eul_wid: qko-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Figures of Thought and Speech by Alexander Son of Numenius

On Figures of Thought and Speech is a rhetorical treatise attributed to Alexander, son of Numenius, and likely composed in the 2nd century CE. This systematic handbook classifies and exemplifies rhetorical figures, establishing a fundamental distinction between figures of thought and figures of diction. The work opens by acknowledging the inherent difficulty in defining and categorizing these devices, noting the disagreement among scholars regarding their number and the challenge of separating a figure from a mere stylistic mode. It nevertheless proceeds with a clear methodological aim: to present and organise the material transmitted by more precise writers, carefully distinguishing between the two categories. The treatise illustrates its classifications with 32 passages of examples, predominantly drawn from classical Attic orators like Demosthenes, thereby positioning itself within the pedagogical and imitative tradition of the Second Sophistic. Its primary focus is the systematic division of rhetorical ornamentation, promoting stylistic elaboration through the emulation of canonical models. The complete text is preserved in medieval manuscripts, often compiled alongside other Imperial-era rhetorical works, with the standard modern edition appearing in Leonhard von Spengel’s Greek Rhetoricians. As a technical manual, the treatise contributed to the systematization of Greek rhetorical theory, representing a strand of pedagogical literature that helped standardize terminology and practice into the Byzantine period.

ΑΛΕΞΑΝΔΡΟΥΠΕΡΙ ΤΩΝ ΤΗΣ ΔΙΑΝΟΙΑΣ ΚΑΙ ΤΗΣ ΛΕΞΕΩΣ ΣΧΗΜΑΤΩΝ.

αʹ. Ἔστι μὲν οὐχ ἡ τυχοῦσα δυσκολία περὶ τῶν τοῦ λόγου σχημάτων εἰπεῖν· καὶ γὰρ αὐτὰ τῷ πλήθει δυσπόριστά ἐστι τῶν μὲν καὶ ἄπειρα φασκόντων εἶναι τὰ σχήματα, τῶν δὲ οὐκ ἄπειρα μέν, πολλὰ δὲ καὶ ἀπερίληπτα, καὶ πρὸς τούτῳ γε οὐ ῥᾴδιον διακρῖναι τὸ σχῆμα ἀπὸ τοῦ τρόπου, καὶ τὰ τῆς διανοίας καὶ τῆς λέξεως ἀπʼ ἀλλήλων· ὅμως δέ, ὡς ἂν οἷόν τε ᾖ, πειρασώμεθα περὶ αὐτῶν διεξελθεῖν, τά τε ὑπὸ τῶν ἀκριβέστερον περὶ αὐτῶν γεγραφότων παραδεδομένα τιθέντες καὶ διακρίνοντες αὐτὰ ἀπʼ ἀλλήλων, ὡς δυνατόν, τά τε κατὰ τὴν διάνοιαν καὶ τὴν λέξιν, χωρὶς μὲν τὰ τῆς διανοίας, χωρὶς δὲ τὰ τῆς λέξεως τάττοντες· προεκθέμενοι δὲ τὴν πρὸς τοὺς τρόπους καθόλου τῶν σχημάτων διαφορὰν καὶ τὴν πρὸς ἄλληλα τῶν τε τῆς διανοίας καὶ τῆς λέξεως οὕτως εἰς τὸν περὶ αὐτῶν τρεψόμεθα λόγον. διαφέρει τοίνυν σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος περὶ ἓν ὄνομα γίνεται ἀρετή, ὥσπερ ὁ βαρβαρισμὸς κακία, τὸ δὲ σχῆμα περὶ πλείω ὀνόματα κόσμησις, ὡς ὁ σολοικισμὸς ἀκοσμία, ὥστε τὴν αὐτὴν εἶναι διαφορὰν βαρβαρισμοῦ τε πρὸς σολοικισμὸν ὡς ἐν κακίᾳ, καὶ τρόπου πρὸς σχῆμα ὡς ἐν ἀρετῇ λόγου· καθάπερ γὰρ ἐν μὲν τῷ βαρβαρισμῷ ὄνομα διορθοῦμεν, ἐν δὲ τῷ σολοικισμῷ σύνταξιν ὀνομάτων, οὕτω τὸν μὲν τρόπον εἰς τὸ σύνηθες μεταβάλλοντες ὀνόματος εἰς ὄνομα ποιησόμεθα τὴν μετάθεσιν, τὸ δὲ σχῆμα εἰς τὸ κατὰ φύσιν μεταποιοῦντες τὴν σύνταξιν μετακινήσομεν. ἔτι δὲ διαφέρει καὶ ταύτῃ σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος ἀλλότριον ἀντὶ τοῦ ἰδίου ὄνομα ἔχει· τὴν γὰρ τροπὴν ἐκ τοῦ κυρίου λαμβάνει, οἷον κορυφὴν ὄρεος καὶ πόδα νείατον Ἴδης, τὸ δὲ σχῆμα τὸ ἴδιον ὄνομα τοῦ πράγματος σώζει, πῶς μέντοι κείμενον καὶ ὑπʼ αὐτῆς τῆς λέξεως πεπλασμένον· μενούσης γὰρ τῆς κυρίας λέξεως τοιῶσδε εἰλημμένης ἀποτελεῖται, ὡς ἔχει τὸ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς. τούτοις μὲν οὖν ἢ ἀμφοτέροις ἢ τῷ ἑτέρῳ σχῆμα τοῦ τρόπου διενήνοχε, τὸ δὲ τῆς λέξεως σχῆμα τοῦ τῆς διανοίας διαφέρει, ὅτι τὸ μὲν τῆς λέξεως κινηθείσης τῆς λέξεως τῆς συσχούσης τὸ σχῆμα ἀπόλλυται, οἷον ἀλλʼ ἢ τούτους μεταπεμπτέον, ἢ ἄλλην μὴ ἐλάττω στρατιὰν ἐπιπεμπτέον· εἰ γὰρ ἀντὶ τοῦ ἐπιπεμπτέον ἀποσταλτέον εἴποι τις, ἀπόλλυται τὸ σχῆμα τῆς παρονομασίας· τοῦ δὲ τῆς διανοίας σχήματος, κἂν τὰ ὀνόματα κινῇ τις, κἂν ἑτέροις ὀνόμασιν ἐξενέγκῃ, τὸ αὐτὸ πρᾶγμα μένει, ὁμοίως δὲ κἂν ἡ σύνταξις κινηθῇ ἢ προστεθῇ καὶ ἀφαιρεθῇ τι, λύεται τὸ σχῆμα τῆς λέξεως. τὸ γοῦν ἐπὶ σαυτὸν καλεῖς, ἂν οὕτως ἐξενέγκῃ τις, καλεῖς ἐπὶ σαυτὸν καὶ τοὺς νόμους, λέλυται· καὶ τὸ καί μοι μὴ θορυβήσῃ τις, ἔστι μὲν προδιόρθωσις, εἰ δὲ αὐτὸ οὕτως ἐξενέγκῃ, ἀλλὰ μὴ θορυβήσῃ τις, οὕτω γενέσθαι, δέομαι μεθʼ ἡσυχίας ἀνασχέσθαι μου, μένει τὸ αὐτὸ σχῆμα· ἡ γὰρ διάνοια οὐδὲν πάσχει τῶν ὀνομάτων τρεπομένων. τοιαύτη μὲν οὖν ἐν τούτοις ἐστὶν ἡ διαφορά.

βʹ. ΟΡΟΣ ΣΧΗΜΑΤΟΣ.

Σχῆμα δέ ἐστιν ἐξάλλαξις λόγου ἐπὶ τὸ κρεῖττον κατὰ λέξιν ἢ κατὰ διάνοιαν ἄνευ τρόπου. ὅτι μὲν οὖν ἐξάλλαξις, δῆλον· ὅτι γὰρ οὐκ ἐπʼ εὐθείας ἐκφέρεται ὁ λόγος, γίνεται διὰ τοῦτο σχῆμα, πρόσκειται δὲ τὸ ἐπὶ τὸ κρεῖττον, ὅτι καὶ ὁ σολοικισμὸς ἐξάλλαξίς ἐστι λόγου, ἀλλʼ ἐπὶ τὸ χεῖρον. ἵνʼ οὖν ἡ διαφορὰ σχήματός τε καὶ σολοικισμοῦ φαίνηται, διὰ τοῦτο πρόσκειται ἐπὶ τὸ κρεῖττον, τὸ δὲ ἄνευ τρόπου πρόσεστιν, ἐπεὶ καὶ ὁ τρόπος ἐξάλλαξις λόγου ἐστὶ κατὰ λέξιν. οὗτος μὲν οὖν ὁ ὅρος κοινὸς ἀμφοτέρων τῶν σχημάτων τῶν τε τῆς λέξεως καὶ τῶν τῆς διανοίας, ὁρίζονται δέ τινες καὶ ἰδίᾳ ἑκάτερον τῶν σχημάτων, τὸ μὲν τῆς διανοίας οὕτω, σχῆμά ἐστι διανοίας μετάπλασις διανοήματος ἐκ τοῦ κατὰ φύσιν πλάττουσα πρὸς τὸ χρησιμώτερον τὴν ἀναγκαίαν διάνοιαν, τὸ δὲ τῆς λέξεως … χρείας χάριν. τοιαύτη μέν τις ἔννοια τοῦ τε κοινοῦ σχήματος, καὶ τοῦ τῆς διανοίας καὶ τῆς λέξεως, λέγωμεν δὲ πρότερον περὶ τῶν τῆς διανοίας σχημάτων μικρὰ προειπόντες πρὸς τοὺς ἀναιροῦντας αὐτὰ καθάπαξ· φασὶ γάρ τινες οὐδὲν ἴδιον ἔχειν τὸ σχῆμα τῆς διανοίας· μηδὲ γὰρ εὑρεῖν εἶναι ῥᾴδιον λόγον ἀσχημάτιστον, καὶ τοῦτο κατὰ ἀνάγκην οὕτως ἔχειν· ὁ γὰρ λόγος ἐκ διατυπώσεως τῆς ψυχῆς ἐστιν, οὗ χάριν καὶ εὑρέθη, τὰς μορφὰς αὐτῆς καὶ τὰ πάθη καὶ συνόλως τὰ κινήματα ἐξοίσειν, ψυχὴ δὲ ἀεικίνητόν ἐστι καὶ πλείστους λαμβάνει σχηματισμούς, λόγου χάριν ὁριζομένη, νουθετοῦσα, βουλευομένη, τῶν ἄλλων τῶν περὶ ψυχὴν συμβαινόντων ἕν τι πάντως πάσχουσα ἢ δρῶσα, ὥστε κατὰ τὸ τῆς ψυχῆς μίμημα ὁ λόγος ἕν τι πάντως σχῆμα ἕξει. ἔστι δὲ πρὸς ταῦτα πρῶτον ἡμῖν ἐκεῖνο εἰπεῖν, ὅτι εἰ μὴ ἦν διανόημα τὸ μὲν κατὰ φύσιν, τὸ δὲ ἐσχηματισμένον, οὔτʼ ἂν τῶν ἰδιωτῶν οἱ ῥήτορες διέφερον οὔτʼ ἀλλήλων, ταὐτὰ οἱ μὲν ἁπλούστερον καὶ ἄνευ κόσμου τινὸς μετὰ λόγου λέγοντες, οἱ δὲ ἐναργέστερον καὶ οὐ μετὰ ἀκοσμίας· δῆλον γὰρ ὅτι τοῦ ἰδιώτου ὁ ῥήτωρ τῇ πλάσει τῶν σχημάτων διενήνοχε, καὶ οἱ ῥήτορες τῶν ῥητόρων τῷ τοὺς μὲν ἐπʼ ὀλίγον καὶ ἀκαιρότερον, τοὺς δὲ πλεῖον καὶ κατὰ καιρὸν τοῖς σχήμασιν χρῆσθαι. ἔπειτα δὲ κἀκεῖνο λέγοι τις ἄν, ὅτι καὶ ἡ ψυχὴ κατʼ ἀνάγκην μὲν διηνεκῶς ἐσχημάτισται, ἔστι δʼ ὅμως καὶ ψυχῆς κατὰ φύσιν τινὰ κινήματα καὶ παρὰ φύσιν ἐπί τε τῆς καθεστώσης καὶ φρονούσης καὶ ἐπὶ τῆς ἐν πάθεσιν οὔσης, ἀφʼ ἧς οἱ παθητικοὶ λόγοι. οὕτω δὴ οὖν καὶ ὁ λόγος ἔστι μὲν κατὰ φύσιν ἢ κατὰ συνήθειαν ἐσχηματισμένος, ὃν οὔπω φαμὲν εἶναι σχῆμα, ἔστι δέ τις καὶ παρὰ ταῦτα ὁ πεπλασμένος, ὃν ἐσχηματίσθαι λέγομεν. ἔτι τοίνυν, εἰ καὶ τοῦτο δοίη τις, ὅτι πᾶς λόγος ἴδιόν τι σχῆμα ἔχει κατὰ φύσιν, ἀλλʼ ὅ γε πολιτικὸς καὶ συγγραφικὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ μίμησιν ἐκείνου γίνεται. σημεῖον δὲ τοῦ λεγομένου τὸ τοιοῦτον, ἔστι τις λόγος κατὰ φύσιν ἀνθολκήν τινα ψυχῆς ἐμφαίνων, οἷον ποίαν ἔλθω, ταύταν ἢ κείναν; τοῦτον οὔπω σχῆμα ἔχειν λέγομεν, διὰ τί; ὅτι κατὰ φύσιν ἐξενήνεκται καὶ ἀληθῶς ὁ λέγων ἀπορεῖ. ἔστι δὲ λόγος ἕτερος κατὰ μίμησιν τούτου γεγονώς, ἔχων καὶ αὐτὸς ἀνθολκὴν οὕτως, ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κακίαν εἴτε ἄγνοιαν εἴτε ἀμφότερα ταῦτα εἰπεῖν, τοῦτον μὲν δὴ σχῆμα ἔχειν φαμέν· οὐκ ἀπορῶν γὰρ ὁ λέγων αὐτὸς προσποιεῖται ἀπορεῖν καὶ μιμεῖται τὸν ἀποροῦντα ἐξ εὐθείας εἰπεῖν φυλαττόμενος. ταῦτα ἂν οὖν τις ἔχοι λέγειν πρὸς τοὺς ἀναιροῦντας τὰ σχήματα τῆς διανοίας, ὅτι κἂν πᾶς λόγος σχῆμα ἴδιον ἔχῃ κατὰ φύσιν, τό τε καθʼ ὁμοιότητα τούτου πανουργεῖσθαί τινα καὶ πλάττεσθαί τινα λόγον οὐδεὶς ἂν εἴποι. τὸ πλαττόμενον οὖν τοῦτον τὸν τρόπον ἐξαιρέτως σχῆμα καλεῖται, καὶ ἡμεῖς περὶ τούτου ποιούμεθα τὸν λόγον, ἀλλʼ οὐ περὶ παντὸς τοῦ ὁπωσοῦν ἐσχηματισμένου λόγου. οὐ μὴν ἀλλʼ ὅτι ἴδια μέν ἐστι τὰ κατὰ φύσιν σχήματα τοῦ λόγου, ἴδια δὲ τὰ κατὰ τὴν τέχνην, ἐκεῖνο σημεῖον ἂν εἴη, ὅτι πᾶν σχῆμα, τοῦτο δὴ περὶ οὗ καὶ λέγομεν, μετάγειν ἐστὶν εἰς τὸ κατὰ φύσιν, τοῦτο δὲ ἐπʼ ἐνίων μὲν ἐναργέστατα φαίνεται, ὡς ἐπὶ τῆς εἰρωνείας καὶ ἀλληγορίας καὶ ὑπερβολῆς, ἐπʼ ἐνίων δὲ δυσόριστόν ἐστιν, ὥσπερ ἐπὶ τῆς ἐρωτήσεως καὶ ἐπὶ πύσματος καὶ διαπορήματος. ταὐτὰ λέγειν ἐστὶ καὶ πρὸς τοὺς τὰ τῆς λέξεως σχήματα ἀναιροῦντας, ὡς πάσης συνθέσεως λέξεως ἴδιόν τι σχῆμα ἐχούσης καὶ οὐδὲν κατὰ τὴν πλάσιν οὐδʼ ἐξαίρετον· καὶ γὰρ ὅτι διαφέρει πλάσις ῥητορικὴ τῆς τῶν ἰδιωτῶν ἐστι λέγειν, καὶ ὅτι ῥήτορες ῥητόρων ἄμεινον φράζουσι, καὶ ὅτι ἴδια σχήματα κατὰ φύσιν συνθέσεως λέξεώς ἐστι, καὶ τὰ ἀπὸ τούτων κατὰ μίμησιν γινόμενα κατὰ τέχνην τῶν ῥητόρων, καὶ ὅτι ἔστι τὰ σχήματα τῆς λέξεως εἰς τὸ κατὰ φύσιν μετάγειν τὰ μὲν εὐχερῶς καὶ ῥᾷον, τὰ δὲ δυσκολώτερον. ἑωραμένων δὲ τούτων καὶ ἔτι περὶ τῆς χρείας, ἣν παρέχεται τὰ σχήματα, εἰπόντες περὶ αὐτῶν λοιπὸν ποιησόμεθα τὸν λόγον. ἔστι τοίνυν χρεία τῶν σχημάτων κατὰ τρόπους πλείονας· ἐπίτασιν γὰρ δύναται τῶν πραγμάτων ἐμφαίνειν, ὡς ἔχει τὰ τοιαῦτα, σὺ δʼ ὁ σεμνὸς ἀνὴρ καὶ διαπτύων τοὺς ἄλλους, καὶ πάλιν, ἐμοὶ δʼ ὅσον, εἴτε τις βούλεται νομίσαι μανίαν εἴτε καὶ φιλοτιμίαν· διὰ γὰρ τῆς εἰρωνείας μᾶλλον, ἢ εἰ ἐξ εὐθείας ἐλέγετο, ηὔξηται ὁ λόγος. καὶ καταβολὴν δὲ καὶ ἔκλυσιν ἐκ τῶν ἐναντίων, οὐ μέμνησθε αὐτοῦ τὰ ἀπίθανα ῥήματα καὶ μιαρά, καὶ πάλιν, σὺ Θετταλοὺς ἀποστήσας· σὺ γὰρ ἂν κώμῃ προσέλθοις, ὅπου κίνδυνός ἐστι. παρέχει δὲ καὶ ἔμφασιν ἤθους χρηστοῦ, ὡς Αἰσχίνης, ἆρά μοι δοίητε συγγνώμην, εἰ κίναιδον αὐτὸν προσείποιμι, καὶ μὴ καθαρὸν τὸ σῶμα, μηδʼ ὅθεν τὴν φωνὴν ἀφίησι, καὶ τὰ ἑξῆς· φαίνεται γὰρ αἰδούμενος ἐφʼ οἷς μέλλει λέγειν. ἔστι δὲ διὰ τῶν σχημάτων δοκεῖν καὶ αὐτοσχεδίως λέγειν μηδὲ ἀπὸ παρασκευῆς, ὡς Δημοσθένης, ἆρά τις ἡμῖν λοιπὸς λόγος; ἢ οὕτω, τουτὶ μικροῦ με παρῆλθεν εἰπεῖν. τὰ γὰρ τοιαῦτα τὴν τοῦ δοκεῖν αὐτόθεν λέγειν ἔμφασιν ποιεῖ. καὶ μὴν ποικιλίαν τινὰ τῷ λόγῳ παρέχει τὰ σχήματα, ὡς ὅ γε ὁμοειδὴς προΐσταται τρόπος, δεῖ δὲ τὴν ἡδονὴν διώκειν καὶ τὴν ποικιλίαν ἐν τῷ λόγῳ μετὰ τοῦ χρησίμου καὶ μάλιστα ἐν τῷ δικανικῷ λόγῳ. παραδείγματα δὲ τῶν τοιούτων σχημάτων τὰ τὸν λόγον ποιοῦντα ποικίλον παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου λόγῳ καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας· περὶ γὰρ τῆς πολιτείας πολλάκις λέγων ἁπλῶς καὶ πολλαχῶς καὶ ποικίλως πλάττει τὸν λόγον, οὗ προΐσταται, καὶ περὶ τῆς λύσεως πάλιν τῶν αἰχμαλώτων μεμνημένος συνεχέστερον δὴ τὸν περὶ αὐτῶν πεποίηται λόγον τὸ αὐτὸ πρᾶγμα μεταβάλλων καὶ ποικίλως φράζων. ταῦτα μὲν ἐπὶ τοσοῦτον, λέγωμεν δὲ ἤδη, τίνα σχήματα τῆς διανοίας. γʹ. ΠΕΡΙ ΠΡΟΔΙΟΡΘΩΣΕΩΣ.

Προδιόρθωσίς ἐστιν, ὅταν μέλλωμέν τι τοιοῦτον λέγειν, ὃ δεῖταί τινος θεραπείας, ὥστε μὴ χαλεπῶς αὐτὸ προσδέξασθαι τὸν ἀκροατήν, καὶ προθεραπεύωμεν αὐτόν, ὡς ἔχει τὸ Δημοσθενικόν, βαδιοῦμαι δὲ ἐπʼ αὐτά, ἃ πέπρακταί μοι, καί με μηδεὶς ἀπαρτᾶν νομίσῃ τὸν λόγον τῆς γραφῆς, ἂν εἰς Ἑλληνικὰς πράξεις καὶ λόγους ἐμπέσω. ὁ αὐτός, καί μοι, πρὸς θεῶν, ὅταν ἕνεκα τοῦ βελτίστου λέγω, ἔστω παρρησία τοῦ λέγειν. καὶ πολλὰ παρʼ αὐτῷ τοῦ σχήματος τούτου παραδείγματα. δʹ. ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ.

Ἐπιδιόρθωσις δέ ἐστι τῇ μὲν χρείᾳ τὸ αὐτὸ τῇ προδιορθώσει, τῇ τάξει δὲ ἐκείνης διαφέρον· ὃ γὰρ τῷ προειπεῖν ποιοῦμεν θεραπεύοντες τὸν ἀκροατὴν ἐπὶ τῆς προδιορθώσεως, τὸ αὐτὸ ἐπὶ τῆς ἐπιδιορθώσεως· ἀποθεραπεύομεν γὰρ ἐπὶ τοῖς εἰρημένοις τὸν ἀκροατήν, ἵνα μὴ χαλεπαίνῃ πρὸς ἡμᾶς, ὡς πάλιν Δημοσθένης πολλὰ προειπὼν ἐπιφέρει, ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δέομαι τοῦτο μεμνῆσθαι παρʼ ὅλον τὸν ἀγῶνα, ὅτι μὴ κατηγορήσαντος Αἰσχίνου μηδὲν ἔξω γραφῆς οὐδʼ ἂν ἐγὼ λόγον οὐδένα ἐποιούμην ἕτερον· πάσαις δʼ αἰτίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου, ἀνάγκη με πρὸς ἓν ἕκαστον τῶν εἰρημένων βραχέα ἀπολογήσασθαι. εʹ. ΠΕΡΙ ΑΜΦΙΔΙΟΡΘΩΣΕΩΣ.

Τοῦτο μικτόν ἐστι τὸ σχῆμα ἔκ τε τῆς προδιορθώσεως καὶ ἐπιδιορθώσεως, ὅταν καὶ πρὶν εἰπεῖν καὶ εἰπόντες ἀσφαλιζώμεθα τὸν λόγον. γίνεται δὲ τοῦτο οὐκ ἐπὶ τῶν τυχόντων, ἀλλʼ ἐπὶ τῶν μείζονος προμηθείας δεομένων, ὡς εἰ λέγοι τις, ἐγὼ μὲν λέγω, καὶ μηδεὶς ἀηδῶς ἀκούσῃ τὸ λεγόμενον, ἂν ἀληθὲς ὂν φαίνηται, μεγάλων ἄξιον ἐμαυτὸν ἐνόμιζον ἐξ ὧν διεπεπράγμην καὶ πάσης παρρησίας καὶ τῶν μεγίστων τιμῶν· νομίζω μηδένα τούτοις ἄχθεσθαι τοῖς λόγοις, εἰ πάντα τὰ μέγιστα πράξας τῶν μεγίστων ἄξιον ἐμαυτὸν ἀποφαίνω, καὶ ὡς ἔχει τὸ Δημοσθενικόν, εἰ γὰρ οἷος ἐγὼ παρʼ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν, εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνικῶν πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δʼ εἰ ἕνα ἄνδρα Ἀρκαδία καὶ ἕνα Θετταλία ταὐτὰ φρονοῦντα ἔσχεν ἐμοί. καὶ γὰρ λέγων κατὰ τὴν ἐμαυτοῦ τάξιν προαπολύεται τὸ ἐπαχθές, καὶ τῷ μᾶλλον δʼ εἰ ἕνα τὸ δοκοῦν ἐνδεεστέρως εἰρῆσθαι προσεπηνώρθωται. ϛʹ. ΠΕΡΙ ΠΡΟΚΑΤΑΛΗΨΕΩΣ.

Ἡ δὲ προκατάληψις γίνεται, ὅταν προκαταλαμβανώμεθα καὶ τοὺς ἀντιδίκους, περὶ ὧν μέλλουσιν λέγειν, καὶ τοὺς ἀκροατάς, περὶ ὧν ὑπονοοῦσι καθʼ ἡμῶν, καὶ τὸν λόγον, ὃν ἰσχυρότατον ὁ ἀντίδικος οἴεται λέξειν καὶ ὃν οἱ δικασταὶ καθʼ ἡμῶν ὑπονοοῦσί τι ἔχειν ἰσχυρόν, τοῦτον ἐμφάσει τινὶ προεκλύοντες ὡς εἰ καὶ λέγοι τις, ἐπεὶ δὲ καὶ τούτῳ μάλιστα τῷ λόγῳ θαρρεῖ, βούλομαι δεῖξαι καὶ τοῦτον πολὺ τῶν ἄλλων ἀσθενέστερον. καὶ ὡς Αἰσχίνης, πρὸς δὲ δὴ τὸν ἄφυκτον λόγον ὅν φησι Δημοσθένης. ζʹ. ΠΕΡΙ ΥΠΕΞΑΙΡΕΣΕΩΣ.

Τοῦτο τὸ σχῆμα σύμφωνον καὶ ὁμογενὲς λέγουσιν εἶναι τῶν προκειμένων. πιστότερον δὲ γίνεται τοῦτον τὸν τρόπον· ὑπεξελόμενοί τι πρόσωπον ἢ γένος τῶν λοιπῶν προκρίνομεν περὶ οὗ ποτʼ ἂν ὁ λόγος ᾖ, ὡς εἴ τις λέγοι· μετὰ γὰρ τοὺς θεοὺς Ἀριστογείτονος ὑπὸ τῶν ἀνθρώπων· ἢ οὕτως, ὁ μὲν Ζεὺς κρατεῖ τῶν πάντων, ἐγὼ δὲ τῶν ἀνθρώπων ἄρχω. καὶ πάλιν δʼ ἂν τῷ Ἀπόλλωνι περὶ μουσικῆς ἕκαστα, ἢ καὶ ὡς τὸ Ὁμηρικόν, ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔτʼ Ἡρακλῆϊ οὔτʼ Εὐρύτῳ· ἡ γὰρ τῶν ὁμολογουμένων ἀρίστων ὑπεξαίρεσις πιστοτέραν ποιεῖ τὴν ἐπαγγελίαν. ηʹ. ΠΕΡΙ ΑΙΤΙΟΛΟΓΙΑΣ.

Αἰτιολογία δέ ἐστιν, ὅταν προθέντες τι πρὸς τὸ γενέσθαι σαφέστερον αὐτὸ τὴν αἰτίαν προσαποδιδῶμεν, ὥς φησι Δημοσθένης, ἐάν τις ἐν ἄθλοις τινὰ ἀποκτείνῃ, τοῦτον ὁ νομοθέτης ὥρισε μὴ ἀδικεῖν. διὰ τί; ὅτι οὐ τὸ συμβὰν ἐσκέψατο, ἀλλὰ τὴν τοῦ δράσαντος διάνοιαν· ἔστι δὲ αὕτη τίς; ζῶντα νικῆσαι, οὐκ ἀποκτεῖναι, καὶ τὰ ἑξῆς. θʹ. ΠΕΡΙ ΣΥΝΑΘΡΟΙΣΜΟΥ.

Συναθροισμὸς δέ ἐστιν συναγωγὴ τῶν πεπραγμένων ἢ πραχθῆναι δυναμένων εἰς ἓν κεφάλαιον, ὥς φησι Δημοσθένης, ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, καὶ Μεγάροις ἐπιχειρῶν, καὶ καταλαμβάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ Κλείταρχον, καὶ τὸν Ἑλλήσποντον ὑφʼ ἑαυτὸν ποιούμενος καὶ τὸ Βυζάντιον πολιορκῶν, καὶ πόλεις Ἑλληνίδας τὰς μὲν ἀναιρῶν, εἰς ἃς δὲ καὶ τοὺς φυγάδας κατάγων, πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ; ιʹ. ΠΕΡΙ ΕΠΙΜΟΝΗΣ.

Ἐπιμονὴ δέ ἐστιν, ὡς καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ, ἐπὶ πλεῖον ἐπὶ τοῦ αὐτοῦ νοήματος ἐπιμονὴ μετὰ αὐξήσεως. Εὐριπίδης, ἀλλʼ ἥδε μʼ ἐξέσωσεν, ἥδε μοι τροφός, μήτηρ, ἀδελφή, δμωΐς, ἄγκυρα, στέγη. καὶ ὡς Δημοσθένης, οἱ μὲν κατάπτυστοι Θετταλοὶ καὶ ἀναίσθητοι Θηβαῖοι φίλον, εὐεργέτην, σωτῆρα τὸν Φίλιππον ἡγοῦντο, πάντʼ ἐκεῖνος ἦν αὐτοῖς, καὶ πάλιν, ἐγὼ δʼ ὑπʼ ἐχθροῦ νήφοντος ἕωθεν, ὕβρει καὶ οὐκ οἴνῳ ταῦτα ποιοῦντος, ἐναντίον πολλῶν καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην, καὶ ὡς ὁ ποιητής, ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον, τηλύγετον, πολλοῖσιν ἐπὶ κτεάτεσσιν. ιαʹ. ΠΕΡΙ ΛΕΠΤΟΛΟΓΙΑΣ.

Λεπτολογία ἐστίν, ὅταν ἑνὸς ἑκάστου τῶν συμβεβηκότων ἢ συμβαινόντων τὴν ἀκριβῆ καὶ ἐπὶ λεπτῷ ἐξεργασίαν ποιώμεθα, ὡς παρὰ Μενάνδρῳ ταυτί, μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόνʼ οὐκ ἔχω ... ὁμοίαν τῷ γεγονότι πράγματι, ζητῶν πρὸς ἐμαυτόν, τί ταχέως ἀπολλύει. στρόβιλος; ἐν ᾧ συστρέφεται, προσέρχεται, προέλαβεν, ἐξέρριψεν, αἰὼν γίνεται. ἀλλʼ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχει Ζεῦ σῶτερ, εἰπεῖν, ἀντέχου τῶν σχοινίων, ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν· ναυαγίου δʼ ἂν ἐπιλάβοιʼ· ἐγὼ δʼ ἅπαξ ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ. νῦν γὰρ διὰ νοήματος ἐλάσσονα γινόμενα καὶ οὐδʼ εἰς ὑποψίαν ἀκριβῶς ἐλθεῖν δύναται τῷ λόγῳ καὶ λεπτὸν καὶ ἀκριβῶς τε ὁ ποιητὴς εἰπὼν εἰς ἔννοιαν ἀκριβεστέραν αὐτῷ ἀγήοχε, καὶ τὸ καθʼ ἑαυτὸν ηὔξησε πάθος ταχύτερον ἐκ τῆς ἐκείνων λεπτολογίας ἀποδείξας. καὶ ταῦτα δὲ ὁμοίως ἔχει· καὶ ὑμεῖς μέν, ὦ Ἀθηναῖοι, τὰς ἐλπίδας τῆς σωτηρίας εἴχετε ἐν τῷ τὸν στρατηγὸν ὑμῶν ἐκπλεύσαντα ταχέως τῶν ἐπικαίρων κρατῆσαι τόπων. ὁ δʼ ἕως ἐνετέλλετό τινα τοῖς οἰκείοις, ἐπιτρόπους καθίστα καὶ τῶν οἴκοι πραγμάτων, ἠσπάζετο τὴν γυναῖκα καὶ τοὺς παῖδας, ἐδεξιοῦτο τοὺς φίλους, ἐξῄει τῆς πόλεως, κατέβαινεν εἰς τὸν λιμένα, ἐνεβάλλετο τὰ ἐπιτήδεια εἰς τὴν ναῦν, ἔλυε τὰ πρυμνήσια, ἦρε τὰς ἀγκύρας, ἔλαθον οἱ πολέμιοι κρατήσαντες τῶν ἐπικαίρων χωρίων. αὔξησιν δὲ ἔχει τὸ σχῆμα, ὅταν ταχυτῆτα ἢ βραδυτῆτα ἐμφῆναι θέλωμεν, ἢ τάχος ἐξ ἀντιπαραθέσεως ποιῆσαι φανερόν, ὥσπερ ὁ Μένανδρος. ιβʹ. ΠΕΡΙ ΠΡΟΣΩΠΟΠΟΙΙΑΣ.

Ἡ προσωποποιΐα δέ ἐστι προσώπου διάπλασις ἤτοι τὴν ἀρχὴν μὴ γενομένου πώποτε ἢ γενομένου μέν, οὐκ ἔτι δὲ ὄντος. τοῦ μὲν παράδειγμα τὸ Δημοσθενικόν, ὁ μὲν οὖν παρὼν καιρός, ὦ Ἀθηναῖοι, μονονουχὶ λέγει φωνὴν ἀφιείς· οὐχ ὑφεστηκὸς γὰρ τὸ πρόσωπον τὸν καιρὸν αὐτὸν εἰσάγει· τοῦ δὲ δευτέρου τὸ Αἰσχίνου, ὅταν ἐπὶ τελευτῆς ἤδη τοῦ λόγου τοὺς συνηγόρους καλῇ, καὶ τοὺς κοινωνοὺς αὐτῷ τῆς δωροδοκίας παρακαλῇ, ὑπολαμβάνετε ὁρᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρατεταγμένους, Σόλωνα μὲν τὸν καλλίστοις νόμοις κοσμήσαντα τὴν δημοκρατίαν, Ἀριστείδην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλησι, καὶ ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, ὅτι οἱ μὲν πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς. ιγʹ. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ.

Ἐπανάληψίς ἐστιν, ὅταν κατὰ πλείους φωνὰς ἐπαναλαμβάνωμεν, ὡς ἔχει τὸ τοιοῦτον, ἀλλʼ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, καὶ τὸ Ὁμηρικόν, τοῦ δʼ ἐγὼ ἀντίος εἰμί, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε. ταῦτα μὲν οὖν ἐπανείληπται μηδενὸς αὐτῶν μεταξὺ τιθεμένου μορίου· ἔστι δὲ ὅτε ἐπαναλέγεται μὲν τὰ ὀνόματα, οὐκ εὐθὺς δέ, ἀλλὰ μέσα τινὰ παρεμβάλλεται, καθάπερ ἔχει τὸ τοιοῦτον, ἦν ποτε, ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τῇ τῶν πολλῶν ψυχῇ· κἀκεῖνο, οὐ γὰρ ὑφʼ αὑτῷ ποιήσασθαι τὴν πόλιν βούλεται Φίλιππος, οὔ· καὶ τὸ Αἰσχίνου, καλόν, ὦ Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή, καὶ τὸ Ὁμηρικόν, ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, Αἰθίοπας· πολλάκις δὲ ταῦτα καὶ πλεονάκις ἀναλαμβάνεται, ὡς καὶ Δημοσθένης, καίτοι φιλίαν τε καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί· ἐγώ σοι ξενίαν Ἀλεξάνδρου; πόθεν λαβόντι; φανερὸν δὴ ποσάκις τὸ αὐτὸ ὄνομα ἀνείληπται. τοῦτο δέ τινες ἰδίως ἀναδίπλωσιν λέγουσιν, ὅταν τὸ δεύτερον λεγόμενον ἄρχηται ἀπὸ τῆς τοῦ προηγουμένου τελευτῆς, ὡς Σοφοκλῆς ὦ φίλταθʼ ὥς μʼ ἀπώλεσας, ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα. ὡς καὶ νῦν ἐν τῷ χρησμῷ, Ἀρκαδίην μʼ αἰτεῖς· οὔ τοι δώσω, δώσω τοι Τεγέην. δοκεῖ δὲ ποιητικώτερον εἶναι. ιδʹ. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΑΣ.

Ἐπαναφορά ἐστιν, ὅταν ἀπὸ τοῦ αὐτοῦ ὀνόματος δύο ἢ πλείω κῶλα ἄρχηται, ὡς παρὰ τῷ Δημοσθένει, ταῦτʼ εἶπον ὑπὲρ ὑμῶν, ταῦτʼ ἐπρέσβευσα, ταῦτʼ ἐδεήθην, ἢ ὅταν ἐπὶ πολὺ τὸ ὄνομα ἐν ἀρχῇ τῶν κώλων καὶ τῶν περιόδων πολλάκις παραλαμβάνηται, ἢ αὐτὸ ἢ τὸ ἰσοδυναμοῦν αὐτῷ. καὶ αὐτὸ μὲν ὡς τὸ Δημοσθενικόν, τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις; καὶ ὡς τὸ Ὁμηρικόν, Νιρεὺς αὖ Σύμηθεν ἄγεν, Νιρεὺς Ἀγλαΐας υἱός. τὸ δʼ ἰσοδυναμοῦν οὕτως, ὡς εἴ τις λέγοι, ἐπέδωκα τῇ πόλει χρήματα, παρέσχον συμμάχους, ἐχαρισάμην ὅπλα, καὶ ὡς … αὐτοῦ τῶν δωροδοκημάτων παρακαλῇ, ὑπολαμβάνετε καθορᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρατεταγμένους, Σόλωνα μὲν τὸν καλλίστοις νόμοις κοσμήσαντα τὴν δημοκρατίαν, Ἀριστείδην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλησιν, ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, εἰ οἱ πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς. ιεʹ. ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.

Ἠθοποιΐα δέ ἐστιν, ὅταν ὑπάρχοντα πρόσωπα τιθέντες λόγους τινὰς αὐτοῖς περιτιθῶμεν πρὸς τὸ πιστοτέρους αὐτοὺς δόξαι εἶναι ἢ εἰ αὐτοὶ ἐλέγομεν αὐτούς, ὡς Αἰσχίνης ἐπὶ τοῦ Δημοσθένους, μηδενὶ δὴ τρόπῳ καθʼ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλʼ ὑπολαμβάνετε αὐτὸν εἰσεληλυθότα οἴκαδε ὁρᾶν σεμνυνόμενον ἐν τῇ τῶν μειρακίων διατριβῇ, διεξιόντα ὡς εὖ τὸ πρᾶγμα ὑφειλόμην τῶν δικαστῶν, ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρχον αἰτιῶν ἐπέστησα φέρων ἐπὶ τὸν κατήγορον καὶ Φίλιππον καὶ Φωκεῖς. καί· παρελθόντα εἰς τὴν ἐκκλησίαν, ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, καὶ τὰ ἑξῆς. ιϛʹ. ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.

Ἀποσιώπησίς ἐστι λόγος ἐπιτείνων τὸ παρασιωπώμενον, ἢ παραλείπων τὸ γινωσκόμενον, ἢ σιωπῶν τὸ αἰσχρόν. ἐπιτείνει μὲν οὖν τὸ παρασιωπώμενον, ὡς Δημοσθένης, ᾧ μήτηρ μὲν ὑπῆρχε πολῖτις, πατὴρ δὲ οὐκ ἐρῶ πόθεν. οὐδὲν γὰρ πλεῖον τῶν ἀναγκαίων αὐτὸν ἐξετάσασθαι. παραλείπει δὲ τὸ γινωσκόμενον οὕτως, καὶ πάλιν, τοσαῦτα, ὦ Ἀθηναῖοι, ὅσα ὀκνήσαιμʼ ἂν εἰπεῖν· παντὶ γὰρ δῆλον, ὅτι τὸ πρῶτον μὲν ἀηδές τι παραλείπει, εἶτα εἰδικώτερον ὅτι ἀτιμίαν εἰπεῖν βούλεται ἤ τι τοιοῦτον. σιωπᾷ δὲ τὸ αἰσχρὸν Εὐριπίδης, ἣ πόσιν ἀπείρῳ περιβάλλουσʼ ὑφάσματι ἔκτεινεν, ὧν δʼ ἕκατι παρθένον λέγειν οὐ καλόν. ιζʹ. ΠΕΡΙ ΕΠΙΤΡΟΧΑΣΜΟΥ.

Ἐπιτροχασμός ἐστι προσκείμενον σχῆμα τῷ τε συναθροισμῷ καὶ τῇ ἐπιμονῇ, διαφέρει δὲ ἐκείνων, ὅτι τὰ πολὺ διεστηκότα συνάγει καὶ ἀξιοπιστίας ἕνεκα λέγεται, ὡς ἔχει τὸ Δημοσθενικόν, ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσε πρώην. ιηʹ. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.

Εἰρωνεία δέ ἐστι λόγος προσποιούμενος τὸ ἐναντίον λέγειν, ὡς ἐπὶ τῆς Μηδείας Εὐριπίδης, τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων ἔθηκας ἀντὶ τῶνδε, θαυμαστὸν δέ σε ἔχω πόσιν καὶ σεμνὸν ἡ τάλαινʼ ἐγώ, καὶ τὰ ἑξῆς. καὶ ὡς ὁ Δημοσθένης, δῆλον γάρ, ὅτι σὺ μὲν ἀλγεῖς ἐπὶ τοῖς τῶν Θηβαίων ἀτυχήμασιν, κτήματα ἔχων ἐν τῇ Βοιωτίᾳ, ἐγὼ δὲ χαίρω, ὃς εὐθὺς ἐξῃτούμην ὑπὸ τοῦ ταῦτα πεποιηκότος. εἴδη δὲ τῆς εἰρωνείας τέτταρα, ἀστεϊσμός, μυκτηρισμός, σαρκασμός, χλευασμός. ιθʹ. ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.

Παράλειψις δέ ἐστιν, ὅταν δοκοῦντές τι παραλιπεῖν μηδὲν ἧττον λέγωμεν αὐτό, ὡς Δημοσθένης, ἀλλὰ τί ἐχρῆν με ποιεῖν, ἤδη γὰρ σὲ ἐρωτῶ, πάντα ταῦτα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, οὐδενὸς τούτων μέμνημαι, Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν οὐδʼ εἰ γέγονεν οἶδα, καὶ πάλιν, ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησε, καὶ προβαλλόμενος καὶ χειροτονῶν αὑτὸν εἰς Διονύσια ἐπιμελητήν, ἐάσω, καὶ πάλιν, τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν Μειδίου καὶ τὰ λοιπὰ ἄπειρα ὄντα κακὰ ἐάσω. καὶ οὔτε τόδε λέγω οὔτε τόδε, οὐδʼ ὡς ἠδίκησεν τὴν πόλιν οὗτος. καὶ πάλιν, οὔτε γὰρ τοὺς Ἑρμᾶς, οὓς ἐλωβήσατο, λέξω, οὔθʼ ὡς ηὐτομόλησεν εἰς Σικελίαν, ἀλλʼ ἔστω τούτων ἀμνηστεία μυρίων ὄντων. κʹ. ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.

Ἀποστροφὴ δʼ ἐστίν, ὅταν πρόσωπον ἕτερον ἀνθʼ ἑτέρου αἰτιώμεθα, ἤτοι πραΰνειν, ἢ ἐποτρύνειν ἐθέλοντες, ὡς ὁ ποιητής. Ἀτρείδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν. οὐδέ τι ἐκτελέουσιν ὑπόσχεσιν, ἥνπερ ὑπέσταν· ἐπεὶ γὰρ ἀπότομον ἦν λέγειν, ὦ Ἀχαιοί, ἄδικοί ἐστε, πρὸς τὸν βασιλέα οὐκ ἐθέλοντες ἐκτελεῖν αὐτῷ τὰς ὑποσχέσεις, μετεσχημάτισε τὸν λόγον πρὸς αὐτὸν τὸν Ἀγαμέμνονα· γίνεται δὲ ἡ ἀποστροφὴ καὶ ὅταν ἄλλων μνημονεύοντες, ὡς δυναμένων ταὐτὰ ποιῆσαι τούτοις, περὶ ὧν ἂν ποιησώμεθα τὸν λόγον, μὴ πεποιηκότων δέ, εἶτα διʼ αὐτῶν καὶ καθαπτώμεθα τῶν ἀντιδίκων, ὡς Δημοσθένης τὰ ὑπὸ Μειδίου γεγονότα βουλόμενος διαβάλλειν διαβάλλει τὰ περὶ Ἰφικράτην, καίτοι φασὶν Ἰφικράτην ποτὲ ἐκεῖνον Διοκλεῖ τῷ Πιτθεῖ τὰ μάλιστα ἐλθεῖν εἰς ἔχθραν, καὶ ἔτι πρὸς τούτῳ συμβῆναι, Τισίαν τὸν ἀδελφὸν τὸν Ἰφικράτους ἀντιχορηγῆσαι τῷ Διοκλεῖ· ἀλλʼ ὅμως πολλοὺς ἔχων Ἰφικράτης καὶ τὰ ἑξῆς, οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυ τὰ κατεσκευασμένα ἱμάτια ἐς τὴν ἑορτὴν καὶ τὰ ἑξῆς. καʹ. ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.

Διαπόρησις δʼ ἐστίν, ὅταν περὶ ἑνὸς πράγματος δύο ἢ καὶ πλείονας ἐννοίας ἔχωμεν, ἢ καὶ προσποιώμεθα μὴ οὔσας ἔχειν, εἴγε ἀποροῦμεν καὶ μὴ ἐφιστῶμεν ἐπʼ αὐταῖς, ὡς ἔχει τὸ τοιοῦτον, εἴτε τινὸς εἰπόντος, εἴτε αὐτὸς συνιείς, οὐκ ἔχω εἰπεῖν, ὅτι δὲ σωτηρία μόνη γίνοιτο ἂν αὐτῷ ἡ ἡμετέρα, εἴτε χρὴ φιλανθρωπίαν αὐτὴν λέγειν, εἴθʼ ὅ τι δή ποτε ἄλλο, κβʹ. ΠΕΡΙ ΕΡΩΤΗΜΑΤΟΣ.

Ἐρώτημά ἐστι, πρὸς ὃ ἀνάγκη ἀποκρίνασθαι κατʼ ἀπόφασιν ἢ κατάφασιν οὕτω, ναὶ ἢ οὔ, οἷον ἐξῆλθες ἐπὶ τὴν μάχην ἢ οὔ; καὶ ὡς Δημοσθένης, πότερον ταῦτα ποιῶν ἔλυε τὴν εἰρήνην ἢ οὔ; ἀνάγκη γὰρ καὶ πρὸς τοῦτο ἢ ναὶ ἢ οὒ ἀποκρίνασθαι. κγʹ. ΠΕΡΙ ΠΥΣΜΑΤΟΣ.

Πύσμα δέ ἐστι, πρὸς ὃ διεξοδικῶς ἀπαντῆσαι δεῖ καὶ διὰ πλειόνων, ὡς ἔχει τὸ τοιοῦτον, ἐμὲ δέ, ὦ τριταγωνιστά, τὸ τίνος φρόνημα λαβόντα τούτοις συμβουλεύειν ἔδει; ἐνταῦθα γὰρ οὐκ ἔστιν ἀποκρίνασθαι ναὶ ἢ οὔ, ἀλλὰ διὰ πλειόνων ἀνάγκη ἀπαντᾶν τῷ τοιοῦτον ἐροῦντι. κδʹ. ΠΕΡΙ ΔΙΑΤΥΠΩΣΕΩΣ.

Διατύπωσις δʼ ἄρʼ ἐστίν, ὅταν ἅμα προσώπων καὶ πραγμάτων παρασυναγωγὴν ποιησάμενοι μὴ τοὺς λόγους μόνον, ἀλλὰ καὶ τὰ ἐναργήματα καὶ τὰ πάθη καὶ τὰ εἴδη διατυπώμεθα, ὡς ὁ Αἰσχίνης, γίνεσθέ μοι μικρὸν χρόνον τὴν διάνοιαν, μὴ ἐν τῷ δικαστηρίῳ, ἀλλʼ ἐν τῷ θεάτρῳ. καὶ νομίσατε ὁρᾶν προσιόντα τὸν κήρυκα, καὶ τὴν ἐκ τοῦ ψηφίσματος ἀνάρρησιν μέλλουσαν γίνεσθαι, καὶ τὰ ἑξῆς. καὶ ὥς φησι Δημοσθένης, ὅτε γὰρ εἰς Δελφοὺς ἐπορευόμεθα, ἦν ὁρᾶν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, γύναια καὶ παιδάρια ὀλίγα καὶ ἄθλια καὶ πρεσβύτας οἰκτρούς. κεʹ. ΠΕΡΙ ΑΝΤΕΙΣΑΓΩΓΗΣ.

Ἀντεισαγωγὴ γίνεται, ὅταν ἕτερον ἀνθʼ ἑτέρου ἀντιτιθῶμεν, ἀντὶ ἀγαθοῦ κακὸν ἢ ἀντὶ κακοῦ ἀγαθόν, οἷον οἰκτρὸν πατρὶ καὶ μητρὶ παίδων στερηθῆναι καὶ ἐρήμοις εἶναι τῶν ἀναγκαιοτάτων γηροτρόφων· σεμνὸν δὲ αὐτοῖς τιμὴν καὶ μνήμην τέκνων καταλειπομένην ἐφορᾶν, καὶ πάλιν, ἡδὺ τὸ ζῆν, ἀλλὰ τό γε ὑπὲρ πατρίδος ἀποθανεῖν δόξαν αἰώνιον παρασκευάζει. κϛʹ. ΠΕΡΙ ΔΙΑΣΥΡΜΟΥ.

Διασυρμὸς δʼ ἐστίν, ἐπειδὰν λέγωμεν ἀξιοπίστως διασύροντες, ὡς Ὑπερίδης ἐπὶ Δημοσθένους, καὶ συκοφαντεῖς τὴν βουλὴν προκλήσεις προτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλαβες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ πῶς; τελευταῖον δʼ ἴσως ἐρωτήσεις καὶ εἰ ἐχρήσω τῷ χρυσίῳ ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν, καὶ ὁ αὐτὸς ἐπὶ τῆς Φρύνης, τίς γάρ ἐστιν αἰτία αὕτη, εἰ Ταντάλῳ ὑπὲρ τῆς κεφαλῆς λίθος κρέμαται. καὶ ὡς Αἰσχίνης, οὐ μέμνησθε αὐτοῦ τὰ ἀπίθανα καὶ μιαρὰ ῥήματα, ἃ πῶς ποτε ὑμεῖς, ὦ σιδήριοι, ἐκαρτερεῖτε ἀκροώμενοι, ὅτε ἔφη παρελθών, ἀμπελουργοῦσί τινες τὴν πόλιν, καὶ τὰ ἑξῆς, καὶ ὡς Δημοσθένης πρὸς αὐτὰ ταῦτα, πάνυ γὰρ κατὰ τοῦτο χείρω γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τουτὶ διεξῆλθον ἐγώ, ἢ δευρὶ τὴν χεῖρα ἀλλὰ μὴ δευρὶ μετήγαγον. κζʹ. ΠΕΡΙ ΜΕΤΑΣΤΑΣΕΩΣ.

Μετάστασις δʼ ἐστίν, ὅταν ἀφʼ ἑαυτῶν μεθιστῶμεν τὴν αἰτίαν ἐφʼ ἕτερον ἔξω τοῦ πράγματος ὄντα, ὡς Δημοσθένης, τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ διʼ ἐμέ· οὐ γὰρ ἔγωγε τότε ἐπολιτευόμην, ἢ ἐπὶ τοὺς ἀκούοντας, ἐγὼ γὰρ τοῦ μὲν εἰπεῖν κύριος ἤμην, ἡμεῖς δὲ τοῦ ψηφίσασθαι τὰ ῥηθέντα, ἢ τὸν ἀντίδικον εἰς αἰτίαν καθιστῶμεν, ἐξ ὧν αὐτὸς ἡμῖν ἐγκαλεῖ, ὡς πάλιν Δημοσθένης, εἶτʼ ὦ τί εἰπών σέ τις ὀρθῶς προσείποι; ἔστιν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ συμμαχίαν, ἡλίκην διεξῄεις, ὁρῶν ἀφαιρούμενόν με τῆς πόλεως ἠγανάκτησας; καὶ τὰ ἑξῆς. ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΛΕΞΕΩΣ ΣΧΗΜΑΤΩΝ.αʹ.

Τὰ μὲν τῆς διανοίας σχήματα προείρηται κατὰ λόγον ἡμῖν· παντὸς γὰρ λόγου προάγει ἡ τοῦ διανοήματος εὕρεσις, ἕπεται δὲ λέξις τῷ διανοήματι, διʼ αὑτῆς ποιοῦσα φανερὸν αὐτό· νῦν δὲ περὶ τῶν τῆς λέξεως σχημάτων ποιησόμεθα τὸν λόγον, ἐπεὶ δʼ, ὡς ἂν εἴποι τις, τὰ πρῶτα καὶ ἀνωτάτω σχήματα τῆς λέξεώς ἐστι περίοδος καὶ κῶλον καὶ κόμμα· διὰ τούτων γὰρ πᾶσα λέξις πλέκεται καὶ συντίθεται, τί ποτʼ ἐστὶν ἕκαστον τούτων προεροῦμεν. περίοδος μὲν οὖν ἐστι λόγος ἄνευ περιγραφῶν καὶ κώλων συνθέσει αὐτοτελῆ διάνοιαν ἐκφέρων, ὡς ἔχει τὸ τοιοῦτον, ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει, περίοδος δὲ ἀπὸ τοῦ περιοδευομένως οἷον κύκλῳ τὴν διάνοιαν ἐκπλέκειν. κῶλον δʼ ἐστὶ περιόδου μέρος, ὃ λέγεται μὲν καθʼ αὑτό, ἀντικείμενον δὲ πληροῖ περίοδον. αὐτὸ μὲν οὖν καθʼ αὑτὸ κῶλον τὸ τοιοῦτόν ἐστιν, ἀνὴρ γὰρ ἰδιώτης, κατὰ δὲ τὸ ἀντικείμενον οὕτω γίνεται σύνθεσις κώλων, ἄτοπον δʼ ἐστὶ σὲ μὲν ἐν τοῖς ἀλλοτρίοις, ἐμὲ δὲ ἐν τοῖς ἰδίοις ἀπορεῖσθαι. κατὰ δὲ τὸ παρακείμενον οὕτω, καλὸν γὰρ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τοὺς πολίτας διὰ παντός. κόμμα δʼ ἐστὶ τὸ περιόδου καὶ κώλου ἔλαττον. λαμβάνεται δὲ καὶ κόμμα καθʼ αὑτό, καθάπερ ἔχει τὰ τοιαῦτα, γνῶθι σαυτόν, μέτρον ἄριστον, ἕπου θεῷ· λαμβάνεται δὲ καὶ πρὸς ἕτερον, οἷον ὅρκον αἰτεῖς, νόμον αἰτεῖς, δημοκρατίαν αἰτεῖς. τῶν δὲ περιόδων αἱ μέν εἰσι δίκωλοι, ὡς ἔχει ἡ τοιαύτη, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων. αἱ δὲ τρίκωλοι, ὥσπερ ἣν προείπομεν, ἀνὴρ γὰρ ἰδιώτης, δεύτερον δὲ ἐν πόλει δημοκρατουμένῃ, τρίτον δὲ νόμῳ καὶ ψήφῳ βασιλεύει. γίνεται δὲ καὶ τετράκωλος, ὡς παρὰ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας, τῆς ὑπʼ Ἀθηναίων τε καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευθερίας ἀθροιζομένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἁπάσης ἐκπεμπομένης· νοεῖται δʼ ἡ περίοδος τετράκωλος χωρὶς τῆς πρώτης προθέσεως, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας. συντίθενται δὲ καὶ ἐκ πλειόνων κώλων περίοδοι, ἀλλʼ ἐκβαίνουσι τὴν συμμετρίαν καὶ οὐκ ἔτι περιόδων, ἀλλὰ διεξοδικῶν λόγων ἔχουσι τάξιν. εἰσὶ δὲ τῶν περιόδων αἱ μὲν αὐτοτελεῖς, ὥστε καθʼ αὑτὰς σημαίνειν διάνοιαν, αἱ δὲ συνεζευγμέναι, ὥστε μεθʼ ἑτέρων ἐκφέρειν τὸ διανόημα πλῆρες. αὐτοτελεῖς μὲν οὖν εἰσιν αἱ ἄνευ συνδέσμου ἐκφερόμεναι, οἵα ἐστὶν αὕτη, ἣν γὰρ ὁ κῆρυξ κατὰ τοὺς νόμους φωνὴν ἀφίησι, ταύτην κοινὴν τῆς πατρίδος δίκαιον ἡγεῖσθαι, συνεζευγμέναι δὲ αἱ μετὰ τῶν συνδέσμων συγκείμεναι, ὡς ἔχει αὕτη, χρὴ γὰρ τὸ αὐτὸ φθέγγεσθαι τὸν ῥήτορα καὶ τὸν νόμον· ὅταν δὲ ἑτέραν μὲν φωνὴν ἀφίῃ ὁ νόμος, ἑτέραν δὲ ὁ ῥήτωρ, τῷ τοῦ νόμου δικαίῳ χρὴ διδόναι τὴν ψῆφον, μὴ τῇ τοῦ λέγοντος ἀναισχυντίᾳ. βʹ. ΠΕΡΙ ΑΝΑΔΙΠΛΩΣΕΩΣ Η ΠΑΛΙΛΛΟΓΙΑΣ Η ΕΠΑΝΑΛΗΨΕΩΣ.

Τοῦτο τὸ σχῆμα ὁ μὲν Καρκῖνος παλιλλογίαν καλεῖ, ἔνιοι δὲ ἀναδίπλωσιν, οἱ δὲ ἐπανάληψιν, φαίνεται δὲ ὅτε μὲν ῥῆμα ἐπαλλήλως ἐντιθέντων ἡμῶν, ὡς ἔχει τὸ τοιοῦτον, μιαρὸν μιαρὸν θηρίον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πάλιν ὡς Ξενοφῶν ὠγκωμένῳ ἐπὶ γένει, πεφυσημένῳ δʼ ἐπὶ πλούτῳ, διατεθρυμμένῳ δὲ ὑπὸ πολλῶν ἀνθρώπων. γʹ. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΑΣ.

Γίνεται δὲ ἡ ἐπαναφορὰ ποτὲ μὲν ἐπὶ τῶν ἡγουμένων κώλων, ὡς ἔχει τὰ προειρημένα, ποτὲ δὲ ἐπὶ τῶν ἑξῆς ὡς ἔχει τὸ Δημοσθενικόν, ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δʼ ἐτελούμην. πεποίηκε δὲ Δημοσθένης καὶ διπλῆν ἐπαναφορὰν ἐπί τε τῶν προηγουμένων κώλων τὸ αὐτὸ μόριον λαμβάνων καὶ ἐπὶ τῶν ἑπομένων ἐν τούτοις, μέχρι τούτου φίλος ὠνομάζετο Λασθένης Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς ὁ Λαρισσαῖος, ἕως τὴν Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν· τῶν μὲν γὰρ πρώτων κώλων τὸ μέχρι ἄρχει μόριον, τῶν δὲ δευτέρων τὸ ἕως. δʹ. ΠΕΡΙ ΑΝΤΙΣΤΡΟΦΗΣ.

Ἀντιστροφὴ δʼ ἐστὶν τὸ ἐναντίον τῆς ἐπαναφορᾶς· ὡς γὰρ ἐκείνη ἀπὸ τῶν αὐτῶν ἄρχεται, οὕτως αὕτη εἰς τὸ αὐτὸ λήγει, διὸ καὶ ταύτην ἔχει τὴν προσηγορίαν ἀντιστρέφουσα τὴν ἐπαναφοράν. παράδειγμα δὲ τοῦ σχήματος, λέγεταί τι τῶν ὑμῖν συμφερόντων, ἄφωνος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει, πάρεστιν Αἰσχίνης, καὶ τὸ Αἰσχίνου, ὅστις δʼ ἐν τῷ συλλόγῳ τὴν ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ. εʹ. ΠΕΡΙ ΣΥΜΠΛΟΚΗΣ Η ΣΥΝΘΕΣΕΩΣ.

Τοῦτο τὸ σχῆμα μικτόν ἐστιν ἐκ τῆς ἀναφορᾶς καὶ τῆς ἀντιστροφῆς, διὸ καὶ οὕτω κέκληται· καὶ γὰρ ἐν ἀρχῇ τῶν κώλων καὶ ἐπὶ τελευτῆς τὴν αὐτὴν ἔχει λέξιν, ὡς Αἰσχίνης, ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς. ϛʹ. ΠΕΡΙ ΣΥΝΩΝΥΜΙΑΣ.

Συνωνυμία δέ ἐστιν, ὅταν τῷ χαρακτῆρι διαφόροις ὀνόμασι, τῇ δυνάμει δὲ τὸ αὐτὸ δηλοῦσι χρώμεθα πλείοσιν, ἓν μὲν καὶ τὸ αὐτὸ βουλόμενοι δηλοῦν, ὡς καὶ Δημοσθένης, καὶ γινώσκεται μὲν ὑπὸ τῶν Περινθίων καὶ Βυζαντίων, οὐκ ἀγνοεῖται δὲ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλʼ οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος, ὑποπτεύεται δὲ ὑπὸ Θηβαίων. ζʹ. ΠΕΡΙ ΕΠΑΝΟΔΟΥ.

Ἐπάνοδος δέ ἐστιν, ὅταν δύο ὀνόματα διάφορα προτιθέντες μήπω τοῦ νοῦ πέρας ἔχοντος, ἐπανίωμεν ἐπὶ τὰ προκείμενα καὶ τὸ λεῖπον τῷ νῷ προσαποδιδῶμεν, ὡς ὁ Δημοσθένης, ὁρῶν δὲ ταῦτα ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δὲ ἀποτυμπανίσαι τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δὲ ἐπιτήδειον ἔφη ταῦτα πάσχειν, καὶ ὡς ὁ Φίλιππος, ἐν ἀργίᾳ καὶ δυσθυμίᾳ μὲν ἐπὶ τῶν στρατηγῶν ὁ δῆμος οἷς ἐνέτυχεν, καὶ θελῆσαι προδιδόναι φάσκων δυσθυμίαν νικωμένων κατὰ τὸν πόλεμον τοῖς πόνοις, οὐ ταῖς μάχαις. κέχρηται δὲ Ὅμηρος καὶ τούτῳ τῷ σχήματι, ποιήσας εὐχόμενον τὸν Ἀχιλλέα ὑπὲρ τοῦ Πατρόκλου, τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε· νηῶν μέντοι ἀπώσασθαι, πόλεμόν τε μάχην τε δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι. ηʹ. ΠΕΡΙ ΚΛΙΜΑΚΟΣ.

Κλῖμαξ δὲ γίνεται, ὅταν ἐπὶ πλεῖον μηκύνοντες τὸ προκείμενον κεφάλαιον καθʼ ἕκαστον κόμμα τὴν αὐτὴν λέξιν τελευτήν τε καὶ ἀρχὴν ποιήσωμεν, ὡς ἔχει τὸ Δημοσθενικόν, καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐκ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. γίνεται δὲ καὶ κατὰ συνωνυμίαν κλῖμαξ, ὡς ἔχει τὸ Ὁμηρικόν, Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργειφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν· καὶ γὰρ Κρονίων καὶ Ζεὺς συνώνυμά πώς ἐστι, καὶ τὸ Ἀργειφόντης καὶ Ἑρμῆς· εἴληφε δὲ τὸ σχῆμα τὸ ὄνομα ἀπὸ τῆς κλίμακος· καὶ γὰρ ἐν ταύτῃ, ἐφʼ ὃν λήγομεν βαθμόν, ἀπʼ ἐκείνου πάλιν ἀρχόμεθα. θʹ. ΠΕΡΙ ΠΡΟΣΔΙΑΣΑΦΗΣΕΩΣ.

Προσδιασάφησίς ἐστιν, ὅταν ἓν ὄνομα ἐπενεχθῇ πεπληρωμένῳ λόγῳ, προσδιασαφοῦν πλέον τι, ὡς ἔχει τὸ Ὁμηρικόν, ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ· τὸ γὰρ θυμῷ ἐπηνέχθη πλήρει τῷ λόγῳ προσδιασαφοῦν, ὅτι ψυχή ἐστι, περὶ ἣν τὸ τοῦ ἀρέσκειν πάθος γίνεται· καὶ εἴ τις ἐν πολλῷ λόγῳ λέγοι, ταῦτα ἐννοήσας τῇ ψυχῇ. ιʹ. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ.

Ἡ δὲ περίφρασις ἴδιόν μοι δοκεῖ σχῆμα εἶναι τῆς ποιήσεως· πολλὰ γὰρ τὰ περιπεφραγμένα παρʼ ἐκείνοις, οἷον βίη Ἡρακληείη καὶ μένος Ἀλκινόοιο· οὐ μὴν ἀλλὰ τὸ σχῆμά ἐστι τοῦτο εὑρεῖν καὶ παρὰ Δημοσθένει, ἀλλʼ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου, γέγονε δὲ ὁ λόγος καὶ ὑψηλότερος καὶ πλείονα ἔμφασιν ἔχων κατὰ τὴν περίφρασιν, ἢ εἰ οὕτω ῥηθείη, ἠτίμωται ὑπὸ Μειδίου. καὶ ὡς τὰ Ξενοφῶντος ἔχει, ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, ἀντὶ τοῦ ἐνενοήσαμεν, καὶ ὡς τὸ παρὰ Θουκυδίδῃ, οὐ περὶ ὧν ἐδιδάσκομεν ἑκάστοτε τὴν μάθησιν ἐποιεῖσθε ἀντὶ τοῦ ἐμανθάνετε· πολὺ δὲ τὸ σχῆμα παρὰ τῷ ἀνδρὶ τούτῳ. ιαʹ. ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ.

Πλεονασμὸς δέ ἐστιν, ὅταν ᾖ τῷ λόγῳ προσκείμενον μόριον ἐκ τοῦ περιττοῦ κόσμου χάριν ἢ ἐμφάσεως, οὗ ἀφαιρεθέντος οὐδὲν ἡ διάνοια βλάπτεται, ὡς ἔχει τὸ τοιοῦτον, κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο· ἐνταῦθα γὰρ τὸ δὴ προσκείμενον τῷ λόγῳ παρέσχε κόσμον, ἀφαιρεθὲν δὲ οὐδὲν λυμαίνεται τὴν διάνοιαν. πάλιν, ἐκεῖνος Καλλίστρατος· τὸ γὰρ ἐκεῖνος προσκείμενον ἔμφασίν τινα μεγέθους περὶ τὸν ἄνδρα δηλοῖ. ιβʹ. ΠΕΡΙ ΑΣΥΝΔΕΤΟΥ Η ΔΙΑΛΥΣΕΩΣ.

Κατὰ τοῦτο τὸ σχῆμα τοὺς συνδέσμους αἴροντες τοὺς ὀφείλοντας τὰ κῶλα συνάπτειν οὕτω φαμὲν τὸν λόγον, ὡς ἔχει τὰ τοιαῦτα, εἰ δʼ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν παρείλετο, καὶ πάλιν, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόννησον, οὐδενὸς τούτων μέμνημαι. ιγʹ. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ.

Ἔλλειψις δὲ γίνεται, ὅταν ὀνόματα πολλὰ περιῃρημένα χρὴ ὀνομαστὶ μὴ κειμένων, ὅτε δέ τι νοεῖται πλέον, ὡς ὁ Δημοσθένης, εἴ τις ἐπακολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι, εἰ τὸ καὶ τὸ ἐποίησεν, οὐκ ἂν ἀπέθανεν· ἐμβρόντητε, εἶτα νῦν λέγεις; νοεῖται γὰρ τὸ φαίη ἄν τις πρὸς αὐτὸν ἢ εἴποι. καὶ πάλιν, μέλει δʼ οὐδενὶ οὐδὲ μέμνηται, καὶ γὰρ ἐνταῦθα ἐλλείπει τὸ οὐδείς· πάθους δὲ ἔμφασιν ἔχει τὸ σχῆμα. ιδʹ. ΠΕΡΙ ΑΛΛΟΙΩΣΕΩΣ Η ΑΛΛΑΓΗΣ.

Ἡ δὲ ἀλλοίωσις ἢ καὶ ἀλλαγὴ σχῆμά ἐστι ποικίλον, καὶ κατὰ πολλοὺς γινόμενον τρόπους· καὶ γὰρ ἀριθμοὺς ἀλλάσσομεν, καὶ ὀνομάτων τὰς πτώσεις, καὶ ἐπὶ τῶν ῥημάτων πάλιν χρόνους, πάθη. ὀνομάτων μὲν οὖν εἴδη καὶ οὕτως ἀλλοιοῦται καὶ μεταβάλλεται· πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει· ἀντὶ γὰρ τῶν Ἑλλήνων Ἑλλὰς εἴρηται· καὶ πάλιν, εἰ γὰρ τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ ὁ φιλότιμος· καὶ ὡς ὁ Δημοσθένης, ἔπειτα δʼ ἡ Πελοπόννησος ἅπασα διεστήκει ἀντὶ τοῦ οἱ Πελοποννήσιοι. τούτου δʼ ἔχεται τοῦ τρόπου καὶ τὸ τοιοῦτον, γῆν ἀροῦν. ἐγίνετο δὲ καὶ τοιαύτη μεταβολὴ προσώπων, ὅταν ἀφʼ ἑτέρου ἐφʼ ἕτερον τὸν λόγον μεταφέρωμεν, ὡς ἔχει τὸ τοιοῦτον, καὶ οὐδεὶς ἡμῶν χολὴν οὐδʼ ὀργὴν εὑρεθήσεται ἔχων, ἐφʼ οἷς ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται, ὅς, ὦ μιαρώτατε πάντων, ἀποκεκλεισμένης σοι τῆς παρρησίας. πτώσεως δὲ ἀλλαγὴ καὶ μεταβολὴ οὕτω σχηματίζεται παρὰ τοῖς παλαιοῖς, τοὺς μὲν οὖν ἄλλους, ὅσοι πρὸς τὰ κοινὰ δικαίως προσέρχονται, κἂν δεδωκότες ὦσιν εὐθύνας, τὴν ἀειλογίαν ὁρῶ προτεινομένους· ἀπὸ γὰρ τῆς αἰτιατικῆς ἐπὶ τὴν εὐθεῖαν ἐτράπη· καὶ τὰ Ὁμηρικά, μῆνιν ἄειδε θεὰ οὐλομένην ἣ μυρία, καὶ πάλιν, ἄνδρα μοι ἔννεπε Μοῦσα πολύτροπον, ὃς μάλα πολλά. ἀριθμοὺς δὲ οὕτως ἀλλάσσουσιν, ὡς Θουκυδίδης, ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπεκρύπτετο μὴ καθʼ ἡδονὴν ποιεῖν, ἀντίστροφον τὴν μεταβολὴν ὁρῶντες· καὶ Φίλιππος καὶ τὸ πλῆθος τῶν ἔλαττον ἰδόντες τὴν τροπὴν τῶν Λιβύων ἐφείποντο. χρόνων δὲ ἀλλαγὴ τοῦτον γίνεται τὸν τρόπον, καὶ ὅτι ἀληθῆ ταῦτα λέγομεν τοὺς ὁρῶντας ὑμῖν παρέξομαι μάρτυρας ἀντὶ τοῦ τοὺς ἑωρακότας. καὶ ἐνέργειαι δὲ καὶ τὰ πάθη ἀλλάσσεται, καὶ τοῦτο πολύ ἐστι παρὰ Θουκυδίδῃ, οἷον οὐδʼ ἐπιμιγνύντες ἀλλήλοις ἀντὶ τοῦ ἐπιμιγνύμενοι, καὶ πάλιν τοὺς τὴν μεσόγειαν μᾶλλον κατῳκημένους ἀντὶ τοῦ κατῳκηκότας. ιεʹ. ΠΕΡΙ ΠΟΛΥΠΤΩΤΟΥ.

Πολύπτωτόν ἐστιν, ὅταν ἢ τὰς ἀντωνυμίας ἢ τὰ ὀνόματα ταῖς πλείοσι πτώσεσι καὶ πάσας μεταλαμβάνοντες πλέκωμεν τὸν λόγον, ὡς ἔχει τὸ Ξενοφῶντος, τίνι μὲν γὰρ φίλοι πλείους ἢ τῷ Περσῶν βασιλεῖ; τίς δὲ κοσμῶν φαίνεται ἀεὶ τοὺς περὶ αὑτὸν μᾶλλον ἢ ὁ βασιλεύς; τίνος δὲ δῶρα γινώσκεται μᾶλλον ἢ τὰ βασιλέως; καὶ τὸ Δημοσθενικόν, οὗτοι γὰρ κατέχουσι, τούτοις πείθεσθε ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε. καίτοι τίς ἦν ὁ τὴν πόλιν ἐξαπατῶν; οὐχ ὁ μὴ λέγων, ἃ φρονεῖ; τῷ δὲ ὁ κῆρυξ καταρᾶται δικαίως; οὐ τῷ τοιούτῳ. ιϛʹ. ΠΕΡΙ ΜΕΤΑΒΟΛΗΣ.

Ἐπὶ τούτου τοῦ σχήματος μετάθεσις μορίων ὅλων γίνεται καὶ καθʼ ἕκαστον κῶλον ἢ κόμμα, ὡς ἔχει τὸ Δημοσθενικόν, τίς γὰρ συμμαχία σου πράξαντος γέγονε τῇ πόλει; τίς δὲ βοήθεια ἐκ τῆς σῆς εὐνοίας καὶ δόξης; τίς δὲ πρεσβεία; τίς δὲ διακονία, διʼ ἣν ἡ πόλις ἐνδοξοτέρα; τί τῶν Ἑλληνικῶν ἢ τί τῶν οἰκείων ἁπλῶς ἐπηνώρθωται διὰ σέ; ποῖαι τριήρεις; ποῖα βέλη; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ἢ ποῖον ἱππικόν; ἢ τῶν ἁπάντων τί χρήσιμον, ἢ τοῖς ἀπόροις πολιτικὴ βοήθεια, ἢ χρημάτων εὐπορία; ιζʹ. ΠΕΡΙ ΖΕΥΓΜΑΤΟΣ.

Ἐπὶ τούτου τοῦ σχήματος ποτὲ μὲν καθʼ ἕκαστον κῶλον ἐπιλέγομεν τὸ οἰκεῖον ἑκάστῳ, ὡς ἔχει τὸ Ἰσοκρατικόν, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων, ποτὲ δὲ θέντες τὰ κῶλα … καὶ πάλιν, ὡς ἔχει τὸ τοιοῦτον, Ἀλέξανδρος ἐνίκησε μαχομένους ἐπὶ μὲν Γρανικῷ τοὺς ἑπτὰ σατράπας, ἐν Ἰσσῷ δὲ Δαρεῖον, ἐν Ἀρβήλοις δὲ συναχθέντας ὁμοῦ πάντας. δύνανται δὲ καὶ τὰ συνάγοντα κῶλα καὶ μέσον αὐτῶν τεθῆναί ποτε· πόθεν δʼ ἂν ἡ τοιαύτη γένοιτο σύνταξις, δῆλον ἐκ τῶν προειρημένων. ιηʹ. ΠΕΡΙ ΟΜΟΙΟΤΕΛΕΥΤΟΥ.

Ὁμοιοτέλευτον δέ ἐστιν, ὅταν εἰς τὸ αὐτὸ μόριον πλεονάκις καταλήγωμεν, ὡς ἔχει τὸ Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περιμάχητον τὴν φύσιν κατέστησε, καὶ τὸ Αἰσχίνου, καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω. ιθʹ. ΠΕΡΙ ΟΜΟΙΟΠΤΩΤΟΥ.

Ὁμοιόπτωτον δέ ἐστιν, ὅταν ἡ αὐτὴ πτῶσις ἐφʼ ἓν ὄνομα πολλάκις ἀναφέρηται, ὡς ἔχει τὸ κατὰ Δημοσθένους Αἰσχίνου, ὦ πρὸς μὲν τὰ μεγάλα τῶν ἔργων ἁπάντων ἀνθρώπων ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν λόγοις τόλμαν θαυμασιώτατε· κλητικὴ γὰρ πτῶσις ἐπʼ ἀμφοτέρων τῶν κώλων τέτακται. κʹ. ΠΕΡΙ ΠΑΡΟΝΟΜΑΣΙΑΣ.

Παρονομασία δὲ γίνεται, ὅταν τι τῶν ληφθέντων εἰς τὴν διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιήσαντες ἑτέραν κινήσωμεν ἔννοιαν, ὡς ἔχει τὸ ῥηθὲν ὑπό τινος πρὸς τὸν ἀμπελουργὸν τὸν δικαζόμενον συνεχῶς, αἱ ἄμπελοί σου οὐ κλήματα φέρουσιν, ἀλλʼ ἐγκλήματα, καὶ ὡς τὸ Δημοσθενικόν, ἔτι γὰρ τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλλοντος ἀδήλου, σύλλογοι παντοδαποὶ καὶ λόγοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, καὶ ὡς τὸ Θουκυδίδου, ἰέναι τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονήματι, ἀλλὰ καταφρονήματι. καὶ ὅπως τὰ τοιαῦτα ἔχει διεκπλέκοντες καὶ περιπλέκοντες. καʹ. ΠΕΡΙ ΑΝΤΙΘΕΣΕΩΣ.

Ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείονας, καθʼ ἕνα μέν, ὅταν τὰ ἀντικείμενα ὀνόματα ἀναλαμβάνωμεν, ὡς ἔχει τὸ τοιοῦτον, μᾶλλον γὰρ τιμῶσιν αἱ πόλεις τῶν ἀδίκως πλουτούντων τοὺς δικαίως πενομένους, καὶ ἐπιλούουσιν ἐν θερμοῖς ὕδασι ψυχροὺς ἄνδρας. καθʼ ἕτερον δέ, ὅταν αὐτὰ στρέφηται τὰ ὀνόματα, σὺ μὲν γὰρ ἔλαβες, ὦ Δημάδη, δῶρα παρὰ Φιλίππου, ἐγὼ δὲ οὐκ ἔλαβον, καὶ προέπινες αὐτῷ κατὰ τῆς πόλεως εὐωχούμενος, ἐγὼ δʼ οὐ συνέπινον. καθʼ ἄλλον δὲ τρόπον ἡ ἀντίθεσις γίνεται, ὅταν μὴ πάντως τοῖς ἀντικειμένοις ὀνόμασιν φράζωμεν, ἀντικείμενα μέντοι ἢ διαφέροντα πράγματα λαμβάνωμεν, ὡς παρὰ Δημοσθένει, ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐτριταγωνίστεις, ἐγὼ δὲ ἐθεώρουν· ἐγραμμάτευες, ἐγὼ δʼ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον. κβʹ. ΠΕΡΙ ΑΝΤΙΜΕΤΑΘΕΣΕΩΣ Η ΣΥΓΚΡΙΣΕΩΣ Η ΠΛΟΚΗΣ.

Ἐπὶ τούτου τοῦ σχήματος ταῖς αὐταῖς λέξεσι χρώμενοι πλεονάκις ἕτερα σημαίνομεν, ὡς ἔχει τὰ τοιαῦτα, χάριέν ἐστʼ ἄνθρωπος, ὅς τʼ ἄνθρωπος ᾖ· καί, καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ· καὶ ὡς ἔχει τὸ Αἰσχίνου, δεῖ γὰρ τὰς Θήβας εἶναι Βοιωτίας, οὐ τὴν Βοιωτίαν Θηβῶν. παράκειται δὲ τούτῳ τῷ σχήματι ἡ ἀντιμεταβολὴ καλουμένη· γίνεται δέ, ὅταν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ κώλῳ τῆς περιόδου τοῖς αὐτοῖς ὀνόμασι χρησώμεθα, τὰ ἐν ἀρχῇ ἐν τέλει τεθέντα ἐπὶ ταύτης ἀπολίπωμεν, ὡς Ἰσοκράτης παρακαλούμενος ἐπάρξασθαί τι παρὰ πότον εἶπεν, οἷς μὲν γὰρ ἐγὼ δεινός, οὐχ ὁ παρὼν καιρός, οἷς δʼ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός. κγʹ. ΠΕΡΙ ΑΝΤΕΝΑΝΤΙΩΣΕΩΣ.

Ἀντεναντίωσις δέ ἐστιν, ὅταν τὸ ἐναντίον ὄνομά τινος τιθέντες αὐτὸ ἐκεῖνο σημαίνωμεν, εἰ οὕτως ᾖ τῷ κειμένῳ ἐναντίον, οἷον ἐχθροὺς ἔσχεν οὐ τοὺς ἀδυνατωτάτους λέγειν καὶ πράττειν, καὶ πάλιν, οὔτε ἐλαχίστων κατὰ τὴν πόλιν ἀντὶ τοῦ τοὺς δυνατωτάτους καὶ τὰ μέγιστα, καὶ ὡς τὸ Ὁμηρικόν, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν, ἀντὶ τοῦ ὁ γενναιότατος. κδʹ. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.

Τοῦ δʼ ὑπερβατοῦ καὶ αὐτοῦ πλείους εἰσὶ διαφοραί· καὶ γὰρ κατʼ ἀναστροφὴν συλλαβῶν καὶ μορίων γίνεται, ὡς ἔχει λέων κατὰ ταῦρον ἐδηδώς, καὶ Δημοσθένης κατὰ τοῦ Αἰσχίνου, οὗτος μὲν τὸν Ἀξιόχου οὐδʼ ἕνα δʼ ἄλλον, καὶ τὸ Θουκυδίδου ἐν οὗ τῷ ἱερῷ. καὶ πάλιν λέξεως συνθέτου διασπειρομένων ἀπʼ ἀλλήλων τῶν μορίων, οἷον ἄπο μʼ ὀλεῖς ἀντὶ τοῦ ἀπολεῖς με. καὶ πάλιν λέξεων μὴ κατὰ τὸ ἑξῆς μηδὲ κατὰ φύσιν τιθεμένων, οἷον τὸ Θουκυδίδου, πυθόμενοι δὲ οἱ Κερκυραῖοι τὴν παρασκευὴν αὐτῶν ἐφοβοῦντο, καὶ — ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι, οὐδὲ ἐπέγραψαν ἑαυτοὺς οὔτε ἐς τὰς Ἀθηναίων, οὔτε ἐς τὰς Λακεδαιμονίων σπονδάς, — ἔδοξεν αὐτοῖς ἐλθοῦσι πρὸς τοὺς Ἀθηναίους συμμάχους γενέσθαι· ὃ γὰρ ἐνταῦθα ἀποδοθῆναι ὤφειλεν, ἤδη προείληπται· τὸ γὰρ ἑξῆς ἐστι, τὴν παρασκευὴν αὐτῶν ἐφοβοῦντο, καὶ ἔδοξεν αὐτοῖς ἐλθοῦσι πρὸς τοὺς Ἀθηναίους συμμάχους γενέσθαι· ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι. γίνεται δὲ ὑπερβατὸν καὶ πολλῶν τιθεμένων μεταξὺ λέξεων τῶν ὀνομάτων, ὡς ἔχει τὸ Δημοσθενικόν, ἐγὼ δʼ ὅτι μὲν πάντα ἀπόλλυται χρήματα, ἐὰν τὰ τοῦ σοφίσματος παραδέξησθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἀφιέναι τῶν ὀφειλόντων, τοὺς ἐπιεικεστέρους καὶ βελτίους, καὶ ἐπὶ τοῖς ἥκιστα δεινοῖς ὠφληκότας ἀφιέναι δίκαιον ἂν εἴη, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖστα ἡμαρτηκότα καὶ δικαίως ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις — τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανομίας δεινότερον, ἐφʼ οἷς ἀμφοτέροις οὗτος ὤφληκε; — καὶ ὅτι οὐδʼ εἰ πᾶσι τοῖς ἄλλοις ἀφιέναι δίκαιον, οὐχὶ τῷ βιαζομένῳ ὑβρίσαι τὸ αὐτὸ γέγονε· τὰ τοιαῦτα ἐάσω· τὸ γὰρ ἐάσω διὰ μακροῦ πάνυ ἐπενηνεγμένον. κεʹ. ΠΕΡΙ ΠΑΡΕΜΒΟΛΗΣ.

Τοῦτο τὸ σχῆμα παρακεῖσθαι μὲν δοκεῖ τῷ ὑπερβατῷ, ἐπειδὴ μεταξὺ τῆς κατὰ φύσιν συντάξεως τοῦ λόγου τίθεταί τις λόγος, διαφέρει δὲ ἐκείνου· τὸ μὲν γὰρ ὑπερβατὸν ἐν τῇ ἀλλαγῇ τῶν μορίων καὶ τῇ προσαποδόσει τοῦ ἀκολουθοῦντος σχήματος· ἡ δὲ παρεμβολὴ ἰδίαν ἔχει διάνοιαν· καὶ τῆς μὲν ὑπερβάσεως, ὅταν τι μέρος τῶν ὑπαρχόντων ἄρῃς, βλάψεις τὸν νοῦν καὶ τὸ σχῆμα ἀναιρήσεις· ἡ παρεμβολὴ δὲ καὶ ὅλη ἀρθεῖσα οὐ βλάπτει τὴν διάνοιαν. παράδειγμα δὲ τῆς παρεμβολῆς καὶ τὸ παρʼ Ἡροδότῳ κείμενον, Κροῖσος ἦν Λυδὸς μὲν τὸ γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων καὶ Καππαδοκῶν καὶ πρὸς Βορέην ἄνεμον εἰς τὸν Εὔξεινον ἐξίησι πόντον· οὗτος οὖν Κροῖσος· ἐνταῦθα τὰ περὶ τοῦ ποταμοῦ παρεμβεβλημένα οὐδὲν κοινὸν ἔχει τοῖς περὶ τὸν Κροῖσον· ἐδύνατο γὰρ καὶ οὕτως ἔχειν ὁ λόγος· τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ, οὗτος ὦν ὁ Κροῖσος.

κϛʹ. ΠΕΡΙ ΠΑΡΙΣΟΥ.

Πάρισόν ἐστιν, ὅταν δύο ἢ πλείονα κῶλα συνενωθέντα μάλιστα μὲν καὶ τὰς συλλαβὰς ἴσας ἔχῃ, ἀλλά γε καὶ τὸν ἀριθμὸν τὸν ἴσον ἐν πᾶσι λαμβάνῃ, ὡς ἔχει τὸ προειρημένον Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον βίον κατέστησε, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν. εἰ δὲ τὸ παράδειγμα τοῦτο καὶ ὁμοιοτέλευτόν ἐστιν, οὐδὲν διαφέρει· πολλοὶ γὰρ λόγοι καὶ ἐκ δύο καὶ ἐκ πλειόνων σχημάτων σύγκεινται. κζʹ. ΠΕΡΙ ΠΡΟΣΥΝΑΠΑΝΤΗΣΕΩΣ.

Προσυναπάντησίς ἐστιν, ὅταν δύο ἐξενεγκὼν ὀνόματα πρὸς τὸ τελευταῖον πρότερον τὴν ὑπάντησιν ποιήσηται, ὡς καὶ τὸ Ὁμηρικόν, ἔνθʼ ἅμα οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων. τὸ γὰρ ὀλλύντων τὸ εὐχόμενον προσαποδέδοται, καὶ ἐλθόντων Ἀθηναίων καὶ Λακεδαιμονίων, Λακεδαιμονίων μὲν Εὐρυβιάδεω ἡγουμένου, Ἀθηναίων δὲ Θεμιστοκλέους. κηʹ. ΠΕΡΙ ΕΠΙΤΙΜΗΣΕΩΣ, ΤΟ Δ ΑΥΤΟ ΚΑΙ ΥΠΑΛΛΑΓΗΝ ΤΙΝΕΣ ΚΑΛΟΥΣΙΝ.

Τοῦτο τὸ σχῆμα γίνεται καὶ αὐτὸ κατά τινας τρόπους· ἢ γὰρ ἐπιτιμήσαντες τῇ πρώτῃ λέξει ἑτέραν ἐλάβομεν, ὡς Δημοσθένης, ὀψὲ γάρ ποτε, ὀψὲ λέγω· χθὲς μὲν οὖν καὶ πρώην· ἢ διαφοράν τινα ἐμφαίνομεν τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τοῦ περισσῶς φιλοῦντος, οὐκ ἔστι τοῦτο φιλία, ἀλλʼ ἔρως· ἢ διαστήσαντες ἐξελεξάμεθα τὸ βέλτιστον, ὠργίζετο, οὐ μὲν οὖν, ἀλλʼ ἐμαίνετο· καὶ πάλιν, οὐ πατὴρ ἦν, μὰ Δία, ἀλλὰ τύραννος.