466 | Ἀσβυσταῖοι Λιβύων ἔθνος. λέγονται δὲ καὶ Ἀσβύσται. Καλλίμαχος Αἰτίων πρώτῃ. καὶ Ἀσβύται· Ἀγροίτας αʹ Λιβυκῶν. Ἀγαθοῦσσ α : ἡ Τῆλος ἐκαλεῖτο πρότερον, ὡς Ἰάσων. διὰ δύο σς . ἀγακλειτό ς : διὰ τῆς ει διφθόγγου. ἔγκειται γὰρ τὸ κλειτός. γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ κλείω γέγονε τοῦ σημαίνοντος τὸ δοξάζω. τὸ δὲ κλείω διὰ τῆς ει διφθόγγου γράφεται, ἐπεὶ ἀπὸ τοῦ κλέος γέγονε κλέω καὶ κατὰ πλεονασμὸν τοῦ ι κλείω καὶ κλειτός καὶ ἐν συνθέσει ἀγακλειτός. ἀγακλεῖος (Ψ 529), οἱ δὲ ἀγακλῆος. Ἀγαμεμνόνειο ς : τὰ γὰρ ἀπὸ τῶν εἰς ων βαρυτόνων δίφθογγον ἔχει. Ἀγάμμει α. ἄκρα καὶ λιμὴν περὶ Τροίαν. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπὸ τοῦ πατρὸς παραδοθῆναι τῷ κήτει. διὰ δύο μμ Ἀγβάτανα πολίχνιον Συρίας. Δημήτριός φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας, τὰ δὲ Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει. παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικόν, παρὰ δὲ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε . κρείττων δὲ ἡ διὰ τοῦ κ γραφή. ἀγγαρρεύει καὶ ἀγγαρρεύεται καὶ ἄγγαρος. δύο γγ . ἄγγελο ς : βʹ γγ · παρὰ τὸ ἄγω ἐγένετο ἄγελος καὶ κατὰ πλεονασμὸν τοῦ γ ἄγγελος ὁ τὰς ἀγγελίας ἄγων. Ἀγγελή δῆμος τῆς Πανδιονίδος φυλῆς. δύο γγ . ἀγείρ ω : διὰ τῆς ει διφθόγγου. οἱ γὰρ Αἰολεῖς ἀγέρρω λέγουσι καὶ παρὰ τὸ ἀγερῶ ἀγείρω· καὶ διὰ τὸ ἔχειν ἀντιπαρακείμενον τὸ ο οἷον ἀγορά ὡς ἀλείφω ἀλοιφή. ἀγελαία ς : ἀγραύλους. ἀγελείης λαφυραγωγοῦ. ἀγινεῖ ν : τὸ γι ι · ἀπὸ τοῦ ἄγω ἀγνῶ καὶ κατὰ πλεονασμὸν τοῦ ι μακροῦ γίνεται ἀγινῶ. ἅγιο ς : διὰ τοῦ ι · ἐκ γὰρ τοῦ ἅγος γέγονεν ἅγιος. ἀγκυλοχείλη ς : ει . παρὰ γὰρ τὸ χεῖλος. ἀγλαΐ α : ἀπὸ τοῦ ἀγλαός ἀγλαΐα. |
| 3,2 467 | Ἄγλαυρος θυγάτηρ Κέκροπος. λέγεται καὶ Ἄγραυλος ὅθεν Ἀγραυλὴ δῆμος. Ἀγρίαι ἔθνος Παιονίας. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ α · λέγονται καὶ Ἀγράϊοι τετρασυλλάβως καὶ Ἀγριεῖς, ὡς Θεόπομπος, καὶ Ἀγριᾶνες. ἀγρεῖος ὁ ἀγροῖκος διὰ τῆς ει διφθόγγου τῷ λόγῳ τοῦ ἀρνεῖος. ἄγριος δὲ ὁ ἀνήμερος διὰ τοῦ ι . Ἀγχίση ς : διὰ τοῦ ι τὸ χι . τὰ παρὰ τὸ ἄγχι καὶ ἐρί καὶ ἀρί καὶ τὴν ἀμφί καὶ ἀντί καὶ ἐπί πρόθεσιν διὰ τοῦ ι γράφεται· ἀρίδηλος, ἐριβρεμέτης, ἀμφίρρυτος, ἀντίθεος, ἀγχίθεος, Ἀγχίσης, ἀγχίμαχος· τὸ γὰρ ἀγχέμαχος ἐτράπη διὰ εὐφωνίαν τὸ ι εἰς ε · τὰ δὲ παρὰ τὸ ἄγχι σύνθετά εἰσι χωρὶς τοῦ Ἀγχίσης. ἀπὸ γὰρ τοῦ ἄγχι παρήχθη καί ἐστιν ἁπλοῦν. ἄλλως· τὰ διὰ τοῦ ισης διὰ τοῦ ι γράφεται κτλ. ἄδδην (Ε 203) Νικίας διὰ δύο δδ γράφει διὰ τὸ μέτρον ὁμοίως τῷ «κύον ἀδδεές» (Il. Φ 481) καὶ ψιλοῖ. Ἀρίσταρχος δὲ δι’ ἑνὸς δ καὶ βραχέως καὶ ψιλῶς. ἀδελφειό ς : ει . ἀδήριτο ς : διὰ τοῦ ι · ἔστι δῆρις δηρίω ὥσπερ κόνις κονίω καὶ μῆτις μητίω. τούτου τοῦ δηρίω ὁ παθητικὸς παρακείμενος δεδήριμαι δεδήρισαι δεδήριται διὰ τοῦ ι καὶ λοιπὸν ἐκεῖθεν ἀδήριτος διὰ τοῦ ι . καὶ ἄλλως τὰ διὰ τοῦ ιτος ἀποστρέφεται τὴν ει δίφθογγον. Ἅιδης παρὰ τὸ ἀΐδης καὶ μένει τὸ ι προσγεγραμμένον. Ἀδραμύτειον πόλις τῆς κατὰ Κάϊκον Μυσίας. ἡ γραφὴ διχῶς, διὰ τοῦ ι καὶ διὰ τοῦ δ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι καὶ δι’ ἑνὸς τ καὶ διὰ δύο. ἀλλὰ δι’ ἑνὸς τ , ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο τὸ ι μόνως. κέκληται ἀπὸ Ἀδραμύτου κτίστου, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. τινὲς δὲ ἀπὸ Ἕρμωνος τοῦ Λυδῶν βασιλέως. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦσι Φρυγιστί. οὐ δύναται δέ, ὡς Ἡρωδιανός, διὰ τὸ μὴ ἔχειν τὸ τ τὸ Ἄδραμυς. —λέγεται δὲ καὶ Ἀδραμύττιον διὰ τοῦ ι , ὡς Κρατῖνος. ἀδράνει α : ει . παρὰ τὸ ἀδρανής. Ἀδράνη πόλις Θρᾴκης, ὡς Θεόπομπος, Πολύβιος δὲ διὰ τοῦ η Ἀδρήνη. Ἀδράστεια πόλις ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. λέγεται καὶ Ἀδρήστεια. ἀδράφαξις εἶδος λαχάνου, γράφεται δὲ καὶ ἀτράφαξυς. |
| 3,2 468 | Ἀδρηστίν η : διὰ τοῦ η τὸ δρη . τὸ τι ι . τὰ γὰρ διὰ τοῦ ινη κτλ. Ἀδρία ς : ι · τὰ διὰ τοῦ ιας κτλ. ᾄδ ω : ἀείδω κράσει τοῦ ε καὶ α εἰς α μακρὸν καὶ συναιρέσει τοῦ αϊ εἰς ᾳ δίφθογγον. ἀε ί : διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον αἰέν καὶ αἰές καὶ κατὰ ἀφαίρεσιν τοῦ ι ἐκ τοῦ ἄε προσθήκῃ τοῦ ι εἰς τὸ ε ἀεί. ἀείδελο ν : τὸ λίαν ὁρατόν· διὰ τῆς ει γράφεται· γέγονε δὲ ἀπὸ τοῦ εἴδω εἴδελος καὶ ἐν συνθέσει ἀείδελος ὁ μὴ θεωρούμενος. παρὰ δὲ Νικάνδρῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κεῖται, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀείδηλον γέγονε κατὰ συστολὴν τοῦ η εἰς ε «τοῦ δὲ τέρας περίσημον—ἀείδελον ἐστήρικτο» Νίκανδρος (Ther. 20). ἐπὶ δὲ τοῦ ἀοράτου ἐχρήσατο τῇ λέξει Ἡσίοδος περὶ Αὐτολύκου. φησὶ γὰρ «ὅττι κε χερσὶ λάβεσκε, ἀείδελα πάντα τίθεσκεν» (fr. 61 Dind.). ἀείδ ω : διὰ τῆς ει διφθόγγου. ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ο , ὡς ἀπὸ τοῦ ἀλείφω ἀλοιφή εἴρηται, οὕτω καὶ ἀπὸ τοῦ ἀείδω ἀοιδή γέγονεν. ἀείκελο ς : τὸ ει δίφθογγος. ἀπὸ τοῦ εἴκω τοῦ σημαίνοντος τὸ ὁμοιῶ γέγονεν εἴκελος καὶ ἐκεῖθεν ἀείκελος ὁ ἀνόμοιος. ἀεική ς : ὁ ἀναιδής καὶ σκληρός, διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ εἴκω τὸ ὑποχωρῶ, ἐξ οὗ καὶ τὸ οἶκος οἱονεὶ εἰς ὃν ὑποχωροῦμεν, γίνεται ἀεικής ὁ μὴ εἴκων. ἀείρ ω : διὰ τῆς ει διφθόγγου. οἱ γὰρ Αἰολεῖς ἀέρρω λέγουσιν. ἡμεῖς δὲ τὸν μέλλοντα λέγομεν ἀερῶ καὶ πλεονασμῷ τοῦ ι ἀείρω καὶ διὰ τὸ ἔχειν τὸ ἀείρω ἀντιπαρακείμενον τὸ ο ἐν τῷ ἀορτήρ. ἀεργί α : διὰ τοῦ ι γράφεται. Ἀζανία μέρος τῆς Ἀρκαδίας ἀπὸ Ἀζᾶνος τοῦ Ἀρκάδος. οἱ οἰκήτορες Ἀζᾶνες καὶ Ἀζῆνες. Αἰζήν Ταντάλου παῖς, ἀφ’ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί. λέγεται καὶ Ἀζανοί· Στράβων. |
| 3,2 469 | Ἀζειῶτα ι : ει . Ἄζιλις πόλις Λιβύης. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ἀηδώ ν : τοῦτο καὶ σὺν τῷ ι . ἐκ γὰρ τοῦ ἀείδω ἀείδω ἀειδών καὶ τροπῇ τῆς ει Αἰολικῶς εἰς η ἀηδών καὶ φυλάττει τῆς ει τὸ ι . ἀηδόνειο ς : ει . Ἀθαρραβίτης νομὸς ἐν Αἰγύπτῳ καὶ Ἀθάρραβις πόλις. Ἑκαταῖος δὲ ἐν δευτέρῳ περιηγήσεως δι’ ἑνὸς ρ καὶ τοῦ μ «Ἀθαραμβίτης νόμος καὶ Ἀθαράμβη πόλις». ἀθεε ί : ει . Ἀθήνησι καὶ Θήβησι δίχα τοῦ ι . Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δ’ Ἑρμείου διὰ τοῦ ρ φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων. Ἄθωος τὸ τοπικὸν χωρὶς τοῦ ι καὶ Ἀθώους τοὺς ἐνοικοῦντας, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ τοῦ ι ἐκ τῆς θῳῆς. Αἰανῖτις Ναβαταίων χώρα· διὰ διφθόγγου. Σοφοκλῆς δὲ Αἰαντία γράφει δίχα τοῦ ν . Αἴγειο ς : τὸ γει δίφθογγος ὡς μέρος σώματος. —Αἰγαῖος «Αἰγαῖον πέλαγος» Αἰγαῖος πόντος παρὰ τὴν Αἰγὰν τῆς Αἰολίδος ἄκραν. Αἴγειρα πόλις Ἀχαΐας. ει δίφθογγος. αἴγειρο ς : cf. fr. 16, sic etiam Hes. Αἴγινα ὄνομα πόλεως. τὸ γι ἰῶτα. τὰ διὰ τοῦ ινα διὰ τοῦ ι γράφεται χωρὶς τοῦ πεῖνα καὶ τοῦ τέρεινα ἡ ἁπαλή οἷον Βέμβινα Καμάρινα Βέλβινα ὄνομα πόλεως, Ἅρπινα ὄνομα ἵππου, ὅπερ τινὲς διὰ δύο νν γράφουσι, Καμάρινα λίμνη δυσώδης ὡς καὶ ἡ χρῆσις δηλοῖ «μὴ κίνει Καμάριναν» —οὕτω καὶ Αἴγινα. ἀΐδηλο ς : ι . ἀΐδιο ς : διὰ τοῦ ι . αἰδοῖος καὶ αἰδῷος σὺν τῷ ι . τὰ γὰρ ἀπὸ τῶν εἰς ως διὰ τοῦ ωος παραγωγὰ σὺν τῷ ι γράφεται καὶ προπερισπᾶται Μίνως Μινῷος, ἥρως ἡρῷος, πάτρως πατρῷος, ἠώς ἠῷος καὶ αἰδώς αἰδῷος. |
| 3,2 470 | ἀΐζηλο ς : ἄδηλος. αἰζηό ς : οὐκ ἔχει τὸ ι προσγεγραμμένον. Ἀπολλώνιος μὲν ὁ Ἀρχιβίου σὺν τῷ ι οἶδεν αὐτὸ λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊος. ἀλλ’ εἰ ἦν ἀπὸ τοῦ αἰζήϊος, οὐκ ὤφειλεν ὀξύνεσθαι, ἀλλὰ προπερισπᾶσθαι. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συνέρχονται οἷον Ἀχελώϊος Ἀχελῷος, ὑπερώϊον ὑπερῷον. ὥσπερ οὖν ἀπὸ τοῦ Αἰτωλός γίνεται Αἰτώλιος κατὰ παραγωγὴν τοῦ αὐτοῦ σημαινομένου φυλαττομένου καὶ ἀπὸ τοῦ κάπρος κάπριος, οὕτω καὶ ἀπὸ τοῦ αἰζηός αἰζήϊος. Αἰθάλη ἐκαλεῖτο ἡ Λῆμνος ἴσως ἀπὸ τῶν αἰθαλῶν ἀναδεδομένων ἐκ τῶν Ἡφαίστου κρατήρων. Αἰθαλίτης τὸ ἐθνικόν, ἀπὸ δὲ τοῦ Αἰθάλεια Αἰθαλείτης ὡς Ζελείτης. Αἴθικες ὡς Κίλικες ἔθνος ἐν Θετταλίᾳ οἰκοῦν ἐν τῷ Πίνδῳ ὄρει (Β 744). αἴθουσσ α : ἔχει δισσὸν μὲν τὸ ς ἐπὶ τοῦ προσηγορικοῦ, ἐπὶ δὲ τοῦ κυρίου κατά τινας ἕν, λέγω δὲ ὅτε σημαίνει θυγατέρα Ποσειδῶνος καὶ Ἀλκυόνης. αἶκνον δεῖπνον. ἄϊκες αἱ ὁρμαὶ διὰ τοῦ ι γράφεται. ἐγένετο γὰρ παρὰ τὸ ἀΐσσω ἆϊξ. καὶ πάλιν τὰ εἰς ξ λήγοντα ἀποστρέφεται τὴν ει δίφθογγον οἷον πέρδιξ μάστιξ θρίξ· οὕτως οὖν καὶ ἆϊξ. Αἰλία πόλις Παλαιστίνης. τὸ αι δίφθογγον, τὸ λι ι κατὰ παράδοσιν. Αἴνεια τόπος Θρᾴκης ἀπὸ Αἰνείου· Αἰνία διὰ τοῦ ι πόλις Περραιβῶν. Αἰνεία ς : διὰ τῆς ει διφθόγγου τὸ νει . εὕρηται γὰρ καὶ Αἰνέας λεγόμενον καὶ προσθέσει τοῦ ι Αἰνείας. αἰπεινό ς : διὰ τῆς ει διφθόγγου. τὰ γὰρ εἰς νος ὀξύτονα παρώνυμα μὴ ἐπὶ καιροῦ λαμβανόμενα ἀποστρέφεται τὴν διὰ τοῦ ι μόνου γραφήν. Ἄϊρο ς : ι . |
| 3,2 471 | αἴσθησι ς : αἰσθητήριον, αἰσθητός καὶ αἰσθάνομαι καὶ ὅσα ὅμοια διὰ τῆς αι διφθόγγου. τὸ δὲ ἐσθής καὶ ἔσθημα διὰ τοῦ ε . αἰσχίω ν : διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς ων καθαρὰ συγκριτικὰ οὐ παραλήγεται τὴν ει δίφθογγον κτλ. αἶσχο ς : διὰ τῆς αι διφθόγγου. ἀΐτη ς : διὰ τοῦ ι γράφεται. πάντα γὰρ διὰ τοῦ ιτης διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ Ἀσκαλωνίτης. ἀΐτια ς : τὰς ἐρωτικάς· διὰ τοῦ ι . ὥσπερ γὰρ ἀπὸ τοῦ ὁ δεσπότης ἀρσενικοῦ γίνεται ἡ δεσπότις διὰ τοῦ ι , οὕτω καὶ ἀπὸ τοῦ ἀΐτης ἡ ἀῖτις ἀΐτιδος καὶ ἐντεῦθεν ἀΐτιας. Ἀκαδήμεια γυμνάσιον Ἀθήνησιν. κέκληται ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ ε Ἐκαδήμεια. ἀκακαλλίς καὶ κακαλίς. ἀκαλαρείτης τὸ ρει δίφθογγος. δεῖ γὰρ γινώσκειν, ὅτι πάντα τὰ παρὰ τὸ ῥέειν διὰ τῆς ει διφθόγγου γράφεται οἷον εὐρείτης, βαθυρείτης. οὕτως οὖν ἀκαλαρείτης. σημαίνει τὸ ἡσύχως ῥέον. Ἀκαμάντιον πόλις τῆς μεγάλης Φρυγίας. τὸ ἐθνικὸν Ἀκαμάντιος ὡς Βυζάντιος, τὸ δὲ κτητικὸν τοῦ Ἀκάμαντος διὰ τῆς ει διφθόγγου. ἀκέραιο ς : αι · παρὰ τὸ κέρας. ἀκηδί α : ι . Ἀπολλώνιος δὲ ὁ τὰ Ἀργοναυτικὰ τὸ δει δίφθογγον γράφει «μὴ δέ μ’ ἀκηδείῃσιν ἀφορμηθῆτε λιπόντες» (Β 219). ἀκηδίλωτο ν : ι . Ἀκιδαλίν η : ι · ἔστι δὲ ὄνομα κρήνης παρὰ τὸ Ἀκίς Ἀκίδος. ἀκονιτ ί : ι . Ἀκραγαντῖνο ς : διὰ τοῦ ι μακροῦ. τὰ γὰρ διὰ τοῦ ινος κτλ. ἀκρατία καὶ ἀκρασία: ι ἡ παράδοσις. ἀκρίβει α : διὰ τῆς ει διφθόγγου ὁμοίως τῷ ἀπέχθεια, ἀναίδεια, ἐντρέχεια. ἀκριβή ς : διὰ τοῦ ι γράφεται. ὥσπερ ἀπὸ τοῦ Ἀφροδύτη γίνεται Ἀφροδίτη τροπῇ τοῦ υ εἰς ι , τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀκρυβής γίνεται ἀκριβής διὰ τοῦ ι . καὶ γὰρ τὸν ἀκριβῆ οὐδεὶς δύναται κρύψαι ἢ λαθεῖν τι. ἀκροθίνιον ἀπαρχὴ τῶν θινῶν: ι . ἀκτί ς : διὰ τοῦ ι μακροῦ ὡς δικατάληκτον κτλ. |
| 3,2 472 | ἄκυτος παρὰ τὸ κύω κυτός καὶ ἄκυτος. Καλλίμαχος ἄκυθος εἰπὼν (hymn. in Apoll. 53) μεταλήψει στοιχείου ἐχρήσατο. Ἁλαί δύο δῆμοι τῆς Ἀττικῆς. ἑκατέρου ὁ δημότης ἄνευ τοῦ ι Ἁλαεύς. Τρύφων δ’ ἐν παρωνύμοις «Ἁλαῖος καὶ Ἁλααῖος· ἀπὸ δὲ τοῦ Ἁλαῖος λέγεται Ἁλαιεύς», ἀλλ’ ἐν τοῖς ἑξῆς καθ’ ἔθος Ἀττικὸν ἔνδειάν φησι τοῦ ι . ἀλάβαστο ς : λήκυθος .... ἀλάβαστρον· μυροθήκη ψήφινος. ἀλαζονεί α : διὰ τῆς ει διφθόγγου· διὰ τὸ ἔχειν ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω . ἀλεείν ω : τὸ ει δίφθογγος. τὰ γὰρ διὰ τοῦ εινω κτλ. ἄλεια ρ : διὰ τῆς ει διφθόγγου· ἐκ γὰρ τοῦ ἄλεαρ γέγονεν ἄλειαρ. σημαίνει τὰ ἄλευρα. ἄλεισο ν : διὰ διφθόγγου γράφεται. γέγονε γὰρ ὡς λέγει Ἀπολλώνιος ὁ Ἀρχιβίου παρὰ τὸ λεῖον ἄλειον καὶ ἐπενθέσει τοῦ ς ἄλεισον τοῦ α ἐπιτατικοῦ ἢ στερητικοῦ, τουτέστιν τὸ μὴ ὂν ὁμαλὸν ἀλλὰ περιφερές· παρὰ τὸ εὖ λεῖον. ἀλείτης ὁ ἁμαρτωλός: διὰ τῆς ει διφθόγγου γράφεται διὰ τὸ ἀντιπαρακεῖσθαι τὸ ο ἐν τῷ ἀλοίτης· τὰ γὰρ ἔχοντα τὸ ο ἀναφαινόμενον ἔχει τὸ ε ἐγκείμενον οἷον σπείρω σπορά, ἀλείφω ἀλοιφή. οὕτως οὖν ἀλείτης ἀλοίτης. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ τὸ ἁμαρτάνω, ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτης ἠξίου διὰ τοῦ ι γράφεσθαι. ἡ δὲ παράδοσις διὰ τῆς ει διφθόγγου· ἀλήτης δὲ ὁ πλανήτης διὰ τοῦ η . δεῖ γὰρ γινώσκειν ὅτι ὥσπερ τὸ πεδήτης καὶ κομήτης καὶ πλανήτης οὐ ῥηματικά, ἀλλὰ παρώνυμα ἀπὸ τοῦ πέδη καὶ πλάνη καὶ κόμη, οὕτω καὶ παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν πλάνην, γίνεται ἀλήτης. οὕτω Φιλόξενος εἰς τὸ ῥηματικὸν αὐτοῦ. ἄλειφα καὶ ἄλειφαρ τὸ ἄλειμμα διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ ἀλείφω γέγονε φυλαχθείσης τῆς λει συλλαβῆς διφθόγγου. ἀλείφ ω : τὸ λει δίφθογγος· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον οἷον λέγω λόγος, δέρω δορά, οὕτω καὶ ἀλείφω ἀλοιφή, ὅ ἐστι τὸ ἄλειμμα, διὰ τῆς ει διφθόγγου τροπῇ τοῦ ο εἰς ε . τὰ δὲ ὀνόματα τὰ ἐκ τοῦ ἀλείφω γινόμενα, εἰ μὲν διὰ τοῦ πτ ἐκφέρεται, φυλάττει τὴν ει δίφθογγον, ἀλείπτω ἀλείπτης, ἄλειπτον, ἀνή‐ |
| 3,2 473 | λειπτον. εἰ δὲ διὰ τοῦ φ ἐκφέρεται, σύνθετα ὄντα, διὰ τοῦ ι γράφεται οἷον ὑπηλιφής, ἀνυπηλιφής· πρόσκειται «σύνθετα» διὰ τὸ ἄλειφα καὶ ἄλειφαρ ἄλειμμα. Ἀλεξάνδρει α : ει . ἀλήθει α : τὸ θει δίφθογγος· ἔστι κανὼν ὁ λέγων, ὅτι τὰ εἰς ης ἀρσενικὰ εἰς α θηλυκὰ μεταγόμενα κτλ. ἀληθινό ς : ι . Ἀλήσιον πόλις τῆς Ἤλιδος «πέτρης τ’ Ὠλενίης καὶ Ἀλησίου» (Il. Λ 757), γράφεται καὶ διὰ τῆς ει διφθόγγου. ἀλίνειν ἀλείφειν, ἀλῖναι ἐπαλεῖψαι, ἀλεῖναι ἐπαλεῖψαι, ἐπαλεῖναι ἐπαλεῖψαι, καταλεῖναι καταμῖξαι. ἀλῖσαι τὸ κυλίσαι. γράφεται διὰ τοῦ ι . τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ δύο συλλαβὰς κτλ. ἀλιτήριος ὁ ἁμαρτωλός ἀπὸ τοῦ ἀλιτρός παρὰ τὸ ἀλιτεῖν ῥῆμα διὰ τοῦ ι . Ἀλίφηρα πόλις Ἀρκαδίας. εὕρηται ἡ παραλήγουσα διὰ διφθόγγου. Ἀλκμαίω ν : Ἀλκμέωνας τὸ με ψιλὸν ὡς παρ’ Εὐριπίδῃ ἔχει ἡ χρῆσις. συστεῖλαν τὴν αι δίφθογγον εἰς τὸ ε φυλάττει τὸ ω ὡς κύριον ἐν τῇ γενικῇ. Ἀλλόβροξ ἔθνος Γαλατικόν, διὰ τοῦ ο Χάραξ, Ἀπολλόδωρος διὰ τοῦ υ , Πολύβιος δὲ διὰ τοῦ ι αὐτοὺς καλεῖ Ἀλλόβριγας, καὶ οὕτως οἱ πλείους. ἀλοᾷ τύπτει. ἀλοία ἔτυπτε Ἀττικῶς, ἀφ’ οὗ καὶ πατραλοίας. Ἄλπεις καὶ Ἄλπεια ὄρη καὶ Ἄλβια. διχῇ ἡ γραφὴ καὶ διὰ τοῦ π καὶ διὰ τοῦ β καὶ Ἀλβία χώρα διὰ τοῦ β . ἀλυίω καὶ ἀλύω. Ἀλφειό ς : διὰ τῆς ει διφθόγγου κατὰ τὴν παράδοσιν. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι Ἀλφεός καὶ κατὰ πλεονασμὸν τοῦ ι Ἀλφειός. ἀλῳή μετὰ τοῦ ι παρὰ τὸ ἀλοιῶ παρὰ τὴν ἀσταχύων ἀλοίησιν, ἀλωή χωρὶς τοῦ ι σημαίνει τὸ σύμφυτον χωρίον καὶ σύνδενδρον τόπον παρὰ τὴν ἄλσιν τὴν αὔξησιν. ἁμ ᾶ : ζητεῖται ἐν τῷ περισπωμένῳ ἁμᾶ εἰ προστεθήσεται τὸ ι . Ἀμαζόνειον τόπος ἐν τῇ Ἀττικῇ. οὕτως ἐκαλεῖτο καὶ ἡ Κύμη. Ἑκαταῖος δ’ ἐν τοῖς Αἰολικοῖς διὰ τοῦ ι γράφει τὸ ὄνομα. ἔστι καὶ ἄλλο διὰ τοῦ κ Ἀμαζονικόν ἐν Βοιωτίᾳ. ἔστι δὲ καὶ ἐν Βιθυνίᾳ Μαζαῖον κατὰ παραφθοράν, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. |
| 3,2 474 | ἀμαθί α : ι ἡ παράδοσις καὶ βραχύ. ἄμακις ἅπαξ Κρῆτες, ἀματίς Ταραντῖνοι. ἀμάκιον ἄβαξ Λάκωνες. ἀμαλή ἁπαλή. ἡ δὲ λέξις Μακεδόνων. Ἄμανον ὄρος πρὸς τῇ Κιλικίᾳ. ὁ οἰκήτωρ Ἀμανίτης εἰσὶ δὲ καὶ Ἀμμανῖται διὰ δύο μμ , γένος τῶν Ναβαταίων Ἀράβιον ὡς Ἰώσηπος. ἁμαρτῇ δασέως. περισπᾷ δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτὸ ἀπὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ’ αὐτὸν χωρὶς τοῦ ι γράφεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. Ἀμαρύνθιος τὸ ἐθνικὸν καὶ Ἀμαρύσιος ὡς Τρικορύσιος. ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ ς . ἁματροχιά ἐστι τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον οἷον «τῇ ῥ’ ἔσχε Μενέλαος ἁματροχιὰς ἀλεείνων» Ἰλιάδος Ψ (422), ἁρματροχιά δὲ τὸ ἀπὸ τῶν τροχῶν ἴχνος δηλονότι ὁ τύπος, ἡ ἐγχάραξις τοῦ τροχοῦ «οὐδέ τι πολλὴ—γίγνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν—ἐν λεπτῇ κονίῃ» (Ψ 504). Ἀμβρακί α; εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β , ὅθεν καὶ τὸ Ἀμπρακιώτης ἀπὸ τῆς Ἄμπρακος γενικῆς καὶ Ἀμπρακία. ἀμείβ ω : διὰ τῆς ει διφθόγγου διὰ τὸ ἔχειν ἀντιπαρακείμενον τὸ ο ἐν τῷ ἀμοιβή ὥσπερ λείβω λοιβή, ἀλείφω ἀλοιφή. ἀμείνω ν : διὰ τῆς ει διφθόγγου (παρὰ τὸ μείων καὶ πλεονασμῷ τοῦ ν καὶ πάλιν παρὰ τὸ μένω γέγονεν ἀμένων καὶ πλεονασμῷ τοῦ ι ἀμείνων ὁ μὴ μένων, ἀλλ’ ὑπὸ πάντων αἰρόμενος). ἀμέλεια δίφθογγος παρὰ τὸ ἀμελής. ἀμιναῖο ν : δι’ ἑνὸς ν τὸν οἶνον λέγει· ἡ γὰρ Πευκετία Ἀμιναία λέγεται. ἀμίξαι τὸ οὐρῆσαι καὶ ὀμίξαι. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. ὁ οἰκήτωρ Ἀμμώνιος· ταῦτα διὰ τοῦ ι . τὸ δὲ Ἀμμώνειον διὰ διφθόγγου ὡς Δημήτρειον καὶ Ἀπολλώνειον. ἀμνίο ν : τὸ αἱματοδόχον ἀγγεῖον. παρὰ τὸ αἷμα αἱμνίον καὶ ἀμνίον. Ζηνόδοτος δὲ ἐν ταῖς ἀπὸ τοῦ δ γλώσσαις τίθησι τὴν λέξιν κτλ, |
| 3,2 475 | Ἀμνισός ὁ ποταμός διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς ισος τρισύλλαβα ἐπὶ ποταμῶν διὰ τοῦ ι γράφεται οἷον Ἀμνισός, Κηφισός, Ἰλισός. ἀμορβεύων ἀκολουθῶν. ὁμορβεῖν ἀκολουθεῖν. Ἀμοργός νῆσος μία τῶν Κυκλάδων. λέγεται καὶ Ἄμοργος προπαροξυτόνως. ἀμόρξαι ἀποψῆσαι καὶ ὀμόρξαι. ἀμφιειμένο ι : ἐνδεδυμένοι. διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ παρὰ τοῖς Αἰολεῦσι καὶ χωρὶς τοῦ ι οἷον ἀμφιέμμενοι. ἀμφικτυόνες οἱ περίοικοι Δελφῶν. ἀμφίσβαινα εἶδος ὄφεως μακροκέφαλον. λέγεται δὲ καὶ διὰ τοῦ μ ἀμφίσμαινα. Ἄμφιος Ἀμφίων. Ἀμφιτρίτη ἡ θάλασσα· ἀμφιτρίτη δὲ ἡ πέτρα ἢ ποταμός. εἴρηται παρὰ τὸ ῥεῖν ἢ παρὰ τὸ τρεῖν. φόβον γὰρ ἐμποιεῖ τοῖς πλέουσιν, ὥς φησι Δίδυμος. ὤφειλε διὰ τῆς ει γράφεσθαι εἴτε παρὰ τὸ ῥεῖν εἴτε παρὰ τὸ τρεῖν. ὑπεβλήθη δὲ κανόνι τῶν εἰς τη θηλυκῶν καὶ διὰ τοῦ ι γράφεται. Ἄμφρυσος πόλις Φωκίδος. τινὲς δὲ διὰ τοῦ β φασίν. γράφεται καὶ διὰ δύο σς . ἀναγκαῖο ν : τὸ δεσμωτήριον, ἀνάκειον τὸ Διοσκουρεῖον. ἀναιδή ς : τὸ ναι δίφθογγος καὶ ἀναίδεια διὰ διφθόγγου τὸ δει . Ἀνακτόριον Ἀκαρνανίας πόλις. τὸ ἐθνικὸν Ἀνακτόριος καὶ Ἀνακτορία ἡ γῆ. Σοφοκλῆς δέ φησι διὰ τῆς ει «Ἀνακτόρειον τῆσδ’ ἐπώνυμον χθονός». ἀναρίτης ζῶον κοχλιῶδες: ι . ἀναρριχᾶσθα ι : παρὰ τὸ ἄρριχος ὁ κόφινος, εὑρίσκεται καὶ χωρὶς τῆς αν συλλαβῆς παρ’ Ἱππώνακτι ἀρριχῶμαι. |
| 3,2 476 | ἀναρροιβδε ῖ : ἀναρροφεῖ. ἄνδειρο ν : ἄκρον ἢ τὰ χείλη τῶν ποταμῶν. γράφεται καὶ ἄνδηρον. ἀνδρεία ἰσχύ ς : ει . ἀνδρείκελος διὰ τῆς ει διφθόγγου. τὰ γὰρ παρὰ τὸ εἴκελος, ὅπερ διφορεῖται κατὰ γραφήν, συντιθέμενος δίφθογγον ἔχει. ἀνδρειφόντη ς : ἀπὸ τῆς ἀνδρί δοτικῆς καὶ τοῦ φένω τὸ φονεύω. ἀλλ’ ἐγράφη ἂν διὰ τοῦ ι · ἀλλὰ γράφεται δρει δίφθογγος. καὶ γίνεται παρὰ τὴν ἀνδρός γενικὴν ἀνδροφόντης καὶ τροπῇ τοῦ ο εἰς ε ἀνδρεφόντης καὶ πλεονασμῷ τοῦ ι ἀνδρειφόντης. Ἀνεμώρεια πόλις Φωκίδος ἡ νῦν Ἀνεμώλεια. Ὅμηρος (Β 421) καὶ Λυκόφρων (v. 1073). ἄνεῳ μετὰ τοῦ ι · ἔστι γὰρ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄνεῳ «τίπτ’ ἄνεῳ ἐγένεσθε» (Β 322). ἀνηρείψαντο οἱ θεοὶ ἀπὸ τῆς γῆς ἀνήρπασαν. δίφθογγος τὸ ρει . ἀνερέψαντο γάρ. ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου γίνεται ἐρέπτω τὸ εἰς γῆν καταβάλλειν καὶ ἀνερέπτω καὶ πλεονασμῷ τοῦ ι ἀνερείπτω καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο. ἄνθιμο ς : τὸ θι ι · παρὰ γὰρ τὸ ἄνθος γέγονεν ἄνθιμος. ἀνθρωπίσκος διὰ τοῦ ι . πάντα γὰρ εἰς σκος ὑποκοριστικά κτλ. ἀνί α : διὰ τοῦ ι ἀπὸ τοῦ ἰάω τὸ θεραπεύω. ἡ γὰρ ἀνία ἐστέρηται τῆς θεραπείας. ἀνόκαιον ὑπερῷον: γράφεται καὶ ἀνώγεων. ἀντήρεις σημαίνει πᾶν εἰς ὃ ἐπερείδεταί τις. οὐχ εὕρηται δὲ ἡ εὐθεῖα ἐν χρήσει. αἱ δὲ ἄλλαι πτώσεις τὴν κλίσιν ὡς ἀπὸ ὀξυτόνου εἰς ις ληγούσης εὐθείας ἔχουσιν. ὥσπερ γὰρ ἀσπίς ἀσπίδος καὶ σανίς σανίδος, οὕτω καὶ ἀντήρεις ἀντηρίδος ὡς παρ’ Εὐριπίδῃ «κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος». |
| 3,2 477 | ἀντίο ς : παρὰ τὸ ἄντω ῥῆμα βαρύτονον γίνεται ἀντῶ περισπώμενον, ἀφ’ οὗ ἄντην ἐπίρρημα καὶ ἀντίος, ὅθεν καὶ διὰ τοῦ ι γράφεται. τὰ παρὰ ἐπιρρημάτων γινόμενα διὰ τοῦ ιος προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται οἷον ἶφι ἴφιος, πρωΐ πρώϊος. οὕτω καὶ ἄντην ἀντίος. κατὰ τόνον μόνον ἥμαρτε καὶ οὐ κατὰ γραφήν. ἀνώγειο ς : πάντα τὰ παρὰ τὸ γέα διὰ τῆς ει διφθόγγου γράφεται κτλ. ἀνῷγε ν : πρόσκειται τῷ ω τὸ ι . ἀπὸ γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν. ἀπείλω καὶ ἀπειλ ή : διὰ τῆς ει διφθόγγου. οἱ γὰρ Αἰολεῖς διὰ τοῦ ε ἐκφέρουσιν αὐτὰ οἷον ἀπέλλω, ἀπέλλη ὥσπερ κείρω κερῶ. ἄπειρο ς : εἴτε ἐπὶ τοῦ ἀμαθοῦς εἴτε ἐπὶ τοῦ μεγάλου διὰ διφθόγγου γράφεται. ἐπὶ μὲν τοῦ ἀμαθοῦς ἐκ τοῦ πεῖρα γέγονε ἄπειρος οἷον ὁ ἐστερημένος τῆς πείρας. τὸ δὲ πεῖρα διὰ διφθόγγου γράφεται, οἱ γὰρ Αἰολεῖς πέρρα λέγουσιν· ἐπὶ δὲ τοῦ μεγάλου καὶ αὐτὸ διὰ τῆς ει διφθόγγου, ὅτι ἀπὸ τοῦ πέρας γέγονε ἄπερος καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος οἱονεὶ ὁ μὴ ἔχων πέρας. ἀπερείσι α : τὸ ρει δίφθογγον ἐκ τοῦ ἄπειρος ἀπειρέσια καὶ καθ’ ὑπερβιβασμὸν ἀπερείσιος καὶ ἀπερείσια. Ἀπεσάντειος ἤμελλεν εἶναι ὥσπερ Αἴας Αἰάντειος, ἀλλὰ λέγεται Ζεὺς Ἀπεσάντιος. ἀπινύσσων ἀπινύτως ἔχων. ἀπόδειξι ς : τὸ δει δίφθογγος. Ἡρόδοτος γὰρ ἀπόδεξις ἐν ὑπομνήματι αὐτοῦ. ἀπώλει α : τὰ παρὰ τὸ ὀλῶ διὰ τῆς ει διφθόγγου γράφεται καὶ ἐκτείνει τὸ ο εἰς ω , ἀπώλεια, ἐξώλεια. Ἀργέννουσα νῆσος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ’ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ ι . Ἀργεῖο ς : ει . Ἀργειφόντης cf. fr. 46. ἄργιλος ἡ σμηκτὶς γῆ. |
| 3,2 478 | ἀργίλοφο ι : λαπάραι κωδίων. Ἀργύννιον ἱερὸν Ἀφροδίτης ἐν Βοιωτίᾳ. Ἀριστοφάνης δὲ Ἀργύννειον διὰ διφθόγγου. Ἀργυννίς ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίς. ἀργυρίδιο ν : διὰ τοῦ ι τὸ ρι · ἐκ τοῦ ἄργυρος ἀργύριον ἀργυρίδιον. ἀργυροδίνης παρὰ τὸ δίνη ἡ συστροφή. διὰ τοῦ ι γράφεται διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ινη καὶ πάλιν οἱ Αἰολεῖς δίννας λέγουσι καὶ οὐ δέννας. ἐὰν γὰρ δέννας, διὰ τῆς ει διφθόγγου ἤμελλε γράφεσθαι, ἀλλὰ δίννας λέγουσιν ἤγουν διὰ τοῦ ι . διὰ τοῦτο καὶ τὸ παρ’ αὐτὸ ἀργυροδίνης διὰ τοῦ ι γράφεται. Καὶ ἄλλως δὲ τὰ διὰ τοῦ ινης ἀποστρέφεται τὴν ει δίφθογγον. Ἀρδέα κατοικία τῆς Ἰταλίας. ἔστι καὶ πόλις Ἰλλυρίας διὰ τοῦ ι . Ἀρίω ν : τὸ κύριον ὄνομα διὰ τοῦ ι γράφεται κατὰ διαστολὴν τῶν συγκριτικῶν, τὸ δὲ Ἄρειος ἀπὸ τοῦ Ἄρεως γεγονὸς ἤγουν τοῦ σημαίνοντος τὸν ἀνδρεῖον διὰ τῆς ει διφθόγγου γράφεται. ἀρειά ἡ ἀπειλή διὰ τῆς ει διφθόγγου καὶ ὀξύνεται, ἐπὶ δὲ φυτοῦ ἀρία καὶ παροξύνεται. ἀριστοκεί α : τὸ κει δίφθογγος. ἐκ τοῦ ἀριστοκεύς ἀρσενικοῦ. Ἀρμένη κώμη Παφλαγονίας· Μένιππος ἐν περίπλῳ. παρὰ δὲ Ξενοφῶντι ἐν Ἀναβάσεως ϛʹ (α 9) Ἀρμήνην διὰ τοῦ η . ἁρμονί α : ι . ἀπὸ γὰρ τοῦ ἅρμων ἅρμονος ἁρμονία. ἁρμ ῷ : ἁρμός ἁρμοῦ ἁρμῷ. αὕτη ἡ δοτικὴ μετῆλθεν εἰς ἐπιρρηματικὴν σημασίαν καὶ ἐφύλαξε τὴν αὐτοῦ γραφὴν οἷον ἁρμῷ. παρὰ δὲ τοῖς Συρακουσίοις ἁρμοῖ λέγεται. ἀρνειό ς : τὸ νει δίφθογγος διὰ τὸ ἀρνεός καὶ ἄλλως, ὥσπερ ἀπὸ τοῦ ἀδελφός γίνεται ἀδελφειός κατὰ πλεονασμὸν τῆς ει διφθόγγου οὕτω καὶ ἀρνός ἀρνειός. ἀρνεῖος ὁ μὴν προπερισπώμενον ει : τὰ γὰρ διὰ τοῦ ειος τρισύλλαβα πρὸ μιᾶς ἔχοντα τὸν τόνον κτλ. ἄρνειος ὁ πούς προπαροξύτονον καὶ διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειος σημαίνοντα μέρος σωματικὸν κτλ. ἁρπεδόεσσα καὶ ἐρπεδόεσσα. |
| 3,2 479 | ἄρρην ἄρσην. ἀρρενικὸν χρώματος εἶδος χλωρόν, ὅπερ ἡμεῖς ἀρσενικὸν λέγομεν. ἀρρηφορία ἑορτὴ ἐπιτελουμένη τῇ Ἀθηνᾷ παρὰ τὸ ἄρρητα καὶ μυστήρια φέρειν. λέγεται καὶ διὰ τοῦ ε ἐρρηφορία παρὰ τὴν Ἕρσην τὴν Κέκροπος θυγατέρα. ταύτῃ γὰρ ἦγον τὴν ἑορτήν. Ἀρταῖοι γένος Περσικόν, Ἡρόδοτος Ἀρτεάτας αὐτοὺς καλεῖ διὰ τοῦ ε ψιλοῦ. Ἀρτεμίσιον πόλις Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴσως Δωρικῶς. ἔστι καὶ πόλις Εὐβοίας Ἀρτεμίτ α. τὸ ἐθνικὸν Ἀρτεμιτηνός. Ἀπολλόδωρος δ’ Ἀρταμιτηνός φησι διὰ τοῦ α Ἀσίω ἐν λειμῶνι: οἱ μὲν τῷ ἄσιν ἔχοντι, οἱ δὲ Ἀσιανῷ, ἀγνοεῖ δὲ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην, ἐν γενικῇ δὲ αὐτὸ ἐκληπτέον καὶ χωρὶς τοῦ ι Ἀσίω ἀντὶ τοῦ Ἀσίου καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς τὸ «ἐϋμμελίω Πριάμοιο». Ἀσέα κώμη τῆς Ἀρκαδίας, ὁ κωμήτης Ἀσεάτης. λέγεται δὲ ἡ κώμη καὶ Ἀσία καὶ κωμήτης Ἀσιάτης. Ἀσκαλωνίτη ς : διὰ τοῦ ι . τὰ γὰρ εἰς της λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα εἴτε ἁπλᾶ εἴτε σύνθετα μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μήτε ἀπὸ πρωτοτύπου τὸ ε μήτε ἀπὸ πλεονασμοῦ τὸ ι ἑνὶ φωνήεντι παραλήγεται οἷον Ἀσκαλωνίτης, μνηματίτης ὁ ἐπιτάφιος λόγος, πολίτης, μυθίτης ὁ στασιαστής, τεμενίτης, Σικελιώτης, στρατιώτης. ἄσσα τινά, Ἀττικοὶ δὲ ἄττα λέγουσιν. ἅσσα ἅτινα. ἀσταφίς σταφίς. ἀστεῖο ς, ὅπερ ἀντιδιέσταλται τῷ ἄγροικος, καὶ ἀστεΐζω καὶ ἀστεϊσμός ἀπὸ τῆς ἄστεος γενικῆς, τὸ δὲ προάστιος παρὰ τὸ προάστιον ὡς Βυζάντιος. ἀστερόεις αἱματόεις διὰ τῆς ει διφθόγγου· τὰ γὰρ εἰς εις κτλ. ἄστλιγγας αὐγάς ἢ ἄστριγγας ἢ ὄστλιγγας. ἀσφάραγος φάρυγξ ἢ βρόγχος ἢ λάχανον ἀτελές, ἀσπάραγος κατ’ ἀσφοδελὸν λειμῶνα (Od. λ 539) ἄδηλον πότερον σφοδελόν ἢ ἀσφοδελόν. λέγεται γὰρ καὶ χωρὶς τοῦ α . τινὲς δὲ γράφουσι σποδελόν διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ ἀσφοδελόν διὰ τὸ Περσεφόνης εἶναι λειμῶνα τὸν τόπον. |
| 3,2 480 | ἀτειρής ὁ ἀκαταπόνητος. τὸ τει δίφθογγον. τὰ γὰρ διὰ τοῦ ειρω ἀποστρέφεται τὴν διὰ τοῦ ι μόνου γραφήν—τείρω ἀτειρής. καὶ ἄλλως ἐκ τοῦ ἀτερής γέγονε πλεονασμῷ τοῦ ι ἀτειρής οἱονεὶ ὁ μὴ ὢν ἁπαλός. ἀτίθασσον ἀνήμερον· τιθασσεύειν γὰρ λέγεται τὰ ἄγρια θηρία ἡμεροῦν. ἄτιμο ς : ι . παρὰ γὰρ τὸ τιμή καὶ ἄλλως τὰ διὰ τοῦ ιμος κτλ. Ἀτρείδης καὶ Αἰγείδης ἀπὸ τοῦ Ἀτρεύς καὶ Αἰγεύς διὰ τῆς ει διφθόγγου. τὰ γὰρ εἰς δης κτλ. ἀτρέκεια ἡ ἀλήθεια παρὰ τὸ ἀτρεκής. ἀτρυγηφάγου καὶ ὀτρυγηφάγου. Αὔασις πόλις Αἰγύπτου. ταύτην δὲ καὶ Ὄασιν καλοῦσιν. Αὐγεία ς. δίφθογγος τὸ γει . ἀπὸ γὰρ τοῦ αὐγή Αὐγέας καὶ κατὰ πλεονασμὸν τοῦ ι Αὐγείας. ἀφάδειος ἐχθρός ἀπὸ τοῦ ἀφανδάνειν. λέγεται δὲ καὶ ἀφάδιος. Ἀφάναι χωρίον Σικελίας ἄσημον. γράφεται καὶ διὰ δύο νν . ἄφιξις διὰ τοῦ ι γράφεται. γέγονε δὲ ἀπὸ τῶν παθητικῶν ῥημάτων ἐκ τοῦ ἀφῖγμαι ἀφῖξαι ἀφῖκται. καὶ τὸ ἱκανός παρὰ τὸ ἱκέσθαι, εἰς πάντα γὰρ δύναται παραγενέσθαι ὁ ἱκανός. οὕτως καὶ ἄφιξις διὰ τοῦ ι . καὶ ἄλλως τὰ ἀμφιβαλλόμενα κατὰ τὴν γραφὴν κτλ. ἀφνειό ς : τὸ φνει δίφθογγος διὰ τὸ καὶ χωρὶς τοῦ ι αὐτὸ εὑρεθῆναι ἀφνεός. Ἀφροδίτη διὰ τοῦ ι . ἀφυΐα διὰ τοῦ ι γράφεται. Ἀχερόντειος διὰ τὸ μέτρον Ἀριστοφάνης ἔφη «Ἀχερόντιός τε σκόπελος αἱματοστεγής» (Ran. 471). Ἀχιλῆο ς : οὕτως ἀναγνωστέον δι’ ἑνὸς λ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος, ὅ ἐστι λύπην, φέρειν τοῖς Ἰλιεῦσιν· ἢ διὰ τὸ μὴ θιγεῖν χείλεσιν θηλῆς, ὅ ἐστι τροφῆς. ὅλως γὰρ οὐ μετέσχε γάλακτος. ἀναλογώτερον δ’ ἡ δι’ ἑνὸς λ γραφή. ἀχρεῖο ς : δίφθογγος καὶ προπερισπᾶται παρὰ τὸ χρεία. ἁψί ς : διὰ τοῦ ι . τὰ γὰρ εἰς ις ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν ἀποστρέφεται τὴν ει δίφθογγον. Ἄψυνθος πόλις Θρᾴκης. διχῶς ἡ γραφὴ καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι . Ἀῷος ποταμός. |
| 3,2 481 (1t) | Β. βαίβυκος πελεκᾶνος Φιλητᾶς, Ἀμερίας δὲ βαύβυκος. Βακχεῖος σημαίνει Διόνυσον διὰ τῆς ει διφθόγγου κατὰ τὸν κανόνα τοῦ ἀνδρεῖος. Βάκχιος δὲ τὸ κύριον διὰ τοῦ ι . βαλανεῖον διὰ τῆς ει διφθόγγου. ἀπὸ τοῦ βαλανεύς γάρ. βαλβίς ἡ ἀφετηρία τοῦ δρόμου διὰ τοῦ ι γράφεται. ἡ γὰρ γενικὴ βαλβῖδός ἐστιν. βαράγχια τὰ βραγχία τῶν ἰχθύων. βάρακες τὰ προφυράματα τῆς μάζης. Ἀττικοὶ δὲ βήρηκες. Βασιλείδη ς : τὸ λει δίφθογγος· ἐκ τοῦ βασιλεύς. βασίλειο ς : τὸ λει δίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ειος παραγόμενα διὰ τῆς ει διφθόγγου γράφεται οἷον Ὀδυσσεύς Ὀδύσσειος, Ἀχιλλεύς Ἀχίλλειος, οὕτω καὶ βασιλεύς βασίλειος. καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆς ει διφθόγγου γράφεται καὶ ἄλλως δὲ εὕρηται κατὰ διάστασιν τὸ ι καὶ ἐκτάσει τοῦ ε εἰς η οἷον βασιλήϊος. βασμός βαθμός. βατηρίαν ῥάβδον καὶ βακτηρίαν. βαφεῖο ν : ει . Βενεβεντός χωρίον ἐν Ἰταλίᾳ. ἔστι καὶ ἄλλη Καμπανίας διὰ τοῦ δ . Βέννα πόλις Θρᾴκης καὶ διὰ ἑνὸς ν καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφορος καὶ διὰ διφθόγγου (sc. Βεῖνα) καὶ διὰ τοῦ ε , ὅπερ κρεῖττον. βέρεθρον βάραθρον. Βερεκύνδαι δαίμονές τινες. Βερεκύνται Φρυγῶν τι γένος. Βῆσσα πόλις Λοκρῶν. Ἡρωδιανὸς δι’ ἑνὸς ς γράφει, Ἀπολλόδωρος δὲ καὶ Ἐπαφρόδιτος καὶ Ἡρακλέων διὰ δύο. «Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινάς». ὠνομάσθη δὲ ἀπὸ τῆς τοῦ τόπου φύσεως ναπώδους οὔσης. |
| 3,2 482 | βιβλία βυβλία. βιβλίον βιβλίδιον: διὰ τοῦ ι . Βίβλινος οἶνος οἷον «ὕδωρ δὲ πίνει, τὸν δὲ βίβλινον στυγεῖ» ἀπὸ Βιβλίνης οὕτω καλουμένης Θρᾳκίας ἀμπέλου ἥτις διὰ τὸ εὐθαλὴς εἶναι Ἑλλάδι μετετέθη καὶ ἐν Σικελίᾳ ὑπὸ Πόλλιδος τοῦ Σικυωνίου τυράννου, ἔνθεν αὐτόν τινες καὶ Πόλλιον καλοῦσιν. Ἐπίχαρμος δὲ ἀπὸ Βιβλίνων ὀρῶν τῆς Θρᾴκης, ἔνθα φύεται, λελέχθαι αὐτὴν οἴεται. Σῆμος δ’ ἐν τῇ ἕκτῃ τῆς Ἰλιάδος ἐν Νάξῳ φησὶν εἶναι ποταμὸν Βιβλίνην, ἀφ’ οὗ καλοῦσιν οἶνον βίβλινον διὰ τὰς πεφυκυίας ἀμπέλους. διὰ τοῦ μ γράφουσι τὸν ποταμὸν Βιμβλίνην καὶ τὸν Νάξιον οἶνον διὰ τοῦ μ Βίμβλινον. Βῖδος φρούριον ἐν Σικελίᾳ οὐδετέρως. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι . Βιθυνί α : διὰ τοῦ ι τὸ βι · τὰ γὰρ ἀμφιβαλλόμενα κτλ. νι ι . τὰ γὰρ διὰ τοῦ ια ἐπὶ χώρας ὄντα διὰ τοῦ ι γράφεται. βῖκος τὸ ἀγγεῖον ι ἡ παράδοσις καὶ βικία τὸ ὑποκοριστικόν. βλάθρον φυτὸν πτέρει ὅμοιον, ὅπερ ἔνιοι βλαχρόν. βλακία ς : ἰχθῦς ποιός. βλασκείας. ἰχθῦς ποιός. βλένα μύξα. οἱ δὲ διὰ τοῦ π πλένα καὶ πλέννα τὰ ἀσθενῆ καὶ δυσκίνητα. βλέτυγες φλυαρίαι. οἱ δὲ βλέκυγες. βλητός βελτός ὁ ἀπόπληκτος. βληχών γλήχων. καὶ οὕτως λέγεται. βλιμάζει ν, βλιαρόν, βλικάς σύκου φύλλον, βλίκανον, βλίμη, βλίξ, βλιμάξαι, βλίτον εἶδος λαχάνου διὰ τοῦ ι . βλῖτυξ βλέτυς ἡ βδέλλα. βόειο ς : ει · τὰ γὰρ διὰ τοῦ ειος σημαίνοντα μέρος σώματος κτλ. βοεικός cf. fr. 37 et can. gen. βοήθει α : ἐκ τοῦ βοηθός γέγονεν. ἔστι δὲ ὁ βοηθός παρὰ τὸ βοή καὶ θοός οἱονεὶ ὁ κατὰ τὴν μάχην ταχὺς καὶ ἐκ τούτου γίνεται βοήθεια διὰ τῆς ει διφθόγγου. βόλιτο ν : βόλβιτον δὲ Ἴωνες οἵ τε ἄλλοι καὶ Ἱππῶναξ οἷον «βολβίτου κασιγνήτην» εἶτα «ναὶ τὸν Ποσειδῶ καὶ βολίτινον θάτερον» (Arist. Ran. 295) παραγωγῶς πλεονασμῷ τοῦ β . Βόλισσος πόλις Αἰολικὴ ἐπ’ ἄκρου Χίου πλησίον. Θουκυδίδης |
| 3,2 483 | Βολίσκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ (c. 24 ubi ἐν Βολίσσῳ). Ἀνδροτίων δὲ δι’ ἑνὸς ς γράφει. βομβῶνες βουβῶνες. βορβορυγ ή· ποιός τις ἦχος, ὃν καὶ κορκορυγὴν καλοῦσιν. βορβορόκ η. βορέα ς· ἓν ρ καὶ διὰ τοῦ ε ψιλοῦ. βορέη ἡ φῦσα. γράφεται δὲ καὶ βοέη. βορεινό ς : ει . βόρμο ς, ὃν καὶ βρόμον λέγουσιν. ἔστι δὲ τροφὴ τετραπόδων τὸ πολλαχοῦ μὲν σπειρόμενον, ἐνίοτε δὲ καὶ αὐτομάτως φυόμενον. Βορυσθένης πόλις καὶ ποταμὸς τοῦ Πόντου. ὁ πολίτης Βορυσθενίτης. ἔδει Βορυσθενείτης διὰ διφθόγγου κτλ. Βοσπόριον τοῦ Βυζαντίου λιμήν. οἱ δ’ ἐγχώριοι Φωσφόριον αὐτὸ καλοῦσι παραγραμματίζοντες. τὸ ἐθνικὸν τοῦ Βόσπορος Βοσπόριος καὶ Βοσποριανός καὶ Βοσπορανός καὶ Βοσπορηνός. διχῶς γὰρ καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η ὡς Τιβαρανός καὶ Τιβαρηνός. Σοφοκλῆς δ’ ἐν Φινεῖ πρώτῳ διὰ διφθόγγου τὴν πρὸ τέλους φησὶ τὸ κτητικόν «οὐδ’ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ». Βούδειον πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. ἔστι καὶ Βούδειοι ἔθνος Μηδικόν. Βουθρωτός νῆσος περὶ Κέρκυραν καὶ Βουτρωτός. Βοῦρα πόλις Ἀχαΐας. τὸ ἐθνικὸν Βουραῖος καὶ Βουραϊκός κτητικόν. λέγεται καὶ Βούρειος διὰ διφθόγγου. τὸ δὲ διὰ τοῦ ι ὡς Νύσσα Νύσσιος, Βοίβη Βοίβιος. Βούσιρι ς : τὰ δύο ι . τὸ σι τὰ γὰρ ἀμφιβαλλόμενα κτλ. τὸ ρις διὰ τὸ εἰς δος εἶναι τὴν γενικήν. Βρέκυν τὸν Βρέκυντα τὸν Βρίγα. Βρίγες γὰρ οἱ Φρύγες. βράγχο ς : νόσημά τι τῶν ἐν τῷ σώματι γιγνομένων περὶ τὸν βρόγχον, ὃ καὶ ὗς μάλιστα διαφθείρει. |
| 3,2 484 | Βρέντιοι ἔθνος ἐν Ἰταλίᾳ διὰ τοῦ ν ἢ Βρέττιοι διὰ τῶν δύο ττ . Βρεττανίδες νῆσοι ἐν τῷ ὠκεανῷ. λέγονται καὶ διὰ τοῦ π Πρετανίδες ὡς Πτολεμαῖος. βρεχμός βρέγμα: τὸ μέσον τῆς κεφαλῆς. Βρισηΐς βριμός βριαρός διὰ τοῦ ι γράφονται. τὰ γὰρ ἀπὸ τῆς βρι καὶ βι συλλαβῆς ἀρχόμενα κτλ. βρόταχος βάτραχος. βρότειος διὰ τῆς ει διφθόγγου κατὰ τὸν κανόνα τοῦ βόειος. Βρουσίς μοῖρα Μακεδονίας. τινὲς δὲ γράφουσι διὰ τοῦ υ . βρύκος κῆρυξ. Βρυσιαί πόλις Ἤλιδος. βύτανα κόνδυλοι. οἱ δὲ βρύτανα. βρύτεα στέμφυλα, ἃ καὶ βρύτια. βρύττιον πόμα ἐκ κριθῆς. —βρῦτον πᾶν τὸ ἐκ κριθῆς πόμα. βρωσεί ω : ει . Βύζαντες παρ’ Ἡροδότῳ (IV 194). κακῶς διὰ τοῦ γ Γύζαντες. Βυζάντιος τὸ ἐθνικὸν τοῦ Βύζας διὰ τοῦ ι , τὸ δὲ κτητικὸν διὰ διφθόγγου. ἔστι καὶ ἐπὶ τῆς χώρας Βυζάντεια διὰ διφθόγγου. ἀπὸ δὲ τοῦ Βυζάντιος Βυζαντία Βυζαντιακός. καὶ Βυζαντειανός διὰ διφθόγγου ὡς Ἡρακλειανός. βυθμός βυσσός βυθός. ἄντρον πυθμήν. Βυρσίνης Μυρσίνης. ἦν δὲ αὕτη γυνὴ Ἱππίου τοῦ τυράννου. ἐν τοῖς Ἱππεῦσι (v. 417). βῴδιον βούδιον. βωνίτης σημαίνει τὸν βούκολον. Καλλίμαχος «οἵους βωνίτῃσιν ἐνικρύπτουσι γυναῖκες» (fr. 157 Bentl.) διὰ τοῦ ι ὡς πολίτης. Γ. Γάβαλα πόλις Φοινίκης. ἔστι καὶ χώρα Ἀραβίας καὶ λέγεται ἡ πρώτη συλλαβὴ διὰ τοῦ ε Γέβαλα καὶ τὸ ἐθνικὸν Γεβαληνός. Γάδειρα πόλις καὶ νῆσος ἐν τῷ ὠκεανῷ. |
| 3,2 485 | Γάζα πόλις Φοινίκης. ἐκλήθη καὶ Ἄζα. —ὁ πολίτης Γαζαῖοι. λέγονται καὶ Γαζηνοί καὶ Γαζῖται παρὰ τοῖς ἐγχωρίοις. εἰσὶ καὶ διὰ τοῦ η ἔθνος Γαλατῶν χρυσοφοροῦν, ὡς Εὐφορίων. λέγονται καὶ διὰ τοῦ α Γαζᾶται ὡς πολυίστωρ. γαζαφυλάκιο ν· θησαυροφυλάκιον. γαῖα γέα γῆ. γαιάοχος ἠπειρώτης· γαιήοχος ὁ τὴν γῆν συνέχων. γεοῦχος ὁ τὴν γῆν ἔχων. γαιογράφοι τὰ ἐν τῇ γῇ γράφοντες. γαΐτης γηΐτης γεωργός. Γαίτουλοι ἔθνος Λιβύης. Ἀρτεμίδωρος Γαιτυλίους αὐτούς φησιν. γαληνό ν· ἥσυχον ἱλαρὸν εὔδιον—γαληρόν τὸ αὐτὸ καὶ γαλερόν. γάλινθο ι· ἐρέβινθοι. οἱ δὲ γέλινθοι. Γάμβρειον πόλις Ἰωνίας. γράφεται διὰ διφθόγγου, ὡς δηλοῖ τὸ Γαμβρήϊον. γαμφαί ἢ γναμφαί. γνάθοι. γάνδος ὁ πολλὰ εἰδὼς καὶ πανοῦργος. τινὲς δὲ γάδος. γανυρόν λευκόν ἡδύ λιαρόν. γαργαίρειν πληθύειν, καρκαίρειν κινεῖσθαι σπαίρειν. γάργαλα πλῆθος πολλά. γαργαλισμό ς. γαγγαλισμός. ἡδυπάθειά τις. Γάργαρα πόλις τῆς Τρῳάδος. Ἑλλάνικος δὲ Γάργασον ἔφη τὴν πόλιν διὰ τοῦ ς , ἀλλ’ οἴομαι σφάλμα εἶναι. γέγειος σημαίνει τὸν ἀρχαῖον διὰ τῆς ει διφθόγγου γράφεται. ἀπὸ γὰρ τοῦ γέα γέγονε γέειος διὰ τῆς ει διφθόγγου καὶ κατὰ πλεονασμὸν τοῦ γ γέγειος. Γεδρωσί α· ἐν τοῖς τοῦ πολυίστορος διὰ τοῦ κ εὑρέθη ἡ πρώτη συλλαβή, ἀλλ’ ἦν ἀδιόρθωτον τὸ βιβλίον. γεῖσ α : ει . γείτων καὶ γειτνιῶ τὸ γει δίφθογγος. γέλαρος ἀδελφοῦ γυνή. Φρυγιστί. λέγεται καὶ γάλλαρος. Γελασῖνο ς : διὰ τοῦ ι · τὰ γὰρ διὰ τοῦ ινος κτλ. |
| 3,2 486 | Γενέα κώμη Κορίνθου. τινὲς δὲ Τενέα γράφουσι. γένειο ν : τὸ νει δίφθογγος. τὰ γὰρ ἀπὸ τῶν εἰς ος οὐδετέρων κτλ. γηγενής cf. fr. 50. γῄδιο ν : τριῶν ὄντων τῶν πρωτοτύπων γῆ καὶ γαῖα καὶ γέα ἐκ ποίου τούτων γέγονε τὸ γῄδιον; λέγει δὲ ὁ Δίδυμος, ὅτι ἔστι γέα διὰ τοῦ ε καὶ ἐπειδή, ἡνίκα ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται καὶ παραλήγει τῷ ε ἢ τῷ ο , τότε γίνεται διὰ διον ἡ παραγωγὴ καὶ προσέρχεται κατὰ τὴν παραλήγουσαν τὸ ι οἷον πράξεως πραξείδιον, λέξεως λεξείδιον, βοῦς βοός βοΐδιον, νόος νόου νοίδιον. οὕτως οὖν καὶ γέα γέας γείδιον διὰ τῆς ει διφθόγγου καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η γῄδιον διὰ τοῦ η καὶ ι ὥσπερ εἰκάζω ᾔκαζον καὶ εἴδειν ᾔδειν (περὶ δὲ τούτου ζήτει εἰς τὸ περὶ κτητικῶν τοῦ Χοιροβοσκοῦ). γήπεδον τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ α φασὶ δωρίζοντες. γήτειον τὸ χλωρὸν κρόμμυον. γράφεται διὰ τῆς ει διφθόγγου. τὰ διὰ τοῦ ειον γινόμενα οὐδέτερα κτλ., καλεῖται καὶ γήθυον. γῄτη ς : μετὰ τοῦ ι ἀπὸ τοῦ γηΐτης ὁ τὴν γῆν ἐργαζόμενος, γεωργός. γῆρυς φωνή, ὅθεν καὶ κῆρυξ τοῦ κ πρὸς γ συγγένειαν ἔχοντος. γηοῦχος cf. fr. Orth. 30. Γιγάντεια ἡ πραγματεία ὡς ἡ Ὀδύσσεια καὶ Δολώνεια διὰ τῆς ει διφθόγγου προπαροξύνεται. Γίγαρτ α : ι . ἐν συστολῇ γὰρ εὕρηται. γιγνώσκει γινώσκει. γίνεται τὸ ἀποτελεῖται διὰ τοῦ ι , γείνεται τὸ ἐπὶ τοῦ γεννᾶται διὰ διφθόγγου. τὸ δὲ γίνεται ἐπὶ τοῦ τελειοῦται ἀπὸ τοῦ γίγνομαι γέγονε κατὰ ἀποβολὴν τοῦ γ . τὸ δὲ γίγνεται διὰ τοῦ ι γράφεται, ἐπειδὴ ἀπὸ τοῦ γένομαι γένεται ἐν πλεονασμῷ συμφώνου γίγνεται. τὸ ε γὰρ ἐν πλεονασμῷ συμφώνου γενόμενον τρέπεται εἰς τὸ ι οἷον μένω μίμνω, τέκω τίκτω. οὕτως οὖν καὶ γένεται γίγνεται. Γλισᾶς διὰ τοῦ ι . πᾶσα γὰρ συλλαβὴ ἀπὸ τῆς γλι ἀρχομένη ἀποστρέφεται τὴν ει δίφθογγον. |
| 3,2 487 | γλυκείδιο ν : διὰ τῆς ει διφθόγγου τὸ κει · ἀπὸ γὰρ τοῦ γλυκέος γενικῆς γίνεται κτλ. γλύξις ὁ ἀνειμένος οἶνος καὶ ἄτονος, ὃν ἔνιοι μὲν ἁπλόστομον, οἱ δὲ γλεῦξιν. γλυφεῖον ἄντρον τι καὶ ὄργανον. γλωχί ς : ι ὡς δικατάληκτον. γλωσσί ς : ι · τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα κτλ. γνάθος καὶ πλεονασμῷ τοῦ μ γναθμός. γνάμπτω ἐκ τοῦ κάμπτω· σύνηθες δὲ τοῖς παλαιοῖς λέγειν γνάπτω «ἀνεγνάφθη δὲ ἡ αἰχμή» (Γ 348) ἄνευ τοῦ μ καὶ «ἐπέγναψε γὰρ ἅπαντας» (Β 14) ἄνευ τοῦ μ · ἐν τῇ συνηθείᾳ «οἱ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες» (Π 428). γνάφαλλον τύλη· λέγεται δὲ καὶ διὰ τοῦ κ κνάφαλλον. καὶ ὁ γναφεύς κναφεύς. γνόφος λέγεται δνόφος τοῖς Αἰολεῦσι (Ahrens I 73, II 80, 109, Doricum esse dicit) ἀπὸ τοῦ δονεῖσθαι τὰ νέφη. Γόνδραι Θρᾴκιον ἔθνος· λέγεται δὲ παρ’ Ἡρωδιανῷ Κίνδραι καὶ Ῥόνδαι. Γόννοι πόλις Περραιβίας ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος. ὁ πολίτης Γούνιος καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶς τοῦ υ · τοὺς δὲ Περραιβοὺς Αἰολεῖς ὄντας τὰ σύμφωνα διπλοῦν καὶ Περραιβοὺς καλοῦντας ἑαυτοὺς καὶ Γόννον διὰ δύο νν τὴν πόλιν. γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. γόργυρ α : Ἀλκμὰν διὰ τοῦ ε φησί. Γορδυαία χώρα Περσική. τὸ ἐθνικὸν Γορδυαῖος. καὶ Γορδόχους αὐτούς φασι καὶ Γόρδους. Γόρτυν πόλις Κρήτης. οὕτως δὲ διὰ τοῦ ν · καὶ ὕστερον Γόρτυς. γρᾴδιο ν : σὺν τῷ ι . καὶ λέγουσί τινες, ὅτι ἐπειδὴ καὶ τὸ γραΐδιον ἔχει τὸ ι , τούτου χάριν καὶ τὸ γρᾴδιον οἷον «γραϊδίων κολοσυρτόν» παρὰ Ἀριστοφάνει (Plut. 536). οὐκ ἔστι δὲ καταναγκαστικὸς οὗτος ὁ λόγος· ἰδοὺ γὰρ καὶ τὸ αἰζηός οὐκ ἔχει τὸ ι καὶ ὅμως τὸ αἰζήϊος ἐπλεόνασε |
| 3,2 488 | τὸ ι . τὸν αὐτὸν τρόπον καὶ τὸ γράδιον μὴ ἔχον τὸ ι ἐν τῷ γραΐδιον ἐπλεόνασε. δεῖ γινώσκειν ὅτι οὔτε ἀπὸ τῆς γραίας εἰ ἔστι, δυνάμει ἔχει τὸ ι , οὔτε ἀπὸ τῆς γραῦς γραός. ἀπὸ μὲν τοῦ γραῦς, ὅτι, ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἤρξατο, τότε διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ οἷον μῦς μυός μύδιον, βότρυς βοτρύδιον, βιβλίον βιβλίδιον. οὕτως οὖν καὶ ἀπὸ τοῦ γραῦς γραός γράδιον. ἀπὸ δὲ τοῦ γραῖα γραίας εἰ ἔστιν, οὐ δύναται πάλιν ἔχειν τὸ ι , ἐπειδὴ πάλιν ἡ τελευταία συλλαβὴ τοῦ πρωτοτύπου τῆς γενικῆς ἀπὸ φωνήεντος ἤρξατο καὶ τῇ αι διφθόγγῳ παραλήγεται. τότε δὲ διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ καὶ ἀποβάλλεται τῆς αι διφθόγγου τὸ ι οἷον κεφάλαιον κεφαλαίου κεφαλάδιον, σπήλαιον σπηλαίου σπηλάδιον. οὕτως οὖν καὶ γραίας γράδιον χωρὶς τοῦ ι . ἀλλ’ εἰ ἡ παράδοσις ἔχει τὸ ι , συνηγορήσωμεν αὐτῷ καὶ εἴπωμεν αὐτὸ σὺν τῷ ι γράφεσθαι. ἔστι γραῦις γραύιδι παρὰ Καλλιμάχῳ· καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, τούτου χάριν διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ οἷον ψυχῆς ψυχίδιον, γνώμης γνωμίδιον· οὕτως οὖν καὶ γραῦις γραύιδος γραυίδιον καὶ κατὰ ἀποβολὴν τοῦ υ καὶ συναιρέσει τοῦ α καὶ ι εἰς τὴν αι δίφθογγον γρᾴδιον ἢ λέγεται ὅτι ἀπὸ τοῦ γραῖα γραιίς γραιίδος γραιίδιον καὶ κατὰ συγκοπὴν τοῦ ἑνὸς ι καὶ συναιρέσει γρᾴδιον. γραμματείδιο ν : ἀμφίβολον εἴτε διὰ τῆς ει διφθόγγου εἴτε διὰ τοῦ ι . καὶ εἰ μὲν ἀπὸ τοῦ γραμμάτιον τοῦ σημαίνοντος τὸ μικρὸν γράμμα, διὰ τοῦ ι γράφεται ὡς ὀψάριον ὀψαρίδιον, λαχάνιον λαχανίδιον. εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε τοῦ σημαίνοντος τὴν μικρὰν δέλτον διὰ τῆς ει διφθόγγου ὥσπερ ἀγγεῖον ἀγγείδιον, γραφεῖον γραφείδιον. Γράστιλλος πόλις Μακεδονίας, ὃ καὶ διὰ τοῦ π γράφεται κατὰ τὴν πρώτην συλλαβὴν Πράστιλλος, ὡς Εὔπολις. γραφεῖο ν : διὰ τῆς ει διφθόγγου καὶ ἐκεῖθεν γραφείδιον. Γρήνικος ποταμός. γρίντης ὁ βυρσεύς, γρῖνος τὸ δέρμα, γρίσων ὁ χοῖρος. Ἀριστοφάνης δέ φησι ὄνομα δρομέως, γρῖπος τὸ δίκτυον, γριπεύς ὁ ῥάπτων τὰ ἁλιευτικὰ δίκτυα, γρῖφος τὸ δύσλυτον αἴνιγμα, γριφᾶσθαι—οὕτως λέγουσι τὸ γράφειν—Λάκωνες διὰ τοῦ ι γράφεται, ἐπειδὴ πᾶσα λέξις ἀπὸ τῆς γρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται. γρῦλος χοῖρο ς. γρύπαι αἱ νεοσσιαὶ τῶν γυπῶν· οἱ δὲ γύπαι. γρυπός ῥυβόν ἐστι παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπικαμπὲς ἤτοι ῥαιβόν |
| 3,2 489 | καὶ τροπῇ τοῦ β εἰς π ῥυπός καὶ πλεονασμῷ τοῦ γ γρυπός. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Ἐλέγχοις. Γρώνεια πόλις Φωκίδος. ἡ δὲ διὰ τοῦ υ Τρωάδος ἐστίν. γυναίκιο ν : ι τὸ ὑποκοριστικὸν καὶ προπαροξύνεται. τὸ δὲ κτητικὸν διὰ τῆς ει διφθόγγου γράφεται καὶ προπερισπᾶται. γωρυτός τοξοθήκη. θύλακος· οἱ δὲ χωρυτός. Δ. δᾷδες λαμπάδες ἔχει τὸ ι , ἐπειδὴ εὕρηται κατὰ διάστασιν δαΐδων. γίνεται δὲ ἐκ τοῦ δαίω τὸ διακόπτω καὶ καίω. ὁ μέλλων δαίσω καὶ λοιπὸν ἐκ τοῦ δαίς καὶ δᾴς κατὰ συναίρεσιν· ἔμεινε δὲ τὸ ι ἀνεκφώνητον. δάειρ α : ει . δάμνησ ι : «τῷ δάμνησι στίχας ἀνδρῶν»· ἄνευ τοῦ ι (sic Dionysius Sidonius in Schol. ad Ε 746), ὁ δὲ Ἀρίσταρχος σὺν τῷ ι , τὸ μὲν ἀπὸ τοῦ δάμνημι, τὸ δὲ ἀπὸ τοῦ δάμνω ὑποτακτικοῦ. δανείζ ω : ει . δάνειο ν : δίφθογγος· παρὰ τὸ δάνος δάνειον. τὰ γὰρ ἀπὸ τῶν εἰς ος δισυλλάβων οὐδετέρων κτλ. Δάνουβις ἢ Δάνουσις Ἴστρος ὁ ποταμός. δάπιδε ς : τάπητες. δαρεικός δίφθογγος. καὶ γὰρ ἀπὸ τοῦ Δαρεῖος γέγονεν Δαρειακός καὶ κατὰ συγκοπὴν τοῦ α δαρεικός. δάρει ρ : τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρὸν διάστημα. Δασκύλιον πόλις: ι . δατητή ς : παρὰ τοῖς Ἀττικοῖς ὁ διανεμητής. Ἀριστοτέλης «τίνες οἱ δατηταί». Ἀπολλόδωρος διὰ τοῦ ς φησί· παρὰ τὸ δαίω δαστός ἀφ’ οὗ τὸ ἄδαστον· Σοφοκλῆς· «λείας ἄδαστα βουκόλων». καὶ ῥῆμα δαστῶ ὁ παρακείμενος δεδάστηται καὶ ἐνδείᾳ τοῦ ς δεδάτηται, ἀφ’ οὗ ὄνομα δατητής ὡς πεποίηται ποιητής. δείδ ω : τὸ φοβοῦμαι· γράφεται διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ δέος γέγονε δέω καὶ κατὰ πλεονασμὸν τοῦ ι δείω καὶ κατ’ ἐπένθεσιν (pro ἐπέκτασιν scripsi) τοῦ δ δείδω. δείκηλο ν : τὸ δει διὰ τῆς ει διφθόγγου. λέγεται καὶ δείκελον. σημαίνει δὲ καὶ τὸ ἄγαλμα καὶ τὸ εἴδωλον οἷον «δείκηλα προΐαλλε» (Apollon. IV 1672) καὶ «δείκελον Ἰφιγόνης» παρὰ Παρθενίῳ. ὥσπερ γὰρ ἀπὸ τοῦ πέμπω πέμπελος (σημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα) καὶ ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἄγελος καὶ ἄγγελος, οὕτω καὶ ἀπὸ τοῦ |
| 3,2 490 | δείκω τὸ δεικνύω γίνεται δείκελον καὶ ἐπεκτάσει τοῦ ε εἰς η δείκηλον. Ἐπαφρόδιτος δὲ λείπειν τὸ ι φησὶ κατ’ ἀρχὰς ἰδείκελον τὸ τὴν ἰδίαν ἑκάστον ἐμφαῖνον ὁμοιότητα. δείλ η : διὰ τῆς ει διφθόγγου παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ τουτέστι τῇ θερμασίᾳ δεέλη καὶ κατὰ κρᾶσιν δείλη. δειελός (hoc accentu scribendum secundum Arcad. 55, 4): ἡ παρ’ Ἀττικοῖς ὀψία δείλη Ἰλιάδος Φ (232) «εἰσόκεν ἔλθῃ δειελὸς ὀψὲ δύων». ἡ δείλη δειελός εἴρηται ὡς ἑσπέρα ἕσπερος, ὠνή ὦνος, χολή χόλος. σύνηθες Ἴωσι τὸ ε πλεονάζειν ἥλιος ἠέλιος, δειλινόν δειελινόν οἷον «δειελινὸν κλίνοντες ὑπὸ ζόφον ἠέλιοιο» (Apoll. Rhod. I 452). δειλό ς : διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸν βήσω μέλλοντα γίνεται βηλός, οὕτω καὶ ἀπὸ τοῦ δείδω δείσω σημαῖνον τὸ φοβοῦμαι γίνεται δειλός τῆς ει διφθόγγου ἐκ τοῦ ῥήματος οὔσης. δεῖμ α : διὰ τῆς ει διφθόγγου. ὥσπερ γὰρ ἀπὸ τοῦ ποιήσω γίνεται ποίημα, οὕτω καὶ ἀπὸ τοῦ δείσω μέλλοντος γίνεται δεῖμα. δειμαλέο ς : τὸ δει δίφθογγος· ὥσπερ γὰρ ἀπὸ τοῦ τάρβος γίνεται ταρβαλέος, οὕτω καὶ ἀπὸ τοῦ δεῖμα τοῦ σημαίνοντος τὸν φόβον δειμαλέος γραφόμενον διὰ τῆς ει διφθόγγου. δεῖμο ς : διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δέος γίνεται δέϊμος καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον δεῖμος. δεῖ ν : δίφθογγος. σημαίνει δὲ τὸ δέον. γράφεται δὲ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ δέον γέγονε δεῖν ὡς πλέον πλεῖν οἷον δεῖν γενέσθαι ἀντὶ τοῦ πρέπον γενέσθαι. δεινό ς : ει · οἱονεὶ ὁ δέους ἐμποιητικός. καὶ ὥσπερ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινός διὰ τῆς ει διφθόγγου, οὕτω καὶ παρὰ τὸ δέος δεεινός καὶ κατὰ κρᾶσιν διὰ τῆς ει διφθόγγου. δεινῶ καὶ δεινοποιῶ: διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ δεινός ὀξυτόνου γέγονε· τὰ δὲ παρ’ αὐτοῦ συγκείμενα ἅπαντα διὰ διφθόγγου γράφεται, δεινολόχος, Δεινομένης καὶ Δεινίας καὶ Δείνων. δεῖπνο ν : διὰ τῆς ει διφθόγγου (ἐκ τοῦ δεῖ τὸ πρέπει καὶ πόνος τὸ δείπονός τις ὂν καὶ δεῖπνος, μεθ’ ὃν δεῖ πονεῖν. Ἐπαφρόδιτος δὲ παρὰ τὸ δάπτω δάπτον καὶ δάπνον κατὰ τροπὴν καὶ πλεονασμόν). δειρ ά : τὸ σημαῖνον τὸν τράχηλον διὰ τῆς ει διφθόγγου. δέρρα γὰρ λέγουσιν οἱ Αἰολεῖς. δείρ ω : διὰ τῆς ει διφθόγγου. δέρρω γὰρ λέγουσιν οἱ Αἰολεῖς ὥσπερ τὸ κείρω κέρρω· γέγονε δὲ ἀπὸ τοῦ μέλλοντος δερῶ πλεονασμῷ |
| 3,2 491 | τοῦ ι δείρω. καὶ διὰ τὸ ἀντιπαρακεῖσθαι αὐτῷ τὸ ο οἷον δορά· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον οἷον σπείρω σπορά, ἀλείφω ἀλοιφή. καὶ πάντα τὰ διὰ τοῦ ειρω ἀποστρέφεται τὴν διὰ τοῦ ι μόνου γραφὴν οἷον οἰκτείρω, κείρω. οὕτω καὶ δείρω διὰ τῆς ει διφθόγγου. δεῖσ α : ὃ σημαίνει τὴν ὑγρασίαν διὰ τῆς ει διφθόγγου γράφεται, ἀπὸ γὰρ τοῦ δεύσω μέλλοντος γέγονε δεῦσα καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι δεῖσα καὶ τὸ παράδεισος διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὴν δεῖσαν γέγονεν. τὸ δὲ δῖσα ἡ δυσωδία εἴρηται παρὰ τὸ δίω τὸ διὰ τοῦ ι γραφόμενον ὃ σημαίνει τὸ φοβοῦμαι, ἵν’ ᾖ δῖσα ἡ δυσοσμία, ἣν φεύγομεν. εἴτε οὖν διὰ τοῦ ι εἴτε διὰ τῆς ει διφθόγγου ἄδηλον, τὸ δίω γὰρ καὶ δείω διφορεῖται ὅθεν δέος καὶ δίον διὰ τοῦ ι , ὅθεν «τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον» (Χ 251). Δεκελεικό ς : διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ Δεκέλεια γέγονεν. δελφί ς : ι · τὰ γὰρ δικατάληκτα κτλ. δενδρήει ς : τὸ εις δίφθογγος· ἐπεὶ δενδρήεντός ἐστιν ἡ γενική. Δέρα τόπος Λακωνικῆς. τὸ ἐθνικὸν Δεραῖος καὶ Δερεάτης. καὶ τὸν δῆμον δὲ Δειράδας φασὶ καὶ τοὺς δημότας Δειραδιώτας ἀπό τινος ἥρωος. Δέρβ η : ὁ κατοικῶν Δερβήτης ὡς Σιδήτης Πυλήτης. λέγεται δ’ ἴσως καὶ Δέρβεια καὶ τὸ ἐθνικὸν Δερβείτης. τινὲς δὲ Δέλβειαν, ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Δερβίκκαι ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος (Aphrodisiensis, Mein. in Indice suspicatur Ἀπολλόδωρος) δὲ δὶς τὸ κ καλῶς (fortasse κακῶς et initio Δερβίκαι Mein.) γράφει. Κτησίας δὲ Δερβισσούς αὐτούς φησι καὶ Τερβισσούς. δέτρο ν : παρὰ τὸ δείρω ὡς μείρω μέτρον. δευρ ί : τὸ ἐπίρρημα διὰ τοῦ ι ἐκ τοῦ δεῦρο τροπῇ τοῦ ο εἰς ι . δεύρ ω : δεῦρο. Δεύ ς : Ζεύς. Δηϊάνειρ α : διὰ τῆς ει διφθόγγου γράφεται· πάντα γὰρ τὰ διὰ τοῦ ειρα κτλ. Δημάδη ς : οὐκ ἔχει τὸ ι . ἀπὸ γὰρ τοῦ Δημέας γίνεται Δημεάδης καὶ κατὰ συναίρεσιν Δημάδης. καὶ ὤφειλεν εἰς τὸ η γίνεσθαι ἡ κρᾶσις, ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰς α ἐγένετο· τὰ γὰρ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα ἢ τῷ ι θέλει παραλήγεσθαι ἢ τῷ |
| 3,2 492 | α οἷον Πηλείδης Αἰακίδης Εὐρυμάδης Πυλάδης. οὕτως οὖν καὶ Δημάδης. δηρί ω : διὰ τοῦ ι τὸ ρι . τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ δύο συλλαβὰς βαρύτονα κτλ. δῃῶ ν : γέγονε παρὰ τὸ δήϊος. διὸ καὶ σὺν τῷ ι γράφεται τὸ δῃῶν. Δη ώ : Δημήτηρ. Δία ς : ὁ ἥρως εἷς τῶν Τιτάνων παρὰ τὴν Διὸς γενικὴν γίνεται Διΐας καὶ κράσει Δίας. τὸ δὲ Δείας γίνεται παρὰ τὸ δέος Δεΐας καὶ ἐν συναλοιφῇ Δείας διὰ τῆς ει διφθόγγου ὁ δέος ἐμποιῶν. διαττᾶ ν : διασήθειν, διάττειν ὁρμᾶν. διηλίτη ς : ὁ δι’ ὅλου ἁμαρτάνων. διιπετή ς : διὰ τοῦ ι γράφεται παρὰ τὴν Διΐ δοτικὴν γεγονὸς παρὰ τὸ πεσεῖν οἱονεὶ ὁ ἐκ Διὸς πεπτωκώς. δίν η : τὸ δι ι · τὰ γὰρ εἰς ινη μονογενῆ κτλ. καὶ ἐπειδὴ οἱ Αἰολεῖς δίννας λέγουσι καὶ οὐχὶ δέννας. δῖνο ς : διὰ τοῦ ι · τὰ διὰ τοῦ ινος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα κτλ. σημαίνει δὲ δῖνος καὶ εἶδος ὀρχήσεως καὶ εἶδος ποτηρίου καὶ συστροφὴν ὕδατος. δίν ω : τὸ συστρέφω ὁμοίως διὰ τοῦ ι . οἱ γὰρ Αἰολεῖς δίννω λέγουσιν. δίκτυο ν : παρὰ τὸ δικεῖν ὅ ἐστι βάλλειν. Διομήδει α : ει . Διόνυσο ς : οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουσιν, ὅτι σὺν κέρασι γεννώμενος ἔνυξε τὸν Διὸς μηρὸν ὡς Στησίμβροτος, οἱ δὲ Δεύνυσον. Ἀνακρέων «πολλὰ δ’ ἐρίβρομον Δεύνυσον»· τοῦ ι τραπέντος εἰς ε γίνεται Δεόνυσος—οὕτω γὰρ οἱ Σάμιοι προφέρουσι—καὶ συναιρέσει Δεύνυσος ὡς Θεόδοτος Θεύδοτος. ἔνιοι φασίν, ὅτι, ἐπειδὴ ἐβασίλευσε Νύσης, δεῦνον δὲ τὸν βασιλέα λέγουσιν οἱ Ἰνδοί, ὡς Ἰόβας. οἱ δὲ ἀπὸ τοῦ Διὸς καὶ τῆς Νύσσης τοῦ ὄρους ὀνομάσθαι, ἐπεὶ ἐν τούτῳ ἐγεννήθη, ὡς Πίνδαρος, καὶ ἀνετράφη. οἱ δὲ ἀπὸ τοῦ πολλὰ διανύσαι καὶ κατορθῶσαι, ὡς Ἀλέξανδρος ὁ Θάσιος. οἱ δὲ ἀπὸ τοῦ δονεύειν καὶ κινεῖν τὰ σώματα πλεονασμῷ τοῦ ι ὡς πυκνός πυκινός. οἱ δὲ ἀπὸ τοῦ Διὸς ὑετοῖς κεράννυσθαι ὅ ἐστιν ὕδασιν, ὡς πιθανεύεται Ἀριστόδημος. |
| 3,2 493 | δῖο ς : ι . Διπόλει α : τὸ δι ι κατὰ τὴν ἀρχὴν παρὰ τὴν Διΐ δοτικήν, κατὰ δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου, γράφεται δὲ καὶ Διπόλια (e. g. Arist. Pac. 420). δί ς : τρίς τετράκις καὶ τὰ ἑξῆς ἐπιρρήματα ἀριθμητικὰ διὰ τοῦ ι πάντα. δισσ ά : διττά. διφᾶ ν : ὅ ἐστι ψηλαφᾶν διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἅπτω ἁφή ἁφῶ καὶ μετὰ τῆς διά προθέσεως διαφῶ καὶ κράσει διφῶ τὸ τῇ ἁφῇ ὑποβάλλειν. Δίφιλο ς : ι . ὥσπερ γὰρ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτω παρὰ τὴν Διΐ Διΐφιλος καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν μακρὸν Δίφιλος. διψῆ ν : διψᾶν. Διώνη ἡ θεός· ἀπὸ τοῦ Διὸς Διώνη κατ’ ἔκτασιν τοῦ ο εἰς ω , ὅτι αὐτὴ πρῶτον γέγονε γαμετὴ τοῦ Διός. ἢ ἀπὸ τοῦ διὰ πάντων ἰέναι. Διώρη ς : ὄνομα κύριον διὰ τοῦ ι γραφόμενον. ἢ γὰρ παρὰ τὴν διά πρόθεσιν καὶ ὁρῶ διαόρης καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ κράσει τοῦ ι καὶ α εἰς ι μακρόν. ἢ ὡς ἀπὸ τοῦ ὕλη ὑλώρης παραγωγόν, οὕτω καὶ ἀπὸ τῆς Διός γενικῆς Διώρης «Διώρεος ἄλκιμος υἱός» (Ρ 429). δμῳῶ ν : σὺν τῷ ι καὶ περισπωμένως. θηλυκὸν γάρ ἐστιν. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. δοιάσσατ ο : δοάσσατο. δοκ ή : δοχή. δολφό ς : ἡ μήτρα i. q. δελφύς. δόμορτι ς : γυνή τις. Δονουσί α : νῆσος μικρὰ Ῥόδου, εἰς ἣν Διόνυσος ἐκ Νάξου τὴν Ἀριάδνην μετεκόμισε τοῦ πατρὸς Μίνω διώκοντος αὐτήν. ἔοικεν οὖν Διονυσία εἶναι καὶ κατὰ παραφθορὰν Δονουσία. |
| 3,2 494 | δορύαλλο ς : λέγεται καὶ δόρυλλος· Ἀριστοφάνης «αἱ γυναῖκες τὸν δορύαλλον φράγνυνται». ἔστι δὲ τὸ γυναικεῖον αἰδοῖον ἐφ’ ὕβρει τραγῳδοποιοῦ Δορύλλου. ἢ παρὰ τὸ δείρειν τὸ τυπτόμενον καὶ τὸ τιλλόμενον τὰς τρίχας καὶ οἱονεὶ ἐκδερόμενον. οὕτω γὰρ πάλαι ἐψίλουν ὡς δηλοῖ Ἀριστοφάνης «ἡβυλλιῶσαι τἄρτι παρατετιλμέναι» (Ran. 519). δορύκνιο ν : εἶδος βοτάνης παρὰ Νικάνδρῳ Ἀλεξιφαρμάκοις (376). γράφεται δὲ καὶ δορύχνιον. Δημοφῶν δὲ ἐτυμολογεῖ αὐτὸ οὕτω κεκλῆσθαι διὰ τὸ δόρατι ἴσον εἶναι κατὰ τὴν ἀναίρεσιν. Δορυλάειον cf. fr. 42. δουράτειο ς : διὰ τῆς ει διφθόγγου ὡς μετουσιαστικόν. δούρειο ς : διὰ τῆς ει διφθόγγου πρῶτον μὲν ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ δούρεος, δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ειος σημαίνοντα μέρος σωματικὸν ἢ μετουσιαστικὸν διὰ τῆς ει γράφεται. λέγεται δὲ καὶ δώρειος. δράγμ α : διὰ τοῦ γ . δραχμή: διὰ τοῦ χ . δριμύ ς : ι . τὰ ἀμφιβαλλόμενα κτλ. δρίφακτος καὶ δρυφακτός: κράββατος, δρύφακτοι αἱ τοῦ δικαστηρίου θύραι ἢ τὰ διαφράγματα ἢ τὰ περιτειχίσματα. δροίτ η : ἡ πύελος. ὁ δὲ Αἰτωλός φησι τὴν σκάφην, ἐν ᾗ τιθηνεῖται τὰ βρέφη. Παρθένιος δὲ τὴν σορὸν καὶ Αἰσχύλος. καὶ ἔστι παρὰ τὸ δόρυ καὶ τὸν οἶτον τὸν θάνατον τὸ δόρυ τὸ εἰς θάνατον ἐπιτήδειον. ἢ ἐκ δρυὸς εἰς οἶτον πεποιημένη καὶ εἰς τὸ δέχεσθαι τὸ σκῆνος. κατὰ τὸν Ἕρμιππον οὖν διὰ τοῦ υ γράφεται παρὰ τὴν δρῦν τὴν ξυλίνην. ὅτε δὲ τὴν σορόν, διὰ τῆς οι . Δρυόπ η : γράφεται καὶ Δρυόπα. Δρύουσα ἢ Δρυοῦσσα: ἡ Σάμος τὸ παλαιόν. δύ ο : δύω. δύ ω : δοιώ. Δυρράχιον πόλις Ἠπείρου ἡ πρότερον κληθεῖσα Ἐπίδαμνος, νῦν δὲ Δυρράχιον, ὅτι κατὰ τὸν τόπον προεχούσης ἄκρας γεωλόφου τὸ κῦμα προσπῖπτον καὶ σχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην, ὅθεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον Δυρράχιον ὠνόμασαν τὸν τόπον. Ἀλέξανδρος ἐν Εὐρώπῃ «δυσραχίου τ’ Ἐπίδαμνος ἐπ’ ἀγχιάλου χθονὸς ἀκτῆς». δῶσ ι : ὅταν μὲν ἑνικῶς ᾖ, σὺν τῷ ι , ὅταν δὲ πληθυντικῶς, ἄνευ τοῦ ι . |
| 3,2 495 | δωτήρ καὶ δωτῆρες: ἀπὸ τοῦ δοτήρ τοῦ διὰ τοῦ ο μικροῦ ἐκταθέντος εἰς ω δωτῆρες διὰ τοῦ ω ὥσπερ παρὰ τῷ ποιητῇ «θεοὶ δωτῆρες ἐάων» (Od. θ 325). δωτίν η : ι . τὰ γὰρ εἰς ινη μονογενῆ κτλ. Ε. ἑβδομήκοντ α : τὰ διὰ τοῦ κοντα ἀριθμητικὰ θέλει πρὸ τοῦ κ ἔχειν τὸ η φωνῆεν· ἀπὸ γοῦν τοῦ ἕξ γέγονεν ἑξάκις καὶ ἐκ τοῦ ἑξάκις ἑξήκοντα τροπῇ Δωρικῇ τοῦ α εἰς η . τὸ δὲ ἑβδομήκοντα καὶ ὀγδοήκοντα ἐκ τοῦ ἕβδομος καὶ ὄγδοος ὤφειλεν εἶναι ἑβδομόκοντα καὶ ὀγδοόκοντα διὰ τοῦ ο . ἀλλ’ ἐπειδὴ τὰ διὰ τοῦ κοντα ἀριθμητικὰ οὐ θέλει παραλήγεσθαι οὔτε τὸ ο οὔτε τὸ ε , ἐξ ἀνάγκης ἔτρεψε τὸ ο εἰς τὸ η καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδοήκοντα. καὶ ἐνενήκοντα ὁμοίως γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα καὶ κατὰ ὑπερβιβασμὸν ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τῷ η παραλήγονται οἷον ἑξήκοντα καὶ ἑβδομήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων τὸ α εἰς η ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα. ἔγγειο ς : διὰ τῆς ει διφθόγγου. τὰ γὰρ παρὰ τὸ γέα διὰ τῆς ει διφθόγγου γράφεται κτλ. ἐγείρ ω : ει . παρὰ γὰρ τὸν ἐγερῶ γέγονε μέλλοντα. καὶ πάλιν οἱ Αἰολεῖς ἐγέρρω λέγουσιν. ἔγκαρτ α : τοὺς κεκουρευμένους πυρούς· ἀλλὰ καὶ ἔγκαρπα Φρύνιχος Δαναΐσιν. ἐγχείῃσ ι : τὸ χει δίφθογγος, διότι ἀνεφάνη τὸ ε ἐν τῷ ἔγχεος ὥσπερ τὸ ἐλεγχείη. ἐγχείμαργο ς : διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὴν ἔγχει δοτικὴν γέγονεν. ἐγχειρίδιον βίβλος μικρὰ καὶ ξίφος· γέγονε δὲ παρὰ τὴν ἐν χειρί δοτικήν. ἔγχουσα εἶδος βοτάνης, ἣ καὶ διὰ τοῦ α λέγεται ἄγχουσα, Ἀττικοὶ δὲ διὰ τοῦ ε . ἐν χρ ῶ : ἰστέον ὅτι δύο μέρη λόγου εἰσὶ τὸ ἐν χρῶ, πρόθεσις δηλονότι καὶ ὄνομα καὶ οὐχὶ ὥσπερ τινὲς ἐνόμισαν ἐπίρρημα. γράφεται δὲ καὶ μετὰ τοῦ ν καὶ μετὰ τοῦ γ . καὶ προσγραφομένου τοῦ ι ἡ κλίσις τοῦ χρωτός Ἀττικῶς. ὁ χρώς γὰρ τοῦ χρῶ τῷ χρῷ τὸν χρώ ὥσπερ |
| 3,2 496 | Ἀττικῶς ὁ γέλως τοῦ γέλω. μὴ προσγραφομένου δὲ εὔδηλων ὡς ἀποκοπῆς γενομένης τῆς τελευταίας συλλαβῆς ἐν χρῶ εἴρηται, χρωτί γὰρ ἀπεκόπη. ἐγχύλης διὰ τοῦ υ , εἶδος ἰχθύος. ἐγών Δωριέων διάλεκτός ἐστι. —ἢ καὶ ὁ ποιητὴς ἐκκλίνας τὴν χασμωδίαν τῶν φωνηέντων εἶπε τὸ ἐγών μετὰ τοῦ ν . ἐγώνγ α : πᾶσα συλλαβὴ εἰς ν λήγουσα ἐν μιᾷ λέξει, ἐὰν συντεθῇ μεθ’ ἑτέρας συλλαβῆς ἀρχομένης ἀπὸ τοῦ γ κ ξ χ τρέπει τὸ ν εἰς γ . —δεῖ γινώσκειν ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκεῖ ἀντικεῖσθαι κτλ. Ἐδουμαῖοι ἔθνος Ἀράβων. τινὲς δὲ διὰ τοῦ ι γράφουσιν. ἔθειρ α : διὰ τῆς ει διφθόγγου. ἐκ γὰρ τοῦ ἐθείρω γέγονεν οἱονεὶ ἡ ἐξ ἔθους ἐπιφοιτῶσά τινι. ὑπάγεται δὲ καὶ κανόνι τῶν εἰς ρα θηλυκῶν. ἐθείρ ω : διὰ τῆς ει διφθόγγου. τὰ γὰρ διὰ τοῦ ειρω ῥήματα κτλ. τὸ δὲ ἐθείρω σημαίνει τὸ ἐξ ἔθους ἐπιμελοῦμαι ἢ ἐξ ἔθους τινὶ ἐπιφοιτᾶν. ἔθνο ς : τὸ ε ψιλόν, ἐπεὶ τὰ εἰς ος οὐδέτερα τὸ ε παραλήγεται κτλ. ε ἴ : δίφθογγος. αἴ γὰρ λέγουσιν οἱ Δωριεῖς· ἔθος δὲ ἔχουσι τὸ ε εἰς α τρέπειν οἷον τρέχω τράχω, Ἄρτεμις Ἄρταμις. οὕτως οὖν καὶ εἴ αἴ. εἶ α : ἔστι παρακελευσματικὸν ἐπίρρημα καὶ γράφεται διὰ τῆς ει διφθόγγου. εἱαμενή ὁ κάθυγρος τόπος διὰ τῆς ει διφθόγγου. εἶα ρ : τὸ αἷμα καὶ εἰαροπότης ὁ αἱματοπότης, ὥς φησι Καλλίμαχος «τὸ δ’ ἐκ μέλαν εἶαρ ἔδαπτεν»· διὰ τῆς ει διφθόγγου· γέγονε γὰρ παρὰ τὸ εἴω τὸ πορεύομαι τὸ τοῦ ἰέναι καὶ πορεύεσθαι ἡμᾶς αἴτιον. ὡς γὰρ εἴλω εἶλαρ καὶ ἔδω ἔδαρ εἶδαρ, οὕτω καὶ εἶαρ. εἶαρ τὸ ἔαρ. εἴασκ ε : ἀπὸ τοῦ ἐάω ἐῶ ἐᾷς ἐᾷ, ὁ παρατατικὸς εἴων εἴας εἴα καὶ Ἰωνικῶς εἴασκε. ἐκ τούτου ἔασκε ἀποβληθέντος τοῦ ι . τὰ γὰρ τοιαῦτα ἀποβάλλουσι τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε τύπτεσκεν, ἦγον ἦγες ἦγε ἄγεσκεν. οὕτω καὶ τοῦτο. ἐκ τούτου οὖν τοῦ ἔασκε γίνεται εἴασκε διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι . |
| 3,2 497 | εἵατα ι : ἧνται καὶ Ἰακῶς ἕαται οἷον «οἱ δὴ νῦν ἕαται σιγῇ (Γ 134) καὶ εἵαται πλεονασμῷ τοῦ ι ὡς κέαται κείαται. εἴβ ω : διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ λείβω γέγονε κατὰ ἀποβολὴν τοῦ λ εἴβω. τρία δέ ἐστιν εἰς βω ῥήματα διὰ τῆς ει διφθόγγου γραφόμενα οἷον ἀμείβω στείβω καὶ λείβω καὶ εἴβω κατὰ ἀποβολὴν τοῦ λ . εἶδαρ ἡ βρῶσις διὰ τῆς ει διφθόγγου. ἐκ τοῦ ἔδω τὸ ἐσθίω γέγονε ἔδαρ καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶδαρ. εἴδετα ι : ει δίφθογγος. εἰδικό ν : ἡνίκα μὲν τὸ εἶδος σημαίνει οἷον γένος εἶδος γενικόν εἰδικόν, διὰ τῆς ει διφθόγγου, ἡνίκα δὲ τὸ ἴδιον οἷον κοινὸν ἴδιον, διὰ τοῦ ι γράφεται. εἰδήμω ν, εἰδημόνως. εἶδο ν : τὸ εἶδον ἐν μὲν τῇ ὁριστικῇ ἐγκλίσει παρὰ τοῖς ποιηταῖς καὶ διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ ι γράφεται οἷον «οὐκ ἴδον, οὐ πυθόμην» (ψ 40) καὶ «εἶδον γὰρ σκοπιὴν εἰς παιπαλόεσσαν ἀνελθών» (κ 194), «Τηλέμαχος μνηστῆρσιν ἐφήμενος εἶδεν Ἀθήνην» (Od. α 118, ubi legitur μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην). παρὰ τοῖς ἰαμβογράφοις ἤγουν ἐν ἰάμβῳ καὶ ἐν ῥητορικῷ δὲ λόγῳ ἤγουν πολιτικῷ οὐ δεῖ διὰ τοῦ ι γράφειν αὐτό, ἀλλὰ διὰ τῆς ει διφθόγγου μόνον. εἰ δὲ εὑρέθη παρὰ τοῖς τραγικοῖς διὰ τοῦ ι γραφόμενον τὸ ἴδον, οὐδὲν θαυμαστόν. οἱ γὰρ τραγικοὶ ποιητικαῖς λέξεσιν εἰώθασι κεχρῆσθαι. ὅτι γὰρ τὸ εἶδον ἐν πολιτικῷ λόγῳ διὰ τῆς ει διφθόγγου γράφεται δῆλον, εἴγε οὐκ ἀναβιβάζει τὸν τόνον ἐν τῷ παρεῖδον καὶ συνεῖδον. εἰ γὰρ ἐγράφετο διὰ τοῦ ι , ἤμελλεν ἀναβιβάζειν τὸν τόνον ὡς παρὰ τῷ ποιητῇ «εἴσιδ’ Ἀθήνην» (α 118). ἐν δὲ ταῖς λοιπαῖς ἐγκλίσεσι καὶ ἐν ταῖς μετοχαῖς διὰ συνεσταλμένου τοῦ ι γράφεται μόνως οἷον ἴδω ἰδών, ἴδοιμι, ἰδέ, ἐὰν ἴδω καὶ ἐξ αὐτοῦ δὲ γενόμενος δεύτερος ἀόριστος μέσος ἐν μὲν τοῖς ὁριστικοῖς διφορεῖται οἷον εἰδόμην καὶ ἰδόμην. ἐν δὲ ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσι διὰ τοῦ ι μόνου γράφεται οἷον ἰδέσθαι, ἰδοίμην ἐὰν ἴδωμαι «ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω καὶ ἴδωμαι» (ν 215) καὶ ἰδόμενος ἡ μετοχή, τὸ γὰρ διὰ τῆς ει διφθόγγου γραφόμενον «εἰδόμενος Ἀκάμαντι θοῷ» (Ε 462) οὐκ ἀντίκειται, ἐπειδὴ οὐκ ἔστιν ἐπὶ τούτου τοῦ σημαινομένου, λέγω δὲ τοῦ θεωρήσας, ἀλλ’ ἐπὶ τοῦ ὁμοιωθείς, ἰδού τὸ προστακτικόν. εἶδο ς : ει , ἐπεὶ ἀντιπαράκειται αὐτῷ τὸ οἶδα. |
| 3,2 498 | εἴδωλο ν : ει , παρὰ τὸ εἴδω εἴδωλον ὡς ἕω ἕωλος, φείδω φειδωλός, αἰτῶ Αἰτωλός. εἰδῶμεν μάθωμεν δίφθογγος, ἴδωμεν θεασώμεθα. εἰδώ ς : διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸν εἴδω ἐνεστῶτα γέγονε ὁ μέσος παρακείμενος οἶδα, ἡ μετοχὴ εἰδώς. εἴδω γὰρ τὸ γινώσκω δίφθογγος. εἶθαρ εὐθέως. ἔστιν ἐπίρρημα διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εὐθύς γέγονεν εὖθαρ καὶ τροπῇ τοῦ υ εἰς ι εἶθαρ. εἴθ ε : διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εἴ γέγονεν εἴθε καὶ πάλιν ὅτι οἱ Δωριεῖς αἴθε λέγουσι καὶ ἔθος ἔχουσι τὸ ε εἰς τὸ α τρέπειν. οὕτως εἴθε αἴθε. εἰθύφαλλο ν : τὸ ἐντεταμένον αἰδοῖον. εἴκελο ς : διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω γέγονεν ἄγελος καὶ ἄγγελος, οὕτω καὶ ἀπὸ τοῦ εἴκω τὸ ὁμοιῶ, ὅπερ διὰ διφθόγγου γράφεται, γέγονεν εἴκελος. εἴκοσ ι : διὰ τῆς ει διφθόγγου κατὰ παράδοσιν. ὥσπερ δὲ ἀπὸ τοῦ εἷς γέγονεν ἕεις κατὰ πλεονασμὸν τοῦ ε καὶ φυλάττει τὴν ει δίφθογγον, οὕτω καὶ τὸ εἴκοσι γίνεται κατὰ πλεονασμὸν ἐείκοσι καὶ φυλάττει τὴν ει δίφθογγον. εἴκ ω : τὸ ὑποχωρῶ διὰ τῆς ει διφθόγγου γράφεται· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ οἶκος οἱονεὶ εἰς ὃν ὑποχωροῦμεν πάντες· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον. εὑρέθη δὲ ἐν διαστάσει καὶ ὁ πρῶτος ἀόριστος οἷον ἔειξε. εἰκώ ν : ει δίφθογγος. ἀπὸ γὰρ τοῦ εἴκω τὸ ὁμοιῶ γέγονεν εἰκών. ἀντιπαράκειται γὰρ τὸ ο ἐν τῷ ἔοικα. τὰ γὰρ ἔχοντα ἀντιπαρακείμενον τὸ ο ἔχει τὸ ε ἐγκείμενον οἷον κείρω κουρεύς, ἀγείρω ἀγορά, οὕτως καὶ εἴκω τὸ ὑποχειρῶ οἶκος καὶ εἴκω τὸ ὁμοιῶ ἔοικα. τὸ δὲ Ἰκόνιον ἡ πόλις καὶ τοῦτο παρὰ τὸ εἰκών ὂν διὰ τοῦ ι γράφεται. τὸ |
| 3,2 499 | δὲ Ἰκόνιον γέγονεν ἀπὸ τῆσδε τῆς αἰτίας. φασὶ γὰρ ὅτι ἦν Ναννακός ὃς ἔζησεν ὑπὲρ τὰ τριακόσια ἔτη. τοὺς δὲ πέριξ μαντεύσασθαι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ ὁ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύσειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης γὰρ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι. διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον ἐκλήθη. ἄλλοι δέ φασι γυναῖκα κατοικεῖν τὸν τόπον παράνομον, ἣ τοὺς ἐπιξενουμένους ἐκέλευσε συγγενέσθαι αὑτῇ καὶ μετὰ τὴν συνουσίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀσέλγεια αὐτῆς ἐπιγνωσθῇ. Περσέα δὲ τὸν Δανάης ἐπὶ τοὺς τόπους ἀφικόμενον καὶ μέλλοντα ταὐτὰ πάσχειν δείξαντα τὸ τῆς Γοργοῦς πρόσωπον ἀπολιθῶσαι αὐτήν. τὴν δὲ εἰκόνα ἐπὶ πολὺν χρόνον διαμεῖναι λιθίνην, ἀφ’ ἧς αἰτίας καὶ τοὺς κατοικοῦντας τὴν πόλιν οὕτως ὠνόμασαν. καὶ ἔδει διὰ διφθόγγου, διὰ δὲ τοῦ ι γράφεται, ἐπειδὴ εὑρέθη ἡ ἀρχομένη συστελλομένη παρὰ Μενάνδρῳ. εἴλαθ ι : οἱ Αἰολεῖς γὰρ ἔλλαθι λέγουσιν. εἰλαπίνη ἡ εὐωχία διὰ τῆς ει διφθόγγου τὸ πρῶτον, ἐλαπίναν γάρ φασιν οἱ Αἰολεῖς. εἶλαρ τὸ φύλαγμα διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἴλω ἐστὶν τὸ συγκλείω. Εἰλείθυι α : διὰ τῆς ει διφθόγγου καὶ ἡ πρώτη καὶ ἡ δευτέρα συλλαβή. παρὰ γὰρ τὸ ἐλεύθω τὸ παραγίνομαι γέγονεν Ἐλεύθυια καὶ Εἰλεύθυια καὶ τροπῇ τοῦ υ εἰς ι Εἰλείθυια. εἰλεός ἡ μαγειρικὴ τράπεζα· ἔστι γὰρ ἐλεός. Ὅμηρος Ἰλιάδος Ι (215) «καὶ εἰν ἐλεοῖσιν ἔχευαν» καὶ πλεονασμῷ τοῦ ι εἰλεός. εἰλεός ὁ καὶ εἰλυός ἡ κατάδυσις τοῦ θηρίου διὰ τῆς ει διφθόγγου. εἵλη ἡ θερμασία διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἕλη γέγονε κατὰ πλεονασμὸν τοῦ ι . εἴλη συστροφή πλῆθος. εἰλιγγιᾶν καὶ ἰλιγγιᾶν. εἰλικρινής ὁ καθαρὸς διὰ τῆς ει διφθόγγου κατὰ τὴν ἄρχουσαν. |
| 3,2 500 | παρὰ γὰρ τὸ κρίνω καὶ τὸ ἕλη τὸ σημαῖνον τὴν θερμασίαν γέγονεν εἰλικρινής οἱονεὶ ὁ ἐν τῇ ἕλῃ κεκριμένος κατὰ πλεονασμὸν τοῦ ι . τὸ δὲ λι γέγονεν οὕτως. εἰλοκρινής ἦν καὶ τροπῇ τοῦ ο εἰς ι εἰλικρινής. τὸ κρι ἐκ τοῦ κρίνω. εἰλίπου ς. εἰλίσσω τὸ ει δίφθογγος, τὸ λι ι , ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο σς εὑρίσκεται ἡ ει δίφθογγος κτλ. εἰλιτενής ἄγρωστις Θεόκριτος ἡ ἐν τοῖς ἕλεσι γενομένη. ῥιζοβόλος γὰρ ἡ ἐπὶ πολὺ διϊκνουμένη. πλεονασμῷ τοῦ ι . εἴλλω εἴργω κωλύω. εἴλυμ α : ἐκ τοῦ εἰλῶ εἰλύω εἰλύσσω γίνεται εἴλυμα τὸ σκέπασμα καὶ εἰλύεται τὸ καλύπτεται. εἰλύς παρὰ τὸ εἰλύω· τὸ πηλῶδες τοῦ ποταμοῦ. εἰλυσπᾶσθαι ι γραπτέον. εἰλύσσεται εἰλεῖται. εἰλύσω ἐν ἰλύϊ κρύψω. εἰλυφάζ ω : παρὰ τὸ εἴλω εἰλύφω εἰλυφάζω. Ὅμηρος (Υ 492) «ἄνεμος φλόγα εἰλυφάζων» ἀντὶ τοῦ εἰλῶν καὶ ἀναστρέφων. σημαίνει δὲ καὶ φῶς παρέχω ὡς τὸ «τῆλε δ’ ἀπ’ αἰθομένων δαΐδων σέλας εἰλύφαζεν» Ἡσίοδος (Scut. 275). εἰλύω περιβάλλω. εἰλ ῶ : διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ ἑλίσσω καὶ ἐλλεδανός ὁ δεσμός. Εἵλωτε ς : παρὰ γὰρ τὸ Ἕλως Ἕλωτος γέγονεν Ἕλωτες καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἵλωτες. Εἵλωτες δ’ εἰσὶν οἱ κατοικοῦντες τὴν Μεσσηνιακήν· λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Εἱλεῖται. εἷμα τὸ ἱμάτιον διὰ τῆς ει διφθόγγου· ἔμμα γάρ φασιν οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ι καὶ διπλασιάζοντες τὸ σύμφωνον ὥσπερ κείρω κέρρω, φθείρω φθέρρω. τὸ δὲ ἱμάτιον καὶ τὰ παρ’ αὐτὸ πάντα διὰ τοῦ ι γράφεται οἷον ἱματίζω, ἱματισμός, ἱματιοφόρος καὶ ἱματιοπώλης. ὅτι δὲ γράφεται τὸ ἱμάτιον διὰ τοῦ ι , δῆλον ἐκ τοῦ γενέσθαι αὐτὸ κατὰ συναίρεσιν τοῦ ο καὶ ι εἰς τὴν οι δίφθογγον· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, θοὐμάτιον ἤμελλεν εἶναι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον. εἱμένος τὸ ἐνδεδυμένος διὰ τῆς ει διφθόγγου γράφεται. οἱ γὰρ Αἰολεῖς ἐμμένοι καὶ ἀμφιεμμένοι φασὶν ὥσπερ κείρω κέρρω, φθείρω φθέρρω. εἰμί τὸ ὑπάρχω· δίφθογγος τὸ πρῶτον, τὸ δεύτερον ι . οἱ γὰρ |
| 3,2 501 | Αἰολεῖς ἐμμί λέγουσι ὥσπερ κείρω κέρρω, γέγονε δὲ εἰμί οὕτως· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· τοῦτο τρέπον τὸ ω εἰς μι γίνεται ἐμί. καὶ ἐπειδὴ τὰ εἰς μι φύσει μακρᾷ παραλήγεται, καὶ τοῦτο ἀναγκάζεται φύσει μακρᾷ παραλήγεσθαι ἢ τρέπον τὸ ε εἰς η ἢ προσλαμβάνον τὸ ι . τὸ γὰρ ε ἐν τοῖς ῥήμασι διχῶς μεγεθύνεται ἢ διὰ προσθήκης τοῦ ι οἷον ἔχω εἶχον, ἕλκω εἷλκον ἢ διὰ τὸ τρέπεσθαι εἰς η οἷον ἐλαύνω ἤλαυνον, ἐλέγχω ἤλεγχον. καὶ ὤφειλε μᾶλλον τρέψαι τὸ ε εἰς η ἤπερ προσλαβέσθαι τὸ ι · τὰ γὰρ εἰς μι οὐ θέλει διφθόγγῳ παραλήγεσθαι οἷον τίθημι δίδωμι χωρὶς τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι. ἀλλ’ εἰ ἔτρεψεν τὸ ε εἰς η , οὐκ ἤμελλε φυλάττειν λείψανόν τι τοῦ πρωτοτύπου οἷον λέγω λόγος, νέμω νόμος, διδῶ δίδωμι, τιθῶ τίθημι, ἄρδω ἀρδεύω· τούτου χάριν προσέλαβε τὸ ι καὶ γέγονεν εἰμί διὰ τῆς ει διφθόγγου, ἵνα φυλάξῃ τι τῆς φωνῆς τοῦ πρωτοτύπου. διατί δὲ πάλιν οὐκ ἔτρεψε τὸ ε εἰς η ; ἵνα μὴ συνεμπέσῃ τὸ ἠμί τὸ σημαῖνον τὸ λέγω τὸ γενόμενον ἀπὸ τοῦ φημί. εἶμι τὸ πορεύομαι διὰ τῆς ει διφθόγγου τὸ πρῶτον. ἀπὸ γὰρ τοῦ εἴω γέγονε τροπῇ τοῦ ω εἰς μι . εἶνα ι : ει . ἀπὸ γὰρ τοῦ εἰμί γίνεται τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἐμέν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν, καὶ λοιπὸν ἀπὸ τοῦ ἐμέν γίνεται ἔναι τὸ ἀπαρέμφατον καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶναι. εἰνάτη ρ : ἡ νύμφη διὰ τῆς ει διφθόγγου. παρὰ τὸ εὐνή γέγονεν εὐνάτηρ καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι εἰνάτηρ. εἴνατο ς : ἐκ τοῦ ἔννατος κατὰ μεταβολὴν τοῦ ν εἰς ι . καὶ ἡ μὲν τῶν Ἀργείων διάλεκτος μεταβάλλει τὸ ι εἰς ν . καὶ γὰρ τὸ σπείδω σπένδω λέγουσι καὶ τὸ αἰεί αἰέν. ἡ δὲ τῶν Σικελῶν τὸ ἀνάπαλιν τὸ ν εἰς ι μεταβάλλει, τὸ γὰρ ἐννάνυχον εἰνάνυχον καὶ τὸ ἔνδον ἔνδοι. Εἴνατος πόλις Κρήτης, ὡς Ξενίων φησί. εἵνεκ α : ἕνεκα πλεονασμῷ τοῦ ι εἵνεκα. εἰνοσίφυλλο ν : διὰ τῆς ει διφθόγγου. σημαίνει δὲ τὸν κινοῦντα τὰ φύλλα. παρὰ γὰρ τὴν ἔνοσιν, ὃ σημαίνει τὴν κίνησιν, καὶ τὸ φύλλον γέγονεν ἐνοσίφυλλον καὶ πλεονασμῷ τοῦ ι εἰνοσίφυλλον διὰ τῆς ει διφθόγγου. εἷο δίφθογγος ἡ ἀντωνυμία. ἕο γὰρ ἦν. εἶπος παγίς. |
| 3,2 502 | εἴπα ς : τὸ θέμα ἔπω τὸ λέγω, ὁ πρῶτος ἀόριστος εἶπα. ἡ μετοχὴ ὤφειλεν εἶναι ἔπας καὶ ἐπών. ἀλλὰ μὴν ὁ εἴπας καὶ ὁ εἰπών ἐφύλαξε τὴν παραλήγουσαν τοῦ εἶπα τὴν ει δίφθογγον. εἴπεσκε τὴν τῆς μετοχῆς ἀρχὴν ἐφύλαξε τῆς εἰπών εἰπόντος, οὐ μὴν τοῦ ἐνεστῶτος· ἔπω γάρ ἐστιν ὁ ἐνεστώς. Εἰραφιώτη ς : διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ ἐρράφθαι γέγονεν ἐρραφιώτης καὶ εἰραφιώτης προσελθόντος τοῦ ι καὶ ἀποβληθέντος τοῦ ρ . Εἰραφιώτης γὲ λέγεται ὁ Διόνυσος διὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διός. ἢ παρὰ τὸ ἔριφος γέγονεν ἐραφιώτης καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἰραφιώτης. καὶ γὰρ ὑπὸ ἐρίφων φασὶν ἀνατραφῆναι τὸν Διόνυσον. καὶ λέγεται Ἐρίφιος παρὰ Λάκωσιν. εἰρά ἡ ἐκκλησία εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω διὰ διφθόγγου, εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι, διὰ τοῦ ἰῶτα. εἴργ ω : δίφθογγος. ἀπὸ γὰρ τοῦ ἐέργω γίνεται κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον. καὶ ἄλλως, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἔργαθεν· ἢ διὰ τὸ ἀντιπαρακεῖσθαι τὸ ο οἷον ὀργή. ἡ δὲ ὀργή εἴργει τινὰ τοῦ καλῶς βουλεύεσθαι (pro βούλεσθαι scripsi). τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ι ἐγκείμενον, κτείνω κτόνος, εἴρω ὅρμος, οὕτω καὶ εἴργω ὀργή. εἴρερος δούλεια: ει . εἰρεσία ἡ κωπηλασία διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ ἐρέτης γέγονεν ἐρεσία καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰρεσία. εἰρεσιών η : ει . εἴρην ὄνομα ἡλικίας παρὰ τὸ εἴρειν καὶ λέγειν. ὁ ἤδη λέγων καὶ δημηγορῶν. εἰρήνη δίφθογγος κατὰ τὴν ἄρχουσαν. ὥσπερ γὰρ ἀπὸ τοῦ λάμπω λαμπήνη, οὕτω καὶ ἀπὸ τοῦ εἴρω τοῦ σημαίνοντος τὸ λέγω γίνεται εἰρήνη, ὅπερ διὰ διφθόγγου γράφεται. εἴρι α : δίφθογγος· ἀπὸ γὰρ τοῦ ἐρίου γέγονεν εἴρια κατὰ πλεονασμόν. εἱρκτ ή : ἡ φυλακή διὰ τῆς ει διφθόγγου. τοῦ γὰρ εἵργω τὴν δίφθογγον ἐφύλαξεν. εἱρμό ς : διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ εἵρω τὸ συμπλέκω. εἰροπόκο ς : διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ ἔριον καὶ τὸ πέκω τὸ ξαίνω γέγονεν ἐροπόκος καὶ πλεονασμῷ τοῦ ι εἰροπόκος. |
| 3,2 503 | εἴρυσθαι τὸ φυλάξαι· ἔστι ἐρύω ἐρύσω εἴρυκα εἴρυμαι εἴρυται καὶ τὸ ἀπαρέμφατον εἰρύσθαι ὡς λελύσθαι. ἀπὸ δὲ τοῦ ἔρυμι τὸ παθητικὸν ἔρυμαι καὶ τὸ ἀπαρέμφατον ἔρυσθαι προπαροξυτόνως καὶ πλεονασμῷ τοῦ ι ὡς ζεύγνυμι ζεύγνυσθαι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ εἱλκύσθαι. εἰ μὲν ἀπὸ τοῦ ἑλκύω εἱλκύσθαι, εἰ δὲ ἀπὸ τοῦ ἕλκυμι εἵλκυσθαι. εἰρύατα ι : εἰρύω εἴρυμι, τὸ παθητικὸν εἴρυμαι, τὸ γʹ εἴρυνται καὶ Ἰωνικῶς εἰρύαται. εἰρύσασθαι τὸ φυλάξαι· μέσος ἀόριστος αʹ παθητικὸς ἀπὸ τοῦ θέματος τοῦ ἐρύω ἐρύσασθαι καὶ Ἰωνικῷ πλεονασμῷ. εἴρω τὸ συμπλέκω διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ ἕρμα τὸ κώλυμα. καὶ πάλιν ὅτι ἀντιπαράκειται αὐτῷ τὸ ὅρμος ὁ περιτράχηλος κόσμος καὶ ὁ λιμὴν παρὰ τὸ εἴρειν καὶ συμπλέκειν τὰς ναῦς. καὶ ἄλλως, ὅτι οἱ Αἰολεῖς ὀρράτω λέγουσιν. ἔστι δὲ ἐρῶ εἶρα ἔρρον τὸ προστακτικόν. ἔθος γὰρ ἔχουσι τὸ ε τρέπειν οἷον ὄνειρος ὄνοιρος. εἴρω τὸ λέγω διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ ἐρῶ μέλλοντι, καὶ πάλιν ὅτι τὰ διὰ τοῦ ειρω βαρύτονα ἀποστρέφεται τὴν διὰ τοῦ ι μόνου γραφήν. εἴρων δίφθογγος. παρὰ γὰρ τὸ εἴρω τὸ λέγω γέγονεν οἱονεὶ ὁ διὰ λόγων παραλογιζόμενος· τὸ δὲ εἴρω δέδεικται διὰ τῆς ει διφθόγγου γραφόμενον. εἰρωνεί α : διὰ τῆς ει διφθόγγου καὶ κατὰ τὴν ἄρχουσαν καὶ κατὰ τὴν παραλήγουσαν ἡ μὲν ἄρχουσα, ὅτι παρὰ τὸ εἴρων εἴρωνος γέγονεν, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ὡς δέδεικται, κατὰ δὲ τὴν παραλήγουσαν, ὅτι παρὰ τὸ εἰρωνεύω ἐστὶν εἰρωνεία ὡς μοιχεύω μοιχεία. εἷς διὰ τῆς ει διφθόγγου τὸ ὄνομα. τὰ γὰρ εἰς εις ἔχοντα οὐδέτερον εἰς εν διὰ τῆς ει διφθόγγου γράφεται οἷον χαρίεις χαρίεν, ἀστερόεις ἀστερόεν, οὕτως οὖν καὶ εἷς ἕν. εἵς ἡ μετοχὴ δίφθογγος διὰ τὸ τὴν γενικὴν ἐκφέρεσθαι διὰ τοῦ εντος . εἴς τὸ ὑπάρχεις. διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ εἰμί γέγονε τροπῇ τοῦ μ εἰς ς . εἰσάμενο ς : διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ εἰδῶ ῥήματος τοῦ σημαίνοντος τὸ ὁμοιῶ γέγονεν εἴσω εἶσα εἰσάμην καὶ εἰσάμενος ἡ μετοχή. εἰσῇμε ν : ἀντὶ τοῦ εἰσήειμεν: σὺν τῷ ι Καλλίας Πεδήταις. καὶ εἰσῇσαν ἀντὶ τοῦ εἰσῄεσαν σὺν τῷ ι , Ἀγάθων Ἀερόπῃ. καὶ εἰσῇα ἀντὶ τοῦ εἰσῄειν. εἰσί διὰ τῆς ει διφθόγγου τὸ πρῶτον. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔασι. |
| 3,2 504 | ἐΐσκω κατὰ διαίρεσιν «ἐΐσκω πηγεσιμάλλῳ» (Il. Γ 197), τὸ δὲ «ἴσκοντες» (Λ 799) διὰ τοῦ ι γραπτέον. οὐδέποτε γὰρ τὰ εἰς σκω ῥήματα κοινὰ ὄντα διφθόγγῳ τῇ διὰ τοῦ ι παραλήγεται. εἴσ ω : διὰ τῆς ει διφθόγγου. ὥσπερ γὰρ ἀπὸ τῆς ἐξ γίνεται ἔξω καὶ ἀπὸ τῆς πρό πρόσω, οὕτω καὶ ἀπὸ τῆς εἰς εἴσω. εἶτ α : διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ δή γίνεται δῆτα, οὕτω καὶ ἀπὸ τοῦ εἰ γίνεται εἶτα. εἴωθ α : διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔθος καὶ ἐν τῷ ἔωθα· οἱ γὰρ Αἰολεῖς τὸ εἴωθα ἔωθα λέγουσιν. γέγονε δὲ τὸ εἴωθα τούτῳ τῷ τρόπῳ· ἔστι ῥῆμα ἔθω ὃ σημαίνει τὸ ἐξ ἔθους τι διαπράττομαι, ἐξ οὗ καὶ ἔθνος. τούτου ὁ μέσος παρακείμενος εἶθα καὶ πλεονασμῷ τοῦ ω εἴωθα καὶ εἴωθε. εἰῶσι ν : ἔστιν ἐῶ τὸ συγχωρῶ βʹ συζυγίας τῶν περισπωμένων. τὸ πληθυντικὸν ἐάομεν ἐῶμεν, τὸ γʹ ἐάουσιν ἐῶσι καὶ πλεονασμῷ τοῦ ι «καὶ οὐκ εἰῶσιν ἐκπέρσαι» (Il. Υ 139 καὶ οὐκ εἰῶσι μάχεσθαι). πλεονάζει γὰρ τὸ ι ὥσπερ καὶ ἐκ τοῦ ἕωλον γίνεται εἵωλον. Ἑκαλή δῆμος τῆς Λεοντίδος φυλῆς. ὁ δημότης Ἑκάλιος. καὶ Ἑκάλειος Ζεύς. ἐκαρβάνιζε ν : ἐβαρβάριζεν. καρβάν γὰρ ὁ βάρβαρος. Ἑκατόννησοι αἱ περὶ Λέσβον: δύο νν . Ἐκβάτανα cf. Ἀγβάτανα. ἕκδραχμο ν : ἑξάδραχμον. ἐκεῖ ἀπὸ τοῦ ἐκεῖθι, τοῦτο δὲ ἀπὸ τοῦ ἐκείνοθι παρὰ τὸ ἐκεῖνος. ἐκεῖθε ν : οὐδὲν τῶν εἰς θεν τῇ ει διφθόγγῳ παραλήγεται πλὴν τοῦ ἐκεῖθεν, ὅπερ ἐκ τοῦ ἐκείνοθεν γίνεται κατὰ συγκοπὴν καὶ τὸ ἐκεῖσε ἀπὸ τοῦ ἐκείνοσε. ἐκεῖνο ς : ει δίφθογγος. καὶ γὰρ οἱ Δωριεῖς κῆνος καὶ τῆνος διὰ τοῦ η ποιοῦσι τὴν γραφήν. ἔθος γὰρ ἔχουσι τὴν ει δίφθογγον τρέπειν οἷον πλείων πλήων, μείων μήων. αἱ δὲ πρωτότυποι ἀντωνυμίαι αἱ μονοπρόσωποι ἀπὸ φωνήεντος θέλουσιν ἄρχεσθαι οἷον αὐτός οὗτος, οὕτως οὖν καὶ τὸ ἐκεῖνος προσέλαβε τὸ ε διὰ τὸν κανόνα τοῦτον. ἐκεινοσ ί : διὰ τοῦ ι τὸ σι . κατ’ ἐπέκτασιν γάρ ἐστιν. αἱ δὲ ἐπεκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι . τὸ οὖν οἱονεί καὶ ὡσπερεί γραφόμενα διὰ τῆς ει διφθόγγου οὐκ ἔστι κατ’ ἐπέκτασιν, ἀλλὰ διάφορα μέρη λόγου εἰσίν. τὸ γὰρ οἱονεί δύο μέρη λόγου ἐστὶν τὸ οἷον ὄνομα καὶ τὸ εἰ σύνδεσμος συναπτικός. τὸ δὲ |
| 3,2 505 | ὡσπερεί τρία μέρη λόγου ἐστίν. ἔστι γὰρ ὡς ἐπίρρημα καὶ τὸ πέρ σύνδεσμος παραπληρωματικὸς καὶ τὸ εἰ σύνδεσμος συναπτικός. ἑκκαίδεκ α : ὁ ἀριθμὸς ὁ σύνθετος κ καὶ οὐ ξ . ἐτράπη γὰρ [ὡς καὶ adieci] ἡ πρόθεσις διὰ τὸ ἐπαγόμενον σύμφωνον. ἐκολῴ α : ἐθορύβει. σὺν τῷ ι . γίνεται γὰρ παρὰ τὸ κλῶ τὸ κράζω κλοιός καὶ κλῳός καὶ πλεονασμῷ τοῦ ο κολῳός καὶ κατὰ παραγωγὴν κωλῳῶ. ἐκ Ῥώμη ς : ἡ ἐξ πρόθεσις, ὅταν αὐτῇ σύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰς κ κτλ. Ἑκτόρειο ς : διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι «Ἑκτόρεον δὲ χιτῶνα» (Β 416). Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική. ἔστι καὶ ἑτέρα Ἰταλίας διὰ τοῦ ε ψιλοῦ, Ἐλέα, ἐξ ἧς Ἐλεᾶται, τῆς δὲ προτέρας Ἐλαῖται. Ἐλάρα «Ἐλάρας γενεά» οὕτω παρὰ Σιμωνίδῃ. Ἀλέρα δὲ παρὰ Πινδάρῳ (fr. 279 Bergk) κτλ. ἐλάραι τὰ ἐν τῷ αὐλῷ τῶν δοράτων ἁρμοζόμενα. λέγεται καὶ ἀλάρα. Ἐλάτεια πόλις μεγίστη Φωκίδος. ἔστι καὶ Θετταλίας. ἔστι καὶ Θεσπρωτίας, ἣν καὶ Ἐλατρίαν φασὶ διὰ τοῦ ρ . ἐλεγεῖο ν : ει . ἐλεγχείη τὸ ὄνειδος. τὸ χει δίφθογγος, διότι ἀνεφάνη τὸ ε ἐν τῷ ἔλεγχος ἐλέγχεα. ἐλεινό ς : διὰ τῆς ει διφθόγγου. ὥσπερ γὰρ ἀπὸ τοῦ δέος δεεινός καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον δεινός, οὕτω καὶ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινός καὶ κράσει ἐλεινός. ἐλειός εἶδος ἱέρακος. ἐλειός ὁ σκίουρος. Ἑλένεια ἑορτὴ ἀγομένη ὑπὸ Λακώνων. ἑλένιον βοτάνη τις. Ἐλευσίς ὄνομα πόλεως. διὰ τοῦ ι γράφεται ὡς δικατάληκτον. Ἐλιμί α : Ἀλέξανδρος ἐν Εὐρώπῃ Ἐλίμειόν φησι διὰ μακροῦ τὴν μει συλλαβήν, τὴν δὲ λι διὰ βραχέος τοῦ ι . ἐλινύω τὸ ἡσυχάζω διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τὸν εἰρημένον ἐν τῇ περὶ τοῦ Βιθυνία διδαχῇ (pro διφθόγγῳ scripsi). ἐλινός ἡ ἄμπελος. Ἐλιπεύ ς : ὁ Ἐνιπεύς ποταμός. |
| 3,2 506 | Ἑλλάνικο ς : διὰ τοῦ ι τὸ νι . παρὰ γὰρ τὸ Ἕλλην Ἑλληνικός καὶ τροπῇ τοῦ η εἰς α . καὶ ἄλλως τὰ εἰς κος κτητικὰ διὰ τοῦ ι γράφεται. ἢ ἀπὸ τοῦ Ἕλλην Ἕλληνος καὶ τοῦ νίκη γέγονεν Ἑλλανόνικος καὶ συγκοπῇ Ἑλλάνικος. Ἑλλοί οἱ οἰκήτορες τῆς περὶ Δωδώνην χώρας Ἐλλοπίας καὶ Σελλοί. ἔλπος ἔλαιον, στέαρ, εὐθηνία. ἔλφος βούτυρον. Κύπριοι. Ἔμεια διὰ τῆς ει διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. καὶ ἄλλως· ὥσπερ ἀπὸ τοῦ ἐνεργῶ ἐνέργεια καὶ ἀνθῶ Ἄνθεια, οὕτω καὶ ἐκ τοῦ ἐμῶ Ἔμεια διὰ τῆς ει διφθόγγου. ἔστι δὲ τόπος πλησίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὑτοῦ ἐκεῖ ἤμεσεν. Ἔμισα ἡ πόλις ὡς Λάρισα καὶ Ἐμισαῖος ὡς Λαρισαῖος. ἐμίχθ η : τὸ μι κατὰ παράδοσιν. μέμιγά ἐστιν ὁ μέσος παρακείμενος. εἰ δὲ διὰ τῆς ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι. ἐὰν γὰρ εὑρεθῇ τὸ ε ἐν δισυλλάβῳ μέλλοντι ἢ μόνον ἢ μετὰ τοῦ ι , τρέπεται εἰς τὸ ο οἷον [φθείρω φθερῶ ἔφθορα] πείθω πείσω πέποιθα λείβω λείψω λέλοιβα. εἰ οὖν τὸ μίγω μίξω διὰ τῆς ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι ὁ παρακείμενος. ἀλλὰ μὴν μέμιγα ἐστίν. καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι καὶ ἐμίχθη ὁμοίως. ἐμμέμυκεν παρὰ τὸ μεμυκέναι. τινὲς δὲ ἐμνήμυκεν. ἐμὠκυμόρ ῳ : ἐμῷ ὠκυμόρῳ. καὶ ἐκθλίβεται τὸ ι τῆς ἐμῷ ἀντωνυμίας διὰ τὸ μηδέποτε γίνεσθαι κρᾶσιν τοῦ ι μέσου ὄντος· καὶ λοιπὸν κιρνᾶται τὰ δύο ωω εἰς ω καὶ γίνεται ἐμὠκυμόρῳ χωρὶς τοῦ ι . ἐνάζ ω : λιτανεύω πρὸς τοῖς ναοῖς. ἐν ἀκαρε ῖ : ἐν ῥιπῇ. Ἀκαρῆ, ἀκαρί, ἐν ἀκαρεῖ. η , ι , δίφθογγος. ἔνδει α : διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ ἐνδεής ἐνδέεια καὶ κράσει ἔνδεια ὡς εὐκλεής εὐκλέεια εὔκλεια. ἐνδεξιᾷ τοπικὸν καὶ περισπώμενον. ὅταν δὲ ᾖ προπαροξύτονον, ἄνευ τοῦ ι ἀντὶ τοῦ ἐπιδεξίως. ἔνδιος σημαίνει τὸν μεσημβρινὸν καιρόν, διὰ τοῦ ι γράφεται. ἔνδινα τὰ ἔντερα διὰ τοῦ ι γράφεται ὡς ἀνθρώπινος. ἔνδινος γάρ. |
| 3,2 507 | ἐνδόσθια τινὲς λέγουσι τὰ ἐντόσθια. ἐνεῖκαι τὸ ἐνέγκαι. ἔστι γὰρ Ἰωνικόν. παρὰ τὸ ἐνέκω ἐνέξω πλεονασμῷ τοῦ ι ἐνείκω ἤνεικα, ἐξ οὗ «ἀλλά μ’ ὑπήνεικαν» (Ε 885) καὶ τὸ ἀπαρέμφατον ἐνεῖκαι. ἐνεκολάβισε κατέπιεν. οἱ δὲ ἐνεκολήβασεν. ἔνη καὶ Αἰολικῶς ἔννη. ἔστι καὶ ὄνομα πόλεως. ἐνθαδ ί : τὸ ἐπίρρημα διὰ τοῦ ι . ὥσπερ γὰρ ἐκ τοῦ δεῦρο γίνεται δευρί κατὰ τροπὴν τοῦ ο εἰς ι , οὕτω καὶ παρὰ τὸ ἐνθάδε ἐνθαδί κατὰ τροπὴν τοῦ ε εἰς ι . ἐνθριμματί ς· οἱ μὲν πλείους διὰ τοῦ ι , ἔνιοι δὲ διὰ τοῦ υ ἤτοι ἀπὸ τοῦ θρύου ἢ ἀπὸ τοῦ θρύβεσθαι. ἐνίοτ ε : ι . ἢ γὰρ ἀπὸ τοῦ ἔστιν καὶ τοῦ ὅτε ἢ καὶ ἀπὸ τοῦ ἔνιοι. Ἐνιπεύ ς : διὰ τοῦ ι . ἔστι δὲ ὄνομα ποταμοῦ. ἀπὸ γὰρ τοῦ ἐνιπή τοῦ σημαίνοντος τὴν ἀπειλὴν γέγονεν. καὶ γὰρ ὁ ποταμὸς οὗτος ἄγριός ἐστι καὶ ἀπειλοῦντι ἔοικεν. τὸ δὲ ἐνιπή διὰ τοῦ ι , ἀπὸ γὰρ τοῦ ἐνίπτω γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς πτω ἀποστρέφεται τὴν ει δίφθογγον οἷον νίπτω, ῥίπτω, πίπτω πλὴν τοῦ φιλαλειπτῶ καὶ ἐρείπτω. ἐννέ α : δύο νν . ἔννεο ν : ἔστι ῥῆμα νέω, ὁ παρατατικὸς ἔνεον καὶ πλεονασμῷ τοῦ ν ἔννεον (Φ 11). ἔνν η : ἔστι νῶ, σημαίνει τὸ νήθω—ὁ παρατατικὸς ἔνων ἔνης ἔνη καὶ πλεονασμῷ τοῦ ν ἔννη. ἐννύχιον κρύπτεις. σκοτεινῶς καὶ δολίως. τινὲς δὲ ἐμμύχιον ἐν τῷ μυχῷ. ἐνοπαῖς ἐνωτίοις ἀπὸ τοῦ ἐν ταῖς τῶν ὤτων ὀπαῖς κεῖσθαι. Σοφοκλῆς. ἐντερόνει α : ἐντεριώνη τὸ μεσαίτατον τῆς νεώς. ἤτοι τὸ μέσον τοῦ ξύλου καρδία, οἱ δὲ μυελός. ἐνωματί α : ι . ἐνωπιδίως ἐσίδεσκεν: τινὲς ἐνωπαδίως γράφουσι τὸ εἰς αὐτοὺς τοὺς ὦπας ὁρᾶν καὶ γινώσκειν (Od. ψ 94 ubi Bekk. per α). ἐνώπιον μετώπιον: ι . τὸ δὲ προσωπεῖον διὰ τῆς ει διφθόγγου καὶ προπερισπᾶται. |
| 3,2 508 | ἐνώτι α. ἑξάκλινο ν , ἑξάπου ν. Ἀττικῶς ἕξπουν καὶ ἕξκλινον λέγεται, ὡς καὶ παρὰ Σοφοκλεῖ ἑξπηχυστί καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ ἕξπουν. ἑξείδιο ν : σημαίνει δὲ τὴν ἕξιν. διὰ τῆς ει διφθόγγου τὸ ξει . γέγονε δὲ ἀπὸ τῆς ἕξεως ἑξείδιον ὥσπερ ἀπὸ τῆς λέξεως λεξείδιον καὶ ὄφεως ὀφείδιον ἀπὸ τῆς Ἀττικῆς γενικῆς. εἰ δὲ ἀπὸ τῆς ἕξιος, ἑξίδιον διὰ τοῦ ι . ἐξίτηλο ς : ι . παρὰ τὸ ἐξιέναι τὸ ἐξελθεῖν. λέγεται δὲ κυρίως τὸ ἀπολλύμενον. ἕξμετρ α : ἑξάμετρα. ἐξουθενεῖ παρακρίνει, ἐξουθενούμενοι κατευτελιζόμενοι. ἔξ ω : χωρὶς τοῦ ι . πάντα γὰρ τὰ ἀπὸ προθέσεως ἀρχόμενα ἐπιρρήματα χωρὶς τοῦ ι γράφεται οἷον ἀνά ἄνω, κατά κάτω, εἰς εἴσω. οὕτως οὖν καὶ ἐξ ἔξω καὶ πρός πρόσω. ὁμοίως καὶ τὰ εἰς ω ἀπὸ ἐπιρρημάτων γινόμενα χωρὶς τοῦ ι γράφεται οἷον ἐγγύς ἐγγυτέρω ἐγγυτάτω, ἔξω ἐξωτέρω καὶ ἐξωτάτω, πέραν περαιτέρω καὶ περαιτάτω. ἐόλητ ο : ἐκεκίνητο καὶ ἐτετάρακτο. γράφεται καὶ διὰ τῆς αι διφθόγγου «ἡ μὲν ἄρ’ ὡς αἰόλητο νόον μελεδήμασι κούρη». Ἀπολλώνιος (III 471). Ἔορτος ἢ Ἐορδός Μακεδών, ἀπὸ ἔθνους. ἐοσσητήρ ἐπίκουρος τιμωρός. ἀντὶ τοῦ ἀοσσητήρ. ἐπαλξίτης ὁ λίθος ὁ ἐπάνω τῆς ἐπάλξεως τῷ κανόνι τοῦ Ἀσκαλωνίτης. ἢ καὶ ἀπὸ τῶν εἰς ις διὰ τοῦ ιτης γινόμενα διὰ τοῦ ι γράφεται οἷον Ναύκρατις Ναυκρατίτης, Ταμίαθις Ταμιαθίτης. ἐπε ί : διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ εἰ γέγονε καὶ τῆς ἐπί προθέσεως. ἐπείγω τὸ σπεύδω, ἐξ οὗ καὶ ἐπείκτης καὶ ἔπειξις καὶ ἐπειγωλή ἡ σπουδή, γράφεται διὰ διφθόγγου. ἐπαίτης ἀπὸ τοῦ αἰτῶ αἰτήσω αἰτητής καὶ ἐπαίτης. Ἐπειό ς : δίφθογγος. τὰ γὰρ διὰ τοῦ ειος κύρια ὀξύτονα διὰ τῆς ει διφθόγγου γράφεται. ἐπήρει α : δίφθογγος. ἐπηρεάζω γὰρ καὶ ἐπηρεασμός. ἐπί ἡ πρόθεσις ι , ἐπεί ὁ σύνδεσμος δίφθογγος. |
| 3,2 509 | Ἐπιδάμνιος τὸ ἐθνικόν· εὕρηται παρὰ Παρθενίῳ καὶ διὰ διφθόγγου. Ἐπίδαυρο ς. ἐπιείκει α : διὰ τῆς ει διφθόγγου καὶ κατὰ τὴν πρώτην καὶ κατὰ τὴν παραλήγουσαν. παρὰ τὸ εἴκω γάρ ἐστιν τὸ σημαῖνον τὸ ὑποχωρῶ. καὶ γὰρ ὁ ἐπιεικὴς εὐχερῶς ὑποχωρεῖ, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ὁμοίως καὶ ἡ παραλήγουσα τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. ἐπιτάξ, ἐπιζάξ Ἀθηναῖοι. ἐπιζυγκλεῖν ἐπισκαρδαμύττειν, ἐπιστένειν, ἐπικατακλᾶν. ἐπίσιον τὸ ἐφήβαιον· διὰ τοῦ ι τὰ δύο. ἀπὸ γὰρ τοῦ τὰ σία τὰ ξηρά. ξηρὸν γάρ ἐστιν· ἢ παρὰ τὸ εἰσιέναι ἐπείσιον (sic scribendum propter etymon, legitur ap. Lycophr. 1385), σημαίνει δὲ τὸ αἰδοῖον τοῦ ἀνδρὸς καὶ τοῦ γυναικός. γράφεται δὲ καὶ ἐπίσειον. ἐπίσωτρ α : τὰ ἐπικείμενα τοῖς τροχοῖς σιδήρια, ἐπὶ τὴν γῆν σοούμενα καὶ πλεονασμῷ τοῦ ς ἐπίσσωτρα. ἐπισχερ ώ : γράφεται χωρὶς τοῦ ι . ἐπιτήδειο ς : ει . ἀπὸ τοῦ ἐπιτηδής ἐπιτήδεος καὶ ἐξ αὐτοῦ ἐπιτήδειος. ἐπίχειρ α : τὸ χει δίφθογγος. παρὰ τὴν χεῖρα γάρ. ἐπῴχατ ο : σὺν τῷ ι ἀπὸ τοῦ οἴγω. ἐραπίδ α : ἃ ἡμεῖς ἐλαπέδα. Ἐρασῖνο ς : ἔστι δὲ ὄνομα κύριον διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινος προπερισπωμένων. γέγονε δὲ παρὰ τὸν ἐράσω μέλλοντα. ἐρατεινό ς : διὰ τῆς ει διφθόγγου. οἱ γὰρ Δωριεῖς ἐρατεννός λέγουσι ὥσπερ ποθεινός ποθεννός καὶ διὰ τὸν κανόνα τῶν εἰς νος ὀξυτόνων παρωνύμων. ἐρατεινεύει ν : στρατεύεσθαι ἢ δυσφορεῖν. Ἐρατινοί ἔθνος ὑπεράνω Ἀράβων. ἐργαλεῖο ν : ει δίφθογγος καὶ προπερισπᾶται κατὰ παράδοσιν. |
| 3,2 510 | Ἐργάνη ἡ Ἀθηνᾶ ἀπὸ τῶν ἔργων, λέγεται καὶ Ὀργάνη. ἐρεείνω διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ εινω κτλ. ἐρείδ ω : διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρηρέδαται καὶ ὑπερείδομαι ὁμοίως διὰ τῆς ει διφθόγγου. ἐρείκω τὸ σχίζω. διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω καὶ αὐτὸ γὰρ τὸ σχίζω σημαίνει. ἔρειξις ἡ κατεσχισμένη γῆ διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ γὰρ τοῦ ἐρείκω ἐρείξω ἔρειξις. de ἐρείπω ἐρέπτω ἐρίπτω ἐρείπτω cf. fr. 31. ἔρεισμ α : ει δίφθογγος, ἐπεὶ καὶ τὸ ἐρείδω· εὑρέθη γὰρ καὶ ἐρηρέδαται. ἔρισμ α : ι . ἐπὶ τῆς φιλονεικίας (sic scripsi pro φρουρᾶς). Ἐρέσιος Ἀπόλλων: ι . Ἐρέτρια πόλις. ἐρέχθων (ε 83): οὕτω διὰ τοῦ ε Ἀρίσταρχος. καί φησι στεναγμοῦ τινος καὶ ποιᾶς φωνῆς ἔμφασιν δηλοῦν καὶ ἴσως παρὰ τὸ ἐρείκω. τίθεται δὲ καὶ ἐπὶ φωνῆς ἁπλῶς ὡς τὸ «πολλοὶ μὲν βόες ἀργοὶ ἐρέχθεον ἀμφὶ σιδήρῳ» (Ψ 30), ὁ δὲ Ἀπίων ἐρίχθων λέγει διακόπτων. ἐρεχμός καὶ ἐρεγμός ὃς λέγεται καὶ ἐρεγχμός. δοκεῖ δὲ ταῦτα παρὰ τοῖς Αἰολεῦσιν ἐκφέρεσθαι διὰ τοῦ χ . διωχμὸν γὰρ λέγουσι καὶ ληχμόν ὡς Ἀντίμαχος «ληχμὸν δ’ ἐμπάζεσθαι ἀλεείνων». ἐρήρειστ ο : ἥρμοστο καὶ ἐπέπηκτο. φυλάσσει δὲ τὴν ει δίφθογγον πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήριστο, ὅπερ σημαίνει τὸ φιλονεικῶ. ἐρήριπτα ι : πέπτωκεν. ἐριδήσασθαι ἁμιλληθῆναι, φιλονεικῆσαι. ἐριθεύ ς : διὰ τοῦ ι , παρὰ γὰρ τὸ ἔριθος γέγονεν. ἔστι δὲ εἶδος ὀρνέου. ἔριθο ς : ι . σημαίνει δὲ τὸν ἐργάτην καὶ τὴν γυναῖκα τὴν ἐργαζομένην τὰ ἔρια. γέγονε δὲ τὸ ἀρσενικὸν ἀπὸ τοῦ ἔρα, ὅ ἐστιν ἡ γῆ, ἔραθος καὶ κατὰ τροπὴν τοῦ α εἰς ι ἔριθος. ἐπὶ δὲ τῆς γυναικὸς ἀπὸ τοῦ ἔριον γέγονεν ἔριθος. ὁμοίως δέ ἐστι τὸ λέκιθος (sic pro τολοβινθος scripsi), ὃ σημαίνει τὸν κρόκον τοῦ ᾠοῦ. |
| 3,2 511 | ἐρίκη εἶδος φυτοῦ. ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἀπὸ γὰρ τοῦ ἐρείκω γέγονεν. ἀλλ’ ἔστι κανὼν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ικη ἀποστρέφεται τὴν ει δίφθογγον. ἐρινεό ς : ι . σημαίνει δὲ τὴν ἀγρίαν συκῆν. ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινός καὶ πλεονασμῷ τοῦ ε ἐρινεός. ἐριστικὸν γάρ ἐστι τὸ δένδρον. ἀνέρχεται γὰρ καὶ εἰς τοῖχον καὶ εἰς ἕκαστον τόπον. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἐρινό ς : τὸ ρι διὰ τοῦ ι . ἐρίπιο ν, ἐρίπνη. ἔριφο ς : ι . Ἕρκειος Ζεύς. Ἑρμεία ς : διὰ τῆς ει διφθόγγου. ἀπὸ γὰρ τοῦ Ἑρμέας γέγονε κατὰ πλεονασμὸν τοῦ ι . ἑρμηνεί α : ει . ἑρμί ς : ι . σημαίνει δὲ τοῦ κραββάτου τὸν πόδα, ἐπειδὴ ἀγάλματα Ἑρμοῦ ὡς ἐφόρου ὕπνου καὶ ὀνείρων ἐκεῖ ἔγλυφον ἢ παρὰ τὸ ἐνείρεσθαι καὶ ἐμπλέκεσθαι ἐν τῇ κλίνῃ. καὶ διὰ τὸ δικατάληκτον διὰ τοῦ ι γράφεται οἷον ἀκτίς ἀκτίν, οὕτως ἑρμίς ἑρμίν. ἐρσήει ς : διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ ἐρσήεντος γενικῇ. Ἐρυθῖνο ι : πόλις Παφλαγονίας. λέγεται δὲ παρὰ τὸ ἔρευθος. διὰ τοῦ ι τὸ θι . τὰ γὰρ διὰ τοῦ ινος πρὸ μιᾶς τὸν τόνον ἔχοντα κτλ. ἐρυσίβ η : διὰ τοῦ ι γράφεται. ἐρυσίβη δὲ λέγεται ἡ πάχνη ἡ γενομένη ἐν τῇ δυσαερίᾳ καὶ φθείρουσα τοὺς καρπούς. Ἑρχιά δῆμος τῆς Ἀττικῆς τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητρα. ἐρῳδιό ς : τὸ ρω ω μέγα σὺν τῷ ι καὶ τὸ δι ι . ἡ παράδοσις. λέγεται καὶ ῥῳδιός παρ’ Ἱππώνακτι. ἔρ ω : εἰ μὲν χωρὶς τοῦ ι ἀποκοπή ἐστιν ἀπὸ τῆς ἔρωτος γενικῆς καὶ ἔρωτι δοτικῆς. εἰ δὲ μετὰ τοῦ ι , ὁ ἔρος τοῦ ἔρου τῷ ἔρῳ. ἔσεται δι’ ἑνὸς ς κοινῶς, ἔσσεται διὰ δύο σς ποιητικῶς. οἱ γὰρ |
| 3,2 512 | Σικελοὶ τὰ τῶν μελλόντων ῥήματα προηγουμένων βραχέων φωνηέντων διπλασιάζουσι τὸ ς , τελέσσω λέγοντες. ὁμοίως καὶ τὸ ἔσω ἔσσω. ἐκ τοῦ ἔσεται συγκοπῇ ἔσται. λέγεται καὶ ἐσσεῖται Δωρικῶς Ἰλιάδος Β (393) «οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας». ἐπὶ τοῦ μέσου μέλλοντος οἱ Δωριεῖς παρεντιθέντες τὸ ι προπερισπῶσιν οἷον ἐκ τοῦ ἔσεται καὶ πλεύσεται καὶ ῥεύσεται ἐσσεῖται, πλευσεῖται, ῥευσεῖται. ἔσευ α : ἐκ τοῦ σῶ σεύω ὁ ἀόριστος ἔσευσα καὶ ἀποβολῇ τοῦ ς ἔσευα καὶ ἔσσευα. ἐσθής τὸ ἱμάτιον καὶ ἔσθημα τὸ αὐτὸ διὰ τοῦ ε . παρὰ γὰρ τὸ ἕω τὸ σημαῖνον τὸ ἐνδύομαι. —αἴσθησις καὶ αἰσθητήριον αἰσθητός καὶ αἰσθάνομαι καὶ ὅσα ὅμοια διὰ τῆς αι διφθόγγου. ἔσσυτ ο. ἑστία καὶ ἑστιάτωρ: διὰ τοῦ ε ψιλοῦ. Ἑστίαια πόλις Εὐβοίας. Ὅμηρος (Β 537) «πολυστάφυλον θ’ Ἑστίαιαν». ἡ δὲ διὰ τοῦ ι Ἰωνικὴ γραφή ἐστιν. —ἔστι δὲ καὶ Θετταλίας Ἱστίαια. ὁ πολίτης Ἱστιαεύς. Ἔφορος δὲ τὸ ἐθνικὸν Ἑστιαῖός φησι. καὶ Ἱστιώτης ὁ τῆς Θεσσαλικῆς. τῆς δὲ Εὐβοίας ἀδιάφορος κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ ι καὶ διὰ τοῦ ε ψιλοῦ. Ἐταιεῖς διὰ διφθόγγου ὡς Διπαιεῖς. ἑταιρεῖο ς : δίφθογγος τὸ ρει . τῷ λόγῳ τῶν κτητικῶν προπερισπωμένων. ἑταιρί α : τὸ ται δίφθογγος. τὸ ρι ι . ἡ παράδοσις. εὐαδής εὐήνεμος: οἱ δὲ εὐαής. Εὐβοιεύς καὶ Εὐβοεύς χωρὶς τοῦ ι , καίτοι τὰ ἀπὸ τοῦ εἰς α παραγόμενα εἰς ευς φυλάττει τὴν παραλήγουσαν. διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεύς. ἔδει γὰρ Ἀλεξανδρειεύς, ἀλλ’ ἀπὸ τοῦ Ἀλέξανδρος ὡς Ταρσός Ταρσεύς. Εὐβοΐς τὸ θηλυκὸν καὶ Εὐβοϊκός κτητικόν. εὐδεινό ς : ει . ὡς ποθεινός. εὔελος εὐήλιος. |
| 3,2 513 | εὐερκείας ἀσφαλείας. εὐήθεια μωρία ἄνοια. Εὐηνίνη ἡ Εὐήνου: διὰ τοῦ ι τὸ νι . τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ κτλ. εὐήρεια ἡ εὐπάθεια καὶ εὐχέρεια. εὐθυεπείαι ς : ὀρθολογίαις. εὐθύκαινα ἡ σχοῖνος. διὰ τὸ εὐθέως κτείνειν. καὶ δύναται εἶναι εὐθύκταινα. Εὐκάρπεια δῆμος τῆς μικρᾶς Φρυγίας. ἔστι δὲ καὶ Εὐκαρπία φρούριον Σικελίας. εὔκλει α : ει . εὐκταῖο ς. εὐλάβει α. εὐμάρει α. Εὐνεῖδα ι : διὰ τῆς ει διφθόγγου τὸ νει . παρὰ γὰρ τὸ Εὔνεως γέγονεν. ὥσπερ γὰρ ἀπὸ τοῦ Νείλεως Νειλείδης, οὕτω καὶ ἀπὸ τοῦ Εὔνεως Εὐνείδης. εὐνεικής εὐκρινής, εὔνικος πολὺ νικῶν. Εὐνείκη ῥοδόπηχυς: ὄνομα Νηρηΐδος. οὐ παρὰ τὸ νίκη, ἀλλὰ παρὰ τὸ ἐνείκω τὸ κομίζω ὡς τὸ «μελιηδέα οἶνον ἐνείκω» (Ζ 258). Εὐνείκη οὖν ἡ τὰ καλὰ κομίζουσα ἢ ἡ ἄβαρις, ἣν οἷόν τε καλῶς ἐνεγκεῖν. εὔξεινο ς. εὐπαθεία ς : εὐθαρσίας. εὐπατέρεια ν : ἀγαθοῦ πατέρος θυγατέρα. εὐρεῖ α : διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι εὐρέα· καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται. εὐρεῖος ποταμοῦ: διὰ τῆς ει διφθόγγου. εὐρεής γὰρ καὶ εὐρεέος καὶ κράσει τῶν δύο εε εἰς τὴν ει δίφθογγον εὐρεῖος. εὐρείτη ς. Εὐριπίδη ς : διὰ τοῦ ι τὸ ρι καὶ πι . παρὰ γὰρ τὸ Εὔριπος Εὐριπίδης. καὶ πάλιν τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται χωρὶς τοῦ Κύθνος Κυθνείδης· ἔστι δὲ ὄνομα κύριον. εὔριπος διὰ τοῦ ι . παρὰ γὰρ τὸ ῥιπίζω γέγονεν Εὔριπος οἱονεὶ |
| 3,2 514 | ὁ εὐχερῶς ῥιπιζόμενος καὶ ἐπιφερόμενος ἢ παρὰ τὸ εὐρύ γέγονεν εὔρυπος καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Εὔριπος ὥσπερ ἀφροδύτη ἡ Ἀφροδίτη καὶ δύφρος δίφρος. Εὐρώπει α : διὰ τῆς ει διφθόγγου. τὰ γὰρ διὰ τοῦ εια θηλυκὰ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα διὰ τῆς ει διφθόγγου γράφεται οἷον Καλλιόπη Καλλιόπεια, Πλειστοδόκη Πλειστοδόκεια. οὕτω καὶ Εὐρώπη Εὐρώπεια. εὐφυΐ α. Ἐφέσιο ς : εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου. οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς. Ἐφιάλτης ὄνομα κύριον παρὰ τὸ ἰάλλω τὸ ἐκτείνω γέγονεν ἰάλτης καὶ ἐπιάλτης καὶ ἐφιάλτης. Ἐφωδίω ν : Ἐρατοσθένης διὰ τοῦ τ Ἐφωτίων ἀναγράφει, Μαινάλιον περιοδονίκην παγκρατιαστήν. ὁ δὲ Πολέμων διὰ τοῦ δ . ἐχθρός cf. fr. 8. Ἐχινά ς : διὰ τοῦ ι . ἀπὸ γὰρ τοῦ ἐχῖνος. ἐχῖνο ς : διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινος προπερισπωμένων. Ἐχίω ν : ἔστι δὲ ὄνομα κύριον· διὰ τοῦ ι . ἐκ γὰρ τοῦ ἔχις ἔχιος, ὅ ἐστιν εἶδος ὄφεως, γέγονεν Ἐχίων καὶ τῷ λόγῳ τοῦ Ἀμφίων διὰ τοῦ ι . ἐχυρός ὀχυρός. ἑῷο ς : διὰ τοῦ ω σὺν τῷ ι . Ζ. Ζαῖα πόλις Βοιωτίας ἀρχαιοτάτη. Ἡρωδιανός. καὶ διὰ τοῦ ε καὶ διὰ τῆς αι διφθόγγου. Ζάμολξι ς. λέγεται καὶ Ζάλμοξις καὶ Σάλμοξις. ζαχρηής μεγάλως ἐπικείμενος «ζαχρηῶν ἀνέμων» (Ε 525), τὸ δὲ ζαχρειής πάνυ χρειώδης. |
| 3,2 515 | ζει ά : δίφθογγος. ἔστι δὲ εἶδος κριθῆς ἤγουν αὐτὴ ἡ κριθή. ἔστι δὲ παρὰ τὸ ζέειν [ζεά inserui] καὶ πλεονασμῷ τοῦ ι ζειά ἤγουν ἡ τοῦ ζέειν αἴτιος ἤγουν τοῦ ζῆν. ζείδωρος ἄρουρα· διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ ζειά γέγονε ζειόδωρος καὶ κατὰ συγκοπὴν τοῦ ο ζείδωρος· ἢ παρὰ τὸ ζῆν γέγονε ζήδωρος οἱονεὶ ἡ τὰ πρὸς τὸ ζῆν δωρουμένη τοῦ η εἰς τὴν ει δίφθογγον μετατεθέντος Βοιωτικῶς. ἄμεινον δὲ οὕτως· τὰ τρίτα πρόσωπα τοῦ ῥήματος συντιθέμενα ἐκβάλλει τὸ ι ἔχω ἔχεις ἔχει ἐχέθυμος· φέρω φέρεις φέρει Φέρεκλος, μένει Μένεκλος καὶ Μενέλαος. ζέω ζέει ζεέδωρος καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον ζείδωρος. ζεῖρ α : σημαίνει τὴν ζώνην καὶ χιτῶνα καὶ χλαμύδα. διὰ τῆς ει διφθόγγου γράφεται (παρὰ τὸ δεῖν ὅ ἐστι δεσμεύειν γέγονε καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ ζειρά?). Ζέλεια πόλις Τρῳάδος· οἱ δὲ Ζέλην αὐτήν φασι· παρὰ Ποσειδίππῳ δ’ εὕρηται διὰ τοῦ ι Ζελίη· τὸ ἐθνικὸν Ζελείτης. Ἡρωδιανὸς δὲ Ζελειατῶν φησι κτλ. ζέρεθρα βάραθρα· κοῖλοι τόποι. ζευγίσιο ν : διὰ τοῦ ι γράφεται τῷ χαρακτῆρι τῶν διὰ τοῦ ισιον διὰ τοῦ ι γραφομένων οἷον χαρίσιον, Προβαλίσιον, Ἀρτεμίσιον. Ζεφύριο ν : τὸ ἐθνικὸν Ζεφυριώτης. τὸ Ζεφυρίτης ἀπὸ τοῦ Ζεφυριώτης. ζῇς ζῇ cf. περὶ ἀνεκφωνήτου fr. 7. ζήτρειο ν : τὸ τῶν δούλων κολαστήριον. διὰ τῆς ει διφθόγγου. ζίλαι ὁ οἶνος παρὰ Θρᾳξί. ζύγιο ν : ι · ὑποκοριστικὸν γὰρ τοῦ ζυγοῦ. ζωάγρι α : ἡ παράδοσις. ζωγράφο ς : οὐκ ἔχει τὸ ι προσγεγραμμένον· ἔστι γὰρ ζῷον ζῴου ζῳογράφος. καὶ ἐπειδὴ οὐδέποτε μεταξὺ τοῦ ι ὄντος ἢ τοῦ υ ἢ συμφώνου κρᾶσις γίνεται, ἀλλὰ πρῶτον ἀποβάλλει αὐτὸ καὶ οὕτω γίνεται ἡ κρᾶσις, βελτίονα βελτίω, τῷ ἐμῷ τὠμῷ, τοῦ ἀνθρώπου τἀνθρώπου |
| 3,2 516 | ὡς καὶ τὸ ἄνθρωπος τἄνθρωπος, τούτου χάριν καὶ τὸ ζῳογράφος πρῶτον ἀποβάλλει τὸ ι καὶ οὕτω ποιεῖ τὴν κρᾶσιν τοῦ ω καὶ ο εἰς ω χωρὶς τοῦ ι . ζῴδιον σὺν τῷ ι , ἐπειδὴ εὕρηται καὶ κατὰ διάστασιν. Ἄρατος «ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν» (Phaen. 343). ἢ ἐπειδή ἐστι ζῷον ζῴου, ὅπερ ἔχει προσγεγραμμένον τὸ ἰῶτα· καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῶν πρωτοτύπων ἀπὸ φωνήεντος ἄρχεται, γίνεται ζωΐδιον τοῦ ι ἀπὸ τοῦ πρωτοτύπου ὄντος. ζῷον γράφεται μετὰ τοῦ ι , ἐπειδὴ εὕρηται καὶ κατὰ διάστασιν παρὰ Σιμωνίδῃ οἷον «τόδ’ ἡμῖν ἑρπετὸν παρέπτατο ζώϊον κάκιστον» καὶ διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ωον · τὰ γὰρ διὰ τοῦ ωον οὐδέτερα μονογενῆ θέλει ἔχειν τὸ ι οἷον Πτῷον ὄνομα ὄρους, προστῷον, περίστῳον, ὑπερῷον. οὕτω καὶ ζῷον σὺν τῷ ι . ζῳό ς. ζώ ω. Η. τὸ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά περισπᾶται καὶ ἔχει τὸ ι προσγεγραμμένον, τὸ δὲ ἥ ἰσοδυναμοῦν τῷ ὡς «ἣ θέμις ἐστί» (Β 73) ὀξύνεται καὶ χωρὶς τοῦ ι γράφεται. ἠγνοίησε ν : ἠπείθησεν· ἠγνόησεν. ὡς τὸ «Ἕκτωρ δ’ οὔτι θεᾶς ἔπος ἠγνοίησεν» (Β 807). ᾖα καὶ ᾖε σὺν τῷ ι ἀντὶ τοῦ ἐπορευόμην καὶ ἐπορεύετο· εἰ μέντοι χωρὶς τοῦ ι γράφεται, γίνεται ἐκ τοῦ ἔω ὁ μέσος ἔα καὶ Ἀττικῶς ἦα καὶ σημαίνει τὸ ὑπῆρχον. ᾔδει εἴδω· ὁ μέλλων εἴσω, ὁ μέσος παρακείμενος εἶδα, ὁ ὑπερσυντέλικος εἴδειν. καὶ οἱ Ἀττικοὶ τὸ ε τῶν παρῳχημένων εἰς η τρέπουσι, τὸ ἐβουλόμην ἠβουλόμην λέγουσιν. οὕτω καὶ τὴν ει δίφθογγον ἐποίησαν εἰς η καὶ ι προσγεγραμμένον ᾔδειν. |
| 3,2 517 | ᾔδεισθ α : ἐκ τοῦ ᾔδειν ᾔδεις κατὰ ἐπέκτασιν τῆς θα συλλαβῆς γίνεται ᾔδεισθα τὸ κοινότερον διὰ τοῦ ι , τὸ δὲ Ἀττικώτερον διὰ τοῦ η , ᾔδησθα. Εὔπολις. ᾐδέσθην σὺν τῷ ι · παρὰ τὸ αἰδῶ περισπώμενον. Εὐριπίδης Ἀλόπῃ οὐ μὴν σύγ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω (fr. 110 Nauck.). ᾔειν ᾔεις ᾔε ι : ἐκ τοῦ εἶα μέσου παρακειμένου Ἀττικῇ ἐκτάσει ᾔα ᾔειν ᾔεις ᾔει καὶ πληθυντικῶς ᾖμε ν. Ἀριστοφάνης Πλούτῳ (659) «ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ» καὶ ἐν Γηρυτάδῃ « ᾖσαν εὐθὺ τοῦ Διονυσίου» ἀντὶ τοῦ ἐπορεύοντο. ἠθεῖο ς : διὰ τῆς ει διφθόγγου. παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος ὡς βαιόν ἠβαιόν. ἠλακάτ η : διὰ δὲ τοῦ ε ἠλεκάτη. Ἠλεῖος ὁ πολίτης διὰ τῆς ει διφθόγγου. ἡμεῖ ς : δίφθογγος. ἁμές γὰρ λέγουσι οἱ Δωριεῖς καὶ ἄμμες οἱ Αἰολεῖς. ἡμετέρειο ς : κτητικόν ἐστι. σημαίνει δὲ τὸν ἡμετέρου· ἐχρῆτο δὲ τῇ λέξει Ἀνακρέων «οὔτε γὰρ ἡμετέρειον οὔτε καλόν». ὑπάγεται δὲ κανόνι τοιούτῳ· τὰ γὰρ διὰ τοῦ ρειος κτλ. ἡμῖ ν : διὰ τοῦ ι . ἄμμι γὰρ λέγουσιν οἱ Αἰολεῖς βαρυτόνως καὶ συστέλλοντες τὸ ι . ἧμιν λέγουσιν οἱ Ἴωνες προπερισπωμένως καὶ ἁμῖν λέγουσιν οἱ Δωριεῖς. ἔστιν οὖν καὶ ἧμιν προπερισπώμενον διὰ τοῦ ι μακροῦ. ἡμίσεια ἀπὸ τοῦ ἥμισυς καὶ ἐκ τοῦ οὐδετέρου δῆλόν ἐστιν, ἡμίσεα γὰρ ὡς καὶ θήλεα. τὸ ἦν ἐγ ώ, ὃ σημαίνει τὸ ὑπῆρχεν, γέγονεν οὕτως· ἔστιν εἰμί τὸ ὑπάρχω. τούτου ὁ παρατατικὸς εἶν διὰ τῆς ει διφθόγγου τροπῇ τοῦ μ εἰς ν καὶ λοιπὸν Ἀττικῶς ἐκτείνεται, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰς ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοᾶν γελᾶν περᾶν. » ᾔομεν ὡς ἐκέλευες» (Od. κ 251) ἀπὸ τοῦ εἴω τὸ πορεύομαι τροπῇ τοῦ ε εἰς η καὶ ἔχει τὸ ι προσγεγραμμένον. ἤπειρος ἡ γῆ. γράφεται δὲ τὸ μὲν η ἐκ τοῦ α στερητικοῦ, ἄπερος γὰρ λέγεται κατὰ ἐτυμολογίαν. τὸ δὲ πει δίφθογγος, ὅτι ἔχει ἀπὸ πρωτοτύπου φωνῆς τὸ ε . πέρας γὰρ οὐκ ἔχει, ἄπερός τις οὖσα καὶ ἤπειρος. ἠπίαλος καὶ ἠπιάλης καὶ ἠπιόλης· σημαίνει τὸν ῥιγοπύρετον καὶ δαίμονα τοῖς κοιμωμένοις ἐρχόμενον. Ὅμηρος καὶ οἱ πλείους ἠπιό‐ |
| 3,2 518 | λης λέγουσι διὰ τοῦ η , πλὴν διαφόρως ἐχρήσαντο τῇ λέξει. ὁ δὲ Ἀλκαῖος ἐπίαλον αὐτὸν ἔφη. Ἀπολλώνιος δέ φησι τὸν ἐπιάλτην ἠπιάλην καλεῖσθαι καὶ τροπῇ τοῦ α εἰς ο ἠπιόλην. Ἥραια ἄκρα οὕτω λεγομένη καταντικρὺ Καλχηδόνος, ταύτην δ’ ἐν τῇ συνηθείᾳ Ἠερίαν φασί τινες, κακῶς· ἄλλοι δὲ Ἤριον μυθοποιοῦντες ὡς ἐκεῖσε ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. πειστέον μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ βʹ βιβλίῳ ἔστι δέ τις προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη Ἥραια κτλ. καὶ ἄλλοι οὕτως. τὸ ἐθνικὸν Ἡραιεύς. λέγεται καὶ χωρὶς τοῦ ι ὡς Νικαεύς. Ἡρακλεί η : δίφθογγος κατὰ τὴν παραλήγουσαν· ἀπὸ γὰρ τοῦ Ἡρακλῆς γίνεται Ἡράκλειος κτητικὸν διὰ τῆς ει διφθόγγου καὶ λοιπὸν τὸ θηλυκὸν Ἡρακλεία διὰ τῆς ει διφθόγγου οἷον Ἡρακλεία χείρ καὶ ἐκ τούτου γίνεται Ἡρακλείη κατὰ μετάθεσιν τοῦ α εἰς η . Ἡρακλειώτη ς : τὸ κλει δίφθογγος. Ἡράκλεια γάρ. οὕτως ἡ παράδοσις. ᾑρήκαμε ν : διὰ τοῦ ῃ γράφεται, τὸ δὲ εἰρήκαμεν διὰ τῆς ει διφθόγγου. Ἠρικεπαῖος ὁ Διόνυσος. ἠρόμη ν, εἰ μὲν ἔχει τὸ ι , σημαίνει τὸ ἐκουφιζόμην καὶ ἔστιν ἀπὸ τοῦ αἴρομαι ᾐρόμην ὡς αἰσχύνομαι ᾐσχυνόμην. εἰ δὲ σημαίνει τὸ ἠρώτων, οὐκ ἔχει τὸ ι καὶ ἔστιν ἀπὸ τοῦ ἔρω τὸ ἐρωτῶ ἔρομαι ἠρόμην. ἥρῳ σὺν τῷ ι ἀπὸ κλίσεως. ἡρωίν η : τὸ ινη διὰ τοῦ ι . τὰ γὰρ διὰ τοῦ ινη κτλ. ἡρῷο ν. Ἡρῴδης ἔχει τὸ ι προσγεγραμμένον. ἔστι γὰρ ἥρως ἥρωος ἥρωϊ· καὶ γίνεται Ἡρωΐδης καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ῳ δίφθογγον Ἡρῴδης καὶ ἄλλως· τὰ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ θέλει ἔχειν πρὸ τοῦ δ ἢ τὸ ι ἢ τὸ α οἷον Πηλείδης, Πυλάδης, Μινῴδης. Ἡρῳδιανό ς : ἀπὸ τοῦ Ἡρῴδης γίνεται Ἡρῴδιος καὶ Ἡρῳδιανός ὡς ἀπὸ τοῦ εὐτυχής Εὐτύχιος Εὐτυχιανός. ἡρῷσσα προπερισπωμένως σὺν τῷ ι ἐκ συναλοιφῆς τοῦ ἡρώϊσσα. ἦς ὅτε μέν ἐστιν ὁριστικόν, οὐ προσγράφεται τὸ ι , ὅτε δὲ ὑποτακτικόν, ἔχει καὶ τὸ ι ἐὰν ὦ ἐὰν ᾖς, ἐὰν ᾖ καὶ κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς γίνεται ᾖσι. |
| 3,2 519 | ἦσθα ἐκ τοῦ ἦς ἐπεκτάσει γίνεται· καὶ εἴ ἐστιν ὁριστικόν, τὸ ι οὐ προσγράφουσιν οἷον «χθὲς ἦσθα θεατρικός», εἰ δέ ἐστιν ὑποτακτικόν, μετὰ τοῦ ι γράφεται· ὅτε δὲ πάλιν λαμβάνεται ἀντὶ τοῦ ᾔδεισθα, κατὰ συγκοπὴν γίνεται ᾖσθα μετὰ τοῦ ι . ἡσσήθη ἡττήθη, ἧσσον ἧττον. ᾖσμεν ἀντὶ τοῦ ᾔδειμεν Εὐριπίδης Ἑκάβῃ (1111) «εἰ δὲ μὴ Φρυγῶν—πύργους πεσόντας ᾖσμεν», ᾖστε ἀντὶ τοῦ ᾔδειτε Σοφοκλῆς Κόλχοις «ὑμεῖς μὲν οὐκ ἄρ’ ᾖστε τὸν Προμηθέα» καὶ ἦσαν ἀντὶ τοῦ ᾔδεσαν Εὐριπίδης Ῥήσῳ (855) «οὐδ’ ἀφιγμένον—τὸ πάμπαν ᾖσαν». σὺν τὸ ι . Ἦτις ὄνομα πόλεως διὰ τοῦ ι τὸ τις . Ἠτεῖος ὁ πολίτης. ᾗχι τοπικὸν ἐπίρρημα κατ’ ἐπέκτασιν τῆς χι συλλαβῆς ἐκ τοῦ ᾗ δασυνομένου καὶ περισπωμένου. ἔχει δὲ καὶ τὸ ι προσγεγραμμένον. ἠών σὺν τῷ ι . ἠῷος σὺν τῷ ι . Θ. θᾶκος ὁ καὶ θῶκος καλούμενος ἡ καθέδρα. θάλεια ἐπιθετικῶς διὰ τῆς ει διφθόγγου «τίθεντο δὲ δαῖτα θάλειαν» (Η 475), «δαιτὶ συνήορός ἐστι θαλείῃ» (Od. θ 99). ἐπὶ δὲ τῆς εὐωχίας αὐτῆς διὰ τοῦ ι «θαλίῃ ἐνὶ πολλῇ» (Ι 143 et 285). Θάλεια δὲ ἡ μοῦσα διὰ τῆς ει διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυνομένων καὶ ἄλλως ὡς παρὰ τὸ ἐνεργῶ ἐνέργεια, οὕτω καὶ παρὰ τὸ θαλῶ Θάλεια καὶ θέρω θέρεια. θαρριά τρασιά. θάρρος θάρσος θράσος. Θαῦμος ἢ Θαῦλος. Ἄρης Μακεδόνιος. θειάζ ω : ει . θειλόπεδο ν : σημαίνει δὲ τὸν τόπον ἔνθα ξηραίνονται αἱ σταφυλαί· διὰ τῆς ει διφθόγγου τὸ θει . παρὰ γὰρ τὸ ἕλη τὸ σημαῖνον τὴν θερμασίαν γέγονεν εἵλη διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι . καὶ πάλιν ἀπὸ τοῦ εἵλη καὶ τὸ πέδον τὸ σημαῖνον τὸ χαμηλὸν γέγονεν εἰλόπεδον καὶ πλεονασμῷ τοῦ θ θειλόπεδον. |
| 3,2 520 | θείνω τὸ τύπτω διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ μέλλοντι, θενῶ γάρ. θεῖνα ι : ει δίφθογγος. ἀνεφάνη γὰρ ἐν τῷ ἔθεμεν τὸ ε . θεῖο ς : παρὰ τὸ θεός θέϊος καὶ κατὰ συναίρεσιν θεῖος. Θελγῖνες οἱ Τελχῖνες. θεμέλιο ν : ι · παρὰ τὸ θήσομαι θεμέλιον ὡς κείσομαι κειμήλιον. Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος καὶ ἡ χώρα. οἱ οἰκοῦντες Θεμισκύριοι. λέγεται καὶ Θεμισκύρειοι (Apoll. Rhod. II 995 ἔνθα Θεμισκύρειαι Ἀμαζόνες). θεμίστειος δίκαιος. θεοειδή ς . θεοείκελ α. θέρεια παρὰ τὸ θέρω θέρεια ὥσπερ παρὰ τὸ θάλλω θάλεια. θερείβοτο ν. σημαίνει τὸν τόπον τὸν ἔχοντα ἐν τῷ θέρει βοσκάς. θέρος θέρους ἡ δοτικὴ θέρει καὶ μετὰ τοῦ βοτοῦ, ὃ σημαίνει τὴν βόσκησιν. Θερσίτη ς : ι ὡς παρώνυμον παρὰ τὸ θάρσος, ὃ οἱ Αἰολεῖς θέρσος λέγουσι. ἢ παρὰ τὸ θέρω, ὃ σημαίνει τὸ θερμαίνω, ῥηματικὸν ὄνομα. θερμὸς γὰρ καὶ προπετὴς ἦν. Θέσπει α, πόλις Βοιωτίας. Ὅμηρος «Θέσπειαν Γραῖάν τε» (Β 498). γράφεται καὶ διὰ τοῦ ι καὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ κτλ. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. Θεστίδειον πόλις Θεσσαλική. Ἑλλάνικος δὲ δίχα τοῦ ς φησίν. Θέτις ἡ μήτηρ Ἀχιλλέως καὶ ἡ θάλασσα. ἡ δὲ γῆ λέγεται Τηθύς. Θηβαῖος ἔθνος: αι . θήλει α : ει · τὰ ἀπὸ τῶν εἰς υς κτλ. Θηρίκλειον κύλικος εἶδος ἀπὸ Θηρικλέως κεραμέως. Θήσειο ν : διὰ τῆς ει διφθόγγου. τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον παραγόμενα διὰ τῆς ει διφθόγγου γράφεται. εὕρηται δὲ καὶ διὰ τοῦ ε ψιλοῦ, οἷον «μαλ’ αἰσχρὸν ἐν τῷ Θησέω καθήμενος». καθήμενος». θίασος θιασώτης: ι . θιπόβρωτος καὶ θριπόβρωτος ὁ ὑπὸ σητῶν βεβρωμένος. θίς διὰ τοῦ ι ὡς δικατάληκτον. θλίβ ω : ι · τὰ γὰρ εἰς βω λήγοντα ῥήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι κτλ. καὶ ἄλλως τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην οἷον λίβανον λιβάς κιβωτός κτλ. |
| 3,2 521 | θνήσκ ω : ὡς παρὰ τὸ τρῶ τρώσω τρώσκω καὶ βρῶ βρώσω βρώσκω καὶ βιβρώσκω, οὕτω παρὰ τὸ θνῶ θνήσω θνήσκω. ὁ Δίδυμος χωρὶς τοῦ ι . ὥσπερ ἀπὸ τοῦ ἀρέσω μέλλοντος γίνεται ἀρέσκω καὶ ἀπὸ τοῦ μεθύσω μεθύσκω πλεονασμῷ τοῦ κ καὶ μετάγονται εἰς ἐνεστῶτα, οὕτω καὶ ἀπὸ τοῦ μνῶ μνήσω καὶ θνῶ θνήσω γίνεται θνήσκω καὶ μνήσκω. καὶ οὐκ ἔχει τὸ ι . οἱ δὲ λέγουσι σὺν τῷ ι , ὅτι οἱ Αἰολεῖς θναίσκω καὶ μναίσκω λέγουσι διὰ τῆς αι διφθόγγου· ἀλλ’ ἰδοὺ τὸ Ἡσίοδος καὶ ἡμίονος Αἰσίοδος καὶ αἰμίονος λέγουσιν, ἀλλ’ ὅμως οὐκ ἔχει τὸ ι . ἡ μέντοι παράδοσις ἔχει τὸ ι [ἴσως ἐκ τοῦ λέγειν τοὺς Αἰολεῖς θναίσκω καὶ μναίσκω]. ἄλλοι δὲ λέγουσιν, ὅτι διὰ τοῦ ισκω γίνεται ἡ παραγωγή, θνηΐσκω καὶ μνηΐσκω. οὐ καλῶς δὲ λέγουσι· καὶ γὰρ τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ ισκω ποιοῦσι τὴν παραγωγὴν οἷον εὑρῶ εὑρεῖς εὑρίσκω, στερῶ στερεῖς στερίσκω· τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ασκω ἡβῶ ἡβᾷς ἡβάσκω, τὰ δὲ τῆς τρίτης διὰ τοῦ ωσκω βιῶ βιοῖς βιώσκω. εἰ οὖν ἀπὸ τοῦ θνῶ θνήσω θνήσκω γέγονε καὶ μνῶ μνήσω μνήσκω, ταῦτα δὲ δευτέρας συζυγίας ἐστίν, ὤφειλε διὰ τοῦ ασκω εἶναι ἡ παραγωγὴ καὶ οὐ διὰ τοῦ ισκω · ὡς δὲ δευτέρας συζυγίας ἐστί, καὶ δῆλον ἐκ τοῦ μνῶμαι ὡς βοῶμαι καὶ δηλοῖ τὸ τέθνημι τέθναθι γινόμενον διὰ τοῦ α ὥσπερ ἵστημι ἵσταθι. ἔχει δὲ τὸ η τὰ δύο ταῦτα. Θουρία πόλις Μεσσηνίας. τὸ ἐθνικὸν Θουριάτης. τινὲς δὲ Θουνίαν καὶ Θουνιάτης. Θρᾷ ξ : Θράϊξ, ἐξ οὗ τὸ Θρήϊκες ἀκρόκομοι (Δ 533) καὶ κατὰ συναίρεσιν Θρᾷξ. καὶ πάντα τὰ ἀπ’ αὐτοῦ θηλυκὰ διὰ τοῦ ι γράφεται, Θρήϊσσα γυνὴ καὶ Θράϊσσα, Ἀθηναῖοι δὲ Θρᾷττα λέγουσι. καὶ τὸ Θρᾴκη δὲ ἔχει τὸ ι . Θρᾳκίας καὶ πλεονασμῷ τοῦ ς Θρᾳσκίας ὁ ἄνεμος. |
| 3,2 522 | Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς. λέγεται καὶ Θριώ καὶ Θριαί. θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ. θρῖα φύλλα συκῆς. θρῖδαξ καὶ θίδραξ. Θρινακία ἡ Σικελία διὰ τοῦ ι . ὥσπερ οὖν ἀπὸ τοῦ Φρυγός γίνεται Φρυγία καὶ ἀπὸ Φαίακος Φαιακία, οὕτω καὶ ἀπὸ τοῦ θρῖναξ θρίνακος Θρινακία· θρίνακι γάρ ἐστιν ὁμοία. ἢ παρὰ τὸ ἐκ τριῶν συγκεῖσθαι ἄκρων λέγεται Θρινακία οἱονεὶ τρινακρία τις οὖσα, καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία. ἔστι δὲ ταῦτα Λιλύβαιον, Πάχυνον, Πέλωρον. γράφεται καὶ Τρινακρία. θρῖνα ξ : σημαίνει δὲ τριαινοειδὲς ἐργαλεῖον ἐργατικόν· διὰ τοῦ ι γράφεται. παρὰ γὰρ τὸ τρία τρίναξ καὶ θρῖναξ. καὶ πάλιν τὰ εἰς αξ ἀποστρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν. θρίψ εἶδος σκώληκος διὰ τοῦ ι γράφεται· καὶ γὰρ τὰ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφεται. θρυλ ῶ. θρῴσκω σὺν τῷ ι «θρῴσκουσι κύαμοι» (Ν 589). Δίδυμος δὲ χωρὶς τοῦ ι . ἀπὸ γὰρ τοῦ θορήσω μέλλοντός φησι γεγενῆσθαι, ὡς τρώσω τρώσκω καὶ διπλασιασμῷ τιτρώσκω, οὕτω θορήσω θρώσκω συγκοπῆς γενομένης καὶ μεταβολῇ ἄνευ τοῦ ἰῶτα (ἄνευ addidi et τοῦ ἰῶτα quod post γενομένης positum fuit, huc retraxi). οἱ δὲ ἄλλοι πάντες σὺν τῷ ι . οὕτως δὲ ἔχει ἡ παράδοσις καὶ δῆλον ὅτι παρὰ τὸ θορῶ γέγονε παραγωγὸν θορίσκω θωρίσκω, ἐξ οὗ μεταθέσεως τοῦ ρ γενομένης προσεγράφη τὸ ι ἀκολούθως (pro προσεχῶς, quod ante γενομένης locum habet in cod. scripsi προσεγράφη vocem post γενομένης ponens et pro τοῦ ι exhibui τὸ ι ). καὶ τὸ θρῳσμός σὺν τῷ ι , ὥσπερ καὶ Ἀπολλώνιος ὁ Ἀρχιβίου, ἐπεὶ παρὰ τὸ θορίσκειν ἐστίν. σημαίνει γὰρ τόπον ὑψηλόν, ἀφ’ οὗ ἐστι θορεῖν «ἐπὶ θρῳσμῷ πεδίοιο» (Κ 160). θορισμός θροισμός θρῳσμός· γίνεται δὲ πολλάκις ἔκτασις τοῦ ο ὡς τὸ ὠλεσίκαρπος καὶ «μήστωρε φόβοιο» (Ε 272) καὶ Διώνυσος καὶ «θεοὶ δωτῆρες ἐάων» (θ 325). θυιά ς. Θύμβρα πόλις Τρῳάδος, οὗ ποταμὸς Θύμβρας, ἀφ’ οὗ Ἀπόλλω‐ |
| 3,2 523 | νος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. λέγεται δὲ καὶ διὰ τοῦ ζ Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ δ καὶ Δυμβριεύς. θυνός ὁρμή, θύννος ὁ ὅρκυνος. Θυραῖον πόλις Ἀρκάδων. Θυρέα, περὶ ἧς Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμησαν. ἔστι καὶ Ἀκαρνανίας Θύριον διὰ τοῦ ι . τὸ ἐθνικὸν Θυριεύς. Ἀνδροτίων δὲ Θούριός φησιν. θῳή ἔχει τὸ ι , ἐπειδὴ εὕρηται θωϊή ὡς παρ’ Ἀρχιλόχῳ «ὡς δ’ ἄν σε θωϊὴ λάβοι», ὅθεν καὶ ἀθῷος ὁ ἀζήμιος σὺν τῷ ι . Θῶμις ὁ Κάνωπος πόλις. θωρακεῖον cf. fr. 41. Ι. ἰάλλ ω : παρὰ τὸ ἴω παραγωγόν. ἰάλλω οἷον ἰέναι ποιῶ. Ἰάμνια πολίχνιον Φοινίκης· τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτης· ἔστι δὲ καὶ Ἰαμνίτης καθ’ ὕφεσιν τοῦ α . Ἰαπετός ὄνομα κύριον διὰ τοῦ ι γράφεται, παρὰ γὰρ ὅπερ κατ’ ἔλλειψιν τοῦ α ἴπτω γίνεται. τὸ δὲ ἴπτω διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς πτω ῥήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. Ἴασος καὶ Ἰάσων ι παρὰ τὸν ἰάσω μέλλοντα, ἐξ οὗ τὸ ἰάσομαι. ἢ ὅτι τὰ διὰ τοῦ ασος τρισύλλαβα ἓν φωνῆεν θελοῦσιν ἔχειν κατὰ τὴν ἄρχουσαν, οἷον Κρίασος, Πίασος ὄνομα κύριον. ἶβις εἶδος ὀρνέου καὶ ἶβυξ: ι · τὰ γὰρ ἀμφιβαλλόμενα κτλ. Ἰβιών πόλις ἐν Αἰγύπτῳ ὀξυτόνως λεγομένη, μᾶλλον δὲ νῆσος. ι . Ἴβυκος παρὰ τὸ ἶβυξ καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα. ἴγδ η : διὰ τοῦ ι ἡ ἄρχουσα. ἴγκρος ἐγκέφαλος διὰ τοῦ ι γράφεται. ἰγμαλέος ὑγρός ἢ ἰκμαλέος. ἴγνητες οἱ γνήσιοι ι . ἰδέ α : ι . ἰδεχθής ἀπρεπής ἀσθενής καὶ διὰ τῆς ει διφθόγγου. Ἴδη ὄρος Τροίας. γράφεται δὲ διὰ τοῦ ι · τὰ γὰρ εἰς δη βαρύτονα οὐ θέλει διφθόγγῳ παραλήγεσθαι. ἴδρι ς : εἴδω ἐστὶ ῥῆμα, οὗ ὁ μέλλων εἴσω καὶ εἴσομαι. ἀπὸ τούτου τοῦ εἴδω καὶ εἴσω ὄνομα εἶδις ἀποβολῇ τοῦ ε ἴδις καὶ πλεονασμῷ τοῦ ρ ἴδρις. |
| 3,2 524 | ἰδίω τὸ ἱδρῶ διὰ τοῦ ι κατὰ τὴν ἄρχουσαν καὶ τὴν παραλήγουσαν. Ἰδομενεύ ς : ι . ἱδρῶ ἱδρῶτα κατ’ ἀποκοπὴν «ἱδρῶ ἀπεψύχοντο» (Λ 620) ἄνευ τοῦ ι , εἰ δὲ δοτική, μετὰ τοῦ ι . ἱέρει α : διὰ τοῦ ι ἡ ἄρχουσα κατὰ παράδοσιν καὶ ἡ παραλήγουσα διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται οἷον βασιλεύς βασίλεια, ἱερεύς ἱέρεια· οἱ δὲ Ἀθηναῖοι τοῦ ἱερεία ἐκτείνοντες τὸ α καὶ καταβιβάζουσι τὸν τόνον καὶ φυλάττουσι τὴν αὐτὴν γραφὴν οἷον ἱερεία. ἱερεία ἡ θυσία. Ἱεράπολις πόλις Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ ο . ἱήιος ἐπίθετον Ἀπόλλωνος ὁ τοξότης ἀπὸ τοῦ ἵημι παρὰ τὴν ἕσιν τῶν βελῶν. τινὲς δὲ ψιλοῦσιν, ἐπεὶ ἰάσεως αἴτιος ὁ θεός. τὸ δὲ «ἤϊε Φοῖβε» (Ο 365) κατὰ ἀποβολὴν τοῦ ι γέγονε. Ἀρίσταρχος δασύνει ἀπὸ τῆς ἕσεως τῶν βελῶν, οἱ δὲ περὶ Κράτητα ψιλῶς ἀπὸ τῆς ἰάσεως. ἄμεινον δὲ ψιλοῦσθαι. τὸ γὰρ η πρὸ φωνήεντος ψιλοῦται. Ἰήτης ἀπὸ τῆς Ἴου διὰ τὸ ι ἐξενέχθη διὰ τοῦ η (sc. pro Ἰίτης). ἴθαρ εὐθέως. Ἰθάς ὁ τῶν Τιτάνων κῆρυξ Προμηθεύς. τινὲς Ἴθαξ. ἰθύ ς : ι τὰ ἀμφιβαλλόμενα κτλ. καὶ ἰθύνω ἀπὸ ἰθύς. Ἰθώμη πόλις Θεσσαλίας· καλεῖται δὲ καὶ Θούμαιον ἀποβολῇ τοῦ ι καὶ τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον. ἰκμᾶν λικμᾶν σῖτον καθαίρειν. ἰκτῖνο ς : ι · τὰ γὰρ διὰ τοῦ ινος κτλ. ἵκω ἥκω: ἰστέον δὲ ὅτι τὸ ἵκω διὰ τοῦ ι γράφεται ποιητικῶς ἐν τοῖς ἐνεργητικοῖς, τὸ δὲ διὰ τοῦ η γραφόμενον πεζολόγων ἐστὶ καὶ ἰαμβογράφων. ἐν δὲ ταῖς παθητικαῖς φωναῖς καθόλου διὰ τοῦ ι γράφεται οἷον ἀφῖγμαι ἀφῖκται. ἰλαδό ν : διὰ τοῦ ι γράφεται. παρὰ τὸ ἴλη τὸ σημαῖνον τὴν ἄθροισιν γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται. ἵλαος τὸ ἱλαρός. ι . οἱ γὰρ Αἰολεῖς ἴλλαος λέγουσι καὶ οὐχὶ ἔλλαος. |
| 3,2 525 | ἵλεος ἵλαος ἵλεως (pro ἵλλεος Pearso et Albertus) τριχῶς τὸ ἱλαρόν. ἵληθ ι : διὰ τοῦ ι γράφεται. ἰλύ ς : σημαίνει τὴν ἄθροισιν διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ εἰλῶ παραγόμενα ἢ σύνθετα ὀνόματα μὴ κατὰ τὸ ἄρχον μέρος διὰ τοῦ ι γράφεται. ἱμάτιο ν : διὰ τοῦ ι γράφεται καὶ τὰ παρ’ αὐτὸ πάντα οἷον ἱματιοπῶλις, ἱματιοφόρος. ὅτι δὲ γράφεται διὰ τοῦ ι , δῆλον ἐκ τοῦ γενέσθαι αὐτὸ κατὰ συναίρεσιν τοῦ ο καὶ ι εἰς τὴν οι δίφθογγον κτλ. ἱμείρ ω : διὰ τοῦ ι γράφεται κατὰ τὴν ἀρχὴν ὡς ἀπὸ τοῦ ἵμερος γεγονός. ἵμερος cf. fr. 23. ἱμονιά cf. fr. 24. Ἴναχος ὄνομα ποταμοῦ διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἴς ἰνός, ὃ σημαίνει τὴν δύναμιν, καὶ τὸ χέεσθαι Ἴναχος οἱονεὶ ὁ μετὰ δυνάμεως χεόμενος. Ἰναχί α : τὸ ἐθνικὸν Ἰνάχειοι διὰ διφθόγγου ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (590) τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ καὶ οὐδετέρως «σύ τ’ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους» (Prom. 705) καὶ διὰ τοῦ ι Ἰνάχιον. ἰνδάλλω γράφεται διὰ τοῦ ι , ἐπειδὴ κανών ἐστιν ὁ λέγων· ἐν τοῖς παραγωγοῖς εἰώθασι πολλάκις τὴν φύσει μακρὰν εἰς θέσιν μακρὰν μεταβάλλειν ὥσπερ ἐστὶ τὸ πένης πενιχρός, λήβω λαμβάνω, ἥδω ἁνδάνω, δήκω δαγκάνω, οὕτω καὶ παρὰ τὸ εἴδω παραγωγὸν ἰνδάλλω, ἐξ οὗ καὶ ἴνδαλμα. ἶνε ς : διὰ τοῦ ι ὡς δικατάληκτον. ἶνις ὁ υἱός: ι . Ἰνωπός ὄνομα ποταμοῦ διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἴς ἰνός, ὃ σημαίνει τὴν δύναμιν καὶ παρὰ τὸ ὄψ ὀπός, ὃ σημαίνει τὴν φωνήν, γέγονεν Ἰνωπός ἐκτάσει τοῦ ο παρακολούθως εἰς τὸ ω . Ἰξίων καὶ κατὰ τὴν ἄρχουσαν καὶ κατὰ τὴν παραλήγουσαν διὰ τοῦ ι . ἰξό ς : ἵκω ἵξω ἵξομαι ἰξός ὁ φθάνων μέχρις ὧν ἂν φθάνωσι τόπων |
| 3,2 526 | τὰ πτηνά· ἀντὶ τοῦ ἔνθα ἱκνοῦνται. ὁ δὲ Ἡρωδιανὸς ἄξος τις φησὶν εἶναι παρὰ τὸ ἄγειν τὰ ὄρνεα. ἰοειδής μέλας. ει ἡ παράδοσις. ἴον τὸ ἄνθος παρὰ τὸ ἀνιέναι ταχύ. Ἰόπη πόλις Φοινίκης. λέγεται καὶ Ἰοπία διὰ τοῦ ι καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. τὸ δὲ ἐθνικὸν Ἰοπίτης. ἐκ δὲ τοῦ Ἰόπεια διὰ διφθόγγου Ἰοπεύς καὶ Ἰοπείτης. ἴος ὁ μόνος καὶ ἰός τὸ βέλος διὰ τοῦ ι γράφεται. τὰ γὰρ διὰ τοῦ ιος δισύλλαβα διαφόρως τονούμενα διὰ τοῦ ι γράφεται, βίος βιός, Χῖος, Θρῖος, μνιός ὁ ἁπαλός παρ’ Εὐφορίωνι. ἰοχέαιρ α : ι · ἡ τῷ ἰῷ χαίρουσα ἢ ἰοὺς χέουσα. ἶπος ἡ παγὶς τῶν μυῶν· παρὰ γὰρ τὸ ἴπτω γέγονε τὸ σημαῖνον τὸ βλάπτω. τὰ γὰρ εἰς πτω οὐ θέλει διφθόγγῳ παραλήγεσθαι. Ἱππάρχειος Ἑρμῆς: χει δίφθογγος. ἵππο ς : ι . πρὸ γὰρ τῶν δύο ππ ἡ ει δίφθογγος οὐκ ἔστιν. Ἶρις ἡ θεός· παρὰ τὸ εἴρειν καὶ λέγειν. ἄγγελος γὰρ ἡ θεός. ἱρός ὁ ἱερός διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ ἱερός γέγονεν ἱρός κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν. Ἶρος ὄνομα κύριον ἐν Ὀδυσσείᾳ, ὁ πτωχὸς καὶ πένης, ὃς κατὰ τὴν ἐτυμολογίαν διὰ τῆς ει γράφεται· παρὰ γὰρ τὸ εἴρω τὸ λέγω καὶ ὁ ποιητὴς δηλοῖ λέγων «Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες—οὕνεκ’ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι» (Od. ς 5—7). ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἱερός γίνεται κράσει ἱρός καὶ Ἶρος κύριον. πολλὰ γὰρ εὑρίσκεται ὀξύτονα, ἅτινα γινόμενα κύρια, βαρύνεται οἷον ξανθός Ξάνθος, πυρρός Πύρρος, γλαυκός Γλαῦκος, λευκός Λεῦκος. οὕτως οὖν καὶ ἱρός Ἶρος. ἄλλως τὰ διὰ τοῦ ιρος δισύλλαβα κύρια καὶ βαρύνεται καὶ διὰ τοῦ ι γράφεται. Ἰσαῖο ς : ι . Ἴσανδρο ς : ι κατὰ παράδοσιν. Ἴσαυρα πόλις καὶ Ἰσαυρία: ι . Ἰσίδωρο ς : ι · παρὰ τὴν Ἶσιν καὶ τὸ δῶρον. |
| 3,2 527 | Ἶσις παρὰ τὸ ἶσον· αὑτὴ γάρ ἐστι τῇ γῇ, ἥτις ἐστὶν ἴση καὶ σφαιροειδής. ἶσο ς : ι κατὰ παράδοσιν. Ἰσσηδόνες ἔθνος Σκυθικόν. Ἀλκμὰν δὲ μόνος Ἐσσηδόνας αὐτούς φησιν. εὑρίσκεται δὲ ἡ δευτέρα παρ’ ἄλλοις διὰ τοῦ ε (sc. Ἰσσεδόνες). ἱστί α : παρὰ τὸ ἵζω· ἡ δὲ ἑστία παρὰ τὸ ἕζω. τοῦ ἵζω ὁ μέλλων ἵσω καὶ ῥηματικὸν ὄνομα ἱστός καὶ ἱστία. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ἰάδος διαλέκτου. ἰσχαν ῶ : τὸ ἐπιθυμῶ. πολλάκις τὸ ε ἐν τοῖς ῥήμασι ἐπιφερομένων δύο συμφώνων τρέπεται εἰς ι οἷον τέκω τίκτω, οὕτω καὶ ἔχω ἴσχω διὰ τοῦ ι . καὶ ὥσπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω καὶ παμφαίνω καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ ἀπὸ τοῦ ἴσχω γίνεται ἰσχαίνω καὶ ὁ μέλλων ἰσχανῶ καὶ ἰχανῶ ἀποβληθέντος τοῦ ς καὶ ἐκταθέντος τοῦ ι καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα. ἰσχάδε ς : παρὰ τὸ ἴσχω παραγωγὸν ἰσχνῶ, ἰσχνάς καὶ ἀποβολῇ τοῦ ν ἰσχάδες. τὰ λεπτυνθέντα σῦκα ἐν τῷ ξηραίνεσθαι. ἰτέ α : παρὰ τὸ ἰέναι· ταχέως γὰρ αὔξεται. ἴτης ὁ ἐπὶ πάντα ὁρμῶν. παρὰ τὸ ἰέναι. ἀπὸ τούτου εἰσιτήρια. ἶφι ἰσχυρῶς· (ὥσπερ γὰρ ἀπὸ τοῦ νόστος νόστου γέγονε νοστόφι νόσφι?) οὕτω καὶ ἀπὸ τοῦ ἴς ἰνός γίνεται ἰνόφι καὶ κατὰ συγκοπὴν ἶφι. τὸ δὲ ἴς διὰ τοῦ ι γράφεται ὡς δικατάληκτον. Ἶφις ι : παρὰ τὸ ἶφι. τὰ δὲ παρ’ αὐτοῦ πάντα διὰ τοῦ ι γράφεται οἷον Ἰφιμέδουσα, Ἰφιγενής Ἰφικλῆς. καὶ κατὰ τὸν κανόνα· τὰ ἀμφιβαλλόμενα κτλ. Ἰφίαλος ὁ Ἐφιάλτης. ἴχλα κίχλ α. ἰχθῦ ς : παρὰ τὸ ἰθύειν ἰθύς ἰθύς τις ὤν, καὶ πλεονασμῷ τοῦ χ ἰχθύς. Ἴχανα πολίχνιον τῆς Σικελίας διὰ τὸ τῇ αὐτοῦ ἁλώσει πολλὰ προσλιπαρῆσαι τοὺς Συρακουσίους. ἰχανᾶν δὲ τὸ ἐπιθυμεῖν. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δ’ ἄλλην φησὶ διὰ τοῦ α . τὸ ἐθνικὸν Ἰχναῖος καὶ Ἰχναία ἡ Θέμις. |
| 3,2 528 | ἰχώ ρ : τὸ σεσηπὸς αἷμα διὰ τοῦ ι γράφεται. ἴ ψ : διὰ τοῦ ι . τὰ γὰρ εἰς ψ λήγοντα ἅπασαν δίφθογγον ἀποστρέφεται. γέγονε δὲ παρὰ τὸ ἴπτω τὸ βλάπτω. ἴ ω : τὸ ἴω διὰ τοῦ ι · ἔστι καὶ εἴω διὰ τῆς ει διφθόγγου. καὶ τὰ μὲν ἑνικὰ τοῦ εἶμι διὰ τῆς ει διφθόγγου γράφεται, τὰ δὲ δυϊκὰ καὶ πληθυντικὰ διὰ τοῦ ι . Ἰώ fr. 29. ἰωχμό ς : δίωξις τάραχος· παρὰ τὸ διώξω διωγμός καὶ τροπῇ τοῦ γ εἰς χ καὶ ἀποβολῆ τοῦ δ ἰωχμός. Κ. κάβαισος ὁ ἄπληστος διὰ διφθόγγου παρὰ τὸν κάβον μέτρον σιτικόν. Κρατῖνος Μαλθακοῖς. Κάβειρο ι : ει . Καβειρία πόλις τῆς κάτω Ἀσίας, ἧς τὴν γῆν Κάβειροι ᾤκουν. Καβασσός πόλις ἐν Καππαδοκία, πατρὶς Ὀτρυονέως. Ὅμηρος «Καβησσόθεν ἔνδον ἐόντα» (Il. Ν 263). Ἑκαταῖος δ’ ὁ Μιλήσιος Καβησσόν πόλιν εἶναί φησι ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον κτλ. —λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἐκ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. καγχλάζω καχλάζω. Καδμεῖο ι : ει . Καδμῖλο ς : οὕτως λέγεται ὁ Ἑρμῆς διὰ τοῦ ι . τὰ γὰρ διὰ τοῦ ιλος βαρύτονα κτλ. Κάειρα Καρίνη. καθαρεῖον παρὰ τὸ καθαρεύω. καθῖσα ν : παρὰ τὸ καθίζω. ι . Κάϊκος ποταμός, ὅθεν Καικίας λέγεται ὁ ἄνεμος ὁ πνέων ἐκεῖθεν. ι . τὰ γὰρ διὰ τοῦ ικος κτλ. καιροσσέω ν. |
| 3,2 529 | Καίτρεαι ὅπλα Ἰβηρικά. οἱ δὲ κυρτίας. κακιθό ς. Καλαμένθη ἥτις καὶ Καλαμίνθη, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. κρεῖττον οὖν ὡς Ἡρόδοτος διὰ τοῦ ι πόλις Φοινίκων. Καλακτίτης καὶ Καλοακτίτης διὰ τοῦ ι , ἐπεὶ καὶ παρὰ τὸ Ἀκτή Ἀκτίτης. Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ. διὰ τῆς ει διφθόγγου γράφεται. Κάλβιος κρήνη Λυκίας. τινὲς δὲ αὐτὴν διὰ τοῦ μ φασίν. καλῄζω σὺν τῷ ι εὑρίσκομεν· ἀπὸ γὰρ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, ὡς χρέος χρεΐζω χρηΐζω χρῄζω. καλι ά : ἔστι δὲ οἶκος. διὰ τοῦ ι ἐξ ἀφορμῆς τοῦ καλιός οἶκος. καλλά ἢ κάννα· κάλαμος. Καλλῖνο ς : ἔστι δὲ ὄνομα Ἐφεσίου τινὸς ἐλεγειογράφου· τὰ γὰρ διὰ τοῦ ινος διὰ τοῦ ι μακροῦ γράφεται πλὴν τοῦ καρκίνος. καλλιπάρῃο ς. Κάλπη πόλις Βιθυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. τινὲς Κάρπειαν τὴν πόλιν φασὶ καὶ Καρπητανοὺς τὸ ἐθνικὸν ὡς Καλπειανούς. Καλύδνα νῆσος. καὶ Καλύμνα, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμνας φησί. Καλχηδών ἡ κατὰ Βυζάντιον, ἥτις καὶ Χαλκηδών καλεῖται. εὑρίσκομεν γὰρ διφορουμένην τὴν χρῆσιν. καλώδιο ν. Καμάριν α : διὰ τοῦ ι . τὰ γὰρ διὰ τοῦ ινα κτλ. |
| 3,2 530 | Κάμιρος πόλις Ῥόδου. τὰ γὰρ διὰ τοῦ ιρος ἐπὶ πόλεως λεγόμενα κτλ. —Κάμειρος δὲ ὁ ἥρως διὰ τῆς ει διφθόγγου γράφεται ὡς μάγειρος. Κάμινο ς : ι . Κάνη πολίχνιον Λοκρῶν—εἰσὶ δὲ καὶ Κάνναι διὰ δύο νν . Κάνωπος δεῖ λέγειν, οὐ Κάνωβος, ἐπειδὴ οὐδὲν εἰς ος λῆγον ὑπὲρ δύο συλλαβὰς παραληγόμενον τῷ ω ἔχει τὸ β ἀρκτικὸν τῆς τελευταίας συλλαβῆς, ἀλλ’ ἢ ἕτερον ἢ τὸ π Κρότωπος, ἄνθρωπος. οὕτω καὶ Κάνωπος. γράφεται δ’ ὅμως διὰ τοῦ β . Στράβων ἑπτακαιδεκάτῃ κτλ. κάπετος τάφρος, οἱ δὲ σκάπετον. Καπετωλίειο ν : Ἡρωδιανὸς ἐν ἓξ συλλαβαῖς καὶ ἐν συναιρέσει Καπετώλειον. τὰ δὲ Καπετωλεῖα ἐπὶ ἀγῶνος προπερισπᾶται κτλ. καπηλεῖο ν : ει δίφθογγος. παρὰ τὸ καπηλεύω. κάππ α : καὶ παρὰ Καλλιμάχῳ (Bentley fr. p. 418) γράφεται κόππα, τὸ ἀνεστραμμένον Ρ καὶ Σ χαρακτηρισμός. κάρα κεφαλή. τοῦτο Ἀττικοὶ διὰ τοῦ α λέγουσιν, Ὅμηρος δὲ Ἰακῶς κάρη. Κάραλλις ἢ Καράλλεια Ἰσαυρικὴ πόλις. ἔστι καὶ Κάραλις δι’ ἑνὸς λ Λιβυκὴ πόλις. καρβαΐζει Καρικῶς λαλεῖ καὶ βαρβάρως καὶ καρβᾴζει καὶ καρβανίζει. Καρδαμύλη πόλις. τὸ ἐθνικὸν Καρδαμυλίτης. παρὰ δὲ τῶν ἐγχωρίων Σκαρδαμυλίτης λέγεται. Κάρησος πόλις καὶ ποταμὸς δι’ ἑνὸς ς γράφεται καὶ βαρύνεται. Καρουεντός πόλις Λατίνων. Διονύσιος βʹ (?) Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔν τισι δὲ γράφεται Καρυεντός καὶ τὸ ἐθνικὸν Καρυεντανός. Κάρπαθος νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος «Κράπαθόν τε Κάσον τε καὶ Κῶν» (Il. Β 676). Καρπασία νῆσος κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δ’ ὁ Σαλαμίνιος Καρβασίαν φησί, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. κάρρω ν : ἀπὸ τοῦ κρατύς κρατύτερος κρατίων ὁ τρίτος τύπος κράσσων ὑπερθέσει κάρσων καὶ κάρρων ὡς μυρσίνη μυρρίνη. κάρτιστοι κράτιστοι. |
| 3,2 531 | Κασσώπη πόλις ἐν Μολοσσοῖς. πάντες διὰ δύο σς , Ἡρωδιανὸς δὲ μόνος δι’ ἑνὸς ς . Κασταναία πόλις Θεσσαλίας. Εὔδοξος δὲ διὰ τοῦ θ φησίν. ἔστι καὶ Καστανία διὰ τοῦ ι πόλις πλησίον Τάραντος. κᾷτα καὶ εἶτα. καταγωγεῖον ει δίφθογγος ἡ παράδοσις. καταγώγιον ι ἡ παράδοσις καὶ προπαροξύνεται. κατακόκκας ἢ κατακίκκας. κατάπλασμα. καταλοφάδει α : ει . κατειλάς ἡμέρα χειμερινή. κατένωπα ὡς κατέναντα, οὕτως ὁ Ἀλεξίων καὶ οἱ πλείους— Ἀρίσταρχος δὲ ὡς κατὰ δῶμα. κατιτήρια ὡς εἰσιτήρια. κατιτήριον δὲ ὁ τοῦ νεκροῦ ὀβολός. καττύειν κάττυμα. κατωκάρᾳ ἐπίρρημά ἐστι σύνθετον καὶ σὺν τῷ ι γράφει Ἡρωδιανός. Καύκασος τὸ ὄρος. λέγεται καὶ διὰ τοῦ ι Καύκασις. Καυλίο ν. Καυλωνία πόλις Ἰταλίας, ἣν Αὐλωνίαν Ἑκαταῖος καλεῖ κτλ. καυστειρός ἀπὸ τοῦ η ἐτράπη εἰς ει . κεγχρῄς κέρκνος ἱέραξ. κεδῶ κεδάζω λέγεται καὶ μετὰ τοῦ σῖγμα καὶ χωρὶς τοῦ σῖγμα. κέδροπα τὰ ὄσπρια καὶ κέρδοπα. κίκυν α. κειμήλιο ν : διὰ τῆς ει διφθόγγου τὸ πρῶτον ὥσπερ παρὰ θήσω μέλλοντα γίνεται θεμέλιον, οὕτω καὶ παρὰ τὸν κείσω μέλλοντα κειμήλιον. Κεῖος ὁ πολίτης τῆς Κέω. παρὰ γὰρ τὸ Κέω γέγονε Κέϊος καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον Κεῖος. Κειριάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. κειρί α : σημαίνει δὲ τὸ σχοινίον τὸ δεσμεῦον τὴν κλίνην. διὰ τῆς ει διφθόγγου γράφεται. ἢ γὰρ παρὰ τὸ κείρω γέγονε παρὰ τὸ εἰς |
| 3,2 532 | λεπτὰ κείρεσθαι αὐτὰς ἢ παρὰ τὸ κέρας τὸ σημαῖνον τὰς τρίχας γέγονε κερία καὶ κατὰ πλεονασμὸν τοῦ ι κειρία. κεῖρις ὄρνεον. ἱέραξ. οἱ δὲ ἀλκυόνα. κειρύλο ς : τοῦτον ἔνιοι κήρουν (Schmidt. κουρέα) λέγουσι. ἔστι δὲ ὄρνεον. ὁ δὲ Ἀντίγονος τῶν ἀλκυόνων ἄρρενας κηρύλους φησί et κηρύλος ἄρσην ὄρνις συνουσιαστικός, τινὲς δὲ ἀλκυόνα. κείρ ω : ει δίφθογγος. τὰ διὰ τοῦ ειρω βαρύτονα κτλ. κεῖτα ι : ει δίφθογγος. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ κέαται. κείω τὸ κοιμῶμαι διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον κέω. κείων (Od. ξ 425) δίφθογγος. σημαίνει τὸ καίων. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ «κέδρου τ’ εὐκεάτοιο» (ε 60) κεκλειμένο ς : ει δίφθογγος ὡς «κεκλειμένων τῶν ἐμπορειῶν» καὶ κέκλειται, ἀπὸ δὲ τοῦ κλίνω κέκλινται διὰ τοῦ ι . κεκλίατα ι : ἀπὸ τοῦ κλείω γίνεται κέκλειται καὶ συστολῇ τῆς ει διφθόγγου «αἵθ’ ἁλὶ κεκλίαται» (Od. δ 608) κτλ. κελαδεινό ς : ει ὡς ὀξύτονον καὶ πάλιν οἱ Αἰολεῖς κελαδεννός λέγουσι. κελαινόν μελαινόν. κέλης παρὰ τὸ κέλλειν τὸ τρέχειν. κελλόν καὶ σκελλόν στρεβλὸν διεστραμμένον. Κελτοί ἔθνος ἕτερον Γαλατῶν. κεναγγί α : ι . οὐ γὰρ διὰ τὸ ἄγγος ἄγγεος τὴν ει δίφθογγον ἕξει· λέγεται δὲ κεναγγῶ κεναγγία. κενέβρεια τὰ θνησίδια καὶ νεκριμαῖα κρέατα. κεραμεικός διὰ τῆς ει διφθόγγου, παρὰ τὸ κεραμεύς κεραμέως κεραμέϊ γέγονε κεραμεικός διὰ τῆς ει διφθόγγου. κεραμί ς : ι . τὰ γὰρ εἰς ις θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα. κεράτιον ι . ὑποκοριστικὸν γάρ. |
| 3,2 533 | κέραφος σκέραφος. χλευασμός κακολογία. κερβολεῖ σκερβολεῖ λοιδορεῖ. Κέρκυρα νῆσος. καὶ Κόρκυρα. κερόει ς : ει . κερόεντος γάρ. Κεφαλλήν ἔθνος ἀπὸ Κεφάλου τοῦ Δηϊονέως κληθέν. κεῖται δὲ παρὰ τῷ Σοφοκλεῖ ἐν τῷ «ὦ ξεῖνε Κεφαλλήν». ἡ δὲ παλαιὰ χρῆσις ἅπασα ἔχει τοὺς Κεφαλλῆνας καὶ τὴν Κεφαλληνίαν ἐν δυσὶ λλ . κήδειο ς : τὸ δει δίφθογγος. κηκί ς : ι . ὡς δικατάληκτον. κήλειος ὁ καυστικός. κηλώνειο ν. κήξ ὁ λάρος κατὰ Ἀπίωνα. λέγεται δὲ καὶ καύηξ. κηρύκειο ν : διὰ τῆς ει διφθόγγου. ἔστι γάρ τινα ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον , Φοῖνιξ Φοινίκειον, οὕτω καὶ κηρύκειον. Κήτειοι γένος Μυσῶν ἢ μεγάλοι. Κηφισός ὄνομα ποταμοῦ. γράφεται δὲ διὰ τοῦ ι , ἐπειδὴ τὰ διὰ τοῦ ισος ἐπὶ ποταμῶν καὶ ὀξύνεται καὶ διὰ τοῦ ι γράφεται οἷον Ἰλισός Κηφισός. κῆχο ς : τὸ πῇ κῆ· πῇ ἐγγύς, πῇ ἄγχος, ὅπερ ἐστὶν ἐν τῷ ἔναγχος, κῆχος. ἔλλειψις ἄρα τοῦ γ κῆχος. κιβώριον καὶ κιβούριον. κιβωτός γράφεται διὰ τοῦ ι τῷ λόγῳ τοῦ θλίβω. κιγκλί ς. κίδαρις πῖλος βασιλικός, ὃν καὶ τιάραν. ἔνιοι δὲ κίταριν διὰ τοῦ τ . κίκκασος καὶ κίγκασος βόλου ὄνομα. κῖκυς καὶ κικύω: ι . τὰ γὰρ ἀμφιβαλλόμενα κτλ. |
| 3,2 534 | Κίκυν α. Κιλικία καὶ Σικελία (pro Κιλικία scr.) ταῦτα κατὰ παράδοσιν. κίλλεια εἶδος λαχάνου. ἢ ἀκάνθαι τῶν ἐχίνων. ἢ πηγὴ ἢ κρήνη. ἢ ὄρος τῆς Ἀττικῆς. χωρίον δασύ, ὅπερ διαφόρως προσαγορεύουσιν, οἱ μὲν Κάλλιον, οἱ δὲ Κυλίαν, ἄλλοι Κύλλου πήραν. Κιμμερίους φησὶν Ἡρακλείδης ὁ Ποντικὸς ὑποκάτω τοῦ Πόντου εἶναι. γράφεται καὶ Κερβερίων καὶ ἔοικε καὶ Σοφοκλῆς περιπεπτωκέναι τῇ τοιαύτῃ γραφῇ, ὁμοίως καὶ Ἀριστοφάνης ἐν Βατράχοις (189) οἷον «ἦ Κερβερίους λέγω». Πρωτέας δὲ ὁ Ζευγματίτης χειμερίους γράφει. ἀεὶ γὰρ οὗτοι ἐν χειμῶνί εἰσιν. ἔνιοι δὲ Κεμμερίους. κέμμερον γὰρ λέγουσι τὴν ὁμίχλην. καὶ Σκυθικὸν ἔθνος Κιμμέριοι. Κιμωλία τὰ δύο ι ἡ παράδοσις· νῆσος δὲ ἡ Κίμωλος. κίναιδο ς. κινάμωμο ν : ι . ἡ παράδοσις. Κινησία ς : ι . ὥσπερ ἀπὸ τοῦ σώσω Σωσίας, οὕτω καὶ παρὰ τὸ κινήσω Κινησίας. κιν ῶ : διὰ τοῦ ι . παρὰ γὰρ τὸ κιεῖν. οἱ δὲ Λάκωνες κινέω λέγουσι καὶ διὰ τοῦ ι . κῖρις εἶδος ἱέρακος. λέγεται δὲ καὶ παρὰ Κυπρίοις Κῖρις ὁ Ἄδωνις. παρὰ δὲ Λάκωσιν ὁ λύχνος. ι . τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην. κίρκος κρίκος ἱέραξ. κιρσός πάθος τι περὶ τὸ σῶμα, ἄλλοι κρισσόν. κίς ὁ σκώληξ: ι . τὰ γὰρ εἰς ις μονοσύλλαβα κτλ. κίσηρι ς : ἡ πρώτη ι καὶ ἡ τρίτη. κίστη κιβωτός. ι . ἡ παράδοσις. |
| 3,2 535 | Κίτιο ν : ι . ἔστι δὲ πόλις Κύπρου. κιχῆλαι αἱ κίχλαι. κιχλισμός γέλως σφοδρός. κίω ν : ι ἢ παρὰ τὸ κίειν, ὅ ἐστιν εἰς ὕψος πορεύεσθαι, ἢ παρὰ τὸ ἰών μετοχὴν προσθήκῃ τοῦ κ κίων κλεῖθρ α : διὰ τῆς ει διφθόγγου. οἱ γὰρ Ἴωνες διὰ τοῦ η καὶ ι γράφουσι κλῇθρα, τρέποντες τὴν ει δίφθογγον. καὶ ἐκ τοῦ κλείω τὸ ἀσφαλίζω. Κλεινία ς : ει δίφθογγος τὸ κλει . παρὰ γὰρ τὸ κλέος καὶ τὸ κλεινός γίνεται Κλεινίας. κλεινό ς : δίφθογγος. τὰ γὰρ εἰς νος ὀξύτονα παρώνυμα διφθόγγῳ παραλήγεται. κλεί ς : ει δίφθογγος. Κλεισθένη ς : παρὰ τὸ κλέος καὶ τὸ σθένος Κλεοσθένης καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον Κλεισθένης, ὥσπερ δέον δεῖν καὶ πλέον πλεῖν. Κλειταγόρα ς : ει . Κλειτοφῶ ν : ει δίφθογγος. παρὰ τὸ κλείω τὸ δοξάζω γέγονε κλειτός καὶ ἐκεῖθεν Κλειτοφῶν. κλειτύ ς : σημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν διὰ τῆς ει διφθόγγου γράφεται. παρὰ γὰρ τὸ κλέτος (vel κλέτας sic Eustath.), σημαίνει δὲ τὸ αὐτὸ τῷ κλειτύς, γέγονε κλετύς καὶ πλεονασμῷ τοῦ ι κλειτύς διὰ τῆς ει διφθόγγου. κλείω τὸ δοξάζω. παρὰ γὰρ τὸ κλέος γέγονε κλέω καὶ κλείω προσθέσει τοῦ ι . κλῄζω σὺν τῷ ι γράφεται. ἀπὸ γὰρ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω. —τὸ δὲ κληδών οὐκ ἔχει τὸ ι , ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κληΐζω, ἀλλ’ ἀπὸ τοῦ κλῶ τοῦ σημαίνοντος τὸ καλῶ γέγονε κλήσω καὶ κληδών. κλῃδοῦχο ς : γυνή. ι . ἀπὸ τοῦ τὰς κλεῖς τῆς οἰκίας ἔχειν. κλῖμα ξ : ι . τὰ εἰς αξ ἀποστρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν. γέγονε δὲ παρὰ τὸ κλίνω κλῖναξ καὶ κλῖμαξ κατὰ μετάθεσιν τοῦ ν εἰς μ . κλίν η : ι . ἀπὸ γὰρ τοῦ κλίνω. |
| 3,2 536 | κλίν ω : ι . κλινῶ γὰρ ὁ μέλλων. καὶ οἱ Αἰολεῖς κλίννω λέγουσι καὶ οὐ κλέννω. κλίσιον κλισιάς: ι . Κλιτόριον ὄνομα πόλεως ἐν τῇ Ἀρκαδίᾳ διὰ τοῦ ι γράφεται. παρὰ γὰρ τὸ κλύω γέγονε Κλυτόριον καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Κλιτόριον ὥσπερ Ἀφροδύτη Ἀφροδίτη. ἰστέον δὲ ὅτι τὸ κλιτόριον σημαίνει καὶ τὸ αἰδοῖον τῆς γυναικός, ὅθεν καὶ κλιτοριάζειν λέγουσι τὸ αἰσχρῶς ἅπτεσθαι. κλῳός ἔχει τὸ ι . ἀπὸ γὰρ τοῦ κλοιός. κλοῖστρον κλῷστρον. κνῖσ α : Ἡρωδιανὸς ἐθέλει ἀπὸ μέλλοντος αὐτὴν γενομένην τοῦ κνίζω κνίσω δι’ ἑνός τε γράφεσθαι ς καὶ ἔκτασιν λαβεῖν τοῦ ι . κνίψ καὶ σκνίψ ζῷον. κνυζοί οἱ τὰ ὄμματα πονοῦντες et σκνιφόν ἀμυδρὸν βλέποντα. Ἀττικοὶ γὰρ καὶ τὸ σκότος σκνίφος λέγουσιν. Κνωσός πόλις δι’ ἑνὸς ς , Τρύφων δὲ διὰ δύο. κόγχναι αἱ ὄγχναι. Κοδρίδη ς : διὰ τοῦ ι τὸ δρι . τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται, Κόδρος Κοδρίδης, Κρόνος Κρονίδης. κοίης ἱερεὺς Καβείρων ὁ καθαίρων φονέα. οἱ δὲ κόης. κοιλί α : παρὰ τὸ κόϊλον κοῖλον κοιλία. κοινεῖον πορνεῖον. Κοινός δεσπότης. κοῖον ἐνέχυρον κώϊον ἐνέχυρον κῶα ἐνέχυρα. κολοσσός ἀγάλματα ὑπερμεγέθη, ἀνδριάντες. κολωνία τάφος. Ἠλεῖοι. κολῳός θόρυβος, ἀταξία, ταραχή· ἡ μεταφορὰ ἀπὸ τοῦ ζῴου. |
| 3,2 537 | κομψεί α : ει δίφθογγος. κομψεύω γάρ. Κονείδης Θησέως παιδαγωγός. κονί ω : ι . παρὰ τὸ κόνις κονίω. κόοι τὰ χάσματα τῆς γῆς καὶ τὰ κοιλώματα. κοράλλιο ν : (ἴσως τὸ ἅλιον ἔγκειται· ἀπὸ θαλάσσης ταῖς κόραις κόσμος?) ποιηταὶ οὖν τὸ αʹ διὰ τοῦ ο ἡ κοινή τε διὰ τοῦ ο , Ἀττικοὶ δὲ διὰ τοῦ ω . Κόρεια θυσία τῇ Κόρῃ τελουμένη, ει . κόρρη κόρση. κρόταφος. Κορώνεια πόλις Βοιωτίας. κόσσαβο ς. κότταβος. κουρεῖο ν : ει . παρὰ τὸ κουρεύς κουρεῖον ὡς βαλανεύς βαλανεῖον. κοχλίδιο ν : διὰ τοῦ ι . ὥσπερ ἀπὸ τοῦ γωνία γίνεται γωνίδιον, οὕτω καὶ ἀπὸ τοῦ κοχλίας κοχλίδιον. κόψιχο ς : εἶδος ὀρνέου, ὃ κόσσυφος παρ’ ἐνίων λέγεται. κραδία καὶ κραδίη καρδία. Κράμβουτις πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Λιβύης. Ἡρωδιανὸς διὰ τοῦ ο γράφει Κράμβοτις. κράνεια (pro κρανεῖα). ἔστι δὲ εἶδος δένδρου. οὕτως λέγεται ὁ καρπὸς κρανείης (Od. κ 242). διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι κρανέη. Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. Κράπαθος ἡ Κάρπαθος νῆσος πλησίον Κῶ. κράστις ὁ χλωρὸς χόρτος. ι ὥσπερ πίστις. διὰ τοῦ κ Ἀττικοί, διὰ τοῦ γ οἱ νῦν γράστιν φασίν. κράτει α : παρὰ τὸ κρατῶ κράτεια ὡς ἀνθῶ Ἄνθεια. |
| 3,2 538 | κρεῖο ν : παρὰ τὸ κρέας κρέον καὶ κατὰ πλεονασμὸν τοῦ ι κρεῖον. λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι τὸ κρεῖον ὅμοιόν ἐστι τῷ θεῖον, ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ (Ι 206). ἰστέον δέ, ὅτι ἡ κοινὴ δόξα ἔχει, ὅτι τὸ κρεῖον κρεοδόχον ἀγγεῖον σημαίνει, ὁ δὲ Εὐφορίων τὸ κρέας λέγει εἶναι. ὁ δὲ Ἡρωδιανὸς τὴν ἐκ τῶν ὠμῶν κρεῶν πεπληρωμένην τράπεζαν. ὁ δὲ Πτολέμαχος (Πτολεμαῖος?) τὸν ἀπὸ τοῦ στέατος πλακοῦντά φησιν αὐτὸ σημαίνειν. κρείουσα ἡ βασιλεύουσα. διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον κρέουσα. (γέγονε δὲ ἐκ τοῦ κρατῶ κρατείων καὶ τὸ θηλυκὸν κρατείουσα καὶ κατὰ συγκοπὴν κρείων καὶ κρείουσα?). κρείσσω ν : διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον κρέσσων. γέγονε δὲ οὕτως· ὥσπερ ἀπὸ τοῦ ταχύς γίνεται ταχίων καὶ θάσσων, οὕτω καὶ παρὰ τὸ κρατύς γίνεται κρατίων καὶ κράσσων καὶ τροπῇ τοῦ α εἰς ε καὶ πλεονασμῷ τοῦ ι κρείσσων. Κρεμμυών κώμη Κορίνθου. Εὔδοξος ἕκτῳ γῆς περιόδου. ἔστι καὶ Κρομμυών πόλις Λιβύης διὰ τοῦ ο . καὶ Ἑκαταῖος. κρέμυο ν : κρόμυον. κρῖ ἡ κριθή διὰ τοῦ ι γράφεται. γέγονε δὲ ἀπὸ τοῦ κριθή κατὰ ἀποκοπὴν τῆς θη συλλαβῆς ἢ ἀπὸ τοῦ κρίμνον τοῦ σημαίνοντος τὸ παχὺ τοῦ ἀλεύρου ὁμοίως κατὰ συγκοπὴν κρῖ. κρίβανος ἡ κάμινος, ἔνθα ὤπτων τοὺς ἄρτους. διὰ τοῦ ι γράφεται. παρὰ γὰρ τὸ κρῖ τὸ σημαῖνον τὴν κριθὴν καὶ τοῦ βαῦνος τὸ σημαῖνον τὴν κάμινον. οἱ δὲ Δωριεῖς κλίβανος λέγουσιν. κριθ ή : διὰ τοῦ ι . τὰ γὰρ εἰς θη οὐ θέλει παραλήγεσθαι τῇ ει διφθόγγῳ κτλ. λέγεται κριθή ἢ παρὰ τὸ προκρίνεσθαι τῶν δρυῶν— ὀπτοὺς γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι καὶ πάλιν ἤρξαντο ἀπὸ κριθῆς ὕστερον ἄρτον ἐσθίειν—ἢ διὰ τὸ κρίνεσθαι καὶ διαχωρίζεσθαι αὐτὴν ἀπὸ τῶν ἀχύρων ὑπὸ τῶν ἀνέμων. τὸ δὲ κρίνω διὰ τοῦ ι . κρινῶ γὰρ ὁ μέλλων καὶ οἱ Αἰολεῖς κρίννω λέγουσιν. κρικάδει α : τὸ ἐναλλάξαι τοὺς δακτύλους ὥσπερ κρυβούς: ει . κρίκος κίρκος. κριός παρὰ τὸ κεκρίσθαι τὰς τρίχας. ι τῷ κανόνι τῶν διὰ τοῦ ιος δισυλλάβων ἀρσενικῶν διὰ τοῦ ι γραφομένων. |
| 3,2 539 | Κρῖος ὄνομα Τιτᾶνος· παρὰ τὸ κεκρίσθαι τῷ κανόνι τοῦ κριός. Κρῖσ α : ἔστι δὲ ὄνομα πόλεως, διὰ τοῦ ι , ἐπειδὴ καὶ Κίρρα λέγουσι διὰ τοῦ ι καὶ οὐδέποτε πρὸ τῶν δύο ρρ εὑρίσκεται δίφθογγος ὑποδηματορράφος. κροκόδειλο ς : ει . Κροκόλειον νῆσος Ἰθάκης. Κρόνια ἑορτὴ ἑκατομβαιῶνος μηνὸς Κρόνῳ· ι . Κρονίω ν : διὰ τοῦ ι , ἐπεὶ τὸ Κρονίδης διὰ τοῦ ι . τὰ γὰρ εἰς ων πατρωνυμικὰ κτλ. κροσσό ς. κρυμνός ἢ κρυμός· πάγος, ψῦχος, μέγα ῥῖγος. κρυπτεί α : ει δίφθογγος. κρυπτεύω γάρ. κρωπίον δρέπανον· τινὲς δὲ διὰ τοῦ β κρωβίον. κτεινύ ω : διὰ τῆς ει διφθόγγου καὶ δι’ ἑνὸς ν κατὰ παράδοσιν. τὸ δὲ ἀποκτίννυται διὰ τοῦ ι καὶ διὰ δύο νν . κτείν ω : κτενῶ γάρ ἐστιν ὁ μέλλων. καὶ πάλιν οἱ Αἰολεῖς κτέννω λέγουσιν ἀποβάλλοντες τὸ ι καὶ διπλασιάζοντες τὸ σύμφωνον ὥσπερ κείρω κέρρω. κτεί ς : ει . κτενός γὰρ ἡ γενική. κτίλος ὁ προηγούμενος τῆς ποίμνης κριός. κτῴμη ν : σὺν τῷ ι Σοφοκλῆς ἀπὸ τοῦ κταοίμην. κυβεῖο ν : τόπος, εἰς ὃν συνῇσαν κυβεύοντες. ει . Κυβέλη ἡ μήτηρ τῶν θεῶν καὶ Κυβήβη. κύβεσις ἢ κύβισις· πήρα. Κυθέρει α : ει τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. κυκανᾷ ἀπὸ τοῦ κυκῶ τὸ ταράσσω, ἐὰν δὲ κυρκανᾷ, πλεονασμὸς τοῦ ρ . κυκε ῶ : κυκεῶνα κατ’ ἀποκοπὴν τῆς να συλλαβῆς. τὸ δὲ αὐτὸ καὶ μετὰ τοῦ ι κυκειῶ. |
| 3,2 540 | κύκλῳ ἐπίρρημα τοπικόν. ἔχει δὲ τὸ ι προσγεγραμμένον ὡς ἀπὸ δοτικῆς. τὸ μέντοι πόρρω καὶ ἔξω καὶ ἄφνω οὐ παρὰ δοτικῆς· διὸ οὐδὲ προσγεγραμμένον ἔχει τὸ ι . Κυκλώπειο ν : ἔστι δὲ ὄρος ἐν Λιβύῃ. γέγονε δὲ ἀπὸ τοῦ Κύκλωπος. ει . κυλί ω : ι . τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ δύο συλλαβὰς κτλ. κυλλοποδίω ν : ι ὁμοίως τῷ ἐχίων. κύμινο ν : διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινον προπαροξύτονα ἀποστρέφεται τὴν ει δίφθογγον. κύνειο ς : ει . σημαίνει δὲ μέρος σώματος. Κύννα ὄνομα πόρνης. Κυννίδαι γένος Ἀθήνησιν, ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κυννείου Ἀπόλλωνος. κύπειρο ν : ἔστι δὲ εἶδος βοτάνης. ει , ἐπειδὴ κύπαιρον λέγουσιν οἱ Δωριεῖς διὰ τῆς αι διφθόγγου. ἔθος γὰρ ἔχουσι τρέπειν τὸ ε εἰς α οἷον Ἄρτεμις Ἄρταμις. Κύρβαντες Κορύβαντες. Κύριλλο ς : ι . τὰ γὰρ ἔχοντα δύο λλ εἰς ος κύρια διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται. Κυτίνιο ν : διὰ τοῦ ι . τὸ ι ἀπὸ κύτινος Κυτίνιον ὡς κόφινος κοφίνιον. κῴδιο ν : ἰστέον ὅτι [τὸ κῴδιον καὶ] στῴδιον εὐλόγως ἔχει τὸ ι . τὸ δὲ λαγῴδιον παραλόγως. ἔστι γὰρ στοιά στοιᾶς. καὶ ἐπειδὴ ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται, ἐγένετο ἡ παραγωγὴ διὰ τοῦ διον στοίδιον ὡς γραφεῖον γραφείδιον καὶ κατὰ ἔκτασιν στῴδιον καὶ ἔχει τὸ ι . [τὸ δὲ κῴδιον σημαίνει τὸ τῶν προβάτων δέρμα παρὰ τὸ ἐπ’ αὐτῶν κοιμᾶσθαι. παρὰ τὸ κῶ τὸ κοιμῶμαι γίνεται ὄνομα ῥηματικὸν κῶς. Νικοχάρης Λημνίαις «πλέομεν ὦ κόρη ’πὶ κῶς». τοῦτο γίνεται κατὰ πλεονασμὸν κῶας ὡς ἀπὸ τοῦ ὦς ὠτός γίνεται ὦας «κῶας ἄγειν κριοῖο μεμαότα» (Apoll. Rhod. II 1198) καὶ γίνεται διὰ τοῦ ιδιον ἡ παραγωγὴ κωατίδιον καὶ συγκοπῇ τοῦ ατ γίνεται κωΐδιον καὶ συναιρέσει κῴδιον]. τὸ δὲ λαγῴδιον οὐκ ὤφειλεν ἔχειν τὸ ι . εἴτε ἀπὸ τοῦ λαγώς λαγώ εἴτε λαγός λαγοῦ γέγονεν. λαγίδιον γὰρ ὤφειλεν εἶναι, εἴτε ἀπὸ τοῦ λαγωός λαγωοῦ γέγονεν· λαγώδιον γὰρ ὤφειλεν εἶναι χωρὶς τοῦ ι , ἐπειδὴ ἡ τελευταία |
| 3,2 541 | συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται καὶ διὰ τοῦ διον γίνεται ἡ παραγωγή. ἀλλ’ ἔστιν εἰπεῖν ἀπὸ τοῦ λαγωός λαγωοῦ γέγονε λαγῴδιον καὶ ἔχει τὸ ι κατὰ συνεκδρομὴν τοῦ [κῴδιον καὶ] στῴδιον. συνεξέδραμε τούτοις καὶ τὸ καλῴδιον. κωμῳδό ς, μελῳδός, ῥαψῳδός σὺν τῷ ι παρὰ τὸ ᾠδή. κώνειο ν : δίφθογγος ει . ἔστι γάρ τινα προπαροξύτονα διὰ τοῦ ειον τρισύλλαβα, ἅτινα διὰ τῆς ει διφθόγγου γράφεται οἷον γένειον, δάνειον, βρένθειον. ἔστι δὲ εἶδος πολυτελοῦς μύρου. οὕτως οὖν καὶ κώνειον διὰ τῆς ει διφθόγγου καὶ διὰ τὸ κωνεάζομαι, ἐφάνη γὰρ τὸ ε ἐν τούτῳ. Κῷο ς : σὺν τῷ ι γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν, Καλλίμαχος «τῷ ἴκελον τὸ γράμμα τὸ Κώϊον» —ἢ ὅτι τὰ εἰς ος κτητικὰ τῷ ι θέλει παραλήγεσθαι χωρὶς τοῦ θηλυκός ὁ τοῦ θήλεος, Λιβυκός ὁ τῆς Λιβύης, ἁλυκός ὁ τῆς θαλάσσης. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα Ἡροδότειος, Θηβαϊκός, πατρώϊος· οὕτως οὖν καὶ Κώϊος. κωχεύε ι : μετεωρίζει. φέρει. κουφίζει. τὸ δὲ αὐτὸ καὶ κωφεύει. Λ. λάβδα καὶ λάμβδα στοιχεῖον ὑγρὸν καὶ ἀμετάβολον. λάγβατα ὅρκια. Λάγειο ν : οὕτως δὲ λέγεται τὸ ἱπποδρόμιον Ἀλεξανδρείας ἀπὸ Λάγου τινός. διὰ τῆς ει διφθόγγου γράφεται. Λαγίδη ς : ι . τὰ γὰρ εἰς ος διὰ τοῦ ιδης γινόμενα κτλ. λαγνεί α : ει · διὰ τῆς ει διφθόγγου γράφεται. τὰ γὰρ εἰς ης ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω τὸ θηλυκὸν διὰ τῆς ει γράφεται οἷον λῃστής λῃστεύω λῃστεία, ἱκέτης ἱκετεύω ἱκετεία, πολίτης πολιτεύω πολιτεία, λάγνης λαγνεύω λαγνεία. λαγῷα κρέα καὶ λάγεια. λαγῴδιον μετὰ τοῦ ι . λαίαν κτῆσιν· Δωριεῖς ἐπὶ τῆς λείας. i. e. λᾴαν σὺν τῷ ι . |
| 3,2 542 | λᾶιδος (i. e. λᾷδος σὺν τῷ ι ) λῇδος τριβώνιον. Λᾷος σὺν τῷ ι , λέγεται γὰρ καὶ τρισυλλάβως Λάϊος. λακάρτη λακάρη δένδρον τι. Λακέρει α : ει δίφθογγος τῷ κανόνι τῶν διὰ τοῦ εια προπαροξυτόνων. ἔστι δὲ ὄνομα πόλεως. Λακίνιον ὄρος Κρότωνος. καὶ Λακινία χώρα. διὰ τοῦ ι τὸ κι καὶ τὸ νι . τὰ γὰρ ἀμφιβαλλόμενα κτλ.· καὶ ἄλλως ἀπὸ τοῦ Λακῖνος. Λακῖνο ς : ι καὶ προπερισπᾶται. τὰ γὰρ διὰ τοῦ ινος ὀνόματα κτλ. λακπατῆσαι λακτίσαι καταπατῆσαι. ἀνατρέψαι. [ λακρίς καὶ] λάκτις· κώπη τορύνη. λάκτιμα λάκτισμα (Aeschyl. Agam. 1601?). λαλαμίς λαῖλαψ. ἀντὶ τοῦ λαλαμίς λαιλαμίς γράφουσι. Λάμπεια ὄρος Ἀρκαδίας Παρθένιος Ἀνθίππῃ. τὸ ἐθνικὸν δύναται καὶ Λαμπειάτης καὶ δίχα τοῦ ι . Λάμπη πόλις Κρήτης, ἣν Ξενίων ἐν Κρητικοῖς διὰ δύο ππ γράφει καὶ διὰ δύο αα καὶ διὰ τοῦ η . λαμπήνη εἶδος ἁμάξης· ἔνιοι ἀπήνη. Λαμπώνεια πόλις Τρῳάδος. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Λαμπωνεύς. Ἑλλάνικος δὲ Λαμπώνιον αὐτήν φησι καὶ τὸ ἐθνικὸν Λαμπωνιεύς. Λαοδαμάντεια νῆσος ἐν Λιβύῃ Ἀρτεμίδωρος. ἐκαλεῖτο δὲ Λαομεδόντεια, ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. τὸ ἐθνικὸν ἀμφότερον Λαομεδοντίτης καὶ Λαοδαμαντίτης. λαοπίζει ἢ λαπίζει γαυροῦται. λαπάσσειν λαπάζειν κενοῦν. Λάρισ α : ἔστι δὲ ὄνομα πόλεως. διὰ τοῦ ι γράφεται. τὰ γὰρ διὰ τοῦ ισα κτλ. λασιτό ς : κίναιδος· ἢ λεσιτός· πόρνη. λατρεία ἐκ τοῦ λατρεύω. Λαύρειο ν : ἔστι δὲ τόπος τῆς Ἀττικῆς ποιῶν μέταλλον. διὰ τῆς |
| 3,2 543 | ει διφθόγγου γράφεται. τὰ γὰρ διὰ τοῦ ειον τρισύλλαβα ἰδιάζοντα καὶ προπαροξύνεται καὶ διὰ τῆς ει διφθόγγου γράφεται. λάχει α : σημαίνει δὲ τὴν καλῶς ἐσκαμμένην γῆν· διὰ τῆς ει διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ εια ἀπὸ ἐνεστώτων προπαροξυτόνων οἷον κρατῶ κράτεια, λαχῶ λάχεια, ἐνεργῶ ἐνέργεια. Λεβάδεια πόλις Βοιωτίας: ει . λεία ξ : διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ λεῖον γέγονε λείαξ. λείβ ω. λεῖκνο ν : διφορεῖται. καὶ γὰρ διὰ τῆς ει διφθόγγου γράφεται καὶ διὰ τοῦ ι . καὶ εἰ μὲν διὰ τῆς ει διφθόγγου, σχηματίζεται οὕτως· ἐκ τοῦ λέχος γίνεται λέχνον καὶ λέκνον καὶ πλεονασμῷ τοῦ ι λεῖκνον. καὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖς πτυαρίοις ἐποίουν τοὺς οἰκείους υἱοὺς καθεύδειν διὰ τὸ πολύγονον. εἰ δὲ διὰ τοῦ ι , οὕτως· ἔστι λικμᾶν, ὃ γίνεται παρὰ τὸ λίαν καμεῖν, ἐξ οὗ γίνεται λίκμον καὶ μεταθέσει τοῦ μ εἰς ν λίκνον. λεῖμα ξ : σημαίνει δὲ τὸν λειμῶνα. διὰ τῆς ει διφθόγγου. λειμώ ν : διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ τὸ λείβω τὸ καταστάζω λειβών καὶ λειμών. λειόβατο ς : παρὰ τὸ λεῖον. ἔστι δὲ εἶδος ἰχθύος. λεῖο ς : διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ λεαίνω. λείριο ν : ει . παρὰ τὸ λεῖον λείϊον καὶ προσθέσει τοῦ ρ λείριον. λειρόφθαλμο ς : εἰ σημαίνει τὸν προσηνῆ, διὰ τῆς ει διφθόγγου |
| 3,2 544 | γράφεται καὶ γίνεται παρὰ τὰ λείρια τὰ ἄνθη. εἰ δὲ σημαίνει τὸν ἀναιδῆ, παρὰ τὸ λίαν ὁρᾶν (? ὁρμᾶν). λειτουργεῖ ν : τὸ ὑπηρετεῖν. διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ λήϊτον τὸ δημόσιον καὶ τὸ ἔργον γέγονε ληϊτουργεῖν καὶ κατὰ συστολὴν τοῦ η εἰς ε λεϊτουργεῖν καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον λειτουργεῖν. λειφαιμήσας λιφαιμήσας. λειχή ν : διὰ τῆς ει διφθόγγου παρὰ τὸ λείχω. καί φασιν ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται. λείχω διὰ τῆς ει διφθόγγου. ἀντιπαράκειται γὰρ αὐτῷ τραπεζολοιχός. λείψανο ν : διὰ τῆς ει διφθόγγου γράφεται. ἢ παρὰ τὸ λείβω λείψω γίνεται· καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεώτων· ἢ παρὰ τὸ λείπω λείψω. λείψανα γάρ εἰσι τὰ ἐγκαταλείμματα. λειψανδρί α. Λειψύδριον χώριόν τι ὑπὲρ Πάρνηθος, ὃ ἐτείχισεν Ἀλκμαίων. Λειώδης ὄνομα κύριον διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λεῖον, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται. λέκιθο ς : σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ. διὰ τοῦ ι γράφεται τὸ κι . λεξείδιο ν, εἰ μὲν ἀπὸ τῆς λέξις λέξεως, διὰ τῆς ει διφθόγγου· εἰ δὲ ἀπὸ τῆς λέξιος Ἰωνικῶς, διὰ τοῦ ι ὡς ἀπὸ τῆς ῥήσεως ῥησείδιον, ἀπὸ δὲ τῆς ῥήσιος γενικῆς Ἰωνικῆς ῥησίδιον καὶ τὰ ὅμοια. Λεοντῖνος τῷ κανόνι τοῦ Λακῖνος. λήδιον cf. λᾷδος. λήϊο ν : σιτοφόρον χωρίον· ἀπὸ τοῦ λειαίνειν τὴν τροφήν. ἀγριοῦνται γὰρ οἱ λιμώσσοντες· βέλτιον δὲ ε ψιλῷ διὰ τὴν ἐπιφαινομένην κατὰ καιρὸν λειότητα τῶν ἀσταχύων. ληΐτη ἱέρεια, οἱ δὲ λῃτή. λῆμα καὶ λῆμμα· τὸ μὲν τίθεται ἐπὶ ψυχικοῦ παραστήματος, τὸ δὲ ἐπὶ τοῦ λαμβανομένου· καὶ ἔστι τὸ μὲν ἀπὸ τοῦ λῶ τὸ θέλω, τὸ δὲ ἀπὸ τοῦ λήβω τὸ λαμβάνω. |
| 3,2 545 | λῇς λῇ μετὰ τοῦ ι παρὰ τὸ λῶ τὸ θέλω. Εὐριπίδης Πλεισθένει· «καὶ κάταιθε χὤτι λῇς πόιει». λῄσταρχο ς : ἀρχιλῃστής. —λῃτῆρες, λῄτειραι. —λῃτή, λῇτον σὺν τῷ ι . λῃστής ἔχει προσκείμενον τὸ ι · ἀπὸ γὰρ τοῦ ληϊστής τρισυλλάβου ἐστίν. Λητ ώ : λέγει ὁ Ἡρωδιανός—ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖς εἰς ω ληγούσαις εὐθείαις εἶχεν τὸ ι προσγεγραμμένον οἷον ἡ Λητώι, ἡ Σαπφώι σὺν τῷ ι . λία ν : ι . τὰ γὰρ εἰς αν λήγοντα ἐπιρρήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. λίβανο ς: ι . παρὰ τὸ λείβω. καὶ γὰρ συναλιφή ἀπὸ τοῦ ἀλείφω. ἔστι δέ τινα ὀνόματα ἀπὸ ῥημάτων γινόμενα ἅτινα οὐ φυλάττει τὴν τοῦ ῥήματος γραφὴν ὡς ἐπιτοπλεῖστον πείθω πιθανός, λείβω λίβανος. λιβρό ν : σκοτεινόν, μέλαν, δίυγρον. λιμβεία παρὰ τὸ λιμβεύω. λιμβό ς : διὰ τοῦ ι κατὰ παράδοσιν. λιμήρη Ἐπίδαυρον· τοῦτο δισσόν ἐστιν. ὁπότε παρὰ τοῦ λιμένος λιμενήρη ἢ παρὰ τοῦ λειμῶνος λειμωνήρη λειμήρη. οὕτως Ἡρωδιανό ς. ? λίμμ α : ι παρὰ τὸ λείπω λίμμα. πολλὰ δέ ἐστιν ὀνόματα κτλ. cf. λίβανος. λιμό ς : διὰ τοῦ ι γράφεται. καὶ ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἐπειδὴ παρὰ τὸ λείπω ἐστίν· ὁ γὰρ λιμός λεῖψίς ἐστι τῶν ἐπιτηδείων. ἀλλ’ ἡ παράδοσις ἔχει τὸ ι · λέγει δὲ ὁ Τρύφων, ὅτι συνέπαθε ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειαν σημαίνει τινὸς τῶν ἐπιτηδείων, τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο. ὁ δὲ Ἀπολλώνιός φησι, ὅτι τὸ λιμός διὰ τοῦ ι γράφεται ἐξ ἀφορμῆς τοῦ λιμπάνω· τὰ γὰρ διὰ τοῦ ανω εἰ μὲν πλεονάζει τὸ ν , συστέλλει τὴν ἀρχήν, οἷον λήθω λανθάνω, μήθω μανθάνω, πήθω πανθάνω, λείπω λιμπάνω. εἰ δὲ μὴ πλεονάζει τὸ ν , φυλάττει τὴν ἀρχὴν οἷον αὔξω αὐξάνω. |
| 3,2 546 | λιπαρεῖν τὸ παρακαλεῖν διὰ τοῦ ι γράφεται, ὅτι παρὰ τὸ λίαν παρεῖναί ἐστιν. λίπο ς : διὰ τοῦ ι γράφεται. συνεσταλμένη γάρ ἐστιν ἡ λι συλλαβή. λίς σημαίνει τὸν λέοντα ἀρσενικῶς καὶ θηλυκῶς δὲ ἐπὶ τῆς λείας «πέτρη γὰρ λίς ἐστι περιξέστῃ εἰκυῖα» (μ 79) διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς ις κοινολεκτούμενα ἀποστρέφεται τὴν ει δίφθογγον Πάρις, πόλις, ἀσπίς, ῥανίς. λίταργος ὁ ταχύς διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ λίαν ἀργὸν εἶναι ἤγουν ταχύν. λιτό ς : ι κατὰ παράδοσιν. καὶ πάλιν τὰ διὰ τοῦ ιτος ἀποστρέφεται τὴν ει δίφθογγον. λίτρ α : ι · εὕρηται γὰρ ἐν συστολῇ παρὰ τοῖς Δωριεῦσιν. λιχμ ῶ : παρὰ τὸ λείχω. τὸ λι ι , ἐπειδὴ οὐ πάντα ἀκόλουθα τὰ παραγωγὰ τοῖς πρωτοτύποις. λίχνος διὰ τοῦ ι . λιχνεί α : τὸ χνει δίφθογγος παρὰ τὸ λιχνεύω. λίψ σημαίνει τὸν ἄνεμον καὶ τὴν ἧτταν καὶ τὴν λιβάδα. ἀμφότερα παρὰ τὸ λείβω λείψω γέγονεν ἢ παρὰ τὸ λείπω λείψω, διὰ τοῦ ι δέ. τὰ γὰρ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφεται. λογεῖο ν : σημαίνει εἶδος κρατῆρος καὶ τὸν τόπον τοῦ θεάτρου διὰ τῆς ει διφθόγγου γράφεται. τὰ γὰρ ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ ειον γινόμενα καὶ προπερισπᾶται καὶ διὰ τῆς ει διφθόγγου γράφεται οἷον ᾄδω ᾠδεῖον, κείρω κουρεῖον, σκάπτω σκαφεῖον, ἄγω ἀγγεῖον. οὕτω καὶ λέγω λογεῖον. Λόκοζος πόλις Φρυγίας. —κατεκλύσθη δέ, ὡς Ξάνθος ὁ Λυδός, ὃς καὶ διὰ τοῦ ξ γράφει ἐν τόποις (Λυδιακοῖς?) Λοκοξίτας τούτους καλῶν. λοφάδει α. λοχίτη ς : ὁ ἐνεδρεύων. τὰ παρὰ τῶν εἰς ος διὰ τοῦ ιτης κτλ. Λύκαια πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ θ . |
| 3,2 547 | Λύκαιον τὸ ὄρος. Λύκειον τὸ γυμνάσιον. Λύκτος πόλις Κρήτης ἀπὸ τοῦ Λύκτου τοῦ Λυκάονος· ἔνιοι δὲ Λύττον αὐτήν φασι διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. Λυκώρεια κώμη ἐν Δελφοῖς. ὁ πολίτης Λυκωρεύς καὶ Λυκώριος καὶ Λυκωρείτης. ἔστι καὶ Λυκώρειος Ζεὺς καὶ Λυκώρειον διὰ διφθόγγου. Λύρκειον ὄρος Ἄργους. Λυρνατία χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. Λυρνησσός πόλις Τρωϊκή. διὰ δύο σς . Λυσάνδρεια πανήγυρις ἀπὸ Λυσάνδρου ὀνομασθεῖσα. ει . λύσειοι τελεταί οὕτως ἐλέγοντό τινες τελεταί, ἐπεὶ καὶ Λύσιος ἐλέγετο ὁ Διονύσιος. ει . λυσιμάχειος βοτάνη εὑρεθεῖσα ὑπὸ Λυσιμάχου. ει . Λυχνιτός πόλις Ἰλλυρίας ἀρσενικῶς λεγομένη. Ἡρωδιανός. ἄλλοι δὲ Λυχνιδός. λῴων βελτίων. σὺν τῷ ι . Μ. μάγειρο ς : ει . μάδισο ς : δίκελλα· οἱ δὲ μαδιβός. μαζός μαστός. Μάζυες οἱ Λιβύης νομάδες. —εἰσὶ δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες. μακέλη καὶ μάκελλα· δίκελλα. Μακέτης Μακεδόνιος καὶ Μακέτις γυνὴ καὶ Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο ττ καὶ δι’ ἑνὸς τ . Μακετία λέγεται Μακεδονίας μοῖρα κτλ. γράφεται δὲ δι’ ἑνὸς τ καὶ διὰ δύο ττ . Μάκιστος πόλις τῆς Τριφυλίας. τὸ ἐθνικὸν Μακίστιος καὶ Μακιστία. εὕρηται καὶ Μακέστιος διὰ τοῦ ε ψιλοῦ. Μάκρυες ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ ι τούτους φησί. μαλακός μαλθακός. |
| 3,2 548 | μαλάσσειν μαλθάσσειν. μαλάχη μολόχη. Μαλέα ἄκρα πρὸς τῇ Πελοποννήσῳ. καὶ Μάλεια διὰ διφθόγγου. Μαλειήτης ὡς Αἰγινήτης· λέγεται καὶ Μαλεάτης Μαλεᾶτις. μάλευρον ἄλευρον. μᾶλλον τὸ ἐπίρρημα τὸ α μακρὸν ἔχει. τὰ δὲ ἔχοντα δύο σύμφωνα ὅμοια ἑπόμενα βραχὺ ἔχει τὸ δίχρονον [οἷον ἄλλος, γάλλος, θαλλός, θάλλω, πάλλω, ἅλλομαι καὶ ἀγάλλομαι Mon. 26, 16 cf. Dichr. 292, 10] καὶ τὰ ὅμοια. ὅθεν Λάκωνες τὸ μᾶλλον μάλιον λέγουσι διὰ τὸ μὴ συστεῖλαι τὸ α . λοιπὸν ἐν οἷς ἐπιφέρηται δύο σύμφωνα ὅμοια, συστέλλει τὸ δίχρονον ἤγουν τὸ ι οἷον ἴλλος, ἴκκος καὶ ἴλλαος οἱ Αἰολεῖς (pro καὶ ἴλαος scripsi), ἐπειδὴ ἀνεδιπλασίασε (hoc inserui), συνέστειλε τὸ δίχρονον ἤγουν τὸ ι διὰ τὸ μὴ δύνασθαι ὡς εἴρηται αὐτὸ ἐκτείνεσθαι (hoc inserui) τῶν δύο ἐπιφερομένων συμφώνων. Μαντίνεια πόλις Ἀρκαδίας. Ὅμηρος «οἳ Τέγεάν τ’ εἶχον καὶ Μαντινέην ἐνέμοντο» (Β 607). Μαντύη καὶ Μαντύα πόλις Ῥωμαίων. γράφεται καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. Μαργίτης παρὰ τὸ μάργος. Μαρικᾶς cf. Γαριμᾶς. μάρκας μακάριος. Τὴν μάρτυς εὐθεῖαν ἡ Αἰολέων διάλεκτος διὰ τοῦ ρ προφέρει· ἐκεῖνοι γὰρ τὸ ς εἰς ρ μεταβάλλουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ ἵππος ἵππορ· οὕτως οὖν καὶ μάρτυς μάρτυρ, ἀφ’ ἧς ἐκπίπτει πληθυντικὸν μάρτυρες παρά τε τοῖς κωμικοῖς καὶ Ἱππώνακτι. μάσθλη καὶ μάσθλης ἀπὸ τοῦ ἱμάσσω. μασταρίζ ω. μαστροπός καὶ μαστροφός. ματᾴζω πρὸς τὸ α τὸ ι γραφόμενον ἔχει ὡς τὸ σφαδᾴζω, τερᾴζω. ματεῖ ζητεῖ et μαστεύει ζητεῖ. μάτιος μάταιος. ματιολοιχό ς. ματύαι γνάθοι. μαῦρον τὸ ἀμαυρόν. |
| 3,2 549 | μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Σικελιώτου εὑρόντος αὐτό. μεγαλοφυεία ς : μεγαλονοίας. Μεγαρικός κτητικόν· οὕτω δὲ καὶ τοὺς Μεγαρικοὺς κεράμους διὰ τοῦ ε χρὴ λέγειν, οὐ διὰ τοῦ α , ὡς οἱ ἔμποροι τὴν ἄρχουσαν παραφθείροντες. μεγήρατ α. Ἡσίοδος «μεγήρατα τέκνα θεάων» (Theogn. 240) μεγάλως ἐπέραστα ἢ ὑπερήφανα διὰ τὸ κάλλος· ἢ μέγα ἐρίζοντα περὶ κάλλους. μέδεα τὰ αἰδοῖα παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς γενέσεως ὡς καὶ Ἀρχίλοχος «ἶνας δὲ μεδέων ἀπέθρισε» καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ μέζεα Ἡσίοδος (op. 512) «καὶ ὑπὸ μέζε’ ἔθεντο». ἢ ὅτι μέσα ἐστὶ τῆς οὐρᾶς μέσεα ὄντα. Σικελοὶ δὲ καὶ Ταραντῖνοι μέσα αὐτὰ καλοῦσι. ἐκ δὲ τοῦ μέδεα κατὰ τροπὴν τοῦ ε εἰς η μήδεα. μεθίω ἀμελῶ—μεθείω ἀμελήσω ἢ ἀπὸ τοῦ μεθῶ μεθείω ὡς τελῶ τελείω. μεθόπωρον μετόπωρον. Μεθώνη πόλις Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ η «οἱ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο» (Β 716). μειζῶ διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ ἀπὸ τοῦ μείζων συγκριτικοῦ γέγονεν. τὸ δὲ μείζων διὰ διφθόγγου κτλ. μείς μήν. μελάντειοι ὅροι: ει . μειλίγματα μείλια μείλιχος μειλίσσεσθαι. Μελίταια πόλις Θεσσαλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησι. μελίταινα πόα τις, ἣν ἔνιοι μελίκταιναν (ἄλλοι μελισσόφυλλον). μεμνέῳτο «ὡς μεμνέῳτο δρόμου» (Ψ 361). προπαροξυνητέον. γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω . οὕτω δὲ καὶ ὁ Ἀσκαλωνίτης ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε |
| 3,2 550 | ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται ἐν Κύρου παιδείας πρώτῳ (6, 3) «ἀλλ’ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». τὸ ἀνάλογον δὲ διὰ τοῦ η προσκειμένου τοῦ ι παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου». καὶ πάλιν προπερισπαστέον. μεμορυχμέν α. Μεμφίτης παρὰ τὸ Μέμφις. μεσαύχενε ς· Ἀριστοφάνης φησί «μεσαύχενας νέκυας» οὕτω διὰ τοῦ μ γραπτέον μεσαύχενες, ὅτι μέσον αὐχένα ἀσκοῦ πιέζει, ὃ περιεβάλλοντο σχοινίον. παρῳδεῖ δὲ τὰ ἐν τῷ Φιλοξένου Σύρῳ· ἔνιοι δὲ διὰ τοῦ δ γράφουσι δεσαύχενες καὶ [βυσαύχενες] οὐ καλῶς. μεσοπέρδη ν· μεσοφέρδην τὸν μέσον φερόμενον· τὸ γὰρ παλαιὸν τῷ π ἀντὶ τοῦ φ ἐχρῶντο προστιθέντες τὸ τῆς δασύτητος σημεῖον. Μεσσήνη καὶ χώρα καὶ πόλις. —χώρα δὲ Μεσσηνία καὶ Μέσση κατ’ ἀποκοπὴν ἢ Μέση καὶ Μεσήνη, ὥς τινες. Μέταβον οἱ βάρβαροι τὸν Μεταπόντιον ἔλεγον. μέταυλον μέσαυλον. Μῄονες οἱ Λυδοὶ λέγονται ἀπό τινος Μῄονος ἢ Μαίονος τραπέντος μὲν τοῦ α εἰς η , τοῦ δὲ ι μένοντος ἀνεκφωνήτου· λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηΐονες ἐκφωνηθέντος τοῦ προσγραφομένου ι . Ἡρακλείδης δέ, φασίν, ἄνευ τοῦ ι γράφει τοὺς ἀπὸ τοῦ Μαίονος κληθέντας Μήονας λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολὴν ὡς τῶν Βοιωτῶν τὴν ὅλην αι δίφθογγον εἰς η καταμόνας μεταβαλλόντων, ὥς που καὶ ὁ Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανὸν λέγων καὶ ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων τὸ ποιούμεναι λεγόμεναι καὶ τὰ τοιαῦτα ποιούμενη λεγόμενη ἐκεῖνοί φασιν, οὕτω δὲ καὶ τὰ ὅμοια. μιγέωσι μιχθῶσι. Μιδάειον πόλις Φρυγίας. —καὶ Μιδάϊον λέγεται καὶ Μιδήϊον. μικκός ὁ μικρός· ἐπειδὴ ἀνεδιπλασιάσθη τὸ κ , συστέλλουσι τὸ ι . μικρό ς : διὰ τοῦ ι γράφεται· κανὼν δὲ τοιοῦτος· τὰ εἰς κρος γε‐ |
| 3,2 551 | νόμενα δισύλλαβα εἴτε κύρια εἴτε μὴ κύρια ἀποστρέφεται τὴν ει δίφθογγον. μῖλαξ ἡ λικία· ἔνιοι δὲ μέλλαξ. καὶ παρ’ Ἑρμίππῳ ἐν θεοῖς, ἀγνοήσας Ἀρτεμίδωρος. ἐκεῖ γὰρ μῖλάξ ἐστιν. Μίλητο ς· ἔστι ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· Μίλλατος γὰρ λέγουσιν οἱ Αἰολεῖς ὥσπερ ὅμιλος ὅμιλλος, πέδιλον πέδιλλον· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, ἔλεγον ἂν Μέλλετος ὥσπερ κείρω κέρρω. μιλτοπάρῃο ι. μίμν ω : ἔστι τινὰ ῥήματα ἅτινα πλεονάζει σύμφωνον καὶ τρέπει τὸ ε εἰς ι · ἔστιν οὖν μένω, γίνεται δὲ μίμνω. μῖμο ς : ι · τὰ εἰς ος δισύλλαβα ἔχοντα τὴν πρώτην καὶ τὴν δευτέραν συλλαβὴν ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἀρχομένην ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι οἷον Νίνος, βίβλος. μινῴα εἶδος ἀμπέλου. μιμνῄσκω ὁ μὲν Δίδυμος ἄνευ τοῦ ι , ἡ μέντοι παράδοσις οὐκ ἐπείσθη αὐτῷ. Μίνως βασιλεύς. τινὲς διὰ διφθόγγου παρὰ τὸ μένω Μένως καὶ Μείνως, ἐπεὶ κατέμεινεν ἡ Εὐρώπη ἐν Κρήτῃ Ἀστερίωνι γαμηθεῖσα, ἐξ ἧς γέγονεν ὁ Μίνως. ἡ δὲ παράδοσις ἔχει τὸ ι , ἐπεὶ παρὰ τὸ μίμνω Μίμνως καὶ Μίνως. μισγάγκει α : ει . μίσγω cf. supra μιγέωσι et can. general. μῖσο ς : ι · ὥσπερ ἀπὸ τοῦ ἀφροδύτη γέγονεν Ἀφροδίτη καὶ δύφρος δίφρος, οὕτω μύσος μῖσος. μίτυλον ἔσχατον νήπιον Λάκωνες. —μύτιλον ἔσχατον, ἀφ’ οὖ καὶ τὸν νεώτατον. οἱ δὲ καὶ τὸ ἀποβαῖνον. καὶ ὁ νήπιος καὶ ὁ νέος. μνῴα δουλεία. σὺν τῷ ι . μόλιβος καὶ μόλυβδος· εἰ μὲν ι ἐστίν, τὸ δ οὐκ ἔστιν οἷον «καὶ μόλιβος ὥστε δίκτυον κατῆγε» Σοφοκλῆς· ἐὰν δὲ τὸ υ , τὸ δ «ἡ δὲ μολυβδαίνῃ ἰκέλη» Ἰλιάδος Ω (80). Μολοσσοί καὶ Μολοττοί καὶ Μολοτοί δι’ ἑνὸς τ . Μολυκρία πόλις Αἰτωλίας. Στράβων δεκάτῃ (p. 460). Θουκυδίδης δευτέρᾳ (c. 84) Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μολυκρίαν αὐτήν φησιν. |
| 3,2 552 | Μομβρώ ἡ Μορμώ. Μοψοψία ἡ Ἀττικὴ ἀπὸ Μόψοπος. ὁ πολίτης Μοψόπειος διὰ διφθόγγου καὶ διὰ τοῦ ι . Μυκάλη πόλις Καρίας. Δίδυμος δὲ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπὶ τόκῳ (Mein. ἐπ’ οἴκτῳ) μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο· οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μυχῷ κεῖται τῆς Καρικῆς ἁλός. Μυκαλησσός πόλις μεσογεία Βοιωτίας. Μυκέρινα ὄνομα πόλεως. Μυλάντειοι θεοί. Μύλας εἷς τῶν Τελχίνων ὃς τὰ ἐν Καμείρῳ ἱερὰ Μυλαντείων ἱδρύσατο. Μύλιττα ἡ Οὐρανία. Ἀσσύριοι. Μυργέται ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. ἔν τισι δὲ τῶν Ἡρωδιανοῦ γράφεται διὰ τοῦ γ Γυργετῶν κακῶς. Μύρινος πόλις ἐν Λήμνῳ ἀπὸ Μυρίνης ἢ Μυρίνου. Μύρκινος τόπος καὶ πόλις κτισθεῖσα παρὰ τῷ Στρυμόνι ποταμῷ. Παρθένιος δὲ Μυρκιννίαν αὐτήν φησι. Μυρμήκιον πολίχνιον τῆς Ταυρικῆς. Στράβων ἑνδεκάτῃ (p. 494). Ἡρωδιανὸς διὰ διφθόγγου γράφει καὶ προπερισπᾷ· τὸ ἐθνικόν, ἐὰν μὲν διὰ διφθόγγου, Μυρμηκειεύς, εἰ δὲ διὰ τοῦ ι γράφεται, Μυρμήκιος. Ἀρτεμίδωρος δὲ Μυρμηκίαν αὐτήν φησι. μυρρίνη μυρσίνη. Μυρρινοῦς δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης Μυρρινούσιος. Διονύσιος δὲ ὁ Τρύφωνος Μυρρινοῦττά φησιν. ὁ δημότης ἐκ Μυρρινούττης διὰ δύο ττ . Μύρσινος πόλις Ἤλιδος «καὶ Μύρσινος ἐσχατόωσα» (Β 616). ὕστερον δὲ Μυρτούτιον ἐκλήθη. μυστίλη ὁ κοῖλος ἄρτος. Ν. νάθραξ καὶ νάρθαξ· νάρθηξ. Δωρικῶς. Ναιάδες ἢ Ναΐδες, Νηΐδες. ναίω τὸ οἰκῶ διὰ τῆς αι διφθόγγου ὡς τὸ «ναῖε δὲ Σατνιόεντος |
| 3,2 553 | ἐυρρείταο παρ’ ὄχθας» (Ζ 34) ἐξ οὗ γίνεται ὁ ναός. νέω δὲ διὰ τοῦ ε ψιλοῦ τὸ πορεύομαι ὡς τὸ «νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαίην» (Σ 101) καὶ τὸ κολυμβῶ ὡς «στόμα καλλιρρόοιο Ἷξε νέων». Νακόλεια πόλις Φρυγίας· ἔστι καὶ οὐδέτερον Νακόλαιον. καὶ ὥσπερ ἀπὸ τοῦ νύμφης νύμφαιον καὶ Ἥρας Ἥραιον, οὕτω Νακόλης Νακόλαιον ἀπὸ Νακόλης νύμφης. τὸ ἐθνικὸν Νακολαιεύς. εἰ δέ ἐστι Νακόλεια διὰ τῆς ει διφθόγγου, παρὰ τὸν Νάκολον τὸν Δασκύλου παῖδα, τὸ ἐθνικὸν ἔσται Νακολεύς. νάρθη ξ : cf. νάθραξ. Νάστος πόλις Θρᾴκης. γράφεται καὶ Νέστος. ναῦ ς : τοῦ ὀνόματος αἱ εὐθεῖαι ποικίλαι οἷον νεῦς διὰ τοῦ ε , νηῦς διὰ τοῦ η , ναῦς διὰ τοῦ α , νᾶς παρὰ Δωριεῦσι· χρῆται οὖν ὁ ποιητὴς ταύταις ταῖς φωναῖς νηυσί, νευσί, νέεσσιν, νήεσσιν. οἱ Αἰολεῖς νάεσσι. τί οὖν; οὖκ οἶδεν Ὅμηρος τὴν ναυσί; ναί, ἐν συνθέσει, Ναυσίθοος, ναυσικλυτός. νεάτη ἡ ἐσχάτη· καὶ νήτη χορδὴ ὑπὸ τῶν μουσικῶν πρὸς ἀντιδιαστολὴν τῆς τε ὑπάτης καὶ τῆς μέσης. νείαιρ α. νεῖο ν : τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον. νείατον ἔσχατον διὰ τῆς ει διφθόγγου γράφεται· ὥσπερ γὰρ παρὰ τὸ μέσον γίνεται μέσατον, τὸν αὐτὸν τρόπον καὶ παρὰ τὸ νέον νέατον καὶ κατὰ πλεονασμὸν τοῦ ι νείατον. νεῖκος ἡ φιλονεικία διὰ τῆς ει διφθόγγου γράφεται ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ καὶ τοῦ νε στερητικοῦ γέγονε νέεικος καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου νεῖκος· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐστέρηται. εἰ γὰρ ὑποχωροῦμεν, οὐκ ἔστι φιλονεικία. —τὸ δὲ νῖκος τὸ νίκημα διὰ μόνου τοῦ ι «νῖκος ἀπωσάμενος» (Μ 276)· οὕτως γὰρ διὰ τοῦ ι Ἀρίσταρχος. βούλεται γὰρ λέγειν τῆς νίκης τὴν ἧτταν. νεικῶ φιλονεικίαν σημαίνει, νικῶ δὲ νίκην. Νεῖλο ς : οὐδὲν εἰς ος λῆγον δισύλλαβον βαρύτονον τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ Νεῖλος. Νῆλος γὰρ λέγεται κατὰ διάλεκτον. Νείλεως διὰ τῆς ει διφθόγγου γράφεται. ἢ γὰρ παρὰ τὸ νέος καὶ λεώς γέγονε νεόλεως καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογ‐ |
| 3,2 554 | γον Νείλεως ὡς πλέον πλεῖν, δέον δεῖν. ἢ ὥσπερ ἡ ἀβλῆτος καὶ ἀτρῶτος γενικαὶ μετάγονται εἰς εὐθεῖαν καὶ προπαροξύνονται, τὸν αὐτὸν τρόπον καὶ ἡ Νηλέως γενικὴ ἀπὸ τοῦ Νηλεύς εὐθείας μετάγεται εἰς εὐθεῖαν καὶ προπαροξύνεται οἷον Νείλεως κατὰ τροπὴν τῶν Βοιωτῶν τοῦ η εἰς ει δίφθογγον ὥσπερ οὐτήσω ὠτειλή. νειός ἡ ἀνανεουμένη γῆ διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ νεῶ γέγονε νεός καὶ πλεονασμῷ τοῦ ι νειός. νειρός σφοδρός. νείσεται εἰσέρχεται, νείσαντο ἐπορεύοντο, νείσοντο ἐπορεύοντο, νεισόμενος πορευσόμενος, νίσεσθαι πορεύεσθαι, νισόμενον πορευόμενον. νείφω τὸ χιονίζω διὰ τῆς ει διφθόγγου. ἔστι γὰρ νέφος καὶ ἐξ αὐτοῦ γίνεται νόφος καὶ πλεονασμῷ τοῦ γ γνόφος. ἐκ τούτου οὖν τοῦ νέφος γίνεται νέφω καὶ πλεονασμῷ τοῦ ι νείφω. τὸ δὲ νήφω ἐπὶ τοῦ φρονῶ, ἐξ οὗ καὶ νηφαλέος, διὰ τοῦ η γράφεται. Ἀπολλώνιος δὲ ὁ Ἀρχιβίου τοῦτο κατὰ τροπὴν γεγενῆσθαι λέγει ἀπὸ τοῦ νείφω τὸ χιονίζω κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η . τοὺς γὰρ λειποψυχοῦντας πολλάκις ὕδατος ῥανίσι νήφειν ποιοῦμεν. νεογιλλό ς. νεοττοί νεοσσοί. νέτωπον νετώπιον μύρον συντιθέμενον ἐκ πολλῶν μιγμάτων. οἱ δὲ μετώπια. νευστάζω ν : νεύων, ἐπινεύων. —νυσταλέον ὑπνηλόν. —νυσταλωπιᾶν νυστάζειν. νέφο ς : ε . τὰ διὰ τοῦ εφος δισύλλαβα μονογενῆ διὰ τοῦ ε γράφεται χωρὶς τοῦ λαῖφος. νε ῴ : οἱ νεῴ σὺν τῷ ι . πρῶτον ἀπὸ τοῦ οἱ Μενέλαοι καὶ οἱ ναοί γέγονε κατὰ τροπὴν τοῦ ο εἰς ω καὶ μένει τὸ ι προσγεγραμμένον. |
| 3,2 555 | δεύτερον δὲ ὅτι πᾶσα εὐθεῖα ἀρσενικῶν τε καὶ θηλυκῶν πληθυντικῶν εἰς φωνῆεν λήγουσα ἀνεπέκτατος εἰς ι θέλει λήγειν οἷον οἱ καλοί, αἱ μοῦσαι. αἱ γὰρ θεματικαὶ εὐθεῖαι πληθυντικαὶ ἤγουν αἱ μὴ ἀπὸ ἑνικοῦ κεκλιμέναι οἷον οἱ πέντε καὶ οἱ ἑπτά οὐκ ἀντίκεινται ἡμῖν μὴ λήγουσαι εἰς ι , ἐπειδὴ οὔκ εἰσιν ἀπὸ ἑνικοῦ κεκλιμέναι. εἰ ἄρα οὖν οἱ Μενέλεῳ καὶ οἱ νεῴ εἰς φωνῆεν λήγουσιν, εἰς τὸ ι δηλονότι θέλουσι καταλήγειν νήδυμο ς. νήϊο ν : παρὰ τὸ ναῦς ναός νάϊος καὶ τροπῇ νήϊος καὶ νήϊον ξύλον τὸ πρὸς νεῶν κατασκευὴν ἐπιτήδειον. ἔστι δὲ καὶ ὄρος πλησίον Ἰθάκης οὕτω καλούμενον οἷον «ἡμεῖς δ’ ἐξ Ἰθάκης ὑπονηΐου» (γ 81) τῆς ὑπὸ τῷ Νηΐῳ ὄρει κείμενον. οὕτω δὲ «Θήβη ὑποπλακίη» (Ζ 387) ἡ ὑπὸ τῷ Πλακίῳ ὄρει. διὰ τοῦ ι γράφεται. τὰ γὰρ ἀπὸ τῶν εἰς αυς θηλυκῶν μονοσυλλάβων διὰ τοῦ ιος παραγωγὰ διὰ τοῦ ι γράφεται, γραῦς γράϊος καὶ «γρήϊον εἶδος ἔχουσα». νηλήτει ς : ἀναμάρτητοι. παρὰ τὸ μὴ ἀλιτεῖν. καὶ νηλίτιδες τὸ αὐτό. νηλός (νῆλος) ἔριον. ἄμεινον λῆνος. νηΐ ς. νηπιέη ἡ τῶν νηπίων ἡλικία. —νηπιέῃσι νεότῃσι. —νηπιάας ὀχέειν νηπιότητας, ἀφροσύνας καὶ ματαιότητας ἔχειν ἢ ὑπ’ αὐτῶν ἔχεσθαι. Νηρῇδε ς : ἔχει τὸ ι · ἀπὸ γὰρ τοῦ Νηρηΐδες καὶ Βρισηΐδες καὶ Χρυσηΐδες καὶ Καδμηΐδες συνῃρέθη Νηρῇδες, Βρισῇδες, Χρυσῇδες καὶ Καδμῇδες. Νήρικος πόλις Ἀκαρνανίας. [Λούπερκος δὲ ταύτην Νήριτός φησιν ἢ Νήριτον ὡς τὸ ὄρος.] νηρίτη ς. νῆς τὸ ἔνης, ὅπερ ἐστὶν εἰς τρίτην. Δωριεῖς δὲ νᾶς λέγουσιν. |
| 3,2 556 | Νησαῖον πεδίον, ἀφ’ οὗ παρὰ Μήδοις οἱ Νησαῖοι ἵπποι. νίζε σημαίνει τὸ νίπτε. οἱ Αἰολεῖς τὰ εἰς πτω ῥήματα εἰς δύο σς μεταβάλλουσι νίπτω νίσσω, Ταραντίνων δὲ φωνῇ γίνεται νίζω. παρὰ τὸ νίζω γίνεται νίτρον ὡς μάσσω μάκτρον καὶ πλήσσω πλῆκτρον. νίκ η : παρὰ τὴν ἑνί δοτικὴν καὶ εἴκω τὸ ὑποχωρῶ γίνεται ἑνιείκη καὶ κατὰ ἀποβολὴν τῶν δύο εε καὶ κράσει τῶν δύο ιι γίνεται νίκη οἱονεὶ ἡ ἑνὶ ὑποχωροῦσα, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων «ἑτεραλκέα νίκην» τὴν ἑτεροκλινῆ. τινὲς δὲ σχηματίζουσιν οὕτως. παρὰ τὸ νη στερητικὸν καὶ τὸ εἴκω τὸ ὑποχωρῶ οἱονεὶ ὁ μηδενὶ ὑποχωρῶν. κακῶς δὲ λέγουσιν. ἀντίκειται γὰρ αὐτῷ ἡ γραφή. νίκλο ν : τὸ λίκνον. νίρνος φθείρ. Ἀχαιοί. ἢ νίρμος. Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι ποταμῷ. Φίλων ἐν Φοινικικαῖς Νάσιβίς φησι διὰ τοῦ α . σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας. Στράβων δὲ ἑκκαιδεκάτῃ διὰ τοῦ ι (p. 747). νιφάς νιφετός διὰ τοῦ ι . εἰσὶ γὰρ ὀνόματα κτλ. Νιφάτης ὄρος Ἀρμενίας· ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλ’ ὀνοματικῶς διὰ τοῦ ι γράφεται. Νομαντί α : τὸ ἐθνικὸν Νομαντῖνος. λέγεται καὶ διὰ τῆς ου . Νοστία κώμη Ἀρκαδίας. Ἔφορος τὸ ἐθνικὸν Νεστάνιος ἔφη, ὥστε κατ’ αὐτὸν Νεστανίαν λέγεσθαι. Νουκρία πόλις Τυρσηνίας. εἴρηται καὶ Νακρία διὰ τοῦ α . νυκχάσα ς : γράφεται δὲ καὶ νευχάσας (sic ex Phot. 303, 9 pro νυκχάσας) ὅπερ ἐστὶ νεανιευσάμενος. τὸ δὲ νυκχάσας νύξας. Νῦσαι πόλεις πολλαί. τὸ ἐθνικὸν Νυσεύς. λέγεται καὶ Νυσαῖος καὶ ἐξ αὐτοῦ Νυσαιεύς τρισυλλάβως καὶ Νυσαεύς ἄνευ τοῦ ι . νώ ἡμᾶς. Νώνακρις τόπος ἐπώνυμος Ἀρκαδίας. τινὲς δὲ Νώναπις. |
| 3,2 557 (1t) | Ξ. Ξανθικός ὁ μήν· ι . οὐδεὶς γὰρ μὴν Μακεδονικὸς τὴν ει δίφθογγον ἔχει ἐν παρατελεύτῳ. ξεῖνος διὰ διφθόγγου γράφεται· ὥσπερ γὰρ ἀπὸ τοῦ κενός γίνεται κεινός κατὰ πλεονασμὸν τοῦ ι οἷον «κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ» (Γ 376), τὸν αὐτὸν τρόπον καὶ τὸ ξένος γέγονε ξεῖνος. μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ ξέννος ἀπὸ τοῦ ξεῖνος γέγονεν· οὐδέποτε γὰρ οἱ Αἰολεῖς τὸ ι τὸ ἀπὸ πλεονασμοῦ ἀποβάλλουσι καὶ ἀναδιπλασιάζουσι τὸ σύμφωνον οἷον τὸ κενός γίνεται κεινός καὶ οὐ λέγουσι κέννος· ἀλλὰ ἀπὸ τοῦ ξένος γέγονε ξέννος. καὶ γὰρ πολλάκις καὶ ἐπὶ βραχέων ποιοῦνται τοῦ συμφώνου διπλασιασμὸν οἷον Ἔννη· ἔστι δὲ ὄνομα πόλεως· θεράπων θερράπων. οὕτω καὶ ξένος ξέννος. ξένιο ς : ι καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον. ξερόν τὸ ξηρὸν τῆς γῆς. ξίμβαι ῥοαί. Αἰολεῖς. ξῖρι ς : ἔστι δὲ εἶδος ἀρωματικοῦ φυτοῦ. διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς ρις κτλ. ξιφίζειν ἀνατείνειν τὴν χεῖρα, καὶ ὀρχεῖσθαι. ξιφύδρια κοχλία. ξυλεί α : ει . ξυλεύω γάρ. ξυλήφιο ν : ι ὡς ὑποκοριστικὸν καὶ δοκιμώτερον τὸ ξυλήριον καὶ ξυλάριον. ξυλοφορί α : ι ἡ παράδοσις. ξύμμαχοι σύμμαχοι. ξυνά κοινά. Ο. Ὄα ἀπὸ τοῦ οἴα γέγονεν, ἐξ οὗ καὶ τὸ διὰ τῆς ῳ διφθόγγου ᾤα. δηλοῖ δὲ δῆμον Ἀττικὸν καὶ τοῦ χιτῶνος τὸ ἄκρον. Ὄγγα Ἀθηνᾶ καὶ Ὄγκας Ἀθηνᾶς. |
| 3,2 558 | ὁ δεῖν α : ὥσπερ τὸ Νέα πόλις δύο ὀνόματά ἐστι καθ’ ἑνὸς ὑποκειμένου, οὕτω καὶ τὸ ὁ δεῖνα δύο ἀντωνυμίαι εἰσὶ καθ’ ἑνὸς ὑποκειμένου. τινὲς δὲ λέγουσιν, ὅτι μία λέξις ἐστὶ καὶ οὐ δύο. οἵτινες κακῶς λέγουσιν. εἰ γὰρ ἦν μία λέξις, οὐκ ὤφειλε κατὰ πτῶσιν ἐναλλάττεσθαι ἡ ἀρχὴ οἷον φιλάνθρωπος φιλανθρώπου φιλανθρώπῳ· γράφεται διὰ διφθόγγου οὕτως ἐχούσης τῆς παραδόσεως καὶ ἴσως πλανηθείσης ἐκ τοῦ τινας λέγεσθαι ὅτι μία λέξις ἐστίν. οἱ γὰρ λέγοντες, ὅτι μία λέξις ἐστί, λέγουσιν, ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονεν ὁδέϊνα καὶ ὁδεῖνα. αἱ ὑπὲρ μίαν συλλαβὴν μονοπρόσωποι ἀντωνυμίαι θέλουσιν ἔχειν δίφθογγον, αὐτός, οὗτος, ἐκεῖνος· μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν ὁ δεῖνα ἔχει τὴν ει δίφθογγον. πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὴν μίν καὶ σφίν μονοπρόσωπον. μονοπρόσωποι δὲ λέγονται αὗται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσωπον κατὰ ἀκολουθίαν. τὸ γὰρ ἐγώ, σύ οὔκ εἰσι τοιοῦτον, ἀλλὰ τὸ ἵ. ὀδμή ὀσμή. ὄθματα ὄμματα. ὀθνεῖο ν : ει δίφθογγος. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ «ὀθνέην ὁδόν» (ἔστι δὲ παρὰ τὸ νόθος νοθεῖος καὶ ἐν ὑπερβιβασμῷ ὀθνεῖος). οἰδαίνω «οἰδάνει ἐν στήθεσσι νόον» (Il. Ι 554) ἐνδείᾳ τοῦ ι ὡς μελάνει (Η 64). ὀΐζυ ε, ὀϊζύομεν οἰζύει, ὀϊζύος οἰζύς, οἰζυρά. οἴειο ς : ει . οἰκεῖο ς : ει . οἰκήϊος γὰρ οἱ Δωριεῖς. οἰκετεία ει ἡ θεραπεία. οἰκία ὁ οἶκος διὰ τοῦ ι τὸ κι · ἐκ τοῦ οἶκος γὰρ γέγονεν οἰκία. οἰκιμβάζειν στραγγεύεσθαι διατρίβειν. ὀκιμβάζειν διατρίβειν καὶ στραγγεύεσθαι. σκιμβάζει χωλεύει. οἰκονομί α : ι παρὰ τὸ οἰκονόμος. οἶκο ς. οἰκτίρω οἰκτείρω· διὰ τοῦ ι γράφεται καὶ διὰ τῆς ει διφθόγγου. ἔχει δὲ λόγον ἑκάτερα. τὸ γὰρ οἰκτίρω διὰ τοῦ ι γράφεται διὰ τὸ οἰκτιρμός γράφεσθαι διὰ τοῦ ι . καὶ πάλιν οἱ Αἰολεῖς οἰκτίρρω λέγουσι καὶ οὐχὶ οἰκτέρρω. οἱ δὲ διὰ τῆς ει διφθόγγου γράφεσθαί φασιν αὐτό, |
| 3,2 559 | ἐπειδὴ οἰκτερῶ ἐστιν ὁ μέλλων. ὅσα γὰρ ῥήματα ἐν τῷ μέλλοντι ἔχει τὸ ε , καὶ ἐν τῷ ἐνεστῶτι τὸ ε ἔχει καὶ ἢ μόνον ἢ μετὰ τοῦ ι αὐτὸ ἔχει· μόνον μὲν οἷον νέμω νεμῶ, δέρω δερῶ. μετὰ δὲ ἑτέρου φωνήεντος οἷον κείρω κερῶ, ἐγείρω ἐγερῶ, ἀείρω ἀερῶ. εἰ οὖν οἰκτερῶ φαμεν τὸν μέλλοντας διὰ τοῦ ε , δηλονότι ὁ ἐνεστὼς διὰ τῆς ει διφθόγγου γράφεται. Ὀϊλεύ ς : λέγεται δὲ καὶ Ἰλεύς. διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς ευς ὡς ἐπὶ τὸ πλεῖστον οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι κτλ. οἴομαι καὶ κατὰ διάλυσιν ὀΐομαι. οἱονε ί : δίφθογγος. δύο γὰρ μέρη λόγου ἐστίν, ὄνομα καὶ ὁ σύνδεσμος καὶ ἐν συνθέσει (pro συναιρέσει scripsi) γέγονεν οἱονεί τὸ ἐπίρρημα. οἶσθα οἶδας. ἑκατέρως Ἀττικῶς Οἰσύμη πόλις Μακεδονίας. ταύτην Αἰσύμην Ὅμηρος (Il. Θ 304) ἔφη. οἰσύπειο ν : ἔριον ῥυπαρὸν προβάτων. τὸ αὐτὸ οἰσυπηρόν καὶ οἰσυπηρός. Οἴτη ὄρος περὶ Τραχῖνα. οἱ οἰκοῦντες Οἰταῖοι. καὶ θηλυκὸν Οἰταίη καὶ Οἰτηΐς, ἴσως ἀπὸ τοῦ Οἰταιεύς Οἰταιίς καὶ Οἰτηΐς. Οἴτυλος πόλις Λακωνικῆς. «ἠδ’ Οἴτυλον» (Β 585) ὡς δάκτυλον ἀπὸ τοῦ Οἰτύλου ἥρωος. τινὲς δὲ τὸ οι ἄρθρον φασὶν εἶναι καὶ τὴν πόλιν Τύλον. ὀκεῖλαι ἐξώκειλα. ὀκέλλω γάρ. ὄκκα παρ’ Ἀλκμᾶνι· τὸ ὅτε ὄκα λέγει ἡ διάλεκτος. εἶτα διπλασιάσασα ὄκκα. ὀκνείω ὀκνῶ. ὄκταλλος ὁ ὀφθαλμὸς παρὰ Βοιωτοῖς. ὀλαιτο ί : σπερμολόγοι. καὶ ὀλατοί. ὄληαι ἀποθάνοις. ὀλίος κατὰ διάλεκτον. Ταραντῖνοι γὰρ τὸ ὀλίγος ὀλίος λέγουσιν ἄνευ τοῦ γ . Ὀλμειός ποταμός: ει ὡς Ἀλφειός. ὄλοκες αὔλακες. ὀλόπτει ν, ὀλούφειν τίλλειν. ὄλπα ἡ ἐλπίς. |
| 3,2 560 | Ὄμβρικοι ἔθνος Ἰταλικόν. λέγονται καὶ Ὄμβροι καὶ Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσιν. ὁμηρεία ει παρὰ τὸ ὁμηρεύω. ὅμιλο ς : ι . ὅμιλλος γὰρ λέγουσιν οἱ Αἰολεῖς. καὶ πάλιν τὰ διὰ τοῦ ιλος κτλ. ὀμιχεῖν οὐρεῖν. διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς χω τῇ ει διφθόγγῳ οὐ παραλήγεται. ὁμίχλη ἢ ὁμίχλα. ὀνείατα σημαίνει καὶ τὰ βρώματα καὶ πάντα τὰ ὠφελοῦντα. διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ οἱ Αἰολεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ οἷον ὀνήατα. κατὰ ἔθος γὰρ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν. γέγονε δὲ καὶ παρὰ τὸν ὀνήσω μέλλοντα ὄνειαρ ὀνείατος κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον. ὄνειδο ς : ει δίφθογγος. (παρὰ γὰρ τὸ εἶδος καὶ τὸ ὀνῶ τὸ μέμφομαι γέγονεν ὄνειδος. ὄνειδος γὰρ τὸ κατὰ τὸ εἶδος μεμπτόν?) Ὄνειον ὄρος ἐν Κορίνθῳ. ὄνειρο ς : ει . τὰ διὰ τοῦ ειρος κτλ. ὀνομαστ ί : ι , ἐπειδὴ καὶ συνέσταλται. ὀξύπεινο ς : ει . ὀπτανεῖον μαγειρεῖον. Ὀπικοί ἔθνος Ἰταλίας. οἱ δὲ ὅτι Ὀφικοί ἀπὸ τῶν ὄφεων. ὀπιπεύω διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ὄπτω τὸ θεωρῶ γίνεται ὀπτεύω καὶ κατὰ διπλασιασμὸν ὀπιπτεύω καὶ ὀπιπεύω. ὄπισθεν καὶ ὄπιθεν. ὀπτίλλος ὀφθαλμός. ὀπωρινός διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς νος ὀξύτονα ἐπὶ καιροῦ λαμβανόμενα κτλ. οὕτω καὶ ὀπωρινός διὰ τοῦ ι μακροῦ ὅλα. ὀρεινός ὑπάγεται τῷ κανόνι τῶν εἰς νος ὀξυτόνων. ὄρειο ς : ει ἀπὸ τοῦ ὄρεος γενικῆς. ὅριον δὲ τὸ δασυνόμενον ι καὶ Ζεὺς Ὅριος. ὀρείχαλκο ς. ὀρεοκόμο ς. ὀρεσκῷος ὁ ἐν ὄρεσι διαιτώμενος. ἀπὸ τοῦ κείω τὸ κοιμῶμαι |
| 3,2 561 | γίνεται ὀρεσίκοιος καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ο εἰς ω ὀρεσκῷος καὶ μένει τὸ ι προσγεγραμμένον. Ὀρεστία πόλις. ι . ὀρεύω φυλάσσειν. ὀρθοέπει α : ει δίφθογγος τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. ὀρίγανο ν. ὀρίνω διὰ τοῦ ι γράφεται. οἱ γὰρ Αἰολεῖς ὀρίννω λέγουσι καὶ οὐχὶ ὀρέννω. καὶ ἄλλως, ἐπειδὴ εὕρηται κλινόμενον μετὰ τὸν παρατατικόν. εἰ δὲ μετὰ τῆς ει διφθόγγου ἐγράφετο, οὐκ ἐκλίνετο μετὰ τὸν παρατατικόν. τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γραφόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται, ἐρεείνω, φαείνω, ἀλεείνω. καὶ ἰστέον ὅτι πάντα τὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ εινω διὰ τῆς ει διφθόγγου γράφεται πλὴν τοῦ ὀρίνω καὶ ὠδίνω. ὀριχᾶται γλίχεται ἐπιθυμεῖ. ὁρκάνη εἱρκτή δεσμωτήριον. ὅρκμον φράγμα. ὁρμειαί ὁρμιαί. Ὀρνειαί ἢ Ὀρνεαί, κώμη Ἀργείας. ὄρνις ὄρνιθος· ι διὰ τὸ εἰς θος εἶναι τὴν γενικήν. ὀροβάκχη βοτάνη τις. ὀρούα χορδή. —ὀρύα χορδὴ ἑφθή. ὀρρωδῶ καὶ ἀρρωδῶ. ὀρτή ἀπὸ τοῦ ἑορτή κατὰ ἀφαίρεσιν. ὄρυμος βωμός. οἱ δὲ ὄρυμβος. ὄρφνα καὶ ὄρφνη· σκοτία. νὺξ μέλαινα. ὄρχαμος ἡγεμών. παρὰ τὸ ἄρχω ἄρχαμος καὶ ὄρχαμος. ὅσιος διὰ τοῦ ι ὡς Χαρίσιος, ἀφροδίσιος. Ὄσιρις διὰ τοῦ ι τῷ λόγῳ τοῦ Βούσιρις. ὀστακός εἶδος καράβου. οἱ δὲ ἀστακὸν λέγουσιν. ὄσπριον δεῖ λέγειν καὶ οὐκ ὄσπρεον. παρὰ γὰρ τὸ σπόρος σπόριον καὶ ὑπερβιβασμῷ ὄσπριον. Χοιροβοσκός. |
| 3,2 562 | ὄστρει α : ει . ὄστρεα γάρ. ὅ σφιν ἀντὶ τοῦ ὃς αὐτοῖς. Ἀρίσταρχος εἰδὼς ὅτι ὁ ποιητὴς προτακτικοῖς χρῆται ἀντὶ ὑποτακτικῶν τὸ «ὅ σφιν προΐει» (Α 336, ubi tamen σφῶϊ, sed substitui possunt loci β 160; 228; η 158) καὶ τὰ λοιπὰ δι’ ἑνὸς ς γράφει. ὀσχεό ς : ἀπὸ τοῦ ὀχεύω ὀχεός καὶ πλεονασμῷ τοῦ ς ὀσχεός. ὅτ ι : ἰστέον ὅτι τὸ ὅτι πῇ μέν ἐστι σύνδεσμος αἰτιολογικός, πῇ δὲ ὄνομα οὐδέτερον. ἐὰν δὲ ἀναδιπλασιασμὸν δέξηται τοῦτο ὅτι, μόνον ἐστὶ ὄνομα ἐν μιᾷ λέξει ἀκουόμενον καὶ οὐκέτι συμπίπτει συνδέσμῳ, ἀλλ’ ἔστιν οὐδέτερον ὄνομα. ὄττεσθαι κλῃδονίζεσθαι. ὀττεύεσθαι ὁμοίως. —ὄσσα κλῃδὼν καὶ φήμη. οὐθέν οὐδέν—οὐδένεια οὐθένεια. οὐκί οὐχί. οὔριος ἐπιτήδειος, ἐπιδέξιος ἄνεμος, τὸ δὲ οὔρειος ὄρειος. οὕτως τὸ ἀνάλογον, τὸ δὲ οὕτω κατ’ ἔλλειψιν. ὀφείλει δεῖ γενέσθαι κατ’ ἀνάγκην. —ὀφέλλει ὠφελεῖ αὔξει. ὄφελες ὤφειλες. ὀχεῖον ἡ ἄγκυρα: ει . ὄχθοιβος λῶμα. ὀψαρίδιον διὰ τοῦ ι . ὥσπερ παρὰ τὸ οἰκία γέγονεν οἰκίδιον διὰ τοῦ ι , οὕτω καὶ παρὰ τὸ ὀψάριον ὀψαρίδιον ὡς γωνία γωνίδιον. ὀψὲ δύων ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο ὀψιδύων ὡς ὀψιμαθής, ὀψιτέλεστον. οὕτως δὲ καὶ τὸ «ὀψὲ δύοντα Βοώτην» (Od. ε 272). ὀψείω τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι. διὰ τῆς ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι παρὰ Σώφρονι «ἐγὼ δέ τοι πάλιν ὤψεον». καὶ ἄλλως. τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων διὰ τοῦ ειω παραγωγὰ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφεται. Π. πάγχυ παντελῶς. γίνεται παρὰ τὸ πάνυ κατὰ πλεονασμὸν τοῦ χ . παιδεί α : ει . παιδεύω γάρ. |
| 3,2 563 | παιδεῖο ς : ει δίφθογγος τὸ κτητικόν. παιδιά τὸ σημαῖνον τὸ παίγνιον διὰ τοῦ ι γράφεται καὶ παρ’ ἡμῖν μὲν ὀξύνεται, παρὰ δὲ τοῖς Ἀθηναίοις βαρύνεται. παιδίου πλοκάμοισι: ι . παῖ ς : Ἡρωδιανός· παρὰ τὸ βαιόν γίνεται βάϊς καὶ πάϊς κατὰ τροπὴν τοῦ β εἰς π , ἐκ δὲ τοῦ πάϊς γίνεται κατὰ συναίρεσιν παῖς. παλάμῃφι (Γ 338 et alias): προσγράφεται τὸ ι ἐκ παραδόσεως. ἔχει δὲ κανόνα· αἱ διὰ τῆς φι συλλαβῆς γινόμεναι ἐπεκτάσεις προσερχόμεναι ταῖς πτώσεσιν, εἰ μὲν φυλάττουσι τὴν αὐτὴν φωνήν, καὶ τὴν αὐτὴν γραφὴν φυλάττουσιν. παλάσια τὰ συγκεκομμένα σῦκα. καὶ διὰ τοῦ θ παλάθια καὶ παλάθη. παλίνσκιο ς. παλίωξι ς : διὰ τοῦ ι γράφεται. ἔστι γὰρ πάλιν καὶ δίωξις. ἐκ τούτων γίνεται κατὰ ἀποβολὴν τοῦ ν καὶ τοῦ δ παλιίωξις καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν μακρὸν παλίωξις. παμφαίνῃσι (Ε 6) ἔχῃσι καὶ τὰ τοιαῦτα ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν. ἔστι γὰρ ἐὰν παμφαίνω καὶ τὸ τρίτον παμφαίνῃ καὶ λοιπὸν κατ’ ἐπέκτασιν τῆς σι συλλαβῆς γίνεται παμφαίνῃσι καὶ ἔχῃσιν. πανδοκεῖον πανδοχεῖον. πανδοκεύτρι α : ι . τὰ γὰρ διὰ τοῦ τρια κτλ. πανσυδίῃ et πασσυδίῃ πασσυδίᾳ. παράδεισο ς : ει . πάρδαλις ποιὸς ὄρνις. —παρδαλέην παρδάλεως δοράν. παρεια ί : ει . παραῦαι (pro παραυναί praeeunte Ahrensio de dial. Aeol. p. 36) λέγουσιν οἱ Αἰολεῖς τρέποντες τὸ ι εἰς υ καὶ τὸ ε εἰς α . καὶ ἄλλως ὅτι εὕρηται καὶ παρήϊα κατὰ διάστασιν τοῦ ι καὶ ἐκτάσει τοῦ ε εἰς η . παρείας τὸ σημαῖνον τὸν ὄφιν διὰ τῆς ει διφθόγγου γράφεται οἷον παρείας παρείου καὶ ἔστιν ἡ χρῆσις παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ (690) «ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις». παρείας δέ ἐστιν εἶδος |
| 3,2 564 | ὄφεως ἔχον τὰς παρειὰς ἐπηρμένας. τὸ δὲ Παρίας Παρίαντος ὄνομα κύριον διὰ τοῦ ι γράφεται. παρείκαμεν παρεπέμψαμεν. παρείκει παρέρχεται. πάρεσαν παρῆσαν. παρθενοπίπης σημαίνει τὸν περιβλεπόμενον τὰς γυναῖκας· διὰ τοῦ ι γράφεται. τὰ γὰρ παρὰ τὸ ὀπιπεύω διὰ τοῦ ι γράφεται οἷον παιδοπίπης. Παρνασσός ὄρος Δελφῶν. ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. Πάρνης Πάρνηθος τὸ ὄρος τῆς Ἀττικῆς. Παρπάρων χωρίον ἐν Ἀσίᾳ Αἰολικόν. τινὲς Περπερηνήν τοῦτο καλοῦσιν. παρρησία παρὰ τὸ πᾶν γίνεται. Παρώρεια πόλις Ἀρκαδίας. λέγεται δὲ καὶ Παρωραία. Πάσσιρος ὁ τὴν Εἰρήνην κτίσας ᾿Υ περβόρειος. ἐκαλεῖτο δὲ Εἰρήνη καὶ Πελαγοῦσσα. παττάλους πασσάλους. πατάνια τὰ ἐκπέταλα λοπάδια καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια, ἃ πέδαχνα καλοῦσι· τινὲς δὲ διὰ τοῦ β βατάνια λέγουσιν. πατρῷος ὄνομα κτητικὸν οἷον πατρῷος δοῦλος, πατρῷον κτῆμα, ὅπερ διαλύσει γίνεται πατρώϊος. διαφέρει δὲ τοῦ πατρωός. πατρωός γὰρ λέγεται ὁ παρὰ τῇ συνηθείᾳ πατροιός (vel πατρυιός). πεδανῷ ὕπνῳ ἢ ἠπεδανῷ· κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲς δὲ οὐ βεβαίῳ. πέδιλ α : ι . σημαίνει τὰ ὑποδήματα καὶ κατὰ ἐτυμολογίαν ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι. πέδιλα γὰρ λέγονται παρὰ τὸ περὶ τοὺς πόδας εἰλεῖσθαι. διατί δὲ διὰ τοῦ ι ; ἐπειδὴ πέδιλλα λέγουσιν οἱ Αἰολεῖς ὥσπερ ὅμιλος ὅμιλλος. εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, πέδελλα εἶχον λέγειν. καὶ ἄλλως (inserui), ἐπειδὴ κανών ἐστιν ὁ λέγων ὅτι τὰ παρὰ τὸ εἰλῶ συγκείμενα ἐν ὀνόμασι κατὰ τὸ τέλος ἢ παραγόμενα ἐν ὀνόμασι διὰ τοῦ ι γράφεται οἷον ὅμιλος· ἔστι δὲ παρὰ τὸ |
| 3,2 565 | ὁμοῦ εἰλεῖσθαι· ἰλεός, σημαίνει δὲ τὴν κατάδυσιν, ἴλη, σημαίνει δὲ τὴν ἄθροισιν, ἰλύς, Ἰλισσός. οὕτω καὶ πέδιλον διὰ τοῦ ι . πρόσκειται «κατὰ τὸ τέλος» διὰ τὸ εἰλίπους. «ἐν ὀνόμασι» δὲ διὰ τὸ εἰλίσσω καὶ εἰλύω. πείθ ω : ει . πέποιθα γάρ ἐστιν ὁ μέσος παρακείμενος. πείκειν ξαίνειν. πεῖκος ἔριον ξάμμα. πεῖνα διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ τὸ πένω, ἐξ αὐτοῦ δὲ πένομαι, γέγονε πένα καὶ πλεονασμῷ τοῦ ι πεῖνα καὶ πεινῶ ῥῆμα. πεινῆν πεινᾶν. πεῖρ α : ει , ἐπειδὴ πέρρα λέγουσιν οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ι καὶ διπλασιάζοντες τὸ σύμφωνον. Πειραιεύς διὰ τῆς ει διφθόγγου· παρὰ τὸ περαιοῦσθαι γέγονε περαιεύς καὶ πλεονασμῷ τοῦ ι Πειραιεύς. τὸ δὲ ραι ἐκ τοῦ πέρας καὶ προσέλαβε τὸ ι . Πειρασία πόλις Μαγνησίας—λέγεται καὶ Πειρεσία. Πειρήνη πηγὴ ἐν Κορίνθῳ. διὰ τῆς ει διφθόγγου γράφεται. Πειρίθοος διὰ τῆς ει διφθόγγου γράφεται. πείρινθος ἣ καὶ πείρινθα λέγεται. σημαίνει δὲ τὸ τετράγωνον τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὰ κομιζόμενα. οὕτως Ἀπίων. ὁ δὲ Δίδυμος τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλινθίον ῥίπενθα καὶ καθ’ ὑπέρθεσιν καὶ πλεονασμῷ τοῦ ι πείρινθα. ἢ παρὰ τὸ περιθέειν γίνεται πέρινθος καὶ πλεονασμῷ τοῦ ι . ἡ περί οὐ μόνον ἐν τῷ Πειρίθοος, ἀλλὰ καὶ ἐν τῷ πείρινθος. πειρῶν ἀντὶ τοῦ περῶν. Ἰλιάδος Ω (pro Ψ scripsi) 8. πεῖσα παρὰ τὸ πείθω. Πεισίστρατος παρὰ τὸν πείσω μέλλοντα. πεῖσμα εἴτε ἐπὶ τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου εἴτε ἐπὶ τῶν ἀπο‐ |
| 3,2 566 | γείων σχοινίων διὰ διφθόγγου γράφεται· παρὰ γὰρ τὸ πείθω πείσω γίνεται. τὰ γὰρ ἀπόγεια σχοινία πείθειν καὶ εἴκειν τὴν ναῦν ποιοῦσιν. ἐκ τοῦ πείσω μέλλοντος γίνεται καὶ πεῖσα ἡ πειθώ. τὸ δὲ πείσεται ἐπὶ τοῦ παθεῖν ἀπὸ τοῦ πήθω πήσω ἐστὶ κατὰ τροπὴν τοῦ η εἰς ει δίφθογγον. πειώλης διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸν πόρνον καὶ τὸν διὰ τὸ πέος ἀπολλύμενον· παρὰ γὰρ τὸ πέος γέγονε πεόλης καὶ πλεονασμῷ τοῦ ι καὶ ἐκτάσει τοῦ ο εἰς τὸ ω πειώλης. πελάγιο ς : ι . ἀπὸ τοῦ πέλαγος. Πελαργικόν ἀντὶ τοῦ Πελασγικόν. πέλει α : ει . τῷ λόγῳ τῶν διὰ τοῦ ει προπαροξυτόνως· καὶ ἄλλως, οἱ Δωριεῖς διὰ τοῦ η γράφουσιν αὐτό. καὶ ἰστέον δὲ ὅτι ὥσπερ παρὰ τὸ μαῖα γίνεται μαιάς μαιάδος, οὕτω καὶ παρὰ τὸ πέλεια πελειάς πελειάδος φυλαττομένης τῆς αὐτῆς γραφῆς. Πελεό ς : Ἀχαιὸς Φρίξῳ· καὶ μήποτε τὴν παρ’ Ὁμήρῳ Πτελεόν. δύναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεσσαλίᾳ λεγόμενα δηλοῦν. πελιό ς : ι . Πελοπόννησο ς : δύναται καὶ τοῦτο πλεονασμῷ ἔχειν τὸ ν . παρὰ γὰρ τὴν Πέλοπος γενικήν· ὡσαύτως καὶ Προκόννησος ἀπὸ τῆς Προκόνησος. πελώριο ς : ι . πέμπε Αἰολεῖς πέντε. Πεντέλεια ὄρος Ἀρκαδίας. πέπειρα γραῖα. πέπειρος παρὰ τὸ πέπτω, πέπειρος βότρυς ὁ ἀκμαῖος βότρυς. ει ὡς ὄνειρος. πεπραδῖλαι εἶδος ἰχθύων. περαιτέρ ω : ἀπὸ τοῦ πέρας περατέρω πλεονασμῷ τοῦ ι περαιτέρω· ὅσοι τὸ ἐγγυτέρω καὶ ἐγγυτάτω καὶ τὰ ὅμοια σὺν τῷ ι βούλονται γράφεσθαι, ἀπὸ δοτικῆς λέγουσιν αὐτὰ εἶναι, ὁ ἐγγύτατος τοῦ ἐγγυτάτου, τῷ ἐγγυτάτῳ καὶ ὁ ἀνώτατος τοῦ ἀνωτάτου τῷ ἀνωτάτῳ. καὶ λέγει ὁ Ἐπαφρόδιτος, ὅτι τινὰ τῶν ἀντιγράφων σὺν τῷ ι εἶχεν αὐτὰ γεγραμμένα· κρεῖττον δέ ἐστι χωρὶς τοῦ ι ταῦτα γράφεσθαι· λέγει |
| 3,2 567 | δὲ ὁ τεχνικός, ὅτι εἴ τις τὸ ἔξω σὺν τῷ ι γράφει, ἐπειδὴ οἱ Συρακούσιοι ἔξοι λέγουσιν, οὐκ ἐπιχειρεῖ καλῶς· ἰδοὺ γὰρ τὸ ἔνδον ἔνδοι λέγουσιν, ὡς παρὰ Θεοκρίτῳ «ἔνδοι Πραξινόα»; καὶ ὅμως τὸ ἔνδον οὐ γράφεται διὰ τοῦ ω (pro ο Usener Iahn. Annall. 91, 250) καὶ τὸ ι . τί οὖν ἄτοπον καὶ τὸ ἔξω γράφεσθαι χωρὶς τοῦ ι , εἰ καὶ λέγουσιν οἱ Συρακούσιοι ἔξοι; περιδέραιο ν. περίνα περίναιον τὸ αἰδοῖον et περίνος τὸ αἰδοῖον. περίστῳον σὺν τῷ ι γράφεται τῷ χαρακτῆρι τῶν διὰ τοῦ ῳον · καὶ ὅτι ἀπὸ τοῦ στοιά γίνεται τοῦ σημαίνοντος τὸ στοά περίστοιον καὶ ἐκτάσει τοῦ ο εἰς ω περίστῳον· εὐλόγως προπαροξύνεται, τὸ δὲ προστῷον προπερισπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπερισπᾶσθαι ἢ τὰ δύο προπαροξύνεσθαι, ἀλλ’ ἡ παράδοσις τὸ μὲν ἓν οἶδε προπαροξύτονον, τὸ δὲ ἕτερον προπερισπώμενον. περιτρέφετο περιεπήσσετο· ὅθεν καὶ τροφαλίς τὸ πεπηγμένον. Πέρν η : ἔνιοι μετὰ τοῦ τ Πτέρνη εἶναι γάρ τι ἀκρωτήριον τῆς Αἰγίνης οὕτω προσαγορευόμενον. Περουσία πόλις Τυρρηνῶν· γράφεται δὲ διχῶς, καὶ διὰ τοῦ ο καὶ δίχα αὐτοῦ. Περραιβο ί : οἱ Περραιβοὶ Αἰολεῖς ὄντες ἐδίπλουν τὰ σύμφωνα Περραιβοὺς ἑαυτοὺς καλοῦντες καὶ Γόννον διὰ δύο νν τὴν πόλιν· γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. Πέρραμος Πρίαμος Αἰολικῶς. πέρυσ ι : τὸ ἐξ αὐτοῦ μεταποιηθὲν πέρυτις Δώριόν ἐστιν. πέσσαι πεῖσαι. πέσσον πεδίον Αἰολεῖς. πεσσός πεττός, πέσσω πέττω, πεσσεύω πεττεύω. πεσσύγγιον σκυτεῖον. —πισύγγιον σκυτεῖον. πέσσυρα πίσυρα τέσσαρα. —πέσσυρες τέσσαρες. Αἰολεῖς. —πίσυρας τέσσαρας. |
| 3,2 568 | πέτακνον ποτήριον ἐκπέταλον. τὸ δὲ αὐτὸ καὶ πέταχνον. πέτευρον σανίς, ἐφ’ ἧς αἱ ὄρνεις κοιμῶνται κτλ. —πέτευρον λέγεται ἢ καὶ πέντευρον. π ῇ. Πήγασα πόλις Καρίας—οὐδετέρως. —δεῖ δὲ οὐ διὰ τοῦ δ γράφειν Πήδασα, ἀλλὰ διὰ τοῦ γ Πήγασα. πηγ ή : ἐκ τοῦ πηδῶ γέγονε πηδή καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς γ πηγή. Πηλαγονία μοῖρα Μακεδονίας. οἱ οἰκήτορες Πηλαγόνες. ἔστι δὲ καὶ ὄνομα κύριον. ἔοικε δὲ γράφεσθαι τὸ μὲν τῆς χώρας ὄνομα μετὰ τοῦ ἐθνικοῦ κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τοῦ α , τὸ δὲ τοῦ ἥρωος μόνον διὰ τοῦ ε . Πηλείω ν : διὰ τῆς ει διφθόγγου· τὰ γὰρ εἰς δης καὶ εἰς ων πατρωνυμικὰ τὴν αὐτὴν παραλήγουσαν θέλει ἔχειν κτλ. πηλιδνόν πελιδνόν. Πηλούσιον ἡ πόλις οὐδετέρως. ι . πήνα ἀπήνη. Πηνειό ς : ἔστι δὲ ὄνομα ποταμοῦ. ει ὡς Ἀλφειός. Πηνελόπει α : διὰ τῆς ει διφθόγγου· ἔστι δὲ ὄνομα κύριον. τὰ γὰρ διὰ τοῦ εια προπαροξύτονα κτλ. Πήρεια Θεσσαλίας χωρίον. Πηρεφόνεια Περσεφόνεια Λάκωνες. πηρί ν : σημαίνει δὲ τὸν ὄρχιν. διὰ τοῦ ι γράφεται διὰ τὸ εἶναι δικατάληκτον. πηρίς γὰρ καὶ πηρίν τὰ ἔξωθεν τῶν αἰδοίων. πῆριξ πέρδιξ. Κρῆτες. πῖα ρ. |
| 3,2 569 | πῖδα ξ : σημαίνει δὲ τὴν πηγήν. διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς αξ λήγοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι—ὥσπερ δὲ παρὰ τὸ κλίνω γέγονε κλῖναξ καὶ κλῖμαξ, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πίω γέγονε πῖαξ καὶ προσθέσει τοῦ δ πῖδαξ διὰ τοῦ ι . Πιδύτη ς : ἔστι δὲ ὄνομα κύριον· διὰ τοῦ ι . παρὰ γὰρ τὸ πιδῶ γέγονεν. πιδ ῶ · διὰ τοῦ ι . ἢ παρὰ τὸ πίνω γέγονεν (ἢ παρὰ τὸ πηδῶ?). πίειρ α : σημαίνει δὲ τὴν λιπαράν· κατὰ μὲν τὴν ἄρχουσαν διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ πίω γέγονε· κατὰ δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου τῷ λόγῳ τῶν εἰς ρα θηλυκῶν. Πίη ρ : ι . τὰ γὰρ εἰς ηρ βαρύτονα ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι πλὴν τοῦ Ἐξαύτηρ· ἔστι δὲ ὄνομα κύριον καὶ βαρύνεται· ἡνίκα δὲ σημαίνει τοὺς ὀγκίνους, ὀξύνεται. πιθανό ς : ι . πίθε ν : ι · δεύτερος γὰρ ἀόριστός ἐστιν. πιθήσ ω : ι · ἦν γὰρ ἐξ ἀρχῆς πείθω διὰ τῆς ει διφθόγγου. καὶ ὁ βʹ αὐτοῦ μέλλων πιθῶ. τοῦτο εἰς ἐνεστῶτα παραλαμβάνεται καὶ ποιεῖ τὸ πιθῶ πιθήσω. οὕτως καὶ εἴρω ἐρῶ. πίθος διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα· τὰ εἰς θος οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. Πικίαντες ἔθνος Ἰταλίας. πῖλο ς : ι . λέγουσι δὲ ἀρσενικόν· σημαίνει δὲ τὸ πιλίον, διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ιλος · καὶ ἄλλως, παρὰ τὸ πιέζω πιέσω γέγονεν οἱονεὶ πίελός τις ὢν καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ἓν μακρὸν πῖλος ὥσπερ ἱερεύς ἱρεύς, ἱερός ἱρός. ὁ δὲ Ἀπολλώνιος παρὰ τὸ πιλνῶ ῥῆμα, ὃ σημαίνει τὸ προσπελάζω· καὶ γὰρ πιλνᾶται (φησί) καὶ συνάπτεται, ἵνα κατασκευασθῇ. οἱ δὲ παρὰ τὸ πελάζω, ἐπεὶ συμπελάζεται ἀλλήλοις τὰ ἔρια. πιλ ῶ : διὰ τοῦ ι . ὥσπερ γὰρ παρὰ τὸ φίλος γέγονε φιλῶ, οὕτω καὶ παρὰ τὸ πῖλος πιλῶ καὶ πιλήσω ὁ μέλλων. ἐν δὲ τῇ συνηθείᾳ φασὶν πιλώσω. πιμελή διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ πίω καὶ τὸ μέλος πιομελή τις οὖσα καὶ κατὰ συγκοπὴν πιμελή. σημαίνει δὲ τὸ λίπος. πίμπλημ ι : πιπλῶ πίπλημι κατὰ πλεονασμὸν τοῦ μ πίμπλημι, πιπρῶ πίπρημι καὶ πίμπρημι. |
| 3,2 570 | πῖν α : ἔστι δὲ ὄνομα λίθου· διὰ τοῦ ι . τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφεται τὴν ει δίφθογγον χωρὶς τοῦ πεῖνα τοῦ ἐπὶ τῆς ἐνδείας. πῖνα δὲ ἐπὶ τοῦ θαλασσίου διὰ τοῦ ι . πίνω διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ πίω γέγονε κατ’ ἐπένθεσιν τοῦ ν . τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων ἐχόντων ἓν δίχρονον μόνον εἴωθεν ἐπεντίθεσθαι οἷον δύω δύνω, θύω θύνω. οὕτως οὖν καὶ πίω πίνω. καὶ ἰστέον ὅτι τὸ πίνω μόνως ἐκτείνει τὸ ι οἷον «Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης» (Ξ 1). τὸ δὲ πίω καὶ ἐκτείνει καὶ συστέλλει· ἐκτείνει μὲν ὡς τὸ «πιόμεν’ ἐκ βοτάνης» (Ν 493) καὶ Ἀριστοφάνης ἐν Ἥρωσι «πῶς πίομαι», συστέλλει δὲ ὡς τὸ «οἵ κ’ ἐμὸν αἷμα πιόντες, ἀλυσσόντες περὶ θυμῷ» (Χ 70), «ἱδρῶ ἀπεψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν» (Χ 2). πίπτ ω : παρὰ τὸ πτῶ πίπτω καὶ εὐλόγως διὰ τοῦ ι γράφεται, ἐπειδὴ οἱ ἀναδιπλασιασμοὶ ἀπὸ βραχείας θέλουσιν ἄρχεσθαι· καὶ πάλιν τὰ εἰς πτω λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται κτλ. Πῖρος ὄνομα ποταμοῦ. Πῖσ α : ἔστι δὲ ὄνομα πόλεως· διὰ τοῦ ι γράφεται· παρὰ τὸ πίω πίσω γὰρ γέγονεν πῖσα οἱονεὶ ἡ ἔχουσα πολὺ ὕδωρ. καὶ ἄλλως, ἐπειδὴ εὕρηται ἡ πι συλλαβὴ συστελλομένη παρὰ Πινδάρῳ. πισάκνα πιθάκνη. πίσε α : σημαίνει δὲ τοὺς καθύγρους τόπους, ὡς Ὅμηρος (Υ 9) «καὶ πίσεα ποιήεντα» καὶ παρὰ Ἀπολλωνίῳ «πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας» (I 1266). διὰ τοῦ ι γράφεται, ἐπειδὴ παρὰ τὸ πίω πίσω ὡς λύω λύσω. ἐκ τούτου ῥηματικὸν ὄνομα πῖσος καὶ πίσεα. Πισιδί α : ι ἡ παράδοσις. πίσιρα πίτυρα. Ἀχαιοί. πίσορ πίθος. Λάκωνες. Πίστιρος ἐμπόριον Θρᾴκης. Πισύη πόλις Καρίας· λέγεται καὶ Πιτύη. πίττῃ πίσσῃ. πίτυλος καὶ πύτιλος. cf. μίτυλος. πιφαύσκ ω. |
| 3,2 571 | πίφιγξ κορυδαλλός et πιφαλλίς πίφιγξ. Πλαραῖοι ἔθνος Ἠπείρου. λέγονται δὲ καὶ Πλάριοι. πλατεῖα παρὰ τὸ πλατύς. Πλειάς σημαντικόν ἐστι τοῦ ἐνιαυτοῦ, δύνουσα γὰρ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῖ, ἀνατέλλουσα δὲ τὸ τέλος· διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν Πληϊάς κατ’ ἔκτασιν τοῦ ε εἰς η . πλεῖν πλέειν. πλεῖν πλέο ν· Ἀττικοὶ ἑκατέρως λέγουσιν. Πλεισθένη ς : ἔστι δὲ ὄνομα κύριον. ει δίφθογγος· ὥσπερ γὰρ παρὰ τὸ δέον γέγονε δεῖν κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον καὶ παρὰ τὸ πλέον πλεῖν, οὕτω καὶ παρὰ τὸ πλέον καὶ σθένος γέγονε Πλεοσθένης καὶ κράσει Πλεισθένης. Πλειστοδίκει α : τὸ μὲν Πλειστοδίκεια παρὰ τὸ Πλειστοδίκη ἐστίν, ὅπερ ἀπὸ τοῦ δίκη ἐστί· τὸ δὲ Πλειστοδόκεια παρὰ τὸ Πλειστοδόκη, ὅπερ ἀπὸ τοῦ δέκομαι Ἰωνικοῦ ἐστι τοῦ σημαίνοντος τὸ δέχομαι. ἀμφότερα διὰ διφθόγγου τῷ λόγῳ τοῦ Πηνελόπεια. πλεῖστο ς : ει . πλείω ν : ει · εἴρηται γὰρ καὶ πλέον· καὶ ἄλλως τῷ κανόνι τῶν συγκριτικῶν. πλειώ ν : σημαίνει δὲ τὸν ἐνιαυτόν. διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ πλεῖον τὸ σημαῖνον τὸ πλῆρες γέγονεν οἱονεὶ ὁ πλήρης χρόνων. τὸ δὲ πλεῖον ἐδείχθη διὰ τῆς ει διφθόγγου γραφόμενον. πλευμονία νόσος ἡ ἐρωτική et πνεύμων ὁ πνεύματος αἴτιος. Πλημμύριον ἡ ἄκρα παρὰ Συρακούσας. ι . πλοχμοί πλόκαμοι. πλῴζω ἔχει τὸ ι . σημαίνει δὲ τὸ πλωΐζω. ὥσπερ γὰρ ἀπὸ τοῦ λέπω γίνεται λεπίζω, οὕτω καὶ ἀπὸ τοῦ πλώω πλωΐζω καὶ κατὰ συναίρεσιν πλῴζω. ἢ ὥσπερ ἀπὸ τοῦ λέγω λόγος, οὕτω ἀπὸ τοῦ πλέω γίνεται πλόος, ἐξ οὗ πλοΐζω ὡς ἄνθρωπος ἀνθρωπίζω καὶ κατὰ συναίρεσιν πλῴζω ὡς χροΐζω χρωΐζω χρῴζω. |
| 3,2 572 | πνίγ ω : ι , ἐπειδὴ ὁ παρακείμενος πέπνιγά ἐστι καὶ οὐ πέπνοιγα. πόα ποία. ποδεῖον εἴλημα τῶν ποδῶν. ποδοκάκη καὶ ποδοκάκκη. ποεῖν ποιεῖν. Ποιάντιον (γ 190) Ποίαντος παῖδα. ποῖ κῆχος οἷον ποῦ γῆς· εἰς τίνα τόπον. ποικῖλα ι : διὰ τοῦ ι , ἐπειδὴ ὁ μέλλων ποικιλῶ. ἔστι γὰρ παρὰ τὸ ποικίλλω. πολιτεί α : παρὰ τὸ πολίτης ι καὶ παρὰ τὸ πολιτεύω δίφθογγος. Πολύϊδο ς : ἔστι δὲ ὄνομα κύριον μάντεως Ἰλιάδος Ε (148) «ὁ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύϊδον». διὰ τοῦ ι γράφεται· οὕτω καὶ Ἀπολλώνιος ὁ Ἀρχιβίου καὶ ἔστι, φησί, πολυίδμων μάντις ὤν. οὕτω δὲ καὶ τὸ δρᾶμα ἐπιγράφεται παρὰ Ἀριστοφάνει· μαρτυρεῖ δὲ Φιλόξενος. καὶ Σοφοκλῆς δὲ Μάντεσι συνέστειλεν «ὁρῶ πρόχειρον Πολυίδου τοῦ μάντεως» (fr. 357 Nauck) καὶ πάλιν «καὶ ἔστιν εἰ μὴ Πολυΐδῳ τῷ Κοιράνου» (fr. 358). πολύξεινο ς : ει . Πομπηϊούπολις πόλις Παφλαγονίας· τινὲς δὲ δίχα τοῦ υ Πομπηιόπολις λέγουσι καὶ Πομπηιοπολίτης. πόποι παπαῖ. Πορδοσελήνη νῆσος περὶ τὴν Λέσβον, πόλιν ὁμώνυμον ἔχουσα. τινὲς δὲ ἐκκλίνοντες τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελήνην ἐκάλεσαν. πόρις καὶ πλεονασμῷ τοῦ τ πόρτις. πόρρ ω : παρὰ τὴν πρός πρόθεσιν γίνεται πρόσω καὶ κατὰ μετάθεσιν πόρσω καὶ τροπῇ τοῦ ς εἰς ρ πόρρω ὡς μυρσίνη μυρρίνη. Ποσειδῶν παρὰ τοῖς Ἀθηναίοις διὰ τῆς ει διφθόγγου γράφεται, οἱ δὲ Αἰολεῖς καὶ οἱ Δωριεῖς διὰ τοῦ ι . |
| 3,2 573 | πραγματεία ἡ πρᾶξις καὶ ἡ συγγραφή ει , πραγμάτια τὰ πράγματα ι . πρᾷος καὶ πρᾴως. ?πράσειο ν : ει δίφθογγος ἡ βοτάνη. πρέσβεια διὰ τῆς ει διφθόγγου γράφεται· σημαίνει δὲ τὴν γεγηρακυῖαν· τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς υς διὰ τοῦ εια παρεσχηματισμένα—οὕτω καὶ πρέσβυς πρέσβεια. ἐκ τούτου δὲ γίνεται κατὰ συγκοπὴν πρέσβα. ἰστέον δὲ ὅτι σπανίως πάνυ εὕρηται ἐν χρήσει. Πρηξῖνο ς : γέγονε παρὰ τὸν πράξω μέλλοντα πραξῖνος καὶ κατὰ τροπὴν τοῦ α εἰς η Πρηξῖνος. πρίων πρίονο ς : ι . παρὰ τὸ πρίζω. προάστειο ν : ει · πρὸ τοῦ ἄστεος γάρ. προάστιον Σοφοκλῆς (pro ὁ φιλόσοφος) ι . Προβαλίσιος διὰ τοῦ ι . ὥσπερ γὰρ ἀπὸ τοῦ Τρικόρυνθος Τρικορύσιος, οὕτω καὶ ἀπὸ τοῦ Προβάλινθος Προβαλίσιος. τὸ δὲ Προβάλινθος διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς θος οὐ θέλει διφθόγγῳ παραλήγεσθαι. Προκόννησος μία τῶν Σποράδων ἐν τῇ Προποντίδι. προμήθει α : ει καὶ προπαροξύνεται· οὕτως ἡ παράδοσις. προσέχει α : ει δίφθογγος καὶ προπαροξύνεται. ἀπὸ τοῦ προσεχής. πρόσσκωμμ α : διὰ δύο σς παρὰ τὸ σκώπτω καὶ ἡ πρός πρόθεσις φυλάττεται εἰς τὰ ῥήματα. ὁ γὰρ παθητικὸς παρακείμενος δεικνύει τὸ προσέσκωπται. |
| 3,2 574 | προστῷο ν. προσχώ ν : τοῦτο ποτὲ μὲν δι’ ἑνὸς ς γράφεται, ποτὲ δὲ διὰ δύο· διὰ δύο μέν, ὅτε σημαίνει τὸ προσορμίσας· ὅτε δὲ σημαίνει τὸ ἰδών, δι’ ἑνός. τοιοῦτόν ἐστι καὶ τὸ προστῆναι· ἐὰν γὰρ εἴπω, προσστῆναί μου τὴν τροφὴν ἐπὶ τοῦ στομάχου, διὰ δύο σς γράφεται· ὅτε δὲ σημαίνει τὸ προΐστασθαι δι’ ἑνός. προσωπεῖο ν. προτ ί. προύνεικο ς : ει · σημαίνει δὲ τοὺς ὑβριστὰς καὶ τοὺς ἄνδρας τοὺς ἱσταμένους ἐν ταῖς ἀγοραῖς καὶ φέροντας τὰ ὤνια καὶ λαμβάνοντας τοὺς ὑπὲρ τούτων μισθούς. καὶ ἐπὶ τῶν ὑβριστῶν, ἐπειδὴ παρὰ τὴν πρό πρόθεσιν καὶ τὸ νεῖκος γέγονε πρόνεικος καὶ πλεονασμῷ τοῦ υ προύνεικος, τὸ δὲ νεῖκος διὰ τῆς ει διφθόγγου γράφεται· εἰ δὲ τοὺς ἄλλους σημαίνει, ἐπειδὴ παρὰ τὴν πρό πρόθεσιν καὶ τὸ ἐνεῖκαι Βοιωτικῶς γέγονε προένεικος καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον προὔνεικος, ὥσπερ τὸ ἐμόν τοὐμόν. προυσελεῖν et προυγελεῖν. πρόχνυ «πρόχνυ καθεζομένη» (Ι 566) οἱονεὶ πρόγονυ καὶ κατὰ συγκοπὴν πρόγνυ καὶ πρόχνυ. πρυτανεῖο ν : ει τῷ λόγῳ τοῦ βαλανεῖον. καὶ ἄλλως τὰ ἀπὸ τῶν διὰ τοῦ ευω κτλ. πρῴ ἀντὶ τοῦ πρωΐ et πρωΐ Ἀττικώτερον τὸ ὑφέν. πρῳζόν ἔχει τὸ ι · ὥσπερ ἀπὸ τοῦ χθές γίνεται χθιζόν οἷον «χθιζά τε καὶ πρωϊζά (Β 303, ubi πρωΐζ’) τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πρωΐ γίνεται πρωϊζόν καὶ κατὰ συναίρεσιν πρῳζόν. πρῴην σὺν τῷ ι γράφεται. πρῷρα σὺν τῷ ι . πτάξ πτώξ. πτισάν η : ι παρὰ τὸ πτίσσω, ἀφ’ οὗ πίσος· ἦν γὰρ πτίσος ὡς ἀπὸ τοῦ μέλαντος μέλανος. πτολίεθρο ν : ἐκ τοῦ πόλις κατὰ ποιητικὸν ἔθος γίνεται πτόλις καὶ πτολίεθρον. διαφέρει δὲ ὅτι πόλις λέγεται καὶ χωρὶς τοῦ τ , τὸ δὲ πτολίεθρον ἄνευ τοῦ τ οὐ λέγεται. Πτῷον ὄρος. |
| 3,2 575 | πύαλος et πύελος. Πύθ [ε ]ια πανήγυρις καὶ ἑορτὴ Ἑλληνική. πυκινός πυκνός. πυλαυρό ς : πυλωρός. —πυλαωρός. πυνθάν ω : παρὰ τὸ πεύθω πυνθάνω ὡς λείπω λιμπάνω. πύξινο ν : ι . πύξις γάρ. πύον τὸ ἔμπυον. πυράγρη ἢ πυράγρα. πύρδαλον ὀψοποιεῖον ὀπτανεῖον. καὶ τὸ καύσιμον φρύγανον ἢ ξύλον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ πύρδανον. —πύρδανα· τὰ λείψανα καὶ τὰ ζώπυρα τοῦ πυρός. πυρεῖο ν. πύστις πεῦσις. πῶϋ ξ : ποιὸς ὄρνις. Ρ. ῥᾴ σημαίνει τὸ εὐχερές. τινὲς δὲ ἀπὸ τοῦ ῥέα σχηματίζουσιν αὐτό, οἷς καὶ ὁ τόνος καὶ ἡ παράδοσις ἀντίκεινται καὶ ἡ Αἰολικὴ διάλεκτος. ὁ τόνος μὲν ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα ὤφειλε περισπᾶσθαι· ἡ παράδοσις δέ, ὅτι οὐκ ὤφειλεν ἔχειν τὸ ι ἡ τῶν Αἰολέων δὲ διάλεκτος, ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα οὐκ ὤφειλον οἱ Αἰολεῖς προστιθέναι τὸ β καὶ λέγειν βρᾴ· τότε γὰρ προστίθεται τὸ β τῷ ρ , ἡνίκ’ ἐπιφέρεται τὸ κ ἢ τὸ δ ἢ τὸ τ ἢ τὸ ζ . ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι τὸ ῥᾴδιον λέγεται βρᾴδιον Αἰολικῶς, ὡς ἐπιφερομένου τοῦ δ . ἐκ τούτου γίνεται κατὰ ἀποκοπὴν καὶ εὐλόγως ἔχει τὸ ι . οὐδὲν δὲ ξένον, εἰ δύο συλλαβῶν γέγονεν ἀποκοπή. καὶ γὰρ πολλάκις καὶ δύο συλλαβῶν γίνεται ἀποκοπὴ οἷον μακάριος μάκαρ, προπάροιθεν πρόπαρ. οὕτως οὖν καὶ ῥᾴδιον ῥᾴ. τὸ δὲ ῥᾴδιον ἔχει τὸ ι προσγεγραμμένον, ἐπειδὴ εὑρίσκεται τὸ ι κατὰ διάστασιν ἐν τῷ ῥηΐδιον, ὃ σημαίνει τὸ εὔκολον καὶ εὐχερές. καὶ ὅτι ἀπὸ τοῦ ῥέα γίνεται ῥεΐδιον καὶ τροπῇ τοῦ ε εἰς η ῥηΐδιον. Ῥάβεννα πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥούενναν αὐτὴν καλεῖ. Διονύσιος δ’ ἐν ἑκκαιδεκάτῳ Ῥωμαικῆς ἀρχαιολογίας καὶ πλη‐ |
| 3,2 576 | θυντικῶς καὶ διὰ τοῦ η καὶ δι’ ἑνὸς ν «ἀμφότεροι ἀπήντησαν Φλουμίῳ (an Οὐολουμνίῳ Mein.) περὶ τοὺς καλουμένους Ῥαβηνούς». ῥάγ α : ἣν ἡμεῖς ῥῶγα θηλυκῶς, Ἀττικοὶ ῥᾶγα. ῥάδαμνος βλαστὸς ἁπαλός. —ῥάδαμον· καυλὸν βλαστόν. ῥαδάνη κρόκη. ὁμοίως ῥοδάνη. ῥαδανόν ῥαδινόν ἀπὸ τοῦ ῥᾳδίως δονεῖσθαι (Il. Σ 576). —ῥαδαλόν· ἁπαλόν εὐδιάσειστον (lectio Zenodotea). —ῥαδινόν· λεπτόν ἁπαλόν εὐδιάσειστον. ῥᾴδια ὑπόδημα ποιόν. οἱ δὲ σανδάλιον. —ῥαίδια· σανδάλια. οἱ δὲ ὑποδήματα γυναικεῖα. Ῥαικός Ἕλλην· Ῥωμαῖοι δὲ τὸ γ προσθέντες Γραικόν φασι. ῥαῖσαι φθεῖραι. ῥαΐσαι· τρισυλλάβως Ἀττικοὶ τὸ ἐκ νόσου ἀναλαβεῖν. ῥάκο ς. ῥαπίδες ὑποδήματα περόναι. ἀρπίδες· κρηπῖδες ἢ ὑποδήματα. ῥέζει πράττει θύει ἱερεύει παρασκευάζει. ῥεῖα διὰ τῆς ει διφθόγγου. παρὰ τὸ ῥέω γέγονε ῥέα ὡς τὸ ἠρέμα παρὰ τὸ ἠρεμῶ καὶ πλεονασμῷ τοῦ ι ῥεῖα διὰ τῆς ει διφθόγγου. τὸ γὰρ εὐχερὲς ῥεύσει ἔοικεν. ῥεῖθρον ῥεῦμα. λέγεται δὲ καὶ ῥέεθρον. ῥείτη ς : ἐξ οὗ τὸ βαθυρρείτης καὶ εὐρρείτης. παρὰ γὰρ τὸ ῥέω ῥεΐτης καὶ κατὰ συναίρεσιν ῥείτης. ῥέμφος τὸ στόμα ἢ ῥίς. —ῥάμφος· ῥύγχος τὸ ἐπὶ τῷ στόματι τῶν μεγάλων πετεινῶν. |
| 3,2 577 | Ῥηγῖνο ς : ἔστι δὲ ἐθνικόν. διὰ τοῦ ι γράφεται. ἴστεον δὲ ὅτι Ῥήγιον πόλις πλησίον Σικελίας, Ῥήγιον δὲ λέγουσιν ἐπειδὴ σεισμοῦ γενομένου ἀπετελέσθη τὰ ἐκεῖ ῥηγέντος τοῦ τόπου ἐκείνου. καὶ παρὰ τὴν ῥῆξιν δέ φασιν ὅτι καὶ ὁ πορθμὸς διὰ μέσου γέγονεν. ῥῆγμα στάλαγμα. ῥηγμί ς : ι ὡς δικατάληκτον. ῥῆγος τὸ πορφυροῦν περιβόλαιον. ῥέξαι γὰρ τὸ βάψαι καὶ οἷον μεταποιῆσαι. ὅτι δὲ ῥαγεῖς ἔλεγον τοὺς βαφεῖς καὶ ῥέγος τὸ βάμμα σαφὲς Ἀνακρέων ποιεῖ «ἁλιπόρφυρον ῥέγος» (fr. 138) καὶ παρὰ Ἰβύκῳ «ποικίλα ῥέγματα» (fr. 58). ῥηδίων καρούχων ῥαιδίων. —ῥεδίων ἁρμάτων. ῥησείδιο ν : ει παρὰ τῆς ῥήσεως γενικῆς—ῥησίδιον δὲ διὰ τοῦ ι ἀπὸ τῆς ῥήσιος Ἰωνικῶς. ῥητίν η : ι ὡς ἀξίνη. ῥητορεί α : ει , ἀπὸ τοῦ ῥητορεύω. ῥῖγο ς : ι · ἀπὸ γὰρ τοῦ φρίσσω γέγονε φρίγος καὶ ἀποβολῇ τοῦ φ ῥῖγος. τὸ δὲ φρίσσω διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο σς ει δίφθογγος εὑρίσκεται. ῥίζ α : ι . ἔχει γὰρ τὸ ι πάντως συνεσταλμένον. ῥίμβαι ῥοαὶ μεγάλαι. ἄμεινον δὲ διὰ τοῦ ξ ξίμβαι. —ξίμβαι ῥοαί. Αἰολεῖς. ῥίν ὤφειλε διὰ διφθόγγου γράφεσθαι. ἀπὸ γὰρ τοῦ ῥέω γίνεται· ἐκ γὰρ τῆς ῥινὸς ῥεῖ καὶ κατέρχεται τὰ περιττώματα τῆς κεφαλῆς. ἀλλ’ ἡ παράδοσις διὰ τοῦ ι ὡς δικατάληκτον. ῥιν ή : ἰστέον ὅτι ἐστὶν ῥινή ὀξύτονον καὶ ῥίνη βαρύτονον. ἀλλὰ τὸ μὲν ὀξύτονον σημαίνει τὸ λεγόμενον ῥινίον, τὸ δὲ βαρύτονον εἶδος ἰχθύος. γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινη . ῥινό ς : σημαίνει δὲ τὸ δέρμα. διὰ τοῦ ι γράφεται. ἢ γὰρ παρὰ τὸ ῥινή, ὅπερ ἐστὶν εἶδος ἰχθύος, ὅπερ διὰ τοῦ ι γράφεται, ἢ παρὰ τὸ ῥίον, ὃ σημαίνει τὸ ἄκρον. καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶ καὶ οἱονεὶ ἐπιφάνεια τῆς σαρκός. ῥιπ ή : ι . παρὰ τὸ ῥίπτω. ῥιπίδιο ν. Ῥῖτο ς : ῥιτοί δέ εἰσι ποταμοὶ δύο διὰ φάραγγος ὑπὸ γῆν ῥέον‐ |
| 3,2 578 | τες ἐν τῷ Θριασίῳ πλησίον Ἐλευσῖνος. (λέγει Ὦρος διὰ διφθόγγου ῥειτός καὶ ὀξύνει ὡς κλειτός.) ὁ δὲ Ἡρωδιανὸς ἐν τῇ καθόλου λέγει, ὅτι διὰ τοῦ ι γράφεται καὶ βαρύνεται οἷον ῥῖτος, σῖτος, Τρῖτος. ἔστι δὲ ὄνομα ποταμοῦ. ῥοβδεῖ ἀναρριπτεῖ μετ’ ἤχου. —ῥοιβδεῖ· ῥοιζεῖ· διώκει· ῥοφεῖ. —ῥοιζεῖ· διώκει. ὁρμᾷ. τρέχει. ῥοδωνι ά : ι ὡς ἰωνιά. ῥοθεῖν καὶ ῥοχθεῖν. Ῥοίτειο ν : ει . ἐπειδὴ τὰ διὰ τοῦ ειον τρισύλλαβα μακρὰν ἔχοντα τὴν παραλήγουσαν οὐδέποτε διὰ τοῦ ι γράφεται οἷον Σίγειον, Λύκειον, ἔστι δὲ τόπος, γένειον, βρένθειον. ῥύεινα ἄρνα. Κύπριοι. ῥωγμός ῥῆξις. ῥώδιγγες πληγαὶ ὕφαιμοι διακεκομμέναι. οἱ δὲ μώλωπες. — ῥώτιγγες πληγαὶ ὕφαιμοι διακεκομμέναι. Σ. Σαγαλασσός πόλις Πισιδίας. λέγεται καὶ Σελγησσός. σάγδας εἶδος μύρου. ἢ ψάγδας. σάκος ἀσπίς. ἀφ’ οὗ οἱ νεώτεροι σάγην τὴν πανοπλίαν φασί. σάκος αἴγειος. σαλάβη θύρας ὀπή. —σαλάμβη· ὀπή, δι’ ἧς τὸ σέλας βαίνει. Σαμάρει α : ει . Ἄρεως γὰρ ἔγκειται ἡ γενική. σάμβαλα σάνδαλα. Σάπαι ἔθνος Θρᾴκων. Σάπειρες ἔθνος ἐν τῇ μεσογαίᾳ τῆς Ποντικῆς, οἱ διὰ τοῦ β λεγόμενοι Σάβειρες. Σάραπι ς. Σάρδι ς : ι . ὥσπερ γὰρ τὸ πόλιες καὶ ὄφιες γίνεται πόλις καὶ ὄφις κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν, οὕτω καὶ παρὰ τὸ Σάρδιες γίνεται Σάρδις κατὰ κρᾶσιν τοῦ ι καὶ τοῦ ε εἰς ι μακρόν. |
| 3,2 579 | Σαρδόνιος γέλως. σάρισα εἶδος ἀκοντίου μακροῦ. Σαρπήδοντος Σαρπηδόνος. ἅλις δὲ ταύτῃ χρῆται τῇ γενικῇ Σαρπήδοντος. ἔστι δὲ Αἰολικὴ ἀπὸ εὐθείας τῆς Σαρπηδών. Σειληνό ς : Σειληνοὶ δὲ λέγονται οἱ γέροντες τῶν Σατύρων. διὰ τῆς ει διφθόγγου γράφεται (ἢ παρὰ τὸ σείεσθαι περὶ τὸν ληνὸν γέγονεν ἢ παρὰ τὸ σεσηρέναι καὶ χαίνειν σερηνός καὶ κατὰ προσθήκην τοῦ ι καὶ μετάθεσιν τοῦ ρ εἰς λ Σειληνός?). σειρ ά : διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ εἴρω τὸ σημαῖνον τὸ συμπλέκω γέγονεν εἰρά καὶ ἐν πλεονασμῷ τοῦ ς σειρά. οἱ δὲ Δωριεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ σηρά. καὶ ἐκ τούτου γνωρίζεται δίφθογγον ἔχειν· τρέπουσι γὰρ ἐκεῖνοι τὴν ει δίφθογγον εἰς η . σειρή ν : διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ εἴρω τὸ σημαῖνον τὸ συμπλέκω γίνεται εἰρήν καὶ πλεονασμῷ τοῦ ς σειρήν. σείριο ς : ἔστι δὲ ἀστήρ. διὰ τῆς ει διφθόγγου γράφεται. σειρομάστης εἶδος ἀκοντίου. σεισάχθει α : σημαίνει δὲ τὸ ἀποσείεσθαι τὸ ἄχθος. διὰ τῆς ει διφθόγγου γράφεται. κατὰ τὴν παραλήγουσαν τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. σεί ω : διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ πνέω γέγονε πνείω διὰ τῆς ει διφθόγγου ἐπενθέσει τοῦ ι καὶ παρὰ τὸ πλέω πλείω, οὕτω καὶ παρὰ τὸ σέω σείω διὰ τῆς ει διφθόγγου. Σελασία πόλις τῆς Λακωνικῆς. —Σελλασία πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. σελίδιο ν : ι . ὡς ψαλίς ψαλίδιον, οὕτω καὶ σελίς σελίδιον. σέλινο ν : διὰ τοῦ ι . οἱ γὰρ Αἰολεῖς σέλιννα λέγουσιν ὥσπερ ὅμιλος ὅμιλλος. καὶ ἄλλως· τὰ διὰ τοῦ ινον προπαροξύτονα μὴ ὄντα σύνθετα κτλ. σελλίζεσθαι ψελλίζεσθαι. σεμίδαλι ς : ι ἡ βʹ συλλαβή, ἐπεὶ καὶ συστέλλεται. |
| 3,2 580 | Σεμίραμι ς : ι . βάρβαρον γάρ ἐστιν ὄνομα. τὰ δὲ βάρβαρα ὀνόματα ἀποστρέφεται τὴν ει δίφθογγον. Σέριφο ς : ι . τὰ γὰρ εἰς φος μονογενῆ κτλ. σέσηλοι κοχλίαι. Λάκωνες. σίαλο ς : ι . σίβδαι ῥοιαί. σιβδία σιδία. σιγαλόεντα διὰ τοῦ ι γράφεται. σημαίνει δὲ τὰ πεποικιλμένα. σιγ ή : ι . τὰ γὰρ εἰς γη οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. σιγηλό ς : ι . παρὰ γὰρ τὸ σιγῶ σιγήσω. σίγλ η. σιγ ῶ : ι . ἐπειδὴ παρὰ τὸ σιγή ἐστιν ὥσπερ καὶ παρὰ τὸ τιμή γέγονε τιμῶ. Σιγώρ πόλις μικρὰ τῆς Παλαιστίνης. Σίδ η : ἔστι δὲ ὄνομα πόλεως. ι . τὰ εἰς δη κτλ. Σιδώ ν : ἐπὶ τοῦ πολίτου, ὅτε ἀρσενικῶς λέγεται καὶ ἐπὶ τῆς πόλεως, ὅτε θηλυκῶς, διὰ τοῦ ι γράφεται. ἐπειδὴ τὰ εἰς δων κτλ. Σικελίδη ς : μακρὸν τὸ ι διὰ τὰς ἐπαλλήλους βραχείας ὥσπερ καὶ τὸ Πριαμίδης. ὑπάγεται δὲ τῷ κανόνι τοῦ Κρονίδης. σίλουρο ς : ι ἡ παράδοσις. Σιμόει ς : ει . Σιμόεντος γάρ. σιμός διὰ τοῦ ι γράφεται. σίνηπ ι : ι τὸ σι καὶ τὸ πι . σίνοντα ι : διὰ τοῦ ι . οἱ γὰρ Αἰολεῖς σίννονται λέγουσι καὶ οὐχὶ σέννονται. καὶ τὰ παρὰ τὸ σίνομαι δὲ διὰ τοῦ ι γράφεται οἷον ἐπισινής. Σινώπ η : ι . σιροί τὸ ἐπιτήδειον ἀγγεῖον εἰς ἀπόθεσιν πυρῶν καὶ τῶν ἄλλων ὀσπρίων. Ἀμμώνιος δὲ ἱστορεῖ, ὡς οἱ Ἀττικοὶ ὀξύνοντες τὸ ὄνομα τὸ ι βραχύνουσι· καὶ ἡ τριβὴ τῆς ἀναγνώσεως ἐκτείνει αὐτό. εὑρίσκεται δὲ καὶ τὸ βραχύ, ὡς παρ’ Εὐριπίδῃ Φρίξῳ «ἀνοῖξαι μὲν σιροὺς οὐκ ἠξίου», εἰσὶ δὲ καὶ ὀρύγματά τινα σιροί. |
| 3,2 581 | σίσυρνα μὲν χιτῶνος εἶδος, σισύρα δὲ διφθέρα, εἰς ἀμπεχόνην καὶ στρωμνὴν ἐπιτηδείως ἔχουσα, καθάπερ τὰ κώδια καὶ αἱ μηλωταί. Σίσυφο ς : ι . (τὸ γὰρ θεός σιός λέγουσιν οἱ Λάκωνες διὰ τοῦ ι . ἀπὸ οὖν τοῦ σιός καὶ τοῦ σοφός γέγονε σιόσοφος καὶ σίσυφος οἱονεὶ σοφὸς καθάπερ θεός?) σιτεί α : ι καὶ ει ἡ παράδοσις. σῖτο ς : λέγει ὁ τεχνικὸς ὅτι ὥσπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαστής καὶ ἀποβολῇ τοῦ ς ἐργάτης βαρυνόμενον καὶ ἀπὸ τοῦ δεσποστής δεσπότης οἰστός οἶτος, οὕτω καὶ παρὰ τὸ σέσεισται σειστός ἀποβολῇ τοῦ ς καὶ τοῦ ε σῖτος διὰ τοῦ ι · καὶ ἄλλως, ὅτι τὰ διὰ τοῦ ιτος ἀποστρέφεται τὴν ει δίφθογγον οἷον Τρῖτος, μίτος, Ἐπαφρόδιτος. σίφω ν : ι . σκαμωνία εἶδος βοτάνης. σκαφεῖο ν : ει . ὥσπερ γὰρ ἐργαλεῖον. παρὰ τὸ σκαφεύς. σκιάδειο ν : ει διὰ τὸν χαρακτῆρα εἴρηται. σκινδαλαμός σκόλοψ. τινὲς δὲ διὰ τοῦ χ σχινδαλαμός. ἄλλοι δὲ σκινδαλμός. σκινθαρίζει ν : ἔνιοι σκανθαρίζειν. τὸ γὰρ τῷ μέσῳ δακτύλῳ τὴν μυκτῆρα παίειν δηλοῖ, ὡς Δίδυμος. σκιπός σκνιφός· ὁ μικρολόγος. σκίπων ἡ βακτηρία διὰ τοῦ ι γράφεται. Σκίρος Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. οἱ κατοικοῦντες Σκιρῖται, τὸ θηλυκὸν Σκιρῖτις. ἔστι καὶ ἕτερον Σκίρον τόπος Ἀττικὸς καὶ Σκιρωνίδες πέτραι. ἀπὸ Σκίρωνος. ἢ οὗτος ἀπὸ τοῦ τόπου, ὁ τόπος δὲ ἀπὸ Σκίρου ἥρωος. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ πόρναι ἐκαθέζοντο. ἴσως δὲ καὶ τὸ σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰς ὃν οἱ κυβισταὶ συνίασι. καὶ ὁ σκίραφος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβιστήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων. Σκίρα δὲ κέκληται, τινὲς μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, ἄλλοι δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ κέκληται. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον. |
| 3,2 582 | σκίρος τὸ πάθος. ι ἡ παράδοσις. σκίφος τὸ ξίφος· διαιρέσει τοῦ ξ εἰς κς καὶ μεταθέσει. σκλοιός ὁ σκολιός. σκόνυζα ἡ κόνυζα. σκορακίζει et σκορακισμός. σκόρδυλ (α ) θαλάσσιος ἰχθῦς. ἔνιοι κορδύλη. σκόρνος κόρνος, μυρσίνη τὸ φυτόν. Σκυφία πολίχνιον Κλαζομενίων. τινὲς δὲ διὰ τοῦ π . σμῆριγξ εἶδος ἀκάνθης. —μῆριγξ ἄκανθα. σμήρινθοι σπάρτα σχοινία. —μήρινθος σχοινίον σπάρτης. σμικρόν μικρόν. σμιλή ὀξύνεται καὶ σημαίνει τὸ σμιλίον. διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς λη λήγοντα μονογενῆ οὐ θέλει τῇ ει διφθόγγου παραλήγεσθαι. Σμίνθιο ν : —ὁ οἰκήτωρ Σμίνθιος καὶ διὰ διφθόγγου ὡς Ἀχίλλειος. καὶ Σμινθήϊον ἄλσος. σμίς μῦς. —σμῦς ὁ μῦς. σμογερόν σκληρόν ἐπίβουλον μοχθηρόν. —σμυγερῶς ἐπιπόνως (i. e. μογερῶς). σμοιός χαλεπός φοβερός στυγνός. —σμυός σκυθρωπός. σμυκτήρ ὁ μυκτήρ. σμύσσεται ἀπομύσσεται. σμῶδιξ μώλωψ—φλέψ φλυκτίς. —μῶδιξ φλυκτίς. σολοικί α : ι . ἀπὸ τοῦ σόλοικος. Σουματία πόλις Ἀρκαδίας. γράφεται καὶ διὰ διφθόγγου Σουμήτεια. σπάδιον τὸ στάδιον. σπαίρ ω : ἐξ οὗ τὸ ἀσπαίρω. τὸ δὲ σπαίρω ἐκ τοῦ σκαίρω. σπάλαξ εἶδος ἀρουραίου μυός. σπαρνός σπάνιος ὀλίγος. |
| 3,2 583 | σπαρτίο ν : τὰ ἀπὸ τῶν εἰς ος μακρᾷ παραληγομένων διὰ τοῦ ιον γινόμενα οὐδέτερα παροξύτονα πάντα διὰ τοῦ ι γράφεται οἷον σπάρτος σπαρτίον, θηρός θηρίον, σταυρός σταυρίον. σπεῖρον et σπεῖρα et σπεῖραι. σπείρ ω : ει . σπερῶ γὰρ ὁ μέλλων. σπεῖσα ι : διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ σπένδω. Σπει ώ : ἔστι δὲ μία τῶν Νηρηΐδων. διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ σπέος γέγονε σπεώ καὶ προσθέσει τοῦ ι Σπειώ, ὥσπερ χρέος χρεώ χρειώ, κλέος Κλεώ Κλειώ. σπέργυς πρέσβυς. σπήλαιο ν : αι . εὑρέθη γὰρ καὶ σπηλάδιον. καὶ πάλιν τὰ διὰ τοῦ αιον προπαροξύτονα οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς αι διφθόγγου γράφεται, οἷον σπήλαιον, σκύλαιον, ἔλαιον, τρόπαιον καὶ ὅσα ὅμοια. σπίλο ς : ι . σπληνίο ν : ι . παρὰ τὴν σπληνός γενικήν. σπόγγο ς. σπονδεῖον καὶ σπονδεῖον μέλος διὰ τῆς ει διφθόγγου. σπόνδυλος οἷον σφόνδυλος· παρὰ τὸ ἐσφίχθαι πρὸς ἀλλήλους. σπουδ ῇ : τὰ παρὰ δοτικῶν ὀνομάτων γινόμενα ἐπιρρήματα καὶ τὴν αὐτὴν γραφὴν φυλάττουσι οἷον σιωπῇ «ἀκὴν ἐγένοντο σιωπῇ» (Γ 95). σπυρί ς : πλεονασμός ἐστι τοῦ ς · ἀπὸ τοῦ πυρός πυρίς. Ἡρωδιανὸς λέγει, ὅτι τοὺς πυροὺς σπυροὺς λέγουσιν οἱ Συρακούσιοι. παρὰ τοὺς σπόρους. Στάγειρ α : ἔστι δὲ ὄνομα πόλεως. διὰ τῆς ει διφθόγγου γράφεται κατὰ τὴν παράδοσιν. Φιλόξενος δὲ διὰ τοῦ ι (pro ει ) λέγει αὐτὸ γράφεσθαι. ἀλλὰ διὰ τῆς ει διφθόγγου γράφεται διὰ τὸ λέγειν ἡ Στάγειρος καὶ τὰ Στάγειρα. καὶ γὰρ ἔθος ἔχουσι τὰ διὰ τοῦ ειρος ῥηματικὰ καὶ τὰ ἐπὶ πόλεως οὐδέτερα ἔχοντα (pro λέγειν) διὰ τῆς ει διφθόγγου γράφειν οἷον ὀνῶ ὄνειρος, μάσσω μάγειρος. στειά διὰ τῆς ει διφθόγγου ὡς ζειά. τὰ ἐκ συλλογῆς μικρὰ λιθίδια. |
| 3,2 584 | στειλει ά : ει . στεῖνο ς : ει . στεῖρ α : σημαίνει δὲ τὴν γυναῖκα τὴν μὴ τίκτουσαν καὶ τὸν ἱστὸν τοῦ πλοίου. διὰ τῆς ει διφθόγγου γράφεται ἐπὶ μὲν τοῦ ἱστοῦ ἢ τῆς πρῴρας ἢ τῆς τρόπεως, ὅτι ἀπὸ τοῦ στερεός γέγονε στέρα καὶ πλεονασμῷ τοῦ ι στεῖρα διὰ τῆς ει διφθόγγου. ἐπὶ δὲ τῆς γυναικὸς τῆς μὴ τικτούσης, ὅτι ἀπὸ τοῦ στέρεσθαι γέγονε στέρα καὶ πλεονασμῷ τοῦ ι στεῖρα διὰ τῆς ει διφθόγγου οἱονεὶ ἡ στερουμένη τοῦ τίκτειν. Στειριά δῆμος Ἀττικὸς Πανδιονίδος φυλῆς. ὁ δημότης Στειριεύς. στερεός καὶ στερρός. στέρφος δέρμα βύρσα. —στρέφος δέρμα βύρσα. Δωριεῖς. στίβ η : σημαίνει δὲ τὴν ψυχρίαν. ι . τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἕν τι τῶν μέσων ἢ ἕν τι τῶν δασέων ἢ τὸ μ ἢ τὸ ν ἢ τὸ κ ἢ τὸ π ἢ τὸ τ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον τριβή, λοιβή, ἀμοιβή, ἐρυσίβη. στοιχεῖο ν : ει . παρὰ τὸ στείχειν. Στρατία βαρυτόνως Ἀρκαδικὴ πόλις. —τρία δὲ σημαίνει ἡ στρατια, τὴν πόλιν καὶ τὸ σύστημα τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς, ἀλλὰ τόνου διαφόρου. —τὸ δὲ ἀξίωμα (Herodianus dixerit potius ἔξοδος vel tale quid) ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. στρατιώτη ς : ι . παρὰ τὸ στρατιά. στριφνό ς : διὰ τοῦ ι . παρὰ τὸ στύφω γέγονε στυφνός καὶ στρυφνός καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι στριφνός. στρόβιλο ς. στροπά ἀστραπή. Πάφιοι. —στορπάν· τὴν ἀστραπήν. —στροφαί· ἀστραπαί. στυγερόν καὶ στυγηρόν. στυππίο ν : ι . |
| 3,2 585 | στυφλόν ἢ στυφελόν· τραχύ σκληρόν βαρύ. συβίνη καὶ σιβύνη. συβόσιο ν : ι . συκομορέ α : ε . συκοφαντί α : ι . Σύλειον καὶ Σύλλειον πόλις Φρυγίας διὰ τῆς ει διφθόγγου. σύν ξύν. συνεοχμῷ (Ξ 465): ἔχω ἐχμός ἐεχμός ὡς ἔλδωρ ἐέλδωρ. εἶτα ἐοχμός ὡς πλεγμός πλογμός. συνήθει α : ει . διὰ τὸ εἶναι τὸ ἀρσενικὸν συνήθης καὶ εἶναι καὶ προπαροξύτονον. συνοδί α : ι . παρὰ τὸ σύνοδος. Συρακοσία τράπεζα. Συρί α : ι . παρὰ τὸ Σύρος. Σύριον Ἀσσύριον· τὸ διὰ Συρίας φερόμενον ἢ διὰ τὸ σώλινον (?) σύρκεσι σαρξίν. Αἰολεῖς. σύρκιζε σάρκαζε. σῦς καὶ ὗς. σφάγιο ν : ι . ἀλλὰ καὶ σφαγεῖον. διφορεῖται τῷ τόνῳ καὶ τῇ γραφῇ. σφαδᾳζ ω. |
| 3,2 586 | σφείων αὐτῶν. Σφήκεια ἡ Κύπρος τὸ πρότερον. σφηκεῖο ν : ει . προπερισπᾶται. σφίν et φίν et ψίν. σφραγί ς : ι . τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ κτλ. σφῶν ἑαυτῶν. —σφῷν ὑμῶν. σχέραφος et σκέραφος et κέραφος. σχήρ ἐχῖνος. —χήρ ἐχῖνος. σχῖνο ς : ι . σῴζ ω : τὸ σώζω χωρὶς τοῦ ι λέγει ὁ Δίδυμος. ὥσπερ γὰρ ἀπὸ τοῦ ἕω τὸ κάθημαι γίνεται ἕζω, οὕτως ἀπὸ τοῦ σώω τὸ ὑγιαίνω σώζω πλεονασμῷ τοῦ ζ . ἀλλ’ ἡ παράδοσις ἔχει τὸ ι . τὸ δὲ σῴζω, ὅτε μὲν γίνεται ἀπὸ τοῦ σῶος σωΐζω ὡς λέπος λεπίζω καὶ κατὰ συναίρεσιν σῴζω, ἔχει τὸ ι . ἡνίκα δὲ ἀπὸ τοῦ σάος σαόζω καὶ κράσει σώζω, οὐκ ἔχει προσγεγραμμένον τὸ ι . δεῖ δὲ γινώσκειν, ὅτι ἡνίκα ἀπὸ τῆς σω συλλαβῆς ἄρχεται ἐπιφερομένου τοῦ ζ , ἔχει προσγεγραμμένον τὸ ι σῴζω, σῴζομαι ἄσῳζον. ἡνίκα δὲ μὴ οὕτως ἔχῃ, οὐ προσγράφεται οἷον σαώζω σώσω σῶσον. σῶκος βαρυτονητέον ὁμοίως τῷ κυρίῳ· εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό. ἐκ τοῦ γὰρ σάοικος γεγενῆσθαι κατὰ κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι , τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. σωματεῖο ν : ει . ἡ παράδοσις. σωμάτιον δὲ καὶ προπαροξυτόνως τὸ ὑποκοριστικόν. σῶο ς. Σωσία ς : ι . παρὰ τὸ σώσω Σωσίας ὥσπερ παρὰ τὸ κινήσω Κινησίας. σώτειρ α : διὰ τῆς ει διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ ειρα θηλυκῶν. |
| 3,2 587 (1t) | Τ. τάγηνον τήγανον. ταλαπείριο ς : διὰ τῆς ει διφθόγγου. ἢ γὰρ παρὰ τὸ τηλόθεν πεπερακέναι γέγονε ταλαπέριος καὶ κατὰ πλεονασμὸν τοῦ ι ταλαπείριος. ἢ παρὰ τὸ τλῆναι καὶ πεῖραν γέγονε ταλαπείριος οἱονεὶ ὁ πολλὴν πεῖραν ὑπομείνας τοῦτ’ ἔστι πολύπειρος. τὸ δὲ πεῖρα διὰ τῆς ει διφθόγγου γράφεται. Ταλαῶ ο : μετὰ τοῦ ι τινές. ἦν γὰρ (φασί) Ταλαοῖο. οὐ κατεπείγει δέ. ἀπὸ γὰρ τῶν εἰς ως εὐθειῶν Ἀττικῶν κέκλιται καὶ πλεονασμῷ τοῦ ο ὡς Μίνωο, Ἀνδρογέωο. Ταλθύβιο ς : τὸ βι ι . τὰ γὰρ διὰ τοῦ ιος ὑπερτρισύλλαβα προπαροξύτονα κτλ. Τάμασος πόλις Κύπρου· ἔστι καὶ Ταμέση πόλις τῆς Ἰταλίας καὶ ποταμός. Πολύβιος δ’ ἐν τῷ πρώτῳ Τεμέσειαν τὸν πόλιν καλεῖ. ταμίαι et ταμιείας. ταμιεῖο ν : ει . παρὰ τὸ ταμιεύω καὶ ταμιείδιον τὸ ὑποκοριστικὸν τοῦ ταμιεῖον. ἡ τρίτη διὰ τοῦ ι , ἐπειδὴ καὶ ὁ ταμίας καὶ ἀργυροταμίας. ταπεινόν χθαμαλόν. τάπιδες τάπητες. Τάραντος πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς—εὕρηται καὶ διὰ τοῦ δ Δάρανδος. τάργανον ὄξος. Λυδοί· ἢ τὸ ταράττον. Ταριχέαι πόλεις πολλαί. οἱ πολῖται Ταριχευταί· παρὰ τὸ ταριχεύω. καὶ ὤφειλε διὰ διφθόγγου. ταριχεία τὸ πρᾶγμα παρὰ τὸ ταριχεύω. τάριχος λέγεται καὶ ἀρσενικῶς καὶ οὐδετέρως. διὰ τοῦ ι γράφεται· καὶ γὰρ τὰ διὰ τοῦ ιχος ὑπὲρ δύο συλλαβὰς οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. Τάρν η : Ἄρνη πόλις Βοιωτίας. ἔστι δὲ καὶ Θεσσαλίας. καλεῖται δὲ καὶ Τάρνη, ὡς λέγει Ἡρωδιανὸς περὶ παθῶν. ταρροί καὶ ταρσοί τάλαρα καὶ τὰ πλατύματα τῶν καρπῶν. ταρσιήν τὴν τρασιάν. |
| 3,2 588 | Ταρσός ἐπισημοτάτη πόλις Κιλικίας, ἣν διὰ τοῦ ε ἔλεγον Τερσόν παρὰ τὸ τερσανθῆναι ὅ ἐστιν ἀποξηρανθῆναι. —Θαρσός δὲ ἐκαλεῖτο καὶ Θαρσεῖς οἱ Κίλικες, ὡς Ἰώσηπος ἐν ἀρχαιολογίᾳ (I 7). Τάρταρο ς : ὁ οἰκήτωρ Ταρτάριος καὶ διὰ τῆς ει διφθόγγου παρ’ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ. Ταυλάντιος Ἰλλυρικὸν ἔθνος. Εὐφορίων δὲ μετὰ τοῦ ν Ταυλαντίνους αὐτούς φησι. Ταυρίσκοι ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι ὡς Πολύβιος τρίτῳ (c. 60, 8). Ἐρατοσθένης Τερίσκους αὐτούς φησι διὰ τοῦ ε , οἳ καὶ Ταῦροι λέγονται. Ταυροκομεῖο ν : ει καὶ προπερισπᾶται ὡς γλωσσοκομεῖον. Ταυρομενίτη ς : ι . παρὰ τὸ Ταυρομένιον. ταύσιον καὶ τηΰσιον καὶ αὔσιον. ταὐτό ταὐτόν τὸ αὐτό. Ταύχειρ α : ει . ἐπειδὴ καὶ εὕρηται καὶ χωρὶς τοῦ ι παρὰ Παρθενίῳ. ἐκεῖνος γὰρ εἶπεν Ταυχέριος τὸ ἐθνικόν. ταχίω ν : ι ὡς βραδίων. πλὴν τοῦ χερείων καὶ ἀρείων. Τέβερις ποταμὸς Ἰταλίας. Τεγησσός πόλις Κύπρου. τείν ω : δίφθογγος. τενῶ γὰρ ὁ μέλλων. τείρεα τὰ ἄστρα. διὰ τῆς ει διφθόγγου. τείρεται καταπονεῖται. διὰ τῆς ει διφθόγγου. τέρρεται γὰρ λέγουσιν οἱ Αἰολεῖς καὶ ἔθος ἔχουσι τὸ ι τῆς ει διφθόγγου ἀποβάλλειν καὶ διπλασιάζειν τὸ σύμφωνον οἷον φθείρω φθέρρω. τειχεσιπλῆτα τοῖς τείχεσι προσπελάζων, πορθητά. εἰ δὲ διὰ τοῦ β γράφεται, ὁ τὰ τείχη καταβάλλων. τεῖχο ς : διὰ τῆς ει διφθόγγου. παρὰ τὸ τεύχω γέγονε τεῦχος καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι τεῖχος. ἄλλως τε δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ τοῖχος. τέλγη ὁ καλούμενος ῥῶπος· κακῶς. ἔστι γὰρ γέλγη. τέλειο ς : ει δίφθογγος. πρῶτον μὲν ὅτι λέγεται καὶ χωρὶς τοῦ ι |
| 3,2 589 | οἷον τέλεος καὶ τελέως τὸ ἐπίρρημα. δεύτερον ὅτι τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων μὴ παραληγόμενα τὸ α διὰ τοῦ ειος γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· ὄνειδος ὀνείδειος, ἕρκος ἑρκεῖος, ἦθος ἠθεῖος. οὕτω καὶ τέλος τέλειος πλὴν τοῦ τέμενος τεμένιος. Τελεσῖνο ς : ι ὡς Ἀκραγαντῖνος. Τελμισσός ἡ πόλις πλεονασμὸν ἔπαθεν ἐπεντεθέντος τοῦ λ . ἐκλήθη γὰρ ἀπὸ Τεμισσοῦ τοῦ Ἀπόλλωνος, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν (ap. Eust. ad Dionys. 859). —ὁ πολίτης Τελμισσεύς καὶ δρᾶμα Ἀριστοφάνους Τελμισσεῖς· λέγεται καὶ τετρασυλλάβως Τελεμισσεῖς ὡς αὐτὸς ἐν αὐτῷ κτλ. Τέλφουσα πόλις Ἀρκαδίας ἀπὸ νύμφης λεγομένη, Τελφούσης. — ἔστι καὶ Βοιωτίας Τελφούσιον. —Ἔφορος δὲ Τιλφωσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ· ἔστι καὶ Βοιωτίας Τίλφωσα κρήνη καὶ ὄρος ἀπὸ Τιλφούσης. Ἡρωδιανὸς δὲ Τίλφωσσα φησίν. Τελχί ν : ι . ὡς δικατάληκτον. Τέμβριον πόλις Φρυγίας. Χάραξ Τύμβριον. Μένανδρος Τεμβρίειον ὡς Γορδίειον. τεμένιο ς : ι . τεμενίτη ς : ι παρὰ τὸ τέμενος. Τέμμικο ς : ι . Τέμμιξ γὰρ ἡ εὐθεῖα. τὰ δὲ εἰς ξ λήγοντα ἀποστρέφεται τὴν ει δίφθογγον. τερᾴζει ν : σὺν τῷ ι . τέρεινα ἡ ἁπαλὴ διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ μάκαρ μάκαρος καὶ τάλας τάλανος γίνεται μάκαιρα καὶ τάλαινα τὸ θηλυκὸν κατὰ προσθήκην τοῦ ι , οὕτω καὶ παρὰ τὸ τέρην τέρενος γίνεται τέρεινα τὸ θηλυκὸν διὰ τῆς ει διφθόγγου κατὰ προσθήκην τοῦ ι . [Λυκόφρων καὶ] Ἀπολλώνιος «τερείνης ἄνθεα γαίης» (I 1143 et III 898, ubi tamen pro γαίης scriptum est ποίης). Τερῖνα πόλις Ἰταλίας καὶ ποταμός, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων, τινὲς δὲ νῆσον αὐτήν, εἰς ἣν ἐξεβράσθη Λίγεια ἡ Σειρήν, ὡς Λυκόφρων (v. 726) «Λίγεια δ’ εἰς Τέριναν ἐκναυθλώσεται». γράφεται διὰ τοῦ ι . τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφεται τὴν ει δίφθογγον. |
| 3,2 590 | τερθρεία γοητεία, περιπάθεια. παρὰ τὸ τέρας τέρατος τερατεύω τερατεία καὶ συγκοπῇ τερτρεία καὶ τροπῇ τερθρεία. τερπώμεθα τρεπώμεθα. τέρσεσθαι ξηραίνεσθαι παρὰ τὸν θέρσω μέλλοντα Αἰολικῶς καὶ τροπῇ τοῦ θ εἰς τ . τετράδειον διὰ διφθόγγου καὶ προπαροξύνεται. ἡ παράδοσις. — τετράδιον διὰ τοῦ ι τὸ ὑποκοριστικόν. τετραμαίνει τρέμει φοβεῖται. τετρᾶχμα τετράδραχμα. τετρήχει τετράχυντο τετάρακτο. τετρίγε ι : ἔτριζεν. τῇ ἄρθρον προτακτικὸν θηλυκὸν καὶ ἀντὶ ὑποτακτικοῦ· ἢ ταύτῃ. χωρὶς τοῦ ι προστακτικὸν ἀνάλογον τῷ λάβε «Κύκλωψ, τῆ, πίε οἶνον» (ι 347). τῇ ἄλλως τῇ ματαίως. —τηνάλλως· τὴν μάτην. τῇδε ὧδε ἐνταῦθα. τηθαλλαδοῦς ἢ τηθαμμωδοῦς· ὁ γυναικοτραφής. τηλία σηλία. τήλιδ α : οὕτως ἐκάλουν τὴν συνηρμοσμένην. τήμερον Ἀττικοὶ καὶ τήμερα λέγουσιν. τἠμ ῇ : ἔχει τὸ ι κατὰ τὴν λήγουσαν· κατὰ δὲ τὴν ἀρχὴν οὔ, οἷον «ἀμφὶ δέ τοι τἠμῇ κλισίῃ» (Ι 654)· ἔστι γὰρ τῇ ἐμῇ. καὶ ἐκθλίβεται τοῦ τῇ ἄρθρου τὸ ι καὶ κιρνᾶται τὸ η καὶ ε εἰς η . οὕτω καὶ τὠμῷ χωρὶς τοῦ ι , ὡς τὸ «Δῖε Μενοιτιάδη τὠμῷ κεχαρισμένε θυμῷ» (Λ 607). ἔστι γὰρ τῷ ἐμῷ· καὶ ἐκθλίβεται τὸ ι τοῦ τῷ ἄρθρου καὶ κιρνᾶται τὸ ω καὶ ε εἰς τὸ ω καὶ γίνεται τὠμῷ χωρὶς τοῦ ι . τῆτες ἐν τῷδε τῷ ἔτει. οἱ δὲ Δωριεῖς σᾶτές φασιν. ὅθεν σατανίους πυροὺς μὴ τελεσφοροῦντας, ἀλλὰ πρὸ ὥρας θεριζομένους. τιβή ν : λέβης τρίπους. Τίβυρις πόλις Ἰταλίας. Ἀρτεμίδωρος Τίβυρα· τὸ ἐθνικὸν Τιβυρτῖνος. Νικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ καὶ τὸ ἐθνικὸν Τιβουρῖνον, ὃ καὶ ἀναλογώτερον. |
| 3,2 591 | τίγγ α : Διοκλῆς ἐν Μελίτταις. Ἡρακλέων δὲ οὐ διελὼν τιγγάβαρυ τὸ κιννάβαρι λέγει. Τίγρης ποταμὸς Περσῶν. λέγεται καὶ Τίγρις. τιμ ή : διὰ τοῦ ι · παρὰ γὰρ τὸν τίσω μέλλοντα, ὃς ἦν ἀπὸ τοῦ τίω ἐνεστῶτος, ὅστις καὶ ἐν συστολῇ εὕρηται. καὶ ἄλλως· ἐπειδὴ τὰ εἰς μη οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. τιμῆ ς : τινὲς τὸ τιμῆς διὰ τοῦ ι γράφουσιν· ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυσὸν τιμῆντα» (Σ 475), καίτοι λόγος ἐστίν, ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις. Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ι , οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται κτλ. τίμιο ς : ι ἀμφότεραι αἱ συλλαβαί. ἡ παράδοσις. Τίμω ν : διὰ τοῦ ι παρὰ τὸ τιμή. τιμωρί α : διὰ τοῦ ι . ὁ δὲ λόγος περὶ τῆς ἀρχῆς. ἡ γὰρ παραλήγουσα συνέσταλται. διὰ τοῦ ι δὲ ἡ ἀρχή, ἐπειδὴ παρὰ τὸ τιμωρός ἐστι, τὸ δὲ τιμωρός διὰ τοῦ ι γράφεται, ἐπειδὴ παρὰ τὸ τιμή καὶ τὸ ὠρῶ τὸ σημαῖνον τὸ φυλάττω γέγονεν. τίνυσθαι διὰ τοῦ ι γράφεται παρὰ τὸ τίνω τὸ σημαῖνον τὸ ἀποδίδωμι. τίνω τὸ ἀποδίδωμι. διὰ τοῦ ι , ἐπειδὴ ἀπὸ τοῦ τίω γέγονε κατὰ πλεονασμὸν τοῦ ν · τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων διχρόνῳ μόνῳ πέφυκεν ἐπεντίθεσθαι οἷον θύω θύνω, δύω δύνω, πίω πίνω. οὕτως οὖν καὶ τίω τίνω. Τίος ἡ πόλις ι ὡς Κίος. Τίρο ς : ἔστι δὲ ὄνομα ποταμοῦ. ι κατὰ παράδοσιν. Τῖρυ ς : ι . ὁμοίως τῷ ἰλύς· γίνεται καὶ πρόσθεσις τοῦ ν Τῖρυνς. Τισαμενό ς : ι . Τίσανδρο ς : διὰ τοῦ ι . παρὰ γὰρ τὸν τίσω μέλλοντά ἐστι. |
| 3,2 592 | Τιτά ν : διὰ τοῦ ι · ἢ γὰρ παρὰ τὸ τίνω τὸ σημαῖνον τὸ ἀποδίδωμι γέγονε Τινάν καὶ Τιτάν οἱ οὕτω διαπραττόμενοι ὥστε δοῦναι τιμωρίαν. ἢ παρὰ τὸ τιταίνω γέγονε τιτάν οἱονεὶ οἱ τείνοντες τὰς χεῖρας εἰς τὸ κόψαι τὰ αἰδοῖα τοῦ πατρός, λέγω δὴ τοῦ Οὐρανοῦ. τὸ δὲ Τιτάν διὰ τοῦ ι συνεσταλμένου ἐστίν. καὶ ἄλλως τὰ εἰς αν οὐ παραλήγεται τῇ ει διφθόγγῳ κτλ. Τίτανα χωρίον τῆς Σικυωνίας· νῦν δὲ Τευτάνιον καλεῖται. Τιτιανό ς : ι ἀμφότερα. Ἰταλικώτερον γάρ ἐστιν. Τιτ ώ : οὕτω λέγεται ἡ ἡμέρα. διὰ τοῦ ι γράφεται. παρὰ γὰρ τὸ Τιτάν Τιτᾶνος γέγονε Τιτανίς καὶ ἐκεῖθεν ὑποκοριστικὸν Τιτώ ὥσπερ Ὑψιπύλη Ὑψώ, Εἰδοθέα Εἰδώ. τί ω : ι , ἐπειδὴ εὑρίσκεται καὶ ἐν συστολῇ «περὶ μέν σε τίω Δαναῶν» (Δ 257) καὶ «πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν» (Theognidis v. 621). Τμῶλος ὄρος. Τόμαρος ὄρος Δοδώνης, ὅπερ Τόμουρον καὶ κατοικοῦντας Τομούρους· οἱ δὲ Τμάρος, οὗ τὸ ἐθνικὸν Τμάριος. τονθορύζει ἀτάκτως λαλεῖ γογγύζει ψιθυρίζει. καὶ τονθρίζει τὰ αὐτά. —τονθρύς φωνή. Τόπαζος νῆσος Ἰνδική. διὰ τοῦ ξ δ’ ἐγράφετο πρότερον. τοπίτη ς : ι . τό ῥ α : ὅπερ δή. —τόῤῥα· ὅπερ δή. Τορώνη πόλις Θρᾴκης. ἔστι καὶ ἄλλη πόλις Σικελίας Τόροννα διὰ δύο νν καὶ δύο οο . Τουρδητανία χώρα τῆς Ἰβηρίας· οἱ οἰκοῦντες Τουρδητανοί καὶ Τούρδουλοι. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ καὶ Τούρτους τοὺς οἰκήτορας καὶ Τουρτυτανούς. τραγεῖον πόας εἶδος. Τραγία νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ πόλις ἐν Νάξῳ. Εὔπολις διὰ τοῦ ε γράφει καὶ πληθυντικῶς Τραγέαι. |
| 3,2 593 | Τράγιλος πόλις μία τῶν ἐπὶ Θρᾴκης πρὸς τῇ χερρονήσῳ καὶ Μακεδονίᾳ. Τραλλεῖ ς. τραπεζίτης ἐπὶ διαφόρου σημασίας διάφορον ἔσχε τῆς παραληγούσης τὴν γραφήν· ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ τοῦ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς ει διφθόγγου γράφεται· τοῦτο δὲ παρ’ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η , ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ καθόλου. τράπηκι δόρατι. —τράφαξ· σκόλοψ. ἔνιοι δὲ τὸ δόρυ. —τρόπηξ· μερὶς τῆς κώπης. —τρόφηξ· χάραξ σκόλοψ. τραῦμα πληγή ἕλκος μώλωψ. —θραῦμα· λύπη πληγή. τράφος τάφος. Τραχί ν : ι ὡς δικατάληκτον. τρεῖ ς. Τρεμιλία ἡ Λυκία. τρέχνος στέλεχος κλάδος φυτόν βλάστημα. —τέρχνεα· φυτὰ νέα. Τρῆρες Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ «Τρήρεας ἄνδρας ἄγων». Θεόπομπος Τρᾶρας αὐτοὺς καλεῖ. τρίβ ω : διὰ τοῦ ι . τὰ γὰρ εἰς βω κτλ. τριγχός τειχίον. —στριγχός τειχίον. —θριγκός ἡ στεφάνη τοῦ τείχους—καὶ τριγχός. τρίπεζαν τὴν τράπεζαν. Βοιωτοί. τρίπος τρίπους. τρίς τὸ ἐπίρρημα διὰ τοῦ ι . τρισσός διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο σς δίφθογγος εὑρίσκεται κτλ. Τριταία πόλις Ἀχαΐας. —Τρίτεια πόλις Τρωϊκή. —ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. |
| 3,2 594 | Τριτογένεια ἡ Ἀθηνᾶ διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλήγουσαν τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων, κατὰ δὲ τὴν ἀρχὴν διὰ τοῦ ι ἢ ὅτι παρὰ τὸ τριτώ ἐστιν, ὅπερ κατὰ τοὺς Ἀθαμᾶνας σημαίνει τὴν κεφαλήν—ἐπειδὴ οὐκ ἐκ τῆς μήτρας, ἀλλὰ ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν—ἢ ὅτι παρὰ τῷ Τρίτωνι ποταμῷ γέγονεν ἢ ὅτι τρίτη μετὰ τὴν Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγένετο. ἢ ἐπειδὴ τριταία γέγονεν οἱονεὶ ἡ φαινομένη τριταία· καὶ γὰρ τὴν αὐτήν φασιν εἶναι αὐτὴν τῇ σελήνῃ· ἡ δὲ σελήνη τῇ τρίτῃ ἡμέρᾳ φαίνεται καὶ τὴν τρίτην τοῦ μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ. τὸ δὲ τριταία διὰ συνεσταλμένης τῆς τρίτης συλλαβῆς. τινὲς δὲ λέγουσι παρὰ τὸ τρεῖν τὸ φοβεῖσθαι γεννᾶν ἡ φόβου ἐμποιητική. οἷς ἀντίκειται καὶ ἡ γραφή, ὅτι ὤφειλε γράφεσθαι διφθόγγῳ, καὶ ὁ σχηματισμός, ἐπειδή, ὥς φησιν ὁ τεχνικός, τὰ τοιαῦτα εἰς πάθη ἀναλύεται καὶ οὐκ εἰς ἐνέργειαν οἷον Λυκηγενής ὁ ἐν Λυκίᾳ γεγεννημένος, Κυπρογενής ὁ ἐν Κύπρῳ γεγεννημένος, ἠριγενής ὁ ἐν τῷ ἔαρι γεννηθείς. οὕτως οὖν καὶ Τριτογένεια ἡ ἐκ τοῦ τρεῖν γεννωμένη, οὐ μὴν ἡ τρεῖν γεννῶσα. οὐ δύναται δὲ ἐκ τοῦ τρεῖν γεννᾶσθαι, ἐπειδὴ οὐ γεννᾶται ἐκ τοῦ φόβου. Τρίτω ν : ι · ἔστι δὲ ὄνομα ποταμοῦ. τὰ εἰς των λήγοντα μὴ ὄντα κοινὰ τῷ γένει οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. Τριχώνιον πόλις Αἰτωλίας. ὁ πολίτης Τριχωνιεύς. καὶ Τριχόνιος εὕρηται διὰ τοῦ ο μικροῦ. τροφαλί ς : τροφαλίδα ῥητέον διὰ τοῦ ο , οὐ τρυφαλίδα διὰ τοῦ υ . ἡ γὰρ λέξις εἴρηται παρὰ τὸ τρέφεσθαι, ὅ ἐστι πήγνυσθαι. τρυσμός γογγυσμός. —θριμμός· γογγυσμός. τρυσό ς. |
| 3,2 595 | τρύφακτο ς : ἔνιοι διὰ τοῦ δ · δρῦς γὰρ τὸ ξύλον. Τρῳά ς. Τύαν α, πόλις μέση Κιλικίας καὶ Καππαδοκίας. ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀρριανός. τύμπανον et τύπανον. τύξιν τεῦξιν. Τυρόδιζα πόλις Θρᾴκης. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. Τύρος νῆσος ἐν Φοινίκῃ. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ λ καλεῖ. τύρρις πύργος, ἔπαλξις, προμαχών. —τύρσις· τὰ αὐτά. τώ τῶ. Υ. ὕαιν α : αι . ὕαλος ὕελος. Ὑάμεια πόλις Μεσσήνης· ὁ πολίτης Ὑαμίτης καὶ Ὑαμείτης διὰ διφθόγγου. Ὕαντες ἔθνος περὶ Ἀλαλκομένιον. λέγονται καὶ Ὑάντειοι· καὶ Ὑάντιος καὶ Ὑαντία καὶ Ὑαντῖνοι καὶ Ὑαντίνη θηλυκῶς. Ὑγασσός πόλις Καρίας. τὸ ἐθνικὸν Ὑγάσσιος ὡς Βουβάσσιος. λέγεται καὶ Ὑγάσσειον πεδίον διὰ διφθόγγου. ὑγίει α : ὥσπερ παρὰ τὸ εὐσεβής εὐσέβεια, οὕτω καὶ παρὰ τὸ ὑγιής γίνεται ὑγίεια καὶ κράσει ὑγεία ὥσπερ τὰ Ἀπολλωνίεια τὰ Ἀπολλώνεια (sic?). οἱ δὲ Ἀθηναῖοι ἐκτείνουσι τὸ α καὶ καταβιβάζουσι τὸν τόνον καὶ φυλάσσουσι τὴν αὐτὴν γραφὴν ὑγιεία ὥσπερ τὸ ἱερεία. ἰστέον δὲ ὅτι τὸ ὑγεία τρισύλλαβον οὔτε ἐν τῇ κωμῳδίᾳ οὔτε ἐν τῇ τραγῳδίᾳ εὕρηται. καὶ οἱ ῥήτορες δὲ τετρασυλλάβως προφέρουσιν. ὑδατοτροφέω ν. |
| 3,2 596 | Ὕδη πόλις Λυδίας. Ὅμηρος διὰ τοῦ λ «σκυτοτόμων ὄχ’ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων» (Η 221). ὕειο ς : ει δίφθογγος. μετουσιαστικὸν γάρ. εἴρηται δὲ καὶ ὕειον δέρμα καὶ γαστὴρ ὑεία. Ὑμηττός ὄρος τῆς Ἀττικῆς. τὸ υ μακρὸν καὶ βραχύ. ὑπαὶ δείους (Κ 376)· ὑπὸ τοῦ δέους. ὑπαίθριο ς : τὸ παι δίφθογγος, τὸ θρι ι κατὰ παράδοσιν. ὑπεὶρ ἅλα (Ψ 227). ὑπεμνήμυκεν (Χ 491). Ὑπερβόρεοι ἔθνος. Ἑλλάνικος δὲ Ὑπερβόρειοι γράφει διὰ διφθόγγου. Ὑπέρεια πηγὴ Μεσηΐδος. Ὑπερησία πόλις τῆς Ἀχαΐας «οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν» Ὅμηρος (Β 573). διὰ τοῦ ι γράφεται. τὰ γὰρ ἀπὸ τῶν ἀρσενικῶν ἐχόντων τὸ τ διὰ τοῦ ια γινόμενα καὶ τρέποντα τὸ τ εἰς ς διὰ τοῦ ι γράφεται ἄλουτος ἀλουσία, ἀθάνατος ἀθανασία. οὕτως Ὑπέρης Ὑπέρητος Ὑπερησία. Ὑπερίδης διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ παρὰ τὴν ἀνά πρόθεσιν γίνεται Ἄνιος καὶ παρὰ τὴν ὑπό Ὕπιος, οὕτω καὶ παρὰ τὴν ὑπέρ Ὕπερος καὶ ἐκεῖθεν Ὑπερίδης ὡς Ὕλλος Ὑλλίδης. Ὑπερίω ν : διὰ τοῦ ι . παρὰ γὰρ τὴν ἰών μετοχὴν γέγονε Ὑπερίων ὁ ὑπὲρ ἡμᾶς ἰών· καὶ ἄλλως· ἐπειδὴ τρέπει τὸ ω εἰς τὸ ο οἷον Ὑπερίονος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, ἐφύλαττε τὸ ω κατὰ τὴν γενικήν. τὰ γὰρ διὰ τοῦ ειων διὰ τῆς ει γραφόμενα μὴ ὄντα συγκριτικὰ φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον Ἀτρείων Ἀτρείωνος, Καδμείων Καδμείωνος, Ἀργείων Ἀργείωνος. πρόσκειται «μὴ συγκριτικὰ» διὰ τὸ χερείων χερείονος, ἀρείων ἀρείονος. ὑπεροπλίαις ὑπερηφανίαις. ὑπερώϊον ὑπερῷον ἀνώγαιον οἴκημα. ὑπισχνοῦμα ι : διὰ τοῦ ι κατὰ παράδοσιν. ὑπογάιδιον ὑπόγειον τύμβον. |
| 3,2 597 | ὑποδεξίη ὑποδοχή. ὑπόδρα et ὑποδράξ. Ὑρμίνη πόλις τῆς Ἤλιδος (Β 616). Μενέλαος δὲ τετάρτῳ Θηβαϊκῶν Ὕρμιναν διὰ τοῦ α φησί. τὴν δ’ Ὑρμίνην Ἐχεφυλίδας φησὶ τὰς νῦν Ὁρμίνας. —Ὅρμιναι δὲ δύο. ὑσμίνη διὰ τοῦ ι . ὁ κανών· τὰ διὰ τοῦ ινη μονογενῆ κτλ. ὕσπληξ et ὕσπληγξ. ὕσσακος ὑστακός. ὑφειμένο ς : ει δίφθογγος. κατὰ παράδοσιν. ὑψίζυγο ς. Φ. φάγιλος ἀμνός. ι . φάγυλο ι : μαστοί, μάρσιπποι. φαεινό ς , φωτεινό ς : ει δίφθογγος ὡς ὀξύτονα, καὶ ἄλλως ἐπεὶ οἱ Αἰολεῖς φαεννός καὶ φωτεννός λέγουσιν. φαείνω ὁμοίως τῷ ἀλεείνω δίφθογγος. Φάληρον δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς. —ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῇ Οἴτῃ, ἣν Ῥιανὸς διὰ τοῦ α γράφει Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ η . Φανοτεύς πόλις Φωκίδος. Θουκυδίδης τετάρτῳ (c. 89). λέγεται καὶ Φανότη καὶ Φανότεια· τινὲς Πανόπειάν φασιν. Φαραί πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι. ἔστι καὶ Ἀχαΐας. εἰσὶ δὲ καὶ διὰ τοῦ η Φηραί. φάργμα φραγμός. Φαρκηδών πόλις Θεσσαλίας. Θεόπομπος δὲ θʹ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φησίν. φαρκίς ἡ ῥυτίς διὰ τοῦ ι γράφεται τῷ λόγῳ τοῦ σφραγίς. |
| 3,2 598 | φάρυ ξ : οὕτως ὅ τε Ἡρωδιανὸς καὶ οἱ λοιποὶ γραμματικοὶ χωρὶς τοῦ γ τὴν εὐθεῖαν καὶ τὴν γενικὴν δι’ ἑνὸς γ . Φασηλίτη ς : ἀπὸ τοῦ Φασήλιος ὀνόματος. φατρία σύνταγμα, σύστημα. —φράτορας· τοὺς τῆς αὐτῆς μετέχοντας φρατρίας, συγγενεῖς. φαύζειν φρύγειν. Φειά διὰ τῆς ει διφθόγγου γράφεται· ἔστι δὲ ὄνομα πόλεως. εὕρηται καὶ χωρὶς τοῦ ι . «Φειᾶς πὰρ τείχεσσι» (Η 135). φείδιππο ς : ει · παρὰ τὸ φείδω, ἐξ οὗ τὸ φείδομαι. φείδομα ι : ει δίφθογγος· παρὰ γὰρ τὸ φεύγειν τὸ δοῦναι γέγονε φεύδομαι καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι φείδομαι. τὸ δὲ φιδός τὸ ῥηματικόν, ὃ σημαίνει τὸ φειδωλός, ἐπεκράτησε διὰ τοῦ ι γράφεσθαι. φείδυλο ς : παρὰ τὸ φείδομαι. ει δίφθογγος. φειδωλό ς : διὰ διφθόγγου. Φείδων ὄνομα κύριον. διὰ τῆς ει διφθόγγου γράφεται. ὥσπερ γὰρ παρὰ τὸ λάμπω γέγονε Λάμπων, οὕτω καὶ φείδω Φείδων. Φεραί πόλις Θεσσαλίας «οἵ τε Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην» (Β 711)—ἔστι καὶ διὰ τοῦ η «Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον» (Ι 151). Φερσεφόνεια ἡ τῆς Δήμητρος θυγάτηρ. φευκτέο ς : τὰ ἀπὸ τῶν εἰς ος ὀξυτόνων διὰ τοῦ εος γινόμενα διὰ τοῦ ε γράφεται ψεκτός ψεκτέος, φευκτός φευκτέος. φεψάλυξ καὶ κατὰ ἀφαίρεσιν ψάλυξ. φηλήτη ς. |
| 3,2 599 | φῆρα θῆρα. φῆρες οἱ Κένταυροι. Αἰολικῶς. φηρία θηρία. Αἰολεῖς. φῄ ς. φῇσθα λέγεις. φῆσθα ἔφησθα. φῇσι κατ’ ἐπέκτασίν ἐστι τῆς σι συλλαβῆς ἀπὸ τοῦ ἐὰν φῶ ἐὰν φῇ. φθείει θνήσκει. —φθείσονται· διαφθαρήσονται. —φθιεῖ· φθίσει. —φθίμενος. —φθισήνωρ. φθεί ρ : ει δίφθογγος. τὸ ἀπὸ τῆς σωματικῆς φθορᾶς. ἰστέον δὲ ὅτι εἰς ειρ μονοσύλλαβα διὰ τῆς ει διφθόγγου γραφόμενα τρία ἐστίν· τὸ φθείρ τὸ ἀπὸ τῆς φθορᾶς τοῦ σώματος, καὶ Εἴρ, ὄνομα δὲ ποταμοῦ, καὶ τὸ χείρ. καὶ τὸ μὲν φθείρ ἀπὸ τοῦ φθείρω, τὸ δὲ Εἴρ ἀπὸ τοῦ εἴρω τὸ συμπλέκω, τὸ δὲ χείρ, ἐπεὶ οἱ Αἰολεῖς χήρ φασι τρέποντες τὴν ει εἰς τὸ η . Φθία διὰ τοῦ ι γράφεται. τὰ γὰρ διὰ τοῦ ια εἴτε ἐπὶ πόλεως εἴτε ἐπὶ χώρας πρὸ μιᾶς τὸν τόνον ἔχοντα οὐ θέλει τῇ ει διφθόγγου παραλήγεσθαι κτλ. καὶ πάλιν δὲ διὰ τοῦ ι γράφεται τὸ Φθία, ἐπειδὴ ἀπὸ τοῦ Φθῖος κύριον ὄνομα γέγονε, τὸ δὲ Φθῖος διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ Φλῖος. Φθιρῶ ν. |
| 3,2 600 | Φθιῶτα ι : διὰ τοῦ ι . ἀπὸ γὰρ τοῦ Φθία γέγονεν, ὅπερ ὡς δέδεικται διὰ τοῦ ι γράφεται· ἰστέον δὲ ὅτι Φθιῶται μὲν ἐκαλοῦντο οἱ τοῦ Ἀχιλλέως, Φθῖοι δὲ οἱ τοῦ Πρωτεσιλάου. φιάλ η : διὰ τοῦ ι · παρὰ γὰρ τὸ πίω πιάλη ὡς νείφω νεφέλη καὶ φιάλη ἢ παρὰ τὸ πίω καὶ τὸ ἅλις, ἀφ’ ἧς ἐστι πιεῖν ἅλις τουτέστιν ἀθρόως διὰ τὸ ἐξεπληρῶσθαι. φῖγα φῖκα σφίγγα. Φιγαλεύς ὁ ἀπὸ τῆς Φιγαλείας δήμου. Φιγάλεια γὰρ δῆμος Ἀρκαδίας. φιδίτια συσσίτια. Φίκιο ν : ἔστι δὲ ὄνομα ὄρους· διὰ τοῦ ι ἡ ἀρχὴ τῷ κανόνι τῶν διπλῶν. κατὰ δὲ τὴν δευτέραν καὶ αὐτὴ διὰ τοῦ ι κατὰ παράδοσιν. φιλί α : ι . παρὰ τὸ φίλος. Φιλῖνο ς : ι . φιλίων ὁ προσφιλέστερος διὰ τοῦ ι γράφεται. τὰ γὰρ διὰ τοῦ ιων συγκριτικὰ κτλ. φιλοικτίρμω ν : διὰ τοῦ ι . φιλολόγο ς : διὰ τοῦ ι καὶ ὅσα ὅμοια. φιλομειδής παρὰ τὸ μειδιῶ τὸ σημαῖνον τὸ γελᾶν γέγονε φιλομειδής. Φιλομηλείδης κύριον λέγεται εἶναι· εἰ γὰρ μητρωνυμικόν, διὰ τοῦ ι ἐγράφετο ἄν. ἀλλ’ οὐδὲ Ὅμηρος ἀπὸ μητέρων σχηματίζει μητρωνυμικά, ὥς φησι Διονύσιος. φιλονεικί α : τὸ νει δίφθογγος. φιλονικῆσαι καὶ φιλόνικος ἐπὶ τοῦ τὴν νίκην φιλοῦντος διὰ τοῦ ι ἡ παράδοσις. φιμό ς : διὰ τοῦ ι γράφεται. παρὰ γὰρ τὸ σφίγγω γέγονε σφιγμός καὶ φιγμός φιμός. τὸ δὲ σφίγγω διὰ τοῦ ι γράφεται. |
| 3,2 601 | Φινεύ ς : διὰ τοῦ ι . τὰ γὰρ εἰς ευς οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι. φιτρό ς : διὰ τοῦ ι οἱονεὶ φυτρός ἀπὸ τοῦ φυτοῦ. φλᾷ θλᾷ. —φλάσας· θλάσας. φλαδιᾶν θλαδιᾶν. φλιά τὸ πλάγιον τῆς θύρας, ἐν ᾧ ἵσταταί τις καὶ ἐπερείδεται. διὰ τοῦ ι . παρὰ γὰρ τὸ θλίβω, ὅπερ δέδεικται διὰ τοῦ ι γράφεσθαι, γέγονε θλιά καὶ κατὰ τροπὴν τοῦ θ εἰς φ φλιά ὡς θηρσί φηρσί. Φλῖο ς : διὰ τοῦ ι γράφεται. φλίψεται ἀποθλιβήσεται. φλῖψις θλῖψις. Φλογίος διὰ τοῦ ι . χαρακτήρ ἐστι τριβραχέων ὀνομάτων, ἃ καὶ θέλει ὡς ἐπίπαν κύρια μὲν ὄντα παροξύνεσθαι, ἐπίθετα δὲ προπαροξύνεσθαι. Φλυήσιος μήν τις. φλυκτί ς : ι . φνε ί : δεῖ γινώσκειν ὅτι οὐδέποτε λέξις Ἑλληνικὴ ἄρχεται ἀπὸ τοῦ φ καὶ ν . τὸ γὰρ Φναίτης ὄνομα παρ’ Αἰγυπτίοις βάρβαρον. τὸ δὲ φνεί ἐπιτετηδευμένον ἐστὶ παρὰ Ἀριστοφάνει, μίμημα ὀρνέου φωνῆς. λέγουσι δέ τινες, ὅτι τὸ φνεί οὐκ ἄρχεται ἀπὸ τοῦ φν . οὐκ ἔστι γὰρ φνεί ἡ λέξις, ἀλλὰ τοφνεί, τοῦ το μὴ ὄντος ἄρθρου, ἀλλὰ μέρους τῆς λέξεως. καὶ δῆλον ἐκ τοῦ μὴ εὑρίσκεσθαι αὐτὸ χωρὶς τοῦ το παρά τισι. Χοιροβοσκός. Φοινίκιο ς : ι . Φοινίκ η : διὰ τοῦ ι . πρῶτον μὲν ὅτι ἀπὸ Φοίνικος γενικῆς, δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ικη ἀποστρέφεται τὴν ει δίφθογγον. φορβει ά : ει . |
| 3,2 602 | φορίνη ἡ παρ’ ἐνίοις πυρίνη. φρέατ α : ἀπὸ τοῦ φρέατα κατὰ πλεονασμὸν τοῦ ι φρείατα. φρήτρῃφιν (Β 363). δεῖ γινώσκειν ὅτι ταῦτα ἔχει τὸ ι προσγεγραμμένον. τινὲς δὲ βούλονται γράφειν αὐτὰ χωρὶς τοῦ ι λέγοντες ὅτι αἱ ἐπεκτεινόμεναι πτώσεις διὰ τῆς φι συλλαβῆς, εἰ μὲν ἔχουσιν ἓν φωνῆεν κατὰ τὴν λήγουσαν, φυλάττουσιν αὐτό, εἰ δὲ βʹ, ἀποβάλλουσι τὸ ἕν. ἕτεροι δὲ συνηγοροῦσι τῇ παραδόσει. ἡ γὰρ παράδοσις τὰς τοιαύτας δοτικὰς οὖν σὺν τῷ ι οἶδε γράφειν. λέγουσι γάρ, ὅτι αἱ διὰ τοῦ φι ἐπεκτάσεις προσερχόμεναι ταῖς πτώσεσι, εἰ μὲν φυλάσσουσι τὴν αὐτὴν φωνήν, καὶ τὴν αὐτὴν γραφὴν φυλάσσουσι. εἰ δὲ μὴ φυλάσσουσι τὴν αὐτὴν φωνήν, οὐδὲ τὴν αὐτὴν γραφὴν φυλάττουσιν. φρίκη διὰ τοῦ ι τῷ κανόνι τοῦ Φοινίκη. καὶ ἄλλως, ὅτι παρὰ τὸ φρίσσω γέγονε, τὸ δὲ φρίσσω διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τοῖν δύο σς δίφθογγος εὑρίσκεται. Φρίκιον ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν. —καλεῖται καὶ Φρίκειον. φροίμια προοίμια. φροῦδος πρόοδος. φυζακινό ς : ι . φυκτά φευκτά. φύλλον διὰ δύο λλ πρὸς ἀντιδιαστολὴν τοῦ φύλου τοῦ σημαίνοντος τὴν φυλήν. φύππαξ ὅπερ ἡμεῖς βόμβαξ. φῷ ἀντὶ τοῦ φωτί σὺν τῷ ι . Εὐριπίδης Μελεάγρῳ «τὸ μὲν γὰρ ἐν φῷ τὸ δὲ κατὰ σκότος κακόν». φῴζει ν : σὺν τῷ ι . σημαίνει τὸ καίεσθαι. Στράττις «ἀλλ’ εἰ μέλλεις ἀνδρείως φῴζειν ὥσπερ μύστακα σεαυτόν». Βιθυνοὶ δὲ φώγειν λέγουσιν. φῴς φῳδός ἔχει τὸ ι καὶ ὀξύνεται ὡς δᾴς δᾳδός. ἔχει δὲ τὸ ι , ἐπειδὴ λέγεται καὶ φωΐδες. —λέγει δὲ ὁ Χοιροβοσκός, ὅτι δισυλλάβως καὶ μόνον λέγεται κατὰ τὸ πληθυντικὸν προσγραφομένου τῷ ω τοῦ ι . ἐν δὲ τῇ γενικῇ ὤφειλε περισπᾶσθαι, φῷδες φῳδῶν ὥσπερ χεῖρες χερῶν. ἀλλὰ σεσημείωται καὶ τοῦτο μετὰ τῶν ἄλλων βαρυνόμενον. Ἀριστοφάνης Πλούτῳ «πλὴν φῴδων ἐκ βαλανείου». Φωκήω ν : ἰστέον ὅτι τινὲς θέλουσι παρὰ τῷ ποιητῇ τὸ «αὐτὰρ Φωκήων» (Β 517) διὰ τῆς ει διφθόγγου γράφεσθαι κατὰ τοὺς νεωτέ‐ |
| 3,2 603 | ρους Ἴωνας· οὐκ ἔστι δὲ εἰ μὴ διὰ τοῦ η κατὰ τοὺς παλαιοὺς Ἴωνας οἷς συνεχῶς κέχρηται ὁ ποιητὴς οἷον «Πηληϊάδεω Ἀχιλῆος» (Α 1) «κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν» (Α 392). Χ. χαβόν καμπύλον. —χαμόν· καμπύλον. Χαιρώνει α : πόλις πρὸς τοῖς ὅροις Φωκίδος. τὸ κτητικὸν Χαιρωνικὸς καὶ Χαιρωνική. χαίτ η : παρὰ τὸ κρατῶ κράτη καὶ χαίτη. χαλινό ς : διὰ τοῦ ι . οἱ γὰρ Αἰολεῖς χαλλινός λέγουσιν. εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, χαλεννός εἶχε λέγεσθαι. χαλκεῖ α : ει δίφθογγος. χαλκεύω γάρ. χαλκεῖο ς : ει δίφθογγος. μετουσιαστικὸν γάρ. χαλκίον θερμαντήριον τὸ σκεῦος. χαλκοβάρει α : ει δίφθογγος. Χάλυβε ς : Ὅμηρος (Β 856) «τηλόθεν ἐξ Ἀλύβων» ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ «τηλόθεν ἐκ Χαλύβης» ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων. λέγεται καὶ μετὰ τοῦ δ Χαλυβδικός τὸ κτητικόν. Λυκόφρων (1109). καὶ Χάλυβοι παρ’ Ἑκαταίῳ. χαραδριός ἑλῶδες τὸ ὄρνεον. γράφεται διὰ τοῦ ι . χαραμός ἡ τῆς γῆς διάστασις. οἱ δὲ (sic Schmidt. pro οἷον) χηραμός. χάρει α : ει δίφθογγος ὡς προπαροξύτονον. Χαρῖνο ς : διὰ τοῦ ι . Χαρίσιο ς : διὰ τοῦ ι . χᾶτις ἐπιθυμία χρῆσις. χει ά : ει δίφθογγος. ἡ κατάδυσις τῶν ὄφεων. παρὰ γὰρ τὸ χῶ τὸ σημαῖνον τὸ χωρῶ γέγονε χεά καὶ ἐν πλεονασμῷ τοῦ ι χειά. χεῖλο ς : ει δίφθογγος. χέλλος γὰρ λέγουσιν οἱ Αἰολεῖς ὥσπερ κείρω κέρρω. (ἢ παρὰ τὸ χέω [pro χρέω] γέγονε χέλος καὶ ἐν πλεονασμῷ τοῦ ι χεῖλος. εἰς αὐτὰ γὰρ χέονται αἱ τροφαί.) |
| 3,2 604 | χεῖμα παρὰ τὸ χέω γίνεται. χείμαστρον τὸ ἐπιτήδειον ἱμάτιον ἐπὶ (pro ἀπὸ) τοῦ χειμῶνος. χειμέριος παρὰ τὸ χεῖμα γίνεται. τὰ διὰ τοῦ ιος καθαρὸν ἔχοντα τὸ ρ καιροῦ ὑπόνοιαν ἔχοντα διὰ τοῦ ι γράφεται. χειμώ ν : ει δίφθογγος παρὰ τὸ χέω. χεί ρ : παρὰ τὸ ἔχειν. χειρίς χειρίδος: ει . χείρων τὸ συγκριτικὸν ει , ἐπειδὴ οἱ Αἰολεῖς χέρρων λέγουσι (γέγονε δὲ παρὰ τὸ χείρ χείρων, χείρων γὰρ λέγεται παρὰ τὸ ἐλαττοῦσθαι τὰς χεῖρας). χελιδών διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰς δων λήγοντα θηλυκὰ ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι. Χέμμις πόλις Αἰγύπτου. —ἔστι καὶ Χέμβις νῆσος διὰ τοῦ β ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου. χερεῖον χεῖρον. χέρη ϊ : χερείονι χέρειι καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η . οὕτως Ἡρωδιανό ς. χερνιβεῖο ν. Χερρόνησο ς. χέρρον τὴν χέρσον γῆν. Λάκωνες. χήλειον ὃ καὶ χέλειον. χηνοβοσία χηνοβοσκία. χηρεί α : παρὰ τὸ χηρεύω. χητεία χρεία. χ ῖ : τὸ ὄνομα τοῦ στοιχείου· διὰ τοῦ ι γράφεται, ἐπειδὴ πᾶν ὄνομα στοιχείου εἰς ι καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν διφθόγγῳ οἷον ξῖ, πῖ, φῖ, ψῖ. οὕτως οὖν καὶ τὸ χῖ διὰ τοῦ ι μόνου. χωρὶς τοῦ ει . τοῦτο γὰρ ι ἔχει ἐν διφθόγγῳ. χῖαι ὑποδήματος ἀνδρείου εἶδος. χίλιο ι : διὰ τοῦ ι . καὶ ὤφειλε διὰ τῆς ει διφθόγγου, ἐπειδὴ οἱ Αἰολεῖς χέλλιοι λέγουσιν. τοῦτο δὲ ἔθος ἔχουσι ποιεῖν ἐπὶ τῶν γραφο‐ |
| 3,2 605 | μένων διὰ τῆς ει διφθόγγου οἷον φθείρω φθέρρω, σπείρω σπέρρω. εἰ δέ τις εἴποι, ὅτι καὶ τὸ ι εἰς τὸ ε τρέπουσι οἷον Πρίαμος Πέρραμος, τρίτος τέρτος, οὕτως οὖν καὶ τὸ χίλιοι διὰ τοῦ ι γραφόμενον χέλλιοι γέγονε παρ’ αὐτοῖς κατὰ τροπὴν τοῦ ι εἰς τὸ ε , λέγομεν ὅτι οἱ Αἰολεῖς τὸ ι τὸ συνεσταλμένον πεφύκασι τρέπειν εἰς τὸ ε οἷον Πρίαμος Πέρραμος, τρίτος τέρτος, κοπρία κόπερρα, τὸ δὲ χίλιοι τὸ ι μακρὸν ἔχει. πῶς ἔτρεψεν παρ’ αὐτοῖς τὸ ι εἰς ε ; ἀλλ’ ἰστέον ὅτι σπανίως τὸ ι ἐκτεταμένον τρέπουσιν εἰς τὸ ε οἷον ἵλαθι ἔλλαθι, χίλιοι χέλλιοι. ἰστέον δὲ ὅτι τὸ χίλιοι διὰ τοῦ ι γράφεται διὰ τὴν τοιαύτην αἰτίαν. πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμπίπτων ὀνόματι στοιχείου καὶ τὴν αὐτὴν φυλάττει γραφὴν οἷον ὁ εἴκοσι ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμπίπτει τῷ ει στοιχείῳ, ἀλλὰ καὶ τὴν αὐτὴν φυλάττει γραφήν. διὰ γὰρ τοῦ ει ἐκφέρεται. ἐπειδὴ οὖν καὶ τὸ χίλιοι ἐν τῇ ἀρχούσῃ συνεμπίπτει τῷ χι στοιχείῳ, τὸ δὲ χῖ διὰ τοῦ ι γράφεται, τούτου χάριν καὶ τὸ χίλιοι διὰ τοῦ ι γράφεται. χιλός ἡ τροφή καὶ ὀξύνεται καὶ θηλυκῶς λέγεται καὶ διὰ τοῦ ι γράφεται. τὰ γὰρ διὰ τοῦ ιλος δισύλλαβα ὀξύτονα διὰ τοῦ ι γράφεται. σεσημείωται τὸ δειλός. Χίλω ν : ἔστι δὲ ὄνομα κύριον· διὰ τοῦ ι γράφεται, ἐπειδὴ εὕρηται καὶ ἐν συστολῇ παρὰ Καλλιμάχῳ οἷον Σόλων ἐκεῖνος δ’ ὡς Χίλων’ ἀπέστειλεν. ἔστι δὲ χωλίαμβον. χίμαρος ὁ τράγος. χείμαρρος ὁ ποταμός. χίμετλ α : διὰ τοῦ ι κατὰ παράδοσιν. Χῖος ὁ πολίτης τῆς Χίου. διὰ τοῦ ι γράφεται. ὥσπερ γὰρ ἀπὸ τοῦ Λέσβος Λέσβιος διὰ τοῦ ι καὶ ἀπὸ τοῦ Σάμος Σάμιος, οὕτω καὶ ἀπὸ τοῦ Χίος Χίιος καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν μακρὸν Χῖος ὥσπερ δίιος δῖος, Θέτιι Θέτι. χιράδε ς : εἰσὶ δὲ αἱ τῶν χειρῶν ῥαγάδες. διὰ τοῦ ι γράφεται. καὶ ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἐπειδὴ παρὰ τὸ χείρ γέγονεν. ἀλλ’ ἴσως ἀπέβαλε τὸ ε ὥσπερ τὸ λείβω λιβάς. κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ. ἐπειδὴ γὰρ τὸ χιράς ἔνδειάν τινα σημαίνει—τὰς γὰρ τῶν χερῶν ῥαγάδας δηλοῖ, ἡ δὲ ῥαγὰς πρὸς τὸ ὁλόκληρον ἔνδειαν ἔχει. [τὸ γὰρ ῥαγάδας ἔχον οὐκ ἔστιν ὁλόκληρον]—τούτου χάριν ἔνδειαν φωνήεντος ἀνεδέξατο, φημὶ δὲ τοῦ ε , καὶ τὸ λιμός ἀπὸ τοῦ λείπω γενόμενον οὐκ ἐφύλαξε τοῦ λείπω τὴν δίφθογγον. |
| 3,2 606 | χίτρα διὰ τοῦ ι γράφεται. ἢ χίδρον ἄλευρον τὸ ἐξ ἁπαλῶν κριθῶν ἢ οἱ χλωροὶ πυροί. χιτώ ν : διὰ τοῦ ι . ἔστι τινὰ ὀνόματα ἀπὸ ῥημάτων γινόμενα κτλ. χλαῖνα αι δίφθογγος ἡ χλαμύς. παρὰ τὸ χλιαίνειν, ὅ ἐστι θερμαίνειν. χοῖνι ξ : διὰ τοῦ ι . τὰ γὰρ εἰς διπλοῦν λήγοντα ἀποστρέφεται τὴν ει δίφθογγον. χοιροκομεῖο ν. χοιροτροφεῖο ν : ει ἡ παρατέλευτος κατὰ παράδοσιν. χοραγείων διδασκαλείων. χόριος διὰ τοῦ ι καὶ χορεῖος διὰ διφθόγγου. ὁ τόνος ἐστὶ διάφορος καὶ ἡ γραφή. χόριον διὰ τοῦ ι τὸ ἔλυτρον τῶν βρεφῶν παρὰ τὸ χορεῖν (scr. χωρεῖν). χρεία ἔνδεια. χρεῖ α : ει δίφθογγος. παρὰ τὸ χρέος γέγονε χρέα καὶ μετὰ τοῦ ι χρεῖα. χρείω τὸ χρησμῳδῶ διὰ τῆς ει διφθόγγου. παρὰ γὰρ τὸ χρέος γέγονε χρέω καὶ ἐν πλεονασμῷ τοῦ ι χρείω. τοῖς γὰρ χρείαν ἔχουσι τὸ ἀληθὲς μαθεῖν χρησμῳδεῖ ὁ θεός. χρίω τὸ ἀλείφω διὰ τοῦ ι γράφεται καὶ ἴσως πρὸς ἀντιδιαστολὴν τοῦ χρείω τοῦ ἐπὶ τοῦ χρησμῳδῶ. ἕτεροι δὲ λέγουσιν, ὅτι διὰ τοῦ ι γράφεται, ἐπειδὴ γέγονεν ἀπὸ τοῦ χρίμπτω χρίω, τὰ δὲ εἰς πτω οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον νίπτω, ῥίπτω πλὴν τοῦ φιλαλειπτῶ καὶ τοῦ ἀνερείπτω τοῦ σημαίνοντος τὸ ἁρπάζω, ἐξ οὗ ἀνηρείψαντο. χρεωφειλέτη ς : ει . καὶ χρεοφειλέτης λέγεται. χρή ὀξυτόνως ἀντὶ τοῦ δεῖ, χρῇ περισπωμένως ἀπὸ τοῦ χρῶ χρᾷς χρᾷ Ἰωνικῶς καὶ Ἀττικῶς. χρῄζω μετὰ τοῦ ι · χρηΐζω γάρ. |
| 3,2 607 | χρῆται χρᾶται. χρῖμ α : σημαίνει δὲ τὸ χρῖσμα. διὰ τοῦ ι γράφεται, ἐπειδὴ οἱ Αἰολεῖς χρίμμα λέγουσι καὶ οὐχὶ χρέμμα. ἰστέον δὲ ὅτι ὥσπερ λέγουσι κροῦμα καὶ κροῦσμα, οὕτω λέγεται χρῖμα καὶ χρῖσμα. χρί ω. cf. supra 606, 21. χρυσίτη ς : διὰ τοῦ ι . χρῴζ ω : σημαίνει δὲ τὸ πλησιάζω (χρώς χρωτός χρωτίζω ὡς φῶς φωτός φωτίζω ἀποβολῇ τοῦ τ χρωΐζω καὶ συναιρέσει χρῴζω). χυρρεῖον τὸ ξύλινον δεσμωτήριον. ει . χυτρεῖ α : ει δίφθογγος· τὰ τῶν χυτρῶν ὄστρακα. ἤδη δὲ καὶ ἐπὶ παντὸς ὀστράκου ἐτάττετο. Ψ. ψαδυρόν ἀσθενές μαδαρόν ψαθυρόν. ψαθαρά εὔθλαστα, σαθρά. ξηρά ἀσθενῆ ψαθυρά. —ψαφαρά ψαθυρά. —ψαφερά· ψαθυρά. ψάθεα ψωμία et ψάφεα· ψωμία. ψαιδρό ν : αι δίφθογγος, τὸ φαιδρόν Κύπριοι. ψαῖμ α : αι δίφθογγος. τὸ ὀλίγον· καὶ ψαῖσμα τὸ ὀλιγόσιτον. ψαινύθιον ψευδές μάταιον. ψαινύντες ψωμίζοντες. —ψεῖσαι· ψωμίσαι. —ψῖσαι· ψωμίσαι. ψαίνυον ἀχρεῖον. ψαίρει ν : αι δίφθογγος. Ἀττικοὶ τὸ κινεῖν καὶ ψαύειν. κέχρηνται δὲ τῇ λέξει ἐπὶ τῶν ἱστίων. ψαιστό ν : αι δίφθογγος. ἔστι δὲ εἶδος πλακοῦντος, ὃ δι’ ἀλφίτων παρασκευάζεται, ἀπὸ τοῦ ψῆσθαι καὶ ψώχεσθαι, ὅθεν καὶ ψωμοί καὶ ψίχες τὰ μικρὰ θρέμματα. ψακάς ψεκάς ῥανίς. |
| 3,2 608 | ψάκτ α : ἡ ψώκτη μᾶζα. ψάλιον διὰ τοῦ ι , ἐπεὶ καὶ συστέλλεται. ψάμμος ἡ παραθαλάσσιος γῆ· ἄμμος. ψαυκρός καλλωπιστής ταχύς ἐλαφρός ἀραιός. —σαυκρός· ἁβρός ἐλαφρός ἄκρος. ψάφα κνέφας. —ψέφας· σκότος. —σεῖφα· σκοτία. Κρῆτες. ψέδυρα ψίθυρος. ψεῖα ι : ἀλώπεκες (i. e lumborum musculi). ψίαι· ἀλώπεκες. ψόα· τὸ μέρος σώματος. ψυῖαι· ἀλώπεκες. —φοῦαι· ἀλώπεκες. φύλλες· ἀλώπεκες. ψείρε ι : ει δίφθογγος ἡ παράδοσις. ψεκάς καὶ ψιάς. ψέλλιο ν : ι , ὅτι συστέλλεται. Ψένηρος Αἰγυπτία κώμη. —Ψένυρις Αἰγυπτία κώμη. ψεῦδι ς : ι διὰ τὴν κατάληξιν. ψευδομαντεί α : ει δίφθογγος ἐκ τοῦ μαντεύω. ψηφί ς : ι διὰ τὴν κατάληξιν. ψιθυρο ί : διὰ τοῦ ι κατὰ παράδοσιν. ψιλός καὶ ψιλή καὶ ψιλόν διὰ τοῦ ι . ψιλίον πτερόν μακρόν. οἱ δὲ ψέλλιον. ψιμύθιο ν : διὰ τοῦ ι ἀμφότερα. ψί ξ : ι διὰ τὴν κατάληξιν. ψίσα ι : διὰ τοῦ ι ἡ παράδοσις. σημαίνει δὲ καὶ τὸ ψωμίσαι καὶ βραχὺ τρῖψαι (pro θρέψαι) μετὰ ποιοῦ τινος ἤχου. ψόγειο ς : ει δίφθογγος καὶ προπαροξύνεται, ἔνθεν καὶ τὸ οὐδέτερον πληθυντικὸν (pro παρὰ τὸ) ψόγεια. ψύθος ψεῦδος. ψύλλειον ἡ βοτάνη. ει δίφθογγος ὡς πράσειον καὶ ἑλένειον. ἡ παράδοσις. ψύττ α : ἐπὶ τοῦ ταχέως ἀποδραμεῖν λέγεται. ψύττει πτύει. |
| 3,2 609 | ψυχεινό ς : ει . ψυχραινόμενο ς : τὸ χραι δίφθογγος. ψῷζα καὶ ψῴα ἀμφότερα δυσωδίαν σημαίνει. ψῶμιγξ σφήκωμα. —θῶμιγξ· λεπτὸν σχοινίον. ψωμίο ν : ι ἡ παράδοσις. ψωμί ς : ι ἡ καταλήγουσα. ψωφί ς : ι διὰ τὴν κατάληξιν. Ω. ᾤ α : παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον, διαλύσει τοῦ ο καὶ ι ὄϊς καὶ ἐπαυξήσει τοῦ ο εἰς ω θηλυκὸν ᾤα, μένει δὲ τὸ ι . ᾠα ί : σὺν τῷ ι ἡ παράδοσις, ὅτε σχετλιασμοῦ ἐστιν ἐπίρρημα. ᾦγο ν : σὺν τῷ ι . πρῶτον μὲν ὅτι ἀπὸ τοῦ οἴγω ἐγένετο κατὰ τροπὴν τοῦ ο εἰς ω ὥσπερ οἴχομαι ᾠχόμην, οἰκῶ ᾤκουν· ὁ γὰρ παρατατικὸς πάντοτε μεγεθύνεται κατὰ τὴν ἀρχὴν ἢ χρονικῶς ἢ συλλαβικῶς. δεύτερον δὲ ὅτι οἱ παρῳχημένοι κατὰ τὴν ἀρχὴν ἢ ἴσα φωνήεντα θέλουσι ἔχειν ὡς αὐλῶ ηὔλουν, αἰσχύνομαι ᾐσχυνόμην, ἢ πλείονα ὡς ἔχω εἶχον, οὐδέποτε δὲ ἐλάττονα. εἰ ἄρα οὖν τὸ οἴγω δύο φωνήεντα ἔχει κατὰ τὴν ἀρχήν, τούτου χάριν καὶ τὸ ᾦγον τὸ ι ἔχει, ἵνα σχῇ κατὰ τὴν ἀρχὴν τὰ ἴσα φωνήεντα τῷ ἐνεστῶτι. ᾠδεῖο ν : ει δίφθογγος, ὡς γράφω γραφεῖον, πέμπω πομπεῖον, ᾄδω ᾠδεῖον. ᾠδή μετὰ τοῦ ι , παρὰ τὸ ᾄδω ἀοιδή καὶ ᾠδή. ὠδίς διὰ τοῦ ι ὡς δικατάληκτον. ὦ ἔτα πολῖτα. —ὦ τᾶν· ὦ ἑταῖρε. ὤζειν βοᾶν. —ᾤζει ἐπικάθηται et ἐπῴζειν ἐπικαθῆσθαι τοῖς ᾠοῖς i. q. ἐπωάζειν. Ὠκαλέα πόλις Βοιωτίας, ε . ὠκεῖ α : ει δίφθογγος. ὠκέα γὰρ καὶ ὠκέη. ᾤκειλε ν : ει δίφθογγος ἐπὶ τοῦ προσωσθῆναι ναῦν. ὠκυτόκειο ν : ει δίφθογγος. καὶ γὰρ ὠκυτοκεύς. ὠμί ς : ι . |
| 3,2 610 | ᾤμο ι : διχῶς· ἐκ τοῦ οἴμοι κατ’ ἔκτασιν τοῦ ο εἰς ω ᾤμοι μετὰ τοῦ ι . εἰ δὲ ἐγράφετο χωρὶς τοῦ ι , γίνεται ἀπὸ τοῦ ὤ ὤμοι. ὠμφύνειν ἐνδόξους ποιεῖν. —ὀμφύνειν αὔξειν. ὤνιο ν : διὰ τοῦ ι ὡς ἐπὶ τοῦ θοίνιον καὶ ἐνθοίνιον. ᾠόν τὸ τοῦ ὄρνιθος διὰ τοῦ ι . ᾥπε ρ : σὺν τῷ ι . Cf. ᾥτε. ὡραῖα καὶ ὡραῖος καὶ ὡραιέστατος: αι δίφθογγος ὅλα ἡ παράδοσις. ὤρεια (ὠρεῖα?) φυλακτήρια. Ὠρείτη ς : ει . Ὠρεός γάρ. ὡριαίνεσθα ι : αι δίφθογγος ἀπὸ τοῦ ὡραΐζεσθαι. Ὠρίων διὰ τοῦ ι , ἐπειδὴ καὶ Εὐριπίδης συνέστειλεν. ὡρολογεῖο ν : ει δίφθογγος. εἴρηται ὡς καὶ ἡμερολογεῖον. ὡσεί καὶ οἱονεί διὰ διφθόγγου γράφεται. Ὠστιαῖος αι καὶ προπερισπᾶται. ἔστι δὲ ἐπὶ ἔθνους. ὠστιεῖτα ι : ἀπὸ τοῦ ὠστίζω, ὃ δηλοῖ τὸ ὠθοῦμαι ὡς τὸ βαδιεῖται καὶ αἰκιεῖται τῇ ει διφθόγγῳ παραλήγεται. ὠσχοφόριον καὶ ὠσχοφόρια. ἀπὸ περισπωμένου δέ ἐστι τὸ ὄνομα· ἦν γὰρ ὀσχοφορῶ. οἴσχη δέ ἐστι τὰ μετὰ τῶν βοτρύων κλήματα. ᾥτε χερνῆτις γυνή (Μ 433) σὺν τῷ ι ἀντὶ τοῦ ὡσεί τε. ὠτειλ ή : ει . ὠτέλλας γὰρ οἱ Αἰολεῖς τὰ τραύματα· Ἀττικοὶ οὐλὴν λέγουσιν. |
| 3,2 611 | ὠφέλει α : ει δίφθογγος ἡ παράδοσις. ποιητικώτερον δὲ διὰ τοῦ ι καὶ παροξύνεται. παρὰ Σοφοκλεῖ δὲ καὶ ει δίφθογγος καὶ προπαροξύνεται ὡς προμήθεια. ὤφελεν ὤφειλεν. ὠχραίνετα ι : αι δίφθογγος ἀντὶ τοῦ ὠχρᾷ (pro ὠχρειά). ὤψειον ὀπτικῶς εἶχον. εἴρηται δὲ καὶ ὤψεον παρὰ Σώφρονι «ἐγὼ δέ τοι καὶ πάλιν ὤψεον». |