eul_wid: rye-bb

Ὑπατικὸς εἰς τὸν αὐτοκράτορα Ἰοβιανόν
Consular to Emperor Jovian

Themistius the Philosopher Consular to Emperor Jovian PDF

t 1 ΥΠΑΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΙΟΒΙΑΝΟΝ Βασιλεῦ, τὸ μὲν ἐπαινεῖν σὲ ἐφέντα τῇ προθυμίᾳ καὶ τὴν παροῦσαν ἑορτὴν σχῆμα τοῦ λόγου προστήσασθαι ἄλλοις παρίημι, οἷς ἐν μελέτῃ τὸ θεραπεύειν ἀεὶ τοὺς κρατοῦντάς ἐστιν ἀνεξετάστως· ἐγὼ δὲ παρελήλυθα σήμερον συντελέσων τῇ πανηγύρει, οὐκ ἄχρι κενῆς φιλοτιμίας, ἀλλ’ ὃ τῷ κόσμῳ καὶ χρείαν τινὰ συνεισοίσεται.
63 b [5] νόμος γὰρ οὗτος φιλοσοφίας μηδ’ ὁτιοῦν ἐργάζεσθαι πρὸς μόνην ψυχαγωγίαν, ἁπανταχοῦ δὲ τῷ κεχαρισμένῳ τὸ συμφέρον καταμιγνύναι, ὥσπερ οἱ τῶν ἰατρῶν ἠπιώτεροι τὰ φάρμακα πρὸς τὴν αἴσθησιν ἐπικρύπτονται τοῖς ἡδύσμασιν.
63 c [5] ἔστι δέ σοι καὶ τῆς ἐκ τοῦ πλούτου πομπείας ἡ μὲν πρὸς ἐπίδειξιν μόνον, ἡ δὲ ἅμα τε ἐκπλήττει καὶ τὴν χρείαν οὐ παρεόρακεν. Ἐμοὶ δέ, ὦ βασιλεῦ, καὶ μᾶλλον ἔτι φροντιστέον ἐστὶ καὶ μὴ λίαν ἐνδεὲς ἀντεισενεγκεῖν σοι τὸ χαριστήριον, ὅτι φιλοσοφίαν οὐ πάνυ παρὰ τοῖς πολλοῖς εὐπραγοῦσαν κατὰ τὸν παρόντα χρόνον ἐπανάγεις αὖθις εἰς τὰ βασίλεια, καὶ παρίσταται σὺν εὐδοκιμωτέρῳ τῷ σχήματι, καὶ ποιεῖς οὐχ ἧττον ἔντιμον τὴν τῶν λόγων ἡγεμονίαν τῆς τῶν στρατοπέδων ἀρχῆς.
63 d [5] οὕτω καὶ οἱ πατέρες τῆς σῆς βασιλείας τοὺς προγόνους ταύτης τῆς τέχνης προῆγον, τὸν Ἄρειον ἐκεῖνον ὁ Σεβαστός, ὁ Τιβέριος τὸν Θρασύλον, Τραϊανὸς ὁ μέγας Δίωνα τὸν χρυσοῦν τὴν γλῶτταν, τὸν Ἐπίκτητον τὼ δύο Ἀντωνίνω, ἐῶ τοὺς ἄλλους, ἀλλ’ ὅ γε πάλαι τὴν ἐπωνυμίαν λαβὼν ἐκ ταὐτοῦ σοι θεοῦ τὸν ἀρχηγέτην τῆς ἐμῆς οἰκίας. τούτοις κατ’ ἴχνος ἀκολουθεῖς, ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς συμπαραλαμβάνων φιλοσοφίαν.
64 a [5] τιμωμένη δὲ φιλοσοφία εἰς τοὐμφανὲς ἀντιδίδωσιν εἰς τοὐμφανὲς καὶ αὐτὴ τὰ χαριστήρια, λόγους ἱκανοὺς παραπέμψαι τὰ ἔργα τῷ χρόνῳ καὶ προσθεῖναι μνήμην τοῖς ἐφημέροις αἰώνιον καὶ συμβουλὴν ἐν καιρῷ καὶ παρρησίαν. ταῦτα γὰρ ἴδια φιλοσοφίας καὶ ἔργα καὶ δῶρα, καὶ ἐπὶ τούτοις ἐξ ἀρχῆς καὶ παρακέκληται ὑπὸ βασιλείας καὶ ἀχρεῖος οὐκ ἐνομίσθη, οὐχ ἵνα τὸ Σιλανίωνος ἔργον μεταχειρίζηται, ἐφ’ ᾧ πάλαι μισθοῦ τοῖς Ἕλλησι διηκονοῦντο ἄνθρωποι βάναυσοι καὶ δημόσιοι.
64 b [5] Ἀλλὰ βούλει γνῶναι τὴν παρὰ φιλοσοφίας συντέλειαν; νόμον ἔμψυχον εἶναί φησι τὸν βασιλέα, νόμον θεῖον ἄνωθεν ἥκοντα ἐν χρόνῳ τοῦ δι’ αἰῶνος χρηστοῦ, ἀπορροὴν ἐκείνης τῆς φύσεως, πρόνοιαν ἐγγυτέρω τῆς γῆς, ἁπανταχοῦ πρὸς ἐκεῖνον ὁρῶντα, πανταχοῦ πρὸς τὴν μίμησιν τεταμένον, ἀτεχνῶς διογενῆ καὶ διοτρεφῆ, καθάπερ Ὅμηρος λέγει, κοινωνοῦντα τῷ θεῷ καὶ τῶν λοιπῶν ἐπικλήσεων, ξένιον, ἱκέσιον, φίλιον, ἐπικάρπιον, ἐάων δοτῆρα, δικαιοσύνης χορηγόν, ῥᾳστώνης ταμίαν, πρύτανιν εὐδαιμονίας.
64 c [5] ταύτας εἰσφέρουσι τὰς εἰσφορὰς φιλόσοφοι βασιλεῦσιν οἱ μὴ ψευδώνυμοι, τοὺς φαλακροὺς δὲ καὶ τοὺς χαλκέας τοὺς ἐπιθεμένους τῇ δεσποίνῃ ὀρφανευθείσῃ οὐκ ἐποίει Πλάτων δημιουργοὺς ἀνθρωπίνης μακαριότητος. Ὅπερ οὖν λέγω, τὸ μὲν ἀντεισενεγκεῖν σοί, βασιλεῦ, τῆς εἰς φιλοσοφίαν εὐνοίας τὰ πρέποντα ἀναθήματα πλείονος καὶ φροντίδος καὶ χρόνου, τὰ νῦν δέ, ὁπόσα δυνατὸν καὶ σπουδάσαι πανηγυρίζοντας ἄμφω σοι συμπροθυμώμεθα.
64 d τὸ μὲν τοίνυν ἥδυσμα τοῦ λόγου καὶ ἡ πανήγυρις μακαρίαν ἀποφῆναι τὴν ἐπωνυμίαν τοῦ ἔτους, ἣ τὴν ξυνωρίδα ἐπέγραψε τὴν εὐδαίμονα πατρός τε ἅμα καὶ υἱέως τῆς πατρῴας ἁλουργίδος ἡλικιώτου, καὶ δεῖξαι τὴν παροῦσαν τιμὴν ταύτην σεμνοτέραν ὑφ’ ὑμῶν γενομένην ἢ συντελοῦσαν ὑμῖν εἰς σεμνότητα.
65 a [10] ποιεῖται γὰρ αὐτὴν βασιλείας ὁ μὲν ἆθλον, ὁ δὲ προοίμιον, κοινὸν δὲ ὑμῖν καὶ τὸ ἄθρουν τῆς ἐπὶ τὰ ἀμείνω προόδου. ἄμφω γὰρ οὐδὲν προελπίσαντες, σὺ μὲν αὐτοκράτωρ ἐξ ἰδιώτου, ὁδὶ δὲ ὕπατος, ἐφ’ ἕτερον τῆς ὁρμῆς γεγενημένης. ὃ καὶ ἄν τις μάλιστα ἀγασθείη τῆς σῆς προμηθείας, ὅτι καὶ τῷ κατ’ ἀνάγκην ἐκβάντι δυσκόλῳ πρὸς σεμνότητα ἀπεχρήσω. Μέχρι δὴ τούτου κοινῇ προσειπὼν ὑμᾶς ὁ λόγος τὸ ἐντεῦθεν ἤδη πρὸς σὲ βαδιεῖται· συγχωρήσει δέ σοι πλεονεκτεῖν ὁ νεανίας ὧν οὐχ ἧττον καὶ αὐτὸς μεταλήψεται.
65 b [5] μικρὸν δὲ ἄνωθεν ἀναληπτέον, ὅτι σοι πατρῴας μὲν ἀρετῆς ἕνεκεν ὠφλισκάνετο καὶ πρὶν ἡ βασιλεία, τελευτήσαντος δὲ τοῦ πρεσβυτέρου τῶν προαρξάντων ἀπολαβεῖν μελλήσας τὸ χρέος, ἵνα μὴ δοκοίης ἐπιτίθεσθαι τῷ λειπομένῳ τῆς Κωνσταντίνου διαδοχῆς, εἰς τὸν παρόντα καιρὸν ἐφυλάχθης, ὥστε κομίσασθαι τὸ πατρῷον ὄφλημα, μηδενὸς ἀδικουμένου. Ἀλεξάνδρου μὲν γὰρ μεταλλάξαντος ἐν Βαβυλῶνι Μακεδόνες οὐχ εὗρον τὸν κληρονόμον, ἀλλὰ Πτολεμαίου τοῦ Λάγου προὐτίμησαν τὸν ἀνόητον Ἀριδαῖον, ὥσπερ χρήματα διαλύοντες ὑπὲρ ἀδελφοῦ τεθνηκότος τῷ περιόντι, ἀλλ’ οὐ βασιλείαν διδόντες, ἧς μόνος διάδοχός ἐστιν ὁ σῴζειν αὐτὴν ἐπιστάμενος.
65 c [5] οἱ δὲ ἡμέτεροι ψηφηφόροι καὶ στρατιῶται τῆς τοῦ σώματος ἀγχιστείας τὴν τῆς ψυχῆς προεξήτασαν, καὶ ἀπέφηναν κληρονόμον τῆς ἁλουργίδος τὸν κληρονόμον τῆς ἀρετῆς, καὶ ταῦτα οὐκ ἐν σχολῇ, οὐκ ἐν εἰρήνῃ, οὐδὲ ἐνδιδόντος τοῦ καιροῦ θεραπείας καὶ προσαγγελίας καὶ δεκασμούς, ἀλλ’ ὡς ἐν ἀκμῇ τῆς Ἐνυοῦς ἐν τοῖς ξίφεσιν, ἐν τοῖς δόρασι φέροντες τὰς ψήφους, ἀπαράκλητον γνώμην, ἀκατασκεύαστον χειροτονίαν, ἣν ὁ καιρὸς ἐψηφίζετο, πρὸς ἣν ἡ χρεία ἐχειραγώγει.
65 d καὶ τό γε ἔτι θαυμασιώτερον, ἐν ἐκκλησίᾳ ὑπερορίῳ, ἔξω τῆς Ῥωμαίων γῆς, ὑπὲρ τῆς Ῥωμαίων ἀρχῆς. Καὶ σοὶ μόνῳ περίεστι τῷ κεκτῆσθαι τὴν βασιλείαν ἢ κριτὰς ἢ μάρτυρας παραστήσασθαι πάντας ἀνθρώπους, κριτὰς μὲν τοὺς φίλους, μάρτυρας δὲ τοὺς πολεμίους.
66 a [5] ὅτι γὰρ οὐχ ἧττόν σε Πέρσαι ἐχειροτόνουν Ῥωμαίων, ἔδειξαν τὰ ὅπλα ῥίψαντες, ἐπειδὴ τῆς ἀναρρήσεως ᾔσθοντο, καὶ τοὺς αὐτοὺς πρὸ τοῦ μὲν θαρροῦντες, ὀλίγῳ δὲ ὕστερον εὐλαβούμενοι. οὕτω φασὶ καὶ τὸν Θηβαῖον Ἐπαμινώνδαν στρατεύεσθαι μὲν ἐν τοῖς ἄλλοις ὁπλίταις ἑτέρων βοιωταρχούντων, πιεζομένης δὲ τῆς φάλαγγος ὑπὸ Θετταλῶν ἐκ μέσης τῆς παρατάξεως βοιωτάρχην ἀναδειχθῆναι, καὶ οἴχεσθαι φυγῇ παραχρῆμα τοὺς πολεμίους, δείσαντας στρατηγόν, ὃν στρατιώτην οὐκ ἐδεδοίκεσαν.
66 b [5] σὲ δὲ οὐ Θηβαῖοι καὶ Θετταλοὶ οἱ μὲν ἑκόντες ἐχειροτόνησαν, οἱ δὲ ἄκοντες ἐπεψήφισαν, ἀλλὰ συνελθοῦσα ἥ τε ἑσπέρα καὶ ἡ ἑῴα, ὥσπερ εἰκὸς ἦν τὸν μέλλοντα ἁπάσης ἄρξειν τῆς γῆς μηδ’ ὁτιοῦν αὐτῆς μόριον σχεῖν ἄμοιρον τῆς ψήφου. καὶ ἐξεστράτευσας μὲν αἰχμοφόρος, ἐπανήκεις δὲ αὐτοκράτωρ, οὐχ ἵππου χρεμετίσαντος, ὥσπερ Δαρεῖος, οὐδὲ κυνῇ σπείσας, ὥσπερ Ψαμμήτιχος, οὐδὲ γυναικός σε δυσζήλου προβαλλομένης εἰς τὴν ἀρχήν, ἀλλὰ τῶν δυσμενεστάτων γενῶν τὰ αὐτὰ κρινόντων καὶ τὰ αὐτὰ γινωσκόντων, Οἱ μὲν ἐμαρνάσθην ἔριδος περὶ θυμοβόροιο, οἱ δ’ αὖτ’ ἐν φιλότητι διέτμαγεν ἀρθμηθέντες, οὐ ζωστῆρα ξίφους ἀνταλλαξάμενοι, ἀλλὰ ταύτην τὴν γῆν ἀναμίξαντες, καὶ τὴν ὑπόθεσιν τοῦ πολέμου συμμαχίας ἀφορμὴν ποιησάμενοι.
66 d [5] Δεξάμενος δὲ ὑπὸ ἀνάγκης ὁλόκληρον εὐθὺς τὴν ἀρχὴν ἀναίμακτον ἐτήρησας μᾶλλον τῶν ἐκ γένους παραλαβόντων. αἴτιον δέ, ὅτι μήτε δύσνουν τινὰ ὑπειλήφεις μήτε ἐδεδίεις ὡς ἀξιώτερον, καὶ δυεῖν ἀποφάσεων Πλάτωνος σὺ τὴν ἑτέραν ἐβεβαιώσω, τότε ἀστασιάστους ἔσεσθαι τὰς ἀρχάς, ὅταν ἄρχωσιν οἱ πρέποντες μὲν τῷ ἄρχειν, ἥκιστα δὲ προθυμούμενοι. μεταστὰς γὰρ ἐκ τάξεως οὐ λίαν πρώτης εἰς τὴν ἁπασῶν ὑψηλοτάτην οὔτε ἐξελάθου τῶν ὁμοτίμων οὔτε ἐβάσκηνας τοῖς τηνικαῦτα προτεταγμένοις οὔτε ὑπερεῖδες τῶν καὶ πρότερον ἀπολελειμμένων, ἀλλ’ ὑπερβὰς τῇ τύχῃ τοσοῦτον ἅπαντας ἐμμεμένηκας τῇ πρὸς ἅπαντας προαιρέσει, ὥσπερ ἀκριβῶς ἐγνωκὼς ὅτι τὴν βασιλείαν ἀρετῆς ὑπεροχὴν νομιστέον, οὐκ εὐτυχίας, καὶ τὸν Ὑστάσπου Δαρεῖον μικρὸν ἀπέφηνας εἰς μεγαλοπρέπειαν ἀμοιβῆς.
67 a Αἰσθόμενος δὲ ὅτι τῷ βασιλεῖ κρηπὶς ἀσφαλείας ἡ τῶν συνόντων δικαιοσύνη, τοὺς ἁπανταχόθεν ἀρίστους τοὺς μὲν ἐπανήγαγες, τοὺς δὲ προσείλου, τοὺς δὲ ἀπήλλαξας.
67 b [5] καὶ δορυφορεῖ σοι νῦν τὰ βασίλεια Νέστορος μὲν εὐβουλία, Διομήδους δὲ ἐλευθερία, καὶ ὁ τοῦ Κύρου Χρυσάντας καὶ ὁ τοῦ Ξέρξου Ἀρτάβαζος. Εἶτά σοι προοίμιον γέγονε τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἡ περὶ τοῦ θείου νομοθεσία. καὶ δῆτα ἐμβέβηκεν ὁ λόγος εἰς ἣν πάλαι ὡρμήμην ἀρχήν. μόνος γάρ, ὡς ἔοικεν, οὐκ ἀγνοεῖς ὅτι μὴ πάντα ἔνεστι τῷ βασιλεῖ βιάσασθαι τοὺς ὑπηκόους, ἀλλ’ ἔστιν ἃ τὴν ἀνάγκην ἐκπέφευγε καὶ ἀπειλῆς ἐστι κρείττω καὶ ἐπιτάγματος, ὥσπερ ἥ τε ἄλλη ξύμπασα ἀρετὴ καὶ μάλιστα ἡ περὶ τὸ θεῖον εὐλάβεια, καὶ ὅτι χρὴ προηγεῖσθαι τῶν ἀγαθῶν τούτων ὅτῳ μέλλει μὴ πεπλασμένως ὑπάρξειν ἀβίαστον τὴν ὁρμὴν τῆς ψυχῆς καὶ αὐτοκρατῆ καὶ ἑκούσιον πάνυ σοφῶς κατανοήσας.
67 c [5] εἰ γὰρ οὐδὲ σοί, βασιλεῦ, δυνατὸν κατὰ διάγραμμα εὔνουν εἶναι τὸν μὴ τοῦτο ἔνδοθεν προαιρούμενον, πόσῳ μᾶλλον εὐσεβῆ εἶναι καὶ θεοφιλῆ, γράμματα ἀνθρώπινα δεδιότα καὶ ἐπικήρους ἀνάγκας καὶ ἀσθενῆ μορμολυκεῖα, ἃ πολλάκις μὲν ἤνεγκεν ὁ χρόνος, πολλάκις δὲ καὶ παρήνεγκεν; εἶτα ἐλεγχόμεθα πάνυ γελοίως, ἁλουργίδας, οὐ θεὸν θεραπεύοντες, καὶ ῥᾷον Εὐρίπου μεταβαλλόμενοι τὰς ἀγιστείας.
67 d καὶ πάλαι μὲν εἷς Θηραμένης, νῦν δὲ ἅπαντες κόθορνοι, μικροῦ δεῖν χθὲς ἐν τοῖς δέκα, σήμερον δὲ ἐν τοῖς τριάκοντα, οἱ αὐτοὶ πρὸς βωμοῖς, πρὸς ἱερείοις, πρὸς ἀγάλμασι, πρὸς τραπέζαις.
68 a [5] ἀλλ’ οὐ σύ γε, ὦ θεοειδέστατε βασιλεῦ, ἀλλὰ τά τε ἄλλα αὐτοκράτωρ ὤν τε καὶ εἰς τέλος ἐσόμενος τὸ τῆς ἀγιστείας μέρος εἰς ἅπαντας εἶναι νομοθετεῖς, καὶ ταύτῃ ζηλῶν τὸν θεόν, ὃς τὸ μὲν ἔχειν πρὸς εὐσέβειαν ἐπιτηδείως τῆς φύσεως κοινὸν ἐποίησε τῆς ἀνθρωπίνης, τὸν τρόπον δὲ τῆς θεραπείας ἐξῆψε τῆς ἐν ἑκάστῳ βουλήσεως. ὁ δὲ προσάγων ἀνάγκην ἀφαιρεῖται τὴν ἐξουσίαν, ἣν ὁ θεὸς συνεχώρησεν.
68 b [5] καὶ διὰ τοῦτο οἱ μὲν Χέροπος νόμοι καὶ οἱ Καμβύσου μόγις τοῖς θεμένοις αὐτοὺς συνδιήρκεσαν, ὁ δὲ τοῦ θεοῦ καὶ ὁ σὸς νόμος ἀκίνητος μένει τὸν πάντα αἰῶνα, ἀπολελύσθαι τὴν ἑκάστου ψυχὴν πρὸς ἣν οἴεται ὁδὸν εὐσεβείας. καὶ τοῦτον οὐ χρημάτων ἀφαίρεσις, οὐ σκόλοπες, οὐ πυρκαϊὰ τὸν νόμον πώποτε ἐβιάσατο, ἀλλὰ τὸ μὲν σῶμα ἄξεις καὶ ἀποκτενεῖς, ἂν οὕτω τύχῃ, ψυχὴ δὲ οἰχήσεται, ἐλευθέραν μετὰ τοῦ νόμου συμπεριφέρουσα τὴν γνώμην, εἰ καὶ τὴν γλῶτταν ἐκβιασθείη.
68 c [5] Ἐγὼ δέ σε, ὦ βασιλεῦ, πέποιθα καὶ τὴν αἰτίαν καταμαθόντα τῆς θείας ταύτης νομοθεσίας οὕτως αὐτῇ κατ’ ἴχνος ἀκολουθῆσαι, ὅτι πέφυκεν ἄνθρωπος, ὅσα μὲν καὶ πρὸς ἅμιλλαν διαπράξεται, συντονώτερον ἀπεργάζεσθαι, ὅσα δὲ ἄνευ φιλονεικίας, ταῦτα ῥᾳδιουργεῖν· καὶ χάσμης ἐμπίπλησιν ἡμᾶς καὶ ἀργίας τὸ παντάπασιν ἀνανταγώνιστον. ἐρεθίζεται γὰρ ἀεὶ ῥᾳδίως ὑπὸ τοῦ φιλονείκου πρὸς τὸ φιλόπονον ἡ ψυχή.
68 d [5] διὰ τοῦτο οὐκ ἀποκλείεις τὴν ἀγαθὴν ἔριν τῆς εὐσεβείας, καὶ διὰ τοῦτο οὐκ ἀμβλύνεις τὸ κέντρον τῆς περὶ τὸ θεῖον σπουδῆς, τὴν πρὸς ἀλλήλους ἅμιλλαν καὶ φιλοτιμίαν. ὥσπερ δὲ ἐπὶ τὸν αὐτὸν ἀθλοθέτην ἵενται μὲν ἅπαντες οἱ σταδιεῖς, οὐ μὴν ἅπαντες τὸν αὐτὸν δρόμον, ἀλλ’ οἱ μὲν ἔνθεν, οἱ δὲ ἔνθεν, οὐ πάντη δὲ ἀγέραστος ὁ ἡττημένος, οὕτως ἕνα μὲν ὑπολαμβάνεις τὸν μέγαν καὶ ἀληθινὸν ἀγωνοθέτην, ὁδὸν δ’ ἐπ’ αὐτὸν οὐ μίαν φέρειν, ἀλλὰ τὴν μὲν δυσπορωτέραν, τὴν δὲ εὐθυτέραν, καὶ τὴν μὲν τραχεῖαν, τὴν δὲ ὁμαλήν· συντετάσθαι δὲ ὅμως ἁπάσας πρὸς τὴν μίαν ἐκείνην καταγωγήν, καὶ τὴν ἅμιλλαν ἡμῖν καὶ προθυμίαν οὐκ ἀλλαχόθεν ὑπάρχειν, ἀλλ’ ἐκ τοῦ μὴ τὴν αὐτὴν πάντας βαδίζειν.
69 a [10] εἰ δὲ μίαν μὲν ἀτραπὸν ἐάσεις, ἀποικοδομήσεις δὲ τὰς λοιπάς, ἐμφράξεις τὴν εὐρυχωρίαν τοῦ ἀγωνίσματος. αὕτη παλαιὰ φύσις ἀνθρώπων καὶ τὸ ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν Ὁμήρου παλαιότερον ἦν.
69 b [5] μήποτε γὰρ οὐκ ἀρεστὸν τῷ θεῷ ταύτην ἐν ἀνθρώποις γενέσθαι ποτὲ τὴν συμφωνίαν. φύσις δὲ καθ’ Ἡράκλειτον κρύπτεσθαι φιλεῖ καὶ πρὸ τῆς φύσεως ὁ τῆς φύσεως δημιουργός, ὃν διὰ τοῦτο μάλιστα σεβόμεθα καὶ τεθήπαμεν, ὅτι μὴ πρόχειρος ἡ γνῶσις αὐτοῦ μηδὲ ἐπιπολῆς καὶ ἐρριμμένη, μηδὲ ἀνιδρωτὶ λαβέσθαι αὐτῆς οἷόν τε καὶ τῇ ἑτέρᾳ. τοῦτον ἐγὼ τὸν νόμον οὐ φαυλότερον ποιοῦμαι τῆς Περσῶν φιλίας· δι’ ἐκείνην τοῖς βαρβάροις οὐ πολεμήσομεν, διὰ τὸν νόμον πρὸς ἑαυτοὺς ἀστασίαστοι βιωσόμεθα.
69 c [5] χείρους Περσῶν ἀλλήλοις ἦμεν, χαλεπώτεραι ἦσαν τῶν ἐπιδρομῶν αἱ γραφαὶ ἐξ ἑκατέρας θρησκείας παρὰ τῆς πόλεως, ὦ θεοφιλέστατε αὐτοκράτωρ, ὑπετείνατό σοι παραδείγματα ἐναργῆ ὁ παρελθὼν χρόνος. ἔα μένειν τὴν τρυτάνην ἐφ’ ἑαυτῆς, μὴ καθελκύσῃς ἐπὶ θάτερα τὴν ῥοπήν, ἁπανταχόθεν φοιτᾶν εἰς τὸν οὐρανὸν τὰς ὑπὲρ τῶν σκήπτρων τῶν σῶν ἱκεσίας. Οὐδὲ ἡ σή, βασιλεῦ, στρατιὰ συντέτακται πᾶσα ἐκ μιᾶς ἰδέας καὶ τῆς αὐτῆς, ἀλλ’ οἱ μὲν ὁπλιτεύουσιν, οἱ δὲ ἱππεύουσιν, οἱ δὲ ὁπλίζονται, οἱ δὲ σφενδονῶσι, καὶ οἱ μὲν παρὰ τὸ σῶμα τὸ σόν εἰσι τεταγμένοι, οἱ δὲ ἐγγύς, οἱ δὲ καὶ ἄπωθεν λίαν, τοῖς δὲ ἀγαπητόν, εἰ γνωρίζοιντο τοῖς δορυφόροις, οἱ δὲ καὶ τοῦτο ἀδυνατοῦσιν· εἰς σὲ δὲ ὅμως πάντες ἀνήρτηνται καὶ τὴν σὴν γνώμην οὐχ οἱ στρατευόμενοι μόνον, ἀλλὰ καὶ οἱ λοιποὶ σύμπαντες ἄνθρωποι καὶ οἱ δίχα τῶν ὅπλων ὑπήκοοι, οἱ γεωργοῦντες, οἱ ῥητορεύοντες, οἱ πολιτευόμενοι, οἱ φιλοσοφοῦντες.
70 a [5] ταύτῃ νόμιζε γάνυσθαι τῇ ποικιλίᾳ καὶ τὸν τοῦ παντὸς ἀρχηγέτην· ἄλλως Σύρους ἐθέλει πολιτεύεσθαι, ἄλλως Ἕλληνας, ἄλλως Αἰγυπτίους, καὶ οὐδ’ αὐτοὺς Σύρους ὁμοίως, ἀλλ’ ἤδη κατακεκερμάτισται εἰς μικρά. εἷς γὰρ οὐδεὶς τῷ πέλας τὰ αὐτὰ ὑπείληφεν ἀκριβῶς, ἀλλ’ ὁ μὲν τοδί, ὁ δὲ τοδί. τί οὖν βιαζόμεθα τὰ ἀμήχανα; Ἄγασθαι μὲν οὖν καὶ τοῖς ἄλλοις τοῦ νόμου προσήκει τὸν θειότατον αὐτοκράτορα, μάλιστα δὲ οἷς οὐκ ἐφίησι μόνον τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τοὺς θεσμοὺς ἐξηγεῖται οὐ φαυλότερον Ἐμπεδοκλέους, οὐ μὰ Δία ἐκείνου τοῦ παλαιοῦ· οἶδε γὰρ ἀκριβῶς ὅτι τῶν ἀνθρωπίνων ἀγαθῶν ἑκάστῳ ἀπάτη καὶ φενακισμὸς παραπέπηγε καὶ ὑποδύεται μεγαλοπρέπειαν μαγγανεία καὶ εὐσέβειαν ἀγυρτεία, καὶ διὰ τοῦτο τὰς μὲν προάγει, τὰς δὲ κωλύει, καὶ ἱερὰ ἀνοίγων ἀποκλείει μαγγανευτήρια, καὶ θυσίας ἐννόμους ἀφιεὶς οὐ δίδωσιν ἄδειαν τοῖς γοητεύουσιν, ἄντικρυς τὰ αὐτὰ νομοθετῶν Πλάτωνι τῷ Ἀρίστωνος· καὶ εἶπον ἂν τὰ ῥήματα ὑμῖν, εἰ μὴ τοῦ καιροῦ μακρότερα ἦν.
70 c [5] Ἀλλ’ ἐπανιτέον αὖθις εἰς τὴν πανήγυριν, ἣν ἁπασῶν ἐγὼ πανηγύρεων τιμιωτάτην ποιούμενος καὶ δυσχεραίνω τι πρὸς αὐτήν, ὅτι μὴ συναπολαύει μοι τέως ἡ καλλίπολις τῶν δρωμένων. ἦ που νῦν, ὦ γενναία, σκυθρωπάζουσα πανηγυρίζεις καὶ χορεύεις ὀδυνωμένη καὶ γεγηθυῖα πρὸς τὴν ἐλπίδα πλέον πρὸς τὴν μέλλησιν ἀνιᾷ· εἰ δὲ ἀποβάντα ἴδοις τὸν ἐραστὴν καὶ τὸ ἴχνος ἀπερείσαντα οἴκοι, ποίας οὐκ ἀφήσεις φωνάς, ποίας οὐκ ἐμπλήσεις τὸν αἰθέρα βοῆς, μετὰ τὸν υἱέα, μετὰ τὸν ἀδελφιδοῦν Κωνσταντίνου, αὐτὸν ἐκεῖνον τὸν πάνυ Κωνσταντῖνον ἀπειληφυῖα; Κείνου μὲν τοιοίδε πόδες, τοιαίδε τε χεῖρες, ὀφθαλμῶν τε βολαί.
71 a [5] οὐκ ἀφείλετο τῆς ταινίας, οὐκ ἐνήψατο κολοβὸν τὴν ἁλουργίδα, φυλάξει σοι τὸ αὐτὸ μέτρον καὶ τῆς εὐνοίας. Πέρσας δὲ καὶ Ἀθηναῖοι νικῶντες ἐν ταῖς ναυσὶν ἐδᾳδούχησαν τὰ μυστήρια, καὶ βασιλεὺς μετὰ τὴν εἰρήνην ἔξω τοῦ νεὼ τὰ προτέλεια μυήσας εἰς τὰ ἀνάκτορα τὴν τελετὴν καταθήσεται. σπεύδωμεν, ὦ μακάριε, καὶ ἐγκονῶμεν. ὁρᾷς τῇ πόλει καὶ τὸν οὐρανὸν συμπροθυμούμενον, ἀνίησι τὰς νεφέλας, ἔαρ ὑποφαίνει πρὸ ὥρας.
71 b [5] στέλλε μοι τέως τὸν ἑωσφόρον, τὸν ἐν ἀγκάλαις ὕπατον, τὸν ἐκ τοῦ μαστοῦ πατρῴζοντα ἤδη, ὡς θαρραλέος, ὡς ἀκατάπληκτος, ὡς ὅμοιος δημηγορήσοντι. θεὸς δὲ ὁ μερίτην ποιήσας τῆς ἐπωνύμου ταύτης ἀρχῆς μερίτην ἀποφήνειε καὶ τῆς ἁλουργίδος.