Ἀριστοτέλης ἄλλος παρὰ τὸ ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι· τὸ γὰρ μετὰ τοῦτο λαμβάνουσιν, καὶ μάλιστα οἱ ἐν ταῖς πολιτείαις, οἷον ὡς ὁ Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν· μετʼ ἐκείνην γὰρ συνέβη ὁ πόλεμος.
Δημάδης ὁ Παιανιεύς «ταῦτα λέγων τὸν τοῦ πολέμου πυρσὸν αἴρει, καὶ ὁ πολέμιος ἐπὶ τῶν πυλῶν στρατοπεδεύει».
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς ἔφησεν· «ὥσπερ τὸ τῆς Ἑλένης κάλλος ἐπʼ ἀπωλείᾳ τῶν ἡρώων ἐγίνετο, οὕτω καὶ ἡ τοῦ Δημοσθένους ἐν τῷ λέγειν δύναμις ἐπʼ ἀπωλείᾳ τῆς Ἑλλάδος ηὐξήθη».
Λουκιανός οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν, οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους ἀλλʼ ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν.
Δημάδης ὁ Παιανιεύς Δημάδης ψήφισμα γράψας παράνομον καὶ εὐθυνόμενος ὑπὸ Λυκούργου, ἐρωτήσαντος αὐτὸν ἐκείνου εἰ ὅτε ἔγραψε τὸ ψήφισμα οὐκ ἐνέβλεπεν εἰς τοὺς νόμους, «οὐκ ἐνέβλεπον, ἔφησεν, ἐπεσκότει γὰρ αὐτοὺς τὰ Μακεδόνων ὅπλα».
Πλούταρχος ὁ Δημάδης πολεμικοὺς ἀκαίρως τοὺς Ἀθηναίους ὄντας ἔλεγε μηδέποτε χειροτονεῖν εἰρήνην ἄνευ μελάνων ἱματίων.
Δημάδης ὁ Παιανιεύς «εἰρήνην δεῖ καὶ οὐ λόγον ἀντιτάττειν τῇ τῶν Μακεδόνων φάλαγγι· ἄπρακτος γὰρ ἡ σπουδὴ τοῦ λόγου τῶν ἐλάττονα τῆς βουλήσεως ἐχόντων τὴν δύναμιν».
Πλούταρχος ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, «καὶ μήν», ἔφη, «μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται». Ἆγις μὲν οὖν ὁ βασιλεύς, σκώπτοντος Ἀττικοῦ τινος τὰς Λακωνικὰς μαχαίρας εἰς τὴν μικρότητα, καὶ λέγοντος ὅτι ῥᾳδίως αὐτὰς οἱ θαυματοποιοὶ καταπίνουσιν ἐν τοῖς θεάτροις, «καὶ μὴν μάλιστα», εἶπεν, «ἡμεῖς ἐφικνούμεθα τοῖς ἐγχειριδίοις τῶν πολεμίων».
Πλούταρχος καὶ Δημάδης, τὰς τριήρεις μὲν καθέλκειν καὶ πληροῦν ποτε τῶν Ἀθηναίων κελευόντων, χρήματα δʼ οὐκ ἐχόντων, «πρότερόν ἐστιν, ἔφη, τοῦ πρωρατεῦσαι τὸ φυρᾶσαι».
Πλούταρχος οὐ χεῖρον δὲ καὶ μετάγειν ἐπʼ ἄλλα χρειώδη τὸ σπουδαζόμενον, ὡς ἐποίησε Δημάδης, ὅτε τὰς προσόδους εἶχεν ὑφʼ ἑαυτῷ τῆς πόλεως· ὡρμημένων γὰρ ἐκπέμπειν τριήρεις βοηθοὺς τοῖς ἀφισταμένοις Ἀλεξάνδρου καὶ χρήματα κελευόντων παρέχειν ἐκεῖνον, «ἔστιν ὑμῖν. ἔφη, χρήματα· παρεσκευασάμην γὰρ εἰς τοὺς Χόας, ὥσθʼ ἕκαστον ὑμῶν λαβεῖν ἡμιμναῖον· εἰ δʼ εἰς ταῦτα βούλεσθε μᾶλλον, αὐτοὶ καταχρῆσθε τοῖς ἰδίοις»· καὶ τοῦτον τὸν τρόπον, ὅπως μὴ στεροῖντο τῆς διανομῆς, ἀφέντων τὸν ἀπόστολον, ἔλυσε τὸ πρὸς Ἀλέξανδρον ἔγκλημα τοῦ δήμου.
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς οὐ θελόντων Ἀθηναίων τιμᾶν Ἀλέξανδρον ὡς θεόν, «δέδια, φησίν, ὦ ἄνδρες, ὡς μὴ τοῦ οὐρανοῦ φθονοῦντος Ἀλεξάνδρῳ στάντων ἢ τούτ ἀφαιρεθῆτε καὶ ὑπʼ αὐτοῦ».
Δημήτριος ὁ Φαληρεύς τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ «τοῦτο τὸ ψήφισμα οὐκ ἐγὼ ἔγραψα ἀλλʼ ὁ πόλεμος τῷ Ἀλεξάνδρου δόρατι γράφων».
Δημάδης ὁ Παιανιεύς «πολέμιον κῦμα καὶ Μακεδονικὸν πῦρ εἰς τὴν Ἀττικὴν ὑποδέχεσθαι ἦν οὐ καλόν, οὐδὲ σιωπᾶν καὶ καρτερεῖν ὁρῶντα καταδυομένην ὥσπερ ναῦν τὴν πόλιν».
Δημάδης ὁ Παιανιεύς «οὐκ ἐγὼ ταῦτα συνεβούλευον, ἀλλʼ ἡ πατρίς, ὁ καιρός, τὰ πράγματα διὰ τῆς ἐμῆς φωνῆς ἠξίου ταῦτα πράττειν· οὐ δίκαιον οὖν τὸν σύμβουλον καιρῶν εὐθύνας ὑπέχειν καὶ ὧν ἐν τῇ τύχῃ τὸ τέλος».
Δημήτριος ὁ Φαληρεύς «ἔοικε γὰρ ἡ Μακεδονικὴ δύναμις, ἀπολωλεκυῖα τὸν Ἀλέξανδρον, τῷ Κύκλωπι τετυφλωμένῳ». Δημάδης μὲν γὰρ Ἀλεξάνδρου τελευτήσαντος εἴκαζε τὴν Μακεδόνων στρατιὰν ἐκτετυφλωμένῳ τῷ Κύκλωπι, πολλὰς κινουμένην ὁρῶν κινήσεις ἀτάκτους καὶ παραφόρους. τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ὅμοιον ἔφη διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.
Σοῦδα Δημάδης: λόγους δὲ διδοὺς ἀρχῆς θορυβηθεὶς ἀπεδήμησεν, «οὔτε ἑαυτῶν, εἰπών, ἐστὲ κύριοι, οὔτε ἐμοῦ».
Πλούταρχος Δημάδης ὁ ῥήτωρ ἰσχύων μὲν ἐν ταῖς Ἀθήναις διὰ τὸ πρὸς χάριν πολιτεύεσθαι Μακεδόνων καὶ Ἀντιπάτρου, πολλὰ δὲ γράφειν καὶ λέγειν ἀναγκαζόμενος παρὰ τὸ ἀξίωμα τῆς πόλεως καὶ τὸ ἦθος, ἔλεγε συγγνώμης ἄξιος εἶναι πολιτευόμενος τὰ ναυάγια τῆς πόλεως. δέχεται δʼ ὁ πολιτικὸς λόγος δικανικοῦ μᾶλλον καὶ γνωμολογίας καὶ ἱστορίας καὶ μύθους καὶ μεταφοράς, αἷς μάλιστα κινοῦσιν οἱ χρώμενοι μετρίως καὶ κατὰ καιρόν· ὡς ... Δημάδης τὰ ναυάγια λέγων πολιτεύεσθαι τῆς πόλεως.
Δημήτριος ὁ Φαληρεύς «παρέλαβον πόλιν, οὐ τὴν ἐπὶ τῶν προγόνων τὴν ναύμαχον, ἀλλὰ γραῦν σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφῶσαν»· τὸ μὲν γὰρ γραῦν ἀλληγοροῦν ἀντὶ τοῦ ἀσθενῆ καὶ ἐξίτηλον ἤδη, καὶ ἅμα ἐμφαῖνον τὴν ἀδρανίαν αὐτῆς ὑπερβολικῶς· τὸ δὲ πτισάνην ῥοφῶσαν, ἐπεὶ ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα.
Πλούταρχος Δημάδης ἀπολογούμενος τὴν ἐν τῇ πολιτείᾳ μεταβολὴν ἔλεγεν, αὑτῷ μὲν αὐτὸς τἀναντία πολλάκις εἰρηκέναι, τῇ δὲ πόλει μηδέποτε.
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς θορυβούμενος ὑπὸ τοῦ δήμου, «ὦ δῆμε, φησί, μᾶλλον δὲ δήμιε, οἶδα γὰρ ὅτι οὐδένα ὑμεῖς ἐσιτίσατε, ὃν οὐ κατεκόψατε».
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς ἐν ἐκκλησίᾳ θροούμενος εἶπεν «οὐκ ἐμὲ ἐκωλύσατε λέγειν ἀλλʼ ἑαυτοὺς ἀκούειν».
Αἴσωπος ὁ μυθολόγος Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. τῶν δὲ συγχωρησάντων αὐτῷ, ἀρξάμενος ἔλεγε· «Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον· γενομένων δὲ αὐτῶν κατά τινα ποταμόν, ἡ μὲν χελιδὼν ἔπτη, ἡ δὲ ἔγχελυς κατέδυ»· καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. ἐρομένων δὲ αὐτῶν «ἡ οὖν Δήμητρα τί ἔπαθεν;» ἔφη· «κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσώπειον μῦθον ἀκούειν ἀνέχεσθε».
Πλούταρχος διὸ Δημάδης ὕστερον εὐδοκίμησεν εἰπὼν ὅτι διʼ αἵματος οὐ διὰ μέλανος τοὺς νόμους ὁ Δράκων ἔγραψεν.
πρῶτος ὁ Δράκων γέγονεν Ἀθήναις νομογράφος
ἅπασι τοῖς ἐγκλήμασιν μέχρι κλοπῆς λαγχάνων
φόνον τὸ ἐπιτίμιον ἀνηλεῶς ὁρίζων·
διὸ Δημάδης ὕστερον ῥήτωρ ὡραῖος κάλλει,
πολὺ δὲ ὡραιότερος ἀποφθεγμάτων λόγοις,
μεγάλως εὐδοκίμησεν ἐν κριτηρίῳ λέξας·
«ἔοικεν, ἄνδρες δικασταί, Δράκων ὁ νομογράφος
οὐ μέλανι, διʼ αἵματος τοὺς νόμους δὲ χαράξαι».
Δημάδης ὁ Παιανιεύς «οὔτε δὲ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἐὰν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶς ᾖ παρηκολουθηκώς».
Δημάδης ὁ Παιανιεύς «τὴν Ἀττικὴν ἐτείχισα τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ».
Δημάδης ὁ Παιανιεύς «ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν γνώμας οὐκ ἐᾷ διʼ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἀργυράγχη, ὡς Δημάδης σκώπτων Δημοσθένη συνάγχῃ λέγοντα εἰλῆφθαι καὶ ἐπὶ τοῖς ἀργυρίοις σιωπῶντα.
Ἀθήναιος Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε ... τὴν ... Σάμον ἀπώρυγα τῆς πόλεως. .... Τ ..... ΑΙ Σάμον ὡς τὸ πάλαι ἀπώρυγα τῆς πόλεως, Αἴγιναν ὥσπερ λήμην τοῦ Πειραιέως καὶ οὕτως παραπλήσια.
«ἡ δʼ ἡμετέρα πόλις ... τὸ μέγιστον τῆς Ἑλλάδος σκάφος».
Ἀθήναιος Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε ... τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως.
Ἀθήναιος Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε ... τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα.
Δημάδης ὁ Παιανιεύς «ἑτερόφθαλμος γέγονεν ἡ Ἑλλὰς τῆς τῶν Θηβαίων ἀναιρεθείσης πόλεως».
Δημάδης ὁ Παιανιεύς «τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρός».
Δημάδης ὁ Παιανιεύς «πολεμίῳ πυρὶ τὴν Ἑλλάδα περιέλαμψεν».
Δημάδου. «κρατίστη δημοκρατία, ἐν ᾗ πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον· τοῖς μὲν δούλοις ἡ ἀνάγκη νόμος, τοῖς δὲ ἐλευθέροις ὁ νόμος ἀνάγκη».
Πλούταρχος ... εἰ μὴ καὶ τοῦ φορτίου τὸν ἱμάντα καὶ τοῦ βιβλίου τὴν κόλλαν ἀξιοῦσι μέρος εἶναι, καὶ τὰς διανομὰς τοῦ πολιτεύματος, ὡς ἔλεγε Δημάδης, κόλλαν ὀνομάζων τὰ θεωρικὰ τῆς δημοκρατίας.
Ἰωάννης ὁ Στοβαῖος Δημάδης εἶπε τὴν αἰδῶ τοῦ κάλλους ἀκρόπολιν εἶναι.
Ἀντώνιος Μέλισσα, Χορίκιος ὁ Γαζαῖος «τοῖς Ἀσκληπιάδαις μείζων ὀφείλεται χάρις ἐπερχομένην ἀναστέλλουσι νόσον ἢ παραπεσοῦσαν ἰασαμένοις.».
Ἀντώνιος Μέλισσα «ὅσον τοῖς δικαίοις τὸ θεῖον συναγωνίζεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται».
Διόδωρος ὁ Σικελιώτης ὁ Πυθαγόρας πρὸς τοῖς ἄλλοις παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν καὶ πρὸς τέλος ἄγειν ὑπὲρ ὧν ἄν τις ὀμόσῃ πραγμάτων, οὐχ ὁμοίαν ἀπόφασιν ποιούμενος Λυσάνδρῳ τε τῷ Λάκωνι καὶ Δημάδῃ τῷ Ἀθηναίῳ, ὧν ὁ μὲν ἀπεφαίνετο τοὺς μὲν παῖδας δεῖν ἐξαπατᾶν τοῖς ἀστραγάλοις, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις, ὁ δὲ διαβεβαιούμενος ὅτι δεῖ τὸ λυσιτελέστατον ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν ὅρκων αἱρεῖσθαι· ὁρᾶν δὲ τὸν ἐπιορκήσαντα παραχρῆμα ταῦτʼ ἔχοντα περὶ ὧν ὤμοσε, τὸν δʼ εὐορκήσαντα φανερῶς τὸ ἴδιον ἀπολλύντα.
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς εἶπε τὴν ἐπιτίμησιν τοῖς ἀνθρώποις ἔμψυχον μάστιγα.
«ὑποβρύχιον ... τὸ σκάφος καταπινόμενον».
Δημάδης ὁ Παιανιεύς «ὑποβρύχιον ὤσειν μʼ ὑπολαμβάνουσιν».
Κλαύδιος Αἰλιανός προείλοντο τοῦ Φωκίωνος Ἀθηναῖοι τὸν Δημάδην στρατηγεῖν. ὁ δὲ προτιμηθεὶς καὶ μέγα φρονῶν, προσελθὼν τῷ Φωκίωνι, «χρῆσόν μοι, ἔφη, τὴν ῥυπαρὰν χλαμύδα, ἣν εἰώθεις φορεῖν παρὰ τὴν στρατηγίαν». καὶ ὃς «οὐδέποτε» εἶπεν «οὐδενὸς ῥυπαροῦ σὺ ἀπορήσεις, ἔστʼ ἂν ᾖς τοιοῦτος».
Πλούταρχος εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν· «τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι», «πάνυ γοῦν», ἔφη, «πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν».
Πλούταρχος ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν, «θαυμάζω σʼ ὦ Φωκίων, εἶπεν, ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ».
Πλούταρχος χαριέντως δὲ καὶ ὁ Φωκίων, τοῦ Δημάδου κεκραγότος «Ἀθηναῖοί σε ἀποκτενοῦσιν», «ἄν γε μανῶσιν», ἔφη, «σὲ δέ, ἂν σωφρονῶσι». Φωκίωνός ποτε τοῦ Ἀθηναίου δημηγοροῦντος οὐ τὰ πρὸς χάριν ἀλλὰ τὰ πρὸς ὠφέλειαν τοῖς Ἀθηναίοις, Δημάδου δὲ τοῦ ῥήτορος εἰρηκότος αὐτῷ «ἀποκτενοῦσί σε ὦ Φωκίων ὁ δῆμος ἢν μανῶσι», «σὲ δέ», εἶπεν, «ἂν σωφρονῶσιν».
Διόδωρος ὁ Σικελιώτης λέγουσι δέ τινες ὅτι καὶ παρὰ τὸν πότον πολὺν ἐμφορησάμενος ἄκρατον καὶ μετὰ τῶν φίλων τὸν ἐπινίκιον ἄγων κῶμον διὰ μέσων τῶν αἰχμαλώτων ἐβάδιζεν ὑβρίζων διὰ λόγων τὰς τῶν ἀκληρούντων δυστυχίας. Δημάδην δὲ τὸν ῥήτορα κατʼ ἐκεῖνον τὸν καιρὸν ἐν τοῖς αἰχμαλώτοις ὄντα χρήσασθαι παρρησίᾳ καὶ λόγον ἀποφθέγξασθαι δυνάμενον ἀναστεῖλαι τὴν τοῦ βασιλέως ἀσέλγειαν. φασὶ γὰρ εἰπεῖν αὐτόν· «βασιλεῦ, τῆς τύχης σοι περιθείσης πρόσωπον Ἀγαμέμνονος αὐτὸς οὐκ αἰσχύνῃ πράττων ἔργα Θερσίτου;».
Ἰωάννης ὁ Στοβαῖος, Ψευδοπλούταρχος Δημάδης ὁ ῥήτωρ ληφθεὶς αἰχμάλωτος ἐν τῇ κατὰ Χαιρώνειαν μάχῃ ὑπὸ Φιλίππου καὶ συσταθεὶς αὐτῷ, ἐκείνου παρὰ πότον σεμνυνομένου «ποῦ ἡ εὐγένεια καὶ ἡ ὑπεροχὴ τῆς Ἀθηναίων πόλεως;» «ἔγνως ἄν, ἔφη, ὦ βασιλεῦ, τὴν τῆς πόλεως δύναμιν, εἰ Ἀθηναίων μὲν Φίλιππος, Μακεδόνων δὲ Χάρης ἐστρατήγει».
Μάξιμος ὁ Ὁμολογητής Δημάδου πρεσβεύοντός ποτε ὑπὲρ Ἀθηναίων πρὸς Φίλιππον καὶ παρρησίᾳ διαλεγομένου, ὁ Φίλιππος «οὐ φοβοῦ μὴ τὴν κεφαλήν σου», ἔφη, «προστάξω ἀφαιρεθῆναι;»· «οὔ, φησίν, ἐὰν γὰρ σύ μου ταύτην ἀφέλῃς, ἡ πατρίς μοι αὐτὴν ἀθάνατον ἀναθήσει».
Πλούταρχος βουλευομένων δὲ τῶν Ἀθηναίων καὶ διαπορούντων, ὁ Δημάδης λαβὼν πέντε τάλαντα παρὰ τῶν ἀνδρῶν ὡμολόγησε πρεσβεύσειν καὶ δεήσεσθαι τοῦ βασιλέως ὑπὲρ αὐτῶν, εἴτε τῇ φιλίᾳ πιστεύων εἴτε προσδοκῶν μεστὸν εὑρήσειν ὥσπερ λέοντα φόνου κεκορεσμένον.
μετὰ τὴν Θηβαίων κατασκαφὴν ἐξῄτησεν Ἀλέξανδρος τοὺς ῥήτορας· ὁ δὲ δῆμος ἔπεμψε Δημάδην παραιτησόμενον αὐτούς. ὁ δὲ τοῦτο εἰπὼν ἔπεισεν ὅτι «ἔασον αὐτοὺς Ἀθήνησι ῥητορικῷ θανάτῳ ἀποθανεῖν».
Δημήτριος ὁ Φαληρεύς «οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ ἄνδρες Ἀθηναῖοι· ὦζε γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ». τὸ μὲν γὰρ ὦζεν ἀντὶ τοῦ ᾐσθάνετο ἀλληγορικὸν καὶ ὑπερβολικὸν ἅμα, τὸ δὲ τὴν οἰκουμένην αἰσθάνεσθαι ἐμφατικὸν τῆς δυνάμεως τῆς Ἀλεξάνδρου, καὶ ἅμα δέ τι ἐκπληκτικὸν ἔχει ὁ λόγος ἠθροισμένον ἐκ τῶν τριῶν· πᾶσα δὲ ἔκπληξις δεινόν, ἐπειδὴ φοβερόν. ἡ περιβολὴ τριχῶς γίνεται, ἢ ἐξ ἐμφάσεως ἢ ἐξ ἀλληγορίας ἢ ἐξ ὑπερβολῆς ... συνάμα δὲ ἀπὸ τῶν τριῶν, ὡς τὸ «οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ ἄνδρες, ὦζε γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ», τουτέστιν ᾐσθάνετο τῆς δυνάμεως ἐκείνου, ὅπερ ἀλληγορία ἐστὶ καὶ ἐμφαντικὸν καὶ ὑπερβολικόν, ἅμα δὲ καὶ ἐκπληκτικόν τι ἔχει ὁ λόγος ἠθροισμένων τῶν τριῶν. πρώτου δὲ Ἀθηναίοις Ἀσκληπιάδου τοῦ Ἱππάρχου τεθνάναι προσαγγείλαντος Ἀλέξανδρον, ὁ μὲν Δημάδης ἐκέλευε μὴ προσέχειν· πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰκουμένην.
Πλούταρχος ἐν δὲ ταῖς παρὰ τὸν καιρὸν ἀπαντήσεσιν ἐχρῆτο καὶ τῷ γελοίῳ. Δημάδου μὲν γὰρ εἰπόντος «ἐμὲ Δημοσθένης, ἡ ὗς τὴν Ἀθηνᾶν»,«αὕτη», εἶπεν, «ἡ Ἀθηνᾶ πρώην ἐν Κολλυτῷ μοιχεύουσα ἐλήφθη». καὶ πρὸς Δημάδην βοῶντα «Δημοσθένης ἐμὲ βούλεται διορθοῦν· ἡ ὗς τὴν Ἀθηνᾶν», «αὕτη μέντοι πέρυσιν ἡ Ἀθηνᾶ μοιχεύουσα ἐλήφθη».
Πλούταρχος Δημέᾳ δὲ τῷ υἱῷ νύμφην ἀγόμενος, «ἐμοῦ μέν, εἶπεν, ὦ παῖ, τὴν σὴν μητέρα γαμοῦντος οὐδὲ ὁ γείτων ᾔσθετο· τοῖς δὲ σοῖς γάμοις καὶ βασιλεῖς καὶ δυνάσται συγχορηγοῦσιν».
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς ὀνειδιζόμενος καθότι ἕνα μόνον υἱὸν ἔθρεψεν, εἶπεν «ἕνα κρεῖττόν ἐστι τριηράρχην ἢ δέκα κωπηλάτας καταλιπεῖν».
Ἰωάννης ὁ Στοβαῖος Δημάδης τοὺς Ἀθηναίους εἴκαζεν αὐλοῖς, ὧν εἴ τις ἀφέλοι τὴν γλῶτταν, τὸ λοιπὸν οὐδέν ἐστιν.
Πλούταρχος γράμματα γὰρ ἐξέπεσεν αὐτοῦ, διʼ ὧν παρεκάλει Περδίκκαν ἐπιχειρεῖν Μακεδονίᾳ καὶ σῴζειν τοὺς Ἕλληνας ὡς ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος—λέγων τὸν Ἀντίπατρον—ἠρτημένους. ἔγραψε Περδίκκᾳ σῴζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ἠρτημένους, οὕτως τὸν Ἀντίπατρον ἐπιχλευάζων. Κάσανδρος δὲ τῶν πραγμάτων ἐγκρατὴς γεγονὼς εὗρεν ἐπιστολὴν Δημάδου γεγραμμένην πρὸς Ἀντίγονον εἰς Ἀσίαν, παρακαλοῦντος αὐτὸν ἐπιφανῆναι τοῖς περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐκ παλαιοῦ καὶ σαπροῦ κρεμαμένοις στήμονος, τὸν Ἀντίπατρον οὕτω σκώψαντος.
Ἰωάννης ὁ Στοβαῖος Δημάδης ἐρωτηθεὶς τίς αὐτοῦ διδάσκαλος γεγονὼς εἴη, «τὸ τῶν Ἀθηναίων, ἔφη, βῆμα», ἐμφαίνων ὅτι ἡ διὰ τῶν πραγμάτων ἐμπειρία κρείττων πάσης σοφιστικῆς διδασκαλίας ἐστίν.
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς δυσημερῶν ἐπί τινος δημηγορίας ἔφη ὥσπερ ἀγωνιστοῦ γίνεσθαι δυσημερίαν οὕτω καὶ ἀκροατοῦ.
Δημάδου· «τοὺς υἱοὺς σπούδαζε πεπαιδευμένους μᾶλλον ἢ πλουσίους καταλιπεῖν».
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς ἐπεὶ ἐλοιδορεῖτο ὑπό τινος νεανίσκου τὰ αἴσχιστα, «νεανίσκε, ἔφη, ἡ γλῶσσά σου οὐκ ἐν τῷ στόματί σου κάθηται ἀλλʼ ἐπὶ οἰκήματος».
Δημάδης ὁ Παιανιεύς «κρεῖττον γὰρ ἐπερχόμενον ἐκκλῖναι τὸ νέφος ἢ φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι».
Δημάδης ὁ Παιανιεύς «δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν ἔχειν, ἀλλὰ τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν».
Σέξτος ὁ ἐμπειρικός εἰ μήτι καὶ Δημάδης ὁ ῥήτωρ γραμματικὸς ὢν πολλοῖς τῶν Ἀθηναίων μετὰ τὴν ἐν Χαιρωνείᾳ ἧτταν συναιχμαλωτισθεὶς καὶ εἰπὼν πρὸς τὸν Φίλιππον ἀναγκάζοντα εὐωχεῖσθαι· «...... τίς γάρ κεν ἀνὴρ ὃς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;»
Ἀθήναιος καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς.
Ἀθήναιος Δημάδης ἔλεγε ... ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους.
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς λέγων ποτὲ κρίσιν ἐν πανδοκείῳ ὑβρισμένου μάρτυρας προέφερε τοὺς πανδοκέας· τῶν δὲ κρινόντων οὐκ ἀξιοπίστους εἶναι φασκόντων, «τοιοῦτος γάρ, φησί, καὶ ὁ τόπος ἦν ἐν ᾧ ἡ ὕβρις ἐπετελέσθη· εἰ δὲ ἐν τῷ δουρείῳ ἵππῳ ὑβρίσθη, τοὺς ἀριστεῖς ἂν ὑμῖν παρειχόμην μάρτυρας Μενέλαον καὶ Διομήδη καὶ Ὀδυσσέα».
Μάξιμος ὁ Ὁμολογητής ὁ αὐτὸς ἔλεγεν ὅτι ὁ παιδευόμενος τριῶν τούτων χρῄζει, φύσεως μελέτης χρόνου.
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς ἐρωτώμενος ὑπό τινος τί εἴη πεποιηκὼς τὰ ἐκ Μακεδονίας χρήματα, διαναβαλλόμενος καὶ ἐπιδείξας τήν τε κοιλίαν καὶ τὰ αἰδοῖα· «τί ἂν τούτοις, εἶπεν, ἱκανὸν γένοιτο;»
Δημάδης ὁ Παιανιεύς ὁ αὐτὸς Δημοσθένη ὅμοιον ἔφη ταῖς χελιδόσι· καὶ γὰρ ἐκεῖναι οὔτε καθεύδειν ἐῶσιν οὔτε γρηγορεῖν· καὶ Δημοσθένης οὔτε ἡσυχίαν ἄγειν ἐᾷ οὔτε ἄξιον οὐδὲν τῆς πόλεως ἐπιβάλλεται.
Δημάδου.
α. ὑπὲρ τῆς δωδεκαετίας.
β. πρὸς τὴν εἰς Ὄλυνθον βοήθειαν.
γ. πρὸς Χεροννησίτας.
δ. ὑπὲρ Φιλίππου ὡς οὐ χρὴ πολεμεῖν.
ε. πρὸς τοὺς Ὀλυνθίων πρέσβεις.
ϛ. ἐναντίος Ἀλοννησίταις.
ζ. κατὰ τῆς εἰς Ὄλυνθον βοηθείας.
η. πρὸς Δημοσθένην πρὸς τὸν κατὰ Φιλίππου.
θ. πρὸς τὸν κατὰ τῆς εἰρήνης.
ι. ἐναντίος τοῖς ἐν Μεσσήνῃ.
ια. ὑπὲρ τῆς Φιλίππου ἐπιστολῆς.
ιβ. πρὸς τὸν ὑπὲρ τῆς συντάξεως.
ιγ. κατὰ συμμάχων.
ιδ. κατὰ Ἁρπάλου.
Σοῦδα Δημάδης: οὗτος Δημοσθένει λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν.
Τζέτζης πάλιν ἐναντιούμενος Ἁλοννησίταις λέγει· «ὑπὲρ μικρᾶς τῆς νήσου τε καὶ πόρων ἐλαχίστων μέλλετε διαφέρεσθαι πρὸς Φίλιππον, ὦ ἄνδρες, ἀνδρὸς ὀχλοκοποῦντός τε καὶ στασιώδους λόγοις». καὶ πάλιν «ὑπὸ ῥήτορος ἀνδρὸς καὶ γυναικείου». πάλιν «γυναικιζόμενος χλανίσι τῶν εὐσήμων. καὶ σύρων τὸ ἱμάτιον καὶ φωνασκῶν, ὡς ἔθος, δειλοὺς ἀνάνδρους τε καλεῖ τοὺς πρεπωδῶν συμβούλους». καὶ πάλιν «τρίβων κεφαλὴν καὶ συνεχῶς ἐκβήττων, ὡς καὶ κατακλύσειν λόγοις μέλλων τὴν ἐκκλησίαν, Ἑλλάδα συνταράξειν τε καὶ σύμπαντας φιμώσειν, οἳ καὶ αὐτὸν ἐπίστανται καὶ τὴν αὐτοῦ πατρίδα, καὶ τίς τελῶν καὶ πόθεν ὢν ὑπὲρ αὐτῶν φυσᾶται, καὶ τὰς ὀφρύας ἀνασπᾷ, καθάπερ ὁ Κριτίας, ὁ εἷς ἐκ τῶν τριάκοντα, μὴ παῖς μαχαιρουργοῦ δέ, ὁ βδελυρὸς καὶ βάναυσος». καὶ πάλιν «πλάνης, γόης, ῥήτωρ οὐκ ἐπιχώριος, ξένος τελῶν καὶ Σκύθης, ὡς παῖς δʼ οὐκ ὢν μαχαιρουργοῦ, μητρὸς δὲ τῆς Σκυθίδος, κυκᾷ, ταράττει, θορυβεῖ τὴν σύμπασαν Ἑλλάδα».
Ἑρμογένης ὁ Ταρσεύς Δημάδης πρεσβεύσας παρὰ τὸν Φίλιππον, καὶ ἐρομένου ποταπαί εἰσιν αἱ Ἀθῆναι τοῦ Μακεδόνος, ἐπὶ τῆς τραπέζης αὐτὰς κατέγραψε καὶ ἐπανελθὼν ὕβρεως κρίνεται· οἶον «καὶ διὰ τὸν ἄλλον μὲν βίον, ὦ Ἀθηναῖοι, τὸν προσόντα Δημάδῃ καὶ τὴν προδοσίαν ἄξιον ἦν κολάσαι τοῦτον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰ νῦν αὐτῷ γεγενημένα, ἐξ ὧν αἰσχύνην ὁμοῦ καὶ ζημίαν περιῆψε τῇ πόλει».
Δημάδης ῥήτωρ τὸν υἱὸν μειράκιον ὡραῖον
λίχνον καὶ ἀσωτεύοντα πρὸς Φίλιππον ἐκπέμπων
ἀπολαβών τε πλούσιον κρίνεται κακοῦ βίου.
Μάξιμος ὁ Πλανούδης ὁ Δημάδης διεβάλλετο κακοῦ βίου, ὡς τὸν ἴδιον υἱὸν παρὰ τῷ Φιλίππῳ καταλιπὼν εὐπρεπῆ ὄντα φαύλης ἕνεκεν ὑπολήψεως.
Τζέτζης ἀνθʼ ὧν ὑπῆρχεν ἐραστὴς εἰρήνης ὁ Δημάδης φάσκων «ἀνάνδρους οὐ καλῶ καθάπερ Δημοσθένης, ἀναρριπίζων πόλεμον, εἰρήνην ἀπελαύνων, δειλός εἰμι καὶ ἐραστὴς καθέστηκα εἰρήνης, οὐ στέργω μάχης ἀραγμοὺς οὐδὲ πολέμων κρότους, οὐδὲ πρὸς πολυάνδριον θέλω φιλοτιμεῖσθαι. περὶ εἰρήνης λέγοντι, ὦ ἄνδρες, πείθεσθέ μοι, μὴ ὀχλοκόπῳ δὲ ἀνδρὶ μάτην ὀχλοκοποῦντι· ἀντιστροφὴ γὰρ γίνεται πραγμάτων τῷ πολέμῳ· θάπτει πατὴρ τὸν παῖδα γάρ, γέρων τὸν γηροτρόφον. εἴθʼ ὤφελον Δημάδην μὲν ἔχειν καὶ οἱ Θηβαῖοι· ἔτι γὰρ ἄν, Δημόσθενες, ἦσαν αἱ Θῆβαι πόλις· νῦν δʼ εἰσὶ πολυάνδριον καὶ τόπος οἰκοπέδων· δακρύσει καὶ πολέμιος νῦν παριὼν τὸν τόπον».
Δημάδης ὁ Παιανιεύς «ὄφελον καὶ Θηβαίους ἔχειν Δημάδην· ἔτι γὰρ ἂν ἦσαν αἱ Θῆβαι πόλις· νῦν δʼ εἰσὶν οἰκόπεδον πόλεως καὶ λείψανα κακῶν ταῖς τῶν ἐχθρῶν χερσὶν εἰς ἔδαφος ἀχθεῖσαι».
Δημάδης ὁ Παιανιεύς «ὁ Δημοσθένης ὁ πικρὸς συκοφάντης διαστρέφων τὸ πρᾶγμα τῇ δεινότητι τῶν ῥημάτων διέβαλεν».
Αἴλιος Ἡρωδιανός ἑτέρα δὲ ἀντίθεσις ὅταν ἀντιστέλληται κατάφασις ἀποφάσει· «σὺ μὲν γὰρ ἔλαβες, Δημάδη, δῶρα παρὰ Φιλίππου, ἐγὼ δὲ οὐκ ἔλαβον· καὶ σὺ μὲν συνέπινες αὐτῷ κατὰ τῆς πόλεως εὐωχουμένῳ, ἐγὼ δὲ οὐ συνέπινον· καὶ σὺ μὲν συνηνέχθης τοῖς ἐκείνου πρέσβεσι συνομνύμενος, ἐγὼ δὲ οὐ συνηνέχθην». ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείονας, καθʼ ἕνα μὲν ... καθʼ ἕτερον δέ, ὅταν αὐτὰ στρέφηται τὰ ὀνόματα· «σὺ ... συνέπινον». ἀντίθετον γίνεται κατὰ δύο τρόπους· καθʼ ἕνα μὲν ... · καθʼ ἕτερον δέ, ὅταν ἀντιδιαστέλληται κατάφασις ἀποφάσει, ὡς τὸ «σὺ μὲν ἔλαβες δῶρα, ἐγὼ δʼ οὐκ ἔλαβον».
Οὐαλέριος Ἀψίνης ὁ Γαδαρεύς ἔγραψεν ὁ Δημάδης τρισκαιδέκατον θεὸν νομίζειν τὸν Φίλιππον· ἀντειπὼν ὁ Δημοσθένης ἡττήθη· καὶ γράφει καὶ νεὼν ἱδρύσασθαι Φιλίππῳ.
Λιβάνιος ὁ Ἀντιοχεύς νόμος τὸν ξενίας ἁλόντα πιπράσκεσθαι· ἑάλω ξενίας ὁ Δημοσθένης. ἔπεμψε Φίλιππος ὠνούμενος αὐτόν. γράφει Δημάδης διδόναι, Ὑπερίδης δημόσιον εἶναι.
πρὸς τὴν ἐπιστολὴν τὴν Ἀλεξάνδρου. .........
βούλεσθε οὖν ἀπὸ μιᾶς ἐπιστολῆς ἀπειλὴν δουλείας ἀντʼ ἐλευθερίας ἀντικαταλλάσσεσθαι; καὶ ποῦ τὸ περιμάχητον οἴχεται φρόνημα τῆς ἡγεμονίας; ἐπιζητῶ γάρ, εἰ μή τι διαμαρτάνω τῷ λογισμῷ. φησὶν ἡμῖν πολεμήσειν καὶ ἡμεῖς ἐκδιδομένων τούτων .........
τίνα τῶν συμμάχων ἀπολωλέκαμεν; ποῦ τὰ τείχη τῆς πόλεως πέπτωκεν; τίς αἰχμάλωτος ἡμῶν γέγονεν; πεζομαχοῦντες ἢ ναυμαχοῦντες λελείμμεθα; ἐνταῦθα γὰρ ἄνθρωποι περιγεγραμμένοι πάσας τὰς ἐλπίδας τῷ τῆς ἀνάγκης καιρῷ δουλεύσουσι, ἡμῖν δʼ ἀπόρθητός ἐστιν ἡ δημοκρατία· ὁμονοοῦμεν πρὸς ἀλλήλους, τοῖς νόμοις ἐνμένομεν, καρτερεῖν ἐν τοῖς δεινοῖς ἐπιστάμεθα, τὴν τῆς ἐλευθερίας τάξιν οὐκ ἐνκαταλείπομεν. ἐν τοῖς ὅπλοις νικήσας νεανικευέσθω, ταῖς δʼ ἀπὸ τῶν ἐπιστολῶν ἀπειλαῖς τοὺς βαρβάρους ἐξαπατάτω. ἡ δὲ τῶν Ἀθηναίων πόλις ἐπιτάττειν, οὐχ ὑπακούειν εἴθισται καὶ δικάζειν ...
Καλλισθένης λέγοντος τοῦ Αἰσχίνου ἀνίσταται Δημάδης, γενναῖος ῥήτωρ, καὶ ἀνακόπτει τὸν Αἰσχίνην εἰπών· «μέχρι πότε, Αἰσχίνη, μεμαλθακευμένους καὶ δειλιῶντας ἡμῖν εἰσφέρεις λόγους, ὥστε μὴ ἀντιτάξασθαι αὐτῷ πρὸς πόλεμον; τίς παρεισελήλυθε δαίμων ὡς τοιαῦτα φθέγξασθαι; ὁ τηλικαύτας συνηγορίας ποιησάμενος, ὁ προτρεψάμενος Ἀθηναίους πολεμεῖν πρὸς τὸν τῶν Περσῶν βασιλέα νῦν εἰς δειλίαν Ἀθηναίους ἐμβάλλεις καὶ τρέμειν ποιεῖς μειράκιον τύραννον αὐθάδη, τὴν τοῦ πατρὸς ἀναλαβόντα τόλμην; τί δὲ καὶ δειλιῶμεν αὐτῷ συμβαλεῖν; οἱ Πέρσας διώξαντες καὶ Λακεδαιμονίους ἡττήσαντες καὶ Κορινθίους νικήσαντες, ἔτι δὲ Μεγαρεῖς φυγαδεύσαντες καὶ Φωκεῖς πολεμήσαντες καὶ Ζακυνθίους πορθήσαντες δεδοίκαμεν πολεμεῖν Ἀλεξάνδρῳ; —ἀλλὰ λέγει Αἰσχίνης· μνησθήσεται, φησίν, ἡμῶν τῶν καθηγητῶν καὶ αἰδεσθήσεται ἡμῶν τὰς ὄψεις· γελοίως. ἅπαντας ἡμᾶς ὕβρισε καὶ μετέστησε Στασαγόραν τῆς στρατηγίας, ὃν ἡμεῖς ἀπεκατεστήσαμεν, καὶ Κιθόωντα τὸν ἐμὸν ἐχθρὸν ἀπεκατέστησεν ἀρχιστρατηγόν, ἡμῶν οὔσης τῆς πόλεως. ἤδη δὲ αὑτῷ ἐξεδίκησε Πλαταιάς· καὶ σὺ λέγεις, ὅτι θεασάμενος ἡμῶν τὰς ὄψεις αἰδεσθήσεται; μᾶλλον γυμνοὺς ἡμᾶς λαβὼν κολάσεται. ὥστε πολεμήσωμεν ἀγνώμονι Ἀλεξάνδρῳ καὶ μὴ πιστεύσωμεν, εἰ περίκειται ἡλικία· καὶ γὰρ ἄπιστος ἡ ἡλικία· δύναται γὰρ γενναίως πολεμεῖν, οὐ δικαίως σωφρονεῖν. —Τυρίους, φησίν, ἐξεπόρθησεν· ἀδύναμοι γὰρ ἦσαν. Θηβαίους κατέσκαψεν οὐκ ὄντας οὕτως ἀδυνάμους, ἀλλὰ ἀπὸ πολλῶν πολέμων καμόντας· Πελοποννησίους ἐξῃχμαλώτισεν—οὐκ αὐτός, ἀλλὰ λοιμὸς καὶ λιμὸς αὐτοὺς διέφθειρεν. εἶτα δὲ Ξέρξης ἐξήρτησε τὴν θάλασσαν ναυσὶ καὶ κατέσπειρε τὴν ὅλην γῆν στρατεύμασι καὶ ἐσκέπασε τοῖς ὅπλοις τὸν ἀέρα καὶ ἐπλήρωσε τὴν Περσίδα τῶν αἰχμαλώτων· καὶ ὅμως ἡμεῖς αὐτὸν ἀπεδιώξαμεν καὶ τὰς ναῦς ἐπρήσαμεν, Κυναιγείρου καὶ Ἀντιφῶντος καὶ Μνησοχάρους καὶ τῶν ἄλλων ἀριστέων μαχησαμένων. νῦν δὲ δεδοίκαμεν Ἀλεξάνδρῳ πολεμῆσαι παιδὶ τολμηρῷ καὶ τοῖς περὶ αὐτὸν οὖσι σατράπαις καὶ παρασπισταῖς τοῖς ἀφρονεστέροις αὐτοῦ; εἶτα πέμπειν ἡμᾶς βούλεσθε οὓς ᾐτήσατο δέκα ῥήτορας; εἰ συμφέρει, λογίσασθε. τοῦτο μέντοιγε ὑμῖν προμηνύω, ἄνδρες Ἀθηναῖοι, ὅτι πολλάκις δέκα κύνες γενναίως ὑλακτοῦντες ὅλας ἀγέλας ποιμνίων δειλῶς φερομένας πρὸς τοὺς λύκους οὗτοι ἔσωσαν».
Φιλόστρατος ὁ Ἀθηναῖος μελέται μὲν δὴ τοῦ ἀνδρὸς τούτου τριάκοντα ἴσως, ἄρισται δὲ αὐτῶν οἱ Καταναῖοι καὶ οἱ Σκύθαι καὶ ὁ Δημάδης ὁ μὴ ξυγχωρῶν ἀφίστασθαι Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος.
ΔΗΜΑΔΟΥ ΥΠΕΡ ΤΗΣ ΔΩΔΕΚΑΕΤΙΑΣ.
Τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε· οὔτε δὲ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἐὰν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς
κρίσεως δικαίοις σαφῶς ᾖ παρηκολουθηκώς· ἐμπεσὼν δὲ αὐτὸς εἰς μέσην τὴν τῶν ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν οὕτω τῆς παρʼ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δʼ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι· τί γὰρ Ἀθηναίοις, εἰ παρανάλωμα Δημάδης; δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτης — πῶς γάρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δʼ οὐ τρέφει —, ἀλλʼ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα τοὺς ὅρους τῆς χώρας
περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ. δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρες δικασταί· ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν γνώμας οὐκ ἐᾷ διʼ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων· οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δʼ ἀναγκάζονται πρὸς ὠρ-
γισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι. ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε· οὐ παραιτοῦμαι· ἐὰν δʼ εὑρίσκωμαι τῶν ἐγκεκλημένων κεχωρισμένος τῷ δικαίῳ τοῖς νόμοις τῷ συμφέροντι, μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν· κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιαν καλόν, ἐὰν ἡ χρεία τῆς πατρίδος·
ἀλλὰ μὴ ὁ τούτων λόγος τὸ νῦν ἀφαιρῆται. δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων· δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δὲ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα, ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσί
τι δύνασθαι λέγειν ἢ πράττειν. ἡ παρʼ ὑμῖν ἐλπὶς δὲ δικαία· οὐ μικρὰ γάρ ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σωτηρίαν ἡ τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δικαίου. ἐὰν δὴ ταύτης κατατύχω, πάσας ἀπολύσομαι τὰς διαβολάς· ἄνευ δὲ ταύτης οὔθʼ ὁ λόγος οὔθʼ οἱ νόμοι οὔθʼ ἡ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανται τὸν ἀδίκως κρινόμενον· οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαντοῦντες· ὃ δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν
ὑμῶν ἀκούειν προαιρουμένων μετʼ εὐνοίας. ἐπεὶ δὲ καὶ τῆς ἄλλης μου πολιτείας κατηγορεῖν ἐπεχείρησαν, βραχέα βούλομαι περὶ αὐτῆς εἰπεῖν, ἔπειθʼ οὕτως ἐπὶ τὴν λοιπὴν δικαιολογίαν ἀπελθεῖν, ἵνα μὴ λάθωσιν ὑμᾶς παρακρουσάμενοι. γεγονὼς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, Δημάδου πατρός, ὡς καὶ ὑμῶν οἱ πρεσβύτεροι γινώσκουσι, τὸν μὲν ἄλλον χρόνον οὕτως ἔζων ὡς ἠδυνάμην, οὔτε κοινῇ τὸν δῆμον ἀδικῶν οὔτʼ ἰδίᾳ λυπῶν οὐδένα τῶν ἐν τῇ πόλει, πειρώμενος δʼ ἀεὶ τοῖς ἰδίοις πόνοις
τὴν ἀσθένειαν τοῦ βίου διορθοῦσθαι. ἡ πενία δʼ ἴσως δύσχρηστον μὲν ἔχει τι καὶ χαλεπόν, κεχώρισται δʼ αἰσχύνης, ὡς ἂν οἶμαι τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης. προσελθὼν δὲ τοῖς κοινοῖς, οὐκ εἰς δίκας καὶ τὴν ἀπὸ τῆς λογογραφίας ἐργασίαν ἔθηκα τὸν πόνον, ἀλλʼ εἰς τὴν ἀπὸ τοῦ βήματος παρρησίαν, ἣ τοῖς μὲν λέγουσιν ἐπισφαλῆ παρέχεται τὸν βίον, τοῖς δʼ εὐλαβουμένοις μεγίστην δίδωσιν ἀφορμὴν πρὸς κατόρθωσιν· οὐ γὰρ ἐν τῇ τοῦ λέγοντος χάριτι δεῖ συνεκπίπτειν τὴν τῆς
πατρίδος σωτηρίαν. χιλίων Ἀθηναίων ταφὴ μαρτυρεῖ μοι κηδευθεῖσα ταῖς τῶν ἐναντίων χερσίν, ἃς ἀντὶ πολεμίων φιλίας ἐποίησα τοῖς ἀποθανοῦσιν. ἐνταῦθα ἐπιστὰς τοῖς πράγμασιν ἔγραψα τὴν εἰρήνην, ὁμολογῶ. ἔγραψα καὶ Φιλίππῳ τιμάς, οὐκ ἀρνοῦμαι. δισχιλίους γὰρ αἰχμαλώτους ἄνευ λύτρων καὶ χίλια πολιτῶν σώματα χωρὶς κήρυκος καὶ τὸν Ὠρωπὸν ἄνευ
πρεσβείας λαβὼν ὑμῖν ταῦτʼ ἔγραψα. ἐπείληπτο δὲ τῆς γραφούσης χειρὸς οὐχ ἡ δωροδοκία τῶν Μακεδόνων, ὡς οὗτοι πλαττόμενοι λέγουσιν, ἀλλʼ ὁ καιρὸς καὶ ἡ χρεία καὶ τὸ τῆς πατρίδος συμφέρον καὶ ἡ τοῦ βασιλέως φιλανθρωπία· ἐλθὼν γὰρ ἐπὶ τὸν κίνδυνον ἐχθρὸς τῶν ἀγώνων φίλος ἐχωρίσθη,
τὸ τῶν νενικηκότων ἆθλον τοῖς σφαλεῖσι προσθείς. πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι· καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν· λοιποὶ δὲ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι πρόβλημα τῆς σωτηρίας ἔχοντες οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχ ἱππέων καὶ πεζῶν σύνταξιν, ἀλλʼ ἐπιθυμίαν μεγάλην, δύναμιν δʼ ἀσθενῆ
καὶ ταπεινήν. ὧν μὲν γὰρ ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδεν· ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης ὁ Θηβαῖος, καὶ τοὺς ὅρους τῆς Λακωνικῆς τεθειμένους τὴν ἀκμὴν τῶν νέων συνέκλεισε ταῖς τέφραις. τὰς δʼ ἡμετέρας παρασκευὰς ἀνάλωσεν ὁ πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν ἡ συμ-
φορὰ τῶν ἀποθανόντων. Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφʼ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο· τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρός. ἤκμαζον δὲ τοῖς σώμασιν οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ Περσῶν σκῆπτρα καὶ τοὺς θησαυροὺς ἡ
τύχη διεβίβαζεν. ἐνταῦθʼ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις· ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος, ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις ἐπληροῦτο, βοηθείας δʼ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα
τὴν εἰρήνην. ὁμολογῶ, καὶ φημὶ καλῶς καὶ συμφερόντως πεπρᾶχθαι τοῦτο· κρεῖττον γὰρ ἐπερχόμενον ἐκκλῖναι τὸ νέφος ἢ φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι. ἀξιῶ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐκ τῶν πραγμάτων λύπην ἐμοὶ παρʼ ὑμῶν μηδεμίαν ἀπογεννῆσαι δυσμένειαν. οὐ γὰρ ἐγὼ κρατῶ τῆς τύχης ἀλλʼ ἡ τύχη τοῦ βίου, διʼ ἣν κινδυνεύει. δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν
ἔχειν, ἀλλὰ τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν. καταχωρίσαντες οὖν τὰ συμβάντα διὰ τὰς ἔξωθεν αἰτίας, ψιλῶς ἐπὶ τῶν πραγμάτων γυμνὴν θεωρήσατέ μου τὴν πολιτείαν. μετὰ ταῦτα τοίνυν τῇ πόλει τρίτος ἐπήγετο κίνδυνος πάντων χαλεπώτατος, οὐκέτι πεμφθεὶς ὑπὸ τῆς τύχης, ἀλλʼ ὑπὸ τῶν
τότε ῥητόρων ἐπαχθείς. καί μοι τῶν πεπραγμένων ἀναμνήσθητε, ἡνίκα Δημοσθένης καὶ Λυκοῦργος τῷ μὲν λόγῳ παραταττόμενοι τοὺς Μακεδόνας ἐνίκων ἐν Τριβαλλοῖς, μόνον δʼ οὐχ ὁρατὸν ἐπὶ τοῦ βήματος νεκρὸν τὸν Ἀλέξανδρον προέθηκαν, ἐν τῷ δήμῳ δʼ ἀλείψαντες λόγοις εὐπρεπέσι Θηβαίων τοὺς παρόντας φυγάδων θυμοὺς ἐπʼ ἐλπίδι τῆς ἐλευθερίας ἠκόνησαν, ἐμὲ δὲ στυγνὸν καὶ περίλυπον ἔφασκον εἶναι μὴ συνευδοκοῦντα ...
Συριανός ἐνίοτε δὲ καὶ πλείω εὑρίσκεται χρώματα πολλῶν ὄντων τῶν τεκμηρίων ὡς ἐπʼ ἐκείνου· ἐγράφη φυγῆς ψήφισμα Δημοσθένει, Ὑπερίδης περὶ καθόδου συνεβούλευσε, Δημάδης ἀντεῖπεν, ἡττήθη, εὕρηται Δημοσθένης νεκρὸς ἀσκύλευτος καὶ κρίνεται Δημάδης φόνου· πρὸς γὰρ ἕκαστον τῶν τεκμηρίων ἀνακύψει χρῶμα «ὁ γὰρ ἀντειπὼν τῇ καθόδῳ πρόδηλον ὡς καὶ τὴν σφαγὴν ἐπήνεγκε τῷ καταστείχοντι» καὶ ἄλλο «ὁ γὰρ ἡττηθεὶς ἐφʼ οἷς ἔγραφε φανερὸν ὡς θυμῷ τὸ πᾶν ἐπιτρέψας ἐκποδὼν καταστῆσαι τὸν ἐχθρὸν ἔσπευδεν» καὶ τρίτον «ὁ γὰρ ἀνῃρηκὼς Δημάδης οὐ λωποδύται, καὶ τεκμήριον ὁ Δημοσθένης νεκρὸς τῆς ἐσθῆτος οὐκ ἀπεστερημένος».
Συριανός, Σώπατρος ὁ Ἀθηναῖος ἡ δὲ ἐργασία τῆς βουλήσεως γίνεται ἀπὸ τῆς αἰτίας· ἡ δὲ αἰτία ἡ μέν ἐστι προκαταρκτική, ἡ δὲ τελική· προκαταρκτικὴ μὲν ἀπὸ τῶν παρελθόντων, οἷον διʼ ἣν καὶ διότι ἠβούλετο τοῦτο πρᾶξαι· τελικὴ δὲ ἀπὸ τῶν μελλόντων, οἷον οὗ ἕνεκεν ἠβούλετο· καὶ προκαταρκτικὴ μὲν οὕτως· ἐγράφη ψήφισμα καθόδου Δημοσθένει, Δημάδης ἀντειπὼν οὐκ ἔπεισεν· εὕρηται κατιὼν ἐπὶ τοῖς ὁρίοις τῆς χώρας νεκρὸς ἀσκύλευτος Δημοσθένης, καὶ κρίνεται Δημάδης. ἐνταῦθα ἡ βούλησις ἐκ προκαταρκτικοῦ αἰτίου οὕτως· ὅτι διὰ τὴν φθάσασαν ἔχθραν, διὰ τὸ ἀντειπεῖν καὶ μὴ πεῖσαι, διὰ τὸ πολλάκις ὑπʼ αὐτοῦ κριθῆναι, διὰ τὰς γεγενημένας ὑπὸ σοῦ κλοπάς, διὰ τὸ δέος τῆς προδοσίας εἰκὸς αὐτὸν ἀνελεῖν.
Σώπατρος ὁ Ἀθηναῖος Δημοσθένει φεύγοντι ἐγράφη κατόδου ψήφισμα· Δημάδης ἀντείρηκεν· οὐδὲν ἧττον ὁ δῆμος ἐψηφίσατο· κατιὼν Δημοσθένης εὕρηται νεκρὸς ἀσκύλευτος, καὶ κρίνεται Δημάδης φόνου. ἡ κατάστασις Δημοσθένους ἔχει τὴν πολιτείαν, τὰς λειτουργείας, τὴν εὔνοιαν, τὴν κατὰ Φιλίππου παρρησίαν καὶ ὅσα τοιαῦτα. τὸ δὲ ἀποφανθῆναι παρὰ τῆς ἐξ Ἀρείου πάγου βουλῆς τὸν Δημοσθένην δῶρα παρὰ Ἁρπάλου λαβεῖν, λῆμμά ἐστιν· οὐ γὰρ δεῖ τὴν κατάγνωσιν ταύτην λογίζεσθαι· ὡς μὴ κατεγνωσμένου γὰρ Δημοσθένους, τὸν ὅρον δεῖ λαβεῖν ὡς ἐν λήμματι ἐλέγχων ἀπαιτήσει. ΑΠΟΦΕΥΓΟΝΤΟΣ· εἰ παρά τινός μου μαρτυροῦσι τὸν φόνον βουλήσει· «οὐκ ἂν ἐβουλήθην ἀποκτεῖναι ἵνα μὴ ἐναγὴς γένωμαι μηδὲ ὑπεύθυνος τιμωρίᾳ μηδὲ χρήσωμαι κακοδοξίᾳ»· δυνάμει· «οὐκ ἂν ἠδυνήθην αὐτὸν ἀποκτεῖναι ὄντα μετὰ φίλων, μετʼ οἰκετῶν». ΑΠʼ ΑΡΧΗΣ ΑΧΡΙ ΤΟΥ ΤΕΛΟΥΣ. ΤΟΥ ΔΙΩΚΟΝΤΟΣ· «ἀλλʼ ἀντεῖπε τῷ ψηφίσματι, καὶ κατιὼν εὑρέθη νεκρός· καὶ ἱκανὰ ταῦτα τυγχάνει τεκμήρια τοῦ γε πεφονευκέναι».
Τζέτζης ὁ δὲ Δημάδης ἀνελεῖν τὸν Δημοσθένην λέγει, «συγκείμενον ἀνθρώπιον ἐκ συλλαβῶν καὶ γλώττης.» καὶ πάλιν· «κόλαξ, πού φησι, καὶ ἄνθρωπος δὲ γόης δυστήνους λόγους μελετῶν κυκᾷ τε καὶ ταράσσει, τυρβάσας, οἰκτισάμενος ἄλλα ποιῶν μυρία, προσποίητά τε δάκρυα σὺν τούτοις ἐκδακρύων».
Δημάδης ὁ Παιανιεύς «ὁ Δημοσθένης ἀνθρωπάριον ἐκ συλλαβῶν καὶ γλώσσης συγκείμενον».
Τζέτζης ὡς τέθνηκε δʼ Ἀλέξανδρος, ἦρξαν δὲ Μακεδόνων Ἀντίπατρος καὶ Κάσσανδρος, οὔπω δὲ Δημοσθένης οὐδὲ οἱ ἄλλοι ῥήτορες δεδώκασι τὴν δίκην, Ἀρχίας ὁ Βουραῖος μὲν ἐκ πάσης τῆς Ἑλλάδος σταλεὶς ἀνεῖλε ῥήτορας εἰς ἀριθμὸν ἀπείρους. Δημάδου δὲ αἰτήσαντος οἱ Ἀθηναίων μόνοι ῥήτορες ἀπετμήθησαν τὰς γλώσσας ἐν Ἀθήναις, νόμω καὶ ψήφῳ Ἀττικῶν οὕτω πως δικασάντων.
Γρηγόριος ὁ Κορίνθιος λύεται δὲ τὰ ἄπορα ἐρωτήματα ἢ κατὰ ἀντερώτησιν ἢ κατὰ ἀναβολὴν ἢ κατʼ ἀσφάλειαν ἢ κατὰ αἰτιολογίαν ἢ κατὰ τὸ ἀνακόλουθον ἢ κατὰ λύπην τοῦ ἀντιδίκου· κατὰ ἀντερώτησιν, ὡς ὁ Δημάδης, ἐρωτηθεὶς «πῶς οὖν πολεμήσομεν;» ἀπεκρίνατο «πῶς οὖν τὴν εἰρήνην ἄξομεν;».
Ἀνώνυμος Σεγυεριανός λαμβάνεται δὲ καὶ μειώσεως ἕνεκεν, ὡς ὁ Δημάδης «ἥρπασαν οἱ Διόσκουροι τὰς Λευκιππίδας, Ἀλέξανδρος τὴν Ἑλένην, καὶ διὰ τοῦτο τοῖς Ἕλλησι πόλεμος ἐγένετο, καὶ νῦν τοῦ πορνοβοσκοῦ θυγάτηρ ἥρπασται».
ἡρπάσθαι δὲ τὴν Περσεφόνην φασὶν οἱ μὲν ἐκ Σικελίας, Βακχυλίδης δὲ ἐκ Κρήτης, Ὀρφεὺς δὲ ἐκ τῶν περὶ τὸν Ὠκεανὸν τόπων, Φανόδημος δὲ ἀπὸ τῆς Ἀττικῆς, Δημάδης δὲ ἐν Νάπαις.
ἔχει τι πικρὸν ὁ τῆς ἀληθείας λόγος, ἐπειδάν τις ἀκράτῳ παρρησίᾳ χρώμενος μεγάλων ἀγαθῶν προσδοκίαν ἀφαιρῆται· τὰ δὲ προσηνῆ κἂν ᾖ ψευδῆ πείθει τοὺς ἀκούοντας.
προσδόκιμος ἦν εἰς τὴν Ἀττικὴν ὁ κίνδυνος.
μετὰ βραχὺ δὲ καὶ αἱ τῶν Μακεδόνων ἐπιδορατίδες ἥπτοντʼ ἤδη τῆς Ἀττικῆς, καὶ γειτνιώσης τῆς συμφορᾶς καὶ τῆς Ἑλλάδος κατεπτηχυίας, ἔδει καταψᾶν καὶ τιθασσεύειν τὴν ὀργὴν τοῦ βασιλέως ἠρεθισμένην κατὰ τοῦ δήμου.
οὐχ ἡ δόσις τῶν χρημάτων λυπεῖ ἀλλʼ ἡ πρᾶξις τοῦ λαμβάνοντος, ἐὰν ᾖ κατὰ τοῦ συμφέροντος.
αἵματι τὸν πόλεμον διέκρινεν.
οὐ γὰρ ἵνα λάβω χρυσίον, ὡς αὐτοὶ πλαττόμενοι λέγουσιν, ἀλλʼ ἵνα τόδε.
σύμμαχον εἶχεν ὑποψίαν.
ἀλλʼ οἱ δείλαιοι σύμβουλοι ἐξαγαγόντες εἰς τὴν Βοιωτίαν τὴν ἀκμὴν τῆς πόλεως εἰσήγαγον εἰς πολυάνδριον.
πραΰνεται γὰρ ὁ τῶν ἠδικημένων θυμός, ἐπειδὰν ὁ τὴν αἰτίαν ἔχων μὴ φιλονικῇ, κριτὴν δὲ ποιῇ τῆς εἰς αὑτὸν φιλανθρωπίας τὸν ἀδικούμενον.
τοὺς πρέσβεις εἰς φρέαρ κατέχωσαν, εὐγενῶς μὲν τοῖς θυμοῖς παραστάντες, οὐκ εὐσεβῶς δὲ τῇ τιμωρίᾳ χρησάμενοι.
ἐπόνει τοῖς κακοῖς ἡ Σπάρτη.
ἐγίνωσκον ἀκριβῶς τὸν μὲν τῶν πολιτευομένων βίον εὐκίνητον ὄντα, τὸ δὲ μέλλον ἀόρατον, ποικίλας δὲ τὰς τῆς τύχης μεταβολάς, ἀκρίτους δὲ τοὺς τὴν Ἑλλάδα κατέχοντας καιρούς· ὃν οὖν καθʼ ἑτέρων ἤμελλον τίθεσθαι νόμον.
αὐτοχειρὶ σφαγεὶς τὸν βίον ἐξέλιπεν.
αἱ θυγατέρες Ἐρεχθέως τῷ καλῷ τῆς ἀρετῆς τὸ θῆλυ τῆς ψυχῆς ἐνίκησαν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς ἔπανδρον ἐποίησεν ἡ πρὸς τὸ θρέψαν ἔδαφος φιλοστοργία.
πρεσβῦται φιλοψυχοῦσιν ἐπὶ δυσμαῖς τοῦ βίου.
λόγος κενῶς μὲν ἐξενεχθεὶς θήγει τὰ ξίφη, δεξιῶς δὲ τεθεὶς καὶ τὰς ἠκονημένας λόγχας ἀπαμβλύνει· οἰκονομία δʼ ἀνύει πλέον ἢ βία.
ἐπίστευσεν ὁ βάρβαρος τὸν λόγον, οὐ τὸν νοῦν ἠρεύνησεν· ἔκρινε γὰρ τοῖς ὠσὶ πρὸς ἡδονὴν τὴν ἐπαγγελίαν, οὐ πρὸς ἀλήθειαν. τὰ δʼ οὐκ ἦν λόγος, ἀλλʼ ἔργα εὐθέως ἠκολούθει.
βίᾳ μὲν οὐδὲ τῶν ἐλαχίστων δύναται κρατεῖν ἄνθρωπος, ἐπινοίᾳ δὲ καὶ μεθόδῳ ὑπέζευξε μὲν ἀρότρῳ βοῦν πρὸς τὴν ἐργασίαν τῆς χώρας, ἐχαλίνωσε δὲ τὸν ἵππον, ἐλέφαντι δὲ παρέστησεν ἐπιβάτην καὶ ξύλῳ τὴν ἀμέτρητον θάλασσαν διεπέρασεν. τούτων δὲ πάντων ἀρχιτέκτων καὶ δημιουργός ἐστιν ὁ νοῦς, ᾧ δεῖ καθηγεμόνι χρωμένους μὴ πάντα ζητεῖν πρὸς τὰς ἰδίας ὀξύτητας, ἀλλὰ πρὸς τὰς τῶν πραγμάτων φύσεις καὶ μεταπτώσεις. οὕτω κἀγὼ καθάπερ τι φοβερὸν θηρίον κεχαρισμένοις λόγοις τιθασεύσας τὸν Ἀλέξανδρον ἐποίησα χειροήθη πρὸς τὸ μέλλον.
ἄρρενα λόγον καὶ τοῦ τῶν Ἀθηναίων ὀνόματος ἀξίαν παρρησίαν.
μισῶ τοὺς δημαγωγούς, ὅτι ταράττουσι τὸν δῆμον καὶ τὸ κτῆμα τῆς ἐμῆς πολιτείας τὴν εἰρήνην ψηφίσματι πολέμου παραθραύουσιν.
οἱ πρόγονοι τὴν πόλιν ἐκλιπόντες πόλιν ἔσχον τὴν θάλατταν· ἡ δʼ ἀπὸ τῆς ναυμαχίας ἧττα καὶ τὴν πεζὴν δύναμιν συνέτριψεν.
ἐλευθερία ὠτακουστὴν οὐκ εὐλαβεῖται.
ὀλισθηραὶ δὲ καὶ συνεχεῖς αἱ παρὰ τῶν πραγμάτων γινόμεναι μεταβολαί.
ψηφίσματι γὰρ εὐνοίας ὁ τῆς ἀθανασίας ἀφίδρυται βωμός.
ἐπιστήσεις αὐτοῖς κήρυκα τὸν χρόνον φθεγγόμενον.
Ἀλέξανδρος ὁ τὰς ἐλπίδας συνάπτων πρὸς τὴν τῆς οἰκουμένης ἡγεμονίαν.
ἐκεῖνοι γὰρ οἱ λόγοι τὴν ὀργὴν τοῦ βασιλέως ὥσπερ ὕπνῳ κατεκοίμησαν.
ἔτι γὰρ ἤκμαζον αἱ δυνάμεις τῆς πόλεως καὶ τῆς Ἑλλάδος τὸ φρόνημα, καὶ συνέρρει ἡ τύχη τῷ δήμῳ· νῦν δʼ ἐξωστράκισται μὲν πᾶν τὸ χρήσιμον ἐκ τῶν πραγμάτων, ἐξῄρηται δὲ τὰ νεῦρα τῶν πόλεων, εἰς ἄνεσιν δὲ καὶ τρυφὴν νενεύκασιν οἱ βίοι, τὰ δὲ τῆς ὁμονοίας οὐκέτι μένει, νόθαι δὲ γεγόνασιν αἱ τῶν φίλων ἐλπίδες.
ὁ δὲ πόλεμος ὥσπερ νέφος ἐκ παντὸς τόπου τῆς Εὐρώπης ἐπήρτητο, καὶ συνέκλειέ μου τὴν ἐπὶ τῆς ἐκκλησίας παρρησίαν, καὶ τὴν μετʼ ἐλευθερίας καὶ δόξης φωνὴν ἀφῄρει.
ἐκ τῶν πραγμάτων σκοπεῖτε τὴν ἀλήθειαν, καὶ μὴ ψευδεῖς αἰτίας ὁμολογουμένων ἔργων προκρίνητε.
διὰ τῶν πραγμάτων πολέμιον πῦρ προαγορεύει. αὕτη ἡ Ἀλεξάνδρου ἐπιστολὴ συνέτριβέ μου τὴν διάνοιαν· αὕτη πόλεμον ἐν τύπῳ γραμμάτων περιέχουσα μονονοὺκ ἐπιλαβομένη μου τῆς χειρὸς ἐξήγειρεν· αὕτη πορευομένη διὰ τῶν λογισμῶν τὴν ἡσυχίαν ἄγειν οὐκ ἐπέτρεψεν· ἐν πύλαις γὰρ ὁ κίνδυνος.
ἡ δʼ ἐμὴ πολιτεία καὶ ὁ τότε θόρυβος συνεπέστησε τὴν πόλιν, καὶ διεκώλυσεν ὥσπερ κῦμα πανταχόθεν ἐπικλύσαι τὴν Ἀττικήν, καὶ τὴν ἐν Βοιωτίᾳ παρασκευὴν ἔτρεψεν εἰς Πέρσας.
οὐ τὴν αὐτὴν ἔχει φαντασίαν ἐφεστηκὼς καὶ διαλλαγεὶς ὁ τοῦ πολέμου φόβος ὥσπερ γνόφος.
διὸ καὶ πάντων δοκεῖ χαλεπώτατον, ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων· κρίνει γὰρ ἕκαστος πρὸς τὴν παροῦσαν ἡσυχίαν, οὐ πρὸς τὸν παρελθόντα κίνδυνον. ὅταν δέ τις ἀνέλῃ τῶν πραγμάτων τὸν καιρόν, ἀνταναιρεῖται καὶ τὸ δίκαιον τῆς πράξεως.
ἕκαστον τῶν ἀδικημάτων ἰδίας ἔχει τὰς οἰκονομίας· ἃ μὲν γάρ ἐστι δεόμενα τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ἃ δὲ τῶν ἐλαττόνων δικαστηρίων, ἃ δὲ τῆς ἡλιαίας· πάντα δὲ ταῦτα διώρισται τοῖς ὀνόμασι τοῖς πράγμασι τοῖς χρόνοις τοῖς ἐπιτιμίοις ταῖς ἀγωγαῖς καὶ τῷ πλήθει τῶν δικαζόντων.
ἀδίκους οἱ συκοφάνται μου ποιοῦνται τὰς διώξεις· οὐ γὰρ βουλεύσεως ἐγκαλοῦσιν, οἷς ἀνώμοτος ἡ κακία· τοῖς δὲ δικασταῖς ἔνορκος ἡ κρίσις.
ἄδικος κρίσις ἀδίκου τιμωρίας ὀνόματι μόνον διαφέρει.
οὐ δίκαιόν ἐστι τὴν τοῦ κινδυνεύοντος σωτηρίαν ἐφόδιον γενέσθαι συκοφαντίας τοῖς πάντα τολμᾶν προῃρημένοις, οὐδὲ τὴν ἐκ τῶν λόγων κατηγορίαν ἰσχυροτέραν ἡγεῖσθαι τῆς ἐκ τῶν πραγμάτων ἀπολογίας.