ΠΕΡΣΑΙ
Χορός Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
κακόμαντις ἄγαν ὀρσολοπεῖται
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
οἴχωκε, νέον δʼ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων,
τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδην
πολέμου στῖφος παρέχοντες·
οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένης
καὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ·
Ἀρτεμβάρης θʼ ἱππιοχάρμης
καὶ Μασίστρης, ὅ τε τοξοδάμας
ἐσθλὸς Ἰμαῖος Φαρανδάκης θʼ,
ἵππων τʼ ἐλατὴρ Σοσθάνης.
ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
Πηγασταγὼν Αἰγυπτογενής,
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης, τάς τʼ ὠγυγίους
Θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
δεινοὶ πλῆθός τʼ ἀνάριθμοι.
ἁβροδιαίτων δʼ ἕπεται Λυδῶν
ὄχλος, οἵτʼ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
Ἀρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι,
χαἰ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δʼ ἱεροῦ Τμώλου πελάτης
ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼ
ἡ πολύχρυσος πάμμεικτον ὄχλον
πέμπει σύρδην, ναῶν τʼ ἐπόχους
καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδʼ ἄνθος Περσίδος αἴας
οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέης τʼ ἄλοχοί θʼ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.
πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη στρ. α.
βασίλειος στρατὸς εἰς ἀν-
τίπορον γείτονα χώραν,
λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας
Ἀθαμαντίδος Ἕλλας,
πολύγομφον ὅδισμα
ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων ἀντ. α.
ἐπὶ πᾶσαν χθόνα ποιμα-
νόριον θεῖον ἐλαύνει
διχόθεν, πεζονόμον τʼ ἔκ τε θαλάσσας,
ἐχυροῖσι πεποιθὼς
στυφελοῖς ἐφέταις, χρυ-
σογόνου γενεᾶς ἰσόθεος φώς.
κυάνεον δʼ ὄμμασι λεύσσων στρ. β.
φονίου δέργμα δράκοντος,
πολύχειρ καὶ πολυναύτης,
Σύριόν θʼ ἅρμα διώκων,
ἐπάγει δουρικλύτοις ἀν-
δράσι τοξόδαμνον Ἄρη.
δόκιμος δʼ οὔτις ὑποστὰς ἀντ. β.
μεγάλῳ ῥεύματι φωτῶν
ἐχυροῖς ἕρκεσιν εἴργειν
ἄμαχον κῦμα θαλάσσας·
ἀπρόσοιστος γὰρ ὁ Περσῶν
στρατὸς ἀλκίφρων τε λαός.
θεόθεν γὰρ κατὰ Μοῖρʼ ἐκράτησεν στρ. γ.
τὸ παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις
πολέμους πυργοδαΐκτους
διέπειν ἱππιοχάρμας
τε κλόνους
πόλεών τʼ ἀναστάσεις.
ἔμαθον δʼ εὐρυπόροιο θαλάσσας ἀντ. γ.
πολιαινομένας πνεύματι λάβρῳ
ἐσορᾶν πόντιον ἄλσος,
πίσυνοι λεπτοδόμοις πεί-
σμασι λα-
οπόροις τε μηχαναῖς.
δολόμητιν δʼ ἀπάταν θεοῦ μεσῳδ.
τίς ἀνὴρ θνατὸς ἀλύξει;
τίς ὁ κραιπνῷ ποδὶ πηδή-
ματος εὐπετέος ἀνάσσων;
φιλόφρων γὰρ ποτισαίνου- σα τὸ πρῶτον παράγει
βροτὸν εἰς ἄρκυας Ἄτα,
τόθεν οὐκ ἔστιν ὑπὲρ θνα-
τὸν ἀλύξαντα φυγεῖν.
ταῦτά μοι μελαγχίτων στρ. δ.
φρὴν ἀμύσσεται φόβῳ—
ὀᾶ Περσικοῦ στρατεύματος—
τοῦδε μὴ πόλις πύθη-
ται, κένανδρον μέγʼ ἄστυ Σουσίδος·
καὶ τὸ Κισσίων πόλισμʼ ἀντ. δ.
ἀντίδουπον ᾄσεται,
ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη-
θὴς ὅμιλος ἀπύων,
βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς.
πᾶς γὰρ ἱππηλάτας στρ. ε.
καὶ πεδοστιβὴς λεὼς
σμῆνος ὣς ἐκλέλοιπεν μελισ-
σᾶν σὺν ὀρχάμῳ στρατοῦ,
τὸν ἀμφίζευκτον ἐξαμείψας
ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας.
λέκτρα δʼ ἀνδρῶν πόθῳ ἀντ. ε.
πίμπλαται δακρύμασιν·
Περσίδες δʼ ἁβροπενθεῖς ἑκά-
στα πόθῳ φιλάνορι
τὸν αἰχμήεντα θοῦρον εὐνα-
τῆρʼ ἀποπεμψαμένα
λείπεται μονόζυξ.
— ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοι
στέγος ἀρχαῖον,
φροντίδα κεδνὴν καὶ βαθύβουλον
θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
Δαρειογενής,
πότερον τόξου ῥῦμα τὸ νικῶν,
ἢ δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.
— ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δʼ ἐμή· προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδᾶν.
— ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·
θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
Βασίλεια ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμους
καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶ
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι,
μὴ μέγας Πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.
ταῦτά μοι μέριμνʼ ἄφραστός ἐστιν ἐν φρεσὶν διπλῆ,
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
μήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
πρὸς τάδʼ, ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
Χορός εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσειν
μήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·
εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
Βασίλεια πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην
ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.
ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,
ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους
ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλῃσι· παῖς δʼ ἐμὸς μαθὼν
κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ὑπʼ αὐχένων
τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,
ἡ δʼ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη δίφρου
διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν, καὶ ζυγὸν θραύει μέσον.
πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτίρων σφε· τὸν δʼ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι·
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμας
παρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ ἔστʼ ἰδεῖν,
ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ,
κακῶς δὲ πράξας—οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
Χορός οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν,
τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε
σὸν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατʼ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα·
εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
Βασίλεια ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι,
πάντʼ ἐφήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις,
εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω,
ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός;
Χορός τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
Βασίλεια ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
Χορός πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
Βασίλεια ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
Χορός καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
Βασίλεια καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
Χορός ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
Βασίλεια πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;
Χορός οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
Βασίλεια τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
Χορός οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι.
Βασίλεια πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
Χορός ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
Βασίλεια δεινά τοι λέγεις κιόντων τοῖς τεκοῦσι φροντίσαι.
Χορός ἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα ναμερτῆ λόγον.
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
Ἄγγελος ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δʼ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·
ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
Χορός ἄνιʼ ἄνια κακὰ νεόκοτα στρ. α.
καὶ δάιʼ. αἰαῖ, διαίνεσθε, Πέρ-
σαι, τόδʼ ἄχος κλύοντες.
Ἄγγελος ὡς πάντα γʼ ἔστʼ ἐκεῖνα διαπεπραγμένα·
καὐτὸς δʼ ἀέλπτως νόστιμον βλέπω φάος.
Χορός ἦ μακροβίοτος ὅδε γέ τις ἀντ. α.
αἰὼν ἐφάνθη γεραιοῖς, ἀκού-
ειν τόδε πῆμʼ ἄελπτον.
Ἄγγελος καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά.
Χορός ὀτοτοτοῖ, μάταν στρ. β.
τὰ πολλὰ βέλεα παμμιγῆ
γᾶς ἀπʼ Ἀσίδος ἤλθετʼ—αἰαῖ—
δᾴαν Ἑλλάδα χώραν.
Ἄγγελος πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
Χορός ὀτοτοτοῖ, φίλων ἀντ. β.
πολύδονα σώμαθʼ ἁλιβαφῆ
κατθανόντα λέγεις φέρεσθαι
πλαγκτοῖς ἐν διπλάκεσσιν.
Ἄγγελος οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δʼ ἀπώλλυτο
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς.
Χορός ἴυζʼ ἄποτμον δαΐοις στρ. γ.
δυσαιανῆ βοάν,
ὡς πάντᾳ πᾶν κακῶς
ἔθεσαν· αἰαῖ, στρατοῦ φθαρέντος.
Ἄγγελος ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν·
φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
Χορός στυγναί γʼ Ἀθᾶναι δαΐοις· ἀντ. γ.
μεμνῆσθαί τοι πάρα·
ὡς πολλὰς Περσίδων
ἔκτισαν εὐνῖδας ἠδʼ ἀνάνδρους.
Βασίλεια σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά,
τὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πόση.
ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθος
λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως·
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳ
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;
Ἄγγελος Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.
Βασίλεια ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
Ἄγγελος Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
στύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν.
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·
Τενάγων τʼ ἄριστος Βακτρίων ἰθαιγενὴς
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος Ἀρσάμης τε κἀργήστης τρίτος,
οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα·
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Ἀρκτεύς, Ἀδεύης, καὶ φρεσεύης τρίτος
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ.
καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος,
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς·
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.
τοιῶνδʼ ἄρʼ ὄντων ὧν ὑπεμνήσθην πέρι,
πολλῶν παρόντων ὀλίγʼ ἀπαγγέλλω κακά.
Βασίλεια αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν·
ναῶν πόσον δὴ πλῆθος ἦν Ἑλληνίδων,
ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Ἄγγελος πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
ναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος·
Ξέρξῃ δέ, καὶ γὰρ οἶσθα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχει
ἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
Βασίλεια ἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις;
Ἄγγελος ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
Βασίλεια ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
Ἄγγελος ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισίν,
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ,
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους.
ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν,
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός·
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
δεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρ
τροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον.
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
ἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης·
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς,
πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος.
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς
κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα
μολπηδὸν εὐφήμησεν, ὄρθιον δʼ ἅμα
ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·
σάλπιγξ δʼ ἀυτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν.
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν· «Ὦ παῖδες Ἑλλήνων, ἴτε,
ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.»
καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
ἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴ
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
κόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ.
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
ἤθροιστʼ, ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν,
αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἐμβόλοις χαλκοστόμοις
παίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον,
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
σκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν,
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν,
ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον.
φυγῇ δʼ ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλον
ἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίων
ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο.
κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματα
στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
εὖ γὰρ τόδʼ ἴσθι, μηδάμʼ ἡμέρᾳ μιᾷ
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
Βασίλεια αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
Ἄγγελος εὖ νυν τόδʼ ἴσθι, μηδέπω μεσοῦν κακόν·
τοιάδʼ ἐπʼ αὐτοῖς ἦλθε συμφορὰ πάθους,
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
Βασίλεια καὶ τίς γένοιτʼ ἂν τῆσδʼ ἔτʼ ἐχθίων τύχη;
λέξον τίνʼ αὖ φῂς τήνδε συμφορὰν στρατῷ
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
Ἄγγελος Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
ψυχήν τʼ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
αὐτῷ τʼ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.
Βασίλεια οἲ ʼγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι;
Ἄγγελος νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων,
βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει ποντίας ἀκτῆς ἔπι.
ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅτʼ ἐκ νεῶν
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ
κυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖν
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
πέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄπο
θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν·
τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
ἵησʼ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.
Βασίλεια ὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶν
Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς;
Ἄγγελος ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην
κατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·
στρατὸς δʼ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
διώλλυθʼ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψῃ πονοῦντες, οἱ δʼ ὑπʼ ἄσθματος κενοὶ . . . . . .
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Δωρίδʼ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·
κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
βορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι θάνον
δίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξιοῦ πόρον,
Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος,
Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ ἐν ταύτῃ θεὸς
χειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
μέσον πόρον διῆκε, θερμαίνων φλογί·
πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· εὐτυχὴς δέ τοι
ὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου.
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
ἐφʼ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγων
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
Χορός ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.
Βασίλεια οἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
ὑμεῖς δὲ φαύλως αὔτʼ ἄγαν ἐκρίνατε.
ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτις
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
ἔπειτα, γῇ τε καὶ φθιτοῖς δωρήματα,
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν—
ἐπίσταμαι μὲν ὡς ἐπʼ ἐξειργασμένοις,
ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ
παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους,
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
Χορός ὦ Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
ἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνων
πένθει δνοφερῷ κατέκρυψας·
πολλαὶ δʼ ἁπαλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέους δάκρυσι κόλπους
τέγγουσʼ, ἄλγους μετέχουσαι.
αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
πενθοῦσι γόοις ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.
— νῦν γὰρ δὴ πρόπασα μὲν στένει στρ. α.
γαῖʼ Ἀσὶς ἐκκενουμένα.
Ξέρξης μὲν ἄγαγεν, ποποῖ,
Ξέρξης δʼ ἀπώλεσεν, τοτοῖ,
Ξέρξης δὲ πάντʼ ἐπέσπε δυσφρόνως
βαρίδεσσι ποντίαις.
τίπτε Δαρεῖος μὲν οὕ-
τω τότʼ ἀβλαβὴς ἐπῆν,
τόξαρχος πολιήταις,
Σουσίδαις φίλος ἄκτωρ;
πεζοὺς γάρ σφε καὶ θαλασσίους ἀντ α.
ὁμόπτεροι κυανώπιδες
νᾶες μὲν ἄγαγον, ποποῖ,
νᾶες δʼ ἀπώλεσαν, τοτοῖ,
νᾶες πανωλέθροισιν ἐμβολαῖς,
διὰ δʼ Ἰαόνων χέρας.
τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼ
αὐτὸν ὡς ἀκούομεν
Θρῄκης ἂμ πεδιήρεις
δυσχίμους τε κελεύθους.
τοὶ δʼ ἄρα πρωτομόροιο, φεῦ, στρ. β.
ληφθέντες πρὸς ἀνάγκας, ἠέ,
ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,
στέμβονται· στένε καὶ δακνά-
ζου, βαρὺ δʼ ἀμβόασον
οὐράνιʼ ἄχη, ὀᾶ·
τεῖνε δὲ δυσβάυκτον
βοᾶτιν τάλαιναν αὐδάν.
γναπτόμενοι δʼ ἁλὶ δεινᾷ, φεῦ, ἀντ. β.
σκύλλονται πρὸς ἀναύδων, ἠέ,
παίδων τᾶς ἀμιάντου, ὀᾶ.
πενθεῖ δʼ ἄνδρα δόμος στερη-
θείς, τοκέης δʼ ἄπαιδες
δαιμόνιʼ ἄχη, ὀᾶ,
δυρόμενοι γέροντες
τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
τοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴν στρ. γ.
οὐκέτι περσονομοῦνται,
οὐδʼ ἔτι δασμοφοροῦσιν
δεσποσύνοισιν ἀνάγκαις,
οὐδʼ ἐς γᾶν προπίτνοντες
ἅζονται· βασιλεία
γὰρ διόλωλεν ἰσχύς.
οὐδʼ ἔτι γλῶσσα βροτοῖσιν ἀντ. γ.
ἐν φυλακαῖς· λέλυται γὰρ
λαὸς ἐλεύθερα βάζειν,
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
αἱμαχθεῖσα δʼ ἄρουραν
Αἴαντος περικλύστα
νᾶσος ἔχει τὰ Περσῶν.
Βασίλεια φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,
ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων
κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φίλον,
ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι
τὸν αὐτὸν αἰὲν ἄνεμον οὐριεῖν τύχας.
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα·
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτων
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
φέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια,
βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα,
τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
ποτόν, παλαιᾶς ἀμπέλου γάνος τόδε·
τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.
ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
Χορός βασίλεια γύναι, πρέσβος Πέρσαις,
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθα
φθιμένων πομποὺς
εὔφρονας εἶναι κατὰ γαίας.
ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων,
πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς·
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
μόνος ἂν θνητῶν πέρας εἴποι.
ἦ ῥʼ ἀίει μου μακαρίτας στρ. α.
ἰσοδαίμων βασιλεὺς βάρ-
βαρα σαφηνῆ
ἱέντος τὰ παναίολʼ αἰανῆ δύσθροα βάγματα;
παντάλανʼ ἄχη
διαβοάσω;
νέρθεν ἆρα κλύει μου;
ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι ἀντ. α.
χθονίων ἁγεμόνες, δαί-
μονα μεγαυχῆ
ἰόντʼ αἰνέσατʼ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν·
πέμπετε δʼ ἄνω
οἷον οὔπω
Περσὶς αἶʼ ἐκάλυψεν.
ἦ φίλος ἀνήρ, φίλος ὄχθος· στρ. β.
φίλα γὰρ κέκευθεν ἤθη.
Ἀιδωνεὺς δʼ ἀναπομπὸς ἀνίει,
Ἀιδωνεύς,
οἶον ἀνάκτορα Δαριᾶνα. ἠέ.
οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυ ἀντ. β.
πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δʼ ἐκικλῄσκετο Πέρσαις,
θεομήστωρ δʼ
ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
βαλλήν, ἀρχαῖος στρ. γ.
βαλλήν, ἴθι, ἱκοῦ·
ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου,
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
βασιλείου τιήρας
φάλαρον πιφαύσκων.
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.
ὅπως αἰανῆ ἀντ. γ.
κλύῃς νέα τʼ ἄχη,
δέσποτα δεσποτᾶν φάνηθι.
Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται·
νεολαία γὰρ ἤδη
κατὰ πᾶσʼ ὄλωλεν.
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.
αἰαῖ αἰαῖ· ἐπῳδός.
ὦ πολύκλαυτε φίλοισι θανών,
τί τάδε, δυνάστα, δυνάστα,
περισσὰ δίδυμα δὶς γοέδνʼ ἁμάρτια;
πᾶσαι γᾷ τᾷδʼ
ἐξέφθινται τρίσκαλμοι
νᾶες ἄναες ἄναες.
Εἴδωλον Δαρείου ὦ πιστὰ πιστῶν ἥλικές θʼ ἥβης ἐμῆς
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
λεύσσων δʼ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφου
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
οἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον
ἄλλως τε πάντως, χοἰ κατὰ χθονὸς θεοὶ
λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
ἥκω· τάχυνε δʼ, ὡς ἄμεμπτος ὦ χρόνου.
τί ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;
Χορός σέβομαι μὲν προσιδέσθαι, στρ.
σέβομαι δʼ ἀντία λέξαι
σέθεν ἀρχαίῳ περὶ τάρβει.
Δαρεῖος ἀλλʼ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
μή τι μακιστῆρα μῦθον ἀλλὰ σύντομον λέγων
εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
Χορός δίομαι μὲν χαρίσασθαι, ἀντ.
δίομαι δʼ ἀντία φάσθαι,
λέξας δύσλεκτα φίλοισιν.
Δαρεῖος ἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ, εὐγενὲς γύναι,
κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον. ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.
Βασίλεια ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,
ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖʼ, ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ·
διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος.
Δαρεῖος τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει;
Βασίλεια οὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός.
Δαρεῖος τίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
Βασίλεια θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
Δαρεῖος πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας;
Βασίλεια ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
Δαρεῖος πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;
Βασίλεια μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον.
Δαρεῖος καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν;
Βασίλεια ὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
Δαρεῖος φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
Βασίλεια ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
Δαρεῖος καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε;
Βασίλεια ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
Δαρεῖος ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
Βασίλεια πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει—
Δαρεῖος ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
Βασίλεια Βακτρίων δʼ ἔρρει πανώλης δῆμος οὐδέ τις γέρων.
Δαρεῖος ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν.
Βασίλεια μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—
Δαρεῖος πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
Βασίλεια ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
Δαρεῖος καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον;
Βασίλεια ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ· οὐκ ἔνι στάσις.
Δαρεῖος φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸν
Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς·
ἀλλʼ, ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·
ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ.
θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,
καὶ Ποσειδῶνος κρατήσειν· πῶς τάδʼ οὐ νόσος φρενῶν
εἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
Βασίλεια ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοις
πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.
Δαρεῖος τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
τόδʼ ἄστυ Σούσων ἐξεκείνωσʼ ἐμπεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν,
ἕνʼ ἄνδρα πάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·
ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος.
κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον,
κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·
ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δʼ ἐμὸς παῖς νέος ἐὼν νέα φρονεῖ,
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,
ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν,
οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα.
Χορός τί οὖν, ἄναξ Δαρεῖε; ποῖ καταστρέφεις
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
Δαρεῖος εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον,
μηδʼ εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν.
αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.
Χορός πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;
Δαρεῖος κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.
Χορός ἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.
Δαρεῖος ἀλλʼ οὐδʼ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
Χορός πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;
Δαρεῖος παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ.
κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·
οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων·
οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτη
ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·
βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
κρηπὶς ὕπεστιν, ἀλλʼ ἔτʼ ἐκπιδύεται.
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
ὑπερφρονήσας τὸν παρόντα δαίμονα
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένοι,
πινύσκετʼ εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει.
σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρ
κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμως
ψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
Χορός ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτι
ἤλγησʼ ἀκούσας βαρβάροισι πήματα.
Βασίλεια ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακῶν
ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
ὑπαντιάζειν ἐμῷ παιδὶ πειράσομαι.
οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.
Χορός ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο- στρ. α.
λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
εὖθʼ ὁ γηραιὸς
πανταρκὴς ἀκάκας ἄμαχος βασι-
λεὺς ἰσόθεος Δα-
ρεῖος ἆρχε χώρας.
πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε- ἀντ. α.
φαινόμεθʼ, οἱ δὲ νομίσματα πύργινα
πάντʼ ἐπηύθυνον.
νόστοι δʼ ἐκ πολέμων ἀπόνους ἀπα-
θεῖς πάλιν εὖ πράσ-
σοντας ἆγον οἴκους.
ὅσσας δʼ εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποτα-
μοῖο, στρ. β.
οὐδʼ ἀφʼ ἑστίας συθείς,
οἷαι Στρυμονίου πελάγους Ἀχελωίδες εἰσὶ πάροικοι
Θρῃκίων ἐπαύλων,
λίμνας τʼ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι
πύργον ἀντ. β.
τοῦδʼ ἄνακτος ἄιον,
Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προ-
ποντίς,
καὶ στόμωμα Πόντου·
νᾶσοί θʼ αἳ κατὰ πρῶνʼ ἅλιον περίκλυστοι στρ. γ.
τᾷδε γᾷ προσήμεναι
οἵα Λέσβος ἐλαιόφυτός τε Σάμος,
Χίος, ἠδὲ Πάρος,
Νάξος, Μύκονος, Τήνῳ τε συνάπτουσʼ
Ἄνδρος ἀγχιγείτων.
καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους, ἀντ. γ.
Λῆμνον, Ἰκάρου θʼ ἕδος,
καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πόλεις,
Πάφον ἠδὲ Σόλους,
Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδʼ
αἰτία στεναγμῶν.
καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάν-
δρους ἐπῳδός.
Ἑλλάνων ἐκράτυνε σφετέραις φρεσίν.
ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων
παμμείκτων τʼ ἐπικούρων.
νῦν δʼ οὐκ ἀμφιλόγως θεότρεπτα τάδʼ αὖ φέρομεν,
πολέμοιο
δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν.
Ξέρξης ἰὼ ἰὼ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη.
τήνδʼ ἡλικίαν ἐσιδόντʼ ἀστῶν,
εἴθʼ ὄφελεν, Ζεῦ, κἀμὲ μετʼ ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
Χορός ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ περσονόμου τιμῆς μεγάλης,
κόσμου τʼ ἀνδρῶν,
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δʼ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου
σάκτορι Περσᾶν· ἀγδαβάται γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς,
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.
Ξέρξης ὅδʼ ἐγών, οἰοῖ, αἰακτός, στρ. α.
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
κακὸν ἄρʼ ἐγενόμαν.
Χορός νόστου σοι τὰν πρόσφθογγον
κακοφάτιδα βοάν, κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πέμψω, πολύδακρυν ἰαχάν.
Ξέρξης ἵετʼ αἰανῆ πάνδυρτον ἀντ. α.
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ
μετάτροπος ἐπʼ ἐμοί.
Χορός ἥσω τοι τὰν πάνδυρτον,
ζαπαθέα τε σέβων ἁλίτυπά τε βάρη,
πόλεως γέννας πενθητῆρος.
κλάγξω κλάγξω δὲ γόον ἀρίδακρυν.
Ξέρξης Ἰάων γὰρ ἀπηύρα, στρ. β.
Ἰάων ναύφαρκτος
Ἄρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τʼ ἀκτάν.
Χορός — οἰοιοῖ, βόα καὶ πάντʼ ἐκπεύθου.
— ποῦ δὲ φίλων ἄλλος ὄχλος;
— ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων, Δοτάμας, Ψάμμις,
Σουσισκάνης τʼ, ἠδʼ Ἀγαβάτας
Ἀγαβάτανα λιπών;
Ξέρξης ὀλοοὺς ἀπέλειπον ἀντ. β.
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπʼ ἀκταῖς
Σαλαμινιάσι, στυφελοῦ
θείνοντας ἐπʼ ἀκτᾶς.
Χορός — οἰοιοῖ, ποῦ δή σοι Φαρνοῦχος;
— κἀριόμαρδός γʼ ἀγαθός;
— ποῦ δὲ Σευάλκης ἄναξ,
ἢ Λίλαιος εὐπάτωρ,
Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας;
τάδε σʼ ἐπανέρομαι.
Ξέρξης ἰὼ ἰώ μοι, στρ. γ.
τὰς ὠγυγίους κατιδόντες
στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
ἐἕ, ἐἕ, τλάμονες ἀσπαίρουσι χέρσῳ.
Χορός ἦ καὶ τὸν Πέρσαν αὐτοῦ
τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν
μυρία μυρία πεμπαστὰν
Βατανώχου παῖδʼ Ἄλπιστον
. . . . .
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τʼ Οἰβάρην
ἔλιπες ἔλιπες; ὢ ὢ ὢ δᾴων.
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
Ξέρξης ἴυγγά μοι δῆτʼ ἀντ. γ.
ἀγαθῶν ἑτάρων ὑπορίνεις,
ἄλαστʼ ἄλαστα στυγνὰ πρόκακα λέγων.
βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ.
Χορός καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
Ξάνθην, Ἀρίων τʼ Ἀγχάρην,
Δίαιξίν τʼ ἠδʼ Ἀρσάκην
ἱππιάνακτας,
κἠγδαδάταν καὶ Λυθίμναν
Τόλμον τʼ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον, οὐκ ἀμφὶ σκηναῖς
τροχηλάτοις, οὐκ ὄπιθεν ἑπομένους.
Ξέρξης βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ. στρ. δ.
Χορός βεβᾶσιν, οἴ, νώνυμοι.
Ξέρξης ἰὴ ἰή, ἰὼ ἰώ.
Χορός ἰὼ ἰώ, δαίμονες,
ἔθεσθʼ ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν Ἄτα.
Ξέρξης πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ· ἀντ. δ.
Χορός πεπλήγμεθʼ· εὔδηλα γάρ·
Ξέρξης νέᾳ νέᾳ δύᾳ δύᾳ·
Χορός Ἰαόνων ναυβατᾶν
κύρσαντες οὐκ εὐτυχῶς.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
Ξέρξης πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ- στρ. ε.
τον τάλας πέπληγμαι.
Χορός τί δʼ οὐκ ὄλωλεν, μεγάλατε, Περσᾶν;
Ξέρξης ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
Χορός ὁρῶ ὁρῶ.
Ξέρξης τόνδε τʼ ὀιστοδέγμονα—
Χορός τί τόδε λέγεις σεσωμένον;
Ξέρξης θησαυρὸν βελέεσσιν.
Χορός βαιά γʼ ὡς ἀπὸ πολλῶν.
Ξέρξης ἐσπανίσμεθʼ ἀρωγῶν.
Χορός Ἰάνων λαὸς οὐ φυγαίχμας.
Ξέρξης ἄγαν ἄρειος· κατεῖ- ἀντ. ε.
δον δὲ πῆμʼ ἄελπτον.
Χορός τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
Ξέρξης πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ.
Χορός παπαῖ παπαῖ.
Ξέρξης καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
Χορός δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—
Ξέρξης λυπρά, χάρματα δʼ ἐχθροῖς.
Χορός καὶ σθένος γʼ ἐκολούθη—
Ξέρξης γυμνός εἰμι προπομπῶν.
Χορός φίλων ἄταισι ποντίαισιν.
Ξέρξης δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι. στρ. ζ.
Χορός διαίνομαι γοεδνὸς ὤν.
Ξέρξης βόα νυν ἀντίδουπά μοι.
Χορός δόσιν κακὰν κακῶν κακοῖς.
Ξέρξης ἴυζε μέλος ὁμοῦ τιθείς.
Χορός ὀτοτοτοτοῖ.
βαρεῖά γʼ ἅδε συμφορά.
οἴ, μάλα καὶ τόδʼ ἀλγῶ.
Ξέρξης ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν. ἀντ. ζ.
Χορός αἰαῖ αἰαῖ, δύα δύα.
Ξέρξης βόα νυν ἀντίδουπά μοι.
Χορός μέλειν πάρεστι, δέσποτα.
Ξέρξης ἐπορθίαζέ νυν γόοις.
Χορός ὀτοτοτοτοῖ.
μέλαινα δʼ ἀμμεμείξεται,
οἴ, στονόεσσα πλαγά.
Ξέρξης καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον. στρ. η.
Χορός ἀνία, ἀνία.
Ξέρξης καί μοι γενείου πέρθε λευκήρη τρίχα.
Χορός ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.
Ξέρξης ἀύτει δʼ ὀξύ.
Χορός καὶ τάδʼ ἔρξω.
Ξέρξης πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. ἀντ. η.
Χορός ἀνία, ἀνία.
Ξέρξης καὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν.
Χορός ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.
Ξέρξης διαίνου δʼ ὄσσε.
Χορός τέγγομαί τοι.
Ξέρξης βόα νυν ἀντίδουπά μοι. ἐπῳδός.
Χορός οἰοῖ οἰοῖ.
Ξέρξης αἰακτὸς ἐς δόμους κίε.
Χορός ἰὼ ἰώ
Ξέρξης ἰωὰ δὴ κατʼ ἄστυ.
Χορός ἰωὰ δῆτα, ναὶ ναί.
Ξέρξης γοᾶσθʼ ἁβροβάται.
Χορός ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
Ξέρξης ἠὴ ἠή, τρισκάλμοισιν,
ἠὴ ἠή, βάρισιν ὀλόμενοι.
Χορός πέμψω τοί σε δυσθρόοις γόοις.