eul_wid: okg-bw
Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντοProverbs Used by Alexandrians
Plutarch of Chaeronea Proverbs Used by Alexandrians PDF
| t 1 | ΠΛΟΥΤΑΡΧΟΥ ΠΑΡΟΙΜΙΑΙ ΑΙΣ ΑΛΕΞΑΝΔΡΕΙΣ ΕΧΡΩΝΤΟ. Οἴκοι τὰ Μιλήσι α : ἐπὶ τῶν ὅποι μὴ προςήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. |
| 1 1 [5] | Ἀρισταγόρας ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν· εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσι α. Αἱ Χάρητος ὑποσχέσει ς : ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. |
| 1 2 | Χάρης γὰρ στρατηγὸς Ἀθηναῖος προχείρως πολλὰ ἐπηγγείλατο. Ὀπισαμβ ώ : ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐν τοῖς πράγμασι προβαινόντων ἀεί· παρὰ τὸ ὀπίσω βαίνειν. |
| 1 4 | Εὐδαίμων ὁ Κορίνθιος * * : κώμη ἐστὶ πλησίον τῆς Κορίνθου * * κατάφυτος· ὡς τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κόρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην ἔχειν. Τυδεὺς ἐκ συφορβίο υ : ἐπὶ τῶν ἀπαιδεύτων. |
| 1 5 | Οἰνεὺς τὴν θυγατέρα Ἱππονόου Περίβοιαν ἐβιάσατο· γνοὺς δὲ αὐτὴν ἔγκυον οὖσαν ὁ πατὴρ συφόρβοις παρέδωκε μετὰ τοῦ γενομένου παιδίου Τυδέως. Κλειτοριάζει ς : ἐπὶ τῶν παιδεραστούντων. |
| 1 7 | Τί σοι ὁ Ἀπόλλων ἐκιθάρισε ν ; ἤγουν, τί ἐμαντεύσατο; Κεστρεὺς νηστεύε ι : ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἐπιφερομένων. |
| 1 8 | ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας, ἐσθίων ἰλύν. Βοιωτοῖς μαντεύσεια ς : αὕτη κατάρα τίς ἐστί. |
| 1 9 [5] | μαντευομένοις γὰρ τοῖς Θηβαίοις περὶ πολέμου ἀνεῖλεν ἡ Πυθία νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι· εἷς δὲ τῶν θεωρῶν ἁρπάσας τὴν προφῆτιν Μυρτίλαν ἐνέβαλεν εἰς θερμοῦ παρακείμενον λέβητα. ἄλλοι φασὶ, Θηβαίοις πολεμοῦσι Βόμβρος μάντις πλείους ἔφη νικήσεσθαι, εἰ προθύσαιεν τῶν ἡγεμόνων ἕνα· οἱ δὲ ἀποκτείναντες τὸν Βόμβρον ἐνίκησαν. Πλείους τῶν Καλλικυρίω ν : Καλλικυρίων ποτὲ πλῆθος ἐπῴκησε τὰς Συρακούσας οὕτω πολλοὶ, ὥςτε καὶ τοὺς προτέρους οἰκήτορας ἐκβαλεῖν. |
| 1 11 | Κέλμις ἐν σιδήρ ῳ : ἐπὶ τῶν σφόδρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυςχείρωτοι πεφύκασι. Κέλμις γάρ τις ἐν Ἴδῃ στεῤῥότατον σίδηρον ἐργαζόμενος. Ὁ Κερκυραῖος μαστιγούμενος ἅμα αὐτὸν † ἠργολάβησα ι : αἱ μάστιγες αἱ Κερκυραῖαι λέγονται διάφοροι εἶναι παρὰ τὰς ἄλλας. |
| 1 13 | Ἵππῳ γηράσκοντι τὰ μείονα κύκ λ ’ ἐπίβαλλ ε : ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης τινὸς καὶ ἀναπαύλης. Πόλεις παίζομε ν : πόλις εἶδος ἐστὶ παιδιᾶς πεττευτικῆς. |
| 1 15 [5] | Ἄριστα χωλὸς οἰφε ῖ : αἱ Ἀμαζόνες τοὺς γενομένους ἄρσενας ἐπήρουν, ἢ σκέλος ἢ χεῖρα περιελόμεναι· πολεμοῦντες δὲ πρὸς αὐτὰς οἱ Σκύθαι καὶ βουλόμενοι πρὸς αὐτὰς σπείσασθαι ἔλεγον, ὅτι συνέσονται τοῖς Σκύθαις εἰς γάμον ἀπηρώτοις καὶ μὴ λελωβημένοις. ἀποκριναμένη δὲ πρὸς αὐτοὺς ἡ Ἀντιάνειρα ἡγεμὼν τῶν Ἀμαζόνων εἶπεν· Ἄριστα χωλὸς οἰφε ῖ. Ἔφυγον κακὸ ν , εὗρον ἄμεινο ν : ἐπὶ τῶν μεταβολὴν ἐν ἑαυτοῖς κρείττονα οἰωνιζομένων. |
| 1 16 [5] | Ἀθήνησι γὰρ ἐν τοῖς γάμοις ἔθος ἦν ἀμφιθαλῆ παῖδα ἀκάνθας μετὰ δρυΐνων καρπῶν στέφεσθαι, καὶ λίκνον ἄρτων πλήρη περιφέροντα λέγειν, Ἔφυγον κακὸ ν , εὗρον ἄμεινο ν. Ἐσήμαινον δὲ ὡς ἀπεώσαντο μὲν τὴν ἀγρίαν καὶ παλαιὰν δίαιταν, εὑρήκασι δὲ τὴν ἥμερον τροφήν. Μυκόνιος γείτω ν : ἐπὶ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ μικροπρεπείᾳ, παρὰ τὴν μικρότητα τῆς νήσου καὶ εὐτέλειαν, τῆς Μυκόνου. |
| 1 18 | Τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθοῦ ν : ἐπὶ τῶν πειρωμένων διάστροφα ξύλα κατευθύνειν. Ὁ παῖς τὸν κρύσταλλο ν : ἐπὶ τῶν μὴ κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων. |
| 1 20 | Τὸν ἵππον ὁ Σκύθη ς : ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτό. Ἡράκλειος ψώρ α : ἡ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν· ἡ γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρά. |
| 1 22 | Οὐκ ἔστι δούλων πόλι ς : διὰ τὸ σπάνιον εἴρηται. Βούνας δικάζε ι : ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. |
| 1 23 [5] | Βούνας γὰρ Ἀθηναῖος ἐγένετο· τούτῳ Ἠλεῖοι πρὸς Καλλιωναίους † διαφερόμενοι ἐπέτρεψαν δίκας νομίσαντες ἀναμένειν, ἕως ἂν ἀποφήναι· γνοὺς δὲ ὁ Βούνας τοῦτο ἀνεβάλλετο μέχρι τελευτῆς τὴν ἀπόφασιν. Λοκρικὸς βοῦ ς : ἐπὶ τῶν εὐτελῶν. |
| 1 24 | οἱ Λοκροὶ γὰρ ἀποροῦντες βοῶν πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχηματίσαντες βοῦν, τούτῳ τὸ θεῖον ἐθεράπευσαν. Θεὸς ἡ Ἀναίδει α : ἐπὶ τῶν διὰ τὴν ἀναισχυντίαν ὠφελουμένων. |
| 1 26 | Κάκιον Βάβυς αὐλε ῖ : ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων. Ἄειδε τοὺς Τέλληνο ς : ὁ Τέλλης ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. |
| 1 28 | Ὕδωρ παραῤῥέε ι : ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον. μετῆκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς καὶ εἰς ῥέοντα πλοῖα ἐμβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ. Μιχθοφορῶ ν : αὕτη λέγεται ἐπὶ τῶν ἐρασμίων διδάσκαλος καὶ ὑπερηφάνων, ὥς φασι καὶ τὴν Σαπφὼ ἐρασθῆναι· μὴ φέρουσαν δὲ τὸ πάθος ῥῖψαι αὑτὴν κατὰ τῶν ἐν Λευκαδίᾳ πετρῶν. |
| 1 30 | Λιμοῦ πεδίο ν : ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων. τόπος γάρ ἐστιν οὕτω καλούμενος Λιμοῦ πεδίον. Πεύκης τρόπο ν : ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. |
| 1 32 | Οὐκ εἰμὶ τούτων τῶν ἡρώω ν : ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν. οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον ἢ ὠφελεῖν. Βοῦθος περιφοιτ ᾷ : ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων, ἀπό τινος Πυθιονίκου Βούθου καλουμένου. |
| 1 34 [5] | Λιμοδωριεῖ ς : σιτοδείας ποτὲ γενομένης ἐν Πελοποννήσῳ ἐφόδια τινὲς λαβόντες ἀπῆραν· πλανωμένους δὲ αὐτοὺς ἀπεδέξατο ἡ ἐν Ῥόδῳ Τρίπολις· ἐκλήθησαν δὲ διὰ τοῦτο Λιμοδωριεῖς. Μερὶς οὐ πνίγε ι : φασὶ περὶ τὴν Ἑλλάδα μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας· διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδωδίμων, κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι. |
| 1 36 | Ἡράκλειος νόσο ς : τὴν ἱερὰν νόσον Ἡράκλειον ὠνόμαζον· εἰς ταύτην γὰρ ἐκ μακρῶν πόνων ἐμπεσεῖν Ἡρακλέα. Τάδε Μῆδος οὐ φυλάξε ι : μελλούσης γενέσθαι τῆς Ξέρξου στρατείας, οἱ Ἕλληνες ἀπογνόντες τὴν σωτηρίαν, τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες· Τάδε Μῆδος οὐ φυλάξε ι. |
| 1 38 [5] | Ἐκκέκοφ θ ’ ἡ μουσικ ή : τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπειςήγαγον, ὅθεν τὴν καινοτομίαν τινὲς αἰτιώμενοι τῇ παροιμίᾳ ἐχρῶντο. Λευκὴ στάθμ η : αὕτη κατ’ ἔλλειψιν εἴρηται ἐπὶ τῶν μὴ ἀκριβῶς τι διακρινόντων. |
| 1 39 | ἐν γὰρ λευκῷ λίθῳ λευκὴ στάθμη λέγεται· ἥκιστα γὰρ διὰ τὸ ὁμοειδὲς σαφής ἐστιν. Μωρύχου Διονύσο υ : καὶ, Μωρότερος εἶ Διονύσο υ , ὃς τἄνδον ἀφεὶ ς , ἔξω τῆς οἰκίας κάθητα ι : ἐπὶ τῶν εὔηθές τι διαπεπραγμένων. |
| 1 40 [5] | Μώρυχος δὲ ὁ Διόνυσος κατ’ ἐπίθετον ἀπὸ τοῦ τὸ πρόςωπον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις. μωρύξαι δὲ τὸ μολῦναι· καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ νεοῦ τὸ ἄγαλμα αὐτοῦ ἐστὶ παρὰ τῇ εἰςόδῳ ἐν ὑπαίθρῳ. Ἡ Ἀμαία τὴν Ἀζησίαν μετῆλθε ν : ἐπὶ τῶν πολυχρονίῳ ζητήσει χρωμένων. |
| 1 41 | Ἀμαία γὰρ ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προςαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη. Ὁ Λέσβιος πρύλι ς : αὕτη καθ’ ὁμοίωσιν λέγεται, ὥςπερ Λέσβιος πρύλις. |
| 1 42 | δοκεῖ δὲ ὁ Πρύλις Ἑρμοῦ παῖς γενέσθαι καὶ μάντις. Ἁ φιλοχρηματία τὰν Σπάρταν ἕλο ι , ἄλλο δὲ οὐδέ ν : ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων. |
| 1 43 [5] | μετήνεγκται ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις. ἔχρησε γὰρ ὁ θεὸς, τότε ἀπολέσθαι ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν. Ἡ ἐν Ἄργει ἀσπί ς : οἱ ἐν Ἄργει οἱ τὴν ἐν τοῖς παισὶν ὥραν καθαρὰν καὶ ἀδιάφθορον φυλάξαντες, ἀναλαβόντες χρυσῆν ἀσπίδα προπομπεύουσι, τοῦτο γέρας ἔχοντες κατά τι νόμιμον ἀρχαῖον. |
| 1 45 | Ἀθηνᾷ τὸν αἴλουρο ν : ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα· ὡς εἴ τις διὰ γλαυκότητα τῶν ὀφθαλμῶν τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλλοι. Ἑστίᾳ θύει ς : ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. |
| 1 46 | Δι’ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἑστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας. Τί [ ὅτ ι ] οὐκ ἀπήγξ ω , ἵνα Θήβησιν ἥρως γέν ῃ : φασὶν, ἐν Θήβαις ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον. |
| 1 47 | ὅθεν τὸ, ἵνα ἥρως γέν ῃ, κατ’ εὐφημισμὸν εἴρηται. Δέχεται καὶ βῶλον Ἀλήτη ς : ἐπὶ τῶν ἅπαντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων. |
| 1 48 [5] | Ἀλήτης γὰρ, ὥς φησι Δοῦρι ς, ἀποπεσὼν Κορίνθου, κατὰ χρησμὸν τοῦ θεοῦ ἀπεπειρᾶτο πάλιν κτηθεῖν· ἐνὶ † τῇ χώρᾳ περιϊδών τινα βουκόλον, ᾔτει τροφήν· ὁ δὲ βῶλον ἐκ τῆς πήρας ἀράμενος ἐδίδου. ὁ δὲ Ἀλήτης ἐδέξατο οἰωνισάμενος καὶ εἰπών· Δέχεται καὶ βῶλον Ἀλήτη ς. Ἄδακρυς πόλεμο ς : ἐπὶ τῶν ἔξω τινὸς χαλεποῦ πράγματα κατορθούντων. |
| 1 49 [5] | ὁ γὰρ Δωδωναῖος προεῖπε Λακεδαιμονίοις πολεμοῦσι πρὸς Ἀρκάδας, μάχην ἄδακρυν ἔσεσθαι· συμβαλόντες δὲ μετὰ ταῦτα ἐνίκησαν μηδενὸς ἀποθανόντος. Ἀττικοὶ τὰ Ἐλευσίνι α : ἐλλείπει τὸ, κα θ ’ ἑαυτού ς. |
| 1 50 | Ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνι α. Ἐν Τροφωνίου μεμάντευτα ι : ἐπὶ τῶν σκυθρωπῶν καὶ ἀγελάστων. |
| 1 51 [5] | οἱ γὰρ καταβαίνοντες ἐς Τροφωνίου λέγουσι τὸν ἑξῆς χρόνον ἀγέλαστοι εἶναι. ὁ γὰρ Τροφώνιος ἔχων τὴν κεφαλὴν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀγαμήδους καὶ διωκόμενος ὑπὸ τοῦ Αὐγέου, εὐξάμενος εἰς χάσμα ἐνέπεσεν, οὗ δὴ καὶ μαντεῖον ἐγένετο. Φάλλος τῷ θε ῷ : ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ οἰκεῖα πρόςφορα· ἐπεὶ τῷ Διονύσῳ ἵστατο ὁ φάλλος. |
| 1 53 | Δῶρον δ ’ ὅ , τι δῷ τις ἐπαίνε ι . Ταινάριον κακό ν : τὸ μέγα καὶ παρανομούμενον εἰς ἱκέτας. |
| 1 54 | οἱ γὰρ Λακεδαιμόνιοι τοὺς καταφυγόντας εἰς Ταίναρον τῶν Εἱλώτων ἀπαγαγόντες ἀπέκτειναν. Πιτάνη εἰμ ί : κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων. |
| 1 55 | τῇ γὰρ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα. Θρᾷκες ὅρκια οὐκ ἐπίσταντα ι . |
| 1 57 | Ταχύτερον ὁ Μάνδρης κρητίνας † ἀπεπέρασ ε : Ἐφέσιοι κρητίνας ἐκτήσαντο τὰς Μαγνήτων· ἀπεπέρασε δέ σφιν Μάνδρης ὁ Μανδρολύτου παρ’ οἶνον καὶ μέθην καὶ κύβην. Πολυκράτης μητέρα νέμε ι : Πολυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν, δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων, ὅτι Μητέρα σοι ταύτην δίδωμ ι. |
| 1 59 | Ἀττικὸς πάροικο ς : οἱ Ἀθηναῖοι τοὺς παροικοῦντας αὐτοῖς καὶ γειτνιάζοντας ἐξέβαλλον. ἢ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων. Εἰς Μασσαλίαν πλεύσεια ς : οἱ Μασσαλιῶται θηλύτερον ἔζων, καὶ στολαῖς ποικίλαις καὶ ποδήρεσι χρώμενοι, ἔτι δὲ τὰς κόμας μεμυρισμένας ἀναδεδεμένοι, καὶ διὰ ταύτην τὴν μαλακίαν ἀσχημονοῦντες. |
| 1 61 [5] | Σαμίων ἄνθ η, καὶ, Σαμιακὴ λαύρ α : ἐπὶ τῶν ὑστάταις ἡδοναῖς χρωμένων. ἡ Σαμιακὴ λαύρα στενωπὴ ἦν παρὰ Σαμίοις, ἐν ᾗ τὰ πέμματα ἐπιπράσκετο. τὰ δὲ Σαμίων ἄνθη τόπος, ἐν ᾧ συνῄεσαν αἱ γυναῖκες τοῖς ἀνδράσι συνευωχησόμεναι. διὰ ταύτην τὴν τρυφὴν οἱ Σάμιοι τοῖς Πέρσαις ἐδουλώθησαν. Ἡ Σκυθῶν ῥῆσι ς : πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο οἱ Σκύθαι, κλαίειν αὐτόν. |
| 1 62 | ἐπὶ τῶν ἀποτόμως οἰμώζειν τινὰ λεγόντων. Διὸς ἐγκέφαλο ς : ἐπὶ τῶν ἡδυπαθούντων. |
| 1 63 | τὰ γὰρ πολυτελῆ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλος ἐκαλεῖτο. Λευκηπατία ς : φασὶ συμβαίνειν τι ἐπὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ. |
| 1 64 | εἴρηται οὖν ἐπὶ τῶν τοιούτων. Ἀκκ ώ : αὕτη γέγονεν ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων, ἥν φασιν ἐςοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι. |
| 1 66 | Ἀεὶ κολοιὸς πὰρ κολοιὸν ἱζάνε ι : διὰ τὸ φιλάλληλον τοῦ ζώου. Κινήσω τὸν ἀ φ ’ ἱερᾶ ς : ἐπὶ τῶν τὴν ἐσχάτην βοήθειαν κινούντων τέτακται. |
| 1 67 | * * δὲ ἀπὸ τῶν πεττευόντων· περὶ τούτοις κυκειόν † τις ψῆφος οἷον ἱερὴ καὶ ἀκίνητος τεῶν νομιζομένη. Τιθωνοῦ γῆρα ς : ἐπὶ πολυχρονίων καὶ ὑπεργήρων. |
| 1 68 | ὁ γὰρ Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγένετο. Οἰταῖος δαίμω ν : οὗτος ὁ δαίμων ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν. |
| 1 70 | Ἐπὶ βωμό ν : εἴρηται ἀπὸ τῶν θυομένων πρὸς τοῖς βωμοῖς. Φωκαέων ἀρ ά : οἱ Φωκαεῖς τῆς αὑτῶν ἐκπεσόντες γῆς ἐπηράσαντο μηδέποτε κατελθεῖν εἰς αὐτήν. |
| 1 72 | Φασηλειτῶν θῦμ α : ἐπὶ τῶν εὐτελῶν καὶ ἀναίμων. φασὶ γὰρ τοὺς Φασηλείτας ταρίχους τοῖς θεοῖς θύειν. Καρικὸν θῦμ α : ἐπὶ τῶν ἄσαρκα μέλη θυόντων. |
| 1 73 | οἱ γὰρ Κᾶρες κύνας ἱερουργοῦσι. Εὔρυμνο ς : οὗτος πειρώμενος διαβάλλειν Κάστορα πρὸς τὸν Πολυδεύκην, ἔδωκεν αὐτοῖς τὴν μεγίστην δίκην. |
| 1 75 [5] | Δειλαιότερος εἶ τοῦ παρακύπτοντο ς : φοβούμενός τις τὸν Ἡρακλέα κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανεν. ἐντετύπωται ἐν τῷ λίθῳ ἀνθρωποειδὴς εἰκὼν, καὶ τὴν κεφαλὴν ὑπερέχει τοῦ σπηλαίου· καλεῖται δὲ παρακύπτων. Ἐν πέντε κριτῶν γόνασι κεῖτα ι : τὸ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς. |
| 1 77 | Βοιωτίων νόμο ς : ἐπὶ τῶν τὰς ἀρχὰς ἠρεμαίως ἐχόντων, αὖθις δὲ σφοδρῶς ἐπιγιγνομένων. Ἁρπαγὰ Κοτυττίοι ς : Κοτύττια ἑορτή τις ἐστὶ Σικελικὴ, ἐν ᾗ περί τινας κλάδους ἐξάπτοντες πόπανα καὶ ἀκρόδρυα ἐπέτραπον ἁρπάζειν. |
| 1 79 | Μέγα στόμα ἐνιαυτο ῦ : οἱονεὶ πολλὴ παῤῥησία πάντων, εὐφορίας γενομένης. Εἰκῆ τῷ Ἡρακλε ῖ : ἐπὶ τῶν ἀσυκοφαντήτως τὰ πράγματα ἐπιτελούντων, ἐπειδὴ ὁ Ἡρακλῆς ἦγε καὶ ἔφερε τὰ ἀλλότρια. |
| 1 81 | Οὐχ ἱππολέκτας † περισσὰς πλῶμε ς : ἐπὶ τῶν βραχέα κεκτημένων. Χαμαὶ ἀντλεῖ ς , Φακὸν κόπτει ς : ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. |
| 1 83 | Τίς τρόπος ἵππω ν : ἐπὶ τῶν παρηλλαγμένον τι καὶ ἀλλόκοτον ποιούντων. Χαλκιδίζει ν : ἐπὶ τῶν γλισχρευομένων. |
| 1 84 | οἱ γὰρ ἐν Εὐβοίᾳ Χαλκιδεῖς ἐπὶ φιλαργυρίᾳ ἐκωμῳδοῦντο. Πρόσω καὶ χελιδὼν ὁλοσχοίνους παρεῖτα ι . |
| 1 86 | Οὐκ ἐπαινεθείη οὐδὲ ἐν περιδείπν ῳ : ἐπὶ τῶν μηδενὸς ἀξίων. εἰώθεσαν γὰρ ἐν τοῖς δείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. Σῦκον αἰτεῖ ς : κατὰ τῶν κολακευόντων. |
| 1 87 | οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργοὺς βουλόμενοι λαμβάνειν τὰ πρώϊμα σῦκα. Μυσὶ κανθαρί ς : ἐπὶ τῶν μηδενὸς ἀξίων. |
| 1 89 | Κέρδος αἰσχύνης ἄμεινο ν · ἕλκε μοιχὸν εἰς μυχό ν . Κυρνία ἄτ η : Κύρνος νῆσος ἦν πάλαι ἄβατος τοῖς πλέουσι διὰ συνεχεῖς λῃστείας. |
| 1 91 | Κωφότερος τοῦ Τορωναίων λιμένο ς : λιμήν ἐστι καλούμενος περὶ Τορώνην τῆς Θρᾴκης· οὗτος δὲ ἔχει * * καὶ μακρὰς τὰς ἀπὸ τοῦ πελάγους καθαιρέσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάσσης ἦχον. Ἀκροκορινθία ἔοικας χοιροπωλήσει ν : ἐπὶ τῶν παρ’ ὥραν θρυπτομένων γυναικῶν· οἷον, ἔοικας μισθαρνήσειν ἐν Κορίνθῳ· τὸ γὰρ γυναικεῖον μόριον χοῖρος λέγεται. |
| 1 93 | Ἐκ παντὸς ξύλο υ : κατ’ ἔλλειψιν λέγεται· τὸ γὰρ πλῆρες, ἐκ παντὸς ξύλου κύφων ἂν γένοιτ ο· ἐπὶ τῶν τὸ μὲν εἶδος εὐκαταφρονήτων, εἰς δὲ χρείαν ἀναγκαίαν πιπτόντων. Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖ ς : ἐπὶ τῶν δειλῶν κυνηγῶν. |
| 1 95 | Σικελὸς ὀμφακίζετα ι : ἐπὶ τῶν τὰ μηδενὸς ἄξια κλεπτόντων. Οὐδὲν ἦν ἄρα τὰ ἄλλα πλὴν ὁ χρυσό ς . |
| 1 97 | Τὸ θερμὸν τοῦ ὀβελο ῦ : ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων· ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ θερμὸν τῶν ὀβελίσκων. Ἀκεσίας ἰάσατ ο : Ἀκεσίας ἐγένετο ἰατρὸς ἀφυὴς, ὃς τὸν πρωκτόν τινος ἀλγοῦντος κακῶς ἰάσατο. |
| 1 99 | Τρίτῃ κεφαλῇ καὶ τρίτῳ ἐγκεφάλ ῳ : ἐπὶ τῶν ἀχθοφορούντων οὐ μόνον κατὰ τῶν ὤμων, ἀλλὰ καὶ κατὰ τῆς κεφαλῆς. Ἐπὶ σπειρῶν σχοινίο ν : ἐπὶ τῶν ἐν τοῖς αὐτοῖς πλεοναζόντων. |
| 2 1 | Γαλῇ χιτώνιο ν, καὶ, Οὐ πρέπει γαλῇ κροκωτό ς : ἐπειδὴ γαλῆ κατὰ πρόνοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὖσα ἐπέδραμε μυΐ. Ὁ κνὶψ ἐν χώρ ᾳ : ἐπὶ τῶν ταχέως μεταπηδώντων. |
| 2 2 | κνὶψ γάρ ἐστι θηρίδιον τῶν ξυλοφάγων. Λυδὸς ἐν μεσημβρί ᾳ : οἱ Λυδοὶ κωμῳδοῦνται ταῖς χερσὶν ἑαυτῶν πληροῦντες τὰ ἀφροδίσια. |
| 2 4 | Οὐ μάλα κυκᾷ ς : κατὰ τῶν μηδὲν ὄντων. Οὐδὲν Πυλαία ταῦτα καὶ Τυττιγία ς : ὁ Τυττιγίας ἀνδραποδιστὴς ἦν· ἐπώλει δὲ ἐν τῇ Πυλαίᾳ τὰ ἀλλότρια. |
| 2 5 | κατὰ τῶν τὰ ἀλλότρια ἁρπαζόντων καὶ πωλούντων. Τὰ πρῶτα ἀρίστους παῖδας * * ἐγείνατ ο : ἐπὶ τῶν ἐν ἀρχῇ κοσμίων, μετὰ ταῦτα δὲ ἀσελγαινόντων. |
| 2 7 [5] | Δοῦλον οὐκ ἄγ ω , εἰ μὴ νεναυμάχηκε περὶ τῶν κρεῶ ν : περὶ τῶν στρατευομένων δούλων, οἵτινες περὶ τοῦ σώματος μόνου μάχονται. λέγεται καὶ, εἰ μὴ νεναυμάχηκε περὶ τῶν νεκρῶ ν, καί φησιν, ἀπὸ τῶν ἐν Ἀργεννούσαις ναυμαχησάντων δούλων τὴν παροιμίαν εἰρῆσθαι, οἷς ἐλευθερίαν ἐψηφίσαντο οἱ Ἀθηναῖοι περὶ τῶν νεκρῶν ἀγωνισαμένοις. Τὸν ἐν Σάμῳ κομήτη ν : Σάμιός τις ἐγένετο πύκτης, ὃς ἐπὶ μαλακίᾳ σκωπτόμενος, ἐπειδὴ κόμας εἶχεν, ὑπὸ τῶν ἀνταγωνιστῶν, συμβαλὼν αὐτοὺς ἐνίκησεν. |
| 2 8 [5] | λέγεται ἐπὶ τῶν αἱρουμένων ἀνταγωνιστὰς ἑαυτοῖς κρείττονας, ἢ προςεδόκησαν· * * ὥςπερ τὸν ἀληλεσμένον βίον οἱ μὲν ἐπὶ τῶν πλάνητι βίῳ χρωμένων προςεδέξαντο· οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρως βιούντων, οἱονεὶ κατειργασμένων καὶ πρὸς τροφὴν ἑτοίμων. Εἴ τι κακὸ ν , εἰς Πύῤῥα ν : οἱ Πυῤῥαῖοι πρὸς τοὺς ὁμόρους πάντας ἀπεχθῶς εἶχον. |
| 2 9 [5] | ἐκεῖνοι οὖν τὰ συμβαίνοντα αὐτοῖς κακὰ ἀποτροπιαζόμενοι καὶ ἐκβάλλοντες εἰς τὴν Πυῤῥαίων χώραν, ἐπεφώνουν, εἴ τι κακὸ ν , εἰς Πύῤῥα ν. Μετὰ Λέσβιον ᾠδό ν : Λακεδαιμόνιοι στασιάσαντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου Τέρπανδρον τὸν μουσικόν· ἐλθὼν δὲ ἐκεῖνος καὶ παρὰ τοὺς κώμους τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς, καὶ τὴν στάσιν ἔπαυσεν. |
| 2 10 | εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον Λακεδαιμόνιοι, ἐπεφώνουν, μετὰ Λέσβιον ᾠδό ν. Ὑπὲρ τὰ Καλλικράτου ς : Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. |
| 2 11 [5] | εἴποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ, ὑπερβολικῶς ἔλεγον, ὑπὲρ τοὺς Καλλικράτου ς. ἄλλοι δέ φασι, * * τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνει ν : ἐπὶ τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἁπτομένων τῶν τελευταίων. |
| 2 13 | Ἐπὶ σαυτῷ τὴν σελήνην καθέλκει ς : αἱ τὴν σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν ποδῶν στερίσκεσθαι. ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων. Ἐν ὅλμῳ ἐκοιμήθη ν : οἱ ἐν ὅλμῳ κοιμηθέντες ἐπιθειαστικώτατοί εἰσιν. |
| 2 15 | Χρυσὸς ὁ Κολοφώνιο ς : οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται. Κράδης ῥαγείση ς : κράδη νῦν οὐχ ὁ σύκινος κλάδος, ἀλλ’ ἡ ἀγκυρὶς, ἀφ’ ἧς οἱ ὑποκριταὶ ἐν ταῖς τραγικαῖς σκηναῖς ἐξαρτῶνται, θεοῦ μιμούμενοι ἐπιφάνειαν, ζωστῆρσι καὶ ταινίαις κατειλημμένοι. |
| 2 16 [5] | ἐπὶ τῶν προςφανέντων αἰφνιδίως καὶ ἀσχημονούντων. Εἶ τ ’ ἐ φ ’ ὕδωρ κακό ν : ἐπὶ τῶν δυςκληρούντων. |
| 2 17 [5] | ἐν γὰρ τοῖς δικαστηρίοις τὸ φαυλότατον τῶν ἔργων ἦν ὕδωρ διαμετρεῖν τοῖς δικαζομένοις. ἐγίνετο δὲ οὗτος ἀπὸ κλήρου. Ἠλιθιώτερος τοῦ Πραξίλλας Ἀδώνιδο ς : Πράξιλλα Σικυωνία μελοποιός· αὕτη τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰςάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλιστον καταλιπὼν ἥκοι, ἀποκρίνασθαι, ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. |
| 2 18 | ἠλιθίου γὰρ παραβάλλειν τῷ ἡλίῳ τοὺς σικύους. Ἀμελὴς γωνί α : χωρίον ἐστὶ περὶ τὴν Λιβύην καλούμενον Ἀμελὴς γωνία. |
| 2 20 [5] | Ἀσπένδιος κιθαριστή ς : ἐπὶ τῶν φιλοχρημάτων. οἱ γὰρ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδεμίαν φορὰν ἔξω φέρουσι, πάσας δ’ ἐντὸς ὀργάνων. οὕτω καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας ἕνεκα οἰκονομεῖ, ἕλκει δὲ ἐφ’ ἑαυτόν. † Εἴ τις περὶ πόλιν αἰγὶς λέγετα ι : τοὺς ἀνέδην περιϊόντας καὶ πλανωμένους ἐπέσκωπτον. |
| 2 22 | Εὐρυκλῆ ς : ἐπὶ τῶν ἑαυτοῖς τινα καταμαντευομένων. Εὐρυκλῆς γάρ τις ἐγένετο μάντις ἐγγαστρίμυθος. Φώκου ἔρανο ς : κατὰ τῶν εὐωχίαν συναγόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. |
| 2 23 [5] | Φῶκος γὰρ τὴν θυγατέρα ἔχων ἐπίγαμον, πολλῶν αὐτὴν μνηστευομένων, ἐράνους συνῆγεν ἑστιῶν τοὺς μνηστῆρας, καὶ ἀνεβάλλετο τὸν γάμον. ὀργισθέντες οὖν ἐκεῖνοι ἐν τῷ συμποσίῳ ἀπέκτειναν τὸν Φῶκον. Τὸ Πέρδικος σκέλο ς : ὁ Πέρδιξ κάπηλος Ἀθήνησι χωλὸς, καὶ κωμῳδούμενος ἐπὶ χωλότητι. |
| 2 25 | Οὐχ ἡ Γλαύκου τέχν η : ἐπὶ τῶν εὖ εἰργασμένων καὶ δυςκατανοήτων. Γλαῦκος γάρ τις ἐγένετο Σάμιος δημιουργὸς, ὃς πρῶτος σιδήρου κόλλησιν ἐξεῦρεν. Ὡς τῶν Ἀργείων ἀσπίδα καθελὼν σεμνύνετα ι : λόχον φασὶν εἶναι ἐν Ἄργει ἀσπίδα καλούμενον ἐκ νέων πάνυ ἀκμαζόντων. |
| 2 27 [5] | Ἀμαλθείας κέρα ς : ἡ Ῥέα τεκοῦσα τὸν Δία ἔδωκεν Ἀμαλθείᾳ τρέφειν· ἡ δὲ οὐκ ἔχουσα γάλα, αἰγὶ ὑπέβαλεν αὐτόν. ὅθεν Αἰγίοχος ἐκλήθη. ὁ τοίνυν Ζεὺς τὴν μὲν αἶγα κατηστέρισε· τὸ δὲ ἕτερον τῶν κεράτων αὐτῆς ἀφελὼν παρέσχε τῇ Ἀμαλθείᾳ, παρασκευάσας γίγνεσθαι αὐτῇ ὃ ἂν παρὰ τοῦ κέρατος αἰτήσειε. ὅθεν τοὺς εὐδαίμονάς φασιν Ἀμαλθείας κέρας ἔχειν. Ἀφύας πῦ ρ : ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων. |
| 2 28 | τὴν γὰρ ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει. Ἀεί τις ἐν Κύδωνο ς : ἐπὶ τῶν φιλοφρόνως καταδεχομένων τοὺς ξένους. |
| 2 29 | ἀπὸ Κύδωνος Κορινθίου φιλοξένως διατεθέντος. Τί οὐ γενήσῃ ἰὼν εἰς Ἀρβέλα ς : Ἀρβέλαι πόλισμα Σικελῶν, εὐεξαπάτητοι δοκοῦντες οἱ ἐνοικοῦντες εἶναι. |
| 2 31 | Ἐν Τεμέσῃ ἥρω ς : ὅτ’ ἀπαιτῶν τις αὐτὸς ὕστερον προςοφείλων εὑρεθῇ, ὁ ἐν Τεμέσῃ γέγονεν ἥρως. Πλουτάρχου παροιμία ι , αἷς Ἀλεξανδρεῖς ἐχρῶντ ο . |