ΕΥΜΕΝΙΔΕΣ
Προφῆτις Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
ἣ δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετο
μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ
λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
Φοίβη· δίδωσι δʼ ἣ γενέθλιον δόσιν
Φοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας.
πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·
Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός.
τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
Παλλὰς Προναία δʼ ἐν λόγοις πρεσβεύεται.
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·
Βρόμιος δʼ ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,
ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·
Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις εἰς θρόνους καθιζάνω.
καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
ἄριστα δοῖεν· κεἰ πάρʼ Ἑλλήνων τινές,
ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,
πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν στάσιν·
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν.
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·
ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.
πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δʼ, ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·
ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας
οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος
τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.
τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
Ὀρέστης ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ἀδικεῖν·
ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ἀμελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
Ἀπόλλων οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ,
ἐγγὺς παρεστὼς καὶ πρόσωθʼ ἀποστατῶν,
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·
ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε—
κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,
μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς
βιβῶντʼ ἀνʼ ἀεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων.
καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.
μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
Ἑρμῆ, φύλασσε, κάρτα δʼ ὢν ἐπώνυμος
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτην· σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
Κλυταιμήστρας εἴδωλον εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη
ἄλλοισιν ἐν νεκροῖσιν—ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων—
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὅρα δὲ πληγὰς τάσδε καρδίᾳ σέθεν·
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε·
χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων.
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθʼ, ὡς ἔλεξα τῆς ἐμῆς πέρι
ψυχῆς· φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί.
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
Χορός
Κλυταιμήστρας εἴδωλον μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω·
φίλοις γάρ εἰσιν οὐκ ἐμοῖς προσίκτορες.
Χορός
Κλυταιμήστρας εἴδωλον ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χορός
Κλυταιμήστρας εἴδωλον ὤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
Χορός
Κλυταιμήστρας εἴδωλον ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
Χορός
λαβὲ λαβὲ λαβὲ λαβὲ, φράζου.
Κλυταιμήστρας εἴδωλον ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερ
κύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου.
τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ.
ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ,
ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.
Χορός — ἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ.
εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον,
ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ.
— ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι, στρ. α.
— ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ. —
ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
ἄφερτον κακόν.
— ἐξ ἀρκύων πέπτωκεν, οἴχεται δʼ ὁ θήρ.
— ὕπνῳ κρατηθεῖσʼ ἄγραν ὤλεσα.
— ἰὼ παῖ Διός· ἐπίκλοπος πέλῃ, ἀντ. α.
— νέος δὲ γραίας δαίμονας καθιππάσω. —
τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
τοκεῦσιν πικρόν.
— τὸν μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός.
— τί τῶνδʼ ἐρεῖ τις δικαίως ἔχειν;
— ἐμοὶ δʼ ὄνειδος ἐξ ὀνειράτων μολὸν στρ. β.
ἔτυψεν δίκαν διφρηλάτου
μεσολαβεῖ κέντρῳ,
ὑπὸ φρένας, ὑπὸ λοβόν.
πάρεστι μαστίκτορος δαΐου δαμίου
βαρὺ περίβαρυ τὸ κρύος ἔχειν.
— τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, ἀντ. β.
κρατοῦντες τὸ πᾶν δίκας πλέον.
φονολιβῆ θρόνον,
περὶ πόδα, περὶ κάρα—
πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
— ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι στρ. γ.
μυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος,
παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
παλαιγενεῖς δὲ μοίρας φθίσας.
— κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται, ἀντ. γ.
ὑπὸ δὲ γᾶν φυγὼν οὔ ποτʼ ἐλευθεροῦται.
ποτιτρόπαιος ὢν δʼ ἕτερον ἐν κάρᾳ
μιάστορʼ εἶσιν οὗ πάσεται.
Ἀπόλλων ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος·
χωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
ἀνῇς ὑπʼ ἄλγους μέλανα πλευμόνων ἀφρόν,
ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·
ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
δίκαι σφαγαί τε, σπέρματός τʼ ἀποφθορᾷ
παίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνίαι
λευσμοί τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
ὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετε
οἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖς
στέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόπος
μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι.
ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν.
Χορός ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὡς παναίτιος.
Ἀπόλλων πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
Χορός ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
Ἀπόλλων ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν;
Χορός κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου.
Ἀπόλλων καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους.
Χορός καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
Ἀπόλλων οὐ γὰρ δόμοισι τοῖσδε πρόσφοροι μολεῖν.
Χορός ἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον—
Ἀπόλλων τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
Χορός τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
Ἀπόλλων τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
Χορός οὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος.
Ἀπόλλων ἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν ἠργάσω
Ἥρας τελείας καὶ Διὸς πιστώματα.
Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ,
ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
ὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη.
εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
τὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ,
οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν.
τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην,
τὰ δʼ ἐμφανῶς πράσσουσιν ἡσυχαιτέραν.
δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά.
Χορός τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
Ἀπόλλων σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου.
Χορός τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.
Ἀπόλλων οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν.
Χορός μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ·
ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
μέτειμι τόνδε φῶτα κἀκκυνηγέσω.
Ἀπόλλων ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τʼ ἐρύσομαι·
δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
τοῦ προστροπαίου μῆνις, εἰ προδῷ σφʼ ἑκών.
Ὀρέστης ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν
ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα,
ἀλλʼ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς
ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
σῴζων δʼ ἐφετμὰς Λοξίου χρηστηρίους,
πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
Χορός εἶἑν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ,
ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
ὑπέρ τε πόντον ἀπτέροις πωτήμασιν
ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς.
καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών.
ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
— ὅρα ὅρα μάλʼ αὖ·
λεύσσετε πάντα, μὴ
λάθῃ φύγδα βὰς ματροφόνος ἀτίτας.
— ὅδʼ αὐτός· ἀλκὰν ἔχων
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
ὑπόδικος θέλει γενέσθαι χρεῶν.
— τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ
δυσαγκόμιστον, παπαῖ·
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
— ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖν
ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ
βοσκὰν φεροίμαν πώματος δυσπότου.
— καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω,
ἵνʼ ἀντιποίνους τίνῃς ματροφόντας δύας.
— ὄψῃ δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
ἢ θεὸν ἢ ξένον
τινʼ ἀσεβῶν ἢ τοκέας φίλους,
ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια.
— μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
ἔνερθε χθονός,
δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί.
Ὀρέστης ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
σιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου·
βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει.
ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος,
ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶ
χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶ
μολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸς
αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικῆς,
Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα
θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—
ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος.
Χορός οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος
ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον
ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν,
ἀναίματον, βόσκημα δαιμόνων, σκιάν.
οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους
ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·
ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν.
— ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
μοῦσαν στυγερὰν
ἀποφαίνεσθαι δεδόκηκεν,
λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπους
ὡς ἐπινωμᾷ στάσις ἁμά.
εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι·
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼ
οὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν,
ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ·
ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρ
χεῖρας φονίας ἐπικρύπτει,
μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
παραγιγνόμεναι πράκτορες αἵματος
αὐτῷ τελέως ἐφάνημεν.
— μᾶτερ ἅ μʼ ἔτικτες, ὦ στρ. α.
μᾶτερ Νύξ, ἀλα- οῖσι καὶ δεδορκόσιν
ποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ-
νίς μʼ ἄτιμον τίθησιν
τόνδʼ ἀφαιρούμενος
πτῶκα, ματρῷον ἅγ-
νισμα κύριον φόνου.
— ἐπὶ δὲ τῷ τεθυμένῳ ἐφυμν. α.
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὑονὰ βροτοῖς.
— τοῦτο γὰρ λάχος διαν- ἀντ. α. ταία Μοῖρʼ ἐπέ-
κλωσεν ἐμπέδως ἔχειν,
θνατῶν τοῖσιν αὐτουργίαι
ξυμπέσωσιν μάταιοι,
τοῖς ὁμαρτεῖν, ὄφρʼ ἂν
γᾶν ὑπέλθῃ· θανὼν δʼ
οὐκ ἄγαν ἐλεύθερος.
— ἐπὶ δὲ τῷ τεθυμένῳ ἐφυμν. α.
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὑονὰ βροτοῖς.
— γιγνομέναισι λάχη τάδε φαμὶ κεκράνθαι, στρ. β.
ἀθανάτων δʼ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ
συνδαίτωρ μετάκοινος,
παλλεύκων δὲ πέπλων ἄμοιρος ἄκληρος ἐτύχθην.
. . . . . .
— δωμάτων γὰρ εἱλόμαν
ἀνατροπάς, ὅταν Ἄρης
τιθασὸς ὢν φίλον ἕλῃ,
ἐπὶ τόν, ὤ, διόμεναι
κρατερὸν ὄνθʼ ὁμοΐως
μαυροῦμεν ὑφʼ αἵματος νέου.
— σπεύδομεν αἵδʼ ἀφελεῖν τινὰ τᾶσδε μερί- ἀντ. β. μνας
θεῶν δʼ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνειν,
μηδʼ εἰς ἄγκρισιν ἐλθεῖν.
Ζεὺς δʼ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας
ἇς ἀπηξιώσατο.
— δωμάτων γὰρ εἱλόμαν ἀνατροπάς· ὅταν Ἄρης τιθασὸς ὢν φίλον ἕλῃ, ἐπὶ τόν, ὤ, διόμεναι κρατερὸν ὄνθʼ ὁμοΐως μαυροῦμεν ὑφʼ αἵματος νέου.
— δόξαι δʼ ἀνδρῶν καὶ μάλʼ ὑπʼ αἰθέρι σεμναὶ στρ. γ.
τακόμεναι κατὰ γᾶς μινύθουσιν ἄτιμοι
ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-
σμοῖς τʼ ἐπιφθόνοις ποδός.
— μάλα γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπετῆ
καταφέρω ποδὸς ἀκμάν,
σφαλερὰ καὶ τανυδρόμοις
κῶλα, δύσφορον ἄταν.
— πίπτων δʼ οὐκ οἶδεν τόδʼ ὑπʼ ἄφρονι λύμᾳ· ἀντ. γ.
τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσους πεπόταται,
καὶ δνοφεράν τινʼ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
ται πολύστονος φάτις.
— μάλα γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπετῆ καταφέρω ποδὸς ἀκμάν, σφαλερὰ καὶ τανυδρόμοις κῶλα, δύσφορον ἄταν.
— μένει γάρ· εὐμήχανοι στρ. δ. δὲ καὶ τέλειοι κακῶν τε μνήμονες, σεμναὶ
καὶ δυσπαρήγοροι βροτοῖς,
ἄτιμʼ ἀτίετα διόμεναι
λάχη θεῶν διχοστατοῦντʼ ἀνηλίῳ λάμπᾳ,
δυσοδοπαίπαλα δερκομένοισι
καὶ δυσομμάτοις ὁμῶς.
τίς οὖν τάδʼ οὐχ ἅζεταί ἀντ. δ.
τε καὶ δέδοικεν βροτῶν,
ἐμοῦ κλύων θεσμὸν
τὸν μοιρόκραντον ἐκ θεῶν
δοθέντα τέλεον; ἔτι δέ μοι
μένει γέρας παλαιόν, οὐδʼ ἀτιμίας κύρω,
καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα
καὶ δυσήλιον κνέφας.
Ἀθηνᾶ πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
ἀπὸ Σκαμάνδρου, γῆν καταφθατουμένη,
ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις·
ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς
ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.
τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω,
βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ·
ὑμᾶς δʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι—
λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.
Χορός πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα,
Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.
Χορός τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
Ἀθηνᾶ μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
Χορός βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
Χορός ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς;
Χορός φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
Ἀθηνᾶ ἄλλης ἀνάγκης οὔτινος τρέων κότον;
Χορός ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
Χορός ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλει.
Ἀθηνᾶ κλύειν δικαίως μᾶλλον ἢ πρᾶξαι θέλεις.
Χορός πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
Ἀθηνᾶ ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην.
Ἀθηνᾶ ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος;
Χορός πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων.
Ἀθηνᾶ τί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον,
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἐμῆς πέλας,
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσος
πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα·
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς,
Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα·
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν
εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασι
κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας μεταίτιος,
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδʼ ἔρξοιμι τοὺς ἐπαιτίους.
σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.
Ἀθηνᾶ τὸ πρᾶγμα μεῖζον ἤ τις οἴεται τόδε
βροτοῖς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς νόμῳ
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις.
ὅμως δʼ ἄμομφον ὄντα σʼ αἱροῦμαι πόλει.
αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου—
χωρεῖ μεταῦθις ἰὸς ἐκ φρονημάτων,
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν
πέμπειν τε, δυσπήματʼ ἀμηχάνως ἐμοί.
ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε, . . . . . .
φόνων δικαστὰς ὁρκίων αἰδουμένους
θεσμόν, τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον.
ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὀρθώματα.
κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως.
ὅρκων περῶντας μηδὲν ἔκδικον φρεσίν.
Χορός νῦν καταστροφαὶ νέων στρ. α.
θεσμίων, εἰ κρατή-
σει δίκα τε καὶ βλάβα
τοῦδε μητροκτόνου.
πάντας ἤδη τόδʼ ἔργον εὐχερεί-
ᾳ συναρμόσει βροτούς.
πολλὰ δʼ ἔτυμα παιδότρωτα
πάθεα προσμένει τοκεῦ-
σιν μεταῦθις ἐν χρόνῳ.
οὐδὲ γὰρ βροτοσκόπων ἀντ. α.
μαινάδων τῶνδʼ ἐφέρ-
ψει κότος τις ἐργμάτων·
πάντʼ ἐφήσω μόρον.
πεύσεται δʼ ἄλλος ἄλλοθεν, προφω-
νῶν τὰ τῶν πέλας κακά,
λῆξιν ὑπόδοσίν τε μόχθων,
ἄκεά τʼ οὐ βέβαια τλά-
μων μάταν παρηγορεῖ.
μηδέ τις κικλῃσκέτω στρ. β.
ξυμφορᾷ τετυμμένος,
τοῦτʼ ἔπος θροούμενος,
Ὦ Δίκα,
ὦ θρόνοι τʼ Ἐρινύων.
ταῦτά τις τάχʼ ἂν πατὴρ
ἢ τεκοῦσα νεοπαθὴς
οἶκτον οἰκτίσαιτʼ, ἐπει-
δὴ πίτνει δόμος δίκας.
ἔσθʼ ὅπου τὸ δεινὸν εὖ ἀντ. β.
καὶ φρενῶν ἐπίσκοπον
δεῖ μένειν καθήμενον·
ξυμφέρει
σωφρονεῖν ὑπὸ στένει.
τίς δὲ μηδὲν ἐν φάει
καρδίας ἀνὴρ τρέμων
ἢ πόλις βροτῶν ὁμοί-
ως ἔτʼ ἂν σέβοι δίκαν;
μήτʼ ἄναρκτον βίον στρ. γ.
μήτε δεσποτούμενον
αἰνέσῃς.
παντὶ μέσῳ τὸ κράτος θεὸς ὤπασεν, ἄλλʼ
ἄλλᾳ δʼ ἐφορεύει.
ξύμμετρον δʼ ἔπος λέγω,
δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως·
ἐκ δʼ ὑγιείας
φρενῶν ὁ πᾶσιν φίλος
καὶ πολύευκτος ὄλβος.
ἐς τὸ πᾶν σοι λέγω, ἀντ. γ.
βωμὸν αἴδεσαι δίκας·
μηδέ νιν
κέρδος ἰδὼν ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς,
ποινὰ γὰρ ἐπέσται.
κύριον μένει τέλος.
πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων
καὶ ξενοτίμους
ἐπιστροφὰς δωμάτων
αἰδόμενός τις ἔστω.
ἐκ τῶνδʼ ἀνάγκας ἄτερ δίκαιος ὢν στρ. δ.
οὐκ ἄνολβος ἔσται·
πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο.
τὸν ἀντίτολμον δέ φαμι παρβάδαν
ἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκας
βιαίως ξὺν χρόνῳ καθήσειν
λαῖφος, ὅταν λάβῃ πόνος
θραυομένας κεραίας.
καλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳ ἀντ. δ.
δυσπαλεῖ τε δίνᾳ·
γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ,
τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμηχάνοις
δύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν·
διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
ἕρματι προσβαλὼν δίκας
ὤλετʼ ἄκλαυστος, ᾆστος.
Ἀθηνᾶ κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
ἥ τʼ οὖν διάτορος Τυρσηνικὴ
σάλπιγξ βροτείου πνεύματος πληρουμένη
ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον
καὶ τώδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.
Χορός ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.
τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.
Ἀπόλλων καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ
ἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιος
ἐμῶν, φόνου δὲ τῷδʼ ἐγὼ καθάρσιος—
καὶ ξυνδικήσων αὐτός· αἰτίαν δʼ ἔχω
τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δʼ εἴσαγε
ὅπως τʼ ἐπίστᾳ τήνδε κύρωσον δίκην.
Ἀθηνᾶ ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην.
ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
γένοιτʼ ἂν ὀρθῶς πράγματος διδάσκαλος.
Χορός πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
ἔπος δʼ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.
τὴν μητέρʼ εἰπὲ πρῶτον εἰ κατέκτονας.
Ὀρέστης ἔκτεινα· τούτου δʼ οὔτις ἄρνησις πέλει.
Χορός ἓν μὲν τόδʼ ἤδη τῶν τριῶν παλαισμάτων.
Ὀρέστης οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.
Χορός εἰπεῖν γε μέντοι δεῖ σʼ ὅπως κατέκτανες.
Ὀρέστης λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.
Χορός πρὸς τοῦ δʼ ἐπείσθης καὶ τίνος βουλεύμασιν;
Ὀρέστης τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.
Χορός ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;
Ὀρέστης καὶ δεῦρό γʼ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.
Χορός ἀλλʼ εἴ σε μάρψει ψῆφος, ἄλλʼ ἐρεῖς τάχα.
Ὀρέστης πέποιθʼ· ἀρωγὰς ἐκ τάφου πέμπει πατήρ.
Χορός νεκροῖσί νυν πέπισθι μητέρα κτανών.
Ὀρέστης δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτων.
Χορός πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
Ὀρέστης ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανε.
Χορός τοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνου.
Ὀρέστης τί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
Χορός οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.
Ὀρέστης ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
Χορός πῶς γάρ σʼ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,
ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;
Ὀρέστης ἤδη σὺ μαρτύρησον, ἐξηγοῦ δέ μοι,
Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.
δρᾶσαι γάρ, ὥσπερ ἔστιν, οὐκ ἀρνούμεθα·
ἀλλʼ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ
δοκεῖ, τόδʼ αἷμα κρῖνον, ὡς τούτοις φράσω.
Ἀπόλλων λέξω πρὸς ὑμᾶς, τόνδʼ Ἀθηναίας μέγαν
θεσμόν, δικαίως, μάντις ὢν δʼ οὐ ψεύσομαι.
οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.
τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν,
βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός.
ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
Χορός Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον
πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
Ἀπόλλων οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
διοσδότοις σκήπτροισι τιμαλφούμενον,
καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
τόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,
ἀλλʼ ὡς ἀκούσῃ, Παλλάς, οἵ τʼ ἐφήμενοι
ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
ἀπὸ στρατείας γάρ νιν, ἠμποληκότα
τὰ πλεῖστʼ ἄμεινον, εὔφροσιν δεδεγμένη . . . . . . . .
δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι
φᾶρος περεσκήνωσεν, ἐν δʼ ἀτέρμονι
κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ.
ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,
ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
Χορός πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·
αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι.
Ἀπόλλων ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκος,
καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·
ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνις
ἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις.
τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
οὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτω
στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.
Χορός πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα·
τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοι
ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός;
ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;
Ἀπόλλων καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ.
οὐκ ἔστι μήτηρ ἡ κεκλημένη τέκνου
τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου·
τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένη
ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου·
πατὴρ μὲν ἂν γείναιτʼ ἄνευ μητρός· πέλας
μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός, . . . . . . . .
οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη,
ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεά.
ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι,
τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον,
ὅπως γένοιτο πίστις ἐς τὸ πᾶν χρόνου
καὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά,
καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοι
στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.
Ἀθηνᾶ ἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρειν
ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;
Χορός ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
Ἀθηνᾶ τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ ἄμομφος ὦ;
Ἀπόλλων ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳ
ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.
Ἀθηνᾶ κλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδραν
σκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνον
στρατηλατοῦσαι, καὶ πόλει νεόπτολιν
τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,
Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος
πέτρα πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας
ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς,
αὐτῶν πολιτῶν μὴ ʼπικαινούντων νόμους
κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ
λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν.
τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον
ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας
ἔρυμα χώρας καὶ πόλεως σωτήριον
ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν
ἀστοῖσιν ἐς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ
καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.
Χορός καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς
ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
Ἀπόλλων κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι.
Χορός ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις,
μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων.
Ἀπόλλων ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;
Χορός λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν.
Ἀπόλλων ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ.
Χορός τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
Ἀπόλλων οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν,
ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;
Χορός σύ τοι παλαιὰς διανομὰς καταφθίσας
οἴνῳ παρηπάφησας ἀρχαίας θεάς.
Ἀπόλλων σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος
ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.
Χορός ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω,
ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.
Ἀθηνᾶ ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην·
ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι.
μήτηρ γὰρ οὔτις ἔστιν ἥ μʼ ἐγείνατο,
τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός.
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.
ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους,
ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.
Ὀρέστης ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;
Χορός ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε;
Ὀρέστης νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν.
Χορός ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.
Ἀπόλλων πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει.
γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα,
βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία.
Ἀθηνᾶ ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην·
ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.
Ὀρέστης ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους,
γαίας πατρῴας ἐστερημένον σύ τοι
κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,
«Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν
οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου
ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
Σωτῆρος»—ὃς πατρῷον αἰδεσθεὶς μόρον
σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.
ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
ἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ.
αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
ἀμηχάνοισι πράξομεν δυσπραξίαις,
ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·
ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,
αὐτοί σφιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·
πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
σωτήριόν τε καὶ δορὸς νικηφόρον.
Χορός ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους στρ. α.
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος
ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας
σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
λιχὴν ἄφυλλος ἄτεκνος, ἰὼ δίκα,
πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω; τί ῥέξω;
γελῶμαι· δύσοιστʼ ἐν
πολίταις ἔπαθον·
ἰὼ μεγάλατοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.
Ἀθηνᾶ ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκη
ἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·
ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
ὑμεῖς δʼ ἐμεῖτε τῇδε γῇ βαρὺν κότον;
σκέψασθε, μὴ θυμοῦσθε, μηδʼ ἀκαρπίαν
τεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα,
βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
λιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραις
ἕξειν, ὑπʼ ἀστῶν τῶνδε τιμαλφουμένας.
Χορός ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους ἀντ. α.
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος
ἐν γᾷ τᾷδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας
σταλαγμὸν χθονὶ
ἄφορον· ἐκ δὲ τοῦ
λιχὴν ἄφυλλος ἄτεκνος, ἰὼ δίκα,
πέδον ἐπισύμενος
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
στενάζω; τί ῥέξω;
γελῶμαι· δύσοιστʼ ἐν
πολίταις ἔπαθον·
ἰὼ μεγάλατοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς.
Ἀθηνᾶ οὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγαν
θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
κἀγὼ πέποιθα Ζηνὶ καί—τί δεῖ λέγειν;—
καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν
ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·
ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶ
γλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί
καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.
κοίμα κελαινοῦ κύματος πικρὸν μένος
ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·
πολλῆς δὲ χώρας τῆσδε τἀκροθίνια
θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
ἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον.
Χορός ἐμὲ παθεῖν τάδε, φεῦ, στρ. β.
ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν,
ἀτίετον, φεῦ, μύσος.
πνέω τοι μένος ἅπαντά τε κότον.
οἰοῖ δᾶ, φεῦ.
τίς μʼ ὑποδύεται πλευράς, τίς ὀδύνα
θυμόν; ἄιε, μᾶτερ
Νύξ· ἀπὸ γὰρ τιμᾶν δαναιᾶν με θεῶν
δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
Ἀθηνᾶ ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα,
φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
γῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε.
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
τεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων
ὅσʼ ἂν παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν.
σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
μήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων,
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·
ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχην.
τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
Χορός ἐμὲ παθεῖν τάδε, φεῦ, ἀντ. β.
ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν,
ἀτίετον, φεῦ, μύσος.
πνέω τοι μένος ἅπαντά τε κότον.
οἰοῖ δᾶ, φεῦ.
τίς μʼ ὑποδύεται πλευράς, τίς ὀδύνα
θυμόν; ἄιε, μᾶτερ
Νύξ· ἀπὸ γὰρ τιμᾶν δαναιᾶν με θεῶν
δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
Ἀθηνᾶ οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
ὡς μήποτʼ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
ἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος πέδου.
ἀλλʼ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,
γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον—
σὺ δʼ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
οὔ τἂν δικαίως τῇδʼ ἐπιρρέποις πόλει
μῆνίν τινʼ ἢ κότον τινʼ ἢ βλάβην στρατῷ.
ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.
Χορός ἄνασσʼ Ἀθάνα, τίνα με φῂς ἔχειν ἕδραν;
Ἀθηνᾶ πάσης ἀπήμονʼ οἰζύος· δέχου δὲ σύ.
Χορός καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;
Ἀθηνᾶ ὡς μή τινʼ οἶκον εὐθενεῖν ἄνευ σέθεν.
Χορός σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
Ἀθηνᾶ τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
Χορός καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;
Ἀθηνᾶ ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
Χορός θέλξειν μʼ ἔοικας καὶ μεθίσταμαι κότου.
Ἀθηνᾶ τοιγὰρ κατὰ χθόνʼ οὖσʼ ἐπικτήσῃ φίλους.
Χορός τί οὖν μʼ ἄνωγας τῇδʼ ἐφυμνῆσαι χθονί;
Ἀθηνᾶ ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου,
ἐξ οὐρανοῦ τε, κἀνέμων ἀήματα
εὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα·
καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον
ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,
καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
τῶν δʼ εὐσεβούντων ἐκφορωτέρα πέλοις.
στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,
τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον γένος.
τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δʼ ἐγὼ
πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
τήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
Χορός δέξομαι Παλλάδος ξυνοικίαν, στρ. α.
οὐδʼ ἀτιμάσω πόλιν,
τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε φρούριον θεῶν νέμει,
ῥυσίβωμον Ἑλλά-
νων ἄγαλμα δαιμόνων·
ᾇτʼ ἐγὼ κατεύχομαι
θεσπίσασα πρευμενῶς
ἐπισσύτους βίου τύχας
ὀνησίμους
γαίας ἐξαμβρόσαι
φαιδρὸν ἁλίου σέλας.
Ἀθηνᾶ τάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταις
πράσσω, μεγάλας καὶ δυσαρέστους
δαίμονας αὐτοῦ κατανασσαμένη.
πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπους
ἔλαχον διέπειν.
ὅ γε μὴν κύρσας βαρεῶν τούτων,
οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου·
τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
πρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθρος
καὶ μέγα φωνοῦντʼ
ἐχθραῖς ὀργαῖς ἀμαθύνει.
Χορός δενδροπήμων δὲ μὴ πνέοι βλάβα— ἀντ. α. τὰν ἐμὰν χάριν λέγω—
φλογμοὺς ὀμματοστερεῖς φυτῶν, τὸ
μὴ περᾶν ὅρον τόπων,
μηδʼ ἄκαρπος αἰα-
νὴς ἐφερπέτω νόσος,
μῆλά τʼ εὐθενοῦντα Πὰν
ξὺν διπλοῖσιν ἐμβρύοις
τρέφοι χρόνῳ τεταγμένῳ·
γόνος δὲ γᾶς
πλουτόχθων ἑρμαίαν
δαιμόνων δόσιν τίοι.
Ἀθηνᾶ ἦ τάδʼ ἀκούετε, πόλεως φρούριον, οἷʼ ἐπικρανεῖ;
μέγα γὰρ δύναται πότνιʼ Ἐρινὺς
παρά τʼ ἀθανάτοις τοῖς θʼ ὑπὸ γαῖαν,
περί τʼ ἀνθρώπων φανέρʼ ὡς τελέως
διαπράσσουσιν, τοῖς μὲν ἀοιδάς,
τοῖς δʼ αὖ δακρύων
βίον ἀμβλωπὸν παρέχουσαι.
Χορός ἀνδροκμῆτας δʼ ἀώ- στρ. β.
ρους ἀπεννέπω τύχας,
νεανίδων τʼ ἐπηράτων
ἀνδροτυχεῖς βιότους δότε, κύριʼ ἔχοντες,
θεαί τʼ ὦ Μοῖραι
ματροκασιγνῆται,
δαίμονες ὀρθονόμοι,
παντὶ δόμῳ μετάκοινοι,
παντὶ χρόνῳ δʼ ἐπιβριθεῖς,
ἐνδίκοις ὁμιλίαις
πάντᾳ τιμιώταται θεῶν.
Ἀθηνᾶ τάδε τοι χώρᾳ τἠμῇ προφρόνως
ἐπικραινομένων
γάνυμαι· στέργω δʼ ὄμματα Πειθοῦς,
ὅτι μοι γλῶσσαν καὶ στόμʼ ἐπώπα
πρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας·
ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος·
νικᾷ δʼ ἀγαθῶν
ἔρις ἡμετέρα διὰ παντός.
Χορός τὰν δʼ ἄπληστον κακῶν ἀντ. β.
μήποτʼ ἐν πόλει στάσιν
τᾷδʼ ἐπεύχομαι βρέμειν.
μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν
διʼ ὀργὰν ποινᾶς
ἀντιφόνους ἄτας
ἁρπαλίσαι πόλεως.
χάρματα δʼ ἀντιδιδοῖεν
κοινοφιλεῖ διανοίᾳ,
καὶ στυγεῖν μιᾷ φρενί.
πολλῶν γὰρ τόδʼ ἐν βροτοῖς ἄκος.
Ἀθηνᾶ ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς
ὁδὸν εὑρίσκειν;
ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·
τάσδε γὰρ εὔφρονας εὔφρονες ἀεὶ
μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
ὀρθοδίκαιον
πρέψετε πάντως διάγοντες.
Χορός χαίρετε, χαίρετʼ ἐν αἰσιμίαισι πλούτου. στρ. γ.
χαίρετʼ ἀστικὸς λεώς,
ἴκταρ ἥμενοι Διός,
παρθένου φίλας φίλοι
σωφρονοῦντες ἐν χρόνῳ.
Παλλάδος δʼ ὑπὸ πτεροῖς
ὄντας ἅζεται πατήρ.
Ἀθηνᾶ χαίρετε χὐμεῖς· προτέραν δʼ ἐμὲ χρὴ
στείχειν θαλάμους
ἀποδείξουσαν πρὸς φῶς ἱερὸν
τῶνδε προπομπῶν. ἴτε καὶ σφαγίων
τῶνδʼ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι
τὸ μὲν ἀτηρὸν χωρὶς κατέχειν,
τὸ δὲ κερδαλέον πέμπειν πόλεως ἐπὶ νίκῃ.
ὑμεῖς δʼ ἡγεῖσθε, πολισσοῦχοι
παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.
εἴη δʼ ἀγαθῶν
ἀγαθὴ διάνοια πολίταις.
Χορός χαίρετε, χαίρετε δʼ αὖθις, ἐπεὶ διπλοίζω, ἀντ. γ.
πάντες οἱ κατὰ πτόλιν,
δαίμονές τε καὶ βροτοί·
Παλλάδος πόλιν νέμον-
τες μετοικίαν τʼ ἐμὴν
εὐσεβοῦντες οὔτι μέμ-
ψεσθε συμφορὰς βίου.
Ἀθηνᾶ αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων
πέμψω τε φέγγει λαμπάδων σελασφόρων
ἐς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους
ξὺν προσπόλοισιν αἵτε φρουροῦσιν βρέτας
τοὐμόν, δικαίως. ὄμμα γὰρ πάσης χθονὸς
Θησῇδος ἐξίκοιτʼ ἄν, εὐκλεὴς λόχος
παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων, . . . . . . . . . . . . . . . .
φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι
τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,
ὅπως ἂν εὔφρων ἥδʼ ὁμιλία χθονὸς
τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.
Προπομποί βᾶτε νόμῳ, μεγάλαι φιλότιμοι στρ. α.
Νυκτὸς παῖδες ἄπαιδες, ὑπʼ εὐθύφρονι πομπᾷ,
— εὐφαμεῖτε δέ, χωρῖται. —
γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν, ἀντ. α.
τιμαῖς καὶ θυσίαις περίσεπται τύχᾳ τε.
— εὐφαμεῖτε δὲ πανδαμεί. —
ἵλαοι δὲ καὶ εὐθύφρονες γᾷ στρ. β.
δεῦρʼ ἴτε, Σεμναὶ θεαί, πυριδάπτῳ
λαμπάδι τερπόμεναι καθʼ ὁδόν.
— ὀλολύξατε νῦν ἐπὶ μολπαῖς. —
σπονδαὶ δʼ ἐς τὸ πᾶν ἔνδαιδες οἴκων ἀντ. β.
Παλλάδος ἀστοῖς· Ζεὺς ὁ πανόπτας
οὕτω Μοῖρά τε συγκατέβα.
— ὀλολύξατε νῦν ἐπὶ μολπαῖς. —