eul_wid: rye-al

Προτρεπτικὸς Νικομηδεῦσιν εἰς φιλοσοφίαν
Exhortation to Nicomedians-Philosophy

Themistius the Philosopher Exhortation to Nicomedians Philosophy PDF

t 1 ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΝΙΚΟΜΗΔΕΥΣΙΝ ΕΙΣ ΦΙΛΟΣΟΦΙΑΝ Ἀλλὰ καὶ Προδίκου ποτὲ καὶ Γοργίου διατριβόντων Ἀθήνησι προσεῖχόν τινες οὐ φαύλως καὶ Σωκράτει τῷ Σωφρονίσκου.
300 d καίτοι Πρόδικος μὲν καὶ Γοργίας πολυτελεῖς τε ἐπεδείκνυντο καὶ γέμοντας ἡδονῆς λόγους, ὥστε καὶ μισθὸν εἰσεπράττοντο τοὺς ἀκροωμένους, Σωκράτης δὲ οὐδὲν ποικίλον οὐδὲ σοφόν, ἀλλὰ ἁπλᾶ τινα καὶ συνήθη καὶ ὅπως ἔτυχε διεξῄει, καὶ ἡδέως ἂν καὶ ἀργύριον ἔδωκεν, εἴ τις αὐτῷ προσέχειν ἐβούλετο.
301 a [5] μὴ οὖν δὴ καὶ ὑμεῖς ὑπερίδητε τοῦ ξενίζειν ἐπιχειροῦντος οὐ λίαν κεχαρισμένοις ξενίοις οὐδὲ γοητεύειν δυναμένοις τὰς ἀκοάς, οἵων θαμὰ ἀπολαύετε συλλεγόμενοι, καὶ τοὺς ἑστιάτορας ἀγαπᾶτε, ὅτι δεξιοὶ καὶ φιλάνθρωποι καὶ οὐ σμικρολόγοι ταῖς παρασκευαῖς, ἀλλὰ [Συρακουσίαν] τράπεζαν Σικελικὴν ἀεὶ προτιθέντες πολλὰς καὶ ποικίλας μηχανὰς ἡμῖν μηχανῶνται, καὶ οἱ μέν τινες ἐπιχώριον ᾄδοντες μέλος, οἱ δὲ Ἀσσύριον καὶ ἐκ Λιβάνου, κηλοῦσιν ὑμᾶς τῇ τε οἴκοθεν ἁρμονίᾳ καὶ τῇ θύραθεν.
301 b Εἰ μὲν δή τι καὶ παρ’ ἡμῶν τοιόνδε προσδοκῶντες συνεληλύθατε, ὥρα ὑμῖν ἀπιέναι μηδ’ ἐνοχλεῖσθαι μάτην· εἰ δὲ δή ποτε καὶ Λυκοῦργον ἑστιάτορα ὑπομεῖναι δυνήσεσθε, τάχα ἂν ὑμᾶς ἀποδεξαίμεθα οὐχ οὕτω μὲν πολυτελέσι ξενίοις, ὑγιεινοτέροις δὲ ἴσως, ἃ μὴ θαυμάσαι μόνον ἔστιν, ἀλλὰ καὶ ὄνασθαί τι θαυμάσαντας.
301 c [5] εἰσὶ γὰρ οἱ παρ’ ἡμῶν λόγοι Μνημοσύνης καὶ Διὸς ἔκγονοι, καθάπερ οἱ κομψοί τε ἐκεῖνοι καὶ φιλοπαίγμονες, πάμπολυ δὲ τῶν ἀδελφῶν διαφέρουσι· καὶ τὴν διαφοράν, εἰ βούλεσθε ἀκούειν, λέγειν ἂν ἔχοιμι. ἀλλ’ ὅπως μή με ἀδολέσχην καὶ περιττολόγον νομίσητε καὶ ἀποπλανώμενον εἰκῆ τῶν προκειμένων. καὶ γὰρ καὶ τοῦτο τοῖς ἡμετέροις μάλιστα πρόσεστι λόγοις. ἐλεύθεροι σφόδρα εἰσὶν ὁμοῦ καὶ αὐτόνομοι, καὶ ἔξεστιν αὐτοῖς ἐκ τοῦ πατρὸς μὴ μίαν τινὰ ὁδὸν βαδίζειν ἠναγκασμένην, ἀλλ’ ἐὰν αὐτοῖς ἑτέρα τῆς προκειμένης ἀρέσῃ, μεταβαίνουσιν εὐθέως καὶ οὐ πλανῶνται.
301 d [5] τὴν δ’ οὖν μάλιστα διαφορὰν ὧδε ῥᾳδίως ἂν μάθοιτε. Πάντα ὅσα ἐπίκηρα καὶ τῆς ἀσθενοῦς φύσεως μέτοχα, δυοῖν μάλιστα τούτων ἴσμεν δεόμενα, ἀναπαύλης τε τῶν συνεχῶν πόνων καὶ αὖ ἐπιμελείας, εἰς τὸ μὴ χείρω γενέσθαι.
302 a [5] καὶ ψυχὴν τοίνυν οὕτως οἰηθῶμεν τῶν μέν τινων ἀναπαυόντων λόγων, τῶν δέ τινων ἐπιμελουμένων προσδεῖσθαι. διὰ τοῦτο οἱ μὲν ὅταν παρέλθωσιν εἰς τὸ τῶν Μουσῶν θέατρον—ποιοῦσι δὲ τοῦτο συνεχῶς καὶ πολλάκις—προσμειδιῶσί τε ὑμᾶς καὶ περισαίνουσι καὶ περιχυθέντες ἀσπάζονται τὸν κορυφαῖον τῶν θεατῶν, οἱ δὲ τὰ μὲν πολλὰ οἰκουροῦσι καὶ ἰδίᾳ βούλονται τὰς ἐπιμελείας ποιεῖσθαι, ἢν δὲ πρὸς δῆμον αὐτοὺς ὁ θεὸς κινήσῃ, αὐστηρότεροί εἰσι καὶ οὐχ ἡδεῖς εὐθέως, καὶ τοσοῦτον ἀπέχουσι τοῦ θωπεύειν ὥστε καὶ πολλάκις ἐπιτιμῶσι τοῖς θεαταῖς, ὅταν τι πλημμελὲς αὐτοῖς συγγινώσκωσιν.
302 b [5] ἀλλ’ ἡμῖν γε, ἅτε πρὸς ἄνδρας φίλους ποιουμένοις τὸν λόγον καὶ τὰ πολλὰ ὑγιαίνοντας, τοὺς σοφωτέρους μιμητέον τῶν ἰατρῶν, οἳ τὰ πικρότερα τῶν φαρμάκων μέλιτι τὴν κύλικα περιχρίσαντες πίνειν διδόασι. τάχα δ’ ἂν καὶ ὑμεῖς ἑαυτοὺς πειθηνίους μᾶλλον παράσχοιτε μεθ’ ἡδονῆς θεραπεύοντι τῷ λόγῳ, καθάπερ ἡνιόχῳ δεξιῷ τὴν τέχνην, ἐξ ἡνίας ἄγειν ἐπιχειροῦντι τὸ ἅρμα, κέντρου δὲ φειδομένῳ καὶ μάστιγος.
302 c [10] τί ἂν οὖν λέγοντες ἅμα τε ὠφελοίημεν ὑμᾶς καὶ ἀρέσκοιμεν; πολλὴ γάρ μοι ἀνάγκη τὸν τοιόνδε τρόπον τῆς εἰς ὑμᾶς ὁμιλίας τιμᾶν. αἰτία δὲ τῆς ἀνάγκης ἥδε. Ἐμὲ θεῶν ὁ τῇδε τῇ πόλει προσθεῖναι βουληθεὶς καὶ τὸν ἔρωτά μοι τὸν καλὸν τοῦτον κινήσας οὔτε μένειν ἀσύμβολον ὑμῖν εἰκῆ συγχωρεῖ τὰ αὐτὰ πράττοντα καθάπερ τοὺς πολλοὺς ὑμῶν ἐραστάς, οὔτε μὴν πικροτέροις φαρμάκοις πρὸς τὴν βοήθειαν †ἕλκεσθαι,† μὴ λάθωμεν πρὸ τῆς θεραπείας δι’ ἀηδίαν ὑπὸ τῶν ἐρωμένων ἀποσεισθέντες.
302 d [5] καὶ γὰρ εἰ μὲν μόνος ὑμῶν ἑάλων ἐγώ, κἂν ὑπῆρχεν ἄν μοι μετ’ ἐξουσίας τοῖς παιδικοῖς ἐναβρύνεσθαι, προτίμησιν ἀντεραστοῦ μὴ δεδιότι· νῦν δέ (ὁρᾶτε γὰρ ἤδη καὶ ἑτέρους ὁμοίως κεκινημένους) καί μοι τὸ σφόδρα αὐτῶν ἐπιδέξιόν τε καὶ εὔχαρι οἰχήσεσθαι ἄγον ὑμᾶς δοκεῖ, ὥστε ἡμῶν δὴ τῶν σεμνοτέρων ὑπερορᾶν. διόπερ ἀναγκάζομαι πρὸς ὑμᾶς ἐξειπεῖν ἃ πάλαι κατέχειν ἐδόκουν ἐν ἐμαυτῷ. οὐκ ἔστι χαρίτων ἔρημος παντελῶς ἡ φιλοσοφίας αὐλή, οὐδὲ ἀποσκηνοῦσιν αἱ θεαὶ πόρρω που τῶν ἡμετέρων μουσείων, οὐδ’ ἂν στήσαιμέν ποτε ὑμῖν χορὸν ἀμοιροῦντα σώφρονος ἡδονῆς, ἀλλὰ τὴν Ἀφροδίτην ἀεὶ συμπλέκειν ταῖς Μούσαις προθυμησόμεθα· ἀδελφαὶ γὰρ ἀλλήλων καὶ τὴν κοινωνίαν ἀσπάζονται.
303 a Ὡς δ’ ἂν ὅτι καὶ οὐκ ἀδύνατος ἡμῖν ἡ ἁρμονία τῶν θεῶν τούτων εἰδείητε, ἐθέλω τι βραχὺ πρὸς ὑμᾶς τῶν τέως κεκρυμμένων ὁμολογῆσαι λόγων. διττὸν ἡμῖν ἐνοικεῖ γένος, ὦ φίλοι, διτταὶ δ’ αὐτῷ καταγωγαὶ καὶ διενείμαντο τὰ τῆς ψυχῆς οἰκητήρια.
303 b [5] τιθηνοῦνται δέ μοι τοὺς μὲν ῥητορική, τοὺς δὲ ἡ παγκάλη φιλοσοφία. εἰ δὲ ὑμῖν καὶ τὰς μητέρας τῶν λόγων εἰδέναι φίλον καὶ οἵα τις ἑκατέρα τὴν φύσιν γινώσκειν, ἀκούοιτε ἂν τῶν εἰκόνων. Φιλοσοφίᾳ μὲν δὴ καὶ σχῆμα σεμνὸν καὶ σῶμα εὐμέγεθες καὶ στολὴ πρέπουσα, ἐν οἵᾳ δὴ καὶ τὰς ἀρετὰς οἱ γραφεῖς τὰς φιλοσοφίᾳ συννόμους δεικνύντες γράφουσι, πλόκαμοί τε οὔτε ἄφετοι μεθίενται πλανᾶσθαι οὔτε ἐκ ποικιλίας κομμωτικῆς ἀναπλέκονται, ἀλλὰ μέσον τινὰ ἔχουσι κόσμον ἀταξίας τε καὶ τρυφῆς.
303 c [5] φιλοσοφία γὰρ τὸ κατὰ φύσιν κάλλος ἄφραστον ἔχουσα πᾶν ὅ τι περ ἐπείσακτον ἀτιμάζει καὶ οὐ προσίεται. οὐκοῦν οὐδὲ ὑπογράφει τὰ ὄμματα οὐδὲ τεχνητὸν ἔρευθος αὐτῇ τὰς παρειὰς χρώννυσιν, ἀλλὰ καὶ ἐπανθεῖ μὲν ἐρύθημα τῷ προσώπῳ σωφροσύνης πλῆρες, βλέμμα τε αἰδοῦς γέμει καὶ οἷον τὴν αἰδῶ καὶ τοῖς προσβλέψασιν ἐνδιδόναι. ἤδη γοῦν τισι καὶ θέα ψιλὴ τῷ θεωμένῳ ταύτην ἤρκεσεν εἰς κοσμιότητα τὸν βίον μεταρρυθμίσαι.
303 d [5] καὶ ὅ γε Πολέμων ὁ Ἀττικός, ὁ κώμοις καὶ αὐλοῖς καὶ μέθαις πολλὰ δὴ πρότερον ἐντρυφήσας, ὅτε τὴν Ξενοκράτους σύνοικον φιλοσοφίαν προσέβλεψεν, αὐλοὶ μὲν ἐκεῖνοι φροῦδοι καὶ κῶμοι καὶ ἔρως ὁ πάνδημος Πολέμωνος ἐκπεσόντες τῆς ψυχῆς ἠμελήθησαν, ὁ δὲ τὸ καθαρώτατον τῆς φιλοσοφίας ἀντιλαβὼν εἰς τοσοῦτον τῷ πόθῳ προὔκοψεν ὥστε καὶ τελεταῖς τοῦ θεοῦ τιμηθῆναι.
304 a [5] Ῥητορικὴ δέ—πάντως γάρ που καὶ ταύτης τὴν εἰκόνα ποθεῖτε—γενναία μέν τις καὶ αὕτη καὶ παγκάλη, ἀτὰρ οὐ τῇ φύσει μόνον ἀρκεῖται, πολλάκις δὲ θέλει καὶ τοῖς ἔξωθεν καλλωπίζεσθαι. καὶ αὐτῆς πολὺς μὲν καὶ ποικίλος κόσμος τὸ σῶμα σκέπει, ἀγάλλεται δὲ καὶ θεάτροις Ἑλληνικοῖς, καὶ παῖδας ἐκ νεαρᾶς ἡλικίας εἰς δημοσίας ὠθίζει παρόδους.
304 b [10] οἱ δὲ οὕτως εἰσὶ τῆς μητρὸς γνήσιοι καὶ χορείας ἐρῶντες ὥστε πολλάκις καὶ τοὺς ἀδελφοὺς συνεκφοιτᾶν εἰς τὰ συνήθη σφίσι θέατρα ἀναπείθουσι, πολλάκις δὲ τὰς μητέρας συμπείσαντες καὶ ἀναμιχθέντες ἀλλήλοις ἕνα χορὸν θαυμάσιόν τινα καὶ οἷον τῶν Μουσῶν ἐκεράσαντο. ἐὰν δὲ ἐθέλοιεν μὴ σὺν ἀλλήλοις χορεύειν, ζημιοῦνταί τε ὑπ’ ἀλλήλων καὶ ζημιοῦσιν ἀλλήλους τὰ ἴσα. καὶ ὁ μὲν τῶν φιλοσοφίας παίδων χορὸς σεμνότητος γέμων ἡδονῆς καὶ χάριτος ἀμοιρεῖ, ὁ δὲ ἀχαλίνωτος ὢν κοσμιότητι πολλάκις καὶ εἰς ἀταξίαν ἄμουσον ἐκβακχεύεται. κάλλιστος δὴ χορῶν ἐκεῖνος, ὅταν ἀλλήλοις ξυναφθέντες οἱ ἀδελφοὶ ἡδονὴν εἰς τὸν χορὸν καὶ κοσμιότητα μίξωσιν, ἃς δὴ καὶ ὑμῖν στήσειν συνεχῶς ἐπαγγέλλονται.
304 c [5] αἰτοῦσι δὲ ὑμᾶς ἀντὶ ταύτης τῆς προθυμίας οὔτε χρυσὸν οὔτε δόξαν (οὔτε γὰρ φιλόχρυσοί εἰσιν οὔτε φιλότιμοι), ἀλλὰ φιλίαν ἀληθινὴν καὶ ἴσον ἔρωτα. νῦν γὰρ ἔτι μοι ἀπειθοῦσι καὶ οὐκ οἴονται παρ’ ὑμῶν κατὰ τὸ ὅμοιον ἂν ἀντερᾶσθαι, ἀλλά με εἰπεῖν λόγον τινὰ κελεύουσιν, ὃν ἐγὼ λέξω μάλα ἀρχαῖον ὄντα καὶ σπουδῆς ἄξιον.
304 d [5] φιλόμυθόν τε γάρ πως γένος ἀεὶ τὸ ἡμέτερον, ἀδολεσχεῖν τε τὰ πολλὰ δοκοῦσι κἀκρατῶς καὶ ἀκορέστως ἔχοντες τῶν παλαιῶν λόγων. Ὅτε τὸν Ἔρωτα ἡ Ἀφροδίτη ἐγέννησε, τὰ μὲν ἄλλα καλός τε ἦν ὁ παῖς καὶ τῇ γεννησάσῃ προσήκων, ἀτὰρ οὐκ ηὔξετό γε εἰς μέγεθος τῷ κάλλει πρέπον, οὐδὲ ἐπεδίδου τὸ σῶμα, ἀλλ’ ἔμενε πλεῖστον χρόνον οἷος ἐτέχθη.
305 a [5] ἠπορεῖτο γοῦν πρὸς τὸ πρᾶγμα ἥ τε μήτηρ καὶ αἱ τροφοὶ τοῦ βρέφους αἱ Χάριτες, καὶ φοιτῶσαι παρὰ τὴν Θέμιν—οὔπω γὰρ εἶχε Δελφοὺς ὁ Ἀπόλλων—ἐδέοντο λύσιν τινὰ ἐξευρεῖν τῆς ἀτόπου καὶ θαυμαστῆς συμφορᾶς. εἶπεν οὖν ἡ Θέμις· ‘ἀλλ’ ἐγὼ παύσω ὑμᾶς ἀπορουμένας· νῦν γὰρ οὔπω ἴστε τὴν φύσιν τοῦ βρέφους. ὁ Ἔρως ὁ σὸς ὁ ἀληθινός, ὦ Ἀφροδίτη, τεχθείη μὲν ἂν ἴσως καὶ μόνος, αὐξηθείη δ’ ἂν οὐδαμοῦ μόνος, ἀλλά σοι δεῖ καὶ Ἀντέρωτος, εἰ βούλει αὐξηθῆναι τὸν Ἔρωτα.
305 b [5] ἔσται δὲ αὕτη φύσις τοῖσδε τοῖς ἀδελφοῖς· ἀλλήλοις αἴτιοι τῆς αὔξης ἄμφω γενήσονται. ὁρῶντες μὲν γὰρ ἀλλήλους ἴσα βλαστήσουσι, θατέρου δὲ ἀπολειφθέντος μειώσονται.‘ οὕτω δὴ κύει τὸν Ἀντέρωτα ἡ Ἀφροδίτη, καὶ ἀνέδραμέ τε παραχρῆμα ὁ Ἔρως καὶ τὰ πτερὰ ἔφυσε καὶ ὑψηλὸς ἦν. ἅτε δὴ ἐν τοιαύτῃ τύχῃ καθεστηκὼς ἄτοπα ὑπομένει πολλάκις πάθη καὶ τοτὲ μὲν θάλλει, τοτὲ δὲ φθίνει, πάλιν δὲ αὔξεται. δεῖται δὲ ἀεὶ τἀδελφοῦ συνόντος, καὶ μέγαν μὲν ἐκεῖνον ὁρῶν μείζων φαίνεσθαι φιλονεικεῖ, σμικρὸν δὲ καὶ ὀλίγον φωράσας πολλάκις οὐδὲ ἐθέλων ἀπομαραίνεται.
305 c [5] οἴεσθε οὖν τι με ἴσως σεμνὸν εἰρηκέναι· ἐγὼ δὲ τὸν θεὸν ἐδεξάμην τε καὶ ἐνίδρυσα τῇ ψυχῇ, καὶ αὐτὸν οὐκ ἐθέλω ψεύσασθαι τῆς ὑποσχέσεως. ὑπεσχόμην δὲ εἰσοικιζομένῳ τὸ πρῶτον αὐτίκα οἱ καὶ τὸν ἀδελφὸν συμπαρέσεσθαι τοῖς παιδικοῖς ἐνοικήσοντα. Ἢ τίνι με ἄλλῳ δοκεῖτε πρὸς τὸν πόθον ὑμῶν ὑπάγεσθαι; πότερον τῇ παραδόξῳ ταύτῃ καὶ μακρᾷ θαλάττῃ; ἀλλ’ οὐδὲν ἐμοὶ μᾶλλον προσήκει θαλαττουργίας ἢ τοῖς Ἀρκαδικοῖς στρατιώταις.
305 d [5] ἢ τοῦ ποταμοῦ τοῦ Φρυγὸς τῇ φιλανθρωπίᾳ; ἀλλὰ καὶ τὸν Νεῖλον ἐγὼ ἄγαμαι τὸν Αἰγύπτιον, οὐχ ὅτι ληίων πατήρ, ἀλλ’ ὅτι ῥεῖ διὰ τῶν σοφῶν Αἰγυπτίων. ἢ τῷ μεγέθει τῆς προσοίκου λίμνης; διὰ τί οὖν οὐκ ἐπόθησα τὴν Μαιῶτιν λίμνην τὴν τῶν ἑξακισχιλίων σταδίων; μεγάλα μὲν γὰρ καὶ ταῦτα τῶν ὑμετέρων, καὶ προσθήσει γέ τις ἕτερα πλείονα τῶν τὰ τοιαῦτα τιμώντων, ἢ λουτρῶν τε ἀμήχανα κάλλη καὶ θεάτρων καὶ ἱπποδρόμων.
306 a [5] ἀτὰρ ὑμῖν γε, ὦ φίλοι (οὐδὲν γὰρ ὑμᾶς δέομαι ἀποκρύπτεσθαι), ἄλλο τί ἐστι τὸ κινῆσαν τὸν ἔρωτα· ἐπεὶ πρός γε τὰ τοιαῦτα μεγαλοψυχία τις οὐκ ἀγεννὴς καὶ πάτριος ἡμῖν ὑπάρχει, καὶ οὔτε ἂν ἄνδρα ποτὲ ἀγαπήσαιμεν ὅτῳ τὰ μὲν τῆς ψυχῆς ἀγαθὰ μὴ σφόδρα παρείη, τὰ δὲ ἔξωθεν περικέοιτο πολλὰ καὶ ποικίλα, καθάπερ τῷ κολοιῷ περιτίθησιν ὁ μῦθος τὰ πτίλα, ἐν τῷ ἀγῶνι τοῦ κάλλους ἀλλότριον αὑτῷ περιεργαζομένῳ κόσμον χήτει ἰδίου καὶ συγγενοῦς, οὐδ’ ἂν οἴκησιν μὲν οἰκοίη τοῦ Σπαρτιάτου βασιλέως ἀμείνονα, ἀμφιέννοιτο δὲ λεπτότερα τῶν ἀραχνίων —οἷα τὰ Ἡφαίστου δεσμά φησιν Ὅμηρος, ἃ οὐχ ὁρώμενα ὅμως δέει τοὺς ἀκολάστους ἰσχυροῖς τισι καὶ ἀρρήκτοις δεσμοῖς—καὶ τὸν ἄλλον δὲ πολὺν ἀμπέχοιτο κόσμον καὶ τοιαύτην ἔχοι μορφὴν οἵαν ἐγώ ποτε εἶδον Περσικὴν γραφὴν τῶν Περσικῶν τινος βασιλέων.
306 c [5] νεανίσκος ἐστὶν ὡραῖος ἐπικαθήμενος θρόνῳ βασιλικῷ, τιάραν ἔχων ἐξ ὑακίνθου τε καὶ σμαράγδου καὶ στρεπτὸν τοιοῦτον πλατὺν καὶ χλαῖναν ἁλουργῆ τε καὶ χρυσόπαστον ἠμφιεσμένος. ὅμως κἂν ταύτης τις τῆς εἰκόνος αὐτὸν ποικίλλῃ πολυτελέστερον, οὐ πάνυ τιμιώτερον αὐτὸν τῆς γραφῆς ἡγησόμεθα. καίτοι τί ἂν γένοιτο ἀηδέστερον ἢ ὡς μετέχειν δοκοῦντα ψυχῆς τοῖς τῶν ζωγράφων ἔργοις προσεοικέναι; ἃ βούλεται μὲν καὶ πᾶσιν ἀνοίγειν θέλει τὸν ὀφθαλμόν, ὡς ζῶντα καὶ νοῦν ἔχοντα, ἂν δὲ μαθεῖν καὶ ἀνερέσθαι μετὰ πολλῆς σπουδάσῃς σεμνότητος, ἡσυχάζει.
306 d [5] Οὔτ’ οὖν ἄνδρα τὸν τοιόνδε διὰ σπουδῆς ἂν ἔχοιμέν ποτε οὔτε πόλιν ἐν ᾗ μὴ τίμια τὰ Μουσῶν τε καὶ Ἑρμοῦ καὶ Ἀπόλλωνος τεμένη, θέατρα δὲ καὶ βαλανεῖα καὶ οἱ τῶν ἀθλίων ἱππαρίων δρόμοι, οὔτ’ ἂν ὑμᾶς ποτε ἠσπασάμεθα, εἰ μή τι καὶ ἀρετῆς μεταποιουμένους ἔγνωμεν, οὔτ’ εἰ πολλὰ σεμνότερα ὁ κόλπος ἅμα καὶ καθαρώτερα οὔτε εἰ ὁ Σάγγαρις ἀντὶ σίτου χρυσοῦ ψῆγμα κατῆγεν.
307 a [5] ἀρετὴ γὰρ κατὰ Σωκράτην ἐστὶ μὲν ἀνδρὸς ἑνός, ἐστὶ δὲ καὶ πόλεως. ὥσπερ οὖν ἄνθρωπον εἶναι σπουδαῖον λέγομεν οὐ τὸν πολλοὺς μὲν ἀγρούς, πολλὰς δὲ οἰκίας πεπαμένον, πολλὰ δὲ ἱμάτια καὶ ὑποδήματα, καὶ δειπνοῦντα ἐκ πολυτελοῦς τραπέζης καὶ πίνοντα ἀπὸ χρυσῶν ἐκπωμάτων, ἀλλ’ ὅτι νοῦν ἔχει πολὺν καὶ παιδείας ἐπιμελεῖται, τὸν αὐτὸν δὴ τρόπον καὶ πόλιν οὐκ ἐν ᾗ πολλὰ μὲν ὤνια τρυφώσης ἀγορᾶς, πολὺς δὲ μεθυόντων ὄχλος, πολὺ δὲ ἀργύριον καὶ χρυσίον ἐπὶ τῶν τραπεζῶν εἰκῆ κείμενον, θεάτρων τε ἄκλειστοι πύλαι καὶ ἵππων συνεχὴς ἅμιλλα τῶν ἀπολέμων, μᾶλλον δὲ πολεμοποιῶν ἀληθέστερον.
307 b [10] οὐ γὰρ ἔνεστι τὴν τοιαύτην μὴ καὶ ὕπουλον εἶναι καὶ νοσεῖν τὸ ἔντοσθεν, ἀλλ’ ἐνίοτε μὲν αὐτῆς λανθάνει τὰ ὑποιδαίνοντα καὶ σφόδρα ἂν εὐδαίμων δόξειε τοῖς τὰ φαινόμενα θεωμένοις, ἐνίοτε δὲ ἐκλάμψαντα καὶ ἐκραγέντα δίδωσιν αὐτῇ τὸ τοῦ Σοφοκλέους ἀκούειν οἰκείως, πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
307 c [5] Ἀλλὰ Φωκυλίδης τά τε ἄλλα ἀληθῆ λέγει καὶ ὅτι σμικρὰ πόλις μετὰ φρονήσεως ἐπὶ σκοπέλου κατοικοῦσα κρείττων Νίνου ἀφραινούσης. ἐγὼ δὲ ἐθέλω μὲν καὶ τὴν γῆν ὑμῶν καρπὸν ἀμείνονα τῶν ἄλλων ἐκτρέφειν, περὶ πλείονος μέντοι ποιοῦμαι τὰς ψυχὰς ὑμῶν παιδείαν βλαστάνειν, ἣν ξυλλέγουσι μὲν ἐκ τῶν Ἀπόλλωνος λειμώνων αἱ Μοῦσαι, ψυχαῖς δὲ ἐρωτικαῖς καὶ φιλοκάλοις ἐννεοττεύουσί τε καὶ ἐνεργάζονται.
307 d [5] αἳ δ’ ἂν τὸ σμῆνος αὐτῶν εὐμενῶς ὑποδέξωνται, πτεροφυοῦσί τε εὐθὺς καὶ τὰ ἐν ποσὶν ἀτιμάσασαι περιπολοῦσι τὸν οὐρανόν. καὶ αὗταί εἰσιν ἃς Εὐριπίδης ὁ σοφὸς οὔτε πολιτῶν, φησίν, ἐπὶ πημοσύνας οὔτ’ εἰς ἀδίκους πρήξιας ὁρμᾶν, ἀλλ’ ἀθανάτου καθορᾶν φύσιος κόσμον ἀγήρω.
308 a [5] τῷ γὰρ ὄντι παιδείας ἀληθινῆς μείλιχον καὶ γαληνὸν καὶ πρᾶον τὸ ὄμμα, οἷον ἐν ζάλῃ κονιορτοῦ καὶ πνεύματος ἀποσκεπομένης τινὶ καρτερῷ τειχίῳ, μᾶλλον δὲ αὐτῆς ἀποσκεπούσης τοὺς ἑαυτῆς θιασώτας καὶ φραγνυμένης ἕρκει παντὸς ἀδάμαντος ἀρρηκτοτέρῳ, ὃ μήτε ὕβρεως ἰσχυρὰ προσβολὴ μήτε ἡδονῆς δολερὰ μηχανήματα εὐπετῶς σαλεύσειεν ἄν· στέγειν δὲ δύναται καὶ τύχης φορὰς ἀσταθμήτους.
308 b [5] μόνον γὰρ τοῦτο τῶν τειχίων ἀτεχνῶς Ἀπόλλωνος ἔργον, ἐκεῖνο δὲ οὐκ ἦν, οἶμαι, τὸ Τρωϊκόν. οὐ γὰρ ἂν ἥλω ῥᾳδίως ἐκ μιᾶς ἀπάτης. Μὴ λεγέτω οὖν ἡμῖν Ὅμηρος ὅτι Λαομέδοντι θητεύοντες Ἀπόλλων καὶ Ποσειδῶν τὴν Ἴλιον ἐπυργώσαντο, μηδ’ ὅτι διὰ πυρὸς ἐξειργάσθη καὶ ὕδατος, καταψευδέσθω δουλείαν ἔμμισθον τῶν θεῶν· τὰ παιδία γὰρ αὐτῷ προσέξει τε καὶ πεισθήσεται καὶ συνήσει κομψευομένῳ ποιητικῶς· ἀλλ’ ἐκεῖνα αὐτοῦ μᾶλλον ἀποδεχώμεθα, ἐν οἷς πεποίηκε τὸν βασιλέα τῶν Ἀχαιῶν αἰτοῦντά οἱ παρὰ τῶν θεῶν δέκα γενέσθαι οὐ πολεμιστὰς οἷος ὁ Ἀχιλλεύς, ἀλλὰ συμβούλους οἷος ὁ Νέστωρ ὁ πάνυ πρεσβύτης καὶ πρὸς τὰς μάχας ἀχρεῖος, ὃν οὕτω φησὶ τῷ γήρᾳ βαρύνεσθαι ὥστε καὶ σειραῖον ἱμάντα μόλις διατεμεῖν.
308 c [5] φρόνησιν γάρ, οἶμαι, ῥώμης τιμιωτέραν ἡγεῖται καὶ τὸ πεπαιδεῦσθαι καλῶς τοῦ γεγενῆσθαι. οὕτω δὲ αὐτῷ ὁ μὲν Νέστωρ ἅπαντα καὶ λέγει καὶ πράττει τῆς εὐχῆς ἐπαξίως· ὁ δὲ γενναῖος Ἀχιλλεύς, ὁ τὴν μελίαν ἐκείνην πάλλων καὶ τοῖς ἀθανάτοις ἵπποις ὀχούμενος καὶ τὰς τρεῖς καὶ εἴκοσιν ἐκπορθήσας πόλεις, ὅμως, ἐπειδὴ παιδείας ἐνδεῶς εἶχεν ἔτι, οὐδὲν πάνυ προσεῖχε τῷ Φοίνικι, ἀλλὰ κλάει μὲν δι’ αἰχμάλωτον κόρην, κυλινδεῖται δὲ χαμαὶ δι’ ἑταίρου θάνατον ἀναγκαῖον, καὶ αὐτοῦ κατέχουσιν ἕτεροι πρὸς βίαν τὰς χεῖρας ὥσπερ μεμηνότος· νεκρὸν δὲ ἀπολύει χρυσίου καὶ μισθοῦ διαλλάττεται καὶ ἄλλα πλείω πεποίηται πλημμελῶν, ἐνδεικνυμένου τοῦ ποιητοῦ ὡς οὔτε γονέων ἐπιφάνεια οὔτε σώματος ῥώμη οὔτε ποδῶν ὠκύτης οὔτε κάλλους ὑπερβολὴ ὄφελος μέγα τῷ κεκτημένῳ δίχα φρονήσεως, ἀλλὰ τὰ λαμπρὰ ταῦτα καὶ σεμνὰ παιδείας μὲν κατακοσμούσης οὐ πάντη ἂν ἄτιμα δόξειεν, ἄνευ δὲ ταύτης ἐπιφανεστέραν ποιεῖ τὴν μοχθηρίαν.
309 a [5] Οὔκουν οὐδὲ διὰ τῆς ἑτέρας ποιήσεως καὶ θατέρου τοῖν φιλοσόφοιν οὕτω τεταγμένου καὶ καρτερῶς ἀμυνομένου τὴν τύχην ἄλλο τι ἐμοὶ δοκεῖ λέγειν ὁ ποιητὴς ἢ ὅτι φρόνησις καὶ ἡ ξύμπασα ἀρετὴ ἄμαχός τέ ἐστι πρὸς ἅπαντα καὶ ἀήττητος, καὶ ὁ ταύτην ἰσχυρῶς περιβεβλημένος βαδίζει, φησίν, οὐκ ἀγεννὲς οὐδὲ κάτω βλέπων, ἀλλ’ ὡς ἐκεῖνος ἐβάδιζε πρὸς τὴν Ναυσικάαν, ἡνίκα γυμνὸς καὶ μόνος διαφυγὼν τὸ κλυδώνιον, ὅμως, ἐπειδήπερ ἀρετὴν ἀντὶ ἱματίων ἠμφίεστο, ἀπῄει πρὸς τὴν θυγατέρα τοῦ βασιλέως, οὐ πτωχῷ, φησίν, ἐναλίγκιος οὐδὲ ἱκέτου ἐν σχήματι κατεπτηχότος, ἀλλά τινα ἐξεῦρεν εἰκόνα, οἷα τῆς ἀρετῆς εἰκονογράφος· ἤϊεν ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς.
309 c [5] ἡ δὲ ἀλκὴ ἦν ἄρα ὁ λόγος, ὃν ἀφελέσθαι μόνον τὸ δαιμόνιον οὐκ ἐξίσχυσε, καίτοι τὰ χρήματα ἀφελόμενον καὶ τὰς ναῦς καὶ τοὺς στρατιώτας καὶ νὴ Δία γε τὸν χιτῶνα τὸ τελευταῖον, ἐν οἷς οὐκ ἦν ἡ δύναμις ἡ Ὀδυσσέως. τῇ γοῦν ἀλκῇ ἐπεποίθει ἐκείνων ἀπολωλότων.