eul_wid: rye-bc
Ἐρωτικὸς ἢ περὶ κάλλους βασιλικοῦErotic or-Royal Beauty
Themistius the Philosopher Erotic or Royal Beauty PDF
| t 1 [5] | ΕΡΩΤΙΚΟΣ Η ΠΕΡΙ ΚΑΛΛΟΥΣ ΒΑΣΙΛΙΚΟΥ Σωκράτης ὁ Σωφρονίσκου τὴν μὲν ἄλλην σοφίαν σχεδόν τι πᾶσαν ἔξαρνος ἦν καὶ οὔτε μέγα οὔτε μικρὸν μάθημα ἐπίστασθαι ὡμολόγει, πλὴν τοῦτο αὐτὸ μόνον, τὸ μήτε οἴεσθαι εἰδέναι ἃ μὴ ᾔδει καὶ ὡς ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ τῆς ἀμαθίας σοφὸς ἀνῃρῆσθαι ἐνόμιζεν ὑπὸ τοῦ Πυθίου θεοῦ καὶ σοφώτατος τῶν ἀνθρώπων. |
| 161 c [10] | ὁ δὲ οὕτως ἀτέχνως πρὸς τὰ λοιπὰ μαθήματα διακείμενος καὶ οὕτως ἀπισχυριζόμενος πρὸς τὸ κεκτῆσθαί τινα ἐπιστήμην ὅμως τὴν ἐρωτικὴν τέχνην αὐτὸς ὁμολογεῖ. οὐ μὲν γὰρ τεύξασθαι μόνον οὐδὲ ζητεῖν οὐδὲ διώκειν, ἀλλ’ ἤδη καὶ ᾑρηκέναι καὶ ἔχειν, ὡς καὶ ἄλλους διδάσκειν οἷός τε εἶναι. φησὶ γοῦν ἐν τοῖς Ἀγάθωνος ἐπινικίοις μετὰ τὸν πότον αὐτός τε ἀγαγόμενος εἰς τὸν ἔπαινον τοῦ ἔρωτος καὶ τοὺς συμπότας παρασκευάζων οὑτωσὶ ἀπαρακαλύπτως καὶ ἐκφανῶς, οὐδὲ ἄλλο φημὶ ἐπίστασθαι ἢ τὰ ἐρωτικά. |
| 161 d [5] | βαβαί, ὦ φίλε Σώκρατες, ὡς λίαν αὐθάδως καὶ πόρρω τῆς εἰωθυίας σοι εὐλαβείας, καὶ ἐγγύς τι Προδίκου τοῦ Κείου καὶ Πρωταγόρου τοῦ Ἀβδηρίτου καὶ Γοργίου τοῦ Λεοντίνου, καὶ ὅσοι γυμναῖς ταῖς κεφαλαῖς ἀνεκήρυττον ἑαυτοὺς ἐν τοῖς Ἕλλησιν ἐπὶ τῇ σοφίᾳ. |
| 162 a [5] | καὶ δῆτα Ἀρχέλαον μὲν τὸν σεαυτοῦ διδάσκαλον ἀποκρύπτεις καὶ οὐδεπώποτε ἐν λόγῳ τινὶ ἐποιήσω τὸν κληρονόμον τῆς ἀνωτάτω σοφίας, ὅτι σμικρόν γε τὸ μάθημα καὶ ἀνθρωπικὸν ἐδόκει εἶναι, σάρκα καὶ ὀστοῦν καὶ μυελόν, εἰ δὲ βούλει, γῆν καὶ ὕδωρ καὶ ἔτι τὰ τούτων ἀρχεγονώτερα, ὅπη τε καὶ ὅπως γεννᾶται, μηδὲ φθειρόμενα, ἀλλὰ συνιόντα καὶ ἀπιόντα ἀπ’ ἀλλήλων. τὴν δὲ Μαντινικὴν ξένην ὑμνεῖς καὶ διδάσκαλον σεαυτοῦ ἀποφαίνεις ἐρωτικῶν, καὶ ἀποτείνεις μακρὸν καὶ πάγκαλον λόγον γενέσθαι, τά τε Ἀφροδίτης διεξιὼν κατὰ δεῖπνον καὶ Πόρου μέθην καὶ ὕπνον καὶ ἐπιβουλὴν τῆς Πενίας καὶ κατακοίμησιν παρὰ τῷ Πόρῳ καὶ ἐντεῦθεν γένεσιν Ἔρωτος, ὃν θεὸν μὲν ὀνομάζεις, δαίμονα δὲ μέγαν καὶ μέγιστον τῶν ἄλλων δαιμόνων. |
| 162 b | τὰ μὲν δὴ ἄλλα σοι ὀνόματα ὅ τι νοεῖ τε καὶ ὅ τι βούλεται ἡ Ἀφροδίτη καὶ ὅ τι ἡ Πενία καὶ ὅ τι ὁ Πόρος καὶ ὅ τι ἡ μέθη τοῦ Πόρου, καὶ ὅσα ἐφεξῆς καταλέγεις, δῆλος εἶ ὅτι οὐ ταῦτα λέγεις ἃ οἱ πολλοὶ νῦν ἴσασιν ἐκ τῶν ὀνομάτων οἷς κέχρηνται, ἀλλ’ ἕτερα δύσφραστα καὶ δυσάρεστα καὶ τῷ μύθῳ ἐνδεδυκότα ὥσπερ χιτωνίῳ, ὡς μὴ ἐπίδρομα εἶναι τοῖς παντάπασιν ἀμυήτοις. |
| 162 c [5] | Τὰ μὲν δὴ ἄλλα, ὥσπερ ἔφην, καθ’ ἑαυτοὺς ἐπὶ σχολῆς σοι ἐπαινεσόμεθα, ἃ δὲ τοῦ λόγου μάλιστα θαυμάσας ἔχω, ταῦτα καὶ νῦν σοι ἐν τῷ συλλόγῳ οὐκ ἀποκρύψομαι, ὡς ἀκριβῶς ἄρα ἐξήτασας καὶ ἐπεσκέψω τὴν μορφὴν καὶ τὴν φύσιν τοῦ Ἔρωτος, ὅτι οὐχ οἷος τοῖς πολλοῖς δοκεῖ τοιοῦτος καὶ τῷ ὄντι ἐστί, νεὸς καὶ ἁπαλὸς καὶ ἁβρός, ἀλλὰ τοὐναντίον σκληρὸς καὶ αὐχμηρὸς καὶ θυραυλῶν ἐπὶ θύραις καὶ ἐν ὑπαίθρῳ τὰ πολλὰ καὶ ἐν ὁδοῖς διαιτώμενος καὶ ἐπιθυμητὴς ἀεὶ τοῦ καλοῦ καὶ ἀγαθοῦ, καὶ ἴτης ἐπὶ τούτοις, σύντονος, θηρευτής, δεινῶς πλέκων μηχανὰς ἐπὶ τῇ θήρᾳ, καὶ ἔτι φρόνιμος καὶ ἀεὶ φιλοσοφῶν. |
| 162 d [5] | ὧν τὰ μὲν ἐκ τοῦ πατρὸς τοῦ Πόρου αὐτοῦ παραγίνεται, τὰ δὲ ἐκ τῆς μητρὸς Πενίας. ταῦτα δή σου ἀκούων ἐκ μειρακίου μοι ἐπᾴδοντος καὶ παιδεύοντος, καὶ ὅτι ἄλλο μὲν τὸ ἐραστόν, ἄλλο δὲ ὁ ἔρως, καὶ ἐκεῖ μὲν δεῖ ζητεῖν τὴν νεότητα καὶ τὴν καλλονὴν καὶ τὸ ἀνενδεὲς καὶ τὸ πλῆρες, τὸν δὲ ἔρωτα γινώσκειν ὅτι ἁπάντων τούτων ἐπιδεής· οὐ γὰρ ἂν ἐφίετο αὐτῶν, εἴπερ εἶχε· ταῦτά σου ἀκούων τὸν ἄλλον ἅπαντα χρόνον ἀντεμαντευόμην ὡς θαυμαστὰ εἴη καὶ μᾶλλον ἀκόλουθα τὰ ἐκ τοῦ σοῦ λόγου, ὧν πείθουσιν ἡμᾶς οἱ ποιηταὶ καὶ οἱ ζωγράφοι, καὶ προσφυέστερα τῷ ἔρωτι καὶ τῶν ἐρώντων, ἐμαυτῷ δὲ συμπεσόντα οὐδεπώποτε ἐνεώρων, ἀλλὰ παρήλλαξε τοσούτων ἐνιαυτῶν ἀριθμὸς ἐπαινέτην μὲν τῶν λεγομένων, ἀπείρατον δὲ ὧν ἐπῄνουν. |
| 163 b [5] | οὔτε γὰρ ὁδὸν ἐμαυτῷ συνῄδειν μακρὰν οὔτε πορείαν σύντονον οὔτε ὕπαιθρον δίαιταν οὔτε θυραυλίαν οὔτε σκληρόν τι καὶ αὐχμηρὸν ὑπομείνας οὔτε μηχανὰς ἐπὶ τῇ θήρᾳ πεπλεγμένας τοῦ κάλλους, ἀλλ’ ἐπιθυμητὴν μὲν τῆς ἐρωτικῆς μελέτης οὐ φαῦλον ἐμαυτὸν ἠπιστάμην, ἀγωνιστὴν δὲ οὐκέτι καὶ ἀθλοφόρον. Νῦν δέ, ὦ μεγάλε, ἀθρόον μοι ἀπήντηκεν ἅπαντα ἃ σὺ καταλέγεις, καὶ πλείονα ὧν καταλέγεις, δρόμος ἰσόδρομος σχεδὸν τῷ ἡλίῳ ἀπὸ Τίγρητος εἰς Ὠκεανόν, πόρος σύντονος, πτῆσις χαμαιπετής, καὶ οἷόν ποτε θεῖν τὸν Ἔρωτα φῄς, ἡμέραι ἐπὶ ταῖς νυξὶν ἀκοίμητοι. |
| 163 c | χαμευνίας καὶ θυραυλίας διήγαγον ἐν ταῖς ὁδοῖς καὶ ἐν τοῖς ὑπαίθροις ἄστρωτος, καὶ ἀνυπόδετος, οὔτε ζῆν ἔχων ποτὲ ἀπεπλήσθην οὔτε ἀπεῖπον, ὡς ἀπορῶν κατερρύην, καὶ ἀνεβίων πολλάκις τῇ ἐνδείᾳ καὶ τῇ ἐλπίδι. |
| 163 d [5] | σύμπαντα ἔνι ἁπλῶς ἐν τῷ ἐμῷ ἔρωτι ὅσα κατέλεξας καὶ τῇ μορφῇ ἁπάσῃ, καὶ ἡ φύσις τοῦ δαίμονος τούτου οὐκ οἶδα εἴ ποτε ἐν ἄλλῳ ἀνθρώπῳ οὕτως ἐξέλαμψε καὶ ἐξεφάνη. αἱ πολιαὶ δὲ ἔφυσαν οὐ προσδοκῶντι ἐν πείρᾳ ἔσεσθαι ὧν παρὰ σοῦ μεμάθηκα. αἴτιον δὲ οὐ τοσοῦτον ἡ ἐμὴ νωθρεία καὶ ἀνεραστία, ἀλλ’ ἡ πρώτη ἐπίβασις τοῦ ἐραστοῦ ἄπορός μοι τέως ἦν καὶ ἀνεύρετος, καλὴ ψυχὴ ἐν καλῷ σώματι, νέα ἐν νέῳ, ἀνθοῦσα ἐν ἀνθοῦντι, τὴν μὲν ἔχουσα ἀγλαΐαν ἤδη, τὴν δὲ ὑποφαίνουσα ἐπιδώσουσαν ἅμα τῷ χρόνῳ. |
| 164 a [5] | Τοιαῦτα παιδικὰ ἐγὼ ζητῶν καὶ διώκων πανταχοῦ ἰχνηλατῶν θαυμαστὰ ἔπασχον οἷα τὸν πρὸ τοῦ χρόνον, καὶ πράγματα εἶχον καὶ παρεῖχον τοῖς γυμνασίοις καὶ ταῖς παλαίστραις, ὅτῳ ἐντύχοιμι νέῳ ἀναπειρώμενος· καὶ μάλιστα ὅσοι πένητες καὶ ἰδιῶται πατέρων ἰδιωτῶν, ἀπραγμόνων, μικρὰ ἐν ταῖς πόλεσι δυναμένων. |
| 164 b [5] | ἤκουον γὰρ παρὰ τῶν ποιητῶν ὅτι πενίη σοφίαν ἔλαχε καὶ τίκτει κόρος ὕβριν καὶ πλησμονή τοι Κύπριν, καὶ τοιαῦτα πολλὰ ᾀδόντων, ἡμᾶς πείθοντα τῇ τύχῃ τῇ πολλῇ μὴ συμπεριφέρεσθαι τὴν ἀρετήν. ἀλλ’ ὅμως καὶ τούτων τῶν νέων οἱ πολλοὶ ἐφαίνοντό μοι αὐτῷ μόνῳ ἐπικλύζεσθαι τῷ θορύβῳ τῆς ἡλικίας. εἰ δέ τῳ ἢ σκῦτος παρῆν, ἢ δύναμις πατέρων, ἢ συγγενῶν, πόρρω ἐχρῆν τοὺς πολλοὺς τοῦτον ἀσπάζεσθαι, ὡς μακράν που ἀποσκηνοῦντας κάλλους ἀληθινοῦ καὶ ἀξιεράστου. |
| 164 c [5] | τὰς ψυχὰς γὰρ αὐτῶν διαλαμβάνουσαι ἡ τρυφὴ καὶ ἡ κολακεία λώβης ἐμπιπλᾶσιν ἀδιηγήτου· ὥστε καὶ εἴ τι ἐνῆν ἄνθος αὐτοῖς ἀμυδρὸν ἀρετῆς, μαραίνεσθαι ἅπαν τοῦτο καὶ ἀπορρεῖν ὑπὸ τοῦ κλύδωνος τῶν παθημάτων. ταῦτα γοῦν ἐν χρόνῳ μακρῷ ἀνατλὰς καὶ ὠδίνων μὲν τὸν ἔρωτα ἐκείνου τοῦ κάλλους, ὃν φιλοσοφία μοι ὑπεγράψατο, νέου καλοῦ καὶ ἐρασμίου, τὰ κάλλη ἄμφω κερασαμένου, τῆς τε ψυχῆς καὶ τοῦ σώματος, λάμποντος φιλοφροσύνῃ καὶ εὐσταθείᾳ ἐν ἀνδρείᾳ ἡδυπαθείας, Πρῶτον ὑπηνήτην, τοῦ περ χαριεστάτη ἥβη, τοιούτου κάλλους ὠδίνων ἔρωτα καὶ ὀνειροπολῶν μὲν καὶ ἐλπίζων, εὑρίσκων δὲ οὐδαμοῦ οὔτε ἐν γῇ οὔτε ἐν θαλάσσῃ, θαυμαστὰ ἔπασχον, ὥσπερ ἔφην, καὶ ᾤμην δεῖν τὸν περὶ τοῦ κάλλους λόγον τοιοῦτον εἶναι, οἷοι πολλοὶ καὶ ἄλλοι φιλοσοφίας, οὓς τῷ νῷ μὲν οἷόν τε ξυνεῖναι, ἑλεῖν δὲ αἰσθήσει ἀμήχανον, οἷον αὐτόκυκλον καὶ αὐτοτρίγωνον, ὁποῖον οὔτε ἐν ξύλῳ οὔτε ἐν λίθῳ οὔτε ἐν γράμματι. |
| 165 a [5] | Οὐκ ἔχων δὲ οὔτε ἀποθέσθαι τὴν ὠδῖνα οὔτε ἀποπλῆσαι, κάλλους δὲ οὐχ οἷόν τε ἐκλαθέσθαι ἀρτίου καὶ ὁλοκλήρου τοὺς φιλοκάλους καὶ εὐφυεῖς, ὀψὲ ἀνεγρόμενος μόλις ὥσπερ ἐξ ὕπνου βαθέος, θεοῦ τινος, ὡς ἔοικε, ποδηγοῦντος, ἐνεθυμήθην τὰ ἐν τῷ Πλάτωνος Φαίδωνι. καὶ γὰρ ἐν ἐκείνοις τοῖς λόγοις ὁ αὐτὸς διδάσκαλος τῶν ἐρωτικῶν οὐ φησὶν ὁμοίως τὸ αὐτὸ καὶ ἓν κάλλος διωκτὸν εἶναι, ἀλλὰ τοῖς μὲν Ἄρεος θεραπευταῖς Ἀρεϊκόν τε καὶ φιλοπόλεμον, τοῖς δὲ Ἀπόλλωνος θιασώταις εὔμουσον καὶ τῷ θεῷ τούτῳ οἰκεῖον, μόνοις δὲ τοῖς φιλολόγοις τὸ Διός τε καὶ βασιλικόν· Διὸς γὰρ εἶναι τοὺς φιλολόγους συμπεριπόλους. |
| 165 b [5] | οὕτω δὴ καταλιπὼν τὰ φροντιστήρια καὶ τὰς παλαίστρας σπουδῇ ἁπάσῃ ἐπὶ τὰ βασίλεια ᾖα, ὡς ἐκεῖ μάλιστα τοὺς †δειλοὺς† καὶ ἡγεμονικοὺς ἐξευρήσων. καὶ δῆτα ἐντυγχάνω πρῶτα μὲν τῷ παιδὶ τῷ Κωνσταντίνου, ἔπειτα τῷ ἐκείνου ἀδελφῷ, ἀμφοῖν ἀγαθοῖν μὲν καὶ ἀτεχνῶς Διίοιν, ἀλλ’ ὑπέρωρόν γε ἤδη τὸ κάλλος αὐτῶν, καὶ τὸ μὲν οὐχ οἷός τε ἄγασθαι ἔτι τοῦ ἔρωτος, τὸ δὲ ἐκλάμψαν εὐθὺς καὶ ἀπέπτη. |
| 165 c | ἀλλ’ ἐχρῆν, ὡς ἔοικε, τὸν μυσταγωγόν μοι γενέσθαι τῆς ἐρωτικῆς τελετῆς, οὐ πόρρωθεν τῶν παιδικῶν οὐδὲ ὀθνεῖον, ἀλλ’ ἐγγύθεν καὶ ἀφ’ ἑστίας. Ὥστε οὐ καρτερεῖ ἔτι ὁ λόγος κύκλῳ περιιέναι, ἀλλὰ μεθέμενος ἤδη τῶν προπετασμάτων αὐτοπρόσωπός σοι διαλέξεται. |
| 165 d [5] | ὦ παῖ βασιλεῦ, ὦ παῖ πάτερ, ὦ παῖ νικῶν πολιὰν ἀρετῇ, ὦ μακάριον θήραμα τῆς ἐμῆς ἰχνηλασίας. οὐ γὰρ οἷός τε πρὸ ὀμμάτων ἔχειν τὸ κάλλος, οὗ ἕνεκα ἐκ περάτων εἰς πέρατα γῆς ἐπορεύθην, πάντα ἐκεῖνα ὑπομείνας ὅσα κατέλεξεν ὁ Σωκράτης ἡμῖν καὶ Διοτίμα, μὴ οὐχὶ πρὸς σὲ ἀτενίζειν καὶ ἐπιστηρίζειν τὼ ὀφθαλμώ. καὶ δῆτα αἰσθάνομαι ἐμαυτοῦ ἐμπνεομένου ἤδη καὶ ἐνθουσιῶντος· ὥστε εἴ τι φιλοτιμοίμην σφοδρότερόν τε ἤδη καὶ ἐμπυρώτερον, ταῖς νύμφαις μὲν τοῦ Ἰλισσοῦ 〈οὐ〉 λογιστέον, τῷ δὲ Ἔρωτι καὶ 〈τῇ〉 τοῦ φιλονείκου θεοῦ ἐπιπνοίᾳ. |
| 166 a [5] | ἐπεὶ οὖν ἡψάμην ἐλπίδος, ἣν πάλαι τρέφων καὶ ὠδίνων οὐκ εἶχον ἔξαμμα ὅπως αὐτῆς ἐπιλαβοίμην, οὐ μεθιέμην ἤδη τοῦ ἴχνους τῆς ἄγρας, ὡς ἄξοντός με ἐπὶ τὴν ἄγραν οὐ χαλεπῶς, ἣν ἐσπουδάκειν, ἀλλὰ προσεκαρτέρουν καὶ προσελιπάρουν τῷ σῷ πατραδέλφῳ, Ἴστρον τε πραΰνοντι ἐπισπόμενος καὶ Τίγρητα ἀναστέλλοντι ἀκολουθῶν καὶ ὠχυρωμένῳ Εὐφράτην. |
| 166 b [10] | καὶ διὰ ταύτην τὴν προσεδρείαν εἶδον ἐκεῖ ἄνθρωποι θέαμα τοῖς νῦν ἄπιστον καὶ ἀδόκητον καὶ διήγημα ἀμυδρὸν ἤδη τῆς παλαιᾶς εὐδαιμονίας, βασιλείαν συνθακοῦσαν φιλοσοφίᾳ καὶ τριβώνιον ἁλουργίδι συνδιαιτώμενον καὶ ἐπανιόντα κόσμον εἰς τὰ βασίλεια, ᾧ Τραϊανὸς ἐκοσμεῖτο καὶ Μάρκος καὶ Ἀντωνῖνος, ὃν Ἀλέξανδρος ὁ μέγας οὐκ ἐκοσμήθη, οὐδὲ Κῦρος ὁ Μῆδος, οὐδὲ Ξέρξης ὁ ἀλαζών. ἀλλὰ χρυσῆν μὲν πλάτανον περιφέρεται καὶ χρυσοῦν οὐρανόν, φιλοσοφίᾳ δὲ ἀκόσμητος ἦν καὶ τὸν οὐρανὸν οὐχ ἑώρα τὸν ἀληθινὸν ἀμύητος ὢν καὶ ἀνοργίαστος τούτων τῶν ἱερῶν. |
| 166 c [10] | τῶν ἐμῶν δὲ παιδικῶν ὁ ἐξηγητὴς καὶ προφήτης, τοσοῦτον ἄρα αὐτῷ κάλλος περίεστιν ὥστε καὶ βάρβαρον ποιεῖν καλόν, καὶ τὸν Γέτην ἥμερον καὶ τὸν Πέρσην ἐπιεικῆ καὶ τὸν Ἀρμένιον ἤδη Ῥωμαῖον καὶ τὸν Ἴβηρα Ἕλληνα, καὶ τὸν σκηνητὴν οἰκουρόν· καὶ ἕκαστον ἐκ τοῦ πρόσθεν αἴσχους εἰς τὸ ἐναντίον κάλλος μεταμορφοῦν. Ἐγὼ δὲ εἰμὶ μὲν καὶ τῆς ζώνης καὶ τῶν βασιλέων ἐπαινέτης καὶ ἐραστής, καὶ μάλιστα εἰ καὶ ξὺν δίκῃ ζωννυμένην αὐτὴν καθορῴην, πολὺ δὲ μᾶλλον ἐπαινοίην ἂν καὶ ἐρῴην τῆς κεφαλῆς καὶ τῶν ὀμμάτων, ἵνα τὸ τῆς γνώμης καὶ νοῦ χωρίον καὶ οἰκητήριον. |
| 166 d [5] | ἔνθεν καὶ αὐτοῦ τοῦ Διὸς ἐξέθορεν ἡ πρόμαχος Ἀθηνᾶ καὶ ἡ τῆς φύσεως πρόνοια αὐτῇ σκευῇ καὶ αὐτοῖς ὅπλοις, ἐνδεικνυμένης τῆς ἀρχαίας φιλοσοφίας ὅτι μόνη ἡ μῆτις καὶ τὰ βουλεύματα καὶ αἱ γνῶμαι ὁλόκληρα τὰ γεννήματα καὶ ἀρτιμελῆ τῶν βασιλέων, καὶ πρὸς ταῦτα ἀποχρῶσιν ἑαυτοῖς καὶ γεννῆσαι καὶ ἐγγεννῆσαι, δι’ ὧν ῥύονται τὴν ἀρχὴν καὶ σῴζουσι τὰς πατρίδας τὰς ἀνθρωπίνας. ὥσπερ οὖν ἡ Ἀθηνᾶ ἐκθοροῦσα τῆς τοῦ πατρὸς κεφαλῆς κατέπλησε μὲν οὐρανὸν τοῦ πρώτου κάλλους, κατέπλησε δὲ ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ ἄστρα, ἔταξε δὲ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ, καὶ ἐποίησε καὶ ταῦτα σώματα ὄντα διὰ τὴν τάξιν καλὰ καὶ ἐραστά, οὕτω καὶ ἡ μῆτις τῶν ἀγαθῶν βασιλέων, ὅτου ἂν ἐφάψηται καὶ ᾧ ἂν πελάσῃ, οὐ θέμις τοῦτο μὴ οὐ καλὸν εὐθὺς εἶναι καὶ ἐραστὸν καὶ ἐγχώριον αὐτῶν, ὅσον μὴ καλὸν προϋπῆρχεν, ὥσπερ τῷ ἡλίῳ τὸν ζόφον. |
| 167 b [5] | καὶ τὰ μὲν ἄλλα κάλλη οὔ μοι καιρὸς ἐπεξιέναι, οὔτε ὅσων αἱ πόλεις ἀπέλαυσαν οὔτε ὅσων αἱ κῶμαι οὔτε ὅσων ἤδη καὶ τὰ ἐπ’ αὐτῶν. μεστοὶ γάρ ἐστε καὶ ἀκούοντες καὶ ὁρῶντες μεγέθη τε οἰκοδομημάτων ἑκασταχῆ διωλύγια καὶ εὐμορφίας ἀμηχάνους καὶ θαλάσσης ἑῴας τε καὶ Ἰωνικῆς ἐπικλύσεις καὶ ἀποκλύσεις, καὶ ποταμῶν ὀνομαστῶν γεφυρουμένων, καὶ γῆρας ἑκάστῃ πόλει ἀποξυόμενον καὶ νεότητα ἐπανιοῦσαν. ἃ δὲ μὴ οἷός τέ εἰμι κατασχεῖν, μηδὲ θέμις ἄρρητα παρελθεῖν, καὶ ταῦτα πρὸς σέ, ὦ μακάριε, ᾧ λίαν οἰκεῖος ὁ λόγος καὶ οὐκ οἶδα εἴ τῳ ἄλλῳ οὕτως ἀφ’ ἑστίας. |
| 167 c [5] | Ἡ γάρ τοι πόλις τοῦ Κωνσταντίνου καὶ τοῦ υἱέος τοῦ Κωνσταντίνου, οἷς σὺ καὶ τῷ αἵματι ἀνεμίχθης, καὶ τὸ γένος ἡμῖν τῶν οἰκιστῶν ἀθάνατον ἤδη καὶ ἀσφαλὲς τῇ σῇ κοινωνίᾳ, αὕτη ἡ πόλις καλὴ μέν που καὶ πρόσθεν καὶ τῶν οἰκιστῶν τὸν ἔρωτα οὐκ αἰσχύνουσα, ἀτὰρ ὑπὸ σπουδῆς καὶ προθυμίας ἄμφω τὼ ἐραστὰ μᾶλλον ἐγενέσθην τοῦ ἰδεῖν καλλίω ταύτην ἢ τοῦ ποιῆσαι, ὥσπερ ἂν εἴ τις γυναικὸς ἐρασθεὶς καλῆς καὶ γενναίας φυκίων μὲν ἐπιμεληθείη καὶ ἀγχούσης καὶ ἐντριμμάτων καὶ τῶν 〈 *** 〉 ὡς πλεῖστα αὐτῇ παρεῖναι, καὶ ναὶ μὰ Δία στρεπτῶν πολυτιμήτων καὶ ἐλλοβίων καὶ πέπλων ἁλουργῶν καὶ πολυχρύσων, καὶ τούτοις ἄλλοτε ἄλλως ἀμφιεννύοι, καὶ ἐπικομμῴη, ἀγείρων ἐξ ἁπάσης γῆς καὶ θαλάσσης, δίψει δὲ αὐτὴν καὶ αὐχμῷ ὁρῴη πιεζομένην καὶ ὀλίγον ἀπολιμπάνουσαν τοῦ ἀποπτῆναι αὐτῷ χρυσῷ καὶ αὐτῇ πορφύρᾳ. |
| 167 d [5] | τοῦ γὰρ τοιούτου ἔρωτος μέγα ὄφελος ἡ ἐρωμένη. Ὁ δὲ σὸς πάτρων, ἅτε, οἶμαι, προμαντευόμενος ὅτι τῇ πόλει τὸ κῆδος συνάψεις, ἀντὶ σκιαγραφίας ἐφιλονείκησε τὸ ὄνομα τὸ Κωνσταντίνου ἐγγράψαι στήλῃ ἀδαμαντίνῃ, καὶ τῆς τε ἁλουργίδος ποιεῖται μητέρα καὶ δωρεῖται οὐκ εἰς μακρὰν παρὰ τοῦ Διὸς λαβὼν ἐκ τοῦ οὐρανοῦ τὰς νεφέλας τῇ πόλει οἷον θεραπαίνας ἁλίσας εἰς ἕνα χῶρον ἔνθεν καὶ ἔνθεν πόρρω τε καὶ ἀλλήλων ἀπῳκισμένας καὶ ἐν μυχοῖς κατασκηνούσας ἀηδέσι τε καὶ ἀχρείοις. |
| 168 a [5] | αἱ δὲ ὠκύτερον πτεροῦ καὶ νοήματος, αἱ μὲν τὸν αἰθέρα ὑψοῦ διαπτᾶσαι, αἱ δὲ ὑποδραμοῦσαι ἠλιβάτους πρῶνας ἔγγειοι καὶ ἐναέριοι σταφύλῃ τὰ νῶτα ἀπεικασμέναι, πλεῖν ἢ σταδίους χιλίους ἄναντα καὶ κάταντα, οὔτε ἄντην οὔτε κατάντην διαδραμοῦσαι καὶ οὔτε ὑποσχεθεῖσαι οὔτε ἐνσχεθεῖσαι συνεφοίτησαν ὑπωρόφιοι, καὶ ἥκουσιν ἤδη πρὸ τῶν πυλῶν καὶ θυραυλοῦσι περιμένουσαι τὸν ἀρχηγέτην, ὅπως ἂν ἐκείνου ξενίζοντος εἰς τὸν νεὼν σφῶν κατασκηνώσειαν, ἐν ᾧπερ αὐτῷ καὶ Ἥφαιστος συγχορεύει καὶ ὁ σωτὴρ καὶ ἡ Πανάκεια. |
| 168 c [10] | οὕτω καλὰ τὰ προτέλεια τῶν ἐμῶν παιδικῶν καὶ οὕτω πλούσια καλλονῆς. Καὶ ὅσον μὲν ἐπὶ τῇ δεξιότητι τοῦ προφήτου οὐδὲν ἄν με ἐκώλυσεν ἔτι προσλιπαρεῖν καὶ προσκαθῆσθαι τῷ Τίγρητι καὶ τῷ Εὐφράτῃ. ἀλλ’ ἐπιτίθησιν εὐθὺς ὁ τῆς ἕω προστάτης ἰδίαν ἀνάγκην μὴ ἀμβλυώττειν πρὸς τὴν ἑσπέραν, πρὸς δὲ καὶ οἱ Σωκράτους ἀναβασμοὶ οὐκ εἴων ἀτρέμα ἔχειν. ἀλλὰ τί γάρ φησιν ὁ τῆς πορείας τῆς ἐρωτικῆς ἐπιστήμων; †ἄρχεσθαι μὲν ἀφ’ ἑνὸς καλοῦ τῆς μελέτης† καὶ τούτῳ ἐγγεννᾶν, καὶ ἐντίκτειν λόγους καλούς· ἔπειτα καὶ αὐτὸν κατανοῆσαι ὅτι τὸ κάλλος τὸ ἐφ’ ὁτῳοῦν τῷ ἐφ’ ἑτέρῳ ἀδελφόν ἐστι καὶ συγγενές. καὶ δῆτα αὖθις, ὦ φίλε Σώκρατες, καὶ τοῦτο ἔπεισί μοι θαυμάζειν, ὡς λίαν μαντικῶς ἀπεφήνω τοῦ ἐμοῦ πάθους. |
| 168 d [5] | σμικρὸν γὰρ ἐκκλίναντι τὸ ῥῆμα τὸ σὸν χρήσιμον ἂν εἴη. ἐγὼ γάρ τοι, ὦ θαυμάσιε, ἀδελφὸν μὲν τοῦ κάλλους οὗ πρώτου ἑάλων οὐχ οἷός τε ἐγενόμην κατανοῆσαι, ἀδελφοῦ δὲ βλάστην ἐρασμιωτέραν φύσαντος, εἴ μοι δοίητε μαστεύειν, καὶ ἐξεῦρον καὶ ἰδοὺ ἔχω καὶ ἰδοὺ προσορῶ τὸ κάλλος ἄγριον καὶ λάμπον, οὔπω ἔξωρον οὐδὲ δυσήνιον· ὃ ἐγὼ οὔ φημι φῦναι ἀπὸ γῆς οὐδ’ ἀπὸ τοῦ νομίμου τοκέως, ἀλλ’ ἄνωθεν ἐξ οὐρανοῦ καὶ τῆς σπορᾶς τῆς ἐκεῖθεν καὶ φυτουργίας, Οὐ γὰρ ἔοικεν ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι, ἀλλὰ θεοῖο, φησὶν ὁ Πρίαμος περὶ Ἕκτορος, ὅτι τὰ ἔργα ὑπελάμβανε μείζω ἢ κατὰ ἀνθρωπίνην γονήν. |
| 169 a [10] | Φίλιππον οὖν, οἶμαι, οὐδὲν ἐκώλυσεν ἐπιφημίζεσθαι τῇ Ἀλεξάνδρου γενέσει καὶ Ἀμφιτρύωνα τῇ Ἡρακλέους· τὰ δὲ ἔργα ἤλεγχε τὸν ἀληθινὸν πατέρα, ὅτι ἄλλος ἦν, ῥυομένου ἀνθρώπους ἐκ θανάτου καὶ ἐκ τῶν τοῦ Ἅιδου πυλῶν εἰς τὴν γῆν ἐπαναγαγόντος καὶ ἀνακομίζοντος τὰς πατρῴας ἑστίας καὶ ἀπολυομένου ἀειφυγίας. |
| 169 b [5] | φέρε οὖν ἴδωμεν τὸν νεανίαν τοῦτον, ἢ καὶ τὰ ἔργα αὐτοῦ, εἰ μὴ θειοτέραν ὑποφαίνει γονήν. νέος μὲν ὁ παῖς καὶ αὐτοκρατὴς οὐχ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ σχεδόν τι ἁπάσης γῆς καὶ θαλάσσης, ὅσης τε αὐτὸς ἄρχει καὶ ὅσης συνάρχει τῷ πατραδέλφῳ· ὑπεράνω δέ ἐστιν ἀμφοῖν νεότητος, ἀλλὰ καὶ ἐξουσίας, καὶ ὧν τί ἂν γένοιτο δυσμαχώτερον, ὅταν πορεύωνται σὺν ἀλλήλαις, ἡ μὲν κινοῦσα ἀλήκτους ὁρμάς, ἡ δὲ πορίζουσα αὐταῖς τὴν ῥᾳστώνην; ἔνθ’ ἔνι μὲν λέων, ἔνι δὲ κάπρος· ἔνθ’ ἔνι δὲ ἄλλος ὅμαδος πολλῶν καὶ πολυκεφάλων θρεμμάτων, νικώντων ἅπασαν θηρίων φύσιν, ὅταν μὴ νοῦς αὐτοῖς ἐφεστήκῃ. |
| 169 c | ὅταν οὖν Γρατιανὸς νεότητα μὲν γήρως ἐπιδεικνύῃ στασιμωτέραν, τὴν δὲ ἐξουσίαν παρέχηται χαλινὰ ἔχουσαν καὶ τῷ ὀρθῷ λόγῳ καὶ τῷ νόμῳ συνεπομένην, ἆρ’ ἐξελέγχει με κολακεύοντα ἢ θωπεύοντα ἢ ψευδόμενον τὴν γονήν; ἀλλ’ ἐγώ φημι καὶ τὸν Ἀλκμήνας, οὐχ ὅτι θηρίων ἐκράτει, παῖδα τοῦ Διὸς νομισθῆναι, ἀλλ’ ὅτι κρείττων ἦν θυμοῦ καὶ ἐπιθυμίας καὶ θράσους καὶ ἀγενείας καὶ τῶν κούφων καὶ ἐνέδρας ἐγχειρημάτων. |
| 169 d [5] | καὶ εἰ μὴ ἔμελλον ὑμῖν φορτικώτερος φαίνεσθαι, χρώμενος ἀγροίκῳ σοφίᾳ, προσήρμοσα ἂν οὐ χαλεπῶς ἕκαστον ὧν κατέλεξα παθημάτων ἑκάστῳ ὧν ὁ μῦθος λέγει θηρίων· ἐπειδὴ καὶ τὼ δοιὼ δράκοντε, δι’ ὧν πρότερον καλλίνικος ἐξεφάνη ἄνωθεν ἥκων, οὐκ ἄλλο τι ἐγὼ ὑπολαμβάνω ἢ νεοττείαν καὶ αὐτάρκειαν. |
| 170 a [5] | ἄμφω γὰρ ὀλισθηρότατα καὶ ποριμώτατα, καὶ μάλιστά γε ἡ ἐξουσία, ᾗ εἴ τις ἀκρατῶς χρῷτο καὶ ἄνευ λόγου, μεθίσταται ἀντ’ εὐτυχήματος εἰς δυσποτμίαν ὥσπερ γε εἴ τις σώματος εὐτυχήσας μεγάλου καὶ ῥωμαλέου χρῷτο αὐτῷ ἄνευ ὀμμάτων· καὶ γὰρ οὕτως ἡ δύναμις ἀθλιωτέρα πάσης ἀδυναμίας. ὁ θεὸς δὲ δυνάμει διὰ τοῦτο πάντων ὑπερτερεῖ καὶ ἀρετῇ, καὶ ὅστις ἐκείνῳ παραπλήσιος ἐν τῇ γῇ, οὗτος φυτὸν οὐκ ἔγγειον, ἀλλ’ οὐράνιον. |
| 170 b [5] | μαρτυρεῖ δὲ τούτῳ τῷ λόγῳ καὶ ὁ Βοιώτιος ποιητής. λέγει γὰρ Ἐκ μὲν Μουσάων καὶ Ἀπόλλωνος ἑκάτοιο ποιητάς τε εἶναι καὶ κιθαριστάς, ἐκ δὲ Διὸς βασιλῆας. Ἀλλ’ Ἡσίοδος μὲν οὐκ οἶδε βασιλεῖς γῆς καὶ θαλάσσης οὐδ’ ὠνειροπόλησε μίαν τῆς γῆς ἀρχήν. διόπερ αὐτῷ καὶ ἐπάξιος κατεφαίνετο τῆς γονῆς τοῦ Διός, εἰ μιᾶς πόλεως προστατεύων, Φωκίδος ἢ Βοιωτίας, χρηστὸς καὶ ἥμερος καὶ κρίνοι τὰς δίκας μὴ σκολιῶς. |
| 170 c [5] | τὰ δὲ ἡμέτερα τί ἂν εἴποι ὁ αὐτοδίδακτος ποιητής; ποῦ δὲ ἀνάξει ἡμῖν τὴν ῥίζαν, ἐξ ἧς ὁ νεανίας ἐβλάστησεν, ὁρῶν παῖδα ἄρτι πρωθήβην, ἄρτι κατασπείροντα ἴουλον, ἐπιτάττοντα μὲν σχεδόν τι ἁπάσῃ τῇ γῇ, ὑποκύπτοντα δὲ τῷ νόμῳ, ἔνθα καὶ ὁ νόμος μὴ ἀτελής. καίτοι ἤνεγκεν ἡ Ῥωμαίων ἀρχὴ πολλοὺς μὲν νέους καὶ ἐπὶ τῆς αὐτῆς τύχης καὶ ἡλικίας, ἀλλὰ τῶν πολλῶν ἀπότρεπτά ἐστι τὰ ὀνόματα. ἡ δὲ σὴ νεότης τῷ Κύρου γήρᾳ συναριθμηθήσεται καὶ τῇ Μάρκου ἀκμῇ ἡ σὴ ἐφηβία. |
| 170 d [5] | οὐκ ἄρα τυφλὸς ὁ ἐμὸς ἔρως, ἀλλὰ καὶ λίαν ὀξυδερκής, ἕτοιμος ὧν λέγει ὑπέχειν εὐθύνας. φιλόσοφος γὰρ καὶ ὁ Σωκράτης 〈 *** 〉 εἶναι ποιεῖ, καὶ τὸ καλὸν δὲ αὐτὸ σὺν τῇ ἀληθείᾳ καλόν ἐστι, ψεῦδος δὲ οὐδὲν καλόν, οὔτε θωπεία οὔτε κολακεία. Σαπφοῖ μὲν γὰρ καὶ Ἀνακρέοντι συγχωροῦμεν ἀμέτρους εἶναι καὶ ὑπερμέτρους ἐν τοῖς ἐπαίνοις τῶν παιδικῶν· σωμάτων γὰρ ἤρων ἰδιωτικῶν ἰδιῶται καὶ οὐδεὶς κίνδυνος ἐπῆν, εἰ χαυνωθεῖεν ὑπὸ τοῦ ἐπαίνου αὐτοῖς οἱ ἐρώμενοι. |
| 171 a [5] | ἐνταῦθα δὲ βασιλικὸς ὁ ἔρως, βασιλικὸς δὲ ὁ ἐρώμενος, καὶ ἀποβλέπουσιν ἅπαντες ἄνθρωποι σχεδόν τι εἰς ἀμφότερα, ὅπως ἀλλήλοις ξυμμίξετον καὶ προσοίσεσθον, καὶ εἰ ἑκάτερος σὺν τῷ προσήκοντι κόσμῳ ὁ μὲν λέξει, ὁ δὲ ἀκούσεται. Δεινὰ μὲν ἂν πάθοιμι, ὦ παῖ καλέ, εἰ σοὶ μὲν ὁ κόσμος ὁ ἐκ τῶν ἔργων περίκειται ἤδη καὶ περικείσεται, καὶ προκάθησαι σύμπαντα αὐτὸν προβεβλημένος, λάμπων τε καὶ ἀστράπτων τοῖς ἀγαθοῖς ἔργοις μᾶλλον ἢ τῇ πορφύρᾳ, ἐγὼ δὲ ἐκ περάτων εἰς πέρατα γῆς ὁρμηθεὶς καὶ τοσαῦτα πράγματα παρασχὼν ἵπποις τε καὶ ἡμιόνοις πολλὰ μὲν ὄρη διαδραμών, πολλὰ δὲ δάπεδα διαπτάς, πολλαῖς δὲ πόλεσιν ὁμιλήσας, ἔπειτα φανείην σοι ἐπὶ θύραις ἀντὶ φιλοσόφου ῥητορικός τις ἢ ποιητικὸς ἐραστὴς καὶ τῶν σῶν μόνων καὶ οὐ μόνου σοῦ ἐπαινέτης. |
| 171 b [5] | μόνου δὲ σοῦ ἐστιν ἐπαινέτης ὁ ἐκεῖνα τεθαυμακώς, ἃ μόνῃ τῇ γνώμῃ ἐργάζῃ. Ὅμηρος γὰρ λέγων Σῇ δ’ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια ξεναγοῦ λέγει βουλὴν ἢ στρατιάρχου· ἐγὼ δὲ ὅτε λέγω τῇ σῇ βουλῇ τὸν δεῖνα εἰς τὴν ἑαυτοῦ ἐπανήκειν καὶ τὸν δεῖνα κεκομίσθαι τὸν πατρῷον οἶκον καὶ τὸν δεῖνα λελύσθαι δεσμῶν καὶ τοιούτους ἐφεξῆς ὁρμαθοὺς καὶ καταλόγους, βασιλέως λέγω βουλήν, ἧς ἔργον τὸ σῴζειν τοὺς ὑπηκόους, ὥσπερ καὶ ἑκάστης ἀρχῆς τὸ σῴζειν ὅτου ἄρχει· ποιμένος μὲν τὸ σῴζειν τὴν ποίμνην, βουκόλου δὲ τὸ ῥύεσθαι τὴν ἀγέλην, καὶ μὴ τοὺς μὲν λύκους ἀποσοβεῖν, αὐτὸν δὲ τῶν λύκων γίνεσθαι χαλεπώτερον κόπτοντα καὶ δαιτρεύοντα ἀεὶ τὰ πιότερα τῶν προβάτων ὥσπερ μάγειρον, ἀλλ’ οὐ ποιμένα. |
| 171 d [5] | καὶ ταύτης τῆς βουλῆς ἀγαθὸν μὲν καὶ αὐτογνώμονα εἶναι καὶ αὐτουργόν, ἀγαθὸν δὲ καὶ τὸ πείθεσθαι τοῖς ὑφηγουμένοις, ὀρθῶς γὰρ ὑπελάμβανε Ζήνων ὁ Κιτιεὺς βασιλικωτέραν εἶναι τῆς ἀγχινοίας τὴν εὐπείθειαν. ἰσχυροτέρα γὰρ ἡ ἀγαθὴ γνώμη ψηφίσμασι πλείοσι βεβαιουμένη. Μοῦνος δ’ εἴπερ τι νοήσῃ, ἀλλά τε οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις· ταὐτὸν δὲ λέγει καὶ ἑτέρως Ὅμηρος πρότερον Ζήνωνος Πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ. |
| 172 a [5] | καὶ πρὸς τοῦτο αὐτὸ παρεσκευασμένος βασιλεὺς εὔχεται τῷ Διὶ τὴν βασιλικωτέραν εὐχὴν Αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν. οὐ γὰρ δέκα Αἴαντας αἰτεῖ οὐδὲ Διομήδεις, ἀλλ’ οὐδὲ αὐτὸν δέκατον ὑπολαμβάνει τὸν Ἀχιλλέα ἐξαρκέσειν αὐτῷ πρὸς τὴν αἵρεσιν τῆς Ἰλίου, γέροντα δὲ ἀσθενῆ Πύλιον, μόλις ἐκταμόντα ἐν τῷ θορύβῳ τῆς μάχης τὰς παρηορίας τοῦ ἵππου. |
| 172 b [10] | διὰ τί γοῦν, ὦ χρηστὲ Ἀγάμεμνον, ταύτην εὐξάμενος τὴν εὐχὴν ἐλάθου αὐτῆς ἐν τῇ ἐκκλησίᾳ καὶ πρὸς τὸν Πηλέως ἠγρίανες καὶ παρήκουσας τοῦ πρεσβύτου, ὃν πολλαπλοῦν σοι ηὔξω γενέσθαι καὶ ἀνακαλουμένου σε ἐκ τῆς ὀργῆς καὶ πραΰνοντος καὶ μαλθάσσοντος; τοιγαροῦν οὐκ εἰς μακρὰν αὐτὸ ὁμολογῶν, Ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι. |
| 172 c [5] | ἀλλ’, ὦ βέλτιστε, ἰδιώτῃ μὲν ὄντι σοι τὸ ‘ἀασάμην‘ τοῦτο 〈 *** 〉 δεινὸν ἦν· εἰς γάρ σε περιῆκε μόνον ἡ ἀνηκουστία, νῦν δὲ ὅλου ἥψατο τοῦ στρατοπέδου καὶ Πολλὰς ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψε ἡρώων. ὥστε ἀμείνων ἦσθα ἂν τῷ ἑνὶ προσέχων πρεσβύτῃ ἢ τοὺς δέκα αἰτῶν. καὶ δῆτα οἷα ἀπέλαυσας τοῦ θυμοῦ καὶ τῆς δυσθυμίας. καὶ οὐ λέγω τὸν μετὰ ταῦτα τοσοῦτον ὄλεθρον τῶν Ἑλλήνων καὶ ἐκ τοῦ λοιμοῦ καὶ ἐκ τοῦ πολέμου. ἀλλὰ καὶ αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ ὡς διετέθη χαλεπῶς καὶ μαινομένου οὐδὲν ἀπεῴκει, οὗ ἀνέζει μὲν ἡ καρδία, πῦρ δὲ ἐξέλαμπε τοῖν ὀφθαλμοῖν ἐκείνοιν, οἳ ἡνίκα ἦσαν καθεστηκότες, τοῖς τοῦ Διὸς ἴκελοι ἐνομίζοντο, ἐμπεσόντες δὲ εἰς τὴν ὀργὴν οὐκέτι Διός, ἀλλὰ κυνός, οὐδὲ τοῦ μεγίστου τῶν θεῶν, ἀλλ’ ἀτιμοτάτου τῶν θηρῶν. |
| 172 d | Γρατιανοῦ δὲ οἱ μὲν ὀφθαλμοὶ ἀεὶ μεστοὶ εὐθυμίας, μέλαινα δὲ οὔτι πώποτε οὔτε φρὴν οὔτε ἡ ψῆφος. |
| 173 a [5] | τὼ Νέστορε δὲ 〈 *** 〉 οὔτι ῥίπτει τὰς συμβουλάς, ὅτι αὐτὸν ἐτιθηνήσαντό τε καὶ ἐθρέψαντο, οὐκ ὀψία ἀποτέμνοντες καὶ οἴνου ἐπιχέοντες, οἵας ὁ Φοίνιξ τροφῆς ὑπομιμνήσκει τὸν Ἀχιλλέα, ἀλλὰ καὶ διδάγμασι καὶ ἀκούσμασι βασιλικοῖς, τῆς παλαιᾶς Ῥωμαίων σοφίας, ἧς ὁ πάνσοφος Τούλλιος ἡγεμὼν καὶ ἡ Μοῦσα. Καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ. οὐδὲ γὰρ ὅσα ἐγὼ λέγω μόνῳ ἐμαυτῷ ἅπαντα λέγω, ἀλλ’ ὁρᾷς ὅτι τὰ μὲν Σωκράτους εἶναί φημι, τὰ δὲ Πλάτωνος, τὰ δὲ Ὁμήρου, καὶ ὅσα ἂν ἐμοὶ πείθῃ, ἐκείνοις πεισθήσῃ, μᾶλλον δὲ οὔτε ἐμοὶ οὔτε ἐκείνοις, ἀλλὰ σαυτῷ. |
| 173 b [5] | σὴ γὰρ ἤδη γνώμη ἐστίν, ἣν καταδέξῃ καὶ ἀσμενίσεις. καὶ γὰρ καὶ ἵππου καὶ ἱματίου καὶ παντὸς κτήματος οὐχ ὁ δοὺς κύριος, ἀλλ’ ὁ κεχρημένος. ἐπεὶ καὶ Νέρων Σενέκᾳ οὐ συνῆν, ἀλλὰ Πυλάδῃ συνῆν καὶ Μητροβίῳ. τοιγαροῦν τῆς ἀρχῆς ἐξέπεσεν ἀθλιώτερον ἢ τῶν ἁρμάτων. ὁ Σεβαστὸς Ἀρείῳ συνῆν τῷ Αἰγυπτίῳ καὶ Τίτος Μουσωνίῳ τῷ Τυρρηνῷ καὶ Τραϊανὸς Δίωνι τῷ ἐκ Βιθυνίας καὶ Μάρκος Ῥουστίκῳ, καὶ ὅ γε Σεβαστὸς ἀποδιδοὺς τὴν πόλιν Ἀλεξανδρεῦσιν οὐ τοσοῦτον τῷ ἔργῳ ὅσον τῷ συμβούλῳ ἐκαλλωπίσατο. |
| 173 c | ἀποδίδωμι γάρ, ἔφη, τὴν πόλιν ὑμῖν, ὦ Ἀλεξανδρεῖς, Ἀρείου μὲν συμβουλῇ, ἐμοῦ δὲ εὐπειθείᾳ. ἆρα δοκεῖ μὲν οὗτος ὁ αὐτοκράτωρ φαυλότερόν τι τῆς συμβουλῆς ὑπολαμβάνειν τὴν εὐπείθειαν, καὶ οὐχὶ τὸ ἄμεινον μᾶλλον ἑαυτοῦ ποιεῖσθαι; Καὶ ὁ μὲν Φοίνιξ ἐκεῖνος ἐκαλλωπίζετο, ὡς ἔοικε, παιδευτὴν ἑαυτὸν ὀνομάζων τοῦ Ἀχιλλέως. |
| 173 d [5] | οὐ γὰρ ὡμολόγει τὰ πράγματα αὐτῆς τῆς παιδείας, οὐδὲ οἷός τε ἦν μαλθάσσειν τὴν μνήμην τοῦ νεανίου, οὐ μόνον λέγων τοὺς παλαιοὺς ἐκείνους καὶ καλοὺς λόγους, ἀλλὰ καὶ ἐπιδακρύων τοῖς λόγοις, μᾶλλον δὲ καὶ φροιμιαζόμενος τοῖς δάκρυσιν, ἀλλὰ περιῆν αὐτοῦ σοφίας καὶ τῶν ἀρχαίων ἐκείνων νουθετημάτων δύο παθήματα σφαδάζοντα ἐν τῷ τροφίμῳ, θυμὸς καὶ ἔρως, ἃ ἐπήχλυε τοῦ πρεσβύτου τὴν συμβουλίαν· ὥστε περιορᾶν ἀπολλυμένους τοὺς Ἀχαιοὺς καὶ τὰς ναῦς ἐμπιπραμένας καὶ τὸν Ἕκτορα λυττῶντα κατὰ τῶν κορυφαίων τοῦ Ἑλληνικοῦ στρατοπέδου. |
| 174 a [5] | Βέβληται μὲν ὁ Τυδείδης κρατερὸς Διομήδης, οὔτασται δ’ Ὀδυσεὺς δουρικλυτὸς ἠδ’ Ἀγαμέμνων. Γρατιανὸς δὲ ὅλης ἐπιβὰς τῆς νεὼς καὶ ὅλων κατασχὼν τῶν οἰάκων μείζω ἐπιδείκνυται τὴν εὐπείθειαν τοῖς διδασκάλοις ἢ ὁπηνίκα μετὰ τῶν βιβλίων αὐτοῖς προσεφοίτα, καὶ παύει μὲν τὴν Ἕκτορος λύτταν, ἀκεῖται δὲ καὶ βεβλημένους, δυσχεραίνει δὲ ὅτι μὴ οἷός τε ἀναστῆσαι τοὺς τεθνεῶτας. |
| 174 b [5] | καίτοι τοῦτό γε ὅσον ἐπ’ αὐτῷ προσφιλονεικεῖ καὶ προσμηχανᾶται. ὁ γὰρ τοῖς γένεσιν ἀποσῴζων τὰς πατρῴας ἑστίας σχεδόν τι ἐκείνους αὐτοὺς ἀνεγείρει, καὶ δῆτα ἄπιστον θέαμα καὶ οὐδεπώποτε νομισθὲν παρὰ τοῖς πάλαι Ῥωμαίοις οἱ νῦν ἄνθρωποι ὁρῶσιν, ὁσημέραι καὶ ὅσαι ὧραι χρυσὸν ἐκ τῶν ταμιείων τὴν αὐτὴν ὁδὸν ἐπανιόντα. πάλαι δὲ ἀμηχανώτερον τοῦτο ἦν ἢ ἐξ Ἅιδου ἀναβιῶναι. ἀλλ’ εἴτε ἐν δίκῃ εἴτε μὴ σὺν δίκῃ ξυνεφοίτησεν εἰς τὰ βασίλεια, αὐτοῦ καταγηράσκειν ἔδει ἢ ἄλλῃ πη ἀποχωρῆσαι, ἐπανελθεῖν δὲ ὅθεν ὥρμησεν οὐκ ἐνομίζετο, ὥσπερ τὸν λέοντα, ὃν ἐποίησεν Αἴσωπος, ἀρρωστοῦντα ἐν τῷ σπηλαίῳ ἡ κερδὼ ἐρεσχελεῖ εἰσιόντων τὰ ἴχνη δεικνῦσα τῶν ζῴων, ἐξιόντων δὲ οὔ. |
| 174 c [10] | νῦν δὲ τηλαυγέστερον καὶ δικαιότερον τὰ ἴχνη ἐξιόντος τοῦ χρυσοῦ ἢ εἰσιόντος. Τίτου μὲν γὰρ δὴ ὁ λόγος οὗτος ἀοίδιμος, ὅτι τήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ τήμερον εὖ ἐποίησα· Γρατιανὸς δὲ ἐπαινεῖ μὲν τὴν γνώμην, οὐκ ἐξαιρεῖ δὲ ἡμέραν. βασιλεῖ γὰρ οὐδεπώποτε ἐπιλιπεῖν ἀφορμὴν εὐεργεσίας, ἀλλ’ εἰ βούλοιντο, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ καὶ ὥρᾳ ἄφθονον αὐτοῖς παρεστάναι τὸν πίθον καὶ ἐπιχειλῆ τῶν ἀγαθῶν καὶ τοὺς διψῶντας οὐκ ἐνδεήσειν· ἅπαντες γὰρ ἄνθρωποι διψῶσιν εὐδαιμονίας. |
| 174 d [5] | ὅταν οὖν μήτε οἱ δεόμενοι ἐπιλίπωσι μήτε ἃ διδῴη τῷ οὕτω θέλοντι, ἀβασίλευτος οὐκ ἔστιν ἡμέρα· οὐκοῦν Γρατιανῷ οὐδὲ ὥρα. ἀλλ’ εἰ τοσαυτάκις εὖ ποιεῖ, τοῦ Σεβαστοῦ ἂν εἴη Γρατιανὸς μακροβιώτερος. εἶτα οὐδὲ ἐπιλέγει αὐτοῦ εἰς τὸν ὕπνον ἰὼν Ποῖ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; ἀλλὰ προλέγει εἰς τὸ φροντιστήριον εἰσιών, τίνα τήμερον ἐξαιρετέον θανάτου; τίνι συγχωρητέον; τίνι φυλακτέον πατρῷον οἶκον; καὶ οὐδὲ αἱ νύκτες αὐτῷ σκοτειναὶ καὶ ἀφεγγεῖς τοῖς ἀνθρώποις, ἀλλὰ καὶ αὗται φωτὸς πλήρεις καὶ διαυγείας, ἐν αἷς καθεύδειν ἑκάστῳ ἔνεστι καὶ κατέχεσθαι ὕπνῳ ἀληθεῖ, δειμάτων ἐκλελησμένῳ. |
| 175 b [10] | Ἅπασα ἀρχὴ μείζων τε καὶ μικροτέρα πρὸς τὸ ἀγαθὸν τέταται. ὁρᾷ γὰρ πρὸς τὸν ζῆλον τῶν βασιλέων, ὥσπερ ἐν χορῷ πρὸς τὸ ἐνδόσιμον τοῦ κορυφαίου καὶ ὁ πρωτοστάτης καὶ ὁ δευτεροστάτης καὶ ὅτῳ μέτεστιν ἐφεξῆς τῆς τοῦ χοροῦ ἡγεμονίας. Ἀλεξάνδρου μὲν γὰρ τοῦ Μακεδόνος μιμεῖσθαι ἐπετήδευον οἱ σατράπαι ἀτρέμα ἐπινεύοντος τὸν αὐχένα ἐπὶ τὸν εὐώνυμον ὦμον, καὶ ἑτέρου κουράν, ἑτέρου δὲ ἀμπεχόνην, ἑτέρου τὴν βαρύτητα τῆς φωνῆς· Σεβήρου δὲ ἄρχοντος Ῥωμαίων τὸ κομᾶν τὴν γενειάδα ἀξιοζηλότατον ἐνομίσθη, τοῖς Γρατιανοῦ δὲ ὑπάρχοις καὶ τοῖς ἀγχοῦ καὶ πορρωτέρω τὸ βασιλικὸν γνώρισμα ἔπεστιν ἡ πρὸς τὸ καλὸν εὐαγωγία. |
| 175 c [5] | οἰμωγὴ δὲ ἐξελήλαται τῶν ἀρχείων καὶ τὰ βασανιστήρια δὲ πλέω εὐρῶτος. λογισταὶ δὲ ἀλιτήριοι καὶ παλαμναῖοι πρακτῆρες ἐξώρων ἐλλειμμάτων καὶ ἐξιτήλων φροῦδοι καὶ ἀνώνυμοι ἤδη, καὶ πῦρ ἅπαντα αὐτῶν τὰ ζώπυρα ἐπενείματο. Ὡς εὐποτμότερος ἐγὼ τὰ Ῥωμαϊκὰ μακρῷ τῶν ἐμῶν διδασκάλων, καὶ ἡ ὁδός, ἣν ἐγὼ ἔναγχος ἐπορεύθην, μακαριωτέρα τοῦ πλοῦ, ὃν τρὶς Πλάτων ἐπεραιώθη. |
| 175 d [5] | καὶ Διονυσίου μὲν οὐ θέμις ἐν τῷ παρόντι μνησθῆναι. πολὺς καὶ ὁ γέλως παραβάλλειν τοῖς ἐμοῖς παιδικοῖς καὶ τὸν Κλεινίου καὶ τὸν Ἱππαρίνου. ὀκνῶ δὲ ἐγὼ φάναι δι’ Ἀριστοτέλους ὅτι οὐδ’ ἂν αὐτῷ τῷ Ἀλεξάνδρῳ ὑφείμην. ἀλλ’ ἐν μὲν στρατηγῶν ἐξετάσει τὸν Φιλίππου ἂν θείμην ἐν λόγῳ, ἐν δὲ βασιλέων βασιλικώτερόν φημι εἶναι τὸν πλείους εὖ ποιοῦντα τοῦ πλείους νικῶντος, ὅσῳπερ, οἶμαι, καὶ τὸ σῴζειν ἀνθρώπους τοῦ διαφθείρειν. |
| 176 a [10] | καί μοι εὔστομα κείσθω τὰ ἀμφὶ Κλεῖτον καὶ Παρμενίωνα καὶ Καλλισθένην. ὡς ἐκεῖνά γε ἐννοοῦντι Ἀλέξανδρος οὐκέτι μέγας, ἀλλ’ οὐδὲ Ἄμμωνος παῖς, ἀλλ’ οὐδὲ Φιλίππου, ἀλλὰ δαίμονός τινος γηγενοῦς καὶ χαίροντος φόνῳ ἀνθρώπων καὶ οὐδέν τι μεῖον τῷ ξυγγενεῖ ἢ τῷ ὀθνείῳ. Γρατιανῷ δὲ βασιλικώτερον φαίνεται ὄνομα τοῦ τροπαιούχου ὁ πολιοῦχος καὶ ξυγγενέστερον τῷ Διί· δῆλον δέ· τὸ μὲν γὰρ κύριον ὀνομαζόμενος, καὶ ἔστιν ἐν ταῖς ἐπικλήσεσι τοῦ Διὸς ὁ πολιεὺς καὶ πολιοῦχος· τῷ δὲ Ἄρει οὐ προσήκειν οἴεται μᾶλλον καὶ ταῖς τοῦ Ἄρεος ἐπωνυμίαις. |
| 176 b [10] | Ἄρης γὰρ ἀγαθῷ βασιλεῖ θεὸς οὐχ αἱρετός, ἀλλ’ ἀναγκαῖος. καὶ εὐδαίμων ὅτῳ μὴ ἐξείη μηδὲ τοὺς βαρβάρους σιδήρῳ εὐηνίους ποιεῖν, ἀλλὰ τῇ τῆς ψυχῆς καλλονῇ καὶ εὐμουσίᾳ. τῆς δὲ Γρατιανοῦ ἀγλαΐας οὐχ οἱ φιλόσοφοι μόνον, ὡς ἔοικεν, ἀλλὰ καὶ οἱ βάρβαροι ἤδη ἐρῶσι καὶ ἑκόντες εἴκουσι καὶ ὑποκύπτουσι, τῇ γνώμῃ αὐτοῦ ἡττώμενοι. καὶ οὔτε ἀσπίδων δοῦπος οὔτε ὁπλιτῶν ἀλαλαγμὸς οὔτε ἵππος σιδήρῳ ἠμφιεσμένος αὐτῷ ἀναβάτῃ πρὸς τοὺς βαρβάρους τούτους τοσοῦτόν ποτε ἠδυνήθη Ῥωμαίοις ὅσον τὸ Γρατιανοῦ κάλλος καὶ ἡ τῆς ψυχῆς εὐμορφία, καὶ πλείους τὸν Ῥῆνον περαιοῦσι νῦν τῶν πάλαι ληιζομένων. |
| 176 c [10] | πολλὰ ἔπη Ὁμήρου ἐπαινοῦντες, ἀλλὰ τοῦτο οὐκ ἐπαινεσόμεθα, ὅτε λέγει ἐπαινῶν τὸν Ἀγαμέμνονα Ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. τῷ γὰρ ἀγαθῷ βασιλεῖ οὐ προσδεῖ οὐδὲ τῆς αἰχμῆς, ἀλλ’ ἱκανὴ αὐτῷ ἡ ἀρετὴ καταμαχέσασθαι τὰ ἀγριώτατα φῦλα καὶ ὑπαγαγέσθαι κρείττω ὑπαγωγὴν τὴν ἑκούσιον τοῦ βιαίου. ἀντὶ γοῦν τοῦ λῃστεύειν οἱ βάρβαροι δωροφοροῦσι, καὶ ὁ θυμὸς αὐτῶν ἐκεῖνος φροῦδος, ἐκτακεὶς ὑπὸ τῶν ἰύγγων, αἷς καταπολεμεῖ αὐτοὺς ὁ νεανίας. |
| 176 d [5] | Ἔστιν ἐν τῷ ἄστει τοῦ Κωνσταντίνου τῆς μάχης τῆς πρὸς τοὺς θεοὺς τῶν γιγάντων εἰκὼν ἐν χαλκῷ πεποιημένη ἀντὶ κρηπῖδος τοῦ βουλευτηρίου. ἐν οὖν τῇ εἰκόνι ταύτῃ πρὸς μὲν τοὺς ἄλλους θεοὺς οἱ γίγαντες ἀνταίρουσι καὶ ἐξορμῶσιν οἱ μὲν πέτρας, οἱ δὲ δρῦς, οἱ δὲ ἄλλο ἕκαστοι ὅπλον ὡπλισμένοι παρὰ τῆς τέχνης, μόνος δὲ ὁ ἀντιτεταγμένος τῷ Ἔρωτι· συστρατεύεται γὰρ τοῖς θεοῖς καὶ ὁ Ἔρως καὶ ἡ Ἀφροδίτη. |
| 177 a [5] | οὗτος δὲ μόνος ὁ γίγας θυμοῦ μὲν οὐ γέμει οὐδὲ ἴχνος αὐτῷ, ἀλλὰ καὶ τὰ ὅπλα αὐτοῦ χαμαὶ ἐκπεπτωκότα ταῖν χεροῖν, παρειμένος δὲ καὶ γεγανυμένος αὐτὸς καὶ οἱ δράκοντες κατέχονται ἥττῃ ἐθελουσίῳ. ὀρθῶς δὲ ἄρα ὁ Λυκοῦργος ὁπλίζων ἐν τῇ Σπάρτῃ καὶ τὰ Ἀφροδίτης καὶ τὸν Ἀφροδίτης στρατόν, τὰς Χάριτας καὶ τὸν Ἔρωτα, ὅτι μᾶλλον ἀμείνω καὶ ἐγγυτέρω τὰ τῶν θεῶν τούτων τρόπαια ἢ τὰ τῆς Ἐνυοῦς 〈 *** 〉 μὴ καὶ γένηται περιπετής, ὃ λίαν ἐκεῖνος εὐλαβεῖται, πρὸς ἕν που ἢ δύο κάλλη ἐπτοημένος, καὶ ἐθέλων αὐτοῦ καταμένειν καὶ μηκέτι προσωτέρω πορεύεσθαι, ὥσπερ οἱ τοῦ λωτοῦ γεγευμένοι. |
| 177 b [5] | Μετὰ γὰρ τοὺς καλοὺς νέους ἀναβατέον σοι, φησίν, ἐπὶ τὰ καλὰ ἐπιτηδεύματα καὶ τοὺς καλοὺς νόμους. ὦ λῷστε παῖ Σωφρονίσκου καὶ Φαιναρέτης, σοὶ μὲν τοῦτο ἀναγκαῖον ἦν ποιητέον, Ἀλκιβιάδου γὰρ ἤρας καὶ Χαρμίδου, πενιχρὸν ἔρωτα καὶ ἰδιώτην, ὁ δὲ ἐμὸς ἔρως δυοῖν βασιλέοιν ἐστίν, ἰθυδίκοιν τε καὶ ξυγγενοῖν, καὶ οὐ δεῖ με αὐτοὺς ὑπερβάντα ἄλλοθεν ζητεῖν τὰ καλὰ ἐπιτηδεύματα καὶ τοὺς καλοὺς νόμους· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ βασιλικὸν κάλλος, οἱ καλοὶ νόμοι καὶ 〈αἱ〉 καλαὶ ἐπιτηδεύσεις. |
| 177 c | ὥστε ἐν τῷ πρώτῳ ἀναβασμῷ ἅπαντα ἔχω ὅσα σὺ καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τρίτῳ, τυχὸν δὲ καὶ ἅπασαν τὴν πορείαν τὴν ἐρωτικὴν ἀπονωτέραν. μετὰ γὰρ τοὺς νόμους πέλαγος φῂς ἀναφαίνεσθαι τοῦ κάλλους. τοῦτο γοῦν τὸ πέλαγος σὺ μὲν ἄλλοθέν που καθήμενον λέγεις ἐν χώρῳ ἀπῳκισμένῳ τῆς ἡμετέρας ἐνόψεως, ἐμοὶ δέ, ἅτε σμικρὼ ὄντε τὼ ὀφθαλμώ, τοῦ πελάγους τέως ἐκείνου οὐκ ἐφικνεῖσθον. |
| 177 d [5] | ἀλλὰ καὶ τοῦτο ὁρᾶν δοκεῖτον ἐγγὺς σοῦ λίαν παντελῶς τε ἅπτεσθαι αὐτοῦ καὶ θιγγάνειν. Τί ὑμῖν δοκεῖ πρὸς φιλίου; τυχὸν γὰρ καὶ οἱ ὑμέτεροι ὀφθαλμοὶ οὕτως ὁρῶσιν, ἡ κλεινὴ καὶ ἀοίδιμος Ῥώμη πέλαγος εἶναι κάλλους ἄφραστον καὶ ἀνεξήγητον, ἧς ἥκω θεατὴς μετὰ τοὺς καλοὺς νέους καὶ τοὺς καλοὺς νόμους. ὥστε μοι ἐκ βαλβῖδος εἰς τέρμα βασιλικὸν εἶναι τὴν ἐρωτικὴν πρόοδον καὶ τὴν πορείαν, καὶ οὐκ ἀπολελοιπότα τοὺς καλοὺς νόμους, εἰς τὸ πέλαγος τοῦ καλοῦ μεταβάς, ἀλλὰ καὶ ἐνταῦθα ἑτέρους ὁρῶ ἁγιωτέρους καὶ θειοτέρους, οἷς Νουμᾶς ἡμῖν τὸ ἄστυ ἐξ οὐρανοῦ ἀνεδήσατο. |
| 178 a [5] | δι’ ὑμᾶς τοι, ὦ μακάριοι, οἱ θεοὶ τὴν γῆν οὔπω ἀπολελοίπασι, καὶ ὑμεῖς ἐστὲ οἱ μέχρι τέως ἀπομαχόμενοι μὴ παντάπασι τὴν θνητὴν φύσιν τῆς ἀθανάτου ἀπορραγῆναι, μηδὲ Ἐμπεδοκλεῖ συγχωροῦντες ἀληθῆ λέγειν δυσφημοῦντι τὸν ἔγγειον τόπον καὶ Ἄτης λειμῶνα ἐπονομάζοντι. πῶς γὰρ ἂν εἴη λειμὼν Ἄτης, ὃν Ῥώμη ἐπιτροπεύει καὶ σύγκλητος ἀγορὰ θεῶν καὶ δῆμος ἡρώων καὶ φυλὴ ἑστιούχων δαιμόνων ὀλβοδοτήρων καὶ τοῦ ὅλου ὄντος ὑμῖν καλοῦ τοῦ πελάγους τὸ κάλλιστον καὶ μακαριώτατον καὶ ἁβρότατον ἐνταῦθά πού ἐστιν, ἵνα τῆς γνώμης ἡ σύστασις τῆς ἡμετέρας ὁρμῇ ἐξημμένης πεισμάτων ἀκινήτων καὶ ἀσαλεύτων. |
| 178 b | καὶ ἡ παναγὴς καὶ ἱερὰ πολιτεία, ἣν μετὰ τοῦ θεοῦ πολιτεύεσθε ὅσαι ἡμέραι καὶ ὅσαι ὧραι ὑπὲρ τοῦ ἀνθρωπίνου φύλου, οὗ προστάται ἐλάχετε εἶναι τὸν ἅπαντα χρόνον, πάλαι μὲν τοῖς ὅπλοις, νῦν δὲ ἀμείνονι φυλακτηρίῳ τῇ ἁγιστείᾳ. |
| 178 c [5] | οὐκοῦν οὐδὲ ἐμοὶ ἀπ’ ἐλπίδος σύμπλῳ γεγενῆσθαι ὑμῖν καὶ συνεμπόρῳ, οὕτω γε ἀξίοις οὖσι καὶ θεοειδέσι καὶ προκαλουμένοις με φανερώτερον ἢ πάλαι ἐκ Θρᾴκης ἐπὶ τὴν Ἀργὼ παρεκάλουν οἱ τῶν θεῶν παῖδες τὸν Καλλιόπης Ὀρφέα. καὶ μάλιστα ὁπηνίκα ἡμῖν ὁ πλοῦς ἄκλυστός ἐστι καὶ ἀκύμαντος. Ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν οὖρον, ἐπήν γε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι πόντον ἐλαύνοντες, οὕτως δὲ καὶ ἡμῖν ὁ θεόπεμπτος νεανίας, δι’ ὃν ἔξεστιν ἀφεμένους τῶν πόνων καὶ τῶν φροντίδων πλεῖν ἡσυχῆ τῶν ἱστίων ἐμπεπλησμένων πνεύματος ἀγαπητοῦ καὶ ἀθορύβου καὶ διαρκοῦς, ἐστεφανωμένους καὶ ὑμνοῦντας τὸν δοτῆρα θεὸν τῆς εὐπαθείας. |
| 178 d | μετένδυνε οὖν ἤδη, ὦ πολυτίμητον θρέμμα Ῥωμύλου, τὴν λευκὴν ἐσθῆτα ἐπὶ λευκῇ βασιλείᾳ καὶ λευκαῖς ἡμέραις, καὶ χορεύειν καὶ κλισιάζειν καὶ κνισᾶν ἀγυιὰς προτρεπομέναις καὶ εὐφημούσαις τὰ ἐμὰ παιδικά. |
| 179 a [5] | εἰ μὲν κίονας ἡμῖν ἀνώρθωσεν ὁ νεανίας Φρυγίας ἢ Πεντελικὰς ἢ Αἰγυπτίας, ἐν δίκῃ ἂν αὐτὸν ἐπῃνοῦμεν, ἐπεὶ δὲ ἀνώρθωσεν ἡμῖν τὰς ἔμπνους κίονας καὶ ἐμψύχους, τὰς μὲν χαμαὶ ἐρριμμένας, τὰς δὲ καὶ πόρρω ἀφειλκυσμένας, οὐ μᾶλλον θαρροῦντες αὐτὸν ἐπαινεσόμεθα καὶ ὑμνήσομεν, καταγελῶντες ὅστις ἄρα ὑπὸ σοφίας πυκνὰ τὸν πώγωνα ἐπισείων κολακείαν νομιεῖ τὴν μαρτυρίαν τῆς ἀρετῆς; καίτοι Σκηπίων Τερέντιον ἐπαναγαγὼν ἐκ τῶν δεσμῶν ἐκ Καρχηδόνος ἀσμενέστερος ὤφθη τοῖς πάλαι Ῥωμαίοις, καὶ τοῦτο ἦν πανηγυρικώτατον τοῦ θριάμβου, ἀνὴρ Ῥωμαῖος ἐπιφανὴς παρακολουθῶν Σκηπίωνι ἐν πίλῳ ἐλευθερίας. |
| 179 b | Γρατιανῷ δὲ εἰσελαύνοντι ὁπόσον στῖφος ἀκολουθήσει τῶν σεσωσμένων καὶ λελυμένων, ἄνευ πίλου καὶ ἄνευ συμβόλου. ἐγὼ οὖν τοῦτον ὑπολαμβάνω τὸν θρίαμβον ἱερώτερον, ὃν πέμψει διὰ τῶν σωθέντων καὶ φυλαχθέντων, ἢ εἰ λάφυρα ἄγων εἰσελαύνοι. Οὔκουν σοι, ὦ πολυτίμητον θρέμμα Ῥωμύλου, Γρατιανὸν ἀποζευκτέον Ῥωμύλου, δι’ ὃν τέθηλε καὶ ἀνέδραμε καὶ ἐπανήκει τῇ μεγάλῃ βουλῇ τὰ σεμνὰ ἐκεῖνα ὀνόματα καὶ αἱ περικλεεῖς ἐπωνυμίαι. |
| 179 c [5] | εἶτα εἰ Κάμιλλος ἀναστείλας τὴν ἐπιδρομὴν Γαλατῶν δεύτερος οἰκιστὴς ἐνομίσθη, τί ἄν τις τώδε ἐπονομάζοι τὼ αὐτοκράτορε, τὼ ἀναστέλλοντε μὲν Γερμανούς, φοβεῖτον δὲ Ἀχαιμενίδας, Γέτας δὲ ἐξαιρεῖτον καὶ Σαυρομάτας, λαμπράν τε εἰρήνην παρασχόντε ἐξ ἄκρας εἰς ἄκραν διὰ πάντων τῶν μεταξὺ τεταγμένων Τοί ῥ’ ἔσχατοι νῆας ἐΐσας εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν, αὐτὼ μὲν ὁπλοφοροῦντε καὶ πονοῦντε καὶ στρατευομένω, σφὼ δὲ διδόντε πανηγυρίζειν. |
| 179 d | δεῦρ’ ἴτε οὖν, ὦ φέριστοι, παρακαλέσωμεν τοὺς νεανίας ἐπιδημεῖν ποτε ἤδη καὶ ἐπιφοιτῆσαι ἐκ τῶν σκηνῶν καὶ ἐκ τῶν χαράκων τῇ πόλει τῆς βασιλείας. |
| 180 a [10] | Ῥῆνος δὲ οὐ κωλύσει, οὐδὲ Τίγρης οὐδὲ Εὐφράτης, ἀλλὰ πέμψουσιν ἐπανιόντας ὡς τὴν μητέρα στεφανώσαντας καὶ τελειώσαντας. ἡ δὲ χαίρει δεξαμένη παῖδας ἀγαπητοὺς καὶ πολυεύκτους, φέροντας μὲν καὶ βροτόεντα ἔναρα, φέροντας δὲ καὶ ἁγιώτερα τρόπαια πρᾳότητος καὶ φιλανθρωπίας, ἄσυλα καὶ ἱερὰ καὶ ἀναίμακτα καὶ πρέποντα ἀτεχνῶς τοῖς Διὸς ἀναθήμασι· σὺ δέ, ὦ πάτερ μὲν θεῶν, πάτερ δὲ ἀνθρώπων, Ζεῦ Ῥώμης κτῆτορ καὶ πολιοῦχε, καὶ πρόματερ Ἀθηνᾶ, καὶ Κυρῖνε δαῖμον ἐπίτροπε Ῥωμαίων ἡγεμονίας, διδοίητε τοῖς ἐμοῖς παιδικοῖς ἐρᾶν μὲν Ῥώμης, ἀντερᾶσθαι δὲ ὑπὸ Ῥώμης. |