ΠΡΟΣ ΤΟΝ ΑΞΙΩΣΑΝΤΑ ΛΕΓΕΙΝ ΕΚ ΤΟΥ ΠΑΡΑΧΡΗΜΑ
Ἀλλʼ εἰ καὶ σφόδρα ἦν σοφὸς ὁ Φειδίας ἐν χρυσῷ καὶ ἐλέφαντι μορφὴν ἐπιδεῖξαι θείαν ἢ ἀνθρωπίνην, ὅμως χρόνου γε ἐδεῖτο καὶ σχολῆς πλείονος εἰς τὰ ἔργα. λέγεται οὖν, ἡνίκα ἐδημιούργει τὴν Ἀθηνᾶν, οὐδὲ εἰς τὴν κρηπῖδα τῆς θεοῦ μόνην ὀλίγου χρόνου καὶ πόνου προσδεηθῆναι. εἰ οὖν τις αὐτὸν αὐθημερὸν ἐκέλευσεν ἐπιδείξασθαι τὴν τέχνην, τί ἂν ἔδρασεν; ἢ πῶς ἂν ἐπείσθη τῷ ἐπιτάγματι; σκόπει δῆτα εἰ καλῶς πρὸς τὸν ἐραστὴν ἀπεκρίνατο ὅτι, ὦ χρηστέ, ὁ τῶν ἐμῶν ἔργων φιλοθεάμων, εἰ μὴ συγχωρεῖς μηδὲ ἐπιτρέπεις καιρὸν ὥστε καινόν τι καὶ νέον δημιουργῆσαι, σὺ δὲ ἐπίσκεψαι τέως τὴν Ἀθηνᾶν τὴν ἐν πόλει ἢ τὸν Δία τὸν Ὀλύμπιον, καί σοι ταῦτα ἀποχρήσει πρὸς τὸ Φειδίαν θαυμάσαι.
Κἀγὼ σέ, ὦ μακάριε, τὸν ἐμὸν ἐραστήν, ἐπεὶ καὶ αὐτὸς οὕτως ἔχειν δοκεῖς ὡς καὶ τήμερόν τί μου ποθεῖν δημιούργημα, παρακαλέσαιμʼ ἂν προσεπιδεῖν τι τῶν ἤδη προειργασμένων. οὐ δεήσει δέ, οἶμαι, βαδίζειν εἰς τὸ χωρίον τοῦ ἔργου· φέρω γὰρ ἐν ἐμαυτῷ τὰ τῆς ἐμῆς τέχνης ἀγάλματα, ἃ δημιουργεῖται μὲν καθʼ ἕνα τόπον, συμπερίεισι δὲ ἁπανταχόθεν τῷ τεχνίτῃ. τοσόνδε μέντοι μοι χάρισαι· ἔασόν με κατὰ χρόνον ἐργάσασθαι τὴν σὴν εἰκόνα. οὐ γὰρ οὕτως εἰμὶ σοφὸς οὐδὲ εὔπορος ὥστε αὐτοσχεδιάζειν ὥσπερ ἔτυχε τὰς γραφάς, καθάπερ οἱ δαιμόνιοι σοφισταί. ἀλλʼ οὐδὲ ἅπαντα γράφειν ἄρχοντα δύναμαι, ἀλλʼ ὃς ἄν μοι τόνδε τὸν πίνακα εὐτρεπίσοι, ὃς χωρήσει μὲν δικαιοσύνην μετὰ τῆς εἰκόνος, χωρήσει δὲ πραότητα μετʼ ἐξουσίας, πολλῶν τε ἄλλων θεῶν καὶ δαιμόνων ἀγαθῶν ὅμιλον, ὧν δίχα γράφειν οὐ θέμις τοῖς ἀπὸ Σωκράτους γραφεῦσιν.
Οὐ σφόδρα οὖν μοι σύνηθες τὸ ἔργον, ἅτε δὴ σφόδρα ὀλίγων εὐποροῦντι τῶν ἀρχετύπων. ὃν δὲ σύ μοι πίνακα πήγνυσαι, καλός ἐστι καὶ μέγας καὶ οὐ στενοχωρήσεται ἡ γραφή. ἀλλὰ στήσω μὲν ἐπὶ δεξιὰ τὸν νόμον, ὃς παιδόθεν τέ σε ἐθρέψατο καὶ νῦν συνθακεῖ, στήσω δὲ ἐπὶ θάτερα τὴν δίκην, ἥ σε μήποτε ἀπολείψειε, καὶ δὴ καὶ τὸν ἄλλον χορόν, ὃν ἄν μοι τὸ παράδειγμα ὑποδεικνύοι· ὑποδείξει δέ, εὖ οἶδα, ὥστε μοι μὴ ἐπιλείπειν τὰ καίρια. νῦν δέ — οὐ γάρ μοι τοσαύτη σχολή — προχειριστέον τί σοι τῶν ἀπορρήτων. πάντως οὐκ ἔστι τὸ λόγων κάλλος, οἷον ἀρτιτόκοις μὲν ἐπανθεῖν, πρεσβυτέρων δὲ ἀπομαραίνεσθαι, ἀλλʼ οἷοί περ ἂν ἐξ ἀρχῆς τεχθῶσι, τοιοῦτοι καὶ τὸν ἅπαντα μένουσι χρόνον.