ΧΟΗΦΟΡΟΙ
Ὀρέστης Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τʼ αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι. . . . . . . .
τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι. . . . . . . . . . . .
. . . πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον . . . . . . .
οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
οὐδʼ ἐξέτεινα χεῖρʼ ἐπʼ ἐκφορᾷ νεκροῦ. . . . . . . .
τί χρῆμα λεύσσω; τίς ποθʼ ἥδʼ ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχω
χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
Χορός ἰαλτὸς ἐκ δόμων ἔβαν στρ. α.
χοᾶν προπομπὸς ὀξύχειρι σὺν κόπῳ.
πρέπει παρῂς φοίνισσʼ ἀμυγμοῖς
ὄνυχος ἄλοκι νεοτόμῳ,
διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δʼ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν,
πρόστερνοι στολμοὶ πέπλων ἀγελάστοις
ξυμφοραῖς πεπληγμένων.
τορὸς γὰρ ὀρθόθριξ δόμων ἀντ. α.
ὀνειρόμαντις, ἐξ ὕπνου κότον πνέων,
ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ,
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων,
κριταί τε τῶνδʼ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως
τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν.
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, στρ. β.
ἰὼ γαῖα μαῖα,
μωμένα μʼ ἰάλλει
δύσθεος γυνά. φοβοῦ-
μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων.
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτᾶν θανάτοισι.
σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν ἀντ. β.
διʼ ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δʼ εὐτυχεῖν,
τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
ῥοπὴ δʼ ἐπισκοτεῖ δίκας
ταχεῖα τοῖς μὲν ἐν φάει,
τὰ δʼ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντʼ ἄχη βρύει
τοὺς δʼ ἄκραντος ἔχει νύξ.
διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ στρ. γ.
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς ἄτη διαφέρει
τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων ἀντ. γ.
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
βαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.
ἐμοὶ δʼ ἀνάγκαν γὰρ ἀμφίπτολιν ἐπῳδ.
θεοὶ προσήνεγκαν· ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν μʼ ἐσάγαγον
αἶσαν δίκαια καὶ μὴ δίκαια,
πρέποντʼ ἀρχὰς βίου,
βίᾳ φερομένων, αἰνέσαι, πικρὸν φρενῶν
στύγος κρατούσῃ. δακρύω δʼ ὑφʼ εἱμάτων ματαί-
οισι δεσποτᾶν τύχαις,
κρυφαίοις πένθεσιν παχνουμένη.
Ἠλέκτρα δμῳαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξωμαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἴσʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν,
στείχω, καθάρμαθʼ ὥς τις ἐκπέμψας, πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
τῆσδʼ ἔστε βουλῆς, ὦ φίλαι, μεταίτιαι·
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχεις ὑπέρτερον.
Χορός αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ἠλέκτρα λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορός φθέγγου χέουσα σεμνά· τοῖσιν εὔφροσιν—
Ἠλέκτρα τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
Χορός πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
Ἠλέκτρα ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε.
Χορός αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.
Ἠλέκτρα τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;
Χορός μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.
Ἠλέκτρα εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
Χορός τοῖς αἰτίοις νυν τοῦ φόνου μεμνημένη—
Ἠλέκτρα τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.
Χορός ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—
Ἠλέκτρα πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
Χορός ἁπλωστὶ φράζουσʼ, ὅστις ἀνταποκτενεῖ.
Ἠλέκτρα καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
Χορός πῶς δʼ οὔ, τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Ἠλέκτρα κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται
θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας νεκροῖς
λέγω καλοῦσα πατέρʼ· Ἐποίκτιρόν τʼ ἐμέ,
φίλον τʼ Ὀρέστην φῶς ἄναψον ἐν δόμοις.
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
φεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
ταῦτʼ ἐν μέσῳ τίθημι τῆς κακῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.
τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖσʼ ἐπανθίζειν νόμος,
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
Χορός ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ,
πρὸς ἔρυμα τόδε κεδνῶν κακῶν τʼ
ἀπότροπον, ἄγος ἀπεύχετον,
κεχυμένων χοᾶν. κλύε δέ μοι, σέβας,
κλύʼ, ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοῖ,
ἰώ, τίς δορυσθενὴς εἶσʼ ἀνήρ,
ἀναλυτὴρ δόμων, Σκύθην τʼ ἐν χεροῖν
πιπάλλων Ἄρη
σχέδιά τʼ αὐτόκωπα νωμῶν βέλη;
Ἠλέκτρα ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
νέου δὲ μύθου τοῦδε κοινωνήσατε.
Χορός λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ·
Ἠλέκτρα ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορός τίνος ποτʼ ἀνδρὸς ἢ βαθυζώνου κόρης;
Ἠλέκτρα εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι.
Χορός πῶς οὖν παλαιὰ παρὰ νεωτέρας μάθω;
Ἠλέκτρα οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
Χορός ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
Ἠλέκτρα καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος—
Χορός ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
Ἠλέκτρα αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
Χορός μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
Ἠλέκτρα μάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται.
Χορός καὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν;
Ἠλέκτρα ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.
Χορός οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
Ἠλέκτρα κἀμοὶ προσέστη καρδίᾳ κλυδώνιον
χολῆς, ἐπαίθην δʼ ὡς διανταίῳ βέλει·
ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
σταγόνες ἄφαρκτοι δυσχίμου πλημυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο,
ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω,
εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος.
φεῦ. εἴθʼ εἶχε φωνὴν ἔμφρονʼ ἀγγέλου δίκην,
ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,
ἀλλʼ ἢ σάφʼ ᾔνει τόνδʼ ἀποπτύσαι πλόκον,
εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοί,
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν.
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς.
καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναι
εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά.
Ὀρέστης εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
Ἠλέκτρα ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
Ὀρέστης εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
Ἠλέκτρα καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
Ὀρέστης σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην.
Ἠλέκτρα καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
Ὀρέστης ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον.
Ἠλέκτρα ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις;
Ὀρέστης αὐτὸς κατʼ αὐτοῦ τἄρα μηχανορραφῶ.
Ἠλέκτρα ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις;
Ὀρέστης κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς.
Ἠλέκτρα ὡς ὄντʼ Ὀρέστην τἄρʼ ἐγώ σε προὐννέπω;
Ὀρέστης αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·
κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖς
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
σκέψαι, τομῇ προσθεῖσα βόστρυχον τριχός,
σαυτῆς ἀδελφοῦ σύμμετρον τῷ σῷ κάρᾳ.
ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
σπάθης τε πληγάς, ἒν δὲ θήρειον γραφήν—
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας·
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
Ἠλέκτρα ὦ φίλτατον μέλημα δώμασιν πατρός,
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός.
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί, προσαυδᾶν δʼ ἔστʼ ἀναγκαίως ἔχον
πατέρα σε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
στέργηθρον—ἡ δὲ πανδίκως ἐχθαίρεται—
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρων μόνος· . . . . . .
μόνον Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό μοι.
Ὀρέστης Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένους
νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
καίτοι θυτῆρος καί σε τιμῶντος μέγα
πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματʼ εὐπειθῆ βροτοῖς·
οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
Χορός ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
γλώσσης χάριν δὲ πάντʼ ἀπαγγελεῖ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Ὀρέστης οὔτοι προδώσει Λοξίου μεγασθενὴς
χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους
τρόπον τὸν αὐτόν, ἀνταποκτεῖναι λέγων,
ἀποχρημάτοισι ζημίαις ταυρούμενον
αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε τάσδε νῷν νόσους,
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις,
λιχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ·
ἄλλας τʼ ἐφώνει προσβολὰς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας· . . . . . . .
ὁρῶντα λαμπρόν, ἐν σκότῳ νωμῶντʼ ὀφρύν,
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
κινεῖ ταράσσει καὶ διωκάθει πόλεως
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά,
πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
θεοῦ τʼ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν.
θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται.
Χορός ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεν
τῇδε τελευτᾶν,
ᾗ τὸ δίκαιον μεταβαίνει.
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
γλῶσσα τελείσθω· τοὐφειλόμενον
πράσσουσα Δίκη μέγʼ ἀυτεῖ·
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
πληγὴν τινέτω. δράσαντα παθεῖν,
τριγέρων μῦθος τάδε φωνεῖ.
Ὀρέστης ὦ πάτερ αἰνόπατερ, τί σοι στρ. α.
φάμενος ἢ τί ῥέξας
τύχοιμʼ ἂν ἕκαθεν οὐρίσας,
ἔνθα σʼ ἔχουσιν εὐναί,
σκότῳ φάος ἀντίμοιρον;
χάριτες δʼ ὁμοίως
κέκληνται γόος εὐκλεὴς
προσθοδόμοις Ἀτρείδαις.
Χορός τέκνον, φρόνημα τοῦ θανόντος οὐ δαμά- στρ. β.
ζει πυρὸς μαλερὰ γνάθος,
φαίνει δʼ ὕστερον ὀργάς·
ὀτοτύζεται δʼ ὁ θνῄσκων,
ἀναφαίνεται δʼ ὁ βλάπτων.
πατέρων δὲ καὶ τεκόντων
γόος ἔνδικος ματεύει,
τὸ πᾶν ἀμφιλαφὴς ταραχθείς.
Ἠλέκτρα κλῦθί νυν, ὦ πάτερ, ἐν μέρει ἀντ. α.
πολυδάκρυτα πένθη.
δίπαις τοί σʼ ἐπιτύμβιος
θρῆνος ἀναστενάζει.
τάφος δʼ ἱκέτας δέδεκται
φυγάδας θʼ ὁμοίως.
τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν;
οὐκ ἀτρίακτος ἄτα;
Χορός ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
θείη κελάδους εὐφθογγοτέρους·
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὼν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
Ὀρέστης εἰ γὰρ ὑπʼ Ἰλίῳ στρ. γ.
πρός τινος Λυκίων, πάτερ,
δορίτμητος κατηναρίσθης·
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισιν
τέκνων τʼ ἐν κελεύθοις
ἐπιστρεπτὸν αἰῶ
κτίσσας πολύχωστον ἂν εἶχες
τάφον διαποντίου γᾶς,
δώμασιν εὐφόρητον—
Χορός φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦ- ἀντ. β.
σιν, κατὰ χθονὸς ἐμπρέπων
σεμνότιμος ἀνάκτωρ,
πρόπολός τε τῶν μεγίστων
χθονίων ἐκεῖ τυράννων·
βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης,
μόριμον λάχος πιπλάντων
χεροῖν πεισιβρότῳ τε βάκτρῳ.
Ἠλέκτρα μηδʼ ὑπὸ Τρωίας ἀντ. γ.
τείχεσι φθίμενος, πάτερ,
μετʼ ἄλλῳ δουρικμῆτι λαῷ
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι·
πάρος δʼ οἱ κτανόντες
νιν οὕτως δαμῆναι,
ἵνʼ ἦν θανατηφόρον αἶσαν
πρόσω τινὰ πυνθάνεσθαι
τῶνδε πόνων ἄπειρον.
Χορός ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
μείζονα φωνεῖς· δύνασαι γάρ.
ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·
παισὶ δὲ μᾶλλον γεγένηται.
Ὀρέστης τοῦτο διαμπερὲς οὖς στρ. δ.
ἵκεθʼ ἅπερ τε βέλος.
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
ὑστερόποινον ἄταν,
βροτῶν τλάμονι καὶ πανούργῳ
χειρί, τοκεῦσι δʼ ὅμως τελεῖται.
Χορός ἐφυμνῆσαι γένοιτό μοι πυκά- στρ. ε. εντʼ ὀλολυγμὸν ἀνδρὸς
θεινομένου, γυναικός τʼ
ὀλλυμένας· τί γὰρ κεύ-
θω φρενὸς θεῖον ἔμπας
ποτᾶται, πάροιθεν δὲ πρῴρας
δριμὺς ἄηται κραδίας
θυμός, ἔγκοτον στύγος.
Ἠλέκτρα καὶ πότʼ ἂν ἀμφιθαλὴς ἀντ. δ.
Ζεὺς ἐπὶ χεῖρα βάλοι,
φεῦ φεῦ, κάρανα δαΐξας;
πιστὰ γένοιτο χώρᾳ.
δίκαν ἐξ ἀδίκων ἀπαιτῶ.
κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
Χορός ἀλλὰ νόμος μὲν φονίας σταγόνας
χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
αἷμα· βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
παρὰ τῶν πρότερον φθιμένων ἄτην
ἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ.
Ὀρέστης πόποι δᾶ νερτέρων τυραννίδες, στρ. ζ.
ἴδετε πολυκρατεῖς ἀραὶ φθινομένων,
ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνως
ἔχοντα καὶ δωμάτων ἄτιμα. πᾶ
τις τράποιτʼ ἄν, ὦ Ζεῦ;
Χορός πέπαλται δαὖτέ μοι φίλον κέαρ ἀντ. ε.
τόνδε κλύουσαν οἶκτον.
καὶ τότε μὲν δύσελπις,
σπλάγχνα δέ μοι κελαινοῦ-
ται πρὸς ἔπος κλυούσᾳ.
ὅταν δʼ αὖτʼ ἐπαλκῆ σʼ ὁρῶ, ῥεῖʼ
ἐλπίς ἀπέστασεν ἄχος
πρὸς τὸ φανεῖσθαι μοι καλῶς.
Ἠλέκτρα τί δʼ ἂν φάντες τύχοιμεν; ἢ τάπερ ἀντ. ζ.
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται.
λύκος γὰρ ὥστʼ ὠμόφρων ἄσαντος ἐκ
ματρός ἐστι θυμός.
Χορός ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας στρ. η.
νόμοις ἰηλεμιστρίας,
ἀπρικτόπληκτα πολυπάλακτα δʼ ἦν ἰδεῖν
ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα,
ἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπιρροθεῖ
κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
Ἠλέκτρα ἰὼ ἰὼ δαΐα στρ. θ.
πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
ἄνευ πολιτᾶν ἄνακτʼ,
ἄνευ δὲ πενθημάτων
ἔτλης ἀνοίμωκτον ἄνδρα θάψαι.
Ὀρέστης τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι. στρ. ι.
πατρὸς δʼ ἀτίμωσιν ἆρα τείσει,
ἕκατι μὲν δαιμόνων,
ἕκατι δʼ ἀμᾶν χερῶν.
ἔπειτʼ ἐγὼ νοσφίσας ὀλοίμαν.
Χορός ἐμασχαλίσθη δέ γʼ, ὡς τόδʼ εἰδῇς, ἀντ. ι.
ἔπρασσε δʼ ἅπερ νιν ὧδε θάπτει,
μόρον κτίσαι μωμένα
ἄφερτον αἰῶνι σῷ.
κλύεις πατρῴους δύας ἀτίμους.
Ἠλέκτρα λέγεις πατρῷον μόρον· ἐγὼ δʼ ἀπεστάτουν ἀντ. η.
ἄτιμος, οὐδὲν ἀξία.
μυχῷ δʼ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου, πάτερ.
Χορός γράφου· διʼ ὤτων δὲ συν- ἀντ. θ.
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δʼ αὐτὸς ὀργᾷ μαθεῖν.
πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν.
Ὀρέστης σέ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις. στρ. κ.
Ἠλέκτρα ἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα.
Χορός στάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ·
ἄκουσον ἐς φάος μολών,
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
Ὀρέστης Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα. ἀντ. κ.
Ἠλέκτρα ἰὼ θεοί, κραίνετʼ ἐνδίκως λιτάς.
Χορός τρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων.
τὸ μόρσιμον μένει πάλαι,
εὐχομένοις δʼ ἂν ἔλθοι.
— ὦ πόνος ἐγγενὴς στρ. λ.
καὶ παράμουσος ἄτας
αἱματόεσσα πλαγά.
ἰὼ δύστονʼ ἄφερτα κήδη·
ἰὼ δυσκατάπαυστον ἄλγος.
— δώμασιν ἔμμοτον ἀντ. λ.
τῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλων
ἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν,
διʼ ὠμὰν ἔριν αἱματηράν.
θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος.
— ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴν
παισὶν προφρόνως ἐπὶ νίκῃ.
Ὀρέστης πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
Ἠλέκτρα κἀγώ, πάτερ, τοιάδε· σοῦ χρεία μʼ ἔχει
φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ. . .
Ὀρέστης οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
Ἠλέκτρα κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
Ὀρέστης ὦ γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην.
Ἠλέκτρα ὦ Περσέφασσα, δὸς δέ γʼ εὔμορφον κράτος.
Ὀρέστης μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
Ἠλέκτρα μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν—
Ὀρέστης πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ—
Ἠλέκτρα αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
Ὀρέστης ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ;
Ἠλέκτρα ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
Ὀρέστης ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.
Ἠλέκτρα καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ·
ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ,
οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόον.
Ὀρέστης καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε,
οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών.
Ἠλέκτρα ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα,
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
Χορός καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
Ὀρέστης ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,
πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;
θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τάδε
τὰ δῶρα, μείω δʼ ἐστὶ τῆς ἁμαρτίας.
τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος
ἑνός—μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος.
θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε.
Χορός οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
Ὀρέστης ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;
Χορός τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει.
Ὀρέστης καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
Χορός ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
Ὀρέστης τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
Χορός αὐτὴ προσέσχε μαστὸν ἐν τὠνείρατι.
Ὀρέστης καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
Χορός ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ὀρέστης οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
Χορός ἡ δʼ ἐξ ὕπνου κέκλαγεν ἐπτοημένη.
πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει δʼ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
Ὀρέστης ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐπʼ ἀμὰ σπάργανʼ ἠπλείζετο,
καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,
θρόμβῳ τʼ ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
Χορός τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι,
γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ὀρέστης ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλῳ γε καὶ ληφθῶσιν, ἐν ταὐτῷ βρόχῳ
θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ
δόμοις παραστείχοντα καὶ τάδʼ ἐννέπειν·
«τί δὴ πύλῃσι τὸν ἱκέτην ἀπείργεται
Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;»
εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μʼ οἱ κατὰ στόμα
ἐρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς καλεῖν,
πρὶν αὐτὸν εἰπεῖν «ποδαπὸς ὁ ξένος;» νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
Χορός πολλὰ μὲν γᾶ τρέφει στρ. α.
δεινὰ δειμάτων ἄχη,
πόντιαί τʼ ἀγκάλαι κνωδάλων
ἀνταίων βρύουσι,
βλαστοῦσι καὶ πεδαίχμιοι
λαμπάδες πεδάοροι,
πτανά τε καὶ πεδοβάμονα κἀνεμόεντʼ ἂν
αἰγίδων φράσαι κότον.
ἀλλʼ ὑπέρτολμον ἀν- ἀντ. α.
δρὸς φρόνημα τίς λέγοι
καὶ γυναικῶν φρεσὶν τλημόνων
παντόλμους ἔρωτας, ἄ-
ταισι συννόμους βροτῶν;
συζύγους δʼ ὁμαυλίας
θηλυκρατὴς ἀπέρωτος ἔρως παρανικᾷ
κνωδάλων τε καὶ βροτῶν.
ἴστω δʼ ὅστις οὐχ ὑπόπτερος στρ. β. φροντίσιν δαεὶς
τὰν ἁ παιδολυ-
μὰς τάλαινα Θεστιὰς
μήσατο,
πυρδαῆ τινὰ πρόνοιαν,
καταίθουσα παιδὸς δαφοινὸν
δαλὸν ἥλικʼ, ἐπεὶ μολὼν
ματρόθεν κελάδησε,
ξύμμετρόν τε διαὶ βίου
μοιρόκραντον ἐς ἦμαρ.
ἄλλαν δʼ ἦν τινʼ ἐν λόγοις στυγεῖν ἀντ. β.
φοινίαν Σκύλλαν,
ἅτʼ ἐχθρῶν ὕπερ
φῶτʼ ἀπώλεσεν φίλον,
Κρητικοῖς
χρυσεοδμήτοισιν ὅρμοις
πιθήσασα, δώροισι Μίνω,
Νῖσον ἀθανάτας τριχὸς
νοσφίσασα προβούλως
πνέονθʼ ἁ κυνόφρων ὕπνῳ·
κιγχάνει δέ νιν Ἑρμῆς.
ἐπεὶ δʼ ἐπεμνησάμην ἀμειλίχων στρ. γ.
πόνων— ἀκαίρως δὲ δυσφιλὲς γαμή-
λευμʼ ἀπεύχετον δόμοις
γυναικοβούλους τε μήτιδας φρενῶν
ἐπʼ ἀνδρὶ τευχεσφόρῳ
ἐπʼ ἀνδρὶ δῄοις ἐπικότω σέβας
τίων ἀθέρμαντον ἑστίαν δόμων,
γυναικείαν ἄτολμον αἰχμάν.
κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον ἀντ. γ.
λόγῳ· γοᾶται δὲ δημόθεν κατά-
πτυστον· ᾔκασεν δέ τις
τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
θεοστυγήτῳ δʼ ἄγει
βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
τί τῶνδʼ οὐκ ἐνδίκως ἀγείρω;
τὸ δʼ ἄγχι πλευμόνων ξίφος στρ. δ.
διανταίαν ὀξυπευκὲς οὐτᾷ,
διαὶ Δίκας—τὸ μὴ θέμις—
λὰξ πέδοι πατουμένας,
τὸ πᾶν Διὸς σέβας παρεκ-
βάντας οὐ θεμιστῶς.
Δίκας δʼ ἐρείδεται πυθμήν· ἀντ. δ.
προχαλκεύει δʼ Αἶσα φασγανουργός·
τέκνον δʼ ἐπεισφέρει δόμοις
αἱμάτων παλαιτέρων
τίνειν μύσος χρόνῳ κλυτὰ
βυσσόφρων Ἐρινύς.
Ὀρέστης παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον; ὦ παῖ, παῖ, μάλʼ αὖ, τίς ἐν δόμοις;
τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,
εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.
Οἰκέτης εἶἑν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
Ὀρέστης ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται
σκοτεινόν, ὥρα δʼ ἐμπόρους μεθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος,
γυνὴ τόπαρχος—ἄνδρα δʼ εὐπρεπέστερον·
αἰδὼς γὰρ ἐν λέσχῃσιν οὖσʼ ἐπαργέμους
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμήστρα ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖάπερ δόμοισι τοῖσδʼ ἐπεικότα,
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
στρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία.
εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν.
Ὀρέστης ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ
εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδας,
ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ·
«ἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις,
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.»
τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
οὐκ οἶδα· τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.
Κλυταιμήστρα οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα.
ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλʼ ἐπωπᾷς κἀκποδὼν εὖ κείμενα,
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη.
φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
καὶ νῦν—Ὀρέστης ἦν γὰρ εὐβούλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα—
νῦν δʼ ἥπερ ἐν δόμοισι βακχίας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, παροῦσαν ἐγγράφει.
Ὀρέστης ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσι
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωτὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
πρὸς δʼ εὐσεβείας ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,
τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
καταινέσαντα καὶ κατεξενωμένον.
Κλυταιμήστρα οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν.
ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένους
μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
ὀπισθόπους τε τούσδε καὶ ξυνεμπόρους·
κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.
ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
Χορός εἶἑν, φίλιαι δμωίδες οἴκων,
πότε δὴ στομάτων
δείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ;
ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴ
χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι τῷ βασιλείῳ,
νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
ξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆν
καὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
— ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·
τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος.
Τροφός Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
ὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται· τὴν δὲ πρὸς μὲν οἰκέτας
θέτο σκυθρωπόν, ἐντὸς ὀμμάτων γέλων
κεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶς
κείνῃ—δόμοις δὲ τοῖσδε παγκάκως ἔχει,
φήμης ὕφʼ, ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτʼ ἂν πύθηται μῦθον. ὦ τάλαινʼ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
ἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοις
τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα,
ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην.
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη . . . . . . . .
καὶ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ
τλάσῃ—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,
εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,
ψευσθεῖσα, παιδὸς σπαργάνων φαιδρύντρια—
κναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριον
οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
Χορός πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
Τροφός ἦ πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον.
Χορός εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
Τροφός ἄγειν κελεύει δορυφόρους ὀπάονας.
Χορός μή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει·
ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντων κλύῃ,
ἄνωχθʼ ὅσον τάχιστα, γαθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
Τροφός ἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
Χορός ἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ;
Τροφός καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
Χορός οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
Τροφός τί φῄς; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χορός ἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
Τροφός ἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει.
Χορός νῦν παραιτουμένᾳ μοι, πάτερ στρ. α.
Ζεῦ θεῶν Ὀλυμπίων,
δὸς τυχὰς τυχεῖν δόμου
κυρίοις τὰ σώφρονʼ αὖ μαιομένοις ἰδεῖν.
διὰ δίκας ἔπος ἅπαν ἔλακον, ὦ
Ζεῦ, σύ νιν φυλάσσοις.
αἰαῖ, πρὸ δὲ δὴ ʼχθρῶν μεσῳδ. α.
τῶν ἔσω μελάθρων,
ὦ Ζεῦ, θές, ἐπεί νιν μέγαν ἄρας
δίδυμα καὶ τριπλᾶ παλίμ-
ποινα θέλων ἀμείψῃ.
ἴσθι δʼ ἀνδρὸς φίλου πῶλον εὖ- ἀντ. α.
νιν ζυγέντʼ ἐν ἅρμασιν
πημάτων, σὺ δʼ ἐν δρόμῳ
προστιθεὶς μέτρον κτίσον σῳζομένων ῥυθμόν,
διὰ πέδον τοῦτʼ ἰδεῖν ἀνομένων
βημάτων ὄρεγμα.
οἵ τʼ ἔσω δωμάτων πλουτογα- στρ. β.
θῆ μυχὸν νομίζετε,
κλῦτε, σύμφρονες θεοί·
ἄγετε . . . .
τῶν πάλαι πεπραγμένων
λύσασθʼ αἷμα προσφάτοις δίκαις·
γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι.
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων μεσῳδ. β.
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας φῶς
λαμπρὸν ἰδεῖν φιλίοις
ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.
ξυλλάβοι δʼ ἐνδίκως παῖς ὁ Μαί- ἀντ. β.
ας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίσαι θέλων.
ἀλαὰ πολλὰ δʼ ἀμφανεῖ χρῄζων,
ἄσκοπον δʼ ἔπος λέγων
νυκτὸς προὐμμάτων σκότον φέρει,
καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος.
καὶ τότʼ ἤδη πλοῦτον στρ. γ.
δωμάτων λυτήριον,
θῆλυν οὐριοστάταν
ὁμοῦ κρεκτὸν γοήτων νόμον
μεθήσομεν· πλεῖ τάδʼ εὖ·
ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ, ἄ-
τα δʼ ἀποστατεῖ φίλων.
σὺ δὲ θαρσῶν ὅταν ἥκῃ μέρος ἔργων μεσῳδ. γ.
ἐπαΰσας θροεούσᾳ
πρὸς σὲ «Τέκνον», «Πατρὸς» αὔδα,
καὶ πέραινʼ ἀνεπίμομφον ἄταν.
Περσέως τʼ ἐν φρεσὶν ἀντ. γ.
σαῖσι καρδίαν σχεθών,
τοῖς θʼ ὑπὸ χθονὸς φίλος
τοῖς τʼ ἄνωθεν, προφράσσων φάρος
Γοργοῦς λυγρᾶς ἔνδοθεν
φόνιον ἄταν τίθει, τὸν αἴτιον δʼ
ἐξαπόλλυʼ εἰσορῶν.
Αἴγισθος ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον γʼ Ὀρέστου. καὶ τόδʼ αὖ φέρειν δόμοις
γένοιτʼ ἂν ἄχθος αἱματοσταγές, φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χορός ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
ὡς αὐτόσʼ αὐτὸν ἄνδρα πεύθεσθαι πέρι.
Αἴγισθος ἰδεῖν ἐλέγξαι τʼ εὖ θέλω τὸν ἄγγελον,
εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην.
Χορός Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
τάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ,
ὑπὸ δʼ εὐνοίας
πῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
πειραὶ κοπάνων ἀνδροδαΐκτων
ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
ἢ πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳ
δαίων ἀρχαῖς τε πολισσονόμοις
ἕξει πατέρων μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δʼ ἐπὶ νίκῃ.
Αἴγισθος ἒ ἔ, ὀτοτοτοῖ.
Χορός — ἔα ἔα μάλα·
— πῶς ἔχει; πῶς κέκρανται δόμοις;
— ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶν
εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
Οἰκέτης οἴμοι, πανοίμοι δεσπότου τελουμένου·
οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ—
οὐχ ὥστʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
ἰοὺ ἰού. κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω. ποῦ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
Κλυταιμήστρα τί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
Οἰκέτης τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
Κλυταιμήστρα οἲ ʼγώ, ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα.
ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ.
Ὀρέστης σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει.
Κλυταιμήστρα οἲ ʼγώ. τέθνηκας, φίλτατʼ, Αἰγίσθου βία.
Ὀρέστης φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
κείσῃ. θανόντα δʼ οὔτι μὴ προδῷς ποτε.
Κλυταιμήστρα ἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ὀρέστης Πυλάδη, τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν;
Πυλάδης ποῦ δὴ τὸ λοιπὸν Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστά τʼ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ὀρέστης κρίνω σε νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σε σφάξαι θέλω·
καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός.
τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δὲ χρῆν φιλεῖν στυγεῖς.
Κλυταιμήστρα ἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
Ὀρέστης πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
Κλυταιμήστρα ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
Ὀρέστης καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον.
Κλυταιμήστρα οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
Ὀρέστης τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές.
Κλυταιμήστρα οὔτοι σʼ ἀπέρριψʼ ἐς δόμους δορυξένους.
Ὀρέστης αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
Κλυταιμήστρα ποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην;
Ὀρέστης αἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς.
Κλυταιμήστρα ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ὀρέστης μὴ ἔλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη.
Κλυταιμήστρα ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
Ὀρέστης τρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
Κλυταιμήστρα κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
Ὀρέστης σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμήστρα ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ὀρέστης τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλυταιμήστρα ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ὀρέστης πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
Κλυταιμήστρα οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην.
Ὀρέστης ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χορός στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
—ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, στρ. α.
βαρύδικος ποινά·
ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς Ἄρης.
ἔλαχε δʼ ἐς τὸ πᾶν
ὁ πυθόχρηστος φυγὰς
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων μεσῳδ.
ἀναφυγᾷ κακῶν καὶ κτεάνων τριβᾶς
ὑπὸ δυοῖν μιαστόροιν
δυσοίμου τύχας.
ἔμολε δʼ ᾧ μέλει κρυπταδίου μάχας ἀντ. α.
δολιόφρων ποινά·
ἔθιγε δʼ ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα—Δίκαν δέ νιν
προσαγορεύομεν
βροτοὶ τυχόντες καλῶς—
ὀλέθριον πνέουσʼ ἐν ἐχθροῖς κότον·
τάπερ ὁ Λοξίας ὁ Παρνασίας στρ. β.
μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-
ξεν ἀδόλως δολίας
βλαπτομέναν ἐγχρονισθεῖσαν ἐποίχεται,
κρατεῖ τʼ αἰεί πως τὸ θεῖον τὸ μὴ
ὑπουργεῖν κακοῖς,
ἄξια δʼ οὐρανοῦχον ἀρχὰν σέβειν.
πάρα τὸ φῶς ἰδεῖν. πάρα τε φῶς ἰδεῖν, μέγα τʼ ἀφῃρέθη μεσῳδ.
ψάλιον οἴκων.
ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθε.
τάχα δὲ παντελὴς χρόνος ἀμείψεται ἀντ. β.
πρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίας
μύσος ἅπαν ἐλάσῃ
καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
τύχᾳ δʼ εὐπροσώπῳ κεῖται τὸ πᾶν
ἰδεῖν, θρεομένοις
«Μέτοικοι δόμων πεσοῦνται πάλιν.»
πάρα τὸ φῶς ἰδεῖν.
Ὀρέστης ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
πατροκτόνους τε δωμάτων πορθήτορας.
σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι,
φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
πάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασιν.
ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει.
ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,
τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ—
οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε
Ἥλιος—ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως φόνον
τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην.
ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,
ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,
φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν—
τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ
σήπειν θιγοῦσʼ ἂν μᾶλλον οὐ δεδηγμένον
τόλμης ἕκατι κἀκδίκου φρονήματος;
τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
τοιοῦτον ἂν κτήσαιτο φιλήτης ἀνήρ,
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Χορός αἰαῖ αἰαῖ μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
αἰαῖ, αἰαῖ, μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ὀρέστης ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.
Χορός οὔτις μερόπων ἀσινῆ βίοτον
διὰ πάντʼ ἔντιμος ἀμείψει. αἰαῖ, αἰαῖ,
μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει.
Ὀρέστης ἀλλʼ ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι, πρὸς δὲ καρδίᾳ φόβος
ᾄδειν ἑτοῖμος ἠδʼ ὑπορχεῖσθαι κότῳ.
ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοις,
κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ
πράξαντα μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς
εἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν·
τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος
ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω
μνήμῃ φυλάσσειν ὡς ἐπορσύνθη κακά,
καὶ μαρτυρεῖν μοι, Μενέλεως ὅταν μόλῃ.
ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών—
Χορός ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα
φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά.
ἠλευθέρωσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ὀρέστης ἆ, ἆ, δμωαὶ γυναῖκες· αἵδε, Γοργόνων δίκην,
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ.
Χορός τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φοβοῦ, νικῶν πολύ.
Ὀρέστης οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσι νᾶμα δυσφιλές.
Χορός εἷς σοι καθαρμός· Λοξίας δὲ προσθιγὼν
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ὀρέστης ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγώ.
Χορός ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
— ὅδε τοι μελάθροις τοῖς βασιλείοις
τρίτος αὖ χειμὼν
πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανες·
δεύτερον ἀνδρὸς βασίλεια πάθη,
λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν
πολέμαρχος ἀνήρ·
νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ—
ἢ μόρον εἴπω;
ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
μετακοιμισθὲν μένος ἄτης;