Ἁλιεύς
Γευσάμενος βοτάνης, ἣν Ἠελίῳ φαέθοντι
ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαῖα,
Ἠέλιος δʼ ἵπποις θυμήρεα δόρπον ὀπάζει,
ὕλῃ ναιετάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν
ἄτρυτοι, καὶ μή τινʼ ἕλοι μεσσηγὺς ἀνίη.
Κίρκα
Πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων
ἧστʼ ἀκάτω κατόπισθε, θεᾶς ὕπο πόμπιμος ἰχθύς.
Ἀπόλλων
Παῖς Ἱπποκλῆος Φοβίος Νειληϊάδαο
ἔσται ἰθαιγενέων γνήσιος ἐκ πατέρων.
Τῷ δʼ ἄλοχος μνηστὴ δόμον ἵξεται· ἧς ἔτι νύμφης
ἠλάκατʼ ἐν θαλάμοις κάλʼ ἀνελισσομένης
Ἀσσησοῦ βασιλῆος ἐλεύσεται ἔκγονος Ἀνθεύς,
ὅρκιʼ ὁμηρείης πίστʼ ἐπιβωσάμενος,
πρωθήβης, ἔαρος θαλερώτερος· — οὐδὲ Μελίσσῳ
Πειρήνης τοιόνδʼ ἀλφεσίβοιον ὕδωρ
θηλήσει μέγαν υἱόν, ἀφʼ οὗ μέγα χάρμα Κορίνθῳ
ἔσται, καὶ βριαροῖς ἄλγεα Βακχιάδαις· —
Ἀνθεὺς Ἑρμείῃ ταχινῷ φίλος, ᾧ ἔπι νύμφη
μαινὰς ἄφαρ σχήσει τὸν λιθόλευστον ἔρων,
καὶ ἓ καθαψαμένη γούνων ἀτέλεστα κομίσσαι
πείσει· ὁ δὲ Ζῆνα Ξείνιον αἰδόμενος
σπονδάς τʼ ἐν Φοβίου καὶ ἅλα ξυνέωνα θαλίης
κρήναις καὶ ποταμοῖς νίψετʼ ἀεικὲς ἔπος.
Ἡ δʼ, ὅταν ἀρνῆται μέλεον γάμον ἀγλαὸς Ἀνθεύς,
δὴ τότε οἱ τεύξει μητιόεντα δόλον,
μύθοις ἐξαπαφοῦσα, λόγος δέ οἱ ἔσσεται οὗτος·
«Γαυλός μοι χρύσεος φρείατος ἐκ μυχάτου
νῦν ὅγʼ ἀνελκόμενος διὰ μὲν καλὸν ἤρικεν οὖσον,
αὔτως δʼ ἐς Νύμφας ᾤχετʼ ἐφυδριάδας·
πρὸς σὲ θεῶν, ἀλλʼ εἴ μοι, ἐπεὶ καὶ πᾶσιν ἀκούω
ῥηϊδίην οἶμον τοῦδʼ ἔμεναι στομίου,
ἰθύσας ἀνέλοιο, τότʼ ἂν μέγα φίλτατος εἴης.»
Ὧδε μὲν ἡ Φοβίου Νειλεΐδαο δάμαρ
φθέγξεθʼ· ὁ δʼ οὐ φρασθεὶς ἀπὸ μὲν Λελεγήιον εἷμα
μητρὸς ἑῆς ἔργον θήσεται Ἐλλαμενῆς·
αὐτὸς δὲ σπεύδων κοῖλον καταβήσεται ἄγκος
φρείατος· ἡ δʼ ἐπί οἱ λιρὰ νοεῦσα γυνὴ
ἀμφοτέραις χείρεσσι μυλακρίδα λᾶαν ἐνήσει.
Καὶ τόθʼ ὁ μὲν ξείνων πολλὸν ἀποτμότατος
ἠρίον ὀγκώσει τὸ μεμορμένον· ἡ δʼ ὑπὸ δειρὴν
ἁψαμένη σὺν τῷ βήσεται εἰς Ἀΐδην.
Μοῦσαι
Ἀλλʼ ὅγε πευθόμενος πάγχυ Γραικοῖσι μέλεσθαι
Τιμόθεον, κιθάρης ἴδμονα καὶ μελέων,
υἱὸν Θερσάνδρου τὸν ᾔνεσεν ἀνέρα σίγλων
χρυσείων ἱερὴν δὴ τότε χιλιάδα
ὑμνῆσαι ταχέων τʼ Ὦπιν βλήτειραν ὀϊστῶν,
ἥ τʼ ἐπὶ Κεγχρείῳ τίμιον οἶκον ἔχει,
. . . . . . . .
μηδὲ θεῆς προλίπῃ Λητωΐδος ἀκλέα ἔργα.
... ὡς Ἀγαθοκλεῖος λάσιαι φρένες ἤλασαν ἔξω
πατρίδος. Ἀρχαίων ἦν ὅδʼ ἀνὴρ προγόνων,
εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν
ξεῖνος, Μιμνέρμου δʼ εἰς ἔπος ἄκρον ἰὼν
παιδομανεῖ σὺν ἔρωτι ποτὴν ἴσον· ἔγραφε δʼ ὡνὴρ
εὖ παρʼ Ὁμηρείην ἀγλαΐην ἐπέων
πισύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην
φλύοντʼ ἀνθηρῇ σὺν κακοδαιμονίῃ,
οἷα Συρηκόσιος, καὶ ἔχων χάριν· ὃς δὲ Βοιωτοῦ
ἔκλυεν, Εὐβοίῳ τέρπεται οὐδʼ ὀλίγον.
Οἳ καὶ ἐπʼ Ἀσκανίων δώματʼ ἔχουσι ῥοῶν
λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν, ἔνθα Δολίων
υἱὸς Σειληνοῦ νάσσατο καὶ Μελίης.
Ὁ δʼ Ἀναξαγόρου τρόφιμος χᾳοῦ στρυφνὸς μὲν ἔμοιγε προσειπεῖν,
καὶ μισογέλως, καὶ τωθάζειν οὐδὲ παρʼ οἴνῳ μεμαθηκώς,
ἀλλʼ ὅ,τι γράψαι τοῦτʼ ἂν μέλιτος καὶ Σειρήνων ἐτετεύχει.
Αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλὰς
τᾶς ἐπʼ Ἀλεξάνδρου λαθομένα κρίσιος.
Σάρδιες ἀρχαῖος πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν
ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ βακέλας
χρυσοφόρος, ῥήσσων λάλα τύμπανα· νῦν δέ μοι Ἀλκμὰν
οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος,
καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων
θῆκαν Κανδαύλεω μείζονα καὶ Γύγεω.
Ἀστραγαλισταί
ὑπὸ Δάφνιδος μαθεῖν Μαρσύαν τὴν αὐλητικήν
Ἄνθρωπε ζωῆς περιφείδεο, μηδὲ παρʼ ὥρην
ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος·
δείλαιε Κλεόνικε, σὺ δʼ εἰς λιπαρὴν Θάσον ἐλθεῖν
ἠπείγευ, κοίλης ἔμπορος ἐκ Συρίης,
ἔμπορος, ὦ Κλεόνικε· δύσιν δʼ ὑπὸ Πλειάδος αὐτὴν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.