eul_wid: afu-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Warrior's Life and Wine by Archilochus of Paros

"Warrior's Life and Wine" is a modern descriptive title for the collected poetic fragments of the 7th-century BCE Greek poet Archilochus of Paros. The designation refers not to a single, unified work but to a compilation of 464 surviving passages, originally composed in various metres including iambics and elegiacs. These fragments, preserved through quotations by later ancient authors and on papyrus scraps discovered in Egypt, represent only a fraction of his original output; no complete poem survives. Archilochus wrote during a period of intense Greek colonization, and his poetry, likely performed for live audiences at symposia, covers a wide range of personal and social themes. His verses move from the harsh realities of a soldier's life and sharp, often satirical invective to the pleasures of wine and fellowship at drinking parties. In stark contrast to the heroic ideals of contemporary epic poetry, his work is intensely personal and autobiographical. A famous fragment in which the speaker admits to throwing away his shield in battle to save his own life reads as a deliberate and transgressive rejection of the traditional aristocratic warrior code, reflecting instead the pragmatic values of the emerging common citizen.

εἰμὶ δʼ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος
καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος,
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δʼ οἶνος
Ἰσμαρικός· πίνω δʼ ἐν δορὶ κεκλιμένος.
οὔτοι πόλλʼ ἐπὶ τόξα τανύσσεται, οὐδὲ θαμειαὶ
σφενδόναι, εὖτʼ ἂν δὴ μῶλον Ἄρης συνάγῃ
ἐν πεδίῳ· ξιφέων δὲ πολύστονον ἔσσεται ἔργον·
ταύτης γὰρ κεῖνοι δάμονές εἰσι μάχης
δεσπόται Εὐβοίης δουρικλυτοί.
…
φρα …
ξεινοι …
δεῖπνον δʼ ου …
οὔτʼ ἐμοὶ ωσαῖ …
ἀλλʼ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς
φοίτα καὶ κοίλων πώματʼ ἄφελκε κάδων,
ἄγρει δʼ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός· οὐδὲ γὰρ ἡμεῖς
νηφέμεν ἐν φυλακῇ τῇδε δυνησόμεθα.
ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ,
ἔντος ἀμώμητον, κάλλιπον οὐκ ἐθέλων·
αὐτὸν δʼ ἐξεσάωσα. τί μοι μέλει ἀσπὶς ἐκείνη;
ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω.
ξείνια δυσμενέσιν λυγρὰ χαριζόμενοι,
πολλὰ δʼ ἐυπλοκάμου πολιῆς ἁλὸς ἐν πελάγεσσι
θεσσάμενοι γλυκερὸν νόστον
[ ]ν..ετ̣ο̣π̣[
[ ]ε̣λιπε̣ν [
[ ]ώ̣λεσενα.[
[ ]μ̣ένους [
[ ]νοεσσα[
[ ]εα.
[ ]ν φίλον[
[ ]μ̣ενος [
[ ]νασικε̣[
εἰ κείνου κεφαλὴν καὶ χαρίεντα⸥ μέλε͜α [
Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν⸥ ἀμφεπονήθη⸤
[ ].ασας [
[ ]ς· αλλάτ[
[ ]η [
[ ]δ̣απο.[
[ ]ο̣λ..ν [
[ ]τα̣ρ̣[
[ ].(.)[
[ ]εμ..
[ ]θια δέ σφε͜ας
[ ]ς
]ἐξα̣πίνης γὰρ
[ ]ανος
[ ]α̣ γυναικῶν
[ ]
[ ].α̣ρηος
[ ].[
οὔτέ τι γὰρ κλαίων ἰήσομαι, οὔτε κάκιον
θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων.
κρύπτομεν ἀνιηρὰ Ποσειδάωνος ἄνακτος
δῶρα.
κήδεα μὲν στονόεντα Περίκλεες οὔτέ τις ἀστῶν
μεμφόμενος θαλίῃς τέρψεται οὐδὲ πόλις·
τοίους γὰρ κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
ἔκλυσεν, οἰδαλέους δʼ ἀμφʼ ὀδύνῃς ἔχομεν
πνεύμονας. ἀλλὰ θεοὶ γὰρ ἀνηκέστοισι κακοῖσιν
ὦ φίλʼ ἐπὶ κρατερὴν τλημοσύνην ἔθεσαν
φάρμακον. ἄλλοτε ἄλλος ἔχει τόδε· νῦν μὲν ἐς ἡμέας
ἐτράπεθʼ, αἱματόεν δʼ ἕλκος ἀναστένομεν,
ἐξαῦτις δʼ ἑτέρους ἐπαμείψεται. ἀλλὰ τάχιστα
τλῆτε, γυναικεῖον πένθος ἀπωσάμενοι.
Αἰσιμίδη, δήμου μὲν ἐπίρρησιν μελεδαίνων
οὐδεὶς ἂν μάλα πόλλʼ ἱμερόεντα πάθοι.
Γλαῦκʼ, ἐπίκουρος ἀνὴρ τόσσον φίλος ἔσκε μάχηται,
πάντα Τύχη καὶ Μοῖρα Περίκλεες ἀνδρὶ δίδωσιν.
πάντα πόνος τεύχει θνητοῖς μελέτη τε βροτείη.
παῖδʼ Ἄρεω μιηφόνου.
«οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει,
οὐδʼ εἷλέ πώ με ζῆλος, οὐδʼ ἀγαίομαι
θεῶν ἔργα, μεγάλης δʼ οὐκ ἐρέω τυραννίδος·
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.»
κλαίω τὰ Θασίων, οὐ τὰ Μαγνήτων κακά.
ἥδε δʼ ὥστʼ ὄνου ῥάχις
ἕστηκεν ὕλης ἀγρίης ἐπιστεφής,
οὐ γάρ τι καλὸς χῶρος οὐδʼ ἐφίμερος
οὐδʼ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.
…
…
… ις … ν …
… γει …
… γὰρ ἐργματ …
… ιχα … ω …
… ρ … βα … δε … ρ ἠμειβόμην·
«γύναι, φάτιν μὲν τὴν πρὸς ἀνθρώπων κακὴν
μὴ τετραμήνηις μηδέν· ἀμφὶ δʼ εὐφρόνῃ,
ἐμοὶ μελήσει· θυμὸν ἵλαον τίθεο. …
ἐς τοῦτο δή τοι τῆς ἀνολβίης δοκέω
ἥκειν; ἀνήρ τοι δειλὸς ἆρʼ ἐφαινόμην,
οὐδʼ οἷός εἰμʼ ἐγὼ οὗτος οὐδʼ οἵων ἄπο.
ἐπίσταμαί τοι τὸν φιλέοντα μὲν φιλεῖν,
τὸν δʼ ἐχθρὸν ἐχθαίρειν τε καὶ κακο
μύρμηξ. λόγῳ νυν τῷδʼ ἀληθείη πάρα.
πόλιν δὲ ταύτην … α … ἐπιστρέφεαι
οὔτοι ποτʼ ἄνδρες ἐξεπόρθησαν, σὺ δὲ
νῦν εἷλες αἰχμῇ καὶ μέγʼ ἐξήρω κλέος.
κείνης ἄνασσε καὶ τυραννίην ἔχε·
πολλοῖσί θην ζηλωτὸς ἀνθρώπων ἔσεαι.»
[ ]νη̣ῒ σὺν σ̣μι̣κρῇ μέγαν
πόντον ]περήσας ἦλθες ἐκ Γορτυνίης
[ ]..ο̣τ̣η̣τ̣.γ̣.π̣εστά̣θη⟦ν̣⟧
[ ]κ̣αὶ τόδʼ ἁρπα̣λ̣ίζομαι
[ ]κρη̣γύης ἀφίκ[
[ ]λ̣μοισιν εξ̣[.......].ς
[ ]χ̣ειρα καὶ π[..]εστ̣[ά]θη̣ς̣
[ ]ου̣σας· φ̣ορτίων δέ μοι μέλε̣ι̣
[ ].ος εἰτʼ ἀπώλετο
[ ]ν ἐστι̣ μηχανή
[ δʼ ἂν ]ἄλλο̣ν̣ οὔτινʼ εὑροίμην ἐγώ
[ εἰ ]σὲ̣ κῦμʼ ἁλὸς κατέκλυσεν
ἢ ].ν χερσὶν αἰχμη̣τέ͜ων ὕπο
[ ]ἥβην ἀγλαὴν ἀπώλ̣ε̣σ̣ας.
νῦν δʼ ]θεῖ̣ καί σε θε͜[ὸς ]ἐρρύσατο
[ ].[.]. κἀ̣μὲ̣ μουνωθέντʼ ἰδ..
[ ]ν̣, ἐν ζόφῳ δὲ κείμενος[
[ αὖτις ]ἐ̣ς φάος κατεστάθην.
… τις ἀνθρώπου φυή,
ἀλλʼ ἄλλος ἄλλῳ καρδίην ἰαίνεται.
… τ … μελησα … σάθη
… ε βουκόλῳ Φαλ … ιωι.
τοῦτʼ οὔτις ἄλλος μάντις ἀλλʼ ἐγ ε ἶπέ σοι·
… γάρ μοι Ζεὺς πατὴρ Ὀλυμπίων
… ἔθηκε κἀγαθὸν μετʼ ἀνδράσι
… οὐδʼ ἂν Εὐρύμας διαψέγοι
πολ̣.[
νο̣.ς̣[.].[
φθ̣.....[.].[
χε̣ρ̣ς̣.....[
ὦναξ Ἄπολλον⸤, καὶ σὺ τοὺς μὲν αἰτίους
πήμαινε ⸤καί σφας ὄλλυʼ ὥσπερ ὀλλύεις,
ἡμέ͜α̣ς̣ δ̣ὲ̣ .[
.]υτ̣....[
.]αι.υ̣ζ̣αν[
..... δʼ ἰδ̣[
⸏αμ̣υ[..]..[
λ̣.[.]ε̣.[..].[
καὶ̣ [..]μβαλ[
..]ν̣.δεκ̣[.].[
.].....[
[ ]η̣ν̣[
[ ].[ ] [
[ ]εται
[ ]δ̣έ με
[ ]ύξεαι·
[ ].φέρειν
[]ω̣τέρω·
[ ]ι̣ῶν δ̣ʼ ὕπο
[ ].ν̣α̣[.]ον
[ ]ί̣ζε̣α̣[ι]
[ ]νημ̣ένος
[ ]ἐξερ̣ύκομαι
[ ]..νδεσε̣..[´̣.].[
[ ]ν̣ε̣ι χ̣άρις
[ ]ω̣ν̣[.]δου
[ ]..[
[ ]δος̣
[ ]ε̣ς̣ με σ̣ύ̣
[ ]α.κ̣εο
[ ]λ̣ε̣ες·
[ ]
[ ]ελος
[ ]μ̣ελει·
[ ]νέπει
[ ]ος
[ ]μ̣ενος·
[ ].άδη
[ ]
[ ].[].υε·
[ ]μ̣ε̣ω̣ν̣ ἴδῃ
[ ]τ̣ου ῥ̣έ̣π̣ε[
[]δι̣κηρ̣ίλ̣ην̣[
[ ]ι̣σ̣ε̣κγ̣ύ.ω̣[
[ ]..[.]ό...[
[ ]..[
[ ].α̣[.].φ̣[..]ο̣[
[ ]η⟦δ⟧αρθ̣μ̣ιάδε͜ω
[ ]σ̣ευδ̣α̣νοσκακ̣.ν̣
[ ]α̣ρ̣της γάρ εἰς·
ἀνθρώπων ἔτι
[ ]λ̣αντ̣ί̣δη
[]ειδʼ ὅπῃ δύν̣ε͜[αι
[ ]θαυμ̣α̣στός εἰς
ἔχουσα θαλλὸν μυρσίνης ἐτέρπετο
ῥοδῆς τε καλὸν ἄνθος.
ἡ δέ οἱ κόμη
ὤμους κατεσκίαζε καὶ μετάφρενα.
διὲξ τὸ μύρτον,
ἀμισθὶ γάρ σε πάμπαν οὐ διάξομεν.
βοῦς ἐστιν ἥμιν ἐργάτης ἐν οἰκίῃ,
κορωνός, ἔργων ἴδρις, οὐδαρ
πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ
τοῖον γὰρ αὐλὴν ἕρκος ἀμφιδέδρομεν.
οἴην Λυκάμβεω παῖδα τὴν ὑπερτέρην,
παρδακὸν δʼ ἐπείσιον.
κηρύλος
πέτρης ἐπὶ προβλῆτος ἀπτερύσσετο.
ὥσπερ αὐλῷ βρῦτον ἢ Θρέιξ ἀνὴρ
ἢ Φρὺξ ἔμυζε· κύβδα δʼ ἦν πονεομένη.
ἡ δέ οἱ σάθη
ὥστʼ ὄνου Πριηνέως
κήλωνος ἐπλήμυρεν ὀτρυγηφάγου.
πολλὸς δʼ ἀφρὸς ἦν περὶ στόμα.
κύψαντες ὕβριν ἁθρόην ἀπέφλυσαν.
διὲξ σωλῆνος εἰς ἄγγος,
.]ε̣ παρθέν̣οι
θυρέ͜ων ἀπεστύπαζο̣ν.
]...[]...[
δαι̣τ̣α̣.μενη̣[
μαπ̣.(.)εκα̣ρ̣.[
εξης̣[.].α̣[
τροφὸ.ς κα̣τ̣.[ ⸤ἐσμυριχμένας κόμην
καὶ στῆθος, ⸤ὡς ἂν καὶ γέρων ἠράσσατο.
ὦ Γλαῦ̣κ̣.[
αι̣[.]῝̣σ̣ς̣.[
ισα̣[
π..[
ὁμο̣φ̣ρον[
λα....[
λα..μ̣[
τῐν̣ε.[
ἔρχ̣[ε.]θ[
τη̣.[
προ.[ ].[
ἐβουλό̣μ̣η̣ν[
ἀ̣παγγε̣λ̣ου[
ψιῇσιν[
φοι̣τᾶν· ε̣π̣[
πᾶσαι .ε̣.[
ἔρδει̣ν· ατ̣[
φαιν[.].ιν̣[
ἀκάτι̣α̣· κ̣αὶ β[
(καὶ πολλὸς ελ[
πολλῶν ἄι[
ὑ..ον π̣υθ̣[
κ̣[.].π̣απ̣[
.].εσθεδ̣[
πρόσε[
ἐγὼ μ̣[
.(.)α̣λ̣[
πινε[
ὅτι φρον[
γυνὴ τ̣[
ἔχθιστε̣[
καὶ πατ̣[
φιλῆτα νύκτωρ⸤ περὶ πόλιν πωλε͜ομένῳ·
οὔτʼ ὦ[
επ[
[ ]..α̣ν κ̣αι̣[
[ ]. καλὸν δη[
[ ].φρ̣ασ⟦σ̣⟧αν̣[
[]...και[
[].[ ]σ̣κλα̣.[
.(.)]δῆμα[
.(.)]ξεις· αν[
]τῷ νῦν ε.[
π̣νοαὶ φε̣ρ̣[
.]νοισι τε̣ρ̣[
]το̣ιῶνδʼ ἐρετ̣[
...(.)]δʼ ἂν σε̣[
[ ]νελα̣[
[ ]ειν ζ[
[]κου[.]ὲ[
[].[
[]νυκ̣τ̣[
[]σεχθο.[
[ ]νυντ̣[
[ ]μεν ἡλι̣[
[ ]ιδε μὲν δυ[
[ ]δʼ ἐγὼ γεραιτ̣ερ[
[ ].ν.[.].ς ἐδεξάμην[
[ ]αὐχένʼ· ἥδε δʼ αζ[
[ ]ν̣ δὲ δὴ πειρ̣ήσεται·[
[ ]ἄ̣λλο̣τʼ ὦ καχ[.....]ε̣
]Λυκάμ̣βα· μηδεμ̣[.]γουν[
[ ]ειε· λωβητ[.]ν̣ πυθ[
[ ]κακ[]. φαι[
[ ]ν λύρην π[
[ ]οσεστι φιλ[
[ ]θα· τηνδ[
[ ]υσεβουλο[
[ ]δε παρθέ̣ν[
[ ]χε και μ[
[ ].μοσω.[
[ ]χ̣ε̣ξ[
… σπο …
… θαπ …
… μεμ …
… τι …
[ ]α̣στ[
[ ]τος̣[
[ ]δα[
[ ]ατα[
[]λα[.]ι̣φ[
[]μαχλ[
[ ].πατ̣[
[ ]μ̣οιπ̣[
[ ]ειλ̣[
[]τ̣αφρος αμ̣[
[]κ̣ται πᾶσα· φ̣ι̣[
[ ]ἀ̣γρίουσκι[
[ ]ασα μαιν[
[ ]κεωσαγ.[
[ ]υνον̣η̣[
Δωτ̣άδε͜ω π̣ατρ̣[
[]π̣άντα δʼ ἠείδει[
[ ]ραφεῖσα· τὰ̣[
[ ]μεην·
[ ]ψ̣ιος
[ ].[ ]
[ ]αμαι
[ ]γ̣ίνετ̣α̣ι[ ...]θυμίη̣ς̣
[ ]διατελε̣[..]προσω[.....]ε̣
[ ]τ̣ε̣ δηιων[....]ρ̣θ̣[
[ ]οὐ̣κ ἀποτρ[
[ ]τέχνην πᾶσαν[
[ ]ὀφρύκνηστ̣ο̣ν[
.....]ν ἐμε͜ωυτο̣[
ᾄδων⸥ ὑπʼ αὐλητῆρος⸤
[].ς· ουτ[
[ ]ὲλη[
..]λ̣ημαλι̣[
...]ρων λυκ[
..]α̣σῃ π[
...]ν̣εοι[
..].αιδα[
ὦ ]τρισμακάριος[ ὅστις
]τοιαῦτα τέκνα[
.....]ἐφευρο[
[ ]ν̣.[
[ ]υ̣ρ̣ι̣λ[
[ ]ν̣αικ[
[ ].[..]῀[
[ ].[
[ ]τ̣ί μεμ[
[].ιμελο̣[
[ ]⟦ε̣⟧ι̣[
[]α̣υτ.[
[ ].α̣ο.[
[ ]εμ̣[
[ ]χ̣ρο[
[ ]κ̣[
[ ]σα[·].[
[]ω̣κελη[
[ ]υ̣φος[
[ ]κ̣άν[
[ ].ρ̣ο[
… ισα …
χα …
λκα …
αιμ …
… ιητρ …
μηρῶν μεταξύ,
[ ].τομηι
[ ]λήσομαι·
ἐσθλὴν γὰρ ἄλλην οἶδα ⸥τοιούτου φυτοῦ
ἴησιν⸥ ]δοκέ͜ω·
[ ]κακά·
[ ]ἐπίφρασαι·
[ ]ήσομαι·
[ ]ου λίνου
[ ]ταθ̣η
[ ]ν†μενοινιω[
[ ].ε̣ισιω[
[ ]α̣..σ̣ε̣.[
[ ].[
....]αψει[
...]θ̣α̣ισ̣ε̣τ̣η̣[
....].ισοιτ[
]οὐδʼ ἄν ποτ[
]οὕ̣τω περις[
]ἐγ̣ὼ δεχωρι̣[
..].[.]ο̣ισιν [
…
… ινα …
… μηχο …
… σελα …
[ ]νον[
[ ]με̣[
[].αι̣φρο[
[]νουσες[
[]αιμων[
[]λ̣απηχ[
[ ]ι̣ηρα[
[(–)ο]λβιος[
[ ]ε̣.[
… Λυκαμβ
… ντιδ …
… ωρ συν
… πυ …
[].[.]στ.[
[]άδαι̣τ̣ρ̣.[
[ ]ιεν·[
[].....[
[].ο̣ρ..π̣η̣[
[ ]νυ̣ν̣ δεπ̣[
[ ].ο̣υ̣λ̣ομ̣αι.[
[ ].υνομη̣..[
[ ].νογ̣δ.[.].δ̣[
[ ]...ως.υ̣νοι.[
[ ]νη̣γ̣η̣σ̣ομ̣.[
[ ].[.]λ̣λερημιη[
[ ]...⟦ον⟧ []αμειψομ̣[
[ ]αμφιδα̣δ[
[ ].ιμεν..[
[ ]τεχη̣[
[ ]η[
[]μαλθ̣[
[ ].ραδ[
… λαυ …
φωμ …
… αιγλη …
… κα …
μ …
φοιτ …
ἅτ …
εξε …
εβ …
εβυ …
ἰθαγεν
ἤια τ …
ἰθαγεν
ῆτ …
… ες ἀντίον …
… υμιη …
… ευ …
[ ]..[
[ ].κ̣[.]ηδ[
[]ε̣ τήνδε δʼα̣[
[ ]π̣[..]χετα[ι
[ ]εθων
[ ]ακ̣[..]ρίης
[ ]νώξυνες σάθης
[ ]η̣ν ἐ̣γὼ δίκη̣ν
[ ]οσεστάθης
[].οισιν ἤρκ̣εσας·
[ ]μ̣ελ̣ες ἀρκέσειν
[ ]. ἐλάγχανες
[ ].ματι·
[ ]θ̣ενειάδη[ ]
εκαλλυνα̣ς πόλιν[
[ ]α γὰρ φρονεῖς[
[ ].ϊζ̣ο̣[
[ ]ο.[
… δη …
… πε …
[ ]σ̣ι̣.[
[]διο.[
[].[
[]..[
= = = =
[]ι̣ν̣αιησ̣ε̣[
[]η̣σδιο̣υσμ[
[].[.]ξυνωρ̣[
[ ].[
[ ]μ̣[
[].τ̣[.]...[
[ ]ωναθ̣[
[ ]τ̣ιν·ουδ[
[ ]υ̣νς̣[
[ ]λ̣λ̣[.].[
[]ξ̣α̣ν ς..[
Ἐρξίη, πῇ δηὖτʼ ἄνολβος ἁθροίζεται στρατός;
⸏τ̣ῆς νῦν π̣ά̣ντες[
ἀμφικαπνίουσιν̣[
νηυσίν, ὀξεῖαι δ[
δηΐων, αὐαίνετ̣αι[ δέ
ἡλίῳ, θράσος τε[
οἳ μέγʼ ἱμείροντες[
Ναξίων δῦναι φ.[
καὶ φυτῶν τομὴν[
ἄνδρες ἴσχουσιν[
τοῦτό κεν λεῲ μ[
ὡς ἀμηνιτεὶ παρη̣[
καὶ κασιγνήτων .[
τέ͜ων ἀπέθρισαν̣[
ἤριπεν πληγῇσιδ̣[
ταῦτά μοι θυμὸς[
⸏νειόθεν .ο̣β̣..δ̣ε̣[
⸏ἀλλʼ ὅμως θανον[
γνῶθί νυν, εἴ τοι[
ῥήμαθʼ ὃς μέλλει[
οἱ μὲν ἐν Θάσῳ .[
⸏καὶ Τορωναίη̣ν[
οἱ δʼ ἐν ὠκείῃσι[ ( ) νηυσι
και...ἐ̣κ̣ Π̣ά̣ρ̣ο̣υ̣ τ̣[
καὶ κασ̣ιγν̣η̣τ[
θυμὸς αλ.[
πῦρ ὃ δὴ νῦν ἀμ̣φι.[
ἐν προαστίῳ κε̣[
γῆν ἀεικίζουσιν[
Ἐρξίη, καταδραμ[
τῶ ʼς ὁδὸν στελλ[
μηδὲ δεξιοὺς επ[
[ ]ον παθεῖν
[ ]νή̣πιοι φρένα
[ ]τ̣ʼ ἀκήρατος
[ ]σ̣ημάντορες
[ ]αἰχμητὴς ἐών
[ ]ε̣υμενος·
[ ]δρης τελεῖν
[ ]ομνύων, ὅτε
[ ]ν ἀκούσεαι
[ ]αν̣τίον·
[ ]πολει·
[ ]έχειν
[ ]σμενος
[ μηδʼ ὁ ⸥Ταν̣τάλ̣ου λ̣ί̣θος
τῆσδʼ ὑπὲρ νήσου κρεμάσθω⸥ ]·.ς ἔχων
[ ]μεθα
[ ]β̣[ ]υ̣ρι
[ ]
[ ]υ̣[...]
[ ]ας
[ ]
[ ]
[ ]
π̣αντ̣[.....]η̣νες γεν̣έ̣σ̣θ̣α̣ι̣[
φαίνομαι[ ..]τ̣ωνδʼ εν.μ.[
εἰ γὰρ ω[........]..ν μ.[.]...[
χωρὶ̣.ς α̣[.....]ν̣π̣ε̣..α̣..ζ̣[
συνια[....]ω̣.ιων[..]...α̣.[
ειτο̣δ̣[.]υ̣[.].(.)ο̣ν̣.(.)νε̣θ̣ε̣ι̣μ̣...[
ἐς μ̣έ̣σ̣ο̣ν̣, τ̣ά̣λ̣α̣ν̣τ̣α δ̣ὲ Ζε̣ὺ̣ς ε̣χ̣[
μήτε τῶν̣ καινῶν μετω̣π̣ασμ[
γῆ φόνῳ χ̣λ̣κ̣.ο̣ν̣δ̣ενη̣ε̣δ̣[
(.)α̣τ̣ε̣οφε̣ζ̣ε̣α̣μ̣⟦ω̣⟧...τ̣ε̣..[.]δ̣[
ε̣γ̣δ̣α̣γ̣α̣.μ̣.ε̣ι̣...τ̣.νω...[
με̣θ̣ʼ ἑ̣δ̣α̣ν̣ῶ̣ν̣.......ν[
πασ̣α̣τ̣........τ̣ωνα̣[.]..[
τ̣...........λ̣α̣ς̣.....[
....................[
...τω̣..[...]τ̣...τουργ̣..[
...τ̣...[.]........[.]..[
.]..[....].[...]...α̣δ̣ε̣ Ζε̣υ̣ς̣.[
α̣ς ἐρ̣ι̣κ̣τυ̣π̣[.]........[
η̣δ̣ε̣ο̣δ̣...[....].α̣τ̣..[
..]τ̣α Θά̣σ̣ι̣α̣[.].......[..].[
ε̣[.].δ̣[.]...ε̣ι̣[....].ε̣α̣.[
σ̣ῶ̣ζ̣ε̣ν̣ η μεθ̣[..]..τ̣[
]α̣τ..φυλ[ –⏑–
τ̣ο.[ ⏑–×–⏑ ]σαι..ι̣...θο̣..υ̣ παρ̣α[ ⏑–
– ]τροφα̣[ ×–⏑– ]εκεμ̣[..]ο.[....]μ̣εν
ωντολα.[ × ]ει̣π̣εα̣ς̣[...×]ι̣ω̣ν̣ πάις Πεισιστράτου
ἄνδρας ..(.)ωλ̣ε̣ῦ̣ν̣τ̣ας αὐλὸν καὶ λύρην ἀνήγαγεν
ἐς Θάσον κ̣υ̣σὶ̣ Θρέιξιν δῶρʼ ἔχων ἀκήρατον
χρυσόν, οἰκείῳ δὲ κέρδει ξύνʼ ἐποίησαν κακά—
τῶν δʼ Ἀθηναίη μάχῃ
ἵλαος παρασταθεῖσα παῖς ἐρικτύπου Διὸς
καρδίην ὤρινεν αὐτῆς τῆς πολυκλαύτου λεώ
… υτων … αλλα κείνης ἡμέρης ἐπὶ χθόνα
ἄλλον ἤεισεν· τόσους γὰρ ἐξεχώρησεν γύας
νηλε … παντος· ἀλλὰ θεῶν Ὀλυμπίων νόῳ
νη …
–⏑–×–⏑–
[ ]δʼ ἐπὶ στρατ..[
νῦν ἐεργμέν.[
πημε̣σωσερ.[ ]μενος
ἀλκίμω.[ ]ται.
Γλαῦκε, τίς σε θε͜ῶν ]νόον
καὶ φρένας τρέψ̣ας[
γῆς ἐπιμνήσαιο τῆσδε[
]δεινὰ τολμήσας με.[
[ ]αν εἷλες αἰχμῇ καὶ .[
–⏑– ]τ̣ι̣η̣σ̣ι̣ δειν[
[ ]μεταξὺ .[
[ ]σὺν δεμ̣[
[ ]. ἀμφις̣[
[ ]ων̣ δούρατʼ ἐκπ[
[ ]ε τῶν δεδαμν[
[ ]Ἀθηναίη Διός
ἀμφ[ ]εσαν προ[...]τρικ[
[ ].το πύργος ἀμφα[ –⏑–
[ ].. ἐκ λίθων εδε[
[ ]ε[.] αὐτοὶ Λεσβίω[
–⏑–⁝–]ν δʼ ἀμφ̣ιθέντες χερσὶν ο[
–⏑–× ]ων ἐσο[.(.)]σει̣ Ζεὺς Ὀλυμπίων[ πατήρ
[ ]η̣[.]σιν θοῇσι πημονὴν ἐπήγομ̣εν[
[ ]οτʼ ἀμφὶ πύργον ἔστασαν πονε͜[όμενοι
κλίμακας, ]μέγαν δʼ ἔθεντο θυμὸν ἀμφε̣[
[ ].με[..(.)]η̣ρ.ν εἱμένη καλ[
[ ]αμειπτή· πολλὰ δʼ ἐρρυ̣[
[ ]φαρέτραι δ̣ʼ ο̣ὐκέτ̣.κ̣ρυ[
[ ]σανιῶν· οιδεπε[
[ ]ντες ἶνας καὶ ταν̣[
[ ]υ..[
[ ]ω̣.[
[ ]ο̣ν β[
[].κιδε[
[]α̣ιβε̣[
[ ].ῃ̣.[
[]ηνουδʼ επ.[
ἑπτὰ γὰρ νεκρῶν πεσόντων, οὓς ἐμάρψαμεν ποσίν,
χείλιοι φονῆές εἰμεν,
Πανελλήνων ὀϊζὺς ἐς Θάσον συνέδραμεν.
[ ]νερ.[
[]ες Θάς̣[
[ ]λ̣οῦτ̣[
]ρι̣ς̣..[
]ς Θάσον κ[
]ν ἄνα στ̣[
Γλαῦχʼ, ὅρα· βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεται
πόντος, ἀμφὶ δʼ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος,
σῆμα χειμῶνος, κιχάνει δʼ ἐξ ἀελπτίης φόβος.
… νται νῆες ἐν πόντῳ θοαί
… πολλὸν δʼ ἱστίων ὑφώμεθα
λύσαντες ὅπλα νηός· οὐρίην δʼ ἔχε
… ρους, ὄφρα σεο μεμνεώμεθα
… ἄπισχε, μηδὲ τοῦτον ἐμβάλῃς
… ν ἵσταται κυκώμενον
… χης· ἀλλὰ σὺ προμήθεσαι
… υμος
ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ
ὀξὺς ἐλλάμπων·
κλῦθʼ ἄναξ Ἥφαιστε, καί μοι σύμμαχος γουνουμένῳ
ἵλαος γενέο, χαρίζεο δʼ οἷά περ χαρίζεαι,
ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ συνίετε
ῥήματα.
ἔρξω· ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποις Ἄρης.
καὶ νέους θάρσυνε· νίκης δʼ ἐν θεοῖσι πείρατα.
[ ].[ ].[ ].[.].ασ̣δ̣ι̣.[.]...
[ ]η̣ρ̣ας· ἔ̣λπομαι γάρ, ἔλπομαι
[ ἀ]νόλβ̣ο̣[ι].ς ἀμφαϋτήσει στρατός
[ ].α̣γ̣γ̣ες̣ κο̣ι̣τ̣ον ἀρκαδοσσονον
[ ].α̣, πολλὰ̣ δ̣ʼ ἔλπ̣ονται νέοι
[ ].α· διὰ πόλιν Κουροτρόφος
[ ]τα̣τ̣α[]ε̣θ̣.....α̣ε̣ι̣σ̣ε̣ται
[ ]....ν̣...α̣ν̣ ἀ̣γκάσ̣ε͜αι
[]τ̣ο̣ι̣γ̣ε̣ι̣.[ | ]...το̣ν̣οχ̣λο̣·β̣η̣τ̣ε̣τ̣αι̣
[ ]ν· τέ̣͜ῳ προσέρχε̣τ̣α̣ι̣ [.]ε̣θ̣ε̣
[ ]ως Ἀφροδίτῃ 〈δὴ〉 φίλος
[ ]χων ἅτʼ ὄλβιος
[ ]ερον[
[ ]..[.].[
[ ]..[
–⏑(–×) ]ρον δεδης̣.[
ου̣[ ⏑(–×–) ].[.]ἀ̣νδρος πε̣[
χ̣η̣[.].[ ]..δ[ ]ε̣π[
κ̣α̣[.]..[......]..[.]τ̣.φ̣[..]δ̣ι̣τ̣[
ἀρχὸς εὖ μα̣θ̣ὼν̣ ἄ̣κοντι τ[
πειρέαι; λίην λιάζεις κυρ̣[
ἴσθί νυν, τάδʼ ἴσθι̣...γ̣γ̣ο̣[
οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον
οὐδὲ βοστρύχοισι γαῦρον οὐδʼ ὑπεξυρημένον,
ἀλλά μοι σμικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖν
ῥοικός, ἀσφαλέως βεβηκὼς ποσσί, καρδίης πλέως.
νῦν δὲ Λεώφιλος μὲν ἄρχει, Λεωφίλου δʼ ἐπικρατεῖν,
Λεωφίλῳ δὲ πάντα κεῖται, Λεώφιλον δʼ ἄκουε.
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
τὸν κεροπλάστην ἄειδε Γλαῦκον.
εἰ γὰρ ὣς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν.
καὶ πεσεῖν δρήστην ἐπʼ ἀσκόν, κἀπὶ γαστρὶ γαστέρα
προσβαλεῖν μηρούς τε μηροῖς,
ὡς Διωνύσου ἄνακτος καλὸν ἐξάρξαι μέλος
οἶδα διθύραμβον οἴνῳ συγκεραυνωθεὶς φρένας.
αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα.
«χρημάτων ἄελπτον οὐδέν ἐστιν οὐδʼ ἀπώμοτον
οὐδὲ θαυμάσιον, ἐπειδὴ Ζεὺς πατὴρ Ὀλυμπίων
ἐκ μεσαμβρίης ἔθηκε νύκτʼ, ἀποκρύψας φάος
ἡλίου λάμποντος, λυγρὸν δʼ ἦλθʼ ἐπʼ ἀνθρώπους δέος.
ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κἀπίελπτα γίνεται
ἀνδράσιν· μηδεὶς ἔθʼ ὑμέων εἰσορέων θαυμαζέτω
μηδʼ ἐὰν δελφῖσι θῆρες ἀνταμείψωνται νομὸν
ἐνάλιον, καί σφιν θαλάσσης ἠχέεντα κύματα
φίλτερʼ ἠπείρου γένηται, τοῖσι δʼ ὑλέειν ὄρος.»
… Ἀρχηνακτίδης
… ήτου πάις …
… τύθη γάμῳ …
… αινε …
… νεῖν·
…
… ἀνδράσιν·
…
… ιηνε …
Μυκονίων δίκην.
πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ,
οὔτε τῖμον εἰσενείκας …
οὐδὲ μὲν κληθεὶς … ἦλθες οἷα δὴ φίλος,
ἀλλά σεο γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν
εἰς ἀναιδείην,
μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν,
ὣς ἐρέω.
ἓν δʼ ἐπίσταμαι μέγα,
τὸν κακῶς μʼ ἔρδοντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς.
ἤμβλακον. καί πού τινʼ ἄλλον ἥδʼ ἄτη ʼκιχήσατο.
θυμέ, θύμʼ, ἀμηχάνοισι κήδεσιν κυκώμενε,
ἀναδευ δυσμενῶν δʼ ἀλέξεο προσβαλὼν ἐναντίον
στέρνον ἐνδοκοισιν ἐχθρῶν πλησίον κατασταθεὶς
ἀσφαλέως· καὶ μήτε νικέων ἀμφάδην ἀγάλλεο,
μηδὲ νικηθεὶς ἐν οἴκῳ καταπεσὼν ὀδύρεο,
ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακοῖσιν ἀσχάλα
μὴ λίην, γίνωσκε δʼ οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.
σὺ γὰρ δὴ παρὰ φίλων ἀπάγχεαι.
τοῖς θεοῖς τʼ εἰθεῖάπαντα· πολλάκις μὲν ἐκ κακῶν
ἄνδρας ὀρθοῦσιν μελαίνῃ κειμένους ἐπὶ χθονί,
πολλάκις δʼ ἀνατρέπουσι καὶ μάλʼ εὖ βεβηκότας
ὑπτίους, κείνοις δʼ ἔπειτα πολλὰ γίνεται κακά,
καὶ βίου χρήμῃ πλανᾶται καὶ νόου παρήορος.
τοῖος ἀνθρώποισι θυμός, Γλαῦκε Λεπτίνεω πάι,
γίνεται θνητοῖς, ὁποίην Ζεὺς ἐφʼ ἡμέρην ἄγῃ.
καὶ φρονέουσι τοῖʼ ὁποίοις ἐγκυρέωσιν ἔργμασιν.
οὔτις αἰδοῖος μετʼ ἀστῶν οὐδὲ περίφημος θανὼν
γίνεται· χάριν δὲ μᾶλλον τοῦ ζοοῦ διώκομεν
οἱ ζοοί, κάκιστα δʼ αἰεὶ τῷ θανόντι γίνεται.
οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπʼ ἀνδράσιν.
… ρα
… τας
…
… υρι
… ν
…
… ην
…
…
… ς
[]α̣τουσι̣[ ].[
[]. δίκην κρι̣[
[ ]υλων[
[ ].ησδε̣[
[ ]και πυ̣[
[]ω̣ν γὰρ ο[
[ ]τεσπ̣[
[].ηι̣β̣[
[ ]χ̣ʼ ἀσπιδ[
[ ]ν ἴσην τὴν[
[ ]δ̣[..]χθεὶς ἔργον[
[]δʼ ἐστὶν οὐδεὶς τέκμ̣αρ[
[ ]ς ἔντος δηιοισεμ[
[ ]ν ἀκόντων δ̣οῦπον ου[
[ ]ε̣υ̣[.]ονα[.]ει τήνδεκαλ̣[
[ ]βων ῥήματʼ οὐκετ̣[
[ ]γ̣ὰρ οὐδὲν εἰδόσ̣ιν[ (⏑–)
[ ].[
αὐχένα σχεθών̣[
εσκευασμένο̣.[
[ ]καρτερὸν κε̣[
[ ]σ̣τ̣[.]..[ ]ον
[ ]τ̣ευμενος
[ ]ενην ἔχων
[ ].αρμονέ͜ων·
[ ]ετο·
[ ]δόμους·
[ ]..ι̣ν̣[
[].ε̣γ̣ο[
[ ]παν[
[ ]ερος·[
[].πο̣[
[ ]φατ[
[ ]κ[
[ ]ζ̣ε̣τ̣α̣ι̣
[ ]ν̣έπεις·
[ ]ν Ἰμβρίου
[ ]α̣ σχέθοι
[ ]μένου
[ ]οσως
[ ]χα
[ ]·
[ ]χρεω
[ ]εος πες[
[]ς̣ ἔλπομαι[
[ ]χρεωμ.[
[ ].ους ἕπεις
[ ].ονεῖν·
[ ]ρ̣οις ἔχων
[ ]ζετο
[ ]φ̣ρ̣.ν̣[..]·
… οιοδ …
σομαι
… θι φρονεῖ …
ποτε
… ω παθεῖν·
… άλλα τοι νέος τ …
κίνει ταλαντ
… νησμεν …
… αι τερπε …
…
–⏑ ]ας καὶ λ.[
–⏑(–) ]ορ.[
–⏑(–) ]αλλη[
–⏑– ]ν̣ μιμν[
– ]εναιδοιων[
–⏑ ]ω· κεινου[
–⏑ ]ν̣· ἐν ζοοῖσιδ[
–⏑ ]εν κακην.[
–⏑ ]η̣ς ἀλκῆς λ̣[
–⏑– ]κ̣εινον π[
–⏑– ]μ̣ενοιδ.[
[ ]῀̣σα[
[ ]μη[
[ ]μφα[
[ ]ι̣δερεις̣[
[ ]προσβαλόντες[ .]ς̣[
[].ν ξεινίων φειδοίατ̣ο[
[]ω̣ν ἁθρόοι γενοίμεθα[
[ ]σης τεύχεσιν πεφρ̣[
[ ]σφας ἀμφικουρίη λάβ̣[
[]κ̣οισι̣[
[ ]νδετιν.[
[ ]σιηγό̣σ̣ι̣ν̣[
[]δ̣ετις σι.[
… ος …
δέννος ὕβριν αρ …
… νητὴν καλλυν
… ρους ἀλκίμους …
δουλι̣.[
οὐκ ἐμ[
αλ[.]α̣ρ̣υ̣[
ει̣[
[ ].[
[]έωνυ̣[
[].φινηλ[
[]ι̣νιον φ[
[].σποδώ.[
…
… υ γαμ …
άδεω …
λιος
… ·
[ ]ν̣αιδε· τις[
–⏑– ]γυναῖκα βινέ͜ων[
[ ].ρε κεινος[
[ ]ασι·
[ ]·
[ ]ξιφε[
[ ]α̣δη̣ς·
[ ]ων
[]ε̣νοι
[ ]τ̣αθη·
[ ]·
[ ]ετοι·
[ ].ως[
… ν και …
… μερη …
… μʼ ἐλευ …
… γυναι …
… νδιος …
… πολυ …
… ν μεγα …
… δουλιο …
… εξελ …
… καη …
… κα …
… ησδεδη …
ξομεν …
[ ]τ̣ω̣.[
[].ω Διός[
[]το χθον[
[]ρ̣όου· [
[]λετο·[
[].ων[
… ἐπαρθῆναι
… φ …
ἀμείλικτον …
…
… ροστ …
]ευθύ[
].κυν[
]ημ[
… πεση …
… φ …
…
τρισοιζυρη …
[ ]εν·
[ ]ν̣ ποσι
ὤμνυε ]
[ ]. μ̣ετ̣έ͜α
[ ]ποτε[
[ ]α̣ρας[
[].με̣ς̣.[
[ ]τεγη[
[ ]η̣ράδ.[
[ ]ροʼ[
[ ]θ̣ʼαποι[
ἱμερτὴ Πάρος[
[ ].ωστρεφε̣[
[ ]αν̣θρ̣ωπα̣[
[ ].[].[
Ἐρασμονίδη Χαρίλαε,
χρῆμά τοι γελοῖον
ἐρέω, πολὺ φίλταθʼ ἑταίρων,
τέρψεαι δʼ ἀκούων.
Δήμητρί τε χεῖρας ἀνέξων
ἀστῶν δʼ οἱ μὲν κατόπισθεν
ἦσαν, οἱ δὲ πολλοί
φιλεῖν στυγνόν περ ἐόντα,
μηδὲ διαλέγεσθαι
πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε;
τίς σὰς παρήειρε φρένας
ᾗς τὸ πρὶν ἠρήρησθα; νῦν δὲ δὴ πολὺς
ἀστοῖσι φαίνεαι γέλως.
ὅρκον δʼ ἐνοσφίσθης μέγαν
ἅλας τε καὶ τράπεζαν.
αἶνός τις ἀνθρώπων ὅδε,
ὡς ἆρʼ ἀλώπηξ καἰετὸς ξυνεωνίην
ἔμειξαν,
×–⏑ ἐς ]παῖδα̣ς φέρων
[ ]δαῖτ̣α δ̣ʼ οὐ καλὴν ἐπὶ[
ὥρμησαν ]ἀπτῆνες δύο
×–⏑–× ]. γῆς ἐφʼ ὑ̣ψηλῷ π̣άγῳ[
×–⏑– ]νεοσσιῇ
×–⏑– ]προύθη̣κε̣, τ̣ὴν δ̣[ ×–⏑–
×–⏑– ].εχο.[ ⏑–
×–⏑– ]α̣δε̣..[ ⏑–×–⏑–
×–⏑–× ]φωλ̣ά̣δ[ –
ὁρᾷς ἵνʼ ἐστὶ κεῖνος ὑψηλὸς πάγος,
τρηχύς τε καὶ παλίγκοτος;
ἐν τῷ κάθηται, σὴν ἐλαφρίζων μάχην.
ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος,
σὺ δʼ ἔργʼ ἐπʼ ἀνθρώπων ὁρᾷς
λεωργὰ καὶ θεμιστά, σοὶ δὲ θηρίων
ὕβρις τε καὶ δίκη μέλει.
μή τευ μελαμπύγου τύχῃς.
προύθηκε παισὶ δεῖπνον αἰηνὲς φέρων.
πυρὸς δʼ ἐν αὐτῷ φεψάλυξ.
[ ].ω̣[
[ ]η̣ρκ̣[
[ ].τάτην[
[ ]μέ̣γʼ ἠείδει κακ̣όν[
[ φ]ρέ[ν]α.ς
[ ].δʼ ἀ̣μήχανον τ.[
[ ]ακον·
[ ].α̣ν̣ων μεμνημένο.ς[
[ ].ην̣ κλύσας
[ ]κέλ̣ε̣υθον ὠκέως διʼ αἰθέρος[
λαιψηρὰ ]κυκ̣λ̣ώ̣σας πτερά
[ ]ν̣ ἡς̣..· σὸς δὲ θυμὸς ἔλπεται
εὖτε πρὸς ἆθλα δῆμος ἡθροίζετο,
ἐν δὲ Βατουσιάδης
Σελληΐδεω
τῇ μὲν ὕδωρ ἐφόρει
δολοφρονέουσα χειρί, θἠτέρῃ δὲ πῦρ.
ἐρέω τινʼ ὕμιν αἶνον, ὦ Κηρυκίδη,
ἀχνυμένῃ σκυτάλῃ,
πίθηκος ᾔει θηρίων ἀποκριθεὶς
μοῦνος ἀνʼ ἐσχατιήν,
τῷ δʼ ἆρʼ ἀλώπηξ κερδαλῆ συνήντετο,
πυκνὸν ἔχουσα νόον.
ῥόπτρῳ ἐρειδόμενον.
ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε.
τοιόνδε δʼ ὦ πίθηκε τὸν πωγῶνʼ ἔχων κτλ.
τοιήνδε δʼ ὦ πίθηκε τὴν πυγὴν ἔχων.
οὐκέθʼ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη
ὄγμοις, κακοῦ δὲ γήραος καθαιρεῖ
πολλὰς δὲ τυφλὰς ἐγχέλυς ἐδέξω.
καὶ βήσσας ὀρέων δυσπαιπάλους, οἷος ἦν ἐφʼ ἥβης.
τοῖος γὰρ φιλότητος ἔρως ὑπὸ καρδίην ἐλυσθεὶς
πολλὴν κατʼ ἀχλὺν ὀμμάτων ἔχευεν,
κλέψας ἐκ στηθέων ἁπαλὰς φρένας.
πεντήκοντʼ ἀνδρῶν λίπε Κοίρανον ἵππιος Ποσειδέων. πεντήκοντʼ ἀνδρῶν λίπε Κοίρανον ἵππιος Ποσειδέων.
δύστηνος ἔγκειμαι πόθῳ,
ἄψυχος, χαλεπῇσι θεῶν ὀδύνῃσιν ἕκητι
πεπαρμένος διʼ ὀστέων.
ἔξωθεν ἕκαστος
ἔπινεν, ἐν δὲ βακχίη,
φαινόμενον κακὸν οἴκαδʼ ἄγεσθαι,
ἀλλά μʼ ὁ λυσιμελὴς ὦταῖρε δάμναται πόθος.
Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην.
ἐμέο δὲ κεῖνος οὐ καταπροίξεται.
πόλλʼ οἶδʼ ἀλώπηξ, ἀλλʼ ἐχῖνος ἓν μέγα.
ἔμπλην ἐμέο τε καὶ φίλου
[]ς ἕλῃς̣·
[]καρδίην δ̣ο̣.[
[].[
[]ς.[.´̣..]εμ̣[
[ ]·[
οὐκ ἂν μύροισι γρηῦς ἐοῦσʼ ἠλείφεο.
περὶ σφύρον παχεῖα, μισητὴ γυνή.
δῆμος
ἐργάτις
μυσαχνή
τίς ἆρα δαίμων, καὶ τέου χολούμενος
τρίαιναν ἐσθλὸς καὶ κυβερνήτης σοφός,
ἵστη κατʼ ἠκην κύματός τε κἀνέμου.
ψυχὰς ἔχοντες κυμάτων ἐν ἀγκάλαις.
θαλασσίην σάλπιγγα
καί μʼ οὔτʼ ἰάμβων οὔτε τερπωλέων μέλει.
καὶ δὴ ʼπίκουρος ὥστε Κὰρ κεκλήσομαι.
χαίτην ἀπʼ ὤμων ἐγκυτὶ κεκαρμένος.
μετέρχομαί σε σύμβολον ποιεόμενος.
χραίσμησε δʼ οὔτεπ …
[......(.)]. ἐμοὶ τόθʼ ἥδε γῆ χ̣[
ἐξουδένιζʼ ἔπειτα σὺν θεοῖς
ἶνας δὲ μελέων τῶν μέσων ἀπέθρισε.
τέττιγος ἐδράξω πτεροῦ
πτώσσουσαν ὥστε πέρδικα.
πάρελθε, γενναῖος γάρ εἰς.
λέως γὰρ οὐδὲν ἐφρόνεον.
ὁ δʼ Ἀσίης καρτερὸς μηλοτρόφου.
Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν
ὀξύη ʼποτᾶτο,
κακήν σφιν Ζεὺς ἔδωκεν αὐονήν.
ἀμυδρὴν χοιράδʼ ἐξαλεόμενος,
νόμος δὲ Κρητικὸς διδάσκεται.
πόδες δὴ κεῖθι τιμιώτατοι,
χολὴν γὰρ οὐκ ἔχεις ἐφʼ ἥπατι.
κέαται δʼ ἐν ἴπῳ.
φθειρσὶ μοχθίζοντα.
πῶς ἀπέπρησε σκύτα;
τρίχουλον
διαβεβοστρυχωμένον
δὶς τόση
ἥμισυ τρίτον
ὀθνέην ὁδόν.
ἀργιλιπὴς δʼ ἐφάνη.
λέγαι δὲ γυναῖκες
Καρπάθιος τὸν μάρτυρα.
μυδαλέον
ὁ Διόνυσος τ …
ουλαστυαζ …
ὄμφακες α …
σῦκα μελ …
Οἰφολίωι ερ …
ἀλλʼ ἀπερρώγασι μύκεω τένοντες.
κηλωταιδοτις̣[..(..)|.]ω̣ν ἀοιδαῖς
οὔτοι τοῦτο δυνησόμεσθα.
ὡς φαίε νῦν ἄγει τὰ θαργήλια.
ἀθαλέας τε ταύρους.
ἄνδρες ὡς ἀμφιτρίβας.
κοπάεν ξίφος
[]κ̣⟧ωντα[.]χαιρι̣[
[]ειν· παρὰ τὸ Ἀρχιλ̣όχου[
[ ]κ̣οισινα̣ι̣γ̣[
[ ]ρ̣ποκα.[
ἀζυγέα
κεῖ
μουνόκερα
πακτῶσαι
σκελήπερον
προτείνω χεῖρα καὶ προΐσσομαι.
κατʼ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ.
Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος,
καὶ τέλος αὐτὸς ἔχει.
ει …
οι …
αρ …
ὄχος γὰρ οὐδὲ τοῖσιν εὐόργοις ἔπος.
εὕδοντι δʼ αἱρεῖ κύρτος
πύγαργος
Δήμητρος ἁγνῆς καὶ Κόρης
τὴν πανήγυριν σέβων.
χρυσοέθειρ
τήνελλα καλλίνικε
χαῖρε ἄναξ Ἡράκλεις,
αὐτός τε καἰόλαος, αἰχμητὰ δύω.
ὑψηλοὺς Μεγάτιμον Ἀριστοφόωντά τε Νάξου
κίονας, ὦ μεγάλη γαῖʼ, ὑπένερθεν ἔχεις.
Ἀλκιβίη πλοκάμων ἱερὴν ἀνέθηκε καλύπτρην
Ἥρῃ, κουριδίων εὖτʼ ἐκύρησε γάμων.
σίδηρός ἐστι μοῦνος ὃν στέργει Κάπυς,
τὰ δʼ ἄλλα λῆρος ἦν ἄρʼ αὐτῷ πλὴν πέους
ὀρθοστάδην δύνοντος ἐς γλουτῶν μυχούς·
καὶ μέχρι τοῦδʼ ἐραστὴν ἀσμένως ὁρᾷ,
ἕως ὑπʼ αὐτοῦ τέρπεται κεντούμενος.
ἐπὰν δὲ λήξῃ τοῦτο, τὸν πάρος φίλον
ἀφεὶς ὀχευτὰς εὗρε νευρωδεστέρους.
ὄλοιτο τοίνυν κἀξόλοιτο, Ζεῦ, γένος
ἄπιστον ἄστοργόν τε τῶν κινουμένων.
ἴσος κιναίδου καὶ κακῆς πόρνης ὁ νοῦς·
χαίρουσιν ἄμφω λαμβάνοντες κέρματα
κινούμενοί τε καὶ διατρυπώμενοι
βινούμενοί τε καὶ διεσπεκλωμένοι
γομφούμενοί τε καὶ διασφηνώμενοι
χορδούμενοί τε καὶ κατασποδούμενοι.
ἀμφοῖν δʼ ὀχευτὴς οὐκ ἀπέχρησέν ποθʼ εἷς,
ἀλλʼ αἰὲν ἄλλο κἄλλο λασταύρων ὅλον
εἰδήνον ἐκροφοῦντες ἥδονται πέος,
πειρώμενοί τε μειζόνων καὶ πασσόνων
νεύρων, κυβιστώντων τε διφώντων θʼ ὁμοῦ
ἅπαντα τἄνδον σύν τε δῃούντων βαθὺ
δεινοῦ βερέθρου χάσμα, καὶ διαμπερὲς
μέσου προκοπτόντων παράχρις ὀμφαλοῦ.
τοιγὰρ καπρῶσα μαχλὰς ἄρδην ἐρρέτω
πασχητιώντων εὐρυπρώκτων σὺν γένει·
ἡμῖν δὲ Μουσῶν καὶ βίου σαόφρονος
μέλοι φρέαρ τε, τοῦτο γινώσκουσʼ, ὅτι
ἥδʼ ἐστὶ τέρψις, ἥδʼ ἀκίβδηλος χαρά,
ἥδʼ ἡδονὴ πέφυκε, μὴ συνειδέναι
αἰσχρᾷ ποθʼ ἡδυνθεῖσιν αὑτοῖς ἡδονῇ.
ὣς δʼ ἄν σε θωιὴ λάβοι.
βίος δʼ ἀπράγμων τοῖς γέρουσι συμφέρει,
μάλιστα δʼ εἰ τύχοιεν ἁπλοῖ τοῖς τρόποις
ἢ μακκοᾶν μέλλοιεν ἢ ληρεῖν ὅλως,
ὅπερ γερόντων ἐστίν.
συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας,
εὐήθης ξείνων δέκτρια Πασιφίλη.