ΕΥΜΕΝΙΔΕΣ.
τιμαλφεῖ ἣν τιμᾷ.
Κωρυκὶς πέτρα πέτραν φησὶ κοίλην τὸν Παρνασσόν. διὰ τὸ εἶναι δὲ κοῖλον ὄρος λέγεται ἐκεῖ ἀναστρέφεσθαι τοὺς δαίμονας καὶ διὰ τὸ ἄοικον εἶναι.
λαγὼ δίκην ἤγουν λαγοὶ δειλοί εἰσιν. φησὶν οὖν αὐτὸν λαγωοῦ δίκην ὑποπτήξαντα μὴ ἀντιστῆναι τοῖς πολεμοῦσιν αὐτῷ.
δείσασα γὰρ τὰ δεινὰ δείσασα ἐξέπεμψέ με τοῦ μαντείου. ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐρινύας κοιμωμένας ἔξεισι τεταραγμένη τετραποδηδὸν ἐκ τοῦ νεώ.
ὁρῷ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἐμφαντικῶς παρίστησι τὸν νεωστὶ αὐθεντηκότα, οἱονεὶ τὸν φονεύσαντα· αὐθέντης γὰρ λέγεται ὁ φονευτής.
προστρόπαιον ἱκετεύοντα.
ἀργῆτι λευκῷ.
εὕδει καθεύδει.
ἀλλὰ Γοργόνας πρὸς τὸ φοβερὸν τῆς ὄψεως φησὶ Γοργείοισι· καὶ γὰρ τὰς Γοργόνας λέγουσι δείματα φέρειν τοῖς ἀνθρώποις. τὸ δὲ ὅλον εἶδον, φησὶν, αὐτὰς ἐν γραφῇ πτερωτὰς, ἀλλʼ οὐχ ἁρπακτικάς.
βδελύκτροποι ἃς ἰδών τις, φησὶ, βδελύξαιτο καὶ τραπείη μισήσας αὐτὰς ὡς δυσειδεῖς· ἀπὸ γὰρ ὀμμάτων αὐτῶν λείβουσι σταλαγμὸν αἱματηρόν.
τὸ φῦλον τὸ γένος. οὐδέποτε, φησὶ, τοιοῦτον γένος εἶδον, μηδὲ ἴδοιμι.
τρέφουσʼ ἀνατεὶ ἄλλος ἄτης.
τἀντεῦθεν ὥστε, φησὶν, εἰ θεραπείας χρεία αὐτῷ, μελέσθω τῷ Ἀπόλλωνι· καὶ γὰρ εἰ θεραπείας χρεία, αὐτός ἐστιν ἰατρός· εἰ δὲ μαντείας, πάλιν αὐτός ἐστι τερασκόπος.
μὴ ἀδικεῖν συνίζησις, ὡσαύτως δὲ καὶ τὸ μὴ ἀμελεῖν.
σέβει τοι τοῦτο διὰ μέσου.
ἀλῶμαι πλανῶμαι.
ἔχω μεγίστην αἰτίαν σφαγεῖσα, φησὶν, αἰτιῶμαι παρʼ ἐκείνων ὡς ὑπὸ τοῦ Ὀρέστου τοῦ ἡμετέρου υἱοῦ ἀνῃρέθην.
μηνίεται ὀργίζεται.
πατούμενα ἀνατετραμμένα.
ἀρκυστάτων δικτύων.
φονεὺς δʼ Ὀρέστης ὁ μὲν Ὀρέστης, φησὶν, οἴχεται Ἀθήναζε πυθόμενος, αἱ δὲ Ἐρινύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγῳδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος, ἵνα διὰ τούτου ἐμφανὲς γένηται τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν.
κλαγγαίνεις βοᾷς.
ἄλγησον ἧπαρ οὕτως ἄλγησον ὡς μαστιζόμενος.
τοκεῦσιν πικρὸν συλληπτικῶς χρὴ λέγεσθαι τὸν μητραλοίαν.
παρὰ νόμων ἔξω νόμων. τίων τιμῶν.
παλαιγενεῖς ἡμᾶς δηλονότι, ὅσον τὸ ἐπὶ σοὶ ἀναιρήσας καὶ φονεύσας.
ὑπαί τε γᾶν ὑπὸ γῆν.
ποτιτρόπαιος προστρόπαιος, ἱκέτης.
χωρεῖτε τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, ἑξῆς δὲ πρὸς μίαν ἀποδίδοται.
πτηνὸν ταχύν. ἀργηστὴν λευκόν. ὄφιν βέλος.
τὰς προπομποὺς τοῦτο κατʼ ἀκκισμὸν εἴρηται, ὃ φασὶν ἰδίωμα, τὰς διωκτρίας προπομποὺς εἰποῦσαι· ἀκκίζειν γὰρ, φασὶ, τὸ πὰς γυναῖκας ἰδιωματεύεσθαι καὶ σεμνολογεῖν.
μολεῖν ὑμᾶς δηλονότι.
λέγῃ ὀνομάζῃ.
τίθησιν ὀρθὸν καταβάλλει γὰρ ἢ ὀρθοῖ.
ἐπινωμᾷ στάσις ἐπισκοπεῖ. στάσις δὲ τὸ σύστημα.
ματρῷον μητρώιον. ἔστι δὲ συνίζησις.
γαμηλίου τέλους τοῦ γάμου.