eul_wid: rye-bj

Περὶ φιλίας
On Friendship

Themistius the Philosopher On Friendship PDF

t 1 [5] ΠΕΡΙ ΦΙΛΙΑΣ Τί δή ποτε, ὦ μακάριοι, ἂν μέν τις ὑμῖν διηγῆται περὶ τῶν Τρώων καὶ Ἀχαιῶν, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἢ περὶ τῆς Ξέρξου στρατείας, ἣν ἤλασεν ὑπὲρ Ἑλλησπόντου κατὰ τῆς Ἑλλάδος, ἢ περὶ τῆς Ἑλλάδος αὐτῆς, ὁπόσα ἀνέτλη πρὸς ἑαυτὴν στασιάζουσα, ἐκ τούτων μὲν ἥδεσθε τῶν λόγων καὶ κατέχεσθε κηλούμενοι καὶ τοὺς υἱεῖς ἀξιοῦτε μανθάνειν ἀρξαμένους ἀπὸ τῆς μήνιδος τῆς Ἀχιλλέως, ὡς ταύτην οὖσαν ἱκανὴν παιδεύειν καὶ διὰ τοῦτο σοφωτέρους ἐσομένους, ἐὰν ἐπίστωνται πόλεών τε καὶ ἰδιωτῶν πολέμους τε καὶ ἔχθρας καὶ τὰς ἀπ’ αὐτῶν συμφοράς, τῶν δὲ ὑπὲρ φιλίας λόγων καὶ ὁπόσα ἀνθρώπους ὀνίνησιν οὐδὲν πώποτε ἐφροντίσατε, οὔτε αὐτοὶ βουλόμενοι μαθεῖν οὔτε τοῖς παισὶν ὑμῶν παρακελευόμενοι; καίτοι ἔριν μὲν ἀπολέσθαι ἐκ τῶν ἀνθρώπων αὐτὸς εὔχεται ὁ τῆς ἔριδος ποιητής, ἄνευ δὲ φιλίας οὐδεὶς ἂν ἕλοιτο ζῆν ἔχων τὰ λοιπὰ ἀγαθά.
265 a [5] ὅστις μὲν οὖν δὴ ὀλίγου ἄξιον τὸ πρᾶγμα νομίζει, ἴστω σφόδρα ὀλίγου ἄξιος ὤν, ὅτῳ δὲ εὐπετὲς εἶναι δοκεῖ, τῶν Θεόγνιδος ἀκουσάτω· παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους, πιστοὺς ἐν χαλεποῖς πράγμασι γινομένους. τί οὖν ἐστιν ὃ ῥᾳθυμεῖτε περὶ τὸν λόγον; ἢ ὑμεῖς μὲν οὐ ῥᾳθυμεῖτε· φιλήκοοι γάρ ἐστε καὶ πᾶν ἀκούετε προθύμως ὅ τι ἄν τις λέγῃ· λέγουσι δὲ οὐ ταὐτὰ οἱ λέγοντες, ἀλλ’ οἱ μὲν ἐπαινοῦσιν ὑμᾶς συνάγοντες, οἱ δὲ ἐμμελετῶσι τὴν δεινότητα, οἱ δὲ ᾄδουσι καὶ προσᾴδουσι γλυκεῖάν τε καὶ μαλακὴν καταχέοντες ὑμῶν ἁρμονίαν, λόγους δὲ δι’ οὓς ἂν ἄνθρωποι ἄμεινον ζῶσιν οὐ σφόδρα εὐπορεῖν μοι δοκεῖτε οὐχ ὑμετέρᾳ κάκῃ, τῶν δὲ λεγομένων φιλοσοφεῖν, οἳ σφίσιν ἀποχρῆν ὑπειλήφασιν ἐν γωνίᾳ μόνῃ πρὸς τὰ μειράκια ψιθυρίζειν, φεύγειν δὲ τὰ μέσα τῆς πόλεως κατὰ τὸν Καλλικλέους ὀνειδισμὸν καὶ τὰς ἀγοράς, ἐν αἷς φησιν ὁ ποιητὴς ἀριπρεπέας τελέθειν τοὺς ἄνδρας.
265 c [5] τούτους μὲν οὖν ἐατέον ἐνταυθοῖ μένειν οὗπερ μένειν ἐθέλουσιν, ἡμῖν δὲ προσακτέον εἰς τὸ φῶς τοὺς λόγους καὶ συνεθιστέον αὐτοὺς ὄχλον τε ἀνέχεσθαι καὶ θόρυβον ὑπομένειν καὶ δήμου φωνὴν συγκαθημένου. πάντως εἰ καθ’ ἕνα εὖ ποιεῖν ἱκανοί, καὶ πολλοὺς ἅμα δυνήσονται. οὐ γὰρ τοῖς σιτίοις ἴσως ἐοίκασιν, ὅσα ἑνὶ μὲν καὶ δυοῖν αὐτάρκη, πλείους δὲ οὐκέτ’ ἂν κορέσειαν δαιτυμόνας, ἀλλὰ ταῖς ἀκτῖσι μᾶλλον τοῦ μεγάλου θεοῦ, αἳ τοῖν δυοῖν ὀφθαλμοῖν τοὺς μυρίους οὐχ ἧττον καταλάμπουσιν.
265 d [5] Ἀλλ’ ἐπιστρεπτέον τὸν λόγον οὗ προάγοντες αὐτὸν ἀπεπλανήθημεν. καλὸν μὲν δὴ καὶ φιλίππῳ τέχνην γινώσκειν, ᾗ διαγνώσεται τοὺς καλοὺς ἵππους τῶν φαυλοτέρων, καλὸν δὲ καὶ φιλοχρύσῳ τὴν λίθον πεπᾶσθαι, ᾗ βασανίζουσι τὸν χρυσόν· κτήσαιτο δ’ ἂν καὶ βοῦς ἀμείνους ὁ βοῶν ἀρετὴν ἐπεσκεμμένος καὶ πλοῖον ὁ ναυτικὸς καὶ κύνας ὁ κυνηγέτης.
266 a [5] ἐγὼ δὲ τὰ μὲν ἄλλα εἰμὶ φαῦλος καὶ ἄτεχνος, καὶ οὔτε ἀγαπῶ σφόδρα οὔτε ἐπίσταμαι κρίνειν, ἑνὸς δέ εἰμι κτήματος ἐραστής, φιλίας ἀληθινῆς καὶ ἀδόλου, καὶ τοῦτο ἂν ἑλοίμην ὑπάρξαι μοι μᾶλλον ἢ Νισαῖον ἵππον καὶ κύνα Κελτὸν καὶ τὸ Δαρείου χρυσίον καὶ τὸν ἐν Κρήτῃ ταῦρον καὶ τὴν Ἀχιλλέως ἀσπίδα, ἣν ἐποίησεν Ὅμηρος [ἐν τῷ οὐρανῷ] φέρουσαν ὅλον τὸν οὐρανόν, ἥλιόν τε καὶ σελήνην ἀντικρὺ δὲ ἡλίου θάλασσάν τε καὶ γῆν, καὶ γεωργοῦντας καὶ γαμοῦντας καὶ δικαζομένους καὶ πολεμοῦντας.
266 b [5] ἀλλ’ οὕτως ἦν ἄρα φιλίας τὸ κτῆμα ἐκεῖνο φαυλότερον, ὡς ὅ γε Ἀχιλλεὺς οὐδ’ ὁτιοῦν ῥᾴων ἐγένετο τῆς ἐπὶ Πατρόκλῳ λύπης, ἡνίκα ἐκόμισεν ἡ μήτηρ αὐτῷ τὴν ἀσπίδα, ἀλλὰ καὶ προήκατο ἑτέραν ἀσπίδα [τοιαύτην], ἵνα ὁ φίλος μὴ ἀνιῷτο, καὶ πάλιν ἐκτήσατο τοιαύτην ἑτέραν, ἵνα ὁ φίλος μὴ ἀτιμώρητος γένοιτο. Ἅτε οὖν ἐρωτικῶς ἔχων τοῦ κτήματος συνελεξάμην ἐμαυτῷ πολλὰ ἄττα βασανιστήρια, καὶ μεταλλῶ εἴ τινα δὴ καταμάθοιμι συνεπιθυμοῦντά μοι τῶν αὐτῶν παιδικῶν.
266 c [5] σὲ δέ, ὦ τοῦ χοροῦ τοῦδε κορυφαῖε, οὕτως ὁρῶ τὸν αὐτόν μοι πόθον σπουδάζοντα, ὥστε εἰ μὴ φιλία τὸ ποθούμενον, ἐζηλοτύπησα ἄν σε καθάπερ τοὺς ἀντερῶντας. νῦν δὲ γυναικὸς μὲν ὡραίας ἤδη τινὲς ἐπιθυμοῦντες αἵματι τὸν ἔρωτα ἔκριναν, καὶ τιμῆς πέρι μαχόμενοι πρὸς ἀλλήλους οὐ παύονται οἱ φιλότιμοι· τὸν πολυάρατον πλοῦτον τί ἂν καὶ λέγοιμεν ὁποίων ἀγωνοθέτης πολέμων ἐστί; μόνοι δὲ οἱ φιλίας ἐρῶντες οὐ μάχονται ἀλλήλοις περὶ τοῦ κτήματος, ἀλλ’ εὐθὺς ἐν ἀλλήλοις ἐξευρίσκουσι τὰ παιδικά.
266 d [5] Τὸ ἔργον εὐτυχὲς μὲν δὴ ὅτῳ καὶ ἰδιώτῃ ὑπῆρξε γενέσθαι ἐπηβόλῳ τοῦδε τοῦ κτήματος, εὐτυχέστερον δὲ ὅτῳ πολλὰς μὲν πόλεις, πολλὴν δὲ χώραν ἐπιτροπεύοντι. ὃν γὰρ πολλὰ μὲν ἀκούειν δεῖ, πολλὰ δὲ ὁρᾶν, πολλῶν δὲ ἅμα ἐπιμελεῖσθαι, τούτῳ σφόδρα ὀλίγα τὰ δύο ὦτα καὶ τὼ δύο ὀφθαλμὼ καὶ τὸ σῶμα ἓν ὂν καὶ μία ἐνοῦσα ἡ ψυχή.
267 a [5] εἰ δὲ φιλίαν πλουτοίη, καὶ ὄψεται μακρὰν καὶ ἀκούσεται τῶν οὐ πλησίον καὶ εἴσεται τὰ πόρρω, καθάπερ οἱ μάντεις, καὶ πλείοσιν ἅμα παρέσται, καθάπερ οἱ θεοί. Πῶς οὖν δή τις τό γε τοιοῦτον ἀγαθὸν εὕροι τ’ ἂν καὶ εὑρὼν θηρεύσαι καὶ θηρεύσας ἐγκρατὴς γένοιτο; ἆρα οὐχ ἡμᾶς δεῖ, καθάπερ τοὺς κυνηγέτας, πρῶτον ἁπάντων πεπαιδεῦσθαι τὰ ἴχνη τῆς ἄγρας καὶ τὰ σύμβολα καὶ τὰ σημεῖα γινώσκειν ἀκριβῶς καὶ ἐπιλέγεσθαι, δι’ ὧν καὶ αὐτοὶ μὴ λησόμεθα, καθάπερ, οἶμαι, οἱ τὰ θηρία ἰχνηλατοῦντες, κρημνὸν ἀντὶ χρηστῆς ἄγρας ἐπί τινα ἀπότομον ἐξενεχθέντες; καὶ γὰρ δὴ καὶ ἐν τῇδε τῇ θηρείᾳ πολλὰ καὶ ποικίλα θηρία εὐδαίμονα φιλίαν μιμεῖται, μάλιστα δὲ τὸ πάντων ἐπιβουλότατόν τε καὶ ἀγριώτατον, ὃ καλεῖται ὑπὸ τῶν νῦν ἀνθρώπων ὑπόκρισις.
267 b τοσαύτη δὲ αὐτῆς ἡ πρὸς τὴν μίμησιν κακουργία ὥστε καὶ μέχρις εὐνῆς ἔλθοις ἂν πολλάκις τοῖς ἴχνεσιν ἀπατώμενος· τῇ δὲ οὐκ ἀρκεῖ βαίνειν ὁμοῦ μόνον, ἀλλὰ καὶ φωνῆς ἂν ἀκούσαις παραπλησίας, καὶ φθέγματος εἰς ἀπάτην γεγοητευμένου.
267 c [5] ἔοικε τῶν ἀνθρωπίνων ἀγαθῶν ὄντως ἕκαστον εἶναι κινδύνῳ κεκαλυμμένον, μηδέν τε ἄκρατον τοῦ ἐναντίου, καὶ λέγει τις ὀρθῶς ἄρα τῶν τοῦ γέλωτος ποιητῶν ὅτι μηδέν ἐστιν ἀγαθὸν ἐν τῷ βίῳ φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς, ἀεὶ δὲ αὐτῷ προσπέφυκε καὶ κακόν. τοῦτο οὖν ἐστιν ὃ διόλλυσι τοὺς πολλούς, οὐκ ἔχοντας εὐκόλως ἐκλέγειν τὰ ἀμείνω τῶν φαυλοτέρων.
267 d [5] δεώμεθα οὖν ἐγώ τε καὶ ὑμεῖς τῆς Ὁμηρικῆς Ἀθηνᾶς, ἐάν πως ἡμῶν ἀποσκεδάσῃ τὴν πολλὴν ἀχλὺν τῶν ὀμμάτων, ὄφρ’ εὖ διαγινώσκοιμεν οὐ θεὸν ἐν ταῖς μάχαις καὶ ἄνδρα, ἀλλὰ φιλίαν ἀληθῆ καὶ πεπλασμένην. λεκτέον οὖν ὅσα τέ ἐστι καὶ ὁποῖα ἄττα γνωρίσματα τοῦ μέλλοντος ἐγκριθήσεσθαι. καὶ γὰρ δὴ καὶ σὺν Ἀθηνᾷ καὶ χεῖρα κινεῖν ὁ [τῆς Ἀθηνᾶς] λόγος φησί. Πρῶτον μὲν οὖν ὁ δοκιμαζόμενος ἔστω φιλόστοργός τε καὶ φιλοίκειος ὅτι μάλιστα, καὶ φύσει τόδε τὸ κέντρον ἔχων ὡς παραίτιον τῆς ξυγκολλήσεως.
268 a [5] εἰ οὖν φαίη μέ τις ληρεῖν ἐξ αὐτῶν τῶν προοιμίων, κελεύοντα πρὸ πείρας γινώσκειν ἃ μετὰ πείρας οἷόν τε μόνης, εὖ τοι γινωσκέτω μὴ δεήσεσθαι μαντικῆς. οὐδεὶς γὰρ ἡμῶν, κατὰ τοὺς ποιητάς, ἀπὸ δρυός ἐστι παλαιφάτου οὐδ’ ἀπὸ πέτρης, ἀλλ’ ἑκάστῳ καὶ πατὴρ καὶ μήτηρ ἐστὶ καὶ ἀδελφός, ἴσως καὶ συγγενής.
268 b [5] ὅταν οὖν ἐθέλῃς γινώσκειν ὅπως σοι χρήσεται φίλῳ ἄνθρωπος οὗτος, γινώσκειν πρῶτον ὅπως ἐχρήσατο τῷ πατρὶ ἢ ὅπως τῇ μητρὶ ἢ ὅπως τἀδελφῷ χρῆται ἢ ὅπως ἔχει πρὸς τὴν γυναῖκα. εἰ μὲν γὰρ τούτοις πρᾶός τε εἴη καὶ εὔνους, ἐλπίζειν χρὴ καὶ πρὸς ἑαυτὸν τὰ ἀμείνω, εἰ δὲ χαλεπὸς καὶ δυσμενής, σοὶ πόρρωθεν ἂν εἴη φευκτός. ὁ γὰρ πρὸς τὰ ἔνδον πονηρὸς οὐκ ἂν γένοιτο πρὸς τὰ ἔξω χρηστός. Μετὰ δὲ ταῦτα σκεπτέον εἰ μὴ παντελῶς ἄφορος εὐχαριστίας.
268 c [10] ὥσπερ γὰρ τῆς γῆς ἡ μὲν ἄκαρπος, ἡ δὲ πιστὴ τὰς ἀμοιβὰς ἀποδοῦναι τῷ τὸ σπέρμα καταβαλόντι, οὕτω καὶ τῶν ψυχῶν αἱ μὲν ἄγονοι χαρίτων καὶ λήσμονες καὶ πρὸς φιλίαν ἀχρεῖοι, ταῖς δὲ ἐπανθεῖ τὸ πρόθυμον εἰς τὴν ἔκτισιν. οὐ γὰρ πάντως τὸ ἔργον ἀπαιτητέον, ἀλλὰ τὴν γνώμην μόνον ἐξεταστέον, καὶ εἰ τοσαῦτα ἐκτίσουσιν ὅσα δύνανται· δύνανται δὲ πάντως ἐπαινεῖν τε καὶ μνημονεύειν. οὐδὲν γὰρ ὅλως φιλίαν οὔτε συνδεῖ μᾶλλον εὐχαριστίας οὔτε διόλλυσιν ἀχαριστίας. καὶ διὰ τοῦτο ὁ Περσικὸς νόμος δίκας εἰσπράττεται ἀχαριστίας, ὅτι μάλιστα ἐμποιεῖ μῖσος ὅπη ἂν ᾖ. οὗ δὲ μηδεὶς κολάζει νόμος, ἐνταῦθά περ αὐτῆς μισοῦσι μὲν ἀλλήλους, οὐ δικάζονται δέ, ἀλλὰ κρύπτουσι τὸ ἔχθος. Σκεπτέον δὲ καὶ ὅπως ἔχει τὸ θήραμα πρὸς ἡδονάς τε καὶ πόνους, 〈 *** 〉 πολλὰς δὲ ὑπερβαίνειν ἡδονὰς ἐν τοῖς ὑπὲρ φιλίας ἀγῶσιν ἀνάγκη.
269 a [5] διὰ τί ποτε ἄλλο γνώριμος ὁ τοῦ Στροφίου ἢ ὅτι τὰς σὺν Ὀρέστῃ ταλαιπωρίας τῆς οἴκοι βασιλείας περὶ πλείονος ἐποιήσατο; Καὶ μήν που καὶ τόδε δεῖ σκοπεῖν, εἰ βάσκανος, εἰ φθόνου κρείττων· ἢ προσ〈δοκᾷσ〉 τινα ἱκανῶς ἂν στέρξαι φίλον, ὃς τοῦτο τὸ νόσημα ἐντὸς ἔχει, ὃ πέφυκε τοῖς μὲν ἔγγιστα πολεμεῖν, τῶν δὲ μηδὲν προσηκόντων ἀντέχεσθαι; Οὐ μὴν οὐδὲ τόδε παραλείψεις, ὡς ἐγᾦμαι, ὅταν κρίνειν μέλλῃς φύσιν φιλικήν τε καὶ μή, μή σε λάθῃ μετέχουσα ἀνελευθερίας.
269 b ἐναντιώτατον γάρ που σμικρολογία ψυχῇ μελλούσῃ φιλίας ἀληθινῆς ἐπορέξεσθαι. ὁρῶμεν γάρ που τοὺς καλουμένους φίλους ὅτι τέως μὲν τὰς δεξιάς τε ἀλλήλοις ἐμβάλλουσι καὶ συμπεριπατοῦσι καὶ συνδιάγουσιν, ἐπειδὰν δὲ ὀλίγα κέρματα μεταξὺ τύχη τις βάλῃ, ὥσπερ τὰ κυνάρια μεθαλλόμενοι δάκνουσί τε ἀλλήλους καὶ σπαράττουσι.
269 c [5] Τί οὖν ὁ πρᾶος καὶ εὔχαρις μηδὲ φιλοχρήματος μηδὲ βάσκανος; ἆρα εἰ φιλόδοξος εἴη καὶ πάνυ τοῦ πρωτεύειν ἐξηρτημένος, ἔσθ’ ὅπου ἂν εὐκοινώνητος γένοιτο; καὶ τίς οὐκ οἶδεν ὅτι τὴν ἐκ φιλίας ἰσότητα οὐ σφόδρα ἀνέχεται φιλοτιμία; ὑπερόπτην δὴ καὶ ἀλαζόνα πολλὴν ἰσηγορίαν ζητοῦντι μήποτε ἐγκρίνωμεν, οὐ μὴν οὐδὲ ἀκρόχολον ἢ ὀργίλον.
269 d [5] πῶς γὰρ ἐπιτήδειος εἰς συνήθειαν ὁ μεμηνώς; ἐγὼ δὲ οἶμαι τὴν ὀργὴν μανίαν ὀλιγοχρόνιον εἶναι. Τόδε τοίνυν μετὰ ταῦτα σκεπτέον, εἰ μὴ σφόδρα ἐφ’ ἕν τι νένευκε τῶν οὐ πάνυ τι χρηστῶν, κυβείαν ἢ πεττείαν ἢ κιθαριστικὴν ἢ αὐλούς. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἕν τι τοιοῦτον αἱ ἐπιθυμίαι πᾶσαι ῥέπουσι, τούτῳ δὴ οὐκ ἂν εἰς τἀμείνω γίγνοιντο φιλίαι ἰσχυραί, ὥσπερ ῥεῦμα ἐπὶ τὸ πρανέστερον ἀποτετραμμέναι.
270 a [5] ἆρ’ οὖν οὐκ εὐπετὲς ἐξευρεῖν ἄνδρα οὕτω κεκαθαρμένον; ἢ καὶ χρυσοῦ σπανιώτερον ἀρετὴ καὶ ἀγαπητὸν ὅτῳ καὶ εἷς που τοιόσδε εἰς τὴν κρίσιν ἀφίκοιτο; οὐκ ἄρα πολύφιλος οὐδὲ μυριόφιλος ἔσται ὁ τῆς ἐκλογῆς ἐπιστήμων. Καὶ γὰρ αὖ ἀναγκαῖον αὐτῷ μὴ ἐπ’ ὀλίγων ἱσταμένῳ, μηδὲ τοῖς πλείοσιν ἔχειν ὅ τι χρήσαιτο. σκέψαι γάρ· πολλοὺς ἀνθρώπους οὔτε χαίρειν τοῖς αὐτοῖς οὔτε ἀνιᾶσθαι δυνατὸν οὔτε μὴν τύχῃ ὁμοίᾳ κεχρῆσθαι, ἀλλὰ τῷ μὲν ἄλλο τι, τῷ δὲ ἄλλο τι ἡδύ τε ἔφυ καὶ ἀλγεινόν, καὶ τῷ μὲν εὖ ποτε, τῷ δὲ οὐχ οὕτως ὁ δαίμων χρῆται.
270 b [10] λεγέτω οὖν ἡμῖν ἐκεῖνος ὁ τὸ πλῆθος ἐν φιλίᾳ τιμῶν, ὅταν τῶν πολλῶν αὐτοῦ φίλων τοῖς αὐτοῖς οἱ μὲν χαίρωσιν, οἱ δὲ ἄχθωνται, ποτέροις συνδιακείσεται· καὶ ὅταν ὁ μὲν συναλγεῖν αὐτόν, ὁ δὲ συνεορτάζειν ἐθέλῃ, εἰς πότερον αὐτοῖν βαδιεῖται. ἆρ’ οὐκ ἀναγκαῖον αὐτῷ τιμῶντι τοὺς ἑτέρους τοῖς ἀτιμουμένοις ἀπέχθεσθαι; τὸ δὲ τοῦ Ὁμήρου πολὺ ἂν ἀραρώτερον ἐπὶ τῶν φίλων λέγειν ἢ τοῖς λαφύροις, ὅτι τοῖς φρονίμοις ὄντως ὀλίγον τὸ φίλον.
270 c [10] Ἀλλ’ ἐπειδὴ χαλεπὰ τὰ καλὰ καὶ οὔτε αὐτοὶ κακίας ἄτερ οὔτε οὓς κρίνομεν, οὐ πάντως ἀποκριτέον ἂν εἴη τὸν ἡντιναοῦν καὶ σμικρὰν κῆρα φέροντα ἐν τῇ ψυχῇ, ἀλλὰ ζητητέον μόνον ἐπὶ τῶν τοιούτων, εἰ μή τινι παραπλησίῳ μοχθηρίας εἴδει περιπεπτώκαμεν. ἀρετὴ μὲν γὰρ πρὸς αὑτὴν ἅπασα σύμφωνος, κακία δὲ οὔτε πρὸς ἀρετὴν εὐμενὴς οὔτε εὐάρεστος ἑαυτῇ. ὅθεν οὔτε ὀξύθυμος ὀξυθύμῳ γένοιτ’ ἂν φίλος οὔτε νωθεῖ νωθὴς οὔτε 〈αὐθάδησ〉 αὐθάδει, διαμιχθέντα δὲ ταῦτα φέροι ἂν ἄλληλα μετρίως καὶ συγκιρνῷτο.
270 d [5] ὑβριστῇ μὲν γὰρ ἀνάλγητος προσαρμόσει, μεγαλαύχῳ δὲ μικροπρεπής, ὑπερόπτῃ δὲ καταπεπληγμένος, ὁ δὲ νωθέστερος τῷ κεκινημένῳ πλέον· ἐνέγκαι δ’ ἂν καὶ φειδωλὸν ὁ περὶ τὰς δαπάνας ἐκκεχυμένος, καὶ πρὸς φιλόδοξον εὔμικτος ὁ σφόδρα τοῦ λαθεῖν ἐραστής.
271 a [5] τοιαίδε μέντοι καὶ τῶν πρόσθεν ὁπόσαι μνήμης εὐκλεοῦς ἔτυχον, ἐφ’ ὧν μόνιμοι αἱ συζεύξεις. Χαβρίου γὰρ καὶ Ἰφικράτους φιλίαν ᾄδουσιν· ἦν δὲ ὁ μὲν αὐτοῖν σύντονός τε καὶ δραστήριος, δυσκίνητος δὲ ὁ Χαβρίας, ὥστε ὁ μὲν χαλινοῦ δεόμενος, ὁ δὲ κέντρου, εἰς δέον ἀλλήλοις συνηρμοσάτην. Ὅμηρος δὲ ἄρα οὐ πόλεμον ποιῆσαι μόνον, ἀλλὰ καὶ φιλίαν ἠπίστατο. Ἀχιλλεῖ γὰρ Πάτροκλον ἐποίησε φίλον, τῷ μεγαλαύχῳ τὸν μείλιχον· Σθένελόν τε αὖ καὶ Διομήδη, τὸν μὲν ἀνεξίκακον, τὸν δὲ οὐ στέργοντα ὕβριν.
271 b [5] ποῦ δῆτα ἄμφω ταῦτα μαρτυρεῖ τοῖν ἀνδροῖν; ὅπου πεποίηκε τὸν βασιλέα τῶν Ἀχαιῶν διέποντα τὸ στρατόπεδον μετὰ τὴν τοῦ Ζελείτου τοξείαν. ὀνειδισθέντες γὰρ ὑπ’ αὐτοῦ κατ’ ὀργὴν ὁ μὲν οὐκ ἀνέχεται, ὁ δὲ ἡσυχάζει. ταῦτα μὲν δὴ καὶ τὰ τοιαῦτα, ὡς ἔοικεν, ἐγκριτέον τε καὶ ἀποκριτέον τῷ τῆς ἐκλέξεως ἐπιστήμονι. Θηρεύσονται δὲ ἡμῖν οὗτοι καὶ ἁλώσονται τίνα τρόπον; οὐ γὰρ ἀφετέον ἐξευρεθέντας τοὺς ἄνδρας, ἀλλὰ κύκλῳ περιθρεκτέον αὐτοὺς μετὰ πλείονος προθυμίας ἢ τοὺς θάμνους οἱ κυνηγέται.
271 c [5] ἥμερόν τε γὰρ καὶ οὐκ ἄγριον τὸ θηρίον, ἥ τε σπουδὴ ἡμῖν οὐ κρεαδίων ἕνεκεν, ἀλλὰ βίου ξύμπαντος κοινωνίας. ποίας δῆτα αὐτοῖς ἄρκυς περιστησόμεθα; ἢ ποῖον προθήσομεν δέλεαρ, ὃ μήτε πημανεῖ γευσαμένους μήτε ὕπουλον καὶ δολερὰν ἕξει τὴν ἡδονήν, ἀλλὰ προσέξεται ἀβλαβῶς καὶ γοητεύσει ξὺν ὠφελείᾳ; θηρία μὲν γὰρ καὶ ἰχθῦς ἄλλα ἄττα δελεάσματα προδεικνύντες αἱροῦσιν οἵ τε ἀσπαλιευταὶ καὶ οἱ κυνηγέται, μόνον δὲ τοῦτο τὸ ζῷον ὁ φίλος αὐτῷ δελεάζεται τῷ θηρεύοντι.
271 d [5] διὸ χρὴ καλόν τε εἶναι καὶ ἀγαθόν, ὥστε αὐτοῦ γευσαμένην τὴν ἄγραν ἐνέχεσθαί τε καὶ μηκέτι εὐπετῶς ἀπολύεσθαι. τοῦτο δὲ αὐτὸ καὶ τὴν ἐκλογὴν αὐτόματον περιποιήσει. ὁ μὲν γὰρ προσιὼν καὶ γανύμενος τοιῷδε ὄντι, οὗτός ἐστιν ὃν πάλαι ἐπεζητοῦμεν, ὁ δὲ ἤτοι μὴ θαυμάζων τὴν ἀρετὴν ἢ ἀποφεύγων, ὁ μὲν ὡς ἀναίσθητος φευκτός, ὁ δὲ ὡς πονηρὸς μισητέος.
272 a [5] Τὰ δὲ καθ’ ἕκαστα ἄγκιστρα τῆς θήρας ὁποῖα ἄττα ἔσται λέγωμεν ἐφεξῆς. προσιτέον δὴ πρῶτον αὐτῷ πόρρωθεν, ὥσπερ δὴ τοῖς πώλοις, ἠρέμα χειροήθη ποιοῦντας, ἀπὸ τῶν σμικρῶν καὶ φαυλοτάτων ὡς ἂν δόξειεν ἀρχομένους, οἷον τοῦ προσορᾶν εὐμενῶς καὶ διαλέγεσθαι ἐπιδεξίως καὶ συμπαρακαθέζεσθαι καὶ συμβαδίζειν, καὶ δῆλον γενέσθαι ὅτι ἥδοιτο ὁρωμένῳ.
272 b [5] μεταδιωκτέον δὲ καὶ ἐν ἀγορᾷ τόπον οὗ τὰ πολλὰ ἐκείνῳ συνεσόμεθα, καὶ ἐν συμποσίοις καὶ ἐν βαλανείοις καὶ κατὰ θεωρίαν ἢ κατὰ στρατείαν ἢ ἐν ὁδῶν πορείαις ἢ ἔν τισιν ἄλλαις κοινωνίαις. ταῦτα γὰρ οὐ μεγάλα μὲν φαῖμεν ἄν, ἀρχαὶ δὲ ὅμως ἀεὶ τὰ ἐλάχιστα τῶν μεγίστων. εἰ μὴ ἐδεδοίκειν ἐγὼ τοὺς καταγελασομένους ἐπὶ τῇ λεπτολογίᾳ, εἶπον ἂν ὑμῖν καὶ φαυλότερα θήρατρα τῶν εἰρημένων· νῦν δὲ ἐὰν λέγω ὅτι καὶ τὸ δεξιὰν ἐμβαλεῖν καὶ τὸ πιέσαι τοῦ θηρευομένου τὴν χεῖρα καὶ τὸ θλῖψαι τῶν δακτύλων ἐνίησί τι κέντρον μελλούσης φιλίας, ἀλλὰ καταγελάσονται γάρ, εὖ οἶδα, καὶ σμικρολόγον ἐροῦσιν· ἐγὼ δὲ ὁρῶ καὶ τοὺς πατέρας, ὅτι ἡνίκα ἂν σφόδρα ἀσπάζωνται τὰ παιδάρια, τύπτειν αὐτὰ καὶ δάκνειν ἐξ ἀπλήστου πάθους παράγονται.
272 c ἔοικε γὰρ δὴ πᾶν τὸ τοιοῦτον σημεῖον εἶναι διανοίας ὠθιζομένης ἑνωθῆναι τῇ τοῦ στεργομένου ψυχῇ, διὰ δὲ ἀμηχανίαν τοῦ ξυγκολληθῆναι καθ’ ἑαυτὴν ἐπὶ τὸ σῶμα καταντώσης, ὥστε διὰ τούτου γε ἐθέλειν ἐμφῦναι.
272 d [5] Δραστικώτατόν γε μὴν πρὸς θήραν φίλου φάρμακον ἡγητέον τὸν ἔπαινον, εἰ καὶ σφόδρα ὕποπτον αὐτὸν οἱ κόλακες πεποιήκασιν, ὡς καὶ τοὔλαιον οἱ μυροποιοί. ἐπιβολῇ γὰρ τῶν πέλας οὗτοι μὲν τοὔλαιον, οἱ δὲ [πέλας] τὸν ἔπαινον διαφθείρουσιν. ὅθεν αὐτῷ ξὺν μέτρῳ καθάπερ τῷ οἴνῳ χρηστέον, οὔτε ἐκεῖσε ὑπερβαίνοντα τοὺς σωφροσύνης ὅρους οὔτε ἐνταῦθα τοὺς ἀληθείας.
273 a [5] ἥκιστα δὲ παρόντα ἐπαινετέον. μόνον γὰρ δὴ τοῦτο φαρμάκων ἐρρωμενέστερόν τε ἅπτεταί τε καὶ ἐνδύνεται, ὅταν μὴ αὐτῷ προσφέρηται τῷ φαρμασσομένῳ τηνικάδε· καὶ αὐτὸ ὥσπερ ὕποπτόν τε καὶ ἐπίβουλον ἀπωθοῦνται οἱ ἄνθρωποι. οὐδὲν οὖν, οἶμαι, τῶν τοξευόντων διαφέρουσιν οἱ ἐπαινοῦντες. ἐντονώτερα γὰρ καὶ τούτων τὰ βέλη πόρρωθεν ἀφιέντων ἢ σφόδρα ἐγγύθεν. Προσακτέον δὲ οὐκ αὐτῷ μόνῳ τῷ θηρευομένῳ τὰς μηχανάς, ἀλλὰ κἀκείνοις οἳ προαλόντες ἐπιβατὸν ἡμῖν ἔργον ποιήσουσι, παῖδάς τε οὖν αὐτῷ καὶ ἀδελφοὺς καὶ γονέας εὖ ποιοῦντάς γε καὶ ἀσπαζομένους.
273 b [5] εἰ γὰρ δὴ κατὰ τὴν παροιμίαν [καὶ] τὸν εὐνοοῦντα καὶ κύων σαίνει, πόσῳ δὴ μᾶλλον εὖ πάσχοντες ἄνθρωποι ἥμεροί τε καὶ τιθασσοὶ γίνονται πρὸς τὸν εὖ ἐργαζόμενον; ἐπεὶ καὶ μέγας ὁ ἀγών, τό τε θηρευόμενον οὐ λαγωὸς οὐδὲ σῦς οὐδὲ ἔλαφος, ἀλλὰ τὸ πάντων ζῴων εὐκολώτατόν τε καὶ ἡμερώτατον. μιμητέα οὖν πρὸς τὴν ἄγραν αὐτοῦ τοὺς κούφους θηρευτάς· καθάπερ οὖν ἐκεῖνοι φάττιά τε καὶ τρυγόνια τιθασσεύοντες διὰ τούτων τὰ ὁμόφυλα γοητεύουσι καὶ ἑκόντα ὑπάγονται εἰς τὸν ἰξὸν ἢ τοὺς βρόχους, ὧδε ἄρα δεῖ καὶ ἡμῖν 〈διὰ〉 τῶν ἤδη προηλωκότων φίλων τοὺς οὔπω τεθηρευμένους.
273 c οὐ γὰρ δὴ τῶν περιστερῶν μὲν αἱ ἐθάδες πολλάκις τινὰς καὶ ξένας ἐπάγονται, 〈 *** 〉 Εἶεν.
273 d [5] τὸ δὲ μετὰ τοῦτο λεκτέον ἡμῖν φυλακῆς πέρι καὶ ξυντηρήσεως τῶν θηρευθέντων. τί γὰρ ἂν εἴη κέρδος τῆς ἄγρας, εἰ κρατήσαντες αὐτῆς μὴ κατάσχοιμεν; φυλακτέα δὴ εὐθὺς ἐξ ἀρχῆς προθεμένοις σκοπόν, ᾧ ἂν χρώμενοι μάλιστα ἐπιτυγχάνοιμεν. ἔστι δὲ οὗτος τὸ κοινῇ ξυμφέρον, καθάπερ ἐν οἰκίᾳ καὶ ἐν πόλει καὶ ἐν ταῖς ἄλλαις κοινωνίαις. οὐδὲν γὰρ δὴ τούτων σῴζοιτ’ ἄν, μὴ μετεχόντων ἑκάστου παντὸς τῶν πραττομένων εἰς ἓν τοῦτο κεφάλαιον ἀναφέροντος. καὶ μὲν δὴ ἅπαντα ἐπιμελείας μὲν ἀπολαύοντα ἀμείνονά τε καὶ ὠφελιμώτερα γίγνεται αὐτά τε αὑτοῖς καὶ τοῖς πεπαμένοις.
274 a [5] ἀμείνων μὲν ἵππος, ἀμείνων δὲ βοῦς, ἀμείνων δὲ κύων, εἰ τὸν μὲν ἱπποκόμος, τὸν δὲ γεωργὸς θεραπεύει, τὸν δὲ κυνηγέτης. ἀκομιστία δὲ οὐχ ἵππον μόνον καὶ κύνα, ἀλλὰ καὶ ἀσπίδα καὶ λύραν καὶ δρέπανον διολλύει. οὕτω δὴ καὶ φιλίαν ἐπιμέλεια μὲν εὖ διατίθησι, ῥᾳθυμία δὲ ἀκροσφαλῆ καὶ σαθρὰν ἀπεργάζεται. μὴ γὰρ δὴ οἴου, εἰ μὲν οἰκίαν οἰκονομήσαις, δεῖσθαι αὐτὴν καὶ συνεχοῦς θεραπείας, εἰ μὴ μέλλει τάχιστα διαρρυήσεσθαι, εἰ δὲ φίλον σεαυτῷ κατασκευάσαις, τοῦτον οὐ χρῄζειν συντηρούσης ἐπιμελείας.
274 b [5] ἀλλ’ ἄρα τὸ μὲν δωμάτιον οὐκ ἐάσεις ἀτημελές, εἴ τι αὐτοῦ κινηθείη ἢ χειμῶνος ἐπιβρίσαντος ἢ πνεύματος ἐπιγενομένου ἢ ὕδατος λάβρου καταρραγέντος, τὸν φίλον δὲ ἀφήσεις εἰκῆ, λύπης ἢ νόσου καταλαβούσης ἤ τινος ἄλλης ξυμφορᾶς οὐκ εὐδαίμονος; καίτοι γε ὁ μὲν τοῖχος διαρρυεὶς οὐδὲν ἄν σε πλέον λυπήσειε τοῦ διερρυηκέναι, οὐδὲ τῶν ἄλλων ὀργάνων ἢ κτημάτων οὐδὲν αὐτοῦ τοῦ διολέσθαι χαλεπώτερον ἐργάσαιτο ἄν τι τὸν ῥᾳθυμήσαντα· φιλία δὲ παροφθεῖσα οὐ διαφθείρεται μόνον, ἀλλὰ καὶ γίγνεται ἔχθρα, ἐξ ἧς μάλιστα τὰ κακὰ τοῖς ἀνθρώποις συμβαίνει, ὅταν συμβαίνῃ.
274 c [5] πολεμήσεις δὲ τῷ μετὰ ταῦτα ἀνδρὶ καλῷ τε καὶ ἀγαθῷ καὶ οἷόν σοι μικρῷ πρόσθεν ἐξεκαθήραμεν. ὥστε σοι πανταχόθεν ἀπορριπτέον τὸν ὄκνον καὶ κοινωνητέον πόνων τε καὶ ἀγρυπνιῶν, κινδύνων τε αὖ καὶ δαπάνης καὶ ἀτιμίας, οὐ κληθῆναι ἀναμένοντι εἰς τὴν κοινωνίαν, ἀλλ’ αὐτομάτῳ θέοντι καὶ προμαντευομένῳ τοῦ καιροῦ πολλάκις καὶ πειρωμένῳ πρὸς ἑκάστην χρείαν τοῦ φίλου τὸ πρόσωπον οἰκεῖον μεταλαμβάνειν, ἐν ἀρρωστίᾳ μὲν ἰατροῦ, ἐν δίκαις δὲ συνηγόρου, συμβούλου δὲ ἁπανταχοῦ καὶ συνεργοῦ ἐπὶ τῇ γνώμῃ.
274 d [5] Πολλοῦ δὲ ὄντος τοῦ κατὰ τὸν βίον ἀνίσου τε καὶ ἀνωμάλου καὶ τῆς ἀκριβοῦς ὁμοιότητος οὐδὲ πάμπαν εὑρισκομένης, οὔπω λέγω κατὰ τὰ πρόσωπα (οὐδὲ γὰρ δέομαι ταύτης νῦν τῆς ποικιλίας), ἀλλὰ κατὰ τὴν ἔξωθεν τύχην πλούτου τε καὶ πενίας, ἐπιφανείας τε αὖ καὶ ἀδοξίας· τούτου γὰρ ἀνάγκη μὲν οὐδὲ τοὺς πάνυ φίλους ἴσην ἑκάστου μοῖραν μεταλαγχάνειν, φιλίᾳ δὲ τὰ πολλὰ τὸ πλέον ὑπεροψίαν κατὰ τοῦ ἐλάσσονος ἐντίκτει.
275 a ὅθεν εἴ σε ἄγει προσωτέρω τούτων ἡ τύχη, συμπαρενεκτέον σοι καὶ τὸν φίλον· ἀπολειφθέντα γὰρ οὐ ῥᾳδίως ὄψει τοῖς αὐτοῖς ὀφθαλμοῖς. εἰ δὲ σὺ μὲν ἐφέλκοιο, τὸν δὲ [ἂν] ἀνάγκη τις ἀντισπῴη, θαμὰ ἐπιστρέφεσθαι πρὸς τὸ 〈καὶ〉 βλέμμα ὅμοιον τηρεῖν.
275 b [5] εἰ γάρ σε λάθῃ παραδῦσα ἀλαζονεία, πάντα ἐκεῖνα ὀξέως τὰ δεσμὰ διαλύσει, μετέωρον ἄρασα. συμβαίνει γὰρ ὥσπερ πλάστιγγος ἐπὶ θάτερα κουφισθείσης τὴν ἰσορροπίαν τοῦ ζυγοῦ μὴ διαμένειν. ὁ μὲν οὖν τραγικὸς ποιητὴς καὶ τὸν ἀγνῶτα μέν, ἀγαθὸν δέ, ἐπαινεῖ καὶ φίλον ἡγεῖται, ἐγὼ δὲ καὶ τοῦτο μὲν τὸ ἔπος ὡς πάνυ κομψὸν ἐκδέχομαι, παραινέσαιμι δ’ ἂν τοῖς φιλίαν τηρεῖν βουλομένοις τὴν συνήθειαν εἰς δύναμιν ἐπιπλέκειν καὶ τὸ συνδιατρίβειν ἀλλήλοις πολλοῦ ἄξιον εἰς τὸν σύνδεσμον ἡγεῖσθαι.
275 c [5] εἰ γὰρ τὸ πᾶν εἰς ἅπαντα ἡ μελέτη, καὶ φιλίας μελέτην νομιστέον τὴν συνουσίαν. Φιλονεικίαν γε μὴν καὶ τὸ δύσερι καὶ πᾶσαν 〈 *** 〉 ἐκποδὼν μεταστατέον, οἷον σπέρματα ἔχθρας εὐλαβουμένους. οὐ γὰρ ἐν ἀνταγωνισταῖς, ἀλλ’ ἐν συναγωνισταῖς ἡ φιλία.
275 d [5] τῷ τοι οὐδὲ ταῖς αὐταῖς ἐπιστήμαις ἢ τέχναις ἐνευδοκιμεῖν εἰκὸς τοὺς ἀσφαλῶς τὴν κοινωνίαν φυλάξοντας. σφαλερὰ γὰρ ἡ ὁμοιότης, ἔρωτα ἐντιθεῖσα τῶν αὐτῶν ἐπαίνων, ἠρέμα ἀντιπαρεξάγειν εἰς ἅμιλλαν. εἰ δ’ οὖν σε δαίμων συζεύξειεν ἢ ῥήτορα ὄντα ῥήτορι ἢ ἰατρὸν ἰατρῷ ἢ γραμματιστὴν γραμματιστῇ, μήτοι πρὸς τὸν φίλον φιλονεικεῖν, ἀλλὰ μᾶλλον πρὸς τὸν Ἡσίοδον· μηδὲ ἐκεῖνον χείρω σεαυτοῦ διελέγχειν, ἀλλὰ τὸν ποιητὴν μᾶλλον ἀπολειφθέντα τῆς ἀληθείας, ἀεὶ μὲν παραχωροῦντα τῆς πλείονος δόξης, εἰ ἄρα τι καὶ σοφώτερον ἐπίσταιο, ἀεὶ δὲ ἐν χώρᾳ δευτέρᾳ τῆς τιμῆς ἱστάμενον, εἰ ἄρα σοι καὶ μᾶλλον ἡ πρώτη προσήκει.
276 a καὶ εἰ ταῦτα οὕτως πράξεις, οὐκέτι ἐκεῖνα τὰ ἔπη θαυμασόμεθα, ἀλλ’ ἐροῦμεν πρὸς τὸν πατέρα τῶν στίχων ὅτι, ὦ θαυμάσιε καὶ αὐτοδίδακτε ποιητά, οὐχ ἡ τῶν τεχνῶν ὁμοιότης τὸν κότον ποιεῖ καὶ τὴν ἔριν, ἀλλ’ ὁ τρόπος τῶν ἀνθρώπων.
276 b [5] ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι ὦσι, καὶ ἡ τέχνη μετρίως αὐτοὺς παρακινήσει· εἰ δὲ 〈μή,〉 καὶ τέχνη καὶ ἀτεχνία χαλεπὴ κοινωνεῖν τοῖς τοιούτοις ξυμβαίνει. Ἐπεὶ δὲ τὸ μηδὲν ἁμαρτάνειν ἔξω τῆς φύσεως κεῖται τῆς ἀνθρωπίνης—οὐ γὰρ πείθομαι ἐγὼ τοῖς ἐκ τῆς ποικίλης φῦναί ποτε ἐν ἀνθρώποις οἵους τινὰς ἐκεῖνοι πλάττουσι σοφούς τε καὶ σπουδαίους, οὐκέτι ἀνθρώπους, ἀλλὰ τάχα δὴ τὸ ἐπίγραμμα ἀληθέστερον ὃ Ἀθήνησιν ἐπιγέγραπται ἐν τῷ τάφῳ τῷ δημοσίῳ· καὶ γὰρ τοῖς θεοῖς μόνοις τὸ πάντα κατορθοῦν ἀπονέμει—λεκτέον δὴ καὶ περὶ τῶν ἐν φιλίᾳ γιγνομένων ἁμαρτημάτων, ὅπως τε αὐτὰ χρὴ κολούειν καὶ ὅπως ἰᾶσθαι, 〈εἰ〉 ξυμβαίνοι, ὁ γὰρ δὴ φίλος τοῦ κόλακος οὐδὲν μὲν οὐδαμῆ ἐγγύς, ταύτῃ δὲ μάλιστα πορρωτάτω, ὅτι ὁ μὲν ἅπαντα ἐπαινεῖ, ὁ δὲ οὐκ ἂν σφαλλομένῳ σοι συγχωρήσειε.
276 c τῷ μὲν γὰρ πρόκειται κερδαίνειν ἢ γαστρίζεσθαι ἐκ τοῦ ἔργου, καὶ οὐ σὲ τεθαύμακεν, ἀλλὰ τὰ χρήματά σου ἢ τὴν δυναστείαν.
276 d [5] οὐκοῦν οὐδὲ αὐτῷ μέλει ὅπως ἂν ἔχῃς· μέλει μὲν οὖν ὅπως ἂν μὴ ἄριστα ἔχῃς, ἵνα αὐτὸς ὡς ῥᾷστα ἐργάζοιτο. ὁ δὲ φίλος σοὶ μόνῳ προσέχει τὸν νοῦν καὶ σοῦ μόνου ἥλω, καὶ βούλοιτο ἄν σε μηδὲν κακὸν ἔχειν. ἀφαιρετέον οὖν τὰ νοσήματα ἠρέμα καὶ ὡς μὴ σφόδρα λυποῦντας μηδὲ ἐνδιδόντας, ἀλλ’ ὥσπερ οἱ ἰατροὶ τὸ μὲν σιδήριον πολλάκις ἐῶσι, προστιθέμενοι δὲ φάρμακα ἄττα οὐ ξὺν ἀλγηδόνι τὸ πάθος ἰῶνται, οὕτω καὶ σοὶ τὸν φίλον θεραπευτέον.
277 a [5] ἔχεις δὲ καὶ σὺ φαρμάκοις ἀντὶ καύσεων καὶ τομῶν εἰς τὴν ἰατρείαν κεχρῆσθαι. τὰ δὲ φάρμακα ταῦτα λόγοι εἰσὶ μεστοὶ εὐνοίας καὶ παρρησίας, οὐχ οἱ γλυκεῖς καὶ πρὸς χάριν· οὗτοι μὲν γὰρ τρέφουσι καὶ ἄρδουσι τὸ νόσημα· ἀλλ’ οἱ στρυφνοὶ καὶ ἀληθινοὶ καὶ μεστοὶ παρρησίας οὐκ ὀνειδίζουσι—πάμπολυ γὰρ διαφέρει νουθεσία μὲν λοιδορίας, ἐπίπληξις δὲ ὀνείδους, οὐ τῇ διανοίᾳ μόνῃ τοῦ λέγοντος, ἀλλὰ καὶ αὐτῷ τῷ λόγῳ [εὐνοίας καὶ παρρησίασ]— νουθετοῦντες, οὐ λοιδορούμενοι, καὶ ἐπανορθοῦντες, οὐκ ὀνειδίζοντες.
277 b [5] φυλακτέον δὴ ἐν τῷ τοιῷδε μὴ ἀκράτους προσάγειν τοὺς δάκνοντας λόγους, ἀλλὰ προσπλέκοντα αὐτοῖς ἠπίου τινὸς καὶ προσηνοῦς, οἷον μέλιτος, πικρῷ μέν, ὠφελίμῳ δὲ πόματι. ὁ τοιοῦτος οὐκ ἐάσει δι’ ἀηδίαν τό τε φάρμακον ἀπορρίπτειν καὶ τὸν ἰατρὸν ἀποκλείειν. ἰατροῦ δὲ ἐγὼ κακίαν λέγω τοιαῦτά τε καὶ οὕτως εὑρίσκειν τὰ ἐπίκουρα τῶν νόσων ὥστε ἐρεθίζειν τὰ ἀρρωστήματα.
277 c [5] οὐκοῦν οὐδὲ ἐκεῖνον ἐπαινῶ τὸν ἅπαντα ἐπινεύοντα τῷ κάμνοντι σιτία τε καὶ ποτά, τὰ αὔξοντα καὶ ποικίλλοντα τὴν νόσον, οἰνοχόον ἢ τραπεζοποιὸν ἀντὶ θεραπευτοῦ γιγνόμενον. οὐκ ἄρα οὐδὲ ἐν φιλίᾳ τὸ σφόδρα. ἑκατέρα γὰρ ταῖν 〈ὁδοῖν〉 ἄλλοσέ ποι ἐκφέρει ἢ ὅποι δεῖ καταλῦσαι. ἡ μὲν γὰρ ἐπὶ κολακείαν ἄγει, τῆς δὲ ἐπ’ ἔχθραν ἡ τελευτή. Διαβολὴ δὲ χαλεπὸν μὲν ἁπανταχοῦ καὶ πολεμοποιὸν οὗ ἂν παρεισρυῇ, καὶ πρὸς παῖδα πατρὶ καὶ πρὸς ἀδελφὸν ἀδελφῷ, καὶ τὸ δρᾶμα ἐκείνης καὶ ὁ Ἱππόλυτος, καὶ ἅμα ἀδικεῖ ἀμφοτέρους, ᾧ τε ἐπιβουλεύει καὶ ὃν ἐξαπατᾷ· τὸν μέν, ὅτι πάσχειν ὑπὲρ δίκην, τὸν δέ, ὅτι ἐργάζεσθαι ἀναγκάζει· ἀλλὰ φιλίας ἐχθρότατόν τε φύσει καὶ ἐπιβουλότατον ὑπὲρ τὰ ἄλλα, καὶ ὅπου ἂν αἴσθηται αὐτὴν εὐπραγοῦσαν, ἠρέμα εἰσοικισαμένη κατὰ σμικρὸν ὑπορύττει καὶ ἐλέγχει τὸν ἄφρακτόν τε καὶ ἀσθενῆ.
278 a [5] ἀποτειχιστέον οὖν αὐτὴν καὶ ἀποκρουστέον τῇ ἀπιστίᾳ, ἰσχυρὸν ἐν ταῖς ἀκοαῖς οἰκοδομησαμένους τὸ φυλακτήριον, ὥστε πόρρωθεν αὐτῆς ἀφεστάναι τὰς ἐπιβουλάς, καὶ μάλιστα μὲν ἀποκλείειν προσιοῦσαν καὶ ἀπωθεῖσθαι· εἰ δ’ οὖν σε λάθῃ παρεισδῦσα, μήτοι κατακρύπτειν εἰσδεξάμενον μηδὲ ἐντὸς ἔχειν ἐργαζόμενον, ἀλλ’ εἰς φανερὸν προάγειν καὶ διελέγχειν. ὄψει γὰρ ἰλιγγιῶσαν εὐθέως καὶ λυγιζομένην καὶ βατταρίζουσαν καὶ οὐκ ἔχουσαν ὅ τι χρήσεται.
278 b [5] καὶ εἰ τοῦτο ὑπομείνειεν ἅπαξ, οὐ μή ποτε ἐνοχλήσει λοιπόν, ἀλλ’ οὐδ’ ἂν ἀποπειράσειεν οὐδ’ ἂν προσέλθοι πλησίον. ὅσοι δὲ αὐτῇ τῶν ἀνοήτων ἥσθησάν τε προσιούσῃ καὶ τὸ θύριον εὐμενῶς ἀνεπέτασαν, οὗτοι δὲ ἥκιστα ἀπολαύουσι τῆς φιλανθρωπίας. ἐξίστανται γὰρ ὑπ’ αὐτῆς καὶ οὐδὲν διαφέρουσι τῶν μεμηνότων. ἄθρει δὲ ὡς ὅμοια πάντα τὰ ἔργα αὐτῶν καὶ τὰ πάθη. δεδίασι γὰρ καὶ ὑφορῶνται οὓς ἥκιστα ἐχρῆν, ὥσπερ οἱ τὰ ὑδάτια εὐλαβούμενοι ἢ ὥσπερ ὁ μελαγχολῶν Ὀρέστης ἐν ταῖς τραγῳδίαις πρὸς τὴν ἀδελφὴν βοᾷ θεραπεύουσαν τὸ νόσημα.
278 c [5] τὸ δὲ ἁπάντων ἐλεεινότατον, ὁπλίζονται ἐπὶ τοὺς φιλτάτους καὶ ἥδιστα ἂν κατακάνοιεν. τοῦτο αὖ πάλιν ἑτέρου λυττῶντος ἔργον καὶ ἑτέρας τραγῳδίας. Αἰσώπου δὲ τοῦ μυθοποιοῦ πολλαχῇ τε ἄλλῃ μνημονεύειν ἐπωφελὲς καὶ ὅσα εἰς διαβολὴν εὖ ἔχοντα ἀπολέλοιπεν. ἀεὶ μὲν γὰρ αὐτὴν τῇ ἀλώπεκι περιτίθησι, δολερῷ καὶ ἀνάνδρῳ θηρίῳ, ποιεῖ δὲ ὑπ’ αὐτῆς ἁλισκόμενα τῶν ζῴων τὰ ἀλκιμώτατα. Καὶ ὅντινα ἔχω πρόχειρον μῦθον εἴποιμ’ ἂν ὑμῖν, εἴ μου πράως ἀνέξεσθε παραβαλλομένου τοῖς σοφισταῖς.
278 d [5] ταύρω δύο μιᾶς ἡγεῖσθον ἀγέλης, ξυννόμω τε ὄντε καὶ ὅτι μάλιστα φίλω. ὁ λέων δὲ αὐτοῖν τὴν ξύστασιν ἐδεδίει, καὶ οὔτε αὐτοὺς ἐθάρσει οὔτε δι’ αὐτοὺς τὴν ἀγέλην. κακῶς οὖν ὑπὸ λιμοῦ διακείμενος ἔρχεται ἐπὶ τὴν κερδὼ καὶ ξυμμαχίαν ὁμολογοῦσι. τῇ δὲ ἄρα τοσοῦτον κακουργίας καὶ δεινότητος περιῆν ὥστε προσενεγκοῦσα τὴν μηχανὴν διέστησέ τε αὐτὼ καὶ ἐξέμηνε κατ’ ἀλλήλοιν, καὶ παραδέδωκε τῷ λέοντι δίχα ἑκάτερον εὐτρεπῆ καὶ εὔκολον θήραν.
279 a [5] τοῦτο μὲν ἡ τοῦ Αἰσώπου κερδώ. φύονται δέ τινες καὶ ἐν ἀνθρώποις ἀλώπεκες, μᾶλλον δὲ ἀνθρώπια σμικρά τε καὶ ἀνελεύθερα, τὰς ἀλώπεκας ὄπισθεν ἐφελκόμενα, οἱ δὲ αὐτῶν οὐκ ἀλώπεκας, ἀλλὰ δράκοντας ἰοῦ χαλεποῦ καὶ ἀτόπου μεστοὺς ὑφέρποντας καὶ κρυπτομένους εὐνοίας καὶ φιλανθρωπίας παραπετάσμασιν, οὓς ἀπελαύνειν χρεὼν καὶ ἀποσοβεῖν πορρωτάτω. κηλούμεθα γὰρ πολλάκις καὶ γανύμεθα δάκνουσι, τὰ ἄκρα τῆς γλώττης μόνον ὁρῶντες, τὰ δὲ ἐντὸς οὐκ ἐθέλοντες διιδεῖν.
279 b [5] Ὧι δέ μοι δοκοῦσιν ὅμοιοι εἶναι, ἐθέλω ἀπεικάσαι, εἰ βούλεσθε. τεθέαμαι, οἶμαι, πολλαχοῦ Σκύλλης εἰκόνα, οὐχ οἵαν Ὅμηρος διηγεῖται· Ὅμηρος μὲν γὰρ οὐδέν τι λέγει πλέον περὶ τῆς μορφῆς ἢ ὅτι τὸ θηρίον ἦν ἐν σπηλαίῳ διαιτώμενον ἓξ κεφαλὰς ἔχον καὶ δυοκαίδεκα χεῖρας· οἱ πλάσται δὲ ἐπὶ μᾶλλον κομψεύονται ἐν τῷ ἔργῳ. ποιοῦσι γὰρ αὐτὴν τὰ μὲν ἀπὸ κεφαλῆς ἄχρι λαγόνων παρθένον, ἀπὸ δὲ τῆς ἰξύος εὐθὺς εἰς τοὺς κύνας ἐκφερομένην, δεινοὺς ὄντας καὶ σμερδαλέους· καὶ τρίστοιχοι μὲν αὐτοῖς οἱ ὀδόντες, ἀνεστήκασι δὲ αἱ κεφαλαί, ζητοῦσι δὲ ἰσάριθμον θήραν.
279 c [5] μαντεύομαι οὖν ἐγὼ καὶ Ὅμηρον βούλεσθαι λέγειν ὅτι ὁ μὲν σοφὸς καὶ πολύμητις οἶδέ τε ὅλην ἀκριβῶς καὶ οὐκ ἐγοήτευσεν αὐτὸν τὰ ἄνωθεν τοῦ θηρίου, ἀλλὰ παρετάξατο καὶ ὡπλίσατο καὶ μάχεσθαι ἕτοιμος ἦν· οἱ δὲ ἀφύλακτοι τῶν ἀνθρώπων ἁλίσκονται. ὅτῳ δὲ μὴ δοκεῖ οὕτως ὁ Ὅμηρος λέγειν, ἀλλ’ ὁρᾷ μόνον τὸ φαινόμενον τοῦ μύθου, οὗτος ἐμοὶ δοκεῖ καὶ τὴν Σκύλλαν ἰδὼν τὴν μὲν ἄνθρωπον θεάσασθαι, τοὺς κύνας δὲ οὐκ ἂν δυνηθῆναι.
279 d [5] πῶς οὖν δὴ φυλαξόμεθα καὶ κρινοῦμεν φιλίας τε ἐτήτυμον πρόσωπον καὶ κακουργίας εὔνοιαν ὑποδυομένης; βούλεσθε, ἵνα μὴ σφόδρα ὦ φορτικός, σύμβολα αὖ πάλιν καὶ σημεῖα διδοὺς μῦθόν τινα ὑφαπλώσας τῷ λόγῳ, καταλίπω διορᾶν ὑμῖν αὐτοῖς τὰ ἐμφαινόμενα; Ὥσπερ γὰρ Πρόδικος λέγει, καθημένῳ τῷ Ἡρακλεῖ ἐφ’ ἡσυχίας, ὁπηνίκα ἐξῆλθε τῶν μειρακίων, καὶ διασκοπουμένῳ ποῖός τις τῶν ἀνθρώπων καὶ ποίᾳ χρησάμενος ἀτραπῷ τὸν βίον ὡς ἄριστα διέλθοι, ἐφάνησαν δύο γυναῖκες, ὧν τὴν μὲν Ἀρετὴν ἐκεῖνος ὀνομάζει, τὴν δὲ Κακίαν.
280 a ἐπεὶ γοῦν εἰπάτην ἑκατέρα τὰ αὑτῆς ἀγαθὰ καὶ ἔδοξε τῷ Ἡρακλεῖ τὴν Ἀρετὴν ποιήσασθαι ἡγεμόνα, λέγει αὐτὸν ἐκείνη παραλαβοῦσα, ‘ἵν’ ἔτι καὶ μᾶλλον ἴδῃσ‘, φησίν, ‘ὅτι ὀρθῶς δοκιμάζεισ‘· ἄγει οὖν ἐπί τινα τόπον ὑψηλόν τε καὶ ἀνεστηκότα ἐξ εὐρέος τε καὶ ἀναπεπταμένου πεδίου, οὗ δύο μὲν ἦσαν αἱ κορυφαί, πόρρωθεν δὲ ἐδόκει τοῖς θεωμένοις εἰς μίαν τελευτὴν ἀπολήγειν.
280 b [5] ἀλλ’ ἥ γε Ἀρετὴ προσάγουσα τὸν Ἡρακλέα πλησίον ἔδειξέ τε τὰ ἄκρα πλεῖστον ἀπέχοντα ἀπ’ ἀλλήλων· καὶ ‘αὕτη μέν‘, φησίν, ‘〈ἡ〉 ἐπὶ δεξιὰ κορυφὴ καλεῖται Φιλίας ἱερὸς χῶρος, ἐμῆς ξυνοπαδοῦ τε καὶ ἀδελφῆς, αὕτη δὲ ἡ ἐπὶ θάτερα Ὑποκρίσεως, Κακίας ξυννόμου δαίμονος. πρόσιθι οὖν ἀγχοῦ καὶ ἐπισκόπει τὴν φύσιν ἑκατέρου τοῦ χωρίου, μή ποτε ἓν αὐτὸ πόρρωθεν ὁρῶν ὑπολάβῃς.
280 c [5] ‘ καὶ ἅμα ἐκέλευσε τὴν Φρόνησιν συμπαροῦσαν ἐπιδεικνύναι τὰ ἕκαστα καὶ ἐξηγεῖσθαι. ἐδείκνυεν οὖν ἐκείνη τοὺς μὲν πρόποδας τοῖν λόφοιν σφόδρα τε ὁμοίους καὶ προσεοικότας ἀλλήλοιν, τοῖς αὐτοῖς μὲν ἄνθεσι βρύοντας, τοῖς αὐτοῖς δὲ φυτοῖς, εἰ μὴ ὅσον τὰ μὲν τὸν ἅπαντα ἔρρωτο χρόνον, τὰ δὲ εὐθὺς ἐβλάστανέ τε καὶ ἐμαραίνετο. ἔρρει δὲ καὶ νᾶμα ἐξ ἑκατέρας τῆς ἄκρας ψυχροῦ τε καὶ διαυγοῦς ὕδατος, ἀλλὰ τὰ μὲν δι’ ὅλου τοῦ ῥείθρου γλυκέα τε ἦν καὶ προσηνῆ, τὰ δὲ κάτωθεν μὲν γευομένῳ γλυκύτερά τε ἐδόκει, προσιόντι δὲ ἐγγὺς τῆς πηγῆς πικρά τε καὶ φαρμακώδη, σπασμὸν ἐμποιοῦντα καὶ ἴλιγγον τοῖς πιεῖν ἐκ τῆς χρόας ἀπατηθεῖσι.
280 d [5] τὰς κορυφάς τε αὐτὰς οὐκέτι ὁμοίας, ἀλλὰ πάμπαν διαφερούσας. ἐδείκνυέ τε τὴν ἐπὶ δεξιὰ πρώτην ἄλσει τε σύσκιον δένδρων ἀειθαλῶν κυπαρίττου καὶ δάφνης καὶ φυτῶν εὐκάρπων μεστήν, λεπταὶ δὲ αὐτὰ περιέπνεον αὖραι, οἷαι τρέφειν τε καὶ αὔξειν, οὐχ οἷαι καταρρηγνύναι καὶ διασπᾶν.
281 a [5] πολὺ δὲ ἀθόρυβος ἡσυχία καὶ εὐφροσύνη κατεῖχε τὸν τόπον, καί τινες ἐφαίνοντο ἄνθρωποι σφόδρα ὀλίγοι, προσιόντες τε καὶ ἀπιόντες μεθ’ ἡδονῆς τῷ αὐτῷ προσώπῳ. Καθῆστο δὲ ἐπ’ ἄκρας τῆς κορυφῆς παρθένος εὐειδὴς μὲν οὔ, ὡραία δέ, ἀληθινοῦ καὶ ἀρχαίου γέμουσα κάλλους, ὁποῖα τὰ ἀγάλματα τῆς παλαιᾶς τέχνης, ἃ χρόνου δεῖται εἰς τὸ θαυμάσαι καὶ ὀφθαλμῶν ἀκριβεστέρων. ἠμφίεστο δὲ λευκόν τινα κόσμον †ἰκέον† διαφανῶν καὶ λεπτῶν ἱματίων, ὥστε πολλαχῆ καὶ τοῦ σώματος διαφαίνειν.
281 b [5] καὶ τὴν ψυχὴν εἶχε τοῦ σώματος φανερωτέραν. ἦν γὰρ αὐτῆς τὸ μὲν βλέμμα ἁπλοῦν καὶ γενναῖον, τὸ μειδίαμα δὲ ἑστηκὸς καὶ οὐ μετατρεπόμενον. εἰ δέ τις αὐτῇ προσέλθοι σεβασθείς τε καὶ θαυμάσας, οὐ χρυσίον ἢ ἄργυρον προέτεινεν, ἀλλ’ αὐτὸν καλλίω καὶ μείζω, διπλασίονα πολλάκις ἢ τριπλασίονα. ὁ γοῦν Ἡρακλῆς ἠγάσθη τε αὐτῆς καὶ προσηύξατο ἵλεω τυγχάνειν, καὶ ἐπήρετο τὴν Φρόνησιν, ‘τίνες δὲ αἱ πλησίον αὗται γυναῖκες; ὡς καλαί τε καὶ πρέπουσαι ὀπαδοὶ τῆς θεοῦ.
281 c [5] ‘ ‘αὕτη μέν‘ εἰπεῖν ‘ἡ τὸ πολὺ φῶς κατέχουσα καὶ ἐπὶ τοῦ ἀδάμαντος καθημένη, Διὸς θυγάτηρ Ἀλήθεια· ἡ δὲ ἐπικλίνουσα τὴν κεφαλὴν αὕτη καὶ ἐπαναπαυομένη καλεῖται μὲν Εὔνοια, χρῆται δὲ ἡ θεὸς αὐτῇ πρὸς ἅπαντα διακόνῳ. τὸ δὲ παιδίον ἐκεῖνο τὸ σεμνότερον τῆς ἡλικίας, ὃ τὰ χρυσέα φέρει δεσμὰ ταῖν χεροῖν, Ἔρως Φιλίας ἐστὶν ὑπουργός. οὐκ ἔχει δὲ οὐδὲ πτερὰ οὐδὲ βέλη. οὔτε γὰρ πέτεσθαι βούλεται καὶ ἀναίμακτον αὐτοῦ τὸ ἔργον. ἀλλ’ οἵους ἂν καλούς τε καὶ ἀγαθοὺς καὶ οὕτως ἁρμόζοντας ἴδῃ, τούτους ξυγκολλᾷ καὶ συνδεῖ, καὶ αὐτοῦ τὰ δεσμὰ ἄλυτα καὶ ἄρρηκτα παντελῶς καὶ μόνοις γάνυνται οἱ δεδεμένοι.
281 d [5] ἀλλὰ δεῦρο, ἔφη, καὶ θέασαι τὴν ἑτέραν, εἰς ἣν ἐμπίπτουσιν οἱ πολλοί.‘ Καὶ δῆτα πρῶτα μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ὑπεδείκνυε, τοῖς προτέροις, ὥσπερ ἔφην, ἐξεικασμένα· ἔπειτα αὐτὸ τὸ πέρας, ὄρθιον καὶ ἀπότομον πάγον, κυανῇ νεφέλῃ τὰ ἄκρα κεκαλυμμένον· κρημνοὶ δὲ αὐτὸ καὶ φάραγγες περιεῖχον καὶ θῖνες ὀστῶν ἀνθρωπίνων σεσωρευμένοι, μεστὰ δὲ ἅπαντα δακετῶν θανασίμων καὶ ἰοβόλων.
282 a [5] ἔπειτα αὐτὴν τὴν Ὑπόκρισιν προσποιουμένην καὶ ἀφομοιοῦσαν ἑαυτὴν τῇ Φιλίᾳ· ἀλλ’ ὅμως ἀντὶ μὲν ἀληθινοῦ κάλλους τὸ πρόσωπον ὑπεγέγραπτο, ἀντὶ δὲ γαληνοῦ μειδιάματος ὕπουλον ἐσεσήρει· ἵνα δὲ φαίνοιτο ἐρασμία, ἐρᾶν αὐτὴ προσεποιεῖτο τῶν εἰσιόντων. οὐδενὸς δὲ αὐτομάτου προσερχομένου πόρρωθεν ἐκτρέχουσα ὑπέκυπτε καὶ ἀπήντα καὶ λιπαροῦσα ἀνῆγε.
282 b [5] παρῆν δὲ αὐτῇ καὶ γυναικῶν ὅμιλος οὐδὲν ταῖς προτέραις ὅμοιαι, Ἀπάτη καὶ Ἐπιβουλὴ καὶ Δόλος ἀγεννής· ἀντὶ δὲ Ἀληθείας Ἐπιορκία παρῆν, ἰταμὴ καὶ θρασεῖα καὶ ἄσπονδος, μάλιστα δὲ ἁπασῶν συμπράττουσα ἐκείνῃ καὶ συνεργοῦσα. ἰδὼν δὲ Ἡρακλῆς γυναῖκά τινα κατὰ τὰς εἰσόδους οἷον λοχῶσαν ἤρετο τὴν Φρόνησιν ἥτις εἴη. ‘Κολακεία, ἔφη, πρόδρομος Ὑποκρίσεως. δαίμων αὕτη, ὡς ὁρᾷς, ἐνεδρεύουσα τοὺς εἰσιόντας προσπλέκεται καὶ θαυμαστὰ δρᾷ γοητεύουσα, πείθουσα θαρσεῖν τε καὶ ἀνιέναι.
282 c [5] ‘ ‘τίς δὲ ἡ σκυθρωπὴ ἐκείνη καὶ σύννους, ἡ τοὺς ὀλίγους κατάγουσα κοπτομένους τε καὶ ἀνοιμώζοντας;‘ ‘Μετάνοια, ἔφη, βραδεῖα καὶ οὐ σφόδρα εὔκαιρος δαίμων. ὅμως δέ τινας οὐκ ἐᾷ πάμπαν ὑπὸ τῶν ἑρπετῶν ἀπομυζηθῆναι, ἀλλ’ ἀνίστησιν ἔτι πνέοντας καὶ οἴκαδε ἀποσῴζει.‘