Γένος Ἀπολλωνίου τοῦ ποιητοῦ τῶν ἈργοναυτικῶνἈπολλώνιος ὁ τῶν Ἀργοναυτικῶν ποιητὴς τὸ μὲν γένος ἦν Ἀλεξανδρεὺς φυλῆς Πτολεμαΐδος, υἱὸς δὲ Σιλλέως, ὡς δέ τινες Ἰλλέως. ἐγένετο δὲ ἐπὶ τοῦ τρίτου Πτολεμαίου, Καλλιμάχου μαθητής. τὸ μὲν πρῶτον συνὼν Καλλιμάχῳ τῷ ἰδίῳ διδασκάλῳ … ὀψὲ δὲ ἐπὶ τὸ ποιεῖν ποιήματα ἐτράπετο. τοῦτον λέγεται ἔτι ἔφηβον ὄντα ἐπιδείξασθαι τὰ Ἀργοναυτικὰ καὶ κατεγνῶσθαι, μὴ φέροντα δὲ τὴν αἰσχύνην τῶν πολιτῶν καὶ τὸ ὄνειδος καὶ τὴν διαβολὴν τῶν ἄλλων ποιητῶν, καταλιπεῖν τὴν πατρίδα καὶ κατεληλυθέναι εἰς Ῥόδον, κἀκεῖ αὐτὰ ἐπιξέσαι καὶ ὀρθῶσαι καὶ οὕτως ἐπιδείξασθαι καὶ ὑπερευδοκιμῆσαι· διὸ καὶ Ῥόδιον ἑαυτὸν ἐν τοῖς ποιήμασιν ἀναγράφει. ἐπαίδευσε δὲ λαμπρῶς ἐν αὐτῇ καὶ τῆς Ῥοδίων πολιτείας καὶ τιμῆς ἠξιώθη. Ἀπολλωνίου βίοςἈπολλώνιος ὁ ποιητὴς τὸ μὲν γένος ἦν Ἀλεξανδρεύς, πατρὸς δὲ Σιλλέως ἤτοι Ἰλλέως, μητρὸς δὲ Ῥόδης. οὗτος ἐμαθήτευσε Καλλιμάχῳ ἐν Ἀλεξανδρείᾳ ὄντι γραμματικῷ, καὶ συντάξας ταῦτα τὰ ποιήματα ἐπεδείξατο. σφόδρα δὲ ἀποτυχὼν καὶ ἐρυθριάσας παρεγένετο ἐν τῇ Ῥόδῳ κἀκεῖ ἐπολιτεύσατο καὶ σοφιστεύει ῥητορικοὺς λόγους, ὅθεν αὑτὸν καὶ Ῥόδιον ἀποκαλεῖν βούλονται. ἐνταῦθα τοίνυν διάγων καὶ ἐπιξέσας αὑτοῦ τὰ ποιήματα, εἶτα ἐπιδειξάμενος σφόδρα εὐδοκίμησεν, ὡς καὶ τῆς Ῥοδίων ἀξιωθῆναι πολιτείας καὶ τιμῆς. τινὲς δέ φασιν, ὅτι ἐπανῆλθεν ἐν Ἀλεξανδρείᾳ καὶ αὖθις ἐκεῖσε ἐπιδειξάμενος εἰς ἄκρον εὐδοκίμησεν, ὡς καὶ τῶν βιβλιοθηκῶν καὶ τοῦ Μουσείου ἀξιωθῆναι αὐτὸν καὶ ταφῆναι δὲ σὺν αὐτῷ τῷ Καλλιμάχῳ. Καὶ τὰ μὲν τοῦ γένους ταῦτα· ἡ δὲ ὑπόθεσις τῶν Ἀργοναυτικῶν Ἀπολλωνίου τοῦτον ἔχει τὸν τρόπον.Τυρὼ ἡ Σαλμωνέως καὶ Ἀλκιδίκης θυγάτηρ ἐποίησεν ἐκ τοῦ Ποσειδῶνος Νηλέα καὶ Πελίαν. εἶτα γαμεῖ Κρηθέα τὸν Αἰόλου παῖδα καὶ ποιεῖ ἐξ αὐτοῦ Αἴσονα, Φέρητα, Ἀμυθάονα. καὶ γίνεται ἐκ μὲν Αἴσονος Ἰάσων, ἐκ δὲ Φέρητος Ἄδμητος, ἀπὸ δὲ Ἀμυθάονος Μελάμπους. καὶ ὁ μὲν Ἰάσων ἐκδίδοται Χείρωνι τρέφεσθαι καὶ τὴν ἰατρικὴν μανθάνειν, Αἴσονος τοῦ πατρὸς αὐτοῦ τὴν βασιλείαν τὴν ἰδίαν τῷ ἀδελφῷ Πελίᾳ καταλιπόντος καὶ ἄρχειν καὶ κρατεῖν τῆς Θεσσαλίας κελεύσαντος, ἕως οὗ ὑποστρέψει Ἰάσων ἀπὸ Χείρωνος. χρησμὸν δὲ ἦν εἰληφὼς παρὰ τοῦ Ἀπόλλωνος ὁ Πελίας φυλάττεσθαι τὸν ἐπιόντα πρὸς αὐτὸν μονοπέδιλον· τεθνήξεται γὰρ διʼ αὐτοῦ. ὁ δὲ Ἰάσων αὐξηθεὶς ἔρχεται πρὸς τοὺς ἀδελφοὺς τοῦ πατρός, μεθέξων καὶ αὐτὸς τῆς τοῦ πατρὸς βασιλείας. γενόμενος δὲ ἐν τῷ Ἀναύρῳ τῷ ποταμῷ—ἔστι δὲ οὗτος Θεσσαλίας— καὶ βουλόμενος παρελθεῖν, εὑρίσκει ἐπὶ τῆς ὄχθης τὴν Ἥραν γραῒ ὁμοιωθεῖσαν, βουλομένην μὲν διαπερᾶσαι, φοβουμένην δέ, καὶ ἑστῶσαν, φησίν, ὡς γραῦν. εἶτα τοῦτο γνοὺς ὁ Ἰάσων λαβὼν ἐπὶ τῶν ὤμων διασώζει, κατὰ μέσον τοῦ ποταμοῦ τὸ ἓν πέδιλον καταλιπὼν ἐπὶ τοῦ πηλοῦ. εἶτα ἀπέρχεται ἐπὶ τὴν πόλιν μονοπέδιλος καὶ εὑρίσκει πανήγυριν δημοσίαν καὶ θυσίαν ἀγομένην τοῖς θεοῖς παρὰ Πελίου. θεασάμενος οὖν τὸν Ἰάσονα μονοπέδιλον ὁ Πελίας ὑπομιμνήσκεται τοῦ χρησμοῦ. εὐλαβούμενος δὲ αὐτὸν ἀνελεῖν ἆθλον αὐτῷ προστάσσει τοιοῦτον, εἰπὼν ὅτι ἀπελθὼν εἰς τὴν Σκυθίαν τὸ χρυσόμαλλον δέρας κόμισον καὶ λαμβάνεις τὴν βασιλείαν τοῦ σοῦ πατρός. τοῦτο δὲ προσέταττεν, οὐχ ὡς τοῦ κωδίου τοῦ χρυσοῦ δεόμενος, ἀλλʼ οἰόμενος αὐτὸν ἐν τῇ ἀλλοδαπῇ ἀναιρεῖσθαι ὑπό τινος ἢ ἐν τῇ θαλάσσῃ ναυαγήσοντα. τὸ δὲ κατὰ τὸ χρυσόμαλλον δέρας ταύτην ἔχει τὴν ὑπόθεσιν. Ἀθάμας, υἱὸς Αἰόλου, ἀδελφὸς Κρηθέως, ὡς αὐτός φησιν Ἀπολλώνιος «ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες», ποιεῖ ἐκ Νεφέλης δύο παῖδας Φρίξον καὶ Ἕλλην. τελευτησάσης δὲ ταύτης γαμεῖ δευτέραν γυναῖκα τὴν Ἰνώ. αὕτη ὡς μητρυιὰ ἐπεβούλευε τοῖς παιδίοις τοῖς ἐκ τῆς προτέρας γυναικὸς καὶ φρύττουσα τὰ σπέρματα παρεῖχε τοῖς γεωργοῖς πρὸς σπόρον. οἱ δὲ ἔσπειρον μὲν ἐν τῇ γῇ, ἡ δὲ γῆ λαβοῦσα οὐκ ἔφερεν τοὺς καρποὺς τοὺς ἐτησίους διὰ τὸ πεφρύχθαι αὐτὰ καὶ οὕτως σπαρῆναι. λοιπὸν Ἀθάμας τοὺς μάντεις συναγαγὼν ὡς βασιλεὺς ἐπερωτᾷ τὴν αἰτίαν βουλόμενος μαθεῖν. ἡ δὲ πέμπει πρὸς αὐτούς, δῶρα ἐπαγγελλομένη διδόναι πολλά, ὥστε εἰπεῖν, εἰ μὴ πρότερον τὰ παιδία τὰ ἐκ τῆς Νεφέλης τῆς προτέρας γυναικὸς Ἀθάμαντος ἀναιρεθείη, οὐκ ἂν φύσειεν ἡ γῆ τοὺς καρπούς. πεισθέντες οἱ μάντεις λέγουσι ταῦτα ὑποστρέψαντες τῷ Ἀθάμαντι. μελλόντων δὲ τῶν παίδων Νεφέλης, Φρίξου καὶ Ἕλλης, φονεύεσθαι κατῆλθε κριός. εἶτα ἐπὶ τῶν νώτων λαβὼν εἴσεισιν εἰς τὴν θάλασσαν καὶ οὕτως ἄρχεται κολυμβᾶν. ἐλθὼν δὲ περὶ τὸ Τρωικὸν πέλαγος ἀποβάλλει τὴν Ἕλλην, ὅθεν καὶ ἀπʼ αὐτῆς Ἑλλήσποντος ὠνομάσθη, τὸν δὲ Φρίξον ἐπὶ τὴν Σκυθίαν διακομίζει. ἔνθα αὐτὸς σφάζει μὲν τὸν κριὸν καὶ θύει Διὶ Φυξίῳ, ὅτι ἐξέφυγε τὴν ἐπιβουλὴν τῆς μητρυιᾶς· γαμεῖ δὲ Χαλκιόπην θυγατέρα Αἰήτου τοῦ Σκυθῶν βασιλέως καὶ ποιεῖ ἐξ αὐτῆς παῖδας τέσσαρας Ἄργον, Κυτίσωρον, Μέλανα, Φρόντιν, καὶ οὕτως ἐκεῖσε τελευτᾷ. Ὅσοι ἔρχονται Ἀργοναῦται εἰς τὴν ναῦν μετὰ ἸάσονοςὈρφεὺς Οἰάγρου παῖς Θρᾷξ Ἀστερίων Κομήτου Πολύφημος Ἐλάτου Ἴφικλος Φυλάκου Ἄδμητος Φέρητος Εὔρυτος Ἑρμοῦ Ἐχίων Ἑρμοῦ Γνωτὸς Αἰθάλου Κόρωνος Καινέως Μόψος Ἀμφιλόχου Εὐρυδάμας Κτιμένου Μενοίτιος Ἄκτορος Εὐρυτίων Τελέοντος Εὐρυβώτης Οἰλεύς Κάνθος Κανήθου Κλυτίος Εὐρύτου Ἴφιτος Εὐρύτου Τελαμὼν Αἰακοῦ Πηλεὺς Αἰακοῦ Βούτης Τελέοντος Φάληρος Ἄλκωνος Θησεὺς Αἰγέως Τῖφυς Ἁγνίου Φλίας Διονύσου Ταλαὸς Βίαντος Ἀρήιος Βίαντος Λεώδοκος Βίαντος Ἡρακλῆς Διός Ὕλας Θειοδάμαντος Ναύπλιος Κλυτονήου ἢ Ποσειδῶνος Ἴδμων Ἀπόλλωνος Πολυδεύκης Διός Κάστωρ Διός Λυγκεὺς Ἀφαρέως Ἴδας Ἀφαρέως Περικλύμενος Νηλέως Ἀμφιδάμας Ἀλεοῦ Κηφεὺς Ἀλεοῦ Ἀγκαῖος Λυκούργου Αὐγείας Ἡλίου Ἀστέριος Ὑπερασίου Ἀμφίων Ὑπερασίου Εὔφημος Ποσειδῶνος Ἐργῖνος Ποσειδῶνος Ἀγκαῖος Ποσειδῶνος Μελέαγρος Οἰνέως Λαοκόων Πορθέως Παλαιμόνιος Ἡφαίστου Ἴφικλος Θεστίου Ἴφιτος Ναυβόλου Ζήτης Βορέου Κάλαϊς Βορέου Ἄκαστος Πελίου Ἄργος Διός Ἰάσων Αἴσονος.
ΑἈρχόμενος: ἀπὸ περιεκτικοῦ ῥήματος ἡ μετοχὴ ἐσχημάτισται. περιεκτικὰ δέ εἰσιν, ὅσα καὶ δρᾶσιν καὶ πάθος ἐμφαίνουσιν, οἷον βιάζομαι, δωροῦμαι, σφαγιάζομαι. οὕτω καὶ τὸ ἄρχομαι τὸ μέν τι σημαίνει «ἀπὸ σοῦ τὴν ἀρχὴν ποιοῦμαι»—ἔθος γὰρ ἀπὸ θεῶν προοιμιάζεσθαι· «ἐκ Διὸς ἀρχώμεσθα»—, τὸ δέ τι σημαίνει «ἀρχαιρεσιαζόμενος ὑπὸ σοῦ» οἷον ἐνθουσιῶν. παραπλησίως γὰρ τοὺς ποιητὰς τοῖς μαινομένοις ἐνθουσιᾶν λέγεται. κέχρηται δὲ ἐπὶ τοῦ ἀρχόμενος παρατατικοῦ μετοχῇ, ἀντὶ τοῦ ἀρξάμενος. ὁ λόγος· ἀρχαιρεσιασθεὶς ὑπὸ σοῦ, Ἄπολλον, τὸ κλέος τῶν ἡρώων εἰς μνήμην ἄξω τῶν κατὰ τὸν Πελίαν … παλαιγενέων: διαφέρει τὸ παλαιὸν τοῦ ἀρχαίου. τὸ μὲν γὰρ παλαιὸν καὶ ἀρχαῖον, τὸ δὲ ἀρχαῖον οὐκ ἔστι παλαιόν. τὸ γὰρ ἀρχαῖον ἀναφέρει εἰς τὸ ἀρχῆς ἔχεσθαι. ἐύζυγον: εὐκάθεδρον. ἤλασαν Ἀργώ: ὁ μὲν Ἀπολλώνιος καλεῖ τὴν Ἀργὼ ἀπὸ Ἄργου τοῦ κατασκευάσαντος, Φερεκύδης δὲ ἀπὸ Ἄργου τοῦ Φρίξου υἱοῦ. ταύτην δὲ λέγουσι πρώτην ναῦν γεγενῆσθαι. ἄλλοι δὲ λέγουσιν, ὅτι Δαναὸς διωκόμενος ὑπὸ Αἰγύπτου τὴν πρώτην κατεσκεύασε, ὅθεν καὶ Δαναῒς ἐκλήθη. τοίην γὰρ Πελίης: τὸ τοίην τίθεται καὶ ἀνταποδοτικῶς, καθʼ ὁμοίωσιν, πρὸς τὰς παραβολάς· «οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν»· καὶ ἀναφορικῶς· «ἀλλὰ καὶ ὣς τοίη περ ἐοῦσα». νῦν δὲ δύναται μὲν ἐπὶ θαυμασμοῦ κεῖσθαι τοῦ κατὰ προαίρεσιν λόγου, δύναται δὲ καὶ κατὰ ἀναφορὰν πρὸς τὰ ἐπιφερόμενα. φάτις δὲ καὶ φήμη ἐπειδὰν ἐπὶ μέλλοντος λέγωνται, πρόρρησίν τινα σημαίνουσιν. δημόθεν: ἐκ τοῦ δήμου Ἰωλκίων. Ἀναύρου: Ἄναυρον λέγει τὸν χείμαρρον ποταμόν, ἐπειδὴ οἱ ἐξ ὑετῶν συνιστάμενοι οὕτω καλοῦνται. προχοῇσι: τῶν ποταμῶν οἱ συμβάλλοντες τόποι τῇ θαλάσσῃ προχοαὶ λέγονται, ὡς Ὅμηρος: «ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος.» Ἥρης δὲ Πελασγίδος: Ὁμηρικῶς τὴν Ἥραν Πελασγίδα εἶπεν, ἐκ τῆς Θεσσαλικῆς χώρας. Πελασγοὶ γάρ εἰσιν, οἳ τὴν Φθιωτικὴν κατῴκουν, ὥς φησιν Ὅμηρος· «νῦν αὖ τούς, ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον», ἀφορίζων τῆς Πελοποννήσου, ἣν Ἀχαϊκὸν καλεῖ Ἄργος. πρῶτά νυν Ὀρφῆος: Ἡρόδωρος δύο εἶναι Ὀρφεῖς φησιν, ὧν τὸν ἕτερον συμπλεῦσαι τοῖς Ἀργοναύταις. φερεκύδης ἐν τῇ ϛʹ Φιλάμμωνά φησι καὶ οὐκ Ὀρφέα συμπεπλευκέναι. ἔστι δέ, ὡς Ἀσκληπιάδης, Ἀπόλλωνος καὶ Καλλιόπης· ἔνιοι δὲ ἀπὸ Οἰάγρου καὶ Πολυμνίας. ζητεῖται δέ, διὰ τί Ὀρφεὺς ἀσθενὴς ὢν συνέπλει τοῖς ἥρωσιν: ὅτι μάντις ὢν ὁ Χείρων ἔχρησε δύνασθαι καὶ τὰς Σειρῆνας παρελθεῖν αὐτοὺς Ὀρφέως συμπλέοντος. σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι: Πίμπλεια χωρίον κατὰ Πιερίαν· οἱ δὲ ὄρος Θρᾴκης, οἱ δὲ κρήνην καὶ κώμην τῆς Πιερίας. θέλξαι: ἀπατῆσαι καὶ τέρψαι. τάσσεται δὲ ἡ λέξις ἐπὶ τῆς μετὰ βλάβης ἀπάτης· νῦν δὲ ὑπερβολικῶς κεῖται. ἀοιδάων δὲ ἐνοπῇ τῇ τῶν ᾠδῶν εὐρυθμίᾳ. οὐκ εὖ δέ· ἡ γὰρ ἐνοπὴ ἀεὶ ἐπὶ θορύβου τίθεται. Θρηικίης Ζώνης ἐπιτηλεθόωσαι: Ζώνη ἐστὶν ὀρεινὸς τόπος οὕτω καλούμενος καὶ πόλις ὁμώνυμος, ὥς φησι Νίκανδρος. ἑξείης στιχόωσιν ἐπήτριμοι: στοιχηδόν εἰσι καὶ ἑξῆς πυκναί. Πιερίηθεν: Πιερία ὄρος Θρᾴκης, ἐν ᾗ διέτριβεν Ὀρφεύς. φησὶ δὲ Ἡρόδωρος, ὅτι παρῄνησεν ὁ Χείρων τῷ Ἰάσονι, ὅπως τὸν Ὀρφέα σὺν τοῖς Ἀργοναύταις παραλάβῃ. τοῖον: οἷον εἴπομεν δηλονότι. Βιστωνίδι κοιρανέοντα: γράφεται καὶ Βιστῶνι τε κοιρανέοντα. αὐτοσχεδόν: ἀντὶ τοῦ παραχρῆμα, εὐθέως. Πειρεσιάς: ὄνομα πόλεως· ὡς Ἐρυθραί καὶ Πειρεσιαί. Ἀπιδανός τε μέγας καὶ δῖος: Ἀπιδανὸς καὶ Ἐνιπεὺς ἀμφότεροι Θεσσαλίας ποταμοί. τὸ δὲ Φυλλήιον ὄρος Μαγνησίας. ἡ δὲ Πειρεσία χώρα ἢ πόλις, ἧς ἐγγὺς ἦν τὸ Φυλλεῖον. Λάρισαν δʼ ἐπὶ τοῖσι: Λάρισαν τὴν τὴν Θεσσαλίας λέγει, ἣν ἔκτισεν Ἀκρίσιος, ἥτις ὠνομάσθη ἀπὸ Λαρίσης τῆς Πελασγοῦ, ὥς φησιν Ἑλλάνικος. εἰσὶ δὲ Λάρισαι τρεῖς· ἀρχαιοτάτη μὲν ἡ Ἀργειῶτις, ἥτις ἐστὶν αὐτὴ ἡ ἀκρόπολις· δευτέρα δὲ ἡ ἐν τῷ Πελασγικῷ τῆς Θεσσαλίας, ἣν Ὅμηρος Ἄργισσάν φησι, πλησίον οὖσα τῆς Γυρτώνης, ἧς νῦν ὁ Ἀπολλώνιος μέμνηται· ἔστι δὲ καὶ περὶ Τροίαν, ἧς Ὅμηρος μνημονεύει· «φῦλα Πελασγῶν τῶν, οἳ Λάρισαν.» τὸν δὲ Πολύφημον Ἐλάτου παῖδα εἶπεν Ἀπολλώνιος, Σωκράτης δὲ καὶ Εὐφορίων Ποσειδῶνος. οἱ δὲ Λαπίθαι ἀπὸ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης νύμφης ὠνομάσθησαν. οὐδὲ μὲν Ἴφικλος: οὔτε Ὅμηρος οὔτε Ἡσίοδος οὔτε Φερεκύδης λέγουσι τὸν Ἴφικλον συμπεπλευκέναι τοῖς Ἀργοναύταις. ὅτι δὲ μητρὸς ἦν Ἀλκιμέδης ὁ Ἰάσων, Φερεκύδης μὲν συμφωνεῖ τῷ Ἀπολλωνίῳ. Ἡρόδωρος δὲ Πολυφήμην τὴν Αὐτολύκου φησὶν Ἰάσονος εἶναι μητέρα. Ἄνδρων δὲ ἐν τῇ ἐπιτομῇ τῶν Συγγενειῶν Αἴσονος καὶ Θεογνήτης τῆς Λαοδίκου φησὶν Ἰάσονα γεγονέναι υἱόν. τὸν δὲ Ἴφικλον Ἡσίοδος ἐπὶ πυρίνων ἀθέρων τρέχειν φησίν, Δημαρέτης δὲ ἐπὶ τῆς θαλάσσης. ἔστι δὲ υἱὸς Φυλάκου καὶ Κλυμένης τῆς Μινύου. ὁ δὲ τρόπος ἀντίφρασις. ἀντὶ τοῦ «ταχέως δὲ ὁ Ἴφικλος ἦλθεν»· «οὐ πολὺν χρόνον ἔμεινεν ἐν Φυλάκῃ». μήτρως: ὁ θεῖος. κασιγνήτην γὰρ ὄπυιεν: διὰ τοῦ παρεπομένου τὸ προηγούμενον δηλοῖ. ὄπυιεν: τὸ ἐγεγαμήκει· ἤτοι ἀπὸ τῶν ὠπῶν ἐσχηματισμένης τῆς λέξεως, ὅ ἐστιν ὀφθαλμῶν· ἢ ἀπὸ τοῦ ὄπτω καὶ ἐπιτηρῶ· ἢ ἀπὸ τῆς ὀπός, τῆς φωνῆς, διὰ τὰς τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας ὁμιλίας, ἀφʼ οὗ καὶ «ὄαροι» αἱ γυναῖκες. πηοσύνη: συγγένεια ταύτης δὴ αὐτὸν ἡ συγγένεια παρεκέλευσεν. οὐδὲ Φεραῖς Ἄδμητος: αἱ Φεραὶ ὠνομάσθησαν ἀπὸ Φέρητος τοῦ Κρηθέως, τοῦ Ἀδμήτου πατρός. ἐυρρήνεσσι: ταῖς καλὰ πρόβατα ἐχούσαις. ἐυρρήνεσσι δὲ ἀντὶ τοῦ πολυπροβάτοις. ὄρος ὑπεράνω Φερῶν τὸ Χαλκωδόνιον. οὐδʼ Ἀλόπῃ μίμνον: Θεσσαλίας πόλις ἢ Μαγνησίας. πολυλήιοι δὲ ἤτοι ἀπὸ τοῦ ληίου, τουτέστι σιτοφόρου πεδίου, ἢ ἀπὸ τῆς λείας, ὅπερ βέλτιον· ἐπιφέρει γὰρ εὖ δεδαῶτε δόλους. ἱστοροῦνται δὲ ἄυπνοι καὶ δεινοὶ καὶ φερέπονοι. γνωτός: ἀντὶ τοῦ ἀδελφός. Αἰθαλίδης: ὄνομα κύριον. ἔστι δὲ υἱὸς Ἑρμοῦ καὶ Εὐπολεμείας τῆς Μυρμιδόνος. Ἄμφρυσσος γράφεται καὶ διὰ τοῦ β, ὡς Διονύσιος. ἔστι δὲ ποταμὸς Θεσσαλίας. προπαροξύνεται δέ, ὡς ἐν τῇ ηʹ τῆς Καθόλου Γυρτῶνα Κόρωνος: ἣν Ὅμηρός φησι «Γυρτώνην τε νέμοντο». ἔστι δὲ πόλις Θεσσαλίας ἢ Περραιβίας, ὡς Σουίδας, ὠνομάσθη δὲ ἀπὸ Γυρτώνης τῆς Φλεγύου. ὁ δὲ Κόρωνος υἱός ἐστι Καινέως. μεμύθευται δὲ ὁ Καινεὺς πρότερον γεγονέναι γυνή, εἶτα Ποσειδῶνος αὐτῇ πλησιάσαντος μεταβληθῆναι εἰς ἄνδρα· τοῦτο γὰρ ᾔτησε καὶ ἀτρωσίαν. ἤρισε δὲ καὶ Ἀπόλλωνι καὶ ἐνικήθη. καὶ ἐκέλευε τοὺς παριόντας ὀμνύναι εἰς τὸ δόρυ αὐτοῦ· ἔνθεν ἡ παροιμία «τὸ Καινέως δόρυ». τινὲς δέ φασι Καινέα συμπλεῦσαι τοῖς Ἀργοναύταις, οὐ Κόρωνον· ὁ δὲ Ἀπολλώνιος παρὰ Πινδάρου εἴληφε λέγοντος· «ὁ δὲ χλωραῖς ἐλάτῃσι τυπεὶς ᾤχετο Καινεύς, σχίσας ὀρθῷ ποδὶ γᾶν.» τοῦτο δὲ αὐτῷ συνέβη διὰ τὸ μήτε θύειν τοῖς θεοῖς μήτε εὔχεσθαι ἀλλʼ ἢ τῷ ἑαυτοῦ δόρατι· διὸ Ζεὺς ἐφορμᾷ αὐτῷ τοὺς Κενταύρους, οἵτινες κατὰ γῆν αὐτὸν ὠθοῦσιν. Κενταύροισιν: ἀντὶ τοῦ ὑπὸ Κενταύρων. καταΐγδην: καταφορικῶς, μεθʼ ὁρμῆς. Ἀμπύκου υἱὸς ὁ Μόψος τοῦ Τιτάρωνος, μητρὸς δὲ Χλώριδος. ἄγχι δὲ λίμνης Ξυνιάδος: Ξυνιὰς λίμνη τῆς Θεσσαλίας· τινὲς δὲ πόλιν, ᾗ παράκειται … Βοιβῃὰς λίμνη. ἀπὸ δὲ τῆς πόλεως εἴρηκε λίμνην Ξυνιάδα, ἐπειδὴ πλησίον αὐτῆς ἐστιν ἡ πόλις. ξυνὸν δὲ εἴρηται τὸ κοινόν· κοινὴ δέ ἐστιν Θεσσαλίας καὶ Βοιωτίας αὕτη. Κτιμένην Δολοπηίδα: Κτιμένη πόλις τῆς Θεσσαλίας. Δολοπηίδα δὲ τὴν Θεσσαλικὴν εἶπε· Δόλοπες γὰρ ἔθνος Θεσσαλίας. Ὅμηρος· «ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων». ἐξ Ὀπόεντος: Ὀποῦς πόλις τῆς Λοκρίδος, ἀπὸ Ὀπόεντος τοῦ Ἠλείου. Ὅμηρος· «οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε.» ἀλκήεις Ἐριβώτης: ἰσχυρός· παραγωγῶς δὲ ἐσχημάτισται παρὰ τὴν ἀλκήν, ὡς φωνήεις παρὰ τὴν φωνήν. Ἡρόδωρος δὲ ἐν τοῖς Ἀργοναυτικοῖς τοῦτον Εὐρυβάτην καλεῖ καί φησιν αὐτὸν Τελέοντος υἱόν. Ἄκτορος δὲ υἱοὶ Μενοίτιος καὶ Ἶρος, τούτων δὲ υἱοί, Μενοιτίου μὲν καὶ Σθενέλης Πάτροκλος, Ἴρου δὲ Εὐρυτίων. καὶ ἐπαῗξαι: ἀντὶ τοῦ ἐπιδιῶξαι. περιττὸν μὲν τὸ μετόπισθεν, λείπει δὲ ὁ καί· καὶ ὅτε κλίνειαν φάλαγγας, εἰς φυγὴν τρέψειεν. Κάνθος κίε: τὸν Κάνθον καὶ ὁ Κλέων καταλέγει. ἔστι δὲ Κανήθου υἱός, ἀφʼ οὗ τὸ ὄρος ἐν Βοιωτίᾳ· ἦν δὲ οὗτος Ἄβαντος παῖς, ἀφʼ οὗ οἱ Εὐβοεῖς Ἄβαντες. Κήρινθον: πόλις Εὐβοίας. ὑπότροπος: ὑποστρέψας. δῃωθῆναι: καινότερον νῦν δῃωθῆναι τὸ φθαρῆναι. ἑξῆς δὲ ὁ ποιητὴς ὡς δυσφορῶν ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἡρώων ἐπιφωνεῖ· ὡς οὐκ ἀνθρώποισιν. ὁ δὲ νοῦς· οὐδέν ἐστι μέγιστον κακόν, οὗ ἄνθρωπος ἀποτυγχάνει. ἔδει οὖν διὰ τοῦ α ἀπαυρεῖν. ἢ ὅτι οὐδὲν κακὸν μέγιστον, ὃ εἴη ἂν ἀνθρώποις δυσχερὲς ἐπαυρεῖν, ὅ ἐστιν ἐπιτυχεῖν. δύσιές τε καὶ ἀντολαί: τοσοῦτόν φησι κεχωρισμένους τῆς τῶν Κόλχων χώρας, ὅσον τῶν ἀνατολῶν αἱ δύσεις ἀφεστήκασιν, ἐπεὶ ἡ μὲν Λιβύη ἐν δύσει, ἡ δὲ Κολχὶς ἐν ἀνατολῇ. Οἰχαλίης ἐπίουροι: παῖδες Ἀντιόπης. Οἰχαλίας δὲ τῆς ἐν Εὐβοίᾳ. οἱ γὰρ νεώτεροί φασιν ἐν Εὐβοίᾳ εἶναι, Ὅμηρος δὲ ἐν τῷ Πελασγικῷ Ἄργει καταλέγει τὴν Οἰχαλίαν· «οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος», οἱ δὲ ὁμώνυμόν φασιν. οὐδʼ ὁμόθεν: οὐδʼ ἐκ τοῦ αὐτοῦ τόπου. τὸ δὲ οὐ μέν ἀντὶ τοῦ οὐ μήν. διεχωρίσθησαν γὰρ διὰ τὸν φόνον Φώκου, καὶ ὁ μὲν ἐν Σαλαμῖνι κατῴκησεν, ἥν φησι νῆσον Ἀτθίδα, ὁ δὲ Πηλεὺς ἐν Φθίᾳ. ἀφραδίῃ δὲ ἤτοι ἀνοίᾳ ἢ κακοβουλίᾳ. λιασθείς: ἀντὶ τοῦ φυγών. τοῖς δʼ ἔπι Κεκροπίηθεν: ἀντὶ τοῦ· σὺν τούτοις ἀπὸ τῆς Ἀττικῆς. Κεκροπία γὰρ λέγεται ἡ Ἀττικὴ ἀπὸ Κέκροπος τοῦ βασιλεύσαντος. ἕτερος δέ ἐστιν ὁ Τελέων οὗτος ὁ Βούτου πατὴρ παρὰ τὸν πρότερον εἰρημένον, τὸν τοῦ Ἐριβώτου πατέρα. ἐυμελίης δὲ ὁ πολεμικός, ἀπὸ τῆς μελίας. Ἄλκων: ὄνομα κύριον, πατὴρ Φαλήρου. τὸν δὲ Ἄλκωνα Πρόξενός φησιν Ἐρεχθέως. φυγεῖν δὲ αὐτὸν λέγει ἀπὸ τῆς Ἀττικῆς μετὰ τῆς θυγατρὸς Χαλκιόπης εἰς Εὔβοιαν, ἐξαιτοῦντος δὲ τοῦ πατρὸς οὐκ ἐκδοῦναι τοὺς Χαλκιδέας. τὸ δὲ τηλύγετον ἐνταῦθα οὐ τὸν μονογενῆ, πρόσκειται γὰρ καὶ μοῦνον ἐόντα, ἀλλὰ καταγηράσαντι αὐτῷ γενόμενον· οἱ γὰρ τοιοῦτοι τῶν παίδων εἰσὶ προσφιλεῖς. Θησέα δʼ ὃς περὶ πάντας: Θησεὺς καὶ Πειρίθοος, ὄντες τὸ γένος ὁ μὲν ἐκ Διός, ὁ δὲ Ποσειδῶνος, ἐφάμιλλον τῷ γένει τὴν πρᾶξιν ἐποιοῦντο. καὶ ὁ μὲν Θησεὺς τῆς Ἑλένης ἐρασθεὶς ἔσχεν συμπράττοντα αὐτῷ τὸν Πειρίθουν, ὁ δὲ Πειρίθους τὴν Περσεφόνην ἐθελήσας ἀγαγέσθαι ἀναγκαίως εἶχε τὸν Θησέα ἑπόμενον. καὶ δὴ διὰ Ταινάρου κατελθόντες καὶ ἐπί τινος πέτρας καθεσθέντες αὖθις ἀναστῆναι οὐ δεδύνηνται. Ἡρακλῆς δὲ ὕστερον κατελθὼν διὰ τὸν Κέρβερον, τὸν μὲν Θησέα ἀπέσωσεν ὡς μὴ ἑκοντὶ κατελθόντα, τὸν δὲ Πειρίθουν εἴασεν, ἐπειδὴ προαιρέσει ἰδίᾳ κατῆλθεν. ἐπεστράτευσαν δὲ κατὰ τῆς Τροιζῆνος οἱ Διόσκουροι διὰ τὴν ἀδελφὴν Θησέως ὄντος ἐν Ἅιδου καὶ πορθήσαντες ἔλαβον αἰχμάλωτον Αἴθραν τὴν Θησέως μητέρα. Ταιναρίην: Φερεκύδης ἐν τῇ θʹ φησὶν ὅτι «Ἔλατος ὁ Ἰκαρίου γαμεῖ Ἐριμήδην τὴν Δαμασίκλου· τῶν δὲ γίνεται Ταίναρος, ἀφʼ οὗ Ταίναρον καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν». κεινὴν ὁδόν: ἀντὶ τοῦ ματαίαν. ὁ δὲ νοῦς· ἀμφότεροι γὰρ οὗτοι συνοδεύσαντες πάντας ἂν μόχθων ἀνέπαυσαν τοὺς Ἀργοναύτας. τὴν δὲ αἰτίαν ἐνταῦθά φησιν ὁ Ἀπολλώνιος τοῦ μὴ συμπλεῦσαι αὐτούς. ἀναγινώσκεται δὲ καὶ κείνην βαρυτόνως κατὰ ἀναφορὰν καὶ κεινὴν ὀξυτόνως ἀντὶ τοῦ κενήν. Τῖφυς δʼ Ἁγνιάδης: αἱ Σῖφαι τῆς Βοιωτίας πόλις, Σιφαεὺς δὲ δῆμος Θεσπιέων· Θέσπεια δὲ καὶ πόλις Θεσσαλίας. Φερεκύδης δὲ Ποντέως ἱστορεῖ τὸν Τῖφυν, ὁ δὲ Αἰσχύλος ἐν τῇ Ἀργοῖ τὸν Τῖφυν Ἶφυν καλεῖ. προδαῆναι: προμαθεῖν. ἀρίστου γὰρ αὕτη τέχνη κυβερνήτου. ὁ δὲ λόγος· ἀγαθὸς μὲν καὶ ἡμέρας τῷ ἡλίῳ, νυκτὸς δὲ πρός τινα τῶν ἀστέρων τὸν καιρὸν τοῦ πλοῦ τεκμήρασθαι. Τριτωνίς: Τρίτωνες τρεῖς, Βοιωτίας, Θεσσαλίας, Λιβύης· ἐν δὲ τῷ κατὰ Λιβύην ἐτέχθη ἡ Ἀθηνᾶ. κείνης ὑποθημοσύνῃσι: διὰ τὸ ταῖς βουλαῖς τῆς Ἀθηνᾶς γενέσθαι. Φλείας δʼ αὖτʼ ἐπὶ τοῖσιν: πόλις Πελοποννήσου ἡ Ἀραιθυρέα, ἡ νῦν ὀνομαζομένη Φλιοῦς ἀπὸ Φλιοῦντος τοῦ Διονύσου καὶ Χθονοφύλης. κεῖται δὲ ἡ Φλιοῦς ἐπὶ ὅροις τῆς Σικυῶνος. καὶ αὐτὸς δὲ Διόνυσος Φλιοῦς ὠνομάζετο ἀπὸ τοῦ φλεῖν τὸν οἶνον, ὅ ἐστιν εὐθηνεῖν. ἐφέστιος Ἀσωποῖο: Ἀσωπὸς ποταμὸς Θηβῶν ἔχων τὰς πηγὰς ἐν Ἀραιθυρέᾳ. ἐκεραυνώθη δὲ ὑπὸ Διὸς διώκων αὐτὸν διὰ τὸ ἡρπακέναι τὴν θυγατέρα αὐτοῦ Αἴγιναν, ὡς καὶ Καλλίμαχός φησιν. … εἰς Αἴγιναν τὴν πόλιν … Ἀργόθεν αὖ Ταλαός: ἐκ τοῦ Ἄργους τῆς χώρας, οὐ τῆς πόλεως. ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις λέγεται, ὡς ἄρα Μελάμπους φίλτατος ὢν τῷ Ἀπόλλωνι ἀποδημήσας κατέλυσε παρὰ Πολυφόντῃ. βοὸς δὲ αὐτῷ τεθυμένου, δράκοντος ἀνερπύσαντος παρὰ τὸ θῦμα, διαφθεῖραι αὐτὸν τοὺς θεράποντας τοῦ βασιλέως· τοῦ δὲ βασιλέως χαλεπήναντος τὸν Μελάμποδα λαβεῖν καὶ θάψαι, τὰ δὲ τούτου ἔγγονα τραφέντα ὑπὸ τούτου λείχειν τὰ ὦτα καὶ ἐμπνεῦσαι αὐτῷ τὴν μαντικήν. διόπερ κλέπτοντα αὐτὸν τὰς βόας τοῦ Ἰφίκλου περιληφθέντα δεθῆναι καὶ τοῦ οἴκου μέλλοντος πεσεῖν, ἐν ᾧ ἦν ὁ Ἴφικλος, τῇ διακόνων πρεσβύτιδι μηνῦσαι καὶ τούτου χάριν ἀφεθῆναι τῷ Ἰφίκλῳ. σαφὴς δὲ ἡ ἱστορία. τῆς δʼ ἀμφί: διὰ τὸν ἀδελφὸν Βίαντα. Αἰολίδης: Ἀμυθάονος γάρ ἐστι τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. σταθμοῖσιν ἐν Ἰφίκλοιο: Ἴφικλος Φυλάκου παῖς τοῦ Δηιονέως. μήτηρ δὲ Μελάμποδος Δωρίππη, ὡς Διευχίδας. φησὶ δὲ καὶ τὴν αἰτίαν τοῦ ὀνόματος, ὅτι τεκοῦσα αὐτὸν ἡ μήτηρ εἰς σύνδενδρον ἐξέθετο τόπον, συνέβη δὲ τοὺς πόδας αὐτοῦ ὑπὸ ἡλίου μελανθῆναι ἀσκίους ὄντας. νεῖον ἀπʼ Ἀρκαδίης: προπερισπωμένως ἀντὶ τοῦ νεωστί, ὀξυτόνως δὲ τὴν γῆν. ὁ δὲ ἑξῆς λόγος οὕτω· ἐπειδὴ ἤκουσε μέλλειν πλεῖν τοὺς Ἀργοναύτας, νεωστὶ διεληλυθὼς τὸ Ἄργος, καθʼ ἣν ὁδὸν ἐκόμιζε τὸν κάπρον ζῶντα ἐκ τοῦ Ἐρυμανθίου ὄρους, ὅπου κατὰ τὰς βήσσας ἐνέμετο Λαμπείας τε καὶ Ἐρυμάνθου, ἦλθεν ὡς Ἰάσονα. Λάμπεια δὲ ὄρος Ἀρκαδίας, ἐξ ἧς Ἐρύμανθος ποταμὸς ἔχει τὰς πηγάς. Λυγκήιον: ἀπὸ Λυγκέως τοῦ βασιλεύσαντος Ἄργους. ἐὰν δὲ Λυρκήιον, ἀπὸ ὄρους Ἄργους ἀκουστέον, ἀφʼ οὗ ὁ Ἴναχος καταφέρεται ποταμός. τῖφος: ὁ κάθυγρος τόπος, ἔνθα διέτριβεν ὁ κάπρος. περὶ δὲ τοῦ κάπρου καὶ Ἡρόδωρός φησιν, ὅτι ἐπὶ τὰς πύλας τῶν Μυκηνῶν κομίσας αὐτὸν ἀπέθετο. ἰλλόμενον δὲ δεδεμένον. διὰ δὲ τοῦ ἀπεθήκατο τοῦ βαστάζοντος ἐπιδείκνυται ἡ δύναμις, ὅτι εὐχερῶς. σὺν καί οἱ Ὕλας: οὗτος Ἡρακλέους ἐρώμενος, υἱὸς δὲ Θειοδάμαντος τοῦ Δρύοπος. καὶ Μνασέας μὲν οὕτως. Ἑλλάνικος δὲ Θειομένη ἀντὶ Θειοδάμαντος ὀνομάζει. ἰῶν: τῶν βελῶν. φύλακος: Ἰωνικῶς ὁ φύλαξ. Ἴωνες γὰρ τὰς γενικὰς ποιοῦσιν εὐθείας· τοῦ φύλακος ὁ φύλακος, τοῦ μάρτυρος ὁ μάρτυρος. τοῦ δὲ φύλακος ὀξυτονητέον τὴν πρώτην· Ἡρωδιανὸς δὲ τὴν τελευταίαν ὀξύνει. φορεὺς δὲ ὁ φέρων. Ναύπλιος υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης τῆς Δαναοῦ. οὗτος δὲ ἀπὸ τοῦ ἀρχαίου Ναυπλίου ἐστίν. Προίτου δὲ λέγει τοῦ Βελλεροφόντου ἐχθροῦ, ἀνδρὸς δὲ Ἀντείας· καὶ Ὅμηρος οἶδεν. Ἴδμων δʼ ὑστάτιος: Χαμαιλέων φησὶ τὸν Θέστορα Ἴδμονα παρὰ τοῖς ἀρχαίοις καλεῖσθαι διὰ τὸ ἔμπειρον εἶναι, ἄλλοι φασὶ καὶ Θέστορα συμπλεῦσαι τοῖς Ἀργοναύταις. τὸν Ἀμφιάραον δέ φησι συμπλεῦσαι Δηίοχος. ὁ δὲ Ἴδμων, ὡς ἱστορεῖ Φερεκύδης, ἐγένετο παῖς Ἀστερίας τῆς Κορώνου καὶ Ἀπόλλωνος, οὗ καὶ Λαοθόης Θέστωρ· τοῦ δὲ Κάλχας. ἀναιρεῖται δὲ Ἴδμων ἐν Μαριανδυνίᾳ ὑπὸ κάπρου. ὅτι δὲ Ἄβαντος υἱὸς Ἴδμων, φησὶ καὶ Ἡρόδωρος. ὑστάτιος: τῶν ἐξ Ἄργους ὕστατος. μὴ ὁ δῆμος μέμψηται αὐτοῦ τὸ κλέος. Αἰολίδῃσιν: τοῖς υἱωνοῖς Αἰόλου. Αἰόλου γὰρ τοῦ Ἕλληνος Κρηθεὺς καὶ Ἀθάμας, Κρηθέως δὲ Αἴσων, Αἴσονος δὲ ὁ Ἰάσων. Ἄβας δὲ Μελάμποδος ἦν τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου. καὶ μὴν Αἰτωλὶς κρατερόν: εἰκότως αὐτὴν Αἰτωλίδα εἶπεν, ἐπεὶ Αἰτωλὸς ὁ Θέστιος. καὶ εἴρηκεν ἀπὸ τῆς χώρας, ὡς ἐάν τις τὸν Συρακόσιον Σικελὸν λέγῃ ἢ τὸν Ῥωμαῖον Ἰταλόν. ὁ δὲ Ἴβυκος αὐτὴν Πλευρωνίαν φησίν, Ἑλλάνικος δὲ Καλυδωνίαν. ἡ δὲ Λήδα ἦν Θεστίου θυγάτηρ τοῦ βασιλέως τῆς Αἰτωλίας, Ἄρεως υἱοῦ καὶ Δημοδίκης, μητέρα δὲ αὐτῆς λέγουσι Δηιδάμειαν. Γλαύκου δὲ αὐτὴν τοῦ Σισύφου εἶναι πατρὸς ἐν Κορινθιακοῖς λέγει Εὔμηλος καὶ Παντειδυίας μητρός, ἱστορῶν ὅτι τῶν ἵππων ἀπολομένων ἦλθεν εἰς Λακεδαίμονα ὁ Γλαῦκος καὶ ἐκεῖ ἐμίγη Παντειδυίᾳ· ἣν ὕστερον γήμασθαι Θεστίῳ, ὥστε τὴν Λήδαν γόνῳ μὲν οὖσαν Γλαύκου λέγεσθαι Θεστίου. Φερεκύδης δὲ ἐν τῇ βʹ ἐκ Λαοφόνης τῆς Πλευρῶνος Λήδαν καὶ Ἀλθαίαν Θεστίῳ γενέσθαι φησίν. ὅτι δὲ Γλαύκου ἐστὶ θυγάτηρ, καὶ Ἀλκμὰν αἰνίττεται, λέγων· «τοὺς τέκε θυγάτηρ Γλαύκω μάκαιρα». φασὶ τὸν μὲν Πολυδεύκην Διός, τὸν δὲ Κάστορα Τυνδάρεω. τηλυγέτους δὲ νῦν ἀντὶ τοῦ ἀγαπητούς, Ὅμηρος δὲ τοὺς ἐν γήρᾳ γεννωμένους. Αἰτωλὶς δὲ ἤτοι διὰ τὴν χώραν ἢ ἀπὸ Αἰτωλοῦ τοῦ ἥρωος. Ἀρήνηθεν: Φερεκύδης τὴν μητέρα τῶν περὶ Ἴδαν Ἀρήνην φησίν, ἀφʼ ἧς ἡ πόλις, Πείσανδρος Πολυδώραν, Θεόκριτος Λαοκόωσαν. οὗτοι δὲ συνήκμασαν τοῖς Διοσκούροις. Ἀρήνη δὲ πόλις Πελοποννήσου πλησίον Πύλου· καὶ Ὅμηρος· «οἱ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν». σὺν δὲ Περικλύμενος: ὅτι Νηλέως παῖς Περικλύμενος, δῆλον. φησὶ γὰρ ὁ ποιητής· «Νέστορά τε Χρόμιόν τε Περικλύμενόν τʼ ἀγέρωχον». τοῦτον δὲ ὡς ἔγγονον αὑτοῦ ὁ Ποσειδῶν—Νηλεὺς γὰρ Ποσειδῶνος—καὶ τοῖς ἄλλοις ἐκόσμησεν καὶ ἐχαρίσατο αὐτῷ εἰς πάντα μεταβάλλεσθαι, ὡς καὶ ὁ Εὐφορίων· «ὅς ῥά τε πᾶσιν ἔικτο, θαλάσσιος ἠύτε Πρωτεύς». ἀνῄρηκεν δὲ αὐτὸν Ἡρακλῆς εἰς μυῖαν μεταβληθέντα ἐν τῷ πρὸς Πυλίους πολέμῳ κατὰ συμβουλὴν Ἀθηνᾶς τῷ ῥοπάλῳ αὐτὸν πλήξας … ἐμπαγέντα ὥσπερ μέλισσαν τῷ κέντρῳ· Ἡσίοδος δὲ μεταβληθέντα εἴς τινα τῶν συνήθων μορφῶν ἐπικαθεσθῆναι τῷ ὀμφαλῷ τοῦ ζυγοῦ τῶν Ἡρακλέους ἵππων, βουλόμενον εἰς μάχην καταστῆναι τῷ ἥρωι, τὸν δὲ Ἡρακλέα καιρίως αὐτὸν κατατοξεῦσαι τῆς Ἀθηνᾶς ὑποδειξάσης. φησὶ δὲ οὕτως· «Περικλύμενόν τʼ ἀγέρωχον ὄλβιον, ᾧ πόρε δῶρα Ποσειδάων Ἐνοσίχθων παντοῖʼ· ἄλλοτε μὲν γὰρ ἐν ὀρνίθεσσι φάνεσκεν αἰετός, ἄλλοτε δʼ αὖτε πελέσκετο—θαῦμα ἰδέσθαι— μύρμηξ, ἄλλοτε δʼ αὖτε μελισσέων ἀγλαὰ φῦλα, ἄλλοτε δʼ αἰνὸς ὄφις καὶ ἀμείλιχος. εἶχε δὲ δῶρα παντοῖʼ, οὐκ ὀνομαστά, τά μιν καὶ ἔπειτα δόλωσεν βουλῇ Ἀθηναίης».
Πύλῳ: ἀφʼ ἧς ἦν ὁ Νέστωρ, ἥτις ἐστὶ καὶ ἀμμώδης ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Νηλεὺς δὲ ἔσχεν παῖδας ἐκ μὲν Χλώριδος Νέστορα, Περικλύμενον, Χρόμιον, ἐκ δὲ διαφόρων γυναικῶν Ταῦρον, Ἀστέριον, Πυλάωνα, Δηίμαχον, Εὐρύβιον, Ἐπιλέοντα, Φράσιν, Ἀντιμένη, Εὐαγόραν ἤ, ὡς Ἀσκληπιάδης φησίν, Ἀλάστορα. καὶ ὁ ποιητής· «δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν». ξυνοχῇ: τῇ συμβολῇ. οἳ Τεγέην: Τεγέα πόλις Ἀρκαδίας. κλῆρον δὲ Ἀφειδάντειον τὴν βασιλείαν τὴν Ἀφείδαντος. ὁ γὰρ Ἀλεὸς ἱστορεῖται Ἀφείδαντος υἱὸς εἶναι τοῦ Ἀρκάδος, ἀφʼ οὗ καὶ ἡ χώρα Ἀρκαδία. Ἀφείδας δὲ ὁ Ἀρκάδος, ἀρχαῖος ἥρως, ἐβασίλευσε Τεγέας. δύο δέ εἰσι Κηφεῖς, ὁ μὲν Ἀλεοῦ, οὗ μνημονεύει Ἀπολλώνιος, ὁ δὲ ἕτερος … οὗ μνημονεύει Ἑλλάνικος ἐν τῷ Περὶ Ἀρκαδίας. Ἀγκαῖος: Λυκούργου καὶ Ἀντινόης Ἀγκαῖος καὶ Ἔποχος. τιμᾶται δὲ ὁ Λυκοῦργος παρʼ Ἀρκάσιν, ὥς φησιν Ἀριστομένης. μνημονεύει καὶ Ὅμηρος τούτου τοῦ Λυκούργου· «τὸν Λυκόοργος—ὑποφθὰς δουρὶ μέσον περόνησε». καὶ ἄγεται Μώλεια ἑορτὴ παρὰ Ἀρκάσιν, ἐπειδὴ Λυκοῦργος λοχήσας κατὰ τὴν μάχην εἷλεν Ἐρευθαλίωνα· μῶλος δὲ ἡ μάχη. βῆ δʼ ὅγε Μαιναλίης: Μαίναλος ὄρος Ἀρκαδίας καὶ πόλις, ἀπὸ Μαινάλου τοῦ Ἀρκάδος, οὗ πατὴρ Λυκάων. καλιῇ δὲ ἀντὶ τοῦ οἰκίᾳ, κυρίως δὲ ἡ ἐκ κάλων κατεσκευασμένη· κᾶλα δὲ τὰ ξύλα. ξυλίναις γὰρ ἐχρῶντο τὸ παλαιὸν οἰκίαις λιθίνων μηδέπω ἐπινοηθέντων. βῆ δὲ καὶ Αὐγείης: οὗτος γόνῳ μὲν ἦν Ἡλίου, ἐπίκλησιν δὲ Φόρβαντος ἐκ τῆς Νηλέως Ὑρμίνης· οἱ δέ φασιν ἀπὸ τῆς Νυκτέως, οἱ δὲ αὐτὴν Ἐπειοῦ θυγατέρα εἶναι. δοκοῦσι δὲ ἀκτῖνες ἀπολάμπειν αὐτοῦ τῶν ὀφθαλμῶν. τούτου δὲ τῶν βοσκημάτων ὁ Ἡρακλῆς τὴν κόπρον ἐκάθηρεν. Ἀστέριος δέ: τὸν Ἀστερίωνα λέγει. ἀπὸ δὲ τοῦ Ὑπερασίου βασιλέως τῆς Ἀχαίας πόλις Ὑπερασία. Ὅμηρος· «οἵ θʼ Ὑπερασίην». Πελλήνης: ἡ Ἀχαϊκὴ Πελλήνη διὰ τοῦ ε, ἡ δὲ ἑτέρα ἡ τῆς Ἀρκαδίας διὰ τοῦ α γράφεται, Παλλήνη. Ἀχαιὶς δὲ μέρος τῆς Θεσσαλίας, ἧς ἡ Πελλήνη. Ταίναρον ἀκρωτήριον τῆς Λακωνικῆς ἀπὸ Ταινάρου τοῦ Ποσειδῶνος. Εὐρώπη Τιτυοῦ τοῦ Ἐλάρης παιδός. οὗτος δὲ ἐν Ἅιδου τετιμώρηται διὰ τὸ εἰς Πυθῶνα στελλομένην κατασχεῖν τὴν Λητώ, ὡς καὶ Ὅμηρος· «Τιτυὸν Γαίης υἱόν». ὁ δὲ Εὐφορίων Ἀρτέμιδός φησιν αὐτὸν ἧφθαι καὶ διὰ τοῦτο τιμωρεῖσθαι. διερῇ πεφόρητο: διερὴ κυρίως ἡ ἐκ Διὸς γινομένη κάθυγρος γῆ, ἐξ οὗ καὶ διαίνω τὸ βρέχω. παρὰ δὲ τὸ Ὁμηρικόν· «αἱ δʼ ὅτε δὴ σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν» καὶ τὰ ἑξῆς. καὶ δʼ ἄλλω δύο παῖδε: ὁ μὲν ἦν υἱός, ὁ δὲ Ἐργῖνος ἀπόγονος· Ἀγκαῖος υἱὸς Ἀστυπαλαίας τῆς Φοίνικος καὶ Ποσειδῶνος, Ἐργῖνος δὲ Κλυμένου τοῦ Πρέσβωνος καὶ Βουζύγης τῆς Λύκου. ὁ δὲ Μίλητος, ἀφʼ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξαντίου τοῦ Μίνωος, οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεόχου· ἐκλήθη δὲ Μίλητος, ὅτι ἐκρύβη ὑπὸ τῆς μητρὸς ἐν μίλακι. οἱ δέ φασιν ὑπὸ Σαρπηδόνος τοῦ Διὸς Μίλητον κτισθῆναι, ὀνομασθεῖσαν ἀπὸ τῆς ἐν Κρήτῃ. ὀνομασθῆναι δὲ αὐτὴν πρῶτον λέγουσι Πιτυοῦσσαν, οἱ δὲ Ἀστερίαν, εἶτα Ἀνακτορίαν, εἶτα Μίλητον. καὶ Ἀριστόκριτός φησι, ὅτι Ἀρεία θυγάτηρ ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο ἐκτεθῆναι εἰς μίλακα, τὸν δὲ Κλέοχον ἀνελέσθαι καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον· τοῦτον δὲ ἀνδρωθέντα καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος ἀναχωρῆσαι εἰς τὴν Σάμον, ἀφʼ οὗ καὶ τόπος ἐκεῖ Μίλητος. καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν ἔκτισε πόλιν, Μίλητον ἀφʼ ἑαυτοῦ καλέσας. μαρτυρεῖ Ἡρόδωρος. ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης Παρθενίην: τὴν Σάμον φησίν. Ἴμβρασος γὰρ ποταμὸς Σάμου, ὃς μετεκλήθη Παρθένιος διὰ τὸ ἐκεῖ παρθένον ἔτι οὖσαν τετράφθαι τὴν Ἥραν. καὶ Καλλίμαχος μέμνηται. ὁ δὲ Ταρραῖος οὕτως· Παρθενία δὲ ἡ Σάμος ἀπὸ Παρθενίας τῆς Σάμου γυναικὸς ὠνομάσθη. Ἀγκαῖος: Ἀριστοτέλης φησὶ τιθεὶς ἐπὶ Ἀγκαίου τὴν παροιμίαν, ὅτι γέγονε φιλογέωργος Ἀγκαῖος καὶ πολλὰς ἐφύτευσεν ἀμπέλους. εἰπόντος δὲ αὐτῷ τοῦ θεράποντος, ὅτι θᾶττον ἀποθανεῖται ἢ πίεται ἐκ τῶν καρπῶν τῆς ἀμπέλου, Ἀγκαῖος ὡρίμου γενομένου τοῦ καρποῦ, τρίψας βότρυν ἐκάλεσε τὸν θεράποντα καὶ εἶπεν, ὡς ἔζησεν μέχρις οὗ καρποφορήσῃ ἡ ἄμπελος, καὶ ἔμελλε πίνειν. τοῦ δὲ θεράποντος εἰπόντος «πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου» διηγγέλη αὐτῷ τις σῦς διαλυμαινόμενος τὴν χώραν· ἐφʼ ὃν ἐκδραμὼν πρὶν πίῃ, ἀνῃρέθη ὑπʼ αὐτοῦ. διὸ ἐπεκράτησεν ἡ παροιμία ἐπὶ τῶν παρὰ προσδοκίαν τι πασχόντων. καὶ Φερεκύδης ἐν τῇ ηʹ φησὶ τὸν Ἀγκαῖον ὑπὸ τοῦ Καλυδωνίου συὸς πληγέντα τὸν μηρὸν ἀποθανεῖν. ἀλλά ἑ θῆσσα γυνή: θῆσσα ἡ δούλη. Ἀθηναῖοι δὲ καὶ τοὺς πενιχροὺς θῆτας λέγουσιν ἀπὸ τοῦ θητεύειν ἐπὶ μισθῷ διὰ τὸ ἐνδεεῖς εἶναι τῶν ἐπιτηδείων· καὶ ὥσπερ τῷ Κρής παράκειται τὸ Κρῆσσα θηλυκόν, οὕτω καὶ τῷ θής θῆσσα. κοσμήτορα: ἀντὶ τοῦ καθηγητήν. ὧδʼ ἔτι κουρίζων: οὕτως ἀκμάζων ἔτι. τὸ δὲ κουρίζων ἐνταῦθα ἀντὶ τοῦ κοῦρος ὤν, ἀλλαχοῦ δὲ καὶ ἀντὶ τοῦ κούρους τρέφων. τοῦ δʼ: τοῦ Μελεάγρου. λυκάβαντα: ἐνιαυτόν. μήτρως: Ἀλθαία καὶ Ἴφικλος ἀδελφοὶ ἐκ Δηιδαμείας τῆς Περιήρους. Θεστιάδης Ἴφικλος: κασίγνητος Τοξέως καὶ Πληξίππου καὶ Ἀλθαίας τῆς Μελεάγρου μητρός. μήτρως οὖν ὁ Ἴφικλος Μελεάγρου. Ὠλενίοιο: Ὤλενοι δύο, τῆς Ἀχαΐας καὶ τῆς Αἰτωλίας. Ὅμηρος· «οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον». σιφλός: ἀντὶ τοῦ κεκακωμένος· οἱ δὲ τὸν κακόποδα καὶ ἐπιμωμητὸν ἀπέδοσαν. σίφλος δὲ ὁ μῶμος. σιφλός: χωλός. ὅ: ἀντὶ τοῦ διό. ἐκ δʼ ἄρα Φωκήων: οἱ Φωκεῖς ἐκλήθησαν ἀπὸ Φώκου τοῦ Αἰακοῦ. τὸν δὲ Ἴφιτον γενεαλογοῦσι Ναυβόλου καὶ Περινείκης τῆς Ἱππομάχου. ἡ δὲ Πυθὼ πόλις Φωκίδος, ἔνθα τὸ μαντεῖον, ἀπὸ τοῦ πυνθάνεσθαι τῶν μαντειῶν οὕτω κληθεῖσα ἢ ἀπὸ τοῦ ἐκεῖσε σεσῆφθαι τὸν δράκοντα. ξεῖνος: τοῦ Ἰάσονος φίλος ἦν. Ζήτης: ὄνομα κύριον. Κάλαϊς: ὄνομα κύριον. Ζήτης καὶ Κάλαϊς: τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν. οἱ μὲν γὰρ ἐκ Θρᾴκης ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος, Δοῦρις δὲ ἐξ Ὑπερβορέων. καταλέγει δὲ τούτους καὶ Ἀντίμαχος. Φανόδικος δὲ ἐν αʹ Δηλιακῶν ἐξ Ὑπερβορέων φησὶν αὐτοὺς ἐλθεῖν ἐπὶ τὸν πλοῦν. τὴν δὲ Ὠρείθυιαν Σιμωνίδης ἀπὸ Βριλησσοῦ φησιν ἁρπαγεῖσαν ἐπὶ τὴν Σαρπηδονίαν πέτραν τῆς Θρᾴκης ἐνεχθῆναι· ἔστι γὰρ καὶ τῆς Κιλικίας ὁμώνυμος, ὡς Καλλισθένης Στησίχορος δὲ ἐν τῇ Γηρυονίδι καὶ νῆσόν τινα ἐν τῷ Ἀτλαντικῷ πελάγει Σαρπηδονίαν φησί. περὶ δὲ τῆς Θρᾳκίας Σαρπηδονίας πέτρας, ὅτι πρὸς τῷ Αἵμῳ ὄρει ἐστί, Φερεκύδης φησί, περὶ τῆς ἁρπαγῆς ἱστορῶν τῆς Ὠρειθυίας. Χοιρίλος δὲ ἁρπασθῆναί φησιν αὐτὴν ἄνθη ἀμέργουσαν ὑπὸ τὰς τοῦ Κηφισοῦ πηγάς. Ἡραγόρας δὲ ἐν τοῖς Μεγαρικοῖς τὸν τὴν Ὠρείθυιαν ἁρπάσαντα Βορέαν υἱὸν Στρυμόνος φησίν, οὐχὶ δὲ τὸν ἄνεμον. ἡ δὲ Ὠρείθυια Ἐρεχθέως θυγάτηρ, ἣν ἐξ Ἀττικῆς ἁρπάσας ὁ Βορέας ἤγαγεν εἰς Θρᾴκην, κἀκεῖσε συνελθὼν ἔτεκε Ζήτην καὶ Κάλαϊν, ὡς Σιμωνίδης ἐν τῇ Ναυμαχίᾳ. … Φινεὺς δὲ Κλεοπάτραν τὴν Ὠρειθυίας πρώτην ἔγημεν, μετὰ ταῦτα δὲ Ἰδαίαν τὴν Δαρδάνου, ἥτις ἀπεχθῶς ἔχουσα πρὸς τοὺς προγόνους, λέγω δὴ πρὸς τοὺς ἀπὸ Κλεοπάτρας υἱούς, ἐπειρᾶτο τυφλῶσαι αὐτούς. οἱ δέ, ὅτι ὁ πατὴρ ἐτύφλωσεν αὐτοὺς διαβαλούσης τῆς μητρυιᾶς πρὸς αὐτόν. Κεκροπίηθεν: … Κρέουσα, Ὠρείθυια, Πρόκρις· Ὠρειθυίας δὲ Χιόνη, Χθονία, Κλεοπάτρα, Ζήτης καὶ Κάλαϊς. ὁ δὲ Βορέας ἰδὼν παίζουσαν Ὠρείθυιαν πρὸς τῷ Ἰλισσῷ ἠράσθη· αὐτῆς· ἐξ ἧς οὗτοι. Κεκροπίηθεν: ἡ ἀκρόπολις τῆς Ἀττικῆς Κεκροπία ἐκαλεῖτο τὸ πρότερον. Ἰλισσοῦ: ποταμὸς Ἀττικῆς. Σαρπηδονίην ὅθι πέτρην: πόλις τῆς Ἀστικῆς ἀπὸ Σαρπηδόνος τοῦ τῆς Θρᾴκης βασιλέως, ἀδελφοῦ Πόλτυος. ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο: τοῦτο δὲ προσέθηκεν, ἐπὶ καὶ ἑτέρα ἐστὶ Σαρπηδονία πέτρα τῆς Κιλικίας. Ἐργίνοιο: ποταμὸς Θρᾴκης. λυγαίοις: σκοτεινοῖς, κατὰ μετωνυμίαν· λύγος γὰρ τὸ σκότος ἀπὸ τοῦ λύγου τοῦ φυτοῦ, ὅπερ ἐστὶ πυκνὸν καὶ δασύ. ἐπʼ ἀκροτάτοισι ποδῶν: τοῖς σφυροῖς ἢ τοῖς ἀστραγάλοις. ἐρεμνὰς δὲ ἤτοι κατὰ συγκοπὴν τὰς ἐρεβεννάς, τουτέστι σκοτεινὰς κυρίως, ἐξ οὗ μελαίνας. ὁ δὲ λόγος· ἔσειον μελαίνας πτέρυγας κινούμενοι, καταπληκτικὰς τῷ ἰδέσθαι. φολίδεσσι: ταῖς στίξεσι, τοῖς ποικίλμασι τῶν πτερῶν. κράατος ὑπάτοιο δὲ ἄκρας κεφαλῆς. οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις: Ἄκαστος Πελίου υἱὸς ἔγημεν Κρηθηίδα ἤ, ὥς τινες, Ἱππολύτην. ἡ δὲ Πηλέως ἐρασθεῖσα ἀπῄτει συνελθεῖν. ὡς δὲ ἀπετύγχανεν, προβαλοῦσα τὸν Πηλέα τῷ ἀνδρὶ κατηγόρει, ὅτι ἤθελεν αὐτῇ συνελθεῖν. ὁ δὲ δεξάμενος τὸν Πηλέα ὡς ἐπὶ θήραν εἰς τὸ Πήλιον κατέλειψεν ἄοπλον, ἵνα ὑπὸ θηρίων διαφθαρῇ. ἐπιστὰς δὲ Ἑρμῆς ἤ, ὥς τινες, Χείρων ἔδωκεν αὐτῷ ἡφαιστότευκτον μάχαιραν. καὶ τὰ ἐπιτυγχάνοντα θηρία ἀναιρῶν ἦλθεν εἰς τὴν πόλιν καὶ ἀνεῖλεν Ἄκαστον αὐτόν τε καὶ τὴν τοῦ Ἀκάστου γυναῖκα. εἰ δὲ ἐπὶ κίνδυνον αὐτοὺς ἔπεμπεν ὁ Πελίας, διὰ τί ὁ υἱὸς αὐτοῦ ἐξήρχετο; καὶ οὗτος μέν φησιν, ἄκοντος τοῦ πατρός· Δημάγητος δέ, ὅτι ἐκέλευσεν ὁ Πελίας τὴν Ἀργὼ ἀραιοῖς γόμφοις παγῆναι, ἵνα ταχέως ἀπολέσῃ αὐτούς· ὁ δὲ Ἄργος τοὐναντίον πεποίηκεν, καὶ πιστὸν ἔχων τὸν τέκτονα Ἄκαστος ἐπέβη. Ἄργος τε θεᾶς ὑποεργός: διὰ τὸ τὴν Ἀργὼ κατασκευάσαι Ἀθηνᾶς προνοίᾳ. διὰ τοῦτο ὁ ποιητής φησιν Ἀθηνᾶς ὑποθημοσύνῃσι γενέσθαι αὐτήν. συμμήστορες: σύμβουλοι. ἀντὶ τοῦ γὰρ ὁ ἐπεί. ἐπεὶ Μινύαο θυγατρῶν: ὁ γὰρ Μινύας πολλὰς εἶχεν θυγατέρας. καὶ γὰρ ὁ Ἰάσων Ἀλκιμέδης ἐστὶ τῆς Κλυμένης τῆς Μινύου θυγατρός. Στησίχορος δὲ Ἐτεοκλυμένης φησίν, Φερεκύδης δὲ Ἀλκιμέδης τῆς Φυλάκου. Ἰσονόης δὲ τῆς Δαναοῦ καὶ Διὸς γίνεται Ὀρχομενός, ἀφʼ οὗ καὶ ἡ πόλις Ὀρχομενὸς καλεῖται· Ὀρχομενοῦ δὲ καὶ Ἑρμίππης τῆς Βοιωτοῦ γίνεται Μινύας—ἐπίκλησιν, φύσει δὲ Ποσειδῶνος—, ὃς ᾤκει ἐν Ὀρχομενῷ, ἀφʼ οὗ ὁ λαὸς Μινύαι ἐκλήθησαν· ἐκ δὲ Μινύου καὶ Κλυτοδώρας γίνεται Πρέσβων καὶ Περικλυμένη καὶ Ἐτεοκλυμένη, ἐκ δὲ Φανοσύρας τῆς Παιῶνος καὶ Μινύου Ὀρχομενὸς καὶ Διοχθώνδης καὶ Ἀθάμας. ὁ δὲ Σκήψιος Δημήτριός φησι τοὺς τὴν Ἰωλκὸν οἰκοῦντας Μινύας προσαγορεύεσθαι. Παγασαί: ἀκρωτήριον Μαγνησίας· ὠνομάσθη δὲ ἀπὸ τοῦ ἐκεῖ πεπῆχθαι τὴν Ἀργώ. ὁ δὲ Σκήψιος ἀπὸ τοῦ πηγαῖς περιρρέεσθαι τοὺς τόπους. ἔστι δὲ καὶ Παγασαίου Ἀπόλλωνος ἱερόν. ἀστέρες ὣς νεφέεσσι: πρὸς τὸ γένος καὶ τὴν τύχην καὶ τὴν ἀνδρίαν ἀπιδών, ἀστέρας μὲν τοὺς ἥρωάς φησι, νεφέλας δὲ τοὺς δημοτικοὺς ὄχλους. πόθι τόσσον ὅμιλον: οὐχ ὑγιῶς τὸ πόθι· ἔστι γὰρ τοῦ ἐν τόπῳ δηλωτικόν. ἔδει οὖν ποῖ εἰπεῖν. τὸ δὲ ἔκτοθι βάλλει ἀντὶ τοῦ ἀποστέλλει. Παναχαιίδα δὲ τὴν Θεσσαλίαν φησίν, ὅτι αὕτη πρώτη ἐκλήθη Ἀχαία ἀπὸ Ἀχαιοῦ τοῦ Ξούθου. πυρὶ δῃώσειαν: συμφλέξειαν, καταπολεμήσειαν, καταστρέψειαν. δόμους δὲ τὴν χώραν, τὴν γῆν, συνεκδοχικῶς. ἀλλʼ οὐ φυκτὰ κέλευθα: ἀλλʼ οὐκ ἐκφεύξιμος αὐτοῖς ἡ ὁδός, κατʼ ἀνάγκην γάρ ἐστιν· οὐδὲ ἄπρακτος ὁ ἆθλος, ἀνύσουσι γὰρ ῥᾳδίως, οἷον εὐκατόρθωτος· ὥστε εἶναι τὸν λόγον· ἀλλʼ οὐχ ὑποφεύξιμα, οἷον ἀδύνατον ἦν αὐτοῖς μὴ ἐπιτελέσαι τὴν ἐπιταγήν, … πόνος δʼ ἄπρηκτος ἰοῦσιν: κατὰ κοινοῦ τὸ οὐ, ἵνα ᾖ· ἀλλʼ οὐ φυκτὰ κέλευθα οὐδὲ ὁ πόνος ἄπρακτος, πρὸς τὸ αὐτῆμαρ δὲ δόμους ὀλοῷ πυρὶ δῃώσειαν Αἰήτεω ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. οἱ δὲ οὕτως· οὐ φυκτά οὐκ εὔπλοα καὶ ἄπρηκτος δύσπρακτος, δυσεργής, δυσκατόρθωτος. αἱ δὲ γυναῖκες: καὶ τοῦτο ὡς πρὸς γυναικείαν φύσιν. ἄγαν θαυμαστῶς πρὸς τὰς φύσεις καὶ τοὺς λόγους ἀμφοτέροις ἀνέπλασεν. τοῖς μὲν γὰρ ἀνδράσιν, ἐπεὶ θρασυτέρα ἡ φύσις, ἄνυσιν καὶ τέλος τῶν μελλόντων εἰσάγει, ταῖς δὲ γυναιξίν, ἐπεὶ ἀσθενέστεραι, εὐχὰς καὶ ἱκεσίας ποιεῖ. τοιαῦται γὰρ ἐπὶ τῶν μεγάλων καὶ φοβερῶν πραγμάτων αἱ γυναῖκες. νόστοιο τέλος θυμηδές: θυμῆρες. δειλὴ Ἀλκιμέδη: ἐπίπονε. ὁ δὲ νοῦς· εἰ καὶ ὀψέ, ὅμως δʼ οὖν ἦλθε καὶ σοὶ κακόν, Ἀλκιμέδη. λείπει δὲ ἡ διὰ πρόθεσις· καὶ οὐ διετέλεσας λαμπρῶς τὸν βίον, αὐχοῦσα ἐπὶ τοιούτῳ υἱῷ. εἰ τὸ πάροιθεν: πρὸ τοῦ τὸν ἆθλον ἐπιστῆναι. κακῶν δὲ ἤτοι τῶν ἰδίων ἢ τῶν μελλόντων ἐπιτελεῖσθαι τοῖς Ἀργοναύταις. κτερέεσσιν: ἐνταφίοις. ὡς ὄφελεν καὶ Φρίξον: λέγεται γάρ, ὅτι τῆς Ἕλλης καταπεσούσης ἀγωνιῶντι τῷ Φρίξῳ κατὰ Διὸς βούλησιν ἐφθέγξατο θαρσύνων αὐτὸν ὁ κριὸς διασώσειν αὐτὸν εἰς τὴν Σκυθίαν. τοῦτο δὲ αὐτὸ τῇ Ἀλκιμέδῃ ἔμελλε κακὸν γενέσθαι τοῦ υἱοῦ ἐκεῖσε στελλομένου. ἡ δὲ ἱστορία κεῖται παρὰ Ἑκαταίῳ, ὅτι ὁ κριὸς ἐλάλησεν. ἔνιοι δέ φασιν αὐτὸν ἐπὶ κριοπρώρου σκάφους πλεῦσαι. Διονύσιος δὲ ἐν βʹ Κριόν φησι Φρίξου τροφέα γενέσθαι καὶ συμπεπλευκέναι αὐτῷ εἰς Κόλχους· διὸ καὶ μεμυθεῦσθαι τὰ περὶ τῆς τοῦ κριοῦ θυσίας αὐτόθι. ἐπὶ προμολῇσι: ἐπὶ τῇ ἐξόδῳ τῶν ἀριστέων· ἀπὸ τοῦ εἰς τοὔμπροσθεν μολεῖν. ἐντεῦθεν καὶ τὰς πρώτας προβάσεις τῶν ὀρῶν προμολὰς λέγουσι. βεβολημένη: λύπῃ βλαβεῖσα ἢ δυσθυμοῦσα. ὀξὺ δʼ ἑκάστην: μετενήνεκται ἀπὸ τῶν κατὰ τὴν ἁφήν, ὡς παρʼ Ὁμήρῳ· «ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξύ». ἄχος δέ ἐστι σύγχυσις ψυχῆς, λύπη ἐπιτεταμένη· σαφὲς δὲ ἐκ τοῦ λέγειν τὸν ποιητήν· «ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο». ἐντυπὰς ἐν λεχέεσσιν: ἄγαν περιεσφιγμένος, ὡς πάντα τὰ μέλη ἐκτυποῦσθαι ἐκ τῆς σφίγξεως. ἐντυπὰς δὲ λέγεται καὶ ὁ περιβεβλημένος κατὰ τῆς ὄψεως οὕτως ὡς καὶ τὸν τύπον διὰ τοῦ ἱματίου θεωρεῖσθαι. ἔπειτα: ἀντὶ τοῦ δή· ἡ γὰρ ἔπειτα φωνὴ τῷ δή ἰσοδυναμεῖ νῦν. νῦν λέγει τὴν αἰτίαν, διʼ ἣν οἱ δοῦλοι συνηθροίζοντο. κατηφέες: κατάστυγνοι διὰ τὴν λύπην. τὸ δὲ ἠείροντο παθητικὸν ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἤειρον. ἐπεχεύατο: ἀντὶ τοῦ ἐπέθηκεν, ἐπέβαλεν. ἀδινώτερον: ὅμοιον τὸ σχῆμα τῷ «μελάντερον ἠύτε πίσσα»· τὸ γὰρ συγκριτικὸν ἔλαβεν ἀντὶ τοῦ ἀπολελυμένου. ἠύτε κούρη: ἀκαταλλήλως τὴν παραβολὴν τέθεικεν· ὑποτίθεται γὰρ γραῦν μὲν τὸν Ἰάσονα, κόρην δὲ τὴν μητέρα· ἔδει δέ, φασί, κατὰ τὸ ἐναντίον ταῦτα τάξαι. ἀλλʼ ἐροῦμεν, ὅτι προσφόρως ὑπόκειται ὁ Ἰάσων οὐ κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ τὴν γηροκομίαν τῆς μητρός —καὶ γὰρ ἡ γραῦς τὴν κόρην ἀνατρέφει—, ὡς ἡ μήτηρ πρός τε τὸ ἀφερέπονον διὰ τὴν ἡλικίαν—καὶ γὰρ τὸ γῆρας καὶ ἡ βραχεῖα ἡλικία παρεοίκας—καὶ πρὸς τὸ χρῄζειν τῆς τρεφούσης. μητρυιὰ δὲ ὥσπερ ἀπηνὴς ἐπικειμένη ἐστὶν ὁ Πελίας. τὸ δὲ κηδεμονῆες ἀπὸ τοῦ κηδεμόνες παρῆκται. οὕτω δὲ λέγονται οἱ κατὰ γάμον οἰκεῖοι, οἱ κηδεσταὶ καὶ κηδόμενοι. οἰόθεν: ἀντὶ τοῦ οἴη. πολιήν: γραῦν. μύρεται: κλαίει, θρηνεῖ. ᾗ οὐκ εἰσὶν ἔτʼ ἄλλοι: τοῦτο καὶ πρὸς τὴν Ἀλκιμέδην, ᾗ οὐκ εἰσὶν ἄλλοι παῖδες. ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει: λείπει τὸ οὖσα· ὑπὸ μητρυιᾷ οὖσα κακὴν ζωὴν διάγει. τίθεται γὰρ τὸ βίοτος καὶ ἐπὶ τῆς ζωῆς ὡς νῦν καὶ ἐπὶ τοῦ πλούτου. τὸ δὲ ἡγηλάζει καὶ ἠλάσκει κατὰ τοῦ αὐτοῦ πράγματος κεῖται· δηλοῖ δὲ τὸ ἐπὶ τῷ αὐτῷ τόπῳ διατρίβειν καὶ ἐνέχεσθαι καὶ ἐν αὐτῷ ἀναστρέφεσθαι. ἐπὶ γὰρ τῶν μυιῶν φησιν Ὅμηρος· «αἵτε κατὰ σταθμὸν ποιμνήιον ἠλάσκουσι» καί· «ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει». νέον: νεωστί. ἐστυφέλιξεν: ἀντὶ τοῦ καθήψατο, ἐλύπησεν. ἐκφλύξαι: ἀντὶ τοῦ εἰπεῖν. φλύζειν δὲ κυρίως τοὺς λέβητάς φαμεν καιομένους ἀναβάλλειν τῇ θερμότητι τὸ ὕδωρ. περισπᾶται δὲ τὸ ὀρεχθεῖν ὡς ποιεῖν· ἔστι δὲ μίμημα φωνῆς ἀνάρθρου. Ὅμηρος· «πολλοὶ μὲν βόες ὀρέχθεον». δεῖ δὲ μᾶλλον ἀκούεσθαι ἐπὶ τοῦ στένειν. ὀρεχθεῖ: τραχύνεται. καὶ Ὅμηρος· «ἐν ἄλγεσι θυμὸν ὀρεχθῶν. ἔοικε δὲ τὸ μὲν διὰ τοῦ ο περισπώμενον εἶναι, ὀρεχθῶ, τὸ δὲ διὰ τοῦ ε βαρύτονον, ἐρέχθω. κηδοσύνῃσιν: ταῖς λύπαις ἐνεχομένη. ἐξειπόντος: περιττὴ ἡ ἔξ. ἄκουσα: Ἰωνικῶς. κηδέων: τῶν λυπῶν. ἄλλα δὲ πάντα θρεπτήρια: τὰ μὲν ἄλλα πάντα θρεπτήρια—ἀντὶ τῶν τροφείων—παρὰ σοῦ ἔχω, λοιπὸν δὲ ἐπεθύμουν παρὰ σοῦ περισταλῆναι. τὸ δὲ πέσσειν ἀντὶ τοῦ ἔχειν. Ἀχαιιάδεσσι: ταῖς Θεσσαλαῖς, ἀπὸ Ἀχαιοῦ τοῦ Φθίου. Ὅμηρος· “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί”. ἀγητή: διὰ τὴν σὴν παρουσίαν. δμωὶς ὅπως: ἐν τῇ προεκδόσει κεῖται· “βείομαι οὐλομένοισιν ὀιζυρὴ ἀχέεσσιν” καὶ τὰ ἑξῆς “σεῖο πόθῳ φίλε κοῦρε δυσάμμορος”. σεῖο πόθῳ: διὰ τὴν σὴν ἀπουσίαν. ᾧ ἔπι μούνῳ: ἄρρενι μόνῳ. εἶχεν γὰρ ἀδελφὴν Ἱππολύτην, ὥς φησιν Ἴβυκος. μίτρην πρῶτον ἔλυσα: λύουσι γὰρ τὰς Ζώνας αἱ πρώτως τίκτουσαι καὶ ἀνατιθέασιν Ἀρτέμιδι· ὅθεν καὶ Λυσιζώνου Ἀρτέμιδος ἱερὸν ἐν Ἀθήναις. κινύρετο: ἐθρήνει. κυρίως δὲ κινύρεσθαί ἐστιν ἐπὶ βοὸς καὶ εἴρηται παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. καὶ Ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν παρὰ Ἀπολλοδώρῳ ταύτην, ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν, μετέθηκε τὴν εὕρεσιν τῆς ἐτυμολογίας. ἐπισταδόν: ἐφεστηκυῖαι. τήν γε: τὴν μητέρα. παρηγορέων: παραμυθούμενος. ὧδε λίην: πάνυ τετηρημένως. ἀδύνατον γὰρ μητέρα εἰς τοσοῦτον κίνδυνον ἐξιόντος παιδὸς μὴ κλαίειν. ἐπεὶ οὐ μέν: πρὸς τὸ παρʼ Ὁμήρῳ· “οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο”. ἀλλʼ ἔτι κεν: παρὰ τὸ Ὁμηρικὸν καὶ τοῦτο· “πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα”. ἄροιο: λάβοις. ὅθεν καὶ τὸν Ἄρη τινὲς ἐτυμολογοῦσιν, ἀπὸ τοῦ λαμβάνειν καὶ ἀφελέσθαι ἐν πολέμῳ. ὁ δὲ λόγος· ἐπὶ κακῷ κακὸν ἀποίσῃ. ἀίδηλα: ἀπροόρατα. ἀνιάζουσά περ ἔμπης: ὅτι ὁ πὲρ σύνδεσμος τίθεται πολλάκις ἀντὶ τοῦ γὲ καὶ δή. “μήδʼ οὕτως ἀγαθός περ ἐών” οὕτως Ἀρίσταρχος ἀπέδωκεν “ἀγαθὸς δὴ ὤν”· καί “φυγόντι περ αἰπὺν ὄλεθρον” “φυγόντι δή”. ἢ τὸ ἑξῆς οὕτως· τῶν μοῖραν καίπερ κατὰ θυμὸν ἀνιάζουσα ὅμως τλῆθι φέρειν. συνημοσύνῃσιν: συνθήκαις, συμβουλαῖς. ἔχρη: ὡς τὸ ἔφη καὶ ἔχρη. ἔχρη: ἀντὶ τοῦ· ἐχρησμῴδησε περὶ τῆς ναυτιλίας. ἀτὰρ μετέπειτά γε: ἐπὶ δὲ τοῖς προειρημένοις, τῇ τε Ἀθηνᾷ καὶ ταῖς θεοπροπίαις, ἔτι θάρσει καὶ ἐπὶ τῇ τῶν ἀριστέων ἀρωγῇ τουτέστι βοηθείᾳ. ἀλλὰ σὺ μὲν νῦν αὖθι: παρὰ τὸ Ὁμηρικόν· “ἀλλʼ εἰς οἶκον ἰοῦσα”.
μὴ δʼ ὄρνις ἀεικελίη: πάλιν παρὰ τὸ Ὁμηρικόν· “μηδέ μοι αὐτὴ ὄρνις”. κεῖσε δʼ ὁμαρτήσουσιν ἔται: ἐπὶ Σκυθίαν συνελεύσονται. καὶ τὸ ὁμοῦ τυχεῖν ὁμαρτεῖν φασιν. ἔται δὲ ἀντὶ τοῦ ἑταῖροι. ἔστι δὲ συνώνυμος ἡ λέξις, κατὰ ἀποκοπὴν δὲ ἐξενήνεκται. πρῶτος δὲ Ὅμηρος κέχρηται λέγων “κασίγνητοί τε ἔται τε”. διὸ καὶ κατὰ τὸ πλεῖστον ἐκ πλήρους ἐκφέρεται· “οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι”. προτέρωσε: ἀντὶ τοῦ εἰς τοὔμπροσθεν· “οὐδʼ ἄρα μοι προτέρω νῆες κίον”. οἷος δʼ ἐκ νηοῖο: οἰκεία ἡ παραβολή· ὅ τε γὰρ Ἰάσων νέος καὶ ὁ Ἀπόλλων νέος. Δῆλος μία τῶν Κυκλάδων νήσων, ἱερὰ Ἀπόλλωνος, ἣ πρὶν μὲν ἄδηλος, ὕστερον δὲ Ἀστερία διὰ τὸ σχῆμα, πάλιν δὲ Ὀρτυγία ἀπὸ τῆς ἀδελφῆς τῆς Λητοῦς. ἠὲ Κλάρον: τόπος τῆς Κολοφῶνος ἀνιερωμένος Ἀπόλλωνι καὶ χρηστήριον ἔχων τοῦ θεοῦ, ὑπὸ Μαντοῦς τῆς Τειρεσίου θυγατρὸς καθιδρυμένον ἢ ὑπὸ Κλάρου τινὸς ἥρωος, ὡς Θεόπομπος. Νεάνθης δέ φησιν, ὅτι κατὰ κλῆρον ὁ Ἀπόλλων ἔλαχε τὴν πόλιν καὶ ἀπὸ τοῦ κλήρου οὕτως αὐτὴν ὠνομάσθαι· ἢ διὰ τὸ αὐτόθι κληρώσασθαι Ποσειδῶνα Δία Ἅιδην. οἱ δὲ τὴν Θηβαΐδα γεγραφότες φασίν, ὅτι ὑπὸ τῶν Ἐπιγόνων ἀκροθίνιον ἀνετέθη Μαντὼ ἡ Τειρεσίου θυγάτηρ εἰς Δελφοὺς πεμφθεῖσα, καὶ κατὰ χρησμὸν Ἀπόλλωνος ἐξερχομένη περιέπεσε Ῥακίῳ τῷ Λέβητος υἱῷ Μυκηναίῳ τὸ γένος. καὶ γημαμένη αὐτῷ—τοῦτο γὰρ περιεῖχε τὸ λόγιον, γαμεῖσθαι ᾧ ἂν συναντήσῃ—ἐλθοῦσα εἰς Κολοφῶνα καὶ ἐκεῖ δυσθυμήσασα ἐδάκρυσε διὰ τὴν τῆς πατρίδος πόρθησιν. διόπερ ὠνομάσθη Κλάρος ἀπὸ τῶν δακρύων. ἐποίησεν δὲ Ἀπόλλωνι ἱερόν. λέγεται δὲ καὶ κρήνην ἀναβλύσαι ἀπὸ τῶν δακρύων Μαντοῦς κατὰ Κλάρον. ὁ δὲ Ῥάκιος οὕτως ὠνομάζετο διὰ τὴν πενιχρότητα καὶ κακοειμονίαν. ὀνομάζεται δὲ καὶ Λάκιος· συγγενὲς γὰρ τὸ λ τῷ ρ, ὡς ὑδρηλοὶ ἀντὶ τοῦ ὑδρηροί. κεκλομένων: πάντων ὁμοῦ κελευομένων καὶ ἐπευφημούντων. τῷ δὲ ξύμβλητο: τοῦτο σύμβολον πρὸς τὸ καταγωνίσασθαι τὸν ἆθλον, ὅτι τε πρεσβυτέρα καὶ ὅτι ἱέρεια. ξύμβλητο: συνήντησεν. πολιηόχου: τῆς φυλασσούσης τὰς πόλεις. ἐν δὲ τῷ πολιήοχος ἐπεντέθη τὸ η. ἀρήτειρα: ἱέρεια. καί μιν δεξιτερῆς: γράφεται καὶ οὕτως χειρὸς κύρεν, ἵνʼ ᾖ· καὶ αὐτοῦ τῆς δεξιᾶς χειρὸς ἔθιγεν. οὐδέ τι φάσθαι: προσληπτέον τὸν καί· ὅμως δὲ καὶ λαλῆσαι προθυμουμένη οὐκ ἔφθασε. τὸ γὰρ ἔμπης νῦν ἀντὶ τοῦ ὅμως. δειδέχατʼ: ἐδεξιοῦντο ἢ προσεδέχοντο. προμολῇς: ταῖς προόδοις. ἢ γράφεται προμολὼν ἀντὶ τοῦ προελθὼν ἐπέστη. καταβλώσκοντας: κατερχομένους, καταμολίσκοντας. τὸ β ἀντὶ τοῦ μ· συγγενῆ γὰρ τὼ βπ τῷ μ. ὅθεν καὶ ὁ ψωμὸς βλωμὸς ἀπὸ τοῦ βλώσκειν διὰ τοῦ λαιμοῦ, ὅ ἐστι κατέρχεσθαι, καὶ πίτυν βλωθρὴν Ὅμηρος τὴν ἄχρι τοῦ αἰθέρος μολίσκουσαν. παρὲκ νόον: παρὰ γνώμην. δέρμα δʼ ὁ μέν: σύνηθες τοῖς ἥρωσι δέρματα φορεῖν. αὐτὰρ ὅ: ὁ Ἄκαστος. παρασχεδόν: παραχρῆμα. ἀιδνή: σκοτεινή. ἐυστείρης: εὐτρόπιδος. οἰήια δὲ τὰ πηδάλια οἷον οἰήσια, ἐπειδὴ οἰήσεως χρεία τῷ κυβερνήτῃ. οἱ δὲ γλωσσογράφοι τοὺς οἴακας. ἔρυσθαι: φυλάττειν. λάιγγας: λίθους. ὀχλίζοντες: κινοῦντες. νήεον αὐτόθι: ᾠκοδόμουν, κατεσκεύαζον, ἀπὸ τῆς τῶν λίθων συνθέσεως, ἥ ἐστι νῆσις. ἢ ἐσώρευον· ἔνθεν καὶ ναῦς, ἐν ᾗ σωρεύεται ὁ φόρτος. νηόν: γράφεται βωμόν. ἐπάκτιος ὁ ἐν τῇ ἀκτῇ τιμώμενος. τείως δʼ αὖτʼ ἀγέληθεν ἐπιπροέηκαν: ἐν τοσούτῳ, ἐν ὅσῳ ταῦτα ἐποίουν. ἡ δὲ πρὸ πρόθεσις νῦν ἐστι τόπου δηλωτική, ἀντὶ τοῦ εἰς τοὔμπροσθεν, ὡς τό “ἐκ δʼ ἄγαγε πρὸ φόωσδε”. δύω βόε: εἰκότως ἐπὶ δυσὶ προσηγορίαις “Ἀκτίου Ἐμβασίου τε” δύο βοῦς ἄγουσιν. κουρότεροι: ἐπεὶ ἴσως ἀεὶ νέος ὁ θεός, καὶ οἱ τῶν ἑταίρων νεώτεροι τὴν θυσίαν ἐπιτελοῦσιν. καὶ Ὅμηρος ἐπὶ τῆς τῶν νέων θυσίας· “κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο”. ἤτοι οὖν συγκριτικῶς ἐστιν ἢ πρωτοτύπως. οὐλοχύτας: οἱ μὲν τὰ κανᾶ, ἐπεὶ διʼ αὐτῶν φέρεται τὰ πρὸς θυσίαν, οἱ δὲ τὰς κριθάς, ἐπειδὴ ὅλας ἔβαλλον ἐν τοῖς βωμοῖς. Αἰσωνίδα: Αἰσωνὶς πόλις τῆς Μαγνησίας ἀπὸ τοῦ πατρὸς Ἰάσονος, ὡς καὶ Πίνδαρός φησι καὶ Φερεκύδης. ἄνυσιν καὶ πείραθʼ ὁδοῖο: ἄνυσιν τὴν ἐνέργειαν· Ὅμηρος· “οὐκ ἀνύω φθονέουσα”. πείραθʼ ὁδοῖο αὐτὸν τὸν πλοῦν καὶ τὸ πέρας τῆς ὁδοῦ. ἐπαίτιος: διὰ τὸ χρησμῳδῆσαι τῷ Πελίᾳ. ῥητορικῶς δὲ ὥσπερ αἰτίῳ γενομένῳ τοῦ πλοῦ τῷ θεῷ καὶ τὸ πᾶν πρᾶγμα ἀνατίθησι ὥσπερ οἰκεῖον. παλίνορσον ἐς Ἑλλάδα: Ἑλλάδα οἱ μὲν τὴν Φθίαν φασὶ συνωνύμως, ἡμεῖς δὲ χώραν ὑπολαμβάνομεν εἶναι Ἑλλάδα, οὐ μέντοι γε τὴν αὐτὴν τῇ Φθίᾳ. Ὀρτυγίην: περὶ τῆς Ὀρτυγίας Φανόδικος ἐν τοῖς Δηλιακοῖς ἱστόρηκεν. καὶ Νίκανδρος ἐν τῷ αʹ τῶν Αἰτωλικῶν ἐκ τῆς ἐν Αἰτωλίᾳ Ὀρτυγίας φησὶ τὴν Δῆλον ὀνομασθῆναι, γράφων τάδε· “οἱ δʼ ἐξ Ὀρτυγίης Τιτηνίδος ὁρμηθέντες. οἱ μὲν τὴν Ἔφεσον, οἱ δὲ τὴν πρότερον Δῆλον καλουμένην, ἄλλοι δὲ τὴν ὁμοτέρμονα Σικελίᾳ νῆσον, … ὅθεν Ὀρτυγίαι πᾶσαι βοῶνται”. καὶ ἡ Δῆλος οὖν οὐχ, ὡς μεμύθευται, ἀπὸ τῆς Ἀστερίας μεταμορφώσεως τῆς Λητοῦς ἀδελφῆς, ἀλλὰ καθὸ πᾶσαι Ὀρτυγίαι ἀποικίαι εἰσι τῆς κατʼ Αἰτωλίαν Ὀρτυγίας. ἐπίβαθρα: ἐπιβατήρια, μισθόν· νυνὶ δὲ τιμὴν ὑπὲρ τοῦ εὐτυχῶς ἐπιβῆναι νῦν πρῶτον τῆς νεώς. προτεθείμεθα: ἀντὶ τοῦ ποιοῦμεν· θεῖναι γὰρ τὸ ποιῆσαι. εὐδιόωντες: εὐδίως πλέοντες. προχύτας: οἱ μὲν τὰς κριθάς, οἱ δὲ τὸ ὕδωρ, ὃ εἰώθασιν ἐμβάλλειν εἰς τὸ οὖς τοῦ ἱερείου ὑπὲρ τοῦ ἐπινεύειν τὸ ἱερεῖον. λείπει δὲ ἡ σύν. ζωσάσθην: ἀντὶ τοῦ ἀνέστησαν. τὸ ζώσασθαι ἀντὶ τοῦ ἀναστῆναι ἢ ἑτοιμασθῆναι. σημαίνει δὲ καὶ τὸ ὁπλίσασθαι. χαλκείῳ πελέκει: Ἀπολλώνιός φησιν ἐν τῷ αʹ τῶν Ὑπομνημάτων τὸν σίδηρον ὑπὸ τῶν ἀρχαίων χαλκὸν λέγεσθαι, ἀγνοῶν ὅτι μηδέπω εὑρεθέντος σιδήρου χαλκῷ ἐχρῶντο, ὡς καὶ Ἡσίοδός φησι· “χαλκῷ δʼ εἰργάζοντο, μέλας δʼ οὐκ ἔσκε σίδηρος”. τένοντας: τὰ νεῦρα, παρὰ τὴν τάσιν. περιρρηδὴς κεράεσσιν: ἐπὶ πρόσωπον μεθʼ ὁρμῆς κατενεχθείς, ἐπιρραγεὶς εἰς τοὔμπροσθεν. ἢ ἀντὶ τοῦ περιφερόμενος, ὡς καὶ παρὰ τῷ ποιητῇ· “περιρρηδὴς δὲ τραπέζῃ κάππεσεν”. Ἀντίμαχος δὲ τὸ κατὰ κύκλον πεσεῖν οὕτω λέγει. νῦν δὲ ἀντὶ τοῦ ἐπενεχθεὶς εἰς τὸ ἔμπροσθεν. περιρρηδής: περιφερής. καλύψαντες πύκα δημῷ: τῷ ἐπίπλῳ, ᾧ ἐνειλοῦσι τὰ ἱερεῖα, ἵνα εὐκαέστατα ὦσι. θηεύμενος: τὸ θηεῖσθαι Ὅμηρος ἐπὶ τοῦ θαυμάζειν τίθησιν· “θηήσαντʼ ἔλαφον”· ὁ δὲ Ἀπολλώνιος ἐπὶ τοῦ βλέπειν. λιγνύν: κάπνον. πορφυρέαις ἑλίκεσσιν: ταῖς τοῦ καπνοῦ συστροφαῖς πορφυριζούσαις, ταῖς τοῦ πυρὸς καμπαῖς καὶ εἰλήσεσιν· ἐναργὴς δὲ ἡ φράσις. κῶας ἄγοντας: ἔδει “ἄγουσιν” εἰπεῖν πρὸς τὸ ὑμῖν. καὶ ὁ ποιητὴς δέ· “αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα”. Ἀσίδος: ἡ Ἀσία ὠνομάσθη ἀπὸ Ἀσίας τῆς Προμηθέως μητρὸς καὶ Ἄτλαντος, οἱ δὲ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν. ὧδε κακοῖς δεδαώς: οὐκ ἐκ τῶν καθόλου, ἀλλʼ ἐκ τῶν ἐμοὶ βλαβερῶν. ὑπέρβατον δέ ἐστι καὶ πλεονάζει ὁ καὶ σύνδεσμος, λείπει δὲ ἡ ἐξ πρόθεσις, καὶ ἡ πτῶσις ἐνήλλακται, δοτικὴ ἀντὶ γενικῆς. ἔστι δὲ καὶ τὸ ῥῆμα συντελικόν, ἀντὶ τοῦ ἐξῆλθον. ὁ δὲ λόγος οὕτως· ἔμπροσθεν ἐκ κακῶν οἰωνῶν ἐγνωκὼς τὸν ἐμαυτοῦ μόρον ἐξῆλθον ἐκ τῆς πατρίδος, ἵνα ὑμῖν συμπλεύσας κλέος ἀπενέγκωμαι. ὄφρʼ ἐπιβαίην: ὑπέρβατόν ἐστι. τὸ δὲ ἑξῆς· ὄφρʼ ἐπιβαίην νηός, ἐπιβάντι δὲ τῆς νηὸς ἡ εὐδοξία τοῖς οἴκοις λίποιτο. σταθερόν: ἀντὶ τοῦ καυματηρὸν καὶ θερμόν· λέγει δὲ τὴν μεσημβρίαν ἐκ τοῦ συμβαίνοντος, ἐπειδὴ μεσουρανήσας ὁ ἥλιος θερμαίνει πάντα διὰ τὸ πανταχόθεν ἐπίσης ἀπέχειν τῶν ὑποκειμένων· ἢ διὰ τὸ ἑστηκέναι, ἧττον γὰρ δοκεῖ τότε κινεῖσθαι ὁ ἥλιος. πολιοῦ: διὰ τὸ λευκαίνεσθαι ὑπὸ τῶν κυμάτων κλυζόμενον. φυλλάδα δὲ τὴν στιβάδα τῶν φύλλων. λαρόν: παρὰ τὸ λίαν ἀρηρὸς ἢ παρὰ τὸ λῶ τὸ θέλω πεποίηται. Ἡσίοδος δέ φησι “λαροῖς ποσίν” τοῖς κατʼ ὄψιν ἡδέσιν. λαρόν: ἡδύ. ἐψιόωνται: παρὰ τὴν ἐψίαν, ἥ ἐστι διὰ λόγων παιδιά, οἷον ἐπεσία τις οὖσα παρὰ τὸ ἔπος. διὸ καὶ ψιλοῦται. ὅτε δὲ δασύνεται, ἀντὶ τοῦ ἀκολουθοῦσιν. ἐψιόωνται: διὰ λόγου μετριάζουσιν. ἄατος: ἡ ἄγαν βλαπτική· τὸ γὰρ α τὸ πρῶτον ἐπίτασίς ἐστιν, ὡς ἀχανὲς καὶ ἀτενές. πορφυρέεσκεν: ἀντὶ τοῦ κατὰ βάθους ἐνεθυμεῖτο· πορφύρα γάρ ἐστιν εἶδος ἰχθύος ἐν βάθει εὑρισκόμενον. ἢ ἀντὶ τοῦ ἐμερίμνα καὶ τὸν τῆς γῆς καὶ τὸν τῆς θαλάσσης κίνδυνον. ὑποφρασθείς: θεωρήσας. Ζεὺς τόσον: περὶ τοῦ Κύκλωπος Ὅμηρος· “οὐδʼ ἂν ἐγὼ Διὸς ἄχθος ἀλευάμενος πεφιδοίμην”. διὰ τούτων δὲ αὐτοῦ ἡ ὑπερηφανία δηλοῦται. καὶ Ὅμηρος δὲ ἀσεβῆ αὐτὸν λέγει· “καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον”. τοῖον μʼ Ἀρήνηθεν: Ἀρήνη πόλις Πελοποννήσου· νῦν δὲ Ἔρανα λέγεται, ὥς φησι Πείσανδρος. φησὶ δὲ ὑπερηφάνως, ὡς οὐ φέρεις με σύμπλουν, ἀλλὰ βοηθόν. χαλίκρητον: τὸν ἄκρατον, τὸν χαλῶντα τὰς φρένας. Ἀθηναῖοι δὲ τὸν ἄκρατον χάλιν λέγουσιν. Αἰσχύλος δὲ καὶ τὰς Βάκχας χαλιμάδας φησὶ λέγεσθαι. Ἴδμων δὲ καί: οἰκείως τὸν Ἴδμονα ὡς μάντιν ὄντα ποιεῖ ἐναντιούμενον τῷ Ἴδᾳ ἐχθρῷ ὄντι Ἀπόλλωνι. ζωρόν: τὸ ἄκρατον. οἰδάνει: ἐπαίρει, μετεωρίζει, θρασύνει· ἡ δὲ μεταφορὰ ἀπὸ τῆς θαλάσσης, ὅταν ἄρξηται μετεωρίζεσθαι. οἰδάνει: ἀναπείθει. ἐπιφλύειν: ὑβρίζειν, φλυαρεῖν. τὸ ἐπιφλύειν ἀντὶ τοῦ φλυαρεῖν καὶ λοιδορεῖν. Ἀλωιάδας: τὴν περὶ τούτων ἱστορίαν καὶ Ὅμηρος οἶδεν. Ἐρατοσθένης δὲ γηγενεῖς αὐτούς φησι, διὰ δὲ τὸ ἀνατετράφθαι ὑπὸ τῆς Ἀλωέως γυναικὸς μυθευθῆναι ὡς Ἀλωέως εἰσὶν υἱοί. Ἡσίοδος δὲ Ἀλωέως καὶ Ἰφιμεδείας κατʼ ἐπίκλησιν, ταῖς δὲ ἀληθείαις Ποσειδῶνος καὶ Ἰφιμεδείας ἔφη, καὶ Ἄλον πόλιν Αἰτωλίας ὑπὸ τοῦ πατρὸς αὐτῶν ἐκτίσθαι, ἧς Ὅμηρος μνημονεύει· “οἵ τʼ Ἄλον εἶχον”. Ἀλωιάδας: τοὺς Ἀλωέως. οὐδʼ ὅσον: οὐδὲ ὀλίγον. ἐκ δʼ ἐγέλασσε: καὶ τοῦτο κουφότητος σημεῖον, εἴγε καὶ Ἰσοκράτης φησί· “μήτε γέλωτα προπετῆ στέργε”. κερτομίοισιν: εἰρωνευτικοῖς, τὸ κέαρ τέμνειν καὶ λυπεῖν δυναμένοις. ἐπιλλίζων δὲ τοῖς ὀφθαλμοῖς ἐπιμωκώμενος· ἔπιλλοι γὰρ οἱ στραβοί. ἐπιλλίζων: ἀγρίως βλέπων. ἄγρει νυν: διʼ ἀμφοτέρων ἐπισκώπτει τὸν Ἴδμονα, πρῶτον μὲν ὡς ἀτεχνῆ μάντιν, δεύτερον δὲ ὡς μέγα φρονοῦντα ἐπὶ Ἀπόλλωνι τῷ πατρὶ ὡς μέγα δυναμένῳ τοὺς αὐθάδεις καθαιρεῖν. τοῦτο δὲ μετὰ ἀπειλῆς δρᾷ λοιδορῶν. ἐνίσπε: ἔνειπε. πατὴρ τεός: Ἀπόλλων. τὸ δὲ χρειὼ δηλοῖ καὶ τὸ κατὰ χρείαν καὶ μοῖραν λεγόμενον καὶ τὸ μέλλον. χρειώ: μαντείαν. χρειὼ θεσπίζων μεταμώλιον: μεταμελείας ἄξιον. γράφεται δὲ καὶ μεταμώνιον, ὅ ἐστι μάταιον, μετὰ ἀνέμων φερόμενον. ἀπὸ γενικῆς πληθυντικῆς γίνεται κτητικὸς τύπος εἰς ος τῷ ι παραληγόμενος, οἷον ἄλλων ἀλλώνιος, ἀνέμων ἀνεμώνιος. χώετʼ ἐνιπτάζων: ἐχολοῦτο καὶ ὠργίζετο κακολογῶν καὶ μεμφόμενος. λαιῇ: κατʼ εὐφημισμὸν τῇ ἀριστερᾷ. πείραζεν δὲ ἀντὶ τοῦ ἥρμοττεν. περιττὴ δὲ ἡ ἀνά· τὸ γὰρ ἑξῆς· καὶ Ὀρφεὺς δέ. εἰ μὴ ἄρα ἐκ τῆς ἀνά τὸ ἀναστὰς λέγει· ἀναστὰς δὲ καὶ ὁ Ὀρφεύς. τοῦτο δὲ ποιεῖ, ἵνα τὰς στάσεις καὶ τὰς φιλονεικίας τῇ ἑαυτοῦ μουσικῇ καταπαύσῃ. ἤειδεν δʼ ὡς γαῖα: τὴν πρώτην σύγχυσιν τῶν στοιχείων ᾄδειν βούλεται, ὡς ἔκ τινος φιλονεικίας τὸ ἴδιον ἕκαστον μετέσχεν καὶ τάξιν ἔλαβεν. οἰκεία δὲ καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἡ ᾠδή, ὅτι πρέπον ἐστὶ τῆς μάχης παύσασθαι καὶ εἰς τὴν οἰκείαν διάθεσιν ἐπανιέναι. νείκεος ἐξ ὀλοοῖο: Ἐμπεδοκλῆς φησιν, ὅτι συγκεχυμένων ἁπάντων τὸ πρότερον νεῖκος καὶ φιλία παραπεμφθέντα τὴν διάκρισιν ἐποιήσαντο, χωρὶς δὲ τούτων οὐδὲν δύναται γενέσθαι· ᾧ ἕπεται, ὡς εἰκός, καὶ Ἀπολλώνιος. ὁ δὲ Θαλῆς ἀρχὴν ὑπεστήσατο πάντων τὸ ὕδωρ, λαβὼν παρὰ τοῦ ποιητοῦ λέγοντος· “ἀλλʼ ὑμεῖς πάντες ὕδωρ καὶ γαῖα γένοισθε”. καὶ Ζήνων δὲ τὸ παρʼ Ἡσιόδῳ χάος ὕδωρ εἶναί φησιν, οὗ συνιζάνοντος ἰλὺν γίνεσθαι, ἧς πηγνυμένης ἡ γῆ στερεμνιοῦται· τρίτον δὲ ἔρωτα γεγονέναι καθʼ Ἡσίοδον, ἵνα τὸ πῦρ παραστήσῃ· πυρωδέστερον γὰρ πάθος ὁ ἔρως. Ἀναξαγόρας δὲ μύδρον εἶναι τὸν ἥλιόν φησιν, ἐξ οὗ τὰ πάντα γίνεσθαι. διὸ καὶ Εὐριπίδης γνώριμος αὐτῷ γεγονώς φησι χρυσέαν βῶλον τὸν ἥλιον εἶναι. τὴν δὲ σελήνην ὁ αὐτὸς Ἀναξαγόρας χώραν πλατεῖαν ἀποφαίνει, ἐξ ἧς δοκεῖ ὁ Νεμεαῖος λέων πεπτωκέναι. οὔρεα: Δοῦρίς φησι τοὺς ὑπὸ τῶν Γιγάντων κατενεχθέντας λίθους, τοὺς μὲν εἰς τὴν θάλασσαν πεσόντας γενέσθαι νήσους, τοὺς δὲ εἰς τὴν γῆν ὄρη. Δικταῖον: τὸ Κρητικόν, ἔνθα ἀνετράφη ὁ Ζεύς, ὡς καὶ Καλλίμαχος ἱστορεῖ. τοὶ δʼ ἄμοτον: ἀντὶ τοῦ ἀμότως καὶ ἀκορέστως. ὁ δὲ νοῦς· λήξαντος δὲ τῆς ᾠδῆς ἀπλήρωτοι αὐτῆς ὄντες ἔτι προετετάκεισαν τὰς κεφαλὰς ἀνατετακότες τὰ ὦτα καὶ ἠρεμοῦντες ἐν ἡσυχίᾳ· τοιαύτῃ ἡδονῇ συνείχοντο. τοῖόν σφιν: τοιαύτην ἐπέθηκεν ἡδονὴν τοῖς ἀκούουσιν αὐτοῦ. οὐδʼ ἐπιδὴν μετέπειτα: οὕτως ἀναστρεπτέον τὴν φράσιν· ἔπειτα οὐκ ἐπιδὴν οὐδὲ μετὰ χρόνον κεράσαντες, ἀντὶ τοῦ εὐθέως καὶ μετολίγον. ἡ θέμις: ὅτι ἔθος ἦν τοῖς παλαιοῖς κρατῆρα κιρνᾶν, ὅτε μέλλοιεν καθεύδειν, καὶ τὰς γλώσσας τῶν ἱερείων ἐπιθύειν τῷ Ἑρμῇ καὶ ἐπισπένδειν οἶνον. καὶ ἴσως φυσικῶς. ἐπεὶ γὰρ Ἑρμῆς λόγος εἶναι παραδέδοται, ὄργανον δὲ αὐτοῦ ἡ γλῶσσα, ἥτις ὕπνου ἐπιπεσόντος ἠρεμεῖ, εἰκότως τῷ Ἑρμῇ αὐτὴν θύουσιν. καὶ Ὅμηρος “ἀλλʼ ἄγε τάμνετε γλώσσας” ἀντὶ τοῦ παύετε τοὺς λόγους. ἡ θέμις ἐστί: Διευχίδας ἐν τοῖς Μεγαρικοῖς ἱστορεῖ, ὅτι Ἀλκάθους ὁ Πέλοπος διὰ τὸν Χρυσίππου φόνον φυγαδευθεὶς ἐκ τῶν Μυκηνῶν ἤρχετο κατοικήσων εἰς ἑτέραν πόλιν. ὡς δὲ περιέπεσε λέοντι λυμαινομένῳ τὰ Μέγαρα, ἐφʼ ὃν καὶ ἕτεροι ἦσαν ἀπεσταλμένοι ὑπὸ τοῦ βασιλέως τῶν Μεγάρων, καταγωνίζεται τοῦτον καὶ τὴν γλῶτταν αὐτοῦ εἰς πήραν θέμενος ἤρχετο πάλιν εἰς τὰ Μέγαρα. καὶ ἀπαγγελλόντων τῶν ἀπεσταλμένων ἐπὶ τὴν θήραν, ὅτι αὐτοί εἰσιν οἱ κατηγωνισμένοι, προσκομίσας τὴν πήραν ἤλεγξεν αὐτούς. διόπερ θύσας τοῖς θεοῖς ὁ βασιλεὺς τὸ τελευταῖον τὴν γλῶσσαν ἐπέθηκεν τοῖς βωμοῖς, καὶ ἀπὸ τότε ἔθος τοῦτο διέμεινε Μεγαρεῦσι. Φιλόχορος δὲ ἐν τῷ Περὶ θυσιῶν φησιν, ὅτι τὸ κάλλιστον τοῦ σώματος καὶ πρωτεῦόν ἐστι. καὶ Ὅμηρος· “γλώσσας δʼ ἐν πυρὶ βάλλον”. ἐν δὲ τῇ προεκδόσει μετὰ τοῦτο γέγραπται· “ἦμος δὲ τριτάτη φάνη ἠὼς τῇδʼ ἐπὶ νυκτί βουθύσιον Ἑκάτοιο καταυτόθι δαινυμένοισι, τῆμος ἂρ ἐκ Διόθεν πνοιὴ πέσεν, ὦρτο δὲ Τῖφυς κεκλόμενος βαίνειν ἐπὶ σέλμασι. τοὶ δʼ ἀίοντες … ” ἑξῆς δὲ τῶν ἐκκειμένων “σμερδαλέον δὲ λιμήν”. ἐπισπέρχουσα: προτρεπομένη. ἐν γάρ οἱ δόρυ: πιθανῶς ἐκ τῆς Δωδωνίδος φησὶ δρυὸς τὸ ξύλον εἶναι ἐν τῇ Ἀργοῖ τὸ φωνῆεν, ἐπεὶ καὶ αὕτη ἐφθέγγετο, ὥς φησιν Ὅμηρος· “ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο βουλὴν ἐπακούσοι.” οἱ δʼ ἀνὰ σέλματα: τὰς τῶν ἐρετῶν καθέδρας, τὰ σελιδώματα. καθόλου δὲ τὸ πλατὺ ξύλον σέλμα λέγεται καὶ σελίδωμα, ὅθεν καὶ τὰς σελίδας τῶν ῥαψῳδιῶν διὰ τὸ πλάτος φαμέν. ἔντεσιν: νῦν ταῖς κώπαις. ποσσὶν ὑπεκλύσθη: καὶ αὐτῷ ἐπικαθεσθέντι κάτωθεν παρὰ τοῖς ποσὶ μᾶλλον ἐπεκλύσθη ἡ τρόπις τῆς νεὼς καὶ ἐν βάθει τῆς θαλάσσης ἐγένετο τῷ βάρει τοῦ ἥρωος. ἣ ἐνὶ Πυθοῖ ἤ που ἐν Ὀρτυγίῃ: ἐν τῇ Δήλῳ. τὸ δὲ ἑξῆς οὕτως· καθάπερ ἠίθεοι ἐν Δελφοῖς ἢ ἐν Δήλῳ ἢ ἐπὶ Ἰσμηνῷ περὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος χορὸν στήσαντες πρὸς τὸ τῆς κιθάρας μέλος ἡρμοσμένως τὴν γῆν κροτοῦσι τοῖς ποσίν, οὕτω καὶ οὕτοι τῇ τοῦ Ὀρφέως κιθάρᾳ κηλούμενοι σφοδρότερον πρὸς τὴν κωπηλασίαν ᾔεσαν. τὸ δὲ ἑξῆς ὁμαρτῇ ῥήσσωσιν. ἡ δὲ ὑπὸ πρόθεσις παρῆκται ὡς παρʼ Ὁμήρῳ “ὑπαὶ πόδα νείατον Ἴδης.” Ἰσμηνοῖο: Ἰσμηνὸς ποταμὸς Βοιωτίας, ἐφʼ ᾧ Ἰσμηνίου Ἀπόλλωνος ἱερόν. ἐπὶ δὲ ῥόθια κλύζοντο: ἀντὶ τοῦ· ἐπεκλύζοντο δὲ τὰ κύματα. ἀφρῷ: ἀντὶ τοῦ μετὰ ἀφροῦ. κήκιεν ἅλμη: ἀνεδίδοτο καὶ ἀνεπήδα ἑκατέρωθεν τῆς νεὼς ἡ θάλασσα. μορμύρουσα: δεινῶς ταρασσομένη καὶ κινουμένη φοβερῶς. ἐν δὲ τῇ προεκδόσει· “μορμύρουσα τυπῇσιν ἐρισθενέων μένει ἀνδρῶν”.
στράπτε δʼ ὑπʼ ἠελίῳ: εἰς κόσμον τῆς νεὼς εἰώθασιν ὅπλα περιτιθέναι. μακραὶ δʼ αἰὲν ἐλευκαίνοντο: ὁ νοῦς· ἐλευκαίνετο δὲ τὸ ὕδωρ καθάπερ ἀτραπὸς διὰ χλοηφοροῦντος πεδίου. ἢ ἄλλως· ὡς δήλη ἐστὶν ἡ ὁδὸς πεδίου μεταξὺ χλοηφόρου, οὕτω καὶ ὁ τύπος τῆς νεὼς ἐφαίνετο. ἡμιθέων ἀνδρῶν: διὰ τούτου ἐβεβαιώσατο καὶ τοὺς θεοὺς σκοπεῖν καὶ θαυμάζειν τὸν πλοῦν· οὐ γὰρ ἁπλῶς τινες ναῦται ἦσαν, ἀλλʼ ἡμίθεοι. τὸ δὲ νῆα πρὸς πᾶν θαῦμα κεῖται ὑπὸ Ἀθηνᾶς εἰργασμένης. Ἀθηναίης Ἰτωνίδος: Ἰτωνίας Ἀθηνᾶς ἐστιν ἱερὸν ἐν Κορωνείᾳ τῆς Βοιωτίας. ὁ μέντοι Ἀπολλώνιος οὐκ ἂν λέγοι τὴν Ἀθηνᾶν ἐπὶ κατασκευῇ τῆς Ἀργοῦς ἀπὸ τῆς ἐν Κορωνείᾳ ἐπικλήσεως, μᾶλλον δὲ ἀπὸ Θεσσαλικῆς Ἰτωνίας, περὶ ἧς Ἑκαταῖος μὲν ἐν τῇ αʹ τῶν Ἱστοριῶν λέγει· Ἀρμενίδας δὲ ἐν τοῖς Θηβαϊκοῖς Ἀμφικτύονος υἱὸν Ἴτωνον ἐν Θεσσαλίᾳ γεννηθῆναι, ἀφʼ οὗ Ἴτων πόλις καὶ Ἰτωνὶς Ἀθηνᾶ. μέμνηται καὶ Ἀλέξανδρος ἐν τῷ αʹ τῶν Κορίννης ὑπομνημάτων. Τριτωνίδος: γράφεται Ἰτωνίδος. πολιῇ δʼ ἐπὶ κύματος ἀγῇ: τῷ αἰγιαλῷ, ἔνθα τὰ κύματα περιάγνυται. Σουίδας δὲ ἐν Θεσσαλικοῖς φησιν Ἰξίονος υἱὸν εἶναι Χείρωνα ὥσπερ καὶ τοὺς λοιποὺς τῶν Κενταύρων. ὁ δὲ τὴν Γιγαντομαχίαν ποιήσας φησίν, ὅτι Κρόνος μεταμορφωθεὶς εἰς ἵππον ἐμίγη Φιλύρᾳ τῇ Ὠκεανοῦ, διόπερ καὶ ἱπποκένταυρος ἐγεννήθη Χείρων. τούτου δὲ γυνὴ Χαρικλώ. εἰκότως δὲ παρεισήνεγκεν εἰκόνα τοῦ Χείρωνος, καὶ ὅτι φιλάνθρωπος δικαιότατός τε Κενταύρων, καὶ διὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν Ἰάσονα· παρʼ αὐτοῦ γὰρ ἔμαθε τὴν ἰατρικήν, ὅθεν καὶ Ἰάσων ἐκλήθη, παρὰ τὴν ἴασιν. τέγγε: ἔβρεχε. ἐπωλένιον φορέουσα: ἐπὶ χειρὸς ἔχουσα. Πηλείδην Ἀχιλῆα: ἠκολούθησεν Ἀπολλώνιος τοῖς μεθʼ Ὅμηρον ποιηταῖς ὑπὸ Χείρωνος λέγων τὸν Ἀχιλλέα τραφῆναι. διαπεφωνήκασι δέ τινες καὶ περὶ τῆς Ἀχιλλέως μητρός, καθάπερ Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ δευτέρῳ τῶν Νόστων, κατὰ λέξιν λέγων· “Σουίδας γὰρ καὶ Ἀριστοτέλης ὁ περὶ Εὐβοίας πεπραγματευμένος καὶ ὁ τοὺς Φρυγίους λόγους γράψας καὶ Δαΐμαχος καὶ Διονύσιος ὁ Χαλκιδεὺς οὐ τὴν περὶ Ἀχιλλέως διεσπαρμένην ἀφείκασιν μένειν ἐπὶ χώρας δόξαν, ἀλλὰ τοὐναντίον οἱ μὲν ἐκ Θέτιδος αὐτὸν νομίζουσι γεγονέναι τῆς Χείρωνος, Δαΐμαχος δὲ ἐκ Φιλομήλας τῆς Ἄκτορος”. περιηγέα: τὴν καμπὰς ἔχουσαν. μεσόδμη: ἡ ἱστοθήκη, ὅπου τίθεται ὁ ἱστὸς καὶ κλίνεται. πρότονοι οἱ ἀπὸ τοῦ ἱστοῦ ἐκτεινόμενοι κάλοι ἐπὶ πρώραν καὶ πρύμναν. ἠλακάτη τὸ τοῦ ἱστοῦ λεπτότατον καὶ ἀνώτατον, ὑπὲρ ὅ ἐστι τὸ καρχήσιον. ἕως οὖν, φησί, τοῦ ἄκρου τοῦ ἱστοῦ ἀνείλκυσαν τὰ ἄρμενα. διακριδὸν δὲ διόλου ἢ διατεταμένως. περόνῃσι δὲ τοῖς πασσάλοις τοῖς κατὰ τὰ σανιδώματα καὶ τοὺς τῆς νεὼς τοίχους, ἐφʼ ὧν τὰ τοῦ ἀρμένου σχοινία δεσμεύουσιν. ἐπʼ ἰκριόφιν: τὸ ἴκριον τοῦ ἱστοῦ μέρος. φησὶ δὲ Ἐρατοσθένης ἐν τῷ Ἀρχιτεκτονικῷ· “ἱστός· πτέρνη, καρχήσιον, θωράκιον, ἠλακάτη, κεραία, ἴκριον”. βέλτιον δὲ νοεῖν ἴκριον τὴν καλουμένην κεραίαν, ἧς τὰ ἄκρα ἀκροκέραια. κάλωες δέ, διʼ ὧν στέλλεται τὸ ἱστίον, διὰ κρίκων διειλημμένοι. τούτων δὲ οἱ κάλοι, οἷς κατάγεται τὸ ἱστίον, μέσουροι λέγονται, οἱ δὲ ἑλκόμενοι εἰς πρώραν καὶ πρύμναν ἐξ ἑκατέρου μέρους τοῦ ἱστοῦ πρότονοι, οἱ δὲ κατὰ τὰς γωνίας πόδες· ἑξῆς τούτων πρόποδες, μεθʼ οὕς εἰσιν οἱ τέρθριοι λεγόμενοι, εἶτα μέσοι. ἠλακάτη δὲ τὸ ἀνώτατον τοῦ ἱστοῦ μέρος, ὥς φησιν Ἐρατοσθένης. κάλωας ἀπʼ εὐθείας τῆς κάλως κατὰ Ἀττικούς. Τισαίη ἀκρωτήριον Θεσσαλίας ἢ Μαγνησίας, τινὲς δὲ τῆς Θεσπρωτίας. εὐθήμονι: εὖ διατεθειμένῃ, εὐρύθμῳ, εὐποιήτῳ· θεῖναι γὰρ τὸ ποιῆσαι. νηοσσόον: τὰς ναῦς σώζουσαν. νηοσσόον δέ φησι τὴν Ἄρτεμιν ἢ διὰ τὸ σώζειν τὰς ναῦς ἢ διὰ τὸ σεύειν καὶ κινεῖν αὐτάς. Ἄρτεμιν: τὴν Ἄρτεμιν ὑμνεῖ διὰ τὸ τὸν τόπον ἱερὸν αὐτῆς εἶναι. ἄπλετοι: ἀπροσπέλαστοι, μεγάλοι. διασκαίροντες δὲ διαψαίροντες, νηχόμενοι. διὰ δὲ τοῦ ἄμμιγα παύροις τὸ τοῦ μέλους θελκτικὸν σημαίνει, οἱονεὶ μηκέτι αὐτοὺς βλάπτοντες, ἀλλὰ μεθʼ ἡσυχίας ἑπόμενοι. ὁ δέ τʼ εἶσι πάρος: προπορεύεται ὁ ποιμήν. νόμιον μέλος: ποιμενικόν, παρὰ τοὺς νομέας. ἢ νόμιον μέλος ὕμνος παρὰ τοῖς ἀρχαίοις οὕτω λεγόμενος. ἠερίη πολυλήιος: ἡ Θεσσαλία παρὰ τὸ μέλαιναν εἶναι τὴν γῆν· οὕτω γὰρ καὶ τὴν Αἴγυπτον Ἠερίαν φασίν. ἢ ἠερία ἀντὶ τοῦ πρωία ἀπὸ τοῦ ἦρι. Πελασγῶν: τῶν Θεσσαλῶν ἀπὸ Πελασγοῦ τοῦ Ἰνάχου, ἢ ἀπὸ Πελασγῶν ἔθνους βαρβαρικοῦ οἰκήσαντος τὴν Θεσσαλίαν καὶ τὸ Ἄργος, ἢ ἀπὸ Πελασγοῦ τοῦ Ποσειδῶνος υἱοῦ καὶ Λαρίσης. Στάφυλος δὲ ὁ Ναυκρατίτης Πελασγόν φησιν Ἀργεῖον τὸ γένος μετοικῆσαι εἰς Θεσσαλίαν καὶ ἀπʼ αὐτοῦ Πελασγίαν τὴν Θεσσαλίαν κληθῆναι. ὅτι δὲ καὶ αὐτοὶ οἱ Ἀργεῖοι ἐκαλοῦντο Πελασγοί, Σοφοκλῆς ἐν Ἰνάχῳ φησί· “ … καὶ Τυρσηνοῖσι Πελασγοῖς”. ἐρίπνας: ἀπορρῶγας κολώνας, σπήλαια κρημνώδη. λέγουσι δὲ οὕτως καὶ τὰς οἰκίας ἀπὸ τοῦ ἐρηρεῖσθαι. ἐρίπνη δὲ λέγεται ἐπὶ τοῦ ἀκρωτηρίου παρὰ τὸ ἄγαν πνέεσθαι. Σηπιάς: ἀκρωτήριον ἐν Ἰωλκῷ, οὕτω καλούμενον διὰ τὸ τὴν Θέτιν ἐνταῦθα εἰς σηπίαν μεταβληθῆναι διωκομένην ὑπὸ Πηλέως. εἰναλίη Σκίαθος: ἡ παραθαλασσία. νῆσος γὰρ ἡ Σκίαθος τῆς Θεσσαλίας ἐγγὺς Εὐβοίας, ἧς καὶ Σιμωνίδης μέμνηται. Πειρεσιαὶ δὲ πόλις Μαγνησίας. Μάγνησσα δὲ πόλις τῇ χώρᾳ ὁμώνυμος, ἄγαν εὔδιος καὶ παραθαλάσσιος. Μάγνησσα: τὴν Μαγνησίαν λέγει τὴν κατὰ Θεσσαλίαν. ἔστι γὰρ καὶ ἑτέρα Μαγνησία περὶ Ἔφεσον, ἐκτισμένη ὑπὸ Λευκίππου τοῦ Καρὸς μετοικήσαντος ἐκεῖ σὺν Μάγνησι τοῖς ἐκ Κρήτης. Μάγνησσά θʼ ὑπεύδιος: ὁ νοῦς· οὐ τραχεῖά τις οὐδὲ πετρώδης, ἀλλʼ ὁμαλή τις καὶ εὔδιος. παλιμπνοίῃσιν: ἐναντίαις πνοαῖς. ἔκελσαν: ὥρμισαν. καί μιν κυδαίνοντες: τὸν Δόλοπα. ὁ δὲ Δόλοψ Ἑρμοῦ υἱός, ὃς ἐν Μαγνήσσῃ τῇ πόλει ἀπώλετο καὶ αὐτόθι τάφον παρὰ τῷ αἰγιαλῷ ἔσχεν, ὡς Κλέων ἐν αʹ τῶν Ἀργοναυτικῶν. τοῖς μὲν οὖν κατοιχομένοις ὡς περὶ ἡλίου δυσμὰς ἐναγίζουσι, τοῖς δὲ Οὐρανίδαις ὑπὸ τὴν ἕω, ἀνατέλλοντος τοῦ ἡλίου. ἔντομα δὲ τὰ σφάγια, κυρίως τὰ τοῖς νεκροῖς ἐναγιζόμενα, διὰ τὸ ἐν τῇ γῇ αὐτῶν ἀποτέμνεσθαι τὰς κεφαλάς. οὕτω γὰρ θύουσι τοῖς χθονίοις, τοῖς δὲ οὐρανίοις ἄνω ἀναστρέφοντες τὸν τράχηλον σφάζουσιν· Ὅμηρος· “αὐέρυσαν μὲν πρῶτα”. κεῖαν: ἔθυσαν. λείπει δὲ ἡ παρὰ πρόθεσις, ἵνʼ ᾖ· ἔθυον τῷ Δόλοπι παρὰ τῷ οἴδματι τῆς θαλάσσης. διπλόα: δύο ἡμέρας. ἐλινύεσκον: περὶ τὸ αὐτὸ διέτριβον, ἢ στρευγόμενοι ἢ ἐμποδιζόμενοι τῆς ὁδοῦ. Μελίβοιαν: πόλις Θεσσαλίας. Ὁμόλη ὄρος Θεσσαλίας οὕτω καλούμενον ἢ πόλις Θρᾴκης. οὐδέ τι δηρόν: ὁ λόγος· οὐκ ἔμελλον μετὰ πολὺ παρέρχεσθαι τὰ ῥεύματα τοῦ ποταμοῦ. τὸ δὲ ὑπεκβαλεῖν τὸ παραμεῖψαι τὰ ῥεῖθρα τοῦ Ἀμύρου ποταμοῦ σημαίνει. εὐρυμένας δὲ φάραγγας τὰς εἰς πλάτος ἀνεῳγμένας. Ἄμυρος ποταμὸς Θεσσαλίας ἐκρέων μετὰ τὴν Μελίβοιαν, προσαγορευόμενος ἀπὸ Ἀμύρου τοῦ υἱοῦ Ποσειδῶνος. ἔστι δὲ καὶ πόλις. Ὄσσης: Ὄσσα ὄρος πρὸς τῷ τέλει τῆς Θεσσαλίας, μεθʼ ὃ διαδέχεται ἡ Μακεδονία. κλίτεα δὲ τὰς ἀνακλίσεις τῶν ὀρῶν καὶ βάσεις. Παλλήνη δὲ ὄρος Θρᾴκης καὶ πόλις, ὅθεν ἦν ὁ Πρωτεύς. Καναστραῖον δὲ ἀκρωτήριον τῆς Παλλήνης. Ὄλυμποι δέ εἰσιν ἕξ· Μακεδονίας, Θετταλίας, ἐν ᾧ καὶ Ὀλύμπιά φησιν Ἀπολλόδωρος ἄγεσθαι, καὶ Μυσίας καὶ Λυκίας καὶ Ἀρκαδίας. ἤνυσαν: παρέπλευσαν. ἦρι δὲ νισσομένοισιν: Ἄθως ὄρος τῆς Θρᾴκης ὑψηλότατον. ἡ δὲ διάνοια· ἅμα δὲ τῇ ἡμέρᾳ ὁ Ἄθως αὐτοῖς ἀνεφάνη ἀπέχων τῆς Λήμνου τοσοῦτον, ὅσον ἂν ναῦς πλέουσα ἀπὸ ἠοῦς μέχρι μεσημβρίας πλοῦν διανύσῃ. καὶ τοσοῦτον, φησίν, ἀπέχουσαν τὴν Λῆμνον ὅμως σκιάζει διὰ τὸ ὕψος παρακλίναντος τοῦ ἡλίου· οὐ μόνον δέ, ἀλλὰ καὶ μέχρι Μυρίνης. πόλις δέ ἐστιν ἡ Μυρίνη πρὸς τῷ τέλει τῆς Λήμνου. δίπολις γάρ ἐστιν ἡ Λῆμνος· ἔχει γὰρ Ἡφαιστίαν καὶ Μύριναν. ἐκλήθη δὲ ἀπὸ Μυρίνης τῆς Θόαντος γυναικός, Κρηθέως δὲ θυγατρός. κολώνη: ἀκρώρεια. ἔνδιον: μεσημβρινόν. καὶ ἐσάχρι: περιττὸς ὁ καὶ σύνδεσμος. Σιντηίδα: ἐπιθετικῶς Σιντηὶς ἡ Λῆμνος· Τυρσηνοὶ γὰρ αὐτὴν πρῶτοι ᾤκησαν βλαπτικώτατοι ὄντες. ἢ τὴν ὑπὸ τῶν βαρβάρων οἰκισθεῖσαν· καὶ Ὅμηρος· “ᾤχετο δʼ ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους”. Ἑλλάνικος δέ φησι Σίντιας ὀνομασθῆναι τοὺς Λημνίους διὰ τὸ πρώτους ὅπλα ποιῆσαι πολεμικὰ πρὸς τὸ σίνεσθαι τοὺς πλησίον καὶ βλάπτειν. ἔνθʼ ἄμυδις: αἱ Λήμνιαι γυναῖκες ἐπιπολὺ τῶν τῆς Ἀφροδίτης τιμῶν κατολιγωρήσασαι, καθʼ ἑαυτῶν τὴν θεὸν ἐκίνησαν. πάσαις γὰρ δυσοσμίαν ἐνέβαλεν, ὡς μηκέτι αὐτὰς τοῖς ἀνδράσιν ἀρέσκειν. τῶν δὲ πρὸς Θρᾷκας ἐχόντων πόλεμον καὶ παλλακὰς ἐκεῖθεν αἰχμαλώτους λαμβανόντων καὶ ἀποστραφέντων τὰς γνησίας γαμετὰς κατὰ τὴν τῆς θεοῦ ὀργήν, ἐψηφίσαντο αἱ γυναῖκες νύκτωρ τοὺς ἄνδρας ἀνελεῖν. καὶ οὐ μόνον τοῦτο ἐποίησαν, ἀλλὰ καὶ τὰς αἰχμαλώτους ἀνεῖλον, καὶ δεδοικυῖαι, μὴ οἱ παῖδες ἀνδρωθέντες τιμωρίαν πατρῶν ζητήσωσι λαβεῖν, πᾶν ὁμοῦ τὸ ἄρσεν γένος ἀνεῖλον. ἐπὶ ληιάδεσσι: ταῖς αἰχμαλώτοις. ἔρον: ἀντὶ τοῦ ἔρωτα, Αἰολικῶς διὰ τοῦ ο. ἀντιπέρηθεν: ἐξ ἐναντίας· οὕτω γὰρ κεῖται ἡ Θρᾴκη τῆς Λήμνου. ἄτισσαν: ὅτι ἄτιμον αὐτὴν ἐπὶ πολὺν χρόνον ἐποίησαν. τῶν δὲ ἄλλων ἱστορούντων, ὅτι κατὰ χόλον τῆς Ἀφροδίτης αἱ Λημνιάδες δύσοσμοι ἐγένοντο, Μυρσίλος ἐν πρώτῳ Λεσβιακῶν διαφέρεται καί φησι τὴν Μήδειαν παραπλέουσαν διὰ ζηλοτυπίαν ῥῖψαι εἰς τὴν Λῆμνον φάρμακον καὶ δυσοσμίαν γενέσθαι ταῖς γυναιξίν, εἶναί τε μέχρι τοῦ νῦν κατʼ ἐνιαυτὸν ἡμέραν τινά, ἐν ᾗ διὰ τὴν δυσωδίαν ἀπέχειν τὰς γυναῖκας ἄνδρα τε καὶ υἱεῖς. ἀμφʼ εὐνῇ: λείπει τὸ ζηλοτυπήσασαι. οἴη δʼ ἐκ πασέων: πρῶτον μέν, διότι πατήρ, ἔδωκε τὴν ὀφειλομένην τῷ Θόαντι σωτηρίαν, δεύτερον δὲ διὰ τὴν ἡλικίαν καὶ ὅτι οὐκ αἴτιος ἦν αὐτὸς οὐδὲ συνεργὸς τῆς τῶν ἄλλων Λημνίων ἀσελγείας. ἐς Οἰνοίην ἐρύσαντο: εἴληφε τὴν ἱστορίαν παρὰ Θεολύτου. Σίκινος δέ ἐστι νῆσός τις πρὸ τῆς Εὐβοίας, τὸ πρότερον Οἰνοίη καλουμένη διὰ τὸ εἶναι αὐτὴν ἀμπελόφυτον. μνημονεύει δὲ τῆς μετονομασίας Ξεναγόρας λέγων ὅτι μετωνομάσθη ἀπὸ Σικίνου τοῦ υἱοῦ Θόαντος καὶ νύμφης Οἰνηίδος. ὅτι δὲ ἐνθάδε Θόας ἐσώθη καὶ Κλέων ὁ Κουριεὺς ἱστορεῖ καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, δεικνὺς ὅτι παρὰ Κλέωνος τὰ πάντα μετήνεγκεν Ἀπολλώνιος. ἐπακτῆρες: ἀντὶ τοῦ ἁλιεῖς. ἐπὶ νήσου κυνηγοὺς οὐ δεῖ λέγειν. τόν: Σίκινον. ταῖσι δὲ βουκολίαι: λοιπὸν γὰρ διὰ τὸ ἀνδρῶν πολὺν χρόνον στερίσκεσθαι τὴν νῆσον, ἡ πεῖνα αὐτὰς καὶ εἰς ἀνδρεῖον μετέβαλεν βίον καὶ ἐπιτήδευμα. διατμήξασθαι: ἀντὶ τοῦ ἀροτριᾶν. Ἀθηναίης πέλεν ἔργων: τῶν ἱστουργικῶν καὶ τῶν ἄλλων γυναικείων. ἦ θαμὰ δὴ πάπταινον: ὁ ἦ σύνδεσμος ἰσοδυναμεῖ τῷ δή, ὥστε κεῖσθαι τὸν δὴ σύνδεσμον ὡς παρʼ Ὁμήρῳ “ἦ δὴ λοίγια” ἐκ παραλλήλου. Μυρίνη πόλις τῆς Λήμνου, ἧς καὶ ἀνωτέρω μέμνηται. θυιάσιν ὠμοβόροις: μαινάσιν, Βάκχαις· παρὰ τὸ θύειν καὶ ὁρμᾶν μαινομένας. ἔνθεν καὶ τὴν Σεμέλην Θυώνην καλοῦσιν, ἐπειδὴ Αἰσχύλος ἔγκυον αὐτὴν παρεισήγαγεν οὖσαν καὶ ἐνθεαζομένην, ὁμοίως δὲ καὶ τὰς ἐφαπτομένας τῆς γαστρὸς αὐτῆς ἐνθεαζομένας. τὸ δὲ ὠμοβόροις, ὅτι πολλάκις τῇ μανίᾳ κατασχεθεῖσαι καὶ ὠμοσπάρακτα ἐσθίουσιν, ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις φησίν. φὰν γάρ που ἱκάνειν: ἔλεγον γὰρ αὐτοὺς ὡς εἰς πόλεμον ἐληλυθέναι. Θοαντιάς: δύο τύποι εἰσὶ τῶν θηλυκῶν πατρωνυμικῶν, ὁ εἰς ας οἷον Πηλιὰς καὶ ὁ εἰς ις οἷον Πελοπίς. καὶ ταῦτα δὲ εἰς ας μεταβάλλει τὴν τελευταίαν, ἐπειδὴ ἔχει τὸ ι πρὸ τῆς τελευταίας συλλαβῆς, ἵνα μὴ εἴη κακόφωνα. ἀμηχανίῃ δʼ ἐχέοντο: ἐν ἀπορίᾳ οὖσαι ἐπορεύοντο. ἐπὶ δέος ᾐωρεῖτο: ἐπέκειτο. τείως δʼ αὖτʼ ἐκ νηός· ἐν τοσούτῳ, ἐν ὅσῳ αὗται ὡπλίζοντο. ἐπεκτέταται δὲ τὸ τέως, κείμενον ἀντὶ τοῦ ἕως, ἕως δή. σφωιτέροιο τοκῆος: ἀκαίρως τῷ δυϊκῷ ἐχρήσατο ἀντὶ ἑνικοῦ. Ἀχέροντος: ποταμὸς Ἅιδου. ἀπροφάτους: ἀπροσφωνήτους, ἀπροφασίστους. ἀπροφάτους: σκοτεινάς. ἐπιδέδρομε λήθη: ὅτι λέγονται οἱ τεθνηκότες λήθην τῶν γεγονότων αὐτοῖς ἐν τῇ ζωῇ λαμβάνειν. οὗτος οὖν, φησί, καὶ τεθνηκὼς εἰς λήθην οὐκ ἔπεσεν καὶ μετεμψυχωθεὶς κατὰ τὸν τῶν φιλοσόφων λόγον ᾔδει τίς ἦν διὰ τὰς τοῦ Ἑρμοῦ βουλάς. Φερεκύδης δέ φησιν, ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν Ἅιδου, ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι. φασὶ δὲ τοῦτον τὸν Αἰθαλίδην οἱ Πυθαγορικοὶ τῆς ψυχῆς οὔσης ἀφθάρτου κατὰ μὲν τοὺς Τρωικοὺς χρόνους ἀναβιώσαντα Εὔφορβον εἶναι τὸν Πάνθου, ἔπειτα ἐκ τούτου Πύρρον τὸν Κρῆτα, εἶτα Ἠλεῖόν τινα, οὗ τὸ ὄνομα ἀγνοεῖται, μετὰ ταῦτα αὐτὸν τὸν Πυθαγόραν. Πυθαγόρας δέ, ἐν τῷ μεταλλοιοῦσθαι τὰς ψυχὰς καὶ παρεισδύνειν εἰς ἕτερα σώματα, φησίν, ὅτι γένοιτο μὲν πρῶτον Αἰθαλίδης Ἑρμοῦ υἱὸς καὶ Σαμίας ἑταίρας, εἶτα Εὔφορβος Τρώς, εἶτα … καὶ Πυθαγόρας· τὴν δὲ μνήμην αὑτῷ παρέπεσθαι τῷ κεχαρίσθαι Ἑρμῆν τῷ Αἰθαλίδῃ υἱῷ ὄντι. μεμόρηται: κατὰ ἔκθλιψιν τοῦ ι, ἔστι γὰρ μεμοίραται ἀντὶ τοῦ κεκλήρωται. Αἰθαλίδης δέ, κῆρυξ τῶν Ἀργοναυτῶν, ἑτερήμερος, ὥς φασιν, ὥστε μίαν μὲν ἐν Ἅιδου, μίαν δὲ ὑπὲρ τὴν γῆν ἡμέραν διάγειν. μειλίξατο: παρεκάλεσεν, ἔπεισε τῷ λόγῳ συνετὸς ὤν. καὶ γέγονε παρὰ τὸ Ὁμηρικόν· “ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.” ἤματος ἀνομένοιο: τῆς ἡμέρας ἐπὶ δύσιν ἀνυομένης. πείσματα: τὰ τῆς πρώρας σχοινία. ὁ δὲ λόγος· καίτοι τῆς πνοῆς οὔσης τοῦ βορέου ἐπιτηδείας τοῖς Ἀργοναύταις πρὸς τὸν πλοῦν, ὅμως οὐκ ἔλυσαν τὰ σχοινία. λαρόν: ἡδύ, ἀπολαυστικόν· παρὰ τὸ λῶ πεποίηται, ὃ σημαίνει τὸ θέλω. ἤια δὲ νῦν ἐφόδια βρώματα. μὴ δʼ ἄμμε: δῶμεν αὐτοῖς χρείας, ἵνα ἐκτὸς τῶν πύργων μένωσιν ἀπρόσοδοι πρὸς ἡμᾶς, μήπως διὰ τὴν τῶν ἐπιτηδείων ἀνάγκην καὶ χρείαν εἰσιόντες εἰς τὴν πόλιν ἀκριβῶς τὰ καθʼ ἡμᾶς μάθωσιν. θυμηδές: θυμῆρες, ἀγαπητόν. ἡμετέρη μέν νυν: κατʼ ἔγκλισιν τὸ νὺν ἀναγνωστέον· οὐ γὰρ δηλοῖ χρόνον, ἀλλʼ ἴσον ἐστὶ τῷ δή. ἐκτατέον δὲ διὰ τὸ μέτρον. παρενήνοθε: ἀντὶ τοῦ παρελήλυθεν. ὑμέων δʼ εἴ τις: παρὰ τὸ Ὁμηρικόν· “νῦν δʼ εἴη, ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσπῃ”. ῥικνοῖσι: ῥυσοῖς. ἡ δὲ λέξις παρὰ Καλλιμάχῳ· “ναὶ μὰ τὸ ῥικνὸν σῦφαρ ἐμόν”. διασκευάζει δὲ Ὁμηρικῶς τὴν γραῦν οὕτως· “ὃς δὴ γήραϊ κυφὸς ἔην”. ἐπιχνοάουσαι: ὡς χνοῦν ἀναφυούσας ἔχουσαι τὰς τρίχας. μόλις: κακῶς διὰ τοῦ λ· ἔδει γὰρ διὰ τοῦ γ μόγις, παρὰ τὸν μόγον. ἐπαύρεσθαι: ἐὰν μὲν παροξυτόνως, ἔσται συντελικὸς ἀντὶ τοῦ ἀπολαῦσαι· ἐὰν δὲ προπαροξυτόνως, παρατατικὸς ἀντὶ τοῦ ἀπολαύειν. ὅδʼ ὅμιλος: ὁ τῶν Ἀργοναυτῶν. ἄλλα δʼ ὀπίσσω: πολλὰ δὲ κακὰ χείρονα μάχης καὶ πολέμου ἔσται. ἄγονοι: ἄσπερμοι διὰ τὸ ἀνδρὶ μὴ συνεῖναι. διὰ δὲ τοῦ ἐπιθέτου τοῦ γήρως τὸν λόγον ἐπιπλεῖον ἐκάκωσε, στυγερὸν γῆρας εἰπών. βώσεσθε: ἀντὶ τοῦ βιώσεσθε. ὁ δὲ νοῦς· αἱ δὲ νεώτεραι πῶς βιώσεσθε καὶ ζήσεσθε, ὅταν γηράσητε, τῶν μὲν παλαιοτέρων παρελθουσῶν, ὑμῶν δὲ λοιπὸν μὴ δυναμένων ἐργάζεσθαι; ἦ αὐτόματοι οἱ βόες ἀροτριάσουσι, καὶ θερίσουσι τοῦ ἔτους περιερχομένου, μηδενὸς ἀνθρώπου ἐπικειμένου τῷ ἔργῳ; πρόκα: εὐθέως. καὶ πρόκα τελλομένου ἔτεος: γράφεται καὶ περιτελλομένου ἔτεος. ἦ μὲν ἐγών: ἐν ἤθει λέγει ταῦτα· εἰ καὶ πεφρίκασιν οἷον φοβοῦνται ἐπʼ ἐμὲ αἱ κῆρες ἐλθεῖν νῦν, ὅμως ἀποθανοῦμαι —λέγει δὲ τῷ ὑπεργεγηρακέναι. κτερέων: ἐνταφίων. αὔτως, ἣ θέμις ἐστίν: οὕτως ὡς προσῆκόν ἐστιν. ἐπήβολος: ἐπιτυχὴς καὶ καιρία ἐστὶν ἡ φυγὴ τῶν κακῶν. ἢ ἀντὶ τοῦ δεσπόζουσα καὶ συμφέρουσα. ἀλεωρή: ἡ φυγὴ τοῦ κακοῦ ἤτοι τῆς ἀτεκνίας. ληίδα: καταχρηστικῶς τὰ χρήματα, κυρίως δὲ τὰ ἐκ λαφυραγωγίας. ἄστυ: ἐτυμολογεῖ Εὔμολπος τὴν λέξιν ἄστυ λέγων παρὰ τὸ ἄνω ἵστασθαι· ἐπὶ μετεώρου γὰρ κεῖνται αἱ πόλεις. ὑποβλήδην: ὑποβολάδην, εὐθέως. ὑποβλήδην κυρίως σημαίνει, ἐπειδὰν λέγοντός τινος ἕτερος περικόψας τὸν ἐκείνου λόγον λέγῃ. καὶ ὑποβάλλειν ἐπὶ τοῦ αὐτοῦ. ἔστι δʼ ὅτε τὸ ὑποβάλλειν σημαίνει τὸ ἐνίστασθαι καὶ ἐναντιοῦσθαι. ἐνταῦθα δὲ τὸ ὑποβλήδην ἀντὶ τοῦ λάθρα συναινεῖν κεῖται. ἥδε μενοινή: ἀντὶ τοῦ βουλή. ἀστείως δέ, ἐπεὶ αὐτῇ ἤρεσε τὰ λεχθέντα, ἵνα μὴ ὥσπερ ἀκολασίαν κατηγορῆται, τὴν κοινὴν πασῶν ἐπικαλεῖται μαρτυρίαν. καὶ ἄγγελον μετὰ νῆα: ἀντὶ τοῦ ἐπὶ τὴν ναῦν. περιττὸς δὲ ὁ καὶ σύνδεσμος. ὄρσο μοι, Ἰφινόη: τὸ ἑξῆς· ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα, ὅστις στόλου ἡγεμονεύει, ἡμέτερόνδε μολεῖν. τὸ δὲ ἀντιόωσα ἀντὶ τοῦ ἀντιάσουσα οἷον ἀξιώσουσα, τουτέστι δεησομένη. στόλος δέ ἐστιν ἐπὶ πρᾶξίν τινα πορευόμενον πλῆθος, καὶ ἐπὶ νεῶν τε λέγεται καὶ σχεδὸν ἐπὶ πάσης ὁρμῆς καὶ μείζονος παρασκευῆς. προστίθησι δὲ οὕτω Παλαμήδης· “οὕτω δὲ λέγεται καὶ ἡ εἰς ὀξὺ τῆς νεὼς ἀπόληξις”. εὐμενέοντας: τοῦτο ὡς πρὸς ὃ φόβον εἶχον, μὴ ἄρα πολέμιοι ἦσαν. κούρη τοί μʼ ἐφέηκε: διὰ τοῦ κόρη τὸν τῶν Ἀργοναυτῶν φόβον ἀποκρούεται καὶ ἀποτρέπεται· καὶ γὰρ αὐτοὶ ἐδεδοίκεσαν ἑωρακότες αὐτὰς καθωπλισμένας. παρθένος γὰρ ἡ καλέσασα. τὸ δὲ Θοαντιὰς ἀντὶ τοῦ Θοαντίς. ἐναίσιμος: καθήκων, ἀβλαβής. εἴσαντο: ἀντὶ τοῦ διενοήθησαν, ὑπέλαβον. τηλυγέτην δὲ νῦν ἀκουστέον μόνην. ὁ γὰρ νοῦς· διενοήθησαν δὲ μονογενῆ Θόαντι τὴν Ὑψιπύλην γεγενημένην τὴν βασιλείαν τοῦ πατρὸς εἰληφέναι. Ἰτωνίδος: ἐν Θεσσαλίᾳ θεὰ Ἰτωνὶς τιμᾶται καὶ ἐν Κορωνείᾳ τῆς Βοιωτίας, ἀπὸ Ἰτώνου τοῦ ἥρωος. ἀστείως δὲ οὐ πολεμικῇ σκευῇ χρώμενον εἰσάγει, ἀλλʼ ἐσθῆτι κοσμούμενον· πρῶτον μέν, ὅτι ἀπόλεμον αὐτὸν ἐκάλει, ἔπειτα, ὅτι καὶ γυναικῶν μόνων ἡ πόλις, αἳ μάλιστα τοῖς τοιούτοις χαίρουσι. καὶ ὁ Μένανδρος· “εὐκαταφρόνητος τῇ στολῇ εἴσειμι καὶ ταῦτʼ εἰς γυναῖκας”. ἤδη δὲ καὶ διὰ τῆς δωρησαμένης θεοῦ τὸ τῆς χλανίδος κάλλος ἐσήμηνεν. δρυόχους: ἐν οἷς καταπήσσεται ἡ τρόπις ξύλοις, ταῦτα οὕτω καλοῦσιν. Ὅμηρος· “ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας”. δρύοχοι οὖν τὰ ἐγκοίλια τῆς νεώς. κανόνας δὲ τὰς στάθμας, οἷς τὰ ξύλα καὶ τοὺς τοίχους οἱ τέκτονες ἐξισάζουσι. δάε δέ· ἐδίδαξεν ἡ θεός. τῆς μὲν ῥηίτερον: ἐν τῇ προεκδόσει τῷ τῆς μὲν ῥηίτερόν κεν ἑξῆς ἐστιν ἄκρα δὲ πορφυρέη, οἱ δὲ μεταξὺ δύο οὐκ εἰσίν. ἔρευθος: ἐρύθημα. ἔστι δὲ καὶ βοτάνης εἶδος ἐρυθρόν, ᾗ τὰ ἔρια βάπτουσιν. ἐρευθήεσσα δὲ ἀντὶ τοῦ πυρρά, ὑπέρυθρος. καὶ ἔστι παρὰ τὸ Σαπφικόν· “παντοδαπαῖσι μεμιγμένα χροιαῖσιν”.
ἄκρα: τὴν ἀρχὴν καὶ τὸ τέλος. ἐκέκαστο: ἐκεκόσμητο, ἐπέκειτο. Κύκλωπες: οὗτοι γάρ, Βρόντης καὶ Στερόπης, τῷ Διὶ τὸν κεραυνὸν ἔδωκαν. καὶ Ἡσίοδος· “οἳ βροντὴν Ζηνὶ ἔδοσαν τεῦξάν τε κεραυνόν”. ἐπʼ ἀφθίτῳ: ἐπὶ θείῳ καὶ θαυμαστῷ καὶ ἀθανάτῳ ἔργῳ. ἤτοι ἐπὶ ποσότητος τόσον ἢ ἐπὶ θαύματος, τοσοῦτον ἀντὶ τοῦ μεγάλως. μιῆς δʼ ἔτι δεύετο: ὅτι ἦν ἡμιτελὴς παρὰ μίαν ἀκτῖνα ὁ κεραυνός. αἰνίττεται δέ, ὅτι τὸ κατασκεύασμα ἀληθῶς εἶχε τὸν κεραυνὸν καὶ ὀλίγῳ ἐλαττούμενον τῆς ἀληθοῦς λαμπηδόνος· οὐ γὰρ οἷόν τε ἦν τεχνίτην ἐν ποικίλματι ὁμοίαν τὴν λαμπηδόνα ποιῆσαι τῆς ἀληθοῦς. μαλεροῖο: οἱ νεώτεροι τοῦ λαμπροῦ, οἱ δὲ τοῦ μαραντικοῦ. Ἀντιόπης: δύο Ἀντιόπαι ἐγένοντο, ἡ μὲν Νυκτέως, ἡ δὲ Ἀσωποῦ, ἧς καὶ μέμνηται· ἧς καὶ Διὸς Ἀμφίων καὶ Ζῆθος, οἳ καὶ τὰς Θήβας ἐτείχισαν, ὡς καὶ Ὅμηρός φησιν· “οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο”. Φερεκύδης δὲ καὶ τὴν αἰτίαν παραδίδωσι· διότι Φλεγύας πολεμίους ὄντας εὐλαβοῦντο. … βασιλεύοντι … Κάδμῳ … κεῖτο πέλας: ἀστείως ὡς πρὸς τὴν ἕδραν τῆς πόλεως καὶ τὴν στάσιν τῶν τειχῶν τὸ κεῖτο ἔταξεν. ἐπωμαδὸν ἠέρταζεν: κατὰ τοὺς ὤμους ἐβάσταζεν, ἐπὶ τῶν ὤμων ᾖρεν. διὰ δὲ τοῦ ἐοικὼς ἐκόλασε τὸν λόγον διὰ τὸ ἐν γραφῇ εἶναι· οὐ γὰρ ἀληθῶς ἐκακοπάθει ἐν τῇ γραφῇ. ἐπὶ οἷ: ἐπʼ αὐτῷ τῷ Ζήθῳ ἑπόμενος. τὸ δὲ δὶς τόσση ἀντὶ τοῦ· διπλασίων τῷ Ἀμφίονι ἐπηκολούθει πέτρα. ὅτι δὲ ἠκολούθησαν τῇ Ἀμφίονος λύρᾳ οἱ λίθοι αὐτόματοι, ἱστορεῖ καὶ Ἀρμενίδας ἐν αʹ. τὴν δὲ λύραν δοθῆναι Ἀμφίονι ὑπὸ Μουσῶν φησι, Διοσκορίδης δὲ ὑπὸ Ἀπόλλωνος. καὶ Φερεκύδης δὲ ἐν τῇ ιʹ ἱστορεῖ ὑπὸ Μουσῶν. δὶς τόσση δέ: διπλῆ ὡς πρὸς ἣν ἐβάσταζεν ὁ Ζῆθος. διὰ δὲ τούτου οὐδὲν ἕτερον δηλοῖ ἢ τὴν τῆς μουσικῆς καὶ τὴν τῆς εὐπαιδευσίας ἀρετὴν ὡς πρὸς τὴν ἄλογον ἀνδρίαν, παραινῶν ὅτι ὁ μὲν καὶ σφόδρα ἰσχυρὸς ὀλίγον καίτοι κακοπαθῶν ἔφερεν, ὁ δὲ μέγιστον τῇ εὐπαιδευσίᾳ φέρειν ἠδύνατο. ὀχμάζουσα: κατέχουσα, βαστάζουσα, καίτοι μὴ οὖσα πολεμική, ἀλλʼ ὡς ἐραστῇ χαριζομένη. κυρίως δέ ἐστιν ὀχμάσαι τὸ ἵππον ὑπὸ χαλινὸν ἀγαγεῖν ἢ ὑπὸ ὄχημα. κυρίως δὲ λέγεται τὸ ἐν μάχῃ κρατῆσαι, ἀπὸ τῆς αἰχμῆς. θοὸν δὲ τὸ εὐκίνητον καὶ εὐμετάφορον, ἀπὸ τοῦ θοάζειν, ὅ ἐστι ταχύνειν. δίκηλον κυρίως τὸ τῷ Διὶ ἐοικὸς ἄγαλμα, καταχρηστικῶς δὲ καὶ πᾶν ὁμοίωμα, ὡς καὶ νῦν. καὶ δικηλιστὰς δὲ τοὺς σκωπτικοὺς τοὺς ἐν τῷ σκώπτειν ἀπομιμουμένους τινὰς ἄλλους. ἐν δὲ τῇ ἀσπίδι, φησί, χαλκῇ οὔσῃ ἐφαίνετο αὐτῇ μορφὴ ὁμοία. δίκηλον: εἴδωλον. ἐν δὲ βοῶν: ἡ Τάφος νῆσός ἐστι μία τῶν Ἐχινάδων, ἣν … οἰκοῦντες ἄνδρες λῃστρικώτατοι ἐτύγχανον τὸν τρόπον καὶ εἰς Ἄργος ποτὲ ἐλθόντες τὰς τοῦ Ἠλεκτρύωνος βόας ἀπήλασαν τοῦ πατρὸς Ἀλκμήνης. γενομένης δὲ μάχης καὶ ὁ Ἠλεκτρύων καὶ οἱ τούτου παῖδες ἀνῃρέθησαν. διὸ Ἀλκμήνη μετέστη καὶ ἀνεκήρυξεν τὸν ἑαυτῆς γάμον τῷ τιμωρησομένῳ τὸν πατρῷον φόνον. τιμωρησάμενος δὲ Ἀμφιτρύων ἔγημεν. ἡ ἱστορία σαφῶς ἐν τῇ Ἀσπίδι παρʼ Ἡσιόδῳ. Τηλεβόαι τὴν Ἀκαρνανίαν οἰκοῦντες μετῴκησαν εἰς Τάφον … διὰ βοῶν ζήτησιν. περὶ δὲ τῆς μάχης Ἡρόδωρος ἱστορεῖ, ὅτι Περσέως καὶ Ἀνδρομέδας δʹ παῖδες ἐγένοντο, Ἀλκαῖος, Σθενέλαος, Μήστωρ, Ἠλεκτρύων, καὶ κοινὴν ἔσχον τὴν βασιλείαν. Μήστορος δὲ θυγάτηρ Ἱπποθόη, ἧς καὶ Ποσειδῶνος Πτερέλαος· Πτερελάου παῖδες Τηλεβόας καὶ Τάφιος, ἀφʼ οὗ ἡ νῆσος. ὡς δέ τινες, Τηλεβόου τοῦ Πτερελάου ἐγένοντο παῖδες οἱ καλούμενοι Τηλεβόαι. ἐλθόντες δὲ ἀπῄτουν Ἠλεκτρύωνα τὰ τῆς μάμμης ἑαυτῶν Ἱπποθόης, ἀντιστάντες δὲ αὐτοῖς οἱ Ἠλεκτρυωνίδαι ἀνῃρέθησαν ὑπʼ αὐτῶν. Τηλεβόαι οὖν οἱ Τάφιοι, ἤτοι ὅτι τῆλε οἰκοῦντες ἀπὸ Ἄργους τὰς βοῦς ἀπήλασαν, ἢ ἀπὸ Τηλεβόου τοῦ Πτερελάου τοῦ βασιλέως υἱοῦ, οὗ ἀδελφὸς Τάφιος, ἀφʼ οὗ καὶ ἡ νῆσος. ἀμέρσαι: στερῆσαι. δηριόωντες: ἀγωνιζόμενοι. ὁ γὰρ Οἰνόμαος Ἄρεως ὢν παῖς καὶ Ἁρπίνης τῆς Ἀσωποῦ, ἐξ Εὐρυθόης τῆς Δαναοῦ θυγατέρα ἔχων Ἱπποδάμειαν καὶ χρησμὸν λαβὼν ἀναιρεθήσεσθαι ὑπὸ τοῦ ἰδίου γαμβροῦ, οὐκ ἐβούλετο ἐκδοῦναι αὐτὴν εἰ μὴ τῷ νικήσαντι διʼ ἵππων. προέκειτο δὲ αὐτοῖς Κλάδεως ποταμὸς ἀφετηρία, Ἰσθμοῖ δὲ τὸ τέρμα. καὶ ἀνεῖλεν ιγʹ μνηστῆρας, ὡς Πίνδαρος ἱστορεῖ. ἐλθόντος δὲ τοῦ Πέλοπος ἐπὶ τὸν ἆθλον μετὰ ἵππων δεδομένων αὐτῷ ὑπὸ Ποσειδῶνος, ἐρασθεῖσα ἡ Ἱπποδάμεια ἔπεισεν Μυρτίλον τὸν Ἑρμοῦ μὲν παῖδα, ἁρματοπηγὸν δὲ καὶ ἡνίοχον Οἰνομάου, παρασκευάσαι ὡς κατατροχίσαι τὸν πατέρα, βουλομένη Πέλοπι γήμασθαι. … σκευάσαντα τὸν ἔμβολον ἐκ κηροῦ, ἵνα ἐν τῷ δρόμῳ θλασθέντος αὐτοῦ νικήσας Πέλοψ λάβῃ αὐτὴν πρὸς γάμον. Φερεκύδης δὲ ἐν ηʹ φησίν, ὅτι οὐκ ἐνέθηκεν ἐν τῷ ἄξονι τὸν ἔμβολον, καὶ οὕτως ἐκκυλισθέντος τοῦ τροχοῦ ἐκπεσεῖν τὸν Οἰνόμαον. αἱ δὲ τοῦ Οἰνομάου ἵπποι Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ Μυρτίλος Ἑρμοῦ υἱὸς ἐκ μιᾶς τῶν Δαναοῦ θυγατρῶν Φαεθούσης, οἱ δὲ ἐκ Κλυμένης, οἱ δὲ ἐκ Μυρτοῦς μιᾶς τῶν Ἀμαζόνων. παραιβάτις: οὐχ ὅτι αὐτῷ κατὰ τὸν ἀγῶνα συμπαρῆν, ἀλλʼ ὅτι ὁ τεχνίτης ἀμφότερα δεῖξαι θέλων, καὶ τὸν δρόμον καὶ τὴν νίκην, τοῦτο πεποίηκεν. προτενές: προτεταμένον ἔχων τὸ δόρυ. ἄξονος ἐν πλήμνῃσι: διαφέρει πλήμνη καὶ πλήσμη· ἡ μὲν γὰρ τὴν χοινικίδα σημαίνει τοῦ τροχοῦ, ἡ δὲ πλήσμη τὴν πλήμμυραν τοῦ ποταμοῦ. διόπερ παρʼ Ἡσιόδῳ οὕτως ἀναγνωστέον· “αὐτὸς δʼ ἐν πλήσμῃσι διιπετέος ποταμοῖο”, καὶ οὐχ, ὥς τινες, “ἐν πλήμνῃσι”, εἰ μὴ ἄρα ἔξωθεν προσλάβοιμεν τὴν σὺν πρόθεσιν, σὺν πλήμνῃσιν. παρακλιδόν: παρακεκλιμένως ἔπιπτεν. βούπαις: μέγας παῖς, οὔπω τέλειος ἀνήρ. Τιτυὸν μέγαν: Ἐλάρη μήτηρ Τιτυοῦ. μετὰ τὴν τελευτὴν δὲ τῆς μητρὸς λέγεται παρὰ τῆς Γῆς ἀνατετράφθαι, καθὰ καὶ Ὅμηρος ἱστορεῖ· “καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν”. Φερεκύδης δέ φησιν, ὅτι Ἐλάρῃ τῇ Ὀρχομενοῦ μιγεὶς ὁ Ζεὺς ὤθησεν αὐτὴν κατὰ γῆς ἤδη κύουσαν δεδοικὼς τὴν τῆς Ἥρας ζηλοτυπίαν, καὶ ἀνεδόθη ἐκ τῆς γῆς Τιτυός· διὸ καὶ γηγενὴς καλεῖται. Ἐλάρη μήτηρ Τιτυοῦ, ὃν κύουσα ἐκ Διὸς καὶ ἀδυνατοῦσα γεννῆσαι διὰ τὸ μέγεθος τοῦ παιδὸς ἀπώλετο … δοκεῖ δὲ ἡ ἱστορία ἀπίθανος εἶναι καὶ ἄπιστος, ὅτι ἐκ δευτέρου ἡ Γῆ ἐγέννησε τὸν Τιτυόν. ἀλλʼ ἐροῦμεν, ὅτι οἱ ποιηταὶ τοὺς τερατώδεις κατὰ τὸ σῶμα Γῆς εἶναί φασιν. οὕτω γὰρ καὶ Καλλίμαχος τὰ δεινὰ τῶν θηρίων Γῆς εἶναι ἔφη. ὅτι δὲ μέγας ὁ Τιτυός, καὶ Ὅμηρός φησιν· “ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα”. φαμὲν οὖν, ὅτι, ὅτε πρὸς Ἐλάρης ἐτέχθη, ἐδόκει αὐτῆς εἶναι διὰ τὸ βραχὺ τοῦ σώματος· ὡς δὲ αὐξηθεὶς τερατώδης ἐγένετο, ἔπλασαν καὶ τεχθῆναι αὐτὸν καὶ τετράφθαι πρὸς τῆς Γῆς. βούπαις οὔπω πολλός— Τιτυὸν μέγαν: τὸ μέγαν θαυμαστικῶς εἴρηται, ὅτι βούπαις ὢν μέγαν ἐτόξευσεν. καὶ ἤτοι πρὸς τὴν θείαν φύσιν ἀκουστέον ἢ πρὸς τὸ ὑπʼ ὄψιν εἶναι τὴν ὕβριν τῆς μητρός, ὅτι πολλάκις τὰ δεινὰ τῶν πραγμάτων καὶ τὴν ἡλικίαν καὶ τὴν φύσιν οἶδε βιάζεσθαι. πρὸς ὃ ὁ ποιητὴς οὐ τῷ κυρίῳ ὀνόματι ἐχρήσατο, ἀλλὰ τῷ κατὰ φύσιν, μητέρα εἰπών. ἐν καὶ Φρίξος ἔην Μινυήιος: Μινυήιος ὁ Ἰώλκιος· τὴν γὰρ Ἰωλκὸν Μινύαι ᾤκουν, ὥς φησι Σιμωνίδης ἐν Συμμίκτοις. δύναται δὲ καὶ ἀντὶ τοῦ Ὀρχομένιος· πολλοὶ γάρ φασιν ἐν Ὀρχομενῷ οἰκῆσαι τὸν Ἀθάμαντα. ζητητέον δὲ τί βούλεται αὐτῷ ταῦτα τὰ ποικίλματα. καὶ ἐροῦμεν, ὅτι ὁ ποιητὴς διὰ τῆς χλαμύδος οὐδὲν ἕτερον ἢ τὴν κοσμικὴν τάξιν καὶ τὰς τῶν ἀνθρώπων πράξεις φησί. καὶ πρῶτον μὲν διὰ τοῦ κεραυνοῦ καὶ τῶν Κυκλώπων θεόν τινα καὶ θείαν φύσιν ἀλληγορεῖ· διὸ καί φησιν· “ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ”. μεθʼ ὃ πόλεις κτιζομένας διὰ τῆς τοῦ Ἀμφίονος λύρας ἱστορεῖ· ἔπειτα τὰ ἐν ταῖς πόλεσι πάντα γινόμενα, ἔρωτάς τε καὶ πολέμους—τοῦτο γὰρ βούλεται αὐτῷ ἡ Ἀφροδίτη ὁπλοφοροῦσα, ἡ δὲ βία καὶ αἱ μάχαι διὰ τῆς τῶν Ταφίων ἱστορίας—, ἀγῶνάς τε καὶ γάμους διὰ τῶν τοῦ Πέλοπος ἄθλων, ἀσεβείας τε καὶ τιμωρίας πρὸς τῶν κρειττόνων διὰ τοῦ Τιτυοῦ, ἐπιβουλάς τε καὶ διαβολὰς καὶ σωτηρίας διὰ τῆς τοῦ Φρίξου ἱστορίας, καὶ σχεδὸν πάντα τὰ ἐν ταῖς πόλεσι γινόμενα διὰ τῆς χλαμύδος ποιητικῶς ἔφρασεν. δῶρον δέ φησιν εἶναι τὴν χλαμύδα τῆς Ἀθηνᾶς, ἐπειδὴ ὅ τε κόσμος ὑπὸ τῆς θείας φρονήσεως γέγονε, τῶν τε ἐν αὐτῷ ὑπὸ τῶν ἀνθρώπων πραττομένων οὐδὲν ἄνευ φρονήσεως ὀρθῶς γένοιτʼ ἄν. εἰσαΐων: ἐφθέγγετο γὰρ ὁ κριὸς πιστούμενος τῷ Φρίξῳ τὴν σωτηρίαν κατὰ βούλησιν Διός. ὅδʼ: κριός. ἐξενέποντι: περιττὴ ἡ ἔξ. ἐξενέποντι: ἀνθρώπῳ. τοῖʼ ἄρα δῶρα: πρὸς δὲ παρθένον στελλόμενος παρθένου δῶρα μεταχειρίζεται. ὅρρʼ Ἀταλάντη: Ἰασίωνος θυγάτηρ, ἣν ἔγημεν Μειλανίων. ἑτέρα γάρ ἐστιν ἡ Ἀρκαδική, ἑτέρα ἡ Σχοινέως, ἣν ἔγημεν Ἱππομένης. Μαίναλος δὲ ὄρος Ἀρκαδίας, ἐν ᾧ ἡ Ἀταλάντη διῆγεν, ἀπὸ Μαινάλου τοῦ Ἀρκάδος, ὥς φησιν Ἑλλάνικος. αἱ δὲ Ἀριστάρχειοι διʼ ἑτέρου ρ ἔχουσι τὰς τοιαύτας γραφάς, ὡς Ἡρακλέων φησὶν ἐν τῇ π τῆς Ἰλιάδος “τό ῥα τότʼ ἐκ χηλοῖο λαβών”. τὸ δὲ δεῖσεν ἀργαλέας ἔριδας τὰς τῶν μνηστήρων λέγει τῆς Ἀταλάντης ἔριδας· ἔδεισεν, μὴ εἰς στάσιν αὐτοὺς ἐξάψῃ καὶ διαφορά τις γένηται μεταξύ, τῶν μὲν μιγῆναι αὐτῇ θελόντων, τῆς δὲ τὴν παρθενίαν τηρούσης. ὅτι δὲ ἐμίγησαν οἱ Ἀργοναῦται ταῖς Λημνίαις, Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς. Αἰσχύλος δὲ ἐν Ὑψιπύλῃ ἐν ὅπλοις φησὶν αὐτὰς ἐπελθούσας χειμαζομένοις ἀπείργειν, μέχρι λαβεῖν ὅρκον παρʼ αὐτῶν ἀποβάντας μιγήσεσθαι αὐταῖς. Σοφοκλῆς δὲ ἐν ταῖς Λημνίαις καὶ μάχην ἰσχυρὰν αὐτοῖς συνάψαι φησίν. καλύβαις: ταῖς διὰ τῶν ἱματίων, νηγατέαις δὲ νεοκατασκευάστοις. καλύβῃσι: ἀντὶ τοῦ παστῷ. θηήσαντο: ἀντὶ τοῦ ἔβλεψαν. κυανέοιο: νῦν λαμπροῦ. τῷ ἴκελος: ἤτοι κατʼ ἔρωτα λέγει ἢ κατὰ μνηστείαν. διόλου δὲ ἁρμόζουσα καὶ οἰκεία ἡ εἰκών. καὶ γὰρ καὶ αὐτὸν ἐρῶσα ἐξεδέχετο παρθένος καταλαμπόμενον τῷ κάλλει. ἀνὰ στίβον: ἀνὰ τὴν ὁδόν, παρὰ τὸ στείβω τὸ περιπατῶ. ἐπεκλονέοντο: οὐ καλῶς τὸ ἐπεκλονέοντο εἴρηκεν ἅμα τῇ χαρᾷ· κλόνος γὰρ ἡ ταραχή. Ὅμηρος· “ὣς ὑπὸ Τυδείδῃ πυκιναὶ κλονέοντο φάλαγγες”. ἀπηλεγέως: ἀντὶ τοῦ συντόμως, ἀποφατικῶς. Ἡρωδιανὸς δὲ ἐν τῷ γʹ τῆς Καθόλου ἀνηλεγέως φησί. προφανέντι: περιττὴ ἡ πρὸ πρόθεσις. θεράπναι δὲ κατὰ συγκοπὴν τοῦ θεράπαιναι. σανίδες: οὕτω λέγονται τὰ ὑπερμήκη ξύλα καὶ πλατέα οἷον τανίδες, παρὰ τὴν τάσιν. ἔνθα μιν: ἐν τῇ προεκδόσει· “ἔνθα μιν Ἰφινόη προδόμου διὰ ποιητοῖο ἐσσυμένως καλῆς ἐπὶ δίφρακος εἷσεν ἄγουσα.” καλῆς διὰ παστάδος: ἣν ἡμεῖς προστάδα λέγομεν. εἴρηται δὲ οὕτως διὰ τὸ ἐν αὐτῇ σιτεῖσθαι ἡμᾶς οἱονεὶ πάσασθαι. καλῆς δὲ ἤτοι ὅτι βασίλεια τὰ οἰκήματα ἢ ὅτι ἐρωτικά· τοιαῦτα γὰρ τὰ τῶν ἐρώντων, ὡς καὶ Ἀνακρέων ἐπὶ ἐρωμένης φησίν … διʼ ἀναστάδος: ἐπιπέδου. ἧσθʼ αὔτως: εἰκῇ ἐκαθέζεσθε. ἤδη δὲ καὶ διὰ τούτου ἐφʼ ὃ ἐκάλεσεν αὐτὸν ᾐνίξατο καὶ τὰ τῆς εὐμενείας οὕτω πορίζεται. ὑπʼ ἀνδράσιν: ἀντὶ τοῦ ὑπʼ ἀνδρῶν. Ὅμηρος· “Τρωσὶ μὲν ἡγεμόνευε”. τοῦτο δὲ Ἰώνων ἴδιον. ταῦτα δὲ πλάττεται ἡ Ὑψιπύλη, ἀποδημεῖν ἐπὶ Θρᾴκης τοὺς ἄνδρας. ἀρόωσι δὲ ἀροτριῶσιν, ἀφʼ οὗ τὸ διάγουσιν ἀκουστέον. πλάττεται δὲ καὶ ἀφανίζει τὸ ἀληθῶς γεγονὸς καὶ τὸν φόνον τῶν ἀνδρῶν. ἐπινάστιοι: ἔποικοι. ἀπορνυμένους δὲ ἤτοι ἀπερχομένους τοὺς Λημνίους φησίν. ἐπαύλους: τὰς ἐπαύλεις, τὰς μάνδρας. ἢ καταχρηστικῶς· τὰς οἰκίας τῶν Θρᾳκῶν ἐπόρθουν οἱ Λήμνιοι. ἐκ νηῶν: ἀντὶ τοῦ διὰ τῶν νηῶν. αὐτῇσι δʼ ἀπείρονα: θαυμαστικῶς, οἷον· ληιάδας αὐτὰς καὶ δεσποίνας ἡμῶν ἔφερον ἄγοντες. ἐν δὲ τῇ προεκδόσει· “ἐκ νηῶν, ἄμυδις δὲ βόας καὶ μῆλα κόμιζον αὐτῇσιν κούρῃσιν ἀπείρονα ληίδα δεῦρο. καὶ τότʼ ἔπειτʼ ἀνὰ δῆμον ἀάατος ἔμπεσε λύσσα, οὐκ οἶδʼ ἢ θεόθεν ἢ αὐτῶν ἀφροσύνῃσι.” οὐλομένης: ἀντὶ τοῦ τῆς δεινῆς ἤ, ἀπὸ τοῦ συμβαίνοντος, ὀλέθρου ποιητικῆς, ὡς τὸ “πολύδακρυν Ἄρηα” τὸν δακρύων ποιητικόν. πορσύνετο: κατεσκευάζετο. θυμοφθόρον ἄτην: τὸν ἔρωτα λέγει. ᾗ ματίῃ: τῇ ἑαυτῶν ματαιότητι καὶ μωρίᾳ καὶ φρενοβλαβείᾳ νικηθέντες. ἀπεσσεύοντο: ἀντὶ τοῦ ἐδίωκον. εἴ κέ ποτʼ αὖτις: περιττὸς ὁ κὲ σύνδεσμος. ὁ γὰρ λόγος· πολὺν χρόνον ὑπεμείναμεν, εἴ ποτε μεταμεληθῶσιν. ἵνα δὲ μὴ ὥσπερ ζηλοτυπίαν καὶ ἀκρασίαν κατηγορήσῃ τῶν γυναικῶν, ἐπὶ πολὺ αὐτάς φησιν ἐνηνοχέναι τὸ πάθος. σκοτίη: ἡ ἐκ τῶν αἰχμαλώτων. χῆραί τʼ ἐπὶ τῇσιν: ἵνα μὴ τῶν παρθένων ἀσέλγειαν κατηγορῇ, ἐπὶ τούτῳ φησίν· ἐδυσφόρουν διὰ τὰς χηρευούσας μητέρας καὶ ἐφρόντιζον· κατὰ κοινοῦ δὲ τὸ ἀλάληντο. ἢ πρὸς ἕτερον· ὅτι οὐδεμία ἡμῶν πρὸς γάμον ἤρχετο, εἴχομεν γὰρ τὴν τῶν μητέρων χηρείαν καὶ ὕβριν διδάσκαλον τῶν ἡμῖν ἐσομένων. οὐδὲ πατήρ: πρὸς πλείονα οἶκτον καὶ ἔμφασιν διόλου τοῖς φυσικοῖς ὀνόμασι χρῆται. λώβην: κάκωσιν, ὕβριν. ὑπέρβιον: μέγα καὶ θαυμαστόν· οἶδε γὰρ αὐτὸ δεινὸν καὶ ἄπιστον, εἰ γυναῖκες ἀνδρῶν ἐκράτησαν. διὸ καὶ τὴν τοῦ δαιμονίου ἐπίταξίν φησιν εἰληφέναι. αὐταῖς ληιάδεσσιν: λείπει ἡ σὺν πρόθεσις, ἵνʼ ᾗ· σὺν αὐταῖς ταῖς γυναιξί. θεσσάμενοι: ἐξ αἰτήσεως ἀναλαβόντες, αἰτήσαντες· θέσσασθαι γὰρ τὸ αἰτῆσαι καὶ ἱκετεῦσαι. καὶ Ἡσίοδος· “θεσσάμενος γενεὴν Κλεοδαίου κυδαλίμοιο”. καὶ Ἀρχίλοχος· “πολλὰ δʼ ἐυπλοκάμου πολιῆς ἁλὸς ἐν πελάγεσσι θεσσάμενοι γλυκερὸν νόστον”. δαιμονίως δὲ καὶ τοῦτο πλάττεται· ἦν γὰρ εὐθέως ζητῆσαι· εἰ οἱ ἄνδρες ἀπέβησαν, κἂν ἡ βραχυτέρα τῶν ἀρσένων που ἡλικία; Θρηικίης ἄροσιν: περιφραστικῶς τὴν Θρᾴκην. χιονώδεα: οἱ μέν, ὅτι λευκόγεως ἡ Θρᾴκη, οἱ δὲ τὴν συνεχῶς χιονιζομένην παρὰ τὸ δυσχείμερον εἶναι· ὃ καὶ βέλτιον, ψυχρὰ γάρ ἐστιν ἡ χώρα· διὸ κἀκεῖθεν τοὺς ἀνέμους πνεῖν ἐμυθεύσαντο. Διοφάνης δὲ βόθρον φασὶν εἶναι ἐν τῇ Θρᾴκῃ, ἐξ οὗ φυσήματα ἀνέμων γίνεσθαι, καὶ μυθευθῆναι οὕτω Θρᾴκην ἀνέμων οἰκητήριον. γέρας: τὴν βασιλείαν. Αἰγαίης: τὸ Αἰγαῖον πέλαγός φησιν. ἐκλήθη δὲ ἀπὸ νήσου Αἰγῶν καλουμένης. Ὅμηρος· “οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγάς”. αὕτη γὰρ ἱερὰ Ποσειδῶνος, ἐν ᾗ μηδένα κοιμᾶσθαι λόγος διὰ τὰ φαντάσματα τοῦ θεοῦ, ὥς φησι Νικοκράτης. οἱ δὲ ἀπὸ Ποσειδῶνος ὀνομασθῆναί φασι τὸ πέλαγος· Αἰγαῖος γὰρ οὗτος λέγεται ὁ θεός, ὥς φησι Φερεκύδης. Νικοκράτης δέ φησιν, ὅτι ἀπὸ Αἰγέως κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν. οὐκ εὖ· πολὺ γὰρ ἀπέχει ἡ ἀκρόπολις τῆς θαλάσσης παραπλέοντι. ἀμαλδύνουσα: ἀφανίζουσα καὶ τῷ πλάσματι κρύπτουσα. τὸ δὲ ἴσκεν ἀντὶ τοῦ ἔλεγεν, κακῶς· Ὅμηρος γὰρ ἀντὶ τοῦ ὡμοίου. μάλα κεν: ὁ νοῦς· λίαν ἡμῖν ἐστιν ἀρεστὸν τυχεῖν ὧν ἔχομεν χρείαν, σὺ δὲ ὅμοια δίδως. νῦν γὰρ τὸ ὀπάζεις κεῖται ἀντὶ τοῦ δίδως. χρησμοσύνης: ἀντὶ τοῦ χρείας. μάλα κεν θυμηδέος: θυμηδὴς χρησμοσύνη ἡ τὸν θυμὸν εὐφραίνουσα χρεία. ὑπότροπος: ἀπελθὼν πρὸς τὰς ναῦς, πάλιν ἥξω πρὸς τὴν πόλιν. τὸ δὲ χάζομαι τὸ παραχωρῶ σημαίνει, ἵνʼ ᾗ· ἔγωγε μὲν οὐ παραχωρῶ ἢ σοὶ ἢ ἄλλῳ ὁτῳοῦν τῆς ἀρχῆς ἀθερίζων καὶ καταφρονῶν τῆς τοιαύτης ἀρχῆς, ἀλλὰ διὰ τοὺς ἐπικειμένους μοι ἄθλους. χειρὸς θίγε: ἤδη σύμβολον αὐτῇ τῆς ἑταιρίας διὰ τῆς ἐφάψεως δίδωσιν. μῦθον ὅτʼ ἤδη: ὁ νοῦς· μετέπειτα δὲ αἱ θεραπαινίδες ἦλθον βαστάζουσαι ξένια, ὅτε ἤδη ὁ Ἰάσων πάντα τὰ παρὰ τῆς Ὑψιπύλης ῥηθέντα τοῖς ἑαυτοῦ ἑταίροις συνετέλεσε λέγων. Ἡφαίστοιο χάριν: ἱερὰ γὰρ Ἡφαίστου ἡ Λῆμνος. τὸ δὲ πολυμήτιος παρὰ τὸ “εἰδυίῃσι πραπίδεσσι” γέγονεν. καὶ ἔκυρσαν: περιττὸς ὁ καί. τὸ δὲ ἔκυρσαν ἀντὶ τοῦ ἔτυχον. Ἡρακλῆος ἄνευθε: τοῦτο ἕνεκα τῆς οἰκονομίας φησὶν ὁ ποιητής—πάντων γὰρ ταῖς ἡδοναῖς νικωμένων μόνος οὗτος πρὸς τὸν ἆθλον αὐτοὺς προτρέπεται—καὶ πρὸς τὴν κρατερὰν καὶ σώφρονα φύσιν τοῦ ἥρωος. Ἥρης υἷα: Ἡσιόδῳ ἐπηκολούθησεν ἐξ Ἥρας μόνης τὸν Ἥφαιστον λέγοντι γεγενῆσθαι· “Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα γείνατο”. Ὅμηρος δὲ Διὸς καὶ Ἥρας φησὶν αὐτόν. καὶ αὐτὴν Κύπριν: διότι τὰ παρόντα ἐρωτικά, καὶ ὅτι τοῦ θεοῦ γαμετὴ αὕτη, οὗ ἱερὰ ἡ Λῆμνος. ἀμβολίη: ὑπέρθεσις. ἂν ἐλίνυον: ἀντὶ τοῦ ἤργουν. παρὰ τὰ αἴλινα τὰ θρηνητικὰ γεγένηται διὰ τὸ ἀνήνυτά τινα εἶναι, παρὰ τὸ Ὁμηρικόν· “οὐ γάρ τις πρῆξις πέλεται”. ἐλίνυον: παρέμενον. δαιμόνιοι: τεχνικῶς καὶ συνετῶς οὐχ ἕνα τινὰ λοιδορεῖ, ἀλλὰ τοὺς πάντας, καὶ οὐ πρῶτον τὴν ἀκρασίαν αὐτοῖς ὀνειδίζει, πρὶν τὰ συμφέροντα δηλώσῃ. παρὰ δὲ τοῖς φυσικοῖς ὁ Ἡρακλῆς σύνεσις καὶ ἀλκὴ λαμβάνεται. ὁ δὲ νοῦς· ὦ μακάριοι, ἐξειργόμεθα ὑπὸ τοῦ ἡμῶν αἵματος τῆς πατρίδος; ἢ γάμων ἐνδεεῖς ὄντες ἐνταῦθα ἥκομεν, μεμψάμενοι τὰς ἑαυτῶν πολίτιδας καὶ Λῆμνον κατοικήσοντες τοῖς κλήροις διελόμενοι; ἢ οὕτως· ὦ μακάριοι, ἐμφύλιον φόνον δράσαντες ἐξειργόμεθα τῆς πατρίδος; ἐπειδὴ οἱ τοιοῦτοι ἐκ τῆς πατρίδος φυγῇ ἐνιαυσιαίᾳ ἐζημιοῦντο. ὀνοσσάμενοι πολιήτιδας: κυρίως τὸ πολίτιδας γυναῖκας ἔταξεν, οἱονεί· τὰς Ἑλληνίδας γυναῖκας ἀπαρνησάμενοι συμβιοῦν βαρβάροις ἤλθομεν; καὶ οὔ φησι· τὸ κάλλος αὐτῶν ἀποφυγόντες· τάχα γὰρ ἀληθῶς ἐν τῇ Λήμνῳ εὐπρεπεστέρας εἶναι γυναῖκας συνέβαινεν· καὶ πρὸς τὸ σεμνὸν τοῦ Ἡρακλέους. εὐκλειεῖς: ἔνδοξοι. καὶ διὰ τούτου δὲ ἐνυβρίζει. οἶδε γὰρ ἕκαστον αὐτῶν πρὸς τὸν πλοῦν ἐλθόντα εἰς εὐδοξίαν· ταύτην δὲ ἂν ἀπώλεσαν, εἰ ἐπιπολὺ διέτριψαν. ἐπὶ δηρὸν ἐελμένοι: καὶ τοῦτο συνετῶς καὶ τεχνικῶς. τὸν χρόνον αἰτιᾶται· τὸ μὲν γὰρ ὀλίγον ἀμελῆσαι τοῦ πόνου συγγνώμης ἂν εἴη, τὸ δὲ ἐπιπολὺ ἀνυπόστατον ἦν παντὶ ἀνδρί. καὶ ἔσπασεν αὐτὸ παρὰ τό “πάντων μὲν κόρος ἐστί”. ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα: οὐχ ὑγιῶς τὸ σφέα κεῖται, ἰσοδυναμεῖ γὰρ τῷ σφὰ ἐπὶ τρίτου προσώπου τασσομένῳ. ἔδει οὖν εἰπεῖν· ἴομεν αὖτις ἕκαστοι ἐφʼ ἡμέτερα. ἔστι γὰρ συζυγία τῶν προσώπων αὕτη· ἡμέτερα ὑμέτερα σφέτερα, τοῦ δὲ σφά· ἁμά ὑμά σφά. ἐσανδρώσῃ: ἀνδρῶν πληρώσῃ, εἰρωνικῶς. λείρια: καθόλου τὰ ἄνθη λείρια λέγεται. ἔστι δὲ κυρίως λεγόμενον ἄνθος λείριον, καί φησιν ὁ Θεόφραστος ἐν τῷ Περὶ φυτῶν τὸν νάρκισσον οὕτω λέγεσθαι, οἱ δὲ τὸ κρίνον. σιμβληίδος: σίμβλους καλοῦσι τὰ ἀγγεῖα, ἐν οἷς κηροποιοῦσιν αἱ μέλισσαι. σιμβληίδος οὖν πέτρας, ἐν ᾗ μελιτουργοῦσιν ἐν τοῖς ὄρεσιν, οἱονεὶ σίμβλου τάξιν ἐχούσης. ἄλλοτέ τʼ ἄλλον: παρὰ τὸ Ἰσοκράτους· “ὥσπερ γὰρ τὴν μέλισσαν ὁρῶμεν ἐφʼ ἅπαντα μὲν τὰ βλαστήματα καθιζάνουσαν, ἀφʼ ἑκάστου δὲ τὰ χρήσιμα συλλέγουσαν, οὕτω δὴ καὶ τῆς παιδείας … ” ὣς ἄρα ταίγε: αἱ Λημνιάδες γυναῖκες. ἡ δὲ παραβολὴ οὐχ ὑγιὴς οὐδὲ εἰς πάντα ἁρμόζεται. ἔστω γὰρ μελίτταις εἰκάσθαι τὰς γυναῖκας, ἄνθεσι δὲ τοὺς ἥρωας, σίμβλῳ δὲ κοίλῳ τὴν πόλιν· τὰ δὲ ἐπίλοιπα πῶς ἂν οὐκ εἴη ἀνάρμοστα, διʼ ὧν φησι· χαίρει καὶ ἀγάλλεται ὁ λειμών, καίτοι λυπεῖται ἡ πόλις, διό φησι κινυρόμεναι; καὶ πάλιν ἀνάρμοστον τὸ γλυκὺν ἄλλοτέ τʼ ἄλλον καρπὸν ἀμέργουσιν: οὐ γὰρ δὴ τὸν ἀρειότερον τῶν ἡρώων ἑκάστη ἔσπευδεν ἀπολαμβάνειν. ταῦτα δʼ ἂν πρὸς τὴν πρώτην μῖξιν καὶ σύνοδον ἡρμόζετο. πρὸς τοὺς ἐπιλαμβανομένους τῆς παραβολῆς, ὅτι οὐ πάντα τὰ λεγόμενα ἁρμόττει τοῖς προκειμένοις, ῥητέον, ὅτι τὰ μὲν τῆς παραβολῆς πρὸς σαφήνειαν τοῦ γενομένου λαμβάνεται, τὰ δὲ πρὸς κάλλος μόνον καὶ ἔκφρασιν συντελεῖ. ἐνδυκέως: ἐπιμελῶς, σπουδαίως. τὸ δὲ κινυρόμεναι οὐκ εὖ· σημαίνει γὰρ τὸ θρηνῳδοῦσαι καὶ ἔδει κλαίουσαι, δακρυόεσσαι. εὐχόμεναι: ὅτι διὰ τὸ ἀσθενὲς ἡ γυναικεία φύσις πάντοτε ἐπὶ τὸ εὔχεσθαι τρέπεται, δῆλον ἐκ τῶν πρώτων, διʼ ὧν φησιν· “αἱ δὲ γυναῖκες πολλὰ μάλʼ ἀθανάτοισι”. νείσεο: ἄγαν ἐρωτικὴ ἡ προσφώνησις καὶ ἡ εὐχή. πρῶτον γὰρ αὐτῷ τὴν σωτηρίαν κατεύχεται, ἔπειτα, ἐπεὶ οἶδε καὶ τὴν πᾶσαν σπουδὴν καὶ τὸ φίλτρον τῷ Ἰάσονι οὐδὲν ἕτερον ἢ τὴν τῶν ἑταίρων σωτηρίαν, καὶ ταύτην αὐτῷ κατεύχεται, οὐ τοσοῦτον ἐκείνοις χαριζομένη ὅσον Ἰάσονι. νείσεο: νείσομαι μὲν τὸ πορεύομαι σημαίνει, τὸ δὲ τοὶ ἀντὶ τοῦ σαυτῷ, πρωτότυπος ἀντὶ συνθέτου ἀντωνυμίας. ῥηιδίως δʼ ἂν ἑοῖ: βούλεται λέγειν· ῥᾳδίως δʼ ἂν σαυτῷ καὶ πολὺν ἀθροίσαις λαόν. οὐκ εὖ δὲ ἔθηκεν τὸ ἑοῖ· ἔστι γὰρ τρίτου προσώπου δηλωτικόν, ὡς παρʼ Ὁμήρῳ· “ὀτρηροὺς θεράποντας ἐπισπέσθαι ἑοῖ αὐτῷ”. μενοινήν: ἀντὶ τοῦ γνώμην καὶ διάνοιαν, ἢ μέριμναν. προτιόσσομαι: ἐννοῶ, προορῶμαι. λίπε δʼ ἧμιν ἔπος: ὁ νοῦς ἐστι τοιοῦτος: εἰπὲ δή μοι συμβουλήν τινα, ἐὰν γένηταί με τεκεῖν, ὥστε τῷ γεννωμένῳ ὑποθέσθαι τινά· ἐλλείπει γὰρ εἰς τὸν πλήρη λόγον. ἐξανύσαι δὲ τὸ τελέσαι. ἀγαιόμενος: θαυμάζων τῆς διαθέσεως καὶ τοῦ ἔρωτος. ἐμέθεν πέρι θυμὸν ἀρείω: ὁ νοῦς· σὺ δὲ κρείττονα περὶ ἐμοῦ ψυχὴν καὶ ὑπόνοιαν ἔχε, τὰ περὶ τῆς πατρίδος ἡμῶν σκεπτομένη· οὐ γὰρ εὐτελεῖς ἐσμεν, ὡς τὴν ἰδίαν καταλείψαντες εἰς ἑτέραν μετοικεῖν. Πελίαο ἕκητι: τουτέστιν ἕνεκα Πελίου ἔστι μοι οἰκεῖν. Ἑλλάδα γαῖαν: νῦν τὴν Θεσσαλίαν. Ὅμηρος δὲ μίαν Θεσσαλίας πόλιν οἶδε τὴν Ἑλλάδα. Πελασγίδος δὲ τῆς Θετταλικῆς, ἀπὸ τῶν ἐνοικησάντων Πελασγῶν. σὺ δʼ ἄρσενα: τοῦτο ὡς ἐν θαυμασμῷ· εἰ ἄρα ἐν γυναικῶν πόλει κἂν ἐξ ἐπιγονῆς ἔσται ποτὲ ἄρρην τις. δύης ἄκος: τῆς ταλαιπωρίας οἷον παραμύθιον καὶ ἴαμα. ὅθεν καὶ ἐνδυκὲς περιττεύοντος τοῦ κ, ὥς φησι Τρύφων· ἔστι γὰρ ἐνδυὲς τὸ μετὰ πολλῆς κακοπαθείας γενόμενον, καὶ ἐνδυκέως ἐξ αὐτοῦ. ἐφέστιοι: ἔποικοι· Λακεδαιμόνιοι γὰρ τὴν οἰκίαν ἑστίαν φασίν. παροίτατος: ἀντὶ τοῦ πρότερος· ἐσχημάτισται δὲ ἀπὸ τοῦ πάρος. καὶ Ὅμηρος· “ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι”. ὣς δὲ καὶ ἄλλοι: διὰ τούτου τῶν ἡρώων ὑπεραπολογεῖται, ὅτι καὶ τῆς πρὸς τὰς Λημνιάδας συνόδου προαρξαμένου τοῦ ἀρχηγοῦ καὶ οὗτοι συνετίθεντο, καὶ νῦν δὲ πάλιν ἐκείνου τοῦ πλοῦ ἀρχομένου καὶ οὗτοι εἵποντο. ἐνσχερώ: ἀντὶ τοῦ ἐφεξῆς. ἁλιμυρέος: τῆς ὑπὸ θαλάσσης περιρρεομένης. “ἁλιμυρήεντες” δὲ “ποταμοί” οἱ εἰς τὴν θάλασσαν βάλλοντες. ἐς Ἠλέκτρης: τὴν Σαμοθρᾴκην λέγει. ἐκεῖ γὰρ ᾤκει Ἠλέκτρα ἡ Ἄτλαντος καὶ ὠνομάζετο ὑπὸ τῶν ἐγχωρίων Στρατηγίς· ἥν φησιν Ἑλλάνικος Ἠλεκτρυώνην καλεῖσθαι. ἐγέννησε δὲ γʹ παῖδας· Δάρδανον τὸν εἰς Τροίαν κατοικήσαντα, ὃν καὶ Πολυάρκη φησὶ λέγεσθαι ὑπὸ τῶν ἐγχωρίων, καὶ Ἠετίωνα, ὃν Ἰασίωνα ὀνομάζουσι, καί φασι κεραυνωθῆναι αὐτὸν ὑβρίζοντα ἄγαλμα τῆς Δήμητρος· τρίτην δὲ ἔσχεν Ἁρμονίαν, ἣν ἠγάγετο Κάδμος, καὶ ἀπὸ τῆς μητρὸς αὐτῆς Ἠλεκτρίδας πύλας τῆς Θήβης ὠνομάσθαι ἱστορεῖ καὶ Ἑλλάνικος ἐν αʹ Τρωικῶν καὶ Ἰδομενεύς. Ἀθηνικῶν δέ φησιν, ὅτι Διὸς καὶ Ἠλέκτρας ἐγένετο Ἰασίων καὶ Δάρδανος. ἀρρήτους ἀγανῇσι: τὰς τελετὰς λέγει τὰς ἐν Σαμοθρᾴκῃ ἀγομένας, ἃς εἴ τις μυηθείη, ἐν τοῖς κατὰ θάλασσαν χειμῶσι διασώζεται. καὶ Ὀδυσσέα δέ φασι μεμυημένον ἐν Σαμοθρᾴκῃ χρήσασθαι τῷ κρηδέμνῳ ἀντὶ ταινίας· περὶ γὰρ τὴν κοιλίαν οἱ μεμυημένοι ταινίας ἅπτουσι πορφυρᾶς. καὶ Ἀγαμέμνονα δέ φασι μεμυημένον ἐν ταραχῇ ὄντα πολλῇ κατὰ Τροίαν ἀκαταστασίαν τῶν Ἑλλήνων παῦσαι πορφυρίδα ἔχοντα. μυοῦνται δὲ ἐν τῇ Σαμοθρᾴκῃ τοῖς Καβείροις, ὡς Μνασέας φησί. καὶ τὰ ὀνόματα αὐτῶν δʹ τὸν ἀριθμόν· Ἀξίερος, Ἀξιοκέρσα, Ἀξιόκερσος, Κάσμιλος. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ, Ἀξιοκέρσα δὲ ἡ Περσεφόνη, Ἀξιόκερσος δὲ ὁ Ἅιδης· ὁ δὲ προστιθέμενος τέταρτος Κάσμιλος ὁ Ἑρμῆς ἐστιν, ὡς ἱστορεῖ Διονυσόδωρος. Κάβειροι δὲ δοκοῦσι προσαγορεύεσθαι ἀπὸ Καβείρων τῶν κατὰ Φρυγίαν ὀρῶν, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. οἱ δὲ δύο εἶναι τοὺς Καβείρους φασί, πρεσβύτερον μὲν Δία, νεώτερον δὲ Διόνυσον. ἡ δὲ Σαμοθρᾴκη ἐκαλεῖτο πρότερον Λευκοσία, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Σαμοθρᾴκης πολιτείᾳ. ὕστερον δὲ ἀπὸ Σάου, τοῦ Ἑρμοῦ καὶ Ῥήνης παιδός, Σάμος προσωνομάσθη κατὰ παρένθεσιν τοῦ μ. Θρᾳκῶν δὲ οἰκησάντων αὐτὴν ἐκλήθη Σαμοθρᾴκη. ἀγανῇσι τελεσφορίῃσι: ταῖς θείαις καὶ ὁσίαις μυσταγωγίαις. θέμιστας: ἀντὶ τοῦ μυστήρια. σωότεροι: ἀκινδυνότεροι. λέγονται γὰρ οἱ αὐτόθι μυηθέντες ἐπακούεσθαι εἰς ὃ ἂν εὔξωνται, ὡς Ἀριστοφάνης· “ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλόν.” δοκοῦσι γὰρ μᾶλλον σώζεσθαι οἱ τὰ μυστήρια εἰδότες. τῶν μὲν ἔτʼ οὐ προτέρω: τὸ μὲν προτέρω ἐστὶ σημαντικὸν τοῦ εἰς τοὔμπροσθεν, ὡς καὶ παρʼ Ὁμήρῳ· “οὐδʼ ἄρα μοι προτέρω νῆες κίον”· κεῖται δὲ νῦν καταχρηστικῶς ἐπὶ τοῦ λόγου. ὁ γὰρ νοῦς· τούτων δὲ οὐκ ἂν ἔτι πλέον τι εἴποιμι, ἀλλὰ χαίροι μὲν ἡ νῆσος, χαίροιεν δὲ καὶ οἱ δαίμονες, ὧν ἐστι τὰ μυστήρια· οὐ γὰρ καθῆκον ἡμῖν ἐστιν αὐτὰ λέγειν. ὄργια: τὰ μυστήρια, παρὰ τὸ εἴργειν τοὺς ἀμυήτους αὐτῶν. ἢ τὰ ἐν ὀργάσι γινόμενα· ὀργάδες δὲ οἱ σύμφυτοι τόποι καὶ ὑγροί. Μέλανος διὰ βένθεα: Μέλας πόντος οὕτω λεγόμενος, ὡς ἱστορεῖ Εὔδοξος ἐν δʹ Γῆς περιόδου· ὄπισθεν δὲ αὐτοῦ εἶναι τὴν Σαρπηδονίαν πέτραν φησίν. ὅτι δὲ οὕτω λέγεται, καὶ Ὅμηρος· “ἔνθορε Μείλανι πόντῳ”. ὠνομάσθη δὲ ἀπὸ Μέλανος τοῦ Φρίξου υἱοῦ ἐμπεσόντος, ἢ ἀπὸ ποταμοῦ Μέλανος καλουμένου κἀκεῖ ἐκρέοντος. τῇ μὲν Θρῃκῶν: ταύτῃ μέν, τῇ χειρὶ τῇ δεξιᾷ. περαίην δὲ τὴν κατὰ τὸ ἐναντίον κειμένην· ἡ γὰρ Ἴμβρος ἀντικρύ ἐστι τῆς Θρᾴκης. Ὅμηρος· “ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον”· Σάμον γὰρ εἶπεν ἐνταῦθα τὴν Σαμοθρᾴκην. Χέρνησον: τὴν μετὰ Θρᾴκην κειμένην Χερσόνησον. ἦν δὲ πρότερον νῆσος. ἔστι δὲ πλησίον Τροίας. ἔστι καὶ ἑτέρα Χερσόνησος, Καρίας, ἔνθεν ἦν Ἀλέξανδρος ὁ περὶ Καρίας γράψας. Ἀθαμαντίδος: τουτέστιν εἰς τὸν Ἑλλήσποντον, ἀπὸ Ἕλλης τῆς Ἀθάμαντος θυγατρός. Ῥοιτειάδος: ἀπὸ Ῥοιτείας τῆς Πρωτέως θυγατρός. Ῥοίτειον δὲ καὶ Σίγειον ἀκρωτήρια τῆς Ἰλίου. Ἀβαρνίδος: ἡ Ἀβαρνὶς πόλις τῆς Λαμψάκου. ὠνομάσθη δὲ ἀπὸ αἰτίας τοιαύτης. Διονύσου ἐρασθεῖσα Ἀφροδίτη ἐμίγη αὐτῷ καὶ ἀναχωρήσαντος αὐτοῦ εἰς τὴν Ἰνδικὴν ἐμίγη τῷ Ἀδώνιδι. ὡς δὲ ἦλθεν ὁ Διόνυσος, στέφανον ποιήσασα ὑπήντησεν αὐτῷ. καὶ στέψασα αὐτὸν ἀκολουθῆσαι μὲν ᾐδεῖτο διὰ τὸ ἤδη γεγαμῆσθαι, εἰς δὲ Λάμψακον ἀναχωρήσασα τὸ ἐξ αὐτῆς κυοφορούμενον ἠβούλετο τεκεῖν. Ἥρα δὲ ζηλοτυποῦσα μεμαγευμένῃ τῇ χειρὶ ἐφήψατο τῆς γαστρὸς αὐτῆς καὶ ἐποίησε τεκεῖν ἄμορφον, ὃν Πρίαπον προσαγορευθῆναι ἐκ τοῦ … ἀπαρνήσασθαι τὴν Ἀφροδίτην καὶ διὰ τοῦτο Ἀπαρνίδα κληθῆναι. ὕστερον δὲ κατὰ μετάθεσιν τοῦ στοιχείου ἐκλήθη Ἀβαρνίς. Περκώτη δὲ πόλις Τροίας, ἣν καὶ Ὅμηρός φησιν. Πιτύεια: ἡ Λάμψακος τὸ πρότερον Πιτύεια προσηγορεύετο, ἥν τινες Πιτύουσαν ὀνομάζουσι διὰ τὸ ἔχειν πίτυς πολλάς. τινὲς δέ φασιν, ὅτι Φρίξος γενόμενος ἐνταῦθα θησαυρὸν ἔθηκεν καὶ ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη· Θρᾷκες γὰρ τὸν θησαυρὸν πιτύην λέγουσι. μνημονεύει δὲ αὐτῆς καὶ Ὅμηρος· “καὶ Πιτύειαν ἔχον”. ἡ δὲ Ἀβαρνὶς τοῦ Ἑλλησπόντου, ἣ τὸ παλαιὸν Ἀπαρνὶς ἐκαλεῖτο, ὡς εἴρηται, ἀπὸ τοῦ Ἀφροδίτην ἐνταῦθα τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι τὸν παῖδα διὰ τὸ ἀπρεπὲς τοῦ αἰδοίου. πορφύροντα: διέπλευσαν τὸν τοῖς ῥοθίοις μελαινόμενον καὶ σφοδρὰ κύματα ἔχοντα. ἔστι δέ τις αἰπεῖα: Προποντίς ἐστι τὸ μετὰ τὸν Ἑλλήσποντον πέλαγος, οὗ ἑξῆς ὁ Θρᾳκικὸς Βόσπορος. ἐν οὖν ταύτη τῇ Προποντίδι ἔστι νῆσος, ἣ ὕστερον χερρόνησος γεγένηται καὶ ἰσθμόν τινα ἔσχεν· πᾶσα γὰρ γῆ ἐξέχουσα εἰς θάλασσαν ἰσθμὸς καλεῖται. ταύτῃ οὖν τῇ χερρονήσῳ παράκειται Ἄρκτων ὄρος, κυρίως οὕτω λεγόμενον, ἐπειδή φασι τὰς τροφοὺς τοῦ Διὸς ἐκεῖ διατριβούσας εἰς ἄρκτους μεταβληθῆναι· ἢ ὅτι ὁ τόπος ἔνθηρος, καὶ ἀπὸ τοῦ θηρίου τῆς ἄρκτου ὠνομάσθη· ἢ διὰ τὸ ὑψηλὸν τοῦ ὄρους, ἀπὸ τοῦ δοκεῖν ταῖς ἄρκτοις προσπελάζειν ταῖς ἀστρῴοις. τοῦτο δὲ ἄγριοί τινες Γηγενεῖς ᾤκουν. αὐτὴν δὲ τὴν χερρόνησον καὶ τὸν ἰσθμὸν ᾤκουν Δολίονες, ὧν ἐβασίλευε Κύζικος. τὸ δὲ ἑξῆς οὕτως· ἔστι δέ τις ἐν τῇ Προποντίδι νῆσος ὑψηλή, ἀπέχουσα βραχὺ τῆς Φρυγίας κατὰ τὸ ῥεῦμα τοῦ ἰσθμοῦ, ἐπικειμένη τῇ γῇ ὑπὲρ τὸν Αἴσηπον ποταμόν, ἔχουσα ἑκατέρωθεν ἀκτάς· καλεῖται δὲ Ἄρκτων ὄρος. αἰπεῖα: μεγάλη. Προποντίδος: τὸ πρὸ τοῦ Εὐξείνου πέλαγος. ἔστι δὲ χερρόνησος, ἐφʼ ἧς κεῖται ἡ Κυζικηνῶν πόλις· νῆσον δὲ αὐτὴν ἔφη διὰ τὸ πρότερον αὐτὴν οὖσαν νῆσον ὕστερον συνῆφθαι τῇ ἠπείρῳ. νῆσος: τὴν Κύζικον λέγει. ἀπὸ Φρυγίης: ἡ Φρυγία παράκειται τῇ Τροίᾳ, ἔστι δὲ τὰ ἔθνη τῆς Ἀσίας. τοῖς οὖν εἰς Κόλχους πορευομένοις ἐκ μὲν δεξιῶν ἐστιν ἡ Ἀσία, ἐκ δὲ ἀριστερῶν ἡ Εὐρώπη. πολυλήιον δὲ τὴν Φρυγίαν εἶπεν τὴν πολύπυρον ἢ πολυθρέμμονα. ὅσσον τʼ ἐπιμύρεται: ὅσον, φησί, διάστημα ἰσθμοῦ ἐστιν. οἱ δὲ τὸ ὅσον θαυμαστικῶς ἤκουσαν, ὃ κρεῖττον, ἵνα ᾖ· ἡ χερρόνησος καὶ εἰς θάλασσαν κειμένη καὶ ἰσθμὸν ἔχουσα—εἶτα θαυμαστικῶς· ὅσον γὰρ ἐκεῖνος ὁ ἰσθμὸς βοᾷ τοῖς κύμασι ῥησσόμενος. ἰσθμὸς δὲ καλεῖται ὁ ἐξ ἀμφοτέρων τῶν μερῶν θάλασσαν ἔχων τόπος· εἴρηται δὲ ἰσθμὸς παρὰ τὸ ἐν στενῷ εἶναι, οἷον ἴστνος τις ὤν· ὅθεν καὶ τοῦ τραχήλου τὰ παρίσθμια. πορθμὸς δὲ ὁ ἐξ ἀμφοτέρων γῆν ἔχων. ἐπιμύρεται: ἠχεῖ, βοᾷ. ἐπιπρηνής: ἀντὶ τοῦ ἐπίπροσθεν. καταειμένος: καταρρεόμενος, ἢ καταπνεόμενος, ἢ κεκαλυμμένος φυτοῖς. ἀμφίδυμοι δέ, ὅτι ὁ τῆς Κυζίκου λιμὴν δισσὰς εἰσόδους ἐξ ἑκατέρου μέρους ἔχει. ἀμφίδυμοι: δύο εἰσόδους ἔχουσαι· τοιοῦτος γάρ ἐστιν ὁ Κυζίκου λιμήν. Αἰσήποιο: ποταμὸς πέραν Κυζίκου. Γηγενέες: τούτων καὶ Ἡρόδωρος μνημονεύει ἐν τοῖς Ἀργοναυτικοῖς, καὶ ὅτι ἐπολέμησαν Ἡρακλεῖ. οἱ μὲν οὖν Γηγενεῖς περὶ Κύζικον ᾤκουν, οἱ δὲ Δολίονες περὶ τὸν ἰσθμόν. ἥρως Αἰνήιος: Κυζίκου πατὴρ Αἰνεύς, Ἀπόλλωνος παῖς καὶ Στίλβης … ὅθεν καὶ πόλις ὠνόμασται. … μητρὸς δὲ Εὐανθείας. μετέστη δὲ ἐκ Θεσσαλίας καὶ ᾤκησε περὶ τὸν Ἑλλήσποντον. ἐν δʼ ἥρως Αἰνήιος: ὅτι Αἰνεὺς Θετταλὸς ὢν τὸ γένος ᾤκησεν ἐν Ἑλλησπόντῳ. γήμας δὲ Εὐσώρου βασιλέως τῶν Θρᾳκῶν Αἰνήτην, γεννᾷ Κύζικον, ἀφʼ οὗ ἡ πόλις. Εὐσώρου δὲ υἱὸς Ἀκάμας, ὃν Ὅμηρος ἐν τῇ Βοιωτίᾳ ἡγεῖσθαι Θρᾳκῶν ἅμα τῷ Πείρῳ φησίν. δίου Εὐσώροιο: τοῦ ἐνδόξου Εὐσώρου ἡ θυγάτηρ. Εὔσωρος δὲ Θρᾴκης βασιλεύς· Ὅμηρος· “υἱὸν Ἐυσώρου Ἀκάμαντʼ ἠύν τε μέγαν τε”. Αἰνήτη: Κυζίκου μήτηρ. τούς: τοὺς Δολίονας. ἔκπαγλοι: τερατώδεις. προὔτυψεν: ὥρμησεν, ἐπέλασεν. λιμὴν ὑπέδεκτο: ὁ Πάνορμος λιμὴν τῆς Κυζίκου, οὗ ὁμώνυμος πόλις ἐν Σικελίᾳ. κεῖσε καὶ εὐναίης: λείπει ἡ ἀντὶ πρόθεσις, ἵνʼ ᾖ· τὸν ἀντὶ εὐναίας καὶ ἀγκύρας λίθον διὰ τὸ βεβρῶσθαι ἐκ τῆς θαλάσσης ἀπολύσαντες ἕτερον ἔλαβον, ἐκεῖνον δὲ κατέλιπον ἐν τῇ Ἀρτακίᾳ κρήνῃ. Μιλήσιοι δὲ ἐνοικήσαντες, κατὰ χρησμὸν Ἀπόλλωνος ἄραντες τὴν ἄγκυραν ἀνιέρωσαν ἐν τῷ ναῷ τῆς Ἰασονίας Ἀθηνᾶς. ἐννεσίῃσιν: βουλαῖς. κρήνῃ ὑπʼ Ἀρτακίῃ: Ἀρτακία κρήνη περὶ Κύζικον, ἧς καὶ Ἀλκαῖος μέμνηται καὶ Καλλίμαχος, ὅτι τῆς Δολιονίας ἐστίν. κεῖνον: τὸν ὑπὸ τῶν ἡρώων καταλειφθέντα. Νηλεῖδαι: οἱ μετὰ Νηλέως τοῦ Κόδρου ἀποικήσαντες ἐκ τῆς Ἀττικῆς Ἴωνες καὶ τὴν Καρίαν καὶ Φρυγίαν κατασχόντες, χρησμοῖς τοῦ Ἀπόλλωνος ἐκεῖνον τὸν λίθον τῇ Ἀθηνᾷ ἀφιέρωσαν. ὀλίγον δὲ λίθον τὸν μικρὸν ἔφη, ὡς καὶ Ὅμηρος “ὀλίγην τράπεζαν” καὶ Θεόκριτος “ὀλίγον κοῦρον”. τοὺς δʼ ἄμυδις: Δηίοχος τοὺς μὲν Δολίονας οὐκ ὀνομάζει, τὸν δὲ Κύζικόν φησι πυθόμενον τὴν τῶν ἀριστέων γενεὰν ξενίσαι. στόλον δὲ τὸν πλοῦν φησιν, ὃν ἐστέλλοντο. τὸ δὲ ἑξῆς· τούτους δὲ οἱ Δολίονες καὶ ὁ Κύζικος, ἐπειδὴ ἔμαθον τίνες εἰσί, φιλοφρόνως ἐξένισαν. καὶ γὰρ καὶ οἱ Δολίονες ἄποικοι Θετταλῶν εἰσι, διὸ καὶ αὐτοὺς ὡς ὁμοφύλους ἐδέξαντο. πέπιθον: ἔπεισαν αὐτοὺς ἐνδότερον ὁρμίσαι τὴν ναῦν· τὸ γὰρ πρότερον ἔξωθεν τῆς πόλεως ἦσαν ὁρμίσαντες. εἰρεσίῃ: κωπηλασίᾳ. προτέρωσε: ἐσωτέρω. ἀνάψαι: ἐκδῆσαι. ἔνθʼ οἵγʼ Ἐκβασίῳ: ἀπὸ τῆς ἐκβάσεως τῆς νεὼς ἐπὶ τὴν Δολιονίαν. Δηίοχος δὲ τὸ ἱερὸν οὐκ Ἐκβασίου Ἀπόλλωνός φησιν εἶναι, ἀλλʼ Ἰασονίου Ἀπόλλωνος, Σωκράτης δὲ ἐν Ἐπικλήσεσι Κυζικηνοῦ Ἀπόλλωνος. θυηπολίης: θυσίας. ἄναξ: ὁ Κύζικος. φάτις: φήμη ἢ χρησμός. ὁ δὲ στόλος ἐνταῦθα ὡς περιληπτικὸν ὄνομα συντάσσεται πρὸς πληθυντικὸν ῥῆμα τὸ ἵκωνται. ἶσόν που κἀκείνῳ: τοῦτό φησιν ὡς καὶ τοῦ Κυζίκου τὴν αὐτὴν ἡλικίαν ἄγοντος τῷ Ἰάσονι. γράφεται δέ ἁρμοῖ που κἀκείνῳ ὑποσταχύεσκον ἀντὶ τοῦ· ἀρτίως, νεωστὶ ὑπηύξανον, ὑπήνθουν. ἴουλος δὲ καλεῖται ἡ πρώτη ἐξάνθησις καὶ ἔκφυσις τῶν ἐν τῷ γενείῳ τριχῶν. ὁ μέντοι Ἐρατοσθένης ὄνομα ᾠδῆς ἐρίθων ἀπέδωκεν, ἐν τῷ Ἑρμῇ λέγων οὕτω· “ἦν χερνῆτις ἔριθος ἐφʼ ὑψηλοῦ πυλεῶνος δενδαλίδας τεύχουσα, καλοὺς δʼ ἤειδεν ἰούλους.” οὐκ ἔστι δέ, φησὶ Δίδυμος, ἀλλʼ ὕμνος εἰς Δήμητρα ὡς ὁ οὔπιγγος παρὰ Τροιζηνίοις εἰς Ἄρτεμιν. ἔστι γὰρ οὖλος καὶ ἴουλος ἡ ἐκ τῶν δραγμάτων συναγομένη δέσμη καὶ Οὐλὼ ἡ Δημήτηρ. λέγεται δὲ ἴουλος καὶ ζῷόν τι, θηρίδιον πολύπουν· ἑκατέρωθεν γὰρ ἔχει πολλοὺς πόδας ὥσπερ ἡ σκολόπενδρα. Θεόφραστος δὲ ἐν τῇ πρὸς Φανίαν ἐπιστολῇ καὶ ὄνον φησὶν αὐτὸν καλεῖσθαι, ὡς παρὰ Σοφοκλεῖ ἐν Κωφοῖς Σατύροις· “κυλισθεὶς ὥς τις ὄνος ἰσόσπριος”. ἐπισταχύεσκον: ἐπήνθουν. μεμόρητο: ἐκεκλήρωτο ὑπὸ τῆς τύχης, μεμοιραμένως εἶχεν. τὸ δὲ κατάλληλον· οὐδέ νύ πω παίδεσσιν ἀγάλλεσθαι μεμόρητο. ἀκήρατος: ἀντὶ τοῦ ἄπαις καὶ καθαρὰ ὠδίνων. Κλείτη δὲ θυγάτηρ Μέροπος Περκωσίου τὸ γένος, μάντεως, ἣν Κύζικος ἔγημεν, ὡς ἱστορεῖ Δηίοχος καὶ Ἔφορος. νέον: νεωστί. τὸ δὲ ἀντιπέρηθεν ἢ τὸ ἐκ τῆς Εὐρώπης δηλοῖ— ἀντίκειται γὰρ ἡ Εὐρώπη τῇ Ἀσίᾳ—ἢ τὸ ἐκ τοῦ ἀντικειμένου τῆς Προποντίδος πρὸς τὴν Κύζικον· τῆς γὰρ Πιτυείας βασιλεὺς ἦν Μέροψ ὁ Περκώσιος, ὡς δηλοῖ Ὅμηρος ἐν Καταλόγῳ. τὸ δὲ βάλεν δʼ ἀπὸ δείματα θυμοῦ τοῦτο ἐμφαίνει, ὅτι χρησμόν τινα ἔοικε φοβεῖσθαι ὡς μέλλων τεθνήξεσθαι ὑπὸ τῶν Ἀργοναυτῶν. ἀμοιβαδίς: ἐνηλλαγμένως. ἄνυσιν: τόν τε πλοῦν καὶ ἐφʼ ἣν πρᾶξιν ἔπλεον. ἀστείως δὲ ταύτην αὐτοῖς τὴν ἐρώτησιν δίδωσι τὴν κατεπείγουσαν καὶ χρησίμην. περικτιόνων δὲ περιοίκων. πεύθοντο: ἠρώτων. οὐ μὲν ἐπιπρό: εἰς τοὔμπροσθεν τῆς Δολιονίας, ἢ ἀντὶ τοῦ διόλου. διὰ δὲ τούτου οὐδὲν ἕτερον ἢ τὴν ἀπραγμοσύνην τοῦ Κυζίκου ἐμφαίνει. ἠοῖ δʼ εἰσανέβαν: ἡ εἰς πρόθεσις περιττή. Δίνδυμον δὲ ὄρος Κυζίκου ἱερὸν τῆς Ῥέας, διὰ τὸ διδύμους μαστοὺς ἐν αὐτῷ ἀνήκειν, ὥς φησι Φιλοστέφανος, οὕτω προσαγορευθέν· σύμπασα δὲ ἡ Φρυγία ἱερὰ τῇ θεῷ. ἢ διὰ τὸ δύο ἔχειν ἄκρας οὕτω καλεῖται. Χυτοῦ λιμένος: Χυτὸς λιμὴν ἐν Κυζίκῳ οὕτω καλούμενος. ἐπεχείρησαν δὲ οἱ Πελασγοὶ χῶσαι αὐτόν, ὥς φησι Δηίοχος, κατὰ ἔχθος τὸ πρὸς τοὺς Θεσσαλούς, ὑφʼ ὧν ἐξεβέβληντο. οὗτος δὲ ὑπὸ τῶν Γηγενῶν φησι κεχῶσθαι αὐτόν, ποιητικῶς. προτέρου ἐξήλασαν: καθʼ ὃν τὸ πρότερον ἦσαν ὁρμισθέντες. Γηγενέες δʼ ἑτέρωθεν: Δηίοχος … Θετταλοὺς εἶναι. οὗτος δὲ Γηγενεῖς φησιν ἐγχειρογάστορας τοῖς Ἀργοναύταις ἐπιβουλεῦσαι. Πολύγνωστος δὲ ἐν τοῖς Περὶ Κυζίκου λῃστὰς αὐτοὺς λέγει. ἀμφιρρῶγας: ἤτοι διερρωγυίας καὶ διεσχισμένας ἢ διαβεβρωμένας ὑπὸ τῆς θαλάσσης. κἀκεῖνα θεὰ τρέφεν: μυθικῶς φησιν ὑπὸ Ἥρας ἐφʼ Ἡρακλεῖ τετράφθαι τοὺς Γηγενεῖς. ὁ δὲ μῦθος ἀπὸ τοῦ Νεμεαίου λέοντος. μέμνηται δὲ καὶ Καλλίμαχος ἐν οἷς φησι· “τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν Ἥρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.”
σὺν δὲ καὶ ὧλλοι: τῆς νεωτέρας Ἰάδος τὸ ὧλλοι. τὸ δὲ δῆθεν ποτὲ μὲν παραπληρωματικόν, ποτὲ δὲ ἀντὶ τοῦ δηλαδὴ ἢ ὡς δή. ὑπερβεβίβασται δὲ ἡ φράσις. ἔστι γὰρ τὸ ἑξῆς· σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες ἥπτοντο φόνοιο. εἰσόκε πάντας: ἀδιαλείπτως ταρασσομένους ἐδάιξαν. ἢ οὕτως· ἐναντιούμενοι ταῖς δυνάμεσιν ἀκαταπαύστως συνταρασσομένους αὐτοὺς ἀνεῖλον. ὡς δʼ ὅτε δούρατα μακρά: ἡ παραβολὴ πρὸς πάντα ἁρμόδιος καὶ ὑγιής. ξύλοις γὰρ εἰκάζει αὐτοὺς πρὸς τὸ εὐτράπελον τῶν σωμάτων καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν αὐτῶν διατριβήν, καὶ ξυλοτόμοις δὲ τοὺς ἥρωας. τὸ δέ ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους πρός τε τὴν τῶν αἰγιαλῶν ἐγγύτητα καὶ πρὸς ἕτερον, ὅτι οἱ τέκτονες τοῦτο ποιοῦσιν, ἵνα πλείονος καμάτου ἀπαλλαγῶσιν ἐργαζόμενοι καὶ τοὺς σφῆνας ἐπιβάλλοντες, ὁμοίως δὲ καὶ οἱ ἥρωες αὐτοὺς ἀνεῖλον, ὅπως λοιπὸν αὐτοῖς ἀκίνδυνος γένηται ἡ εἰς τὸ ὄρος ἀνάβασις. ὄφρα νοτισθέντα: ὅπως βραχέντα εὐεπίδεκτα γένηται τῶν σφηνῶν. ἐνὶ ξυνοχῇ: ἐν τῇ περιφερείᾳ καὶ τῷ πρώτῳ τοῦ λιμένος. δύπτοντες κεφαλάς: ἀντὶ τοῦ δύνοντες τὰς κεφαλάς. παρατατικὸν δὲ εἴρηκεν ἀντὶ συντελικοῦ δύψαντες, ἐπὶ τῷ δύπτειν ἐπὶ κεφαλὴν κατενεχθέντες. δύπτειν δέ ἐστι τὸ δύνειν, δύπται δὲ αἴθυιαι, ὡς παρὰ Καλλιμάχῳ· “δύπται δʼ ἐξ ἁλὸς ἐρχόμενοι”. πρότερος δὲ Ἀντίμαχος· “ἠύτε τις καύηξ δύπτῃ ἐς ἁλμυρὸν πέλαγος”. ἀταρβής: ἀκίνδυνος καὶ ἄφοβος τῶν ἐχθρῶν ὡς ἀπολωλότων. ῥιπὴ μένεν: οὐκέτι ἀσφαλὴς καὶ ὁμοία ἔμενεν ἡ τοῦ ἀνέμου πνοή, ἀλλʼ ἐναντία ἐγένετο· προσληπτέον γὰρ τὸ ἡ ἄρθρον. ἐξ οὗ ὁ λόγος· ἐπιούσης δὲ νυκτὸς οὐκέτι ἔμενεν ὁμοίως ἡ πνοὴ τοῦ ἀνέμου. ἀλλὰ θύελλαι: αἱ χειμεριναὶ καταιγίδες καὶ πνοαί. ὅθεν Ὅμηρος ἐν συνωνυμίᾳ τίθησι θυέλλας τε καὶ ἁρπυίας ἀντὶ τοῦ καταιγιδώδεις πνοάς, ἀπὸ τοῦ οἷον ἁρπάζειν παραγώγως· “ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι”, εἶτα· “τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο”, ὡς τῶν αὐτῶν οὐσῶν. τὸ μὲν ἀπὸ τοῦ ἁρπάζειν, τὸ δὲ ἀπὸ τοῦ θύειν, ὅ ἐστι μετὰ βίας ἄειν. ἁρπάγδην δὲ εἶπεν ἀπὸ τοῦ ἁρπάζειν, ὡς φοράδην ἀπὸ τοῦ φέρειν καὶ ἀίγδην ἀπὸ τοῦ ἀίσσειν. ἐκ δʼ ἄρʼ ἔβησαν: ἐξέβησαν καὶ προσεπελάσθησαν πάλιν τοῖς Δολίοσι. τὸ δὲ ἐυξείνοισιν, ὥσπερ καὶ αὐτὸς δεινοπαθῶν ἐπὶ τοῖς συμβεβηκόσι τοῦτό φησιν. Ἱερὴ δὲ φατίζεται: κατʼ εὐφημισμόν. τὰ γὰρ μεγάλα τῶν παθῶν εὐφήμως ἱερὰ καὶ καλά φαμεν, ὡς καὶ τὰς Ἐρινύας Εὐμενίδας καὶ τὴν λοιμικὴν νόσον ἱεράν, ὡς καὶ Καλλίμαχος· “ψευδόμενοι δʼ ἱερὴν φημίζομεν”.
ἐνόησεν: ἔγνω. ἐπήισαν: οὐκ ἐπήρχοντο, φησίν, ἀληθῶς ὡς ἐπὶ τοὺς ἥρωας· ἠγνόησαν γάρ, διότι νὺξ ἦν. τὸ δὲ ἐπήισαν ἀντὶ τοῦ ᾔσθοντο. Μακριέων: τῶν καλουμένων Μακρώνων, οἵ εἰσιν ἄποικοι Εὐβοέων, ἀφʼ οὗ καὶ Μάκρωνες ἐκλήθησαν· καὶ Μάκρις γὰρ ἡ Εὔβοια ἐκαλεῖτο. Πελασγικὸν δὲ εἶπεν διὰ τὸ πλησιόχωρον εἶναι τὴν Εὔβοιαν τῇ Πελοποννήσῳ, ἣ πρότερον ἐκαλεῖτο Πελασγία. ἦσαν δὲ ἀστυγείτονες τῶν Δολιόνων οἱ Μάκρωνες. οἱ δὲ ἔθνος Βεχείρων φασὶ τοὺς Μακριέας, οἵτινες ἀεὶ πολεμοῦσι τοῖς Κυζικηνοῖς. ἦσαν δὲ τὰ πολεμικὰ ἔργα ἠσκηκότες, ὡς ἱστοροῦσι Φιλοστέφανός τε καὶ Ἡρόδωρος οἱ τὰ περὶ τῶν βίων αὐτῶν γεγραφότες. Διονύσιος δὲ ὁ Χαλκιδεὺς εἰρῆσθαί φησιν αὐτοὺς Μάκρωνας, ἐπειδὴ Εὐβοέων εἰσὶν ἄποικοι. ἄλλοι δὲ Μάκρωνας αὐτούς φασι λέγεσθαι διὰ τὸ πλείονας εἶναι παρʼ αὐτοῖς μακροκεφάλους ὥσπερ παρὰ τοῖς Πέρσαις γρυπούς. μέμνηται δὲ τούτων Ἡρόδοτος ἐν βʹ. Πελασγικὸν δὲ ἄρεα εἶπεν τὸν τῶν Μακριέων, ἐπεὶ Εὐβοέων εἰσὶν ἄποικοι, ἡ δὲ Εὔβοια πλησίον Πελοποννήσου κεῖται, ἥτις τὸ παλαιὸν Πελασγὶς ἐκαλεῖτο. Μακριέων: ὅμοροι Δολίοσιν οὗτοι καὶ πολέμιοι. τῷ: διό, ἐπεὶ Μάκρωνας αὐτοὺς ἐνόμισαν, συνέβαλον. σὺν δʼ ἔλασαν: τὸ Ὁμηρικὸν παραγράφει· “σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν.”
ῥιπῇ: ὁρμῇ. ἥ τʼ ἐνὶ θάμνοις: τοῖς στελέχεσι τῶν δένδρων, ἀπὸ τῆς θέσεως· “θάμνος ἔφυ τανύφυλλος ἐλαίης”. καὶ ταῦτα δὲ ἐξ Ὁμήρου παρῆκται· “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται, βαθέης ἐν τάρφεσιν ὕλης.”
αὐαλέοισι: ξηροῖς. κορύσσεται: μετεωρίζεται. ζαμενής: ἄγαν ἰσχυρός, τοῦ ζα κατʼ ἐπίτασιν ὄντος, ὡς ζάπλουτος ζάθεος. ὅγε: ὁ Κύζικος δηλονότι. ὑπὲρ μόρον: συνυπακούεται τὸ σχὼν ἢ ἄλλο τι παραπλήσιον, ἵνʼ ᾖ· οὐδʼ ὅγε ὁ Κύζικος ὑπερσχὼν τὸν μόρον τῆς δηιοτῆτος, ἤγουν τὸν ἐν τῷ πολέμῳ θάνατον, ἔμελλεν ἐπανήξειν οἴκαδε. τὸν Κύζικον οἱ μὲν ὑπὸ Διοσκούρων φασὶν ἀναιρεθῆναι, ἄλλοι δὲ ὑπὸ Ἰάσονος. τὸ δὲ ἑοῖο καὶ νῦν κακῶς κεῖται· ἔστι γὰρ προσληπτικὸν ἰσοδυναμοῦν τῷ ἑαυτοῦ. ἐρραίσθη: ἐθραύσθη. τὸ δέ μοῖραν ἀνέπλησε σημαίνει· τὸ πρόσταγμα τῆς εἱμαρμένης ἐτέλεσε. τὴν γὰρ θέμις: τοῦτο ὥσπερ ἀποδεικτικόν ἐστι τοῦ ἄφυκτον εἶναι τὴν μοῖραν, ὥς φησι καὶ Ὅμηρος. τόν: τὸν Κύζικον. ἀδευκέος ἔκτοθεν ἄτης: οὐ προσηνοῦς, ἀπεοικυίας, πικρᾶς· δεῦκος γὰρ τὸ γλυκύ, ὅθεν τὸ Πολυδεύκης· καὶ γὰρ ζῶν εὐεργετικώτατος καὶ ἀποθεωθεὶς ἅμα τῷ ἀδελφῷ διασώζει τὰς ναῦς. ἢ ἀφανοῦς καὶ ἀπροοράτου, παρὰ τὸ δείκω. τὸ δὲ ἔκτοθεν ταὐτόν ἐστι τῷ ἐκτός. περὶ δὲ τῆς μάχης καὶ Δηίοχος ἱστορεῖ. περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης μάχης οὐ συμφωνεῖται. Ἔφορος μὲν γάρ φησι τοὺς Δολίονας Πελασγοὺς ὄντας καὶ ἐχθρωδῶς διακειμένους πρὸς τοὺς τὴν Θεσσαλίαν καὶ Μαγνησίαν κατοικοῦντας διὰ τὸ ἀπελασθῆναι ὑπʼ αὐτῶν ἐπιθέσθαι αὐτοῖς, γράφων ἐν τῇ θʹ. ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηιόχῳ. Καλλισθένης δὲ ἐν τῷ αʹ τοῦ Περίπλου κατʼ ἔχθραν φησὶ τοὺς οἰκοῦντας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις. αὐτῇ ὑπὸ νυκτί: αὐτῇ τῇ νυκτί, θαυμαστικῶς. πέδησεν: κατέσχεν. πολεῖς: μνημονεύει Δηίοχος τῶν ἀναιρεθέντων, ὥς φησι Σοφόκλειος. Τηλεκλῆα ἠδὲ Μεγαβρόντην: πέπλακε τὰ ὀνόματα ταῦτα Ἀπολλώνιος, οὐκ ἀπὸ ἱστορίας ἔλαβεν. οὕτω Ταρραῖος. Ἀρτάκεα: Ἡρωδιανὸς βαρυτονεῖ τὸ ὄνομα ἐν τῷ γʹ τῆς Καθόλου· Ἀρτάκης γάρ. ἐνναέται: ἔποικοι. ἠύτε κίρκους ὠκυπέτας: εἶδος ἱέρακος. ἔστι δὲ ἱεράκων γένη ἕξ, ὡς Καλλίμαχος ἐν τοῖς Περὶ ὀρνέων. καὶ Ὅμηρος δὲ ἔοικε τοῦτο γινώσκειν· φησὶ γοῦν· “οὐδέ κεν ἴρηξ κίρκος ὀμαρτήσειεν ἐλαφρότατος πετεηνῶν” καί “κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος”. ὁ δὲ ἱέραξ ἱερός ἐστιν Ἀπόλλωνος. πέλεια δὲ περιστερᾶς εἶδος ὅμοιον φάττῃ, ὥς φησιν Ἀριστοτέλης. ὑποτροπίῃ: ὑποστροφῇ· τουτέστι φυγῇ. ἠῶθεν δʼ ὀλοήν: ἅμα ἠοῖ κακὴν ἀμπλακίην καὶ ἀπροσμηχάνητον εἶδον οἷον ἀβοήθητον. τρὶς περὶ χαλκείοις δίχα: χαλκείοις σὺν ἔντεσι. ὑπέρβατον δέ ἐστι. τὸ γὰρ ἑξῆς· χαλκείοις σὺν ἔντεσι περιδινηθέντες, ὅ ἐστι περιδραμόντες. τύμβῳ ἐν ἐκτερέιξαν: τύμβον ἔστησαν. κτερείξαι τὸ θάψαι· ἔθαψαν γάρ, τάφον αὐτῷ ποιήσαντες. τοῦ δὲ Λειμωνίου πεδίου μέμνηται Δηίοχος, περί τε τοῦ τάφου Κυζίκου ὁ αὐτός. τὸ δὲ ἀγκέχυται Ὁμηρικῶς κατὰ τὴν ἀρχαίαν ἀγωγήν· “χυτὴν ἐπὶ γαῖαν ἔχευαν”. οὐδʼ ἄλοχος Κλείτη: ὁ μὲν Ἀπολλώνιος νεόγαμον τὸν Κύζικον καὶ ἄπαιδα ἱστορεῖ, Εὐφορίων δὲ ἐν Ἀπολλοδώρῳ μελλόγαμον. τὴν δὲ γαμετὴν οὐ Κλείτην τὴν Μέροπος λέγει θυγατέρα, Λάρισαν δὲ τὴν Πιάσου· οὐδὲ παθεῖν τι, ἀπαχθῆναι δὲ αὐτὴν ὑπὸ τοῦ πατρός. Νεάνθης δὲ ἐν τοῖς Μυθικοῖς συμφωνεῖ τῷ Ἀπολλωνίῳ. περὶ δὲ τῆς Κλείτης φησὶ Δηίοχος ὑπὸ λύπης τελευτῆσαι. ἱστορεῖ δὲ Ἀπολλώνιος ἄτεκνον τὸν Κύζικον ἀνῃρῆσθαι, Νεάνθης δὲ ἐσχηκέναι φησὶ παῖδα ὁμώνυμον. τὴν δὲ καὶ αὐταί: τοῦτο ἤτοι πρὸς θαυμασμὸν τοῦ πάθους—τοσοῦτον γὰρ ἦν, ὡς καὶ τὴν θείαν φύσιν ἀνεγεῖραι— ἢ ὅτι ὑπόκεινται αἱ γυναῖκες θρηνοῦσαι, ἵνα ᾖ· μετὰ τῶν Δολιόνων καὶ αὐταὶ αἱ νύμφαι ὠδύροντο τὴν Κλείτην. Νεάνθης δὲ καὶ Δηίοχος ἱστοροῦσιν, ὅτι ἀπήγξατο ἡ Κλείτη καὶ ὅτι ἐκ ταύτης κρήνη ἐν Κυζίκῳ … ἣν καλέουσι Κλείτην: ἀντὶ τοῦ ὁμωνύμως τῇ παιδί, πρὸς τὸ πλείονα χρόνον τοῦ πάθους τὴν μνήμην σώζεσθαι. περικλεὲς δὲ τὸ ἐπίδοξον καὶ διαβόητον ἔκ τε τῆς τοῦ πάθους ὑπερβολῆς καὶ τῆς πρὸς τὸν ἄνδρα διαθέσεως γενόμενον. μυληφάτου: τοῦ πυροῦ, τουτέστι τοῦ σίτου, τοῦ ἀλεύρου τοῦ ὑπὸ μύλης τεθραυσμένου ἐν τῷ ἀλήθεσθαι. φησὶ δὲ τοὺς ἄρτους. ἄφλεκτα: ἀντὶ τοῦ ὠμά. διαζώεσκον: ἔζων. χύτλα: κυρίως τὰ μεθʼ ὕδατος ἔλαια, καταχρηστικῶς δὲ τὰ ἐναγίσματα καὶ αἱ χοαί. πέλανοι δὲ πέμματα ποιά. Ἀττικοὶ δὲ πᾶν τὸ πεπηγὸς οὕτω λέγουσι. τὸ δέ Κύζικον ἐνναίοντες ἀντὶ τοῦ οἱ Κυζικηνοί. Ἰάονες δὲ διὰ τὸ ἀποίκους εἶναι Μιλησίων. καὶ γὰρ εἰς Μίλητον ὁ Νηλεὺς ἀποικίαν ἐστείλατο καὶ ἐκεῖθεν ἐπὶ Κύζικον μετὰ πολὺν χρόνον· ὅθεν καὶ τοὺς Κυζικηνοὺς Ἴωνας ἐκάλεσεν. πελάνους ἐπαλετρεύουσιν: πᾶς δῆμος ἐπὶ τῆς μύλης ἐπαλετρεύουσι καὶ ἀλήθουσι πελάνους. πέλανος δὲ ὁ διαπεπηγμένος καὶ ῥυπαρὸς ἀφρὸς κατὰ Ἀττικούς, ὡς καὶ Εὐριπίδης· “στόματος ἀφρώδη πέλανον”. φησὶ δὲ τοὺς ἀκαθάρτους καὶ εὐτελεῖς ἄρτους, οὓς ὁ Θεόκριτος Δωρικούς φησιν. ἤμαθʼ ὁμοῦ: τὸ ὁμοῦ παρʼ Ὁμήρῳ μὲν τὸ ἐν τῷ αὐτῷ τόπῳ σημαίνει· “ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους”, παρὰ δὲ τοῖς μεθʼ Ὅμηρον καὶ ἄλλα σημαίνει, ὡς καὶ Σοφοκλῆς ἐπὶ χρόνου τέθεικεν αὐτό· “πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων”. νῦν δὲ ἀντὶ τοῦ ὁμοίως κεῖται, ὡς καὶ παρʼ Εὐριπίδῃ· “ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες”.
ἐπιπλομένη: ἐπερχομένη. ὧλλοι μέν ῥα: ἡ τοιαύτη συναλοιφὴ τῆς νεωτέρας Ἰάδος ἐστί. διὸ μέμφονται Ζηνοδότῳ εἰπόντι δεῖν ἀναγινώσκειν “ὧλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες”· οὐ κέχρηται γὰρ ταύτῃ Ὅμηρος. πύματον λάχος: ὕστατον κλῆρον καὶ μερίδα τοῦ ἐν τῇ Δολιονίᾳ ὕπνου λαμβάνοντες καὶ ἐκεῖσε ὑπνοῦντες· τῇ γὰρ ἑξῆς ἀναπλεῖν ἔμελλον. πύματον λάχος: τοῦ ἐν Κυζίκῳ ὕπνου ὕστατον λάχος φησίν. ἀδινὰ κνώσσοντας: ἐφύλαττον μεγάλως καὶ βαθέως ὑπνοῦντας. ὁ δὲ Ταρραῖος λεπτὰ κοιμωμένους καὶ οὐ κατὰ βάθος. θεσπίζουσα: προλέγουσα, μαντευομένη. λῆξιν ὀρινομένων: τὴν κατάπαυσιν καὶ λώφησιν τῆς τῶν ἀνέμων βίας. ἀκταίης: τὸ γὰρ ὄρνεον θαλάσσιον καὶ ἐν τοῖς αἰγιαλοῖς βιοῦν. λέγεται δὲ καὶ ὁ Ζεὺς ἐφεξῆς ιεʹ ἡμέρας ἤ, ὥς τινες, ιδʹ εὐδιεινὰς ποιεῖν, ἵνα ἀποκυήσῃ παρὰ τοῖς αἰγιαλοῖς, αἳ ἀλκυονίδες ἡμέραι καλοῦνται, ζʹ πρὸ τοῦ τόκου καὶ ζʹ μετὰ τὸν τόκον. εἴληφε δὲ τὰ περὶ τῶν ἀλκυόνων παρὰ Πινδάρου ἐκ Παιάνων. εὐλόγως δὲ ὄσσαν εἶπε τὴν τῆς ἀλκυόνος φωνήν· ὑπὸ γὰρ Ἥρας ἦν ἀπεσταλμένη, ὥς φησι Πίνδαρος. ἀκταίης ὄρνιθος: τῆς παρὰ ταῖς ἀκταῖς καὶ τοῖς αἰγιαλοῖς διατριβούσης καθήκουσαν φωνὴν ἀκούσας. ἀφλάστοιο: Ἀπολλόδωρος ἐν ταῖς Λέξεσι ἀποδέδωκεν ἄφλαστον τὸ ἀκροστόλιον. οὐκ εὖ, ἐπειδὴ τὸ ἀκροστόλιόν ἐστι τὸ ἄκρον τοῦ στόλου, στόλος δὲ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πτυχῆς καὶ διῆκον ἄχρι τῆς πρώρας ξύλον· πτυχὴ δὲ λέγεται, ὅπου τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. ἔστιν οὖν ἄφλαστον οὐ τὸ ἀκροστόλιον τὸ κατὰ τὴν πρώραν, ἀλλʼ ὁ ποιητὴς αὐτὸ παραδίδωσιν ἐπὶ τῆς πρύμνης λέγων· “Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν, οὔτι μεθίει ἄφλαστον μετὰ χερσὶν ἔχων.” καὶ εἴρηται ἄφλαστον κατὰ συγγένειαν τοῦ φ πρὸς τὸ θ, ἄθλαστον· κατὰ ἀντίφρασιν, ἐπεὶ εὔθλαστόν ἐστιν. ἔστιν οὖν ἄφλαστον σανίδιον κατὰ τὴν πρύμναν. ἀφλάστοιο: ἀκροστολίου. ἐκ γὰρ τῆς ἄνεμοι: ἐκ ταύτης τῆς Ῥέας καὶ γῆ καὶ θάλασσα καὶ οὐρανὸς συνέχεται. οἱ γὰρ φυσικοὶ αὐτὴν γῆν φυσιολογοῦσι καὶ τὴν πάντων ἁρμογὴν καὶ σύνδεσμον, καὶ τὸ ὄνομα αὐτῆς ἐτυμολογοῦσι παρὰ τὸ ῥεῖν ἀεὶ καὶ ποιεῖν τείρεα. καὶ φυσικῶς ταύτης ἄνδρα τὸν Κρόνον φασίν, οἱονεὶ τὸν χρόνον μεταβολῇ τῶν ἀντιστοίχων· σύνεστι δὲ τῇ τῶν στοιχείων τάξει ἐξ ἀνάγκης ὁ χρόνος. καὶ εἶτα λοιπὸν ἀλληγορικῶς τούτους τῶν θαλασσίων καὶ οὐρανίων καὶ χθονίων θεῶν πατέρας εἶναί φασι· μετὰ γὰρ τὴν τῶν στοιχείων θέσιν καὶ σύνδεσμον συνέβη καὶ θεοὺς καὶ θεῶν δυνάμεις καὶ διαφορὰς μαθεῖν τοὺς ἄνδρας καὶ τιμῆσαι. πεπείρηται: συνέχεται, συνέζευκται. Ἱερῆς ἐκ πείσματα: ἧς καὶ ἐν τοῖς πρώτοις μέμνηται εἰπών· “Ἱερὴ δὲ φατίζεται ἥδʼ ἔτι πέτρη”. ἤρεσαν: ἐκωπηλάτησαν. τῷ δὲ συντελικῷ ἀντὶ παρατατικοῦ εἶπεν, τοῦ ἤρεσσον. λιμένα δὲ Θρηίκιον λέγει, ἐπειδὴ κεῖται μὲν ἡ Κύζικος ἐπʼ ἐσχάτοις τῆς Φρυγίας, συνάπτει δὲ ἡ Βιθυνία τῇ Φρυγίᾳ, Βιθυνοὶ δὲ Θρᾷκες κατὰ τὸ δεξιὸν μέρος. ἢ ἐπειδὴ Θρᾷκες Κύζικον ᾤκησαν. καὶ πᾶσα περαίη Θρηικίης: καὶ πᾶσα ἡ ἐναντία χώρα τῆς Θρᾴκης. Μακριάδες... Ποντικὸν δὲ ἔθνος οἱ Μάκρωνες. τὸ δὲ χερσὶν ἑαῖς οὐκ εὖ εἴρηκεν· ὤφειλε γὰρ σφετέραις. ἠερόεν στόμα Βοσπόρου: ἠερόεν οἷον ἀερῶδες ἤτοι ὁμιχλῶδες. Βόσπορος δὲ τὸ τῆς Προποντίδος στενόν, οὕτω κληθὲν ἀπὸ τῆς διανηξαμένης βοός, τῆς Ἰοῦς. ἐκ δʼ ἑτέρης: οὐ λέγει ἐκ δʼ ἑτέρης ἠπείρου—καὶ γὰρ ἡ Μυσία καὶ ὁ Αἴσηπος τῆς Ἀσίας—, ἐπὶ ἑτέρας δὲ χώρας λέγει, τῆς Τρῳάδος, καθʼ ἣν ὁ Αἴσηπος ῥεῖ χωρίζων αὐτὴν τῆς Μυσίας. καὶ Ὅμηρος· “Γρήνικός τε καὶ Αἴσηπος”. ἡ δὲ Τρῳὰς ἀπὸ Μυσίας ἀρχομένη τῆς Μεγάλης ἐπὶ τοῦ Αἰσήπου λήγει. ἡ δὲ Δολιονία καὶ Φρυγία ἄρχεται μὲν ἀπὸ τοῦ Αἰσήπου, λήγει δὲ ἐπὶ Ῥυνδάκου. Μυσίαι δὲ δύο, ὧν ἡ μὲν μία τῇ Εὐρώπῃ πλησιάζει, ἡ δὲ ἑτέρα τῇ Ἀσίᾳ· τῆς οὖν ἐν Ἀσίᾳ Μυσίας αἱ κολῶναι τοῖς Ἀργοναύταις ἐφαίνοντο. καὶ πεδίον Νηπήιον: πεδίον Νηπείας ἔστι περὶ Κύζικον. μνημονεύει δὲ αὐτοῦ καὶ Καλλίμαχος ἐν Ἑκάλῃ· “Νηπείης ᾗ τʼ ἄργος, ἀοίδιμος Ἀδρήστεια.” τὴν δὲ Νήπειαν Διονύσιος ὁ Μιλήσιος πεδίον τῆς Μυσίας φησὶν εἶναι. ὁ γὰρ βασιλεὺς τῶν Μυσῶν Ὄλυμπος θυγατέρα Ἰάσου ἔγημεν, Νήπειαν ὄνομα, καὶ κατῴκησεν ἐν τῷ πεδίῳ τούτῳ, ὃ νῦν καλεῖται Νηπείας πεδίον. Ἀπολλόδωρος δέ φησι Νηπείας πεδίον ἐν Φρυγίᾳ. ὁ δὲ Καλλίμαχός φησιν ἐν Ὑπομνήμασι Νέμεσιν εἶναι τὴν τὸ πεδίον κατέχουσαν. ἔστι δὲ καὶ πόλις καλουμένη Ἀδρήστεια ἀπὸ Ἀδράστου τοῦ ἱδρυσαμένου. ὁ δὲ Ἀπολλώνιος ἑκατέρων μέμνηται, τῆς τε πόλεως καὶ τοῦ πεδίου· φησὶ γάρ· ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης. τῆς δὲ πόλεως καὶ Ὅμηρος μνημονεύει· “οἳ δʼ ἄρʼ Ἀδρήστειαν εἶχον”. ἔσκε δέ τι στιβαρὸν στύπος: στύπος τὸ πρέμνον καὶ στέλεχος, ἐξ οὗ καὶ Ἀρχίλοχος “ὀρέων ἀπεστύπαζον”. βρέτας δὲ τὸ βροτῷ ἐοικός. καὶ Εὐφορίων δὲ ἐκ τούτου κινηθεὶς τὸ ξόανον τῆς μητρὸς τῶν θεῶν φησιν ἀμπέλινον εἶναι, διὰ τὸ τὴν ἄμπελον ἴσως ἱερὰν εἶναι τῆς Ῥέας. πρόχνυ: παντελῶς. γεράνδρυον: ἀρχαῖον, ξηρόν, ἄχρηστον. ὀκριόεντι κολωνῷ: τῇ ἐξεχούσῃ ἀκρωρείᾳ. χέραδος: ἡ τῶν βραχέων λίθων συλλογὴ τῶν καθʼ ἕνα χειρὶ ληφθῆναι δυναμένων, οὓς Ὅμηρος χερμάδιά φησι. τὸ δὲ βωμὸν ἀντὶ τοῦ εἰς βωμοῦ κατασκευήν. χεράδες λέγονται οἱ σωροὶ τῶν μικρῶν λίθων. φησὶ Δημήτριος ὁ Σκήψιος τὴν διάλεκτον Ἀπολλωνιατῶν εἶναι τῶν ἐν Πόντῳ. μνημονεύει καὶ Σαπφώ “μὴ κίνη χεράδας” καὶ Ὅμηρος “ἅλις χεράδος περιχεύας”. χέραδος δὲ ὁ τῶν λίθων σωρός· εἰς δὲ τὴν τοῦ βωμοῦ κατασκευὴν λίθους ἐσώρευον. δρυΐνοισιν: εἰκότως· ἡ γὰρ δρῦς ἱερὰ τῆς Ῥέας, ὥς φησιν Ἀπολλόδωρος ἐν γʹ Περὶ θεῶν. δρυΐνοις δὲ αὐτούς φησι στέφεσθαι διὰ τὸ μεμερίσθαι τῇ θεῷ τὸ δένδρον τοῦτο, διὰ τὸ καὶ πρὸς στέγας καὶ πρὸς τροφὴν τὸ πρῶτον χρησιμεῦσαι. Δινδυμίην: τὴν ἐν τῷ Δινδύμῳ ὄρει τιμωμένην ἐπικαλούμενοι καὶ ἱκετεύοντες. ἐνναέτιν Φρυγίης, Τιτίην θʼ ἅμα: τῶν Ἰδαίων Δακτύλων καλουμένων πρώτους τούτους φησὶν εἶναι καὶ παρέδρους τῇ μητρὶ τῶν θεῶν, ἀκολουθῶν Μαιανδρίῳ λέγοντι Μιλησίους, ὅταν θύωσι τῇ Ῥέᾳ, προθύειν Τιτίᾳ καὶ Κυλλήνῳ. εἰσὶ δὲ οὗτοι τῶν Ἰδαίων Δακτύλων μοιρηγέται καὶ μητρὸς θεῶν πάρεδροι. Καλλίστρατος δὲ ἐν τῇ βʹ τῶν Καθʼ Ἡράκλειαν περὶ Τιτίου φησίν· “ὁ δὲ Τιτίας ἥρως ἐγχώριος, ὃν οἱ μὲν μυθεύουσι παῖδα Διός, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ τοῦ Κιμμερίου παίδων, διʼ ὃν μάλιστα τὸ ἔθνος ηὔξηται καὶ προάγεται ἔτι εἰς εὐδαιμονίαν· ἀπεθεώθη δὲ ὑπὸ Μαριανδυνῶν”. καὶ Προμαθίδας δὲ ἐν τοῖς Περὶ Ἡρακλείας λέγει περὶ Τιτίου, ὅστις ἦν, καὶ Θεοφάνης. ὅτι δὲ νύμφη τῆς Οἰαξίδος γῆς δραξαμένη τοὺς καλουμένους Ἰδαίους Δακτύλους ἐποίησε, παρὰ Στησιμβρότου εἴληφε. … καὶ ὅτι διὰ τῶν χειρῶν διερρύησαν, Δακτύλους κληθῆναι. Σοφοκλῆς δὲ αὐτοὺς Φρύγας καλεῖ ἐν Κωφοῖς Σατύροις. Δάκτυλοι Ἰδαῖοι: ἑκατέρους πέντε φασὶ τούτους εἶναι, δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀριστεροὺς δὲ τὰς θηλείας. Φερεκύδης δὲ τοὺς μὲν δεξιοὺς κʹ λέγει, τοὺς δὲ εὐωνύμους λβʹ. γόητες δὲ ἦσαν καὶ φαρμακεῖς, καὶ δημιουργοὶ σιδήρου λέγονται πρῶτοι καὶ μεταλλεῖς γενέσθαι· ἀριστεροὶ μὲν αὐτῶν, ὥς φησι Φερεκύδης, οἱ γόητες, οἱ δὲ μεταλλεύοντες δεξιοί. ὠνομάσθησαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης. ὡς δὲ Ἑλλάνικός φησι, Ἰδαῖοι Δάκτυλοι ἐκλήθησαν, ὅτι ἐν τῇ Ἴδῃ συντυχόντες τῇ Ῥέᾳ ἐδεξιώσαντο τὴν θεὸν καὶ τῶν δακτύλων αὐτῆς ἥψαντο. ὡς δὲ Μνασέας ἐν τῷ αʹ Περὶ Ἀσίας, Ἰδαῖοι Δάκτυλοι λέγονται ἀπὸ τοῦ πατρὸς Δακτύλου καὶ τῆς μητρὸς Ἴδης. ὁ δὲ τὴν Φορωνίδα συνθεὶς γράφει οὕτως· “ἔνθα γόητες Ἰδαῖοι Φρύγες ἄνδρες ὀρέστεροι οἰκίʼ ἔναιον, Κέλμις Δαμναμενεύς τε μέγας καὶ ὑπέρβιος Ἄκμων, εὐπάλαμοι θεράποντες ὀρείης Ἀδρηστείης, οἳ πρῶτοι τέχνην πολυμήτιος Ἡφαίστοιο εὗρον ἐν οὐρείῃσι νάπαις ἰόεντα σίδηρον ἤνεγκάν τʼ ἐς πῦρ καὶ ἀριπρεπὲς ἔργον ἔτευξαν.”
Δικταῖον: τὸ Κρητικὸν σπήλαιον· Δίκτη γὰρ ὄρος Κρήτης. ἀμφοτέρῃσιν: λείπει χερσί. δραξαμένη: ἔθος ἐστὶ ταῖς κυούσαις τῶν παρακειμένων λαμβάνεσθαι καὶ ἀποκουφίζειν ἑαυτὰς τῶν ἀλγηδόνων, ὡς καὶ Λητὼ ἐλάβετο τοῦ φοίνικος. … ἔδει δὲ εἰπεῖν Ὀαξίδος· προσετέθη δὲ τὸ ι. ἐβλάστησεν: ἐγέννησεν. ἐριώλας: διαφόρως ἀνεγνώσθη, ἐπικρατεῖ δὲ ἡ βαρεῖα τάσις. Ὀρφῆος ἀνωγῇ: τῇ τοῦ Ὀρφέως παρακελεύσει, ὡς αὐτοῦ τῆς ὀρχήσεως προκαταρχομένου. βηταρμὸν δὲ τὴν ὄρχησιν παρὰ τὴν ἁρμόδιον βάσιν αὐτῶν· λέγει δὲ νῦν τὴν πυρρίχην ὄρχησιν. τὸ δὲ ἑξῆς· ὠρχοῦντο τοῖς ξίφεσι τὰς ἀσπίδας κομποῦντες διὰ τὸ τὸν Κύζικον θρηνεῖσθαι ὑπὸ τῶν Δολιόνων, ἵνα μὴ τῆς θυσίας οὔσης δύσφημος φωνὴ ἀναφέρηται· ὅθεν καὶ Φρύγες κυμβάλοις καὶ τυμπάνοις τὴν Ῥέαν ἱλάσκονται. ῥόμβος τροχίσκος, ὃν στρέφουσιν ἱμᾶσι τύπτοντες, καὶ οὕτως κτύπον ἀποτελοῦσι. τινὲς δὲ ῥύμβον αὐτὸν καλοῦσιν, ὡς καὶ Εὔπολις ἐν Βάπταις καὶ Δίδυμος. ἀνταίη: ἡ Ῥέα οὕτω λέγεται, διότι ἐναντία τοῖς Τελχῖσιν ἐγένετο. ὡς δέ τινες, ἀνταίη ἡ εὐάντητος καὶ εὐλιτάνευτος. σήματʼ ἔγεντο: διὰ τούτου οὐδὲν ἕτερον ὁ ποιητής φησιν ἢ τὴν τῆς θεοῦ φύσιν· καὶ τοῖς φυσικοῖς γὰρ δοκεῖ ἡ αὐτὴ εἶναι τῇ γῇ, γῆς δὲ εὐμενείας σημεῖον τὸ εὔκαρπα εἶναι τὰ δένδρα καὶ πόας αὐτομάτους φύειν. τερείνης: τῆς ἁπαλῆς καὶ χλωρᾶς. εἰλυοὺς δὲ τὰς καταδύσεις τῶν θηρῶν. ξυλόχους δὲ τοὺς ἐν τοῖς ὄρεσιν ὑλώδεις τόπους. ἔστι δὲ ὑπέρβατον· εἰλυούς τε ξυλόχους τε καταλιπόντες. διὰ πολλῶν δὲ τὸ θαυμαστὸν παρέστησε, διά τε τοῦ διψάδος καὶ ὅτι οὐκ ὀλίγον τὸ ἀναδοθὲν ὕδωρ, ἀλλὰ καὶ ἄληκτον. τὸ δὲ ναῖεν οὐκ εὖ. ἔδει γὰρ χωρὶς τοῦ ι νᾶεν, ἵνʼ ᾖ ἔρρει, ὡς παρʼ Ὁμήρῳ· “νᾶεν δʼ ὀρῷ ἄγγεα πάντα”. ἡ δὲ σύνταξις κατὰ μετάθεσιν, ὡς τό “ῥέε δʼ αἵματι γαῖα” ἀντὶ τοῦ “αἷμα ἔρρεεν ἐν τῇ γῇ”. ἢ μεταληπτέον τὸ νᾶεν εἰς τὸ κατάρρυτον, ἵνʼ ᾖ· “κατάρρυτον ἦν τὸ Δίνδυμον ὕδασιν”. ποίης: βοτάνης. παροίτερον: ἔμπροσθεν, πρότερον. ἀνέβραχε: ἀντὶ τοῦ ἀνεδόθη. διψάδος: ξηρᾶς. νῆσον: τὴν Κύζικον. ἀελλόποδες: ἀντὶ τοῦ ταχεῖς. κίχον: κατέλαβον. ζαχρηέσιν αὔραις: μεγάλως ἐπιβαρούσαις καὶ πνεούσαις. κυρίως δὲ ζαχρηὲς τὸ βιαίως ταῖς χερσὶ πραττόμενον· παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις καὶ τὸ ζα ἐπιτατικόν. μετελώφεον: ἐπαύοντο. ἐφέλκετο· πρὸς τὴν πάντων αὐτῶν ἀργίαν καὶ τὴν τοῦ κύματος ὑπερβολὴν τὸ ἐφέλκετο πρὸς πλείονα εἶπεν ἔμφασιν· ὅπερ καὶ Καλλίμαχος ἐπὶ τοῦ ταύρου ἡττηθέντος φησίν· “ὁ μὲν εἷλκεν, ὁ δʼ εἵπετο νωθρὸς ὁδίτης”. λελιημένοι ἠπείροιο: ἢ ταραττόμενοι ἢ προθυμούμενοι. Ῥυνδακίδας: Ῥυνδακὸς ποταμός ἐστι Φρυγίας, οὗ μνημονεύει Βακχυλίδης. … ταῖς δὲ ἀληθείαις τάφος ἐστὶ τοῦ Βριάρεω, κατὰ τὴν ἔξοδον. Καλλίμαχος δὲ ἱστορεῖ περὶ τοῦ ποταμοῦ ἐν τῷ Περὶ τῶν κατὰ τὴν Ἀσίαν ποταμῶν καὶ Δημήτριος ὁ Σκήψιος ἐν Τρωικῷ διακόσμῳ. Ῥυνδακὸς ποταμὸς Φρυγίας ὁ νῦν Μέγιστος, πρὸς ᾧ καὶ Αἰγαίωνός τινος ἥρωος Μυσοῦ τάφος. Ῥυνδακὸς δὲ ὡς Αἰακός. μέγα τʼ ἠρίον: γράφεται καὶ μέγα τε ῥίον. καὶ τὸ μὲν ῥίον ἐστὶν ὄρος ἤτοι ἀκρωτήριον, τὸ δὲ ἠρίον μνημεῖον. ὁ δὲ περὶ τοῦ Αἰγαίωνος μῦθος ὑπὸ Δημητρίου φέρεται τοῦ Σκηψίου. Κιναίθων δὲ ἐν τῇ Ἡρακλείᾳ φησίν, ὅτι Αἰγαίων καταγωνισθεὶς ὑπὸ Ποσειδῶνος κατεποντίσθη εἰς τὸ νῦν λεγόμενον ὑπὸ τοῦ Ἀπολλωνίου ἠρίον Αἰγαίωνος, τὸν αὐτὸν καὶ Βριάρεων καλῶν. περὶ δὲ τῆς κλήσεως τοῦ πελάγους … μὲν ἐν τῷ τρίτῳ τῆς Νησιάδος φησὶν ἐν τούτοις· “τὸ Αἰγαῖον πέλαγος οἱ μὲν ἀπὸ τῆς περὶ Κάνας Αἰγὸς ἐπώνυμον γεγονέναι φασίν, οἱ δὲ ἀπὸ τῆς Καρυστίας τῆς Αἰγαίης ὀνομαζομένης. αἱ μὲν γὰρ Αἰγαί, ἔνθεν τὸν Ποσειδῶνα παραγίνεσθαί φασι, κατὰ Πελοπόννησόν εἰσιν ἐν τοῖς περὶ Κρῖσαν τόποις. εἰσὶ δέ τινες, οἳ διὰ τὸ θεωρεῖσθαι διʼ ὅλου τοῦ πελάγους τὴν παρακειμένην γῆν”. τὸν δὲ Αἰγαίωνα Ἡσίοδός φησιν Οὐρανοῦ καὶ Γῆς· Βριάρεως δὲ καὶ Αἰγαίων καὶ Γύης ὁ αὐτὸς λέγεται συνωνύμως. Εὔμηλος δὲ ἐν τῇ Τιτανομαχίᾳ τὸν Αἰγαίωνα Γῆς καὶ Πόντου φησὶ παῖδα, κατοικοῦντα δὲ ἐν τῇ θαλάσσῃ τοῖς Τιτᾶσι συμμαχεῖν. καὶ Ἴων φησὶν ἐν διθυράμβῳ ἐκ μὲν τοῦ πελάγους αὐτὸν παρακληθέντα ὑπὸ Θέτιδος ἀναχθῆναι φυλάξοντα τὸν Δία, Θαλάσσης δὲ παῖδα. ἄλλοι δὲ θαλάσσιον θηρίον φασὶ τοῦτον. μέγα τʼ ἠρίον: γράφεται καὶ μέγα τε ῥίον Αἰγαίωνος. κακῶς· οὐ γὰρ τὸ ὄρος, ἀλλὰ τὸ μνημεῖον δηλοῖ. ὁ δὲ περὶ τοῦ Αἰγαίωνος μῦθός ἐστιν οὗτος. φυγὼν ἐκ τῆς Εὐβοίας ἦλθεν εἰς τὴν Φρυγίαν κἀκεῖ τὸν βίον ἐτελεύτησεν· γίγας δὲ ἦν. οὕτως Ταρραῖος. τυτθὸν ὑπʼ ἐκ Φρυγίης: τὴν οὖσαν ὀλίγον ἄνω τῆς Φρυγίας. οὕτω γὰρ καὶ Ὅμηρος κεῖσθαί φησι τὴν Φρυγίαν, ἐγγὺς πάνυ τῆς Μυσίας. διὸ καί τινες μίαν εἶναί φασιν ἀμφοτέρας, διὰ τὸ πάνυ πλησιάζειν. παρεμέτρεον: παρέπλεον. ἀνοχλίζων: ἀνακινῶν ἐν τῷ κωπηλατεῖν καὶ ἀνακόπτων τὰ κύματα κατὰ τὰς δίνας. τετρηχότος δὲ τραχυνομένου καὶ σφοδροῦ ὄντος. ὁλκοὺς δὲ τὰς φυσήσεις καὶ οἷον ἐπάρσεις καὶ μετεωρισμοὺς τῶν κυμάτων. τὸ δὲ μεσσόθεν ἔμφασιν καὶ τῆς τοῦ πελάγους δεινότητος καὶ τῆς τοῦ ἥρωος ῥώμης ἔχει. τρύφος δὲ τὸ κλάσμα τῆς κώπης. μεσσόθεν ἆξεν: διὰ ταύτην τὴν αἰτίαν φησὶ καταλελεῖφθαι τὸν Ἡρακλέα ἐν Κίῳ· οἱ δὲ ἐν Ἀφεταῖς, ἐπειδὴ ἑτεροκλινῆ τὴν Ἀργὼ ἐποίει, Ἔφορος δὲ ἐν αʹ ἀποδεδρακέναι αὐτὸν διʼ Ὀμφάλην. ἀήθεσσον: ἀήθεις ἦσαν τοῦ ἠρεμεῖν διὰ τὴν ἔμφυτον τοῦ ἥρωος δύναμιν. ἐν προμολῇ: τῇ προστάδι καὶ τοῖς προθύροις. λέγονται δὲ προμολαὶ καὶ τὰ ἐξώπυλα μέρη, ὡς αὐτὸς ἐν τοῖς πρώτοις φησί· “στῆ δʼ ἄρʼ ἐπὶ προμολῇσιν, οἱ δʼ ἀντίοι ἠερέθοντο”
τετρυμένα: καταπεπονημένα ὑπὸ καμάτου. αὐσταλέος: κατάξηρος καὶ ἀνεπιμέλητος. περιτριβέας: κοπιασάσας ἐκ τοῦ πόνου. ἠρήσατο: ἀντὶ τοῦ προσεῖπεν. Κιανίδος: περιφραστικῶς τὴν Κίον. ἔστι δὲ πόλις Μυσίας ἀπὸ Κίου τοῦ ἀφηγησαμένου τῆς Μιλησίων ἀποικίας, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Κιανῶν πολιτείᾳ. κατῴκησαν δὲ αὐτὴν πρῶτον Μυσοί, ἔπειτα Κᾶρες, τρίτον Μιλήσιοι. καὶ ποταμὸς δὲ ἔστιν οὕτως ὀνομαζόμενος, τὴν πόλιν παραρρέων, οὗ μνημονεύει Σκύλαξ ὁ Καρυανδεύς. ἀμφʼ Ἀργανθώνειον: ὄρος τῆς Κίου. ἤιά τέ σφι: ἐφόδια βρώματα. σημαίνει δὲ καὶ τὰ ἄχυρα Ὅμηρος· “ἠίων θημῶνα τινάξῃ”. κάγκανα: κατάξηρα. λεχαίην φυλλάδα: τὴν πρὸς λέχη καὶ στιβάδας ἐπιτηδείαν. στόρνυσθαι: λείπει τὸ ὥς, ἵνʼ ᾖ ὥστε στόρνυσθαι. τὸ δὲ δινεύεσκον ἀντὶ τοῦ ἔστρεφον, παρέτριβον· τὰ γὰρ ξύλα παρέτριβον καὶ ἀπʼ αὐτῶν πῦρ ἔλαβον. πυρήια γὰρ ταῦτά φησι τὰ προστριβόμενα ἀλλήλοις πρὸς τὸ πῦρ ἐγγεννᾶν, ὧν τὸ μέν ἐστιν ὕπτιον, ὃ καλεῖται στορεύς, θάτερον δέ, παραπλήσιον τρυπάνῳ, ἐπιτρίβοντες τῷ στορεῖ στρέφουσιν. υἱὸς Διός: ὁ Ἡρακλῆς. φθαίη: προλάβοι πρὸ τοῦ πλοῦ. καταχείριον: τὸ τῇ χειρὶ ἁρμόδιον. ἀλαλήμενος: ἢ διὰ τὸ ἄπειρον εἶναι τῶν τόπων ἢ ἀντὶ τοῦ περιερχόμενος, ἕως ἂν αὑτῷ ἁρμόδιον εὕρῃ. ταναῆς: τεταμένης καὶ ἐπιμήκους. αἴγειρος δὲ παρὰ τὸ ἐκ τῆς ἔρας ἀίσσειν καὶ κινεῖσθαι, ἢ παρὰ τὸ κατάγνυσθαι ὑπὸ τῶν ἀνέμων. ἔδυ δʼ ἀπὸ δέρμα: τὸ ἑξῆς· ἀπέδυ δέρμα λέοντος. χαλκοβαρεῖ δὲ τῷ ἰσχυρῷ ἢ τῷ πρὸς τῷ τέλει χαλκῷ βεβαρημένῳ. Πείσανδρος δέ φησι χαλκοῦν εἶναι τὸ ῥόπαλον Ἡρακλέους. ἐτυμολογοῦσι δὲ τοῦτο παρὰ τὴν ῥοπὴν καὶ τὸ ἀλοιᾶν. δαπέδοιο δὲ ἐκ τῆς ῥίζης. στύπος: τὸ στέλεχος. ἔχμασι: κωλύμασι. ἀπροφάτως: ἀθρόως. κατάιξ: σφοδρὰ ὁρμή. κατάιξ: καταιγίς. αὐτοῖσι σφήνεσσι: τοῖς περὶ τὴν ἱστοδόκην σφησὶ τοῖς περιέχουσι καὶ κρατύνουσι τὸν ἱστόν. διόλου δὲ ἡ παραβολὴ ὑγιὴς καὶ ἐρρωμένη. ἱστῷ γὰρ τὴν ἐλάτην εἰκάζει διὰ τὸ ἰθυτενὲς καὶ εὐαυξές· καὶ γὰρ ἐκείνη ἱστοῦ δίκην ἵσταται· χειμερινῷ δὲ καιρῷ τὴν ἀθρόαν τοῦ ἥρωος ἐπιφάνειαν, σφοδρῷ δὲ ἀνέμῳ τὴν ῥώμην. τὸ δὲ αὐτοῖσι σφήνεσσι διὰ τὰ περιέχοντα τῆς ἐλάτης τὴν ῥίζαν χώματα· καὶ γὰρ ἐκεῖνα ὥσπερ σφηνῶν δίκην αὐτὴν περιεῖχεν, οἱ δὲ τόνοι προτόνων δίκην ἐπεῖχον τεταμένοι. τόφρα: ἐν ὅσῳ τὴν ἐλάτην ἔτεμνεν ὁ Ἡρακλῆς. τόφρα δʼ Ὕλας: τὸν Ὕλαν ὁ μὲν Ἀπολλώνιος Θειοδάμαντός φησιν υἱὸν εἶναι, Ἑλλάνικος δὲ Θειομένους. Ἀντικλείδης δὲ ἐν Δηλιακοῖς ἱστόρησεν οὐ τὸν Ὕλαν εἰς τὴν ὑδρείαν ἐξεληλυθέναι, ἀλλὰ τὸν Ὕλλον, καὶ ἀνεύρετον γενέσθαι. ἐγένοντο δὲ πολλοὶ ἐρώμενοι Ἡρακλέους· Ὕλας, Φιλοκτήτης καὶ Δίομος καὶ Πέρινθος καὶ Τρίγξ, ἀφʼ οὗ πόλις τῆς Λιβύης. Σωκράτης δὲ ἐν τῷ Πρὸς Εἰδόθεόν φησι τὸν Ὕλαν ἐρώμενον Πολυφήμου καὶ οὐχ Ἡρακλέους γενέσθαι. Ὄνασος δὲ ἐν αʹ Ἀμαζονικῶν ἀληθέστερον τὴν ἱστορίαν ἐκτίθεται, οὐχ ἡρπάσθαι αὐτὸν ὑπὸ νυμφῶν, ἀλλὰ κατηνέχθαι αὐτὸν εἰς κρήνην καὶ οὕτως ἀποθανεῖν. ἀπρεπὲς δὲ νεανίαν ὑδρίαν βαστάζειν· Ὅμηρος δὲ πρεπόντως παρθένον. πιθανώτερον δὲ ἦν ἀμφορέα εἰπεῖν, ὡς Καλλίμαχος. δίζετο: πρὸς τὸ ἄπειρον τῶν τόπων τὸ δίζεσθαι. φθαίη: προλάβοι πρὸ τοῦ συμποσίου. νηπιάχοντα: Ἡρακλῆς γήμας Δηιάνειραν τὴν Οἰνέως θυγατέρα καὶ διάγων ἐν Καλυδῶνι, ἐν συμποσίῳ Κύαθον τὸν Οἰνέως οἰνοχόον, Ἀρχιτέλους δὲ παῖδα, πλήξας κονδύλῳ ἀνεῖλεν, ὅτι αὐτῷ τὰ ποδάνιπτρα ἀγνοῶν ἐπὶ τῶν χειρῶν ἐπέχεεν. φεύγων οὖν τὸν φόνον καὶ σὺν τῇ γαμετῇ στελλόμενος ἀνεῖλεν ἐν Εὐήνῳ ποταμῷ Νέσσον Κένταυρον, ὡς καὶ Ἀρχίλοχος ἱστορεῖ. ἔπειτα προϊὼν ἔφερεν καὶ Ὕλλον τὸν υἱὸν καὶ ἐλθὼν εἰς τὴν Δρυοπίαν—λῃστρικὸν δὲ τὸ ἔθνος ὁμοροῦν τοῖς Μηλιεῦσιν, ὡς Φερεκύδης ἐν τῇ γʹ φησίν—, τοῦ παιδὸς πεινῶντος καὶ τοῦ παιδαγωγοῦ Λίχα ἀπολιμπανομένου, συντυχὼν τῷ Θειοδάμαντι ᾐτεῖτο ὀλίγην τροφήν. ὁ δὲ οὐκ ἐδίδου. ὀργισθεὶς δὲ ὁ Ἡρακλῆς καὶ ἀποσπάσας αὐτοῦ τὸν ἕνα βοῦν, θύσας εὐωχεῖτο. ὁ δὲ Θειοδάμας ἐλθὼν εἰς τὴν πόλιν ἐστράτευσε καθʼ Ἡρακλέους, καὶ εἰς τοσαύτην ἀνάγκην κατέστη ὁ Ἡρακλῆς, ὡς καὶ τὴν γυναῖκα Δηιάνειραν καθοπλίσαι, καὶ λέγεται καὶ κατὰ τὸν μαζὸν τότε τετρῶσθαι. περιγενόμενος δὲ αὐτῶν καὶ ἀνελὼν τὸν Θειοδάμαντα ἐδέξατο τὸν τούτου υἱὸν Ὕλαν, καὶ τὸ πᾶν δὲ ἔθνος διὰ τὴν λῃστείαν μετῴκισεν εἰς τὴν Πελοπόννησον, ἵνα τῇ πολλῇ τῶν ἀνθρώπων ἐπιμιξίᾳ τοῦ λῃστρικοῦ ἤθους ἀπόσχωνται. … περὶ Τραχῖνα τὴν Θεσσαλικὴν πόλιν καὶ τὴν Οἴτην τὸ ὄρος πρὸς τοῖς ὅροις τῆς Φωκίδος. τούτων δὲ καὶ ὁ Καλλίμαχος μέμνηται. Φερεκύδης δὲ ἐν τῷ βʹ φησίν, ὅτι Πολυδώρᾳ τῇ Δαναοῦ μίσγεται Σπερχειὸς ὁ ποταμός, τῶν δὲ γίνεται Δρύοψ, ἀφʼ οὗ Δρύοπες καλοῦνται· οἰκοῦσι δὲ ἐπὶ τῷ Σπερχειῷ ποταμῷ. ἀντιόωντα: ἐναντιωθέντα. ἵετο γὰρ πρόφασιν: οὐκ ἄδικος ὢν ὁ Ἡρακλῆς τοῦτο ἤθελεν, ἀλλʼ ἵνα τὸ ἐκείνων λῃστρικὸν ἄγαν παύσῃ· ἀλεξίκακος γὰρ ὁ θεός. Δρυόπεσσι βαλέσθαι: Δρύοπες ἔθνος περὶ τὸν Παρνασσὸν ἄδικον, ὃ κατεπολέμησεν Ἡρακλῆς καὶ μετέστησεν εἰς Πελοπόννησον. ὠνομάσθησαν δὲ ἀπὸ Δρύοπος τοῦ Ἀπόλλωνος καὶ Δίας τῆς Λυκάονος. ἀλλὰ τὰ μὲν τηλοῦ κεν: φησίν, ὅτι τὴν ἡμῶν ποίησιν καὶ τὸν τῶν Ἀργοναυτῶν πλοῦν καὶ τὰ σπουδαζόμενα ἀποπλανήσειεν ἄν, εἰ βουλοίμην εἰπεῖν τὰ συμβάντα τοῖς Δρύοψιν. λείπει τὸ λεγόμενα, ἵνʼ ᾖ ἀλλὰ ταῦτα λεγόμενα ἀποστήσει με τῆς ἐν χερσὶν οὔσης ᾠδῆς. ἣν καλέουσι Πηγάς: ὄνομα κρήνης Πηγαὶ οὕτω κυρίως. ἀγχίγυοι δὲ οἱ πλησιόχωροι, οἱ γείτονες. ἀμφίγυοι: γράφεται ἀγχίγυοι. ἐναύλους: τὰ σπήλαια νῦν. ὑλήωροι: αἱ ἐν τοῖς ὄρεσι διατρίβουσαι. καλλινάοιο: καλλιρρόου. Ἐφυδατίη: ὄνομα νύμφης. ἐρευθόμενον: ἀντὶ τοῦ λάμποντα. διχόμηνις: πληροσέληνος. Κύπρις: τὸ ἐρωτικὸν πάθος. λέχρις ἐπιχριμφθείς: πλαγίως πρὸς τὴν κρήνην ἐπικλιθείς. ὁ δὲ νοῦς· ὡς καθῆκε τὴν ὑδρίαν ἐπὶ τὴν κρήνην, ἐμφορουμένου τοῦ ὕδατος εἰς τὸ ἀγγεῖον μετὰ σφοδροῦ ἤχου, τῇ εὐωνύμῳ χειρὶ τοῦ αὐχένος αὐτοῦ ἐπιλαβομένη ἐφίλει ἡ νύμφη, τῇ δεξιᾷ δὲ καθείλκυσεν αὐτὸν εἰς τὸ ὕδωρ. αὐτίκα δʼ ἥγε: Θεόκριτος ἐν τοῖς Βουκολικοῖς ἐν τῷ Ὕλᾳ ἐπιγραφομένῳ ὑπὸ πασῶν φησιν αὐτὸν τῶν νυμφῶν ἡρπάσθαι. Ὄνασος δὲ ἐν τῷ αʹ τῶν Ἀμαζονικῶν πεσόντα τὸν Ὕλαν φησὶν ὑποβρύχιον γενέσθαι. καὶ Νίκανδρος ἐν τῷ βʹ τῶν Ἑτεροιουμένων ὑπὸ πασῶν φησιν αὐτὸν ἁρπαγῆναι νυμφῶν· ὁ δὲ Ἀπολλώνιος ὑπὸ μιᾶς. τέρεν: τὸ ἁπαλόν, ἐκ δὲ τούτου τὸ νέον. Εἰλατίδης: γράφεται καὶ Εἰλασίδης. κατὰ γάρ τινας Ἐλάσου υἱός ἐστιν ὁ Πολύφημος, κατὰ δέ τινας Ποσειδῶνος. γυναῖκα δὲ ἔσχεν ὁ Πολύφημος Λαονόμην, Ἡρακλέους ἀδελφήν, Ἀμφιτρύωνος καὶ Ἀλκμήνης θυγατέρα. προτέρωσε: εἰς τὸ ἔμπροσθεν τῆς ὁδοῦ. ἠύτε τις θήρ: κυρίως οἱ ποιηταὶ τὸν λέοντά φασι θῆρα, ὡς καὶ Καλλίμαχος· “θηρὸς ἀερτάζων δέρμα κατωμάδιον”.
αἰθόμενος: καιόμενος τῷ λιμῷ. τὸ δὲ τοιοῦτον οὐχ ὅτι ὁ λιμὸς θερμασίας ἐστὶ ποιητικός, ἀλλὰ τὸ αἴθεσθαι καὶ ἐπὶ τοῦ σπεύδειν ἐστίν. ἐνὶ σταθμοῖσιν: ἐνήλλακται ἡ ἒν πρόθεσις ἀντὶ τῆς εἴς. ὁ γὰρ νοῦς· οἱ γὰρ νομῆες εἰς τοὺς σταθμοὺς προήλασαν. ὧς τότʼ ἄρʼ Εἰλατίδης: διόλου ὑγιὴς καὶ ἐρρωμένη ἡ εἰκών. προβάτοις γὰρ βοήσασιν εἰκάζει τὸν Ὕλαν διὰ τὸ τῆς ἡλικίας νέον καὶ τὸ τοῦ σώματος ἁπαλόν, θηρὶ δὲ κατακούσαντι καὶ σπεύδοντι τὸν Πολύφημον διὰ τὴν ἔμφυτον τοῦ ἥρωος δύναμιν. τὸ δὲ λιμῷ αἰθόμενος, ὅτι καὶ αὐτὸς τοιαύτῃ διαθέσει πρὸς τὸν παῖδα ὥρμα. τὸ δέ οὐκ ἐπέκυρσε ποίμνῃσι πρὸς τὸ συμβεβηκός· καὶ γὰρ ἡ νύμφη συνεῖρξεν τὸν παῖδα πρὸ τῆς τοῦ Πολυφήμου παρουσίας καὶ βοηθείας. ληίδʼ ἑτοίμην: κτῆμα καὶ λάφυρον ἕτοιμον, διὰ τὸ ἀκμητὶ καὶ χωρὶς μάχης λαβεῖν. εὖ δέ μιν ἔγνω: διὰ τὸ λάμπειν τὴν σελήνην· εἶπεν γάρ, ὅτι διχόμηνος ἔλαμπεν. ἄσθματι: τῷ ἐκ τοῦ δρόμου γενομένῳ φυσήματι. ὡς δʼ ὅτε τίς τε μύωπι: μύωψ εἶδος μυίας κατὰ τὸ ἔαρ γινόμενον, ἥτις ταῖς λαγόσι τῶν βοῶν ἐπικαθεζομένη δάκνει αὐτὰς καὶ εἰς μανίαν ἄγει, ἀφʼ οὗ καὶ οἶστρος λέγεται. Σώστρατος δὲ ἐν τῇ δʹ Περὶ ζῴων διαστέλλει τὸν μύωπα τοῦ οἴστρου. ὁ μὲν γὰρ μύωψ ἐκ τῶν ξύλων ἀπογεννᾶται, ὁ δὲ οἶστρος ἐκ τῶν ἐν τοῖς ποταμοῖς ἐπιπλεόντων ζῳαρίων. πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας: οἱ μὲν τοὺς συμφύτους τόπους, οἱ δὲ τοὺς ἑλώδεις καὶ πηλώδεις, ἄμεινον δὲ τοὺς λεπώδεις καὶ πετρώδεις παρὰ τὸ λέπεσθαι ὑπό τε τοῦ ἡλίου καὶ ἀνέμου καὶ ὑετοῦ. ὅθεν καὶ λέπα τὰ ἀκρωτήρια τῶν ὀρῶν· Εὐριπίδης “καὶ Κιθαιρῶνος λέπας”. ὧς ὅγε μαιμώων: διόλου ὑγιὴς ἡ παραβολή. ταύρῳ γὰρ βεβλημένῳ εἰκάζει τὸν Ἡρακλέα διὰ τὸ τοῦ ἥρωος καρτερόν. ἐπικείμενον δὲ μύωπά φησι τὴν τοῦ Ὕλα ζήτησιν· καὶ γὰρ αὕτη δίκην μύωπος αὐτὸν ἤλγυνεν. τὸ δέ πίσεά τε προλιπὼν πρὸς τὴν ναῦν καὶ τὴν τῶν ἑταίρων σύνοδον. τὸ δὲ οὐδὲ νομήων, ὅτι οὔτε τοῦ ἐξάρχου τοῦ πλοῦ Ἰάσονος ἐπεστράφη οὔτε τῶν ἄλλων ἑταίρων. τὸ δὲ ἄλλοτʼ ἄπαυστος, ὅτι ποτὲ μὲν ἔτρεχεν ἕως κάμῃ, ποτὲ δὲ ἑστήκει. τὸ δέ ἵησι μύκημα, ὅτι καὶ οὗτός ποτε ἐβόα καλῶν τὸν Ὕλαν. αὐτίκα δʼ ἀκροτάτας: ἀντέστραπται τὰ πρῶτα. ὁ γὰρ ἑξῆς λόγος ἐστίν· ὡς δὲ πρὸς ταῖς ἀκρωρείαις ὁ ἑωσφόρος ἐφάνη, παραχρῆμα πνοαὶ παρῆλθον, ταχέως δὲ ὁ Τῖφυς παρεκελεύσατο ἐμβάντας ἀπολῦσαι τὸ ἱστίον. ὕψι δὲ νηός: ἀνασπάσαντες τὰς ἀγκύρας καὶ τοῦ ὅρμου ἀνακινήσαντες τὴν ναῦν. γελοῖος δὲ Ἔφορος νομίζων πρῶτον Ἀνάχαρσιν τὴν διπλῆν ἄγκυραν εὑρηκέναι· πρεσβύτεροι γὰρ Ἀναχάρσιδος οἱ Ἀργοναῦται. ἀνεκρούσαντο κάλωας: διὰ τοῦ προηγουμένου τὸ ἐπακολουθοῦν δηλώσας, ἀντὶ τοῦ· τὸ ἱστίον ἐχάλασαν. ἀνεκρούσαντο: προσέκρουσαν τῇ νηὶ τὰ σχοινία τῆς ἀγκύρας διὰ τὸ βεβρέχθαι. ἦμος δʼ οὐρανόθεν χαροπή: χαροπὴν τὴν ἠὼ διὰ τὸ λαμπρύνειν τὸν ἀέρα καὶ φωτίζειν. τὸ δὲ γλαυκὸν καὶ χαροπὸν συνωνύμως λέγεται· ἀμφότερα γὰρ ἐπὶ τοῦ λαμπροῦ. διὸ καὶ ἐπήνεγκεν διαγλαύσσουσιν, ἀντὶ τοῦ φωτίζουσιν ἢ διαλάμπουσιν. ὅθεν καὶ ἡ Ἀθηνᾶ γλαυκῶπις καὶ γλήνη ἡ κόρη τοῦ ὀφθαλμοῦ, παρὰ τὸ γλαύσσειν, ὅ ἐστι λάμπειν. καὶ Εὐριπίδης ἐπὶ τῆς σελήνης ἐχρήσατο. “γλαυκῶπις στρέφεται μήνη”.
ἐκ περάτης: ἐκ τοῦ πέρατος καὶ τοῦ ὑπὸ γῆν ἡμισφαιρίου. ἡ δὲ περάτη σημαίνει μὲν κατά τινας καὶ τὸ ὑπὸ γῆν ἡμισφαίριον. λέγεται δὲ κυρίως ἡ ἀνατολή· πέρας γὰρ αὕτη τῆς τοῦ οὐρανοῦ κινήσεως· ἐκεῖθεν γὰρ ἄρχεται καὶ εἰς αὐτὴν τελευτᾷ. τούσγʼ: Ἡρακλέα, Πολύφημον καὶ Ὕλαν. σφωιτέρων: οὐχ ὑγιῶς δυϊκὸν κατὰ πλήθους ἔθηκεν· ἔδει γὰρ πληθυντικὸν εἰπεῖν. οὐδέ τι τοῖον: οὔτε ἀγαθὸν οὔτε φαῦλον προΐετο λόγον. Τελαμῶνα δʼ ἕλεν χόλος: οὗτος γὰρ πάνυ Ἡρακλέους γέγονεν ἑταῖρος, ὃς καὶ πολλοὺς ἄθλους αὐτῷ συνεμάχησεν καὶ εἰς Ἴλιον συνέπλευσεν καὶ συνεπολέμησεν Ἀμαζόνας καὶ τὸν Ἀλκυονέα ἀνεῖλεν, ὡς καὶ ὁ Πίνδαρος ἱστορεῖ. ὁ δὲ Βουκόλος ἁπλῶς αὐτοὺς ἔφη φίλους εἶναι· “οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνοντο τράπεζαν.” ὁ δὲ λόγος· καθέζῃ ὡς ἔτυχες ἥσυχος. Ἀπολλώνιος μὲν οὖν ἀπολελεῖφθαί φησι τὸν Ἡρακλέα περὶ Κίον ἐκβάντα ἐπὶ τὴν Ὕλα ζήτησιν· Διονύσιος δὲ ὁ Μιτυληναῖος συμπεπλευκέναι φησὶ τὸν ἥρωα τοῖς ἀριστεῦσιν ἕως Κόλχων καὶ τὰ περὶ Μήδειαν συμπεπραχέναι τῷ Ἰάσονι. ὁμοίως καὶ Δημαρέτης. Ἡρόδωρος δέ φησι μὴ συμπεπλευκέναι αὐτόν τε καί τινας ἄλλους. Ἡσίοδος ἐν τῷ Κήυκος γάμῳ ἐκβάντα φησὶν αὐτὸν ἐφʼ ὕδατος ζήτησιν τῆς Μαγνησίας περὶ τὰς ἀπὸ τῆς ἀφέσεως αὐτοῦ Ἀφετὰς καλουμένας ἀπολειφθῆναι. Ἀντίμαχος δὲ ἐν τῇ Λύδῃ φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τὸ καταβαρεῖσθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἥρωος … καὶ Ποσείδιππος ὁ ἐπιγραμματογράφος ἠκολούθησε καὶ Φερεκύδης. Ἔφορος δὲ ἐν τῇ εʹ φησὶν αὐτὸν ἑκουσίως ἀπολελεῖφθαι πρὸς Ὀμφάλην τὴν Λυδῶν βασιλεύουσαν. ἰδίως δὲ Ἀντικλείδης ἐν τῇ βʹ τῶν Δηλιακῶν Ὕλλον φησὶ τὸν Ἡρακλέους υἱὸν ἀποβάντα ἐφʼ ὕδωρ μὴ ὑποστρέψαι. ἐπεὶ νύ τοι: ὅτι δή σοι. ἄρμενον: ἁρμόδιον, ἀρεστόν. ὄφρα τὸ κείνου κῦδος: ἀστείως καὶ τεχνικῶς οὐ τοῦ κατεπείγοντος καιροῦ μέμνηται, ἀλλʼ ἐπὶ τὸν νόστον ἀνάγει τὸν λόγον, ἵνα πλέον κακίσῃ τὴν πρᾶξιν· οὐδὲν γάρ σοι διεφέρετο ἐν Σκυθίᾳ ὑπὸ Ἡρακλέους ἡττῆσθαι, ἀλλʼ ὅμως τοῦτό σοι αἰσχύνην ἔφερεν ὕστερον ἡμῶν εἰς Ἑλλάδα ἐπανελθόντων. διὸ καὶ τὴν κοινὴν πάντων σωτηρίαν ὑπὲρ τῆς σῆς εὐδοξίας παρῆκας. ἀλλὰ τί μύθων ἦδος: Ἡρωδιανὸς ἐν τῷ κʹ φησίν, ὅτι τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, ἀρχόμενα ἀπὸ φύσει μακρᾶς, ψιλοῦται· αἶσχος ἦθος εὖρος εἶδος. οὕτως οὖν καὶ τὸ ἦδος. τὸ δὲ ἡθμὸς δασύνεται καίτοι τὸ η ἔχον πρὸ τοῦ θ τῇ ἐννοίᾳ, τοῦ ἥσω μέλλοντος δασυνομένου. ἐλλείπει δὲ τὸ μοί. ὁ γὰρ νοῦς· ἀλλὰ τί τούτων ἦδός μοι τῶν λόγων; πορεύσομαι γὰρ χωρὶς τῶν συντεθειμένων σοι τοῦτον τὸν δόλον. ὄστλιγγες: αἱ λαμπηδόνες. ἐν ἄλλοις δὲ σημαίνει ἡ λέξις τοὺς βόστρυχας· “ἀπʼ ὀστλίγγων ὁ αἰὲν ἄλειφα ῥέει” τοῦτο δέ φησιν Ἡρωδιανὸς ἐν τῷ βʹ τῆς Καθόλου· “παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητᾷ διὰ τοῦ α”. ἐκ παραλλήλου τὸ αὐτὸ ἂψ ὀπίσω. λαῖτμα βιησάμενοι: ἀντὶ τοῦ μαχεσάμενοι τῷ κατεπείγοντι ἀνέμῳ καὶ βιασάμενοι. λαῖτμα δὲ τὸ κύτος τῆς θαλάσσης καὶ διάστημα, οἱονεὶ λάταμα, ἢ παρὰ τὸ λατύσσεσθαι ὑπὸ τῶν κυμάτων, ὅ ἐστι τύπτεσθαι. Σιληνὸς δὲ ἐν Γλώσσαις πέλαγος εἶναι καὶ Εἰρηναῖος ἐν αʹ Ἀπολλωνίου ἀποδεδώκασιν. εἰ μὴ Θρηικίοιο: τούτους Ἡρακλῆς ἀνεῖλεν ὕστερον εὑρὼν περὶ Τῆνον τὴν νῆσον, ἣ παράκειται Δήλῳ. Νίκανδρος δέ φησιν οὕτως· “ἐπειδὴ Ἡρακλῆς ἐμνησικάκει τῷ Βορέᾳ”. Ὅμηρος· “τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας.” Αἰνησίδαμος δὲ ἐν Τηνιακοῖς, ἐπειδὴ τὸν Ἡρακλέα ξενίσαντες ἐνήδρευσαν αὐτὸν φονεῦσαι βουλόμενοι. ἄθλων γὰρ Πελίαο ἕως τοῦ ἀμφʼ αὐτοῖς: ὅτι Ἡρακλῆς ἀνεῖλε τοὺς Βορεάδας διὰ τὸ κωλῦσαι τὴν ναῦν ὑποστρέψαι πάλιν εἰς τὴν Μυσίαν, φησὶν Ἀπολλώνιος. Σῆμος δέ φησι διὰ τὸ λειφθῆναι δρόμῳ τὸν Ἡρακλέα ὑπὸ τῶν Βορεαδῶν, Στησίμβροτος δέ, ὅτι διαφορὰν ἔσχον πρὸς τὸν Ἡρακλέα περὶ τῶν δεδομένων δώρων ὑπὸ Ἰάσονος τοῖς ἀριστεῦσι. Νίκανδρος δὲ ὁ Κολοφώνιος ἐν τῇ αʹ τῶν Οἰταϊκῶν φησι Βορέαν αἴτιον γεγονέναι τοῦ θανάτου τῶν προειρημένων διὰ τοῦ χειμάσαι τὸν Ἡρακλέα εἰς Κῶ ὑποστρέφοντα. δεδουπότος: μετὰ γὰρ τὸν θάνατον Πελίου ἀνιόντας ὡς ἐπὶ τὴν πατρίδα τοὺς Βορεάδας ἐκ τοῦ ἐπιταφίου αὐτοῦ ἀγῶνος συντυχὼν Ἡρακλῆς καὶ ὑπομνησθεὶς αὐτοῦ τούτου, ὅτι αὐτὸν ἀναζητηθῆναι ἐκώλυσαν, ἀνεῖλεν αὐτοὺς ἐν Τήνῳ τῇ νήσῳ. στήλας τε δύω: τῶν δύο τάφος ἐστὶν ἐν Τήνῳ τῇ νήσῳ καὶ στῆλαι, ὧν τὴν ἑτέραν πάντως συμβαίνει ὑπὸ ἀνέμου κινεῖσθαι τοῦ Βορέου τοῦ πατρὸς αὐτῶν. καὶ τὰ μὲν ὧς ἤμελλε: Καλλιμάχου ὁ στίχος. κοινὸν δὲ ἁμάρτημα πάντων τῶν μεθʼ Ὅμηρον ποιητῶν, τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα κατὰ τὸν ἐνεστῶτα χρόνον διὰ τοῦ η ἐκφέρειν ἐπὶ τοῦ παρατατικοῦ. τοῖσιν δὲ Γλαῦκος: Γλαῦκος Πολύβου παῖς, Ἀνθηδόνιος τὸ γένος—ἡ δὲ Ἀνθηδὼν Βοιωτικὴ πόλις, ὡς καὶ Ὅμηρος “Ἀνθηδόνα τʼ ἐσχατόωσαν”—, ἁλιεὺς τὴν τέχνην, ὃς πολλῶν ποτε ἰχθύων εὐτυχήσας ἄγραν μεταξὺ τῆς ὁδοῦ ἀποκαμὼν ἀπέθετο τὸ φορτίον τῶν ἰχθύων. ὁ δὲ εἷς τούτων ἀθάνατον φαγὼν βοτάνην ἀνέζησε. λαβὼν δὲ καὶ ὁ Γλαῦκος, φαγὼν καὶ αὐτὸς ἀπεθεώθη. εἶτα ὡς εἰς ἄκρον γήρως ἤρχετο, μηκέτι φέρων ἐδίσκευσεν ἑαυτὸν εἰς θάλασσαν καὶ ἐτιμήθη ὡς θαλάσσιος δαίμων. καὶ τὸν ἰχθὺν τὸν γλαῦκον ἀπʼ αὐτοῦ κεκλῆσθαι λέγουσι. βρυχίης: τῆς ταραχώδους. βρυχίαν δὲ ἅλα τὴν βρυχώδη φησί. νήιον ὁλκαῖον λέγεται μέρος τῆς νεώς, οὗπερ σύρεται κατὰ τὸ ὕδωρ. τίπτε παρὲκ μεγάλοιο: τὸ ἑξῆς· τίπτε μενεαίνετε παρὲκ μεγάλοιο Διὸς βουλήν; τουτέστι· τί προθυμεῖσθε παρὰ τὴν τοῦ Διὸς βουλήν; Ἄργει οἱ μοῖρʼ ἐστίν: ὅτι ἄθλους ἐπιτελῶν Ἡρακλῆς παραλιπὼν τούτους ὥρμησεν ἐπὶ τοὺς ἀριστεῖς, αὐτὸς Ἀπολλώνιος ἐν τῷ καταλόγῳ τῶν ἡρώων φησί. ἐκπλῆσαι: ἐκπληρῶσαι. εἴ κʼ ἔτι παύρους: ἐὰν ἔτι ὀλίγους πρὸς οἷς ἤνυσεν ἀνύσῃ ἄθλους. συνέστιον δὲ συνδιαιτητήν, ὁμοτράπεζον, ὁμότιμον, ὅτι ἡ κοινὴ τράπεζα τὴν αὐτὴν τιμὴν τοῖς μεταλαμβάνουσιν αὐτῆς δίδωσιν. προχοῇσι Κίοιο: ποταμὸς Μυσίας, ἀφʼ οὗ ἡ Κίος ὁμωνύμως τῷ ποταμῷ. ἐτελεύτα γὰρ Πολύφημος τοῖς Χάλυψι μαχόμενος· ἔστι δὲ ἔθνος Σκυθικόν. Χαλύβων: Χάλυβες ἔθνος Σκυθίας, ὅπου ὁ σίδηρος γίνεται. Καλλίμαχος· “Χαλύβων ὡς ἀπόλοιτο γένος”. ὃν πόσιν: κακῶς τέθεικεν τὸ ὃν πόσιν· ἔστι γὰρ προσληπτικὸν ἰσοδυναμοῦν τῷ αὐτῆς. δεῖ δὲ εἰπεῖν ἧς πόσιν· τοῦτο γὰρ ἰσοδυναμεῖ τῷ ἑαυτῆς, ἵνʼ ᾖ ὁ λόγος· ἐποιήσατο νύμφη ἑαυτῆς πόσιν. ἀλίαστον: ἀντὶ τοῦ πολύ. δύψας: καταδύς. γήθησαν: διὰ τὸ μαθεῖν τὴν αἰτίαν τῆς ἀπολείψεως. ἐσσυμένως: ταχέως. προσπτύξατο: ἐδεξιώσατο, ἐφιλοποιήσατο τοῖς λόγοις. μή μοί τι χολώσεαι: διὰ μὲν τοῦ μή μοι χολώσεαι τὸ ἀποφατικὸν τέταχεν ἀντὶ τῆς ἀπαγορεύσεως. ἔδει γὰρ εἰπεῖν· μή μοι χόλου, προστακτικῶς. ἀφραδίῃσιν: ἀγνοίαις. κατὰ μεσότητα ἀκουστέον· ἀφραδέως, ἀδιανοήτως. εἰ τί περ ἀασάμην: κατὰ μεταφορὰν ἀπὸ τῶν ἁρματοδρόμων. ὑπερφίαλον δὲ ἀντὶ τοῦ ἡμαρτημένον, οἷον ὑπέρφυλον κατὰ παρέμπτωσιν τοῦ α, καταστρέφει δὲ εἰς τὸ οὐ καθῆκον οὐδὲ νόμιμον. ἧκεν: γράφεται εἷλεν. ἀλλʼ ἀνέμοισι δώομεν: ἡ διάνοια παρὰ τοῦ ποιητοῦ· “ἔπος δʼ εἴ πέρ τι βέβακται δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι θύελλαι.”
ἐπιφραδέως: διανενοημένως, συνετῶς. ἐκυδάσσαο: ἐλοιδόρησας· κύδος γὰρ ἀρσενικῶς ἡ λοιδορία παρὰ Συρακοσίοις. Σοφοκλῆς Αἴαντι μαστιγοφόρῳ· “κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ”.
ἐνηέος ἀνδρός: ἐνηλλαγμέναι εἰσὶν αἱ πτώσεις. ὁ γὰρ νοῦς· εἰς προσηνῆ ἄνδρα ἁμαρτεῖν. ἀρθμηθέντες: φιλιωθέντες. βαλέσθαι: ἀντὶ τοῦ πολίσαι. ἐπώνυμον ἄστυ: ἀντὶ τοῦ ὁμώνυμον τοῦ ποταμοῦ. καὶ γὰρ Κίος ὁ ποταμὸς καὶ ἡ πόλις. ὠνόμασται δὲ ὁ ποταμὸς ἀπὸ Κίου τοῦ ἡγησαμένου Μιλησίων. ἐπηπείλησε δὲ γαῖαν Μυσίδʼ: ἀνάστατον καὶ ἔρημον ποιήσειν παραυτὰ καὶ εὐθέως τὴν Μυσίδα ἤτοι Μυσῶν χώραν ἠπείλησε. τὸ δὲ Μυσίδα ἔχει μὲν τύπον ὑποκοριστικοῦ, οὐ μὴν ἔστιν ὑποκοριστικόν. καὶ τὸ Ἀσίδος ἀντὶ τοῦ Ἀσίας. ὁππότε: Ἀττικόν ἐστι παρῳχημένου χρόνου ἰσοδυναμοῦν τῷ ὅτε· “ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον”. τίθεται δὲ κατὰ τὸν ἐπιόντα χρόνον συνεκφερομένου αὐτῷ τοῦ ἐπιζευκτικοῦ συνδέσμου τοῦ ἄν· “ὁππόταν ἡβήσητε”. ἔδει οὖν ἐπιζευκτικῷ αὐτὸν χρήσασθαι τῷ εἴ· “εἰ μή μοι τλαίης γε θεά”. ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον: ἀντὶ τοῦ μοῖραν ἀκουστέον· παρεσχημάτισται γὰρ ἀπὸ τοῦ μοῖρα, ὡς τὸ πύλῳ ἀπὸ τῆς πύλης παρʼ Ὁμήρῳ “ἐν πύλῳ ἐν νεκύεσσι βαλών”. μοῖραν οὖν ἢ ζῶντος ἢ τεθνηκότος· ἧς ἐστί ποτε μοίρας, εἴτε ζῶν εἴτε νεκρός. τοῖο δὲ ῥύσιʼ ὄπασσαν: ἀντὶ τοῦ Ὕλα ἐνέχυρα οἱ Μυσοὶ παρέσχον τῷ Ἡρακλεῖ, ὑπὲρ τοῦ πάντοτε αὐτὸν ἐπιζητεῖν. πλεονάζει δὲ ἡ ἀπὸ πρόθεσις. μαστεύοντες: ζητοῦντες· ἐξ οὗ καὶ μαστὺς ἡ ζήτησις. Καλλίμαχος· “μαστύος ἄλλοτʼ ἔκαμνον ἀλητύι”. ὅθεν καὶ μαστοὶ καλοῦνται διὰ τὸ ἀναγκαίως ζητεῖσθαι ὑπὸ τῶν παίδων. ἐρέουσιν: ἀντὶ τοῦ ἐρευνῶσι, ζητοῦσιν. Ὅμηρος “τὰς ἐρέων Ὀδυσῆι συνήντετο” καὶ “κνημοὺς ἐξερέῃσι”. ἐυκτιμένης τε μέλονται Τρηχῖνος: Τραχὶν πόλις Θεσσαλίας, ἔνθα τοὺς παῖδας τῶν Μυσῶν ἐνῴκισεν Ἡρακλῆς, ὅτε ἀντενέχυρα τοῦ Ὕλα ἐδέξατο αὐτούς. οὐχ ὑγιῶς δὲ τέθεικεν τὸ αὐτόθι· δηλωτικὸν γάρ ἐστι τοῦ παρόντος τόπου, ἴσον τῷ· “αὖθι μένειν, μή πως ἀβροτάζομεν ἀλλήλοιιν.” ἔδει δὲ εἰπεῖν τὸν ἀφεστῶτα τόπον, ὡς τό “ὅθι ποιμένα ποιμὴν ἠπύει”. νάσσατο: ἀντὶ τοῦ κατῴκισε. ῥύσια: τὰ ἀντί τινος ἐνέχυρα διδόμενα ὑπὲρ τῆς πράξεως. ὅτι δὲ Κιανοὶ ὅμηρα ἔδοσαν Ἡρακλεῖ καὶ ὤμοσαν μὴ λήξειν ζητοῦντες Ὕλαν καὶ φροντίδα ἔχουσι Τραχινίων διὰ τὸ ἐκεῖσε κατοικισθῆναι ὑφʼ Ἡρακλεῖ τοὺς ὁμηρεύσαντας, Κιναίθων ἱστορεῖ ἐν Ἡρακλείᾳ. νηῦν δὲ πανημερίην: ὁ νοῦς οὕτως· τὴν δὲ ναῦν διʼ ὅλης ἡμέρας καὶ νυκτὸς ὁ ἄνεμος ἔφερεν σφοδρῶς ἐπιπνέων, τῆς δὲ ἡμέρας ἐπιφανείσης οὐδὲ ὀλίγον ἔπνει, ἀλλʼ εὐθέως ἐπαύετο. εἰσανέχουσαν: ἐξέχουσαν καὶ ἐπηρμένην ἢ ἀνέχουσαν καὶ ἀνατεταμένην ἀκτὴν πλατεῖαν ἰδόντες, ἐπίκωποι γενόμενοι καθώρμισαν τὴν ναῦν.
ΒΤοῦ βʹ τῶν Ἀργοναυτικῶν τὰ κεφάλαιά ἐστι τάδε. Ἄμυκος ὁ τῶν Βεβρύκων ἡγούμενος διαπυκτεύει Πολυδεύκει καὶ ἀναιρεῖται. διὸ μάχη γίνεται τῶν Ἀργοναυτῶν καὶ τῶν Βεβρύκων, καὶ πολλοὺς ἀναιροῦσιν οἱ Ἀργοναῦται, οἱ δὲ λοιποὶ φεύγουσιν. ἔπειτα παραγίνονται οἱ Ἀργοναῦται πρὸς Φινέα πεπηρωμένον τὰς ὄψεις, ὃς ἱκετεύει βοηθῆσαι αὐτῷ. Ἅρπυιαι γὰρ ἐξ ἀφανοῦς τινος πορευόμεναι, τούτου τὴν τροφὴν ἁρπάζουσαι ἄγευστον αὐτὸν ἐποίουν. ἐγίνωσκε δέ, ἅτε δὴ μάντις, ὑπὸ τίνων ἦν μεμοιραμένον αὐτὰς διωχθῆναι. οἱ δὲ Βορεάδαι οὐκ ἠπείθησαν, ἀλλʼ ἐδίωξαν αὐτάς. ἐν τοσούτῳ δὲ Φινεὺς αὐτοῖς ἐξηγεῖται τὸν εἰς Κόλχους πλοῦν. ἐπανελθόντες δὲ οἱ Βορεάδαι διηγοῦνται ὡς κατηγωνίσαντο τὰς Ἁρπυίας. ἑξῆς δέ ἐστι τὰ περὶ Κυρήνην τὴν Ὑψέως καὶ Ἀρισταῖον τὸν Ἀπόλλωνος καὶ αὐτῆς τῆς Κυρήνης υἱόν, καὶ ὅσα μεμύθευται περὶ τῶν ἐτησίων ἀνέμων, καὶ ὡς τὰς Συμπληγάδας διέπλευσαν καὶ ἐν τῇ παρακειμένῃ τῇ Θυνίδι χώρᾳ νήσῳ ἐγένοντο καὶ ἐπεφάνη αὐτοῖς ὁ Ἀπόλλων, ἔνθα τέμενος κατασκευάσαντες Ἑῷον τὸν θεὸν ἐπωνόμασαν· τά τε περὶ τὴν Μαριανδυνίαν καὶ ἐνταῦθα κειμένην Ἀχερουσίαν ἄκραν, καὶ ὡς Λύκος ὁ βασιλεὺς τῆς χώρας ταύτης φιλοφρονέστατα αὐτοὺς ὑπεδέξατο, ὅτι ἐχθρὸν αὐτῷ Ἄμυκον ὄντα ἐκόλασαν, Ἴδμων δὲ ὁ μάντις καὶ Τῖφυς ὁ κυβερνήτης ὅτι ἐτελεύτων ἐν τῇ Μαριανδυνίᾳ. τὰ δὲ ἑξῆς περὶ τῶν παρὰ Χάλυψι καὶ Τιβαρηνοῖς καὶ Μοσσυνοίκοις νομίμων λέγεται καὶ τῶν ἐν τῇ νήσῳ τοῦ Ἄρεως μυθευομένων ὀρνέων, ὡς ἐξηλάθησαν ὑπὸ τῶν Ἀργοναυτῶν· καὶ ὡς οἱ Χαλκιόπης τῆς Μηδείας ἀδελφῆς καὶ Φρίξου υἱοὶ στελλόμενοι εἰς Ὀρχομενὸν ἐναυάγησαν, καταχθέντες δὲ εἰς τὴν Ἄρεως νῆσον συνέβαλον τοῖς Ἀργοναύταις, καὶ ἀλλήλους γνωρίσαντες κοινῇ ἔπλευσαν εἰς τὸν ἐν Κόλχοις ποταμὸν Φᾶσιν. ἔνθα δʼ: ἐν τῷ αἰγιαλῷ, ᾧ προσωρμίσθησαν. αὖλις δὲ ἡ διατριβὴ καὶ ἡ διαγωγή. Ἄμυκος δὲ Βεβρύκων βασιλεύς, ἔθνους Βιθυνῶν. Βεβρύκων βασιλῆος: τῶν Βεβρύκων ἐβασίλευσεν Ἄμυκος, τῆς Βιθυνίας τά τε ἄλλα κατʼ ἐκείνους τοὺς χρόνους καὶ τὰ παραθαλάσσια κατεχόντων. κατῴκησαν δέ τινες αὐτῶν καὶ περὶ τὴν Λυδίαν ἐν τοῖς πλησίον Ἐφέσου τε καὶ Μαγνησίας τόποις. Χάρων δέ φησι καὶ τὴν Λαμψακηνῶν χώραν πρότερον Βεβρυκίαν καλεῖσθαι ἀπὸ τῶν κατοικησάντων αὐτὴν Βεβρύκων. τὸ δὲ γένος αὐτῶν ἠφάνισται διὰ τοὺς γενομένους πολέμους καθάπερ καὶ ἄλλων ἐθνῶν. ἀγήνορος: αὐθάδους. ἀγήνορα δὲ τὸν ὑπερήφανον. Βιθυνὶς Μελίη: ἄδηλον πότερόν ἐστι τὸ κύριον. Μελίαν δέ φησιν αὐτὴν διὰ τό τινας τῶν νυμφῶν Μελίας καλεῖσθαι ἀπὸ Μελίας τῆς Ὠκεανοῦ, ὥς φησι Καλλίμαχος, ἢ διὰ τὸ περὶ μελίας δένδρα διατρίβειν καθάπερ Ἁμαδρυάδας· Βιθυνίδα δὲ διὰ τὸ Βιθυνὴν τὸ γένος τυγχάνειν. … Γενέθλιον δὲ εἶπεν αὐτὸν διὰ τὸ δεσπόζειν τοῦ ὑγροῦ καὶ πάσης τροφῆς καὶ γενέσεως αἴτιον εἶναι, καθὸ τὸ ὕδωρ πάντων γεννητικόν. Βιθυνίς: ὄνομα κύριον. Μελίη: ἐπίθετον. ὑπεροπληέστατον: ὑπερηφανώτατον. ὃς καὶ ἐπὶ τοῖς ξένοις κακὸν νόμον ἔθηκεν. ἀποστείχειν: ἀναχωρεῖν. καὶ δὲ τότε: ὁ νοῦς· καὶ τότε δὲ πρὸς τὴν ναῦν ἐλθών, τοῦ μὲν τὰ πρὸς τὴν χρείαν πυθέσθαι τοῦ πλοῦ, τουτέστι τίνος χρείαν ἔχουσι καὶ τίνες εἰσίν, ἠφροντίστησεν, τοιαῦτα δὲ πρὸς αὐτοὺς εἶπεν. χρειώ μιν ἐρέσθαι: τὸ μὶν ἑνικὸν ἀντὶ πληθυντικοῦ τοῦ αὐτούς, τοὺς ἥρωας. δύναται δὲ καὶ ἑνικὸν εἶναι, ἵνα περὶ τοῦ Ἀμύκου λάβωμεν· ἔδει γὰρ αὐτόν—τὸν Ἄμυκον—ἐρωτῆσαι τοὺς ἥρωας. ὁ δὲ Θεόκριτος ἄλλως ἱστόρησεν. τὸ δὲ ἄτισεν ἀντὶ τοῦ οὐκ ἐφρόντισεν· ὃ γὰρ οὐ τιμᾷ τις, ἐκείνου οὐδὲ φροντίζει. τὸ δὲ παρασχεδὸν ἀντὶ τοῦ ἐγγύς. θέσμιον: νόμιμον. ὁ δὲ λόγος· νόμος ἐστὶ τὸν προσπλεύσαντα τῇ Βεβρυκίᾳ τῶν ξένων μὴ ἀπαλλάττεσθαι πρὶν ἢ ἐμοὶ πυκτεῦσαι. τῷ καί μοι: διό μοι τὸν ἄριστον ὑμῶν κεκριμένως στήσατε πυγμῇ μοι διαγωνίσασθαι. τὸ δὲ ἀποκριδὸν ἀντὶ τοῦ κατʼ ἐκλογήν. τὸ δὲ δηρινθῆναι ἀντὶ τοῦ μαχέσασθαι, ἀπὸ τοῦ δηρίνομαι· τοῦτο δὲ ἀπὸ τοῦ δηρίομαι. εἰ δʼ ἂν ἀπηλεγέοντες: ἀφροντιστοῦντες, παρʼ οὐδὲν ἡγησάμενοι. … ὁ δὲ Ἡρωδιανὸς ἀνηλεγέως φησὶ διὰ τοῦ ν ἐν τῷ γʹ τῆς Καθόλου. ὁ δὲ νοῦς· εἰ δὲ ἀφροντιστήσαντες τοὺς νόμους μου παρʼ οὐδὲν ἡγήσεσθε, πείσεσθε ἄν, οἶμαι, οὐχὶ τὴν τυχοῦσαν ἀνάγκην. μέγα φρονέων: οἷον ὑπὲρ ἄνθρωπον. αἶψα δʼ ἑῶν ἑτάρων: δασύνεται τὸ ἑῶν. εἰ γὰρ δασεῖαι αἱ ἀρκτικαί εἰσιν καὶ εἴ ποτε μετασχηματίζονται, πάλιν τὴν δασεῖαν ἐπὶ τῆς ἀρχῆς ἔχουσιν, οἷον ἕρσα ἕερσα, ἕδνα ἕεδνα. ἴσχεο νῦν: ἐπίσχες, ὅστις ποτὲ ὑπάρχεις· πειθαρχήσομεν γὰρ οἷς λέγεις νόμοις. διὰ δὲ τοῦ μηδὲ τὸ ὄνομα εἰδέναι σφόδρα αὐτοῦ τὴν ἀξενίαν ὠνείδισεν. τὸ δὲ ὅτις εὔχεαι ἐπὶ καταφρονήσει εἴρηται. ἀπηλεγέως: πάλιν ἀντὶ τοῦ ἀφροντίστως. ἑλίξας: οἷον ἐπιστρέψας εἰς αὐτὸν τὰ ὄμματα. ἰλλόμενος: συνειλούμενος καὶ συστρεφόμενος. ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶος: φασὶ τὸν λέοντα τρωθέντα μόνον ἐπιτηρεῖν τὸν τρώσαντα. μόνος οὖν ὑπάρχων μόνον ἐκεῖνον προσβλέπει τὸν τρώσαντα. οἰόθεν: μόνον. καὶ Ἀριστοτέλης δέ φησι τοῦτο ποιεῖν τὸν λέοντα. ἐύστιπτον: εὔστρεπτον, εὐπίλητον, παρὰ τὸ στείβω· ὅθεν καὶ στιβὰς καὶ στιβεῖς οἱ κναφεῖς. λώπην: χλανίδα. ὁ δὲ λόγος· ὁ δὲ τὴν μέλαιναν καὶ διπλῆν χλανίδα σὺν αὐταῖς ταῖς περόναις ἀπέβαλεν. λώπην δὲ τὴν διφθέραν. καλαύροπα δὲ ποιμενικὴν ῥάβδον. καὶ τοῦτο δὲ διὰ τὸ σκληρὸν καὶ ἄγριον τοῦ ἀνδρός. τὴν φορέεσκεν: ἥντινα ἐβάσταζεν ἐκ κοτίνου οὖσαν, τουτέστιν ἀγριελαίου. ὀριτρεφέος δὲ τοῦ ἐν ὄρει τεθραμμένου κοτίνου. ἑαδότα δέ φησι τὸν ἀρέσαντα τόπον. ἑαδότα: ἀρέσκοντα. ἷζον: καθέζεσθαι ἐποίουν. ὀλοοῖο Τυφωέος: διὰ τὸ τερατῶδες καὶ ἐκτράπελον τοῦ σώματος τοῦτό φησιν· ἐνομίζετο, φησίν, ἢ Τυφῶνος ἢ Γῆς υἱός, ἀντὶ τοῦ μέγας. ἔστι δὲ ἀπὸ ὀρθῆς τῆς Τυφωεύς. πέλωρ δὲ λέγεται τὸ θηρίον καὶ τὸ ὑπερμέγεθες. χωομένη Διί: ἐπεὶ λέγεται ἡ Γῆ κατὰ ὀργήν, ὅτε τοὺς Τιτᾶνας κατεταρτάρωσεν ὁ Ζεύς, γεννῆσαι τοὺς Γίγαντας. ἑσπερίην διὰ νύκτα: ἀντὶ τοῦ κατὰ νύκτα, τουτέστι περὶ τὸν ἕσπερον. Ὅμηρος· “ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ”. ἀμαρυγαὶ δὲ αἱ ἀκτῖνες, αἱ λαμπηδόνες. ἔτι χνοάοντας ἰούλους: τοὺς ἰούλους ὡς χνοῦν ἀναφύοντας ἔχων, τὰς ἐξανθήσεις τῶν γενείων. λέγεται δὲ ἴουλος καὶ θηρίον πολύπουν καὶ εἶδος ᾠδῆς, ὥς φησιν Ἐρατοσθένης. τὸ δὲ ἀντέλλειν τὸ φύειν ἐνταῦθα ἐνεργητικῶς σημαίνει. πῆλε δὲ χεῖρας: οἷον· προσεπάλλετο διάπειραν τῶν χειρῶν ἑαυτοῦ ποιούμενος, εἰ ὡς πρὶν εὐκίνητοί εἰσι μηδʼ ἀπὸ τοῦ τῆς εἰρεσίας καμάτου δυσκινήτως ἔχοιεν. τὸ δὲ πῆλε τὸ ἐκίνει σημαίνει καὶ πειράζειν τὸ δοκιμάζειν. οὐ μὰν αὖτʼ Ἄμυκος: οὐ μὴν ὁ Ἄμυκος διεπείρασεν ἑαυτοῦ. καὶ διὰ τούτου δὲ δηλοῖ τὸ ὑπερήφανον αὐτοῦ. καὶ οἱ ὀρέχθει: ἐν ὀρέξει ἦν· νῦν δὲ ἀντὶ τοῦ ἐφώρμα καὶ ἐπεθύμει. σημαίνει δὲ ἡ λέξις καὶ τὸ ἔστενεν· “ὀρέχθεον ἀμφὶ σιδήρῳ. κεδάσσαι: σκορπίσαι. Λυκωρεύς: οὗτος ὑπὸ τοῦ ποιητοῦ πεποίηται, οὐκ ἐξ ἱστορίας παρείληπται. ἱμάντας: τοὺς καλουμένους μύρμηκας. ἀζαλέους δὲ ἀντὶ τοῦ ξηρούς· ὅθεν τινὲς οὐκ ἀπὸ Ἀζᾶνος βασιλέως, ἀλλὰ διὰ τὸ τραχεῖαν εἶναι Ἀζανίαν φασὶ κληθῆναι τὴν Ἀρκαδίαν· τραχεῖα γάρ ἐστι καὶ ξηρά. περὶ δʼ οἵγʼ ἔσαν ἐσκληῶτες: περισσῶς κατεσκληκότες ἦσαν. ὅθεν καὶ σκέλος τὸ ἄσαρκον μέρος τοῦ σώματος, καὶ σκληφρὸς ἄνθρωπος ἀπὸ τούτου. ὑπερφιάλοις: ὑπερηφάνοις. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς φιάλης· τὸ γὰρ πληθύον αὐτῆς ὑπερφίαλον, ἀντὶ τοῦ ὑπέρμετρον. φιάλη δὲ εἶδος λεβητώδους ἀγγείου. πάλου ἄτερ: χωρὶς κλήρου. καὶ διὰ τούτου δὲ πάλιν ὑπερήφανον δείκνυσι. τὸ δέ ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν ὥσπερ ἤδη ἑαυτῷ πεπιστευκὼς τὴν νίκην. καὶ τοῦτο βάρβαρον. εἰ γὰρ ὁ κλῆρος τὴν στάσιν λύειν ἐπίσταται καὶ ἑκάστῳ τὰ ἴσα διδόναι, πῶς ἂν ὕστερον ἔμελλεν αὐτῷ ἀντιμάχεσθαι; μᾶλλον γὰρ νῦν ἐστασίασεν ἂν μὴ κληρωθείς. ἀτέμβηαι: ἵνα μή μοι μέμψῃ ὕστερον ὡς χείρονας εἰληφώς. τὸ γὰρ ἀτέμβεσθαι οἱ νεώτεροι οὐκ ἐπὶ τοῦ στερίσκεσθαι ἤκουσαν, ἀλλʼ ἐπὶ τοῦ μέμφεσθαι. παραβλήδην: παραβλητικῶς. ἀπροφάτως: ἀδιστάκτως, ἀδιακρίτως, μηδὲν πρὸς τὴν ἀναίρεσιν προφασισάμενος. παρηγορέοντες: ἀντὶ τοῦ προτρεπόμενοι. τὸ δὲ ᾔδειν ἀντὶ τοῦ πληθυντικοῦ κεῖται τοῦ ᾔδεσαν, ὡς καὶ τό «τῆς δʼ ἦν τρεῖς κεφαλαί». κακῇ δήσαντες ἐν αἴσῃ: ἐν κακῇ μοίρᾳ. οἱ δʼ ἐπεὶ οὖν ἱμᾶσι διασταδόν: ἐν τῇ ἀπʼ ἀλλήλων διαστάσει παρεσκευάσαντο. ῥεθέων: νῦν τῶν προσώπων. ῥέθος δὲ ἅπαν μέλος, ἐνταῦθα δὲ τὸ πρόσωπον. ἅτε κῦμα θαλάσσης: καθάπερ, φησί, κῦμα μετεωριζόμενον νηὶ προσπίπτει, τῇ δὲ ἐμπειρίᾳ τοῦ κυβερνήτου παρακλίναντος ἡ ναῦς διαφεύγει, οὕτω καὶ ὁ Ἄμυκος ἐπέκειτο μὲν ἐκφοβῶν αὐτόν, διεκκλινόμενος δὲ ἐκεῖνος ἄτρωτος ἦν. ἀλύσκει: ἐκφεύγει. διὰ δὲ τὴν τραχύτητα καὶ τὴν σφοδρὰν αὐτοῦ ὁρμὴν κύματι εἰκάζει τὸν Ἄμυκον, κυβερνήτῃ δὲ τεχνίτῃ τὸν Πολυδεύκην. φοβέων: ταράσσων· τῇ ἀθρόᾳ κατʼ αὐτοῦ ὁρμῇ ἐμβραδύνειν οὐ συνεχώρει αὐτόν. ἀίσσων: λείπει ἡ ὑπό, ἵνα ᾖ ὑπαΐσσων καὶ ὑποφεύγων τὸν Ἄμυκον τῇ ἑαυτοῦ τέχνῃ ἄπληκτος καὶ ἀβλαβὴς διέμεινεν. ἀπηνέα δʼ αἶψα νοήσας: συνιδών, φησίν, ὁ Πολυδεύκης, ὅπου ἄπρακτος καὶ εὐεπιχείρητος ἦν, συνέμιξεν αὐτῷ τὰς χεῖρας ὑποστάς. ᾗ κάρτος ἀάατος καὶ ἀρείων: ὁ Πολυδεύκης, φησί, παρετήρει τὸν Ἄμυκον, ὅπου ἄτρωτος τυγχάνει καὶ οὐκ εὐεπιχείρητός ἐστιν. ἢ οὕτως· συνιδών, ἐν ᾧ ὑπερεῖχεν αὐτοῦ καὶ ἐν ᾧ καταδεέστερος ἦν, ὑποστὰς συνέμιξεν αὐτῷ τὰς χεῖρας. … θάρσος δὲ θράσους διαφέρει· θάρσος γὰρ τὸ εὔλογον, θράσος δὲ τὸ μετὰ ἰταμότητος. οὕτω καὶ Ἀρίστιππος ὁ φιλόσοφος. ᾗ τε χερείων: ἢ καὶ ἀρείων. ὡς δʼ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις: οὕτως ἀντεξυσμένα ἀλλήλοις, ὥστε, ἡνίκα συμβάλλονται ἐναντία, συναρμόζειν ἀλλήλοις. ἢ τὰ ἀντικείμενα τοῖς σφησίν· εἰς γὰρ τὰ πλάγια τῶν σανίδων τιθέασι τοὺς σφῆνας πρὸς ἀσφάλειαν. ὑληουργοὶ δὲ ὑλοτόμοι καὶ τὰς ναῦς ἐργαζόμενοι. ὥσπερ δὲ ναυπηγήσιμα ξύλα συναρμόζοντες ξυλουργοὶ γόμφοις συνεχῶς ταῖς σφύραις τύπτουσιν, ἐγείρεται δὲ ἄλλος ἐξ ἄλλου ψόφος, οὕτως ὁ Ἄμυκος καὶ ὁ Πολυδεύκης ἀλλήλων ἔτυπτον τὰς σιαγόνας. θοοῖς: ὀξέσι. … καὶ Ὅμηρος· «ἐγὼ δʼ ἐθόωσα παραστάς». τὸ δὲ ἐπιβλήδην τὸ ἐπιβλητικῶς σημαίνει· ἐπιβάλλουσι γὰρ πρὸς ἄλληλα τὰ ξύλα οἱ ναυπηγοί. ἄηται: ἐξηχεῖται, ἀκούεται· ἄδην δὲ ἀντὶ τοῦ συνεχῶς ἢ ἀκορέστως. βρυχὴ δέ ἐστιν ὁ τῶν ὀδόντων ἦχος. ἐπισταδὸν οὐτάζοντες: ἐν τῷ συνεστάναι πλήσσοντες. τὸ ἐπισταδὸν ἀντὶ τοῦ ἐπιστατικῶς καὶ ἀμετακινήτως. φορβάδος ἀμφὶ βοός: ὑπὲρ νομάδος καὶ εὐτραφοῦς βοός. … ἵνα τὸ τῆς κατανομῆς ὄνομα πλέον καὶ μεῖζον τῇ βοῒ δοίη τὸ σῶμα καὶ τὸ κάλλος. Ἀντίπατρος ἐν τῷ Περὶ ζῴων φησὶ τὸν ἀλκιμώτατον ἐν τῇ ἀγέλῃ ταῦρον μίγνυσθαι πάσαις ταῖς βουσίν, μὴ ἐπιτρέπειν δὲ ἑτέρῳ· ἐὰν δέ τις πεποιθὼς τῇ ἰδίᾳ δυνάμει ἀνθίστηται αὐτῷ καὶ καταγωνίσηται, τοῦτον τοῦ λοιποῦ πλησιάζειν ταῖς βουσίν. φορβάδος: ἀγελάδος. ἀερθεὶς βουτύπος οἷα πόδεσσι: ἐπαρθείς. ἐπʼ ἄκρων τῶν ποδῶν, φησί, σταθεὶς καὶ ἐκτείνας ἑαυτὸν ὡς βουτύπος τὴν χεῖρα ἑαυτοῦ κατέφερεν· ἐπιόντος δὲ αὐτοῦ ὁ Πολυδεύκης ὑπέστη καὶ παρακλίνας τὴν κεφαλὴν τῷ ὤμῳ αὐτοῦ ἐδέξατο τὸν πῆχυν. βουτύπος δέ ἐστιν ὁ τοὺς θυομένους βοῦς τῷ πελέκει τύπτων κατὰ τοῦ αὐχένος· οὗτος δὲ ἐπʼ ἄκροις τοῖς ὄνυξιν ἵσταται μέλλων κρούειν. ὁ δʼ ἄγχʼ αὐτοῖο: ἐγγὺς δὲ αὐτοῦ προβαίνων καὶ μεταφέρων τὰ σκέλη ἔτυψεν αὐτὸν πρὸς τὸ οὖς. τὸ δέ παρὲκ γόνυ γουνὸς ἀμείβων Ὁμηρικόν. μεταΐγδην: ὁρμητικῶς. ὁ δʼ ἅμʼ ὀδύνῃ: ὁ δὲ Ἄμυκος ὑπὸ τῆς ἀλγηδόνος κατενεχθεὶς εἰς τὴν γῆν ἀπώλετο. γνύξ: ἐπὶ γόνυ. τοῦ δʼ ἀθρόος ἔκχυτο θυμός: ἀντὶ τοῦ ταχέως ἐξέπνευσεν. οὐδʼ ἄρα Βέβρυκες: Ἀπολλώνιος μὲν ἐμφαίνει ὡς ἀνῃρημένον τὸν Ἄμυκον· Ἐπίχαρμος δὲ καὶ Πείσανδρός φασιν, ὅτι ἔδησεν αὐτὸν ὁ Πολυδεύκης. Δηίοχος δὲ ἐν αʹ Περὶ Κυζίκου καταπυκτευθῆναί φησιν αὐτὸν ὑπὸ Πολυδεύκους. οὐκ ἠμέλησαν δέ, φησίν, οὐδὲ κατεφρόνησαν τοῦ Ἀμύκου πεπτωκότος, διὰ δὲ τὸ βάρβαρον ἑαυτῶν καὶ πόλεμον ἤγειραν. ἀζηχέας δὲ τὰς ξηράς, τὰς ἐχούσας ξηρὸν ἦχον. σιγύννους δὲ καλοῦσιν οἱ Κύπριοι τὰ ἀκόντια. σιγύννους: ἀκόντια ὁλοσίδηρα. ἀντιαάσκον: ἀπήντων ἰθὺς Πολυδεύκους. αὐτὸς δʼ Ἰτυμονῆα: ὁ δὲ Πολυδεύκης λὰξ ἐπορούσας ἔπληξεν. λέγεται δὲ λὰξ ὁ ὑπὸ τῶν δακτύλων τοῦ ποδὸς ψόφος. ἢ οὕτω· κυρίως τὸ ὑποκάτω τῶν τοῦ ποδὸς δακτύλων λὰξ καλεῖται. οὕτως ἀποδέδωκεν καὶ παρὰ τῷ ποιητῇ Ποσειδώνιος «λὰξ ποδὶ κινήσας». Ὠρείδης δʼ Ἀμύκοιο: διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα· οὕτως Ἡρωδιανὸς ἐν τῷ γʹ τῆς Καθόλου. ὅσον δʼ ἐπὶ δέρμα τι: μέχρις τοῦ δέρματος. ὅσον ἀντὶ τοῦ ὀλίγον. διʼ αὐτῆς τῆς ἐπιφανείας ἦλθεν ὁ σίδηρος ὑπʼ αὐτὸν τὸν κατὰ τὴν ζώνην τόπον, ἀλλʼ ἐπὶ τῷ δέρματι μόνον, ὥστε τῶν ἐντοσθιδίων μὴ ψαῦσαι. αὔτως: ὁμοίως. μενεδήιον τὸν Ἴφιτον λέγει ὡς ἐμμενετικὸν ἐν τῷ πολέμῳ· δηὶς γὰρ ὁ πόλεμος καὶ ἡ μάχη. ἀζαλέῃ: τῇ ξηρᾷ, ἐπεί ἐστι ξυλίνη. Ὅμηρος δὲ καὶ σιδηρᾶν οἶδεν· «ἀλλὰ σιδηρείῃ κορύνῃ». τινὲς δὲ ἀποδεδώκασι «σιδηρείῃ» τῇ εὐτόνῳ, ὥσπερ καί «σιδήρειος δʼ ὀρυμαγδὸς ὀρώρει». οὔπω κηρὶ κακῇ: οὔπω πεπρωμένον ἀποθανεῖν. ὁ δὲ Κλυτίος υἱὸς ἦν Εὐρύτου, ἀδελφὸς Ἰφίτου. δῃώσεσθαι δὲ φονευθήσεσθαι. ὁ δὲ Ἀγκαῖος Ἀρκὰς τὸ γένος ἐστί, φησὶ δὲ αὐτὸν ὡπλίσθαι πελέκει καὶ ἄρκτου δορᾷ. τὸ δὲ θρασὺς ἐπʼ ἀγαθοῦ νῦν, οὐκ ἐπʼ ἰταμότητος. τεταγών: ἐκτείνας, ἀκοντίσας. προσχόμενος: προβαλόμενος ἀντὶ ἀσπίδος. ὁμοῦ δέ οἱ ἐσσεύοντο: τὸ ὁμοῦ καὶ ἐπὶ τοῦ ἀθροίσματος τιθέασι καὶ ἐπὶ τοῦ ἐγγύς, ὡς Ἀθηναῖοι εἰώθασι χρῆσθαι. Μένανδρος· «ὁμοῦ δὲ τῷ τίκτειν παρεγένεθʼ ἡ κόρη» ἀντὶ τοῦ ἐγγύς. ὡς δʼ ὅτʼ ἐνὶ σταθμοῖσιν: ὥσπερ δὲ ἀφυλάκτῳ ποιμνίῳ ἐπελθόντες λύκοι ἀποροῦσι, ποῖον πρῶτον ἁρπάσωσιν, οὕτω καὶ οἱ ἀριστεῖς τοὺς Βέβρυκας ἐτρέψαντο. ὁμοία δὲ ταύτῃ καὶ παρʼ Ὁμήρῳ παραβολή· «ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισιν σίνται.» ἀπείρονα μὲν οὖν φησι τὰ πολλά. πολιοὶ δὲ ἤτοι ὑπότεφροι ἢ ἔντιμοι. τίμιον γὰρ τὸ ζῷον παρʼ Ἀθηναίοις· ὁ γὰρ ἀποκτείνας λύκον ἀγείρει αὑτῷ τὰ πρὸς τὴν ταφήν. καὶ ἴσως, ἐπεὶ ἡ Λητὼ ἔγκυος οὖσα διὰ ιβʹ ἡμερῶν εἰς Δῆλον ἦλθε μεταβαλοῦσα εἰς λύκον, διόπερ κατά τινα ὡρισμένον χρόνον τοῦ ἐνιαυτοῦ τίκτει πᾶσα λύκαινα ἐν ιβʹ ἡμέραις, ὡς Φιλοστέφανός φησιν ἐν τοῖς Ὑπομνήμασιν. λάθρη ἐυρρίνων: τοῦτό φησιν, ὅτι διὰ τὸ ψῦχος καταδύνουσιν εἰς τὰς ἐπαύλεις οἵ τε ποιμένες καὶ οἱ κύνες· εἶτα οὕτως ἀφύλακτα σίνονται τὰ πρόβατα. ἐυρρίνων δὲ ἤτοι εὐδερμάτων— ῥινὸς γὰρ τὸ δέρμα—ἢ … κυρίως διὰ τὸ ταῖς ῥισὶν ἰχνεύειν τὰ θηρία· διὸ καὶ παρατηροῦσιν οἱ κυνηγοὶ πρὸ ἡμέρας ἐξάγειν τοὺς κύνας ἐπὶ θήραν, ἵνα πρὶν ἥλιον ἐπιτεῖλαι εὐχερῶς ἰχνηλατῶσι ταῖς ῥισίν. ἐυρρίνων: εὐαισθήτων, εὐοσφρήτων. μαίονται: ἐπιζητοῦσι. πόλλʼ ἐπιπαμφαλόωντες: πολλὰ ἐπιβλέποντες καὶ μετʼ ἐνθουσιασμοῦ· παμφαλᾶν γὰρ τὸ μετὰ πτοιήσεως ἐπιβλέπειν. κέχρηται δὲ τῇ λέξει καὶ Ἱππῶναξ καὶ Ἀνακρέων. λέγει δὲ καὶ Ἐρύκιος· «πάντοσε παμφαλόωντες ἐδινήσαντο πόδεσσι.» παραιτητέον δὲ Εἰρηναῖον ἀμφαφόωντες γράφοντα καὶ ἐξηγούμενον κτείνοντες. οὔτε γὰρ κέχρηταί τις οὕτως τῇ λέξει οὔτε ἐστὶν ἁπαξαπλῶς ἡ γραφὴ τοῦ ποιητοῦ. περὶ σφίσιν: ἔδει εἰπεῖν περὶ ἀλλήλοις πίπτοντα· οὐ γὰρ περὶ ἑαυτά. τὸ δὲ ἁμάρτημα τῶν μεθʼ Ὅμηρον. ὡς δὲ μελισσάων σμῆνος: ὅτι τὸν καπνὸν φεύγουσιν αἱ μέλισσαι διὰ τὸ στενόπορον εἶναι αὐτῶν τὴν ὄσφρησιν· ὅπερ καὶ ἐπὶ τῶν ὄφεων συμβαίνει θυμιωμένου τοῦ ἐλαφείου κέρως, ὥς φησι Νίκανδρος. σμῆνος δέ ἐστι τὸ τῶν μελισσῶν πλῆθος. δίκην μελισσῶν, φησίν, ἔφευγον, αἵτινες καπνισθεῖσαι ἀφίπτανται. μηλοβοτῆρες: βοσκοί. μελισσοκόμοι: μελισσουργοί. βομβηδὸν δὲ ἀντὶ τοῦ μετὰ ἤχου καὶ βόμβου. βόμβος δέ ἐστιν ὁ τῶν μελισσῶν ἦχος, ἔνιοι δὲ τῆς βοξύνου μελίττης λεγομένης. λιγνυόεντι: τῷ αἰθαλώδει. ὁ δὲ λόγος· ἐπιπλέον δὲ τῷ λιγνυώδει καὶ σποδώδει καπνῷ καπνιζόμεναι ὑποχωροῦσι τῶν σίμβλων. σίμβλος δέ ἐστιν, εἰς ὃ τὰ κηρία συνάγεται ἀγγεῖον, ἡ κυψέλη. καπνῷ τυφόμεναι: ἀντὶ τοῦ καπνιζόμεναι· σημαίνει δὲ καὶ τὸ καιόμεναι. εἰώθασι δὲ καπνίζειν κόνυζαν· δριμὺς γὰρ μάλιστα ὁ ταύτης καπνός. ἠμὲν ἀλωαί: αἱ ἀμπελόφυτοι χῶραι. οἶαι δὲ αἱ κῶμαι, διὰ τὸ ἐν αὐταῖς τὰ πρόβατα καὶ τὰ ἄλλα βοτὰ νέμεσθαι. τῆμος: τηνικαῦτα. Λύκος βασιλεὺς Μαριανδυνῶν. καὶ Μαριανδυνῶν: Φινέως παῖδες ἐκ μὲν Κλεοπάτρας Παρθένιος καὶ Κάραμβις, ἐκ δὲ Ἰδαίας τῆς Δαρδάνου ἢ Σκυθικῆς τινος παλλακίδος Θυνὸς καὶ Μαριανδυνός, ἐξ ὧν τὰ ἔθνη κέκληνται. οἱ δέ φασι κεκλῆσθαι τοὺς Μαριανδυνοὺς ἀπὸ Μαριανδυνοῦ υἱοῦ Κιμμερίου. ἀπεόντος ἄνακτος: τοῦ Ἀμύκου ἀπόντος, δηλονότι τεθνηκότος. οἱ δὲ Μαριανδυνοὶ ἔθνος ὁμοροῦν αὐτοῖς. σιδηροφόρου περὶ γαίης: τῆς τῶν Χαλύβων· εἰσὶ δὲ οὗτοι οἱ τὸν σίδηρον ἐργαζόμενοι. οἳ δʼ ἤδη σταθμούς τε: οἱ δὲ Ἀργοναῦται τῶν Βεβρύκων πεφευγότων τὰς παρὰ θάλασσαν ἐπαύλεις ἐπόρθουν· ἤδη δὲ καὶ τῶν θρεμμάτων πολλὰ περιεληλακότες ἀπετέμοντο. περιτροπάδην: περιτρέποντες ὡς ἐπὶ τὴν ναῦν ἐλαύνοντες. φράζεσθʼ ὅττι κεν: ὁ νοῦς· καὶ τί ἂν ἐποίησαν οἱ Βέβρυκες, εἰ καὶ ὁ Ἡρακλῆς μεθʼ ἡμῶν ἐληλύθει, οἷον· πῶς ἔφυγον καὶ ἡττήθησαν; οἶμαι γάρ, ὅτι οὐδὲ ἀγὼν ἂν τῆς πυγμαχίας ἐγένετο, ἀλλὰ προκαλούμενον τὸν Ἄμυκον τότε οἷς συνετίθει νόμοις ἡμῖν τῷ ῥοπάλῳ πλήξας ἀνῄρηκεν. τὸ δὲ κριθήμεναι ἀντὶ τοῦ διαχωρισθῆναι. αὐτοῖς: λείπει ἡ σύν. ναὶ μὲν ἀκήδεστον: ὁ νοῦς· ἐκεῖνον μέντοι ἀφροντίστως καταλιπόντες—τουτέστι τὸν Ἡρακλέα—ἐπʼ ἀλλοτρίας ἐπλεύσαμεν. ἐκείνου δὲ ἀπόντος ἕκαστος ἡμῶν αἰσθήσεται ὅσον βεβλάμμεθα. τάδε πάντα: τὸ ἀπολειφθῆναι τὸν Ἡρακλέα. οὐταμένων: τοῦ Ἰφίτου καὶ τοῦ Ταλαοῦ. ἐρεψάμενοι δάφνῃ: δάφνῃ ἐστέψαντο διʼ Ἀπόλλωνα. ἐχρῶντο δὲ τῇ στέψει τριχῶς—ἐπὶ τῆς κεφαλῆς, ἐπὶ τοῦ μετώπου, ἐπὶ τοῦ τραχήλου τιθέμενοι τοὺς στεφάνους—διὰ τὸ τὴν ψυχὴν τριμερῆ εἶναι. ξανθὰ δʼ ἐρεψάμενοι: στεψάμενοι δὲ ὑπεράνω τῶν μετώπων δάφνῃ τὰς κεφαλάς, ἐξ ἧς δάφνης ἀνημμένα ἦν τὰ σχοινία τῆς νεώς. οὐ ποιητικῶς δὲ ἀνέπλασε τὴν δάφνην ὁ Ἀπολλώνιος, ἀλλʼ ἔστιν ὄντως ἐν τῷ τόπῳ δένδρον δάφνης εὐμέγεθες, ὥς φησιν Ἀνδροίτας ὁ Τενέδιος ἐν τῷ Περίπλῳ τῆς Προποντίδος, παριστορῶν, ὅτι Ἄμυκος μὲν καλεῖται τὸ χωρίον, ἔχει δὲ ἐποίκια καὶ νῦν, διέστηκε δὲ τοῦ Χαλκηδονίου νυμφαίου σταδίους εʹ. Ἀπολλόδωρος δὲ ἐν τῷ πρώτῳ τῶν Ποντικῶν ἡρῷον αὐτόθι φησὶν εἶναι Ἀμύκου, καὶ εἴ τις ἐκ τῆς δάφνης κλάδον λάβοι, εἰς λοιδορίαν ἀνίστησι. συνοίμιον: συνῴδιον· οἴμη γὰρ ἡ ᾠδή. περὶ δέ σφιν ἰαίνετο: διεχέετο ἡ ἀκτή. καθʼ ὑπερβολήν, καθὸ μυθεύεται ὁ Ὀρφεὺς κηλεῖν καὶ τὰ ἄψυχα. ᾖδον δὲ ἐπινίκιον τῷ Ἀπόλλωνι. Θεραπναῖον δὲ ἀπὸ μέρους τὸν Λάκωνα. Θεράπναι γὰρ τόπος τῆς Σπάρτης· οἱ δὲ πόλιν, οἱ δὲ Ἀπόλλωνος τόπον ἱερόν. ἐκ περάτων: ἐκ τοῦ ὑπερορίζοντος ἡμισφαιρίου. ἀνὰ Βόσπορον ἰθύνοντο: τὸ ἀπὸ Βυζαντίου κατὰ Καλχηδόνος διάστημα σταδίων ἐστὶν ..., καὶ Βόσπορος ὀνομάζεται διὰ τὸ δοκεῖν τὴν Ἰὼ βοῦν οὖσαν διαπορεύεσθαι τοῦτον τὸν τόπον, ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην διαβαίνουσαν, ἢ διὰ τὸ πάντας τοὺς στενοὺς πορθμοὺς βοσπόρους καλεῖσθαι. ἔνιοι δέ φασι τοὺς ἐπὶ τοῦ στόματος οἰκοῦντας τὸ παλαιόν, εἴποτε ἐθέλοιεν εἰς τὸ πέραν διαβαίνειν, σχεδίας πηγνύντας καὶ βόας ἐπιζεύξαντας ἐπὶ τούτων διαπεραιοῦσθαι, ὅθεν καὶ ὠνομάσθαι τὴν θάλασσαν. ἔστι δὲ καὶ ἕτερος Βόσπορος, τῆς Σκυθικῆς, Κιμμερικὸς προσαγορευόμενος διὰ τὸ Κιμμερίους ἔθνος Σκυθικὸν περὶ ἐκείνους οἰκῆσαι τοὺς τόπους. οἱ δέ φασι στόμα τῆς Μαιώτιδος λίμνης … στενὸς καὶ ἐπιμήκης, ἐμφερὴς τῷ κατὰ τὸ Βυζάντιον Βοσπόρῳ. περὶ τοῦ Βοσπόρου ἡ ἱστορία παρὰ τοῖς παλαιοῖς διαφόρως λέγεται. Νύμφις μὲν γάρ φησιν ἱστορεῖν Ἀκαρίωνα, ὡς ἄρα Φρύγες διαπλεῦσαι βουλόμενοι τὸν πορθμὸν κατεσκεύασαν ναῦν ἔχουσαν ἐγκεχαραγμένην προτομὴν ταύρου—καθὼς ὁ Φρίξος ἐπὶ κριοπρώρου σκάφους ἔπλευσεν—, διαπλευσάντων δὲ αὐτῶν ἀπὸ τοῦ εἴδους τοῦ περὶ τὸ σκάφος προσαγορευθῆναι τὸ πέλαγος Βόσπορον. Ἔφορος δέ φησιν ἡρπάσθαι τὴν Ἰὼ ὑπὸ Φοινίκων καὶ διακομισθῆναι εἰς Αἴγυπτον· ἀνθʼ ἧς τὸν βασιλέα τῶν Αἰγυπτίων πέμψαι Ἰνάχῳ ταῦρον, τὸν δὲ τόπον προσηγορεῦσθαι, διʼ οὗ οἱ τὸν ταῦρον ἔχοντες ἔπλευσαν, Βόσπορον· τετελευτηκότος δὲ ἐκείνου περιιέναι αὐτοὺς παραδεικνύντας τὸν ταῦρον πᾶσι, καθὸ πρότερον οὐκ ἐγίνωσκον τὸ ζῷον. δύο δέ εἰσι Βόσποροι, Κιμμέριος καὶ Θρᾴκιος ὁ πάλαι Μύσιος καλούμενος. ἠλιβάτω: οὗ ἀλιτεῖν ἔστι τῆς βάσεως, τουτέστι ὑψηλῷ καὶ ἀπροσβάτῳ. ἐπαΐσσοντι: ἀντὶ τοῦ ἐπενεχθησομένῳ. ἀλλὰ τόγʼ ἔμπης: ἀλλὰ καίπερ οὕτω μέγα καὶ λάβρον ὑπάρχον τὸ κῦμα ὁμαλίζεται, εἰ ἀγαθοῦ κυβερνήτου τύχοι. ἀντιπέρην γαίῃ Θυνηίδι: διτταί εἰσι Θυνίαι, ἡ μὲν ἐπὶ τῆς Εὐρώπης, ἡ δὲ ἐπὶ τῆς Ἀσίας, καὶ ἡ μὲν ἐπὶ τῆς Εὐρώπης περὶ Σαλμυδησσὸν κεῖται τῆς Θρᾴκης, ἡ δὲ ἑτέρα καθήκει ἐπὶ τὸν Βόσπορον καὶ ἐπὶ τὸ στόμα τοῦ Πόντου. ἔστι δὲ ἀμφίβολον, εἰς ποτέραν Θυνίαν φησίν, ἀμφοτέρων οὐσῶν ἐπὶ τῷ πέραν. ἄμεινον οὖν τὴν περὶ τὴν Εὐρώπην Θυνίαν λέγειν· τῇ γὰρ ἐπιούσῃ, φησίν, ἡμέρᾳ ἐν τῇ Θυνίᾳ τὰ ἀπόγεια ἔδησαν … ὡς δῆλον, ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην. καὶ γὰρ ὁ Φινεύς, ὡς οἱ πλεῖστοι, ἐπὶ τοῦ Σαλμυδησσοῦ λέγεται ᾠκηκέναι, ὅς ἐστι τῆς Θρᾴκης κατὰ τὰ ἀριστερὰ μέρη τὸν Πόντον εἰσπλέοντι. ἔστι δὲ καὶ τρίτη Θυνία, νῆσος περὶ τὸν Πόντον, ἐν ᾖ ἐστιν Ἀπόλλωνος ἱερόν. Ἀγηνορίδης ἔχε: Ἀγήνορος γὰρ παῖς ἐστιν, ὡς Ἑλλάνικος· ὡς δὲ Ἡσίοδός φησιν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας. ὁμοίως δὲ καὶ Ἀσκληπιάδης καὶ Ἀντίμαχος καὶ Φερεκύδης φασίν. ἐκ δὲ Κασσιεπείας τῆς Ἀράβου Φοίνικι γίνεται Κίλιξ καὶ Φινεὺς καὶ Δόρυκλος καὶ Ἄτυμνος ἐπίκλησιν· γίνεται δὲ ἐκ Διὸς Ἄτυμνος. ἔνθα: οὐκ ἐν τῇ περὶ Ἀσίαν Θυνίᾳ, ἀλλʼ ἐν τῇ πέραν, ἥτις ἐστὶ τῆς Εὐρώπης, ὡς ἀποδέδεικται. ἔνιοι δὲ αὐτὸν ἐν τῇ Παφλαγονίᾳ βασιλεῦσαι ἱστοροῦσιν, ἥτις ἐστὶ τῆς Ἀσίας. Ἀγηνορίδην δὲ εἶπε τὸν Φινέα, καθὸ Ἀγήνορός ἐστι παῖς, ὥς φησιν Ἑλλάνικος· ὁ δὲ Ἡσίοδος τοῦ Φοίνικος αὐτόν φησι τοῦ Ἀγήνορος. πηρωθῆναι δὲ λέγουσι τὸν Φινέα ὑπὸ Ἡλίου, ὅτι πολυχρόνιος εἵλετο μᾶλλον εἶναι ἢ βλέπειν. ἔνιοι μὲν τοσαύτας ἐζηκέναι γενεὰς ἀπίθανον εἶναί φασιν, πλείους δὲ αὐτοὺς γεγονέναι, καὶ ἕτερον τὸν Φινέα ἕβδομον ἀπόγονον εἶναι τοῦ Φοίνικος, πρὸς ὃν ἀπήντησαν οἱ ἥρωες. πηρωθῆναι δὲ αὐτόν, ὅτι ἐπεβούλευσε Περσεῖ. Σοφοκλῆς δέ, ὅτι τοὺς ἐκ Κλεοπάτρας υἱοὺς ἐτύφλωσε, Παρθένιον καὶ Κάραμβιν, πεισθεὶς διαβολαῖς Ἰδαίας τῆς αὐτῶν μητρυιᾶς. ὁ δὲ Ἀπολλώνιός φησι πηρωθῆναι αὐτὸν καὶ πρὸς τῶν Ἁρπυιῶν κακῶς πάσχειν, ὅτι ἀνέδην πᾶσι καὶ διαρρήδην ἐμαντεύετο· φησὶ γάρ οὐδʼ ὅσον ὀπίζετο καὶ Διὸς αὐτοῦ. οὐδʼ ὅσσον ὀπίζετο: οὐδὲ ἐλάχιστον τοῦ Διὸς αὐτοῦ ἐπεστρέφετο, τὰ θεῖα ἐνθυμήματα πᾶσιν ἐμφαίνων. λέγων γὰρ πάντα τὸν νοῦν τοῖς ἀνθρώποις, οὐδεμίαν χρείαν αὐτοῖς τῶν θεῶν κατελίμπανεν. ὅτι δὲ ἦρχεν ὁ Φινεὺς μέχρι τοῦ Βοσπόρου Θρᾳκῶν πάντων τῶν ἐν τῇ Ἀσίᾳ—εἰσὶ δὲ οὗτοι Βιθυνοί τε καὶ Παφλαγόνες—Φερεκύδης ἐν τῇ ϛʹ φησί. πεπηρῶσθαι δὲ Φινέα φησὶν Ἡσίοδος ἐν Μεγάλαις Ἠοίαις, ὅτι Φρίξῳ τὴν ὁδὸν ἐμήνυσεν, ἐν δὲ τῷ γʹ τῶν Καταλόγων, ἐπειδὴ τὸν μακρὸν χρόνον τῆς ὄψεως προέκρινεν. παῖδας δὲ αὐτοῦ φασι γενέσθαι Μαριανδυνὸν καὶ Θυνόν, καὶ ἀπὸ μὲν Θυνοῦ Θυνηίδα, ἀπὸ δὲ Μαριανδυνοῦ Μαριανδυνίαν προσαγορευθῆναι λέγουσιν. ὀνείασιν: σιτίοις, βρώμασιν. μυδαλέην: μυσαράν. μὴ καὶ λευκανίην γε: οἱ μὲν τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος, Ἀμερίας δὲ τὸν λαιμὸν καὶ τὸν βρόγχον. ἐπήισεν: ᾔσθετο. ὧν οἱ ἰόντων: ὧν ἐλθόντων εἵμαρτο αὐτῷ ἐκ Διὸς ὄνασθαι τῶν ἐδεσμάτων, ὧν προσφέροιτο. ἀκήριον: ὡς ἄψυχον ὀνειράτιον διὰ τὸ καταλελεπτύνθαι ὑπὸ τῆς νόσου. ῥικνοῖς: ῥυσοῖς. πίνῳ τέ οἱ: τῷ δὲ ῥύπῳ ὁ κατεσκληκὼς αὐτοῦ χρὼς ἐρρυπαίνετο. τὸ δέρμα ἐντὸς μόνον τὰ ὀστέα συνεῖχεν. κάρος: κάρος δὲ αὐτὸν κατέσχεν, τουτέστι σκότωσις. τὴν δὲ γῆν διὰ τὴν σκοτοδινίαν ᾠήθη φέρεσθαι, ὡσεὶ εἶπεν, ὅτι ᾠήθη τὴν γῆν ἐπικεῖσθαι ἑαυτῷ. ἀβληχρῷ: ἀσθενοποιῷ ἢ ἀσθενεῖ, κατὰ στέρησιν τοῦ βληχροῦ. ὁ δὲ νοῦς· ὑπὸ τῆς λεπτῆς ἐκείνης διὰ τὴν σκότωσιν καταφορᾶς ἔκειτο ἄφωνος. κώματι δὲ ὕπνῳ, ἐκλύσει· καὶ ἔστι κατὰ συγκοπὴν ἀπὸ τοῦ κοίμημα—ὡς οἴμημα οἶμα καὶ δόμημα δῶμα—καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω κῶμα. περισταδόν: ἀντὶ τοῦ περιέστησαν συναθροισθέντες ἐπʼ αὐτόν. καὶ ἔταφον ἀντὶ τοῦ ἐξεπλάγησαν. ἐξ ὑπάτοιο στήθεος: οἷον ἐξ ἄκρου καὶ οὐκ ἐκ βάθους, διὰ τὴν ἀσθένειαν ἀναπνεῖν τε καὶ λαλεῖν οὐ δυνάμενος. τὸ δὲ μόλις οὐδὲν ἕτερον ἢ τὸ τῆς νόσου σφοδρὸν καὶ μέγα αἰνίττεται. Διονύσιος δὲ ἐν τοῖς Ἀργοναύταις φησὶν ἀναιρεθῆναι τὸν Φινέα ὑπὸ Ἡρακλέους ἰδόντος τοὺς παῖδας ἐν ἐρημίᾳ καὶ μαθόντος, ὅτι ὑπὸ Φινέως ἦσαν ἐκβεβλημένοι κατὰ διαβολὴν Σκυθικῆς γυναικός, ἣν γεγαμήκει ὁ Φινεὺς παραιτησάμενος Κλεοπάτραν· γεγόνει δὲ τοῦ Φινέως καὶ πρεσβῦτις κατήγορος παρὰ τῷ Ἡρακλεῖ. διόπερ Ἡρακλῆς ἀναιτίους εὑρὼν τοὺς παῖδας κατήγαγεν εἰς τὴν πατρῴαν οἰκίαν, Φινέα δὲ ἀνιστάμενον καὶ θελήσαντα καταποντίσαι τὸν ἕτερον τῶν παίδων λακτίσας ὁ Ἡρακλῆς ἀπέκτεινεν. Ἴστρος δέ φησι τὸν Αἰήτην γνόντα, ὅτι τοὺς Φρίξου υἱοὺς εἴη σεσωκὼς ταῖς μαντείαις, καταράσασθαι αὐτῷ, τὸν δὲ Ἥλιον ἐπακούσαντα πηρῶσαι. ὑμεῖς ἀτρεκέως: λείπει τὸ ἐστέ. ὁ δὲ λόγος· ἔτι μοι ὁ νοῦς διὰ τῆς ἐμῆς μαντείας ἕκαστα οἶδεν. διὰ δὲ τούτου οὐδὲν ἕτερον ἢ τὴν τέχνην ἐπαγγελλόμενος λεληθότως αὐτοὺς εἰς συμμαχίαν παρακαλεῖ. χάριν νύ τοι ὦ ἄνα: ἀναφέρω σοι χάριν καίπερ ὢν ἐν κακοῖς. ὅτις ῥίγιστος: ὅστις φοβερός ἐστι τοῖς ἁμαρτάνουσιν εἰς ἱκέτας. κυρίως δὲ πρὸς τὰ ὑποκείμενα οὐ Ξενίου Διός, ἀλλʼ Ἱκεσίου μέμνηται, ἐπεὶ καὶ αὐτὸς ὡς ἱκέτης ἐστὶ τῶν ἡρώων διὰ τὴν κατεπείγουσαν χρείαν. Φοίβου τʼ ἀμφί: τοῦτο ἢ ὡς μάντις ἢ ὡς αἴτιον τοῦ πλοῦ τὸν θεὸν γεγονότα φησίν. χραίσμετέ μοι: βοηθεῖτέ μοι. οἱ γὰρ Κλειτόριοι χραισμεῖν λέγουσι τὸ ἐπαρκεῖν. ἀπὸ βαρυτόνου δὲ κέκλικε τοῦ χραίσμω, ὡς βαίνω βαίνετε· τὸ γὰρ περισπώμενον χραισμεῖτε. ἀμήρυτον: γράφεται καὶ ἀμήρυον, τουτέστιν ἀτέλεστον καὶ διηνεκῶς ἐπιμένον, ἀπέραντον. ἢ τὸ τέλος μὴ ἔχον· λέγει δὲ τὸ θάνατον μὴ ἔχον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μηρυομένων ἐρίων. πρὸς δʼ ἔτι πικρότατον. πλέον τὸ πάθος ποιῆσαι βουλόμενος, ἀπʼ αὐτοῦ τοῦ πάθους ἤρξατο. ὁ δὲ νοῦς· πρὸς δὲ τοῖς ἄλλοις κακοῖς πικρότατον ἄλλο ἐπʼ ἄλλῳ ἐπικρέμαται. ἀφράστοιο δὲ ἀνεπιγνώστου, ἀπροοράτου, ἀδήλου. τρεῖς εἰσιν αἱ Ἅρπυιαι· Κελαινώ, Ὠκυπέτη καὶ Ἀελλώ. ἴσχω: ἔχω. ἀλλά κε ῥεῖα: οὕτω ταχέως ἐκ τοῦ ἀφανοῦς ἔρχονται. κακῶς δὲ τὸ ἑὸν τέθεικεν, ἀντὶ τοῦ ἐμὸν εἰπών. μεμηλώς: φροντίζων. τοῦτο δὲ δαιμονίως εἶπεν. οὐ γὰρ ἔφη εὐωχούμενος ἢ ἐσθίων, ἀλλὰ μόνον φροντίδα τροφῆς ἔχων, ἵνα τὸ πάθος ἐπάρῃ. ἐληλάμενον: ἀντὶ τοῦ κεχαλκευμένον. ὁ ἀδάμας δὲ καὶ λίθος καὶ στερεοῦ σιδήρου εἶδος. ἀλλά με πικρὴ δῆτα καὶ ἄατος: ἡ πολυβλαβής. τοῦτο δὲ πρὸς πλείονα ἔμφασιν, οἱονεὶ οὐ μόνον φέρειν τὴν ὀδμήν, ἀλλὰ καὶ ἑδραίως μένειν διὰ τὸ τυφλώττειν. τὰς μὲν θέσφατόν ἐστιν: τὰς Ἁρπυίας πέπρωται ὑπὸ τῶν Βορεαδῶν ἀναιρεθῆναι. τῷ δὲ θέσφατον ὡς σφόδρα ἀναγκαίως ἐχρήσατο, ὥσπερ καὶ κατὰ ἀνάγκην γινομένων. οὐδʼ ὀθνεῖοι: οὐκ ἀλλότριοι δὲ ὄντες μοι βοηθήσουσιν. ὅτι δὲ ἡ συγγένεια προθυμοτέρους πάντας πρὸς τὰς εὐεργεσίας ποιεῖ, καὶ Εὐριπίδης φησίν· «Ἑλληνικόν τι τὸν ὁμόθεν τιμᾶν ἀεί.»
τῶν δὲ κασιγνήτην: Κλεοπάτρα Βορέου καὶ Ὠρειθυίας θυγάτηρ, ἀδελφὴ τῶν περὶ Ζήτην καὶ Κάλαϊν, ἣν ἔγημεν ὁ Φινεύς. γεγόνασι δὲ αὐτῶν παῖδες Παρθένιος καὶ Κάραμβις. ἴσκεν: ἔλεγεν. πέρι δʼ αὖτε δύω: ἴσως διὰ τὴν συγγένειαν τοὺς Βορεάδας πλέον οἰκτείρειν φησίν. ἀσχαλόωντος: δυσφοροῦντος. σμυγερώτερον: ἐπιπονέστερον. στυγερὸν δὲ σημαίνει μὲν τὸ μισητόν, σημαίνει δὲ καὶ τὸ ἐπίφοβον· ἐνταῦθα δὲ ἴσως τὸ ἐπίπονον. ἦ ῥα θεοὺς ὀλοῇσιν: ἆρα εἰς τοὺς θεοὺς ἠσέβησας καὶ ἥμαρτες κακοτροπίᾳ τινί; ἢ ἀτραπίῃσι, τουτέστιν ἐκτραπεὶς τῆς ὀρθῆς καὶ δικαίας ὁδοῦ· παρὰ τὴν ἀτραπόν, ἥ ἐστιν ὁδός. ἀφραδίῃσι: γράφεται ἀτροπίῃσι. μαντοσύνας δεδαώς: ἀντὶ τοῦ παρὰ γνώμην τῶν θεῶν μαντευόμενος. τὸ δὲ δεδαὼς τὸ μαθεῖν μᾶλλον ἢ τὸ διδάσκειν σημαίνει. διὰ γοῦν τὸ μαθεῖν σε, φησί, τὴν μαντικὴν καὶ μαντεύεσθαι παρὰ τὴν τῶν θεῶν γνώμην ἥμαρτες εἰς τοὺς θεούς. ἀτύζεται: φοβεῖται, καταπονεῖται. εἰ δὴ πρόχνυ γέρας: εἴπερ ἡμῖν ταύτην τὴν τιμὴν παρέθετο τὸ δαιμόνιον, ὥστε σοι βοηθῆσαι. ὁ δὲ λόγος καθʼ ὑπέρβατον, ἵνʼ ᾖ οὕτως· ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισι χραισμεῖν· ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἀθανάτων ἐνιπαί, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων. ἡμεῖς δέ, εἰ ὄντως ἔχομεν παρὰ τοῦ δαιμονίου τὸ γέρας, δεδοίκαμεν, μὴ ἄρα χαλεπήνῃ τὸ θεῖον. τὸ δὲ πρόχνυ τὸ ἀπαραιτήτως ἐνταῦθα σημαίνει. ἀρίζηλοι: μεγάλως ἔκδηλοι καὶ ἐναργεῖς αἱ τῶν θεῶν κολάσεις εἰσίν. ἔστʼ ἄν: μέχρις ἄν. ἕκητι: χάριν. θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι: ὅτι γὰρ τὸ τοῖς ἀσεβέσι βοηθεῖν εἰς τοὺς θεοὺς ἔχει ἀσέβειαν, καὶ Εὐριπίδης φησίν· «ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων.» ἀσεβὴς γάρ τις εἶναι δοκεῖ παρʼ αὐτῷ ὁ Ὀρέστης. κενεὰς γλήνας: τοὺς κενοὺς ὀφθαλμούς. ἴστω Λητοῦς υἱός: τὸν ὅρκον εἴληφε παρὰ τοῦ ποιητοῦ· «μὰ γὰρ Ἀπόλλωνα διίφιλον». ἐπέβαλλε γὰρ μάντει εἰς πίστιν ἄγοντι τὸν προστάτην αὐτοῦ τῆς τέχνης ὀμνύειν θεόν. καὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ὀλοὸν νέφος: γράφεται καὶ ἀλαόν. κατηγοροῦσί τινες τοῦ Ἀπολλωνίου ὡς οὐκ εὖ τὸν ὅρκον τοῦτον εἰσαγηοχότος· ὀμνύει γὰρ καθʼ ὧν κινδυνεῦσαι οὐ δύναται. ῥητέον δέ, ὅτι ἐμπαθέστερος γίνεται ὁ ὅρκος, ὅταν τις κατὰ τῆς ἰδίας ὀμνύῃ συμφορᾶς· «οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο». καὶ Δημοσθένης· «μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους». ἔθος οὖν ἀρχαῖον, πρῶτον τοὺς θεοὺς ὀμνύναι, εἶτα ἐπάγειν καὶ τὰς ἰδίας συμφοράς. καὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ἀλαὸν νέφος: τὸ τυφλὸν νέφος καὶ ἡ ἐπικειμένη μοι ἀχλύς. σύνηθες δὲ τὸ κατὰ τῶν ἰδίων συμφορῶν ὀμνύειν. οἳ μηδʼ οἵδε: οἳ μηδὲ οὗτοι ὡς ἐπιόρκῳ εὐμενεῖς εἴησαν. παρὰ τὸ Ὁμηρικόν· «εἰ δέ τι τῶνδʼ ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν».
κουρότεροι: τὸ συγκριτικὸν ἀντὶ ἀπολελυμένου κεῖται τοῦ κοῦροι. καὶ ἡμεῖς πολλάκις λέγομεν «νεώτεροί εἰσιν» ἀντὶ τοῦ νέοι, καὶ παρὰ τῷ ποιητῇ «δεξιτερὴν ἕλε χεῖρα» ἀντὶ τοῦ δεξιάν. πεπονήατο: πρὸς τὴν τῶν νέων σπουδὴν καὶ ταχύτητα τὸ αἶψα πεπονήατο, οἷον ἐνεργῶς ἐποίουν, ἡτοίμαζον. ἑλώριον δὲ ἀναίρεμα, ἅρπαγμα· ἢ βρῶμα. λοίσθιον δὲ ἔσχατον. τὸ δὲ ἐπεσσυμένας πρὸς τὴν ἀθρόαν πτῆσιν τῶν Ἁρπυιῶν εἴρηται. ἄμφω: οἱ Βορεάδαι. ἀδευκέες: ἀπροσδόκητοι. ἀδευκέας δὲ ἢ ἀντὶ τοῦ ἀπροσδοκήτους ἢ ἀντὶ τοῦ πικράς· δεῦκος γὰρ τὸ γλυκύ. ἀπρόφατοι: ἀντὶ τοῦ ἀπροόρατοι, ἀπροφάσιστοι, οἷον ἄνευ προφάσεως καὶ ἐποχῆς καὶ ὑπερθέσεως, παρόσον τοῖς προφασιζομένοις παρέπεται ὑπέρθεσις. κλαγγῇ μαιμώωσαι: ὥρμων μετὰ κλαγγῆς ἐπιθυμοῦσαι τῆς τροφῆς. τοῦτο δὲ ὡς ἐπὶ ὀρνέων ἁρπακτικῶν· καὶ γὰρ ἐκεῖνα πρὸ τῆς ἁρπαγῆς κλάζειν φιλεῖ. καὶ τὸ ἐσσεύοντο εἰς τὴν ἀθρόαν ἐπίπτησιν καὶ τὸ τάχος ἀναφέρεται. καταβρώξασαι: καταφαγοῦσαι. ὑπὲρ πόντοιο: ὅτι διὰ τοῦ Αἰγαίου πόντου καὶ τοῦ Σικελικοῦ αὐτὰς ἐδίωκον, Φερεκύδης ἐν ϛʹ φησί. φάσγανʼ ἐπισχόμενοι: τὰ ξίφη ἐν χεροῖν ἔχοντες παραπλησίως ἔτρεχον ὀπίσω αὐτῶν. ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην: οὐ γὰρ ἄν, φησί, χωρὶς τοῦ Διὸς ταῖς Ἁρπυίαις ἠκολούθησαν. ἐπεὶ ζεφύροιο: ἤτοι ταχίονες τῶν πνοῶν τοῦ λιβὸς ἢ ἴσα ταῖς πνοαῖς ἔτρεχον, ὡς Ἡσίοδός φησιν. ἐπεὶ πάντοτε αἱ Ἅρπυιαι καὶ τὰς τοῦ ζεφύρου ἀέλλας παρεπέτοντο, εἴ ποτε εἰς τὰ τοῦ Φινέως ἔρχοιντο ἢ ἐκεῖθεν ὑπαναχωροῖεν. αἱ τῶν ἀελλῶν συστροφαὶ πνοῶν εἰσι ταχύτεραι. συμβαίνει μὲν γὰρ τὴν πνοὴν παρατετάσθαι καὶ ἐμβραδύνειν, ἡ δὲ ἄελλα ταχυτέρα καὶ κουφοτέρα ἐστὶ τῆς πνοῆς. καὶ εὐλόγως· ταχύτατος γάρ ἐστιν ὁ ζέφυρος τῶν λοιπῶν ἀνέμων, ὡς καὶ Ὅμηρος· «νῶι δὲ καί κεν ἅμα πνοιῇ ζεφύροιο θέοιμεν, τόν περ ἐλαφρότατόν φασʼ ἔμμεναι.»
ἠὲ πρόκας ἰχνεύοντες: ζῷόν τι ὅμοιον ἐλάφῳ, ὁ λεγόμενος νεβρός. Διονύσιος δέ φησιν ὁ Ἀθηναῖος ἐν ταῖς Κτίσεσι τὰς ἐλάφους οὕτω λέγεσθαι, πρόκας· ὅθεν καὶ Προκόννησος, ἐπεὶ ἐν ταύτῃ πληθύουσιν ἔλαφοι. οἱ δὲ Προχόννησον λέγουσιν εἰρῆσθαι ἀπὸ τῆς προχόου, ἣν ἔχουσα τοῖς Μιλησίοις ἀπήντησεν ἡ Παρθένος, ὅτε τὴν ἀποικίαν ἐστέλλοντο. οἱ δὲ Προχώννησον ἐτυμολογοῦσιν, καθὸ πρότερον οὖσα νῆσος ὕστερον προσεχώσθη. ὑπό τινων δὲ ἡ Προκόννησος καὶ Ἐλαφόνησος ἐκλήθη. Φιλητᾶς δέ φησι πρόκας λέγεσθαι ἐλάφους τὰς πρώτως τικτομένας, οἷον πρωτοτόκους. ἰχνεύοντες: ζητοῦντες. θείωσιν: τρέχωσιν, ἐκ τοῦ θέω. τυτθὸν δὲ τιταινόμενοι: μικρὸν δὲ ἄποθεν μετὰ διαστάσεως ἔτρεχον. μάτην ἀράβησαν: προσδοκῶντες ἀεὶ διὰ τὸ σφόδρα ἐγγὺς εἶναι καὶ δάκνειν καὶ ἐπιψαύειν. μάλα σχεδόν: πλησίον τῶν Ἁρπυιῶν ὁρμῶντες. ἐπέχραον ἤλιθα χερσί: πολλάκις, φησίν, ἐθελήσαντες αὐτὰς πλῆξαι, μάτην ἐπήνεγκαν τὰς χεῖρας. ἤλιθα: ματαίως, ἠλιθίως. ἀέκητι: παρὰ γνώμην. ἐπὶ Πλωτῇσι: ταῖς περιπλεομέναις καὶ βρεχομέναις πανταχόθεν ὑπὸ τῶν κυμάτων· φησὶ δὲ τὰς Στροφάδας νήσους. καὶ ἄλλοι δὲ ποιηταὶ λέγουσι παρὰ τὰς Πλωτὰς καταληφθῆναι τὰς Ἁρπυίας, αἳ νῦν Στροφάδες καλοῦνται. εἰσὶ δὲ αἱ νῆσοι αὗται ἐν τῷ Σικελικῷ πελάγει. … ἃς ὁ ποιητής φησι «νήσους τε Καλυδνάς». εἰ μὴ ἄρʼ ὠκέα Ἶρις: ἄλλοι τὸν Ἑρμῆν φασιν. ἀστείως δὲ ταύτῃ τῇ θεῷ τὸ κωλῦσαι τοὺς Βορεάδας δίδωσιν, ἤτοι ὅτι ἄγγελος ἢ ὅτι τῶν Ἁρπυιῶν ἀδελφή. ὀπιδνοτάτη: τιμία καὶ ἐπιστροφῆς ἀξία, παρὰ τὴν ὄπιδα καὶ ἐπιστροφήν, διὰ τὸ τιμωρεῖσθαι τοὺς ἐπιόρκους. ῥιγίστη δὲ φρικτή. εἴξαντες: πεισθέντες. Στροφάδας δέ: Στροφάδας φησὶ κεκλῆσθαι διὰ τὸ τοὺς Βορεάδας αὐτόθεν ὑποστρέψαι στραφέντας εἰς τοὐπίσω, λαβὼν παρὰ Ἀντιμάχου. οἱ δὲ Στροφάδας φασὶν αὐτὰς κεκλῆσθαι, καθὸ ἐπιστραφέντες αὐτόθι ηὔξαντο τῷ Διὶ ἐπὶ τῷ καταλαβεῖν τὰς Ἁρπυίας. κατὰ δὲ Ἡσίοδον καὶ Ἀντίμαχον καὶ Ἀπολλώνιον οὐ κτείνονται. πάρος Πλωτὰς καλέοντες: αἱ Πλωταὶ νῆσοι μετωνομάσθησαν Στροφάδες. μέμνηται αὐτῶν καὶ Ἀντίμαχος ἐν τῇ Λύδῃ. … ὅτι δὲ ηὔξαντο οἱ περὶ Ζήτην τῷ Διὶ στραφέντες, λέγει καὶ Ἡσίοδος· «ἔνθʼ οἵ γʼ εὐχέσθην Αἰνηίῳ ὑψιμέδοντι.» ἔστι γὰρ Αἶνος ὄρος τῆς Κεφαλληνίας, ὅπου Αἰνησίου Διὸς ἱερόν ἐστιν, οὗ μνημονεύει Κλέων ἐν Περίπλῳ καὶ Τιμοσθένης ἐν τοῖς Λιμέσιν. Ἀπολλώνιος μὲν οὖν τὴν ἀποστρέψασαν τοὺς περὶ Ζήτην Ἶριν λέγει, Ἡσίοδος δὲ Ἑρμῆν. αἱ δὲ Πλωταὶ νῆσοι κεῖνται ἐν τῷ Σικελικῷ πελάγει. κευθμῶνα Κρήτης: κοιλάδα τῆς Κρήτης κατέδυσαν. τοῦτο δέ φησι καὶ Νεοπτόλεμος. ὁ δὲ τὰ Ναυπακτικὰ ποιήσας καὶ Φερεκύδης ἐν ϛʹ φασὶν εἰς τὸ σπέος αὐτὰς φυγεῖν τῆς Κρήτης τὸ ὑπὸ τῷ λόφῳ τῷ Ἀργινοῦντι. μεταχρονίη: μετέωρος. πινόεν: ῥερυπωμένον. φοιβήσαντες: τὸ ῥυπαρὸν σῶμα καθάραντες. εἶπεν γάρ «πίνῳ δέ οἱ αὐσταλέος χρώς», ἀπεσκληρυμμένος τῷ ῥύπῳ ἐτύγχανε. φοιβήσαντες οὖν λαμπρύναντες, καθάραντες· φοῖβον γὰρ τὸ καθαρόν, ὅθεν καὶ Φοῖβος ὁ Ἀπόλλων, διὰ τὸ καθαρόν. ἐπικριδόν: ἐπικρίναντες ἔθυον. ἁρπαλέως: ἀδηφαγῶν ἤσθιεν, ἴσην ὀνείρου ἡδονὴν ἔχων, μὴ πιστεύων μηδὲ νῦν εἰ εὐωχεῖται διʼ ἃ πέπονθεν, ἀλλʼ ὥσπερ ὀνειράτια εἶναι δοκῶν. ἐγρήσσειν τὸ ἐγρηγορεῖν, τὸ δὲ μένον ἀντὶ τοῦ προσεδέχοντο. πείρατα: ἃ δεῖ αὐτοὺς διαπερᾶσαι. ἄνυσιν δέ, ἀστείως καὶ καιρίως ταύτῃ τῇ λέξει ἐχρήσατο· ἀνύσαι γὰρ κυρίως τὸ μετὰ καμάτου τι ποιῆσαι, ὡς καὶ μέχρι τοῦ νῦν φαμεν. κλῦτέ νυν: τὸ νὺν ἀντὶ τοῦ οὖν. διὰ δὲ τοῦ οὖν ὥσπερ ὀφειλομένην τὴν μαντείαν αὐτοῖς ἀποδίδωσι, λέγων· «ἐπακούσατε οὖν, ὥσπερ τὸ χρέος ἀπολαμβάνοντες». οὐ μὲν πάντα: τοῦτο δέ φησιν, ἵνα μὴ ὕστερον ὀχλήσωσιν αὐτόν, τὸ ἀκριβὲς ζητοῦντες. καὶ δαιμονίως τούτου τὴν αἰτίαν τοῖς θεοῖς περιάπτει καὶ οὐχὶ ἑαυτῷ, λέγων· ὅσσα δʼ ὄρωρε θεοῖς φίλον οὐκ ἐπικεύσω. ὄρωρε: ἀντὶ τοῦ ὑπάρχει. τὸ δὲ ἀασάμην ἀντὶ τοῦ ἐλύπησα κεῖται. ἀφραδίαν δέ φησι τὴν ἀβουλίαν. καὶ τὴν αἰτίαν ἐπάγει, διʼ ἣν ἐλύπησε τὸν Δία. χρείων ἑξείης: μαντευόμενος πᾶσιν ἐφεξῆς καὶ τελείως. παρατίθησι δὲ αὑτοῦ τὰς συμφορὰς, ἤδη δηλῶν, ὡς οὐκ ἀκριβῶς αὐτοῖς οὐδὲ ἄκρως μαντεύεται, εἴγε διὰ τοῦτο ἐβλάβη. ἐπιδευέα: μὴ τέλεια, ἀλλʼ ἔτι τι ἐνδέοντα λόγια τοῖς ἀνθρώποις ἐκφαίνειν, ἵνα καὶ τοῦ θείου χρείαν ἔχωσι. ἐπιδευέα: ἐλλιπῆ. θέσφατα δὲ μαντοσύνης τὰ θεσπίσματα τῆς μαντικῆς λέγει. πέτρας μέν: περὶ τῶν Συμπληγάδων, ὅτι ἐπὶ τοῦ Ποντικοῦ στόματος ἦσαν καὶ ὅτι Κυάνεαι ἐκαλοῦντο διὰ τὸ χρῶμα, ἐν τῷ αʹ εἴρηται. ὁ δὲ διὰ πάντων καὶ ἐκ πρώτης ἀκοῆς δεδίσσεται τοὺς ἥρωας, διά τε τῆς παλιρροίας τῶν πετρῶν καὶ διὰ τοῦ ἐν θαλάσσῃ στενοῦ, ὅπερ καὶ ἐπὶ γῆς ἄγαν κινδυνῶδες καὶ φοβερόν ἐστιν. ἁλὸς ἐν ξυνοχῇσι: ὅπου στενοῦται ἡ θάλασσα. λέγει δὲ ἐπὶ τοῦ στόματος τοῦ Πόντου. διαμπερὲς ἐξαλέασθαι: τοῦτό φησιν, ἐπεὶ οὐδεὶς οὐδέποτε ἀβλαβὴς τελέως ἐξέφυγεν, ὥστε οὐδὲ ἂν ἡ Ἀργὼ καίτοι Ἥρας προνοουμένης. τὸ μὲν οὖν ἐρηρεῖσθαι τὸ ἐρριζῶσθαι σημαίνει. νεάτῃσιν: ταῖς εἰς βάθος οὔσαις. ἀλλὰ θαμὰ ξυνίασιν: διὰ πάντων τὸ δεινὸν τοῦ λόγου ἐπαίρει, διά τε τοῦ μὴ ἁπλῶς συνιέναι ἀλλὰ συνεχῶς, καὶ διὰ τοῦ ἐναντίαι. εἰ μὲν γὰρ ἐκ τῶν πλαγίων ἑαυταῖς συνήρχοντο, τάχα ἄν πως δυνατὸν ἦν ὑποτηρήσαντα τὴν σύνοδον ἐκφυγεῖν· εἰ δὲ ἐξ ἐναντίας συνέρχονται, ἄντικρυς καὶ ὡμολογημένος ὁ κίνδυνος. δεινοποιεῖ δὲ καὶ τῇ ἀκοῇ ἐκπλήττει τοὺς ἥρωας, ἐπεὶ μεγάλας ἔσχε παρʼ αὐτῶν τὰς εὐεργεσίας, ἵνα καὶ αὐτὸς μεγάλα αὐτοῖς καὶ δεινὰ προμηνύων ὥσπερ ἴσος ἀντευεργέτης ὀφθῇ. κορθύεται: βρασσόμενον ὑπὲρ αὐτῶν τὸ ὕδωρ διικνεῖται. στρηνὲς δέ ἐστι τὸ ἀνατεταμένον καὶ μέγα καὶ ὀξὺ καὶ διάτορον. κορθύεται βρασσόμενον: ἠχεῖται. βρασσόμενον δὲ ἀντὶ τοῦ μετὰ ἤχου καὶ ταραχῆς αἰρόμενον. στρηνές: σκληρόν. στυφελὴ δὲ ἡ τραχώδης ἀκτή. τῷ νῦν ἡμετέρῃσι: διὸ νῦν, ἐπεὶ μέγας καὶ πολὺς ὁ κίνδυνος. παραιφασίῃσι δὲ παραινέσεσιν, ὑποθήκαις. τὸ δὲ ἀλέγειν ἀντὶ τοῦ φροντίζειν. πείρειν δὲ ἐνταῦθα μὲν τὸ διαπλέειν καὶ διαπερᾶν, ὡς τό «ἀλεγεινά τε κύματα πείρων», ἀλλαχοῦ δὲ καὶ τὸ διατρυπᾶν· «σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες». αὐτάγρετον: αὐθαίρετον. τὸ δὲ θύνειν τὸ ὁρμᾶν σημαίνει. οἱ δὲ ἰθύνειν γράφοντες ἁμαρτάνουσιν. οἰωνῷ δὴ πρόσθε: τὸ ἑξῆς· οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσεσθε ἐφιέμενοι. πελειὰς δὲ εἶδος περιστερᾶς, ὡς καὶ Ἀριστοτέλης φησίν. ὅτι δὲ ἐχρήσαντο περιστερᾷ πλεῖν μέλλοντες, καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις φησίν. τὸ δὲ πρόσθε τὸ πρότερον δηλοῖ, τὸ δὲ ἀποπρὸ τὸ μακράν. τὸ δὲ ἐφιέναι ἐνταῦθα μὲν τὸ ἐνδιδόναι σημαίνει, ἔστι δʼ ὅτε τὸ ἐντέλλεσθαι καὶ ἐπιτρέπειν, παρὰ δὲ τοῖς ῥήτορσιν ἰδίως τὸ ἀπὸ δικαστηρίου εἰς δικαστήριον μεταβαίνειν, καὶ ἔφεσις ἡ μετάβασις. Λουκιανός· «ἡ δὲ ἔφεσις ἐπὶ τὸν Δία ἔσται». ἐφίεμαι δὲ τὸ ἐπιθυμῶ. ὁ δὲ νοῦς· πρότερον δὲ πειράσασθαι ἐφιέναι οἰωνῷ πελειάδι, ὥστε πέτεσθαι δηλαδή, μεθέντες αὐτὴν ἀποπρὸ καὶ μακρὰν τῆς νεώς. σόη: ἀβλαβής. δίηται: διωχθείη καὶ πετασθείη ἡ ὄρνις. ἀλλʼ εὖ καρτύναντες: ἀσφαλισάμενοι καὶ κρατύναντες. Δωρικὸν δέ ἐστι τὸ κατʼ ἐναλλαγὴν στοιχείων διαλέγεσθαι, ὡς καὶ κραδίαν καὶ κάρτος λέγουσι. ἐπεὶ φάος οὐ νύ τι τόσσον: ἡ διάνοια ἡ αὐτὴ γέγονε παρὰ τὴν ἐν ἄλλοις λεχθεῖσαν· «οὐδέ τι κῶας αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.»
φάος: ζωή. ὀνήιστον: ὠφελιμώτατον πονεῖτε καὶ πράττετε. λέγει δὲ τὸ κωπηλατεῖν. πρὶν δʼ οὔτι θεούς: πρὸ δὲ τοῦ εἰς τὸν πορθμὸν ἐλθεῖν οὐ κωλύω ὑμᾶς τοὺς θεοὺς ἐπικαλεῖσθαι βοηθούς. ὦ μέλεοι: τοῦτό φησιν ὡς τῶν ἡρώων μέγα φρονούντων ἐπὶ τῇ κατασκευῇ τῆς Ἀργοῦς διά τε τὸ τῶν ξύλων μέγεθος καὶ τὴν κατασκευάσασαν Ἀθηνᾶς τέχνην. εἰ κέ με τρὶς τόσσον: διὰ τούτου μάλιστα, ὥσπερ ἐκ θεῶν τὸ κώλυμα τῆς ὁδοῦ λέγων εἶναι, πείθει αὐτοὺς ἐπαναχωρεῖν, ἐάν τι φαῦλον συμβῇ τῇ ὄρνιθι. τοῦτο δέ φησιν, ἐπεὶ τοὺς παρὰ τῶν ἀδίκων λόγους ὡς ἀπίστους καὶ ἀπληρώτους λαμβάνομεν διὰ τὸ ἀσεβὲς αὐτῶν. φησὶν οὖν· εἰ καὶ τρὶς τοσοῦτον ἢ καὶ πλέον ὑπονοεῖτέ με μισεῖσθαι ὑπὸ τῶν θεῶν ὅσον ἀληθῶς μισοῦμαι, μὴ τολμήσητε χωρὶς οἰωνοῦ περᾶν. τὸ δὲ ἀνάρσιος σημαίνει μὲν τὸν ἀνάρμοστον, σημαίνει δὲ καὶ τὸν ἐχθρόν· οἱ γὰρ ἐχθροὶ ἀλλήλοις οὐ συμβαίνουσι. τὸ δὲ πάρεξ βαρυτόνως ἀντὶ τοῦ χωρίς. καὶ τὰ μὲν ὥς κε πέλῃ: καὶ ταῦτα μὲν οὕτως ἂν γένοιτο, καθὼς καὶ ἔσται καὶ εἵμαρται. σύνδρομα πετράων: τὴν σύνοδον. διὰ δὲ τούτου πάλιν αἰνίττεται μᾶλλον, ὡς οὐ ῥᾳδία αὐτοῖς οὐδὲ ἀκίνδυνος ἡ ἔξοδος. αὐτίκα Βιθυνῶν: μετὰ γὰρ τὴν Φινέως νῆσον ἐπὶ τὰ δεξιὰ μέρη ἐστὶ Βιθυνία παρὰ τὸν Βόσπορον. ταχέως ἄρα ἐκπλεύσαντι τὸ στόμα τοῦ Πόντου ἡ ἑτέρα πλευρὰ τῆς Βιθυνίας· ἡ γὰρ Βιθυνία, ὡς προείρηται, περὶ τὸν Βόσπορόν ἐστιν ἐν δεξιᾷ, ἐν ἀριστερᾷ δὲ Σαλμυδησσὸς Θρᾳκῶν ἀγρίων. ὠνομάσθη δὲ Σαλμυδησσὸς ἀπὸ τοῦ συρρέοντος εἰς αὐτὸν ποταμοῦ. πλώετε ῥηγμῖνας: ἐχόμενοι τῆς Βιθυνίας πλεῖτε πρὸς τὰ δεξιά, φυλαττόμενοι τὰς ἐκ τοῦ ἀριστεροῦ μέρους ῥηγμῖνας—λέγοι δʼ ἂν τοῦ Σαλμυδησσοῦ, ἐπειδὴ οἱ περὶ τὸν Σαλμυδησσὸν κατοικοῦντες Θρᾷκες ἐπιτιθέμενοι διήρπαζον τοὺς παραπλέοντας. Ῥήβας δὲ ποταμὸς Βιθυνίας. Μέλαιναν: ἄκρα οὕτως καλουμένη. κεῖθεν δʼ οὐ μάλα: ἐκ τῆς Θυνιάδος νήσου πλεύσαντες οὐ πολὺ ἐπὶ τὸ πέραν εἰς τὴν Μαριανδυνῶν ἥξετε γῆν. τὴν δὲ Μαριανδυνῶν γῆν σὺν Γνησιόχῳ τῷ Μεγαρεῖ Βοιωτοὶ κατέσχον, ὡς Ἔφορος ἱστορεῖ. παραρρεῖ δὲ αὐτὴν ὁ Ἀχέρων ποταμός. Ἀχέρων δὲ παρὰ τὰ ἄχεα εἴρηται. τὸ δὲ ἀντιπέραιαν πρὸς τὴν νῆσον· ἀντιπέραν γὰρ τῆς νήσου κεῖται ἡ Μαριανδυνία. ἔνθα μὲν εἰς Ἀίδαο: κατὰ τὸν ἐν τῇ Μαριανδυνίᾳ Ἀχέροντα ὡς ἐπὶ τὸν τοῦ Ἅιδου ποταμὸν καταβατή τις ἔστιν ὁδός. ὁ δὲ ῥεῖθρα σφοδρὰ ἔχων διατέμνει αὐτήν—τὴν Μαριανδυνίαν —, κάτωθεν ῥέων, καὶ εἰς ἄκραν αὐτὴν ἔκ τινος φάραγγος ῥέων τὰ ῥεύματα εἰσβάλλει. ἀκτή τε προβλής: ἄκρα κατὰ τὴν Ἡράκλειαν, ἣν Ἀχερούσιον καλοῦσιν οἱ ἐγχώριοι. Ἡρόδωρος δὲ καὶ Εὐφορίων ἐν τῷ Ξενίῳ ἐκείνῃ φασὶ τὸν Κέρβερον ἀνῆχθαι ὑπὸ τοῦ Ἡρακλέους καὶ ἐμέσαι χολήν, ἐξ ἧς φυῆναι τὸ καλούμενον ἀκόνιτον φάρμακον. Ἄνδρων δὲ ὁ Τήιος ἐν τῷ Περίπλῳ φησὶν Ἀχέροντά τινα βασιλεῦσαι τῶν τόπων, οὗ θυγατέρα γενέσθαι Δαρδανίδα· ταύτην δὲ Ἡρακλέους πλησιάσαντος ἐσχηκέναι υἱὸν Ποιμένα λεγόμενον· ἀποθανόντων δὲ κατὰ τὸν αὐτὸν χρόνον τῆς τε Δαρδανίδος καὶ τοῦ υἱοῦ αὐτῆς Ποιμένος, τοὺς τόπους ἀπʼ αὐτῶν κληθῆναι κατὰ τὴν Ἡράκλειαν Δαρδανίδα τε καὶ Ποιμένα. ὑψόθι δὲ τείνειν αὐτήν φησι, τουτέστι ὑψηλή ἐστιν. δινήεις τʼ Ἀχέρων: καὶ ὁ Ἀχέρων ποταμὸς εἰς θάλασσαν ῥεῖ διὰ μεγάλης φάραγγος, τέμνων τὴν Ἀχερουσίαν ἄκραν. παρὰ γὰρ τὴν Ἡράκλειαν τὴν ἐν Μαριανδυνοῖς Ἀχέρων τις ἔστι ποταμὸς καὶ στόμιον σπηλῶδες. φάραγγος δὲ τῆς τοῦ ὄρους τραχύτητος καὶ ὀρεινῆς κοιλάδος· φάραγξ γὰρ ἡ ὀρεινὴ κοιλάς. ἀγχίμολον δʼ ἐπὶ τῇ: ἐπὶ τῇ Μαριανδυνῶν χώρᾳ. τὸ δὲ ἑξῆς· ἐπὶ δὲ τῇ Μαριανδυνῶν γῇ ἐκ τοῦ σύνεγγυς παραπλέετε τὰ τῶν Παφλαγόνων ὄρη. κολωνούς: ὄρη. τοῖσίν τʼ Ἐνετήιος: ἀπὸ Ἐνέτης πόλεως Παφλαγόνων. Ὅμηρος· «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος». τούτους δὲ Καύκωνας ἐκάλουν πρὸ τῶν Τρωικῶν. τὸν δὲ Πέλοπα Παφλαγόνα τὸ γένος εἶπεν, ἄλλοι δὲ Λυδὸν αὐτὸν ἱστοροῦσιν: ὁ δὲ Εὐφορίων ἀμφοτέραις ταῖς δόξαις συντίθεται. μενεδήιος: γράφεται Ἐνετήιος. τὸ δέ τοῦ καί περ ἀφʼ αἵματος εὐχετόωνται περισσὸν ἔχει τὸν περ· ἀπὸ τοῦ Πέλοπος γὰρ ἔλεγον κατάγεσθαι οἱ Παφλαγόνες. ἔστι δέ τις ἄκρη Ἑλίκης: ὅτι ἡ Κάραμβις ἄκρα ὑψηλή τε καὶ καταρρὼξ τῆς Παφλαγονίας καὶ εἰς τὸ πέλαγος τείνει πρὸς ἄρκτον, μνημονεύει καὶ Ἔφορος ἐν δʹ. ὁ δὲ νοῦς· ἔστι δέ τις ἄκρα καὶ ἐξοχὴ ὑψηλὴ εἰς τὸ πέλαγος τείνουσα, κατεναντίον τῆς Ἑλίκης Ἄρκτου κειμένη, ὑφʼ ἧς καὶ αἱ τοῦ Βορέου ἄελλαι περισχίζονται, τουτέστιν αἱ πνοαί. ἔστι δὲ ὑπέρβατον, καὶ ἡ ὑπὲρ ἀντὶ τῆς ὑπό· ὑφʼ ἧς καὶ αἱ τοῦ Βορέου πνοαὶ σχίζονται. ἴσως δὲ βέλτιον λαμβάνειν τὴν ὑπὲρ ἀντὶ τοῦ ἐπάνω· ὑπὲρ τῆς Καράμβιδος καὶ αἱ πνοαὶ τοῦ Βορέου σχίζονται ἤτοι διαλύονται. εἰ γὰρ ἐν ταῖς κορυφαῖς τῶν ὑψηλῶν ὀρέων νηνεμία ἐστίν, ὡς οἱ φυσιολόγοι ἀξιοῦσι, πολλῷ μᾶλλον ὑπὲρ ἐκείνας. διὸ καὶ ἐπάγει· οὕτως ἀνὰ τὸ πέλαγος τετραμμένη τῷ αἰθέρι κύρει καὶ προσπελάζει. αἰθέρι κύρει: ἡ Κάραμβις τῷ αἰθέρι προσεγγίζει. τὴν δὲ περιγνάμψαντι: τὴν Κάραμβιν δηλονότι κάμψαντι. Ἅλυος ποταμοῖο: Ἅλυς ποταμὸς Παφλαγονίας, ὃν φυλάττεσθαι ὁ Πύθιος τῷ Λυδῶν βασιλεῖ Κροίσῳ εἶπεν· «Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει». ἔστι δὲ μεταξὺ Σύρων τῶν ἐν τῷ Πόντῳ καὶ Παφλαγόνων εἰς τὸν Πόντον ἐκδιδούς. Ἅλυος: ποταμὸς Παφλαγονίας περὶ Σινώπην ἐκβάλλων. ἐρεύγονται: ἠχοῦσι, ῥέουσι μετὰ ἤχου. μετὰ τόνδʼ ἀγχίρροος Ἶρις: μετὰ δὲ τὸν Ἅλυν πλησίον ῥεῖ ὁ Ἶρις, ἐλάττων ὢν τοῦ Ἅλυος κατὰ τὸ μέγεθος. λευκῇσι δὲ ἀντὶ τοῦ καθαραῖς. Ἶρις: ποταμὸς Παφλαγονίας. κεῖθεν δὲ προτέρωσε: ἐκεῖθεν δὲ προελθοῦσιν ἀκτήν τινα εἶναί φησιν ἐκκειμένην εἰς θάλασσαν· κάμψαντι δὲ αὐτὴν κόλπον εἶναι, εἰς ὃν καταφέρεσθαί φησι τὸν Θερμώδοντα ὑπὸ τὴν Θεμισκύρειον ἄκραν, ἔνθα ᾤκησαν αἱ Ἀμαζόνες. ὑπείροχος: ὑπερέχων, ὑψηλός. Θερμώδοντος: ποταμὸς Παφλαγόνων. μύρεται: ἀντὶ τοῦ ἐκρεῖ. συναπτέον δὲ οὕτω· τὸ στόμα Θερμώδοντος κόλπῳ μύρεται. διαειμένος δὲ κατὰ ἀντιστροφὴν διαφερόμενος, μεθʼ ὁρμῆς ῥέων, οἷον· διὰ πολλῆς γῆς ῥέων ὁ ποταμὸς ὁ Θερμώδων κατὰ τὴν Θεμισκύρειον ἄκραν εἰς κόλπον εὐδινὸν ἐκρέει. ἔνθα δὲ Δοίαντος πεδίον: Δοίας καὶ Ἄκμων ἀδελφοί· τίνος δὲ πατρός, οὐ φέρεται, ὥς φησι φερεκύδης. πλησίον δέ, φησί, τοῦ Δοίαντος πεδίου εἰσὶ τρεῖς πόλεις, ἔνθα κατῴκουν αἱ Ἀμαζόνες, Λυκαστία, Θεμίσκυρα καὶ Χαδησία. οἱ δὲ Χάλυβες ἔθνος Σκυθικὸν μετὰ τὸν Θερμώδοντα, οἳ μέταλλα σιδήρου εὑρόντες μοχθοῦσι περὶ τὴν ἐργασίαν. ἐκλήθησαν δὲ Χάλυβες ἀπὸ Χάλυβος τοῦ Ἄρεως υἱοῦ. μέμνηται αὐτῶν καὶ Καλλίμαχος· «Χαλύβων ὡς ἀπόλοιτο γένος, γειόθεν ἀντέλλοντα κακὸν φυτὸν οἵ μιν ἔφηναν.»
σμυγερώτατοι: ἐπιπονέστατοι. ἐργατίναι: μοχθηροί. Γενηταίην ὑπὲρ ἄκρην: Γενηταία ἄκρα, κυρίως οὕτω λεγομένη ἀπὸ Γένητος ποταμοῦ, ἔνθα Διὸς Ξενίου ἱερόν ἐστι. καὶ Τιβαρηνοὶ ἔθνος Σκυθικὸν πλησιόχωρον Χαλύβων. Μοσσύνοικοι δὲ ἔθνος καὶ αὐτὸ Σκυθικόν, ἀπὸ τῆς διαγωγῆς τὴν προσηγορίαν ἐσχηκός. μόσσυνοι γὰρ οἱ ξύλινοι οἶκοι λέγονται, οἷς ἐχρῶντο· ὅπερ καὶ αὐτὸς αἰνιττόμενος ὑλήεσσαν γῆν αὐτοὺς οἰκεῖν ἔφη. ἀπὸ γοῦν τοῦ μόσσυνος, ὃ λέγεται ὁ ξύλινος οἶκος, ἐκλήθησαν Μοσσύνοικοι. κάλινα: ξύλινα. λισσῇ ἐπικέλσετε νήσῳ: τῇ τραχείᾳ καὶ ὑψηλῇ. ἡ δὲ νῆσος καλεῖται Ἀρητιάς. ἐν δὲ ταύτῃ τῇ νήσῳ αἱ Στυμφαλίδες ἦσαν ὄρνιθες, ἀπὸ Στυμφάλου τῆς Ἀρκαδίας πόλεως ὑπὸ Ἡρακλέους διωχθεῖσαι. ἐν ταύτῃ οὖν τῇ νήσῳ, φησί, παντοίᾳ σπουδῇ κατάχθητε· ἐκεῖ γὰρ ὑμῖν ἐπιφανήσεταί τις ὠφέλεια. λισσὴ δὲ ἀντὶ τοῦ ὁμαλή. Ἀμερίας δὲ ἐν Γλώσσαις λισσὸν τὸ ὑψηλὸν ἀποδίδωσιν. ὅτι δὲ ἡ νῆσος αὕτη ὄρνιθας ἔχει τοξευούσας τοῖς πτεροῖς ὡς βέλεσιν, ἱστορεῖ καὶ Εὐριπίδης ἐν Φρίξῳ. ἀπειρέσιοι: πολλοί. ἐφέπουσιν: διατρίβουσιν. Ὀτρηρὴ καὶ Ἀντιόπη: Ἀμαζόνων αὗται βασίλει. στρατόωντο: ... ποίαν δὲ στρατιάν, οὐδεὶς ἐδήλωσεν. ἔνθα γὰρ ὔμμιν: ἐνταῦθα γάρ, ἐν τῇ Ἀρητιάδι νήσῳ, ὑμῖν ὄφελος ἐκ τῆς θαλάσσης ἥξει ἄρρητον, δηλονότι διὰ τὸ ναυάγιον. λέγει δὲ τοὺς Φρίξου καὶ Χαλκιόπης τῆς Αἰήτου θυγατρὸς παῖδας, οἵτινες ἐπὶ τὴν Ἑλλάδα στελλόμενοι διὰ τὸν Ἀθάμαντος κλῆρον, ἐν ταύτῃ τῇ νήσῳ ναυαγήσαντες ἔτυχον ἐπιμελείας παρὰ τῶν ἡρώων καὶ ὁδηγοὶ αὐτοῖς εἰς τὴν Σκυθίαν ἐγένοντο. εἰσὶ δὲ οὗτοι Ἄργος, Μέλας, Κυτίσωρος, Φρόντις. ἀδευκέος: τῆς ἀπροσδοκήτου, ἀντὶ τοῦ τῆς παρʼ ἐλπίδας ὑμῖν φανείσης. ἀδευκῆ δέ φησι τὴν θάλασσαν, ἤγουν πικράν· δεῦκος γὰρ τὸ γλυκύ. ἄρρητον δέ φησι τὸ ὄνειαρ διὰ τὸ ἀπροσδόκητον τοῦ ναυαγίου. τῷ κέ τε φίλα φρονέων: διό, ἐπεὶ ὠφελήσει ὑμᾶς, εὐνοῶν ὑμῖν κελεύω κατέχειν. ἀλλὰ τίη με: ταῦτά φησιν, ἐπεὶ ἔλαθεν ἑαυτὸν τὰ πάντα μέλλων λέγειν—τίνες τε εἴησαν οἱ συντευξόμενοι καὶ ὅπερ αὐτοῖς ποιήσουσιν—καὶ παρεκβαίνειν τῶν προαπαγγελθέντων αὐτῷ· ἔφη γὰρ τὰ πάντα ἀκριβῶς μὴ εἰπεῖν διὰ τὸ μὴ προσκροῦσαι τοῖς θεοῖς πάλιν. διὸ ἑαυτοῦ ἐπιλαμβάνεται. ἀλιτέσθαι: ἁμαρτεῖν. διηνεκέως: καθόλου. νήσου δὲ προτέρωσε: μετὰ δὲ τὴν νῆσον καὶ τὴν περαίαν γῆν οἰκοῦσιν οἱ Φίλυρες. ὑπεράνω δὲ τῶν Φιλύρων καὶ ἔμπροσθέν εἰσιν οἱ Μάκρωνες, ἔθνος Σκυθικὸν ἢ ἄποικον τῶν Εὐβοέων· ἡ γὰρ Εὔβοια καὶ Μάκρις ἐκαλεῖτο διὰ τὴν θέσιν. νήσου δὲ προτέρωσε: τῆς δὲ νήσου τῆς Ἀρητιάδος ἔμπροσθεν καὶ τῆς κατὰ τὸ ἐναντίον γῆς οἰκοῦσι Φίλυρες, οἳ ἐκλήθησαν ἀπὸ Φιλύρας τῆς Ὠκεανοῦ θυγατρός, γαμετῆς δὲ Κρόνου, μητρὸς δὲ Χείρωνος, ἐνταῦθα διατριψάσης. ἢ οὕτως· μετὰ δὲ τὴν νῆσον καὶ τὴν περαίαν γῆν νέμονται Φίλυρες. περιώσια: πολλά. φησὶ δὲ τοῦτο διὰ τὸ εἰς πολλὴν χώραν διεσπάρθαι αὐτούς. φῦλα Βεχείρων κτλ.: ἔθνη Σκυθικά. ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι: ἐπὶ τοῖς Βεχείροις. Σάπειρες δὲ ἔθνος Σκυθικὸν οὕτω κληθὲν διὰ τὸ πολλὴν παρʼ αὐτοῖς γίνεσθαι τὴν σαπφειρίνην λίθον. Βύζηρες: ἔθνος Σκυθικόν. ὁμώλακες: ὅμουροι. ὤλακα γὰρ τὴν αὔλακα Δωρικῶς· καὶ Ὅμηρος «ἱεμένω κατὰ ὦλκα». ἀρήιοι: ἤτοι οἱ κατὰ φύσιν πολεμικοὶ ἢ οἱ τῷ Ἄρει φίλοι καὶ ἱεροί. ἀλλʼ ἐνὶ νηὶ πείρεθʼ: ἀλλὰ πλεῖτε, φησίν, ἕως ἂν εἰς τὸ μυχώτατον τῆς θαλάσσης ἀφίκησθε. μετὰ γὰρ τὴν Σκυθίαν ἐστὶ τὸ τέλος τῆς θαλάσσης διὰ τὸ διαδέχεσθαι τὴν Μαιώτιδα λίμνην, μεθʼ ἣν ὁ Ἀρκτικός ἐστιν ὠκεανός. ἀλλὰ πείρετε, φησίν, καὶ πλέετε, ἤγουν ἕως ἂν τῇ μυχάτῃ καὶ ἐσχάτῃ θαλάσσῃ ἐγχρίμψητε, δηλονότι μέχρις ἂν εἰς τὸν μυχὸν ἀφίκησθε τοῦ Εὐξείνου πόντου· ἐνταῦθα γὰρ καὶ ἡ Σκυθία τελευτᾷ. καὶ τὴν μὲν Σκυθίαν διαδέχεται ἡ Σαρματία, τὸν δὲ Εὔξεινον ἡ Μαιῶτις· περιοικοῦσι δὲ τὴν Μαιῶτιν οἱ Σαρμάται, ὑπὲρ δὲ τοὺς Σαρμάτας ὁ Σαρματικός ἐστι καὶ Ἀρκτικὸς ὠκεανός. Κυταΐδος: Κολχικῆς· Κύταια γὰρ πόλις Κολχίδος. ἔστι δὲ καὶ ἑτέρα Κύταια, πόλις τῆς Εὐρώπης, ὁμώνυμος τῇ Σκυθικῇ, κατὰ τὸν εἴσπλουν τοῦ Εὐξείνου· ἐκεῖθεν δὲ τὴν ἀρχὴν λαμβάνει. λέγεται δὲ οὕτως ὀνοματικῶς, ὅθεν Κυταΐδα τὴν Μήδειαν προσαγορεύουσιν. Ἀμαραντῶν δὲ περισπωμένως, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ Καθόλου. ἔστι δὲ Ἀμαραντὸς πόλις ἐν Πόντῳ· ὡς δὲ αὐτός φησιν, Ἀμαραντὰ ὄρη τῆς Κολχίδος, ἐξ ὧν ὁ Φᾶσις ποταμὸς καταφέρεται. ὅπερ ἀγνοήσας Ἡγέστρατος ὁ Ἐφέσιος Ἀμαραντίους ἀπέδωκε λειμῶνας τοῦ Φάσιδος διὰ τὸ εὐθαλεῖς εἶναι καὶ ἀμαράντους. ὅτι δὲ τὰ Ἀμαραντὰ ὄρη ἐστὶ Κόλχων, ἱστορεῖ Κτησίας ἐν βʹ. ὁ δὲ Φᾶσις φέρεται μὲν ἀπὸ τῶν Ἀρμενίας ὀρῶν, ὥς φησιν Ἐρατοσθένης, ἐκδίδωσι δὲ κατὰ Κόλχους εἰς θάλασσαν. Κίρκαιον δὲ τόπος ἐστὶ τῆς Κολχίδος, ἀπὸ Κίρκης τῆς Αἰήτου ἀδελφῆς, ἢ πεδίον. οὐ δύναται δὲ ἀπὸ τῆς ἑτέρας Κίρκης ὠνομάσθαι. ἐγένοντο γὰρ Κίρκαι δύο, περὶ ὧν ἐν τοῖς ἑξῆς ἐροῦμεν. καὶ Τίμαιος δέ φησι πεδίον ἐν Κόλχοις εἶναι Κίρκαιον. Κιρκαίοιο: προπαροξύνεται Κίρκαιον. ἄλσος τε σκιόειν: ἀντὶ τοῦ σκιόεν. ὁ δὲ Ἑλλάνικος ἐν τῷ ἱερῷ τοῦ Διός φησι κεῖσθαι τὸ δέρας. τοῦ δὲ ἐν Κόλχοις λεγομένου Ἀρείου πεδίου καὶ τοῦ αὐτόθι Ἄρεως τεμένους μέμνηνται πολλοί. φησὶ δέ, ὅτι τὸ χρυσοῦν δέρας ἀνάκειται ἐν τῷ τοῦ Ἄρεως ἄλσει ἐπί τινος φηγοῦ, φυλασσόμενον ὑπὸ δράκοντος τεραστίου τὸ μέγεθος. τὸ δὲ σκιόειν ἀντὶ τοῦ σκιόεν κατὰ Ἰωνικὴν πρόσθεσιν τοῦ ι. τέρας: ἀντὶ τοῦ θαῦμα. ἀμφασίῃ βεβολημένοι: οἷον ὑπὸ ἀφασίας ἐκπεπληγμένοι. ἀσπαστῶς κεν παρὰ σέο: ἡδέως ἂν παρὰ σοῦ μάθοιμι, εἰ καὶ ὑποστρέψαντες ἐκ Κόλχων ἐκφευξόμεθα. δύο δὲ μάλιστα ἐφίεται ὁ Ἰάσων μαθεῖν παρὰ τοῦ Φινέως· ἓν μέν, πῶς ἂν αὖθις κατὰ τὴν ὑποστροφὴν διαπλεύσαι τὰς Συμπληγάδας· δεύτερον, πῶς ἂν μέχρι τῆς Κολχίδος ἀφίκοιτο διαπλεύσας τοσαύτην θάλασσαν. τὸ δὲ δυσχερὲς τοῦ πλοῦ ἐνέφηνε διὰ τοῦ τὴν Κολχίδα κεῖσθαι ἐπὶ τὰ ἔσχατα τῆς γῆς καὶ τοῦ. Πόντου. Αἶα δὲ Κολχίς: ἡ Αἶα πόλις τῆς Κολχίδος, αὕτη ἐπʼ ἐσχάτοις κεῖται τῆς οἰκουμένης. ἐπεὶ δαίμων: ἐκ δὲ τῆς Αἴας, φησίν, τουτέστιν ἐκ τῶν Κόλχων, θεὸς ὑμῖν καθηγήσεται, καὶ εἰς τὴν Αἶαν πλέουσι πολλοὶ ἔσονται καθόλου πομποί. ἐξ Αἴης: ἄλλος ὑμῖν, φησί, γενήσεται πλοῦς ἐκ τῆς Αἴας. τοῦτο δὲ λέγει, παρόσον οὐ διὰ τῶν Συμπληγάδων ὑποστρέψουσιν. ἀλλά, φίλοι, φράζεσθε: διὰ φροντίδος ἔχετε, φησί, τὴν ἐκ τῆς Ἀφροδίτης δολίαν βοήθειαν. τὸ δὲ ὅσσον ἄπωθεν ἤλασαν ἀντὶ τοῦ ὅσον μακρὰν ἐπορεύθησαν. Δικταίης ἄντρον: εἰς τὸ τῆς Κρήτης ὄρος. ἐρίπναι δὲ κατὰ μέν τινας τὰ ἀποθραύσματα τῶν ὀρῶν· κατὰ δὲ τοὺς γλωσσογράφους πάντα τὰ ὄρη ἐρίπναι καλοῦνται. ἦ ἄρα δή τις: τὸ ἄρα ἠθικῶς ἀντὶ τοῦ ὡς ἔοικε. καὶ ἐν Ὀδυσσείᾳ· «οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν». καὶ Ἡσίοδος· «οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος», οὐκ ἦν, ὡς ἔοικε, μία Ἔρις. εἰ δὲ καὶ ὀφθαλμοῖσι: εἰ δὲ καὶ ἀναβλέψαι θεῶν τίς σε ποιήσειεν, χαρείην ἂν ὅσον εἰ σωθείην εἰς τὴν πατρίδα. ὑποσμύχονται: ὑποτύφονται, ὅπερ ἐστὶν ὑπὸ πάθους ἠμαύρωνται. ἔστι δὲ ὑποσμύχειν καὶ τὸ ἠρέμα ὑποκαίειν, οἱονεὶ ὑποκέκαυνται. οἳ καὶ πρόσθεν ἐπʼ ἤματι: οἵτινες συνεχῶς ἤρχοντο πρὸς αὐτόν. τὸ ἑξῆς· φέροντες μέρος τῆς ἰδίας τροφῆς. σὺν τοῖσι δʼ ἵκανε Παραίβιος: ὁ μὲν Ἀπολλώνιος τὸν Παραίβιον φίλον Φινέως εἶναί φησιν, οἱ δὲ ἄλλοι δοῦλον εἶναι πιστόν. οἱ δὲ περὶ τὸν Παραίβιον, φησίν, ἐχάρησαν ἰδόντες τοὺς ἥρωας. αὐτός: ὁ Φινεὺς δηλονότι. αὐτὸς γὰρ ὁ Φινεὺς ὑπεμυθήσατο καὶ προεῖπε τῷ Παραιβίῳ τὴν τῶν ἡρώων ἔλευσιν. συνάπτειν μὲν γὰρ δεῖ τὴν ὑπὸ τῷ ἐμυθήσατο, λαμβάνειν δὲ ἀντὶ τῆς πρό· ὥσπερ καὶ τὸ «ὑπειπών» ἀντὶ τοῦ προειπών. Θυνίδι γαίῃ: τὴν περὶ τὸν Βόσπορον χώραν πάλιν Θυνίδα εἶπεν. ὅρα δέ, ὅτι Θυνίδα γῆν εἶπεν, ἐν ᾗ κατῴκει ὁ Φινεύς, ὡς εἶναι μέρος τι Θρᾴκης, ὃ καλεῖται Θυνίς. μόρον: νῦν τὴν τύχην. εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι: ὁ Παραίβιος, φησί, πατρικὴν ἁμαρτίαν ἀποτιννὺς ἀεὶ ἐν ἀπορίᾳ ἦν βίου, καὶ εἰ πλεῖστα μοχθήσειεν. χρησμοσύνη: ἀπορία, πενία, ἔνδεια. Ἁμαδρυάδος νύμφης: Ἁμαδρυάδας νύμφας Μνησίμαχός φησι διὰ τὸ ἅμα ταῖς δρυσὶ γεννᾶσθαι· ἢ ἐπεὶ δοκοῦσιν ἅμα ταῖς δρυσὶ φθείρεσθαι, νύμφαι Ἁμαδρυάδες λέγονται. Χάρων δὲ ὁ Λαμψακηνὸς ἱστορεῖ, ὡς ἄρα Ῥοῖκος, θεασάμενος δρῦν ὅσον οὔπω μέλλουσαν ἐπὶ γῆς καταφέρεσθαι, προσέταξε τοῖς παισὶν ὑποστηρίξαι ταύτην. ἡ δὲ μέλλουσα συμφθείρεσθαι τῇ δρυὶ νύμφη ἐπιστᾶσα τῷ Ῥοίκῳ χάριν μὲν ἔφασκεν εἰδέναι ὑπὲρ τῆς σωτηρίας, ἐπέτρεπεν δὲ αἰτήσασθαι ὅ τι βούλοιτο. ὡς δὲ ἐκεῖνος ἠξίου συγγενέσθαι αὐτῇ, ὑπέσχετο δοῦναι τοῦτο· φυλάξασθαι μέντοι γε ἑτέρας γυναικὸς ὁμιλίαν παρήγγειλεν, ἔσεσθαι δὲ μεταξὺ αὐτῶν ἄγγελον μέλισσαν. καί ποτε πεσσεύοντος αὐτοῦ παρίπτατο ἡ μέλισσα· πικρότερον δέ τι ἀποφθεγξάμενος εἰς ὀργὴν ἔτρεψε τὴν νύμφην, ὥστε πηρωθῆναι αὐτόν. καὶ Πίνδαρος δέ φησι, περὶ νυμφῶν ποιούμενος τὸν λόγον «ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσα». ὁ οὖν τοῦ Παραιβίου πατὴρ ἐκκόπτων δρῦν παρεκαλεῖτο ὑπὸ νύμφης μὴ τεμεῖν αὐτήν· συγγεγεννημένη γὰρ οὖσα ἐὰν ἐκκοπῇ, αἰτίαν αὑτῇ ἔσεσθαι θανάτου. ἀπιθήσαντος δὲ αὐτοῦ νεμεσῆσαι τὸ δαιμόνιον αὐτῷ τε καὶ τοῖς ἐγγόνοις καὶ κακῶν γενέσθαι παραίτιον. ἀθέριξε: ἀντὶ τοῦ ἠμέλησε. ἥ μιν: ἥτις αὐτόν. πρέμνον: στέλεχος. νηκερδῆ: ἀνωφελῆ. οἶτον: τύχην. ἔγωγε μέν, εὖτʼ ἀφίκανεν: πρὸς ἐμὲ ὅτε ἦλθε, φησίν, ὁ Παραίβιος μαντευσόμενος καὶ τὴν ἀτυχίαν ἀνεκοινώσατο, ἔγνων αὐτὸν ὑπὲρ τῆς τοῦ πατρὸς ἁμαρτίας δίκην ἀποτιννύντα. λωφήια ῥέξαι: ἐφʼ οἷς λωφήσει καὶ παύσεται ἡ τῆς νύμφης ὀργή, τουτέστι καταπαυστικὰ τῆς ὀργῆς. λωφήια: ἐξιλαστήρια, ἐφʼ οἷς λωφήσει καὶ παύσεται κακούμενος. «λωφῆσαι» δὲ κυρίως ἐπὶ τῶν ζῴων, τὸ ἀπὸ τοῦ τραχήλου ἄχθος ἀποθέσθαι. καὶ «λωφήσων» ἀντὶ τοῦ λήξων, ἀναπαύσων τὸν λόφον τουτέστι τὸν τράχηλον· ἢ ἀναπαυσόμενος. νέον ἤματος ἀνομένοιο: ὑπὸ τὴν πρωίαν, αὔξησιν τῆς ἡμέρας λαμβανούσης. ἀλέγυνον: εὐτρέπιζον. ἦρι δʼ ἐτησίαι αὖραι: οἱ ἐτησίαι ἄρχονται πνεῖν τοῦ ἡλίου ὄντος ἐν Καρκίνῳ περὶ τὴν ἐσχάτην μοῖραν, μέχρις οὗ Λέοντα παρέλθῃ, ὡς καὶ Ἄρατος· «ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι, τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέι πόντῳ ἀθρόοι ἐμπίπτουσι.» ἐπιφέρει καὶ Ἀπολλώνιος, διʼ ἣν αἰτίαν πνέουσι τῷ θέρει. τοῦ γὰρ κατηστερισμένου Κυνὸς φλέγοντος τὰς Κυκλάδας νήσους καὶ πολὺν χρόνον αὐχμοῦ τε καὶ ἀφορίας οὔσης, οἱ τὴν Κέω κατοικοῦντες ἐκ θεοπροπίου ἐπεκαλέσαντο Ἀρισταῖον τὸν Ἀπόλλωνος καὶ Κυρήνης ἐκ Φθίας. ὁ δὲ παραλαβών τινας ἐξ Ἀρκαδίας ἦλθεν εἰς τὴν Κέω καὶ Διὸς ἱερὸν ἱδρύσατο Ἰκμαίου ἕνεκα τοῦ τοὺς ὄμβρους γίνεσθαι, καὶ τὸν Κύνα ἐξιλάσατο, καὶ ἐνομοθέτησε κατʼ ἐνιαυτὸν τοῖς Κείοις μεθʼ ὅπλων ἐπιτηρεῖν τὴν ἐπιτολὴν τοῦ Κυνὸς καὶ θύειν αὐτῷ. ὅθεν οἱ ἐτησίαι πνέουσι καταψύχοντες τῷ θέρει τὴν γῆν, καὶ αὐχμοῦ ἀπηλλάγησαν οἱ Ἕλληνες. περὶ δὲ τῆς Κυρήνης Πίνδαρος ἱστορεῖ ἐν Πυθιονίκαις, ὡς παρθένος οὖσα μέχρι πολλοῦ συνεκυνήγει τῷ Ἀπόλλωνι. διαπαλαίουσα δέ ποτε λέοντι ἠγαπήθη ὑπὸ Ἀπόλλωνος· ὃς καὶ ἁρπάσας αὐτὴν διεκόμισεν εἰς τὴν νῦν ἀπʼ αὐτῆς καλουμένην Κυρήνην τῆς Λιβύης, καὶ μιγεὶς Ἀρισταῖον ἐποίησεν. Φερεκύδης δέ φησι καὶ Ἀρίαιθος, ἐπὶ κύκνων αὐτὴν ὀχηθεῖσαν κατὰ Ἀπόλλωνος προαίρεσιν εἰς τὴν Κυρήνην ἀφικέσθαι, Ἀγροίτας δὲ ἐν αʹ Λιβυκῶν ὑπὸ Ἀπόλλωνος εἰς Κρήτην αὐτὴν κομισθῆναι, ἐκεῖθεν δὲ εἰς Λιβύην. ἀδελφὴ δὲ Κυρήνης Λάρισα, ἧς ὁμώνυμος πόλις ἐν Θεσσαλίᾳ. τινὲς δέ φασι τὴν Κυρήνην Πηνειοῦ θυγατέρα γενέσθαι, κακῶς· ἔνεμεν γὰρ παρʼ αὐτῷ θρέμματα, οὐκέτι δὲ καὶ θυγάτηρ αὐτοῦ ἦν. Μνασέας δέ φησι κατʼ ἰδίαν αὐτὴν προαίρεσιν εἰς Λιβύην ἐληλυθέναι, οὐχ ὑπʼ Ἀπόλλωνος διαχθεῖσαν. Ἀκέσανδρος δὲ ἐν τοῖς Περὶ Κυρήνης ἱστορεῖ, ἐπʼ Εὐρυπύλου βασιλεύοντος Λιβύης ὡς ὑπὸ Ἀπόλλωνος διακομισθείη ἡ Κυρήνη· λέοντος δὲ τὴν χώραν λυμαινομένου προθείη τὴν βασιλείαν ὁ Εὐρύπυλος ἆθλον τῷ ἀποκτενοῦντι τὸν λέοντα, τὴν δὲ διαχρήσασθαι αὐτόν· παῖδας δὲ αὐτῆς γενέσθαι Αὐτοῦχον καὶ Ἀρισταῖον. φησὶ δὲ αὐτὴν Φύλαρχος ἐλθεῖν μετὰ πλειόνων εἰς Λιβύην· τούτων δὲ ἐκπεμφθέντων ἐπὶ τὴν κυνηγίαν τούτοις καὶ αὐτὴν συνεξελθεῖν. τινὲς δʹ Ἀρισταίους γενεαλογοῦσιν, ὡς καὶ Βακχυλίδης· τὸν μὲν Καρύστου, ἄλλον δὲ Χείρωνος, ἄλλον δὲ Γῆς καὶ Οὐρανοῦ, καὶ τὸν Κυρήνης. ὅτι ἐτησίαι ἔπνευσαν Ἀρισταίου αἰτησαμένου, ὃς ἦν Κυρήνης τῆς Ὑψέως καὶ Ἀπόλλωνος, ἀδελφὸς δὲ Αὐτούχου. ἀλλʼ ὁ μὲν ἐν Λιβύῃ … Ἀρισταῖος δὲ ἐν τῇ Κέῳ εὑρὼν τὰ μελισσουργικὰ πρῶτος καὶ τὴν τοῦ ἐλαίου κατεργασίαν. καὶ κατακαλεσάμενος τοὺς ἐτησίας Ζεὺς Ἀρισταῖος ἐκλήθη καὶ Ἀπόλλων Ἀγρεὺς καὶ Νόμιος. Κυρήνη πέφαταί τις: ὅτι Κυρήνην τὴν Ὑψέως ὁ Ἀπόλλων θεασάμενος παρὰ Πηνειὸν εἰς Λιβύην ἐκόμισεν, ἔνθα ἐμίγη αὐτῇ, ὅπου καὶ Κυρήνη πόλις ἔκτισται, καὶ τὸν Ἀρισταῖον ἐγέννησε, πολλοὶ ἱστορήκασι. λέγουσι δὲ τὴν Κυρήνην οἱ μὲν Πηνειοῦ, οἱ δὲ Ὑψέως τοῦ Πηνειοῦ. πέφαται: λέγεται, ἱστορεῖται. Αἱμονίης: τῆς Θεσσαλίας, ἀπὸ Αἵμονος υἱοῦ Ἄρεως. χθονίῃς: ταῖς ἐγχωρίαις. Μυρτώσιον αἶπος: τόπος περὶ Κυρήνην ἢ ἄκρα. Ἀγρέα καὶ Νόμιον: Ἀγρέα μέν, ὅτι ἐν ἀγρῷ ἐμίγη τῇ μητρὶ αὐτοῦ ὁ Ἀπόλλων· Νόμιον δέ, ὅτι νεμούσῃ τῇ μητρὶ ἐμίγη, οἱ δέ, ὅτι τὴν κατὰ τοὺς ἀγροὺς θεραπείαν τοῖς νομεῦσιν εἰσηγήσατο. μακραίωνα: πολυχρόνιον. καὶ ἀγρότιν: ὅτι φιλοκύνηγος ἦν. ἱστορεῖται γὰρ καὶ ἐν τῇ Λιβύῃ βασιλεύοντος Εὐρυπύλου χειρώσασθαι λέοντα. ἀεξηθέντι: αὐξήσαντι. ἀκεστορίην τε θεοπροπίας: ὑπὸ Μουσῶν γὰρ αὐτὸν τὴν ἰατρικὴν καὶ τὴν μαντικὴν δεδιδάχθαι φασὶν καὶ πρὸς γάμον Αὐτονόην λαβεῖν, δηλαδὴ τὴν Κάδμου θυγατέρα. θέσαν ἤρανον: καὶ τῶν ἰδίων ποιμνίων προστάτην αὐτὸν ἐποίησαν αἱ Μοῦσαι. Ἀθαμάντιον δὲ πεδίον οὕτω καλούμενον περὶ τὴν Ἅλον· κατῴκησε γὰρ Ἀθάμας ἐν Ἅλῳ, τῇ νόσῳ τῆς βασιλείας ἐξελθών. Ὄθρυς ὄρος Θεσσαλίας ὑψηλόν, καὶ ὁ Ἀπιδανὸς δὲ ποταμὸς Θεσσαλίας. Μινωίδας: τὰς Κυκλάδας φησίν, ἐπεὶ Μίνως, Κρὴς ὤν, ἐβασίλευσε τῶν νήσων θαλασσοκρατῶν, ἐξελάσας τοὺς Κᾶρας. Σείριος: ἤτοι παρὰ τὴν ζέσιν, ζείριος καὶ σείριος. ἢ παρὰ τὸ ἐκκενοῦν ἡμᾶς ἱδρῶσι ῥεομένους· σειροῦν γὰρ τὸ κενοῦν. ἢ τοῦ σεσηρέναι αἴτιος· τοὺς γοῦν κύνας σεσηρέναι καὶ διαχάσκειν ποιεῖ. ἢ παρὰ τὸ σείεσθαι καὶ πάλλεσθαι. ὁμοίως δὲ καὶ πάντα τὰ ἄστρα σείρια καλοῦσιν οἷον τείρεά τινα ὄντα καὶ σημεῖα τῶν πλοϊζομένων· οἱ μέντοι ἀστρολόγοι τοὺς ἐν κινήσει ὄντας ἀστέρας λαμπροὺς οὕτω καλοῦσιν. εἶναι δὲ τὸ ἄστρον οἱ μὲν τοῦ Ὠρίωνος κυνός φασιν, οἱ δὲ τῆς Ἠριγόνης, οἱ δὲ τοῦ Ἀλκυονέως, οἱ δὲ τῆς Ἴσιδος, οἱ δὲ Κεφάλου, οἱ δὲ κύριον, ὡς Τιμοσθένης φησίν. Κέῳ: νῆσός ἐστιν ἡ Κῶς, ὅθεν ἦν Ἱπποκράτης. Παρράσιον λαόν: Ἀρκαδικόν, ἀπὸ μιᾶς πόλεως, Παρρασίας. Διὸς Ἰκμαίοιο: ἕνεκα τῆς ἰκμάδος. ἐν τῇ Κέῳ δέ ἐστιν ἱερὸν Διὸς Ἰκμαίου, τουτέστι διύγρου, ἐπεὶ αἴτιος γέγονε τῆς πνοῆς τῶν ἀνέμων. τοῖο δʼ ἕκητι: τοῦ Διὸς χάριν. ἤματα τεσσαράκοντα: τὰς τῶν ἐτησίων ἀνέμων ἡμέρας οἱ μὲν μʹ, ἄλλοι δὲ νʹ φασὶν ὡς Τιμοσθένης. ἄρχονται δὲ πνεῖν ὄντος τοῦ ἡλίου ἐν τῷ τοῦ Καρκίνου τέλει, πνέουσι δὲ διʼ ὅλου τοῦ Λέοντος καὶ λήγουσιν ἐν διμοίρῳ τῆς Παρθένου. Κέῳ δʼ ἔτι νῦν ἱερῆες: ἐνομοθέτησε γὰρ τοῖς Κείοις κατʼ ἐνιαυτὸν μεθʼ ὅπλων ἐπιτηρεῖν τὴν ἐπιτολὴν τοῦ Κυνὸς καὶ θύειν αὐτῷ. ὅθεν οἱ ἐτησίαι πνέουσι καταψύχοντες τῷ θέρει τὴν γῆν, καὶ αὐχμοῦ ἀπηλλάγησαν οἱ Ἕλληνες. ὑδέονται: ᾄδονται, λέγονται. ἀριστῆες δὲ καταῦθι: ὑπάρχουσι γὰρ ἐναντίοι οἱ ἐτησίαι τοῖς εἰσπλέουσι τὸν Πόντον, ὄντες βορραῖ κατʼ ἐκείνους τοὺς τόπους, ὥσπερ ἐπὶ τῆς Ἑλλάδος ἐναντίοι εἰσὶν τοῖς ζεφύροις. βωμὸν ἁλὸς ῥηγμῖνι πέρην: ἐν δὲ τῷ πέραν, φησίν, αἰγιαλῷ τῆς Ἀσίας, διαπλεύσαντες ἐπʼ αὐτόν, βωμὸν τοῖς δώδεκα θεοῖς ἐδομήσαντο. φανερὸν οὖν, ὅτι ἐν τῇ Εὐρώπῃ· καὶ γὰρ ἔτι καὶ νῦν Ἱερόν ἐστιν οὕτω καλούμενον ἐν τῷ πέραν τῆς Εὐρώπης. Τιμοσθένης δέ φησι τοὺς μὲν Φρίξου παῖδας βωμὸν ἱδρύσασθαι τῶν δώδεκα θεῶν, τοὺς δὲ Ἀργοναύτας τοῦ Ποσειδῶνος. Ἡρόδωρος δὲ ἐπὶ τοῦ βωμοῦ φησι τεθυκέναι τοὺς Ἀργοναύτας, ἐφʼ οὗ Ἄργος ὁ Φρίξου ἐπανιὼν ἐτεθύκει. εἰσὶ δὲ οἱ δώδεκα θεοὶ οὗτοι· Ζεύς, Ποσειδῶν, Ἅιδης, Ἑρμῆς, Ἥφαιστος, Ἀπόλλων, Δημήτηρ, Ἥρα, Ἑστία, Ἄρτεμις, Ἀφροδίτη καὶ Ἀθηνᾶ. οὐδὲ πελείης: οὐκ ἐπελάθοντο δὲ τῆς περιστερᾶς. τὸ ἑξῆς· ἀλλʼ ἐν τῇ χειρὶ εἶχεν ὁ Εὔφημος. δῆμα δὲ γράφεται καὶ δεῖμα. τῷ μὲν οὖν η γεγραμμένον τὸν δεσμὸν σημαίνει, τῇ δὲ διφθόγγῳ τὸν φόβον. ἐσσυμένως: ἐνταῦθα ἀντὶ τοῦ ῥᾳδίως. ὡς δʼ ὅτε τις πάτρηθεν: εἴρηται ἡ παραβολὴ παρὰ τὸ Ὁμηρικόν· «ὡς δʼ ὅτʼ ἂν ἀίξῃ νόος ἀνέρος». ὁ δὲ νοῦς· ὥσπερ δέ, ὅταν τις ἀπὸ τῆς πατρίδος πλανώμενος—οἷα πολλάκις συμβαίνει τοῖς ἀνθρώποις—τοὺς ἰδίους τῇ διανοίᾳ ἐθεάσατο οἴκους, οὐδὲ τὸ μεταξὺ διάστημα πολὺ αὑτῷ φαντασιοῦται εἶναι, ἀλλὰ καὶ πάσας καταφανεῖς τὰς πόλεις, ἅμα τε τοῖς εἰρημένοις ἡ εἰς τὰ οἰκεῖα ὁδὸς ἡ διὰ γῆς τε καὶ θαλάσσης ὑποφαίνεται αὐτῷ καὶ ἄλλοθι ἄλλην ἐκ τοῦ τόπου, ἐν ᾧ ἐστιν, ὀφθαλμοῖς ἐπέρχεται ταχέως καὶ ἐν κινήσει ὀξείᾳ τὴν διάνοιαν ἔχων, οὕτω ταχέως διῆλθεν ἡ Ἀθηνᾶ τὴν μεταξὺ χώραν καὶ παρεγένετο ἐπὶ τὰς Κυανέας πέτρας. τὸ μὲν οὖν ἀλώμενος εἰς τὸ ἐνόησεν ἀναφέρειν δεῖ. ἐν δὲ τῷ πλαζόμεθα τετληότες μετάθεσιν ποιητέον, οἷον πλαζόμενοι τέτλαμεν. οὐδέ τις αἶα τηλουρός: οὐδὲ αὐτῷ πολὺ πάσης διάστημα γῆς φαίνεται. σφωιτέρους: κακῶς ἐχρήσατο τῷ σφωιτέρους· ἔδει γὰρ εἰπεῖν σφετέρους. τὸ δέ ἐνόησε δόμους ἀντὶ τοῦ τῇ διανοίᾳ τοὺς ἰδίους οἴκους ἐθεάσατο. ὑγρὴν δὲ κέλευθον Ὁμηρικῶς τὴν διὰ θαλάσσης νοεῖ, τραφερὴν δὲ τὴν διὰ ξηρᾶς. ὀξέα πορφύρων: πορφύρειν λέγεται τὸ μὴ ἐξ ἐπιπολῆς, ἀλλὰ κατὰ βάθους τι μεριμνᾶν· ἀπὸ τῆς πορφύρας τῆς ἐν βάθει τῆς θαλάσσης εὑρισκομένης. Ἄξεινον δὲ τὸν Εὔξεινον Πόντον φησὶν οἱονεὶ κακόξεινον, τοῦ α σημαίνοντος τὸ κακόν. πρότερον μὲν γὰρ ὑπὸ λῃστῶν περιοικούμενος Ἄξεινος ἐκαλεῖτο, καθαρθεὶς δὲ τὸ μετὰ ταῦτα Εὔξεινος ἐκλήθη. ἐεργμένον: συνεχόμενον. τὸ δὲ ἐεργμένον παράγεται μὲν ἀπὸ τοῦ εἴργω τὸ κωλύω, σημαίνει δʼ ὅμως καὶ τὸ περικυκλούμενον ὡς ἐνταῦθα. δινήεις δʼ ὑπένερθεν: ὁ ῥοῦς, φησί, δίνας καὶ συστροφὰς ἔχων ῥευμάτων ἀνέκοπτε τὴν ναῦν, καὶ πολὺ εἰς τοὔμπροσθεν προῄεσαν μετὰ φόβου. ἀρασσομένων πετράων: ἀντὶ τοῦ συγκρουομένων ἀλλήλαις. οὕτω δὲ ἀναγινώσκεται κατὰ τὸ «θυρῶν ἀρασσομένων». νωλεμές: συχνῶς. ἁλιμυρέες ἀκταί: αἱ ὑπὸ θαλάσσης περιρρεόμεναι ἢ περιρραινόμεναι. θελήμονα: πρόθυμον καὶ ἐπιτεταμένην· οὐ γὰρ τὴν ἡσύχιον ἐνταῦθα σημαίνει. τὰς δʼ αὐτίκα λοίσθιον ἄλλων: τοῦτο ἔφη, ἐπεὶ πεπρωμένον ἦν στηρισθῆναι αὐτάς, ἂν διέλθῃ αὐτῶν ἡ ναῦς. προέηκε πελειάδα: ὅτι διὰ πελειάδος ἐπείρασαν οἱ Ἀργοναῦται τὰς Συμπληγάδας, καὶ Ἀσκληπιάδης ἱστορεῖ ἐν δευτέρῳ Τραγῳδουμένων. σπήλυγγες: αἱ κοιλάδες αἱ ὑπὸ τὰς πέτρας. σπήλυγγες: σπιλάδες. ἐβόμβεον: ἤχουν. ὅθεν καὶ βομβυλιὸς εἶδος μελίσσης. καὶ ποτηρίου δὲ εἶδος, ὡς Ἀντισθένης παραδίδωσιν· ἔστι δὲ τοῦτο στενοτράχηλον. βομβυλίον ὅπερ τ....ον ἐπικέκληται διακλύστερον. λευκὴ καχλάζοντος: ποιὸν ἦχον ἀποτελοῦντος. περιέκλυζε τὰς ἐφʼ ὕψους ἀκτὰς ὁ τοῦ κύματος ἀφρός. νῆα δʼ ἔπειτα πέριξ εἴλει ῥόος: περιῆγεν δὲ τὴν ναῦν καὶ περιέστρεφεν ὁ ῥοῦς. ταίγε δὲ ἀντὶ τοῦ· αὗται αἱ πέτραι ἔκοψαν τὰ ἄκρα τῆς οὐρᾶς πτερά. τὸ δὲ ἔβραχε τὸ ἐβόησε σημαίνει. πλήμμυρις καὶ πλημμυρίς, διχῶς. ἄμεινον δὲ πλημμυρίς· τὰ γὰρ ἀπὸ βαρυτόνων ῥημάτων θηλυκὰ ὀνόματα εἰς ις ὀξύνεται· βασιλεύω βασιλίς, πλημμύρω πλημμυρίς. τὸ δὲ κατένεικε ἀντὶ τοῦ κατήνεγκε τὴν ναῦν εἴσω τῶν πετρῶν. ἤδη δʼ ἔνθα καὶ ἔνθα: γενομένων δὲ αὐτῶν μεταξὺ τοῦ στενοῦ ἡ πρόσω καὶ ἡ κατόπιν θάλασσα ἐπεφαίνετο. ἀπροφάτως: ἀπροοράτως. κυρτὸν ἀποτμῆγι σκοπιῇ: ἀνεφάνη δὲ καὶ ἐπήρχετο αὐτοῖς ἀπροόπτως προπάροιθεν ὑψηλὸν καὶ μέγα κῦμα παραπλήσιον ἀπερρηγμένῃ σκοπιῇ ἤτοι ὄρει. ἀποτμῆγι: ἀπορρωγάδι. ἤμυσαν: ἔκλιναν λοξὰς τὰς κεφαλάς, ὡς καλυφθησόμενοι ὑπὸ τοῦ κύματος. τὸ δὲ κατεπάλμενον τὸ ὑπεραναβὰν σημαίνει, ἀναφέρεται δὲ πρὸς τὸ μέγα κῦμα. ἀλλά μιν ἔφθη: προέλαβε δὲ ὁ Τῖφυς βαρουμένην τὴν ναῦν τῇ εἰρεσίᾳ, ὑποχαλάσας καὶ ἐνδοὺς αὐτῇ καὶ καταπαύσας τὴν εἰρεσίαν. ἢ βαρυνομένην αὐτὴν αἰσθόμενος, τῇ εἰρεσίᾳ ἀνεχάλασεν. ἐκ δʼ αὐτὴν πρύμνηθεν: οὕτω, φησίν, ἐπῆρεν τὸ κῦμα τὴν ναῦν, ὡς καὶ ὑπὲρ τὰς πέτρας αὐτὴν γενέσθαι. μεταχρονίη: μετέωρος. ὅσσον δʼ ἂν ὑπείκαθεν: ὁ νοῦς· ὅσον δὲ ἄλλη ναῦς τῇ εἰρεσίᾳ πειθομένη ὑπεῖξεν ἄν, δὶς τοσοῦτον ἡ Ἀργώ· ἵνα διὰ τούτων τὸ τάχος δηλώσῃ τῆς Ἀργοῦς. διὸ καὶ ἐπιφέρει ἐπεγνάμπτοντο δὲ κῶπαι ἠύτε καμπύλα τόξα, τὸ βίαιον τῆς εἰρεσίας δηλῶν. ἢ οὕτως· ὅσον ἂν εἶξε καὶ ὑπεχώρησε τοῖς ἐρέταις ἡ Ἀργώ, δὶς τοσοῦτον τῇ παλιρροίᾳ ὑπέστρεφε. κύλινδρος: κιονίσκος λίθινος στρογγύλος. προπροκαταΐγδην: εἰς τοὔμπροσθεν ἄνωθεν καταφερομένη. ἐν δʼ ἄρα μέσσαις: ἐν δὲ μέσῳ τῶν Συμπληγάδων κατέσχεν αὐτὴν ὁ ῥοῦς. καὶ τότʼ Ἀθηναίη: καὶ τότε ἡ Ἀθηνᾶ τῆς πέτρας ἀντελάβετο καὶ κατέσχε τῇ λαιᾷ, τῇ δὲ δεξιᾷ αὐτὴν ἐξέωσεν ἐκ τοῦ στενοῦ· ὅμως δὲ τὰ ἀκροστόλια ἀπέκλασαν αἱ πέτραι. νωλεμὲς ἐμπλήξασαι: βιαίως συμπεσοῦσαι τὰ ἀκροστόλια ἀπέκοψαν. ἔλπομαι αὐτῇ νηί: οἷον διὰ τῆς νεὼς αὐτῆς. ἢ λείπει ἡ σύν, ὁ δὲ νοῦς· ἐλπίζω, φησίν, ἤδη σεσῶσθαι ἡμᾶς σὺν αὐτῇ τῇ νηί, ἡ δὲ Ἀθηνᾶ τῆς σωτηρίας αἰτία. ταῦτα δέ φησι παραθαρσύνων αὐτούς. Αἰσονίδη, τύνη δέ: ἐπειδή, φησίν, ἅπαξ ἐφύγομεν τὰς πέτρας, μηκέτι εὐλαβοῦ τὸν θάνατον. σεῦεν: ἀντὶ τοῦ· καὶ εὐθέως παρὰ τὴν Βιθυνίαν κατίθυνεν. παρηγορέεις: παραμυθητικῶς λέγεις. χρῆν γὰρ ἐφιεμένοιο: ἀντὶ τοῦ ἐπιτάττοντος. τὸ δὲ χρῆν ῥῆμά ἐστι· παρʼ αὐτὸ γὰρ καὶ ὄνομα πίπτει τὸ χρῆμα ὡς παρὰ τὸ δρῶ δρᾶμα. ἐπίρρημα γὰρ οὐ δύναται εἶναι, ὅτι οὐδὲν ἐπίρρημα σχηματίζεται. κεδαιόμενος: διακοπτόμενος, μεριζόμενος. ἀτλήτους μελεδῶνας: ἀνυποστάτους μερίμνας ἔχω, ἀνυπομονήτους καὶ μεγάλας. στυγέων δὲ ἀντὶ τοῦ δεδοικώς· καὶ Ὅμηρος «τά τε στυγέουσι θεοί περ» καὶ αὖθις «τόν τε στυγέουσι καὶ ἄλλοι». αἰεὶ δὲ στονόεσσαν: ἀεὶ πρὸς τῇ ἡμέρᾳ καὶ διὰ νυκτὸς τὰς τύχας ὀδύρομαι. Ὅμηρος· «νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις.»
σὺ δʼ εὐμαρέως: εὐχερῶς. ἔνθεν καὶ εὐμαρίς, εἶδος ὑποδήματος, ᾧ εὐχερῶς ἐχρῶντο. εἷο: ἀντὶ τοῦ εἰπεῖν ἐμεῖο, τρίτον πρόσωπον ἀντὶ πρώτου. βούλεται δὲ λέγειν, ὅτι ἐμαυτοῦ οὐδὲ τὴν τυχοῦσαν ποιοῦμαι φροντίδα. ἰδίως δὲ ἠβαιὸν τὸ διὰ σμικρότητα βάσιν μὴ ἔχον, ἄβαιόν τι ὄν. ἀτύζομαι: φοβοῦμαι. οἱ δʼ ὁμάδησαν: ὁμοῦ ἀνεφώνησαν, θαρσύνοντες αὐτόν. ὅμαδος δὲ παρὰ τὸ ὁμοῦ ᾄδειν, ὁμόαδός τις ὤν. ὁμάδησαν: ὡμοφώνησαν. ἐπιρρήδην: φανερώτερον, παρρησιαστικώτερον, οἱονεὶ ἀναφανδόν. ἐπιρρήδην: διαρρήδην. βερέθρων: χασμάτων. ἔτι τάρβος ἀνάψομαι: ἔτι φόβον περιθήσομαι. αἶψα δὲ τοίγε Ῥήβαν ὠκυρόην: ταχέως δὲ κατέλαβον τόν τε Ῥήβαν καὶ τὸν πρὸ τοῦ Ῥήβα σκόπελον κολωνοειδῆ ὄντα. Κολώνη δὲ ἄκρα οὕτω καλουμένη περὶ τὸν Λύκον ποταμόν· μέμνηται αὐτῆς Νύμφις ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ Ἡρακλείας. προχοὰς Φυλληίδας: Φύλλις ποταμὸς Βιθυνίας. Διψακὸς δὲ υἱὸς τοῦ Φύλλιδος καὶ νύμφης τινὸς ἐγχωρίου· ὃς φρίξον τὸν Ἀθάμαντος ἐξένισεν, ἐπὶ τοῦ κριοῦ ὅτε ἐξέφυγε τὸν θάνατον, μέλλων σφαγιάζεσθαι. φασὶ δὲ ἐκεῖνον σφαγιασθῆναι τῷ Λαφυστίῳ Διί, καὶ μέχρι τοῦ νῦν μὴ ἐξεῖναι ἕνα τῶν Φρίξου ἀπογόνων εἰσιέναι εἰς τὸ πρυτανεῖον, εἰσελθόντα δέ τινα ἀκουσίως θύεσθαι τῷ προειρημένῳ Διί. υἷʼ Ἀθάμαντος: τὸν φρίξον ὑποδέδεκται ὁ Διψακὸς εἰς Κόλχους πορευόμενον. καὶ εὐρείας ποταμοῖο ᾐόνας: Διονύσιος ὁ Ὀλβιανὸς ἱστορεῖ τὰς εὐρείας ᾐόνας λέγεσθαι Ἀχιλλέως δρόμους. ὁμῶς δʼ ἐπὶ ἤματι νύκτα: ἡμέραν δὲ καὶ νύκτα ὁμῶς ἐν νηνεμίᾳ διῆγον κωπηλατοῦντες. πλαδόωσαν: ἔνυγρον ἔτι οὖσαν. χηλὰς σκηρίπτοντε: τοὺς ὄνυχας ἐπερείδοντες, ἐμπείροντες· … ὅθεν καὶ τὸ σκηπάνιον. ὑπʼ ἐξ ἁλὸς εἷλκον ἐρετμά: ἐκ τῆς θαλάσσης ἀνέφερον καὶ ἀνῆγον τὰς κώπας. ἀμφιλύκην μιν: σκοτεινήν. λύγη γὰρ ἡ σκοτία, καὶ λυγόφως ἐξ αὐτοῦ καὶ λυκόφως. τῆμος ἐρημαίης νήσου: περὶ τῆς Θυνιάδος νήσου προείρηται· ἧς μέμνηται Νύμφις ὁ Ἡρακλεώτης. φησὶ δὲ αὐτὴν ἑπτὰ σταδίους ἔχειν τὴν περίμετρον. Καλλισθένης δὲ ἐν τῷ Περίπλῳ ὑπὸ μὲν Ἑλλήνων φησὶ προσαγορεύεσθαι τήν τε χώραν καὶ τὴν νῆσον Θυνιάδα, ὑπὸ δὲ τῶν βαρβάρων Θυνίαν. Ὑπερβορέων ἀνθρώπων: Ὑπερβορέους μὴ εἶναι τελέως φησὶν Ἡρόδοτος, ἐπεί, εἰ εἰσὶν ὑπερβόρειοί τινες, πάντως καὶ ὑπερνότιοι. Ποσειδώνιος δὲ εἶναί φησι τοὺς Ὑπερβορέους, κατοικεῖν δὲ περὶ τὰς Ἄλπεις τῆς Ἰταλίας. Μνασέας δέ φησι νῦν τοὺς Ὑπερβορέους Δελφοὺς λέγεσθαι. Ἑκαταῖος δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸ τῶν Ὑπερβορέων ἔθνος· ἔστι δὲ αὐτῷ βιβλία ἐπιγραφόμενα Περὶ Ὑπερβορέων. τιμᾶται δὲ παρὰ τοῖς Ὑπερβορέοις ὁ Ἀπόλλων, διὸ καὶ ἐκεῖσε χωρῶν ὤφθη. τρία δὲ ἔθνη τῶν Ὑπερβορέων· Ἑπιζεφύριοι καὶ Ἐπικνημίδιοι καὶ Ὀζόλαι. ὀψὲ δὲ τοῖον Ὀρφεύς: τὸν Ὀρφέα φασὶ καὶ μάντιν εἶναι. ἐν δὲ τῇ Θυνίδι νήσῳ ἱερόν ἐστιν Ἀπόλλωνος. Ἡρόδωρος οὖν φησιν Ἑῷον Ἀπόλλωνα προσαγορεύεσθαι καὶ βωμὸν αὐτοῦ εἶναι ἐν τῇ νήσῳ, οὐ καθὸ ὄρθρου ἐφάνη αὐτοῖς, ἀλλὰ καθὸ οἱ Ἀργοναῦται ὄρθρου εἰς αὐτὴν κατέπλευσαν. εἰ δʼ ἄγε δὴ νῆσον μέν: τὴν νῆσον, φησί, οὕτω καλέσωμεν, Ἑῴου Ἀπόλλωνος. χερμάσιν: λίθοις μικροῖς. ἐδίνεον: ἀνεστρέφοντο. ἐξερέοντες: ἐξερευνῶντες. κεμάδων: ἡλικία ἐλάφων. εὐαγέως: ἁγνῶς. ἀνὰ διπλόα μηρία: τῶν ἱερείων. διπλόα δέ, ἢ ὅτι δύο εἰσίν, ἢ ὅτι διπλοῦς αὐτοῖς ὑπετίθετο καὶ ἐπετίθετο ἐπίπλους. Ἰηπαιήων ὁ Ἀπόλλων λέγεται ἤτοι διὰ τὸ πέμπειν τὰ βέλη ἢ ὅτι ἰάσεως ὁ θεὸς αἴτιος. πάις Οἰάγροιο: ὁ Ὀρφεύς. Βιστονίῃ: Θρᾳκικῇ. Βίστονες γὰρ ἔθνος Θρᾳκῶν· ὠνομάσθη δὲ ἀπὸ Βιστόνος τοῦ Κίκονος, ὡς Φιλοστέφανος. καὶ Βιστονὶς λίμνη Θρᾳκική. Δελφύνην: τὸ ὄνομα τοῦ δράκοντος οἱ μὲν ἀρρενικῶς, οἱ δὲ θηλυκῶς εἶπον, ὃ καὶ βέλτιον. ὅτι Δελφύνης ἐκαλεῖτο ὁ φυλάσσων τὸ ἐν Δελφοῖς χρηστήριον, Λεάνδριος καὶ Καλλίμαχος εἶπον· δράκαιναν δὲ αὐτήν φησιν εἶναι, θηλυκῶς καλουμένην Δέλφυναν, αὐτὸς ὁ Καλλίμαχος. ἐὼν ἔτι γυμνός: ἔτι ἄνηβος ὤν. ἀδήλητοι: ἀβλαβεῖς. τὼς γὰρ θέμις: οὕτως γὰρ πρέπον ἐστίν. οἰόθι δʼ αὐτή: μόνη ἐφάπτεται τῶν τριχῶν σου ἡ Λητώ. Κοιογένεια δὲ ἡ ἀπὸ Κοίου τὸ γένος ἔχουσα· Κοίου γὰρ θυγάτηρ ἡ Λητώ. πολλὰ δὲ Κωρύκιαι νύμφαι: ἄντρον ἐν Παρνασσῷ Κωρύκιον. ὠνομάσθη δὲ Παρνασσὸς ἀπὸ Παρνησοῦ ἐγχωρίου ἥρωος, ὡς Ἑλλάνικος. Ἄνδρων δέ, ἐπεὶ προσωρμίσθη ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τὸ πρότερον Λαρνασσὸς ἐκαλεῖτο, ὕστερον δὲ κατὰ φθορὰν τοῦ στοιχείου Παρνασσός. Πλεῖστος δὲ ποταμός. τινὲς δὲ ἀναγινώσκουσι Πλειστοῖο προπερισπωμένως, ἐπεὶ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειστὸς ὡς καλός. ἔστι δὲ ποταμὸς ἐν Δελφοῖς. τὴν δὲ ἀναιρεθεῖσαν δράκαιναν Δέλφυναν καλεῖσθαι θηλυκῶς φησι Λεάνδριος. Κωρύκιον ἄντρον ἐν Παρνησσῷ. κέκληται δὲ ἀπὸ νύμφης Κωρυκίας, ἧς καὶ Ἀπόλλωνος παῖς Λυκωρεύς, ἀφʼ οὗ Λυκωρεῖς οἱ Δελφοί. Πλεῖστος δὲ ποταμὸς Δελφίδος. θαρσύνεσκον ἔπεσσιν: ὅτε, φησίν, ἐτόξευσε τὸν δράκοντα, ἐπεφώνουν αἱ νύμφαι τῷ βάλλειν αὐτόν «ἵη ἵη βέλος»· ἐξ οὗ τὸ ἐφύμνιον ἐγένετο ἰηπαιήων. χορείῃ μέλψαν ἀοιδῇ: τῇ μετὰ χοροῦ λεγομένῃ ᾠδῇ. λοιβαῖς εὐαγέεσσιν: ὤμοσαν, φησίν, ὁμονοήσειν ἀλλήλοις· ὅθεν καὶ Ὁμονοίας θεᾶς ἵδρυται ἱερόν. κυδίστην: ἀντὶ τοῦ κρατίστην θεῶν Ὁμόνοιαν τιμῶντες· πορσαίνοντες γὰρ ἀντὶ τοῦ τιμῶντες. γράφεται καὶ κικλήσκοντες. ποταμοῦ στόμα Σαγγαρίοιο: Σαγγάριος ποταμὸς Φρυγίας. ὁ δὲ Μυρλεανὸς Σάγγαρον αὐτὸν λέγεσθαί φησιν. Ἑρμογένης δὲ ἐν τῷ Περὶ Φρυγίας φησὶν Σάγγαν τινὰ ἀσεβήσαντα περὶ τὴν Ῥέαν μεταβαλεῖν εἰς τοῦτο τὸ ὕδωρ, καὶ ἀπʼ αὐτοῦ τὸν ποταμὸν Σαγγάριον ὀνομασθῆναι. πλησίον δὲ αὐτοῦ Ὀρείας Μητρὸς ἱερόν ἐστιν, ὥς φησι Ξάνθος. καὶ Μαριανδυνῶν ἀνδρῶν: οἱ Μαριανδυνοὶ ὅμοροι τοῖς Παφλαγόσι, προσηγορεύθησαν δὲ ἀπὸ Μαριανδυνοῦ τοῦ Κιμμερίου παιδός. Λύκοιο ῥέεθρα: Λύκος ποταμὸς ὁμώνυμος τῷ βασιλεῖ, ῥεῖ δὲ διὰ τῆς τῶν Μαριανδυνῶν χώρας. Ἀνθεμοεισίδα δὲ ἀπὸ Ἀνθεμοεισίας τῆς Λύκου μὲν θυγατρός, γυναικὸς δὲ Δασκύλου τοῦ Ταντάλου υἱοῦ. ἠῶθεν δʼ ἀνέμοιο διὰ κνέφας: νυκτὸς δέ, φησί, τοῦ ἀνέμου λήξαντος, περὶ τὸν ὄρθρον εἰς τὸν περὶ τὴν Ἀχερουσίαν ἄκραν ὅρμον κατήχθησαν. ἣ μέν τε κρημνοῖσιν: ὅτι ἡ περὶ Ἡράκλειαν Ἀχερουσιὰς καλουμένη πανταχόθεν ἐκ θαλάσσης ἐστὶν ὑψηλή τε καὶ ἀπόκρημνος καὶ νένευκεν εἰς δυσμὰς εἰς τὸ πρὸ τῆς Βιθυνίας πέλαγος, καὶ ὅτι προσπῖπτον αὐτῇ τὸ κῦμα σφοδροὺς ἀποτελεῖ ἤχους, καὶ περὶ τῶν ἐπʼ ἄκρας αὐτῆς πεφυκυιῶν πλατάνων καὶ τοῦ ἐπʼ αὐτῇ πεδίου, καὶ ὅτι δοκεῖ κατάβασις εἰς Ἅιδου ὑπάρχειν, Νύμφις ἐν τῷ Περὶ Ἡρακλείας αʹ φησί· παρʼ οὗ Ἀπολλώνιος ἔοικε ταῦτα μεταφέρειν. δερκομένη: γράφεται κεκλιμένη. λισσάδες: ἀντὶ τοῦ ὑψηλαί, ἀνάντεις. λισσάδες ἐρρίζωνται: ἐν βάθει τεθεμελίωνται. ἀμφιλαφεῖς: ἀνθηραί, μεγάλαι καὶ περίοπτοι. ἐκ δʼ αὐτῆς εἴσω: κατὰ τὸ πρὸς ἤπειρον δὲ καὶ μεσημβρίαν μέρος τῆς Ἀχερουσίας ἄκρας τὸ Ἀχερόντιον σπήλαιόν ἐστι καὶ τὸ χάσμα τὸ κατὰ γῆς. τὸ δὲ ὕπαιθα τὸ ἔμπροσθεν καὶ ἐκ πλαγίου σημαίνει. ἐπηρεφές: ἀντὶ τοῦ σύσκιον. φησὶ δέ, ὅτι πνεῦμα καὶ ψυχρά τις αὔρα ἀναφέρεται ἐκ τοῦ στομίου καὶ διὰ τοῦτο κύκλῳ περιπεπάχνωται. πηγυλίς: παγετώδης, ψυχρά. ἰαίνεται: διαλύεται, τήκεται. σιγὴ δʼ οὔποτε: φησίν, ὅτι καὶ διὰ τῶν δένδρων καὶ διὰ τῶν κυμάτων ἦχον καὶ ψόφον ἀποτελεῖ καὶ οὐδέποτε ἡσυχίαν ἔχει. βλοσυρὰν δὲ ἐνταῦθα τὴν λαμπρὰν ἴσως σημαίνει. τινασσομένων: κινουμένων. ἔνθα δὲ καὶ προχοαί: φησίν, ὅτι καὶ ὁ Ἀχέρων Σοωναύτης λέγεται καὶ ὅτι ἐκ τῆς Ἀχερουσίας ἄκρας φέρεται διά τινος φάραγγος εἰς τὴν πρὸς ἀνατολὰς θάλασσαν. ἀνερεύγεται: καταρρεῖ. Σοωναύτην: οἱ τὴν Ἡράκλειαν κατοικήσαντες Μεγαρεῖς, ὅτε εἰς τὴν ἀποικίαν ἔπλεον, χειμασθέντες εἰς τὸν Ἀχέροντα ποταμὸν κατέφυγον· ὅθεν καὶ διασωθέντες οἱ. ναῦται Σοωναύτην ἐκάλεσαν αὐτόν. οὗτοι δὲ οἱ Ἡρακλεῶται Μεγαρέων εἰσὶν ἄποικοι καὶ Βοιωτῶν, καὶ Μαριανδυνῶν κατοικοῦσι χώραν. Σοωναύτης ποταμὸς περὶ Ἡράκλειαν, οὕτως ὠνομασμένος, ἐπειδὴ πάντας τοὺς ναυτιλλομένους διασώζει ἀπαθεῖς ἔχων καὶ ἠρεμαίους λιμένας. χρίμψαντας: ἐμπεσόντας. τῇ ῥʼ οἵγʼ αὐτίκα νηί: διὰ τῆς ἄκρας τῆς Ἀχερουσίας εἰς αὐτὸν καθορμισθέντες. εἰσωποί: ἐναντίοι, ἐσώτεροι γενόμενοι. νέον: νεωστί. οὐδʼ ἄρα δηθὰ Λύκον: Λύκον φησὶ τότε Μαριανδυνῶν βασιλεύειν, ὃς διὰ τὸ πρὸς τοὺς Βέβρυκας καὶ Ἄμυκον ἔχθος φιλοξένως τοὺς Ἀργοναύτας ὑπεδέξατο. φασὶ δὲ αὐτὸν υἱὸν εἶναι Δασκύλου τοῦ Ταντάλου καὶ Ἀνθεμοεισίας τῆς Λύκου τοῦ ποταμοῦ, ὡς μαρτυρεῖ καὶ Νύμφις ἐν τῷ αʹ τῆς Ἡρακλείας καὶ Ἡρόδωρος, παριστορῶν … ὑπεδέξατο δὲ τοὺς ἥρωας, ὥς τινες, διὰ τὴν πρὸς τὸν Πέλοπα τὸν θεῖον αὐτοῦ τιμήν. αὐθένται Ἀμύκοιο: συλληπτικῶς εἶπεν φονέας Ἀμύκου τοὺς ἥρωας, καίτοι Πολυδεύκους μόνου τοῦτο δεδρακότος. αὐθέντης δὲ λέγεται ὁ διʼ ἑαυτοῦ ἐπί τινος φόνον ἱέμενος, οἷον αὐτοέντης τις ὤν. αὐθένται: οἱ φονευταί. κατὰ κλέος, ὃ πρὶν ἄκουον: κατὰ τὴν διαδεδομένην φήμην. ἀρθμόν: φιλίαν. ἀρθμόν: συμβίβασιν. ἀντιβίην Βέβρυξιν: ἐχθροὶ ἀεὶ ἐγένοντο οἱ Μαριανδυνοὶ τῶν Βεβρύκων. ἡττήθησαν δὲ πολλάκις ὑπʼ αὐτῶν, … καὶ ὁ ἀδελφὸς αὐτοῦ Πριόλας συλληφθεὶς ὑπὸ τοῦ Ἀμύκου ἀνῃρέθη. ὕστερον δὲ προσλαβόμενος Ἡρακλέα σύμμαχον πρὸς Ἀμαζόνας στρατευόμενον ἐξ εὐχεροῦς περιεγένετο τῶν Βεβρύκων. τινὲς δὲ τὸν Πριόλαον υἱὸν αὐτοῦ καὶ οὐκ ἀδελφὸν ἱστοροῦσιν. σφωιτέρων: ἀντὶ τοῦ σφετέρων. ὅσσα τε Κύζικον: Κύζικον τὴν πόλιν τῶν Δολιόνων φησίν, οὐ τὸν βασιλέα. Γλαύκοιό τε βάξιν: ὁ Γλαῦκος παρὰ τοῖς Ἴβηρσι τιμᾶται Γέρων καλούμενος. ἔστι δὲ ἄκρα Γλαύκου ἐκεῖ καλουμένη. ἀβόλησαν: ἐνέτυχον. ὁ δʼ: ὁ Λύκος. πείρετʼ: πειρᾶτε. ὅτε δεῦρο διʼ Ἀσίδος ἠπείροιο: τῆς Λυδίας λέγει. Ἀσία γὰρ τὸ πρότερον ἐκαλεῖτο ἡ Λυδία. καὶ Ὅμηρος· «Ἀσίῳ ἐν λειμῶνι». καὶ ἡ κιθάρα Ἀσία λέγεται, ἐπεὶ ἐν Λυδίᾳ πρῶτον εὑρέθη. τὸ δὲ πεζὸς ἔβη· ἀκολούθως τῷ μύθῳ πεζὸν τὸν Ἡρακλέα φησὶν ἐπὶ τὸν ζωστῆρα τῆς Ἱππολύτης ἀπελθεῖν, δηλαδὴ διὰ τὸ τὰς Συμπληγάδας πέτρας ἔτι τότε συντρέχειν. ἆθλος δὲ ἦν οὗτος ἔνατος. πολλοὶ δὲ λόγοι περὶ τοῦ ζωστῆρός εἰσιν· τινὲς μὲν γὰρ Ἱππολύτης, ἄλλοι δὲ Δηιλύκης, Ἴβυκος δὲ ἰδίως ἱστορῶν Οἰολύκης τῆς Βριάρεω θυγατρός φησιν. ἔνθα δʼ ἐπὶ Πριόλαο: φησίν, ὅτι, ἡνίκα Ἡρακλῆς ἐπὶ τὸν Ἱππολύτης ἐπορεύετο ζωστῆρα, κατέλαβε Μαριανδυνοὺς ὑπὸ Βεβρύκων καταπονουμένους. ἐπιστρατεύσας δὲ μετὰ Μαριανδυνῶν ἐχειρώσατο τοὺς πολεμίους. πεσόντος δὲ ἐν τῇ μάχῃ Πριολάου τοῦ Μαριανδυνῶν ἡγουμένου ἀγὼν ἐπιτάφιος ἐτέθη ἐπʼ αὐτῷ, ἐν ᾧ Ἡρακλῆς ἐνίκησεν Τιτίαν ἕνα τῶν Μαριανδυνοῦ. Πριόλας δὲ ἀδελφὸς Λύκου, ἀφʼ οὗ καὶ ἡ πόλις, υἱὸς δὲ ἦν Τιτίου. τὸν δὲ Τιτίαν οἱ μέν φασι Διὸς παῖδα, ἕνα τῶν Ἰδαίων Δακτύλων, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ. ὁ δὲ Μαριανδυνὸς Φινέως ἢ Φρίξου ἢ Κιμμερίου λέγεται παῖς εἶναι. ἀπὸ δὲ Τιτίου φασὶ Τίτιον τὴν πόλιν κληθῆναι. ἔνθα δʼ ἐπὶ Πριόλαο: ἰδίως τὸν θρηνούμενον Πριόλαόν φησι, τῶν ἄλλων Βώριμον λεγόντων τὸν Τιτίου υἱόν, ὡς Νύμφις καὶ Καλλίστρατος. ἐλέγοισιν: θρήνοις· τὰ γὰρ ἐλεγεῖα ἐπὶ ἐπιτυμβίοις ἐχρῶντο οἱ παλαιοί. ἀθλεύων: Ἡρακλῆς. αὐτὰρ ὁμοῦ Μυσοῖσιν: τὸ ἑξῆς· ὁ Ἡρακλῆς τῷ ἐμῷ πατρὶ Δασκύλῳ ὑπέταξεν ὁμοῦ Μυσοὺς καὶ Φρύγας. τινὲς γράφουσι Μυγδόνας, ἵνα ᾖ· ὁμοῦ Μυσοὺς καὶ Μυγδόνας ὑπέταξε τῷ πατρί μου. ὅτι δὲ Φρύγας ἐχειρώσατο τοῖς Μαριανδυνοῖς, καὶ Νύμφις ἱστορεῖ. διὸ καὶ οὕτω γράφεται. εἰ δὲ γράφοιτο Μυγδόνας, ἤτοι τοὺς Βέβρυκας ἀπὸ Μυγδόνος βασιλέως αὐτῶν οὕτω κέκληκεν, ἢ ῥητέον, ὅτι Μοίριδι κατηκολούθησεν· οὗτος γὰρ Μυγδόνας ἔφησε καταπολεμῆσαι τὸν Ἡρακλέα. ὑπὸ πατρί: γράφεται ὑπὸ δουρί. ἔστʼ ἐπὶ Ῥηβαίου προχοάς: τὴν μὲν Παφλαγονίαν μέχρι τοῦ Βιλλαίου ποταμοῦ κατεστρέψατο πᾶσαν· οὗτος δὲ ὁ ποταμὸς διὰ τῆς ἐπικειμένης Φρυγίας ῥέων ἐξίησι παρὰ τὴν τῶν Τιανῶν πόλιν· ἐκ δὲ τούτου πρὸς δυσμὰς ἕως τοῦ Ῥήβα καὶ τοῦ ἐπικειμένου σκοπέλου κατὰ τὴν ἐκβολὴν τούτου … ὅτι δὲ τοὺς Παφλαγόνας ὑπέταξεν Ἡρακλῆς τοῖς περὶ Λύκον, ἱστορεῖ Δεινίας ἐν αʹ Ἀργολικῶν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν ιʹ Βιθυνιακῶν. Βιλλαῖος προπερισπωμένως. οὕτω φησὶν Ἡρωδιανὸς ἐν τῷ εʹ τῆς Καθόλου. ἔστι δὲ ποταμὸς Παφλαγονίας, οἱ δὲ Φρυγίας. δὴν ἀποτεμνόμενοι: ἐπὶ πολὺ ἀφαιρούμενοι. ὄφρʼ ἐβάλοντο: φησίν, ὅτι οἱ Βέβρυκες πολὺ ἀπετάμοντο τῆς Μαριανδυνῶν χώρας καὶ μέχρι τοῦ Ὑπίου ποταμοῦ προηγάγοντο τοὺς ὅρους. ᾤκισται δὲ παρὰ τῷ ποταμῷ ἐν τῇ Θυνίᾳ καὶ πόλις Ὑπία λεγομένη. ὁ δὲ Ὕπιος ὠνόμασται ἀπὸ τοῦ καταφέρεσθαι ἀπὸ τῶν Ὑπίων ὀρῶν. εἱαμενὰς δὲ λέγει τοὺς καθύγρους τόπους. ἐπελάσσαι ἄρηα: ἐπαγαγεῖν. οὐ χωρὶς θεῶν, φησί, προνοίας, ὦ Πολύδευκες, ἐκείνῃ τῇ ἡμέρᾳ ἀπέκτεινας τὸν Ἄμυκον. ἄρκιος: ἱκανός. τίσω: ἀποδώσω. προφρονέως: ἑτοίμως. ἠπεδανοῖσιν: ἀσθενέσι. ὀφέλλειν: εὐεργετεῖν. διὲξ ἁλός: γράφεται διαμπερές. ἀντιάοιτε: περιτύχοιτε. νόσφι δὲ Τυνδαρίδαις: χωρὶς δὲ τούτου τοῖς Τυνδαρίδαις, τουτέστι τοῖς Διοσκούροις, ἱερὸν ἱδρύσομεν ἐπὶ τῆς Ἀχερουσίας ἄκρας. πίονας εὐαρότοιο: ἀντὶ τοῦ· τέμενος πρὸ τῆς πόλεως ἀπομερίσω αὐτοῖς. ὣς τότε μέν: οὕτως τότε διʼ ὅλης ἡμέρας περὶ τὴν εὐωχίαν ἐτέρποντο καὶ ἔπαιζον. ἐψιόωντο: ὡμίλουν. ἐψιόωντο: ἔλεγον. ἐγκονέοντες: ἐνεργοῦντες. ὅθεν καὶ γόνυ οἷον κόνυ τι ὄν, παρὰ τὸ ἐνεργεῖν διʼ αὐτοῦ. ἐγκονέοντες: ἀγωνιζόμενοι. ἔνθα δʼ Ἀβαντιάδην: περὶ τοῦ Ἴδμονος ἐν Μαριανδυνοῖς γενομένου θανάτου καὶ Ἡρόδωρος ἱστορεῖ· καὶ Προμαθίδας εἶπε καὶ Νύμφις ἐν τοῖς Περὶ Ἡρακλείας, ὡς ὁ Ἴδμων ὑπὸ συὸς ἐπλήγη. ἐπεὶ χρεὼ ἦγε δαμῆναι: ἡ χρεία, ἡ εἱμαρμένη. δονακώδεος: ὑλώδους. ψυχόμενος: ψυχιζόμενος, τῷ ψυχρῷ βρεχόμενος. ἑλειονόμοι: αἱ ἐν τοῖς ἕλεσι διατρίβουσαι. οἶος: μόνος. τῖφος: ὁ ἑλώδης τόπος. ἀνὰ θρωσμούς: ἀντὶ τοῦ κατὰ τὰς ἀναβολὰς καὶ ἀναβάσεις καὶ ἀνόδους. θρωσμούς: πηδήματα. νίσσετʼ: ἤρχετο. ἀφράστοιο: ἀπροσδοκήτου. ἀίγδην: ὁρμητικῶς. ὀρέξατο: ἔτεινεν. αἰγανέην: ἢ παρὰ τὸ ἄγαν ἵεσθαι, ἢ διὰ τὴν ἀγκύλην τὴν ἐξ αἰγείου δέρματος γεγενημένην, ἢ διὰ τὰς αἶγας, παρὰ τὸ ἐπʼ αὐτὰς νεῖσθαι. ἐν δὲ τῷ καπρίου νοεῖται ἡ κατά. θοῷ: τῷ ὀξεῖ. ψυχορραγέοντα: ἀποψυχοῦντα. κηδείῃ: τῷ πένθει τῷ περὶ τοῦ νεκροῦ. μεγαλωστί: μεγαλοπρεπῶς. νηίου ἐκ κοτίνοιο: κότινός ἐστιν ὁ ἀγριέλαιος, ἀλλὰ καὶ ἡ ἄκαρπος ἐλαία, φάλαγξ δὲ τὸ ἐπίμηκες καὶ στρογγύλον ξύλον. πολλὰς δὲ τοιαύτας εἶχον φάλαγγας οἱ ἀριστεῖς πρὸς τὰς νεωλκίας, ἀφʼ ὧν ἐπὶ τῷ τοῦ Ἴδμονος τάφῳ κατὰ παραίνεσιν τοῦ Ὀρφέως μίαν λαβόντες προσέπηξαν, ἥτις βλαστήσασα ἔτι καὶ νῦν δείκνυται. περὶ ταύτην δὲ τὴν Ἡράκλειαν ἔκτισαν. χρειὼ ἀπηλεγέως: εἰ δέ με, φησί, καὶ τοῦτο δεῖ ἁπλῶς καὶ κατὰ ἀλήθειαν ἐξειπεῖν· οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἐχρησμῴδησεν ὁ θεὸς ἐξιλάσκεσθαι Μεγαρεῦσι καὶ Βοιωτοῖς, ὅτε τὴν Ἡράκλειαν ἔμελλον κτίζειν. τοῦτο δὲ ἔφη ὁ Ἀπολλώνιος ὡς μὴ εἰδότων τῶν Ἡρακλεωτῶν, τίς εἴη ὁ τεθαμμένος παρʼ αὐτοῖς καὶ χρησμῳδηθεὶς εἶναι πολιοῦχος ὑπὸ τοῦ θεοῦ. λέγει δὲ καὶ Προμαθίδας, ὅτι, διὰ τὸ ἀγνοεῖν ὅστις εἴη, Ἀγαμήστορα ἐπιχώριον ἥρωα καλοῦσιν οἱ Ἡρακλεῶται. ὅτι δὲ Βοιωτοὶ καὶ Μεγαρεῖς ἔκτισαν τὴν ἐν Πόντῳ Ἡράκλειαν, καὶ Ἔφορος ἐν εʹ καὶ ἄλλοι ἱστοροῦσιν. γηρύσασθαι: εἰπεῖν. ἐπιρρήδην: ὅτι ἐπικαλεῖν αὐτὸν πολιοῦχον ὁ θεὸς προσέταξεν. τὸ δὲ ἐπιρρήδην τὸ διαρρήδην καὶ φανερῶς σημαίνει. ἀμφὶ δὲ τήνδε φάλαγγα: περὶ γὰρ τὸν ἀγριέλαιον τὸν ἐπιπεφυκότα τῷ Ἴδμονος τάφῳ ἐθέσπισεν ὁ θεὸς τοῖς Μεγαρεῦσι καὶ Βοιωτοῖς τὴν πόλιν κτίσαι, λέγει δὲ τὴν Ἡράκλειαν· ἐν γὰρ τῇ ἀγορᾷ τῶν Ἡρακλεωτῶν ὑπάρχει ὁ τάφος, ὥς φησιν Ἡρόδωρος, ἐφʼ οὗ ἐστιν ἀγριέλαιος. οἱ δʼ ἀντὶ θεουδέος: ὅτι τὸν τάφον τοῦ Ἀγαμήστορος λέγουσί τινος ἥρωος ἐπιχωρίου. Ἁγνιάδην Τῖφυν: ὅτι ἐν τῇ Ἡρακλείᾳ τέθνηκεν καὶ ὁ Τῖφυς, εἶπε Νύμφις. Ἡρόδωρος δέ φησιν, ὅτι οὐκ ἀπιόντων εἰς Κόλχους τέθνηκεν ὁ Τῖφυς, ἀλλʼ ὑποστρεφόντων. εἰσότʼ Ἀβαντιάδαο: ἐν ὅσῳ ἔθαψαν τὸν Ἴδμονα, ἐν τοσούτῳ καὶ ὁ Τῖφυς νοσήσας ἐτελεύτησεν. κῆδος: λύπην. παρασχεδόν: ἀντὶ τοῦ ἐν τῷ μεταξύ. κατήμυσαν δʼ ἀχέεσσι: ἐστύγνασαν, ταῖς λύπαις κατεκλίθησαν, ὅτι ἀπηλπίκεισαν τὴν σωτηρίαν παντάπασιν. Ἴμβρασος ποταμὸς Σάμου ὁ πρότερον Παρθένιος λεγόμενος, ὡς καὶ Καλλίμαχος· «ἀντὶ γὰρ ἐκλήθης, Ἴμβρασε, Παρθενίου.»
Ἀστυπάλαια: ὅτι Ποσειδῶνος καὶ Ἀστυπαλαίας τῆς Φοίνικος ὁ Σάμιος Ἀγκαῖος ἦν παῖς, ὃς ἐκυβέρνα τὴν ναῦν μετὰ τὴν Τίφυος τελευτήν, καὶ Σιμωνίδης ὁ γενεαλόγος ὁμοίως τῷ Ἀπολλωνίῳ γενεαλογεῖ. Ἀστυπάλαια: ὄνομα νύμφης. περιπρὸ γὰρ εὖ ἐκέκαστο: ἀντὶ τοῦ διαφερόντως. Παρθενία δὲ ἡ Σάμος ἐκαλεῖτο. ἐκέχρητο γὰρ πολλοῖς ὀνόμασι· καὶ γὰρ Μελάνθεμος καὶ Παρθενία καὶ Ἀνθεμοῦσσα ἐκαλεῖτο. τοι: μοι. οὔτις ἰάψει: οὐδεὶς διαφθερεῖ τὸν πλοῦν. ὀρέξατο: ὄρεξιν ἔλαβε καὶ οἷον πρόθυμος ἐγένετο. κατηφήσαντες: δυσανασχετοῦντες. τῷ καὶ ὁμοῦ φθιμένοις: διὸ καὶ σὺν τοῖς ἀπολλυμένοις καὶ αὐτὸς προορῶμαι τὴν ἀπώλειαν. ἐτράπεθʼ: μετέπεσε καὶ μετετράπη εἰς εὐελπιστίαν ὁ Ἀγκαῖος. Ἐργῖνος: Ἡρόδωρος Ἐργῖνόν φησι κυβερνῆσαι τὴν Ἀργὼ μετὰ τὸν θάνατον Τίφυος. Ἀχέροντα διεξεπέρησαν: διὰ τοῦ Ἀχέροντος ἐξήλασαν ποταμοῦ. ἔτυχον γὰρ μέχρι εʹ σταδίων ἀναπλεύσαντες διὰ τοῦ Ἀχέροντος καθορμισόμενοι, ὥς φησι καὶ Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις. Καλλιχόροιο: ποταμὸς Παφλαγονίας ἱερὸς Διονύσου περὶ Ἡράκλειαν, οὗ μέμνηται καὶ Καλλίμαχος. ἔξεισι δὲ διὰ στομάτων δισσῶν. οὕτω δὲ κέκληται ὁ ποταμὸς ἀπὸ τοῦ τὸν Διόνυσον αὐτόθι στῆσαι χορόν, ὅτε ἀπὸ Ἰνδῶν ὑπέστρεφε. τοῦτον δὲ πάλιν Ὀξύνοντα ἐκάλουν. ὅτι δὲ ἐπολέμησεν Ἰνδοὺς ὁ Διόνυσος, Διονύσιός φησι καὶ Ἀριστόδημος ἐν αʹ Θηβαϊκῶν ἐπιγραμμάτων καὶ Κλείταρχος ἐν ταῖς Περὶ Ἀλέξανδρον ἱστορίαις, προσιστορῶν, ὅτι καὶ Νύσα ὄρος ἐστὶν ἐν Ἰνδικῇ καὶ κισσῷ προσόμοιον φυτὸν φυτεύεται ἐκεῖ, ὃ προσαγορεύεται σκινδαψός. ὡσαύτως δὲ καὶ Χαμαιλέων ἱστόρησεν ἐν εʹ Περὶ Ἰλιάδος. ᾧ ἐν ἀμειδήτους: ἤτοι φρικτὰς διὰ τὰ μυστήρια τοῦ θεοῦ, ἢ ὅτι φοβεραί εἰσιν αἱ νύκτες. Εὐριπίδης· «νύκτωρ τὰ πολλά, σεμνότητʼ ἔχει σκότος.»
Σθενέλου τάφον: ἐν τῇ Παφλαγονίᾳ Σθενέλου τάφος ἐστὶ τοῦ Ἄκτορος, ὃς συστρατεύσας Ἡρακλεῖ ἐπʼ Ἀμαζόνας, τρωθεὶς ἀνεχώρησεν καὶ ἀπέθανε καθʼ ὁδὸν περὶ τὴν Παφλαγονίαν. τὴν δὲ περὶ Σθενέλου ἱστορίαν ἔλαβε παρὰ Προμαθίδα, τὰ δὲ περὶ τοῦ εἰδώλου αὐτὸς ἔπλασεν. ἐμέτρεον: ἀντὶ τοῦ παρέπλεον. στεφάνης: τοῦ ἄκρου. ἥγνισαν: ἀπεκάρπωσαν, ἔκαυσαν. ἐκ τοῦ δὲ Λύρη πέλει: οὗτος μέν φησιν ἐπὶ τῷ τοῦ Ἀπόλλωνος βωμῷ τὴν λύραν τεθεῖσθαι, διὸ καὶ τὴν χώραν προσηγορεῦσθαι· ὁ δὲ Προμαθίδας ἐπὶ στήλης αὐτὴν τεθεῖσθαι ὑπὸ Ὀρφέως. τινὲς δὲ οὕτως λεγομένην χώραν οὐ περὶ Παφλαγονίαν εἶναί φασιν, ἀλλὰ ... ἐντενές: συντόνως. ταρσὸν δὲ τὸ ὁμαλόν φησιν, δηλοῖ δὲ τὰς πτέρυγας. ῥιπήν: τὴν ὁρμήν. καὶ δὴ Παρθενίοιο ῥοάς: ποταμὸς Παφλαγονίας, ἐκβάλλει δὲ τὰ ῥεύματα περὶ πόλιν Σήσαμον. τὸ δὲ ὕδωρ αὐτοῦ ἐν στάσει παρέρχεται. Παρθένιον δέ φησιν αὐτὸν ὠνομάσθαι Καλλισθένης διὰ τὸ τὴν Ἄρτεμιν ἐν αὐτῷ λούεσθαι. ἔνιοι δὲ διὰ τὸ στάσιμον τοῦ ῥεύματος καὶ ἤρεμόν φασιν οὕτω προσαγορεύεσθαι. παρεμέτρεον: ἀντὶ τοῦ παρέπλεον. Λητωίς: ἡ Ἄρτεμις. Σήσαμος πόλις Παφλαγονίας. Ὅμηρος· «καὶ Σήσαμον ἀμφενέμοντο». τὸ δὲ Σήσαμον μετωνομάσθη Ἄμαστρις ἀπὸ Δαρείου ἀδελφοῦ θυγατρός. ἐκλήθη δὲ τὴν ἀρχὴν ἀπὸ τοῦ σήσαμον λαβεῖν … παρὰ Καρῶν ἀντὶ τῆς χώρας, βουλομένων κτίσαι τὴν πόλιν. Ἐρυθῖνοι δὲ οὕτω λεγόμενοι λόγοι περὶ Παφλαγονίαν. οὕτω δὲ λέγονται διὰ τὴν ἐρυθρότητα τοῦ χρώματος· εἰσὶ γὰρ τοιοῦτοι. καὶ Ὅμηρος αὐτῶν μέμνηται· «καὶ ὑψηλοὺς Ἐρυθίνους». … ὑλήεντα δὲ εἶπεν διὰ τὸ τὸν πύξον ἐκεῖ πολὺν γίνεσθαι. Κρωβίαλος πόλις περὶ Παφλαγονίαν, ἧς μέμνηται Στράβων ἐν Γεωγραφουμένοις· παρʼ Ὁμήρῳ δὲ μεταγράφει ἀντὶ τοῦ «Κρώμναν τʼ Αἰγιαλόν τε» «Κρώμναν Κρωβίαλόν τε». Κρώμναν: πόλις Παφλαγονίας. Κύτωρον: πόλις Παφλαγονίας. Κάραμβιν: ἄκρα περὶ τὸν Πόντον. Αἰγιαλόν: ἔστι γὰρ Αἰγιαλὸς σταδίων ϡ κάμψαντι τὴν Κάραμβιν μέχρι Σινώπης. αὐτίκα δʼ Ἀσσυρίης: Ἀσσυρίαν εἶπε τὴν Καππαδοκίαν. ἐκαλεῖτο δὲ πάλαι Συρία· διὸ τὸν Ἅλυν ποταμὸν μεταξὺ Σύρων καὶ Παφλαγόνων ῥέοντα Ἡρόδοτός φησιν εἰς τὸν Εὔξεινον ἐκδιδόναι πόντον. τινὲς δὲ τῶν ἀρχαίων Λευκοσυρίαν αὐτὴν ἐκάλουν. τὴν δὲ τῶν Ἀσσυρίων χώραν Λευκοσύρων φησὶ καλεῖσθαι Ἄνδρων ἐν τῷ Περὶ Πόντου κατὰ ἀντέμφασιν τῶν ἐν τῇ Φοινίκῃ Σύρων. ὅτι δέ τινες τοὺς Ἀσσυρίους Λευκοσύρους λέγουσι, φησὶ καὶ Ἀρτεμίδωρος. ἔνθα Σινώπην: πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης, ἣν ἁρπάσας Ἀπόλλων ἀπὸ Ὑρίας ἐκόμισεν εἰς Πόντον, καὶ μιγεὶς αὐτῇ ἔσχε Σύρον, ἀφʼ οὗ οἱ Σύροι. ἐν δὲ τοῖς Ὀρφικοῖς Ἄρεως καὶ Αἰγίνης γενεαλογεῖται· κατὰ δέ τινας Ἄρεως καὶ Παρνάσσης, κατʼ Εὔμηλον καὶ Ἀριστοτέλην Ἀσωποῦ. καὶ οὗτος μέν φησιν, ὅτι Ἅλυν τε τὸν ποταμὸν ἐπλάνησε καὶ Ἀπόλλωνα καὶ Δία, αἰτησαμένη παρʼ αὐτῶν πρότερον, ἵνʼ ἐπιτύχοι οὗ ἂν θέλοι, ἔπειτα, εἰποῦσα παρθενίας ὀρέγεσθαι, ταύτης ἐπέτυχεν ὡς ἂν ὅρκῳ δεδεμένων αὐτῶν. Φιλοστέφανος δέ φησι τοὐναντίον Ἀπόλλωνι αὐτὴν μιγεῖσαν ἀποκυῆσαι τὸν προσαγορευθέντα Σύρον. ὁ δὲ Τήιος Ἄνδρων φησὶ μίαν τῶν Ἀμαζόνων φυγοῦσαν εἰς Πόντον γήμασθαι τῷ τῶν τόπων ἐκείνων βασιλεῖ, πίνουσάν τε πλεῖστον οἶνον ὀνομασθῆναι Σανάπην, ἐπειδὴ αἱ μέθυσοι σανάπαι λέγονται παρὰ Θρᾳξίν, ᾗ διαλέκτῳ χρῶνται καὶ Ἀμαζόνες· καὶ κληθῆναι τὴν πόλιν Σανάπην, ἔπειτα κατὰ φθορὰν Σινώπην. ἡ δὲ μέθυσος Ἀμαζὼν ἐκ ταύτης τῆς πόλεως παρεγένετο πρὸς Λυτίδαν, ὥς φησιν Ἑκαταῖος. Τρικκαίοιο: ἡνίκα ὁ Ἡρακλῆς ἐστράτευσεν ἐπὶ Ἀμαζόνας, σύμμαχοι ὄντες οἱ περὶ τὸν Αὐτόλυκον ἐπλανήθησαν καὶ περὶ τὴν νῦν καλουμένην Σινώπην ᾤκησαν. ἄλλοι δέ φασιν ἑκουσίως καταλειφθῆναι αὐτούς, ἵνα τοὺς περὶ Σινώπην καταπολεμήσωσι τόπους. Δηιλέων τε καί: οὗτοι καταλειφθέντες ὑπὸ Ἡρακλέους ἐπὶ τὸν τῆς Ἀμαζόνος ζωστῆρα κεχωρηκότος, φήμης διαδοθείσης ὡς ἀπόλωλεν Ἡρακλῆς, τῶν Σινωπέων λεγόντων, παραπλεόντων τῶν Ἀργοναυτῶν παρεκάλεσαν ἀναλαβεῖν αὐτοὺς τῇ νηί. τινὲς δέ φασιν, ὅτι ἐπλανήθησαν ἀπὸ Ἡρακλέους καὶ περὶ τὴν νῦν καλουμένην Σινώπην ᾤκησαν. ἀργέσταο: τοῦ ζεφύρου· ἢ οὕτως λεγομένου, ὃς ἄρχεται πνεῖν ἀπὸ θερινῶν δύσεων. τὸ δὲ παρεπιπνείειν τὸ ἐπʼ ὀλίγον πνεῖν σημαίνει. τὸ δὲ ἆσσον σημαίνει τὸ τῆς νεὼς ἐγγὺς ἤδη πνέειν. Ἅλυς καὶ Ἶρις ποταμοὶ τῆς Λευκοσυρικῆς. τῆς δὲ περὶ Θεμίσκυραν ἄκρας καὶ ἐπάνω μέμνηται, εἰπὼν περὶ τοῦ Θερμώδοντος· «Θεμισκύρειον ἐπʼ ἄκρην μύρεται». ἔχεται δὲ ἐν ταύτῃ, ὡς προεῖπον, ἡ καλουμένη Ἡράκλειος ἄκρα, ἧς μέμνηνται καὶ ἄλλοι τε καὶ Ἀρτεμίδωρος, ἐφʼ ἧς τὸ τοῦ Ἡρακλέους ἱερὸν ἵδρυται. ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν: πρόχυσιν ἔφη τῆς Ἀσσυρίας, τουτέστι τῆς Λευκοσυρίας, τὴν ἐκκειμένην χώραν αὐτῆς εἰς θάλασσαν, ὡς καὶ ἐν τοῖς ἐπάνω· «λεῖπον Ἅλυν ποταμόν, λεῖπον δʼ ἁλιμυρέα χώραν Ἀσσυρίης ἀνέχουσαν ἀπὸ χθονός.» τοῦτο δὲ εἶπεν ὡς ποταμοχώστου τῆς γῆς οὔσης διὰ τὸ μεγάλους εἰς αὐτὴν καταφέρεσθαι ποταμούς, Ἅλυν καὶ Ἶριν. καὶ οὕτως ἔχει ταῖς ἀληθείαις, καὶ πρὸς τὰς ἄρκτους ἡ χώρα ἔκκειται. διὸ ποταμόχωστον λέγει εἶναι Ἀπολλωνίδης· τοὺς γὰρ προειρημένους ποταμοὺς ἀμφοτέρους, μάλιστα τὸν Ἶριν, μακροῖς αὐτὴν προσχώμασιν εἰς μέσον ἐκτείνειν τὸ πέλαγος· διὸ δὴ σύμπασαν εἶναι ποταμόχωστον τὴν γῆν. καὶ ἄλλοτε κατʼ ἄλλους ἐκδιδόναι τόπους εἰς τὴν θάλασσαν τὸν Ἶριν· βίαιον γὰρ καὶ πολὺν αὐτὸν ἀπὸ τῆς Ἀρμενίας διὰ χειμερίου καὶ μακρᾶς φερόμενον παρασύρειν τὴν γῆν. τοῦ δὲ κύματος παλίσσυτον ἐλαύνοντος ἐπὶ τὴν γῆν τὴν ἰλύν, συμβαίνειν τὴν χώραν ἐπιπολὺ παραύξεσθαι καὶ τὴν θάλασσαν γίνεσθαι τεναγώδη. γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην: εἰκότως εἶπεν, ἐπειδὴ ἀπὸ Σινώπης μέχρι Τραπεζοῦντος τῆς Κολχικῆς ἐπὶ τρισχιλίων σταδίων λιμὴν ἄλλος οὐχ ὑπόκειται πλὴν τοῦ κατὰ τὸ Ἡράκλειον. τῆς δὲ Θεμισκυρείου ἄκρας καὶ ἄνω μέμνηται. Ἔφορος δὲ ἐν θʹ φησὶ τὰς Ἀμαζόνας ὑβριζομένας ὑπὸ τῶν ἀνδρῶν, ἐξελθόντων αὐτῶν ἐπί τινα πόλεμον τοὺς μὲν καταλειφθέντας ἀναιρεῖν, τοὺς δὲ ἀπὸ τῆς ξένης προσιόντας μὴ δέχεσθαι. Διονύσιος δὲ ἐν βʹ κατὰ Λιβύην αὐτὰς ᾠκηκέναι φησί, ῥώμῃ δὲ διενεγκούσας καὶ τρεψαμένας τοὺς ὁμόρους ἐλθεῖν καὶ ἐπὶ τὴν Εὐρώπην καὶ πολλὰς αὐτόθι πόλεις κτίσαι, ὑποτάξαι τε αὑταῖς τὸ Ἀτλαντικὸν ἔθνος, ὃ ἦν δυνατώτατον τῶν τῆς Λιβύης. Ζηνόθεμις δὲ αὐτάς φησιν ᾠκηκέναι ἐν Αἰθιοπίᾳ καὶ διερχομένας ἐπὶ τὸ ἀντιπέραν συγγίνεσθαι τοῖς αὐτόθι ἀνδράσιν, καὶ εἰ μὲν θῆλυ ἀποκυήσειαν, προσεθίζειν τῇ αὐτῇ ἀγωγῇ, εἰ δὲ ἄρρεν, τοῖς ἀνδράσι διδόναι. λιμενήοχον ἄκρην: ἐὰν μὲν τὴν συνεχομένην, προπαροξυτόνως· ἐὰν δὲ τὴν συνέχουσαν τὸν λιμένα, παροξυτόνως. τῆς οἵγʼ ἐν κόλπῳ: τῆς προειρημένης ἄκρας ἐν τῷ κόλπῳ ὥρμισαν. τῷ δʼ οὔτις ποταμῶν: ὅτι ὁ Θερμώδων ἐν τῇ Λευκοσυριακῇ ἐστιν, ἣν πρότερον Ἀμαζόνες ᾤκουν, οὐκ ἀγνοεῖται. φησὶ δὲ αὐτὸν ὁ μὲν Ἀπολλώνιος τεσσάρων δεούσας καταχεῖν ἑκατὸν ἀπορρύσεις εἰς ἄλλα καὶ ἄλλα μέρη ῥεούσας ἀπὸ μιᾶς πηγῆς· ἄλλοι δέ, ὅτι πόρους … δέχεται εἰς αὑτόν. ὁ αὐτὸς δὲ οὗτος Ἀράξης ἐκαλεῖτο τὸ πρότερον, ὁμωνύμως τῷ ἐκ τῆς Ἀρμενίας ῥέοντι. παρὲξ ἕθεν ἄνδιχα: περισσή ἐστιν ἡ παρά, ἔστι γάρ· ἐξ αὐτοῦ χωρὶς βάλλων τοσαῦτα ῥεύματα ἀπὸ μιᾶς πηγῆς ἄλλος οὐκ ἔστι ποταμός. πεμπάζοι: μετροῖ, ψηφίζοι. ἔνθεν δʼ αἰπυτέρην: ἐκ τῆς ἀνωτάτω φησὶ πηγῆς καταντίον φερόμενον τὸν Θερμώδοντα ὑψηλὴ ὑποδέχεται γῆ, ὅθεν πολλὰς ἔχει ἀπορρύσεις καὶ ἐπιστροφὰς διὰ τὸ τὸ ὕδωρ ἐκτρέπεσθαι. αἰεὶ δʼ ἄλλυδις ἄλλη: ἀεὶ δὲ ταπεινῆς οὔσης τῆς χώρας τοὺς μὲν τῶν πόρων εἰς μακρὰν ἔχει πεμπομένους, τοὺς δὲ ἐγγύς. ὁ δʼ ἀμφαδὸν ἄμμιγα παύροις: ὁ δὲ ὑπὸ τὴν κυρτὴν ἄκραν συμμεμιγμένος τοῖς ἄλλοις εἰς τὸν Εὔξεινον πόντον ῥεῖ. κυρτὴν δὲ τὴν ἄκραν φησὶν εἶναι διὰ τὸ ἐπικαμπῆ εἶναι. ἐπητέες: λόγιαι, παρὰ τὸ ἔπος. ἤ· οὐκ εὐγνώμονες καὶ προμηθεῖς, ἀλλὰ θρασεῖαι καὶ ἀπερίσκεπτοι. πεδίον περὶ τὸν Θερμώδοντα Δοιάντιον, ἀπὸ Δοίαντος οὕτω κληθέν. γενεὴν ἔσαν Ἄρεος: Ἁρμονία νύμφη Ναΐς, ἧς καὶ Ἄρεως Ἀμαζόνας εἶναί φησι Φερεκύδης· ᾧ ἕπεται Ἀπολλώνιος. ἄλσεος Ἀκμονίοιο: οὐδέποτε Ἀκμόνιον ἄλσος ἐδήλωσεν ὁ Εἰρηναῖος. ἔστι δὲ περὶ τὸν Θερμώδοντα· μέμνηται αὐτοῦ καὶ Φερεκύδης ἐν βʹ. ἔνθα Θεμισκύρειαι: αἱ ἐκ τῆς Θεμισκύρας, φησίν, Ἀμαζόνες ἐπὶ τῆς ἄκρας, ἔνθα κατέπλευσαν, ὡπλίζοντο· ἔφθασαν δὲ ἀναχθέντες οἱ ἥρωες. Λυκάστιαι: Λύκαστος χωρίον τῆς Λευκοσυρίας, ἀφʼ οὗ Λυκαστίας εἶπε τὰς Ἀμαζόνας. Χαδησίας δὲ αὐτὰς εἶπεν ὡς Ἑκαταῖος ἀπὸ τοῦ Χαδησίου. στυφελήν: τραχεῖαν καὶ σκληράν· οὕτως Κλειτόριοι λέγουσιν, ὥς φησι Ζηνόδοτος ἐν Γλώσσαις, Κυρηναῖοι δὲ τὴν χέρσον. οἱ δὲ Χάλυβες μεταλλεύοντες σίδηρον πωλοῦσι καὶ οὕτω τὰ ἐπιτήδεια πορίζονται, τραχεῖαν ἔχοντες πρὸς καρποὺς τὴν γῆν. προείρηται δὲ ἤδη περὶ αὐτῶν. στυφελὴν δὲ τὴν σκληράν. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ χαλεποῦ, ὡς τὸ «ἀπὸ στυφελοῦ Ἀφροδίτης». ὦνον βιοτήσιον: τίμημα τροφῆς. κελαινῇ λιγνύι: τῇ αἰθάλῃ. ὀτλεύουσιν: ὑπομένουσι. διὰ τὸ χαλκεύειν αὐτοὺς τὸν σίδηρον περὶ τῷ καπνῷ ταλαιπωρεῖν φησι. Τιβαρηνίδα γαῖαν: Τιβαρηνοὶ ἔθνος Σκυθίας. οὗτοι δικαιότατοι λέγονται καὶ οὐδέποτε μάχην τινὶ συνέβαλον, εἰ μὴ πρότερον καταγγείλειαν ἡμέραν, τόπον, ὥραν τῆς μάχης. ἐν δὲ τῇ τῶν Τιβαρηνῶν γῇ αἱ γυναῖκες ὅταν τέκωσι, τημελοῦσι τοὺς ἄνδρας, ὡς Νυμφόδωρος ἐν τοῖς Νομίμοις. Ἱερὸν αὖτʼ ἐπὶ τοῖσιν: ὄρος οὕτω καλούμενον τὸ καθῆκον εἰς τὸν Εὔξεινον πόντον. Ἱερόν: τοῦτο καθῆκόν ἐστιν εἰς τὸν Εὔξεινον πόντον· μέμνηται αὐτοῦ καὶ Κτησίας ἐν τῷ αʹ Περιόδου καὶ Σουίδας ἐν βʹ περὶ τοὺς λεγομένους Μάκρωνας. ἀκριβέστερον δὲ ὁ Ἀγάθων ἐν τῷ τοῦ Πόντου Περίπλῳ ἑκατὸν ἀπέχειν σταδίους αὐτό φησι τῆς Τραπεζοῦντος. ὁ δὲ Εἰρηναῖος Μνησίμαχόν φησι περὶ αὐτοῦ ἱστορεῖν ἐν τῷ αʹ Περὶ Σκυθῶν, ἀγνοῶν· ὁ γὰρ Μνησίμαχος ἐν τῇ Εὐρώπῃ μέμνηται κειμένης τῆς Σκυθικῆς, ὁ δὲ Ἀπολλώνιος καὶ οἱ προειρημένοι ἐν τῇ Ἀσίᾳ καταλέγονται. τρίτον ἐστὶν Ἱερὸν ὄρος τῆς Θρᾴκης. ξυνῇ φιλότητι γυναικῶν: οὐχ ὡς αὐτῶν συνερχομένων ταῖς ἀλλήλων γυναιξὶ τοῦτο λέγει, ἀλλὰ ἕκαστος τῇ ἑαυτοῦ φανερῶς. ἐν ὑψίστῳ: ἐν ὑψηλῷ μοσσύνῳ. λιμῷ μιν κεῖνʼ ἦμαρ: ἱστορεῖ Ἔφορος καὶ Νυμφόδωρος περὶ τούτων, ὅτι τὸν βασιλέα αὐτῶν ἄδικόν τι κρίναντα ἐγκλείουσι καὶ λιμαγχονοῦσιν. νήσου Ἀρητιάδος: φασὶν ὑπὸ Ὀτρήρας τῆς Ἄρεως κατοικισθῆναι τὴν νῆσον. περὶ τῆς Ἄρεως νήσου καὶ τῶν ἐν αὐτῇ ὀρνέων μέμνηται Τιμάγητος. εἰσὶ δὲ σιδηρόπτεροι, αἳ λέγονται Στυμφαλίδες. λιαρή: γράφεται διερή. οὐδὲ γὰρ Ἡρακλέης: τὰς Στυμφαλίδας ὄρνιθας, φησίν, οὐκ ἠδύνατο ἀπώσασθαι, εἰ μὴ κρόταλον χαλκοῦν … καὶ ψόφον ποιῶν ἐξεφόβησεν. πλωίδες δὲ ὄρνιθες καλοῦνται διὰ τὸ ἐν τῇ λίμνῃ αὐτὰς νήχεσθαι τῆς Ἀρκαδίας, ἃς Ἡρακλῆς ἀπεδίωξεν. Στύμφηλος δὲ πόλις Ἀρκαδίας καὶ Στυμφηλὶς δὲ λίμνη. καὶ Ὅμηρος· «Στύμφηλόν τʼ εἶχον». Στυμφηλίδες δὲ λέγονται παρʼ αὐτῆς ὄρνιθες, ἃς πλωίδας εἶπεν Ἀπολλώνιος. οὕτω δὲ αὐτὰς ὀνομάζει καὶ Σέλευκος ἐν Συμμίκτοις καὶ Χάρης αὐτοῦ τοῦ Ἀπολλωνίου γνώριμος ἐν τῷ Περὶ ἱστοριῶν τοῦ Ἀπολλωνίου. ἰδίως δὲ Μνασέας φησὶ Στυμφάλου τινὸς ἥρωος καὶ Ὄρνιθος γυναικὸς γενέσθαι Στυμφαλίδας θυγατέρας, ἃς ἀνελεῖν τὸν Ἡρακλέα, ὅτι οὐ προσεδέξαντο αὐτὸν καὶ ἐξένισαν τοὺς Μολίονας. Φερεκύδης δέ φησιν οὐ γυναῖκας, ἀλλʼ ὄρνιθας εἶναι καὶ ἀναιρεθῆναι πρὸς Ἡρακλέους, πλαταγῆς δοθείσης αὐτῷ πρὸς τὸ κτυπεῖν καὶ ἐκφοβεῖν αὐτάς. ὁμοίως καὶ Ἑλλάνικός φησιν. τὴν δὲ Στυμφαλίδα λίμνην φασὶ διὰ βερέθρων ἐκδοθεῖσαν ξηρανθῆναι. πλαταγήν: ὀξυτόνως, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ ιβʹ τῆς Καθόλου. σημαίνει δὲ τὸν κρόταλον. φασὶ δὲ αὐτὴν ἡφαιστότευκτον οὖσαν Ἡρακλεῖ παρὰ τῆς Ἀθηνᾶς δοθῆναι. ὁ δὲ Ἑλλάνικός φησιν ἑαυτῷ κατασκευάσαι. ἀτυζηλῷ: ἐκπληκτικῷ. περισπαστέον δὲ τὸ ἀτυζηλῷ· ἔστι γὰρ ἀπὸ ὀξυτόνου τοῦ ἀτυζηλός, ὡς Ἡρωδιανὸς ἐν τῷ ϛʹ τῆς Καθόλου. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους: ὧν οἱ λόφοι ἐπηρμένοι εἰσὶ καὶ μετέωροι. ἀμοιβαδίς: ἐκ διαδοχῆς. ἄρσετε: εὐτρεπίσατε, σκεπάσατε. ἐπήορα: ἐπηρμένα. ἐπίρροθος: ὠφέλιμος. ὡς δʼ ὅτε τις κεράμῳ: ταῖς κεραμίσι καταστεγάζει. ἄλλῳ δʼ ἔμπεδον ἄλλος: ἄλλος δὲ ἄλλῳ, φησί, κέραμος ἀνθίσταται ἀσφαλῶς καὶ συνήρμοσται. ἐπημοιβοὶ γὰρ οὐχ οἱ ἀμείβοντες, ἀλλʼ ἐπηλλαγμένοι τὴν σύνθεσιν. ἐπαμοιβός: ἐπικείμενος καὶ ἐπηλλαγμένος. συναρτύναντες: συναρμόσαντες. οἵη δὲ κλαγγή: ὁποία δὲ βοὴ γίνεται ἐν πολέμῳ, ὁπόταν ἀλαλάξαντες ξυνέρχωνται. ἐνναέται: κατʼ ἐξαίρεσιν τοῦ ι, ἵνʼ ᾖ ἐνναιέται. Κλεινίας δέ φησι καὶ τὸν ναόν ποτε οὕτως εἰρῆσθαι ναιόν, διὰ τὸ ἐνναίειν ἐν αὐτῷ τοὺς θεούς, ὅ ἐστιν οἰκεῖν. τεγέων: τῆς ὀροφῆς. ἧνται ἀκήν: κάθηνται ἐν οἴκῳ, μὴ ἐπιστρεφόμενοι τοῦ χειμῶνος ἢ τῆς χαλάζης διὰ τὸ ἐξηρτυμένους αὐτοὺς εἶναι. μέλαθρον: τὴν ὀροφήν. Κράτης δὲ τὴν δοκὸν ἐξεδέξατο, ὡς καὶ παρὰ τῷ ποιητῇ «αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον». ὣς πυκινὰ πτερά: χαλάζης πυκνότερα ἐφίεσαν αὐτοῖς πτερά, φεύγοντες διὰ τῆς θαλάσσης. πιθανῶς δὲ ὁ Πείσανδρος τοὺς ὄρνιθάς φησιν εἰς Σκυθίαν ἀποπτῆναι, ὅθεν καὶ ἐληλύθεσαν. τίς γὰρ δὴ Φινῆος: τοῦτο ἐρώτησίς ἐστιν ὡς ἀπὸ τοῦ ποιητοῦ πρὸς τὰς Μούσας, τὸ δὲ υἷες Φρίξου ἀπόκρισις ὡς ἀπὸ τῶν Μουσῶν. τίς γὰρ δὴ Φινῆος: τί φρονῶν, φησίν, ὁ Φινεὺς ἐκέλευσεν αὐτοὺς προσορμισθῆναι τῇ τοῦ Ἄρεως νήσῳ καὶ τίνα ὠφέλειαν αὐτοῖς προορώμενος τοῦτο προσέταξεν; εἶτα ὥσπερ ἐμπνευσθεὶς ἐπιφέρει· υἱῆες Φρίξοιο. κατὰ δὲ τὴν Ἀρητιάδα νῆσον οἱ τοῦ Φρίξου υἱοὶ ἐναυάγησαν, ἔνθα ἦν καὶ τὰ σιδηρόπτερα ὄρνεα. υἱῆες Φρίξοιο: οἱ παῖδες Φρίξου ἔπλεον εἰς Ὀρχομενὸν ἐκ Κόλχων, ἵνα τὰ πατρῷα κληρονομήσωσι. ναυαγήσαντες δὲ ἐξεβράσθησαν πρὸς τὴν Ἀρητιάδα νῆσον, ὅθεν ἀναλαβόντες αὐτοὺς οἱ Ἀργοναῦται ἔσχον καθηγεμόνας, καὶ πάλιν αὐτοὺς ἀπήγαγον εἰς Ὀρχομενόν. Ζεὺς δʼ ἀνέμου βορέαο: δεικνὺς τὴν ἑῴαν ἐπιτολὴν τοῦ ἀρκτούρου βορέαν ἐποίησε πνεῖν, ὅπως ῥᾳδίως ὄμβρος καὶ ταραχὴ γένηται. τοῦτο δὲ ἔφη, ἐπεὶ κατὰ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου σφοδροὶ καταχέονται ὄμβροι, ὥς φησι Δημόκριτος ἐν τῷ Περὶ ἀστρονομίας. καὶ Ἄρατος· «φράζεσθαι δʼ αἰνοῦ μεμνημένος ἀρκτούροιο.» ἔστι δὲ ὁ ἀρκτοῦρος ἀστὴρ ἐπὶ τῆς ζώνης τοῦ ἀρκτοφύλακος. εἴωθε δὲ καὶ ὁ βορέας ὄμβρους καταρρήσσειν. ὕδασι σημαίνων διερὴν ὁδὸν ἀρκτούροιο: ἡ τοῦ ἀρκτούρου δύσις χειμῶνα ποιεῖ. ὅ γʼ: ὁ βορέας. ἠμάτιος δὲ λέγεται ὁ ἡμερινός. κατὰ τὴν ἡμέραν οὖν, φησίν, ὁ βορέας ἐτίνασσε τὰ φύλλα. ἀήσυρος δὲ ὁ ἐλαφρῶς πνέων, ἀπὸ τοῦ ἄω τὸ πνέω. κεκληγός: καχλάζον. μυδαλέοι: διάβροχοι. ῥοθίοισιν: κύμασιν. ὠρέξαντο: ἐλάβοντο. οἷά τε πολλά: οἷα πολλὰ ἦν πρότερον μὲν συνηρμοσμένα τοῖς γόμφοις, τότε δὲ διαφθαρείσης τῆς νεὼς διεσκορπίσθη τὰ ξύλα. θοοῖς: ὀξέσι. παρὲξ ὀλίγον: παρʼ ὀλίγον ἐκ τοῦ θανάτου. νύχθʼ ὕπο λυγαίην: τὴν σκοτεινήν, παρὰ τὸ λύγος τὸ φυτόν· καὶ γὰρ ἐκεῖνο μέλαν. καὶ τὸν ἐνιαυτὸν λυκάβαντα, οἱονεὶ λυγάβαντα, ἐπεὶ μετὰ λύγης βαίνει. Σοφοκλῆς Πολυξένῃ· «ἀπʼ αἰθέρος δὲ κἀπὸ λυγαίου νέφους.»
Ἄργος δὲ παροίτατος: εἷς τῶν Φρίξου παίδων οὗτος. τούτους δὲ Ἡρόδωρός φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις φασὶν ἐξ Ἰοφώσσης τῆς Αἰήτου. καὶ οὗτος μέν φησιν αὐτοὺς δʹ, Ἄργον, Φρόντιν, Μέλανα, Κυτίσωρον, Ἐπιμενίδης δὲ πέμπτον προστίθησι Πρέσβωνα. παροίτατος: πρῶτος. ἐποψίου: τοῦ ἐπόπτου. ᾗ ἔνι πείρομεν οἶδμα: ἀπὸ τοῦ ... δοῦναι ὅσον τʼ εἴλυμα: εὐτελὲς καὶ βραχύτατον περίβλημα. ἐπόψιος: ἐπόπτης. κριοῦ ἐπεμβεβαώς: Διονύσιος ἐν τοῖς Ἀργοναύταις φησὶ Κριὸν γεγονέναι τροφέα Φρίξου, ὃν αἰσθόμενον τῆς ἐπιβουλῆς Ἰνοῦς ὑποθέσθαι τῷ Φρίξῳ τὴν φυγὴν ποιήσασθαι, ὅθεν καὶ μεμυθεῦσθαι ὡς ὑπὸ κριοῦ διασωθείη. Ἡρόδωρος δέ φησιν ἐξ Ἀθάμαντος καὶ Θεμιστοῦς γενέσθαι παῖδας Σχοινέα, Ἐρύθρην, Λεύκωνα, Πτοῖον, νεωτάτους δὲ Φρίξον καὶ Ἕλλην, οὓς διὰ τὴν Ἰνοῦς ἐπιβουλὴν ἐκχωρῆσαι. τελευτῆσαι δὲ τὴν Ἕλλην κατὰ Πακτύην φησὶν Ἑλλάνικος. Ἰνοῦς δὲ καὶ Ἀθάμαντος Λέαρχος καὶ Μελικέρτης. τόν ῥα χρύσειον: λέγεται γὰρ τῇ τοῦ Ἑρμοῦ ἐπαφῇ τὸ δέρος τοῦ κριοῦ χρυσοῦν γενέσθαι. ἑῇς ὑποθημοσύνῃσι: τὸν κριόν, φησίν, ἔθυσε ταῖς ἑαυτοῦ ὑποθήκαις, τουτέστι κατὰ συμβουλὴν αὐτοῦ τοῦ κριοῦ· αὐτὸς γὰρ ὁ κριὸς ἀνθρωπίνῃ χρησάμενος φωνῇ τοῦτο ποιεῖν προσέταξε. Φυξίῳ ἐκ πάντων: Φύξιος Ζεὺς παρὰ Θεσσαλοῖς, ἤτοι ἐπειδὴ τὸν ἐπὶ Δευκαλίωνος κατέφυγον κατακλυσμόν, ἢ διὰ τὸ φυγεῖν τὸν Φρίξον αὐτόν. Χαλκιόπην: Φερεκύδης ἐν ϛʹ Εὐηνίαν αὐτήν φησι καλεῖσθαι, παρώνυμον δὲ αὐτῇ Χαλκιόπην καὶ Ἰοφῶσσαν. συνηβολίῃ: συμβόλῳ. κατὰ μοῖραν: κατὰ τὸ πρέπον. γνωτοί: ἀντὶ τοῦ συγγενεῖς. Αἴολος Κρηθεύς Ἀθάμας Αἴσων Φρίξος Ἰάσων Ἄργος.στιάων: στῖαι αἱ ψῆφοι παρὰ Σικυωνίοις καλοῦνται· ἡ ἐσχάρα οὖν καὶ ὁ βωμὸς ἐκ ψήφων κατεσκεύαστο. ἢ στῖαι αἱ ψῆφοι αἱ ποτάμιοι, οἱ νῦν κόχλακες λεγόμενοι. Καλλίμαχος· «πολύστιόν τε Μετώπην». ἐπηετανὸν κομέουσαι: ἐπιμελῶς καὶ ἐκ πολλοῦ τρέφουσαι. ἐπαρτέα: ἑτοίμην. πρὸς τὸν Φρίξου υἱὸν τὸν Ἄργον ὁ λόγος, καί φησι· συνεργήσατε ἡμῖν τὸ κῶας εἰς τὴν Ἑλλάδα κομίσαι. εἴτε μετὰ Φθίην: οἱ μὲν τὴν Φθίαν Ὀρχομενοῦ πόλιν φασὶν εἰρῆσθαι—Φθίην πόλιν Ὀρχομενοῖο—, παρόσον οἱ Ὀρχομένιοι ἄποικοί εἰσι Θεσσαλῶν. δύναται δὲ καὶ Ὀρχομενοῦ μνημονεύειν τοῦ μεθορίου Μακεδονίας καὶ Θεσσαλίας. ἔστι γὰρ Ὀρχομενὸς καὶ ὄρος καὶ πόλις Θεσσαλίας καὶ Βοιωτίας καὶ Ἀρκαδίας καὶ Πόντου. κείνην: ἐν ᾗ οἱ Φρίξου ἦσαν υἱοί. ἐπίρροθοι ἄμμι πέλεσθε: ἐπιρροθεῖν κυρίως τὸ τοῖς κυσὶν κελεύειν. σημαίνει δὲ καὶ τὸ τῇ νηὶ συνεργεῖν, παρὰ τὸ ῥόθιον, ὅ ἐστι τὸ κῦμα. Ζηνὸς χόλον: διὰ τὸ μηνῖσαι τὸ δαιμόνιον τοῖς ἀπὸ τοῦ Αἰόλου, Φρίξου κινδυνεύσαντος. τοῦτο δὲ ἔφη ὁ Ἰάσων, παρόσον καὶ ὁ Πελίας τοιαύτῃ προφάσει ἐχρήσατο ἐκπέμπων αὐτόν. ἔστυγον: ἐστύγνασαν, ηὐλαβήθησαν. τεύξεσθαι ἐνηέος Αἰήταο: οὐ γὰρ ὑπελάμβανον ἡδέως καὶ προσηνῶς προσδεχθήσεσθαι αὐτοὺς ὑπὸ τοῦ Αἰήτου, διότι συνῆσαν τῷ Ἰάσονι. τεύξασθαι: ἐντυχεῖν. ἐνηέος: προσηνοῦς, ἀγαθοῦ. Ἄργος ἀτεμβόμενος: οὐχ Ὁμηρικῶς ἀντὶ τοῦ στερισκόμενος· κεῖται γὰρ νῦν ἐπὶ τοῦ δυσχεραίνων καὶ μεμφόμενος ἐπὶ τοιοῦτον αὐτοὺς στόλον στέλλεσθαι. στεῦται: διαβεβαιοῦται. Καυκάσου ἐν κνημοῖσι: περὶ τὸν Καύκασον, φησίν, ἐν τῇ Τυφαονίᾳ πέτρᾳ κεραυνωθεὶς ὁ Τυφὼς ἰχῶράς τινας ἀφῆκεν, ἐξ ὧν ἐγένετο ὁ τὸ δέρος φυλάσσων ὄφις. ὅτι δὲ ἐπὶ τὸν Καύκασον κατέφυγεν ὁ Τυφὼς διωκόμενος, καὶ ὅτι καιομένου τοῦ ὄρους ἔφυγεν ἐκεῖθεν εἰς τὴν Ἰταλίαν, ὅπου τὴν Πιθηκοῦσσαν αὐτῷ περιρριφῆναι νῆσον, Φερεκύδης ἐν τῇ Θεογονίᾳ ἱστορεῖ, οὐ μέντοι, ὅτι καὶ εἰς τοὺς περὶ Συρίαν τόπους ἠλάθη, ὥς φησιν Ἀπολλώνιος. ἔνθα Τυφάονα: οὗτος, φησί, πληγεὶς ὑπὸ Διὸς ὡς εἶχεν εἰς τοὺς περὶ Συρίαν τόπους καὶ Πηλούσιον παρεγένετο διωκόμενος, ὅπου βυθισθεὶς κεῖται ἐν τῇ Σερβωνίδι λίμνῃ. διήκει δὲ αὕτη ἀπὸ Συρίας μέχρι Πηλουσίου. περὶ δὲ τοῦ τὸν Τυφῶνα ἐν αὐτῇ κεῖσθαι καὶ Ἡρόδωρος ἱστορεῖ. … ἐν ᾧ καὶ τὴν Νύσαν ἱστορεῖ· «ἔστι δέ τις Νύση, ὕπατον κέρας, ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.» ὁ δὲ Καύκασος διήκει ἀπὸ τῆς Ἀρμενίων χώρας ἕως Κόλχων. ἡ δὲ Σερβωνὶς λίμνη διάκειται περὶ τὸ Πηλούσιον τῆς Αἰγύπτου. μηδʼ οὕτως ἠθεῖε: πρὸς τό τῷ καὶ περιδείδια ναυτίλλεσθαι ἀπήντησεν ὁ Πηλεύς, κελεύων μὴ δεδιέναι. διὸ θυμῷ γραπτέον. γράφεται δὲ καὶ μύθῳ, ἵνα ᾖ· μὴ ἐκφόβει ἡμᾶς τῷ περὶ Αἰήτου λόγῳ. κατʼ οὐδὲν γάρ, φησί, τοῦ Αἰήτου ἐσμὲν χείρους. τὸ δὲ ἠθεῖε οἶμαι κατʼ ἐπένθεσιν τοῦ η γεγονέναι, ὥσπερ καὶ τὸ βαιὸς ἠβαιός, μύω ἠμύω. σημαίνει δὲ κατὰ τὸ πρόχειρον τὸ θεῖε, συγγενές, ἢ τὸ θαυμάσιε—μηδαμῶς ὦ θαυμάσιε—ἢ τὸ καλέ. μύθῳ: γράφεται θυμῷ. Φιλυρηίδα νῆσον: τὴν τῶν Φιλύρων φησί. λέγει δὲ Ἀπολλώνιος ἀπὸ Φιλύρας τῆς Ὠκεανοῦ κατοικούσης περὶ τοὺς τόπους τούτους· Κρόνου δὲ μιγνυμένου αὐτῇ, ὅτε ἐβασίλευε Τιτάνων, τὴν Ῥέαν αὐτοὺς ἐπʼ αὐτοφώρῳ καταλαβεῖν, ὅθεν τὸν μὲν Κρόνον αἰδεσθέντα εἰς ἵππον μεταβληθῆναι, τὴν δὲ φυγεῖν εἰς Θεσσαλίαν. Φερεκύδης φησίν, ὅτι Κρόνος ἀπεικασθεὶς ἵππῳ ἐμίγη τῇ Φιλύρᾳ τῇ Ὠκεανοῦ, καὶ διὰ τοῦτο διφυὴς ὁ Χείρων. Σουίδας δὲ ἐν αʹ Θεσσαλικῶν τὸν Χείρωνα Ἰξίονος εἶναι παῖδά φησιν, ἀδελφὸν δὲ Πειρίθου. Κρηταῖον: τὸ τῆς Κρήτης. Καλλίμαχος· «Κρηταῖον ὄρος», ὥσπερ Σιναῖον. χαιτήεντι: χαίτην ἔχοντι. ἐς οὔρεα μακρὰ Πελασγῶν: παρεγένετο. περὶ Μακρώνων καὶ Βεχείρων καὶ Σαπείρων καὶ Βυζήρων προείρηται. μυχὸς διεφαίνετο Πόντου: οἱ γὰρ Κόλχοι ἐν τῷ μυχῷ τοῦ Πόντου κατοικοῦσι. καὶ δὴ Καυκασίων: τὰ προσαγορευόμενα Καυκάσια Ἐρατοσθένης πλησίον εἶναί φησι τῆς προσαγορευομένης Κασπιανῆς θαλάσσης. ἐρίπναι: τῶν Καυκασίων ὀρῶν αἱ ἀπορρῶγες καὶ ἐξοχαί. τινὲς δὲ ἐρίπνας τὰς τραχείας καὶ εἰς ὕψος ἀνεχούσας πέτρας φασί. τόθι γυῖα περὶ στυφελοῖσι: ὁ Προμηθεὺς ἐδέδετο ἐν τῷ Καυκάσῳ, καὶ ὁ ἀετὸς τὸ ἧπαρ αὐτοῦ κατήσθιεν. Ἀγροίτας δὲ ἐν τῇ ιγʹ τῶν Λιβυκῶν δειπνεῖσθαί φησι τὸ ἧπαρ Προμηθέως δόξαι ὑπὸ τοῦ ἀετοῦ διὰ τὸ τὴν κρατίστην τοῦ Προμηθέως χώραν τὸν ποταμὸν τὸν καλούμενον Ἀετὸν φθείρειν, ἧπαρ δὲ παρὰ πολλοῖς τὴν εὔκαρπον λέγεσθαι γῆν· Ἡρακλέους δὲ ἐξοχετεύσαντος διώρυξι τὸν ποταμόν, τόν τε ἀετὸν δόξαι ὑπʼ αὐτοῦ κεχωρίσθαι καὶ τὸν Προμηθέα λελύσθαι τῶν δεσμῶν. Θεόφραστος δὲ τὸν Προμηθέα φησὶ σοφὸν γενόμενον μεταδοῦναι πρῶτον τοῖς ἀνθρώποις φιλοσοφίας, ὅθεν καὶ διαδοθῆναι τὸν μῦθον, ὡς ἄρα πυρὸς μεταδοίη. καὶ Ἡρόδωρος ξένως περὶ τῶν δεσμῶν τοῦ Προμηθέως ταῦτα· εἶναι γὰρ αὐτὸν Σκυθῶν βασιλέα φησί, καὶ μὴ δυνάμενον παρέχειν τοῖς ὑπηκόοις τὰ ἐπιτήδεια διὰ τὸ τὸν καλούμενον Ἀετὸν ποταμὸν ἐπικλύζειν τὰ πεδία, δεθῆναι ὑπὸ τῶν Σκυθῶν, ἐπιφανέντα δὲ Ἡρακλέα τὸν μὲν ποταμὸν ἀποστρέψαι εἰς τὴν θάλασσαν —καὶ διὰ τοῦτο μεμυθεῦσθαι ἀνῃρηκέναι τὸν ἀετὸν Ἡρακλέα—, τὸν δὲ Προμηθέα λῦσαι τῶν δεσμῶν. Φερεκύδης δὲ ἐν βʹ Τυφῶνος καὶ Ἐχίδνης τῆς Φόρκυνός φησι τὸν ἀετὸν τὸν ἐπιπεμφθέντα Προμηθεῖ. ὅ, τι δὲ ὁ ἀετὸς ἤσθιεν τῆς ἡμέρας τοῦ ἥπατος, τὸ λειπόμενον ηὔξετο τῆς νυκτός, καὶ ἐγίνετο ἴσον. ἰλλόμενος χαλκῇσιν: δεθῆναι τὸν Προμηθέα φησὶν Ἡσίοδος καὶ τὸν ἀετὸν ἐπιπεμφθῆναι αὐτῷ διὰ τὴν τοῦ πυρὸς κλοπήν· Δοῦρις δέ φησι διὰ τὸ τῆς Ἀθηνᾶς ἐρασθῆναι, ὅθεν τοὺς περὶ τὸ Καυκάσιον οἰκοῦντας μόνῳ Διὶ καὶ Ἀθηνᾷ μὴ θύειν διὰ τὸ κολάσεως αἰτίους Προμηθεῖ γενέσθαι, καθʼ ὑπερβολὴν δὲ σέβειν Ἡρακλέα τῆς τοῦ ἀετοῦ τοξείας χάριν. εἰκότως οὖν ὁ Ἀπολλώνιος περὶ Καύκασον γενόμενος καὶ τούτων ἐμνήσθη. τὸν μὲν ἐπʼ ἀκροτάτης: παρὰ τὴν ἑσπέραν, φησίν, εἶδον οἱ ἀριστεῖς τὸν ἀετὸν ἐπὶ τὸν Προμηθέα … παραιθύξας δέ, παραπνεύσας, τουτέστι πνοὴν ποιήσας, τῇ βίᾳ τῶν πτερύγων ἐτίναξε τὰ ἱστία. αἰθερίοιο: ἀντὶ τοῦ ἀεροπόρου. ἶσα δʼ ἐυξέστοις: τὰ ἐν ταῖς πτέρυξι πτερὰ ἴσα εἶχεν ἐρετμοῖς, ὅ ἐστι κώπαις. δηρὸν δʼ οὐ μετέπειτα: ἀναστρεπτέον· ἔπειτα δὲ οὐ μετὰ δηρόν. Ἄργοιο: τοῦ υἱοῦ Φρίξου. δαημοσύνῃσιν: τῇ ἐμπειρίᾳ τῶν τόπων. τοῖο θεοῦ: Ἄρεως. πεπτάμενον: Ἡρωδιανὸς παροξυτόνως. μελισταγέας: γλυκείας, ἡδείας. ἐνναέταις τε θεοῖς: τοῖς ἐγχωρίοις θεοῖς· τοὺς γὰρ ἐπιδημοῦντας ἔθος ἦν ἐν τῇ ἀλλοδαπῇ θύειν θεοῖς ἐπιχωρίοις καὶ ἥρωσι. τοῦτό φασι καὶ Ἀλέξανδρον ποιῆσαι τὸν Μακεδόνα ἐν Ἰλίῳ. καὶ νηὸς ἐναίσιμα: τὰ καθήκοντα, οἷον ἐπʼ ἀγαθοῖς καὶ εὐπρόσδεκτα. εἴτʼ οὖν μειλιχίῃ: εἴτε πράως προσφερόμενοι τῷ Αἰήτῃ ἀποπειραθείημεν αὐτοῦ εἴτε ἄλλως πως. ἐπήβολος δὲ ἀσφαλής· οὕτω καὶ Ἀμερίας ἀπέδωκεν ἐν ταῖς Γλώσσαις. παρηγορίῃσιν: προτροπαῖς καὶ ξυμβουλαῖς. ὑψόθι νῆʼ ἐκέλευσεν: ἐν τῷ βάθει τοῦ ποταμοῦ, μὴ προσορμισθέντες τῇ γῇ. Ὅμηρος· «ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσομεν». ἐπʼ εὐναίῃσιν ἐρύσσαι: ἐπὶ τῶν ἀγκυρῶν ἑλκύσαι, ταῖς ἀγκύραις ὁρμίσαι. δάσκιον: κατὰ συγκοπὴν τὸ δασύσκιον.
ΓΤοῦ τρίτου λόγου τῶν Ἀργοναυτικῶν τὰ κεφάλαιά ἐστι ταῦτα. Ἥρα καὶ Ἀθηνᾶ βουλευσάμεναι πείθουσι τὴν Ἀφροδίτην, τῇ Μηδείᾳ ἐπιπέμψαι Ἔρωτα. Ἰάσων δὲ μετὰ τῶν Φρίξου υἱῶν παραγενόμενος πρὸς Αἰήτην ἀξιοῖ λαβεῖν τὸ δέρος. ἀγανακτήσας δὲ ὁ Αἰήτης ἄθλους αὐτῷ προστάττει μεγάλους, ὥστε τοὺς πυρίπνους ταύρους ζεῦξαι καὶ σπεῖραι τοὺς τοῦ δράκοντος ὀδόντας, ὑφʼ ὧν ἀνεδίδοντο γίγαντες· οὐ μόνον δὲ σπεῖραι, ἀλλὰ καὶ τὸν τῶν γηγενῶν στάχυν θερίσαι. Μήδεια δὲ διὰ τὸν ἐπὶ τὸν Ἰάσονα ἔρωτα ὑπάγεται Χαλκιόπην, ὡς αὐτῆς τοῖς υἱοῖς βοηθήσουσα. καὶ δὴ συνθεμένη, συντυχοῦσα τῷ Ἰάσονι κατὰ τὸ τῆς Ἑκάτης ἱερόν, δίδωσί τε τὰ φάρμακα καὶ ὑποτίθεται, ὃν τρόπον δεῖ πρὸς τὸ θέρος τῶν γιγάντων ἁρμόσασθαι. τοῖς δὲ φαρμάκοις χρησάμενος ὁ Ἰάσων, ἤνυσε παρὰ πᾶσαν ἐλπίδα τοῦ Αἰήτου τοὺς προβληθέντας ἄθλους. Εἰ δʼ ἄγε νῦν, Ἐρατώ: τὴν Ἐρατώ φασιν ὄρχησιν εὑρηκέναι. εὐλόγως οὖν Ἀπολλώνιος μεμοιρᾶσθαι τὴν Ἐρατώ φησι τῶν τῆς Ἀφροδίτης ὀργίων, λέγω δὴ τῶν γαμικῶν· γάμοις δὲ ἄρα καὶ ὄρχησις ἕπεται. ἐν δὲ τοῖς εἰς Μουσαῖον ἀναφερομένοις δύο ἱστοροῦνται γενέσεις Μουσῶν, πρεσβυτέρων μὲν κατὰ Κρόνον, νεωτέρων δὲ τῶν ἐκ Διὸς καὶ Μνημοσύνης. Εἰ δʼ ἄγε νῦν, Ἐρατώ: λέγεται τῶν Μουσῶν ἡ μὲν Κλειὼ εὑρηκέναι τὴν ἱστορίαν, Θάλεια δὲ γεωργίαν καὶ τὴν περὶ τὰ φυτὰ πραγματείαν, Εὐτέρπη δὲ μαθήματα, Τερψιχόρη δὲ παιδιάν, Ἐρατὼ δὲ ὄρχησιν, Πολυμνία δὲ λύραν, Μελπομένη δὲ ᾠδήν, Οὐρανία δὲ ἀστρολογίαν, Καλλιόπη δὲ ποίησιν. ζητεῖται δὲ μάλιστα, πῶς ἐπικέκληται τὴν Μοῦσαν, ἐν τῷ αʹ Ἀπόλλωνα ἐπικαλεσάμενος. τινὲς μὲν οὖν, ὅτι εὑρέτις ὀρχήσεως ἐν τοῖς Ὀρφικοῖς παραδέδοται ἡ Ἐρατώ· ἐπεὶ οὖν μέλλει διηγεῖσθαι τὸν τῆς Μηδείας γάμον, διὰ τοῦτο ἐπικέκληται τὴν εὑρέτιν τῆς ἐπιβαλλούσης τῷ γάμῳ ὀρχήσεως Μοῦσαν. οἱ δέ, ὅτι θαλιῶν εἰσι προστάτιδες αἱ Μοῦσαι· οὐκ ἀλλοτρία οὖν τοῦ γάμου ἔσται ἡ Μοῦσα. ὅτι δὲ θαλιῶν εἰσι προστάτιδες αἱ Μοῦσαι, ἐν τοῖς Ὀρφικοῖς δεδήλωται· «οὐδέ τι λήθονται Μουσέων βροτοί· αἳ γὰρ ἔασι κοίρανοι, αἷσι μέμηλε χορὸς θαλίαι τʼ ἐρατειναί.» Ῥιανὸς δὲ ἐν αʹ Ἠλιακῶν φησι μηδὲν διαφέρειν, εἰ μίαν ἐπικαλεῖται τῶν Μουσῶν τις· πάσας γὰρ σημαίνει διὰ μιᾶς. λέγει δὲ οὕτως· «πᾶσαι δʼ εἰσαΐουσι, μιῆς ὅτε τʼ οὔνομα λέξεις.»
Ἐρατώ: ἀντὶ τοῦ Ἐρατοῖ· Ἀττικῶς, ὡς τό· «Ἠέλιος, ὃς πάντʼ ἐφορᾷς». τὸ δὲ ἑξῆς· παρίστασο καὶ εἰπέ. Ἐρατώ: τὸ κοινὸν πασῶν ἐνέργημα τῇ Ἐρατοῖ διὰ τὸ ὄνομα περιέθηκεν. ἀνωίστως: ἀνυπονοήτως. μεθʼ Ἑλλάδα: ἀντὶ τοῦ εἰς Ἑλλάδα. ἀποτρωπᾶσθαι ἔοικεν: ἀποτρέπεσθαι. ὁ δὲ νοῦς· ὅμως οὐδεμίαν πεῖραν παριέναι δεῖ. τὴν δὲ παρᾶσσον: παραχρῆμα, εὐθέως. ἢ λείπει τὸ καθημένη. ἀπηλεγέως: σημαίνει μὲν καὶ τὸ ἀληθῶς καὶ τὸ ἁπλῶς, ἔτι δὲ καὶ τὸ σαφῶς. νῦν δὲ ἀντὶ τοῦ ἀποτόμως· ἐπιφέρει γάρ· ἀλλά τοι οὔπω φράσσασθαι νοέω. ἐπεδοίασα: ἐστοχασάμην. ἄνδιχα πορφύρουσαι: χωρὶς μεριμνῶσαι. μετά: ἀντὶ τῆς πρός. ἐπιπλόμεναι: παραγενόμεναι, ἐπελθοῦσαι. παιδὶ ἑῷ: τῷ Ἔρωτι. παιδὶ ἑῷ εἰπεῖν: Ἀπολλώνιος μὲν Ἀφροδίτης τὸν Ἔρωτα γενεαλογεῖ, Σαπφὼ δὲ Γῆς καὶ Οὐρανοῦ, Σιμωνίδης δὲ Ἀφροδίτης καὶ Ἄρεως· «σχέτλιε παῖ δολόμηδες Ἀφροδίτας, τὸν Ἄρῃ δολομηχάνῳ τέκεν.» Ἴβυκος δὲ Ἀφροδίτης καὶ Ἡφαίστου, ὁ δὲ Ἡσίοδος ἐκ Χάους λέγει τὸν Ἔρωτα, ἐν δὲ τοῖς εἰς Ὀρφέα Χρόνου· «αὐτὰρ Ἔρωτα Χρόνος καὶ πνεύματα πάντʼ ἐτέκνωσε.»
θέλξαι ὀιστεύσας: νῦν ἀντὶ τοῦ ἀπατῆσαι, εἰς τὸ μὴ κρατῆσαι ἑαυτῆς διὰ τὸν ἔρωτα. πυκινὴ δὲ συνεύαδεν: ἄνευ τοῦ ἄρθρου οὐ καλῶς, ἀντὶ τοῦ· πυκνὴ δὲ καὶ συνετὴ ἤρεσεν αὐτῇ εἶναι ἡ βουλή. ὅρρα τέ οἱ δεῖμεν πόσις: ὅρρα τέ οἱ διὰ δύο ρρ. αἱ δὲ Ἀριστάρχειοι διʼ ἑνὸς ρ τὰ τοιαῦτα γράφουσιν, ὡς καὶ παρὰ τῷ ποιητῇ «τό ῥα τότʼ ἐκ χηλοῖο λαβών» φησιν Ἡρακλέων. αἰθούσῃ: νῦν τῇ παραστάδι. ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα: τῶν Αἰόλου νήσων ἐστὶν ἡ Ἱέρα καλουμένη, ἐν ᾗ φασι τὸν Ἥφαιστον χαλκεύειν. πλαγκτὴν δὲ αὐτὴν εἴρηκεν ἀκολουθήσας τοῖς περὶ Ἰταλίαν καὶ Σικελίαν μυθολογοῦσι τὴν Ὀδυσσέως πλάνην· ἢ ὅτι τὸ παλαιὸν αἱ νῆσοι πᾶσαι ἐπλανῶντο καὶ βάσεις οὐκ εἶχον. Καλλίμαχος δὲ οὐ τὴν Ἱέραν φησὶν ἀνακεῖσθαι Ἡφαίστῳ, ἀλλὰ τὴν Λιπάραν· «νήσῳ ἐνὶ Λιπάρῃ». εἰσὶ δὲ αἱ τοῦ Αἰόλου νῆσοι ἑπτὰ αὗται· Στρογγύλη, Εὐώνυμος, Ἱέρα, Λιπάρα, Διδύμη, Ἐρικώδης, Φοινικώδης. … περὶ Σικελίαν. ἱστορεῖ Καλλίας ἐν ιʹ τῶν Περὶ Ἀγαθοκλέα, λέγων εἶναι ἐκεῖσε λόφον ὑψηλόν, ἐφʼ οὗ κρατῆρές εἰσι δύο, ὧν ὁ ἕτερός ἐστι τὴν περίμετρον τριστάδιος, ἐξ οὗ πολὺ φέρεται φέγγος, ὥστε ἐπιπολὺ τὸν πόντον παραυγάζειν. ἔπειτα ἐκ τοῦ χάσματος ἀναφέρονται διάπυροι λίθοι ἀπλετομεγέθεις. καὶ τηλικοῦτος βρόμος γίνεται καθʼ ὃν καιρὸν συμβαίνει ἐργάζεσθαι τὸν Ἥφαιστον, ὥστε ἐπὶ φʹ στάδια ἀκούεσθαι τὸν ἦχον. οἱ δὲ ἐκ τοῦ ἐκφυσήματος ἀναρριπτούμενοι μύδροι διὰ τὴν ἐκπύρωσιν πάντοτε ἰώδεις εἰσί, καὶ περικεκαυμένων τὴν ὄψιν καὶ τὴν δύναμιν ἔχουσιν. νύκτωρ μὲν οὖν πάντα τὰ περὶ τὴν ἐργασίαν τοῦ θεοῦ γινόμενα καλῶς δηλοῦται, μεθʼ ἡμέραν δὲ τῆς κορυφῆς, ὅθεν ἡ φλὸξ ἄνεισιν, ὥσπερ νέφος ὑπερκείμενον ὁρᾶται. διὰ δὲ τοῦ λέγειν δαίδαλα χάλκευεν ῥιπῇ πυρὸς ἐμφαίνει περὶ τῆς λεγομένης ὑπὸ τοῦ Καλλίου ἀναφυσήσεως τοῦ πυρὸς ἐκ τοῦ χάσματος. ἦρι: ἕωθεν. ἔσχεθεν: ἐπαύσατο τοῦ κτενίζεσθαι. ἀψήκτους: ἀκτενίστους. ἠθεῖαι: προσφώνησις παρʼ Ὁμήρῳ νεωτέρων πρὸς πρεσβυτέρους. Ἀπολλώνιος δὲ συλληπτικῇ τῇ φράσει κέχρηται· τὸ γὰρ τῇ Ἥρᾳ προσὸν καὶ κατὰ τῆς Ἀθηνᾶς ἔταξεν. ταῦτα δὲ ἁρμόσει λέγεσθαι κατὰ τὴν Ὁμήρου ποίησιν. κατὰ δὲ τοὺς νεωτέρους οὐ μόνον Ἀθηνᾶς καὶ Ἥρας, ἀλλὰ καὶ Διός ἐστι πρεσβυτέρα· Ἡσίοδος γὰρ αὐτὴν ἐκ τῶν αἰδοίων τοῦ Οὐρανοῦ φησι γενέσθαι. δηναιάς: διὰ πολλοῦ χρόνου ὀφθείσας. οὔτι πάρος γε: παραγράφει τὸ Ὁμηρικόν· «πάρος γε μὲν οὔ τι θαμίζεις». κερτομέεις: οἷον εἰρωνεύῃ. συνορίνεται: ταράσσεται, θορυβεῖται. λυσόμενος χαλκέων: τὸν Ἰξίονα παρείληφεν, ὅτι δοκεῖ ἐπικεχειρηκέναι τῇ Ἥρᾳ. Φλεγύου δὲ υἱὸς Ἰξίων, ὡς καὶ Εὐριπίδης· «Φλεγύαντος υἱέ, δέσποτʼ Ἰξίων». Φερεκύδης δὲ … Ἀντίονος. φασὶ δέ, ὅτι γαμήσας Δῖαν τὴν Ἠϊονέως θυγατέρα πολλὰ ὑπέσχετο δώσειν δῶρα. ἐλθόντος δὲ ἐπὶ ταῦτα τοῦ Ἠϊονέως, βέρεθρον ποιήσας καὶ πυρακτώσας σκεπάζει αὐτὸ λεπτοῖς ξύλοις καὶ κόνει λεπτῇ· ἐμπεσὼν δὲ ὁ Ἠϊονεὺς ἀπόλλυται. λύσσα δὲ τῷ Ἰξίονι ἐνέπεσε διὰ τοῦτο, καὶ οὐδεὶς αὐτὸν ἤθελεν ἁγνίσαι, οὔτε θεῶν οὔτε ἀνθρώπων· πρῶτος γὰρ ἐμφύλιον ἄνδρα ἀπέκτεινεν. ἐλεήσας δὲ αὐτὸν ὁ Ζεὺς ἁγνίζει. καὶ ἁγνισθεὶς ἠράσθη τῆς Ἥρας· ὁ δὲ Ζεὺς νεφέλην ὁμοιώσας Ἥρᾳ παρακοιμίζει αὐτῷ, καὶ ὕστερον ποιήσας τετράκνημον τροχὸν καὶ δεσμεύσας αὐτὸν τιμωρεῖται. εὐνομία ἡ δικαιοσύνη καὶ ἡ καλοπραγία. ἀντεβόλησα: τῷ Ἰάσονι. νιφετῷ δʼ ἐπαλύνετο: τῇ χιόνι ἐσκέπαστο. ὀλοφύρατο: ὅτι τὸ ὀλοφύρατο εἴληπται καὶ ἐπὶ τοῦ ἠλέησεν· «ὀλοφυρόμενος» συμπαθῶν, πάσχων. διεκπροαλές: κατώφορον, κατωφερὲς καὶ ἐπὶ τὴν ἅλα προϊόν, ῥοῶδες. Κύπριν: λείπει τὸ ἀκούσασαν. νεοστασίη: ἀντὶ τοῦ· ἐν ἐπιστάσει ἐγένετο νέων μύθων, ἢ μύθων ἐπίστασις εἷλεν αὐτὴν καὶ νεωστὶ προσπεπτωκότος λόγου σύννοια. ὁ δὲ νοῦς· ἐσέβετο δὲ τιμωμένην ὑπὸ τῆς Ἥρας ἑαυτὴν βλέπουσα. ἀντομένην: ἱκετεύουσαν, λισσομένην. παρθένον Αἰήτεω: ἀντὶ τοῦ θυγατέρα. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· τῶν Αἰήτου θυγατρῶν τὴν οὖσαν παρθένον. δολόεσσα: ἀντὶ τοῦ φρονίμη· ἔστι γάρ ποτε ὁ δόλος καὶ ἐπὶ τῆς φρονήσεως. δολόεσσα: πανοῦργος. μενέηνα: ἀντὶ τοῦ ὠργίσθην. περισχομένη: ἀντὶ τοῦ ὑπεραλγήσασα. χαλεφθείς: ὁ νοῦς· χαλεπῶς γάρ μοι χαλεπαίνων ἠπείλησεν· εἰ μὴ ἀποσχοίμην τὰς χεῖρας, ἕως ἔτι τοῦ θυμοῦ κρατεῖ, στερηθήσεσθαί με αὐτοῦ. τὸ δὲ ἑοῖ οὐκ εὖ κεῖται. θυμόν: γράφεται μῦθον. ἀτεμβοίμην: ἀντὶ τοῦ μεμφοίμην. ῥαδινῆς: τρυφερᾶς. Ἀνακρέων δὲ ἐπὶ τάχους ἔταξε τὸ ῥαδινόν «ῥαδινοὺς πώλους»· Ἴβυκος δὲ ἐπὶ τῶν τὸν οὐρανὸν βασταζόντων κιόνων, εὐμεγέθεις λέγων· Στησίχορος ἐπὶ τοῦ εὐτόνου «ῥαδινοὺς δʼ ἐπέπεμπον ἄκοντας». παραβλήδην: ἀντὶ τοῦ παραβάλλουσα τοῖς εἰρημένοις· οὐ γὰρ ἀκουστέον ἐπὶ τοῦ ἀπατᾶν. Παλαμήδης δὲ ἐξ ἀντιβολῆς ἢ παραλογιστικῶς, νῦν δὲ ἐξ ἀποκρίσεως. μεταλλήξει: μεταστρέψει. παλίσσυτοι: ὀπισθόρμητοι. ἀπάνευθε Διός: ἀμφίβολος ἡ φράσις. τὸ μὲν γὰρ δηλοῖ ἀπάνευθε Διὸς χωρὶς τοῦ Διός, ὃ καὶ μᾶλλον· ἢ λείπει τὸ ἄλλων, ἵνʼ ᾖ· χωρὶς τῶν ἄλλων ἐν τῇ Διὸς ἀλωῇ. τὸν δὲ Γανυμήδην Ὅμηρος οὐχ ὑπὸ Διὸς ἡρπάσθαι, ἀλλʼ ὑπὸ θεῶν φησιν —”τὸν καὶ ἀνηρείψαντο θεοί»—, οὐδὲ διʼ ἔρωτα καὶ πόθον, ἀλλʼ ὥστε «Διὶ οἰνοχοεύειν». διὰ τούτων τῶν στίχων παραγράφει τὰ εἰρημένα ὑπὸ Ἰβύκου ἐν οἷς περὶ τῆς Γανυμήδους ἁρπαγῆς εἶπεν ἐν τῇ Εἰς Γοργίαν ᾠδῇ· καὶ ἐπιφέρει περὶ τῆς Ἠοῦς, ὡς ἥρπασε Τιθωνόν. ἐψιόωντο: ἀντὶ τοῦ ἔπαιζον. Φιλόξενος δὲ ἀντὶ τοῦ ὡμίλουν, παρὰ τὸ ἔπος μάργος Ἔρως: κατὰ μετωνυμίαν ὁ μαργαίνειν ποιῶν, ὡς καὶ «μαινομένου Διονύσοιο» καὶ Ἀνακρέων «τακερὸς δʼ ἔρως» καὶ Ὅμηρος «χλωρὸν δέος». ἡ δὲ λαιὰ ἐσχημάτισται ἀπὸ τοῦ λῴου, ὅ ἐστι βελτίονος· ὅθεν καὶ εὐώνυμος. ὀκλαδόν: ἀντὶ τοῦ ὀκλάσας. κατηφιόων: νῦν ταρασσόμενος, ὠξυμμένος δοιὼ δʼ ἔχεν: λείπει τὸ ἀστραγάλους. ἐπὶ προτέροισιν ὀλέσσας: καὶ τούτους ἐπαπολέσας τοῖς προτέροις, κεναῖς χερσὶν ἀμηχανῶν ἐν ἀπορίᾳ ἔκειτο, οὐ δυνάμενος ἔτι νικῆσαι τὸν Ἔρωτα. συμπαίζει γὰρ ὁ Γανυμήδης τῷ Ἔρωτι. τίπτʼ ἐπιμειδιάᾳς ἄφατον: τί γελᾷς, κακὸν μέγα καὶ ἄρρητον; ἦ αὐτὸν ματαίως ἐξηπάτησας καὶ παρελογίσω, οὐδὲ δικαίως αὐτοῦ περιεγένου, ἀλλὰ παρελογίσω ἄπειρον αὐτὸν ὄντα; Ἀδρήστεια: Καλλίμαχος· «σὲ δὲ κοίμισεν Ἀδρήστεια». ἀδελφὴ Κουρήτων. ἄντρῳ, ἐν Ἰδαίῳ: ἢ τῷ τῆς Κρήτης ἢ τῷ τῆς Τροίας· ἀντιποιοῦνται γὰρ καὶ Τρῶες τῆς τοῦ Διὸς γενέσεως, καθά φησι Δημήτριος ὁ Σκήψιος. κύκλα: κύκλα λέγει τοὺς ῥόμβους, τὰ κυκλώματα. Ἰωνικῶς δὲ τὰ κύκλα ἀντὶ τοῦ κύκλους, ὡς λύχνα καὶ δίφρα. ἁψῖδες δὲ αἱ συναφαί, περιηγέες δὲ περιφερεῖς, περίδρομοι. ἑαῖς: ἔδει τεαῖς εἰπεῖν. ὁλκόν: νῦν τὴν διαδρομὴν τοῦ ἀστέρος λέγει. θέλξον: ἀντὶ τοῦ λῦσον τὴν ψυχήν. ἀμβολίη: βραδυτής. ἀφαυροτέρη: ἐλάσσων. μείλια: τὰ παίγνια, διʼ ὧν οἱ παῖδες μειλίσσονται. Ὅμηρος ἐπὶ τῶν ξενίων· «ἐγὼ δʼ ἐπὶ μείλια δώσω πολλὰ μάλα». ἡ δʼ ἀγανοῖσιν: οὕτω τὸ ἑξῆς· ἡ δὲ ἐπειρύσασα παρειὰς κύσε ποτισχομένη, καὶ ἀντομένη ἀγανοῖς μύθοις ἀμείβετο μειδιόωσα. ποτισχομένη: περιλαβοῦσα. εἴ κεν ἐνισκίμψῃς: ἐὰν ἐνερείσῃς, ἐπιβάλῃς. ἀνʼ αἰθέρι: ἀντὶ τοῦ ἀνʼ αἰθέρα, δοτικὴ ἀντὶ αἰτιατικῆς. ἑῆς: ἔδει εἰπεῖν σφῆς, ἵνʼ ᾖ τῆς ἑαυτῶν· τὸ δὲ ἑῆς ἐστι τῆς ἑαυτοῦ. ξυνὴ γὰρ χρειώ: κοινὴ γὰρ ἡ χρεία καὶ οἱ λόγοι. ὁ δὲ σῖγα νόον: ὁ δὲ κατὰ σιγὴν πράττων καὶ ἐν ἑαυτῷ κρύπτων τὸ συμφέρον, οὗτος τὴν σωτηρίαν ἡμῶν παραιρεῖται. σφέτερον κτέρας: οὐκ ὀρθῶς τὸ σφέτερον: ἔστι γὰρ τρίτον πρόσωπον πληθυντικόν. καὶ ἁμαρτάνει· ἔδει γὰρ ἑνικὸν καὶ οὐ πληθυντικόν· ἀποχωρίσαι ἑὸν κτέρας. λωίτερον: αὐτὸ τὸ λῷον συγκριτικόν· τὸ δὲ λωίτερον παρῆκται διὰ τὸ μέτρον. ὅδε καί ποτʼ ἀμύμονα: διὰ ὀξείας τὴν πρώτην συλλαβήν· κατὰ ἀναφορὰν γὰρ λέγεται ἐπὶ τοῦ Αἰήτου. τὸ δὲ ἑξῆς· ὅδε καί ποτε Φρίξον ἔδεκτο πατρὸς φεύγοντα θυηλάς. ἐπὶ θρωσμοῦ πεδίοιο: τοῦ ὑπερκειμένου τοῦ ποταμοῦ τόπου, ὅπου ἔστι θορεῖν καὶ πηδῆσαι ἀπὸ τῆς νεώς. Κίρκαιον τό γε δή: τὴν Κίρκην τινὲς μὲν Αἰήτου ἀδελφήν, τινὲς δὲ θυγατέρα. ἱστορεῖ δὲ Διονύσιος, Ἡλίου ὅτι ἐγένοντο Περσεὺς καὶ Αἰήτης. Περσεὺς δὲ Ταύρων ἐβασίλευσεν καὶ συγγενόμενος νύμφῃ τινὶ Ἑκάτην ἔσχε θυγατέρα, ἣ περὶ τὰς ἐρημίας ἑκάστοτε διατρίβουσα ἐμπειροτάτη τῶν τε δηλητηρίων καὶ τῶν ἰᾶσθαι δυναμένων ἐγένετο· ἣν μεταπεμψάμενος ὁ Αἰήτης ἔγημεν καὶ ἔσχεν ἐξ αὐτῆς τὴν Κίρκην. τὴν Κίρκην Διονύσιος ὁ Μιλήσιος ἐν αʹ τῶν Ἀργοναυτικῶν θυγατέρα Αἰήτου καὶ Ἑκάτης τῆς Πέρσεως θυγατρός, ἀδελφὴν δὲ Μηδείας. Ἡλίῳ γάρ φησιν υἱοὺς γενέσθαι δύω ἐν τοῖς τόποις ἐκείνοις, οἷς ὀνόματα ἦν Πέρσης καὶ Αἰήτης· τούτους διακατασχεῖν τὴν χώραν, καὶ Αἰήτην μὲν Κόλχων καὶ Μαιωτῶν, Πέρσεα δὲ τῆς Ταυρικῆς κυριεῦσαι· τὸν δὲ Πέρσεα πρεσβύτερον ὄντα γῆμαι γυναῖκα τῶν ἐγχωρίων τινά, καὶ γενέσθαι αὐτῷ θυγατέρα, ᾗ ὄνομα Ἑκάτη, ἥτις λέγεται ἀνδρικὴ γενέσθαι περὶ τὰ κυνηγετικὰ καὶ πρώτη θανασίμους ῥίζας εὑρεῖν καὶ τὸν ἑαυτῆς πατέρα φαρμάκοις ἀποκτεῖναι. ταύτην γήμασθαι πεμφθεῖσαν εἰς Κόλχους Αἰήτῃ τῷ πατραδέλφῳ, ἀφʼ ἧς γενέσθαι Κίρκην καὶ Μήδειαν· τὴν δὲ Κίρκην, πρεσβυτέραν οὖσαν τῆς Μηδείας, ὑπερβαλέσθαι τὴν ἑαυτῆς μητέρα, τὰ μὲν διακούσασαν, τὰ δὲ καὶ αὐτὴν ἐφευρηκυῖαν πολλὰ καὶ δεινά. Ἡσίοδος δέ φησι τὴν Κίρκην τοῦ Ἡλίου θυγατέρα εἶναι ἐν τοῖσδε τοῖς ἔπεσιν· «Κίρκη δʼ Ἠελίου θυγάτηρ Ὑπεριονίδαο τίκτεν Ὀδυσσῆι ταλασίφρονι ἐν φιλότητι Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε.»
τῶν καὶ ἐπʼ ἀκροτάτων: ὅτι τὰ μὲν ἄρσενα σώματα οὐ θέμις Κόλχοις οὔτε καίειν οὔτε θάπτειν, βύρσαις δὲ νεαραῖς εἱλοῦντες ἐκρέμων τῶν ἀρσένων τὰ σώματα, τὰ δὲ θήλεα τῇ γῇ ἐδίδοσαν, ὥς φησι Νυμφόδωρος, ᾧ ἠκολούθησε. σέβονται δὲ μάλιστα Οὐρανὸν καὶ Γῆν. ἡ γάρ κε δίκη: ἀντὶ τοῦ ὁ τρόπος. τεθηπότες ἕρκεʼ ἄνακτος: τὴν ὀχύρωσιν τῆς οἰκήσεως, τῶν οἰκημάτων τὴν ἀσφάλειαν. χαλκείαις ἐπὶ γλυφίδεσσιν: ἐπὶ χαλκοῖς τορεύμασιν ἢ χαλκοῖς κιονοκράνοις. ἐλάχηνεν: ὤρυξεν, ἔσκαψεν. καταστρέφει δὲ εἰς τὸ κατεσκεύασεν. θυώδεϊ νᾶεν: ἀρώμασι μεμιγμένον ὕδωρ ἔρρει ἢ εὐῶδες ἔλαιον. ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε: ὁ Ἀπολλώνιος κατὰ τὴν Πλειάδων δύσιν λέγων τὴν κρήνην θερμὸν ῥεῖν, κατὰ δὲ τὴν ἀνατολὴν ψυχρόν, οὐ παρέστησεν εἰλικρινῶς τὸν καιρόν. δύο γάρ εἰσιν ἀνατολαὶ τῶν ἀπλανῶν ἄστρων καὶ δύο δύσεις. ἑῴα μέν ἐστιν ἀνατολή, ὅταν ἔξω τῶν αὐγῶν τοῦ ἡλίου πρῶτον ἱστῆταί τι ἄστρον καὶ πρὸ αὐτοῦ ἀνατέλλον ὀφθῇ· ἑῴα δὲ δύσις, ὅταν ἡλίου πρὸς τὴν ἀνατολὴν ὄντος ὁραθῇ τι ἄστρον περὶ τὰς δύσεις ὕστατον τῶν ὅσα κατʼ ἐκείνην τὴν νύκτα δύνει. ἑσπερία δὲ ἀνατολή, ὅταν δύνοντος ἡλίου ὁραθῇ τι ἄστρον ἐπὶ τῆς ἀνατολῆς πρῶτον τῶν ὅσα κατʼ ἐκείνην τὴν νύκτα ἀνίσχει. ἑσπερία δὲ δύσις λέγεται, ὅταν ἡλίου δύνοντος ἄστρον ὁραθῇ τι πρὸ τῶν ἄλλων ἐπικαταδῦνον αὐτῷ, πρὶν ἂν ὑπὸ ταῖς αὐγαῖς τοῦ ἡλίου γένηται. ὁ δὲ ὑπὸ ταῖς αὐγαῖς χρόνος πᾶς κρύψις ὀνομάζεται. αἱ δὲ Πληιάδες Πληιόνης τῆς Ὠκεανοῦ καὶ Ἄτλαντος, ὡς μέν τινες, ἀπὸ τῆς μητρὸς ἔσχον τὴν ἐπωνυμίαν· ἢ μᾶλλον παρὰ τὸν πλειῶνα, ὅς ἐστιν ἐνιαυτός, σημαντικαὶ γὰρ αὗται καὶ χειμῶνος καὶ θέρους. αὗται δὲ τὴν ἐναντίαν ἀεὶ πορείαν ποιοῦνται τῷ Ὠρίωνι. συναντῆσαι γὰρ λέγεται τῇ Πληιόνῃ μετὰ τῶν θυγατέρων κατὰ τὴν Βοιωτίαν, καὶ εἰς ἔρωτα ταύτης ἐμπεσὼν ἐδίωκεν, ἡ δὲ ἔφευγεν. γενέσθαι δὲ τὸν δρόμον αὐτῶν φασιν ἀδιάλειπτον, καὶ οὕτω καταστερισθῆναι τὰς Πληιάδας τὸν Ὠρίωνα φευγούσας. τὸ δὲ θέρμετο ἀντὶ τοῦ ἐθερμαίνετο. ὅτι χαλκόποδες οἱ ταῦροι καὶ πῦρ πνέοντες, καὶ Φερεκύδης φησίν. πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ: δύο ἀρότρων εἰσὶν εἴδη, τὸ μὲν πηκτόν, τὸ δὲ αὐτόγυον· πηκτὸν μὲν τὸ ἐκ συμβολῆς ἔχον τὸ ἔλυμα … ἔστι δὲ τὸ ἔλυμα, ἐν ᾧ ἡ ὕνις ἐντίθεται. τὸ δὲ ξύλον τὸ ἀπὸ τοῦ ἐλύματος τεῖνον ἐπὶ τοὺς βόας γύης καλεῖται, τὸ δὲ ἀπὸ τοῦ γύου ἱστοβοεύς. τοῦ δὲ ζυγοῦ τὰ ἐπὶ τοὺς αὐχένας τῶν βοῶν ἐπιτιθέμενα οἱ μὲν ζεύγλας, οἱ δὲ μέσσαβα λέγουσι. τὴν δὲ κατασκευὴν τῶν ἀρότρων Ἐρατοσθένης ἐν τῷ Ἀρχιτεκτονικῷ καταγράφει. αὐτόγυον: πρὸς τὸ πηκτὸν ἄροτρον ἡ διαστολή. ἤλασεν Ἠελίῳ: πέπλασται ὁ μῦθος διὰ τὴν τοῦ θεοῦ τῶν ποδῶν χωλότητα. οὐ μέντοι πιθανῶς· μείζονα γὰρ εἶχεν δύναμιν τῶν Γιγάντων, διʼ ἧς αὐτοὺς ἐτρέψατο ἄν. ὁ μέντοι Ἀπολλώνιος αἰτίαν ἀποδέδωκε, διʼ ἧς ὁ Ἥφαιστος κατεσκεύασε τῷ Αἰήτῃ τούς τε χαλκώνυχας ταύρους καὶ τὸ ἄροτρον. ὅτι δὲ δυνατὸς ἦν Ἥφαιστος, Ὅμηρος ἔδειξεν ἐπὶ Ξάνθου τοῦ ποταμοῦ. Φλεγραίῃ: Φλέγρα πεδίον Θρᾴκης περὶ Παλλήνην, ἔνθα οἱ θεοὶ τοὺς Γίγαντας κατεπολέμησαν. μέσαυλον τὸ μέσον τῆς αὐλῆς, ὅπου τῶν βοῶν αἱ στάσεις. μέσαυλον δὲ οἱ Ἀττικοὶ τὴν μέσην θύραν τὴν φέρουσαν εἴς τε τὴν ἀνδρωνῖτιν καὶ γυναικωνῖτιν. δαιδαλέη δʼ αἴθουσα: στοὰ δὲ ποικίλη ἦν ἑκατέρωθεν τῆς οἰκίας. ἐκ πλαγίου δὲ τῆς αἰθούσης ὑψηλότεραι ἦσαν οἰκοδομαί, ὅ ἐστι· πύργοι ἦσαν ἑκατέρωθεν. ὑπείροχος: ὑψηλότερος. σὺν ἑῇ ναίεσκε δάμαρτι: ὁ τὰ Ναυπακτικὰ πεποιηκὼς Εὐρυλύτην αὐτὴν λέγει, Διονύσιος δὲ ὁ Μιλήσιος Ἑκάτην μητέρα Μηδείας καὶ Κίρκης, ὡς προείρηται, Σοφοκλῆς δὲ Νέαιραν μίαν τῶν Νηρηίδων, Ἡσίοδος δὲ Ἰδυῖαν· «Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.» Ἐπιμενίδης δέ φησι Κορίνθιον τῷ γένει τὸν Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί. Διοφάνης δὲ ἐν τῇ αʹ τῶν Ποντικῶν ἱστοριῶν Ἀντιόπην φησὶν Αἰήτου μητέρα. τὸν μὲν Καυκασίη: προγενέστερόν φησι τὸν Ἄψυρτον Μηδείας γεγενῆσθαι ἐξ Ἀστεροδείας τῆς Ὠκεανοῦ καὶ Τηθύος θυγατρός. μετιοῦσαν: λείπει εἶδον. ἔκτοθι πᾶσαι: ἀντὶ τοῦ ἐκτός, ἵνα τὸ εἰς τόπον σημαίνῃ. ὑψοῦ χάρματι χεῖρας: ἔδει ὑψόσε· τὸ γὰρ ὑψοῦ τοῦ ἐν τόπῳ δηλωτικόν ἐστι, τὸ δὲ ὑψόσε τοῦ εἰς τόπον. Ὅμηρος «ὑψοῦ ἐπὶ ψαμάθοις». οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες: ἀφροντίστως με καταλιπόντες ὅμως οὐκ ἐμέλλετε μακρὰν πορεύεσθαι· ὑποστρέψαι οὖν ὑμᾶς ἡ μοῖρα πεποίηκεν. τηλόθι: καὶ νῦν ἔδει εἰπεῖν τηλόσε. ἔκποθεν ἄτης: ἔκ τινος βλάβης. στυγεράς: μισητάς. Ὀρχομενοῖο: καὶ Ἑλλάνικός φησι τὸν Ἀθάμαντα Ὀρχομενὸν ᾠκηκέναι. ἑήν: ἀντὶ τοῦ ὑμετέραν. πολιοῖο: διαφανοῦς. τετρηχώς: τετραχυμμένος. διαφέρει οἶστρος μύωπος. ὁ μὲν γὰρ μύωψ ἀπογεννᾶται ἐκ τῶν ξύλων, ὁ δὲ οἶστρος ἐκ τῶν ἐν τοῖς ποταμοῖς ἐπιπλεόντων ζῳαρίων. τὸ δὲ τέλλεται κατὰ ἀφαίρεσίν ἐστι τοῦ ς, ἀντὶ τοῦ στέλλεται. ὀξέα δενδίλλων: ὀξέως παρεπιστρεφόμενος καὶ τοῖς ὀφθαλμοῖς ἐπινεύων. Ὅμηρος δὲ ἐπὶ τοῦ διαστρέφειν τοὺς ὀφθαλμοὺς τέθεικε τὴν λέξιν, οἱ δὲ ἐν ἐπιστροφῇ τοῦ προσώπου παρεγκλίνοντα τοῖς ὀφθαλμοῖς ἐπινεύειν, καθάπερ καὶ Ἀπολλόδωρος· Σοφοκλῆς δὲ ἐπὶ τοῦ περιβλέπειν τέθεικε τὴν λέξιν. βαιὸς ἐλυσθείς: ἀντὶ τοῦ συστρέψας ἑαυτὸν καὶ ὑποκαλύψας. ἐνεδαίετο: ἐξήπτετο. ἀμαρύγματα: τὰς λαμπάδας τῶν ὀφθαλμῶν. ἀμαρύγματα: βλέμματα. καί οἱ ἄηντο: πνοὴν ἔπεμπον ἢ μετεωρίζοντο. κατείβετο: ἐτήκετο. ὡς δὲ γυνὴ μαλερῷ πυρί: καὶ Ὅμηρος· «ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ.»
κάρφεα: ξηρὰ ξύλα. ἄγχι μάλʼ ἐγρομένη: ἀντὶ τοῦ ἐγγύς. τίθεται δὲ καὶ ἐπὶ χρόνου, ἀντὶ τοῦ νῦν ἢ ἀντὶ τοῦ ταχέως. Μένανδρος «ἔγημʼ ἔναγχος». εἰλυμένος: κεκαλυμμένος οἷον κεκρυμμένος· εἰς γὰρ τοῦτο καταστρέφει. ἀκηδείῃσι: ταῖς πολυκηδείαις, τουτέστι ταῖς λύπαις. κακὸν τὸ σφετέρης. τὸ δὲ σφετέρης θυγατρὸς ἀντὶ τοῦ ἰδίας. ἠέ τις ἄτη: οἷον κακόν τι ὑμᾶς ἐνεπόδισε κατὰ τὸν πλοῦν; τὸ γὰρ ἐνέκλασε κατὰ μεταφοράν, ἐνεπόδισεν. Κίρκην ἑσπερίης: ἠκολούθησεν Ἀπολλώνιος τοῖς κατὰ τὸ Τυρσηνικὸν πέλαγος ὑποτιθεμένοις τὴν Ὀδυσσέως πλάνην, ὧν ἀρχηγὸς Ἡσίοδος, κατῳκηκέναι λέγων Κίρκην ἐν τῷ προειρημένῳ πελάγει. ἑσπερίης εἴσω χθονός: περὶ τὴν Ἰταλίαν ᾤκησεν ἡ Κίρκη, ὅθεν ὄρος Κίρκαιον, ἀπʼ αὐτῆς πολυφάρμακον. φησὶ δὲ Ἀπολλώνιος, Ἡσιόδῳ ἑπόμενος, ἐπὶ τοῦ ἅρματος τοῦ Ἡλίου εἰς τὴν κατὰ Τυρρηνίαν κειμένην νῆσον τὴν Κίρκην ἐλθεῖν. ἑσπερίαν δὲ αὐτὴν εἶπεν, ἐπεὶ πρὸς δυσμὰς κεῖται. μειλιχίως: ἐπιεικῶς, πραέως. κείνην: λείπει τὴν ναῦν. αὐτούς: ἡμᾶς. ποτὶ ξερόν: ἐπὶ τὸ ξηρὸν ἀπὸ τοῦ ὑγροῦ τῆς θαλάσσης. ἡ δὲ ποτὶ πρόθεσίς ἐστι παρὰ μὲν Δωριεῦσι πρός, παρʼ ἡμῖν δὲ καὶ Ἴωσιν εἴληπται ἀντὶ τῆς παρά· Ὅμηρος «ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ», καὶ ἡ Δωρικὴ παροιμία «τὸν λίθον ποτὶ τὰν σπάρτον ἄγοντας». νηὸς ἑῆς προτέρῳ: κακῶς τὸ ἑῆς ἐπὶ πλήθους· ἔστι γὰρ ἑνικόν. ἔδει δὲ εἰπεῖν σφετέρης. μετά: ἀντὶ τῆς εἰς. σφωιτέρῃ: κακῶς τὸ σφωιτέρῃ εἶπεν ἐπὶ ἑνικοῦ· ἔστι γὰρ δυϊκόν. ὁ δὲ Ἰάσων ἀπὸ Αἰόλου τὸ γένος κατάγει, ὡς Ἑλλάνικος. στεῦται ἀμειλίκτοιο: ὁ νοῦς· ὁρίζεται δὲ τοὺς ἀπʼ Αἰόλου οὐκ ἐκφεύξεσθαι τὸν ἀνεξίλαστον χόλον τοῦ Διὸς οὐδὲ τὸ μίασμα καὶ τὴν Φρίξου ποινήν, πρὶν τὸ κῶας εἰς τὴν Ἑλλάδα κομισθῆναι. τὸ δὲ ἑξῆς· στεῦται δʼ Αἰολιδῶν γενεὴν οὐχ ὑπαλύξειν ἀμειλίκτοιο Διὸς μῆνιν καὶ χόλον, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. ποινάς: ἐκδικίας τῶν Κολχικῶν κακίστης ἐτύχομεν νεώς. ἤλιθα: ἀθρόως. εἰ: ὅπως. αὐτῷ: ἀντὶ τοῦ σοί. παρέλκεται τὸ δῆθεν. εἰ δὲ προαιρῇ, φησίν, ἑκάστου γνῶναι τὴν γενεὰν καὶ τοὔνομα, πάντα ἐξείποιμι ἄν. οἷό περ: οὗτινος χάριν. γνωτός: ἀντὶ τοῦ συγγενὴς ἢ ἀνεψιδοῦς, δισεξάδελφος. Κρηθεὺς καὶ Ἀθάμας ἀδελφοί, Αἰόλου παῖδες· Κρηθέως ὁ Αἴσων, Αἴσονος Ἰάσων, Ἀθάμαντος δὲ Φρίξος, οὗ Ἄργος. ἠερέθοντο: μετεωρίζοντο τῷ νῷ χολουμένῳ, ἀντὶ τοῦ οἰδαίνοντο. ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο: ἐπρίσκετο, ἐφυσιοῦτο. αὐτίκα: ἀντὶ τοῦ νῦν. νέεσθαι: ἀπὸ κοινοῦ τὸ ἔολπα. σχέο μοι: ὦ Αἰήτη, ἐπίσχες ἢ ἀνάσχου μοι περὶ τούτου τοῦ στόλου. τὸ δὲ οὐδὲ μὲν ἱέμενοι ἀντὶ τοῦ· οὐδὲ ἐφιέμενοι τῆς σῆς βασιλείας. κακῶς τὸ σφωιτέροισιν ἐχρήσατο ἐπὶ ἑνικοῦ· ἔδει γὰρ εἰπεῖν τεοῖσιν. τὸ δὲ ἴσκεν Ὁμηρικῶς. τὸ δὲ πειρήσαιτο βίην ἀντὶ τοῦ· πεῖραν λάβοι τῆς ἰσχύος τῶν ἡρώων. κακῶς τὸ ὑποβλήδην· κεῖται γὰρ πρὶν ἢ καταλῆξαι τὸν ἕτερον λέγοντα. τὸ δέ διηνεκέως ἀγορεύεις ἀντὶ τοῦ μακρηγορεῖς. δώσω: πεῖραν λαβὼν τῆς σῆς ἀνδρείας παρέξω τὸ δέρος· οὐ γὰρ φίλον μοι τὸ φθονεῖν. οὔτι μεγαίρω: ἀντὶ τοῦ· οὐ φθονῶ ὑμῖν, ὡς ὁ Πελίας. τόν: τὸν ἆθλον. ὀλοὸν δὲ τὸν μέγαν καὶ ἀνύποιστον. δοιώ μοι πεδίον τὸ Ἀρήιον: ... καὶ Ἀντίμαχος ἐν τῇ Λύδῃ ἡφαιστοτεύκτους τοὺς ταύρους ἀπεφήνατο. στυφελήν: τραχεῖαν. τετράγυον: πεντηκοντόγυόν φησι Φερεκύδης ἐν ϛʹ. σπόρον: πυρόν. ὁλκοῖσι: ταῖς ἐγχαράξεσιν· ἑλκομένου γὰρ τοῦ ἀρότρου ἡ γῆ διαρρήγνυται. Δηοῦς: τῆς Δήμητρος. μεταλδήσκοντας: ἐξισουμένους. κείρω: κτείνω. περισταδόν: κύκλῳ περιεστῶτας. νῦν ἐπὶ τόπου τὸ πάρος, κεῖται δὲ καὶ ἐπὶ χρόνου. περιπολλὸν ἐέργεις: ὁ νοῦς· λίαν με τῷ δικαίῳ συνέχεις, διόπερ ἐγὼ καίπερ ὑπερφέροντα τῇ βίᾳ τὸν ἆθλον ἐποίσω μέχρι θανάτου. ἀρρενικῶς δὲ εἶπε τὴν μοῖραν μόρον. ἐέργεις: συνέχεις, συγκλείεις. οὐ γὰρ ἔτʼ ἄλλο: οὐδὲν γὰρ ἀνθρώποις χεῖρον ἀνάγκης, καθʼ ἣν ἀφίγμεθα πρὸς σέ, βιασθέντες ὑπὸ τοῦ βασιλέως. μετελθεῖν: ἡ μετὰ ἀντὶ τῆς πρός· πρὸς ἀμείνονα φῶτα ἐλθεῖν. ἀπηλεγέως: ἀποτόμως. τὸ δὲ ἐπεὶ μεσσηγὺς αἰτίας ἀποδοτικόν ἐστι, διὰ τί κατόπιν ἐκείνων ἐπορεύετο ὁ Ἄργος· διότι, φησίν, ἔνευσε τοῖς ἀδελφοῖς αὑτοῦ ἔτι λιπέσθαι καὶ μεῖναι ἐν τῇ οἰκίᾳ. οἱ δʼ ᾔεσαν καὶ ἐξῆλθον, οἱ περὶ Ἰάσονα δηλαδή. λιπέσθαι: ἐμμένειν. ἐπʼ αὐτῷ δʼ ὄμματα: ἐπʼ αὐτῷ δὲ ἡ Μήδεια λοξὰ τὰ ὄμματα ἔχουσα θηεῖτο, παραθεμένη τὴν καλύπτραν. ἐπʼ αὐτῷ δʼ ὄμματα: λείπει τὸ ἔχουσα. κῆρ ἄχεϊ σμύχουσα: τῇ λύπῃ τὴν ψυχὴν καιομένη καὶ ἀναλίσκουσα. νόος δέ οἱ ἠύτʼ ὄνειρος: ὁ νοῦς· τῷ δὲ νῷ ἀνεθεώρει τὸν Ἰάσονα, οἷον καθάπερ ἐν ὀνείρῳ μετέωρος ἐπορεύετο κατὰ τὰ ἴχνη τοῦ Ἰάσονος. προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν: ἐμφατικῶς αἱ προθέσεις. τὴν συνεχῶς ἀνειδωλοποιοῦσαν τῷ νῷ ἐμφαίνει, ὡς παρʼ Ὁμήρῳ «προπροκυλινδόμενος.» οἷά τʼ ἔειφʼ: θαυμαστικῶς τὸ οἷα εἶπεν. ὀδύρετο δʼ ἠύτε πάμπαν: ἐθρήνει δὲ αὐτὸν ὡς ἤδη τεθνηκότα, ἐλέῳ δὲ συνεχομένη ἔκλαιεν ἐπʼ αὐτῷ λυπουμένη. ἐρρέτω: φθειρέσθω. ἦ μὲν ὄφελλεν: ἦ ὤφελεν χωρισθῆναι ἀπαθής, μηδὲν παθών. πότνα θεὰ Περσηί: τινὲς αὐτήν φασι Διὸς εἶναι παῖδα, ἐν δὲ τοῖς Ὀρφικοῖς Δήμητρος γενεαλογεῖται· «καὶ τότε δὴ Ἑκάτην Δηὼ τέκεν εὐπατέρειαν.» Βακχυλίδης δὲ Νυκτός φησιν αὐτὴν θυγατέρα«Ἑκάτα δᾳδοφόρε, Νυκτὸς μεγαλοκόλπου θύγατερ»· Μουσαῖος δὲ Ἀστερίας καὶ Διός, Φερεκύδης δὲ Ἀρισταίου τοῦ Παιῶνος. οὕνεκεν: ὅτι οὐκ ἐπιχαίρω ἐγὼ κακοῖς. ὁ δὲ λόγος ἐρωτικός. ἐόλητο: ἐτετάρακτο καὶ ἐν ἀγωνίᾳ ἦν. δὴ τότʼ Ἰήσονα: ὑπέρβατόν ἐστι· τὸν γὰρ Ἰάσονα Ἄργος προσεῖπεν. εἰς τὴν Ἑκάτην αἱ φαρμακίδες ἀναφέρονται. ἀντιβολήσων: συναντήσων· καταστρέφει δὲ εἰς τὸ κοινολογήσομαι, συντάξομαι. ὦ πέπον: ὦ γλυκύτατε, ἡδύτατε, προσφιλέστατε, ἐπεὶ καὶ ὁ πέπων μελιχρός. βάσκετε: γράφεται καὶ βάσκʼ ἴθι. παρεόντας: τὸν Ἰάσονα καὶ τοὺς σὺν αὐτῷ. ἀντικρύ: φανερώτατα καὶ ἐναντιώτατα. διειρομένοισι: διερευνῶσιν ἢ λέγουσιν. ὁ γὰρ νοῦς· ἐναντίως ἡμῖν ἔχει· οὐ γάρ ἐστι τελεσθησόμενον οὔτε ἐμοὶ … τῶν ἐπιτασσομένων τι. ἐφίετο: ἐνετέλλετο. ὃ δή νύ οἱ: τὸ ἑξῆς· ὅπερ αὐτῷ συντόμως ὑπεσχόμην· οὐκ ἦν γὰρ ἄλλο τι σκέψασθαι βέλτιον. ἀνήνυτος: δυσκατόρθωτος. πεφυλαγμένος ἐντύναιο: φυλάττων τὴν ὑπόσχεσιν παρασκευάζου· ἐντύνω γὰρ τὸ παρασκευάζω. κακῶς τὸ ἑῇ· τρίτου γάρ ἐστι προσώπου. ἔδει δὲ σῇ. οὐ γὰρ ἔγωγε σχήσομαι: ἀντὶ τοῦ· ἐγὼ οὐκ ἀνέξομαι. τί γὰρ πλέον ἢ θάνατός με περιμένει; ὁ μὲν Ἀπολλώνιος τούτους φησὶ προαιρεῖσθαι ζεῦξαι τοὺς βόας, ὁ δὲ τὰ Ναυπακτικὰ πάντας ἀριθμεῖ τοὺς ὑπʼ αὐτοῦ φερομένους ἀριστεῖς. ἀλλά τινʼ οἴω μητρὸς ἐμῆς: δύναται, φησίν, ἡ μήτηρ ἡ ἐμὴ πεῖσαι τὴν Μήδειαν συνεργῆσαι τὸν ἆθλον. ἐν δὲ τοῖς Ναυπακτικοῖς Ἴδμων ἀναστὰς Ἰάσονι κελεύει ὑποστῆναι τὸν ἆθλον. δάε: ἐδίδαξεν. νήχυτον ὕδωρ: τὸ πολύχυτον. τὸ γὰρ νη καὶ στέρησιν σημαίνει καὶ ἐπίτασιν. καὶ «ἀχύνετον ὕδωρ» τὸ πολὺ κατὰ Ἴωνας καὶ Σικελιώτας. Διονύσιος· «πλαζομέναις ἵνα λύσσαν ἀχύνετον ἧκα βαλοῦσα.»
ἄστρα τε καὶ μήνης: τὸν παραδεδομένον μῦθον λέγει, ὡς αἱ φαρμακίδες κατάγουσι τὴν σελήνην. τινὲς δὲ καὶ τὰς ἐκλείψεις ἡλίου καὶ σελήνης καθαιρέσεις ἐκάλουν τῶν θεῶν. τὸ παλαιὸν ᾤοντο τὰς φαρμακίδας τὴν σελήνην καὶ τὸν ἥλιον καθαιρεῖν. διὸ καὶ μέχρι τῶν Δημοκρίτου χρόνων πολλοὶ τὰς ἐκλείψεις καθαιρέσεις ἐκάλουν. Σωσιφάνης ἐν Μελεάγρῳ· «μάγοις ἐπῳδαῖς πᾶσα Θεσσαλὶς κόρη ψευδὴς σελήνης αἰθέρος καταιβάτις.»
τὸ τάχα ἐπὶ δισταγμῷ κεῖται· τινὲς δὲ καὶ ἀντὶ τοῦ ταχέως. σὺν δαίμονι: σὺν ἀγαθῷ δαίμονι. κείνης δʼ ὅγε μείλιχος ὄρνις: Ἀπολλόδωρός φησιν ἐν τῷ Περὶ θεῶν, ὅτι ἡ περιστερὰ ἱερὰ Ἀφροδίτης διὰ τὸ λάγνον· παρὰ γὰρ τὸ περισσῶς ἐρᾶν λέγεται. κέαρ δέ μοι: ὡς δὲ ἡ ψυχή μου προορᾶται, οὕτως γένοιτο. βλέποντες: γράφεται λεύσσοντες. μεμαώς: ἀντὶ τοῦ ὀργιζόμενος νῦν· οὐ γὰρ ἐπὶ κακοῖς τις πρόθυμός ἐστιν. Μινύαισι: τοῖς Ἀργοναύταις. λασίης: πυκνῆς. ἀποφλύξωσιν: ἀντὶ τοῦ ἐκφυσήσωσιν, καταστρέφει δὲ εἰς τὸ ἐκπνεύσωσιν. ἔνθεν καὶ ὁ φλύαρος. ἀποφλύξωσιν: ἀποδώσουσι. οὐδὲ γάρ: λείπει τὸ ὑπέμεινεν. εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ: ἄγγελόν φησιν Ἑρμῆν ὑπὸ Διὸς πεμφθῆναι κελεύοντα δέξασθαι τὸν Φρίξον, ἵνα τὴν Αἰήτου θυγατέρα γήμῃ. ὁ δὲ τὸν Αἰγίμιον ποιήσας διὰ τὸ δέρας αὐτὸν αὐθαιρέτως φησὶ προσδεχθῆναι. λέγει δέ, ὅτι μετὰ τὴν θυσίαν ἁγνίσας τὸ δέρας οὕτως ἔστειχεν εἰς τοὺς Αἰήτου δόμους, τὸ κῶας ἔχων. ὥς κε προσκηδέος: ὅπως ἂν εὐμενοῦς ἀντιάσειεν ὁ Φρίξος τοῦ Αἰήτου. ἀντιᾶν δὲ τὸ ἀπολαύειν. μὴ καί: ἀπὸ κοινοῦ τὸ στεῦτο. νόσφιν δʼ οἷ αὐτῷ: χωρὶς δὲ αὐτῷ δώσειν τιμωρίαν ἔλεγεν τοὺς Φρίξου παῖδας· τούτους γὰρ αὐτῷ κακοὺς ἄνδρας ἐπάγειν, ὅπως αὐτοῦ τῆς βασιλείας ἐγκρατεῖς γένωνται, ὡς καὶ παρὰ τοῦ ἰδίου πατρὸς Ἡλίου ἠκηκόει. ὅτι δὲ χρησμὸς ἦν Αἰήτῃ δεδομένος, ὑπὸ τῶν αὐτοῦ ἐγγόνων ἀπολέσθαι, καὶ Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις ἱστορεῖ· τούτου ἕνεκα καὶ τὴν ζεῦξιν τῶν ταύρων λέγει αὐτὸν ἐπινοῆσαι. ἀκηδέες: ἀφρόντιστοι ὄντες αὐτοῦ. χρῆναί μιν: γράφεται χρειώ μιν. κακῶς τὸ σφωιτέρης δυϊκὸν ἐπὶ ἑνικοῦ ἐχρήσατο· ἔδει γὰρ εἰπεῖν ἑῆς, ἵνʼ ᾖ τῆς ἑαυτοῦ. τῷ κε καὶ ἐλδομένους πέμπεν: παρατατικὸν εἴληφεν ἀντὶ συντελικοῦ, καὶ ἔστιν ὑπερβατὸς ἡ φράσις καὶ λείπει τὸ ὥς. τὸ γὰρ ἑξῆς ἐστι· διὸ καὶ ἐπιθυμοῦντας μακρὰν πλεῦσαι—προσεκδεκτέον καὶ τοῦτο—ὡς πατρὸς ἐντολῇ πέπομφε. τὸ δὲ πατρὸς ἐφημοσύνῃ ἀντὶ τοῦ· κατὰ τὴν τοῦ Ἡλίου νουθέτησιν. εἶναί οἱ τυτθόν γε δέος: λείπει τὸ ὑπελάμβανεν. ἀλλʼ ἐνὶ Χαλκιόπης: ἦν γὰρ αὐτῷ χρησμὸς δοθεὶς ὑπὸ συγγενῶν ἀπολέσθαι, ὡς καὶ Ἡρόδωρος ἱστορεῖ. παρηγορέεσκεν: παρεκάλει, ἐφιλοφρονεῖτο. παρʼ αἶσαν: παρὰ τὸ προσῆκον ποιοῦσα. ἀμφαδά: ἀκουστά, φανερά. κατελώφεεν: ἐκ τῶν λυπῶν ὁ ὕπνος αὐτὴν κατέπαυεν. καὶ νῦν κακῶς τὸ σφέτερον· πληθυντικὸν γάρ ἐστιν ἐπὶ ἑνικοῦ προσληπτικοῦ. ἔδει δὲ ἑὸν δόμον εἰπεῖν. οὐχ ὑγιῶς οὐδὲ νῦν τὸ σφωιτέρους· δυϊκὸν γάρ ἐστιν ἐπὶ ἑνικοῦ. ἔδει οὖν εἰπεῖν ἑούς. ἄμφω: ἀμφότεροι δὲ ἐπέτρεψαν τῇ κόρῃ τὴν δίκην, ὁμολογήσαντες ἐμμένειν οἷς ἂν δικάσῃ. ὥς κεν—ἰθύσειεν: ὡς ἂν ταῖς διανοίαις ἐπιβάλοι. τὸ δὲ ἔμπα ἀντὶ τοῦ ἔμπης. σφετέροις: ἀντὶ τοῦ ἑοῖς. οἰέανος: μονείμων. ὀπίσσω: εἰς τὸν ἑαυτῆς κοιτῶνα. φέρον: λείπει ταύτην. ὁ νοῦς· καθάπερ δὲ νύμφη, ἐκδοθεῖσα ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν εἰς γάμον, ἀπολόμενον κατά τινα μοῖραν τὸν γήμαντα πρὶν ἐπʼ ἀλλήλοις τερφθῆναι, διακαιομένη τὴν ψυχὴν ὑπὸ λύπης, ἐν τῷ θαλάμῳ κλαίει, αἰδουμένη καὶ τῶν θεραπαινίδων τῇ ἐντροπῇ, ἵνα μή τις αὐτὴν μωμήσηται προσιουσῶν γυναικῶν. θαάσσει: καθέζεται. χῆρον: ἔρημον. ἐπιστοβέωσι: χλευάζωσι, λοιδορήσωσι, μωμήσωνται. ἐπιπρομολοῦσα: περιττεύει ἡ ἐπὶ πρόθεσις. ἑπέτις: ἀκόλουθος ἦν νεάζουσα. ἀρέσασθαι: πεῖσαι. θευμορίη: ἐκ θεῶν μεμοιραμένη νόσος περιέδραμεν. ἵνα: ὅπου. ἐπεκλονέεσκον: ἐθορύβουν. περί μοι παίδων: ὑπὲρ τῶν υἱῶν σου τετάρακται ἡ ψυχή μου, μὴ αὐτοὺς σὺν τοῖς ξένοις ὁ πατὴρ ἀποκτείνῃ. μή σφε: μὴ αὐτούς· κατὰ ἀφαίρεσιν γὰρ ἐκ τοῦ σφέας. νέον: νεωστί. ἀντιάσειε: παρακαλέσειε, δυσωπήσειε. ὅττι τοι εἴπω: ὅπερ σοι εἴπω φυλάξαι ἐν τῇ ψυχῇ καὶ συνεργὸς γενέσθαι. Κόλχων ὅρκος: ὅτι Κόλχων ὅρκος Οὐρανὸς καὶ Γῆ. ἀνέπτατο χάρματι θυμός: ἄνεσιν ἔσχεν αὐτῆς ἡ ψυχὴ ἐν χαρᾷ γενομένης. πιθανῶς δὲ χαρακτηρίζει ἡμῖν τὸν ἔρωτα. εἰ ἔτι σῆς: εἴ τι σοῦ προκρίναιμι ἢ τῶν σῶν παίδων. κηδεμόνες: οἱ ἀλλήλων φροντίζοντες. οἴσομαι εἰς Ἑκάτης: ἔν τισι φέρεται μετὰ τὸν οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων καὶ ἕτερος στίχος οἰσομένη ξείνῳ, οὗπερ τόδε νεῖκος ὄρωρε. ἔν τισι δὲ οὐ φέρεται, ὡς καὶ ἐνταῦθα. θελκτήρια: λυτήρια. παῖσί τʼ ἀρωγήν: τὰ ὁμολογηθέντα ὑπὸ τῆς Μηδείας τοῖς παισὶν αὑτῆς ἡ Χαλκιόπη διεσάφησεν. στυγερὸν δέος κατὰ μετωνυμίαν εἶπεν τὸ φόβου ποιητικόν. τοῖα παρὲξ οὗ πατρός: τοιαῦτα ἄνευ τῆς τοῦ πατρὸς γνώμης ἐπὶ τῷ Ἰάσονι βουλεύσασθαι. Ἑλίκην: τὴν μεγάλην Ἄρκτον. ἀδινόν: ἀντὶ τοῦ ἀδινῶς. λείπει δὲ θρηνοῦσαν. μελαινομένην: ἀπεσκοτωμένην, ὅ ἐστιν ἀσέληνον. ἀλλὰ μάλʼ οὐ Μήδειαν: παρέλκει τὸ μάλα. τὸ δὲ ἑξῆς· ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπέλαβε γλυκερὸς ὕπνος δειδυῖαν ταύρων κρατερὸν μένος. Αἰσονίδεω πόθῳ: οὐχ ὑγιῶς τέθεικεν τὸν πόθον ἀντὶ τοῦ ἔρωτος. πόθος γὰρ ἡ ἐπιζήτησις, ὁ δὲ ἔρως ἐπιτεταμένον ἐστὶ πάθος. δειδυῖαν: τοῦ δείδω ῥήματος ὁ παρακείμενος δείδια, ἀφʼ οὗ μετοχὴ κατὰ συγκοπὴν δειδώς, τὸ θηλυκὸν δειδυῖα. νειὸν Ἄρηος: τὸ ἀρούμενον ὑπὸ τῶν ταύρων πεδίον. ἔθυιεν: ὥρμα, ἐκινεῖτο. ἔνθεν καὶ θυιάδες αἱ Βάκχαι. ἠελίου ὥς τίς τε δόμοις: καθάπερ τις αὐγὴ ἡλίου κατʼ οἶκον ἐξ ὕδατος ἀναφέρεται πρὸς τοῖχον, ὅπερ νεωστὶ κέχυται ἢ ἐν λέβητι ἢ ἐν κάδῳ, εἰς ἑκάτερα δὲ τὰ μέρη συνεχῶς κινεῖται στρεφομένη. ἐν γαυλῷ: ἐν κάδῳ, ὃ καλεῖται βεδοῦριν. ὠκείῃ στροφάλιγγι: ταχυτάτῃ στροφῇ. τεῖρʼ ὀδύνη σμύχουσα: κατεπόνει αὐτὴν ἡ ὀδύνη καίουσα. Ὅμηρος· «κατασμῦξαι πυρὶ νῆας». ἔνθʼ ἀλεγεινότατον: καθʼ ὃν τόπον ἄλγιστόν ἐστι μέρος τῆς ψυχῆς, ὅταν ἀδιαλείπτως τις τῷ ἔρωτι κατέχηται. ἐπιμένει δὲ πιθανῶς τῷ χαρακτῆρι ἑλκομένης μὲν τῷ πάθει, λογισμῷ δὲ κρατουμένης. ἐνισκίμψωσιν: ἐμπέσωσιν. καταφθίσθαι: ἤγουν τῷ ἔρωτι. ὀτλησέμεν: ὑποφέρειν τὴν ἄτην ἐσκέψατο. τὸ δὲ εὔκηλον ἀντὶ τοῦ εὐκήλως ἤτοι ἡσύχως. ἀλκή: ἀποφυγή. Ἀχαιίδα: ἀντὶ τοῦ Θεσσαλικήν. Ὅμηρος· «Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.» πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι: γράφεται πρὶν Ἀχαιίδα γαῖαν κομίσσαι. φάρμακα μησαμένη: λείπει τὸ δοῦναι. περιττὴ δὲ ἡ ἐπὶ πρόθεσις τίς μῆτις: τίς δέ μοι ἔσται παραλογιστικὴ βουλὴ τῆς βοηθείας; ἀντὶ ἑνικοῦ τοῦ ἐμοὶ κεῖται τὸ ἄμμι. ἀπαμείρεται: στερηθήσεται. ἵνα οἱ: ὅπου αὐτῷ. μελάθρῳ: τῇ δοκῷ. ἐπιλλίξουσιν: ἐπικαταμωκήσονται. κυρίως δὲ τὸ τοὺς ὀφθαλμοὺς ἐπικλίνειν καταμωκώμενον. κακῶς τὸ οὕς—βέλτιον δὲ διὰ τοῦ ε ἑούς—τέθεικεν ἀντὶ τοῦ ἐμούς. ἢ ... ἵνα ἐκ τῶν γυναικῶν ᾖ ὁ λόγος. ἦ καὶ φωριαμόν: νῦν τὴν κοιτίδα λέγει, σαφὲς δʼ ἐκ τοῦ ἐνθεμένη ἐπὶ γούνασιν. ἐτυμολογεῖ δὲ τὴν φωριαμὸν Ἐρατοσθένης ἐν τῷ Ἑρμῇ· «φωριαμὸν δʼ ὀνόμηναν, ὅ μιν κύθε φώριον ἄγρην· ἐκ τοῦ φωριαμὸς κικλήσκεται ἀνθρώποισιν.»
ῥαιστήρια: φθαρτικά. ἀσταγές: ἀντὶ τοῦ πολυσταγῶς. τὸ γὰρ α νῦν ἐπιτατικόν, ὡς «ἄξυλος ὕλη». κακῶς τὸ τόφρα ἀνταποδοτικὸν ἀντὶ τοῦ ὄφρα, ὅπως· «ὄφρα μὴ ἄσπερμος γενεή». κυρίως δὲ ἰσοδυναμεῖ τῷ τέως, ὡς ἕως τέως. καλῶς δὲ Ὅμηρος σαφηνίζει· «ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο—, τόφρα μάλʼ ἀμφοτέρων». τὸ δὲ πάσαιτο ὑγιῶς· οὐ γὰρ εἰς κόρον ἡ τούτου μετάληψις. ἐνὶ ζῳοῖσι: τὰ ἐν τῷ ζῆν ἀρεστὰ ἐλογίζετο. σφετέρων: ἀντὶ τοῦ ἑῶν. λήθῃ ἀχέων: λήθην ποιουμένη τῶν τε παρουσῶν συμφορῶν καὶ τῶν ἐπαυξηθησομένων. Δαῖραν μουνογένειαν: τὸ Δαῖραν κατʼ ἔλλειψίν ἐστι τοῦ ε διὰ τὸ μέτρον· Δάειραν γάρ ἐστι. λέγει δὲ τὴν Περσεφόνην, ὡς δηλοῖ τὸ μουνογένειαν. Νυχίαν δὲ εἶπεν ἤτοι διὰ τὸ χθονίων βασιλεύειν—νύκτα γὰρ τὸν ἀφώτιστον τόπον φασίν—ἢ ἣν νυκτὸς οὔσης ἱλάσκονται· εὔλογον γὰρ τὴν τῶν νυχίων τόπων κρατοῦσαν κατὰ τὴν τῆς νυκτὸς ὥραν ἱλάσκεσθαι. ὅτι δὲ Δαῖραν τὴν Περσεφόνην καλοῦσι, Τιμοσθένης ἐν τῷ Ἐξηγητικῷ συγκατατίθεται, καὶ Αἰσχύλος ἐν Ψυχαγωγοῖς ἐμφαίνει, τὴν Περσεφόνην ἐκδεχόμενος Δαῖραν. ἀρεσσάμενος: φιλοφρονησάμενος. ἰκμαίνοιτο: ὑγράνειεν. ἀνέσχε: τὸ φάρμακον ἀνεδόθη. τῆς οἵην τʼ ἐν ὄρεσσι: τὸν ἀποφερόμενον ὑγρὸν ὀπὸν εἶπε τῆς φηγοῦ. Κασπίῃ ἐν κόχλῳ: Κάσπιον πέλαγος ἐν τῷ ὠκεανῷ, παρʼ ᾧ καὶ ἔθνος Κάσπιον, ὅμορον Πέρσαις. ἔχει δὲ ὁ ὠκεανὸς μεγίστους κόχλους· ἐφʼ ὧν, φησί, … τὸ φάρμακον τὸ Προμήθειον. ἰδίως δὲ ὁ ποιητὴς τερατεύεται τὰ περὶ τὴν ῥίζαν: παρʼ οὐδενὶ γὰρ τῶν ῥιζοτόμων εἴρηται. τὸ δὲ ἄνθος αὐτοῦ φησι παραπλήσιον Κωρυκίῳ κρόκῳ· τὸ δὲ Κωρύκιον χωρίον τῆς Κιλικίας, ἐν ᾧ διάφορος γίνεται κρόκος. περὶ τῆς Κασπίας θαλάσσης ἱστορεῖ Ἀρτεμίδωρος ἐν τῇ Ἐπιτομῇ τῶν Γεωγραφουμένων. ἔστι δὲ πλησίον τοῦ ὠκεανοῦ, ᾗ παράκειται ἔθνος ὠνομασμένον Κάσπιον, ὅμορον δὲ Πέρσαις. ἑπτὰ μὲν ἀενάοις: ἐφʼ ἑπτὰ ποταμῶν λουσαμένη ὕδασι. τερατεύεται δέ. ἑπτάκι δὲ Βριμώ: ἑπτάκις δέ, φησί, καὶ τὴν Ἑκάτην ἐπικαλέσασα· δοκοῦσι γὰρ αἱ φαρμακίδες τὴν Ἑκάτην ἐπάγεσθαι. Βριμὼ δὲ αὐτὴν προσηγόρευσε διὰ τὸ φοβερὸν καὶ καταπληκτικὸν τῆς δαίμονος καὶ φάσματα ἐπιπέμπειν τὰ καλούμενα Ἑκαταῖα καὶ πολλάκις αὑτῆς μεταβάλλειν τὸ εἶδος, διὸ καὶ Ἔμπουσαν καλεῖσθαι. ἢ παρὰ τὸν βρόμον τοῦ πυρός—«τόσσος γὰρ πέλεται βρόμος»—, ἡ γὰρ θεὸς λαμπαδοῦχος. τὸ δὲ βρι ἐπιτάσεώς ἐστιν, ὡς τὸ «βριήπυος ὄβριμος Ἄρης»· ἴσως οὖν Βριμὼ ἡ μεγάλην ἔχουσα μῆνιν, βρίμηνίς τις οὖσα. Τιτηνίδος: ἐπεὶ τῶν Τιτάνων ἦν ὁ Προμηθεύς. διὸ τὴν ῥίζαν ἔφη Τιτηνίδα, διὰ τὸ ἐκ Προμηθέως βεβλαστηκέναι, ὃς εἷς ἦν τῶν Τιτάνων. διὰ τοῦτο δὲ τερατεύεται τὰ περὶ τὴν τομὴν τῆς ῥίζης καὶ τὸ συμπάσχειν τὸν Προμηθέα ἐπὶ τῇ ταύτης τομῇ. λιαροῖσι: λαμπροῖς ἢ καθαροῖς, Ὅμηρος δὲ ἀντὶ τοῦ θερμοῖς. Παρθένιος δὲ ποταμὸς Παφλαγονίας. παραγράφει δὲ τὰ ἐν Ὀδυσσείᾳ· «οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος ἰοχέαιρα.»
ἀμορβάδες: αἱ ἀκόλουθοι. ἱεμένη: ἀντὶ τοῦ ἱεμένως, προθύμως. ἡ δὲ μετὰ ἀντὶ τῆς πρός· πρὸς δμωάς. οὐδʼ ἐνόησα: ὁ δὲ ἀντὶ τοῦ γάρ. λεξάμεναι: ἀντὶ τοῦ ἀνακλιθεῖσαι, ὡς καὶ Ὅμηρος «λέξεται ἐν μέσσῃσι νομεύς». παρατρέπει: προτρέπεται. σῖγα νόῳ ἔχετʼ: σιωπῇ κατέχετε μαθοῦσαι ἐξ ἐμοῦ. περὶ βουσὶν ὑπέστη: κατεδέξατο τοῖς βουσὶν ἀγωνίσασθαι. εἰς ὠπήν: ἀντὶ τοῦ εἰς ὄψιν μου. κασιγνήτων: λείπει ἡ παρά, ἵνʼ ᾖ παρὰ κασιγνήτων. εἰσήκουσε τὴν Μήδειαν ἠερίαν, ἤγουν κατὰ τὸν ὄρθρον, ἀφικέσθαι εἰς τὸν τῆς Ἑκάτης ναόν. ἐσθλὸς μέν: ὁ νοῦς· ἀγαθὸς μὲν καὶ ἐπιφανέντας καὶ ἀπιόντας εὖ σημειώσασθαι. λακέρυζαι: αἱ φλύαροι. ἐπηυλίζοντο: διέτριβον καὶ ἔμενον. ἀκλειής: ἄδοξος. ἐπήλυδες: ἀκόλουθοι. ἴσκεν ἀτεμβομένη: ἔλεγε μεμφομένη τῷ Μόψῳ ἡ κορώνη. ὀμφήν: φωνήν. θεήλατον: τὴν ὑπὸ τῆς θεᾶς—Ἥρας—ἐλασθεῖσαν καὶ λεχθεῖσαν. δήεις: εὑρήσεις. ἥ τοι συνέριθος: ἥτις—Κύπρις—συνεργὸς καὶ συμπράκτρια τῶν σῶν κινδύνων γενήσεται. λίσσεό μιν πυκινοῖσι: εἶπε γὰρ ὁ Φινεύς· ἐν γὰρ τῇ κλυτὰ πείρατα κεῖται ἀέθλου. παρατροπέων: παρατρέπων, παραπείθων. ἀθύροι: παίζοι. δοάσσαι: ἔδοξεν ἀκούειν παραδραμόντα. θερμὸν δέ: καὶ τὸ ἐρύθημα δὲ τὸ θερμὸν τὰς παρειὰς κατέλαβεν, οἷον ἐρυθρὰ ἐγένετο. ἐειδόμενοι: ἀντὶ τοῦ ὅμοιοι. ὁμάδησαν: κατεχρήσατο· ὅμαδος γὰρ κυρίως ἐπὶ ἀνδρῶν, ὁμόαυδός τις ὤν. θευμορίῃ: τῇ ἐκ θεῶν αὐτῇ μεμοιραμένῃ. οἷοί τε δυσαυχέες: οἱ καυχώμενοι ἀλαζονικῶς ἐν ἑτέρων διαβολαῖς. ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι: ὅπου οὐ καθήκει ἁμαρτεῖν. τερπνοῖς: παραλογιστικοῖς. φηλώσῃς: ἀπατήσῃς· ἀπὸ τοῦ φήληκος, τοῦ ἀώρου σύκου. ἐς Ἑλλάδα νοστήσαντες: Ἑλλάδα νῦν τὴν Φθιωτικὴν ὅλην χώραν, ὁμωνύμως τῇ πόλει, ὃν τρόπον Ἄργος καὶ ἡ πόλις καὶ ἡ χώρα. δή ποτε καὶ Θησῆα: διὰ τούτων ἠθικῶς προκαλεῖται τὴν Μήδειαν εἰς τὸ ἀποπλεῦσαι σὺν αὐτῷ, παράδειγμα φέρων τὴν Ἀριάδνην, ὅτι συναπῆρε τῷ Θησεῖ εἰς Ἀθήνας καὶ διὰ τὴν Θησέως σωτηρίαν στέφανος αὐτῆς κατηστερίσθη. ὧν οὐδέτερον ἀληθές. καταλέλειπται γὰρ ὑπὸ Θησέως ἐν Νάξῳ· διαπεπαρθένευται δὲ ὑπὸ Διονύσου κατά τινας, ἐξ ἧς παιδοποιεῖ Οἰνοπίωνα, Θόαντα, Στάφυλον, Λάτραμυν, Εὐάνθη, Ταυρόπολιν. ὅτι δὲ οὔτε Μίνως συνεχώρησεν τὸν γάμον Ἀριάδνης οὔτε ἤγαγεν αὐτὴν εἰς Ἀθήνας Θησεύς, Ὅμηρός φησι ῥητῶς, τελευτῆσαί τε αὐτὴν καταλειφθεῖσαν ὑπὸ Θησέως, διʼ ὧν ὁ Ὀδυσσεύς φησι· «Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεύς γῆμεν οὐδʼ ἀπόνητο.» ὅτι δὲ ὁ στέφανος ὑπὸ Διονύσου κατηστέρικται, Ἄρατός φησιν· «αὐτοῦ κἀκεῖνος στέφανος, τὸν ἀγαυὸν ἔθηκεν σῆμʼ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης.»
ὑπελύσατʼ: ὑπέσωσεν. ἐπητείῃσιν: ἐπιστήμαις, φρονήσεσιν. καὶ Ὅμηρος … «ἐπητῇ δʼ ἀνδρὶ ἔοικας». νεκτάρεον: ἀντὶ τοῦ προσηνές, παρὰ τὸ νέκταρ. προπρὸ δʼ ἀφειδήσασα: γράφεται προπρὸ δὲ μειδήσασα. ἐρωτικὴ δὲ ἡ ἐπαναδίπλωσις τῆς προθέσεως· ἐμφαίνει γὰρ μᾶλλον τὸ μετὰ σπουδῆς καὶ προχείρως γεγενῆσθαι τὴν δόσιν. ἀφειδήσασα: ἀφροντιστήσασα τοῦ προσειπεῖν. ἀντὶ τοῦ· μηκέτι ἀκριβωσαμένη ἢ πολυπραγμονήσασα ἀφεῖλεν ἐκ τῆς στηθοδεσμίδος τὸ φάρμακον. διὰ δὲ τούτου φαίνεται ἡ ἐπίτασις τοῦ ἔρωτος. ἀρύσασα: ἀντὶ τοῦ ἀφελομένη, ἀπαντλήσασα ἢ ἐκκενώσασα. ἀμαρυγάς: τὰς οἷον συνεχεῖς κινήσεις. καὶ ἐπὶ τοῦ πυρὸς λέγεται ἀμαρύσσειν ἀπὸ τοῦ τὴν φλόγα συνεχῶς ἀίσσειν. Ὅμηρος «μαρμαρυγὰς θηεῖτο ποδῶν», τὴν ἀκατάληπτον κίνησιν. τηκομένη οἷόν τε: τὸ Ὁμηρικὸν παρέφρασεν· «ἰάνθη δʼ ὡσεί τε περὶ σταχύεσσιν ἐέρση ληίου ἀλδήσκοντος.» τὸ μὲν οὖν τηκόμενον πάντως καὶ ἰαίνεται· «αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἴς ἠελίοιο.» οὐ πάντως δέ, εἴ τι ἰαίνεται, τοῦτο καὶ τήκεται. ὅθεν Ὅμηρος εἰπὼν «ἰάνθη» ἐπήνεγκεν «ὡσεί τε» μεταφορικῶς λέγων, ὥστε εἶναι τὸ νοούμενον ἐμφατικὸν τῆς τῶν σταχύων ἡδονῆς καθάπερ ἐμψύχων, τῆς δρόσου ἀντεχομένης τῶν καρπῶν, ὅτε ὀρθὸν ἔχουσι τὸν στάχυν οἷον μετεωριζόμενοι· οὕτω καὶ τὴν ψυχὴν τοῦ Μενελάου εἰς τέρψιν μετῆχθαι τοῖς λόγοις τοῦ Ἀντιλόχου. τὸ δὲ τήξει παραβάλλειν τὴν τερπομένην ψυχὴν οὐ πιθανόν. δύναται οὖν ἀναγινώσκεσθαι καὶ τὸ τηκομένη ἐπὶ τέρψεως. τὸ γὰρ τηκόμενον πάντως, ὅτε λύεται, καὶ μαλάσσεται. ἔστιν οὖν εἰπεῖν, ὅτι πᾶσα διελύθη, ἐφηπλώθη ἡ Μήδεια. διαμμοιρηδὰ φυλάξας: τινὰ λέγεται τῶν ζῳδίων μεσουρανοῦντα παραφυλάττεσθαι κατὰ τὸ μεσονύκτιον· … τῶν πρὸς τῷ ὁρίζοντι ἃ μὲν δύνοντα ἃ δὲ ἀνατέλλοντα … ἢ τοῦ τῆς Ἄρκτου ὑψώματος. περιηγέα: στρογγύλον, περιφερῆ. ἀρνειὸν σφάζειν: ἀντὶ τοῦ· σφάξον καὶ ἀδιαμέριστον θὲς ἐπὶ τὸ πῦρ. ὠμοθετεῖν δὲ ἔστι τὸ τοῦ ἱερείου ὠμοῦ ἀπάρχεσθαι τῶν μελῶν. ἀδαίετον: ἀδιαίρετον, ἀδιαμέριστον. μουνογενῆ: Ἡσίοδος· «οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς.» Μουσαῖος ἱστορεῖ Δία ἐρασθέντα Ἀστερίας μιγῆναι καὶ μιγέντα δοῦναι αὐτὴν τῷ Πέρσῃ· ἐξ ἧς τεχθῆναι αὐτῷ τὴν Ἑκάτην. κολούσας: ἕκαστα τῶν ἐνεργουμένων ἄπρακτα ποιήσας. κολούσας: κολοβώσας. … Σοφοκλῆς δὲ ἐν ταῖς Κολχίσιν εἰσάγει τὴν Μήδειαν ὑποτιθεμένην τῷ Ἰάσονι περὶ τοῦ ἄθλου διʼ ἀμοιβαίων. στιβαρώτερον: ἀντὶ ἁπλοῦ τὸ συγκριτικόν. ἑοῖο: ἡ κτητικὴ ἀντὶ τῆς πρωτοτύπου. ἐμεῖο γὰρ καὶ σεῖο, ἧς τὸ ἀκόλουθον εἷο ἀντὶ τοῦ αὐτῆς. Ὀρχομενοῖο: τῆς Βοιωτίας. ἠὲ καὶ Αἰαίης νήσου: ὅτι νῆσος ἐν τῷ Φάσιδί ἐστιν ἡ Αἰαία, ἐν ᾗ τὸ δέρας ἔκειτο. αὕτη δέ ἐστι Κόλχων μητρόπολις. ἔστι τις αἰπεινοῖσιν: ὅτι ἡ Θεσσαλία περιέχεται ὄρεσι κυκλόθεν, Ἡρόδοτος ἱστορεῖ. εἰς αὐτὴν δὲ καὶ ἄλλων ποταμῶν ἐσβαλλόντων, τεσσάρων δὲ μάλιστα τῶν δοκίμων Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Παμίσου καὶ Ἐνιπέως, τούτων συμμιγνυμένων ὁ Πηνειὸς τῷ ὀνόματι κατακρατῶν ἀνωνύμους τοὺς ἄλλους ποιεῖ. καὶ εὔβοτος: πρὸς τὸ βόσκειν ἐπιτηδεία ἢ καλὰ θρέμματα ἔχουσα. ἔνθα Προμηθεύς· ὅτι Προμηθέως καὶ Πανδώρας υἱὸς Δευκαλίων, Ἡσίοδος ἐν αʹ Καταλόγων φησί, καὶ ὅτι Δευκαλίωνος καὶ Πύρρας Ἕλλην, ἀφʼ οὗ Ἕλληνες καὶ Ἑλλάς. ὅτι δὲ Δευκαλίων ἐβασίλευσε Θεσσαλίας, Ἑλλάνικος ἐν αʹ τῆς Δευκαλιωνείας φησίν. ὅτι δὲ καὶ ιβʹ θεῶν βωμὸν ὁ Δευκαλίων ἱδρύσατο, Ἑλλάνικος ἐν τῷ αὐτῷ φησι συγγράμματι. Ἰαπετιονίδης: ἐκ τίνος γυναικὸς ὁ Δευκαλίων ἐγένετο Προμηθεῖ, σεσιώπηται. ἔστι δὲ καὶ ἕτερος Δευκαλίων, περὶ οὗ Ἑλλάνικος ἱστορεῖ, καὶ ἄλλος ὁ Μίνωος, περὶ οὗ Φερεκύδης, καὶ δʹ ὁ Ἄβαντος, οὗ μνημονεύει Ἀρίστιππος ἐν Ἀρκαδικοῖς. Αἱμονίην δὴ τήνγε: Αἱμονία τὸ πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. καὶ ἄλλας δὲ ἔσχεν ὀνομασίας· ἐλέγετο γὰρ καὶ Πυρραία ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικός. Αἱμονίην: ἡ Θεσσαλία ἐκαλεῖτο τὸ παλαιὸν Πυρραία, ὡς Ῥιανός· «Πυρραίην ποτὲ τήν γε παλαιότεροι καλέεσκον Πύρρης Δευκαλίωνος ἀπʼ ἀρχαίης ἀλόχοιο, Αἱμονίην δʼ ἐξαῦτις ἀφʼ Αἵμονος, ὅν ῥα Πελασγός γείνατο φέρτατον υἱόν· ὁ δʼ αὖ τέκε Θεσσαλὸν Αἵμων, τοῦ δʼ ἄπο Θεσσαλίην λαοὶ μετεφημίξαντο.» οἱ δὲ ἀπὸ Θεσσαλοῦ τοῦ Φειδίππου πατρός, τοῦ Ἡρακλείδου, μετὰ τὰ Τρωικὰ κληθῆναί φασι. διαιρεῖται δὲ εἰς μέρη δʹ, Πελασγιῶτιν, Θεσσαλιῶτιν, Ἰωλκῖτιν, Φθιῶτιν. ταῦτα παρατίθεται Ἀπολλόδωρος ἐν Νεῶν καταλόγῳ. Αἰαίης νήσου: πλεονάζει ἡ αι συλλαβή· ἔστι γὰρ Αἴης νήσου, Αἶα δὲ μητρόπολις Κόλχων. νήσου δὲ μέμνηται ἐν τῷ Φάσιδι, ἐν ᾗ τὸ δέρας, ὥς φησι Φερεκύδης. Αἰολίδην Μινύην: οὐκ ἀπὸ Αἰόλου, ἀλλʼ ἀπὸ τῶν Αἰόλου. Σισύφου γὰρ παῖδες ἐγένοντο Ἄλμος καὶ Πορφυρίων, Χρυσογόνης δὲ τῆς Ἄλμου καὶ Ποσειδῶνος Μινύας ὁ τὸν Ὀρχομενὸν κτίσας. καὶ κατὰ τοῦτο εἴρηται Αἰολίδης, ὅτι Σίσυφος Αἰόλου ἐγένετο· Μινύας δὲ κατὰ μητέρα Αἰολίδης, πατρὸς δὲ Ποσειδῶνος. τοῦτον οὖν Ἀπολλώνιός φησιν εἰς τὴν Βοιωτίαν εἰσβαλόντα ὅμορον Θηβαίοις Ὀρχομενὸν κτίσαι. αἴθε γὰρ ὡς Θησῆι: πιθανῶς ἄγαν προτρέπεται αὐτὴν εἰς τὸ ὁμολογήσασθαι τῷ Ἰάσονι τὴν προαίρεσιν, αὐτῆς κατεστοχασμένος τὸν ἔρωτα. καταψήχων: καταμαλάττων. ἀδινῷ: νῦν οἰκτρῷ, λυπηρῷ. συνημοσύνας: συγγενείας. πορσανέουσι: νῦν ἀντὶ τοῦ τιμήσουσι καὶ ὡς θεὸν νομίσουσι σεπτήν. ὅταν δὲ λέγῃ ὁ Ἰάσων ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισι πορσανέεις, δηλοῖ ὅτι προστήσῃ καὶ αὐξήσεις, διʼ οὗ τὴν συμβίωσιν σημαίνει. πορσανέουσι: ἀντὶ τοῦ σεβασθήσονται, τιμήσουσιν. κατείβετο: κατετήκετο τῶν Ἰάσονος ἀκούουσα ῥημάτων. ἐδεύετο: ἐδέετο, ἔχρῃζεν, ἀπῄτει. ἢ ὅτι ἐνελείπετο ὁ τῆς ἡμέρας καιρός. ἀβολήσομεν: συντευξόμεθα. περιπλομένας: παριούσας, ἐπεὶ καὶ πλόος λέγεται ἡ ὁδός. Καλλίμαχος· «ἔγρει καί τινʼ ἔχοντα περίπλοον». μεταχρονίη: οἷον οὐχ ἡνιοχοῦντος τοῦ νοῦ. περὶ παισίν: ἀντὶ τοῦ ὑπὲρ τῶν παίδων. παλιντροπίῃσιν: ἤτοι ταῖς παρεπιστροφαῖς ἢ διὰ τὸ ἔμπαλιν τετράφθαι αὐτῆς τὴν ψυχήν: ἡ δὲ τῇ ὑποστροφῇ ἐν ἀπόρῳ καταστᾶσα. σφέλαϊ: τῷ ὑποποδίῳ τοῦ θρόνου. ὑγρά: ἀντὶ τοῦ δακρύων μεστά. οἰόθεν οἶος ἑταίρων: οὐχ ἁρμόζει νῦν τὸ οἰόθεν οἶος: μόνος γὰρ ἀπὸ πολλῶν. ἦν δʼ εἰπεῖν· οἶος ἀπʼ ἄλλων. κνέφας ἔργαθε νυκτός: περιφραστικῶς· ἡ νὺξ αὐτοὺς εἶργεν. εὔκηλοι μέλλοντο περὶ σφίσιν: σολοικισμός. ὁ γὰρ λόγος· ἥσυχοι ἐμέλοντο ἑαυτῶν, ὡς οὐκ ἄλλων τινῶν μελόντων αὐτοῖς. ἔδει δὲ εἰπεῖν ἐμέλοντο σφέων, ὅ ἐστιν ἑαυτῶν. Ἀονίοιο δράκοντος: ἀντὶ Βοιωτιακοῦ· Ἀονία γὰρ πρότερον ἡ Βοιωτία. Ὠγυγίας δὲ τὰς Θήβας ἀπὸ Ὠγύγου τοῦ βασιλεύσαντος αὐτῶν. Κόριννα δὲ τὸν Ὤγυγον Βοιωτοῦ υἱόν. ἀπὸ τούτου δὲ καὶ τῶν Θηβῶν πύλαι. περὶ δὲ Εὐρώπης καὶ τῆς Κάδμου εἰς Θήβας παρουσίας Λυσίμαχος ἐν τῇ αʹ τῶν Θηβαϊκῶν παραδόξων συνείλεχε πολλὴν τὴν ὕλην διαφωνοῦσαν. Κάδμος, ὅτʼ Εὐρώπην: περὶ τῆς Κάδμου εἰς Θήβας παρουσίας Λυσίμαχος ἐν τῇ συναγωγῇ τῶν Θηβαϊκῶν παραδόξων ἱστορεῖ καὶ Ἑλλάνικος ἐν αʹ Φορωνίδος, ἱστορῶν, ὅτι καὶ τοὺς ὀδόντας ἔσπειρε τοῦ δράκοντος κατὰ Ἄρεως βούλησιν καὶ ἐγένοντο εʹ ἄνδρες ἔνοπλοι, Οὐδαῖος, Χθόνιος, Πέλωρ, Ὑπερήνωρ, Ἐχίων. ὁ δὲ Ἀπολλώνιος πολλοὺς οἴεται καὶ ἄλλους καὶ ἀλλήλοις πεπολεμηκέναι. ἐν δὲ τῇ γʹ Μουσαῖος Τιτανογραφίᾳ λέγεται, ὡς Κάδμος ἐκ τοῦ Δελφικοῦ ἐπορεύετο προκαθηγουμένης αὐτῷ τῆς βοός. Ἱππίας δὲ ὁ Ἠλεῖος ἐν Ἐθνῶν ὀνομασίαις φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτούς, καὶ ὁμοίως Ἀτρόμητος. Φερεκύδης δὲ ἐν τῇ εʹ οὕτω φησίν· «ἐπεὶ δὲ Κάδμος κατῳκίσθη ἐν Θήβῃσιν, Ἄρης διδοῖ αὐτῷ καὶ Ἀθηναίη τοῦ ὄφιος τοὺς ἡμίσεις ὀδόντας, τοὺς δὲ ἡμίσεις Αἰήτῃ. καὶ ὁ Κάδμος αὐτίκα σπείρει αὐτοὺς εἰς τὴν ἄρουραν Ἄρεως κελεύσαντος, καὶ αὐτῷ ἀναφύονται πολλοὶ ἄνδρες ὡπλισμένοι. ὁ δὲ Κάδμος δείσας βάλλει αὐτοὺς λίθοισιν. οἱ δὲ δοκέοντες ὑφʼ ἑαυτῶν βάλλεσθαι, κρατέουσιν ἀλλήλους καὶ θνήσκουσιν πλὴν εʹ ἀνδρῶν, Οὐδαίου καὶ Χθονίου καὶ Ἐχίονος καὶ Πέλωρος καὶ Ὑπερήνορος, καὶ αὐτοὺς Κάδμος ποιεῖται πολίτας». τούς: τοὺς ὀδόντας. αὐτῷ τε φονῆι: τῷ Κάδμῳ. Κάδμος Ἀγηνορίδης: τοὺς περιλειφθέντας ἐν τῇ μάχῃ σὺν Κάδμῳ κατοικῆσαι ἐν Θήβαις φησί. λέγει δὲ καὶ Ἑλλάνικος, ὅτι Κάδμος ἐξελὼν τοῦ ὄφεως τοὺς ὀδόντας ἔσπειρεν, ἐκ δὲ αὐτῶν εʹ ἄνδρες ἔφυσαν, Οὐδαῖος, Χθόνιος, Ὑπερήνωρ, Ἐχίων, Πέλωρος. καὶ ὁ μὲν Ἑλλάνικος μόνους φησὶ τούτους βεβλαστηκέναι, ὁ δὲ Ἀπολλώνιος πολλοὺς καὶ ἄλλους—ἵδρυσεν ὄχλον γηγενῆ Ἄρεως ἀμώοντος ὑπὸ δουρὶ ὅσοι ἐλίποντο —καὶ ἀλλήλους πεφονευκέναι. οἱ μὲν Ἀγήνορος λέγουσι τὸν Κάδμον, οἱ δὲ Φοίνικος. Φερεκύδης δὲ ἐν δʹ οὕτω φησίν· «Ἀγήνωρ δὲ ὁ Ποσειδῶνος γαμεῖ Δαμνὼ τὴν Βήλου. τῶν δὲ γίνονται Φοῖνιξ καὶ Ἰσαίη, ἣν ἴσχει Αἴγυπτος, καὶ Μελία, ἣν ἴσχει Δαναός. ἔπειτεν ἴσχει Ἀγήνωρ Ἀργιόπην τὴν Νείλου τοῦ ποταμοῦ· τῶν δὲ γίνεται Κάδμος.» ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν: λέγει τὴν ὑπὸ τὸν ὁρίζοντα δύσιν· ἐρεμνὴν γὰρ εἴρηκε διὰ τὸ ὑπὸ τῶν ἀρχαίων παραδεδομένον ἔρεβος. Αἰθίοπας δὲ λέγει τοὺς πρὸς τῇ δύσει, ἐρεμνὴν δὲ γῆν τὸ ἀφανὲς ἡμισφαίριον τὸ περὶ τὸ ἔρεβος· τοιοῦτο δὲ ἀκουστέον τὸν ὑπὸ τὸν ὁρίζοντα τόπον ἐπὶ τοῦ Ἀπολλωνίου. ἑσπέριον δὲ τὸν ἥλιον εἴρηκε, τὴν ὥραν σημαίνων, καθʼ ἣν ὥραν παρέπεται αὐτῷ τὸ δύνειν. νεάτας δὲ ἄκριας εἴρηκεν τῶν Αἰθιόπων τὰς ἐσχατιὰς ὡς ὑπερκειμένας τῆς οἰκουμένης. οὐκ ὀρθῶς δὲ εἴρηκεν ὑπὲρ ἄκριας Αἰθιόπων τὸν ἥλιον δύνειν· ὁ γὰρ ὁρίζων κύκλος, οὐκ ὢν τῇ φύσει, τῇ ὄψει ἐπισημαίνεται. Νὺξ δʼ ἵπποισιν: νεωτέρα τῶν Ὁμήρου χρόνων ἡ τοῦ ἅρματος ὑπόζευξις. αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης: πρὸς τὸ κλίμα τῆς Ἑλίκης φησὶν ἀναβλέψαντα τὸν Ἰάσονα σημειώσασθαι τὸν καιρὸν τὸν εἰρημένον ὑπὸ τῆς Μηδείας αὐτῷ. ὑπεύδιος: ὑπʼ ἀνθρώπων εὔδιος, ἀντὶ τοῦ ἐν εὐδίᾳ καὶ ἡσυχίᾳ τυγχάνων ἀνθρώπων ὑγρὸς τόπος. ἀδινῆς εὐνῆς: νῦν οἰκτρᾶς, λυπηρᾶς, διὰ τὴν ἀπόλειψιν. ἐπὶ δὲ μιγάδας: τὰς μεμιγμένας ἢ τὰς συμμιγεῖς τισιν. κευθμῶν: τῶν κρυφῶν. ὑπάτων: ὑψηλῶν. πέριξ δέ μιν ἐστεφάνωντο: ὅτι δράκουσι καὶ δρυΐνῳ κλάδῳ στέφεται ἡ Ἑκάτη, καὶ Σοφοκλῆς ἐν Ῥιζοτόμοις τὸν χορὸν πεποίηκε λέγοντα· «Ἥλιε δέσποτα καὶ πῦρ ἱερόν, τῆς εἰνοδίας Ἑκάτης ἔγχος, τὸ διʼ Οὐλύμπου προπολοῦσα φέρει καὶ γῆς ἀνιοῦσʼ ἱερὰς τριόδους, στεφανωσαμένη δρυῒ καὶ πλεκτοῖς ὠμῶν σπείραισι δρακόντων.»
ἑλειονόμοι: αἱ ἐν τοῖς ἕλεσιν ἀναστρεφόμεναι. Ἀμαραντίου: Ἀμαράντιοι ἔθνος βάρβαρον ὑπὲρ Κόλχων ἐν τῇ ἠπείρῳ, ὅθεν αἱ τοῦ Φάσιδος πηγαὶ ἐξερεύγονται. ἢ ὄρος Κολχικὸν καλούμενον Ἀμαράντιον, ὅθεν ὁ Φᾶσις καταφέρεται. θώρηκα στάδιον: ὅτι οὐκ ἦν ἀλυσιδωτός, ἀλλὰ σταδιαῖος· ἀπὸ τῆς στάσεως ἐσχημάτισται. τινὲς δὲ στάδιον τὸν εὐπαγῆ, ὃν καὶ ὁ Καλλίμαχος λέγει· «στάδιον δʼ ὑφέεστο χιτῶνα». σφωιτέραις δὲ χερσί· ταῖς ἑαυτοῦ, ταῖς ἰδίαις. Φλεγραῖον: τὸν ἀπὸ τῆς Φλέγρας· Φλέγρα δὲ πεδίον Θρᾴκης περὶ Παλλήνην. Μίμας δὲ τὸ κύριον τοῦ Γίγαντος. πολύρρινον σάκος: πολύβυρσον. Φαέθων: ὅτι ὁ Ἄψυρτος καὶ Φαέθων ἐκαλεῖτο, ὥς φησι Τιμῶναξ ἐν βʹ Σκυθικῶν. οἷος δʼ Ἴσθμιον: Ἴσθμια τὰ ἐν Ἰσθμῷ τελούμενα τῆς Κορίνθου πρότερον μὲν τῷ Ποσειδῶνι, ὕστερον δὲ Μελικέρτῃ κατὰ κέλευσιν τοῦ τότε βασιλεύοντος Σισύφου τοῦ Αἰόλου· ὅτε προσβρασθὲν τὸ τοῦ Μελικέρτου σῶμα ἰδὼν τῇ Κορίνθῳ ἐπέγνω ἀδελφιδοῦν ὄντα καὶ Ἀθάμαντος τοῦ Αἰόλου υἱόν, ἐτίμησεν, ὡς ἔδει, καὶ τῷ ἀγῶνι τῷ Ἰσθμικῷ, ἐν ᾧ οἱ νικῶντες πίτυϊ ἐστέφοντο πάλαι, ὕστερον δὲ ξηρῷ σελίνῳ. Μουσαῖος δὲ ἐν τῷ Περὶ Ἰσθμίων δύο φησὶ γίνεσθαι ἀγῶνας ἐν Ἰσθμῷ, καὶ τὸν μὲν Ποσειδῶνος εἶναι, τὸν δὲ Μελικέρτου. ἢ Ταίναρον: Ταίναρον ἀκρωτήριον τῆς Λακωνικῆς. Λέρνη δὲ κρήνη τοῦ Ἄργους ἱερὰ Ποσειδῶνος· «Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης» . Ὑαντίου Ὀγχηστοῖο: τοῦ Βοιωτικοῦ· Ὕαντες γὰρ τὸ πρὶν ᾤκουν τὴν Βοιωτίαν. Ὀγχηστὸς δὲ πόλις τῆς Βοιωτίας ἱερὰ Ποσειδῶνος. Ὅμηρος· «Ὀγχηστόν θʼ ἱερόν, Ποσιδήιον ἀγλαὸν ἄστυ.»
Ὑάντιον δὲ ἀντὶ τοῦ Βοιώτιον· Ὕαντες γὰρ Βοιωτίας ἔθνος βάρβαρον, ὅθεν καὶ παροιμία «Βοιωτία ὗς». καὶ ἡ Καλαύρεια δὲ ἱερά ἐστι Ποσειδῶνος, ὥς φησι Φιλοστέφανος. ἦν δὲ πρότερον μὲν Ἀπόλλωνος, ἡ δὲ Πυθὼ Ποσειδῶνος, καὶ ἀντήμειψαν. Καλαύρειαν: νῆσος πρὸς τῇ Τροιζῆνι. Πέτρην θʼ Αἱμονίην: τὴν Θεσσαλίδα Πέτραν. χωρίον δέ ἐστιν, ἐν ᾧ Ποσειδῶνος ἄγεται ἀγών, ὡς ἀπὸ τοῦ τόπου Πετραῖον καλεῖσθαι. Πίνδαρος· «παῖ Ποσειδῶνος Πετραίου». Γεραιστόν: ἀκρωτήριον Εὐβοίας. ἀαγές: ἀκαμπές. ῥαιστήρ: σφύρα. ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι: ἀκμάζουσαι ῥωμαλεώτεραι τῇ δυνάμει ἐγένοντο, εὐτονοῦσαι ἐρρωμένως ἐκινοῦντο, τεταμέναι καὶ τῇ δυνάμει σφριγῶσαι· σφριγανὸν γάρ ἐστι τὸ ἰσχυρὸν καὶ στερεόν. σκαρθμῷ: σὺν τῷ ποδί. ἐπαγαίετο: ἔχαιρεν, ἐγαυρία. μεταπαιφάσσουσαν: λάμπουσαν. τὸ δὲ μεταπαιφάσσεσθαι γράφεται καὶ μεταπαιφάσσουσαν. ἑκατέρως δὲ τὸ διαλάμπειν σημαίνει. καὶ τότε οὐκ ἐπὶ πολὺν καιρὸν ἀφέξεσθαι τῶν ἄθλων ἔμελλον. κληῖδες τὰ ζυγά, ἐφʼ ὧν οἱ ἐρέται κάθηνται. Ἀρήιον: τὸ πλησίον τοῦ ἱεροῦ τοῦ Ἄρεως, ὅπου καὶ τὸ κῶας. βαλβίς ἐστιν, ᾗ ἐπιβάλλουσιν οἱ δρομεῖς γραμμῇ. σημαίνει δὲ καὶ τὴν ἐκκοπὴν τοῦ φρέατος. ὁ δὲ νοῦς· τοσοῦτον δὲ τῆς πόλεως ἀφεστήκει, ὅσον ἡ νύσσα ἀπὸ τῆς βαλβῖδος ἤτοι τῆς ἀφετηρίας. χρίμψε: πλησίον ἐγένετο. νήριτα: τὰ μεγάλα καὶ ἀναρίθμητα. κευθμῶνος: κοιλώματος. ἵνα τέ σφισιν ἔσκε βόαυλα: ὅπου ἦν αὐτοῖς ἡ βοόστασις. κεκαπνίσθαι φησὶ τὴν βοόστασιν ἐκ τῆς τοῦ πυρὸς ἀποφορᾶς τοῦ στόματος τῶν ταύρων. ἐυρρίνοις: τοῖς εὐβύρσοις καὶ καλῶς ἐρρινωμένοις. ἢ εὐπνόοις· διὰ γὰρ τῆς ῥινὸς τὸ πνεῦμα πέμπεται. μαρμαίρουσι: κυρίως καίουσι, μετενήνοχε δὲ τὴν φωνήν. ἐξ αὐτοῦ πέλεται βρόμος: ἀπὸ τῆς σφοδροτάτης φυσήσεως ἐνεργούσης ἔσωθεν. αἶθος: πῦρ, φλόξ. σφῆλε γνύξ: σφαλῆναι ἐποίησε καὶ ἤνεγκεν ἐπὶ τὰ γόνατα. βεβολημένον: βεβλημένον καὶ πληγέντα. γούνασιν: τοῖς ἑαυτῶν. ἐλυσθείς: ἐκταθείς. ἐνέδησε: τοῖς ἱμᾶσι. θοῇ: διὰ τὸ εἰς ὀξὺ λήγειν. κορώνῃ: τῷ τοῦ ζυγοῦ κρίκῳ συνήρμοσεν. οἱ Τυνδαρίδαι, φησίν, ἀπὸ τοῦ πυρὸς ἐχωρίσθησαν εἰς τὴν ναῦν. γέντο: ἔλαβε. θοῶν: ὀξέων. ἔμπλειον: γέμουσαν. ἐργατίνης: ἐργάτης, γεωργός. ἀκαίνῃ: ἀντὶ τοῦ κέντρῳ. ἄκαινα δέ ἐστι μέτρον δεκάπουν, Θεσσαλῶν εὕρεμα, ἢ ῥάβδος ποιμενικὴ παρὰ Πελασγοῖς ηὑρημένη· περὶ ἧς Καλλίμαχός φησιν· «ἀμφότερον, κέντρον τε βοῶν καὶ μέτρον ἀρούρης.»
ὀκριόεσσα: νῦν ἀντὶ τοῦ τραχεῖα· ἡ τραχεῖα διεσχίζετο γῆ. κρατερῷ: μεγάλῳ. λαῖον: γράφεται βαθμόν. λαιόν: βοῦν. ἀνομένοιο: λείπει τὸ υ, ἵνʼ ἦ ἀνυομένοιο. ἢ ἑτέρως λείπει τὸ ο καὶ ἔστιν ἀνυμένοιο. διεπτοίησεν: ἐθορύβησεν ὥστε φεύγειν. οὗτος καὶ οἱ ἑξῆς στίχοι εἰλημμένοι εἰσὶ παρʼ Εὐμήλου, παρʼ ᾧ φησι Μήδεια πρὸς Ἴδμονα. Σοφοκλῆς δὲ ἐν ταῖς Κολχίσι πεποίηκε τὸν ἄγγελον, τοῦ Αἰήτου πυθομένου περὶ τῶν προειρημένων «ἦ βλαστὸς οὐκ ἔβλαστεν οὑπιχώριος;» λέγοντα· «καὶ κάρτα φρίξας τʼ εὐλόφῳ σφηκώματι χαλκηλάτοις ὅπλοισι μητρὸς ἐξέδυ.» ταῦτα δὲ Ἀπολλώνιος παραγέγραφεν. φρίξαν: ἐξωρθοῦντο, φοβεροὶ ἐφαίνοντο. φρίξεν: ἔλαμψε. ἀμφιγύοις: διπλοῖς. Ὄλυμπον εἶπεν ὁμοίως τοῖς νεωτέροις τὸν οὐρανόν. ἄελλαι: γράφεται ἀῆται. ἀναλδήσκοντες: ἀναδιδόμενοι, αὐξανόμενοι. περιηγέα: περιφερῆ. σόλον: δίσκον. σπιλάδας ἤτοι τὰ κύματα, ἀλλαχοῦ δὲ τὰς πέτρας. κατάικες: συστροφαί. κατάικες: καταιγίδες. οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται: γράφεται καὶ ἀπολάμπεται. περὶ τῶν διατρεχόντων ἀστέρων καὶ ῥᾳδίως ἀφανιζομένων τὸν λόγον ποιεῖται, οἳ τῇ τῆς φορᾶς ὀξύτητι παραπλήσιόν τι ἔχουσιν ἐπιβαλλομένῳ. ὁλκὸν δὲ λέγει τὸ ὑπὸ τῆς ὀξύτητος παρασυρόμενον αὐτῷ φέγγος. τὰς δὲ τοιαύτας φαντασίας ὁ Μουσαῖος ἀναφερομένας φησὶν ἐκ τοῦ ὠκεανοῦ κατὰ τὸν αἰθέρα ἀποσβέννυσθαι. τοὺς δὲ ὑπὸ Μουσαίου ἀστέρας εἰρημένους Ἀπολλώνιος πιθανῶς μαρμαρυγὰς εἴρηκε· τὰς γὰρ γινομένας ἀκαταλήπτους διὰ τὴν ὀξύτητα ἀποστίλψεις ἀφʼ οὗτινος μαρμαρυγὰς καλοῦσιν. ἀπίθανον δὲ τῷ τοιούτῳ ἀστέρι παραβαλεῖν τὸν Ἰάσονα πρὸς ἐπικίνδυνον ἆθλον πορευόμενον, τῷ ἅμα τῷ φανῆναι εὐθέως σβεννυμένῳ. εἰ δέ τις λέγοι τῷ Πυρόεντι αὐτὸν ὡμοιωκέναι, περὶ οὗ Ἐπιγένης ἐν τῷ Περὶ τῶν Χαλδαϊκῶν μαθηματικῶν προειπὼν περὶ τῶν πλανήτων, ὧν φησιν ἕνα εἶναι τὸν Πυρόεντα, προσαγορευόμενον ὑπὸ μὲν Ἑλλήνων Ἄρεως, ὑπὸ δὲ Χαλδαίων Ἡρακλέους … φησὶ γὰρ καὶ ἐπισυρομένου αὐτοῦ μαρμαρυγὰς καὶ σπινθῆρας γίνεσθαι, ὁ δὲ Πυρόεις δυσκίνητός ἐστιν. τελλομένους: φαινομένους. ἀγχούροισιν: γείτοσι. οὐδὲ βολῇσι μίμνει ἐς ὡραίην: ὡραίην παραγωγῶς εἶπεν ἀντὶ τοῦ εἰς ὥραν καὶ τὸν δέοντα καιρόν, ὡς «ἀναγκαίη γὰρ ἐπείγει». τὸ δὲ ἑξῆς· οὐδὲ μίμνει ὥστε εἰς ὥραν τερσήμεναι βολαῖς ἠελίοιο. τερσήμεναι: φρυγῆναι. ὁλκοί: αὔλακες. ἀγοστῷ: ἀγκῶνι. δομήν: τὴν τοῦ σώματος σύστασιν καὶ χρόαν. προὔτυψαν: προῆλθον. ὅσον εἶχον ὑπὲρ γῆς, τοσοῦτον καὶ ὑπὸ γῆν. πλαδαροῖσι: διύγροις. ἀλωήων: κηπουρῶν. σημαντῆρα: τὸν δεσπότην.
Δ Περιοχὴ τοῦ δʹ τῶν Ἀργοναυτικῶν
Τοῦ δʹ τῶν Ἀργοναυτικῶν τὰ κεφάλαιά ἐστι ταῦτα.
οἱ Ἀργοναῦται διαπεράσαντες τὸν Πόντον ὡς ἐπὶ τὸν Ἴστρον, διὰ τοῦ ποταμοῦ κατηνέχθησαν καὶ ἐπεραιώθησαν εἰς τὸ πάλαι μὲν καλούμενον Κρόνιον πέλαγος, νῦν δὲ Ἀδρίαν· ἔνθα καὶ ἀναιροῦσι τὸν Ἄψυρτον δόλῳ. ἀγανακτοῦντος δὲ τοῦ Διὸς ἐπὶ τούτῳ καὶ δυσπνοίᾳ θέλοντος παρατρέψαι τοὺς Ἀργοναύτας, Ἥρα ἐπιπέμπει ἀνέμους, καὶ διὰ τοῦ Ἠριδανοῦ εἰς τὴν περὶ Σαρδὼ καταφέρονται θάλασσαν, καθαίρονται δὲ ὑπὸ Κίρκης· καὶ διαπλέουσι τὰς Πλαγκτὰς πέτρας, Θέτιδος μετὰ τῶν ἄλλων Νηρεΐδων προπεμπούσης, τὰς δὲ Σειρῆνας παραπλέουσι. διασωθέντες δὲ εἰς τὴν πάλαι μὲν Δρεπάνην, αὖθις δὲ κληθεῖσαν Κέρκυραν, τοὺς διὰ τῶν Συμπληγάδων διώκοντας αὐτοὺς Κόλχους καταλαμβάνουσιν, οἵτινες τὸν Ἀλκίνουν ἐξῃτοῦντο τὴν Μήδειαν. ὁ δὲ ὑπερθέμενος εἰς τὴν αὔριον, ἔφη παρθένον μὲν οὖσαν τῷ πατρὶ ἀποστέλλεσθαι, εἰ δὲ γυνὴ εἴη, παραδίδοσθαι τῷ ἀνδρί. γίνεται οὖν ὁ γάμος ἐκείνῃ τῇ νυκτί, καὶ οὕτως ἄπρακτοι γενόμενοι οἱ Κόλχοι μένουσιν ἐν τῇ Σχερίᾳ, δεδοικότες ἐπανελθεῖν πρὸς Αἰήτην. ἀποπλεύσαντες δὲ οἱ Ἀργοναῦται κατασύρονται τῆς Λιβύης εἰς Σύρτιν. καὶ τελευτῶσι μὲν Κάνθος καὶ Μόψος, ἀποροῦσι δὲ περὶ σωτηρίας τοῖς Ἀργοναύταις ἐπιφαίνεται Τρίτων καὶ ὡς διασωθήσονται δηλοῖ. βαστάσαντες οὖν τὴν ναῦν ἐκόμισαν εἰς τὴν Τριτωνίδα λίμνην. εἶτα γίνονται ἐν Κρήτῃ, ᾗ εἴργοντο προσελθεῖν ὑπὸ Τάλω· ὃν ἐπῳδαῖς ἠφάνισε Μήδεια. μετὰ δὲ ταῦτα παραγίνονται εἰς Αἴγιναν κἀκεῖθεν διασῴζονται εἰς Θεσσαλίαν. Αὐτὴ νῦν κάματον: ἐλλείπει τὸ ὦ μόριον, ἵνα ᾖ ὦ θεά. ὁ δὲ νοῦς· αὐτὴ νῦν ἐμοὶ εἰπέ, ὦ Μοῦσα, τόν τε μόχθον καὶ τὰς βουλὰς Μηδείας, ἀποροῦντός μου, ὥστε μὴ δύνασθαι εἰπεῖν, πότερον ἐρωτικῷ πάθει ἢ κακώσεως φυγὴν ποιουμένη κατέλιπε τὴν πατρίδα. ἦ γὰρ ἔμοιγε ἀμφασίῃ: ἀντὶ τοῦ ἀπορίᾳ, ἀφασίᾳ. ἐπὶ σφίσι: δοτικὴ ἀντὶ αἰτιατικῆς· οὐ γὰρ ἔστι παρʼ αὐτοῖς. στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ· στυγερὸν εἶπε τὸν ἆθλον, ἐφʼ ᾧ αὐτὸς κατεστύγναζε δυσφορῶν. ἀλεγεινότατον: ἤτοι κατὰ πρόσθεσιν τοῦ ε· ἔστι γὰρ ἀλγεινότατον, παρὰ τὸ ἀλγεῖν εἰρημένον. ἢ εἴρηται τὸ τὰς φροντίδας ἔχον, ὥστε τὴν λέξιν εἶναι παρὰ τὸ ἀλέγειν. τρέσσε δʼ ἠύτε τις: κεμάς ἐστιν ἡ νέα ἔλαφος. διαφορὰν δέ φασιν εἶναι κεμάδος καὶ νεβροῦ· κεμάδα γὰρ εἶναι τὴν ἔτι κοιμωμένην ἐν τῷ σπηλαίῳ, οἷον κοιμάδα τινὰ οὖσαν, νεβρὸν δὲ τὸν ἤδη μείζονα καὶ ἐπὶ βορὰν ἐξιόντα καὶ νεμόμενον. τάρφεσιν: πυκνώμασιν. ὀίσσατο: ἀπὸ τοῦ οἴω γέγονε ῥήματος κατὰ διαίρεσιν ὀίω … μήποτε δὲ καὶ τὸ «δοάσσατο» περισσῷ κέχρηται τῷ δ, ὡς καὶ τὸ «δνοφερὸν ὕδωρ»· παρὰ γὰρ τὸ νέφος πεποίηται. καὶ παρὰ τὸ ἴψαι Σοφοκλῆς ἐν Ἰξίονι δίψιόν φησι τὸν βεβλαμμένον, καὶ Ὅμηρος «πολυδίψιον Ἄργος ἱκοίμην» πολλάκις βεβλαμμένον. ἐπιίστορας: συνίστορας, συνειδυίας. περιβρομέεσκον ἀκουαί: ἐνήχουν αἱ ἀκοαί, ὥσπερ ἐρχομένων τινῶν ἀξόντων αὐτὴν πρὸς τὸν πατέρα. πυκνὰ δὲ λαυκανίης: λαυκανίας, τῆς ἀρτηρίας, διʼ ἧς τὸ πνεῦμα ἑλκόμενον καταφέρεται. κουρὶξ δὲ κατὰ κόρρης, κατὰ κεφαλῆς· πολλάκις δὲ προσχρῶνται ἐπὶ τοῦ τίλλειν τὰς τρίχας. πτερόεις δέ οἱ: οἷον κοῦφος· ἐκουφίσθη τοῦ προτέρου λογισμοῦ, ταχέως μετέπεσεν αὐτῆς ἡ ψυχή, εἰς ἱλαρότητα μετετράπη. διειλυσθεῖσα: λάθρα διεξελθοῦσα τοῦ δόμου, ἀποδράσασα, φυγοῦσα. ληιάς: αἰχμάλωτος, δοριάλωτος. ἀηθέσσουσα: ἀηθὴς οὖσα. δύης δὲ κακοπαθείας. ἀοιδαῖς: ταῖς διὰ φαρμάκων ἐπῳδαῖς. πέζαν: τὸ ἀπολῆγον τοῦ χιτῶνος, ὃ ἡμεῖς ᾤαν λέγομεν· τὸ γὰρ πρότερον ὑπὲρ τοῦ μὴ τρίβεσθαι δέρμα προβάτου προσέρραπτο. ἀμφί τε δυσπαλέας: χαλεπὰς καὶ κακάς. ἢ τὰς ἐπὶ κακῷ ἀναδιδομένας ἐκ τῆς γῆς· πλείονα γὰρ τῶν σωτηρίων τὰ φθοροποιά. ἢ τὰς δυσχερῶς σινομένας. τὴν δὲ νέον Τιτηνίς: Ἥλιος καὶ Σελήνη Ὑπερίονος τοῦ Τιτᾶνος καὶ Θείας εἰσὶ παῖδες, ὡς Ἡσίοδός φησι· «Θεία δʼ Ἠέλιον τέκε λαμπράν τε Σελήνην.»
φοιταλέην: ἐμμανῆ, μανιωδῶς πορευομένην· φοῖτος γὰρ ἡ μανία λέγεται. καὶ Εὐφορίων· «φοιταλέος διὰ πᾶσαν ἄδην ἐπάτησε κοθόρνῳ.» μήποτε διὰ τοῦτο καὶ τὰς ἑταίρας φοιτάδας λέγομεν. οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον: Λάτμος ὄρος Καρίας, ἔνθα ἔστιν ἄντρον, ἐν ᾧ διέτριβεν Ἐνδυμίων. ἔστι δὲ καὶ πόλις ἡ λεχθεῖσα Ἡράκλεια. λέγεται δὲ κατέρχεσθαι εἰς τοῦτο τὸ ἄντρον τὴν Σελήνην πρὸς Ἐνδυμίωνα. περὶ δὲ τοῦ τῆς Σελήνης ἔρωτος ἱστοροῦσι Σαπφὼ καὶ Νίκανδρος ἐν βʹ Εὐρωπείας. τὸν δὲ Ἐνδυμίωνα Ἡσίοδος μὲν Ἀεθλίου τοῦ Διὸς καὶ Καλύκης, παρὰ Διὸς εἰληφότα τὸ δῶρον ἳν αὐτῷ ταμίαν εἶναι θανάτου, ὅτε θέλοι ὀλέσθαι … καὶ Πείσανδρος καὶ Ἀκουσίλαος καὶ Φερεκύδης καὶ Νίκανδρος ἐν βʹ Αἰτωλικῶν καὶ Θεόπομπος ὁ ἐποποιός. φασὶ δὲ αὐτὸν οἱ μὲν Σπαρτιάτην, οἱ δὲ Ἠλεῖον· Ἴβυκος δὲ ἐν αʹ Ἤλιδος αὐτὸν βασιλεῦσαί φησι. ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις λέγεται τὸν Ἐνδυμίωνα ἀνενεχθῆναι ὑπὸ τοῦ Διὸς εἰς οὐρανόν, ἐρασθέντα δὲ Ἥρας· εἰδώλῳ παραλογισθῆναι νεφέλης καὶ ἐκβληθέντα κατελθεῖν εἰς Ἅιδου. Ἐπιμενίδης δὲ αὐτὸν παρὰ θεοῖς διατρίβοντα ἐρασθῆναί φησι τῆς Ἥρας, διόπερ Διὸς χαλεπήναντος αἰτήσασθαι διὰ παντὸς καθεύδειν. τινὲς δὲ διὰ τὴν πολλὴν δικαιοσύνην ἀποθεωθῆναί φασιν αὐτὸν καὶ … αἰτήσασθαι παρὰ Διὸς ἀεὶ καθεύδειν. ἔνιοι δὲ ἀναιροῦσι τὸν ἐπὶ τῷ Ἐνδυμίωνος ὕπνῳ μῦθον. φιλοκύνηγον γὰρ αὐτὸν γενόμενον, νύκτωρ πρὸς τῇ σελήνῃ κυνηγεῖν διὰ τὸ ἐξιέναι τὰ θηρία κατὰ τοῦτον τὸν καιρὸν ἐπὶ τὰς νομάς, τὰς δὲ ἡμέρας ἐν σπηλαίῳ αὐτὸν ἀναπαύεσθαι, ὥς τινας οἴεσθαι πάντοτε αὐτὸν κοιμᾶσθαι. οἱ δὲ ἀλληγοροῦσι τὸν μῦθον, λέγοντες ὡς ἄρα Ἐνδυμίων πρῶτος ἐπεχείρησε τῇ περὶ τὰ μετέωρα φιλοσοφίᾳ, παρασχεῖν δὲ αὐτῷ τὰς ἀφορμὰς τὴν σελήνην ἔν τε φωτισμοῖς καὶ κινήσεσιν, διʼ ὃ καὶ νύκτωρ σχολάζοντα τούτοις ὕπνῳ μὴ χρῆσθαι, κοιμᾶσθαι δὲ μεθʼ ἡμέραν. τινὲς δὲ τῷ ὄντι φίλυπνόν τινα γεγονέναι τὸν Ἐνδυμίωνα, ἀφʼ οὗ καὶ παροιμία «Ἐνδυμίωνος ὕπνος» ἐπὶ τῶν πολὺ κοιμωμένων ἢ ἀμελῶς τι πραττόντων ὡς δοκεῖν κοιμᾶσθαι. καὶ Θεόκριτος μέμνηται· «ζαλωτὸς μὲν ἔην ὁ τὸν ἄτροπον ὕπνον ἰαύων Ἐνδυμίων.»
ἦ θαμὰ δὴ καὶ σεῖο: μεμύθευται, ὡς ἄρα αἱ φαρμακίδες τὴν σελήνην ταῖς ἐπῳδαῖς κατασπῶσι. τοῦτο δὲ ποιεῖν δοκοῦσιν αἱ Θεσσαλαὶ σφαλεῖσαι τῆς ὑπολήψεως· καθὸ Ἀγλαονίκη, Ἡγέμονος θυγάτηρ, ἔμπειρος οὖσα τῆς ἀστρολογίας καὶ εἰδυῖα τὰς ἐκλείψεις τῆς σελήνης, ὁπότε μέλλοι αὐταῖς ἐγγενήσεσθαι, ἔφασκε τὴν θεὸν κατασπᾶν, καὶ παραχρῆμα περιέπιπτε συμφοραῖς, τῶν οἰκείων τινὰ ἀποβαλοῦσα. ὅθεν κατὰ τὸν βίον λέγεται παροιμία ἐπὶ … «τὴν σελήνην κατασπᾷ». μνησαμένη φιλότητος: τῆς τοῦ Ἐνδυμίωνος διὰ τῶν σῶν ἐπῳδῶν. σκοτίῃ δὲ ἐν ἀσελήνῳ, διὰ τὴν ἐμὴν περὶ τὸν ἐρώμενον ἀσχολίαν. διαλαμβάνουσι δὲ ἔνιοι τὴν τῆς σελήνης ἔκλειψιν ὑπὸ φαρμακίδων γίνεσθαι καθαιρουμένης, οἱ δὲ παλαιοὶ καθαιρέσεις ἐκάλουν τὰς ἐκλείψεις. ἀνιηρόν: ἀθεράπευτον. τὴν δʼ αἶψα πόδες φέρον: παρὰ τῷ τὰ Ναυπακτικὰ πεποιηκότι οὐκ ἔστι κατὰ τὴν ἰδίαν προαίρεσιν ἐξιοῦσα ἡ Μήδεια, ἀλλʼ ἐφʼ ἑστίασιν καλουμένων τῶν Ἀργοναυτῶν κατʼ ἐπιβουλήν, ἐνστάντος τοῦ τῆς ἀναιρέσεως αὐτῶν καιροῦ, προτραπομένου δὲ τοῦ Αἰήτου ἐπὶ τὴν Εὐρυλύτης τῆς γυναικὸς συνουσίαν, Ἴδμονος ὑποθεμένου τοῖς Ἀργοναύταις ἀποδιδράσκειν, καὶ Μήδεια συνεκπλεῖ. ἐγκονέουσαν: ἀποσπεύδουσαν. ἔδαιον: ἔκαιον, ἀνῆπτον. ὄρθια: ἀντὶ τοῦ ἐπιτεταμένως, μεγάλως. περαιόθεν: γέγονε μὲν ἀπὸ τοῦ πέρας καὶ περαία καὶ τὸ περαιόθεν. ὅθεν καὶ ἤπειρος λέγεται πᾶσα ἡ γῆ καταχρηστικῶς, κυρίως δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς φανερὸν Εὐριπίδης πεποίηκεν· «ἤπειρον εἰς ἄπειρον ἐκβάλλων χθόνα.»
φεύγωμεν, πρὶν τόνδε θοῶν: ὁ μὲν Ἀπολλώνιός φησι νυκτὸς πεφευγέναι τὴν Μήδειαν ἐπὶ τὴν ναῦν, Αἰήτου συνέδριον ἔχοντος Κόλχων περὶ διαφθορᾶς τῶν ἡρώων· ὁ δὲ τὰ Ναυπακτικὰ πεποιηκὼς ὑπὸ Ἀφροδίτης φησὶ τὸν Αἰήτην κατακοιμηθῆναι, ἐπιθυμήσαντα τῇ αὐτοῦ γυναικὶ συγγενέσθαι, δεδειπνηκότων παρʼ αὐτῷ τῶν Ἀργοναυτῶν καὶ κοιμωμένων, διὰ τὸ βούλεσθαι αὐτὸν τὴν ναῦν ἐμπρῆσαι· «δὴ τότʼ ἄρʼ Αἰήτῃ πόθον ἔμβαλε δῖʼ Ἀφροδίτη Εὐρυλύτης φιλότητι μιγήμεναι, ἧς ἀλόχοιο, κηδομένη φρεσὶν ᾗσιν, ὅπως μετʼ ἄεθλον Ἰήσων νοστήσῃ οἶκόνδε σὺν ἀγχεμάχοις ἑτάροισιν». ὁ δὲ Ἴδμων συνῆκε τὸ γεγονὸς καί φησι· «φευγέμεναι μεγάροιο θοὴν διὰ νύκτα μέλαιναν.» τὴν δὲ Μήδειαν τὴν ποδοψοφίαν ἀκούσασαν ἀναστᾶσαν συνεξορμῆσαι. λέγει δὲ καὶ Ἡρόδωρος ταῦτα. δώσω δὲ χρύσειον: ὁ μὲν Ἀπολλώνιος μετὰ τὸ φυγεῖν τὴν Μήδειαν ἐκ τοῦ Αἰήτου οἴκου πεποίηται ὑπισχνουμένην τὸ κῶας τῷ Ἰάσονι· ὁ δὲ τὰ Ναυπακτικὰ γράψας συνεκφέρουσαν αὐτὴν τὸ κῶας κατὰ τὴν φυγήν, κατὰ τὸν αὐτοῦ οἶκον κείμενον· ὁ δὲ Ἡρόδωρος μετὰ τὴν ἀνάζευξιν τῶν ἀγρίων ταύρων ἀποσταλῆναι τὸν Ἰάσονα ὑπὸ τοῦ Αἰήτου ἐπὶ τὸ κῶας, τὸν δὲ πορευθέντα φονεῦσαί τε τὸν δράκοντα καὶ τὸ κῶας ἀπενεγκεῖν πρὸς Αἰήτην, τὸν δὲ δόλῳ καλέσαι αὐτοὺς ἐπὶ δεῖπνον. ἐπιίστορας: μάρτυρας. ὀνοτήν: μεμπτήν. προσπτύξατο: περιέλαβε. παρὲκ νόον Αἰήταο: μὴ βουλομένου τοῦ Αἰήτου. ἔωσαν: ἤλασαν. ἔμπαλιν ἀίσσουσα: εἰς τοὐπίσω ὁρμῶσα. ἄγχαυρον: τὸν καιρὸν τὸν πλησίον καὶ ἐγγὺς τῆς ἡμέρας ὥσπερ λυκόφως· περὶ γὰρ τὸν τοιοῦτον καιρὸν αἱ αὖραι πνέουσι. τοῦτο δὲ ἐκ τοῦ ποιητοῦ· «αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πέλει ἠῶθι πρό.»
κνώσσουσιν: ὑπνώττουσιν. ἵνα Κριοῦ: ἐν Κόλχοις, ὅπου πρῶτον τὸν Φρίξον κομίσας ὁ κριὸς ἀνεπαύσατο. Διονύσιος ἐν τοῖς Ἀργοναυτικοῖς λέγει Κριὸν γεγονέναι Φρίξῳ παιδαγωγόν, ὃν πρῶτον αἰσθόμενον τὴν ἐκ τῆς μητρυιᾶς ἐπιβουλὴν ὑποθέσθαι φυγεῖν, ὑφʼ οὗ καὶ σωθέντος τοῦ νεανίου διαδεδόσθαι, ὡς ἄρα ἐπὶ κριοῦ μέχρι Κόλχων διασωθείη ὁ Φρίξος. ἀνιόντος: ἀνατέλλοντος. ἔκλυον, οἳ καὶ πολλόν: ὑπερβολῇ κέχρηται περὶ ποσότητα, εἴ γέ φησι τὴν τοῦ δράκοντος φωνὴν τοῖς μὲν μακρὰν οὖσι τῶν Κόλχων ἀκούεσθαι, αὐτοῖς δὲ μή. ἑκὰς Τιτηνίδος Αἴης: τοῦ Τιτῆνος ποταμοῦ, ἀφʼ οὗ καὶ ἡ χώρα Τιτηνὶς κέκληται, μνημονεύει Ἐρατοσθένης ἐν Γεωγραφίᾳ. ὁ δὲ Λύκος ποταμὸς ἀπὸ Ἀράξου φερόμενος συγκίρναται Φάσιδι, καὶ οὕτως ἀπολέσας τὸ ἴδιον ὄνομα ἐκδίδωσιν εἰς θάλασσαν. τὸ δὲ αὐτὸ τοῦτο γίνεται ἐπί τε Ὀνοχώνου τοῦ κατὰ Θεσσαλίαν καὶ Πηνειοῦ καὶ Παμίσου· ὅταν γὰρ εἰς ταὐτὸ συρρεύσωσιν, Πηνειὸς καλοῦνται. ὁ δὲ Ἀράξης ποταμὸς Σκυθίας. Μητρόδωρος δὲ ἐν αʹ τῶν Περὶ Τιγράνην τὸν Θερμώδοντα Ἀράξην φησὶ λέγεσθαι. Καυκασίαν δὲ θάλασσαν τὴν Κασπίαν φησὶ διὰ τὸ συνάπτειν τῷ Καυκάσῳ. βέλτιον δὲ Καυκασίαν θάλασσαν νῦν τὸν Εὔξεινον νοεῖν τὸν πλησιάζοντα τῷ Καυκάσῳ· οὐ γὰρ εἰς τὴν Κασπίαν, ἀλλʼ εἰς τὸν Εὔξεινον ἐκδίδωσιν ὁ Φᾶσις. καπνοῖο στροφάλιγγες: αἱ τοῦ καπνοῦ τοῦ σφοδροῦ εἱλήσεις. εἱλίσσονται: κατὰ τὴν ἀναφοράν· διὰ δὲ τοῦ ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται δηλοῖ τὸ συνεχὲς τῆς ἐπαναφορᾶς. εἰλίγγοισι: ταῖς εἱλήσεσι καὶ συστροφαῖς τοῦ σφοδροῦ καπνοῦ. ἐπήορος: μετέωρος. ἐξανιοῦσα: γράφεται καὶ ἀίσσουσα. ἀπειρεσίας ἐλέλιξε: πολλάς. ὑπερβολικῶς καὶ τοῦτο εἴρηκε διαγράφων τὸ τέρας τοῦ δράκοντος. ῥυμβόνας δὲ τὰς εἱλήσεις τῆς σπείρας, τὰς περιδινήσεις. καὶ Εὐριπίδης ἐν Πειρίθῳ· «σὲ τὸν αὐτοφυῆ πάντων αἰθέρα ῥύμβῳ», τουτέστιν ἐν κινήσει, ὅθεν καὶ τὸ κινούμενον τροχίσκιον ὑπὸ τῶν φαρμακίδων ῥυμβίον καλεῖται. καὶ παρʼ Εὐπόλιδι· «ὦ ῥύμβε, μαστίξας ἐμέ». οὕτω δὲ λέγουσι τὰς περιφερεῖς κινήσεις. ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν: ξηραῖς λεπίσιν ἐσκεπασμένας. εἴσατο: ὥρμησεν. θέλξαι ἀντὶ τοῦ κοιμίσαι. χθονίην: ὡς καὶ ὑπὸ γῆν διατρίβουσαν. εὐαντέα δὲ τὴν εὐάντητον καὶ εὐεξίλαστον ἢ εὐαπάντητον. εὐαντέα: εὐσυνάντητον. οἴμῃ θελγόμενος: τῇ ἐπῳδῇ ταπεινούμενος. ἀνελύετʼ ἄκανθαν: τὰ τῶν ὄφεων ὀστᾶ ἄκανθαι λέγεται. κατὰ κοινοῦ δὲ τὸ γηγενέος, ὡς καὶ ἄλλα ἑρπετὰ … περιπτύξαι: περιλαβεῖν. ἡ δέ μιν ἀρκεύθοιο: ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν, ἐπιρραίνουσαν ἀρκεύθῳ φάρμακον, κοιμίσαι τὸν δράκοντα ἐπᾴδουσαν, καὶ οὕτω τὸ κῶας ἀνελέσθαι καὶ χωρισθῆναι ἀμφοτέρους ἐπὶ τὴν ναῦν κοιμωμένου τοῦ θηρίου, συμφώνως Ἀντιμάχῳ. καὶ Φερεκύδης φησὶν ἐν ζʹ φονευθῆναι τὸν δράκοντα ὑπὸ Ἰάσονος. ἡ δὲ ἄρκευθος δένδρον τι ἀκανθῶδες, Ἀπόλλωνος ἴδιον, ὡς ἱστορεῖται ἐν γʹ τῶν εἰς Μουσαῖον ἀναφερομένων. νήριτος: πολλή. πολυπρέμνοιο: πολυστελέχου. ἐξανέχουσαν: εἰσβάλλουσαν. ἀγρῶσται: οἱ κυνηγοί· ἀπὸ τοῦ ἀγρώσσω ῥήματος πέπτωκεν. Ὅμηρος· «ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ.»
ἀχαιϊνέην: Ἀχαία ἐστὶ τῆς Κρήτης πόλις, ἐν ᾗ γίνονται ἀχαιϊνέαι λεγόμενοι ἔλαφοι. … καὶ οἱ σπαθίναι λεγόμενοι ἔλαφοι, οἱ δὲ κέρατα μεγάλα ἔχοντες κεράσται. βεβρίθει λήνεσσιν: τοῖς ἐρίοις, ὅθεν καὶ λανάριοι καλοῦνται οἱ κτενισταί. πολλοὶ δὲ χρυσοῦν τὸ δέρας εἰρήκασιν, οἷς Ἀπολλώνιος ἠκολούθησεν. ὁ δὲ Σιμωνίδης ποτὲ μὲν λευκὸν ποτὲ δὲ πορφυροῦν, Διονύσιος δὲ ὁ Μιτυληναῖος ἄνθρωπόν φησι γεγενῆσθαι, παιδαγωγὸν τοῦ Φρίξου, ὀνόματι Κριόν. ἀφασσόμενος: ψηλαφῶν. νοσφίσσεται: ἀφαιρήσεται. μηκέτι νῦν χάζεσθε: ἀναχωρεῖτε καὶ μεριμνᾶτε περὶ τῆς εἰς τὴν πατρίδα ἀνακομιδῆς. τινὲς δὲ γράφουσι φράζεσθε. ἤδη γὰρ χρειώ: ἡ γὰρ χρεία, φησίν, ἧς χάριν τοῦτον τὸν πλοῦν ὑπέστημεν τὸν χαλεπόν, εὐκόλως ταῖς βουλαῖς τῆς κόρης τετέλεσται. ἑζόμενος πηδοῖσι: τοῖς πλατέσι τῶν κωπῶν· διʼ οὗ δηλοῖ τὰς κώπας ἀπὸ μέρους. πηδὸν γὰρ καλεῖται τὸ πλατὺ τῆς κώπης· Θεόφραστος δὲ εἶδος ξύλου τὸ πηδόν. οἱ δὲ ἡμίσεις ὁπλισθέντες ἀμύνεσθε τοὺς ἐπιόντας. ἔχμα δὲ βολάων εἴρηκε τὰς ἀσπίδας. θοόν: ἀντὶ τοῦ θοῶς ἐπιρρήματος. περίπυστος: περιβόητος. ἐς δʼ ἀγορὴν ἀγέροντο: συνηθροίζοντο πρὸς μάχην. καί φησιν· ὡς οὐκ ἔστι χειμῶνος τὰ κύματα τῆς θαλάσσης τεκμήρασθαι, οὕτως οὐδὲ τὸ πλῆθος τῶν ὁπλισθέντων Κόλχων. παρεμέτρεον: παρέπλεον. πεύκην περιμήκεα: τὴν λαμπάδα, ὡς ἐμπρήσων τὴν ναῦν. ὁ μὲν Ἀπολλώνιος ἄπρακτόν φησιν ἀναχωρῆσαι τὸν Αἰήτην σὺν ὀχήματι ἡνιοχοῦντος Ἀψύρτου, Διονύσιος δὲ ὁ Μιλήσιός φησιν, ὅτι καταλαβὼν τὴν ναῦν ὁ Αἰήτης παραταξαμένων τῶν ἀριστέων Ἶφιν ἀνεῖλεν Ἀργεῖον, Εὐρυσθέως ἀδελφόν, καὶ αὐτὸς πολλοὺς ἀπέβαλε. Φερεκύδης δὲ ἐν ζʹ τὴν Μήδειάν φησιν ἆραι μικρὸν ὄντα τὸν Ἄψυρτον ἐκ τῆς κοίτης, Ἰάσονος εἰπόντος αὐτῇ, καὶ ἐνεγκεῖν πρὸς τοὺς Ἀργοναύτας· ἐπεὶ δὲ ἐδιώχθησαν, σφάξαι καὶ μελίσαντας ἐκβαλεῖν εἰς τὸν ποταμόν. ἐν δὲ τοῖς Σκύθαις ὁ Σοφοκλῆς ἑτερομήτορα τῆς Μηδείας τὸν Ἄψυρτον λέγει· «οὐ γὰρ ἐκ μιᾶς κοίτης ἔβλαστον, ἀλλʼ ὁ μὲν Νηρηίδος βλάστεσκε τέκνον ἄρτι, τὴν δʼ Εἰδυῖα πρίν ποτʼ Ὠκεανοῦ κόρη τέκεν.»
νηῦς ἤδη κρατεροῖσιν: ἡ ναῦς, φησίν, βιαίᾳ ὁρμῇ τὸν πλοῦν ἤνυεν τῇ τε τῶν ἐρετῶν δυνάμει βιαζομένη καὶ τῷ τοῦ ποταμοῦ καθέλκοντι ῥεύματι. καταβλώσκοντι: ἀντὶ τοῦ κατωφόρῳ. αὐτὰρ ἄναξ ἄτῃ: ὁ δὲ Αἰήτης, φησίν, ἐν πολλοῖς κακοῖς γεγενημένος τὸν Ἥλιον καὶ τὸν Δία μάρτυρας τῶν πεπραγμένων ἐπεκαλεῖτο. φησὶ δὲ ὁ Ἀπολλώνιος διὰ τούτων τὸν Αἰήτην ἄπρακτον ὑποστρέψαι, διὰ δὲ τῶν ἑξῆς φησι τὸν Ἄψυρτον νέον ὄντα ἡνιοχεῖν παραβεβηκότα τῷ πατρί. Διονύσιος δὲ ὁ Μιλήσιός φησιν, ὅτι Αἰήτης ἐδίωξεν αὐτούς· οἱ δὲ ἀριστεῖς ἠγωνίζοντο ἀκοντίζοντες, οἱ δὲ περὶ τὸν Αἰήτην ἵππευον· ἔνθα καὶ Ἶφιν τελευτῆσαι τὸν Σθενέλου· καταβαλόντα γὰρ δύο τῶν περὶ Αἰήτην ἱππέων περικατάληπτον γενέσθαι ὑπὸ τοῦ Αἰήτου, περισπασθέντα τῷ βρόχῳ. ἐν δὲ τοῖς ἑξῆς φησιν, ὡς οἱ Κόλχοι εἰς φυγὴν ἐτράπησαν. Φερεκύδης δὲ ἐν ζʹ διωκομένους ἀναβιβάσαι ἐπὶ τὴν ναῦν τὸν Ἄψυρτον καὶ μελίσαντας ῥῖψαι εἰς τὸν ποταμόν. Σοφοκλῆς δὲ ἐν Κολχίσι φησὶ κατὰ τὸν οἶκον τοῦ Αἰήτου τὸν παῖδα σφαγῆναι. ἑξῆς δὲ Ἀπολλώνιος τὴν ἀπειλὴν τάσσει τὴν πρὸς τοὺς Κόλχους. ἡ γάρ: ἡ Μήδεια. καὶ δὴ τὰ μέν, ὅσσα θυηλῇ: ἐκ τούτου βούλεται δηλῶσαι, ὅτι τοιαύτην θυσίαν ἐβούλετο τελέσαι ὁποίαν φαρμακίδες. Νύμφις δὲ ἐν τῷ ϛʹ Περὶ Ἡρακλείας Ἑκάτης φησὶν ἱερὸν εἶναι ἐν τῇ Παφλαγονίᾳ Μηδείας ἱδρυσαμένης. κατὰ δὲ τὴν ἀποσιώπησιν ἐμφάσει κέχρηται, τὴν ταῖς φαρμακίσι τελουμένην θυσίαν μὴ ἐξεργαζόμενος. νισόμεθʼ Ὀρχομένον: διὰ τούτων φησὶν ὁ Ἄργος ἀληθῆ αὐτοῖς εἰρῆσθαι ὑπὸ Φινέως· εἶναι γὰρ πλοῦν ἕτερον ἔξω φέροντα, ὃν Αἰγύπτιοι ἱερεῖς ἐσημήναντο. ἐγίνωσκε γὰρ τὰ μέρη ἐκεῖνα ὁ Ἄργος. διό φησιν· ὄντως δὴ τῇ ἐσωτάτῃ ὁδῷ κεχρημένοι, ᾗ καὶ ἡμεῖς εἰς Ὀρχομενὸν ἐπορευόμεθα, πορεύεσθε. ἔστι γὰρ πλόος ἄλλος: Ἡρόδωρος ἐν τοῖς Ἀργοναύταις φησὶ διὰ τῆς αὐτῆς κατελθεῖν θαλάσσης, διʼ ἧς ἦλθον εἰς Κόλχους· Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐκ τοῦ Φάσιδος διελθεῖν εἰς τὸν ὠκεανόν, εἶτα ἐκεῖθεν εἰς τὸν Νεῖλον, ὅθεν εἰς τὴν ἡμετέραν θάλασσαν. τοῦτο δὲ ὁ Ἐφέσιος Ἀρτεμίδωρος ψεῦδός φησιν εἶναι· τὸν γὰρ Φᾶσιν μὴ συμβάλλειν τῷ ὠκεανῷ, ἀλλʼ ἐξ ὀρέων καταφέρεσθαι. τὸ αὐτὸ καὶ Ἐρατοσθένης ἐν γʹ Γεωγραφικῶν φησι. Τιμάγητος δὲ ἐν αʹ Περὶ λιμένων τὸν μὲν Φᾶσιν καταφέρεσθαι ..., τὸν δὲ Ἴστρον καταφέρεσθαι ἐκ τῶν Κελτικῶν ὀρῶν, ἅ ἐστι τῆς Κελτικῆς, εἶτα ἐκδιδόναι εἰς Κελτῶν λίμνην, μετὰ δὲ ταῦτα εἰς δύο σχίζεσθαι τὸ ὕδωρ, καὶ τὸ μὲν εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλειν, τὸ δὲ εἰς τὴν Κελτικὴν θάλασσαν· διὰ δὲ τούτου τοῦ στόματος πλεῦσαι τοὺς Ἀργοναύτας καὶ ἐλθεῖν εἰς Τυρρηνίαν. κατακολουθεῖ δὲ αὐτῷ καὶ Ἀπολλώνιος. Ἡσίοδος δὲ καὶ Πίνδαρος ἐν Πυθιονίκαις καὶ Ἀντίμαχος ἐν Λύδῃ διὰ τοῦ ὠκεανοῦ φασιν ἐλθεῖν αὐτοὺς εἰς Λιβύην, καὶ βαστάσαντας τὴν Ἀργὼ εἰς τὸ ἡμέτερον πέλαγος παραγενέσθαι. οὐδέ τί πω Δαναῶν: τοὺς Αἰγυπτίους πολλοὶ παλαιοτάτους εἶναί φασιν, Ἡρόδοτος δὲ Φρύγας. Μώσμης δὲ ἐν αʹ Αἰγυπτιακῶν καὶ Λέων ἐν αʹ τῶν Πρὸς τὴν μητέρα καὶ Κνωσσὸς ἐν αʹ Γεωγραφικῶν τῆς Ἀσίας πάντων ἀρχαιοτάτους Αἰγυπτίους εἶναί φασιν. δοκεῖ δὲ πρῶτον Θήβην κατʼ Αἴγυπτον κτισθῆναι, ὥς φησι Ξεναγόρας ἐν αʹ Χρόνων. καὶ Νικάνωρ δὲ λέγει ἐν ταῖς Μετονομασίαις ἐν Αἰγύπτῳ πρώτην κτισθῆναι πόλιν Θήβας, καὶ αὐτὸς συμφωνῶν τῷ Ἀρχεμάχῳ. Ἵππυς δὲ τοὺς Αἰγυπτίους πρώτους γεγενῆσθαι στοχάζεται ἐκ τῆς τοῦ ἀέρος κράσεως καὶ ἐκ τοῦ γονιμώτατον εἶναι τὸ τοῦ Νείλου ὕδωρ. γεγονέναι δὲ αὐτούς φησιν ὁ Ἀπολλώνιος πρὸ τοῦ πάντα τὰ ἄστρα φανῆναι· καθὸ τήν τε φύσιν κατανοῆσαι αὐτῶν δοκοῦσι καὶ τὰ ὀνόματα θεῖναι, καὶ τὰ μὲν ιβʹ ζῴδια θεοὺς βουλαίους προσηγόρευον, τοὺς δὲ πλάνητας ῥαβδοφόρους. Ἡρόδοτος δέ φησι Φρύγας πρώτους γεγενῆσθαι. ὕστερον δὲ Ψαμμίτιχος τῶν Αἰγυπτίων βασιλεύς, βουλόμενος διαγνῶναι, τίνες οἱ γηγενεῖς, παρέδωκεν ποιμένι δύο βρέφη, κελεύσας μηδένα φθέγγεσθαι, μόνον δὲ αὐτοῖς αἰγὸς θηλὴν δίδοσθαι. οἱ δὲ δύο ἐτῶν διελθόντων πρώτην φωνὴν ἀφῆκαν τὸ βέκος· οὕτω δὲ λέγεται παρὰ τοῖς Φρυξὶν ὁ ἄρτος. ἐγνώσθησαν οὖν ἀπὸ τούτου οἱ Φρύγες γηγενεῖς. οἱ δέ φασιν, ὅτι εὔηθές ἐστιν ὑπολαμβάνειν τοῦτο· ἀκούοντες γὰρ οἱ παῖδες βληχωμένων τῶν προβάτων, ὡς ἂν ὑπὸ τῆς φύσεως ἐνεργούμενοι πρὸς τὸ ἔναρθρον τὴν φωνὴν ἀπέστρεψαν. οἶοι δʼ ἔσαν Ἀρκάδες: μόνοι δὲ ἦσαν Ἀρκάδες, φησί, τῶν Ἑλλήνων ἀρχαιότεροι. Ἀπιδανῆας δὲ τοὺς Πελοποννησίους ἀπὸ Ἄπιδος τοῦ Φορωνέως. Ἀρκάδες, οἳ καὶ πρόσθεν: οἱ Ἀρκάδες δοκοῦσι πρὸ τῆς σελήνης γεγονέναι, ὡς καὶ Εὔδοξος ἐν Γῆς περιόδῳ. Θεόδωρος δὲ ἐν κβʹ ὀλίγῳ πρότερόν φησι τοῦ πρὸς τοὺς Γίγαντας πολέμου Ἡρακλέους τὴν σελήνην φανῆναι. καὶ Ἀριστίας ὁ Χῖος ἐν ταῖς Κτίσεσι καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν αʹ Κτίσεων καὶ ἔθνος Ἀρκαδίας Σεληνίτας εἶναι. Μνασέας δέ φησι Προσέληνον Ἀρκάδων βασιλεῦσαι. Ἀριστοτέλης δὲ ἐν τῇ Τεγεατῶν πολιτείᾳ φησίν, ὅτι βάρβαροι τὴν Ἀρκαδίαν ᾤκησαν, οἵτινες ἐξεβλήθησαν ὑπὸ τῶν νῦν Ἀρκάδων, ἐπιθεμένων αὐτοῖς πρὸ τοῦ ἐπιτεῖλαι τὴν σελήνην· διὸ κατωνομάσθησαν προσέληνοι. … Δοῦρις δὲ ἐν ιεʹ τῶν Μακεδονικῶν Ἀρκάδα φησίν, ἀφʼ οὗ ἡ Ἀρκαδία καλεῖται, Ὀρχομενοῦ υἱόν, διὸ καὶ πόλιν τῆς Ἀρκαδίας Ὀρχομενόν. τινὲς δέ φασιν Ἐνδυμίωνα εὑρηκέναι τὰς περιόδους καὶ τοὺς ἀριθμοὺς τῆς σελήνης, ὅθεν καὶ προσελήνους τοὺς Ἀρκάδας κληθῆναι. ἔνιοι δὲ ὑπὸ τοῦ Τυφῶνος … ὑπὸ δὲ Ἄτλαντος καὶ Ξεναγόρας εἴρηκεν. ἀνάσσετο Δευκαλίδῃσιν: οἱ ἀπὸ Δευκαλίωνος τὸ γένος ἔχοντες ἐβασίλευον Θεσσαλίας, ὥς φησιν Ἑκαταῖος καὶ Ἡσίοδος. ἡ Θεσσαλία δὲ Πελασγὶς ἐκαλεῖτο ἀπὸ Πελασγοῦ τοῦ βασιλεύσαντος. καὶ ποταμὸς Τρίτων: περὶ τῆς τοῦ Νείλου ἀναδόσεως διάφοροι αἰτίαι παρὰ τοῖς παλαιοῖς ἐλέγοντο. Ἀναξαγόρας μὲν γάρ φησι διὰ τῆξιν τῆς χιόνος πληθύειν αὐτόν· ᾧ ἕπεται καὶ Εὐριπίδης λέγων· «Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, λευκῆς τακείσης χιόνος ὑγραίνει γύην.» καὶ Αἰσχύλος δὲ καὶ Σοφοκλῆς ὑπέλαβον τοὺς ὑπὲρ τὴν Αἴγυπτον χιονίζεσθαι τόπους καὶ τηκομένης τῆς χιόνος τὴν χύσιν εἰς τὸν Νεῖλον ἐκδίδοσθαι. Νικαγόρας δέ φησιν ἀπὸ τῶν ἀντοίκων αὐτὸν ῥεῖν. Δημόκριτος δὲ ὁ φυσικὸς ἀπὸ τοῦ κατὰ μεσημβρίαν ὑπερκειμένου πελάγους λαμβάνειν τὸν Νεῖλον τὴν ἐπίχυσιν, ἀπογλυκαίνεσθαι δὲ τὸ ὕδωρ διὰ τὸ διάστημα καὶ τὸ μῆκος τοῦ πόρου καὶ ὑπὸ τοῦ καύματος ἀφεψόμενον· διὸ καὶ ἐναντίαν φησὶν ἔχειν τὴν γεῦσιν. Οἰνοπίδης δὲ ὁ Χῖος, ὅτι χειμῶνος ὢν ὑπὸ γῆν ὁ ἥλιος ἐκπέμπει τὸ ὕδωρ, τοῦ δὲ θέρους γενόμενος ὑπὲρ γῆν οὐκέτι διὰ τὸ μᾶλλον θερμαίνεσθαι αὐτήν· διὸ κεχαραδρωμένη ἡ γῆ πλεῖον ὕδωρ ἀναδίδωσιν. Ἔφορος δὲ ποταμόχωστον εἶναί φησι τὴν Αἴγυπτον, ῥηγνυμένης δὲ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τῷ ἔαρι ἀναπηδᾶν τὸ ὕδωρ καὶ ἐπαύξεσθαι τὸ ῥεῦμα. Θαλῆς δὲ ὁ Μιλήσιός φησιν ὑπὸ τῶν ἐτησίων συνελαυνόμενα τὰ νέφη κατὰ τὰ ὄρη τῆς Αἰθιοπίας αὐτόθι ῥήγνυσθαι· ὅταν δὲ τοῦ ποταμοῦ ἐξεναντίας συστῶσιν αἱ πνοαὶ προσπίπτουσαι τῇ θαλάσσῃ, ἐκ τῆς ἀποπεμπομένης πλήσμης τὰς ὑπερχύσεις ἀναδέχεσθαι τὸν Νεῖλον. Διογένης δὲ ὁ Ἀπολλωνιάτης ὑπὸ τοῦ ἡλίου ἁρπάζεσθαι τὸ ὕδωρ τῆς θαλάσσης, ὃ τότε εἰς τὸν Νεῖλον καταφέρεσθαι· οἴεται γὰρ πληροῦσθαι τὸν Νεῖλον ἐν τῷ θέρει διὰ τὸ τὸν ἥλιον εἰς τοῦτον τὰς ἀπὸ γῆς ἰκμάδας τρέπειν. ὁ δὲ Νεῖλος οὕτω τὸ πρότερον ἐκαλεῖτο, Τρίτων. μετωνομάσθη δὲ ἀπὸ Νείλου τοῦ Κύκλωπος τοῦ Ταντάλου, βασιλεύσαντος τῆς χώρας, ὡς Ἕρμιππός φησιν. ὄμβρος ἅλις: ἀμφιβολία περὶ τὴν σύνταξιν. σημαίνει γὰρ ἤτοι ἅλις ἀνασταχύουσιν ἢ ὅτι οὐ δεύει ὄμβρος ἅλις, ἐπεὶ οὐ βρέχει συνεχῶς κατʼ Αἴγυπτον. ἔνθεν δή τινα: Σεσόγχωσις Αἰγύπτου πάσης βασιλεὺς μετὰ Ὦρον τὸν Ἴσιδος καὶ Ὀσίριδος παῖδα τὴν μὲν Ἀσίαν ὁρμήσας πᾶσαν κατεστρέψατο, ὁμοίως καὶ τὰ πλεῖστα τῆς Εὐρώπης. ἀκριβέστερον δὲ ἔστι τὰ περὶ αὐτοῦ παρὰ Ἡροδότῳ. Θεόπομπος δὲ ἐν γʹ Σέσωστριν αὐτὸν καλεῖ. Ἡρόδοτος δὲ προστίθησιν, ὅτι, εἰ μέν τινας πολέμῳ κατέστρεψεν, στήλας ἐτίθει πῶς ἐνίκησεν· εἰ δὲ παρεχώρουν, γυναικεῖον ταῖς στήλαις αἰδοῖον προσετίθει σύμβολον τῆς μαλακίας. Δικαίαρχος δὲ ἐν αʹ Ἑλλάδος βίου Σεσόγχωσιν καὶ νόμους θεῖναι λέγει, ὥστε μηδένα καταλιπεῖν τὴν πατρῴαν τέχνην· τοῦτο γὰρ ὑπολαμβάνειν ἀρχὴν εἶναι πλεονεξίας. καὶ πρῶτόν φησιν αὐτὸν εὑρηκέναι ἵππων ἄνθρωπον ἐπιβαίνειν· οἱ δὲ ταῦτα τὸν Ὦρον, οὐ τὸν Σεσόγχωσιν. ἠὲ καὶ οὐ· πουλὺς γὰρ ἄδην· ἦ γὰρ ἐκλελοίπασί τινες τῶν πόλεων κἂν μετωνομασμέναι ἀγνοοῦνται, ὑφʼ οὗ τυγχάνουσιν ἐκτισμέναι· τούτου δὲ τὸν χρόνον αἴτιον γεγενῆσθαι. περὶ δὲ τῶν χρόνων, καθʼ οὓς ἐγένετο Σεσόγχωσις, ὁ μὲν Ἀπολλώνιός φησι πολὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών, Δικαίαρχος δὲ ἐν αʹ μετὰ τὸν Ἴσιδος καὶ Ὀσίριδος Ὦρον βασιλέα γεγονέναι Σεσόγχωσιν. γίνεται δὲ ἀπὸ Σεσογχώσεως ἐπὶ τὴν Νείλου βασιλείαν ἔτη ͵βφʹ, ἀπὸ δὲ τῆς Νείλου βασιλείας ἐπὶ τὴν Ἰλίου ἅλωσιν ζʹ, ἀπὸ δὲ τῆς Ἰλίου ἁλώσεως ἐπὶ τὴν αʹ Ὀλυμπιάδα υλϛʹ, ὁμοῦ ͵βϡμγʹ. Αἶά γε μὴν ἔτι νῦν μένει: τὴν Αἶάν φησιν ἀπὸ τῶν Σεσογχώσεως χρόνων μέχρις αὐτοῦ μένειν ἄθραυστον καὶ τοὺς ἐκείνων ἀπογόνους τῶν ὑπὸ Σεσογχώσεως κατοικισθέντων. τούτους γὰρ υἱωνοὺς εἴρηκε καταχρηστικῶς, ὡς Ἡρακλεῖδαι λέγονται οὐ μόνον οἱ Ἡρακλέους παῖδες, ἀλλὰ καὶ οἱ ἐκείνων ἀπόγονοι. οὕτως καὶ οἱ ἐν τῇ Σκυθίᾳ ἀπόγονοι τῶν Αἰγυπτίων εἰσίν, ὡς καὶ Ἀπολλώνιος. καὶ Σκύμνος φησὶν ἐν Ἀσίᾳ, ὅτι Κόλχοι Αἰγυπτίων ἄποικοι. καὶ Ἡρόδοτος ἐν βʹ μέμνηται τῆς περιτομῆς τῶν μορίων καὶ τῆς τῶν λίνων ὑφῆς, καὶ νόμοις αὐτούς φησι κεχρῆσθαι τῶν Αἰγυπτίων. Αἶαν: ... ὁ δὲ Φιλοστέφανος καὶ τὸν Φᾶσιν ποταμὸν ἔχειν νησῖδας, καὶ Αἶαν πόλιν ἐν νήσῳ αὐτοῦ κεῖσθαι. οἳ δή τοι γραπτῦς· εἰσὶ δέ, φησί, καὶ νόμοι παρʼ αὐτοῖς τῶν προγόνων καὶ στῆλαι, ἐν αἷς γῆς καὶ θαλάσσης ἀναγραφαί εἰσιν. κύρβιας· στήλας. λέγει δὲ τοὺς ἄξονας, ἐν οἷς οἱ νόμοι γράφονται, ὡς Ἀριστοφάνης ὁ κωμικός. Ἀπολλόδωρος δέ φησι πᾶσαν δημοσίαν γραφὴν καὶ νόμους κύρβιν καλεῖσθαι, ὅτι οἱ ἀρχαῖοι λίθους ἱστάντες τὸ δόξαν ἀνέγραφον, οὓς μὲν ἀπὸ τῆς στάσεως στήλας, κύρβεις δὲ ἀπὸ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ ἀποκεκορυφῶσθαι, οἷον κύρφεις. ὕστερον δὲ εἰς ξύλα λελευκωμένα γράφοντες ὁμοίως ἐκάλεσαν. κύρβις οὖν ἡ περιέχουσα τὰς ἱερὰς ἀναγραφάς ἐστιν. κύρβιας: κύρβεις λέγουσιν, ὡς Ἐρατοσθένης, τοὺς ἄξονας καλουμένους Ἀθήνησιν, ἐν οἷς οἱ νόμοι περιέχονται. οἱ δὲ ἀκριβέστεροι ἄξονας μὲν τετραγώνους λίθους, κύρβεις δὲ τριγώνους· ἐν ἀμφοτέροις δὲ νόμοι ἦσαν γεγραμμένοι Ἀθήνησι. ἐνταῦθα δὲ κύρβιάς φησι πίνακάς τινας γῆς περίοδον περιέχοντας. ὑγρῆς τε τραφερῆς τε: τῆς θαλάσσης καὶ τῆς γῆς. κέρας ὠκεανοῖο: κέρατα τοῦ ὠκεανοῦ λέγουσι πάντας τοὺς ποταμοὺς τοὺς ἀπʼ αὐτοῦ καταφερομένους. ὁ δὲ Ἴστρος ποταμὸς Σκυθίας. ὁ δὲ λόγος· μακρόθεν ὄντα διετεκμήραντο τὸν ποταμὸν καὶ ἔγνωσαν. Ἴστρον μιν καλέοντες: τὸν Ἴστρον φησὶν ἐκ τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥιπαίων ὀρῶν· γενόμενον δὲ μεταξὺ Σκυθῶν καὶ Θρᾳκῶν σχίζεσθαι, καὶ τὸ μὲν εἰς τὴν καθʼ ἡμᾶς θάλασσαν ἐκβάλλειν ῥεῖθρον, τὸ δὲ εἰς τὴν Ποντικὴν θάλασσαν ἐκπίπτειν. οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰσχύλῳ, ἐν Λυομένῳ Προμηθεῖ λέγοντι τοῦτο. Ῥίπαια δὲ ὄρη πρὸς ταῖς ἀνατολαῖς, ὡς Καλλίμαχος· «Ῥιπαίου πέμπουσιν ἀπʼ οὔρεος, ἧχι μάλιστα.» Ἐρατοσθένης δὲ ἐν γʹ Γεωγραφικῶν ἐξ ἐρήμων τόπων ῥεῖν, περιβάλλειν δὲ νῆσον Πεύκην. Σκύμνος δὲ ἐν τῇ ϛʹ Περὶ Εὐρώπης αὐτὸ μόνον φησίν, ἀπὸ ἐρήμων φέρεσθαι τὸν Ἴστρον. οὐδεὶς δὲ ἱστορεῖ διὰ τούτου τοὺς Ἀργοναύτας εἰσπεπλευκέναι εἰς τὴν ἡμετέραν θάλασσαν ἔξω Τιμαγήτου, ᾧ ἠκολούθησεν Ἀπολλώνιος. ὁ μὲν γὰρ Σκύμνος αὐτοὺς διὰ Τανάιδος πεπλευκέναι ἐπὶ τὴν μεγάλην θάλασσαν, ἐκεῖθεν δὲ εἰς τὴν ἡμετέραν θάλασσαν ἐληλυθέναι. καὶ παρεκβολεύεται, ὡς ἄρα ἐλθόντες ἐπὶ τὴν ἤπειρον οἱ Ἀργοναῦται ἐπὶ στρωτήρων ἐκόμισαν τὴν Ἀργώ, μέχρις οὗ ἐπὶ θάλασσαν παρεγένοντο. Ἡσίοδος δὲ διὰ Φάσιδος αὐτοὺς εἰσπεπλευκέναι λέγει. Ἑκαταῖος δὲ ... Ἀρτεμίδωρος δὲ ἐλέγχων αὐτὸν ἱστορεῖ μὴ ἐκδιδόναι εἰς τὴν θάλασσαν τὸν Φᾶσιν. οὐδὲ διὰ Τανάιδος ἔπλευσαν, ἀλλὰ κατὰ τὸν αὐτὸν πλοῦν, καθʼ ὃν καὶ πρότερον, ὡς Σοφοκλῆς ἐν Σκύθαις ἱστορεῖ καὶ Καλλίμαχος. … αὐτῶν τοὺς μὲν εἰς τὸν Ἀδρίαν πεπλευκότας μὴ εὑρεῖν τοὺς Ἀργοναύτας, τοὺς δὲ διὰ τῶν Κυανέων πετρῶν ἐπὶ τὴν Κέρκυραν, ἔνθα κἀκεῖνοι τότε ἦσαν. ὁ δὲ Ἴστρος καταφερόμενος ἐξ Ὑπερβορέων, ὅταν φθάσῃ ἐπὶ τὸν μεταξὺ Σκυθίας καὶ Θρᾴκης τόπον, σχίζεται εἰς δύο, καὶ τὸ μὲν αὐτοῦ εἰς τὸν Εὔξεινον πόντον βάλλει, τὸ δὲ ἕτερον εἰς τὴν Τρινακρίαν θάλασσαν. μορμύρουσιν: ἠχοῦσι. τὸ Τρινάκριον πέλαγος παράκειται τῇ Σικελίᾳ· ἐκαλεῖτο γὰρ Τρινακρία τὸ πρότερον διὰ τὸ τρεῖς ἄκρας ἔχειν, Πάχυνον, Λιλύβαιον, Πέλωρον. γαίῃ ὃς ὑμετέρῃ: ἐὰν μὲν οὕτω γράφηται γαίῃ ὃς ὑμετέρῃ, ἔσται τῇ Ἑλλάδι· τὸ γὰρ Τρινάκριον πέλαγος παράκειται τῇ τῶν Ἑλλήνων γῇ. ἐὰν δὲ ἡμετέρῃ, ἔσται ὁ Ἴστρος· παράκειται γὰρ τοῖς Κόλχοις οὗτος. ὑμετέρης γαίης: ὁ Ἀχελῷος τῶν τῆς Ἑλλάδος ποταμῶν τῶν ἄλλων διαπρεπέστατος. εἰ οὖν ἄρα ὁ Ἀχελῷος παρʼ ὑμῖν ἐστιν· τὸ γὰρ ὄνομα ἀκούομεν. ἀγνοεῖ γὰρ ὁ Ἄργος, ὡς αὐτῶν ἐστιν τῆς χώρας. ἀναπιδύειν φησὶν οὖν τὸν Ἴστρον εἰς τὸν Ἀχελῷον διὰ τὸ τὰς πηγὰς αὐτῷ παρέχεσθαι. αἴσιον: καθῆκον. ὁλκός: ἡ διαδρομὴ τοῦ ἀστέρος. ἐπεὶ πνοιαί τε: ἐπέμενον γὰρ αἱ αὐταὶ τῶν ἀνέμων πνοαὶ καὶ ἡ φανεῖσα αὐτοῖς οὐρανία λαμπηδὼν ἡ τὸν ἐπὶ Ἴστρον διάπλουν σημαίνουσα. διαφωνοῦσι δὲ οἱ περὶ τοῦ ἔκπλου τῶν Ἀργοναυτῶν τοῦ ἐκ Κόλχων γεγραφότες. … ὡς καὶ Καλλίμαχος· φησὶ δὲ Ἀπολλώνιος ὑποστρέψαι αὐτοὺς ἐναντίως Καλλιμάχῳ. Κόλχοι δʼ αὖτʼ ἄλλοι: τῶν Κόλχων οἱ μὲν διὰ τῶν Κυανέων πετρῶν ἔπλευσαν, ἄλλοι δὲ μετὰ Ἀψύρτου Ἴστρον ἔσχον. Καλὸν δὲ διὰ στόμα: τρία στόματα ἔχει ὁ Ἴστρος, ὧν ἓν λέγεται Καλὸν στόμα, ὥς φησι Τιμάγητος ἐν τῷ Περὶ λιμένων· εἰς ὅ φησι πλεῦσαι τὸν Ἄψυρτον. στόμα: τοῦ Ἴστρου. πανέσχατον Ἰονίοιο: τὸ Ἰόνιον πέλαγος τῆς Ἰταλίας, εἰς ὃ ἐκδίδωσιν ὁ Ἀδρίας· διὸ καί τινες αὐτὸ Ἀδρίαν ὀνομάζουσιν. Ἰόνιον πέλαγος πρὸς τῇ Ἰταλίᾳ οὕτω καλούμενον. ὠνομάσθη δὲ ἀπὸ Ἰονίου τὸ γένος Ἰλλυριοῦ, ὥς φησιν Θεόπομπος ἐν καʹ· τινὲς δὲ ἀπὸ τῆς γενομένης πλάνης τῇ Ἰοῖ. τριγλώχιν: Ἐρατοσθένης ἐν γʹ Γεωγραφικῶν νῆσον εἶναι ἐν τῷ Ἴστρῳ φησὶ τρίγωνον, ἴσην Ῥόδῳ, ἣν Πεύκην λέγεσθαι διὰ τὸ πολλὰς ἔχειν πεύκας. ἀμφὶ δὲ δοιαί: περὶ τὸν περὶ τὴν Πεύκην ἀγκῶνα δύο εἶναί φησι στόματα τοῦ Ἴστρου, ὧν τὸ μὲν καλεῖται Νάρηκος, τὸ δὲ Καλὸν στόμα, ἐν ᾧ τάχιον οἱ Κόλχοι σὺν Ἀψύρτῳ ἔπλευσαν. οἱ δʼ ὑψοῦ νήσοιο: οἱ περὶ τὸν Ἰάσονα ἄνωθεν τῆς νήσου διὰ τοῦ Νάρηκος στόματος ἔπλευσαν. οἱ δὲ νομεῖς δόξαντες τὰς ναῦς—πάσας ἀκουστέον—θαλάσσια θηρία εἶναι, δείσαντες εἰς φυγὴν ἐτράπησαν. εἱαμεναὶ οἱ κάθυγροι τόποι καὶ τεναγώδεις. δεῖ δὲ ἀκούειν ἑκατέρωθεν τοὺς νομεῖς πεφευγότας. οὔτʼ οὖν Θρήιξι: τοῖς ἐπὶ τῆς Εὐρώπης Θρᾳξὶν ὅμοροί εἰσιν οἱ Σκύθαι. οὐδὲ Σίγυννοι: ... ἔστι δὲ καὶ σίγυννος εἶδος δόρατος παρώνυμον τῷ ἔθνει. οὔθʼ οἱ περὶ Λαύριον: Λαύριον πεδίον τῆς Σκυθίας. τῆς δὲ Σκυθίας ἔθνη νεʹ Τιμῶναξ ἀναγράφει ἐν αʹ Περὶ Σκυθῶν. … κατὰ δὲ τὸ τῶν Σίνδων πεδίον σχίζεται ὁ ποταμὸς Ἴστρος, καὶ τὸ μὲν αὐτοῦ ῥεῦμα εἰς τὸν Ἀδρίαν, τὸ δὲ εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλει. τὸ δὲ Σίνδοι Ἡρωδιανὸς ἐν τῷ ϛʹ τῆς Καθόλου βαρυτονεῖν φησι δεῖν· τινὲς δὲ ὀξυτονοῦσιν, οὐκ εὖ. καὶ Ἱππῶναξ δὲ μνημονεύει, πρὸς τὸ «Σινδικὸν διάσφαγμα». Ἑλλάνικος δὲ ἐν τῷ Περὶ ἐθνῶν φησι· «Βόσπορον διαπλεύσαντι Σίνδοι, ἄνω δὲ τούτων Μαιῶται Σκύθαι». Ἀγγούρου ὄρεος: Ἄγγουρον ὄρος πλησίον Ἴστρου τοῦ ποταμοῦ. μνημονεύει δὲ αὐτοῦ Τιμάγητος ἐν Λιμέσιν. ὁ δὲ Καυλιακὸς σκόπελος τῆς Σκυθίας πλησίον τοῦ Ἴστρου, οὗ μνημονεύει Πολέμων ἐν Κτίσεσιν Ἰταλικῶν καὶ Σικελικῶν πόλεων. γράφεται καὶ Ἄγγυρον ὄρος καὶ Ἀγγύρου ὄρεος, ἀντὶ δὲ τοῦ Καυλιακοῖο· Καυκασίοιο. φησὶ δὲ κατὰ τοῦτο τὸ ὄρος τὸν Ἴστρον διασχιζόμενον τὸ μὲν εἰς τὸν Ἀδρίαν, τὸ δὲ εἰς τὸν Εὔξεινον ῥεῖθρον εἰσβάλλειν. Καυκασίοιο: γράφεται Καυλιακοῖο. Κρονίην ἅλα: τὸν Ἀδρίαν φησί· ἐνταῦθα γὰρ τὸν Κρόνον κατῳκηκέναι φασίν. εἰς ἀκτάς: γράφεται εἰς ἄλλας. ἔνθα κε: κατʼ ἐκεῖνον τὸν τόπον φησὶ τοὺς Ἀργοναύτας, τὸ πλῆθος τῶν Κόλχων φοβηθέντας, εἴκειν αὐτοῖς καὶ βούλεσθαι μὲν τὸ κῶας ἔχειν καὶ μὴ παρασχεῖν, τὴν δὲ Μήδειαν—ἦν γὰρ τὸ κατʼ αὐτὴν δίκαιον ἀμφήριστον—παραθέσθαι τῇ Ἀρτέμιδι ἐν τῷ αὐτῆς ἱερῷ, ἕως τις δικάσῃ, πότερον αὐτὴν ἀποδοτέον τῷ πατρὶ ἢ τοῖς Ἀργοναύταις. συνθεσίῃ: συμβιβάσει. ἢ σύ γʼ ἔπειτα: ὀνειδίζουσα τῷ Ἰάσονί φησι ξίφει αὐτὸν αὐτὴν διαχειρίσασθαι, ἵνα ἀξίαν ἀπολάβῃ χάριν τοῦ πρὸς αὐτὸν ἔρωτος. ἐν ἤθει δὲ τοῦτο εἶπεν. σμυγερῶς: ἐπιπόνως. στρευγόμενος: ἀντὶ τοῦ καταπονούμενος καὶ στρεβλούμενος. ἀτροπίῃ: τῇ σῇ κακοτροπίᾳ καὶ ἀβουλίᾳ, ὅτι ἐπιώρκησας. ἦρα: ἐπιθυμητά. ἀεικελίοισιν: ἐπὶ γὰρ τοῖς κακοῖς, φησί, κακὰ δεῖ βουλεύεσθαι. προῄρηται οὖν καὶ τὸν Ἄψυρτον ἀνελεῖν ἐπὶ τοῖς προγεγενημένοις ἁμαρτήμασιν ὑπʼ αὐτῆς. εἴ κέν πως: εἴ πως, φησί, πείσαιμι τὸν Ἄψυρτον μόνον πρὸς μόνην ἥκειν, φιλίαν πρὸς αὐτὸν συνθεμένη. Δίῃ: ἐν τῇ Νάξῳ. Καλλίμαχος· «ἐν Δίῃ· τὸ γὰρ ἔσκε παλαίτερον οὔνομα Νάξῳ.» γλήνεσιν: ποικίλμασιν. οὔ μιν ἀφάσσων: οὐδαμῶς ἂν τὸν πέπλον ἐκεῖνον ψηλαφῶν ἢ καθορῶν τὴν ἐπιθυμίαν πληρώσειας. ἀκροχάλιξ: ἄκρως μεθύων ἀκράτῳ ἢ νέκταρι. Μινωίδος: τῆς Ἀριάδνης. μέγα στύγος: τὸν ἔρωτα εἶναι μέγα στύγημα τοῖς ἀνθρώποις λέγει. οἰόθι δʼ ἀντικρύ: μόνος δὲ πρὸς τὴν Μήδειαν μετιὼν ὁ Ἄψυρτος πεῖραν ἐλάμβανεν, ὣς ἔτι ὢν ἁπαλὸς καὶ δόλων ἄπειρος, εἰ βουληθείη προδοῦναι τοὺς Ἀργοναύτας, τὸν καθʼ αὑτοῦ δόλον οὐκ ἐπιστάμενος ἔμπαλιν ὄμματʼ ἔνεικεν: ἡ Μήδεια ἀπεστράφη τοῦ Ἀψύρτου ἀναιρουμένου, ἵνα μὴ τὸν φόνον αὐτοῦ ἴδῃ. τὸν δʼ ὅγε, βουτύπος ὥστε: τὸν δὲ Ἄψυρτον ὁ Ἰάσων ἔπληξεν ὥς τις βοῦν καταβάλλων. Βρυγοί: ἔθνος Ἰλλυρίας. προδόμῳ: καταχρηστικῶς πρόδομον εἶπε τὸ πρόναον. τῆς δὲ καλύπτρην: τῆς δὲ Μηδείας ὁ Ἄψυρτος ἀποθνήσκων τὴν καλύπτραν καὶ τὸν πέπλον ἐρύθηνε τῷ ἑαυτοῦ αἵματι. τάμνε θανόντος: οἱ δολοφονοῦντες ἀρχαίως ἀκρωτηριάσματά τινα ἐποίουν τοῦ ἀναιρουμένου καὶ ταῦτα λαβόντες ἐξήρτων τοῦ τραχήλου αὐτοῦ. τῶν δὲ καλουμένων ἀκρωτηριασμάτων … ἄπειρα καὶ πολλὰ ἐξάργματα. ἔπειτα τοῦ αἵματος αὐτοῦ λαβόντες, τρὶς εἰς τὸ στόμα ἀπέπτυον. τοῦτο δὲ ἐποίουν πρὸς τὸ ἐξιλάσασθαι τὴν δολοφονίαν. Ἀψυρτεῖς ἔθνος ἀπὸ Ἀψύρτου εἰρημένον. ὁ Πηλεὺς ξυμβουλεύει μετὰ τὸν Ἀψύρτου θάνατον πλεῖν ἐπὶ τοὺς λοιποὺς Κόλχους, λέγων ὅτι ὄρθρου ἰδόντες τὸ πεπραγμένον οὐχ ἑνὶ λόγῳ χρώμενοι διώξουσιν ἡμᾶς. κεδόωνται: σκορπίζονται. Ἠλεκτρίδα: αὕτη ἡ Ἠλεκτρὶς ἐγγύς ἐστι τοῦ Ἠριδανοῦ ποταμοῦ. οἱ Κόλχοι ἀφορμηθείσης τῆς Ἀργοῦς οὐκ ἐπανῆλθον φοβούμενοι τὸν Αἰήτην, ἀλλʼ οἱ μὲν αὐτῶν ᾤκησαν ὅπου ὁ Ἄψυρτος ἐδολοφονήθη, μετὰ τῶν κληθέντων ἀπʼ αὐτοῦ Ἀψυρτέων, οἱ δὲ ἐν Ἰλλυρίᾳ, ὅπου οἱ Ἐγχελεῖς περὶ τὰ Κεραύνια ὄρη. Ὑλλήων: ἔθνος περὶ τὴν Ἰλλυρίαν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους καὶ Μελίτης ὠνομασμένον. ἱρὴν πευσόμενος: πεῦσιν, χρησμὸν αἰτησόμενος παρὰ τοῦ Ἀπόλλωνος. ὅπῃ χθονὸς ἱδρυθεῖεν: οἱ Ὑλλεῖοι λαβόντες παρὰ Ἰάσονος τρίποδα μισθὸν τῆς μηνύσεως τῆς ὁδοῦ, ἔκρυψαν ὑπὸ γῆν, ἐπεὶ ὁ χρησμὸς ἐκέλευσεν, ἔνθα ἂν ὁ τρίπους ᾖ, ἀπόρθητον εἶναι τὴν πόλιν. ὅδε: ὁ τρίπους δηλονότι. Μάκριν τʼ εἰσαφίκανε: Μάκρις τὸ παλαιὸν ἐλέγετο ἡ Σχερία, ὠνομασμένη ἀπὸ τῆς Διονύσου τροφοῦ. ἔνθα φησὶ τὸν Ἡρακλέα παραγενόμενον, τὸν τῶν παίδων αὑτοῦ φόνον καθαρθησόμενον, Μελίτην τὴν Αἰγαίου τοῦ ποταμοῦ θυγατέρα γεγαμηκέναι, ἐξ ἧς ἔσχε τὸν Ὕλλον· ὃς ἀκμάσας οὐκ ἠθέλησε τῷ Ναυσιθόῳ ὑποταγῆναι, ἀλλὰ τοὺς Φαίακας συνήγαγεν εἰς τὴν Κρονίαν θάλασσαν καὶ κατῴκισεν. ὑπʼ ὀφρύσι: ὠφρυωμένως. ἀλλά, θεαί, πῶς: πυνθάνεται τῆς Μούσης ὁ ποιητής, ποῦ τὸν πλοῦν ἐποίησαν οἱ Ἀργοναῦται μετὰ τὸν Ἀψύρτου θάνατον καὶ πῶς εἰς θάλασσαν ἦλθον. μέμφονται δέ τινες τὸν Ἀπολλώνιον ὡς περὶ τούτους τοὺς χρόνους εἰρηκότα τὴν Ἰταλίαν Αὐσονίαν· ὑστέροις γὰρ χρόνοις τῶν Ἀργοναυτῶν οὕτω κέκληται ἀπὸ Αὔσονος τοῦ Ὀδυσσέως καὶ Καλυψοῦς. ἐροῦμεν δέ, ὅτι ἐπεὶ αὐτὸς ὁ ποιητὴς οὕτως ὠνόμαζεν, εἰ καὶ μὴ κατὰ τοὺς ἐκείνων χρόνους ἦν. νήσους τε Λιγυστίδας: περὶ τὴν Ἰταλίαν εἰσὶ τρεῖς Λιγυστιάδες καλούμεναι, διότι οἰκοῦνται ὑπὸ τῶν Λιγύων· Στοιχάδες δὲ διὰ τὸ στοίχῳ τετάχθαι. αὐτόν που: μετὰ τὴν πεῦσιν ἐμπνευσθεὶς ἐντεῦθεν ἄρχεται τοῦ διηγήματος. ἑξείης πλήθοντο: Λίβυρνοι ἔθνος οἰκοῦντες ταύτας τὰς νήσους, Ἴσσαν τε καὶ Δυσκέλαδον καὶ Πιτύειαν· μεθʼ ἃς εἰς Κέρκυραν ἦλθον. τὴν δὲ Πιτυοῦσσαν καλουμένην Πιτύειαν εἶπεν Ὁμήρῳ ἑπόμενος. δοιάζοντο: ἐστοχάζοντο. χόλον ἐφράσαθʼ Ἥρη: ἡ Ἥρα, φησί, τὴν Διὸς ὀργὴν ἐπισταμένη ἐπὶ τῶν Ἀργοναυτῶν, σφοδροὺς ἀνέμους ἐποίησε κατʼ ἐκείνους τοὺς τόπους, ὅπως ἀποσταῖεν μὲν αὐτῶν, φέροιντο δὲ εἰς τὴν Ἠλεκτρίδα νῆσον. ταῖς αὖτις: γράφεται τοὶ δʼ αὖτις. ἡ στεῖρα τῆς Ἀργοῦς, φησί, φωνῆεν ἔχουσα ξύλον μεταδέδωκεν αὐτοῖς τὸν ἐκ Διὸς χόλον φεύγειν καὶ πρὸς Κίρκην ἀφικέσθαι, τὸν Ἀψύρτου θάνατον καθαρθησομένους. δήουσιν: εὑρήσουσιν. εἰς δὲ τὸν Ἠριδανὸν εἰσέβαλλον, ὅς ἐστι τῆς Κελτικῆς ποταμός, εἰς ὃν λέγουσι πεπτωκέναι τὸν Φαέθοντα. λέγεται δέ, ἐκ τῶν Ἡλιάδων θρηνουσῶν τὸν Φαέθοντα καὶ εἰς αἰγείρους μεταβεβλημένων τὸ ἀποστάζον δάκρυον εἶναι ἤλεκτρον. ἀείμεναι: γράφεται ἐφήμεναι. Κελτοὶ δʼ ἐπί: οἱ Κελτοὶ ἐφήμισαν τὸ ἤλεκτρον δάκρυον εἶναι μὴ τῶν Ἡλιάδων, ἀλλὰ Ἀπόλλωνος, ἡνίκα ὑπὸ Διὸς ἐκελεύσθη θητεύειν ἐπὶ τῷ φόνῳ τοῦ Ἀσκληπιοῦ καὶ τῷ τῶν Κυκλώπων. κεκλήισται: πεφήμισται, ᾄδεται. θρηνουσῶν δὲ τῶν Ἡλιάδων τὸ δάκρυον οὐκ ἀναμίσγεται τοῖς ὕδασιν ὡσεὶ σταγόνες ἐλαίου. ὡς ἀπὸ τοῦ στὰξ σταγός, στάγες. Ῥοδανὸς ποταμὸς τῆς Κελτικῆς, τῷ Ἠριδανῷ συμμιγνύμενος· καὶ σχιζόμενος τῇ μὲν εἰς ὠκεανὸν φέρεται, τῇ δὲ εἰς τὸν Ἰόνιον κόλπον, τῇ δὲ εἰς τὸ Σαρδόνιον πέλαγος. κόλπον: γράφεται πόντον. Ἑρκύνιον ὄρος Κελτῶν ἢ δρυμός. ἀδήιοι: ἀνενόχλητοι. ἀδήιοι: πολέμους μὴ ἔχοντες. εἵνεκα κούρων Ζηνός: τῶν Διοσκούρων, οἵτινες ηὔξαντο ὑπὲρ αὐτῶν. πόρε νῆας: σῴζειν δηλονότι· ὁ τρόπος ἔλλειψις. τεύχεα: γράφεται τρύχεα. Αἰαίης λιμένα: ἔοικεν Ἀπολλώνιος ἐκδεδέχθαι τὴν Ὀδυσσέως πλάνην περὶ Τυρρηνίαν καὶ Ἰταλίαν· ἐκεῖ γὰρ ὑποτίθεται τὴν Κίρκην οἰκεῖν. ἡ Κίρκη, φησί, κατελήφθη ἐπὶ θαλάσσης ἡμέρας γενομένης, ἀποτρεπομένη φοβερὸν ὄναρ, ὅτι νυκτὸς εἶδεν αἵματι τὸν οἶκον αὐτῆς μεμολυσμένον. πιληθεῖσα: ἀναπαγεῖσα ἡ γῆ. αἰνυμένη: ἀπολαβοῦσα. ἥτε δίκη λυγροῖς: ὡς νόμος ἐστὶ τοῖς ἱκέταις, ὥστε αὐτοὺς ἐπὶ τῆς ἑστίας καθημένους μὴ φθέγγεσθαι. ἔγνω, φησίν, ἡ Κίρκη τὸν Ἰάσονα φόνον δεδρακότα. Φύξιος μὲν Ζεὺς ὁ βοηθῶν τοῖς φυγάσι καὶ πρὸς ὃν καταφεύγουσι· φύξιος δὲ οἶτος ἐνταῦθα ὁ θάνατος, διʼ ὃν καταφεύγουσιν. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον: τὸ καθάρσιον λέγει, ὅ ἐστι χοιρίδιον μικρόν, ὅπερ οἱ ἁγνίζοντες θύσαντες, τὰς χεῖρας τοῦ ἁγνιζομένου τῷ αἵματι αὐτοῦ βρέχουσιν. ἀγκαλέουσα: ἐπικαλουμένη. παλαμναῖον λέγει τὸν φόνον εἰργασμένον. ἐνταῦθα δὲ παλαμναίας ἱκεσίας λέγει τὰς ὑπὲρ φόνου γιγνομένας· ὧν τὸν Δία τιμήορον ἤγουν τιμητήν φησι. ἱκεσιάων: γράφεται ἱκεσίῃσι. ἡ δὲ Κίρκη πέμματά τινα ἐπέκαιεν, ὕδωρ ἐπιχέουσα κατὰ τὸν νόμον. ὅτι καθαρίσασα αὐτοὺς ἐκάθισεν ἐπὶ θρόνων, καὶ αὐτὴ ἐναντίον αὐτῶν ἐκαθέσθη. ἐνωπαδίς: κατόψιν, ἐξεναντίας. ἵετο δʼ αὖ κούρης: φωνὴν ἀκοῦσαι προεθυμεῖτο συμβάλλουσα, ὅτι ἀπὸ Ἡλίου ἐστιν, ἀπὸ τῆς τῶν ὀφθαλμῶν διαυγείας. ἐπεὶ βλεφάρων ἀποτηλόθι: ἐπεὶ πάνυ πόρρω ἀπὸ τῶν ὀμμάτων ἔλαμπον ταῖς λαμπηδόσιν. ὥσπερ χρυσῆν ἀκτῖνα ἐξεναντίας ἔπεμπον. ἐπλάσατο ἡ Μήδεια, λέγουσα διὰ τοῦτο πεφευγέναι, διὰ τὸ φοβεῖσθαι τὸν πατέρα, ὅτι ἐβοήθησε τῷ Ἰάσονι κατʼ ἔλεον τῆς ἀδελφῆς Χαλκιόπης. ἄιστον: ἀφανῆ, ἄγνωστον. ἐφέστιος: ἐπὶ τοῦ οἴκου μου οὖσα. ὅθι τʼ ἄκμονες Ἡφαίστοιο: αἱ τοῦ Αἰόλου νῆσοι ἑπτά. τούτων ἐν τῇ Λιπάρᾳ καλουμένῃ ἢ τῇ Στρογγύλῃ ὁ Ἥφαιστος δοκεῖ διατρίβειν καὶ ἀκούεσθαι βρόμον πυρὸς καὶ ἦχον σφυρῶν. τὸ δὲ παλαιὸν ἐλέγετο τὸν βουλόμενον ἀργὸν σίδηρον ἐπιφέρειν καὶ τῇ ἑξῆς ἡμέρᾳ ἢ ξίφος λαμβάνειν ἢ εἴ τι ἄλλο ἤθελεν κατασκευάσαι, καὶ τὸν μισθὸν ἀπεδίδου. ταῦτα ἱστορεῖ Πυθέας ἐν Περιόδῳ γῆς, καὶ τὴν θάλασσαν λέγων ζεῖν. εἰσὶν δὲ αἱ τοῦ Αἰόλου νῆσοι ζʹ αἵδε· Στρογγύλη, Εὐώνυμος, Λιπάρα, Ἱέρα, Διδύμη, Ἐρικώδης, Φοινικώδης. ἐλθεῖν εἰς ἀκτάς: Ἀγαθοκλῆς ἐν τοῖς Ὑπομνήμασι, περὶ τῶν χαλκείων τοῦ Ἡφαίστου λέγων, φησὶ κατὰ Σικελίαν δύο εἶναι νήσους, ὧν ἡ μὲν καλεῖται Ἱέρα, ἡ δὲ Στρογγύλη, αἵτινες ἡμέρας καὶ νυκτὸς πῦρ ἀφιᾶσιν. ὁ δὲ αὐτός φησιν ζʹ ἐν Σικελίᾳ νήσους ὑπάρχειν· τούτων δύο πῦρ ἀφιᾶσι, καλεῖται δὲ ἡ μὲν Αἰόλου, ἡ δὲ Ἡφαίστου· ἐν ᾗ πυρὸς ποταμοὺς ἀνιέναι. τάσγε: ἀκτάς. αἰθρηγενέεσσιν ἀνάσσει: τοῖς αἴθραν καὶ ψῦχος ποιοῦσιν. ὅτι δὲ Αἴολος ἐξουσίαν εἶχεν ἀνέμων, καὶ Ὅμηρός φησιν· «κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων.» ὅτι δὲ αἴθραν τὸ ψῦχος λέγουσιν, ὁ αὐτός φησι ποιητής· «αἴθρῃ καὶ καμάτῳ δεδμημένον». καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ ὑπαίθριά φαμεν τὰ ὑπὸ ἀνέμου καταπνεόμενα. πλαγκταὶ πέτραι ἐν τῷ πορθμῷ εἰσιν, ὡς Τίμαιος καὶ Πεισίστρατος ὁ Λιπαραῖος. ἐν ὑπερβατῷ δὲ ἀναγνωστέον· ἔστι γὰρ διαπερῶντας. περιβλύει: περικλύζει, κατὰ μίμησιν ἤχου. σπιλάδες δὲ αἱ πέτραι ἀπὸ τοῦ συμπεπιλῆσθαι. τὸ ἑοῦ ἀντὶ τοῦ ἕο. φιτύσαιο: φυτεύσοις ἢ βλαστήσοις. αὐτὴ δὲ σέλας χείρεσσιν: ὅτι τὸ παλαιὸν τὰ μητέρας τῶν γαμούντων ἐν τοῖς γάμοις δᾳδουχεῖν ἔθος ἦν, καὶ Εὐριπίδης ἐν Φοινίσσαις φησίν· «ἐγὼ δὲ οὔτε σοι πυρὸς ἀνῆψα φῶς νόμιμον, ὡς πρέπει μητρὶ μακαρίᾳ.» ἡ Ἥρα οὖν φησι δᾳδουχῆσαι τῇ Θέτιδι, διὰ τὴν πρὸς αὐτὴν εὔνοιαν μητρὸς ἔργον ἐπιτελουμένη. νημερτέα: γράφεται θυμηδέα. Νηιάδες κομέουσι: τὴν Χαρικλὼ λέγει καὶ τὴν Φιλύραν, ὑφʼ ὧν ἐτράφη ὁ Ἀχιλλεύς· ὧν ἡ μὲν Χαρικλὼ γυνὴ Χείρωνος, Φιλύρα δὲ μήτηρ. λίπτοντα: ἐπιθυμοῦντα. χρειώ μιν κούρης: Ἀναξαγόρας φησίν, ὅτι ταῖς ἀληθείαις τὸν Ἀχιλλέα ὡς θεὸν τετιμήκασιν οἱ περὶ τὴν Λακωνικὴν οἰκοῦντες· ἔνιοι δέ φασιν, ὅτι συμπαθήσαντες οἱ θεοὶ τῇ Θέτιδι ἀπηθανάτισαν αὐτόν. ὅτι δὲ Ἀχιλλεὺς εἰς τὸ Ἠλύσιον πεδίον παραγενόμενος ἔγημε Μήδειαν, πρῶτος Ἴβυκος εἴρηκε, μεθʼ ὃν Σιμωνίδης. ἄρηγε: βοήθει. νυῷ: τῇ νύμφῃ. ἠδʼ αὐτῷ Πηλῆι: ὁ τὸν Αἰγίμιον ποιήσας ἐν βʹ φησίν, ὅτι ἡ Θέτις εἰς λέβητα ὕδατος ἔβαλλεν τοὺς ἐκ Πηλέως γεννωμένους, γνῶναι βουλομένη εἰ θνητοί εἰσιν, ἕτεροι δὲ εἰς πῦρ, ὡς Ἀπολλώνιός φησι· καὶ δὴ πολλῶν διαφθαρέντων ἀγανακτῆσαι τὸν Πηλέα καὶ κωλῦσαι τὸν Ἀχιλλέα ἐμβληθῆναι εἰς λέβητα. Σοφοκλῆς δὲ ἐν Ἀχιλλέως ἐρασταῖς φησιν ὑπὸ Πηλέως λοιδορηθεῖσαν τὴν Θέτιν καταλιπεῖν αὐτόν. Στάφυλος δὲ ἐν τρίτῳ τῶν Περὶ Θεσσαλίας φησὶ Χείρωνα σοφὸν ὄντα καὶ ἀστρονομίας ἔμπειρον, βουλόμενον τὸν Πηλέα ἔνδοξον ποιῆσαι, μεταπέμψαι Φιλομήλαν τὴν Ἄκτορος θυγατέρα τοῦ Μυρμιδόνος καὶ λόγους διασπεῖραι, ὅτι μέλλει γαμεῖν τὴν Θέτιν Πηλεὺς Διὸς διδόντος αὐτῷ, οἱ δὲ θεοὶ μετʼ ὄμβρου καὶ χειμῶνος ἥξουσιν. ταῦτα φημίσας παρετήρει τὸν χρόνον, ἐν ᾧ ὕδατα πολλὰ καὶ πνεύματα ἐξαίσια, καὶ δίδωσι Πηλεῖ Φιλομήλαν· καὶ οὕτως ἐπεκράτησεν ἡ φήμη. ἀνέμων ἄικας: αἱ ἐν τῷ πολέμῳ ἐφʼ ἑκάτερα κλίσεις· ὁ δὲ Ἀπολλώνιος τὰς ἀντιπνοὰς τῶν ἀνέμων εἴρηκεν. μηδὲ σύγʼ ἠὲ Χάρυβδιν: ἡ Σικελία ἀντικρὺ κεῖται τῆς Ἰταλίας, ἔστι δὲ τούτων μέσος πορθμὸς ἔχων σταδίους διακοσίους … ἀπὸ Σικελίας εἰς Ἰταλίαν. … τὸ οὖν ἓν ἄκρον, τὸ Πέλωρον, ἀφορᾷ εἰς Ἰταλίαν, ἐφʼ ᾧ ἐστι κάτω ἡ καλουμένη Χάρυβδις, ἡ δὲ Σκύλλα πάλιν ἐν τῇ Ἰταλίᾳ ἀντικρὺ τοῦ Πελώρου. αὕτη ἡ Σκύλλα ἀκρωτήριόν ἐστιν ἐξέχον εἰς θάλασσαν, ὁμοίωμα καὶ πρόσωπον ἔχον γυναικός. κάτω δὲ τοῦ ἀκρωτηρίου εἰσὶ πέτραι ἄγαν καὶ πολλαὶ καὶ μεγάλαι, ἔχουσαι κοίλους τόπους καὶ σπήλαια, ἐν οἷς θαλάσσια θηρία μένουσιν, ἅτινα τῶν πλοίων ἐκεῖ εἰς τὰς πέτρας ἀκοντιζομένων … Χάρυβδιν: .... ὑπὸ τῆς Χαρύβδεως θάλασσαν εἰσροφεῖσθαι. ... ἢ συνέρχονται τῇ θαλάσσῃ καὶ φθείρονται, ἢ ὠθούμεναι εἰς τὴν θάλασσαν καὶ αὗται ἔρχονται εἰς τὰς πέτρας κάτω τῆς Σκύλλης οὔσας ὑφάλους καὶ συγκλῶνται οὕτως· εἶτα ἐξιόντες θαλάσσιοι κύνες καὶ ἕτερα διάφορα θηρία ἐσθίουσι τοὺς ἐν ταῖς ναυσὶν ἄνδρας. δοκεῖ δὲ ἡ Σκύλλα καὶ λέγεται παρὰ τοῖς ποιηταῖς ἔχειν κύνας ἐξέχοντας ἀπὸ τῶν πλευρῶν καὶ τοῦ στήθους καὶ ἀναιρεῖν τοὺς διʼ αὐτῆς πλέοντας, ἐπεὶ κάτωθεν ἐκ τῶν κοίλων μερῶν τῶν πετρῶν, ἐφʼ ὧν μένουσιν, ἄνω ἀνιόντες ὁρῶνται, καὶ ὑπονοοῦνται ὡς ἐξιόντες ἐκ τοῦ στήθους αὐτῆς ἔσωθεν καὶ τῶν πλευρῶν. Χάρυβδιν: ... τὸ δὲ καταιβάσιον τοῦτο ἐν Ταυρομενίῳ ὁ ποιητὴς ἐκάλεσεν Χάρυβδιν. ἔστι δὲ κάτω τοῦ ἀκρωτηρίου τῆς Σικελίας τοῦ λεγομένου Πελώρου, ὃ ἀφορᾷ εἰς τὴν Ἰταλίαν καὶ τὴν Σκύλλαν. νέεσθαι: λείπει ἐάσῃς. Σκύλλης Αὐσονίης: τὸ σπήλαιον τῆς Σκύλλης ἐλέγετο εἶναι περὶ τὴν Ἰταλίαν, ὅ ἐστιν ἐν τῷ πορθμῷ. ἣν τέκε Φόρκῳ: Ἀκουσίλαος Φόρκυνος καὶ Ἑκάτης τὴν Σκύλλαν λέγει, Ὅμηρος δὲ οὐχ Ἑκάτην ἀλλὰ Κράταιιν. ἀμφοτέροις οὖν Ἀπολλώνιος κατηκολούθησεν. ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις Φόρβαντος καὶ Ἑκάτης ἡ Σκύλλα. Στησίχορος δὲ ἐν τῇ Σκύλλῃ εἶδός τινος Λαμίας τὴν Σκύλλαν φησὶ θυγατέρα εἶναι. εἰ μὲν δὴ μαλεροῖο πυρός: περὶ τὸν πορθμὸν ἐν τῇ θαλάσσῃ πυρὸς ἀναφυσήματα γίνεται, ὥστε καὶ τὴν θάλασσαν θερμαίνεσθαι, ὥς φησι καὶ Μητρόδωρος ἐν αʹ Περὶ ἱστορίας καὶ Θεόφραστος ἐν Ἱστορικοῖς ὑπομνήμασιν. καί φησι τὸν βρόμον τὸν ἀπὸ τῶν Αἰόλου νήσων ἀκούεσθαι ἕως ͵α σταδίων· περὶ Ταυρομένιον γοῦν ἀκούεσθαι βροντῇ παραπλήσιον ψόφον. ἀπέρχομαι δέ, ὅπου τὰ ἀπόγεια σχοινία τῆς Ἀργοῦς δέδεται, ὅπως ἑωθινοὶ τῆς ἐπανόδου μνήμην ποιήσωνται, ὅπως αὐτοὺς ἕωθεν ποιήσω ἀποπλεῦσαι ἐκ τῆς γῆς τῶν Τυρσηνῶν. ὑπηῷοι δὲ κατὰ τὸν καιρὸν τῆς ἠοῦς, ἤγουν ἕωθεν· ὄνομα ἀντὶ ἐπιρρήματος. ὑπερβολικῶς· οὐδεὶς γὰρ ἀκτίνων βολὴν καταλαβέσθαι δύναται οὔτε τὴν λεγομένην μαρμαρυγήν, ἥτις ἐστὶ λαμπηδόνος συνεχοῦς ὅρμησις. Τυρσηνίδα εἴρηκεν τὴν τῆς Κίρκης νῆσον διὰ τὸ πρόσχωρον αὐτῇ εἶναι. ὀρεξαμένη: ἐπιλαβομένη. ἐείσατο: ἐφάνη. μηκέτι νῦν ἀκταῖς: μηκέτι καθέζεσθε ἐν ταῖς ἀκταῖς τῆς Αἰαίας νήσου ταῖς οὔσαις πλησίον τῶν Τυρσηνῶν, περιμένοντες καὶ ὑπερτιθέμενοι τὸν πλοῦν ὑμῶν. πανσυδίῃ κοῦραι: πᾶσαι ὁμοῦ ἀπαντῶσι τὴν ναῦν φυλάξουσαι ἐκ τῶν πετρῶν, αἵτινες καλοῦνται Πλαγκταί. ἀντιόωσι δὲ ἀντὶ τοῦ ἔρχονται. ῥυσόμεναι: περιφυλάττουσαι καὶ διασῶσαι ὀφείλουσαι. τὸ δὲ ῥυσέμεναι ἀντὶ τοῦ σώσειν. κείνη γὰρ ἐναίσιμος: ἐκεῖνος γὰρ ὑμῖν ὁ πλοῦς αἴσιος καὶ καθήκων ἐστὶν ὁ διὰ τῶν Πλαγκτῶν πετρῶν. ἐναίσιμος δὲ ἡ καθήκουσα καὶ πρέπουσα. ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς: μή τινι τῶν Ἀργοναυτῶν ἀποδείξῃς με, ἡνίκα με ἴδῃς σὺν ταῖς Νηρεΐσιν ὑπαντήσασάν σοι. ἀπηλεγέως: ἀναμφιλέκτως. ἀίδηλος ἐδύσατο: ἀφανὴς γενομένη κατέδυ εἰς τὸ βάθος τῆς θαλάσσης. τὸν δὲ Πηλέα δεινῶς ἡ λύπη ἔπληξεν. νηπιάχοντος: νηπίου ὄντος καὶ νήπια φρονοῦντος. νηπιάχειν δὲ τὸ νηπιάζειν. ἀμβροσίῃ χρίεσκεν: θειοτάτῳ ἐλαίῳ περιέχριε τὸ ἁπαλὸν αὐτοῦ σῶμα. ἀμβροσίαν δέ φησι τὸ ἀμβρόσιον ἔλαιον. καί οἱ στυγερὸν χροΐ: καὶ αὐτῷ τὸ μισητὸν γῆρας ἀπὸ τοῦ σώματος ἀποσοβήσοι. τὸ δὲ ἀλαλκεῖν τὸ ἐκβάλλειν δηλοῖ. σπαίροντα διὰ φλογός: ἁλλόμενον καὶ σαλευόμενον ἐπὶ τοῦ πυρός. τὸν μὲν ἄρʼ ἁρπάγδην: ἀπὸ τοῦ πυρὸς ἀναρπάξασα ἔρριψεν ἐπὶ τοῦ ἐδάφους κράζοντα. παλίσσυτος: μετὰ δὲ ταῦτα οὐκέτι ἐξ ὑποστροφῆς παρεγένετο πρὸς τὸν Πηλέα· ὅθεν τὰς φρένας αὐτοῦ κατέδησεν ἡ ὀλιγωρία. ἀμηχανία δὲ ἡ ἀπορία καὶ λύπη. τῇς ἔνι δαισάμενοι: ἐν ταύταις δὲ εὐωχηθέντες καὶ δειπνήσαντες ἐκοιμήθησαν τὴν νύκτα ὡς καὶ πρότερον, οἷον ὡς καὶ ἑτέραν νύκτα. κατηλυσίῃ: καθόδῳ. κατηλυσία δὲ ἡ κάθοδος καὶ ἐπέλευσις. βαῖνον ἐπὶ κληῖδας: ἀνέβαινον ἐπὶ τὰ σανιδώματα τῆς νηὸς καὶ τὰς ἑαυτῶν καθέδρας. ἐκ δὲ βυθοῖο εὐναίας: ἐκ δὲ τοῦ βυθοῦ ἀνέφερον ἢ ἀνεῖλκον τὰ σίδηρα, χαίροντες τῇ ἐλεύσει τοῦ ζεφύρου, καὶ τὰ ἄρμενα δὲ ὡς ἔδει ἐσώρευον καὶ εὐτρέπιζον. τανύσαντες ἐν ἱμάντεσσι: ἁπλώσαντες τοῖς ἱμᾶσι τὸ κέρας καὶ ἀναγαγόντες αὐτὸ σὺν τῷ ἀρμένῳ. ἱμάντας δὲ τῆς κεραίας λέγει, οἷς τὸ ἱστίον προσδέδεται τῇ κεραίᾳ. καλὴν Ἀνθεμόεσσαν: ἠκολούθησεν Ἡσιόδῳ οὕτως ὀνομάζοντι τὴν νῆσον τῶν Σειρήνων· «νῆσον ἐς Ἀνθεμόεσσαν, ἵνα σφίσι δῶκε Κρονίων.» ὀνόματα δὲ αὐτῶν Θελξιόπη ἢ Θελξινόη, Μόλπη, Ἀγλαόφωνος. ἀδμῆτʼ ἔτι πορσύνεσκον: ἔτερπον, ἐπιμελείᾳ ἠξίουν καὶ ηὔξανον παρθένον ἔτι οὖσαν καὶ ἄζευκτον. αἰεὶ δʼ εὐόρμου: ἀεὶ δὲ περιβλεπόμεναι καὶ θεωροῦσαι ἀπὸ τοῦ ὑψηλοῦ καὶ εὐορμίστου τόπου, πολλῶν παριόντων τὴν ἡδεῖαν ἐπάνοδον ἥρπασαν, τῇ τηκεδόνι φθίνειν ποιοῦσαι. ἐυτροχάλοιο: τῆς τροχαλῆς ᾠδῆς τὸ μέλος ἐκίνησεν. εὐτρόχαλος δὲ ἡ εὐκόλως καὶ ὁμαλῶς καὶ ἐμμελῶς ῥέουσα. τὸ δὲ κανάχησε τὸ ᾖσε καὶ ἐκίνησε δηλοῖ. κρεγμῷ: τῇ κρούσει, ὑπὸ τοῦ κρούματος. Ἔρυκος μεδέουσα: Ἔρυξ ὄνομα πόλεως, ἔνθα τιμᾶται ἡ Ἀφροδίτη· οἱ δὲ τὴν Σικελίαν. ὄπαζον: ἐδίωκον. μιξοδίῃσιν ἁλός: μιξοδίαν καλεῖ τὸν τόπον, καθʼ ὃν ἦν ἡ Σκύλλα καὶ ἡ Χάρυβδις, διὰ τὸ ἀντικρὺ εἶναι ἀλλήλων. ἄμοτον: ἀκατάπαυστον. πυριθαλπέος: τῆς ὑπὸ πυρὸς καιομένης. παρβολάδην: παρεμβεβλημένως. ἐπήτριμοι: ἐκ πλαγίων ἢ ὁμοῦ πρὸς ἀλλήλας κατανηχόμεναι ἑκατέρωθεν. αὐτίκʼ ἀνασχόμεναι: εὐθέως ἀνελκύσασαι ἐπὶ τῶν λευκῶν γονάτων τὰ ἱμάτια καὶ τοῦ ζωναρίου ἀναρτήσασαι αὐτά, ἐρρωμένως ἄνωθεν τῶν πετρῶν καὶ τῆς τοῦ κύματος κλάσεως ἐκινοῦντο. ἀγῆς: γράφεται αὐγῆς. ἠρήρειντο: ἐπλησίαζον, ἥδραζον. κῦμα: γράφεται οἶδμα. διηερίην: μετέωρον· ἐβάσταζον γὰρ αὐτὴν αἱ Νηρεΐδες ἄνωθεν τῶν πετρῶν, ἀλλήλαις ὡς σφαῖραν ἀκοντίζουσαι. ὀρθὸς ἐπὶ στελεῇ: στελεῇ τῇ λαβῇ, τυπίδος δὲ τῆς σφύρας· ἐπὶ τοῦ ξύλου ἐπερεισθεὶς τῆς σφύρας. βάλλε: ἔκρουσε. ὅσση δʼ εἰαρινοῦ: ὅσον ἐστὶ διάστημα ἐαρινῆς ἡμέρας καὶ ὥρας· ἀντὶ τοῦ διαστήματος αἶσα καὶ μοῖρα. ἐαρινὴν δὲ εἴρηκεν ἡμέραν τὴν ἰσημερίαν. Θρινακίης λειμῶνα: Τίμαιος Θρινακίαν φησὶ καλεῖσθαι τὴν Σικελίαν, ὅτι τρεῖς ἄκρας ἔχει· οἱ δὲ ἱστορικοὶ Θρίνακόν φασιν ἄρξαι τῆς Σικελίας … Μύλας δὲ χερσόνησον Σικελίας, ἐν ᾗ αἱ τοῦ Ἡλίου βόες ἐνέμοντο. ἀργύρεον χαῖον: χαῖόν ἐστι καμπύλη βακτηρία, ᾗ οἱ ποιμένες χρῶνται· Ἀμερίας δὲ ψιλὴν ἀπέδωκε ῥάβδον. Καλλίμαχος· «ἔπρεπέ τοι προέχουσα κάρης εὐρεῖα καλύπτρη, ποιμενικὸν πίλημα· καὶ ἐν χερὶ χαῖον ἔχουσα.» καὶ τὸ παρʼ Ἀλκμᾶνι δὲ λεγόμενον ἐρυσίχαιον, τῷ χαίῳ ἐρύοντα καὶ ποιμαίνοντα. πηχύνουσα δὲ ἀντὶ τοῦ τῷ πήχει τῆς χειρὸς προσηρτηκυῖα. χαῖον: καλαύροπα. ὀρειχάλκοιο φαεινοῦ: ὀρείχαλκος εἶδος χαλκοῦ, ἀπὸ Ὀρείου τινὸς γενομένου εὑρετοῦ ὠνομασμένος. Ἀριστοτέλης δὲ ἐν Τελεταῖς φησι μηδὲ ὑπάρχειν τὸ ὄνομα μηδὲ τὸ τούτου εἶδος· τὸν γὰρ ὀρείχαλκον ἔνιοι ὑπολαμβάνουσι λέγεσθαι μέν, μὴ εἶναι δέ. τῶν δὲ εἰκῆ διαδεδομένων καὶ τοῦτο· οἱ γὰρ πολυπραγμονέστεροί φασιν αὐτὸν ὑπάρχειν. μνημονεύει καὶ Στησίχορος καὶ Βακχυλίδης, καὶ Ἀριστοφάνης δὲ ὁ γραμματικὸς σεσημείωται τοῦτο. ἄλλοι δὲ ἀνδριαντοποιοῦ λέγουσιν ὄνομα, ὡς Σωκράτης καὶ Θεόπομπος ἐν κεʹ. οὕτως ἦν ἐν τῇ Κωμικῇ λέξει τῇ συμμίκτῳ. καλαύροπα: ἀντὶ τοῦ καλόροπον, ῥάβδον βουκολικήν. Ὅμηρος· «καλαύροπα βουκόλος ἀνήρ».
ἔστι δέ τις πορθμοῖο ἕως τοῦ εἰν ἁλὶ νῆσος: τούτων ὁ νοῦς οὗτός ἐστιν· εἰς τὸν Ἰόνιον κόλπον εἰσπλέουσι … νῆσος εὐλίμενος καὶ πεπιασμένη, ὑφʼ ᾗ κεῖσθαι τὸ δρέπανον τοῦ Κρόνου φασίν, ᾧ τὰ τοῦ πατρὸς αἰδοῖα ἀπέτεμεν. οἱ δέ φασι Δήμητρος εἶναι τοῦτο, ᾧ τοὺς Τιτᾶνας ἐδίδαξε σταχυοτομεῖν· κατῴκησε γὰρ ἡ θεὸς τότε τὴν νῆσον ἐκείνην, ἀγαπήσασα τὴν Μάκριδα. … ἣν Φαίακες κατῴκουν, ἀπὸ θεῶν ὄντες τὸ γένος. παροιτέρη: ἔμπροσθεν. ἀμφιλαφής: ἀμφοτέρωθεν πρόσορμον ἔχουσα. πορθμοῖο παροιτέρη Ἰονίοιο: τὸ Ἰόνιον πέλαγος, διότι τὴν Ἰταλίαν ἀπὸ τῆς Ἠπείρου διορίζει. Κεραυνίη δὲ ἅλς ... κεῖται δὲ ἐν αὐτῇ νῆσος Κέρκυρα· αὕτη πρότερον Σχερία ἐκαλεῖτο. ἀμφιλαφῆ δὲ τὸν λιμένα εἴρηκεν τὸν ἀμφοτέρωθεν πρόσορμον ἔχοντα, ὃν Καλλίμαχος ἀμφίδυμον εἶπεν. ἱστορικῶς δὲ Ἀπολλώνιος ἀμφιλαφῆ τὸν λιμένα φησὶ πανταχόθεν πρόσορμον ἔχοντα· ἱστορεῖ δὲ περὶ τοῦ λιμένος τῶν Φαιάκων Ἀπολλωνίδης ἐν τῷ Περίπλῳ τῆς Εὐρώπης. τινὲς δὲ τὸ ἀμφιλαφὴς ἀντὶ τοῦ ξυλώδης ἀπέδωκαν· ᾧ οἰκείως ἐπισυνάπτει τὸ πίειρα, δηλονότι λιπαρὰ καὶ εὔγειος. πίειρα: λιπαρά, εὔγειος. νῆσος, ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον: νῆσος ἡ Κέρκυρα· αὕτη πρότερον Σχερία ἐκαλεῖτο. ἀποδίδωσι δὲ τὴν αἰτίαν Ἀριστοτέλης ἐν τῇ Κερκυραίων πολιτείᾳ· φησὶ γὰρ τὴν Δήμητρα φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐρχόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι Ποσειδῶνος, ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα· ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν ὀνομασθῆναι. … διὰ τὸ τὴν Δήμητρα αἰτησαμένην δρέπανον παρʼ Ἡφαίστου τοὺς Τιτᾶνας διδάξαι θερίζειν, εἶτα αὐτὸ κρύψαι εἰς τὸ παραθαλάσσιον μέρος τῆς νήσου· προσκλυζούσης δὲ τῆς θαλάσσης ἐξομοιωθῆναι τὴν θέσιν τῆς γῆς δρεπάνη. Τίμαιος δέ φησιν, ᾧ ἐξέτεμεν τοῦ Κρόνου τὰ αἰδοῖα ὁ Ζεύς, τοῦτο κεκρύφθαι. Μάκριν δὲ ἀπὸ Μάκριδος τῆς Διονύσου τροφοῦ, Κέρκυραν δὲ ἀπὸ Κερκύρας τῆς Ἀσωποῦ θυγατρός. στάχυν ὄμπνιον· πολύν, δαψιλῆ. Φιλητᾶς ἐν Ἀτάκτοις γλώσσαις ἀπέδωκεν ὄμπνιον στάχυν τὸν εὔχυλον καὶ τρόφιμον. Κυρηναίων δέ τινες τὸν πλούσιον καὶ εὐδαίμονα ὄμπνιον καλοῦσιν. ἄμεινον δὲ τὸν φερέσβιον εἰπεῖν, οἱονεὶ ἔμπνοόν τινα ὄντα καὶ ὄμπνιον. ἐκλήισται: πεφήμισται. αἵματος Οὐρανίοιο: Ἀκουσίλαος ἐν τῇ γʹ φησίν, ὅτι ἐκ τῆς ἐκτομῆς τοῦ Οὐρανοῦ ῥανίδας ἐνεχθῆναι συνέπεσεν, τουτέστι σταγόνας, κατὰ τῆς γῆς, ἐξ ὧν γεννηθῆναι τοὺς Φαίακας· οἱ δὲ τοὺς Γίγαντας. καὶ Ἀλκαῖος δὲ λέγει τοὺς Φαίακας ἔχειν τὸ γένος ἐκ τῶν σταγόνων τοῦ Οὐρανοῦ, Ὅμηρος δὲ οἰκείους τοὺς Φαίακας τοῖς θεοῖς φησι διὰ τὴν ἀπὸ Ποσειδῶνος γένεσιν. τοὺς Ἀργὼ πολέεσσιν: οἱ Ἀργοναῦται πολλὰ κακοπαθήσαντες κατηνέχθησαν ἐκ τοῦ Σικελικοῦ πελάγους. Αἱμονίῃ: τῇ Θεσσαλίᾳ. Κόλχων, οἳ Πόντοιο: τῶν Κόλχων οἱ μετὰ Ἀψύρτου ὄντες κατῴκησαν ἐν ταῖς Βρυγηίσιν, αἵτινές εἰσι τῆς Ἰλλυρίδος, οἱ δὲ διὰ τῶν Κυανέων πετρῶν ἐξελθόντες ᾤκησαν Κέρκυραν. τῶν γὰρ διωκόντων τοὺς ἀριστεῖς Κόλχων, οὐ κατὰ ταὐτὸ τὸν πλοῦν στειλαμένων, οἱ μὲν διὰ τοῦ Ἴστρου, καθάπερ προείρηται, τὸν πλοῦν ἐποιήσαντο, ὧν ἦρχεν Ἄψυρτος, διὰ τῶν κάτωθεν ἐμβαλόντες εἰς τὸν δεδηλωμένον ποταμόν, καὶ κατέλαβον τοὺς ἥρωας περὶ τὰς καλουμένας Βρυγηίδας νήσους· οἱ δὲ διὰ τῶν Κυανέων τὸν ἔκπλουν ποιησάμενοι Κόλχοι κατήντησαν εἰς τὴν Κέρκυραν νῆσον, ἐν ᾗ καὶ οἱ Ἀργοναῦται ἔτυχον ὄντες. μαστῆρες: ζητηταί. ἔξαιτον: ἐξαίρετον. ἵεντʼ: ἐπροθυμοῦντο. ἀπροφάτως: χωρὶς προφάσεως, ἀναντιρρήτως. ἀτροπίῃσιν: κακοτροπίαις, ἀμετατρέπτως. εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς: περὶ αὑτῆς ἡ Μήδεια· … καὶ σὺ ἄνθρωπος εἶ, οἷς τὸ ἁμαρτάνειν γίνεται ῥᾳδίως. ἐν δὲ τῷ εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς σφόδρα πρὸς συμπάθειαν ἕλκει τὴν Ἀρήτην ἡ Μήδεια. καὶ γὰρ καὶ διὰ τὸ τῆς αὐτῆς ἡμᾶς εἶναι φύσεως ἀλλήλους ἐλεεῖν χρή, καὶ διὰ τὸ ὀξυρρεπεῖς εἶναι πρὸς τὰ πάθη. Ἠελίοιο: ἐπεὶ πρόγονος τῆς Μηδείας. ὅρκος παρὰ Κόλχοις ἡ Ἑκάτη καὶ φαρμακίσιν· εὑρέτις γὰρ τοιούτων ἡ θεός. ἔτι μοι μίτρη μένει: ἀντὶ τοῦ· ἔτι παρθένος εἰμί. τελεσφόρον: τὸν πάντα τελειοποιοῦντα. ἕνεκα τῶν ὑμετέρων ἄθλων ἐγώ, ὦ φέρτατοι, ἐν μεγάλῃ ταραχῇ εἰμι· τῇ γὰρ ἐμῇ γνώμῃ τούς τε ταύρους ἐζεύξατε καὶ τοὺς γηγενεῖς ἐξεθερίσατε καὶ νῦν τὸ δέρος εἰς Θεσσαλίαν ἀποίσετε. νέμεσίν τε θεῶν: τὴν ἰοῦσαν ἐν ταῖς χερσὶ τῶν θεῶν νέμεσιν, τουτέστι τὸ νεμεσητόν. τὴν δὲ ἐν ταῖς ἱκεσίαις γινομένην νέμεσιν εἰς χεῖρας θεῶν ἰέναι φησίν, ὅτι ὥσπερ ἐνώπιον τῶν θεῶν ἱστάμενοι ἱκετεύομεν· διὸ καὶ αἰδούμεθα τοὺς ἱκετεύοντας. οὐ νηούς: οὐ γὰρ ναός μοί ἐστι βοηθὸς οὔτε πύργος οὔτε ἄλλος οὐδὲ εἷς, ἀλλʼ ὑμεῖς μοι ἀσφάλεια πᾶσα. οἰόθι προτιβάλλομαι: μόνη οὖσα προσβάλλομαι ὑμᾶς αὐτοὺς βοηθούς. σχέτλιοι: χαλεποὶ καὶ ἀνηλεεῖς, καὶ οὐ μετατρέπεσθε ὁρῶντές με γονυπετοῦσαν τῇ βασιλείᾳ. ὁ λόγος· ὅτε τὸ κώδιον λαβεῖν ἠθέλετε, καὶ πᾶσι τοῖς Κόλχοις ἕτοιμοι ἦτε μάχεσθαι, νῦν δὲ ὀλίγους παραγενομένους ἐπὶ τὴν ἀπαίτησιν τὴν ἐμὴν φοβεῖσθε. ἀλιτήμονος: ἡμαρτημένης ἤτοι ἀδίκου. στρευγομένοις: φθειρομένοις καὶ καταπονουμένοις ἢ καὶ προσδιατρίβουσιν· ὅθεν καὶ στρὰγξ ἡ κατὰ βραχὺ πρόεσις τοῦ ὕδατος. οὕτω Δίδυμος. ἐντεῦθεν καὶ ἡ στραγγουρία, ἀπὸ τοῦ κατὰ στράγγα οὐρεῖν. κατευκήλησε: κατέπαυσεν, εἰς ἡσυχίαν ἤγαγεν. κλωστῆρα: τὸν ἄτρακτον. σταλάει: στάζει· παρʼ ὃ καὶ ὁ σταλαγμός. μυρομένης: γράφεται μνωομένης. ἰκμαίνοντο: ὑγραίνοντο· ἐκ δὲ τούτου τὸ πολὺ κλαίειν δηλοῖ. προσπτύσσετο: ἐλιπάρει, παρεκάλει. ῥέζομεν ἀμπλακίῃσιν: ἀντὶ τοῦ ἁμαρτίαις. ἐὰν δὲ γράφηται ἀτροπίῃσιν, ἀμετατροπίαις. ὁ δὲ νοῦς· ἁμαρτάνουσα τὸ πρῶτον ἡ Μήδεια προέδωκε τοὺς ἰδίους καὶ … ἐφημάρτησε φυγοῦσα, οἷα πολλάκις ποιοῦμεν διʼ ἄνοιαν. ἀκειομένη: ῥωννυμένη. ἀκειομένη δὲ ἀντὶ τοῦ θεραπεύουσα καὶ ἰωμένη. οἷα μὲν Ἀντιόπην: Ἀντιόπη Νυκτέως ἦν θυγάτηρ, ἣν ὁ Ζεὺς Σατύρῳ ὁμοιωθεὶς φθείρει, καὶ φεύγουσα τοῦ Νυκτέως τὰς ἀπειλὰς καταφεύγει εἰς Σικυῶνα πρὸς Ἐπωπέα. τεκοῦσα δὲ Ἀμφίονα καὶ Ζῆθον ἐξέθηκεν ἐν τῷ Κιθαιρῶνι … βουκόλῳ τινί. ὁ δὲ Νυκτεὺς διὰ τὴν τόλμαν τῆς παιδὸς λυπηθεὶς τελευτᾷ, τοῦ ἀδελφοῦ Λύκου δεηθεὶς μὴ περιιδεῖν τὴν παῖδα, ἀλλʼ ἑλεῖν ἐπελθόντα Σικυῶνι. στρατεύει δὲ ἐπὶ τὴν πόλιν Λύκος καὶ κτείνει τὸν Ἐπωπέα, καὶ λαβὼν τὴν Ἀντιόπην αἰχμάλωτον παραδίδωσι φυλάττειν Δίρκῃ τῇ ἑαυτοῦ γαμετῇ. ἡ δὲ φεύγει, καὶ ληφθεῖσα πάλιν τοῖς ἑαυτῆς παισὶν ἐκδίδοται. ἐνταῦθα δὲ ἐκκαλύπτει ὁ τροφεὺς βουκόλος τὸ γεγονός. οἱ δὲ τὴν μὲν Ἀντιόπην σώζουσιν, τὴν δὲ Δίρκην ἐξ ἀγρίου ταύρου προσδήσαντες διαφθείρουσι. μεταπεμψάμενοι δὲ τὸν Λύκον, ὡς ἐκδώσοντες τὴν Ἀντιόπην, σφάττειν ἔμελλον· Ἑρμῆς δὲ ἐκώλυσε, τῷ Λύκῳ δὲ ἐκχωρεῖν τῆς βασιλείας προσέταξεν. οἷα δὲ καὶ Δανάη: Φερεκύδης ἐν τῷ βʹ ἱστορεῖ, ὡς Ἀκρίσιος γαμεῖ Εὐρυδίκην τὴν Λακεδαίμονος· τῶν δὲ γίνεται Δανάη. χρωμένῳ δὲ αὐτῷ περὶ ἄρσενος παιδὸς ἔχρησεν ὁ θεὸς ἐν Πυθοῖ, ὅτι αὐτῷ μὲν οὐκ ἔσται παῖς ἄρσην, ἐκ δὲ τῆς θυγατρός, πρὸς οὗ αὐτὸν ἀπολέεσθαι. ὁ δὲ ἀναχωρήσας εἰς Ἄργος θάλαμον ποιεῖ χαλκοῦν ἐν τῇ αὐλῇ τῆς οἰκίας κατὰ γῆς, ἔνθα τὴν Δανάην εἰσάγει μετὰ τροφοῦ· ἐν ᾧ αὐτὴν ἐφύλασσεν, ὅπως ἐξ αὐτῆς παῖς μὴ γένηται. ἐρασθεὶς δὲ Ζεὺς τῆς παιδός, ἐκ τοῦ ὀρόφου χρυσῷ παραπλήσιος ῥεῖ, ἡ δὲ ὑποδέχεται τῷ κόλπῳ· καὶ ἐκφήνας αὑτὸν ὁ Ζεὺς τῇ παιδὶ μίγνυται. τῶν δὲ γίνεται Περσεύς, καὶ ἐκτρέφει αὐτὸν ἡ Δανάη καὶ ἡ τροφὸς κρύπτουσαι Ἀκρίσιον. ὅτε δὲ Περσεὺς τριέτης καὶ τετραέτης ἐγένετο, ἤκουσεν αὐτοῦ τῆς φωνῆς παίζοντος, καὶ διὰ τῶν θεραπόντων μετακαλεσάμενος τὴν Δανάην σὺν τῇ τροφῷ, τὴν μὲν ἀναιρεῖ, Δανάη δὲ καταφεύγει σὺν τῷ παιδὶ ἐπὶ τὸν Ἑρκείου Διὸς βωμόν. μόνος δὲ αὐτὴν ἐρωτᾷ, πόθεν εἴη αὐτῇ γεγονὼς ὁ παῖς· ἡ δὲ ἔφη· ἐκ Διός. ὁ δὲ οὐ πείθεται, ἀλλʼ εἰς λάρνακα ἐμβιβάζει αὐτὴν μετὰ τοῦ παιδός, καὶ κλείσας καταποντοῖ. καὶ φερόμενοι ἀφικνοῦνται εἰς Σέριφον τὴν νῆσον, καὶ αὐτοὺς ἐξέλκει Δίκτυς ὁ Περισθένους, δικτύῳ ἁλιεύων. εἶτα ἡ Δανάη ἀνοῖξαι ἱκετεύει τὴν λάρνακα, ὁ δὲ ἀνοίξας καὶ μαθὼν οἵτινές εἰσιν, ἄγει εἰς τὸν οἶκον καὶ τρέφει, ὡς ἂν συγγενεῖς αὐτοῦ ὄντας· ἦσαν γὰρ ὁ Δίκτυς καὶ ὁ Πολυδέκτης Ἀνδροθόης τῆς Κάστορος καὶ Περισθένους τοῦ Δαμάστορος τοῦ Ναυπλίου τοῦ Ποσειδῶνος καὶ Ἀμυμώνης, ὡς Φερεκύδης ἐν αʹ. ἐν δὲ τοῖς ἑξῆς καὶ περὶ τοῦ θανάτου φησὶν Ἀκρισίου, ὅτι μετὰ τὴν ἀπολίθωσιν Πολυδέκτου καὶ τῶν σὺν αὐτῷ ἐκ τῆς κεφαλῆς τῆς Γοργόνος Δίκτυν μὲν Περσεὺς ἀπολείπει ἐν τῇ Σερίφῳ βασιλεύειν τῶν λελειμμένων Σεριφίων, αὐτὸς δὲ ἔβη πλέων εἰς Ἄργος σὺν τοῖς Κύκλωψι καὶ τῇ Δανάῃ καὶ τῇ Ἀνδρομέδᾳ· καὶ ἐλθὼν Ἀκρίσιον οὐχ εὑρίσκει ἐν Ἄργει, ὑπεχώρει γὰρ αὐτὸν δείσας εἰς τοὺς Πελασγοὺς εἰς Λάρισσαν. μὴ καταλαβὼν δὲ αὐτόν, τὴν μὲν Δανάην καταλείπει παρὰ τῇ μητρὶ Εὐρυδίκῃ καὶ τὴν Ἀνδρομέδαν καὶ τοὺς Κύκλωπας, αὐτὸς δὲ ἔβη εἰς Λάρισσαν, καὶ ἀφικόμενος Ἀκρίσιον ἀναγνωρίζει καὶ σὺν αὐτῷ ἕπεσθαι εἰς Ἄργος πείθει. καὶ ὅτε δὴ ἔμελλον ἰέναι, συντυγχάνουσιν ἀγῶνι νέων ἐν τῇ Λαρίσσῃ, καὶ ὁ Περσεὺς ἀποδύεται εἰς τὸν ἀγῶνα καὶ λαβὼν τὸν δίσκον δισκεύει· τότε δὲ πένταθλον οὐκ ἦν, ἀλλὰ ἕνα ἕκαστον τῶν ἄθλων ἤθλουν. ὁ δὲ δίσκος τροχαλισθεὶς ἐπὶ τὸν πόδα τοῦ Ἀκρισίου τιτρώσκει αὐτόν. καμὼν δὲ ἐκ τούτου Ἀκρίσιος ἀποθνήσκει αὐτοῦ ἐν Λαρίσσῃ· καὶ αὐτὸν κατατίθεται Περσεὺς καὶ οἱ Λαρισσαῖοι πρόσθεν τῆς πόλεως, καὶ αὐτοῦ ποιοῦσιν ἡρῷον οἱ ἐπιχώριοι. Περσεὺς δὲ ἀναχωρεῖ τοῦ Ἄργους. ὑβριστὴς Ἔχετος: τοῦ Ἐχέτου Ὅμηρος ὡς ὠμοτάτου μέμνηται, ἡ δὲ Ἀρήτη ὡς κατʼ αὐτὴν τοῦ πράγματος γεγενημένου· λέγει γάρ νέον γε μὲν οὐδʼ ἀποτηλοῦ. εὕρομεν δὲ τὸν μῦθον ἐν τῷ ἐπιγραφομένῳ Λυσίππου Ἠπειρώτου Ἀσεβῶν καταλόγῳ. ὀρφναίῃ ἐνὶ χαλκόν: τὸ ἑξῆς· ἐν ὀρφναίῃ καλιῇ. τὸ δὲ χαλκὸν ἀλιτρεύοντα γράφεται καὶ χαλκὸν ἀλιτεύοντα. ἀλλὰ δέδοικα τὸ δίκαιον παραβῆναι. γενέθλην: ἔμβρυον. ἐπιφροσύνῃσιν: γράφεται ἐφημοσύνῃσιν. Ὑλλικῷ: ἀπὸ τοῦ Ὕλλου τοῦ ἐκ Μελίτης καὶ Ἡρακλέους. ἄντρῳ ἐν ἠγαθέῳ: ἐν τῷ μεγάλῳ καὶ θείῳ, ἐν ᾧ Μάκρις κατῴκει. ἐν τούτῳ τῷ ἄντρῳ τὸν Διόνυσον ἔθρεψεν. διὰ τοῦτο Διθύραμβος ὁ Διόνυσος ἐκλήθη, διὰ τὸ δύο θύρας ἔχειν τὸ ἄντρον. καί ἑ χολωσαμένη: ἡ Ἥρα τὴν Μάκριν τῆς Εὐβοίας ἐξέβαλε διὰ τὸ δέξασθαι παρὰ τοῦ Ἑρμοῦ τὸν Διόνυσον καὶ θρέψαι. ἡ δὲ Εὔβοια ἱερά ἐστι τῇ Ἥρᾳ. ἔνθα τότʼ ἐστόρεσαν: ἐν τῷ ἄντρῳ τῷ Μάκριδός φησι τὸν γάμον γεγενῆσθαι Μηδείας καὶ Ἰάσονος, Φιλητᾶς δὲ ἐν Τηλέφῳ ἐν τῇ Ἀλκινόου οἰκίᾳ. ἀμεργόμεναι: σωρεύσασαι. ἴσχε δʼ ἑκάστην αἰδώς: διὰ τούτων τὰς νύμφας φησίν, ἐπιθυμούσας ἅψασθαι τοῦ μαλλοῦ διὰ τὸ κάλλος, ὅμως αἰδουμένας ἀπέχεσθαι διὰ τὸ ἐπʼ αὐτοῦ μέλλειν γίνεσθαι τὴν μῖξιν. περὶ δὲ τοῦ δέρους ὅτι ἦν χρυσοῦν οἱ πλεῖστοι ἱστοροῦσιν, Ἀκουσίλαος δὲ ἐν τῷ Περὶ γενεαλογιῶν πορφυρευθῆναί φησιν ἀπὸ τῆς θαλάσσης. αἱ μέν τʼ Αἰγαίου: Αἰγαῖος ποταμὸς περὶ Κέρκυραν· τούτου θυγάτηρ Μελίτη, ἧς καὶ Ἡρακλέους Ὕλλος, ἀφʼ οὗ ἔθνος Ἰλλυριῶν καὶ Ὑλλικὸς λιμὴν παρὰ Φαίαξι. Πανύασις δέ φησιν ἐν Λυδίᾳ τὸν Ἡρακλέα νοσήσαντα τυχεῖν ἰάσεως ὑπὸ Ὕλλου τοῦ ποταμοῦ, ὅς ἐστι τῆς Λυδίας· διὸ καὶ τοὺς δύο υἱοὺς αὐτοῦ Ὕλλους ὀνομασθῆναι. Μελιτήιον δὲ ὄρος Κερκύρας. κεῖνο: τὸ Μάκριδος, ὃ νῦν ἱερὸν Μηδείας καλεῖται. Τιμαίου λέγοντος ἐν Κερκύρᾳ τοὺς γάμους ἀχθῆναι, Διονύσιος ὁ Μιλήσιος ἐν βʹ τῶν Ἀργοναυτῶν ἐν Βυζαντίῳ φησίν, Ἀντίμαχος δὲ ἐν Λύδῃ ἐν Κόλχοις πλησίον τοῦ ποταμοῦ μιγῆναι. προμολὰς εἴρηκε τοὺς ἐκτὸς τοῦ ἄντρου τόπους. παρμέμβλωκε: πάρεστι. φαέεσσιν: ἀντὶ τοῦ φωτισμοῖς, φύσει γὰρ ὄντα σκοτεινὸν τὸν ἀέρα τοῖς φωτισμοῖς ἐλάμπρυνεν. γράφεται φαρέεσσιν. ἀνὰ πτόλιν: ἡ τῶν Κερκυραίων ἐπὶ χερσονήσου κεῖται. φησὶν οὖν ἱστορικῶς, ὅτι μακρὰν ἀπὸ τῆς πόλεως ἐπὶ τοῦ αἰγιαλοῦ τῆς χερσονήσου ἦσαν· ἐν ᾗ ἐστιν ἡ πόλις, ὡς Ἀπολλωνίδης ἐν τῷ Περίπλῳ τῆς Εὐρώπης. χερνήσοιο: τὴν χερσόνησον χέρνησον εἴρηκεν ὡς ἐν τῷ αʹ. τὴν δὲ ἀντικρύ, τῆς Κερκύρας χερσόνησον εἴρηκε Μακριδίην, ἴσως διὰ τὸ ᾠκηκέναι ἐκεῖ τοὺς Εὐβοεῖς, ἡ δὲ Εὔβοια Μάκρις ἐκαλεῖτο τὸ πρότερον. ταύτην οἱ κατοικοῦντες μετὰ Ἰλίου ἅλωσιν … οἱ μὲν Ἄβαντες … «Ἀμαντίνην ᾤκισαν». ἄλλοι δʼ ἀμφιφορῆας: Θεόπομπος ἀμφιφορεῖς λέγεσθαί φησι τοὺς ὑπʼ ἐνίων μετρητάς, Λυσανίας δέ φησι τὸν ἀμφιφορέα ὑπὸ Ἀθηναίων ἀμφορέα καλεῖσθαι. θυέων: θυμιαμάτων. λιγνύς: ἡ καπνώδης ἀναφορά· ἢ τὸ τοῦ φωτὸς ἄκρον, ὃ καὶ ἄμεινον. ἀγλαΐην: κόσμια. εἴδεα καὶ μορφάς: τὸ μὲν εἶδος κυρίως ἐπὶ προσώπου τέταχεν ὁ Ἀπολλώνιος, μορφὴ δὲ τὸ σχῆμα· «μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν.»
ἐυκρέκτου: εὐήχου. ἐκλήιστο: ἐφημίζετο, ᾔδετο. συνήμονας: συνήθεις, ἑταίρους, παρὰ τὸ συνῆσθαι. εἰσότε Βακχιάδαι: Βάκχις ἐγένετο υἱὸς Διονύσου, ἐν Κορίνθῳ δὲ διέτριβεν. ἦσαν δὲ εὐγενέστατοι οἱ ἀπʼ αὐτοῦ τὸ γένος ἔχοντες, οἵτινες ἐξεβλήθησαν ἐκ Κορίνθου διὰ τὸν Ἀκταίωνος θάνατον. ἡ δὲ αἰτία ἐστὶν ἥδε. Μέλισσος εὐεργετήσας τοὺς Κορινθίους—μέλλοντας γὰρ ὑπὸ Φείδωνος τοῦ τῶν Ἀργείων βασιλέως διαφθαρῆναι ἐρρύσατο—τιμῆς ἠξιώθη παρʼ αὐτοῖς. … καί ποτε οἱ Βακχιάδαι νυκτὸς ἐπελθόντες τῇ οἰκίᾳ τοῦ Ἀκταίωνος ἐβούλοντο ἀποσπᾶν τὸν παῖδα· τῶν δὲ γονέων ἀντεχόντων συνέβη διασπασθῆναι τὸν Ἀκταίωνα. μελλόντων δὲ τῶν Ἰσθμίων ἄγεσθαι, στὰς ἐπὶ τοῦ βωμοῦ ὁ Μέλισσος πολλὰ τοῖς Κορινθίοις κατηράσατο, ἐὰν μὴ τὸν τοῦ παιδὸς ἐκδικήσωσι θάνατον· ταῦτα εἰπὼν εἰς τὸν ὑποκείμενον κρημνὸν ἑαυτὸν ἔβαλεν. οἱ δὲ Κορίνθιοι, εὐλαβούμενοι ἀνεκδίκητον καταλιπεῖν τὸν τοῦ Ἀκταίωνος θάνατον, ἅμα μὲν καὶ τοῦ θείου κελεύοντος, ἐξέβαλον τοὺς Βακχιάδας. Χερσικράτης δέ, εἷς τῶν Βακχιαδῶν, ἔκτισε Κέρκυραν, ἐκβαλὼν τοὺς ἐνοικοῦντας Κόλχους· ἐκβληθέντες δὲ εἰς Ἤπειρον παρεγένοντο. Ἐφύρηθεν: Ἐφύρα ἡ Κόρινθος, ἀπὸ Ἐφύρας τῆς Ἐπιμηθέως θυγατρός· Εὔμηλος δὲ ἀπὸ Ἐφύρας τῆς Ὠκεανοῦ καὶ Τηθύος, γυναικὸς δὲ γενομένης Ἐπιμηθέως. Νεσταίους τε: τοὺς Νεσταίους Σκύλαξ φησὶν ἔθνος Ἰλλυρικόν· ἀπὸ τούτων παράπλους ἐστὶν εἰς τὸν κόλπον … καὶ Ἐρατοσθένης ἐν γʹ Γεωγραφουμένων φησί· «μετὰ Ἰλλυριοὺς Νεσταῖοι, καθʼ οὓς νῆσος Φάρος Παρίων ἄποικος». ἀλλὰ τὰ μὲν στείχοντος: ἀντὶ τοῦ μετὰ πολὺν χρόνον. Τίμαιος δέ φησι μετὰ ἔτη ἑξακόσια τῶν Τρωικῶν Χερσικράτη ἀπόγονον τῶν Βακχιαδῶν κατῳκηκέναι τὴν νῆσον· «Κόλχοι δὲ διαβάντες εἰς τὴν πλησίον νῆσον καὶ μετὰ ταῦτα εἰς τὰ Κεραύνια ὄρη ὁρμήσαντες, εἴς τε τοὺς Ἄβαντας καὶ Νεσταίους καὶ Ὠρικὸν ἀπῳκίσθησαν· ἔστι δὲ ὁ τὴν ἀποικίαν ἀγαγὼν τῶν Βακχιαδῶν Χερσικράτης, ἀποστερούμενος τῶν τιμῶν ὑπὸ Κορινθίων.» Μοιράων δέ τε κεῖσε: Τιμῶναξ ἐν αʹ τῶν Σκυθικῶν ἐν Κόλχοις φησὶν Ἰάσονα Μήδειαν γῆμαι Αἰήτου αὐτῷ ἐγγυήσαντος. ὁ δὲ αὐτός φησι· «δείκνυνται δὲ παρὰ τὸν παράπλουν ἔνδον τοῦ Πόντου κῆποί τινες Ἰασόνιοι καλούμενοι, καθʼ ὧν τὰς ἀποβάσεις αὐτὸν ποιήσασθαι, καὶ κατὰ τὴν Αἶαν γυμνάσια καὶ δίσκοι, καὶ τῆς Μηδείας θάλαμος, καθʼ ὃν ἐνυμφεύθη ποτέ, καὶ πρὸς τῇ πόλει ἱερὸν ἱδρυμένον ὑπʼ Ἰάσονος καὶ πρὸς τούτοις ἱερὰ πολλά». θύη ἐπέτεια: Τίμαιος περὶ τῆς θυσίας ἱστορεῖ, ἔτι καὶ νῦν λέγων ἄγεσθαι κατʼ ἐνιαυτόν, Μηδείας πρῶτον θυσάσης ἐν τῷ Ἀπόλλωνος ἱερῷ· καὶ βωμοὺς δέ φησι μνημεῖα τῶν γάμων ἱδρύσασθαι σύνεγγυς μὲν τῆς θαλάσσης, οὐ μακρὰν δὲ τῆς πόλεως· ὀνομάζουσι δὲ τὸν μὲν Νυμφῶν, τὸν δὲ Νηρεΐδων. ὅ γε μὴν Ἀπολλώνιος τὸν μέν φησι Νυμφῶν εἶναι τῶν βωμῶν, τὸν δὲ τῶν Μοιρῶν. θύη: θυμιάματα. ἐπέτεια: ἐνιαυσιαῖα. Νομίοιο: διὰ τὸ κατὰ νόμον γενέσθαι τὴν κρίσιν τοῦ Ἀλκινόου, διὰ τοῦτο Νομίου Ἀπόλλωνος ἱερὸν ἱδρύσασθαι τὴν Μήδειαν. αἴσιμον: μεμοιραμένον. Σύρτιν: δύο εἰσὶν ἐν τῇ Λιβύῃ Σύρτεις. εἰσὶ δὲ πηλώδεις, γίνονται δὲ ἀμπώτεις εἰς αὐτὰς ὡς καὶ ἐν τῷ ὠκεανῷ. εἰσὶ δὲ τόποι, ὅπου κατασύρονται οἱ πλέοντες καὶ ἀπόλλυνται. τέναγος: πηλώδης τόπος. μνιόεντα: σύμφυτα. κωφή: ἀκίνητος, διὰ τὸ πηλώδη εἶναι. ἠερίη: πᾶν τὸ πολὺ καὶ δαψιλὲς ἠερόεν λέγομεν. ἐνέωσε: ὤθησεν. τάχιστα: γράφεται ἄγεσθαι. ἀρδμόν: ποτισμόν. πάτον: περίπατον. διωλυγίης: σκοτεινῆς. ἢ διωλυγίης ἀντὶ τοῦ ἐπιπολὺ διηκούσης. ἰθυντήρ: κυβερνήτης. τεναγώδεα: πηλώδη. τέναγος δέ ἐστι κυρίως γῆ ἐπιπόλαιον ὕδωρ ἔχουσα, ἢ πηλῶδες ὕδωρ. ἅλμη: πλημμυρίς. ὅσσον: ὀλίγον. παχνώθη: ἀντὶ τοῦ ἐπάγη, ἐλυπήθη· ὁ τρόπος εἴληπται ἀπὸ τῆς πάχνης. ἢ ὅτʼ ἂν αὐτόματα ξόανα ῥέῃ: ὅταν μέλλῃ τι συμβαίνειν χαλεπόν, εἴωθεν τὰ ἀγάλματα ἱδροῦν, ὥσπερ καὶ ἐν Θήβαις, ὅτε συνίστατο ὁ περὶ Χαιρώνειαν πόλεμος Φιλίππῳ πρὸς Θηβαίους. καὶ μυκαὶ σηκοῖς: καὶ ἦχοι ἐν τοῖς ναοῖς φαντασίαν ποιήσωσι καὶ δόκησιν· ἢ ὅταν μυκήσεις δοκῶσι γίνεσθαι περὶ τὰ ἀγάλματα. ἄκμηνοι: ἄφαγοι. καὶ Νίκανδρος· «ἄκμηνοι σίτων». τὸ ἑξῆς· παρʼ Αἰήταο θυγατρὶ ἐστενάχοντο. χηραμοῦ: καταδύσεως. ἀπτῆνες: οἱ μὴ ἵπτασθαι δυνάμενοι. Πακτωλὸς ποταμὸς Λυδίας, ὁ νῦν Χρυσορρόας λεγόμενος. ἰήλεμον: ἀντὶ τοῦ θρῆνον· εἴρηται ἀπὸ Ἰαλέμου τοῦ Μούσης παιδός. ἐλίασθεν: ἀντὶ τοῦ ἀπέθανον. δαῆναι: γνωσθῆναι. ἡρῷσσαι: προπερισπωμένως Ἡρωδιανὸς ἐν τῷ ιαʹ φησίν, ἐκ συναλοιφῆς τοῦ ἡρώισσαι—τοῦ ἥρως δὲ τὸ θηλυκὸν γίνεται ἡρώισσα—· ἀντὶ τοῦ ἡρωῖναι. τιμήοροι δὲ αἱ ἔφοροι τῆς Λιβύης ἢ αἱ ἐν Λιβύῃ τιμώμεναι. τιμήοροι: ἔκδικοι. ἦμος ὅτʼ ἐκ πατρός: πρῶτος Στησίχορος ἔφη σὺν ὅπλοις ἐκ τῆς τοῦ Διὸς κεφαλῆς ἀναπηδῆσαι τὴν Ἀθηνᾶν. Τρίτων ποταμὸς Λιβύης, ἔστι δὲ καὶ Βοιωτίας. δοκεῖ δὲ ἡ Ἀθηνᾶ παρʼ ἑτέρῳ αὐτῶν γεγενῆσθαι, ἀφʼ οὗ καὶ Τριτογένεια λέγεται. οὕτω τινές, οἱ δέ· ἡ τὸ τρεῖν, ὅ ἐστι φοβεῖσθαι, τοῖς διʼ ἐναντίας ἐμποιοῦσα. θέρον: ἐθέρμαινον, ἔκαιον. πέπλον: κυρίως τὸν γυναικεῖον. παλιμπετές: παλιγκλινὲς εἰς τοὐπίσω. ἀτυζόμενον: ἀτύζω· παρὰ τὴν ἄτην γίνεται ῥῆμα ἀτῶ, οὗ παραγωγὸν ἀτύω, ὡς ὀλῶ ὀλύω καὶ ὀλλύω, περισσεύσαντος δὲ τοῦ ζ ἀτύζω, ὡς καὶ παρὰ τὸ ἀτίω ἀτίζω. ἀμηχανίῃ: ἀπορίᾳ. οἰοπόλοι: περὶ τὰς ὄις πολοῦσαι, εἰσὶ δὲ αἱ Ἐπιμηλίδες. χθονίας δὲ εἶπεν αὐτὰς διὰ τὸ θυγατέρας εἶναι τῆς Λιβύης. ἢ χθόνιαι γηγενεῖς, αὐδήεσσαι δὲ αἱ εἰς λόγον ἀνθρώποις ἐρχόμεναι. περὶ δὲ τῶν Νυμφῶν μέμνηται Καλλίμαχος οὕτω λέγων· «δέσποιναι Λιβύης ἡρωίδες, αἳ Νασαμώνων αὖλιν καὶ δολιχὰς θῖνας ἐπιβλέπετε, μητέρα μοι ζώουσαν ὀφέλλετε.»
σφετέρῃ: ἔδει εἰπεῖν ὑμετέρᾳ. λέγει δὲ τῇ νηί· φέρει γὰρ αὐτοὺς ἐν τῷ κύτει ὡς ἐν γαστρὶ μήτηρ. Ἀχαιίδα: Ἀχαιίδα λέγει ἢ τὴν Θεσσαλίαν ἢ τὴν Ἑλλάδα. βέλτιον δὲ τὴν Θεσσαλίαν· οἱ γὰρ οἰκοῦντες Ἀχαιοὶ λέγονται. Ὅμηρος· «νῦν αὖ τούς, ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,» εἶτα· «Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.» ἵλατʼ ἐρημονόμοι: ἱλάσθητε αἱ νεμόμεναι ἐν τῇ ἐρήμῳ. ὠρύεται: ἀντὶ τοῦ βοᾷ· ἔστι δὲ τῆς τῶν λεόντων φωνῆς. βουπελάται: οἱ βουκόλοι. εἴρηται ἤτοι τοῦ π περισσεύοντος—βουελάται γάρ εἰσιν—ἢ παρὰ τὸ πέλας τῶν βοῶν εἶναι, ὃ καὶ βέλτιον. στέρφεσι: τοῖς δέρμασιν· ἔνθεν καὶ στερφῶσαι. Ἴβυκος δὲ στερφωτῆρα στρατὸν εἴρηκε τὸν ἔχοντα δέρματα. ὅθεν καὶ παρʼ Αἰσχύλῳ ἀξιοῦσι γράφειν «μελανστέρφων γένος», οὐχ, ὥς τινες, «μελανστέρνων»· οὐ γὰρ μόνα τὰ στέρνα μέλανα ἔχουσιν, ἀλλὰ καὶ ὅλον τὸ σῶμα. ὅθεν καὶ τὸ κεράμιον στέρφος λέγεται. ἀμφιλαφής: ἀντὶ τοῦ ποικίλος ἢ μέγας ἢ ἀμφοτέρωθεν θριξὶ στεγαζόμενος. νήχυτον: τὴν πολύχυτον. ἐπήβολος: ἐπιβάλλουσα, ἐπιτυχής. Μουσάων ὅδε μῦθος: καθὸ πέπλασται, φησίν· Μουσῶν ὅδε μῦθος, ἐγὼ δʼ ὑπηρέτης τῶν Μουσῶν. ἐμπέπνευσται γὰρ πρὸς αὐτῶν, ὥστε διηγήσασθαι. θῖνας ἐρήμους: σωροὺς τῆς ἄμμου. ᾧ ἔνι Λάδων: Πείσανδρος τὸν δράκοντα ὑπείληφεν ἀπὸ τῆς Γῆς γεγενῆσθαι, Ἡσίοδος … δὲ ἐκ Τυφῶνός φησιν. Ἀγροίτας δὲ ἐν γʹ Λιβυκῶν φησι μὴ μῆλα, ἀλλὰ πρόβατα κάλλιστα, ἃ χρυσᾶ ὠνομάσθη· ἔχειν δὲ ταῦτα ποιμένα ἄγριον, ὃν διὰ τὸ ἀνήμερον δράκοντα ὠνομάσθαι. Φερεκύδης ἐν βʹ τῆς Ἥρας γαμουμένης φησὶ τὴν Γῆν ἀναδοῦναι μηλέας χρυσοῦν καρπὸν φερούσας, καὶ ὅτι αἱ Νύμφαι αἱ Διὸς καὶ Θέμιδος, οἰκοῦσαι ἐν σπηλαίῳ περὶ τὸν Ἠριδανόν, ὑπέθεντο Ἡρακλεῖ ἀποροῦντι, μαθεῖν παρὰ Νηρέως, ποῦ ἕλῃ τὰ χρύσεα μῆλα· καὶ λαβὼν αὐτὸν βίᾳ, πρῶτον μὲν μεταμορφούμενον εἰς ὕδωρ καὶ πῦρ, εἶτα εἰς τὴν παλαιὰν ὄψιν καταστάντα καὶ δηλώσαντα, ἀφίησιν. ὁ δὲ ἔρχεται οὕτως ἐπὶ τὰ χρυσᾶ μῆλα. … ἀφικόμενος δὲ εἰς Ταρτησσὸν πορεύεται εἰς Λιβύην, ἔνθα ἀναιρεῖ Ἀνταῖον τὸν Ποσειδῶνος, ὑβριστὴν ὄντα. εἶτα ἀφικνεῖται ἐπὶ τὸν Νεῖλον εἰς Μέμφιν παρὰ Βούσιριν τὸν Ποσειδῶνος, ὃν κτείνει καὶ τὸν παῖδα αὐτοῦ Ἰφιδάμαντα καὶ τὸν κήρυκα Χάλβην καὶ τοὺς ὀπάονας πρὸς τῷ βωμῷ τοῦ Διός, ἔνθα ἐξενοκτόνει. ἀφικόμενος δὲ εἰς Θήβας ἤιε διὰ τῶν ὀρῶν εἰς τὴν ἔξω Λιβύην, ἧς ἐν τοῖς ἐρήμοις πολλὰ τῶν θηρίων τοξεύων ἀναιρεῖ. καθάρας δὲ τὴν Λιβύην κατέβη ἐπὶ τὴν θάλασσαν τὴν ἔξω κειμένην, καὶ λαβὼν χρυσοῦν δέπας παρὰ Ἡλίου διαβαίνει ἐν αὐτῷ εἰς πέρην, διὰ τοῦ ὠκεανοῦ πλέων. ἐξελθὼν δὲ παρὰ Προμηθέα καὶ ὀφθεὶς ὑπʼ αὐτοῦ, οἰκτείρει ἱκετεύοντα καὶ κτείνει τὸν ἀετόν, ὃς αὐτοῦ τὸ ἧπαρ ἤσθιε, τοξεύσας προσπετόμενον. ἀντὶ δὲ τούτου Προμηθεὺς μὴ ἀπιέναι ἐπὶ τὰ μῆλα ὑποτίθεται, ἐλθόντα δὲ πρὸς Ἄτλαντα κελεύειν ἐνέγκαι αὐτῷ, καὶ ἀντὶ Ἄτλαντος αὐτὸν ἔχειν τὸν οὐρανόν, ἕως ἂν ἐνέγκῃ τὰ μῆλα παρὰ τῶν Ἑσπερίδων. Ἡρακλῆς δὲ ἀκούσας ἔρχεται πρὸς Ἄτλαντα καὶ κελεύει αὐτὸν ἐνεγκεῖν τὰ μῆλα παρὰ τῶν Ἑσπερίδων τρία λαβόντα, διηγησάμενος τὸν ἆθλον. δοὺς δὲ Ἄτλας ἐπὶ τῶν ὤμων Ἡρακλεῖ τὸν οὐρανὸν καὶ ἐλθὼν πρὸς τὰς Ἑσπερίδας, δεξάμενος παρʼ αὐτῶν τὰ μῆλα ἐλθών τε πρὸς τὸν Ἡρακλέα, τὰ μὲν μῆλα αὐτός φησιν ἀποίσειν Εὐρυσθεῖ, τὸν δʼ οὐρανὸν ἐκέλευεν ἐκεῖνον ἔχειν ἀντʼ αὐτοῦ. ὁ δὲ Ἡρακλῆς ὑποσχόμενος, δόλῳ ἀντεπέθηκεν αὐτὸν τῷ Ἄτλαντι· ἦν γὰρ εἰπὼν αὐτῷ ὁ Προμηθεύς, ὑποθέμενος κελεύειν δέξασθαι τὸν οὐρανόν, ἕως οὗ σπεῖραν ἐπὶ τὴν κεφαλὴν ποιήσηται. ὁ δὲ καταθεὶς τὰ μῆλα εἰς τὴν γῆν ὑποδέχεται τὸν οὐρανόν, Ἡρακλῆς δὲ λαβὼν τὰ μῆλα, χαίρειν εἰπὼν τῷ Ἄτλαντι ἀπέρχεται εἰς Μυκήνας παρʼ Εὐρυσθέα καὶ δεικνύει αὐτῷ ταῦτα. οὕτως ὁ αὐτὸς Φερεκύδης ἐν βʹ ἱστορεῖ. ὅτι τῷ Διὶ γαμοῦντι Ἥραν δῶρα τὰ χρυσᾶ μῆλα ἐπὶ τῷ ὠκεανῷ ἀναδέδωκεν ἡ Γῆ, Φερεκύδης ἐν βʹ φησίν. ἐφύλασσεν δὲ αὐτὰ ὄφις ὁ Τυφῶνος καὶ Ἐχίδνης, ἔχων κεφαλὰς ρʹ καὶ φωνὰς παντοίας. Ἑσπερίδες ποίπνυον: ἀπὸ τοῦ ἑσπέρας ἐπιφαίνεσθαι ἢ ἀπὸ τοῦ ἐν τῇ Ἑσπερίᾳ κατοικεῖν. ἦσαν δὲ Φόρκου καὶ Κητοῦς αἱ Ἑσπερίδες. … ἀπὸ μιᾶς δὲ αὐτῶν εἴρηται ἡ νῆσος, ἣν κατῴκει Γηρυονεύς, ἔχων κύνα Ὄρθον, ἀδελφὸν Κερβέρου, ὃν Ἡρακλῆς ἀπέκτεινεν· οἱ δὲ Ἄτλαντος λέγουσιν. στύπος: στέλεχος. χόλον: ἀντὶ τοῦ τὴν χολήν. Ὅμηρος· «χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ». μυῖαι πυθομένοισιν: πυθομένοις ἀντὶ τοῦ σηπομένοις· ὅθεν καὶ ἡ Πυθία ἀπὸ τοῦ ἐκεῖ σαπῆναι τὸν δράκοντα. Λύκος δὲ ὁ Νεαπολίτης καὶ τὸ πῦον ἐντεῦθέν φησιν εἶναι· ἔστι γὰρ τοῦτο σεσηπὸς αἷμα. ταὶ δʼ αἶψα κόνις καὶ γαῖα: διὰ τούτου σημαίνει, ὅπως ἀφανεῖς ἐγένοντο. εἴτʼ οὖν οὐρανίαις: τοῦτό φησιν, ἐπεὶ τῶν Νυμφῶν αἱ μέν εἰσιν οὐράνιαι, αἱ δὲ ἐπίγειοι, αἱ δὲ ἐπιποτάμιοι, αἱ δὲ λιμναῖαι, αἱ δὲ θαλάσσιαι. καὶ καθόλου δὲ τὸ τῶν Νυμφῶν γένος εἰς πολλὰ διῄρηται, ὥς φησι Μνησίμαχος ὁ Φασηλίτης ἐν Διακόσμοις. ἐνωπαδίς: φανερῶς, κατόψιν. λωφήσομεν: ἀντὶ τοῦ παύσομεν. κυρίως δὲ λέγεται λωφῆσαι τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποβαλέσθαι· λόφος γὰρ ὁ τράχηλος. εἰλαπίνας: νῦν θυσίας. ἀδινῇ: ἀσθενεῖ, διὰ τὴν δίψαν. κύντατος: ὁ χείριστος, ὁ αἴσχιστος. παίφασσε: ἐψηλάφα, ἐνθουσιωδῶς ἐφέρετο. παίφασσε: ὥρμα. περὶ χηραμόν: περὶ τὴν ἑαυτῶν κατάδυσιν. γειομόροι: οἱ περὶ τὴν γῆν κακοπαθοῦντες. ἠύτε μυῖαι: ἐπὶ τῇ παραβολῇ ἑτέρα παραβολή. λίβα: σταγόνα. δήοιμεν: εὕροιμεν. ἐπηλίνδητο: ἐκεκάλυπτο. Εἰλατίδην Πολύφημον: Πολύφημος ἐν Μυσίᾳ καταλειφθεὶς ἔκτισε πόλιν Κίον, τὴν οὕτως ὀνομασθεῖσαν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ· μαχόμενος πρὸς Χάλυβας οὗτος ἐτελεύτησεν, ὥς φησι Νυμφόδωρος. ὅτι δὲ τὴν Κίον ἔκτισεν, εἴρηκεν Αὐτόχαρις ἐν αʹ Χρόνων. οὗ ἕθεν: ἀντὶ τοῦ ἑαυτοῦ. αὐλείτης: ὁ ἀπὸ τῆς ἐπαύλεως, ὁ ἀγροῖκος. ἔστι δὲ παρὰ τὴν αὖλιν τὸ ὄνομα. Λυκωρείοιο: ἀντὶ τοῦ Δελφικοῦ· οἱ γὰρ Δελφοὶ τὸ πρῶτον Λυκωρεῖς ἐκαλοῦντο ἀπό τινος κώμης Λυκωρείας. βαρὺ κῦμα: ἀντὶ τοῦ κύημα. Ἀλέξανδρος δὲ ἐν αʹ Κρητικῶν τῇ Ἀκακαλλίδι συνελθεῖν φησι τὸν Ἑρμῆν καὶ τὸν Ἀπόλλωνα, καὶ ἐκ μὲν Ἀπόλλωνος γενέσθαι Νάξον, ἐκ δὲ Ἑρμοῦ Κύδωνα, ἀφʼ οὗ ἡ πόλις Κυδωνία καλεῖται ἐν Κρήτῃ. Γαράμαντες ἔθνος Λιβύης. Γαράμαντα: ἄδηλον, πότερον ἀπὸ τοῦ Γαράμαντος τούτου οἱ ἐν τῇ Λιβύῃ Γαράμαντες ὠνομάσθησαν ἢ οὗτος ἀπὸ τοῦ ἔθνους. ἔστι δὲ καὶ ναὸς παρʼ αὐτοῖς, καὶ Γαράμας μνημονεύεται θεός. Γοργόνος ἀρτίτομον: Περσέως ἐν Σερίφῳ μετὰ τῆς μητρὸς διάγοντος παρὰ Δίκτυι καὶ ἡβήσαντος, Πολυδέκτης ὁ Δίκτυος ὁμομήτριος, βασιλεὺς Σερίφου τυγχάνων, ἰδὼν τὴν Δανάην ἠράσθη αὐτῆς, ἠπόρει δὲ συγκοιμηθῆναι· καὶ παρασκευάσας ἄριστον ἐκάλει ἄλλους τε πολλοὺς καὶ αὐτὸν Περσέα. Περσέως δὲ πυθομένου, ἐπὶ τίνι ὁ ἔρανος εὐωχεῖται, τοῦ δὲ φήσαντος ἐπὶ ἵππῳ, Περσεὺς εἶπεν ἐπὶ τῇ τῆς Γοργόνος κεφαλῇ. μετὰ δὲ τὸν ἔρανον τῇ ἑξῆς ἡμέρᾳ, ὅτε οἱ ἄλλοι ἐρανισταὶ τὸν ἵππον ἀπεκόμιζον καὶ Περσεύς, ὁ δὲ οὐκ ἐδέχετο, ἀπῄτει δὲ τὴν τῆς Γοργόνος κεφαλὴν κατὰ τὴν ὑπόσχεσιν· ἐὰν δὲ μὴ κομίσῃ, τὴν μητέρα αὐτοῦ λήψεσθαι ἔφη. ὁ δὲ ἀνιαθεὶς ἀπέρχεται ὀλοφυρόμενος τὴν συμφορὰν εἰς τὸ ἔσχατον τῆς νήσου. Ἑρμῆς δὲ αὐτῷ ὀφθεὶς καὶ πεῦσιν αὐτῷ προσαγαγών, μανθάνει τὴν αἰτίαν τοῦ θρήνου. ὁ δὲ ἡγεῖται, θαρρεῖν εἰπών, πρῶτον παρὰ τὰς Φόρκου Γραίας, Πεμφρηδὼ καὶ Ἐνυὼ καὶ Δεινώ, Ἀθηνᾶς φθασάσης· καὶ αὐτῶν ὑφαιρεῖται τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ὀρεγουσῶν ἀλλήλαις, αἱ δὲ αἰσθανόμεναι βοῶσιν καὶ ἱκετεύουσι τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ἀποδοῦναι· ἑνὶ γὰρ αἱ τρεῖς ἐκ διαδοχῆς ἐκέχρηντο. ὁ δὲ Περσεύς φησιν αὐτὸς ἔχειν, καὶ ἀποδώσειν, ἐὰν αὐτῷ ὑποδείξωσι τὰς Νύμφας, αἳ ἔχουσι τὴν Ἄϊδος κυνέην καὶ τὰ πέδιλα τὰ ὑπόπτερα καὶ τὴν κίβισιν. αἱ δὲ αὐτῷ φράζουσι, καὶ ὁ Περσεὺς ἀποδίδωσιν. καὶ ἀπελθὼν πρὸς τὰς Νύμφας σὺν Ἑρμῇ, αἰτήσας τε καὶ λαβὼν ὑποδεσμεῖται τὰ ὑπόπτερα πέδιλα καὶ τὴν κίβισιν περιβάλλει κατὰ τῶν ὤμων καὶ τὴν Ἄϊδος κυνῆν τῇ κεφαλῇ περιτίθησιν. εἶτα ἔρχεται πετόμενος πρὸς τὸν ὠκεανὸν καὶ τὰς Γοργόνας συνεπομένων αὐτῷ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς· ταύτας δὲ κοιμωμένας εὑρίσκει. ὑποτίθενται δὲ αὐτῷ οὗτοι οἱ θεοί, πῶς χρὴ τὴν κεφαλὴν ἀποτεμεῖν ἀπεστραμμένον, καὶ δεικνύουσι Μέδουσαν, ἣ μόνη ἦν θνητὴ τῶν Γοργόνων. ὁ δὲ πλησίον γενόμενος ἀποτέμνει, καὶ ἐνθεὶς εἰς τὴν κίβισιν φεύγει. αἱ δὲ αἰσθόμεναι διώκουσι καὶ αὐτὸν οὐχ ὁρῶσιν. Περσεὺς δὲ εἰς Σέριφον γενόμενος ἔρχεται παρὰ Πολυδέκτην καὶ κελεύει συναθροῖσαι τὸν λαόν, ὅπως δείξῃ αὐτοῖς τὴν τῆς Γοργόνος κεφαλήν, εἰδὼς ὅτι, ἐὰν ἴδωσιν, λίθοι ἔμελλον ἔσεσθαι. ὁ δὲ Πολυδέκτης ἀολλίσας τὸν ὄχλον κελεύει αὐτὸν δεικνύειν. ὁ δὲ ἀποστρεφόμενος ἐξαιρεῖ ἐκ τῆς κιβίσεως καὶ δείκνυσιν, οἱ δὲ ἰδόντες λίθοι ἐγένοντο. ἡ δὲ Ἀθηνᾶ παρὰ Περσέως λαβοῦσα τὴν κεφαλὴν ἐντίθησιν εἰς τὴν ἑαυτῆς αἰγίδα· τὴν δὲ κίβισιν Ἑρμῆς ἀποδίδωσι καὶ τὰ πέδιλα καὶ τὴν κυνῆν ταῖς Νύμφαις. ἱστορεῖ Φερεκύδης ἐν τῇ βʹ. ἄλλοι δέ φασι τὸν Περσέα καρατομήσαντα τὴν Γοργόνα ὑπὲρ τῆς Λιβύης πετασθῆναι, ἐκ δὲ τῶν κατενεχθέντων σταγόνων τοῦ αἵματος γενέσθαι θηρία· διὸ καὶ τὴν Λιβύην πολύθηρον εἶπε. τὸ αὐτό φησι καὶ Λυκόφρων ἐν τῇ Ἀλεξάνδρᾳ. βασιλῆι: τῷ Πολυδέκτῃ ἢ τῷ Δίκτυϊ. ὑπέρβιον: ἀντὶ τοῦ χαλεπῶς καὶ ὑπερβίως. γράφεται δέ· ἐπεὶ οὔ μιν ὑπέρβιον ἕλκος ἔτειρεν. κῶμα: θάνατος. χαλκείῃσι: τοῖς χαλκείοις σκαφίοις ἐλάχαινον, ὅ ἐστιν ἔσκαπτον. ἡ δὲ μάκελλα τὴν δίκελλαν σημαίνει. εὖ κτερέων ἴσχοντα: ἀντὶ τοῦ λαβόντα. χυτὴν δὲ Ὁμηρικῶς τὴν ἐπὶ τοῖς νεκροῖς χεομένην γῆν. πρήσσοντος ἀήτεω: φυσῶντος τοῦ ἀνέμου. ῥοίζῳ: ἀντὶ τοῦ μετὰ συριγμοῦ. σπινθαρύγεσσι: σπινθῆρσι. σπινθῆρές εἰσιν αἱ λαμπηδόνες. ῥωχμοί εἰσιν αἱ κατὰ τὴν γῆν ῥήξεις. μείλια: τὰ ἐκμειλίξασθαι δυνάμενα δῶρα, τὰ ἱλαστήρια. καὶ Πίνδαρος ἐν Πυθιονίκαις ἐν τῇ εἰς Ἀρκεσίλαον ᾠδῇ τὴν τοῦ Τρίτωνος ἐπιφάνειαν λέγει. ἔστι δὲ παρὰ τοῖς γεγραφόσι τὰ Περὶ Κυρήνης καὶ Λιβύης. δὴ γάρ με πατὴρ ἐπιίστορα: ἀντὶ τοῦ κριτήν. ὅταν δʼ αὖ Ὅμηρος περὶ Ἀγαμέμνονος λέγῃ «ἴστορα δʼ Ἀτρείδην Ἀγαμέμνονα», ἀντὶ τοῦ μάρτυρα, συνθηκοφύλακα. λέγει δὲ νῦν ἐπιμελητήν, κατάσκοπον. Λιβύῃ μηλοτρόφῳ: ἀντὶ τοῦ Λιβύης μηλοτρόφου ἐκγεγαῶτα. τὸ δὲ θηροτρόφῳ γράφεται καὶ μηλοτρόφῳ. Εὐρύπυλον Λιβύης: Εὐρύπυλος Ποσειδῶνος υἱὸς καὶ Κελαινοῦς τῆς Ἄτλαντος, βασιλεὺς δὲ Κυρήνης. Φύλαρχος δὲ ἐν ζʹ Εὔρυτον αὐτὸν καλεῖ, καὶ ἀδελφὸν αὐτοῦ ἀναγράφει Λυκάονα. Ἀκέσανδρος δὲ ἐν αʹ Περὶ Κυρήνης μετʼ αὐτὸν βασιλεῦσαί φησι Λιβύης Κυρήνην τὴν Ὑψέως. μνημονεύει τοῦ Εὐρυπύλου καὶ Καλλίμαχος, λέγων «βοῶν σίνιν Εὐρυπύλοιο», περὶ Κυρήνης ποιούμενος τὸν λόγον. πρόφρων ὑπερέσχεθε: τὸν Εὔφημον ἐποίησε δεχόμενον τὴν βῶλον διʼ οἰκειότητα, ἐπεὶ Ποσειδῶνος καὶ Εὐρώπης τῆς Τιτυοῦ. καὶ Εὐρύπυλος δέ, οὗ εἰς τὴν χώραν παρεγένοντο, Ποσειδῶνός ἐστιν υἱός. λέγεται δὲ καὶ παρὰ Πινδάρῳ, ὅτι ἐδέξατο τὴν βῶλον ὁ Εὔφημος. καὶ τοῖα παραβλήδην: Παλαμήδης ἐξ ἀντιβολῆς ἢ παραλογιστικῶς, νῦν δὲ ἐξ ἀποκρίσεως. Ἀτθίδα καὶ πέλαγος: γράφεται Ἀπίδα καὶ πέλαγος Μινώιον. Ἀπὶς νῆσος κειμένη πρὸ τῆς Κρήτης· Μινώιον δὲ πέλαγος πρὸ τῆς Κρήτης, αὕτη γὰρ Μίνωος ἦν βασιλεία· ἢ ἐπεὶ θαλαττοκρατῶν ὑφʼ αὑτὸν τὰς νήσους ἐποίησε. μετὰ δὲ τὸ Κρητικὸν τὸ Αἰγύπτιον. Ἀπίδα: γράφεται Ἀτθίδα. χεῦμα διʼ ἠπείρου βεβαρημένοι: ἄδηλον, πότερον κατὰ τὸ κοινὸν ἤπειρον εἴρηκε τὴν γῆν ἢ τὴν Λιβύην, ὅτι πᾶσα ἡ οἰκουμένη εἰς ἠπείρους τρεῖς διῄρηται, Ἀσίαν, Εὐρώπην, Λιβύην· ἡ δὲ Αἴγυπτος κατὰ μέν τινας τῆς Ἀσίας ἐστί, κατὰ δέ τινας τῆς Λιβύης. ἄπωθεν: ἀπὸ διαστήματος. διήλυσις: διεξέλευσις, ἔξοδος. φρίσσουσι: εἰς ὕψος αἴρονται. περιρρήδην: ἀντὶ τοῦ κατὰ περιφέρειαν. εἴσατο: ὥρμησεν. ἁλοσύδναι: θαλάσσιαι, ἀπὸ τοῦ ἐν ἁλὶ δύνειν … ὅ ἐστιν ἐν τῇ θαλάσσῃ ὁρμᾶν. ὀδακτάζοντι: δάκνοντι. ὁλκήιον Ἀργοῦς: τὸ κάτω τοῦ πλοίου ξύλον τὸ πρὸς τῇ τρόπιδι, οὗ ἡ ναῦς ἕλκεται, ὃ πήσσεται πρῶτον ἐπὶ γῆς, κατασκευαζομένου πλοίου. αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ: διπλῆ· τοιαύτη γὰρ ἡ τοῦ Τρίτωνος οὐρά, διῃρημένη εἰς δύο. ἔτεμνε δὲ τὸ ἄκρον τοῦ ὕδατος ταῖς ἀκάνθαις, αἵτινες κάτωθεν ἐπὶ τοῖς κέντροις τοῖς σκαμβοῖς ἐδιχάζοντο, ὅμοιαι οὖσαι τοῖς τῆς σελήνης κέρασιν, ἅτινα ἡμικύκλιά ἐστι· τοιούτῳ δὲ σχήματι καὶ τὰ ἄκρα τῆς οὐρᾶς τῶν ἰχθύων ἐστίν, ἡμικύκλια. κήτεος ἀλκαίη: ἡ οὐρά. κυρίως ἀλκαία λέγεται ἡ τοῦ λέοντος οὐρά, ἀπὸ τοῦ διʼ αὐτῆς εἰς ἀλκὴν τρέπεσθαι. καὶ ὁ ποιητής· «οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται.» Καλλίμαχος δὲ κακῶς ἐπὶ τῶν μυῶν τέθεικεν· «ἀλκαίας ἀφύσσα». ἢ ἀπὸ τοῦ ἀλαλκεῖν, ὅ ἐστι βοηθεῖν· ὥσπερ καὶ οὐρὰ ἢ παρὰ τὸ οὐρεῖν, ὅ ἐστι φυλάττειν, ἢ διὰ τὸ ὀρίνειν ἑαυτὰ τὰ ζῷα τῇ οὐρᾷ, ὡς ὁ λέων καὶ ὁ ταῦρος καὶ ὁ κύων καὶ τὰ λοιπά. ἀλκαίη: κυρίως ἡ τοῦ λέοντος οὐρὰ ἀλκαία λέγεται, ἡ εἰς ἀλκὴν παρορμῶσα. ἐν δὲ τῇ Κωμικῇ λέξει οὐ μόνον ἡ τοῦ λέοντος, ἀλλὰ καὶ ἵππου καὶ βοὸς καὶ τῶν ἐμφερῶν, ὅσα ὥσπερ ἀλεξητηρίῳ τῇ οὐρᾷ χρῆται. ἥρωες, τέρας: τὸν Τρίτωνα λέγει τέρας, ἐπεὶ τὰ μὲν ἀνδρὸς ἔχει, τὰ δὲ κήτους. Ἀργῷός τε λιμήν: παρὰ τῇ Τριτωνίδι λιμήν ἐστιν Ἀργῷος καλούμενος. αὔλιος: ὁ ἕσπερος· ἢ παρὰ τὸ αὐλίζεσθαι, ὅ ἐστι κοιμᾶσθαι, ἢ παρὰ τὸ ἐν αὐλαῖς διατρίβειν κατʼ ἐκείνην τὴν ὥραν, ὅτε ὁ ἕσπερος ἀνατέλλει. ἐπερρώοντο: ἐρρωμένως ἤλαυνον. Κάρπαθος: νῆσός ἐστι τῶν Σποράδων πλησίον τῆς Κῶ. ταύτην Ὅμηρος εἴρηκεν «Κάρπαθόν τε Κάσον τε». ἄλλοι δὲ Κράπαθον αὐτὴν καλοῦσιν. Τάλως: ὄνομα κύριον. ἐπιωγήν: σκέπην, ὑφʼ ἧς ὁ ἄνεμος ἄγνυται. ὑπαὶ δέ οἱ ἔσκε: ὁ Τάλως ἐπὶ τοῦ σφυροῦ σύριγγα εἶχεν ὑμένι περιεχομένην. σύριγξ δὲ λέγεται ἡ περόνη, ἧς ῥαγείσης εἵμαρτο αὐτῷ ἁλῶναι. ὅτι δὲ εἵμαρτο αὐτῷ τελευτῆσαι, λέγει καὶ Σοφοκλῆς ἐν Δαιδάλῳ. βελέων: τῶν πετρῶν· καὶ γὰρ Ὅμηρος βέλος εἴρηκε τὴν πέτραν τὴν ὑπὸ τοῦ Κύκλωπος βληθεῖσαν. καὶ πᾶν τὸ πεμπόμενον βέλος φασίν. ἀνωίστως: ἐξαίφνης. ἠέρα: σκοτασμόν. ἐπὶ ζωοῖσιν ἄγονται: διὰ τῶν φαρμάκων τοῖς ζῶσιν ἐπάγονται. πρῖεν: ἔπριεν. δίκηλα: εἴδωλα, φαντάσματα. ἄηται: φέρεται, κεκίνηται. βρίμῃ: τῇ ἰσχύι. παρὰ δὲ τὸ βρι πέπτωκε ῥῆμα τὸ βρίθω, οὗ ὁ μέλλων βρίσω καὶ ῥηματικὸν ὄνομα βρίμη. τὰ γὰρ εἰς μη λήγοντα καὶ ἑνὶ φωνήεντι παραληγόμενα βαρύνεται, οἷον χρήμη φήμη κνήμη· τὰ δὲ ἔχοντα πρὸ τοῦ μ ἕτερον σύμφωνον ὀξύνεται, οἷον γραμμή. πετραίῳ στόνυχι: στόνυξ ἐστὶ κυρίως τὸ ἄκρον τοῦ δόρατος, καταχρηστικῶς δὲ πᾶν τὸ εἰς ὀξὺ λῆγον. Σαλμωνὶς ἢ Σαλμώνιον ἀκρωτήριον Κρήτης. κατουλάδα: ἡ σκοτεινὴ νὺξ κατουλὰς καλεῖται παρὰ τὸ ὀλοόν. καὶ παρὰ Σοφοκλεῖ ἐν Ναυπλίῳ «νυκτὶ τῇ κατουλάδι». μυχάτων: τῶν ἐσχάτων. ἠείδειν: ἀντὶ τοῦ ἠείδεον. ἀριήκοος: λίαν ἐπήκοος. Μελάντιοι δὲ δύο σκόπελοι πρὸς τῇ Θήρᾳ οὕτως ὀνομαζόμενοι, ἀπὸ Μέλανος τοῦ κατασχόντος τὴν χώραν τὴν προσηγορίαν ἔχοντες. Σποράδων βαιή: νῆσος βαιὴ ἡ Ἀνάφη κληθεῖσα πλησίον Θήρας. Ἱππουρίδος ἀντία νήσου: νῆσος ἡ Ἱππουρὶς πλησίον Θήρας. μνημονεύει δὲ αὐτῆς καὶ Τιμοσθένης καὶ Πυθαίνετος ἐν αʹ Περὶ Αἰγίνης. ἐπεστοβέεσκον: ἔπεσιν ἐλοιδοροῦντο, ὕβριζον. τοῖσιν: γράφεται μέσσῳ. ἁζόμενος Μαίης υἷα: τὸν Ἑρμῆν φησιν ἐξιλάσασθαι τὸν Εὔφημον διὰ τὸ θεάσασθαι ὄνειρον. οὗτος γὰρ ἐπὶ τῶν ὀνείρων ὁ θεός· τοὺς γὰρ ὀνείρους Ἑρμῇ ἀνατιθέασιν. δαιμονίη βῶλαξ ἐπιμάστιος: ἡ τοῦ Τρίτωνος βῶλος ἐπὶ τῶν μαστῶν· δαίμονα γὰρ τοῦτον εἶπεν. νεπόδεσσιν: υἱέσιν ὤφειλε. πεμπάζων: ἀναλογιζόμενος. Εὔφημος ᾤκει τὴν Λακωνικὴν παρὰ τὸν αἰγιαλόν. εἷς δέ τις αὐτοῦ τῶν ἀπογόνων Σάμος ᾤκησεν Θήραν, οὗ ἀπόγονος γέγονεν Ἀριστοτέλης, ὃς τῆς περὶ Κυρήνην ἀποικίας ἡγήσατο. ἱστορεῖται ταῦτα παρὰ Πινδάρῳ ἐν Πυθιονίκαις, ἐπιμελέστερον δὲ παρὰ Θεοχρήστῳ ἐν αʹ Λιβυκῶν καὶ παρὰ Ἀκεσάνδρῳ ἐν αʹ Κυρήνης. λέγει δὲ τὴν Θήραν ὡς ἐκ τῆς τότε ῥιφείσης βώλου γεγενημένην ἐν αὐξήσει καὶ ἀναπεφυκυῖαν ἐν τῇ θαλάσσῃ. καὶ Πίνδαρος δὲ τακεῖσάν φησι τὴν βῶλον, κατὰ τὴν νῦν καλουμένην Θήραν νῆσον διαρρυῆναι ἐπιλαθομένων τῶν θεραπόντων. ὁ δὲ Ἀπολλώνιος ἑκουσίως φησὶ τὸν Εὔφημον ἐπὶ τὴν θάλασσαν τὴν βῶλον βαλεῖν συμβουλίᾳ Ἰάσονος. Καλλίστη: ἡ καὶ Θήρα κληθεῖσα ὕστερον. ἐξελαθέντες: ἐκβληθέντες ὑπὸ Τυρσηνῶν ἀπῆλθον εἰς Σπάρτην ἔποικοι. ἀμείψατο δʼ οὔνομα: ἤλλαξε δὲ τὸ ὄνομα ἡ Καλλίστη νῆσος, καὶ ὠνομάσθη Θήρα ἀπὸ σοῦ, ὦ υἱὲ Αὐτεσίωνος Θήρα, ἐκεῖ σοῦ ἀπὸ Σπάρτης ἀποικίαν ποιήσαντος καὶ μείναντος. ἦν δὲ ὁ Θήρας ἀπὸ Οἰδίποδος ἔχων τὸ γένος· Αὐτεσίωνος γὰρ ἦν τοῦ Τεισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκους τοῦ Οἰδίποδος. ἀλλὰ τὰ μὲν μετόπιν γένετʼ Εὐφήμοιο: ἀπὸ Εὐφήμου γενόμενος καὶ αὐτὸς εἰς Λιβύην τὴν ἀποικίαν ἠγάγετο Ἀριστοτέλης. ἀπτερέως: ταχέως. ὑδρείης: ὑδρεύσεως. φθαίη: πρῶτος. ἐπεὶ οὔ γέ τις ὔμμιν ἄεθλος ἕως τέλους: ἐπεὶ οὐδεὶς ὑμῖν ἕτερος ἆθλος καὶ ἀγὼν ἀναχωρήσασιν ἀπὸ τῆς Αἰγίνης γέγονεν καὶ συνέβη· ἀλλʼ οὔτε σφοδροὶ ἄνεμοι ἐκινήθησαν καὶ ἔπνευσαν, ἀλλʼ ἥσυχοι παραπλεύσαντες τήν τε Ἀττικὴν καὶ τὴν Αὐλίδα καὶ τὴν Εὔβοιαν καὶ τὰς πόλεις τῶν Λοκρῶν, χαριέντως καὶ εὐγαλήνως εἰς τοὺς λιμένας τῶν Παγασῶν εἰσήλθετε, ὅθεν καὶ ἀπεπλεύσατε ἀπιόντες ἐπὶ Σκυθίαν διὰ τὸ χρυσοῦν δέρας. ἐριωλαί: αἱ τῶν μεγάλων ἀνέμων καταιγίδες καὶ συστροφαί. ἡ δὲ Αὐλὶς πόλις Βοιωτίας καταντικρὺ τῆς Εὐβοίας κειμένη. Ὀπούντιά τʼ ἄστεα: τὰ ὑπὸ τοῦ Ὀποῦντος περιεχόμενα· Ὀποῦς δὲ ποταμὸς Λοκρίδος καὶ πόλις. Ὀπούντια δὲ ἄστη τὰ τῶν Λοκρῶν λέγει ἀπὸ Ὀποῦντος τοῦ Διὸς καὶ Πρωτογενείας, οὗ πόλις ἐπώνυμος Λοκρική, ἡ Πατρόκλου πατρίς. καὶ ποταμὸς δὲ Ὀποῦς κατά τινας, ῥέων διὰ τῆς Λοκρίδος. ἀσπασίως ἀκτὰς Παγασηίδας: εἰς τοὺς αἰγιαλοὺς τῶν Παγασῶν εἰσήλθετε, ὅθεν καὶ τὴν ἀρχὴν ἀπεπλεύσατε. Παγασηίδας δὲ ἀκτὰς λέγει τὰς τῶν Παγασῶν· Παγασαὶ δὲ πόλις Μαγνησίας. Παράκειται τὰ σχόλια ἐκ τῶν Λουκίλλου Ταρραίου καὶ Σοφοκλείου καὶ Θέωνος.