---
title: "Lexicon, Letter Τ"
title_greek: "Σοῦδα, Στοιχεῖον Τ"
author: Suda
eul_wid: wus-as
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-tau-wus-as"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Τ

*Σοῦδα, Στοιχεῖον Τ*

**Author:** Suda

**eul_wid:** `wus-as` · [HTML page](https://eulogikon.org/works/suda-tau-wus-as)

## Text

### τ 1

Τά: ταῦτα.

### τ 2

Τὰ ἀπὸ Ναννάκου: ἐπὶ τῶν ἐπὶ παλαιότητι θαυμαζομένων· Νάννακος γὰρ Φρυγῶν βασιλεὺς πρὸ τῶν τοῦ Δευκαλίωνος χρόνων.

### τ 3

Ταβελλίων: ὁ τὰ τῆς πόλεως γράφων συμβόλαια, ὁ παρὰ τοῖς πολλοῖς νομικὸς λεγόμενος. ἅπαντα ἐπιτελῶν τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον αὐτῶν οἰκείοις ἐπισφραγίζων γράμμασι.

### τ 4

Ταβερνεῖα: καπηλεῖα, πανδοκεῖα.

### τ 5

Τάβεια: ὄνομα πόλεως καὶ τόπου.

### τ 6

Ταβηθά: ὄνομα κύριον.

### τ 7

Τάβλα: ὄνομα παιδιᾶς. ταύτην ἐφεῦρε Παλαμήδης εἰς διαγωγὴν τοῦ Ἑλληνικοῦ στρατοῦ σὺν φιλοσοφίᾳ πολλῇ· τάβλα γάρ ἐστιν ὁ γήϊνος κόσμος, ιβʹ δὲ κάσοι ὁ ζωδιακὸς ἀριθμός, τὸ δὲ ψηφοβόλον καὶ τὰ ἐν αὐτῷ ζʹ κοκκία τὰ ζʹ ἄστρα τῶν πλανητῶν, ὁ δὲ πύργος τὸ ὕψος τοῦ οὐρανοῦ· ἐξ οὗ ἀνταποδίδοται πᾶσι πολλὰ καὶ κακά. ἄλλοι δὲ λέγουσι ....

### τ 8

Τὰ γὰρ ἐς σωφροσύνην αὐτὸς δικαιότατος κἂν τῷ Βελλερο‐ φόντῃ σωφροσύνης ἀμφισβητήσειεν.

### τ 9

Τὰ γὰρ περιττὰ κἀνόνητα σώματα πίπτει βαρείαις πρὸς θεῶν δυσπραξίαις. οἷος ὁ Αἴας.

### τ 10

Ταγήν: ὄνομα ὀρνέου.

### τ 11

Ταγηνοκνισοθήρας: ὁ Ἰούνιος ἦν.

### τ 12

Τάγηνον: τὸ τηγάνιον.

### τ 13

Ταγός: ἡγεμών. ὦ τῶν Ἀθηναίων ταγὲ τῶν εὐδαιμόνων. ἀντὶ τοῦ ἀρχηγέ. Ὅμηρος· παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόντων. καὶ αὖθις· ἢν δ’ ἐσορῇς ἐπ’ ἐμεῖο βοόστρυχον εἰκόνα θήρης, ἔννεπε τοῦ ταγοῦ μνῆμα Λεωνίδεω.

### τ 14

Τάγυρι: τὸ βραχύτατον καὶ ἐλάχιστον οἷον ψιλὰ λέγουσιν. Εὔπο‐ λις Αἰξίν· καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς.

### τ 15

Τάδε ἐκ τοῦ τρίποδος: τίθεται ἐπὶ τῶν πάνυ ἀληθῶν· Ἀρι‐ στοκλείᾳ γὰρ τῇ Πυθίᾳ γενομένῃ μιχθῆναι τὸν Δελφόν, καὶ τῶν ὑπ’ αὐτῆς μαντευμάτων παρασημειοῦσθαι, ὅσα ἔχρα ἔνθεος γενομένη· καὶ ταῦτα ὡς ἀληθῆ παρασημειοῦσθαι, ὡς ἐκ τοῦ τρίποδος. περὶ Ἀπολ‐ λωνίου τοῦ Τυανέως· οὐδὲ διῆγε τοὺς λόγους οὐδὲ εἰρωνευομένου τις ἤκουσε, περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλ’ ὥσπερ ἐκ τρίποδος, ὅτε διαλέγοιτο, οἶδα, ἔλεγε, καί, δοκεῖ μοι.

### τ 16

Τάδε Μῆδος οὐ φυλάξει: κατὰ τὴν τοῦ Ξέρξου ἔφοδον τοὺς Ἕλληνας ἀπειρηκότας τὰ ἑαυτῶν ἀναλίσκειν καὶ δαπανᾶν, ἐπιλέγοντας, τάδε Μῆδος οὐ φυλάξει.

### τ 17

Τὰ δὲ πρὶν ἔργα χερσὶ μέγιστ’ ἀρετᾶς, ἄφιλα παρ’ ἀφίλοις: τουτέστι τὰ πρότερα μέγιστα τῆς ἀρετῆς τῶν χειρῶν αὐτοῦ ἔργα, ἤγουν τοῦ Αἴαντος, ἐν ὀλιγωρίᾳ εἰσὶ τοῖς Ἀτρείδαις. Σοφοκλῆς.

### τ 18

Τάδ’ οὐ παρὰ Κενταύροισι: λεγόμενόν τι ἦν. Τηλεκλείδης τισί· τῶν δυνατῶν τι κέλευ’· οὐ γὰρ παρὰ Κενταύροισι.

### τ 19

Τὰ ἐκ τῶν ἁμαξῶν σκώμματα: ἐπὶ τῶν ἀπαρακαλύπτως σκωπτόντων· Ἀθήνησι γὰρ ἐν τῇ τῶν Χοῶν ἑορτῇ οἱ κωμάζοντες ἐπὶ τῶν ἁμαξῶν τοὺς ἀπαντῶντας ἔσκωπτόν τε καὶ ἐλοιδόρουν. τὸ δ’ αὐτὸ καὶ τοῖς Ληναίοις ὕστερον ἐποίουν. ὅτι ἐπὶ τῆς ἁμάξης ὀχούμεναι αἱ γυναῖκες αἱ τῶν Ἀθηναίων, ἐπὰν εἰς Ἐλευσίνια ἐβάδιζον εἰς τὰ μεγάλα μυστήρια, ἐλοιδόρουν ἀλλήλας ἐν τῇ ὁδῷ· τοῦτο γὰρ ἦν ἔθος αὐταῖς. ὅτι οἱ Ἀλεξανδρεῖς τὸ παλαιὸν καθαρμὸν ἐποι‐ οῦντο ψυχῶν· ἐν γὰρ ταῖς ὡρισμέναις ἡμέραις ἐφ’ ἁμαξῶν φερομέ‐ νους ἀνθρώπους αὐτὸ τοῦτο προστεταγμένους ἐπιπαριέναι τὴν πόλιν ἅπασαν καὶ στάντας ὅπου ἂν ἐθέλωσι, καὶ οἴκῳ παραστάντας ὅπου δὴ βουληθῶσιν, ᾄδειν τῷ ὄντι τὰ ἐξ ἁμάξης, οὐ τὰ ψευδῆ λοιδοροῦν‐ τας, ἀλλὰ τἀληθῆ ὀνειδίζοντας. ἐπιμελὲς γὰρ εἶναι σφίσιν ἀκριβῶς ἐξετάζειν τὰ ὀνείδη τῶν πολιτῶν καὶ ταῦτα ἀδεκάστως προφέρειν μετὰ ἀληθείας, ὥστε διὰ τοῦτο πάντας ἀποδιδράσκειν τὴν πονηρίαν.

### τ 20

Τὰ ἐκ τρίποδος: τρίποδι χρῆται ὁ Ἀπόλλων μαντευόμενος διὰ τοὺς τρεῖς καιροὺς τῶν πραγμάτων. Ὅμηρος· ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσόμενα πρό τ’ ἐόντα. φασὶ δὲ οὕτω κτήσασθαι τὸν Ἀπόλλωνα τὸν τρίποδα· ἁλιεῖς μισθῷ βόλον ἐρρίπτουν, ἵνα τὸ ἀναφερόμενον ᾖ τοῦ ἀγοράσαντος τὸν βόλον. ἠγόρασαν οὖν τινες, εἶτα ἀνηνέχθη τρί‐ πους χρυσοῦς. ἐφιλονείκουν οὖν περὶ αὐτοῦ, καὶ ἔλεγον οἱ ἁλιεῖς, ὡς ἰχθῦς πεπράκαμεν. οἱ δὲ ἀγοράσαντες ἔλεγον, ὡς πᾶν τὸ ἀνιὸν ἠγο‐ ράσαμεν τῇ ἑαυτῶν τύχῃ. οὕτως οὖν αὐτῶν φιλονεικούντων, ἔδοξεν ἐρωτῆσαι τὸν Ἀπόλλωνα. ὁ δὲ ἔχρησε δοθῆναι αὐτὸν τῷ σοφῷ. προσήγαγον οὖν αὐτὸν τοῖς ἑπτὰ σοφοῖς. ἕκαστος δὲ τούτων παρῃ‐ τεῖτο, σοφὸς εἶναι μὴ λέγων, ἔχειν δὲ σοφώτερον ἑαυτοῦ. ἔδοξεν οὖν ἀναθεῖναι αὐτὸν τῷ Ἀπόλλωνι ὡς σοφωτέρῳ πάντων.

### τ 21

Τὰ ἐν ποσί: τὰ παρόντα ἐν μέσῳ.

### τ 22

Τὰ ἐπὶ κοσκίνου: ἐπὶ τῶν διὰ κοσκίνου καὶ τρίποδος ἢ δάφνης μαντευομένων.

### τ 23

Τὰ ἐπίχειρα: ὁ μισθός, ἡ ἀμοιβή. τὰ ἐπιχειρήματα. τὰ ἐπι‐ τηδεύματα.

### τ 24

Ταηπόλεμος: ὄνομα κύριον.

### τ 25

Ταΐφαλοι: ὄνομα ἔθνους.

### τ 26

Τακερά: κατηψυγμένη.

### τ 27

Τα’κ κόκκου: τὰ ἐκ κόκκου. κατὰ κρᾶσιν. τα’κ κόκκου βαφέντα καὶ ὑστίνοιο θέριστρα.

### τ 28

Τακτικῶς: στρατιωτικῶς.

### τ 29

Τἄλλα καὶ φιλώμεθα: λεγόμενόν τι, οἷον τἄλλα καὶ φίλοι ὦμεν.

### τ 30

Ταλανίζει· αἰτιατικῇ. θρηνεῖ, ἄθλιον ἀποκαλεῖ.

### τ 31

Τάλαντα: τὰ ζυγά, καὶ τὰ ἱστάμενα.

### τ 32

Ταλαντεύει· αἰτιατικῇ. σταθμίζει. τὰ δὲ τῆς τύχης νίκαις καὶ ἥτταις τῇδε καὶ τῇδε ταλαντευόμενα διέμεινε. καὶ τῷ μέτρῳ τῶν κινδύνων τὴν ἀμοιβὴν ἐταλάντευεν· οἷς μὲν γὰρ ἀξία ἆθλον εὐτολμίας ἐγίνετο, ἄλλῳ ἵππος.

### τ 33

Τάλαντον: πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ’ ὃ σημαινόμενον Δημοσθένης φησί· πεντήκοντα τάλαντα. ἢ σταθμοῦ τι ὄνομα· ὥσπερ Ἀριστοφάνης· ἀλλ’ ἢ ταλάντῳ μουσικὴ κριθήσεται. καὶ Ὁμηρικόν· χρύσεια πατὴρ ἐτίταινε τάλαντα. τρίτον σημαινόμενον ἡ ῥοπή· τέταρτον ἀριθμοῦ τι ὄνομα· ὡς καὶ πολυτάλαντος, ὁ πλούσιος. καὶ τὸ Ὁμηρικόν· κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. καὶ διτάλαντον δὲ καὶ τριτάλαντον καὶ ἡμιτά‐ λαντον λέγεται. ἀρχαία δὲ ἡ χρῆσις καὶ ἡ τοῦ τρίτον ἡμιτάλαντον καὶ πέμπτον ἡμιτάλαντον καὶ ἕβδομον ἡμιτάλαντον. ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον δύο ἥμισυ τάλαντα, τὸ δὲ πέμπτον ἡμιτάλαντον τέσσαρα ἥμισυ καὶ τὸ ἕβδομον ἡμιτάλαντον ἓξ ἥμισυ. καὶ ὅλως, οὗ τινος ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τις τὸ ἡμιτάλαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις· οἷον, ἂν μὲν ὄγ‐ δοον, ἑπτά· ἂν δὲ ἔννατον, ὀκτώ· συναριθμουμένου δηλονότι καὶ τοῦ ἥμισυ. φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτά‐ λαντα λέγειν· ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν.

### τ 34

Τάλαντον: ὥς φησι Διόδωρος ἐν τῷ Περὶ σταθμῶν, μνῶν ἐστιν ξʹ, ἡ δὲ μνᾶ δραχμῶν ρʹ, ἡ δὲ δραχμὴ ὀβολῶν ϛʹ, ὁ δὲ ὀβολὸς χαλκῶν ϛʹ, ὁ δὲ χαλκοῦς λεπτῶν ζʹ. τὸ τάλαντον δέ, τὸ νῦν λεγό‐ μενον Ἀττικόν· παρὰ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδʹ, νυνὶ δὲ ιβʹ. ὁ δὲ Ὅμηρος λέγει· δύο χρυσοῖο τάλαντα. ὡς μὴ εἶναι ἶσον τὸ καθ’ ἡμᾶς τάλαντον τῷ παρὰ τοῖς ἀρχαίοις. ὡς γὰρ ἶσον τοῦ τρίποδος καὶ τοῦ λέβητος καὶ τοῦ ἵππου τίθεται. Τάλαντον δὲ παρὰ τῇ θείᾳ γραφῇ ἡ ἄνωθεν πεμπομένη ἑκάστῳ θεία χάρις. σύνταξις. Ἀριστοφάνης· καίτοι ταλάντου τοῦτ’ ἔμαθεν Ὑπέρβολος. τούτεστι χαύνωσιν ἀναπειστηρίαν. ὅτι τὸ τάλαντον παρά τισιν ἔχει λίτρας ρκεʹ. καὶ Ταλαντιαῖοι λίθοι. ταλαντιαῖοί γε μὴν ἦσαν οἱ βαλλόμενοι πέτροι· δύο δὲ καὶ πλέον ἀπῄεσαν σταδίους. ἡ πληγὴ δ’ οὐ τοῖς προστυχοῦσι μόνον, ἐπιπολὺ δὲ καὶ τοῖς μετ’ ἐκείνους ἦν ἀνυπόστατος. αἰτιώμενοι δὲ τὸν Περικλέα πεντήκοντα ταλάν‐ τοις ἐζημίωσαν.

### τ 35

Ταλαντουμένην· Πλάτων ἐν Τιμαίῳ· τὴν δὲ γῆν ταλαντου‐ μένην ἀνωμάλως σείεσθαι μὲν ὑπ’ ἐκείνων, κινουμένην δὲ αὖ πάλιν ἐκεῖνα σείειν. μεταφορικῶς ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται. καὶ ὑπερταλαντᾶν, τὸ ὑπερβαρεῖν.

### τ 36

Ταλάντωσις: στῆσις, στάθμησις.

### τ 37

Ταλαπείριος: ὁ ταλαίπωρος.

### τ 38

Τάλαρος: καλαθίσκος, κόφινος μικρός. ἐν Ἐπιγράμμασι· ἁ τρίτατα δ’ εἰροχαρῆ τάλαρον. καὶ Ταλαρίσκος. Δημὼ μὲν ταλα‐ ρίσκον ἐΰπλοκον. μέλαν δέ οἱ αἷμα ταυρινοῦ διὰ χρωτὸς ξέσς’· ἐπὶ δ’ ἀργαλέαν βῶλον ἔδευσε φόνῳ.

### τ 39

Τάλαρος: καλαθίσκος. καὶ τάλαρον σχοίνοις ὑφασμένον, ὅν ποτ’ ὀδόντι ἐπλήρου τολύπη πᾶσα καθαιρομένη.

### τ 40

Τάλας: ἄθλιος.

### τ 41

Ταλασήϊον ἔργον: ἡ ἐριουργία.

### τ 42

Ταλάσῃς: ὑπομείνῃς.

### τ 43

Ταλασίαν: ἐριουργίαν. καὶ Ταλάσιον, ἐριουργόν.

### τ 44

Ταλασιουργία: ἡ τῶν ἐρίων ἐργασία. ὁ δὲ τὰς θυγατέρας ἐπειρᾶτο ποιεῖν ταλασιουργοὺς καὶ χερνήτιδας. καὶ αὖθις· οὐκ ὄντος ἀπρεποῦς τοῖς ἐπιχωρίοις, ὥστε τοὺς ἄνδρας ταλασιουργεῖν παρ’ αὐτοῖς.

### τ 45

Ταλασίφρονα: ὑπομνητικόν.

### τ 46

Ταλαοί: τληπαθεῖς. οἱ δὲ διαιροῦσιν, ὥστε εἶναι τ’ ἀλαοί. Ἀρι‐ στοφάνης Ὄρνισι.

### τ 47

Ταλαύρινος: ὑπομονητικός, καρτερικὸς ἐν τῇ μάχῃ.

### τ 48

Ταλαπαθές: ταλαίπωρε.

### τ 49

Ταλαίπωρος: ὁ ἄθλιος. παρὰ τὸ τλῆναι καὶ τὸν πῶρον, ὅ ἐστι πάθος. ὅτι δὲ πῶρος πάθος τί ἐστιν, Ἀντίμαχός φησι· πῶρόν τιν’ ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἔθεντο. καὶ πωρεῖν Ἠλεῖοι τὸ πενθεῖν φασί. καὶ Ἀντίμαχος αὖθις· πωρητὸν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος. παρὰ τοῦτο οὖν τὸ ταλαίπωρος ἐτυμολογεῖται.

### τ 50

Τάλεσιν: ἀναλώμασιν.

### τ 51

Τἀληθὲς γὰρ ἰσχύον τρέφω: ἀντὶ τοῦ ἔχω.

### τ 52

Τάλιγγις· ὁ δὲ Τάλιγγις ὅπλων μὲν καὶ μαχίμων ἀνδρῶν ἔκρινεν ἀλογεῖν, πόρναις δὲ καὶ ἀθυρογλώττοις ὁμοδίαιτος ὑπάρχειν.

### τ 53

Τὰ Μαγνητῶν κακά: ἐπὶ τῶν μεγίστων καὶ ἀλγεινοτάτων κα‐ κῶν· παρόσον οὗτοι ἀσεβήσαντες εἰς θεὸν πολλῶν κακῶν ἐπειράθησαν.

### τ 54

Ταμεσίχροα: τέμνοντα τὸ σῶμα.

### τ 55

Ταμεῖον: θησαυρός. καὶ ταμιεῖον.

### τ 56

Τάμῃ: αὐθυπότακτον.

### τ 57

Ταμίας: ἀρσενικόν. Ταμία δὲ θηλυκόν.

### τ 58

Ταμίαι: ἄρχοντές εἰσιν Ἀθήνησι κληρωτοὶ ἀπὸ τῶν πεντακοσιο‐ μεδίμνων, οἳ τὰ ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἐν ἀκροπόλει χρήματα ἱερά τε καὶ δημόσια φυλάττουσιν, ἀλλὰ καὶ αὐτὸ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς. εἰσὶ δὲ καὶ ἄλλοι ταμίαι ἄρχοντες χειροτονητοὶ ἐπὶ τὰς ἱερὰς καὶ δημοσίας τριήρεις, ὁ μὲν ἐπὶ τὴν Πάραλον, ὁ δὲ ἐπὶ τὴν τοῦ Ἄμμωνος.

### τ 59

Ταμίαι: ἀρχή τις παρ’ Ἀθηναίοις ἦν οἱ ταμίαι, ιʹ τὸν ἀριθμόν. παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα, ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστοτέλης. εἰσὶ δέ τινες καὶ τῶν τριήρων ταμίαι, ὡς ὁ αὐτός. ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι, δέδωκεν Εὔπολις.

### τ 60

Ταμίαι: ἔφοροι, φύλακες, ταμιοῦχοι, διοικηταί.

### τ 61

Ταμιεύεται: διοικεῖται, ἀποκρύπτει, φυλάττει. καὶ ὅτι σωφρό‐ νων ἐστὶν ἀνθρώπων, ὅταν μὲν εὐδοκεῖν πράττωσι, ταμιεύεσθαι τὰς τύχας· ὅταν δ’ εἰς ταπεινὰς καὶ φαύλας ἔλθωσι, μηθὲν ὑπομένειν ἀγεννές.

### τ 62

Ταμιευόμενον: φυλάττοντα.

### τ 63

Ταμιεύω· αἰτιατικῇ. καὶ σώματα μὲν προκαθαίρειν, ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι.

### τ 64

Ταμιεῖον: κοιτῶνα. καὶ Ταμιείδιον, ὑποκοριστικῶς.

### τ 65

Ταμίης: δεσποίνης.

### τ 66

Ταμύναι: πόλις ἐν Εὐβοίᾳ, ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς Αἰσχίνης φησὶ καὶ οἱ τὰ Εὐβοϊκὰ γράψαντες.

### τ 67

Τάν: ἑταῖρε· ἢ σύ. καὶ Ὦ τάν, μετὰ τοῦ ἄρθρου.

### τ 68

Ταναγραία: πόλις.

### τ 69

Ταναγραῖοι ἀλεκτορίσκοι: οἱ μαχηταὶ καὶ θυμικοί, ὡς ἄνθρωποι. Βάβριος· ἀλεκτορίσκων ἦν μάχη Ταναγραίων, οἷς φασιν εἶναι θυμὸν ὥσπερ ἀνθρώποις. καὶ παροιμία· ἀλεκτρυόνα καὶ ἀθλητὴν Ταναγραῖον. ᾄδονται δὲ εὐγενεῖς οὗτοι. καὶ ζήτει ἐν τῷ ἀλεκτρυόνα τὸ λεῖπον.

### τ 70

Ταναή: μακρά. ἐν Ἐπιγράμμασι· οὕτω τοι μελία ταναὰ ἀντὶ κίονα μακρὸν ἧσο.

### τ 71

Τὰ Ναννάκου κλαύσομαι: τὸν Νάννακον φασὶ βασιλέα γε‐ νέσθαι πρὸ τοῦ Δευκαλίωνος· ὃς προειδὼς τὸν μέλλοντα κατακλυσμόν, συναγαγὼν πάντας εἰς τὸ ἱερὸν μετὰ δακρύων ἱκέτευε.

### τ 72

Ταναϋφῆ: λεπτοϋφῆ.

### τ 73

Τανάχαλκος: πολύχαλκος. τανάχαλκόν τε λέβητα σὺν πελέκει.

### τ 74

Τὰν ἐτνοδόνον τορύναν.

### τ 75

Τανηλεγές: σκληρόν.

### τ 76

Τάνις: ὄνομα τόπου. ἔνθα ἦσαν τοῦ Φαραὼ τὰ βασίλεια. ἐν πεδίῳ Τάνεως.

### τ 77

Τανταλεία ψυχή: τοῦ Ταντάλου.

### τ 78

Ταντάλειοι: τρομικοί. καὶ παροιμία· Ταντάλειοι τιμω‐ ρίαι· ἐπὶ τῶν ἀγαθὰ μὲν ἐχόντων, μὴ συγχωρουμένων δὲ ἀπολαύειν αὐτῶν· ὡς οἱ Βυζάντιοι, μὴ τολμῶντες ἔξω τοῦ ἄστεος διάγειν.

### τ 79

Τάνταλος· τοῦ Διὸς ἦν υἱός. ἀξιωθεὶς δὲ τραπέζης τῶν θεῶν ἐδημοσίευσεν αὐτῶν τὰ μυστήρια· καὶ διὰ τοῦτο κολάζεται ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις, πέτρον ἔχων ἐφύπερθεν αὐτοῦ ἠρτημένον καὶ κάτω ὕδωρ πολὺ καὶ βλαστήματα καρποφόρα. ἐὰν οὖν ἠθέλησε πιεῖν τοῦ ὕδατος, ἔπιπτεν ὁ λίθος ἐπ’ αὐτόν. δίψει δ’ ἐτήκετο, ὁρῶν μὲν ἀφ’ ὧν ἔδει φαγεῖν καὶ πιεῖν, μὴ δυνάμενος δέ. ἐπὶ γενείοις δὲ ὅτε ἥψατο τῆς λίμνης τὸ γένειον ἐξηραίνετο.

### τ 80

Ταντάλου κήπους τρυγᾶν· Ἰσαίου τοῦ ῥήτορος νεωτέρου ἀσωτευομένου, ὕστερον δὲ σωφρονήσαντος, ἤρετο αὐτόν τις, τίς ἄρι‐ στος τῶν ἰχθύων καὶ τῶν ὀρνέων εἰς βρῶσιν. πέπαυμαι, ἔφη ὁ Ἰσαῖος, ταῦτα σπουδάζων· ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν. ἐν‐ δεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ καὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι. καὶ αὖθις· τὸν Ταντάλου λίθον οἴεσθαι ὑπὲρ κεφαλῆς λεπτοῖς καλῳδίοις ἠρτῆσθαι. ἐπὶ τῶν ἀμηχάνων.

### τ 81

Ταντάλου τάλαντα τανταλίζεται: διεβεβόητο ὁ Τάνταλος ἐπὶ πλούτῳ, ὡς καὶ εἰς παροιμίαν δοθῆναι. ζήτει πλατύτερον ἐν τῷ τὰ Ταντάλου.

### τ 82

Τανυγλώχιν: μακρὰς ἀκίδας ἔχων.

### τ 83

Τανυήκεας. καὶ Τανύηκες, τεταμένην ἔχον τὴν ἀκμήν, ἢ αἰχμὴν ἠκονημένην.

### τ 84

Τανυμήκεες: αἱ μῆκος ἄπειρον ἔχουσαι. ἐν Ἐπιγράμμασι· καὶ αἱ τανυμήκεες αὗται ἰτέαι.

### τ 85

Τανύποδας: ταχείας τὰς Ἐρινῦς φασι· τὸ γὰρ τεῖναι τοὺς πόδας ἐστὶ τὸ βαδίσαι. τουτέστι τὰς πανταχοῦ τεινούσας τοὺς πόδας.

### τ 86

Τανύπεπλος: ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ.

### τ 87

Τανύπτερος: παρατεταμένα πτερὰ ἔχουσα.

### τ 88

Τανύφλοιον: μακρὸν φλοιὸν ἔχον.

### τ 89

Τανχοσδρώ: οὗτος στρατηγὸς ἦν τοῦ Χοσρόου. Μένανδρος· ὁ δὲ Τανχοσδρώ, ὁ τοῦ Χοσρόου στρατηγός, οὐχὶ ἐλέφαντάς τε καὶ ἀγροίκων ὅμιλον καὶ ἕτερα ἄττα φόβητρα κόμπῳ μὲν ἁρμόδια, ἐνεργὰ δὲ καὶ ἐμβριθῆ οὐδα‐ μῶς, ἀλλὰ τοὺς μαχιμωτάτους τε καὶ εὐοπλοτάτους ἀγείρας πλήθους τε ἀγεν‐ νοῦς ἀντάλλαγμα τοὺς τὰ πολέμια δεινοὺς ἀποκρίνας.

### τ 90

Ταξεώτης.

### τ 91

Ταξείδιον.

### τ 92

Ταξιαρχῆσαι.

### τ 93

Ταξίαρχος: ἡγεμών, στρατοπεδάρχης.

### τ 94

Ταξίλης: ὄνομα κύριον.

### τ 95

Τάξις: ἡ τάξις διττή ἐστιν· ἡ μὲν ἐν τῷ στρατηγῷ, ἡ δὲ ἐν τοῖς στρατιώταις. καὶ ἐκ τῆς ἐν τῷ στρατηγῷ τάξεως γίνεται ἡ ἐν τοῖς στρατιώταις.

### τ 96

Τάξις: αἱ βʹ τετραρχίαι, ἄνδρες ρκηʹ. καὶ ὁ ἡγούμενος πάλαι μὲν ταξίαρχος, νῦν δὲ ἑκατοντάρχης. Τάξεων ψιλῶν ὀνομασίαι καὶ ποσότης αὐτῶν· λόχος ἀνδρῶν ηʹ. σύστασις δʹ λόχοι, ἀνδρῶν λβʹ. πεντηκονταρχίαι βʹ συστάσεις, ἀνδρῶν ξδʹ. ἑκατονταρχία βʹ πεντη‐ κονταρχίαι, ἀνδρῶν ρκηʹ. ἑκάστη ἑκατονταρχία ἐκτάτους ἔχει εʹ, σημειοφόρον, οὐραγόν, σαλπιστήν, ὑπηρέτην, στρατοκήρυκα. ψιλαγία βʹ ἑκατονταρχίαι, ἀνδρῶν σνϛʹ. ξεναγία βʹ ψιλαγίαι, ἀνδρῶν φιβʹ. σύστρεμμα βʹ ξεναγίαι, ἀνδρῶν ͵ακδʹ. ἐπιξεναγία βʹ συστρέμματα, ἀνδρῶν ͵βμηʹ. στῖφος βʹ ἐπιξεναγίαι, ἀνδρῶν ͵δϞϛʹ. ἐπίταγμα βʹ στίφη, ἀνδρῶν ͵ηρϞβʹ. τούτου ἕκαστοι ἄνδρες ηʹ, ἐπιξεναγοὶ μὲν δʹ, συστρεμ‐ ματάρχαι δὲ οἱ λοιποί. ζήτει πλατυτερὸν ἐν τῷ τέλει τοῦ βιβλίου.

### τ 97

Ταονθαρύζειν: τρέμειν.

### τ 98

Ταὧς: ὁ Τηρεύς. παρὰ τὸ τηρεῖν τὴν Ἰώ. δασύνεται δὲ καὶ περισπᾶται.

### τ 99

Ταὼς εὐπήληξ: ὁ Μηδικός, καὶ χρυσόπτερος, καὶ ἀλαζονικὸς ὄρνις.

### τ 100

Τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντες: ἐπισείοντες τὴν κεφαλήν· ὃ ποιοῦσιν οἱ ἐκλελυμένοι. καὶ αὖθις· τῶν τὰ ὦτα κατεαγότων καὶ διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα τὰ τῆς φιλοσοφίας ἀπόρρητα.

### τ 101

Ταπεινός. καὶ Ταπεινῶ· αἰτιατικῇ.

### τ 102

Τάπητες: ἐπιβόλαια, ἢ στρώματα. οὕτως Ἀριστοφάνης.

### τ 103

Τἀπὶ κοσκίνῳ: λεγόμενόν τι. οἷον τἀληθῆ πάντα.

### τ 104

Τἀποτίμια: τοὺς μισθούς. Σοφοκλῆς· δεῖξον ἀνθρώποισι, τἀποτίμια τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.

### τ 105

Τἀπίχειρα: τὸν μισθόν, τὰς ἀμοιβάς. ἀμείνονα ἔχων τἀπίχειρα τῆς ἥττης. ἐν Μυθικοῖς.

### τ 106

Τὰ πλείστου ἄξια τῷ Πομπηΐῳ ὑπηρετοῦντα Μηνᾶν τὸν πειρατήν.

### τ 107

Τὰ πολλά: ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πολύ, ὡς ἐπὶ τὸ πλεῖστον.

### τ 108

Τὰ πρῶτα Ἄρης εἰς τοὺς παῖδας ἐπῃνεῖτο: ἐπὶ τῶν ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων.

### τ 109

Τὰ πρῶτ’ ἀρίστους παῖδας Αἴγιν’ ἐκτρέφει: παροιμία. ἐν ἀκμῇ γάρ, φασί, μεταβάλλουσιν ἐπὶ τὸ χεῖρον οἱ Αἰγινῆται ἀπὸ Ἀχιλλέως, Πατρόκλου, Αἴαντος, Νεοπτολέμου.

### τ 110

Ταρρακῶν: πόλις. καὶ κλίνεται Ταρρακῶνος.

### τ 111

Ταραντενίδιον: λεπτὸν καὶ διαφανὲς ἱμάτιον, οὐ πάντως πορφυροῦν, ὥς τινες ὑπέλαβον. οὕτως Νικόστρατος. ἡ δὲ τὸ διά‐ δημα, ὅπερ οὖν ἐπὶ τῆς κεφαλῆς εἶχε σύμβολον δὴ καὶ μαρτύριον ἀρχῆς, περισπάσασα, εἶτα μέντοι τῷ τραχήλῳ περιβαλοῦσα (τὸ δὲ ἦν ταραντενίδιον λεπτόν τε καὶ ἀσθενές), ἐπεὶ μόνον ἐτάθη, κᾆτα ἀπορρήγνυται. ἡ δὲ περιαλγεῖ.

### τ 112

Ταραντῖνος: ὄνομα κύριον.

### τ 113

Ταραντῖνοι: τάξις τις ἱππέων οὕτως καλουμένη.

### τ 114

Ταραξίας· ὁ δὲ ὡς ταραχώδης καὶ ταραξίας ἐπέσκηψε τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ λαίλαπος δίκην ἢ θυέλλης.

### τ 115

Ταραξικάρδιον: τὸ δάκνον τὴν καρδίαν. τοῦτο τοὖπος δεινὸν ἤδη καὶ ταραξικάρδιον. αὐξήσει κέχρηται, εἰπὼν ταραξικάρδιον. ἔστι γάρ τι δεινόν, ὃ μὴ οὕτως ἐστὶ δεινόν, ὡς δάκνειν καὶ ταράττειν καρδίαν. ὅπερ δὲ τῇ καρδίᾳ ταραχὴν ἐμποιήσειεν ἄν, τοῦτο ἀναμφι‐ λόγως δεινότατον νομίζοιτο.

### τ 116

Ταράσσω· αἰτιατικῇ.

### τ 117

Ταρβεῖ: φοβεῖται. καὶ παρὰ Σοφοκλεῖ ταρβεῖν, ἀντὶ τοῦ τιμᾶν. ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα πολλή ’στ’ ἀνάγκη τἀπὸ σοῦ. καὶ μὴν ἔνεστι τοῖς εὖ σκοπουμένοις ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτέ.

### τ 118

Τάρβη καὶ Τάρβος: εὐλάβεια, φόβος. ᾧ μή ’στι δρῶντι τάρβος, οὐδ’ ἔπος φοβεῖ. τουτέστιν ὁ μὴ τὸ ἔργου δεδοικὼς οὐδὲ τὸν λόγον.

### τ 119

Τάριχα. ὄψα πολυτελῆ. καὶ ταρίχη συχνά. καὶ παροιμία· ἂν μὴ παρῇ κρέα, ταρίχῃ στερκτέον. παρεγγυᾷ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.

### τ 120

Ταριχαῖοι: ὄνομα ἔθνους.

### τ 121

Ταριχεύει: τήκει, ξηραίνει.

### τ 122

Ταριχεύειν, ταριχεύσειν: ὥσπερ οἱ τὰ ᾠὰ τέμνοντες καὶ μέλλοντες ταριχεύειν. σημαίνει δὲ καὶ τὸ ξηραίνειν. καὶ οἷον εἰς γάρον ἐξιχωρίζεσθαι, γάριχός τις ὤν. λέγεται καὶ Ταριχηρά. Ἀρριανός· ὁ δὲ ἔδωκε σῖτόν τε καὶ οἶνον καὶ κρέα ταριχηρὰ κατὰ σκηνήν.

### τ 123

Ταριχεία.

### τ 124

Τάριχος: τὸ τάριχος οὐδετέρως. Ἀριστοφάνης Βατράχοις· τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω. ἔστι δὲ κρέας ἁλσὶ πεπασμένον. παρὰ τὸ εἰς γάρον ἐξιχωρίζεσθαι.

### τ 125

Ταρκύνιος Σούπερβος· οὗτος τῆς ἀρχῆς ἐπιλαβόμενος τῶν Ῥωμαίων μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέστερον καὶ βαρυτέραν τὴν πολι‐ τείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων, τούς τε νόμους μεταθεὶς καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος καὶ δι’ αὐτῶν τὸν δῆμον αἰκιζόμενος· φιλοπόλεμός τε, εἰ καί τις ἄλλος, γεγονὼς ὑπερόπτης τε καὶ ἀλαζών. ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· σουπέρβους γὰρ τοὺς ὑπερηφάνους ὠνόμαζον Ῥωμαῖοι.

### τ 126

Ταρκυΐνιος.

### τ 127

Τάρπεια: ὄνομα.

### τ 128

Τάρπημεν: ἐκορέσθημεν.

### τ 129

Ταρσός: ὁ τάλαρος· τὸ καλάθιον παρ’ ἡμῖν.

### τ 130

Ταρσός: ἐκ μέρους· ἢ τὸ πλάτος τοῦ ποδός, ἢ τὸ ἄκρον τῆς χειρός. καὶ πλέγμα. Θουκυδίδης· οἱ δὲ Πελοποννήσιοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους.

### τ 131

Ταρσός: πόλις Κιλικίας, ἣν ἔκτισεν ἐν μιᾷ ἡμέρᾳ Σαρδανάπαλος, βασιλεὺς Ἀσσυρίων.

### τ 132

Ταρσός: κυρίως τῶν ὀρνίθων ἡ πτέρωσις· ἀφ’ οὗ καὶ τῶν κωπῶν ὅμοιος ὁ σχηματισμός. οὕτως Ἡρόδοτος.

### τ 133

Ταρσοί: τὰ ἀγγεῖα τῶν τυρῶν· καὶ τὰ ἔξω τῶν κωπῶν. καὶ ταρσοῖς, πτεροῖς ἄκροις. ὁ δὲ τὴν παράταξιν αὐτῶν διέλυσεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων.

### τ 134

Ταρσοὶ καλάμων. οἱ δὲ Λαζοὶ βόθρους ὀρύξαντες καὶ δόρατα τοῖς βόθροις ἐγκαταπήξαντες ταρσοῖς καλάμων καὶ ὕλῃ μὴ βεβαίαν ἐχούσῃ βάσιν, ἀλλὰ πρὸς τὸ ἐπιφερόμενον ἄχθος ὀλισθαινούσῃ, τὰ στόματα τῶν ὀρυγμάτων ἐκάλυψαν· καὶ χοῦν ἐπιβαλόντες τά τε παρ’ ἑκάτερα χωρία γεωργήσαντες καὶ πυροὺς σπείραντες ἐτροπώσαντο τοὺς Ῥωμαίους. Ταρσοὶ καλάμων παρ’ Ἡροδότῳ ἡ πρασιά, οὗ ἐξήραινον τὴν πλίνθον.

### τ 135

Τάρταρος: ὁ κατώτερος τοῦ ᾅδου τόπος. καὶ Τάρταρον, τὸν περὶ τὰ νέφη τόπον οὕτω λέγουσι. Περὶ ψυχῆς. καὶ Ταρτάρειος βόθρος.

### τ 136

Ταρτησία μύραινα: ὡς ἐκεῖ γινομένων μεγίστων.

### τ 137

Ταρτησσός: Ἰβηρικὴ πόλις πρὸς τῷ ὠκεανῷ, ἐκτετοπισμένη παρὰ τὴν Ἄορνον λίμνην. τῆς δὲ Ταρτησσοῦ Ἀγαθώνιος ἐβασί‐ λευσεν. Ἀριστοφάνης Ταρτησίαν μύραιναν λέγει. καὶ οὐδετέρως Ταρτήσιον.

### τ 138

Ταρροί: τάλαροι καὶ ταρσοί. καὶ τὰ πλατύσματα τῶν κωπῶν. αὐτὸ τὸ πτέρωμα. καὶ Θουκυδίδης οὕτως.

### τ 139

Ταρροί: Ἀττικῶς τὰ ἐκ σχοίνων πλέγματα. τοὺς γοῦν καλά‐ μους τοὺς γεωργικοὺς ταλάρους καλοῦσι. τὴν δὲ κρεμάθραν Ἀριστο‐ φάνης οὕτως ἐκάλεσεν. ἔπειτ’ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς; ἐφ’ ἧς ὁ Σωκράτης ἐκρέματο. ἢ ταρρός, μετέωρόν τι ἰκρίον, ἐφ’ οὗ αἱ ἀλεκτορίδες κοιμῶνται. τοιαύτην δή τινα ὑποληπτέον τὴν κρεμάθραν ἐσκευάσθαι.

### τ 140

Ταρφειαί: πυκναί.

### τ 141

Ταρχύσωσι: θάψωσι.

### τ 142

Τὰ Σαμίων ὑποπτεύεις: παροιμία αὕτη λέγεται ἐπὶ τῶν δε‐ διότων τινὰς ἀνηκέστους κακῶν προδοσίας. παρῆλθε δὲ ἀπὸ τῶν γενομένων ὑπὸ Ἀθηναίων εἰς Σαμίους αἰκισμῶν· ἑλόντες γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἔστιξαν τῇ καλουμένῃ σάμῃ, ἥ ἐστιν εἶδος πάθους Σαμιακοῦ· ἀνθ’ ὧν καὶ οἱ Σάμιοι τοὺς ἁλόντας μετὰ ταῦτα Ἀθηναίων ἔστιξαν.

### τ 143

Τὰς ἐν ᾅδου τριακάδας: ἐπὶ τῶν περιέργων καὶ τὰ ἀπο‐ κεκρυμμένα γινώσκειν ζητούντων.

### τ 144

Τάσις: ἔκτασις· καὶ δρόμος.

### τ 145

Τὰς ὁδοὺς οἶδεν, ἅσπερ Εὐκράτης ἔφευγε τῶν κυ‐ ρηβίων εὐθύ: ἔνθα δὴ κάχρυς ἀλήθονται· κυρήβια γὰρ αἱ ἀλη‐ λεσμέναι κριθαί. διαβάλλει δὲ τὸν Εὐκράτη ὡς τοιαύτην τέχνην ἔχοντα· ὃς καὶ Στύππαξ ἐκαλεῖτο. Ἀριστοφάνης· εὐλαβοῦ δὲ μὴ δια‐ φύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφυγεν εὐθὺ τῶν κυρηβίων. εἴρηται ἐπὶ τῶν φευγόντων.

### τ 146

Τὰς ὀφρῦς ἀνεσπακώς, ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται: ἀντὶ τοῦ ἐσκυθρωπακώς.

### τ 147

Τὰ Ταντάλου τάλαντα ταλαντίζεται: διεβεβόητο ὁ Τάν‐ ταλος ἐπὶ πλούτῳ, ὡς καὶ εἰς παροιμίαν διαδοθῆναι. οὗτος γὰρ πλούσιος Φρὺξ ἐπὶ ταλάντοις διεβεβόητο, Πλουτοῦς καὶ Διὸς λεγόμενος. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Ἀνακρέων ἐν τρίτῳ. γέγονε δὲ παρὰ τὸ ὄνομα τάλαντα, ὡς καὶ παρὰ τῷ κωμικῷ εἴρηται· Ταντάλου τά‐ λαντα τανταλίζεται. αὕτη οὖν ἡ παροιμία παρὰ τὴν ὁμοιό‐ τητα τῶν ὀνομάτων εἴρηται· ἐπείπερ παίζοντες πολλὰ τοιαῦτα καὶ ἄλλα πεποιήκασιν, οἷον ἀγαθῶν ἀγαθίδες, καὶ σοφώτερος σοφοῦ παρ’ Ἐπιχάρμῳ.

### τ 148

Τατιανός· οὗτος ἐπὶ τοῦ Παραβάτου Ἰουλιανοῦ ἐμαρτύρησε. καὶ ζήτει ἐν τῷ Ἀμάχιος.

### τ 149

Τατίκιος: ὄνομα κύριον.

### τ 150

Τάτιος: ὄνομα κύριον. ἡ δὲ τὸν πατέρα φυλάξασα ἀποδη‐ μοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον.

### τ 151

Τάττουσα: ἐν τάξει τιθεῖσα. Δαμάσκιος· ἡ δὲ ὅσα πάθη τῆς ψυχῆς τάττουσα ταῦτα καὶ διακοσμοῦσα. περὶ κοσμιότητος καὶ σωφρο‐ σύνης ὁ λόγος.

### τ 152

Τὰ τῷ αὐτῷ τὰ αὐτά, καὶ ἀλλήλοις εἶναι δεῖ τὰ αὐτά: γεωμετρικός ἐστιν ὅρος τοῦτο ἀξιῶν, ἐπειδὴ σὲ μὲν ὁ τρόπος ἐποίησε φίλον, τὸν δὲ ὁ δεῖνα καὶ ἡ φύσις, ἄμφω δὲ ἑνὸς ἐστὲ φίλοι· δεῖ δὴ καὶ ἀλλήλων ὑμᾶς ἐξηρτῆσθαι, καθάπερ ἐμοῦ τοῦ μέσου. καθάπτω τοιγαρ‐ οῦν ὑμᾶς ἀλλήλοις.

### τ 153

Τὰ τῶν φόρων κρείττω: παροιμία ἐστὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν.

### τ 154

Τὰ τρία τῶν εἰς θάνατον: ὅτι τοῖς εἰς θάνατον κατακριθεῖσι τρία παρετίθουν, ξίφος, βρόχον, κώνειον. τὰ τρία τὰ εἰς τὸν θά‐ νατον· οἱ δὲ τὰ τρία τὰ παρὰ τῇ αὐλῇ. τοῖς ἐπὶ θάνατον ἀγομένοις μετῆν παρρησίας, ὥστε τροφῆς καὶ οἴνου πληρωθεῖσι τρία λέγειν, ἃ βούλονται· μεθ’ ὃ ἐφιμοῦντο. τὸ δὲ νῦν ἀρχεῖον καλούμενον αὐλὴ ἐλέγετο, καὶ οἱ ὑπηρετικοὶ αὐλικοί. ἄλλως· τὰ τρία τὰ εἰς τὸν θάνα‐ τον· μέμνηται Ἄλεξις ἐν Αἰπόλοις. ὅτι ὁ μαντευόμενος ἐν Δελφοῖς σεσημασμένους ἐλάμβανε τοὺς χρησμούς, καὶ προείρητο αὐτῷ, εἰ λύσει, ζημία μία τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι ἢ τῆς χειρὸς ἢ τῆς γλώττης.

### τ 155

Ταυρέας: ὄνομα κύριον.

### τ 156

Ταυρείη φωνή: τοῦ ταύρου. καὶ Ταύρειον αἷμα.

### τ 157

Ταυρηδόν: ὡς ταῦρος. Ἀριστοφάνης περὶ Αἰσχύλου· ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω. τοιοῦτος γὰρ τῷ σχήματι ὀργιζόμενος ὁ Αἰσχύλος.

### τ 158

Ταυρίδιον: ὁ μικρὸς ταῦρος. καὶ Ταύριος Ποσειδῶν. ὅτι ἵπποι σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.

### τ 159

Ταυρική: τόπος.

### τ 160

Ταυρίωνος.

### τ 161

Ταυροβόλος: ἡ Ἀθηνᾶ.

### τ 162

Ταυροκέρκουροι: ποτάμια πλοῖα.

### τ 163

Ταυρομένειον: πολίχνιον. καὶ Ταυρομενείτης.

### τ 164

Ταυροπόλα: ἡ Ἄρτεμις ἡ ἐν Ταύροις τῆς Σκυθίας τιμωμένη. ἢ ἀπὸ μέρους, τῶν ποιμνίων ἐπιστάτις. ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ ἐστὶ καὶ ἐποχεῖται ταύροις· ἣν καὶ Ταυρωπὸν ὀνομάζουσιν. ἦ ῥά σε Ταυ‐ ροπόλος ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας. τοὺς πολλοὺς γὰρ τῶν μαινο‐ μένων ἐκ σελήνης νοσεῖν ὑποτίθενται, διὰ τὸ τῶν νυκτερινῶν δεσπόζειν φαντασμάτων.

### τ 165

Ταυροπόλον: τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος· Ἴστρος δ’ ἐν γʹ Ἀτάκτων, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπι‐ πεμφθέντα Ἱππολύτῳ ταῦρον ἐξοίστρησεν ἐπὶ πᾶσαν γῆν. οἱ δ’ ὅτι ἔβαλε, διὸ καὶ ταυροβόλον. καὶ Ἀθηνᾶ δὲ Ταυροβόλος ἐν Ἄνδρῳ· ὁ γὰρ Ἄνιος δοὺς ταῦρον τοῖς Ἀτρείδαις ἐκέλευσεν, ὅπου ἂν ἐκ τῆς νεὼς ἅλληται, ἱδρύσασθαι Ἀθηνᾶν· καὶ οὕτως εὐπλοήσειν. ὁ δὲ ἐν Ἄνδρῳ ἐξήλατο.

### τ 166

Ταῦρος, Βηρύτιος, φιλόσοφος Πλατωνικός, γεγονὼς ἐπὶ Ἀντω‐ νίνου τοῦ Εὐσεβοῦς. ἔγραψε Περὶ τῆς τῶν δογμάτων διαφορᾶς Πλά‐ τωνος καὶ Ἀριστοτέλους, Περὶ σωμάτων καὶ ἀσωμάτων· καὶ ἄλλα πλεῖστα.

### τ 167

Ταῦρος: τὸ αἰδοῖον τοῦ ἀνδρός. καὶ ἀταυρώτη, ἡ ἄμικτος, ἁγνή. οἴκαδ’ ἀταυρώτη διάξω τὸν βίον.

### τ 168

Ταῦρος: ὄνομα ὄρους. ταύρῳ γάρ ἐστι συμφυῶς εἰκασμένος σκιρτῶντι καὶ ῥιπτοῦντι τοὺς ὀπισθίους πόδας πρὸς ὕψος· εἶτα δὴ τὸν αὐχένα κυρτῶς ὑπεξαιροῦντι.

### τ 169

Ταυροφάγον: τὸν Διόνυσον. Σοφοκλῆς ἐν Τυροῖ. ἀντὶ τοῦ ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδίδοτο. ἢ τὸν ὠμηστήν. ἀφ’ οὗ καὶ ἐπὶ τὸν Κρατῖνον μετήνεγκε τοὔνομα Ἀριστοφάνης. ὅστις ἢ γενναίων ὄργια Μουσῶν μήτ’ εἶδεν μήτ’ ἐχόρευσε, μήτε Κρατίνου τοῦ ταυροφάγου γλώττης βακχεῖ’ ἐτελέσθη. τοὺς περὶ Ἀρίσταρχον οἰομέ‐ νους ὅτι ταῦρος ἦν αὐτοῖς ἔπαθλον· ψευδῶς. εἴρηται δὲ παρὰ τὸ Σοφοκλέους ἐκ Τυροῦς· Διονύσου τοῦ ταυροφάγου. καὶ ὅτι φίλοινος ἦν· καὶ διὰ τοῦτο ἐπίθετον τοῦ Διονύσου αὐτῷ περιτιθέασιν. οἱ δὲ ἔτι περιεργότερον τὸν λόγον ἀποδιδόασι μητέρα Κρατίνου, ἥτις Βακ‐ χεῖα ἐτελέσθη, ἅ εἰσι τοῦ μοσχοφάγου Διονύσου. ἢ τολμηρά, ἀπὸ τῶν Βακχῶν.

### τ 170

Ταυρωπόν: τὴν Ἄρτεμιν λέγουσι.

### τ 171

Ταυταγί· παρ’ Ἀριστοφάνει ἐν Ὄρνισιν· ἔσται ταυταγί.

### τ 172

Ταῦτα ληρεῖς, ὥσπερ ἀπὸ τύμβου πεσών. νὴ τὸν Δί’, αὐτὴ ποῦ ’στι τοίγ’ ἡ Δαρδανίς.

### τ 173

Ταῦτα πράσσων, φάσκ’ ἀνὴρ οὐδὲν ποιῶν· Κρατῖνος Ὥραις. ἡ γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούντων.

### τ 174

Ταῦτα πρὸς ἀνδρός ἐστι νοῦν ἔχοντος καὶ φρένας καὶ πολλὰ περιπεπλευκότος, μετακυλινδεῖν αὐτὸν ἀεὶ πρὸς τὸν εὖ πράτ‐ τοντα τοῖχον μᾶλλον ἢ γεγραμμένην εἰκόν’ ἑστάναι, λαβόνθ’ ἓν σχῆμα: ἀντὶ τοῦ μηδὲν ἀνύοντα. διότι ἀκίνητον τὸ ἐπιγεγραμμένον τῇ εἰκόνι. περιπεπλευκότος δὲ ἀντὶ τοῦ εἰς πάντα τετριμμένου. ὅμοιον τῷ ἐν Ἀλκμήνῃ Εὐριπίδου· οὐ γάρ ποτ’ εἴων Σθένελον εἰς τὸν εὐτυχῆ χω‐ ροῦντα τοῖχον, τῆς δίκης ἀποστερεῖν.

### τ 175

Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἐπὶ τῶν τὰ τελευταῖα ποιούντων. Πολυκράτης γὰρ ὁ Σάμου τύραννος Ῥήνιαν ἑλὼν καὶ ἀναθεὶς αὐτὴν τῷ Ἀπόλλωνι καὶ ἐν Δήλῳ θεὶς ἀγῶνα κάλλιστον ἠρώτα πέμψας εἰς Δελφούς, πῶς δεῖ καλεῖν τὸν ἀγῶνα, Δήλια ἢ Πύθια. ὁ δὲ χρησμὸς εἶπε· ταῦτά σοι καὶ Πύθια καὶ Δήλια· σημαίνων, ὅτι εὐθέως ἀποθανεῖται.

### τ 176

Ταῦτά τοι καὶ θαρρῶν αὐτὸς κατά τι ἔθος ἀρχαῖον ἐκέλευσε δι’ ἡμέρας τὴν ἱερουργίαν τὴν τεταγμένην δρᾶσαι τῷ θεῷ: ἀντὶ τοῦ ἕνεκεν τούτου. καὶ αὖθις· ταῦτά τοι καὶ τεθνεῶτα ἔθαψεν αὐτὸν ὁ βασιλεὺς ταφῇ θαυμαστῇ. ἀντὶ τοῦ διὰ τοῦτο.

### τ 177

Ταύτῃ: τούτου ἕνεκεν, ἢ οὕτως. ταύτῃ τοι οὐ πολὺ ὕστερον παρελύθη τῆς ἀρχῆς. καὶ αὖθις· ταύτῃ τοι καὶ οὔ τι εὐλαβούμενος εἴποιμι. καὶ αὖθις· καὶ ἐδόκει ταύτῃ γε τοῦ ἀδελφοῦ διαφέρειν. καὶ αὖθις· ὁ δὲ Βροῦτος ταύτῃ οὐδὲ ἐπείρασε διαβῆναι, ἑτέραν δέ τινα μακροτέραν περιελθόντες.

### τ 178

Ταυτηΐ: ταύτῃ.

### τ 179

Ταυτηνί: ταύτην.

### τ 180

Ταυτί: ταῦτα.

### τ 181

Ταυτίζω: ἰδιοποιοῦμαι.

### τ 182

Ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς: Ἀριστοφάνης. ἐπὶ τῶν δοκούντων ἐκφοβεῖν.

### τ 183

Ταυτὶ μὲν εἰκάσμεσθα κατὰ τὸν Αἰσχύλον, τὰ δ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς: ὁ γὰρ Αἰσχύλος Λι‐ βυστικὴν αὐτὴν καλεῖ παροιμίαν. ὁ δέ ἐστι μύθων τῶν Λιβυστικῶν λόγος, πληγέντα ἀτράκτῳ τοξικῷ τὸν αἰετὸν εἰπεῖν ἰδόντα μηχανὴν πτερώματος· τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκό‐ μεθα. καὶ ἡμεῖς οὖν, φησίν, οὐχ ὑπ’ ἄλλων πάσχομεν ταῦτα, ἀλλὰ τῇ αὑτῶν γνώμῃ. τοῖς αὑτῶν πτεροῖς, ἀντὶ τοῦ ἑαυτοῖς ταῦτα πε‐ ποιήκαμεν.

### τ 184

Ταυτοέπεια. καὶ Ταυτοεπεῖν, ταυτολογεῖν.

### τ 185

Ταὐτόν: τοῦτο τριχῶς διαιρεῖ Ἀριστοτέλης ἐν τοῖς Τοπικοῖς. πρὸς δὲ τούτοις τοῖς τρισὶ καὶ τέταρτόν τινα προστίθεται, κατ’ ἀνα‐ λογίαν, πορρώτερον ὄντα τῶν τριῶν. οἱ δὲ τρεῖς εἰσιν οὗτοι· ταὐτὸν γὰρ τὸ μὲν κατ’ ἀριθμὸν λέγεται, τὸ δὲ κατ’ εἶδος, τὸ δὲ τῷ γένει. ἀριθμῷ ταὐτά ἐστιν ἀλλήλοις ὧν ὀνόματα πλείω, τὸ δὲ πρᾶγμα τὸ ὑπ’ αὐτῶν σημαινόμενον ἕν, οἷά ἐστι τὰ πολυώνυμα· ἀριθμῷ γὰρ ἓν τὸ λώπιον καὶ ἱμάτιον, ὅτι τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμόν ἐστι δηλωτικά. κἂν λόγος δὲ κἂν ὄνομα ταυτὸν σημαίνῃ, ἓν κατ’ ἀριθμὸν καὶ τοῦτο· κἂν λόγοι πλείους σημαίνωσι ταὐτό, καὶ ταῦτα ἀριθμῷ ταυτά· τῷ γὰρ ἀριθμῷ τοῖς αὐτοῖς εἶναί ἐστιν, οὐ τοῖς ὀνόμασι ση‐ μαντικοῖς. συνελόντι φάναι, κατ’ ἀριθμόν, ὡς τὰ πολυώνυμα, λῶπος, ἱμάτιον. κατ’ εἶδος, ὡς Σωκράτης καὶ Πλάτων. κατὰ γένος, οἷον ἄν‐ θρωπος, ἵππος· ζῷα γὰρ ἄμφω. κατ’ ἀναλογίαν, ὡς καρδία καὶ πηγὴ καὶ μονάς· ὡς γὰρ ἔχει ἡ πηγὴ πρὸς ποτόν, οὕτω καὶ μονὰς ἐν ἀριθμῷ, καρδία ἐν ζῴῳ. ὄψις ἐν ὀφθαλμοῖς· νοῦς ἐν ψυχῇ. νηνεμία καὶ γαλήνη ἡ αὐτή· ὃ γὰρ γαλήνη ἐν θαλάσσῃ, τοῦτο νηνεμία ἐν ἀέρι· ἡσυχία γὰρ ἄμφω.

### τ 186

Ταυτὸν πέπονθα τῷ τῆς παροιμίας, τὸ σὸν ὄναρ σοι διηγούμενος· ὅτι μὲν οὐχ ἑκόντες (ὀκνῶ γὰρ εἰπεῖν ὡς ἄκοντες), τὸν καλόν τε καὶ ἀγαθὸν πρὸς ὀλίγον ἡμῶν ἐπετρέψαμεν χωρισθῆναι, τεκμαίρῃ δήπουθεν. ἴσως δ’ ἄν μοι καὶ σοὶ γένοιτο καὶ αὐτῷ δὲ πρὸς παραμυθίαν μικρόν, εἰ σοὶ μὲν ἐκεῖνος, ἡμεῖς δὲ δι’ ἐκείνου σοῦ τύχω‐ μεν. ἔστι δέ μοι τούτων οὐδὲν ὑπὲρ αὐτοῦ πλέον πρός σε καθήκει λέγειν, οἶσθα δήπουθεν. εἰ γὰρ ἐγώ σοι νῦν αὐτὸν γνωρίζω, πέπονθα τὸ τῆς παροιμίας, τὸ σὸν ὄναρ σοι διηγούμενος.

### τ 187

Ταὐτὸν ἐποίησε τοῖς θηρῶσι τὰς ἐγχέλυς· οἳ τῷ θρίῳ τῆς κράδης προσχρώμενοι καὶ τὸν βόρβορον ἀναταράξαντες τῆς θήρας τυγχάνουσι. κἀκεῖνος συγχεῖ τὰ δημοσία καὶ ἀναφυρᾷ, βουλόμενος τούς τε ἀδελφοὺς καὶ τοὺς προεστηκότας εἰς ταὐτὸ συμβαλεῖν.

### τ 188

Ταυτότης: ἡ ὁμοιότης. Πισίδης· τῇ ταυτότητι συγχυθεὶς τῶν δακρύων. καὶ τὴν χαρὰν γὰρ πολλάκις χαρὰ τρέφει· καὶ δάκρυσίν τις ἐξεγείρει δάκρυα.

### τ 189

Ταυτότητος: ἀπαραλλάκτου φύσεως.

### τ 190

Ταφήϊον: ἐντάφιον.

### τ 191

Τάφιος: ἐθνικόν. ὁ λῃστής.

### τ 192

Τάφος: καὶ τὸ παρὰ τοῖς θύταις σημεῖον. καὶ τὸ περί‐ δειπνον. Ὅμηρος· τάφον Ἕκτορος ἱπποδάμοιο. οὐ τὸν τύμβον.

### τ 193

Ταφόσιρις: ὄνομα κύριον.

### τ 194

Ταφρεῦσαι: διορύξαι, περισκάψαι.

### τ 195

Τάφρος: τὸ περὶ τὸ τεῖχος ὄρυγμα. καὶ Τάφρη θηλυκὸν παρ’ Ἡροδότῳ. ὀρύξαντες τάφρην εὐρέην ἐπέτειναν ξύλα ἀσθενέα ἐπ’ αὐτῆς.

### τ 196

Τάχα: ἴσως, ἢ ταχέως, ἢ τυχόν.

### τ 197

Ταχεῖα.

### τ 198

Ταχινός: ὁ ταχύς.

### τ 199

Τάχιον: ταχύ.

### τ 200

Ταχύ: ἀντὶ τοῦ ταχέως ἔστι παρὰ πολλοῖς τῶν παλαιῶν. παρ’ Ὁμήρῳ δὲ Τάχιστα, ἀντὶ τοῦ ταχέως. καί, λῦσαν δ’ ἀγορὴν αἰψηρήν. ἀντὶ τοῦ αἰψηρῶς, ταχέως.

### τ 201

Ταχυβάμονας ὅρκους: Ἀρίσταρχος κατ’ ἀντίφρασιν ἀκούει, ἀντὶ τοῦ βραδεῖς. βέλτιον δὲ τοὺς ἐν ἑτέρῳ τινὶ γενομένους νοεῖν· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες. ὅθεν καὶ παροιμία· Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος.

### τ 202

Ταχυβούλοις: ἀντὶ τοῦ ταχέως μεταβαλλομένοις, προπετέσιν, ἀπερισκέπτοις. κωμῳδοῦνται δὲ οἱ Ἀθηναῖοι ὡς τοιοῦτοι, καὶ ὅτι ταχέως μετανοοῦσιν ἐν οἷς βουλεύονται.

### τ 203

Ταχυναυτεῖ: ταχέως πλεῖ. αὗται ἱεραὶ τριήρεις δημόσιαι, ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι καὶ ταχυναυτοῦσαι.

### τ 204

Ταχὺς δ’, ὅταν εἰς ἄπορον ἐμπέσῃς, ἐπ’ ἄλλο πήδα νόημα φρενός. οὗ πόρον οὐκ ἔστιν εὑρεῖν ἄπορον λέγει. σκώπτειν διὰ τούτων βούλεται τὸν Σωκράτην, ὡς χλευαζόμενον ἐν ταῖς συζητήσεσι καὶ μεθιστάμενον ὑπὸ στενοχωρίας. διδάσκει δὲ αὐτόν, ὅτι, ἐὰν ἀπο‐ ρήσῃς εἴς τι, ταχέως ἐπ’ ἄλλο πήδα νόημα. ὁ δὲ ὑποτιθέμενος ἄλλῳ δηλονότι, αὐτὸς ἐν πείρᾳ γενόμενος τῶν ὅσα λέγεται, ὑποτίθεται.

### τ 205

Ταινάριον κακόν: τὸ μέγα καὶ παρανομούμενον εἰς ἱκέτας· οἱ γὰρ Λακεδαιμόνιοι καταφυγόντας τοὺς Εἵλωτας εἰς Ταίναρον ἀπέκτει‐ ναν. καὶ Ταιναρίτης, ὁ πολίτης.

### τ 206

Ταίναρον: ἀκρωτήριον τῆς Λακωνικῆς, ἐν ᾧ στόμιον ἦν κατ‐ άγον εἰς ᾅδου. ἔνθα καὶ Ποσειδῶνος ἱερὸν Ἀσφαλείου. ἐκεῖσε δὲ τοὺς Εἵλωτας ἱκέτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος οὐδὲν δεί‐ σαντες ἀνεῖλον οἱ Λακεδαιμόνιοι· καὶ διὰ τοῦτο ἐδόκουν ἐναγεῖς εἶναι. καὶ Ἀριστοφάνης· αὐτοῖς ὁ Ποσειδῶν, οὑπὶ Ταινάρῳ θεός, σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας.

### τ 207

Ταινίαι: ἐπὶ μὲν ἀνθρώπων τὰ πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ κυμάτια. καὶ Ταινίδιον, τὸ στέμμα. Αἰλιανός· ὁ δὲ ἐκρυέντος τοῦ αἵματος περιτραπεὶς ἐντάφιον ἑαυτῷ τρόπον τινὰ τὸ δυστυχὲς ταινίδιον ἐπήγετο. περὶ Μαξίμου λέγει τοῦ Ῥωμαίων στρατηγοῦ, τοῦ ἀποσπάσαντος ἀπὸ τῆς κεφαλῆς Ἀννίβου τὸ στέμμα.

### τ 208

Ταινίαι: λίνα εἰς λεπτὰ διακεκομμένα. Αἰλιανός· τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις. ἢ διάδημα ἱματίου.

### τ 209

Ταινία· ὁ δὲ Μίλων ὁ παγκρατιαστὴς περιεδεῖτο τῷ μετώπῳ χορδὴν καθάπερ ταινίαν ἢ στέφανον· κατέχων δὲ ἐντὸς χειλέων τὸ ἆσθμα καὶ ἐμπιπλὰς αἵματος τὰς ἐν τῇ κεφαλῇ φλέβας διερρήγνυεν ὑπὸ ἰσχύος τῶν φλεβῶν τὴν χορδὴν καθάπερ πάπυρον. καὶ τῆς δεξιᾶς χειρὸς τὸ μὲν ἐς τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παρ’ αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνος ἔτεινεν ἐς εὐθὺ τῶν δακτύλων, τὸν μὲν ἀντίχειρα ἀντιστρέφων ἐς τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοις ἐπι‐ κειμένων κατὰ στοῖχον. τὸν ἐλάχιστον οὖν τῶν δακτύλων κάτω γινό‐ μενον οὐκ ἀπεκίνησεν ἄν τις βιαζόμενος. ἀπέθανε δὲ οὗτος ἐπιτυχὼν ξύλῳ ξηρῷ, σφῆνας ἔχοντι διϊστῶντας αὐτό· ὁ δὲ ὑπὸ φρονήματος καθίησι τὰς χεῖρας ὡς διαρρήξων. ὀλισθαίνουσί τε δὴ οἱ σφῆνες, κἀκεῖνος ἐχόμενος ὑπὸ τοῦ ξύλου λύκων ἐγένετο εὕρημα.

### τ 210

Ταινιοῦντος: στεφανοῦντος. προσιόντες δὲ αὐτῷ ἐταινίαζον οἱ στρατιῶται καὶ ἀνέδουν.

### τ 211

Τεγέα: πόλις. καὶ Τεγεάτης, ὁ πολίτης.

### τ 212

Τέγγε: βρέχε. οἴνῳ πνεύμονα τέγγε, φίλης δ’ ἀπέχου Κυθε‐ ρείης.

### τ 213

Τέγγεσθαι: εἴκειν, ἐνδιδόναι. καὶ Τέγγει, βρέχει, μαλάττει. ἐν Ἐπιγράμμασι· νῆά σοι, ὦ πόντου βασιλεῦ καὶ κοίρανε γαίης, ἀντί‐ θεμαι μηκέτι τεγγομένην.

### τ 214

Τέγξω: βρέξω.

### τ 215

Τεγεσταῖοι: ὄνομα ἔθνους. καὶ θηλυκὸν Τεγέστη, ὄνομα πόλεως.

### τ 216

Τέγος: στέγη· ἢ ὑπερῷον, δωμάτιον, οἰκία πρόσγειος.

### τ 217

Τεγχάρων· δραχμῆς μὲν αὐλεῖ, τεγχάρων δὲ παύεται. ζήτει ἐν τῷ Ἀράβιος ἄγγελος.

### τ 218

Τεήν: τὴν σήν. τεὴν διφῶσα καλιήν.

### τ 219

Τεΐν: σοί, Δωρικῶς. ἐν Ἐπιγράμμασι· νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

### τ 220

Τεθέντων: ἀντὶ τοῦ ληφθέντων, ὁμολογηθέντων, συγχωρηθέν‐ των· φησὶ γὰρ Ἀριστοτέλης· συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν.

### τ 221

Τεθεωρημένη: ζητητικὴ τῆς ἀληθοῦς γνώσεως. ὁ μὲν οὖν Ἀρκεσίλαος ὁ φιλόσοφος νωθρὸς ἦν τὴν φύσιν καὶ χασμώδης, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένος, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι.

### τ 222

Τεθεικότες: ἀποβαλόντες. Ἰώσηπος· οἱ δὲ πρὸς τὸ ἔργον διῃρη‐ μένοι, τὰ πολλὰ τεθεικότες τῶν ὅπλων.

### τ 223

Τεθηγμένον: ἠκονημένον.

### τ 224

Τεθηλότα: θάλλοντα. ἐστεφανωμένοι κλῶνάς τε δάφνης τεθηλότας σείοντες.

### τ 225

Τεθηλυμμένων καὶ ἐκτεθηλυμμένων.

### τ 226

Τέθηπα: καταπέπληγμαι.

### τ 227

Τεθηπότες: ἐπτοημένοι, δειλιάσαντες.

### τ 228

Τέθμια: νόμος. καὶ Τέθμια, νόμιμα.

### τ 229

Τεθνάναι.

### τ 230

Τέθνασο: προστακτικόν.

### τ 231

Τεθνειῶτος.

### τ 232

Τεθνήσῃ: διὰ τοῦ ς οἱ Ἀττικοί. οἴμ’, ὡς τεθνήσῃ.

### τ 233

Τεθνεῶτα.

### τ 234

Τεθνία: γαστριμαργία πολλή.

### τ 235

Τεθνεῶτα. καὶ Τεθνώντων, ἀποθανόντων. τεθνώντων δὲ πολλῶν καὶ σαλευόντων ὑπὲρ τοῦ ζῆν ἐπὶ λεπταῖς ταῖς ἐλπίσι.

### τ 236

Τεθολωμένος: καὶ ἐπὶ χαρᾶς· Φερεκράτης Μυρμηκανθρώποις· γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον. καὶ ἐπὶ λύπης· ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ’ ἡ καρδία.

### τ 237

Τέθρια· ἄγονα καὶ ἄγρια φυτά.

### τ 238

Τέθριππον: ἐκ τεσσάρων ἵππων ἅρμα.

### τ 239

Τεθυκώς: εὐχαριστήσας.

### τ 240

Τεθυμμένος: ὑπὸ πυρὸς ἐκκεκαυμένος, ἢ κεκακωμένος.

### τ 241

Τεθυωμένοι: τεθυμιαμένοι, εὐώδεις.

### τ 242

Τέκεα: τέκνα. καὶ Τεκόντες, οἱ γεννήτορες. τοῖς τεκοῦσι γὰρ οὐδ’ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν. τουτέστιν ὅταν τις ὑπὲρ γονέων πονῇ, μὴ ἡγείσθω πόνον εἶναι τὸν κάματον.

### τ 243

Τεκμαιρόμενος: στοχαζόμενος. ψευδῆ τεκμαιρόμενος ἀληθέσι καὶ οὐ γενησόμενα εἰκάζων γενησομένοις.

### τ 244

Τεκμήρασθαι· γενικῇ. Τεκμηριῶ δὲ αἰτιατικῇ καὶ δοτικῇ.

### τ 245

Τεκμήριον: ἀληθινὸν σημεῖον. ἢ τὸ ἄλυτον. καὶ Τεκμηριώ‐ δης ἀπόδειξις λέγεται τὸ ἐκ τοῦ καπνοῦ τὸ πῦρ εὑρεῖν καὶ κατα‐ νοῆσαι. καὶ ἂν μὲν πάντως ἕπηται τὸ αἰτιατὸν τῷ αἰτίῳ, τεκμήριον τοῦτο λέγεται· ἂν δὴ μὴ πάντως ἕποιτο, σημεῖον ἂν λέγοιτο, τεκμή‐ ριον δὲ οὐκέτι· διότι μηδὲ ἄλυτόν ἐστιν. οἷον ὡς τὸ ὠχρά ἐστιν, ἐπειδὴ τέτοκε. καὶ αὖθις· ὅτι δὲ δαίμων ἦν ἀνθρωπόμορφος ἡ Θεοδώρα, τεκμηριώσαιτο ἄν τις τῷ μεγέθει σταθμώμενος, ὧν ἐς τοὺς ἀνθρώπους κακῶν ἔδρασεν. ἐν γὰρ τῷ ὑπερβάλλοντι τῶν πεπραγμέ‐ νων καὶ ἡ τοῦ δεδρακότος δύναμις ἔνδηλος γίνεται. καὶ αὖθίς φησι Δαμάσκιος· ὅρους δὲ ἐτίθετο καὶ τεκμήρια τῶν θείων ἀφωρισ‐ μένα στοιχείων πρὸς τὴν τῶν ἀνθρωπείων διάκρισιν· τῆς μὲν φιλο‐ πονίας τὸ ἀνύσιμον ὑπὲρ πάντα λόγον, τῆς δὲ εὐσυνέτου γνώμης τὸ ἐξιστάμενον τῆς ἐμφανοῦς καὶ συνήθους τοῖς πολλοῖς ἀκολουθίας, τοῦ δὲ ἔρωτος αὐτοῦ τὸ παρηρεθισμένον εἰς τὴν τοῦ νοητοῦ κάλλους ἀπό‐ λαυσιν. ὁ δὲ κατέδεισεν, ἐπειδὴ ἔγνω τὴν ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς ἐτεκμηρίου.

### τ 246

Τέκμησσα: ὄνομα κύριον. ἡ τοῦ Αἴαντος γυνή. καὶ ὄνομα πόλεως. καὶ Τεκμησσεύς, ὁ πολίτης.

### τ 247

Τέκμωρ: τέλος, μόρον, θάνατον.

### τ 248

Τέκος: τέκνον.

### τ 249

Τεκταινόμενος: κατασκευάζων.

### τ 250

Τεκτήνατο: κατεσκεύασε.

### τ 251

Τέκτων: κοινῶς τεχνίτης, ὁ λαοξόος, καὶ ὁ τῶν ξύλων. εἰδήμων.

### τ 252

Τελαμών: ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος. Ἰάμ‐ βλιχος· περιβαλὼν δὲ περὶ τὰς χεῖρας αὐτοῦ τοὺς τελαμῶνας προσ‐ έδησε τῇ κλίνῃ. καὶ ἡ εἰς λεπτὰ κατακεκομμένη ὀθόνη. Ἡρό‐ δοτος· οἱ δὲ Πέρσαι περὶ πλείστου ἐποιήσαντο, σμύρνῃσί τε ἰώμενοι τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες.

### τ 253

Τελαμώνιος: ὁ Αἴας.

### τ 254

Τελέας ἐρεῖ ταδί. Ἀριστοφάνης Ὄρνισι· ἄνθρωπος ἀστάθμητος, πετόμενος, ἀτέκμαρτος, οὐδὲν οὐδέποτ’ ἐν αὐτῷ μένων. διαβάλλει τὸν Τελέαν ὡς πλανήτην. ἀντὶ τοῦ περὶ τῶν πετομένων ἐὰν ἐρωτήσῃς. ἦν δὲ ὁ Τελέας σκωπτικὸς ἄνθρωπος καὶ εὐμετάβλητος τοὺς τρόπους· πρὸς γὰρ τῇ κιναιδίᾳ καὶ δειλίᾳ καὶ ὀψοφαγίᾳ καὶ νοσφισμῷ καὶ πο‐ νηρίᾳ διεβάλλετο. καὶ Πλάτων ἐν Σύρφακι περὶ τοῦ Τελέου φησί· νοεῖ μὲν ἕτερα, ἕτερα δὲ τῇ γλώττῃ φθέγγεται. ἢ ὅτι τελέας ὄρνεον. τοὺς πετομένους ὄρνεις οὗτος ὁ Τελέας, Ἀριστοφάνης φησίν, ἐρεῖ.

### τ 255

Τελέθει: γίνεται.

### τ 256

Τελέθουσι: γίνονται, θάλλουσι.

### τ 257

Τελενικῆσαι: ἐν Σερίφοις τὸ κενῶσαι. ἀπὸ Τελενίκου τινός, ὡς τὸ εἰκός, πένητος παντελῶς. καὶ λέγεταί τις Τελενίκιος ἠχώ, ἐκ μεταφορᾶς ἀπὸ τῶν κενῶν ἀγγείων.

### τ 258

Τελεώτερον: τὸ τέλειον.

### τ 259

Τελεσθῆναι: τὸ ἀναλωθῆναι. οὕτως Ἀντιφῶν.

### τ 260

Τελέσιλλα, ποιήτρια. ἐπὶ στήλης τὰ μὲν βιβλία ἀπέρριπτε, κράνος δὲ τῇ κεφαλῇ περιέθηκε. καὶ γὰρ ὅτε Λακεδαιμόνιοι τοὺς ἐν τῷ ἱερῷ τοῦ Ἄργους καταφυγόντας διέφθειρον καὶ πρὸς τὴν πόλιν ᾔεσαν ὡς αἱρήσοντες, τότε Τελέσιλλα τὰς ἐν ἡλικίᾳ γυναῖκας ὁπλίσασα ὑπήντησεν οἷ προσῄεσαν. ὅπερ ἰδόντες οἱ Λακεδαιμόνιοι ἐς τοὐπίσω ὑπέστρεψαν, αἰσχρὸν νομίσαντες γυναιξὶ πολεμεῖν, ἃς καὶ τὸ νικᾶν ἄδοξον καὶ ἡττᾶσθαι μέγα ὄνειδος. ἐς τοῦτο καὶ ὁ χρησμὸς πεπλή‐ ρωτο, Ἀργείοις λέγων· ἀλλ’ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήσασα ἐξελάσῃ καὶ κῦδος Ἀργείοισιν ἄρηται, πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.

### τ 261

Τελεσιουργήσας: εἰς τέλος ἀγαγών, ἐργασάμενος. Πολύβιος· περὶ τὸ τῆς τάφρου χεῖλος τελεσιουργήσας τὴν πρᾶξιν. καὶ αὖθις· ἐπ’ αὐτήν που τὴν τελεσιουργὸν κατεβακχεύοντο πρᾶξιν χωρεῖν, σώ‐ φρονι μανίᾳ τινὶ ἐς συμπλοκὴν ἐξοιστρούμενοι.

### τ 262

Τελεσιουργόν: τελείως ἀπηρτισμένον. διὸ καὶ ὅσα ἔγραψεν, εὕροι τις ἂν τὸ μὲν ὑψηλόνουν τε καὶ τελεσιουργὸν ἔχοντα, τοῖς δὲ ἔπεσιν οὐ πάνυ συνηρμοσμένα.

### τ 263

Τελεσκόμενος: τελειούμενος, πληρούμενος, ἐνθουσιῶν.

### τ 264

Τελέσωνος.

### τ 265

Τελέστης, κωμικός. τούτου δράματά ἐστιν Ἀργὼ καὶ Ἀσκλη‐ πιός, ὥς φησιν Ἀθήναιος ἐν τῷ ιδʹ τῶν Δειπνοσοφιστῶν.

### τ 266

Τελεσφόρος: τέλειος, μάντις, ἐγγαστρίμυθος.

### τ 267

Τελετή: θυσία μυστηριώδης. ἡ μεγίστη καὶ τιμιωτέρα. ἀπὸ τῶν γινομένων εἰς αὐτὰς δαπανημάτων· τελεῖν γάρ φαμεν τὸ δα‐ πανᾶν. καὶ πολυτελεῖς, τοὺς πολλὰ ἀναλίσκοντας· καὶ εὐτελεῖς, τοὺς ὀλίγα.

### τ 268

Τελευταῖον: ἔσχατον.

### τ 269

Τελευτῆσαι: τελέσαι.

### τ 270

Τελεῖν: ἐπιτελεῖν, ποιεῖν, ἢ τὸ δαπανᾶν. ἔνθεν καὶ τελετή.

### τ 271

Τελεία: Ἥρα Τελεία καὶ Ζεὺς Τέλειος ἐτιμῶντο ἐν τοῖς γάμοις, ὡς πρυτάνεις ὄντες τῶν γάμων. τέλος δὲ ὁ γάμος. διὸ καὶ προτέ‐ λεια ἐκαλεῖτο ἡ θυσία ἡ πρὸ τῶν γάμων γινομένη. ὅτι διττὴ ἡ κατὰ φύσιν ἐπιβάλλουσα τῷ ἀνθρώπῳ τελειότης· [Start of a diagram][Start of a diagram section]μὲν γνωστική, ἣν ἐπιστήμην καλοῦμεν.[End of a diagram section] [Start of a diagram section]ἡ δὲ ὀρεκτική, ἣν ἀρετὴν ἐπονομάζομεν.[End of a diagram section][End of a diagram]

### τ 272

Τελλίας· ὅτι Τελλίας ὁ Ἀκραγαντῖνος φιλόξενος ὢν καταλύσασι ποτὲ πεντακοσίοις ἱππεῦσιν ὥρᾳ χειμῶνος ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον.

### τ 273

Τελική· ζήτει ἐν τῷ ἀρχή.

### τ 274

Τελλίνη: ὄνομα πόλεως.

### τ 275

Τέλθειν: ἐν ᾠδῇ τέρπειν.

### τ 276

Τέλμινα καὶ Τέλμισσα: ὀνόματα πόλεων.

### τ 277

Τέλμα: τόπος πηλώδης, ὕδωρ ἔχων. μέλει μοι περὶ τῶν τοιούτων οὐδὲν ἧττον ἢ τῶν ἐν τοῖς τέλμασι βατράχων. καὶ Πισίδης· χερσοῖ τὰ ῥεῖθρα, τελματοῖ δὲ τοὺς λίθους.

### τ 278

Τέλματα: τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος. ἢ βάθρα. Ἰσαῖος δὲ εἶπε τὰ γεωργήσιμα χωρία. Ἀριστοφάνης· ὄμβριον ὕδωρ ἂν εἴχετ’ ἐν τοῖς τέλμασι. τουτέστι τοῖς φρέασι.

### τ 279

Τελμισσεῖς: οὗτοι οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ξʹ στάδια Ἁλικαρνασσοῦ, ὡς Πολέμων. Τελμισσὸς δὲ πόλις ἐν Λυκίᾳ, ἀπὸ Τελ‐ μισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατέρων, ᾗ ἐμίγη εἰς σκύλακα μεταβαλών, διὸ καὶ τερατοσκόπον αὐτὸν ἐποίησεν· ὡς Διονύσιος ἐν Κτίσεσι.

### τ 280

Τελμιεύς: ὁ πολίτης.

### τ 281

Τέλος: ἀρχή, πρᾶξις. τέλος καὶ τὸ διδόμενον τοῖς βασιλεῦσι. τέλος καὶ τὸ δαπάνημα· ὅθεν πολυτελές, τὸ πολυανάλωτον. τέλος καὶ τὸ πέρας. καὶ ὁ γάμος· ὅθεν καὶ τὰ προτέλεια.

### τ 282

Τέλος· ὅτι τὸ οὗ ἕνεκα, τουτέστι τὸ τέλος, διττόν· τὸ μὲν οὗ, τὸ δὲ ᾧ· οἷον τῷ οἰκοδόμῳ τέλος ἐστὶ οὗ ἕνεκα, ποιῆσαι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ᾧ δὲ ἡμῖν· τὸ γὰρ σκέπασμα ἡμῖν ποιεῖ. ἐσμὲν οὖν ἡμεῖς τοῦ οἰκοδόμου τέλος τὸ ὡς ᾧ. ὡσαύτως δὲ θεωρεῖν ἐστι καὶ ἐπὶ πάντων τῶν φύσει συνεστώτων· οἷον ἡ μὲν ἔφεσις τοῦ θείου, δι’ ἣν ἕκαστον τῶν ἐμψύχων ποιεῖ ἄλλο οἷον αὐτό, τέλος ἐστὶ τὸ οὗ· τούτου γὰρ ἕνεκεν ἡ γένεσις· ἐπειδὴ δὲ τὰ σώματα ὄργανα γίνονται ταῖς ψυχαῖς, αἱ ψυχαί εἰσι τέλη ὡς ᾧ. ἀναλογεῖ οὖν τῷ μὲν τεχνίτῃ τῷ οἰκοδόμῳ ἡ φύσις, τῷ δὲ ἀνθρώπῳ τῷ ἐπιτάτ‐ τοντι γενέσθαι τὸ σκέπασμα ἡ ψυχή, τῷ σώματι δὲ ἡ οἰκία. οὐ μόνον δὲ ἐπὶ τῶν ζῴων τέλος ἐστὶ διττόν, τό τε οὗ καὶ τὸ ᾧ, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· καὶ γὰρ ἐν τούτοις ἡ φύσις ὀργανικὸν ποιεῖ τὸ σῶμα πρὸς τὴν χρείαν τῆς ἐν αὐτοῖς ψυχῆς ἀναφερόμενον· ὀργανικὰ γὰρ τὰ τῶν φυτῶν μέρη, ῥίζα, φλοιός, ἐντεριώνη καὶ φύλλα καὶ τὰ τοιαῦτα. ὅτι ἐπὶ μὲν τῶν ἐμψύχων διττὸν τὸ τέλος, ὥσπερ εἴρηται, ἐπὶ δὲ τῶν λοιπῶν οὐκ ἔστιν εὑρεῖν τὸ τέλος διττόν· μέταλλα γὰρ καὶ λίθοι καὶ ἁπλῶς τὰ ἄψυχα προσεχῶς ὑπὸ ψύξεως καὶ θερμότητος γινόμενα, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας, ἓν τέλος ἔχει, τὸ οὗ· ἕνεκα γὰρ τῆς κοσμοποιΐας· οὐκέτι μέντοι καὶ τὸ ὡς ᾧ τέλος ἐστὶν ἐν τούτοις· οὐ γάρ εἰσιν ὄργανα τινῶν, οὐδὲ εἰς χρείαν ψυχῶν τινῶν κατασκευάζεται. σημαίνει δὲ τὸ τέλος ἕξ. Ἀρίστων δὲ ὁ Χῖος τέλος ἔφησεν εἶναι, τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρός τι μεταξὺ ἀρετῆς καὶ κακίας, μηδὲ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλ’ ἐπίσης ἐπὶ πάντων ἔχοντα. εἶναι γὰρ ὅμοιον τὸν σοφὸν ἀγαθῷ ὑποκριτῇ. διαφέρει δὲ τέλος καὶ ὑποτελίς· τῆς μὲν γὰρ καὶ τοὺς μὴ σοφοὺς στοχάζεσθαι, τοῦ δὲ μόνον τὸν σοφόν. τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα εἶναι. οἱ δὲ εἶπον τέλος εἶναι τὴν ἐπιστήμην τὸ μετ’ ἐπιστήμης ζῆν, καὶ μὴ τῇ ἀγνοίᾳ διαβεβλημένον.

### τ 283

Τέλος εὐδαιμονίας διαφέρει. τέλος μὲν γάρ ἐστιν ἡ κατὰ μέρος ἡδονή, εὐδαιμονία δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι. σύνταξις· τέλος εἶναι διαγρυπνεῖν ἡμᾶς ἠνάγκαζον. ὅτι ἐντελέχειά ἐστιν ἡ ψυχή, ὡς τελειοῦσα καὶ κυβερνῶσα καὶ οἰκονομοῦσα τὸ σῶμα καὶ κινοῦσα τὰ ὄργανα τούτου πάντα· ἧς ἄνευ ἀτελές, μᾶλλον δὲ ἄχρηστον, καὶ παντελῶς οὐδέν.

### τ 284

Τέλλος: ὄνομα κύριον.

### τ 285

Τελοῦμαι· δοτικῇ.

### τ 286

Τελεοῦντα: τεταγμένα.

### τ 287

Τελώνης. προτέλεια. Ἰάμβλιχος· ἔδωκε τὸν ὅρμον ὁ τελώνης τῷ ἐμπόρῳ. οὐκ ἤδη καὶ λύκοι θήσουσιν ἄρνας ἐκ τῶν στομάτων καὶ λέοντες ἀπὸ τῶν ὀδόντων ἀπολύσουσι νεβροὺς ταῖς μητράσιν, ὁπότε καὶ τελώνης ἀφῆκεν ἄγραν τηλικαύτην;

### τ 288

Τελώνης: ὁ τῶν τελῶν ἐταστής. ὁ δὲ Σόλων τῆς παρούσης τῷ Κροίσῳ τύχης κατεφρόνησεν ἐκέλευσέ τε τοῦ βίου παντὸς τὸ τέλος ἀναμένειν, μηδὲ προπηδᾶν, μηδὲ ἐπειγόμενον τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκαταγράφειν· ἀτέκμαρτα γὰρ καὶ ἄδηλα τὰ ἀνθρώπινα.

### τ 289

Τελώνης· διεβέβλητο παρὰ τοῖς παλαιοῖς τὸ τοῦ τελώνου ὄνομα· καὶ τοῦ Κλέωνος ὄντος τελώνου καὶ ὑπὲρ τὸ τέλος τελωνοῦντος· ὥς φησιν Ἀριστοφάνης.

### τ 290

Τελώνης: ἀλλοτρίων πραγμάτων μεριστής, πεπαρρησιασμένη βία, ἀνεπιτίμητος ἁρπαγή, ἀναίσχυντος πλεονεξία, πραγματεία λόγον μὴ ἔχουσα, ἀναιδὴς ἐμπορία.

### τ 291

Τελωνεῖον: προπερισπωμένως, ἐν ᾧ καθέζεται ὁ τελώνης.

### τ 292

Τελώνιον: προπαροξυτόνως, διὰ τοῦ ι γραπτέον. Πισίδης· ἠβου‐ λόμην δὲ πᾶν τὸ τοῦ λόγου πλάτος ἐν τῷ στενῷ σου προσβαλεῖν τε‐ λωνίῳ.

### τ 293

Τελχῖνες: πονηροὶ δαίμονες. ἢ ἄνθρωποι φθονεροὶ καὶ βάσκα‐ νοι. δύο ἐγένοντο Τελχῖνες, Σίμων καὶ Νίκων. ὑπερίσχυσε δὲ ὁ Νίκων τὴν ἐπὶ Σίμωνι φήμην ἀπαλεῖψαι. καὶ παροιμία· οἶδα Σίμωνα καὶ Σίμων ἐμέ. ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. καὶ Τελχίνειος.

### τ 294

Τελχιταίνει: ἀντερίζει, σκληροτραχηλεῖ.

### τ 295

Τεμάχη: ἐπὶ κρεῶν καὶ ἰχθύων καὶ ἐπὶ πλακούντων, ἐπὶ δὲ πισῶν οὐκέτι. Ἀριστοφάνης Νεφέλαις· κεστρῶν τεμάχη μεγάλων. ἐπὶ δὲ τῶν ἄλλων, οἷον τυροῦ, τόμος. ἡ εὐθεῖα τὸ τέμαχος.

### τ 296

Τεμαχί: ἐπίρρημα.

### τ 297

Τεμένη: ναοί, ἱερά, ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία.

### τ 298

Τεμενίτης.

### τ 299

Τέμνειν: πείθειν, τιμᾶν, ἡγεῖσθαι. Τέμνειν καὶ ὑποτέμνειν διαφέρει· τέμνειν μὲν γάρ ἐστι τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν, ὑπο‐ τέμνειν δὲ τὸ λοξώδη, ἵνα παχέα φαίνηται. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται· ὅπερ ποιοῦσιν οἱ βυρσοδέψαι.

### τ 300

Τέμνω: τὸ κόπτω. αἰτιατικῇ.

### τ 301

Τέμνουσι φάρμακον: τιμῶσιν, ἡγοῦνται. οὕτως ἄλλοι τε καὶ Ἱεροκλῆς.

### τ 302

Τέμπεα: τὰ κοιλώματα.

### τ 303

Τέμπη: μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσι στενόταται διεκβολαί. καὶ οἱ σύνδενδροι τόποι. ἰδίως δὲ Μακεδονικὰ ὄρη οὕτω καλούμενα, καὶ οἱ στενοὶ τόποι. Ἡρόδοτος. ὅτι μετὰ τὴν ἐν Μαρα‐ θῶνι μάχην Θετταλοὶ ἐμήδισαν, δείσαντες τὴν ἀπόφραξιν τῶν Τεμπῶν.

### τ 304

Τέμπλα: ἐπίσημα.

### τ 305

Τενάγη: διάβροχοι, κάθυγροι τόποι, πηλώδη πελάγη· ἢ ἰλύς, ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. Πολύβιος· κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν τοῦ Βουκάρα ποταμοῦ συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρὰ τὸ στόμα πάροδον, τηρήσας τὸ προειρημενὸν σύμπτωμα διεβίβασε τὴν στρατιάν. τὰ δὲ δὴ πλείω τῶν πλοίων μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευε.

### τ 306

Τέναρος: κακοῦργος, συκοφάντης.

### τ 307

Τένδα: παρ’ ἡμῖν οἰκία ἐκ λίνων.

### τ 308

Τένδει: ἐσθίει. Ἡσίοδος· ὅτ’ ἀνόστεος ὃν πόδα τένδει.

### τ 309

Τενέδιος ἄνθρωπος: ἐπὶ τῶν φοβερὰς ὄψεις ἐχόντων· ὁ γὰρ Τένης ἐνομοθέτησεν ἐν Τενέδῳ ἄνθρωπον πέλεκυν ἔχοντα ἵστασθαι κατὰ νῶτον τοῦ κριτοῦ καὶ τὸν μάτην λέγοντα ἁλισκόμενον πλήττειν.

### τ 310

Τενέδιος ἄνθρωπος: Κύκνον τὸν Ποσειδῶνος γενόμενον πατέρα Ἡμιθέας καὶ Τέννου ἐπιγῆμαι τούτοις· καὶ κατηγορηθῆναι τὸν Τέννην ὑπὸ τῆς μητρυιᾶς, ὡς πειρῶντα αὐτήν. πεισθέντα δὲ Κύκνον εἰς λάρνακα βαλεῖν τὸν νεανίαν. ἑλομένης δὲ τῆς Ἡμιθέας συγκιν‐ δυνεύειν τῷ ἀδελφῷ, ἑκατέρους κατεπόντωσεν. ἡ δὲ λάρναξ ἠνέχθη ἐπὶ τὴν πρότερον καλουμένην Λεύκοφρυν, ὕστερον δὲ Τένεδον ἀπ’ ἐκείνου. ὃς καὶ βασιλεύσας τῆς νήσου ἐνομοθέτησε τοῖς τὰ ψευδῆ κατηγοροῦσιν ὄπισθεν παρεστάναι τὸν δήμιον πέλεκυν ἐπῃρμένον, ὡς ἐλεγχθέντας παραχρῆμα ἀναιρεῖσθαι. ἀπὸ δὲ τοῦ φοβεροῦ θεάματος ἐκείνου λέγεσθαι Τενέδιος ἄνθρωπος. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις.

### τ 311

Τενέδιος ξυνήγορος: ἀντὶ τοῦ ἀπότομος· δύο γὰρ πελέκεις ἐν ἀναθήμασι τιμῶσι Τενέδιοι. καὶ παροιμία· Τενέδιος πέλεκυς. Ἀρι‐ στοτέλης μέντοι, ὅτι βασιλεὺς Τενέδιος μετὰ πελέκεως δικάζων τὸν ἀδικοῦντα εὐθέως ἀνῄρει. ἢ ὅτι Ἀσσερίνα τόπος ἐν Τενέδῳ, ἔνθα ποταμίσκος, ἐν ᾧ καρκίνοι τὰ χελώνια διηρθρωμένα ἐπὶ πλεῖον ἔχοντες καὶ πελέκει ἐμφερῆ. ἢ ὅτι βασιλεύς τις νόμον θεὶς πελέκει τοὺς μοιχοὺς ἄμφω καρατομεῖν καὶ ἐπὶ τοῦ υἱοῦ ἐτήρησε τοῦτο. καθ’ ὃ καὶ ἐν τῷ νομίσματι, ἐφ’ οὗ μὲν πέλεκυς, ἐφ’ οὗ δὲ δύο πρόσωπα ἐξ ἑνὸς αὐχένος. οἱ δ’, ὅτι Τέννης δι’ ἃ ἔπαθεν ὑπὸ τῆς μητρυιᾶς, μετὰ πελέκεως τὰς φοινικὰς ἔκρινε δίκας.

### τ 312

Ταινίαι: ζῶναι.

### τ 313

Τένθαις: λίχνοις. τένθειν γὰρ τὸ ἐσθίειν. ὅτ’ ἀνόστεος ὃν πόδα τένθει. διὰ τοῦ θ γραπτέον.

### τ 314

Τενθεία: σιναμωρία, λιχνότης. Ἀριστοφάνης· πολλήν γε τενθείαν λέγεις. Τενθεία οὖν ἡ γαστριμαργία πολλή.

### τ 315

Τένθης: ὁ γαστρίμαργος.

### τ 316

Τένοντας: τραχήλους, τὰ διατεταμένα νεῦρα. ταύρου βαθυ‐ τένοντα. ὁ δὲ ταῦρος πληγεὶς καὶ διακοπεὶς τοὺς τένοντας ἡσυχῇ καὶ κοσμίως κατηνέχθη. καὶ αὖθις· ἐκ δὲ τενόντων ἔνθους ῥομβη‐ τὴν ἐστροφάλιξε φόβην.

### τ 317

Τέο: ἀντὶ τοῦ τίνος.

### τ 318

Τεόν: τὸ σόν.

### τ 319

Τέω· Ἀνακρέων Τήϊος, λυρικός, ὁ μελοποιός, διὰ τὴν Ἱστιαίου ἐπανάστασιν ἐκπεσὼν Τέω ᾤκησεν Ἄβδηρα ἐν Θρᾴκῃ.

### τ 320

Τέως: ἀντὶ τοῦ πρὸ τοῦ. πρίν. ἕως τινός. ἐπὶ τοσοῦτον. ἕως.

### τ 321

Τέως: τηνικαῦτα. ἢ τότε. Σοφοκλῆς δὲ ἀντὶ τοῦ πρότερον, ἢ πρὸ μικροῦ. καὶ Ἀριστοφάνης ἀντὶ τοῦ πρότερον· τέως μὲν οὖν, ἀλλ’ ἡμικάκως ἐβοσκόμην.

### τ 322

Τέως: οἱ ῥήτορες ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέως, Ἀντιφῶν· τέως μὲν γὰρ ὁ πολὺς χρόνος τοῦ ὀλίγου πιστότερος ἦν. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. καὶ αὖθις· ἀποκαλύψαντες τὰ ὅπλα τέως ἐσκεπασμένα. καὶ αὖθις· καὶ διέφθειρε τοὺς τέως νενικηκότας. καὶ ἐν τῇ Ἀπολογίᾳ τῆς δωροδοκίας· δέομαι ὑμῶν τὴν αὐτὴν γνώμην περὶ ἐμοῦ ἔχειν καὶ ἐν τῷ τέως. καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ Δικαιο‐ γένους κλήρου· Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ’ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. Ἰσαῖος ἐν τῷ πρὸς Ἀνσίβιον· ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένους συνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέως τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν. καὶ ἐπὶ τοῦ ἕως, ὡς παρὰ Δημοσθένει ἐν βʹ τῶν Φιλιππικῶν· ὥσπερ γὰρ ἐν τοῖς σώμασι, τέως μὲν ἂν ἐρρωμένα ᾖ, οὐδὲν ἐπαισθά‐ νεται τῶν καθέκαστα σαθρῶν. καὶ ἐν τῷ κατὰ Διονυσοδώρου· τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν, τέως ἂν διακριθῶμεν. καὶ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· ἀντὶ τοῦ τὸν Ὠρωπὸν ὑμῖν παραδοθῆναι περὶ τοῦ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ’ ὅπλων ἐξέρχεσθε, ὅ, τέως ἦσαν σῷοι Φωκεῖς, οὐδέποτε ἐποιήσαμεν. καὶ ἐν τῷ Περὶ τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα ἂν Ἑλλήνων εἰκότως φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν, ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοις, πολλῶν ἄρα ἦσαν κύριοι; καὶ τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέστρεψαν.

### τ 323

Τέραμνον: ἁπαλόν, ἑψανόν. καὶ ἀτέραμνον, τὸ δυσέψανον. οὕτως Πλάτων. τέραμνα καὶ ὑπερῷα καὶ ὑπέρθυρα καὶ δρύφακτοι κατακαέντες παίδων ὄλεθρον σημαίνουσι.

### τ 324

Τεράων: σημείων.

### τ 325

Τέρας: παράπλασμα, παρὰ φύσιν τεχθέν· ἢ σημεῖον. ὅτι ἐπὶ τῶν τεράτων ἡ ὕλη ἐστὶν ἡ αἰτία, ἐπειδὴ δεῖ καὶ ἐπιτηδειότητος τῆς ὕλης κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν· ὕλη δὲ τῶν ζῴων τὸ καταμή‐ νιον. αὕτη οὖν ἢ πλεονάζουσα ἢ ἐνδέουσα ἢ παρὰ φύσιν πεποιω‐ μένη τῶν τεράτων ἐστὶν αἰτία.

### τ 326

Τέρας: τὸ παρὰ φύσιν γενόμενον. Ἀριστοφάνης· τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεις’, ἀλλ’ ὑπὲρ ὑμῶν πολεμίζων ἀντεῖχον.

### τ 327

Τεράστια: σημεῖα, θαύματα. Αἰλιανός· τὰ γεννώμενα βρέφη κράσει θηρείων τε καὶ ἀνθρωπείων σωμάτων τεράστια ἐδόκει.

### τ 328

Τερατευόμενος: ψευδόμενος, καὶ μηδὲν ἀληθὲς μηδὲ ὑγιὲς λέγων. τερατευόμενοι καὶ κομπάζοντες, ὡς εἰς πολλὰ εἴη χρήσιμος ἡ τοῦ τόπου κατάληψις.

### τ 329

Τερατεία: ψευδολογία. παραδοξολογία. τοῖς ὑπὸ τῶν τερατευομένων καὶ γοήτων περὶ ἐπῳδῶν καὶ δαιμόνων ἀποπομπῆς.

### τ 330

Τερατολογίαι: ψευδολογίαι. οἱ θαυμαστὰ καὶ παράδοξα μυ‐ θεύοντες. Τερατολογεῖν λέγεται τὸ ἀπίθανα διηγεῖσθαι, καὶ λέ‐ γειν πράγματα ἔξω τῶν ἀνθρωπίνων.

### τ 331

Τερατοσκόπος: μάντις, τερατουργός, θαυματοποιός.

### τ 332

Τερατώδη: παράδοξα.

### τ 333

Τερβελίς· ζήτει ἐν τῷ βασιλική.

### τ 334

Τερέβινθος: εἶδος δένδρου. ἢ δρῦς.

### τ 335

Τέρεν: ἁπαλόν.

### τ 336

Τερέστη: πόλις.

### τ 337

Τερετίζομεν: τὸ αὐτὸ μέλος ᾄδομεν.

### τ 338

Τερετίσματα: ᾠδαὶ ἀπατηλαί. ἢ ᾄσματα ἔκλυτα. ἀπὸ μεταφο‐ ρᾶς τοῦ τέττιγος, ἢ τῆς χελιδόνος.

### τ 339

Τέρετρον: τρύπανον.

### τ 340

Τερηδών: συστέλλει. σκώληξ ξυλοτρώκτης, οἰκῶν ἐν ξύλῳ. Ἀριστοφάνης Ἱππεῦσιν· ἀλλ’ ἐάν με χρή, ὑπὸ τερηδόνων σαπεῖς’ ἐν‐ ταῦθα καὶ καταγηράσομαι. καὶ αὖθις· σὺ δ’, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν. ἀντὶ τοῦ βάρβαρον καὶ φυσικὸν ᾆσμα. καὶ Περσικὸν ὄρχημα.

### τ 341

Τερήνας.

### τ 342

Τερίζοι: ὄνομα ἔθνους.

### τ 343

Τερθρεύς: ὄνομα κύριον.

### τ 344

Τερθρεία: ἡ λεπτολογία· ἔστι γάρ τι σχοινίον ἐν τοῖς πλοίοις λεπτόν, ὃ καλεῖται τέρθρον. φασὶ δέ τινες τὰ ἄνω τρημάτια τοῦ ἐπὶ τῷ ἱστῷ ὀργάνου, ἀφ’ οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία· ἄλλοι δὲ τερ‐ θρείαν φασὶ τὴν φλυαρίαν. καὶ τὴν ἐν τοῖς δύο μέρεσι καλουμένην μάχην. οἱ δέ, ὅτι ἔθος ἦν τοὺς ἐφήβους μετὰ τὸ γενέσθαι περιπόλους τῆς χώρας στρατεύεσθαι μέν, εἰ συμβαίη πόλεμος, μὴ μέντοι μετὰ τῶν ἄλλων, ἄλλ’ ἰδίᾳ ἐν μέρεσι τοῖς ἀκινδύνοις τῆς μάχης. διὸ τὴν στρατιὰν καλεῖσθαι τὴν ἐν τοῖς μέρεσι. σημαίνει καὶ ἀπάτη, καὶ περιεργία.

### τ 345

Τερθρηδόνος.

### τ 346

Τέρμα: τέλος, ὅρος ἢ καμπτήρ. τέρμασιν ὥρας. μετὰ τὴν νεότητα. εἰς τρία γὰρ διῄρηται τὸ ὄρος· εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. καὶ ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους, τέρμα δὲ τὰ τελευταῖα καὶ πόδες.

### τ 347

Τερματίζεται: τελειοῖ.

### τ 348

Τερμέρια κακά: περὶ Καρίαν χωρίον Τερμέριον καλεῖται, ᾧ ἐχρῶντο οἱ τύραννοι δεσμωτηρίῳ. τὸ δὲ χωρίον ἐρυμνὸν τυγχάνον κεῖται μεταξὺ Μήλου καὶ Ἁλικαρνασσοῦ. τῶν δὲ ἀπὸ τούτου ληϊζο‐ μένων δυσαλώτων τυγχανόντων, λεχθῆναι τοῦτο. Τερμέρια οὖν κακά, τὰ μεγάλα κακά.

### τ 349

Τερμησσεῖς: ἔθνος Πισιδίας.

### τ 350

Τερμία ἡμέρα: ἐφ’ ἧς μέλλει τὸ τέλος τοῦ βίου εὑρήσειν. οἴμοι τὰ πολλὰ ἐξέχρη κακά, ἐλθόντι χώραν τερμίαν· ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον.

### τ 351

Τέρμινθος: εἶδος φυτοῦ.

### τ 352

Τερμιόεσσα: ἡ μακρά, καὶ μεγάλη. καὶ Τερμιόεις.

### τ 353

Τερμόνων.

### τ 354

Τέρπανδρος, Ἀρναῖος, ἢ Λέσβιος ἀπὸ Ἀντίσσης, ἢ Κυμαῖος· οἱ δὲ καὶ ἀπόγονον Ἡσιόδου ἀνέγραψαν, ἄλλοι δὲ Ὁμήρου, Βοίου λέ‐ γοντες αὐτὸν τοῦ Φωκέως, τοῦ Εὐρυφῶντος, τοῦ Ὁμήρου· λυρικός· ὃς πρῶτος ἑπτὰ χορδῶν ἐποίησε τὴν λύραν καὶ νόμους λυρικοὺς πρῶτος ἔγραψεν· εἰ καί τινες Φιλάμμωνα θέλουσι γεγραφέναι.

### τ 355

Τέρπεσθον: τέρπονται. δυϊκῶς.

### τ 356

Τερπικέραυνος: ὁ τοῖς κεραυνοῖς τερπόμενος.

### τ 357

Τερπνιστόν: ἐπιτερπέστερον, προσφιλέστερον.

### τ 358

Τέρπω· αἰτιατικῇ.

### τ 359

Τερπωλήν: τέρψιν.

### τ 360

Τερτύλος, Ῥωμύλος, Αἰσχύλος, Αἱμύλος· παροξυτόνως.

### τ 361

Τερψιχόρη: μία τῶν θʹ Μουσῶν.

### τ 362

Τερψίωνος.

### τ 363

Τέσσαρες· καὶ τέσσαρες καὶ δέκα ἄνδρες.

### τ 364

Τέττα: προσφώνημα νεωτέρου φίλου πρὸς πρεσβύτερον.

### τ 365

Τεταμένον φῶς εὐθὺς οἷον κίονα: τὸ οὐράνιον λέγει· τὸ γὰρ συνεχὲς τὴν ὑποφοράν, τὸ ὑπόζωσμα τοῦ κόσμου. κατ’ ἄκρα δ’ αὖ διήκων, ἐπινοεῖται ὁ ἄξων. εὐθὺ δὲ ἀντὶ τοῦ ὀρθόν. τινὲς τὸν ἄξονα τοῦ κόσμου. οἱ δὲ κύλινδρόν τινα πυρὸς αἰθερίου περὶ τὸν ἄξονα ὄντα.

### τ 366

Τέτανος: νόσος περὶ τοὺς ἵππους γιγνομένη. νοσοῦσι γὰρ οἱ ἵπποι πλείοσι νοσήμασι, ποδάγρᾳ, ἰλεῷ, τετάνῳ, ἐμπυήσεσι καὶ κριθιάσει. ἔστι δὲ ἡ κριθίασις ὠμότης μετὰ στρόφου, ὁ δὲ τέτανος σπασμός, ἡ δὲ ἰλεώδης νόσος κοιλιακή τις διάθεσις, ἡ δὲ ἐμπύησις ἀπόστασις ἐν ὑπογαστρίῳ, ἡ δὲ ποδάγρα ὀδύνη περὶ τὰ ἄρθρα. καὶ δυσουρίασις.

### τ 367

Τέτανος καὶ ῥοπαλισμός: ἡ τάσις τοῦ αἰδοίου· ἐπεὶ ὡς ῥόπαλον γίνεται. Ἀριστοφάνης· κᾆτ’ ἐντέξῃ τέτανον τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς.

### τ 368

Τεττάρων ὀβολῶν: ἐπὶ τῶν πολλῆς τιμῆς ἀξίων. τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων ὀβολῶν εἶναι, τὸ τῆς παροιμίας. οὐκ οἶσθα, ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο· τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τοῦ λόγου.

### τ 369

Τεταρπόμενος: τερπόμενος.

### τ 370

Τεταρταῖος: τετραήμερος.

### τ 371

Τεταρτημόριον: δίχαλκον· ὁ γὰρ χαλκοῦς ὄγδοον τοῦ ὀβο‐ λοῦ. καὶ τεταρτημόριόν τινα καλοῦσιν, οἷον διχάλκου ἄξιον.

### τ 372

Τεταρτημόριον: τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ· τουτέστι χαλκοῖ βʹ.

### τ 373

Τετάφατε: ἐθάψατε.

### τ 374

Τετελεσμένων: μεμιασμένων.

### τ 375

Τέτευκται: κατεσκεύασται.

### τ 376

Τέτηκα: ἔτηξα· ἢ ἐτάκην. Πολύβιος· τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν.

### τ 377

Τεττιγοφόροι: οἱ Ἀθηναῖοι· τέττιγας γὰρ ἐφόρουν χρυσοῦς, σύμβολον τοῦ γηγενεῖς εἶναι. Θουκυδίδης αʹ· καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν. ἢ ὅτι μουσικοί· μουσικὸς γὰρ ὁ τέττιξ. γηγενεῖς δέ, διότι καὶ Ἐρεχθεύς, ὁ οἰκιστὴς τῶν Ἀθηνῶν, ἀπὸ τῆς γῆς ἐτέχθη.

### τ 378

Τεττίγων ἀνάμεστοι: τοὺς τέττιγας παρέλαβεν Ἀριστοφάνης, ἐπειδὴ οἱ παλαιοὶ κατὰ τὴν ἀναπλοκὴν τῶν τριχῶν χρυσῷ ἐχρῶντο τέττιγι, τεκμήριον ὅτι αὐτόχθονές εἰσιν οἱ Ἀθηναῖοι, ὡς καὶ οἱ τέτ‐ τιγες.

### τ 379

Τεττίγωνος.

### τ 380

Τετιημένος: τετιμωρημένος. καὶ Τετίησθον, τετιμώρησθε.

### τ 381

Τετιημένα· Θουκυδίδης· ἐπώκελλον γὰρ τὰ πλοῖα τετιημένα χρημάτων.

### τ 382

Τέτλαθι: ὑπόμεινον. καὶ Τετληκώς, ὑπομείνας.

### τ 383

Τέτορε: διῆλθε.

### τ 384

Τετορήσω: ἀντὶ τοῦ σαφηνιῶ, ὅ ἐστι δηλώσω· τορῶς γὰρ σαφῶς καὶ ἀκριβῶς. ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ τοῦ εἰ μὴ εἴπω. Ἀρι‐ στοφάνης· ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, εἰ μὴ τετορήσω ταῦτα, καὶ λακήσομαι.

### τ 385

Τετραβάμων: τετράπους.

### τ 386

Τετράγωνος: εὐσταθής, ἑδραῖος. Δαμάσκιος· σεμνὸς δὲ ἦν καὶ εὐσχήμων τὰ πάντα καὶ τετράγωνος ἄνευ ψόγου τεταγμένος, ὡς φάναι κατὰ τὸν Σιμωνίδην· ὥστε μηδὲ τοὺς ἐπαναστάντας αὐτῷ συκοφάντας τούτους ἀρνεῖσθαι, τὸ μὴ οὐ πάντῃ ἀξιάγαστον εἶναι τὸν ἄνθρωπον.

### τ 387

Τετραδεῖον: τὸ ἐκ τεσσάρων συνεστῶς. Τετράδιον δέ, καὶ Τετράδυον.

### τ 388

Τετράδι γέγονας: ἐπὶ τῶν ἄλλως πονούντων. καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαιπωρῆσαι. Φιλόχορος δὲ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι. διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν ἐν ταύτῃ εἰς θεοὺς μεταστάντι.

### τ 389

Τετραδισταί: οἱ ἐπίπονον βίον διάγοντες. ἀπὸ τοῦ Ἡρακλέους, ὃς τετράδι γεννηθεὶς πολλοὺς πόνους ἔτλη.

### τ 390

Τετραέλικτος: πολυέλικτος. νόσφισεν ὠδίνων τετραέλικτος ὄφις.

### τ 391

Τετραετηρίς.

### τ 392

Τετρακόσιοι: οἱ τετρακόσιοι πρὸ ἑπτὰ ἐτῶν κατέστησαν τῶν λʹ τυράννων παρ’ Ἀθηναίοις, οἵτινες τέσσαρας μῆνας ἦρξαν τῆς πόλεως.

### τ 393

Τετρακόρυμβος: ὁ δʹ ἄκρας ἔχων. θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφί σε κισσός.

### τ 394

Τετρακτύς: οἱ τέσσαρες· ἤγουν ἡ τετράς. ὅτι οἱ Πυθαγόρειοι πάντα ἀριθμὸν προσηγόρευον. ὁ δὲ ἀριθμὸς συμπληροῦται τοῖς ιʹ, ὁ δὲ δέκατος σύνθεσις τῶν δʹ. καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τε‐ τρακτὺν ἔλεγον. οἱ αὐτοὶ ἐτίμων καὶ τὰ τέσσαρα, διὰ τὰς τέσσαρας τῆς σελήνης μορφάς· ἀρτίτοκος γάρ, μηνοειδής, ἀμφίκυρτος καὶ πανσέληνος.

### τ 395

Τετραλογία· κατὰ τὴν τραγικὴν τετραλογίαν ἐξέδωκε Πλάτων τοὺς διαλόγους· ἐκεῖνοι γὰρ τέτρασι δράμασιν ἠγωνίζοντο, Διονυσίοις, Ληναίοις, Παναθηναίοις, Χύτροις· ὧν τὸ δʹ ἦν Σατυρικόν. τὰ δὲ δʹ δράματα ἐκαλεῖτο τετραλογία. εἰσὶ τοίνυν οἱ πάντες Πλάτωνι γνήσιοι διάλογοι ἓξ καὶ νʹ. διπλαῖς δὲ χρῆται ταῖς ἐπιγραφαῖς καθ’ ἕκαστον τῶν βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματος, τῇ δὲ ἀπὸ τοῦ πράγματος. ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται Εὐθύφρων ἢ Περὶ ὁσίου· ὁ διάλογός ἐστι πειραστικός. δευτέρα Ἀπολογία Σωκράτους, ἠθικός. τρίτη Κρίτων ἢ Περὶ πρακτέου, ἠθικός. τετάρτη Φαίδων ἢ Περὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, καὶ ἐφεξῆς, ἐν τῷ βιβλίῳ Λαέρτου Διογένους περὶ βίων φιλοσόφων. ὅτι τοῦ τετραμέτρου εὑρετὴς Ἀριστοφάνης ὁ ποιητής.

### τ 396

Τετραμαίνω: οὕτως Ἀριστοφάνης ἐν Νεφέλαις· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι. ἀντὶ τοῦ τρέμω· παραγώγως. ἐπίτηδες δὲ ἐξέτεινε τὴν λέξιν τερατευόμενος.

### τ 397

Τετράμωνος.

### τ 398

Τετρανθέντα: τρυπηθέντα. ἰοδόκην, καὶ τοῦτον ’π’ ὄρτυγιν τετρανθέντα αὐλόν.

### τ 399

Τετραποδηδόν: οὕτως ἐβάδιζον οἱ ἐν Λιβύῃ Σκιάποδες, πλα‐ τύποδες ὄντες καὶ ἀνορθοῦντες τὸν ἕτερον τῶν ποδῶν καὶ κατασκιά‐ ζοντες τὸ λοιπὸν σῶμα εἰς ἀποφυγὴν τοῦ ἐν αὐτοῖς ὄντος καύματος.

### τ 400

Τετραποδητί: ποσὶ καὶ χερσίν. οἱ δὲ τετραποδητὶ τρόπον τινὰ προσπλεξάμενοι ἐβιάζοντο.

### τ 401

Τετραπτερυλλίδων: τῶν ἀκρίδων. παρὰ τὸ τέσσαρα ἔχειν πτερά.

### τ 402

Τετραραῖα.

### τ 403

Τετραρχία: οἱ δʹ λόχοι, ἄνδρες ξδʹ· καὶ ὁ ἡγούμενος τετράρ‐ χης. τεττάρων μερῶν ὄντων τῆς Θετταλίας, ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο. ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν, Πελασγιῶ‐ τιν, Ἀστιεῶτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ Πύρρου διῃρῆσθαί φησιν εἰς τέτταρας μοίρας τὴν Θετταλίαν. εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν.

### τ 404

Τετράς, τετράδος. καί, τέτρασι καιροῖς.

### τ 405

Τετρασκάλμου· οἱ δὲ Ῥωμαῖοι δόγμα ἔγραψαν, ὅπως οἱ Κρῆτες πάντα τὰ πλοῖα ἕως τετρασκάλμου ἀναπέμψωσιν εἰς Ῥώμην.

### τ 406

Τετραστατήρου· Ἀριστοφάνης· Εὐαίων ὁ δεξιώτατος, γυμνός. κἄπειτ’ ἔλεξε δημοτικωτάτους λόγους· ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου· ἀλλ’ ὅμως ἐρῶ· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδέν’ ἂν λάβοι ποτέ. οὗτος πένης ἦν ὁ Εὐαίων. ἔστι δὲ ὄνομα κύριον. ὅσοις δὲ κλίνη μή ἐστι μηδὲ στρώματα ἰέναι καθευδήσοντας ἐς τοὺς ἀπονε‐ νεμημένους ἐς τῶν σκυλοδεψῶν. ἢν δ’ ἀποκλίνῃ τῇ θύρᾳ, χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω, καί, τοὺς ἀλφιταμοιβοὺς τρεῖς χοίνικας δεῖπνον παρέχειν.

### τ 407

Τετραφαλαγγαρχία: αἱ δύο διφαλαγγίαι, ἄνδρες ͵ϛτπδʹ· τοῦτο γὰρ ἡ τελεία καὶ εὔχρηστος φάλαγξ.

### τ 408

Τετραφάληρον: τέσσαρας φάλους ἔχον.

### τ 409

Τέτραχα: ἐπίρρημα· ἀντὶ τοῦ τετραχῶς. ὡς, πένταχα κοσμη‐ θέντες.

### τ 410

Τετρήνας: τρυπήσας.

### τ 411

Τετρηχυῖα: τραχυνομένη. καὶ Τετρήχει, ἐτραχύνετο.

### τ 412

Τετρίγει: ἔτριζεν, ἢ ποιὸν ἦχον ἀπετέλεσε. καὶ Τετριγυῖα, τρίζουσα.

### τ 413

Τετρώβολον: τουτέστι πολυτίμητον. οὕτω δὲ λέγουσι τὸ τε‐ τρωβολιαῖον, τουτέστι τετρωβόλου πωλούμενον.

### τ 414

Τετρωμένον: βεβλημένον.

### τ 415

Τέτρωρον: τέθριππον, ἤγουν τετράϊππον.

### τ 416

Τετρυμένον: καταπεπονημένον. αὔλακι καὶ γήρᾳ τετρυμένον ἐργατίνην βοῦν Ἄλκων οὐ φονίην ἤγαγε πρὸς κοπίδα, αἰδεσθεὶς ἔργων.

### τ 417

Τετρυπημένη: ψῆφοί εἰσι χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις. οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδι‐ δόασιν ἑκάστῳ τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρης μήτε ταύτῃ τετρυπη‐ μένας λαμβάνωσι.

### τ 418

Τετρύσθαι: καταπεπονῆσθαι. Ἀππιανός· ὁ δὲ Φίλιππος τοὺς ἐπιπλέοντας διέφθειρεν, ἵνα μὴ Ῥωμαίοις λέγοιεν τὰ Μακεδόνων ἐκτετρύσθαι. καὶ Τέτρυσαι, καταπεπόνησαι. ἤδη γὰρ χαλκός τε γέρων αὐτή τε τέτρυσαι.

### τ 419

Τετύκοντο: παρεσκευάζοντο.

### τ 420

Τέτυκται: κατεσκεύασται.

### τ 421

Τετύφωμαι: ἐπήρθην. καὶ Τετυφωμένος. καὶ Τετυ‐ φῶσθαι, μεμηνέναι.

### τ 422

Τετύφωμαι: ἀντὶ τοῦ ἐμβεβρόντημαι, ἔξω τῶν φρενῶν γέγονα· ἤτοι ἀπὸ τῆς βροντῆς, ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν, ἢ ἀπὸ τῶν τυφωνικῶν καλουμένων πνευμάτων, ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα. καὶ γὰρ Ἀλκαῖός φησι· πάμπαν δ’ ἐτύφως’, ἐκ δ’ ἐλέγετο φρένας.

### τ 423

Τευθήν: ὁ κατάσκοπος.

### τ 424

Τευθίδες: σηπίαι. καὶ Τευθίς, ἰχθύδιον εὐτελές. καί φησιν Ἀριστοφάνης περὶ Ἀντιμάχου· Ἀντίμαχον τὸν Ψεκάδος, ὡς μὲν ἁπλῷ λόγῳ, κακῶς ἀπολέσειεν ὁ Ζεύς· ὅς γ’ ἐμὲ τὸν τλήμονα ἄδειπνον ἀπέλυσεν· ὃν ἔτ’ ἴδοιμι τευθίδος δεόμενον· ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζης κειμένη ὀκέλλει· κᾆτα μέλλοντος λαβεῖν αὐτοῦ, κύων ἁρπάσας φάγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν.

### τ 425

Τευθρανία: ὄνομα τόπου.

### τ 426

Τεῦκρος, ὁ Κυζικηνός, ὁ γράψας Περὶ χρυσοφόρου γῆς, Περὶ τοῦ Βυζαντίου, Μιθριδατικῶν πράξεων βιβλία εʹ, Περὶ Τύρου εʹ, Ἀρα‐ βικῶν εʹ, Ἰουδαϊκὴν ἱστορίαν ἐν βιβλίοις ϛʹ, Ἐφήβων τῶν ἐν Κυζίκῳ ἄσκησιν γʹ· καὶ λοιπά.

### τ 427

Τευκτῆρι: ποιητῇ, κατασκευαστῇ.

### τ 428

Τευκτόν: χειροποίητον.

### τ 429

Τευμησία: περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγρα‐ φότες ἱκανῶς ἱστορήκασι, καθάπερ Ἀριστόδημος· ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖς Καδμείοις, διότι τῆς βασιλείας ἐξ‐ έκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας. Κέφαλον δέ φασι, τὸν Δηϊόνος, Ἀθηναῖον ὄντα καὶ κύνα κεκτημένον, ὃν οὐδὲν διέφευγε τῶν θηρίων (ὃς ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκνιν, καθηράντων αὐτὸν τῶν Καδμείων), διώκειν τὴν ἀλώπεκα μετὰ τοῦ κυνός· καταλαμβανο‐ μένους δὲ περὶ τὸν Τευμησὸν λίθους γενέσθαι τόν τε κύνα καὶ τὴν ἀλώπεκα. εἰλήφασι δ’ οὗτοι τὸν μῦθον ἐκ τοῦ Ἐπικοῦ κύκλου.

### τ 430

Τεύξομαι· γενικῇ.

### τ 431

Τευτάζειν: πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμος, προσθείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν. καὶ Ἀρτεμίδωρος τὸ φροντίζειν. Φρύνιχος Μύσταις· μάστιγα δ’ ἐν χερσὶν ἔχων τευ‐ τάσθαι. Πλάτων Ξάνταις· ἦν δὴ θόρυβος τευταζόντων. ἀντὶ τοῦ πραγματευομένων, ἢ διατριβόντων. καὶ ἐν Τιμαίῳ· τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετακότι. οἷον διατετριφότι. γράφεται καὶ τευτακότι. Τηλεκλείδης· πάντες δὲ τευτάζουσιν οἱ διάκονοι. ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης· ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ· καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων, καὶ φλυαρῶν. τουτέστι τὸ αὐτὸ καὶ αὐτὸ λέγειν.

### τ 432

Τεύχεα: ὅπλα, σκεύη. εὑρίσκουσι δὲ ἀμφορέας, καὶ ἄλλα τεύχη κεραμαῖα κρεῶν μεστὰ τεταριχευμένων.

### τ 433

Τεύχοντες: κατασκευάζοντες.

### τ 434

Τεῦχος: ἀγγεῖον.

### τ 435

Τεύχω: τὸ κατασκευάζω· γενικῇ. αἰτιατικῇ δέ. ἔνθα δέ τοι κλυτὰ δώματα τετεύχαται βένθεσι λίμνης.

### τ 436

Τέφρα: ἡ κόνις.

### τ 437

Τέφρα: εἶδος τέττιγος. καὶ γὰρ τέφρα καὶ μέμβραξ καὶ ἄλλος δακέττας καὶ κέρκωψ ἕτερος. καὶ ἀχέταν τινὰ λέγουσι καὶ ἀκανθίαν ἕτερον· ἀκοῇ παρεδεξάμην ταῦτα ἀκούσας. ὅτῳ δὲ καὶ πλείω τῶν προειρημένων εἰς γνῶσιν ἀφίκετο, λεγέτω ἐκεῖνος. ἀχέτας καὶ ἀκανθίας οὐκ εἴδη τεττίγων. ἀλλ’ ἐπίθετα τέττιγος. ἀπὸ τοῦ ἠχεῖν ἐν ἀκάν‐ θαις.

### τ 438

Τεφρώσας: ἐμπρήσας, σποδώσας. καὶ παροιμία· Μὴ τὴν τέφραν φεύγων εἰς ἀνθρακιὰν πέσῃς.

### τ 439

Τεχνάζειν: τὸ πανούργως τι διαπράττεσθαι. τὸ πρᾶγμα κομ‐ ψὸν καὶ σφόδρ’ ἐκ τοῦ σοῦ τρόπου· τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς. εἶδος πλακοῦντος ὁ πυραμοῦς· οὗτος δὲ ἐτίθετο τοῖς δια‐ παννυχίζουσιν ἔπαθλον, καὶ ὁ ἐγρηγορὼς ἕως πρωΐας ὡς νικῶν αὐτὸν ἐλάμβανε. μεταφορικῶς οὖν αὐτῷ ἐχρήσατο ὡς νικῶντος αὐτοῦ πανουργίᾳ πάντας.

### τ 440

Τεχνάσμασι: δόλοις, πανουργίαις. τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασι φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασι. καὶ μὴν σύ γ’, ὦ καταπῦγον, εὐρύπρωκτος εἶ, οὐ τοῖς λόγοισιν, ἀλλὰ τοῖς παθήμασιν.

### τ 441

Τέχνη: ὁ δόλος. ὅθεν καὶ ἀτεχνῶς, ἀντὶ τοῦ ἀληθῶς καὶ ἄνευ δόλου.

### τ 442

Τεχνηθέντος: δημιουργηθέντος.

### τ 443

Τέχνην πεποίηται: ἀντὶ τοῦ εἰς ἔργον καὶ τέχνην αὐτῷ προ‐ κεχώρηκε.

### τ 444

Τεχνητὸν γύναιον δυσγενές.

### τ 445

Τεχνιτεία.

### τ 446

Τεχνίτης: ὁ ἐπιστήμων. θηλυκῶς δὲ Τεχνῖτις, διὰ τοῦ ι. καὶ τὸ πληθυντικὸν οἱ τεχνῖται.

### τ 447

Τεχνολογῶ.

### τ 448

Τεχνύδριον· Τεχνύδρια λέγεται ὑποκοριστικῶς, ὥσπερ λο‐ γύδρια.

### τ 449

Τζορολλός: πόλις Θρᾳκική, ἡ παρὰ πολλοῖς Τζουρουλλὸς λε‐ γομένη.

### τ 450

Τεικτούς: χρηστούς.

### τ 451

Τεῖνον. καὶ Τεινῳδάω, τεινῳδῶ, ῥῆμα. ἀπὸ τοῦ τείνειν τὴν ᾠδήν.

### τ 452

Τείρεα: τὰ ἄστρα.

### τ 453

Τειρεσίας: ὄνομα κύριον.

### τ 454

Τείρει: καταπονεῖ. μυρία τοι, Πτολεμαῖε, πατὴρ ἔπι, μυρία μήτηρ τειρομένη θαλεροὺς ᾐκίσατο πλοκάμους.

### τ 455

Τειριεύς: ὄνομα κύριον.

### τ 456

Τείρωνος: ὄνομα κύριον.

### τ 457

Τειχεσιπλήτης.

### τ 458

Τειχήρεις: τετειχισμένους. τειχήρης οὖν γενόμενος τοὺς πολιορκοῦντας ἀπὸ τῶν περιβόλων ἠμύνετο. ἀντὶ τοῦ εἴσω τειχῶν.

### τ 459

Τειχίζω· δοτικῇ.

### τ 460

Τειχιόεις: ὁ τετειχισμένος. Τειχῶν καὶ πόλεως διαστολὴν ἐποιήσατο Θουκυδίδης· καὶ ἔοικε κυριωτέραν τῆς πόλεως τὴν λέξιν ἐπὶ τῶν οἰκιῶν λαμβάνειν.

### τ 461

Τεῖχος μακρόν· ὅτι Ἀναστάσιος ὁ βασιλεὺς κτίζει τὸ μακρὸν τεῖχος πρὸ ἑξήκοντα μιλίων τῆς πόλεως, διατείνας ἐκ τῆς κατὰ ἄρκτον θαλάσσης εἰς μεσημ‐ βρίαν μῆκος μὲν μιλίων νʹ, εὖρος δὲ ποδῶν κʹ. λύσις ὀνείρου· τείχει καθεσθεὶς εὐτυχὴς πέλειν δόκει.

### τ 462

Τῇ: ταύτῃ· ἢ δέξαι. λάβε. Ὅμηρος. Κύκλωψ, τῇ, πίε οἶνον, καὶ πάλιν· τῇ νῦν τοῦτον ἱμάντα. ἐχρήσατο δὲ καὶ τῷ πληθυντικῷ ὁ Σώφρων, εἰπών· τῇτέ τοι· κορῶναί εἰσιν. ἔστι δὲ καὶ τοπικὸν ἐπίρ‐ ρημα· τῇδε πᾶς ἕπου. καὶ ἔστιν ἐν ἴσῳ τῷ ἐνταῦθα. καὶ Ὅμηρος· τῇ ἴμεν, ᾗ κεν δὴ σύ, κελαινεφές, ἡγεμονεύῃς.

### τ 463

Τήβεννα: πόλις.

### τ 464

Τήβεννος· στολὴ Ῥωμαϊκή. Ταραντῖνοι δὲ Ποστουμίου τὴν τήβεννον λύμασιν ἀνθρώπων ἐμόλυναν.

### τ 465

Τήβεννος: Ῥωμαϊκὴ ἐσθής, ἀπὸ Τηβέννου Ἀρκάδος, ὃς πρῶτος ταύτην τὴν χλανίδα περιεβάλετο· εἰσπλεύσας γὰρ κατὰ τὸν Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶς ὑπὸ τῶν ταύτῃ κατοικούντων. ἀφ’ οὗ μα‐ θόντες οἱ ἐγχώριοι τὸν αὐτὸν ἐνεσκευάζοντο τρόπον καὶ ἐκάλουν τὴν ἐσθῆτα τηβέννειον, ἐπώνυμον τοῦ εὑρόντος. ὕστερον δὲ παραφθαρὲν τὸ ὄνομα τήβεννος ἐκλήθη.

### τ 466

Τήγανον.

### τ 467

Τῇδε: ταῦτα, ἢ ἐνταῦθα, ἢ ὧδε, ἢ ἐνθάδε.

### τ 468

Τῇδ’ ἔνι: ἐν ταύτῃ δέ ἐστιν.

### τ 469

Τηθαλλαδούς: γυναικοτρόφους, ὑπὸ τήθῃ τεθραμμένους.

### τ 470

Τήθεα: ὄστρεα. ἰστέον ὅτι καὶ τούτοις ἐχρῶντο οἱ παλαιοί, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ἡδὺ καὶ ὠφέλιμον.

### τ 471

Τηθέλας: τοὺς μαμμοθρέπτους.

### τ 472

Τήθη: μάμμη. ἡ πατρὸς ἢ μητρὸς μήτηρ. ἡ κλητικὴ τήθα. Τηθὶς δὲ θεία. Ἀριστοφάνης· ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη, καὶ μητριδίων ἀκαλήφων, χωρεῖτ’ ὀργῇ, μὴ τέγγεσθ’· ἔτι γὰρ νῦν οὔρια θεῖτε. τήθας ἐκάλουν τὰς μάμμας. καὶ τηθίδας τὰς θείας, τὰς πατρὸς ἀδελφὰς ἢ μητρός. τήθας δὲ καὶ τὰς τροφούς. εἰσὶ δὲ καὶ ὄστρεα θαλάσσια. Ὅμηρος· πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν. ἀκαλήφας δὲ λέγουσιν οἱ μὲν καὶ τὰς θαλασσίας· λέγουσι δὲ καὶ τὰς κνίδας Ἀττικοί. καὶ κνίδη μὲν ἐς ὅσον ἂν ἁπαλή ἐστι, ἐπὰν δὲ σχῇ τὰς μητέρας, τουτέστι τὰς τοῦ σπέρματος σφαίρας, ἀκαλήφη λέγεται. ἀκαλήφας οὖν τὰς γραίας ἐκάλεσεν, ἐπειδὴ στερραὶ ἦσαν καὶ γενναῖαι. καὶ γὰρ τὸ φυτάριον δάκνει. ἐπεὶ οὖν εἶπε τηθῶν, εἶπε μητριδίων· τουτέστι τῶν ἐχουσῶν τὸ σπέρμα τῆς βοτάνης τῆς ἀκαλήφης· δάκνουσι δὲ αὗται· τοιαῦται δὲ καὶ αἱ γραῖαι. μητριδίας δὲ ἐκάλεσε τὰς ἐχούσας τὸ σπέρμα.

### τ 473

Τηθίς: θεία. πατρὸς καὶ ἡ μητρὸς ἀδελφή.

### τ 474

Τηθύς: ἡ θάλασσα. οὐδὲ σύ γ’, ἀφρηστά, Νηρηΐδας, ὡς πρίν, ἀείρων νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα.

### τ 475

Τηθύς: ἡ γῆ. παρὰ τὸ τιθήνη εἶναι καὶ τροφός. Ὅμηρος· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. τουτέστιν ὑγρὰν οὐσίαν καὶ ξηράν.

### τ 476

Τηιῖται.

### τ 477

Τηκεδόνι: τῇ φθίσει. καὶ νοσεῖν καὶ νόσῳ μακρᾷ, καὶ τηκεδὼν αὐτὴν διεδέξατο· καὶ ὅσα ἐτόλμησε βοῶν καὶ λέγων, καὶ ὡς ἐστὶν ἀν‐ θρώπων ἀσεβεστάτων ἐκτραγῳδῶν καὶ εὐχόμενος, τὴν ἐπίρρητόν τε καὶ κατάρατον ψυχὴν ἀπορρῆξαι.

### τ 478

Τήκω· αἰτιατικῇ. τὸ ἐνεστώς. καὶ Τῆξαι.

### τ 479

Τηκτά: οἷον κηρὸς καὶ πίττα. τηκτά τε ὅσα καὶ χυτὰ ἐς πο‐ λεμίους σὺν πυρὶ ἐξ ὑπερδεξίων ἐβάλλετο· τά τε ἄλλα καὶ τὴν σιδη‐ ρῖτιν γῆν, ἣν πυρὶ πολλῷ διαφανῆ ἐργασάμενοι, κατὰ τῶν ὑπιόντων τὸ τεῖχος ἔχειν ἔμελλον.

### τ 480

Τηλαυγές: λίαν λαμπρόν. πόρρωθεν φαῖνον.

### τ 481

Τηλαύγης, κλίνεται εἰς ους. Σάμιος, Πυθαγόρου τοῦ πάνυ υἱὸς καὶ μαθητής, φιλόσοφος, διδάσκαλος Ἐμπεδοκλέους. ἔγραψε περὶ τῆς τετρακτύος βιβλία δʹ.

### τ 482

Τηλαύγημα: ἀρχὴ λέπρας ἐν τῇ τοῦ σώματος ἐπιφανείᾳ.

### τ 483

Τῆλε καὶ Τηλοῦ: πόρρω.

### τ 484

Τηλεβόας: ἐθνικόν.

### τ 485

Τηλέγονος: ὄνομα κύριον. ὃς πρῶτος ἐφεῦρε τὴν οἰωνιστι‐ κήν· ὅτι οἷον, εἰ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ ἢ καὶ ὄφις, τόδε ση‐ μαίνει.

### τ 486

Τηλεδαπός: μακρὰν ἀφεστηκώς.

### τ 487

Τηλεθάοντα: πάνυ λάμποντα.

### τ 488

Τηλεκλείδης, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀμφικτύονες καὶ Πρυτάνεις καὶ Στερροί· ὡς Ἀθήναιος λέγει ἐν τοῖς Δειπνοσοφισταῖς.

### τ 489

Τηλεκλειτοί: ἄγαν ἔνδοξοι.

### τ 490

Τηλέπορον· Ἀριστοφάνης· τηλέπορόν τι βόημα. οἷον ὀρθόν τι καὶ ὑψηλόν. ἔστι δὲ ἀρχὴ ᾄσματος· ὥσπερ τό, περσέπολιν Ἀθάναν.

### τ 491

Τηλεσκόπῳ ὄμματι: τῷ πάντα ἐφορῶντι.

### τ 492

Τηλεφάνης: αὐλητής. Τηλεφανὴς δὲ μακρόθεν φαινο‐ μένη.

### τ 493

Τηλεφανεῖς: ἀφ’ ὧν ἔστιν ἰδεῖν τὰ πόρρω· τοῖς γὰρ εἰς ὕψος οὖσι καὶ τὰ μακρὰ καταφανῆ γίνεται.

### τ 494

Τήλεφος ἐκ πηριδίου: οὗτος πένης ἦν. Ἀριστοφάνης· καίτοι πρότερόν γ’ ἐπτώχευες, Τήλεφος εἶναι φάσκων, ἐκ πηριδίου. καὶ Τηλέφειον τραῦμα.

### τ 495

Τήλεφος, Περγαμηνός, γραμματικός. ἔγραψε καὶ αὐτός ... ἐν οἷς παρατίθεται πόσα χρὴ εἰδέναι τὸν γραμματικόν, Περὶ τῶν παρ’ Ὁμήρῳ σχημάτων ῥητορικῶν βιβλία βʹ, Περὶ συντάξεως λόγου Ἀττι‐ κοῦ βιβλία εʹ, Περὶ τῆς καθ’ Ὅμηρον ῥητορικῆς, Περὶ τῆς Ὁμήρου καὶ Πλάτωνος συμφωνίας, Ποικίλης φιλομαθείας βιβλία βʹ, Βίους τρα‐ γικῶν καὶ κωμικῶν, Βιβλιακῆς ἐμπειρίας βιβλία γʹ, ἐν οἷς διδάσκει τὰ κτήσεως ἄξια βιβλία, Ὅτι μόνος Ὅμηρος τῶν ἀρχαίων ἑλληνίζει, Πε‐ ριήγησιν Περγάμου, Περὶ τοῦ ἐν Περγάμῳ Σεβαστίου βιβλία βʹ, Περὶ τῶν Ἀθήνησι δικαστηρίων, Περὶ τῶν Ἀθήνησι νόμων καὶ ἐθῶν, Περὶ τῶν Περγάμου βασιλέων βιβλία εʹ, Περὶ χρήσεως ἤτοι ὀνομάτων ἐσθῆτος καὶ τῶν ἄλλων οἷς χρώμεθα· ἔστι δὲ κατὰ στοιχεῖον· Περὶ τῆς Ὀδυσσέως πλάνης, Ὠκυτόκιον· ἔστι δὲ συναγωγὴ ἐπιθέτων εἰς τὸ αὐτὸ πρᾶγμα ἁρμοζόντων πρὸς ἕτοιμον εὐπορίαν φράσεως, βιβλία ιʹ.

### τ 496

Τηλία: σανίς, ἡ λεγομένη κάρδοπος, σηλία τις οὖσα· ὥσπερ τὸ σήμερον, τήμερον. καὶ δὴ καὶ ἰδίως ἐκαλεῖτο τηλία, περίφραγμα σα‐ νίδων ἐν τῇ ἀγορᾷ, ἐν ᾧ ἄλφιτα ἐπιπράσκοντο. καὶ οἱ ὀρτυγοτρόφοι τοὺς ὄρτυγας συνέβαλλον ἐν τούτῳ. ἄλλως· σανὶς πλατεῖα, ἐφ’ ἧς ἀλφιτοποιοῦσι· τινὲς δὲ τηλίαν ξύλον φασὶ πλατύ, εἰς ὃ τιθέασιν οἱ ἀρτοκόποι τοὺς ἄρτους ἐπὶ τῷ ξηραίνεσθαι. ἄλλοι δὲ τηλίαν, τῆς καπνοδόχης τὸ πῶμα, ὅ ἐστι περιφερές. φησὶν οὖν ὅτι διὰ δακτυλίου ἑλκυσθείης, ἐὰν ᾖ ὁ δακτύλιος τηλία. τοῦτο δὲ ὡς παχείας οὔσης καὶ μὴ δυναμένης διὰ δακτυλίου ἑλκυσθῆναι, ἀλλὰ τηλίας. Ἀριστοφάνης. ἢ τηλία μέν ἐστιν ἡ ἀτρύπητος σανίς. ἐὰν δὲ τρυπηθείη, ἁψὶς γίνεται.

### τ 497

Τηλία: πῆγμα τετράγωνον, ἐφ’ οὗ ἤτοι τὰ ἄλφιτα πιπράσκεται ἢ ἀλεκτρυόνες συμβάλλονται. καὶ περιφέρεια τοῦ κοσκίνου. Ἀριστοφάνης· διὰ δακτυλίου μὲν οὖν ἐμέ γ’ ἂν διελκύσαις. ἐπὶ τῶν πάνυ λεπτῶν· ὁ δὲ ἀντείρηκεν, εἰ τυγχάνοι δακτύλιος ὢν τηλία.

### τ 498

Τῆλις: εἶδος ὀσπρίου, ἥτις ἑφθὴ ἐπιχεομένη ὄλισθον ἐμποιεῖ τοῖς ποσὶ τῶν ἀνθρώπων ἐπισφαλῆ· ὅπερ Ἰώσηπος πρὸς τὴν πολιορ‐ κίαν ἐμηχανήσατο.

### τ 499

Τηλόθι καὶ τηλόσε: πόρρω, μακράν.

### τ 500

Τηλοπέτευς: τῆς πόρρω πετομένης. ἐν Ἐπιγράμμασι· ἀμβρο‐ σίων ἔαρος κηρῶν μέλι πολλὸν ἀμέλξας, δῶρον ἀποιμάντου τηλοπέτευς ἀγέλης.

### τ 501

Τηλωπός: ἔκδημος. Σοφοκλῆς· κεἰ τὰ νῦν τηλωπὸς οἰχνεῖ δυσμενῶν θήραν ἔχων.

### τ 502

Τηλυγέτης: μονογενής. καὶ τηλύγετον, μονογενῆ. Ὅμηρος· ὅς μοι τηλύγετος τρέφεται. ὁ προήκουσι τοῖς γονεῦσι γεννώμενος, μεθ’ ὃν οὐκέτι γεννήσεται, λέγεται τηλύγετος. καταχρᾶται δὲ ἐνίοτε καὶ ἐπὶ τοῦ ἀγαπητοῦ, διὰ τὸ τοὺς ὀψίμους γεννηθέντας ἀγα‐ πᾶσθαι. τηλύγετος οὖν ὁ τηλοῦ τῆς γονίας.

### τ 503

Τημελές: ἐπιμελές. καὶ Τημελής, ἐπιμελής, σπουδαῖος.

### τ 504

Τημελήσαντες: θλίψαντες.

### τ 505

Τημελῆσαι: ἐπιμελῆσαι, φροντίσαι.

### τ 506

Τημελούμενον: ἐπιμελούμενον, φιλοκαλούμενον.

### τ 507

Τῇ μέν: ὅπου μέν. ἢ ἐν μέρει.

### τ 508

Τήμενος: ὄνομα κύριον.

### τ 509

Τήμερος: ὁ σημερινός. καὶ ἔστι τεταγμένον ἐπὶ σώματος. τὸ δὲ τήμερον ἐπὶ χρόνου λέγεται. καὶ ἐν Εἰρήνῃ· ἰὼ Λακεδαίμων, τί ἄρα ποιήσει τήμερα; ἀντὶ τοῦ σημερινή.

### τ 510

Τημοῦχος: οὕτω καλοῦσι τοὺς ἄρχοντας Μεσσήνης. τοῦ γε μὴν τημούχου καθῆραι πᾶσαν τὴν πόλιν, οἷα δὴ λυμάτων τινῶν καὶ καθαρ‐ μάτων ἀπηλλαγμένην.

### τ 511

Τήνα: ἐκεῖνα. Θεόκριτος· ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε, τήνα.

### τ 512

Τὴν Ἀκεσαίου σελήνην: παροιμία. λέγεται δὲ ἐπὶ τῶν δια‐ μενόντων καὶ βραδυνόντων. ἦν δὲ Νείλεω κυβερνήτης ὁ Ἀκεσαῖος.

### τ 513

Τηνάλλως: μάτην. καὶ οὐ τηνάλλως, μετὰ τῆς ἀποφάσεως λέγεται. ὁ δὲ Φιλήμων Νυκτί· τὸ κανοῦν δὲ ὁ παῖς περίεισι τηνάλλως ἔχων. ἔστι καὶ παρὰ τοῖς περὶ Δημοσθένην καὶ ἐν Θεαιτήτῳ Πλάτω‐ νος. ὡς δὲ λόγους τηνάλλως ταῦτα ἤκουσαν ὄντα, χωροῦσιν ἐς σύμβασιν πρὸς Ζήνωνα πάλιν.

### τ 514

Τὴν αὐτὴν ταύτην ἀναχορεύσομεν ὄρχησιν: ἀντὶ τοῦ ἐπὶ τὴν αὐτὴν πρᾶξιν ἐπανέλθωμεν. τοῦτο εἴρηκε Μάρσος πρὸς Ζή‐ νωνα τὸν βασιλέα. τὴν αὐτὴν ταύτην καὶ δεύτερον ἀναχορεύσομεν ὄρχησιν.

### τ 515

Τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων, πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον: εἴρηται τοῦτο κατὰ τὴν Περικλέους γνώμην, ὃς ἐκέλευσεν Ἀθηναίοις ἐμβαλλόντων μὲν Λακεδαιμονίων ἐς τὴν Ἀττικήν, μὴ ἐπεξ‐ ιέναι, ἀλλ’ ἔσω τείχους μένειν, αὐτοὺς δὲ διὰ τῶν πλοίων ἐπιέναι τῇ Λακωνικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖσθαι· τὸ δὲ διὰ θαλάσσης, τοῦτο ἡγεῖσθαι πόρον. ἢ οὕτως· ἕνα πόρον ἡγεῖσθαι χρη‐ μάτων τὸ ναῦς ὡς πλείστας ἔχειν. τὸν δὲ ἄλλον πόρον, ὃς ἂν ἔξω τούτου γένηται, τοῦτον ἀπορίαν νομίζειν, οἷον τὰ θεωρητικὰ καὶ τὰ δικαστικά. συμβουλεύει οὖν πᾶσαν τὴν ἐν τούτοις γινομένην δαπάνην ταῖς ναυσὶν ἀφορίσαι.

### τ 516

Τὴν γλαῦκα τωθάζουσι. τήνδε, ἀντὶ τοῦ ταύτην.

### τ 517

Τὴν Δωριστὶ μόνην ἁρμονίαν ἁρμόττεσθαι τὴν λύραν, ἄλλην δ’ οὐκ ἐθέλω: τουτέστι τὴν δωροδοκιστί.

### τ 518

Τήνελλα: μίμημα φωνῆς κρούματος αὐλοῦ ποιᾶς. Ἀρχίλοχος· τήνελλα, καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύω. Ἀριστοφάνης· ἀλλ’ ἐὰν νικήσῃς τῇ βοῇ, τήνελλος εἶ. ἀντὶ τοῦ νικηφόρος. τήνελλα δὲ κρουμάτιον ἐπινίκιον. ἢ τήνελλος, ἁρμονία λύρας. ἐὰν τοίνυν ὑπερακοντίσῃς αὐτοὺς τῇ βοῇ, μουσικώτατος εἶ· ἢν δ’ ἀναιδείᾳ παρέλθῃς, ἡμέτερος ὁ πυραμοῦς. ὁ δὲ πυραμοῦς εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ τυρῶν πεφρυγμένων, ὡς σησαμοῦς ὁ διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς· εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας· καὶ ὁ διαγρυπνή‐ σας μέχρι τῆς ἕω, νικήσας ἐλάμβανε τὸν πυραμοῦντα. ὁ δὲ νοῦς, ὅτι μὴ νικηθῇς ὑπ’ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ ταῖς περιεργίαις καὶ ἀναισχυντίαις οὐδὲν ἧττον, ἡμέτερον τὸ τερμάτιον, τουτέστιν ἡ νίκη.

### τ 519

Τὴν ἐμὴν κάμνειν νόσον: παροιμία. ὡς ἡ τοιαύτη· ταυτὸν ἕλκομεν ζυγόν.

### τ 520

Τὴν θύραν ἔχων τετρημένην, ὥσπερ αἱ ποῖμναι: ἐπὶ τοῦ ἀπανθρώπου καὶ ἀπροσπελάστου.

### τ 521

Τηνικαῦτα: τότε.

### τ 522

Τὴν κατὰ σαυτὸν ἔλα: ἀπὸ χρησμοῦ τινος ἐλέχθη. τουτέστιν οἷος εἶ, τοιοῦτος καὶ φαίνου καὶ μείζοσι μὴ συμπαρεκτείνου. τοῦτο οἱ μὲν Πυθικὸν εἶναί φασιν ἀπόφθεγμα, οἱ δὲ Σόλωνος· ἔνιοι δὲ αὐτὸ Χίλωνα εἰπεῖν συμβουλευομένῳ τινί, εἰ πλούσιον ἕλοιτο γάμον.

### τ 523

Τὴν λεοντῆν ἐνδύου: ἴσον τῷ γενναΐζου.

### τ 524

Τῆνος: μία Κυκλάδων νήσων.

### τ 525

Τὴν ταχίστην: ἐπίρρημα, ἀντὶ τοῦ ταχέως. ὁ δὲ φιλοτίμως εἶχε πρὸς τὴν ταχίστην κρῖναι τὰ ὅλα.

### τ 526

Τὴν τράπεζαν οἴσομαι: Ἀριστοφάνης. τουτέστιν ἐμαυτῷ ὑπηρετήσω καὶ οὐ χρεία παιδός.

### τ 527

Τὴν τρύγα συνεκπιεῖν.

### τ 528

Τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖν: βοηλάτης ἐκ κώμης ἅμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ἀργὸς ἵστατο τῷ Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων τῶν θεῶν ἀσπαζόμενος ἐτίμα. ὁ δὲ θεὸς ἐπιστὰς εἶπε· τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας νύττε καὶ τότε τὸν θεὸν εὔχου, ὅταν καὐτός τι ποιῇς· μὴ μέντοι γε μάτην εὔχου. ἐκ τούτου εἰς παρ‐ οιμίαν εἰσήχθη.

### τ 529

Τηξιμελεῖ: φθοροποιῷ. τηξιμελεῖ νούσῳ κεκολουμένος ἔδραμε θυμῷ ἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην.

### τ 530

Τήραιος: ὄνομα κύριον. ὁ Μῆδος.

### τ 531

Τηρεύς: ὁ τηρῶν.

### τ 532

Τηριβάζης: ὄνομα κύριον. Ξενοφῶν Τηρίβαζος. ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ, καί, ὁπότε παρείη, οὐδεὶς ἄλλος τὸν βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. ἀντὶ τοῦ ἀνεβίβαζεν.

### τ 533

Τηριδάτης: ὄνομα κύριον.

### τ 534

Τηρῶ· αἰτιατικῇ.

### τ 535

Τήρωνες: οἱ ἀρτιμαθεῖς τὰ πολέμια καὶ οὔπω ἐγγεγυμνασμένοι τοῖς κινδύνοις τήρωνες καλοῦνται παρὰ Ῥωμαίοις.

### τ 536

Τῆς: ἀντὶ τοῦ ταύτης. οὐκ ἔστι δὲ ἄρθρον. Ὅμηρος· μήποτε τῆς εὐνῆς ἐπιβήμεναι. ἀντὶ τοῦ ταύτης. καὶ ἐν Ὀδυσσείᾳ· εἵνεκα τῆς ἀρετῆς. ἀντὶ τοῦ ταύτης.

### τ 537

Τῆς Μεγαρέων ἄξιοι μερίδος: ἀντὶ τοῦ ἄτιμοι.

### τ 538

Τῆς μητρὸς ὡς αἲξ καλεῖται: οἱ γὰρ ἔριφοι ἐν τοῖς αἰπο‐ λίοις ἀπὸ τῶν μητέρων γνωρίζονται· ἀπὸ πατέρων γὰρ ἀδύνατον.

### τ 539

Τῆς μυρίας ὄντα τηλικουτονί: ἐπὶ τῶν παραλόγως τι λεγόντων, ἐνηλίκων ὄντων. οἷον τελείαν ἐχόντων τὴν ἡλικίαν καὶ πάντα εἰδέναι ὀφειλόντων.

### τ 540

Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· ζήτει ἐν τῷ ὑπωπιάζω.

### τ 541

Τητᾶσθαι: στερίσκεσθαι. Σοφοκλῆς· τοιαῦτ’ ἀκούσας κἀξονει‐ δισθεὶς κακὰ πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος πρὸς τοῦ κα‐ κίστου κἀκ κακῶν Ὀδυσσέως. καὶ αὖθις· οὗ τητώμεναι, τολοιπὸν ἤδη τοῦ βίου διάξετε.

### τ 542

Τῆτες καὶ Τῆτα: τούτῳ τῷ ἔτει, ἐπ’ ἔτος. ἐγελᾶτ’, ἀνθ’ ὧν Ὑπέρβολον ἔλαχε τῆτες ἱερομνημονεῖν. Ἀριστοφάνης Νεφέλαις. τοῦτο οἱ Δωριεῖς τᾶτες λέγουσι, καὶ διὰ τοῦ δ τῆδες.

### τ 543

Τητινή: χθεσινή. καὶ οὐδέτερον Τητινόν.

### τ 544

Τητώμενον: στερισκόμενον.

### τ 545

Τηϋσίη: ματαία.

### τ 546

Τί: οἱ ἀπὸ τῆς Στοᾶς τοῦτο τὸ τί γένος τοῦ ὄντος τίθενται· τὸ γὰρ τί δῆλον ὅτι καὶ ὄν. εἰ δὲ ὄν, τὸν τοῦ ὄντος ἀναδέχοιτο ἂν λόγον. διὸ καὶ γενικώτερον αὐτό φασιν εἶναι, κατηγορούμενον οὐ κατὰ σωμάτων μόνον ἀλλὰ καὶ κατ’ ἀσωμάτων.

### τ 547

Τιάρα: κόσμος ἐπικεφάλαιος, ἣν οἱ βασιλεῖς μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ κεκλιμένην. καὶ Δημάρατος ὁ Λακε‐ δαιμόνιος, ὃς δὴ μετὰ Ξέρξου ἦλθεν ἐπὶ τὰς Ἀθήνας, ἐπί τινος εὐημερίας συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως ὃ θέλει αἰτήσασθαι, ᾐτήσατο ἐν ὀρθῇ τῇ τιάρᾳ εἰς Σάρδεις εἰσελάσαι· ὡς Φύλαρχος ἐν ιʹ. τὸ δ’ αὐτό φασιν εἶναι καὶ κίταριν. Θεόφραστος δ’ ἐν τῷ Περὶ βασι‐ λείας Κυπρίων τὴν κίταριν, ὡς διάφορον.

### τ 548

Τιαρηφόρος.

### τ 549

Τὶ βαιόν: ἀντὶ τοῦ οὐδὲ ὀλίγον. Σοφοκλῆς· τὶ βαιὸν οὕτως ἐντρέπῃ τῆς συμμάχου.

### τ 550

Τιβέριος, φιλόσοφος καὶ σοφιστής. Περὶ ἰδεῶν λόγου βιβλία γʹ, Περὶ παρασκευῆς, Περὶ μεταποιήσεως, Περὶ ἱστορίας, Περὶ λόγου τάξεως καὶ συνθέσεως, Περὶ διαιρέσεως λόγου, Περὶ μεταβολῆς λόγου πολιτικοῦ, Περὶ λόγων ἐπιδεικτικῶν, Περὶ προλαλιῶν καὶ προοιμίων, Περὶ ἐπιχειρημάτων, Περὶ Δημοσθένους καὶ Ξενοφῶντος, Περὶ Ἡρο‐ δότου καὶ Θουκυδίδου.

### τ 551

Τιβέριος, Ὀκταβίου υἱός, βασιλεὺς Ῥωμαίων, ἐμπλήκτως καὶ ἀνοήτως τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ καὶ ἀθέσμῳ πλεονεξίᾳ αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος. στρατείαν μὲν γὰρ ἅπασαν αὐτὸς ἠρνήσατο, διὰ δὲ τῶν ὑποστρατήγων γλίσχρως καὶ ῥᾳθύμως τοῖς ἐναντίοις προσπολεμῶν. κακοήθης δὲ ὢν ἔστιν οὓς τῶν συμμάχων βασιλέων τῶν οἰκείων ἀρχῶν ἀπάτῃ μετελθὼν ἀφείλετο· ὧν Ἀρχέλαος ἦν ὁ Καππαδόκων βασιλεύς, ὃν ἠπίοις καὶ θεραπευτι‐ κοῖς καλέσας ὡς ἑαυτὸν λόγοις, οὐκέτι πρὸς τὴν οἰκείαν ἀπονοστῆσαι συνεχώρησεν, ἀλλ’ ἐπαρχίαν τὴν Καππαδοκίαν ἀπέφῃνε καὶ τὴν με‐ γίστην τῶν τῇδε πόλεων Μάζακα ἔμπροσθεν ὑπὸ τῶν ἐποίκων ὀνο‐ μαζομένην, ἀφ’ ἑαυτοῦ φέρειν τὴν προσηγορίαν ἐπέταξεν· ἥπερ δὴ καθ’ ἡμᾶς Καίσαρός ἐστιν ἐπώνυμος. ἐς γῆρας δὲ ὅμως μακρὸν προελθὼν θνήσκει.

### τ 552

Τιβέριος, βασιλεὺς Ῥωμαίων. οὗτος ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι καὶ ὧν ἔλεγεν οὐδενὸς εἰπεῖν ἐβούλετο· ἀλλ’ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λογισμοὺς ποιούμε‐ νος, πᾶν ὃ ἐπόθει ἠρνεῖτο καὶ πᾶν ὃ ἐμίσει προσετίθετο. τοὺς πε‐ ρισσὰ ἐπαίροντας ἄρχοντας ἐκόλαζε, λέγων, κείρεσθαί μου τὰ πρόβατα, ἀλλ’ οὐ ξυρᾶσθαι βούλομαι. οὕτω δὲ ἦν ἴσος, ὥστε ὀρχηστήν τινα ποτὲ ἐλευθερωθῆναι βουληθέντα, μὴ πρότερον συνεπαινέσαι, πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. τοῖς γὰρ ἑταίροις ἐν ἰδιωτείᾳ ἦν καὶ συνηγωνίζετο, φρουρὰν μὴ ἐπαγόμενος. καὶ παρήγ‐ γειλε σηρικῇ ἐσθῆτι μὴ χρῆσθαί τινα. αἰφνιδίως δὲ εἰς τὴν χείρονα γνώμην μετετέθη, ὥστε παραφρονεῖν νομισθῆναι. τοῦτο δὲ τὸ ἀρχαῖον ἐφθέγξατο· ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. καὶ τὸν Πρίαμον ἐμα‐ κάριζεν, ὅτι μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώλετο.

### τ 553

Τιβέριος, ἐν Κωσταντινουπόλει βασιλεὺς Ῥωμαίων· ὃν συνίστη‐ σιν Ἰουστῖνος ἄνδρα πρᾶον ὁμοῦ καὶ φιλάνθρωπον, κρείττονα λημμά‐ των καὶ χρημάτων ἀφρόντιδα, τοῦτο μόνον εὐδαιμονίαν ἡγούμενον, τὸ τεθηλέναι τε καὶ ἐς μέγα πλούτου κομᾶν τὸ ὑπήκοον, τὴν κοινὴν τῶν ἀνθρώπων μακαριότητα πάγκαλον καὶ ἀσύλωτον θησαυρὸν λογι‐ ζόμενον· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας καὶ πρὸς τὸ φιλόστορ‐ γον τῶν ὁμοφύλων ἀναδραμὼν εἵλετο βασιλεύειν αὐτῷ τὸ ὑπήκοον ἢ τοὺς ἰθυνομένους τυραννικώτερον ἀνδραποδίζεσθαι, πατὴρ ἐθέλων ἢ δεσπότης ὑπὸ τῶν ὑπηκόων ἀναγορεύεσθαι. ἄριστος δὲ ὑπάρχων ἐν νεότητι καὶ πρὸς γῆρας ἐλθὼν αἰφνίδιον εἰς τὴν χείρονα μετε‐ βλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὑπὸ δαί‐ μονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνοσιουργίαν τε καὶ μανίαν καὶ οἰστρη‐ λασίαν, οὐ μόνον ἐν τοῖς κατὰ φύσιν, ἀλλὰ καὶ ἐν τοῖς παρὰ φύσιν, καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. οὕτω δὲ μεταπεσὼν εἰς κακίαν καταστρέφει τὸν βίον.

### τ 554

Τιβεριέων δῆμος.

### τ 555

Τιβία: ὅλη ἡ Φρυγία οὕτω καλεῖται.

### τ 556

Τί γὰρ δὴ δελφῖνι καὶ βοΐ φασι κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοσόφοις.

### τ 557

Τί γάρ με λυπεῖ τοῦθ’, ὅταν λόγῳ θανὼν ἔργοισι σωθῶ κἀξεν‐ έγκωμαι κλέος; δοκῶ μὲν ὡς οὐδὲν ῥῆμα σὺν κέρδει κακόν. ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνήσκοντας, τοῖς δ’ ἔρ‐ γοις οὔ. Ἀριστοφάνης· τί γάρ σε πέφευγ’, ὅσα χρὴ σοφὸν ἄνδρα; τί δ’ οὐ σὺ φρονεῖς, ὁπόσα χρεών ἐστι τὸν σοφῇ δόκιμον φρενί, πο‐ ρίμῳ τόλμῃ. τουτέστι τί σε πέφευγε; τί γὰρ οὐ ποιεῖς, ὅσα χρὴ τοὺς ἐπιστήμονας; πορίμῳ δὲ ἀντὶ τοῦ εὐπόρῳ πρὸς τὸ ἐπινοεῖν.

### τ 558

Τιγιλλίων: ὄνομα κύριον.

### τ 559

Τίγρις: τὸ ζῷον. Τίγρης δὲ ὄνομα ποταμοῦ.

### τ 560

Τί δ’ ἄλλο Μεγαροῖ: λείπει τό, ἢ τοῦτο τὸ ἀπολέσαι ἡμᾶς σπουδάζειν;

### τ 561

Τί δαί: τί δή; καὶ οὕτως λέγουσιν τὸ τί δή. Ἀριστοφάνης Πλούτῳ· τί δαί; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι. ἔστι δὲ σύν‐ δεσμος ἐρωτηματικὸς διὰ τὴν ἔκτασιν διὰ διφθόγγου γραφόμενος. καὶ Ὅμηρος· τίς δαίς; τίς δαὶ ὅμιλος; ἐν Ὀδυσσείᾳ.

### τ 562

Τί δαί· εἰπόντος τοῦ δανειστοῦ, ληρῶ· τὰ χρήματ’ ἀπολαβεῖν εἰ βούλομαι; τοῦ δὲ Στρεψιάδου ἀντιφήσαντος· οὐκ ἔσθ’ ὅπως σύ γ’ αὐτὸς ὑγιαίνεις· ἐπέφερεν ὁ δανειστής· τί δαί;

### τ 563

Τί δῆτα θεῶν στρέφῃ: ἀντὶ τοῦ τί ἐνδιατρίβεις;

### τ 564

Τί δῆτ’ ἂν ἀλγοίης ἐπ’ ἐξειργασμένοις: ἀντὶ τοῦ ἐπὶ τετελεσμένοις καὶ ἴασιν οὐκ ἔχουσιν. οὔτε γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχειν. ὅπως τοῦ μὴ οὕτως σχοίη· κατὰ τὸ τοῦ Σιμωνίδου· τὸ γὰρ γεγενημένον οὐκέτ’ ἄρεκτον ἔσται.

### τ 565

Τί δῆτά σοι: τί σοι;

### τ 566

Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς, καὶ τὸ θρυλού‐ μενόν ποτε ἀπόρρητον ἐκεῖνο, Θεόπομπος ἐν λαʹ δεδήλωκε· φησὶ γάρ· καὶ πέμπει πρὸς Φίλιππον πρεσβευτάς, Ἀντιφῶντα καὶ Χαρίδημον, πράξοντας καὶ περὶ φιλίας· οἳ παραγενόμενοι συμπείθειν αὐτὸν ἐπε‐ χείρουν ἐν ἀπορρήτῳ συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμ‐ φίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελον, βουλόμενοι λανθάνειν τοὺς Πυδ‐ ναίους, ἐκδιδόναι μέλλοντες αὐτούς· ἐν ἀπορρήτῳ δὲ μετὰ τῆς βουλῆς ἔπραττον.

### τ 567

Τίη: διατί δή;

### τ 568

Τί ἱκανόν: τί ὄφελος;

### τ 569

Τιθασεύει· αἰτιατικῇ. ἡμεροῖ, πραΰνει. καὶ Ἀτίθασσον.

### τ 570

Τιθασόν: ἥμερον.

### τ 571

Τιθέντες: ποιοῦντες.

### τ 572

Τίθεσθαι· ὁ δὲ πρέσβεις ἔστειλε πρὸς τοὺς Μεγαρέας, παρακα‐ λῶν ἔτι καὶ νῦν τίθεσθαι τὰ πράγματα καὶ μὴ κινδυνεύειν τοῖς ὅλοις. ἀντὶ τοῦ συγκατατίθεσθαι, διαπράττεσθαι.

### τ 573

Τιθήνας: τροφούς. καὶ Τιθηνητήρ. πολλὰ τιθηνητὴρ ὠλο‐ φύρατο χερσὶν ἀμήσας ἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν. καὶ Τιθήνη.

### τ 574

Τιθηνός: κυρίως ἐπὶ γυναικὸς τῆς τιθηνούσης καὶ τρεφούσης, κατὰ μεταφορὰν δὲ λέγεται καὶ ἡ γῆ τιθηνός.

### τ 575

Τιθηνούμενος: τρέφων· τιθηνὸς γὰρ ἡ τροφός.

### τ 576

Τίθησι: ποιεῖ.

### τ 577

Τιθίς, τιθίδος. καὶ Τιθῶ· αἰτιατικῇ.

### τ 578

Τιθωνοῦ γῆρας: παροιμία. ἐπὶ τῶν πολυχρονίων καὶ ὑπερ‐ γήρων τάσσεται. ἱστορεῖται δὲ ὅτι ὁ Τιθωνὸς ἐπιθυμίᾳ τοῦ τὸ γῆρας ἐκδύσασθαι εἰς τέττιγα μετέβαλεν. Ἀριστοφάνης· ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.

### τ 579

Τίθρασος: τόπος τῆς Λιβύης. καὶ Ἀριστοφάνης· Γοργόνες Τιθρά‐ σιαι. ἔνθα αἱ Γοργόνες διέτριβον. ἀπὸ δήμου τῆς Ἀττικῆς πονηροῦ· διαβάλλουσι γὰρ τὸν δῆμον τοῦτον ὡς κακοπράγμονα.

### τ 580

Τιθραύστης: ὄνομα κύριον.

### τ 581

Τιθοί: οἱ μαζοί.

### τ 582

Τιθύμαλλος: εἶδος βοτάνης δριμυτάτης, παρὰ Λάκωσιν εὑρισκο‐ μένης· ᾧ παρήλειφον τὰ βλέφαρα τῆς ἑσπέρας. καὶ Ἀριστοφάνης περὶ Νεοκλείδου τοῦ γλάμωνος· σκόροδ’ ὁμοῦ τρίψαντα τιθυμάλλῳ. εἰώθασι δὲ οἱ ἰατροὶ ὑπ’ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν οἷον Κυρηναϊκὸν ὀπόν, τιθύμαλλος Λακωνικός. εἴρηται δὲ ἐπὶ τῶν λημών‐ των τοὺς ὀφθαλμούς, Νεοκλείδης ὁ γλάμων.

### τ 583

Τί καλὴ ἡ τάξις. ἀντὶ τοῦ λίαν.

### τ 584

Τί κυνὶ καὶ βαλανείῳ: παροιμία ἐπὶ τῶν ἀναρμοδίων. Λουκιανὸς ταύτῃ χρῆται.

### τ 585

Τί λέγεις σύ: τὸ παρὰ τὴν συνήθειαν κἀνὰ χεῖρα. εἰώθαμεν γὰρ ἐν ταῖς τῶν δι’ ἐναντίας διαλέξεσι λέγειν, τί λέγεις σύ; ἐκπλῆξαι αὐτοὺς βουλόμενοι. Ἀριστοφάνης Νεφέλαις· ὡς ἥδομαι πρῶτα τὴν χροίαν ἰδών. νῦν μέν γ’ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς κἀντιλογικός· καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς ἐπανθεῖ τό, τί λέγεις σύ; καὶ δοκεῖν ἀδικοῦντ’ ἀδικεῖσθαι καὶ κακουργοῦντ’ οἶδ’ ὅτι· ἐπὶ τοῦ προσώπου τ’ ἔστι Ἀττικὸν βλέπος. ἐσχημάτισται δὲ τὸ βλέπος· ἀντὶ τοῦ κακοῦρ‐ γον βλέμμα· τοὺς γὰρ Ἀθηναίους ἐπὶ ἀναιδείᾳ καὶ τῷ δραστικοὺς εἶναι διέβαλλον.

### τ 586

Τίλλοντες· αἰτιατικῇ. ἀνασπῶντες τοὺς στάχυας.

### τ 587

Τιλφώσαιον: ὄρος, μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος.

### τ 588

Τιμαγένης, βασιλικοῦ ἀργυραμοιβοῦ υἱός, Ἀλεξανδρεύς, ῥήτωρ· ὡς δέ τινες Αἰγύπτιος· ὃς ἐπὶ Πομπηΐου τοῦ μεγάλου αἰχμάλωτος ἀχθεὶς ἐν Ῥώμῃ ὑπὸ τοῦ Γαβινίου ἐξωνήθη ὑπὸ Φαύστου, τοῦ υἱοῦ Σύλλου, καὶ ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπί τε τοῦ αὐτοῦ Πομπηΐου καὶ μετ’ αὐτὸν ἐπί τε Καίσαρος τοῦ Αὐγούστου καὶ μετέπειτα ἅμα Κε‐ κιλίῳ. ἐκπεσὼν δὲ τῆς σχολῆς διὰ τὸ παρρησιαστὴς εἶναι ἐν ἀγρῷ διῆγε Τουσκλάνῳ λεγομένῳ. ἐτελεύτησε δὲ ἐν Ἀλβάνῳ, ἐμέσαι βουλη‐ θεὶς μετὰ δεῖπνον καὶ σφηνωθείς. βιβλία δὲ ἔγραψε πολλά.

### τ 589

Τιμαγένης, ἱστορικός. Περίπλουν πάσης θαλάσσης ἐν βιβ‐ λίοις εʹ.

### τ 590

Τιμαγένης ἢ Τιμογένης, Μιλήσιος, ἱστορικὸς καὶ ῥήτωρ. Περὶ Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ καὶ τῶν ἐξ αὐτῆς λογίων ἀνδρῶν βιβλία γʹ, καὶ ἐπιστολάς.

### τ 591

Τιμαγόρας· οὗτος πρεσβευτὴς πεμφθεὶς πρὸς βασιλέα Ἀρτα‐ ξέρξην ὑπὸ Ἀθηναίων, οὐ μόνον χρυσίον ἔλαβε παρ’ αὐτοῦ καὶ ἀρ‐ γύριον, ἀλλὰ καὶ κλίνην πολυτελῆ καὶ στρατιώτας θεράποντας καὶ βοῦς πʹ καὶ κατέβη ἐπὶ θάλασσαν ἐν φορείῳ κομιζόμενος· καὶ τοῖς κομίσασι παρὰ βασιλέως ἐδόθη μισθὸς τάλαντα δʹ. τοῦτον οὖν ἀνεῖλον Ἀθηναῖοι. οἱ δέ φασιν ὑπεσχῆσθαι αὐτὸν διαλύσειν τὴν οὖσαν Λακεδαιμονίοις καὶ Ἀθηναίοις φιλίαν. οὗτος οὖν ὁ Τιμαγόρας προσ‐ κυνήσας τὸν Περσῶν βασιλέα παρὰ τὰ Ἑλλήνων ἔθη καὶ δωροδοκηθεὶς ὑπὸ Ἀθηναίων ἀνῃρέθη.

### τ 592

Τιμαλφέστερον: τιμιώτερον, λαμπρότερον· ἀλφεῖν γάρ ἐστι τὸ εὑρίσκειν· ὥστε γίνεσθαι τὸ τιμαλφέστατον τὸ τιμὴν εὑρίσκον πλείστην· ὃ δὴ συμβέβηκε τῷ χρυσῷ.

### τ 593

Τιμάνθης, Κλεωναῖος, παγκράτιον νικήσας· ὅν φασι παυσά‐ μενον διὰ ἡλικίαν τῶν ἄθλων τόξον μέγα ἐπὶ ἑκάστης τείνειν τῆς ἡμέρας, ἀποπειρώμενον ἑαυτοῦ. ὡς δὲ ἀποδημήσας καὶ ἐπανήκων οὐχ οἷός τε ἦν ἐντεῖναι, τότε πῦρ ἀνακαύσας ἀφῆκε ζῶντα ἑαυτὸν ἐς τὴν πυράν. ὁπόσα δὲ τοιαῦτα γέγονεν ἀνθρώποις ἢ καὶ ὕστερον γένηται, μανία μᾶλλον καὶ οὐκ ἀνδρεία λογίζοιτο.

### τ 594

Τιμάνωρος. ἐν Ἐπιγράμμασι· ἀσπὶς ἀπὸ βροτέων ὤμων Τι‐ μάνωρος ἄημαι. ἀντὶ τοῦ ἀνάκειμαι.

### τ 595

Τίμαρχος, Ἀριζήλου, ἄσωτος καὶ πόρνος, ἐν Πειραιεῖ παρ’ Εὐθυδίκῳ διατρίψας τὰ πρῶτα, ὕστερον δὲ Μισγόλᾳ καὶ Ἡγησάνδρῳ τῷ Λεοδάμαντος ἐρωμένῳ μισθώσας αὑτὸν καὶ μετ’ αὐτοὺς Πιτταλάκῳ συνών, τῆς πόλεως οἰκέτῃ· ἐπίτροπος δὲ αἱρεθείς, Ἀριστογείτονος ἀντειπόντος ἐκωλύθη. τῷ θείῳ δὲ ὄντι τυφλῷ καὶ ἀξιοῦντι μετὰ τῶν ἀδυνάτων τρέφεσθαι, οὐ συνεῖπεν, οὐδὲ τῇ μητρὶ χρηζούσῃ τῶν ἀναγκαίων ἐπεκούρησεν. ἥλω δὲ ὑπὸ Αἰσχίνου πορνείας, γέρων ὤν.

### τ 596

Τιμᾶσθαι: προτιμᾶν. ἐξέχεσθαι μὴ πιεῖν ἀνέχεσθαι οἴνου, μηδὲ τιμᾶσθαι τοσούτου τὸν βίον τὸν λοιπόν, ἵνα τὸν φθάνοντα, φησίν, ἀφανίσῃ ἐκτροπῇ διαίτης ὀλίγης, πιοῦσα οἴνου· καὶ τὸν βίον ἡ γεν‐ ναία κατέστρεψε.

### τ 597

Τιμάσιος· οὗτος ἐπὶ Θεοδοσίου τοῦ βασιλέως ἦν· ὃν ὁ Εὐτρό‐ πιος ἐπιστῆσαι τοῖς πράγμασι βουλόμενος ἐκ τῆς Ἀσίας μετακαλεῖ πρὸς τὰ βασίλεια· ὁ δὲ γαῦρός τε ἀνὴρ ὢν καὶ ἀγέρωχος καὶ στρα‐ τείαις ὡμιληκὼς καὶ τοῦτο πρῶτον ἀγαθὸν ἡγούμενος τῶν ἐν ἀνθρώ‐ ποις, τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἐπικλύζοντα καὶ τὸ ἔχειν ἑαυτῷ ὅ τι βούλοιτο κεχρῆσθαι καὶ ἀδεῶς, διά τε μέθην νύκτα καὶ ἡμέραν οὐκ εἰδέναι οὔτε ἀνατέλλοντα καὶ δυόμενον καθορᾶν ἥλιον, ἴσα καὶ οὐρανοῦ εἶναι νομίσας τὴν μετάκλησιν, ἐκ τῶν ἀλύπων καὶ διακεχυ‐ μένων πρὸς ὀλιγωρίαν διατριβῶν ἀπορρήξας ἑαυτὸν καὶ κατατείνας τὴν ψυχὴν εἰς φιλοδοξίαν, βαρὺς ἀναστὰς ἐκ Παμφυλίας ἐπὶ Λυδίαν ἀνέστρεφεν, ὡς ἂν δή τις βασιλεύων, ἢ τόν γε βασιλέα καὶ τὸν εὐνοῦχον κατὰ πάρεργόν τι παιδιὰν θησόμενος, εἰ βούλοιτο.

### τ 598

Τιμασίων· οὗτος μειράκιον ἦν Αἰγύπτιον. ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἄρτι ἔρρωτο. σωφρονοῦντι δὲ αὐτῷ μητρυιὰ ἐρῶσα ἐπέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει, ξυντιθεῖσα μὲν οὐδὲν ὧνπερ ἡ Φαῖδρα, διαβάλλουσα δ’ αὐτὸν ὡς θῆλυν καὶ ἐρασταῖς μᾶλ‐ λον ἢ γυναίοις χαίροντα. ὁ δ’ ἐκλιπὼν Ναύκρατιν περὶ Μέμφιν διῃτᾶτο καὶ ναῦν δὲ ἤδη ἐκέκτητο καὶ ἐναυκλήρει ἐν τῷ Νείλῳ. ἰδῶν οὖν ἀναπλέοντα τὸν Ἀπολλώνιον, καταπλέων αὐτὸς ξυνῆκέ τε ὡς ἀνδρῶν σοφῶν εἴη τὸ πλήρωμα, ξυμβαλλόμενος τοῖς τρίβωσι καὶ τοῖς βιβλίοις, οἷς προσεσπούδαζον, καὶ ἱκέτευε προσδοῦναι οἱ τῆς τοῦ πλοίου κοινωνίας, ἐρῶντι σοφίας. ὁ δ’ Ἀπολλώνιος, σώφρων, ἔφη, ὁ νεανίσκος ὅδε, καὶ ἀξιούσθω, ὧν δεῖται. καὶ διῆλθε τὸν περὶ τῆς μη‐ τρυιᾶς λόγον πρὸς τοὺς ἐγγὺς τῶν ἑταίρων ὑφειμένῳ τῷ τόνῳ, προσπλέοντος τοῦ μειρακίου ἔτι. ὡς δὲ ξυνῆσαν αἱ νέες, μεταβὰς ὁ Τιμασίων καὶ πρὸς τὸν ἑαυτοῦ κυβερνήτην εἰπών τι περὶ τοῦ φόρτου προσεῖπε τοὺς ἄνδρας. κελεύσας οὖν αὐτὸν ὁ Ἀπολλώνιος κατ’ ὀφ‐ θαλμοὺς αὐτοῦ ἱζῆσαι, μειράκιον, εἶπεν, Αἰγύπτιον, ἔοικας γὰρ τῶν ἐπιχωρίων εἶναί τις, τί σοι φαῦλον ἢ τί χρηστὸν εἴργασται, λέξον· ὡς τῶν μὲν λύσις παρ’ ἐμοῦ γένοιτό σοι δι’ ἡλικίαν, τῶν δ’ αὖ ἐπαινεθεὶς ἐμοί τε ξυμφιλοσοφοίης καὶ τοῖσδε. ὁρῶν δὲ τὸν Τιμασίωνα ἐρυθριῶντα καὶ μεταβαλόντα τὴν ὁρμὴν τοῦ στόματος εἰς τὸ λέξαι τι ἢ μὴ θαμὰ ἤρειδε τὴν ἐρώτησιν, ὥσπερ οὐδεμιᾷ προγνώσει ἐς αὐτὸν κεχρημένος. ἀναθαρσήσας δὲ ὁ Τιμασίων, ὦ θεοί, ἔφη, τίνα ἐμαυτὸν εἴπω; κακὸς μὲν γὰρ οὔκ εἰμι· ἀγαθὸν δὲ εἰ χρὴ νομίζεσθαί με, οὐκ οἶδα· τὸ γὰρ μὴ ἀδικεῖν οὔπω ἔπαινος. καὶ ὁ Ἀπολλώνιος, βαβαί, ἔφη, μειράκιον, ὡς ἀπὸ Ἰνδῶν μοι διαλέγῃ· ταυτὶ γὰρ καὶ Ἰάρχᾳ δοκεῖ τῷ θείῳ. ἀλλ’ ὅπως ταῦτα δοξάζεις κἀξότου; φυλαξαμένῳ γάρ τι ἁμαρτεῖν ἔοικας. ἐπεὶ δ’ ἀρξαμένου λέγειν, ὡς ἡ μητρυιὰ μὲν ἐπ’ αὐτὸν φέροιτο, αὐτὸς δ’ ἐρώσης ἐκσταίη, βοὴ ἐγένετο ὡς δαιμονίως αὐτὰ τοῦ Ἀπολλωνίου προειπόντος. ὑπολαβὼν δὲ ὁ Τιμασίων, ὦ λῷστοι, ἔφη, τί πεπόνθατε; τοσοῦτον γὰρ ἀπέχει τὰ εἰρημένα θαύ‐ ματος, ὅσον καὶ γέλωτος. καὶ ὁ Δᾶμις, ἕτερόν τι, ἔφη, ἐθαυμάσαμεν, ὅπερ οὔπω γινώσκεις. καὶ σὲ δέ, μειράκιον, ἐπαινοῦμεν, ὅτι μηδὲν οἴει λαμπρὸν εἰργάσθαι. Ἀφροδίτῃ δὲ θύεις, ὦ μειράκιον, ἤρετο αὐτὸν ὁ Ἀπολλώνιος; καὶ ὁ Τιμασίων, νὴ Δι’, εἶπεν, ὁσημέραι γε· πολλὴν γὰρ ἡγοῦμαι τὴν θεὸν ἀνθρωπείοις τε καὶ θείοις πράγμασιν. ὑπερησθεὶς οὖν ὁ Ἀπολλώνιος, ψηφισώμεθα, ἔφη, ὧδε, ἐστεφανῶσθαι αὐτὸν ἐπὶ σωφροσύνῃ καὶ πρὸ Ἱππολύτου Θησέως· ὁ μὲν γὰρ ἐς τὴν Ἀφροδίτην ὕβρισε καὶ διὰ τοῦτο ἴσως οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπ’ αὐτὸν οὐδεὶς ἐκώμαζεν, ἀλλ’ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας· οὑτοσὶ δὲ ἡττῆσθαι τῆς θεοῦ φάσκων οὐδὲν πρὸς τὴν ἐρῶσαν ἔπαθεν, ἀλλ’ ἀπῆλθεν, αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι μὴ φυλάξαιτο. καὶ αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντινοῦν τῶν θεῶν, ὥσπερ πρὸς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος, οὐκ ἀξιῶ σωφροσύνης· σωφρονέστερον γὰρ τὸ περὶ πάντων θεῶν λέγειν εὖ, καὶ ταῦτα Ἀθή‐ νησιν, οὗ καὶ ἀγνώστων δαιμόνων βωμοὶ ἵδρυνται. Ἱππόλυτον δὲ αὐτὸν ἐκάλει διὰ τοὺς ὀφθαλμούς, οἷς τὴν μητρυιὰν εἶδεν.

### τ 599

Τιμαχίδας Ῥόδιος· οὗτος δείπνων ἀναγραφὰς πεποίηται ἐν βιβλίοις ιαʹ δι’ ἐπῶν, καὶ Νουμήνιος ὀψαρτυτικόν, καὶ Ματρέας ὁ Πιταναῖος καὶ Ἡγήμων ὁ Θάσιος, ὁ ἐπικληθεὶς Φακῆ· καὶ Ἀρτεμίδω‐ ρος, ὁ Ψευδοαριστοφάνειος, ὁ ὀψαρτυτικὰς λέξεις συναγαγών· καὶ Φιλόξενος ὁ Λευκαδίου· ἀφ’ οὗ καὶ Φιλοξένειοι πλακοῦντες. ἦν δὲ ὁ Φιλόξενος ὀψοφάγος ἐπὶ τοσοῦτον, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τὴν χεῖρα συνεθίζειν πρὸς τὰ θερμά, καθιέντα εἰς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ ὕδατι, ὅπως ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. καὶ τοὺς ὀψοποιοῦντας ἐπεποιεῖτο, ἵνα θερμότατα παρατιθῶσι καὶ μόνος καταναλίσκῃ. παραπλήσια δὲ ἱστοροῦσι καὶ περὶ Ἀρχύτου. καὶ Κρώβυλός φησιν· ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερ‐ βολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω (ἀντὶ τοῦ ψυχρούς), καὶ τὸν φάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις.

### τ 600

Τίμαιος, ὁ ἱστορικός. οὗτος κατὰ τοῦ Ἐφόρου πλείστην πε‐ ποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος, τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις, οἷς αὐτὸς ἔνοχός ἐστι, τῷ δὲ διότι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐκτιθέ‐ μενος ἐν τοῖς ὑπομνήμασι καὶ τοιαύτας ἐντίκτων δόξας τοῖς ἐντυγχά‐ νουσι. πλὴν εἰ τὸν Καλλισθένην θετέον εἰκότως κολασθέντα μεταλ‐ λάξαι τὸν βίον, τί χρὴ πάσχειν Τίμαιον; πολὺ γὰρ ἂν δικαιότερον τούτῳ νεμεσήσαι τὸ δαιμόνιον ἢ Καλλισθένει. ἐκεῖνος μὲν οὖν ἀπο‐ θεοῦν Ἀλέξανδρον ἐβουλήθη, Τίμαιος δὲ μείζω ποιεῖν Τιμολέοντα τῶν ἐπιφανεστάτων θεῶν, καὶ Καλλισθένης μὲν ἄνδρα τοιοῦτον, ὃν πάντες μεγαλοφυέστερον ἢ κατ’ ἄνθρωπον γεγονέναι τῇ ψυχῇ συγχωροῦσιν, οὗτος δὲ Τιμολέοντα τὸν οὐχ οἷον δόξαντά τι πεπραχέναι μεγαλεῖον, ἀλλ’ οὐδ’ ἐπιβαλλόμενον, μίαν δὲ τῷ βίῳ γραμμὴν διανύσαντα, καὶ ταύτην οὐδὲ σπουδαίαν τρόπον τινὰ πρὸς τὸ μέγεθος τῆς οἰκουμένης, λέγω δὴ ἐκ τῆς πατρίδος ἐς Συρακούσας. ἀλλά μοι δοκεῖ πεισθῆναι Τίμαιος, ὡς ἂν Τιμολέων, πεφιλοδοξηκὼς ἐν αὐτῇ Σικελίᾳ, καθάπερ ἐν ὀξυβάφῳ, σύγκριτος φανῆναι τοῖς ἐπιφανεστάτοις τῶν ἡρώων, κἂν αὐτὸς ὑπὲρ Ἰταλίας μόνον καὶ Σικελίας πραγματευόμενος εἰκότως παραβολῆς ἀξιωθῆναι τοῖς ὑπὲρ τῆς οἰκουμένης τῶν καθόλου πράξεων πεποιημένοις τὰς συντάξεις. ἔγραψε Περὶ Συρίας καὶ τῶν ἐν αὐτῇ πόλεων καὶ βασιλέων βιβλία γʹ.

### τ 601

Τίμαιος, Λοκρός, φιλόσοφος Πυθαγόρειος. μαθηματικά, Περὶ φύσεως, Περὶ τοῦ Πυθαγόρου βίου.

### τ 602

Τίμαιος, Ἀνδρομάχου, Ταυρομενείτης· ὃν Ἀθηναῖοι Ἐπιτίμαιον ὠνόμασαν· Φιλίσκου μαθητὴς τοῦ Μιλησίου. παρωνόμαστο δὲ τοῦτο διὰ τὸ πολλὰ ἐπιτιμᾶν, καὶ Γραοσυλλέκτρια δὲ διὰ τὸ τὰ τυχόντα ἀναγράφειν. ἔγραψεν Ἰταλικὰ καὶ Σικελικὰ ἐν βιβλίοις ηʹ, Ἑλληνικὰ καὶ Σικελικά, Συλλογὴν ῥητορικῶν ἀφορμῶν βιβλία ξηʹ, Ὀλυμπιονίκας ἤτοι Χρονικὰ πραξίδια. γραοσυλλέκτρια οἷος· ὁ γαλακρηνῶν, ὃν οἰκείως εἶπεν λογοσυλλέκ‐ τριαν· οὐ παύεται γὰρ ἄδην κρουνοχυτροληροφλυαρῶν. ὅτι οὗτος ὁ Τίμαιος τὰς ἁμαρτίας τῶν πρὸ ἑαυτοῦ συγγραφέων πικρότατα ἐξελέγξας κατὰ μὲν ἄλλα μέρη τῆς γραφῆς πλείστην πρόνοιαν εἶχε τῆς ἀληθείας, ἐν δὲ ταῖς Ἀγαθοκλέους πράξεσι τὰ πολλὰ κατέψευσται τοῦ δυνάστου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν. φυγαδευθεὶς γὰρ ὑπ’ Ἀγαθοκλέους ἐκ τῆς Σικελίας, ζῶντα μὲν ἀμύνασθαι τὸν δυνάστην οὐκ ἴσχυσε, τελευτή‐ σαντα δὲ διὰ τῆς ἱστορίας ἐβλασφήμησεν εἰς τὸν αἰῶνα. καθόλου γὰρ ταῖς προϋπαρχούσαις τῷ βασιλεῖ τούτῳ κακίαις ἄλλα πολλὰ παρ’ ἑαυτοῦ προσθεὶς ὁ συγγραφεύς, τὰς μὲν εὐημερίας ἀφαιρούμενος αὐτοῦ, τὰς δὲ ἀποτεύξεις, οὐ τὰς δι’ αὐτὸν γενομένας μόνον, ἀλλὰ καὶ τὰς διὰ τύχην, μεταφέρων εἰς τὸν μηδὲν ἐξαμαρτάνοντα. γενομένου δὲ ὁμολογουμένως αὐτοῦ στρατηγικοῦ μὲν κατὰ τὴν ἐπίνοιαν, δραστικοῦ δὲ καὶ τεθαρρηκότος κατὰ τὴν ἐν τοῖς κινδύνοις εὐτολμίαν, οὐ δια‐ λείπει παρ’ ὅλην τὴν ἱστορίαν ἀποκαλῶν αὐτὸν ἄνανδρον καὶ δειλόν. καίτοι γε τίς οὐκ οἶδεν, ὅτι τῶν πώποτε δυναστευσάντων οὐδεὶς ἐλάτ‐ τοσιν ἀφορμαῖς χρησάμενος μείζω βασιλείαν περιεποιήσατο; χειροτέχ‐ νης γὰρ ἐκ παίδων γενόμενος δι’ ἀπορίαν βίου καὶ πατέρων ἀδοξίαν ἐξ ὑστέρου διὰ τὴν ἰδίαν ἀρετὴν οὐ μόνον Σικελίας ὅλης ἐκυρίευσεν, ἀλλὰ πολλὴν τῆς Ἰταλίας τε καὶ Λιβύης τοῖς ὅπλοις κατεστρέψατο. θαυμάσαι δ’ ἄν τις τοῦ συγγραφέως τὴν εὐχειρίαν. παρ’ ὅλην γὰρ τὴν γραφὴν ἐγκωμιάζων τὴν τῶν Συρακουσίων ἀνδρείαν, τὸν τούτων κρα‐ τήσαντα δειλίᾳ φησὶ διενηνοχέναι τοὺς ἅπαντας ἀνθρώπους. διὰ γὰρ τῶν ἐν ταῖς ἐναντιώσεσιν ἐλέγχων φανερός ἐστι τὸ φιλαληθὲς τῆς ἱστορικῆς παρρησίας προδεδωκὼς ἰδίας ἕνεκα ἔχθρας καὶ φιλονεικίας. διόπερ τὰς ἐσχάτας τῆς συντάξεως εʹ βίβλους τοῦ συγγραφέως τούτου, καθ’ ἃς περιείληφε τὰς Ἀγαθοκλέους πράξεις, οὐκ ἄν τις δικαίως ἀπο‐ δέξαιτο.

### τ 603

Τιμή: ἔσθ’ ὅτε δηλοῖ καὶ τὸ πρόστιμον. Ὅμηρος· εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλωσι.

### τ 604

Τιμὴ εὐσεβῶν τὸ δουλεύειν θεῷ· πλὴν τὴν τιμήν μου ἐβουλεύ‐ σαντο ἀπώσασθαι.

### τ 605

Τιμήεις, τιμήεντος.

### τ 606

Τίμημα: ζημία. Ἀριστοφάνης Πλούτῳ· τί δῆτά σοι τίμημ’ ἐπιγράψω τῇ δίκῃ, ἐὰν ἁλῷς; ἐπέβαλλον γὰρ ζημίαν ἐνίοτε τοῖς ἁλοῦσιν ἢ χρήματα καταθέσθαι ἤ τι τοιοῦτον. καὶ αὖθις· τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικόν. ταῖς οὐσίαις ἑκάστου τιμή‐ ματα πρὸς λόγον τῆς δυνάμεως ἐπιθεὶς δικαιότατον πολίτευμα εἰση‐ γήσατο.

### τ 607

Τίμημα: ἡ ζημία, καὶ ἡ καταδίκη.

### τ 608

Τίμημα: ἀντὶ τοῦ ἐνέχυρον, καὶ οἷον ἀποτίμημα. ὡς Λυσίας φησίν· οὗτοι δὲ φάσκοντες πλείονα μισθώσασθαι καὶ τίμημα καταστή‐ σασθαι. τοῦτο δ’ ἐν τοῖς ἑξῆς ἀποτίμημα καλεῖ. τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον· ὡς ἐν τῷ Περὶ τῶν συμμάχων Δημοσθένης. λέ‐ γεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρ’ ἑκάστου τίμημα. ταῖς οὐσίαις ἑκάστου τιμήματα πρὸς λόγον τῆς δυνάμεως ἐπιθεὶς δικαιότατον πολίτευμα εἰσηγήσατο. ἐν δὲ τῷ κατὰ Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται.

### τ 609

Τί μήν: κατάφασιν δηλοῖ. ἀντὶ τοῦ πῶς γὰρ οὔ; διατί γὰρ οὔ;

### τ 610

Τιμησάμενος: κατακρίνας. οὗ κατηγορεῖ Ξάνθιππος, θανάτου τιμησάμενος αὐτῷ. ὁ δὲ κλινήρης ἀπολογούμενος ἐζημιώθη ταλάν‐ τοις ηʹ.

### τ 611

Τιμησαίμην· Αἰλιανός· ὃν ἂν ἐγὼ τιμησαίμην πρὸ παντὸς συγ‐ γενέσθαι καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσι. καὶ αὖθις Αἰλιανός· τιμησαίμην τὸν βίον πάντα τριημέρου, εἰ μὴ ἔχοιμι τοὺς ἐμοὺς κηδεμόνας. ἀντὶ τοῦ ἀλλάξοιμι.

### τ 612

Τιμήσεως: εὐθύνης, ζημίας. ἡ Ῥώμη ἑαυτὴν ἐπιδέδωκεν εἰς πολυανθρωπίαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως ἐφάνη, ἐν ᾗ Ῥωμαίων τῶν ἐν ἥβῃ δέκα τέσσαρες μυριάδες ἠριθμήθησαν τριῶν ἀποδέουσαι χιλιάδων.

### τ 613

Τιμησίθεος, τραγικός. δράματα αὐτοῦ Δαναΐδες βʹ, Ἕκτορος λύτρα, Ἡρακλῆς, Ἰξίων, Καπανεύς, Μέμνων βʹ, Μνηστῆρες, Ζηνὸς γοναί, Ἑλένης ἀπαίτησις, Ὀρέστης, Πυλάδης, Κάστωρ καὶ Πολυ‐ δεύκης.

### τ 614

Τιμητεία: ἡ τιμή.

### τ 615

Τιμητής· Ἄππιος Κλαύδιος ἦν τιμητής, κήνσωρ δὲ παρὰ Ῥω‐ μαίοις ὀνομαζόμενος· ἔστιν ἐξεταστής τις τῶν πολιτικῶν διαιτημάτων, πρὸς τὸ σῶφρον καὶ ἀρχαιότροπον ἑκάστου τῶν πολιτῶν ἐπιστρέφων βίον. ἀρχὴ μεγίστη καὶ πασῶν ἐντιμοτάτη παρὰ Ῥωμαίοις κέκριται, τοῖς διὰ πάσης γεγονόσιν ἐνδόξου πολιτείας ἀμωμήτῳ τε βίῳ χρησα‐ μένοις κληρουμένη.

### τ 616

Τίμιον: τὸ σπάνιον παρὰ τοῖς ῥήτορσι.

### τ 617

Τιμιουλκῶν: ἕλκων τὴν τιμήν, τουτέστι βαρυτιμῶν. καὶ μεγαλύνων. καὶ ὁ Προφήτης· ὁ τιμιουλκῶν σῖτον δημοκατάρατος.

### τ 618

Τιμιώτερος: ἐντιμότερος.

### τ 619

Τιμόθεος, Ἀθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας. τῶν δρα‐ μάτων αὐτοῦ ἦν Πύκτης, Παρακαταθήκη, Μεταβαλλόμενος ἢ Μετα‐ φερόμενος. καὶ Κυνάριον Τιμοθέου δρᾶμα, ὥς φησιν Ἀθήναιος ἐν τοῖς αὐτοῖς αὐτοῦ.

### τ 620

Τιμόθεος, Θερσάνδρου ἢ Νεομούσου ἢ Φιλοπόλιδος, Μιλήσιος, λυρικός· ὃς τὴν ιʹ καὶ ιαʹ χορδὴν προσέθηκε καὶ τὴν ἀρχαίαν μουσικὴν ἐπὶ τὸ μαλακώτερον μετήγαγεν. ἦν δὲ ἐπὶ τῶν Εὐριπίδου χρόνων τοῦ τραγικοῦ, καθ’ οὓς καὶ Φίλιππος ὁ Μακεδὼν ἐβασίλευεν· καὶ ἐτελεύτησεν ἐτῶν Ϟζʹ, γράψας δι’ ἐπῶν νόμους μουσικοὺς ιθʹ, προοίμια λϛʹ, Ἄρτεμιν, διασκευὰς ηʹ, ἐγκώμια, Πέρσας ἢ Ναύπλιον, Φινείδας, Λαέρτην, διθυράμβους ιηʹ, ὕμνους καʹ, καὶ ἄλλα τινά. ὅτι Ἀλέξανδρος φιλήκοος ἦν εἴπερ τις ἄλλος τῶν μουσικῶν· Τιμόθεος γὰρ ὁ αὐλητὴς ἔτι πρόσθεν, ὅν ποτε αὐλοῦντα λέγουσι τῆς Ἀθηνᾶς τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐς τοσόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖς μέλεσιν, ὥστε μεταξὺ ἀκούσαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βασιλικὰ αὐλήματα. οὗτός τε δὴ ὁ Τιμόθεος ἀνεληλύθει πρὸς αὐτὸν σπουδῇ μετάπεμπτος γενόμενος.

### τ 621

Τιμόθεος, Γαζαῖος, γραμματικός, γεγονὼς ἐπὶ Ἀναστασίου βασιλέως· εἰς ὃν καὶ τραγῳδίαν ἐποίησε περὶ τοῦ δημοσίου τοῦ καλου‐ μένου χρυσαργύρου. ἔγραψε δὲ καὶ ἐπικῶς Περὶ ζῴων τετραπόδων θηρίων τῶν παρ’ Ἰνδοῖς καὶ Ἄραψι καὶ Αἰγυπτίοις, καὶ ὅσα τρέφει Λιβύη· καὶ Περὶ ὀρνέων ξένων τε καὶ ἀλλοκότων καὶ ὄφεων βι‐ βλία δʹ.

### τ 622

Τιμόθεος· ὄνομα κύριον. ὁ Τιμοθέου δὲ πύργος ἐμπέσοι γέ σοι. Ἀριστοφάνης Πλούτῳ. οὗτος ὁ Τιμόθεος πλούσιος ὤν, στρα‐ τηγὸς Ἀθηναίων, τεῖχος ᾠκοδόμησεν. ὃς ἐς τοσοῦτον ἤρθη τύχης, ὡς τὸν δαίμονα φαίνεσθαι ὄψει τούτῳ. ἐποίουν τε αὐτὸν ἐν εἰκόσιν οἱ ζωγράφοι κοιμώμενον, καὶ τὰς τύχας φερούσας αὐτῷ εἰς δίκτυα πό‐ λεις, καὶ πορθοῦντα αὐτάς, αἰνιττόμενοι τὴν εὐδαιμονίαν αὐτοῦ. ἀλα‐ ζονευόμενος δὲ ἐπὶ εὐτυχίᾳ ὁ Τιμόθεος ἔφη, αὐτοῦ εἶναι μᾶλλον ἢ τῆς τύχης τὰ κατορθώματα. διὸ καὶ ἠτύχησεν ὕστερον, νεμεσησάσης αὐτῷ τῆς τύχης. πολλοὶ δὲ Τιμόθεοι κωμῳδοῦνται· νῦν δὲ τὸν στρα‐ τηγὸν λέγει.

### τ 623

Τιμοκλῆς, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Δη‐ μοσάτυροι, Κένταυρος, Καύνιοι, Ἐπιστολαί, Ἐπιχαιρέκακος, Φιλοδικαστής, Πύκτης· ὥς φησιν Ἀθήναιος ἐν Δειπνοσοφισταῖς.

### τ 624

Τιμοκλῆς ἕτερος, καὶ αὐτὸς κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Διονυσιάζουσαι, Πολυπράγμων, Ἰκάριοι, Δῆλος, Λήθη, Διόνυσος, Κονίσαλος, Πορφύρα (ἥτις καὶ δοκεῖ Ξενάρχου εἶναι), Ἥρωες, Δρα‐ κόντιον, Νέαιρα (ἑταίρας δὲ ὄνομά ἐστιν ἡ Νέαιρα), Ὀρέστης, Μαρα‐ θώνιοι. ταῦτα Ἀθήναιος λέγει ἐν τοῖς βιβλίοις τῶν Δειπνοσοφιστῶν. εἰσὶ δὲ καὶ ἄλλα.

### τ 625

Τιμοκρέων, Ῥόδιος, κωμικὸς καὶ αὐτὸς τῆς ἀρχαίας κωμῳδίας. διεφέρετο δὲ πρὸς Σιμωνίδην τὸν τῶν μελῶν ποιητὴν καὶ Θεμιστοκλέα τὸν Ἀθηναῖον, εἰς ὃν ἐξύφανε ψόγον δι’ ἐμμελοῦς τινος ποιήματος. ἔγραψε δὲ κωμῳδίαν εἴς τε τὸν αὐτὸν Θεμιστοκλέα καὶ εἰς Σιμωνίδην τὸν μελοποιόν, καὶ ἄλλα.

### τ 626

Τιμόλαος, Λαρισσαῖος ἐκ Μακεδονίας, ῥήτωρ, Ἀναξιμένους τοῦ Λαμψακηνοῦ μαθητής· ὃς καὶ ποιητικῶς ἔχων παρενέβαλε τῇ Ἰλιάδι στίχον πρὸς στίχον καὶ ἐπέγραψε τὸ σύνταγμα Τρωϊκόν. μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος, ἣν ἔθετο Χρύσου κεχολωμένος εἵνεκα κούρης, οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε μαρναμένοις, ὅτε Τρωσὶν ἄτερ πολέμιζον ἄνακτος. πολλὰς δ’ ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν Ἕκτο‐ ρος ἐν παλάμῃσι δαϊζομένων ὑπὸ δουρί. ἔγραψε καὶ ἄλλα τινά.

### τ 627

Τιμῶ σε· αἰτιατικῇ. δοτικῇ δέ· τίμησόν μοι υἱόν.

### τ 628

Τιμῶμαι· Σωκράτης ὁ φιλόσοφος καταδικασθεὶς ἔφησεν· ἕνεκα μὲν τῶν ἐμοὶ διαπεπραγμένων τιμῶμαι τὴν δίκην τῆς ἐν Πρυτανείῳ σιτήσεως. καὶ οἳ θάνατον αὐτοῦ κατέγνωσαν.

### τ 629

Τιμώμενον: ἀντὶ τοῦ ζημιούμενον. ὄνομα μόνον ἐστὶν ἔργου τιμώμενον. ἀντὶ τοῦ ζημιούμενον. τίμησις γὰρ καὶ ἡ ζημία. ἢ τὸ εὐθυνόμενον, καὶ ἐπιτίμια ὑπέχον.

### τ 630

Τίμων, ὁ μισάνθρωπος, καὶ αὐτὸς φιλόσοφος, ἀποστρεφόμενος πᾶσαν αἵρεσιν.

### τ 631

Τίμων, Φλιάσιος, καὶ αὐτὸς φιλόσοφος, τῆς Πύρρωνος ἀγωγῆς, ὁ γράψας τοὺς καλουμένους Σίλλους ἤτοι ψόγους τῶν φιλοσόφων βιβλία γʹ.

### τ 632

Τίμων: ὄνομα κύριον. ὁ μισάνθρωπος καλούμενος. ἦν δὲ καθαρός. Τίμων τις ἦν, ἀνίδρυτος, ἀβάτοις ἐνὶ σκώλοισι περιειργμένος, Ἐριννύων ἀππορρώξ. ὅν φησιν ἀπὸ ἀχράδος πεσόντα χωλὸν γενέσθαι· μὴ προσιέμενον δὲ ἰατρὸν ἀποθανεῖν σαπέντα· καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ ἄβατον γενέσθαι ὑπὸ θαλάσσης περιρραγέντα ἐν ὁδῷ. ἄβατον δὲ οἷον ἀκάνθαις τεθριγκωμένον, καὶ σκληροῖς ἢ σκόλοψι καὶ παττάλοις ἠφανισμένον. ἀντὶ τοῦ σκυθρωπὸς καὶ μισάνθρωπος.

### τ 633

Τιμωνίδης: ὄνομα κύριον.

### τ 634

Τιμῶνται: ζημιοῦσι, καταδικάζουσιν. οἵγε μὴν Ἱμεραῖοι τὸν Φιλό‐ δημον τιμῶνται πρὸς τῇ δημεύσει καὶ φυγῆς ζημίᾳ.

### τ 635

Τιμωρεῖν: ἀντὶ τοῦ βοηθεῖν. καὶ Τιμωρός, ὁ ἐκδικητής. οἱ δὲ ᾤοντο αὐτὸν τιμωρὸν ἀφῖχθαι τοῦ Ἀετίου φόνου.

### τ 636

Τιμωροῦντος: βοηθοῦντος, ἐκδικοῦντος. Αἰλιανός· ἐμοὶ δοκεῖν τοῦ Διονύσου τιμωροῦντος παρθένῳ δυστυχεῖ καὶ παθούσῃ τραγῳδίας ἄξια. ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιπ‐ πος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπα‐ γόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμίσας τῷ χρυσίῳ· εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἁμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι καὶ λέγει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι καὶ κατὰ ποίας πύλας. ὁ δὲ οὐκ ἤκουσε ῥᾳθύμως τὰ λεχθέντα, κνεφαῖος δὲ διαναστὰς καὶ παραφυλάξας τοῦ ζεύγους ἐπελάβετο καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὁ μὲν ἐτάφη, ὁ δὲ ἐκολάσθη.

### τ 637

Τιμωρῶ σοι: βοηθῶ σοι. τιμωρῶ σε δέ. ἀντὶ τοῦ βασανίζω· αἰτιατικῇ.

### τ 638

Τιναγμὸν καὶ Ἀνατιναγμόν.

### τ 639

Τινάξαι: διαρρῆξαι, κόψαι. ἐν Ἐπιγράμμασι· αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι οἰόμενος.

### τ 640

Τίνειν: διδόναι. καὶ Τῖνε, ἀποδίδου.

### τ 641

Τινθαλέοισι: χλιαροῖς, θερμοῖς. τινθαλέοισι κατικμήναιντο λοετροῖς. χλιαροῖς, θερμοῖς. καθυγρανθείησαν.

### τ 642

Τιννύμενος: ἀπαιτούμενος, ἀποδιδόμενος.

### τ 643

Τίννυνται: τιμωροῦνται.

### τ 644

Τίοντες: τιμῶντες.

### τ 645

Τίος: ὄνομα τόπου.

### τ 646

Τί οὐ γενήσῃ ἰὼν ἐς Ἀρβέλας· ζήτει ἐν τῷ Ἀρβέλαι.

### τ 647

Τί οὐκ ἀπήγξω, ἵνα Θήβῃσιν ἥρως γένῃ: κέχρηται αὐτῇ Πλάτων ἐν Μενελάῳ· παρὰ δὲ τὴν ἱστορίαν· οἱ γὰρ ἐν Θήβαις ἑαυ‐ τοὺς διαχειρισάμενοι οὐδ’ ἡστινοσοῦν τιμῆς ἠξιοῦντο.

### τ 648

Τί οὖν ἔτι ζῆ τῶν κοράκων πονηρίᾳ: τοῦτό φησιν, ὅτι πονηροὶ οἱ κόρακες, διότι μέχρι καὶ νῦν οὐκ ἐσπάραξάν σε.

### τ 649

Τίω: τὸ τιμῶ.

### τ 650

Τίπτε: τί δή.

### τ 651

Τίρεως.

### τ 652

Τιρίβαζος: ὄνομα κύριον. ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ, καὶ ὁπότε παρείη, οὐδεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. ἀντὶ τοῦ ἀνεβίβαζεν.

### τ 653

Τίρυνθος: ὄνομα ὄρους.

### τ 654

Τίς: ἀντὶ τοῦ οὐδείς. Δαβίδ· ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; σημαίνει δὲ τὸ τίς διάφορα· τίς ἔγνω νοῦν κυρίου; καί, τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ; τίς ἔστησε τὰ ὄρη σταθμῷ; τὸ τίς ἐνταῦθα οὐ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ. ὡς ἐπὶ τοῦ, τίς ἀναστή‐ σεταί μοι ἐπὶ πονηρευομένοις; καί, τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; καὶ παροιμία· Τίς ἐν Κύδωνος· ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους. ἀπὸ Κύδωνος Κορινθίου, φιλοξένως διατε‐ θέντος. ὑπερβαλλόντως. ἀεί τις ἐν Κύδωνος τὸ πλῆρες.

### τ 655

Τίς εἰς ἀναπαύλας: αὗται πορθμευτικαὶ παρὰ Χάροντος πεύ‐ σεις καὶ κηρύγματα· τίς εἰς ἀναπαύλας ἐκ κακῶν (πόνων) καὶ πραγμά‐ των; τίς εἰς τὸ Λήθης πεδίον; Λήθης πεδίον χωρίον διατετύπωκεν ἐν ᾅδου οὕτω λεγόμενον· ὡς καὶ τὸν Αὐαίνου λίθον. τίς εἰς ὄνου πόκας; οὕτω λέγουσι τὸ ἄχρηστον· οὐδὲ γὰρ αἱ τοῦ ὄνου πόκαι χρησιμεύουσι. λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀνηνύτων· ἐν ᾧ τρόπῳ φαμὲν χύ‐ τραν ποικίλλεις· ἀνήνυτα δὲ καὶ τὰ ἐν ᾅδου. διὰ τοῦτο οὖν ὄνου πόκας ἀνεπλάσατο ποιητικῶς.

### τ 656

Τισαμένης: ὄνομα κύριον.

### τ 657

Τισάμενος: τιμωρήσας.

### τ 658

Τισαμενοφαινίππους: ὁ Τισαμενὸς ὡς ξένος καὶ μαστιγίας κωμῳδεῖται, ὁ δὲ Φαίνιππος ὡς συώδης καὶ ἡταιρηκώς.

### τ 659

Τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ: ἀντὶ τοῦ πολύ‐ χαλκα. τραγικώτερον λέγει διὰ τὸ μεγαλορρῆμον τοῦ Λαμάχου.

### τ 660

Τίσανδρος: ὄνομα κύριον.

### τ 661

Τισαφέρνης: ὄνομα κύριον. καὶ κλίνεται εἰς ους.

### τ 662

Τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθα‐ νεῖν δὲ ζῆν· Εὐριπίδου. τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον; παρὰ τὸ ἐκ Φρίξου Εὐριπίδου.

### τ 663

Τίσαι καὶ Τίσασθαι: ἀποδοῦναι. ὁ δὲ Δαρεῖος, ὁ Περσῶν βα‐ σιλεύς, ὡς ἔσχε τὴν ἀρχήν, ἐπεθύμησεν Ὀροίτεα τίσασθαι πάντων τῶν ἀδικημάτων ἕνεκεν. Ἡρόδοτος.

### τ 664

Τίσειαν: ἀποδοῖεν.

### τ 665

Τισίας: ὁ τιμώμενος.

### τ 666

Τίσις: τιμωρία, ἀπόδοσις.

### τ 667

Τίσομαι: τιμωρήσομαι, ἀπαιτήσω.

### τ 668

Τίσω: ἀποδώσω.

### τ 669

Τίσωσι: τιμήσωσιν. ἢ τιμωρήσονται.

### τ 670

Τίς πατέρ’ αἰνήσει’, εἰ μὴ κακοδαίμονα τέκνα: ἴσως ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα προφερόντων.

### τ 671

Τίς τῇδε: οἱ σπένδοντες ἔλεγον τίς τῇδε; ἀντὶ τοῦ τίς πάρεστιν; εἶτα οἱ παρόντες εὐφημιζόμενοι ἔλεγον· πολλοὶ κἀγαθοί. τοῦτο δὲ ἐποίουν οἱ σπένδοντες, ἵνα οἱ συνειδότες τι ἑαυτοῖς ἄτοπον, ἐκχωροῖεν τῶν σπονδῶν.

### τ 672

Τίς τρόπος ἵππων: παροιμία ἐπὶ τῶν ἀλλοκότων. Μετα‐ γένης Θουριοπέρσαις· τίς τρόπος ἵππων; ὡς δ’ ὀρχοῦνται τὸν βαρβα‐ ρικὸν τρόπον οὗτοι.

### τ 673

Τί σοι ὁ Ἀπόλλων κεκιθάρικεν: ἀντὶ τοῦ τί σοι ἐμαν‐ τεύσατο;

### τ 674

Τίς οὐ γενήσῃ ἰὼν εἰς Ἀρβέλας: Ἀρβέλη πόλισμα Σικελι‐ κόν. εὐεξαπάτητοι δὲ οἱ ἐνοικοῦντες ἐκεῖσε ἐδόκουν εἶναι.

### τ 675

Τιτακίδαι: δῆμός ἐστι τῆς Αἰαντίδος φυλῆς. μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνομάσθησαν, οὗ μνημονεύει Ἡρόδοτος.

### τ 676

Τιτᾶνες: οἱ καταχθόνιοι δαίμονες.

### τ 677

Τιτανίδα γῆν: οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ τὴν Ἀττικήν. ἀπὸ Τιτηνίου, ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκήσαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεούς, ὡς Φιλόχορος ἐν Τετρα‐ πόλει, Ἴστρος δ’ ἐν αʹ Ἀττικῶν. Τιτᾶνας βοᾶν, ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν αʹ Αἰτωλικῶν. ἐνομί‐ ζοντο δὲ τῶν Πριαπωδῶν θεῶν εἶναι.

### τ 678

Τίτανον: λευκόν, ἢ γύψον, κονίαν. λίθος διακεκαυμένη, ἣν πάλαι μὲν τίτανον, νυνὶ δὲ ἄσβεστον καλοῦσι.

### τ 679

Τίτανος: ἡ κεκαυμένη λίθος, ἡ ἄσβεστος· θηλυκὸν δὲ ἡ τίτανος· σπάνιον δὲ ἀρσενικῶς.

### τ 680

Τιτανῶδες βλέπειν: καταπληκτικόν, φοβερόν. καὶ Τιτα‐ νικὸν σπέρμα. Αἰλιανός· ὁ δὲ ἐν τοσούτῳ κακῷ ὢν οὐκ ἐπελά‐ θετο τῆς βδελυρᾶς ἐκείνης καὶ ἀθέου συγγραφῆς, ἣν ὁ Γαργήττιος, ὥσπερ οὖν τὰ ἐκ Τιτανικῶν σπερμάτων φύντα. τῷ βίῳ ... προσ‐ ετρίψατο.

### τ 681

Τιταρήσιον: ὄνομα πόλεως.

### τ 682

Τιτάρωνος.

### τ 683

Τί ταῦτα: ἀντὶ τοῦ διατί; Ἀριστοφάνης· τί ταῦτ’ ἔχουσαι κεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν;

### τ 684

Τιταίνω.

### τ 685

Τιταιρώνιον: ἀκρωτήριον.

### τ 686

Τιτηνίδα γῆν· ζήτει ἐν τῷ Τιτανίδα γῆν.

### τ 687

Τίτθαι· Ἀριστοφάνης· κᾆθ’ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς. οὕτω καλοῦνται αἱ [παρὰ] τοῖς τιτθίοις καὶ τῷ γάλακτι τρέφουσαι τὰ παιδία· αἵτινες διὰ τὸ μὴ δύνασθαι τὰ παιδία ὁλοκλήρους τὰς τρο‐ φὰς ἐσθίειν, διαμασώμεναι, οὕτω μετὰ τὸ κατεργάσασθαι τὰ ἐδέσματα, ἐξαίρουσαι τοῦ ἰδίου στόματος, ἐντιθέασι τοῖς τῶν παιδίων. εἶτα συμ‐ βαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατ‐ εσθίειν τὰ πλείονα. οὕτω ὁ Κλέων ὀλίγα μὲν τῷ δήμῳ χαριζόμενος τὰ πλείω ἐκέρδαινε· μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντιθεῖς, αὐτὸς δὲ ἐκείνου τριπλάσιον κατέσπακας.

### τ 688

Τίτθη: τροφός, μάμμη. ὅσα δὲ ἀργίᾳ μεμάρανται καὶ ῥᾳθυμίᾳ διέφθαρται μειράκια, ταῖς τίτθαις ἀπομύττειν καὶ ταῖς γυναιξὶ λούειν ἀποπέμψατε, καὶ θρυπτόμενα παρὰ ταύταις στωμύλλεσθαι καὶ λαλεῖν περὶ κρόκης καὶ στημόνων ἐάσωμεν. καὶ Τιτθεία, ἡ ἐπιμέλεια.

### τ 689

Τιτθοί: μαστοί, ἤτοι τῶν μαζῶν τὰ ἄκρα.

### τ 690

Τίτλος· τίτλος διαφέρει κεφαλαίου. καὶ ὁ μὲν Ματθαῖος ἔχει τίτλους ξηʹ, κεφάλαια τνεʹ, ὁ δὲ Μάρκος τίτλους μηʹ, κεφάλαια λϛʹ, ὁ δὲ Λουκᾶς τίτλους πγʹ, κεφάλαια τμηʹ, ὁ δὲ Ἰωάννης τίτλους ιηʹ, κε‐ φάλαια σλβʹ. καὶ Τιτλάριον, δέλτος, πινακίδιον, σχεδάριον.

### τ 691

Τῖτος, βασιλεὺς Ῥωμαίων, Οὐεσπεσιανοῦ υἱός, ἀνὴρ πᾶν ἀρετῆς συνειληφὼς γένος, ὡς πρὸς ἁπάντων ἔρως τε καὶ τρυφὴ τοῦ θνητοῦ προσαγορευθῆναι γένους· εὐγλωττότατός τε γὰρ καὶ πολεμικώτατος καὶ μετριώτατος ἦν, καὶ τῇ μὲν Λατίνων ἐπιχωρίῳ γλώττῃ πρὸς τὰς τῶν κοινῶν ἐχρῆτο διοικήσεις, ποιήματα δὲ καὶ τραγῳδίας Ἑλλάδι φωνῇ διεπονεῖτο. ἐπεὶ δὲ ᾑρήκει τὰ Ἱεροσόλυμα ὁ Τῖτος, Συρία τε πᾶσα καὶ Αἴγυπτος καὶ ὅσα τῇ Παλαιστίνῃ πρόσοικα γένη ἐστε‐ φάνουν τὸν ἄνδρα, νικητὴν ἀνακαλοῦντες. ὁ δὲ διωθεῖτο τοὺς στε‐ φάνους, οὐκ αὐτὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός. ἐπὶ δὲ Τίτου τούτου τὴν Ἱερουσαλὴμ πολιορκοῦντος Ῥω‐ μαῖός τις τῶν ἱππέων δοκιμώτατος τοὺς Ἰουδαίους ὠθουμένους κατὰ τῆς φάραγγος θεασάμενος, ἐκ πλαγίου παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ νεανίαν φεύγοντα, στιβαρὸν κατὰ τὸ σῶμα καὶ ὡπλισμένον, ἐκ τοῦ σφυροῦ δραξάμενος, ἑαυτὸν ἐπικλίνας τοῦ ἵππου τρέχοντος καὶ τὸν Ἰουδαῖον ἔφιππον καταδιώκοντος. καὶ τοσοῦτον τῆς δεξιᾶς τόνον καὶ τοῦ λοιποῦ σώματος ἐπιδειξάμενος καὶ τῆς ἱππικῆς τέχνης τὴν ἀρετήν, ὥσπερ τι κειμήλιον ἧκε τῷ Καίσαρι κομίζων τὸν αἰχμάλωτον. ὁ δὲ Τῖτος ὑπερθαυμάσας τῆς ἰσχύος τούτου καὶ δυνάμεως τὸ ἀήττη‐ τον, δώροις αὐτὸν ἀμείψας τὸν ληφθέντα ἀπέκτεινε.

### τ 692

Τῖτος, στρατηγὸς Ῥωμαίων. τούτῳ δὲ ἐγεγόνει πάντα κατὰ νοῦν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προ‐ νοίας ἁπάντων κεχειρισμένων· πάνυ γὰρ ἀγχίνους εἰ καί τις ἕτερος ὢν οὗτος γέγονεν. οὕτω γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατ’ ἰδίαν ἐντεύξεις, ὥσθ’ ὑπερβολὴν μὴ καταλιπεῖν. καίτοι γε νέος ἦν κομιδῇ· πλείω γὰρ λʹ ἐτῶν οὐκ εἶχε. καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διέβη μετὰ στρατοπέδων.

### τ 693

Τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; Κινησίας σου κατατε‐ τίληκεν; οὗτος μαλακὸς ἦν.

### τ 694

Τιτώ: ἡ ἡμέρα.

### τ 695

Τιττυβίζετε: ποιὸν ἦχον ἀποτελεῖτε. καὶ Βάβριος ἐπὶ χελι‐ δόνος· ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης.

### τ 696

Τιτυός· οὗτος ἐρῶν τῆς Λητοῦς κατέσχεν αὐτῆς τοῦ κρηδέμνου· ἧς παῖδες Ἀπόλλων καὶ Ἄρτεμις κατετόξευσαν αὐτὸν καὶ ἀνεῖλον. καὶ νῦν, φησίν, ἐν τῷ ᾅδῃ κολάζεται, ἔχων βέλη ἐμπεπαρμένα τῷ ἥπατι.

### τ 697

Τιτυσκόμενος: στοχαζόμενος. ἀπὸ μετοχῆς εἰς ῥῆμα. ἔστι δὲ παρὰ τὸ θεῶ, θῶ, τῶ, τύω, τύσω, τιτύσκω.

### τ 698

Τίφη: ἡ καλουμένη σίλφη. ἐστὶ δὲ ζῷον κανθαρῶδες.

### τ 699

Τῖφος: ὁ κάθυγρος τόπος.

### τ 700

Τί φῶ: τί εἴπω;

### τ 701

Τῖφυς.

### τ 702

Τλεγγίς, τλεγγίδος: τὸ παρ’ ἡμῖν κτένιον.

### τ 703

Τλῆ δ’ Ἥρη: ὑπέμεινε.

### τ 704

Τλῆθι: ὑπόμεινον.

### τ 705

Τλήμονος: ἐλεεινοῦ.

### τ 706

Τλήμων: τολμηρά, ἀναιδής. ἡ δ’ ὧδε τλήμων, ὥστε τῷ μιάστορι ξύνεστ’, Ἐριννὺν οὔτιν’ ἐκφοβουμένη.

### τ 707

Τλῆναι: ὑπομεῖναι.

### τ 708

Τληπαθής: ὑπομένων ἐν τῷ πάσχειν.

### τ 709

Τληπόλεμος, ὁ τὰ τῆς βασιλείας τῶν Αἰγυπτίων πράγματα μεταχειριζόμενος, ἦν μὲν κατὰ τὴν ἡλικίαν νέος καὶ κατὰ τὸ συνεχὲς ἐν στρατιωτικῷ βίῳ διεγεγόνει μετὰ φαντασίας. ἦν δὲ καὶ τῇ φύσει μετέωρος καὶ φιλόδοξος καὶ καθόλου πολλὰ μὲν εἰς πραγμάτων λόγον ἀγαθὰ προεφέρετο, πολλὰ δὲ καὶ κακά. στρατηγεῖν μὲν γὰρ ἐν τοῖς ὑπαίθροις καὶ χειρίζειν πολεμικὰς πράξεις δυνατὸς ἦν καὶ ἀνδρώδης ὑπῆρχε τῇ φύσει καὶ πρὸς τὰς στρατιωτικὰς ὁμιλίας εὐφυῶς διέκειτο· πρὸς δὲ ποικίλων πραγμάτων χειρισμὸν δεόμενον ἐπιστάσεως καὶ νήψεως καὶ πρὸς φυλακὴν χρημάτων καὶ καθόλου τὴν περὶ τὸ λυσι‐ τελὲς οἰκονομίαν ἀφυέστατος ὑπῆρχε πάντων· ᾗ καὶ ταχέως οὐ μόνον ἔσφηλεν, ἀλλὰ καὶ τὴν βασιλείαν ἠλάττωσε· παραλαβὼν γὰρ τὴν τῶν χρημάτων ἐξουσίαν τὸ μὲν πλεῖστον μέρος τῆς ἡμέρας κατέτριβε σφαι‐ ρομαχῶν καὶ πρὸς τὰ μειράκια διαμιλλώμενος ἐν τοῖς ὅπλοις, ἀπὸ δὲ τούτων γινόμενος εὐθέως πότους συνῆγε καὶ τὸ πλεῖον μέρος τοῦ βίου περὶ ταῦτα καὶ σὺν τούτοις εἶχε τὴν διατριβήν. ὃν δέ ποτε χρόνον τῆς ἡμέρας ἀπεμέριζε πρὸς ἐντεύξεις, ἐν τούτῳ διεδίδου, μᾶλλον δ’ εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν διερρίπτει τὰ βασιλικὰ χρήματα τοῖς ἀπὸ τῆς Ἑλλάδος προσγεγονόσι πρεσβευταῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. καθόλου γὰρ ἀνανεύειν οὐκ ᾔδει, τῷ δὲ πρὸς χάριν ὁμι‐ λήσαντι πᾶν ἐξ ἑτοίμου τὸ φανὲν ἐδίδου. καὶ τὰ λείποντα ζήτει ἐν τῇ Πολυβίου ἱστορίᾳ.

### τ 710

Τλήσομαι: ὑπομενῶ.

### τ 711

Τλητικῶς: ὑπομονητικῶς.

### τ 712

Τμαγέν: κοπέν.

### τ 713

Τμήδην: τμητικῶς.

### τ 714

Τμηθείσῃ: κοπείσῃ.

### τ 715

Τμῆμα: κόμμα.

### τ 716

Τμῆσις: ἡ τομή.

### τ 717

Τμητικός: ὁ τέμνων.

### τ 718

Τμητοῖς ὁλκοῖς ἐγκύρσαι: τούτεστι τοῖς λώροις, τοῖς ἱμάσιν· ὁλκοὺς οὖν ἀντὶ τῶν ἱμάντων, οἷς εἱλκύσθη Ὀρέστης πεσὼν ἐκ τοῦ ἅρματος.

### τ 719

Τμῶλος: ὄνομα ὄρους.

### τ 720

Τμώμενος: ἀποτεμνόμενος.

### τ 721

Τὸ ἀντάλλαγμα· τοὺς κατὰ σάρκα προγόνους τοῦ Χριστοῦ ἴχνη καὶ ἀντ‐ άλλαγμα ἐκάλεσαν οἱ οʹ ἑρμηνευταί. Δαβίδ· τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.

### τ 722

Τὸ ἀπὸ τῆς Παλλαινίδος: τὸ φοβερόν. ἀπὸ τῆς ἐπὶ Παλ‐ ληνίδι μάχης, ἐν ᾗ ἡττήθησαν Ἀθηναῖοι.

### τ 723

Τὸ ἀρνίον σοι λελάληκεν: ἐν Αἰγύπτῳ, ὥς φασιν, ἀνθρω‐ πείᾳ φωνῇ ἐλάλησεν· εὑρέθη δὲ ἔχον ἐν τῇ κεφαλῇ βασίλειον δρά‐ κοντα ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ πτερωτόν, ἔχοντα μῆκος πήχεων δʹ, καί τινι λελάληκε τὰ μέλλοντα.

### τ 724

Τὸ βασιλικὸν βοΐδιον: ἐπὶ Πτολεμαίου βοῦς ἀπέτεκεν ἓξ βοΐδια. πρὸς οἰωνοῦ δὲ ἀγαθοῦ τὸ συμβησόμενον λαβὼν ὁ Πτολεμαῖος προσέταξεν ἐν τοῖς βασιλείοις τρέφεσθαι μετὰ πάσης ἐπιμελείας· διὸ βασιλικὸν ἐκλήθη.

### τ 725

Τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαν‐ τος, μεγάλας ὀδύνας ὑποτείνει: οἷον μηδενὸς συμπράξαντος καὶ με‐ τασχόντος ἁμαρτημάτων· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τὴν παραμυθίαν.

### τ 726

Τὸ γὰρ τὴν φροντίδα ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.

### τ 727

Τόγε αὑτοῦ μέρος: κατὰ τὴν αὐτοῦ προαίρεσιν. Αἰλιανός· τί γὰρ δὴ μαθὼν ἐτόλμησε τόγε αὑτοῦ μέρος δουλώσασθαι Λυδοῖς Πέρσας;

### τ 728

Τό γε ἧκον: ὅσον ἐπ’ αὐτῷ, ὅσον δυνατόν.

### τ 729

Τὸ δέ μοι: τοῦτο δέ μοι.

### τ 730

Τὸ Δίωνος γρῦ: οὗτος ὁ Δίων Ἀλεξανδρεὺς ἦν τὸ γένος, διαβόητος δὲ ἐπὶ φιλοσοφίᾳ· ὃς ἔχων ἀδελφὸν παλαιστήν, Τόψιον καλούμενον, λοιδορούμενος ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ ἀκούων ῥητὰ καὶ ἄρρητα, καὶ πολλοῦ ὄχλου ἐπακολουθοῦντος, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο, κατεσταλμένον τὸ τῆς σοφίας παράγγελμα τη‐ ρῶν· ἐντὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑπο‐ φήνας εἶπε πρὸς τὸν νεανίαν οὐδὲ γρῦ· ὁ δὲ ἀθυμήσας ἀπήγξατο. εἴρηται τὸ γρῦ ἐπὶ μικροῦ καὶ τοῦ τυχόντος. καὶ ὁ ῥύπος τοῦ ὄνυχος.

### τ 731

Τὸ ἐπίπαν: τὸ σύνολον.

### τ 732

Τὸ Ἡσιόδειον γῆρας: ἐπὶ τῶν ὑπεργήρων· φέρεται γὰρ καὶ ἐπίγραμμα Πινδάρου τοιοῦτον· χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφων ἀντι‐ βολήσας, Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης.

### τ 733

Τὸ Ἱππάρχου τειχίον: Ἵππαρχος ὁ Πεισιστράτου περὶ τὴν Ἀκαδημίαν τεῖχος ᾠκοδόμησε, πολλὰ ἀναγκάσας ἀναλῶσαι τοὺς Ἀθη‐ ναίους. ὅθεν καὶ ἐπὶ τῶν δαπανηρῶν πραγμάτων ἡ παροιμία εἴρηται.

### τ 734

Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν αἱρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων ἡ παροιμία, ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων. μέμνηται αὐτῆς Σοφοκλῆς.

### τ 735

Τὸ καλῶς ἔχον: τὸ συμφέρον. Οἰδίπους· τὸ καλῶς δ’ ἔχον πάλαισμα τῇ πόλει μὴ λῦσαι θεὸν αἰτοῦμαι. τουτέστι μὴ λῦσαι τῇ πόλει τὸ συμφέρον αἰτοῦμαι.

### τ 736

Τοκάς: ἡ γεννῶσα.

### τ 737

Τὸ κατακύλλωμα: τὸ πέρας καὶ ἀνωτάτω τῶν κακῶν.

### τ 738

Τοκήων: γονέων ἢ τέκνων.

### τ 739

Τόκος· Ἀριστοφάνης Νεφέλαις· τοῦτο δ’ ἔσθ’ ὁ τόκος τί θηρίον; τί δ’ ἄλλο γ’ ἢ κατὰ μῆνα καὶ καθ’ ἡμέραν πλέον πλέον τἀργύριον ἀεὶ γίνεται, ὑπορρέοντος τοῦ χρόνου;

### τ 740

Τοκοφορεῖν: τόκους λαμβάνειν. Τόκος δὲ εἶδος πλεονεξίας.

### τ 741

Τολμήεντι: ὑπομονητικῷ. Αἰλιανός· ὁ δὲ ἐσήλατο ἐς τὸν νεών, ἕτοιμα δὴ καταγράφων, καὶ ὅτι τολμήσει ταῦτα. ἐφ’ οἷς ἐνόσει, ἐπ’ ἐρημίᾳ τῶν ἐπικουρῆσαι τῇ κόρῃ δυναμένων πεπιστευκώς.

### τ 742

Τολμηρός· ὅτι τὸν τολμηρὸν εἰς τὸν ἀνδρεῖον μεταλαμβάνουσι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια.

### τ 743

Τολμῆσαι: ὑπομεῖναι. Νόμων θʹ· εἰ πατέρα ἀποκτείνει τις, αὐτὸν τοῦτον ὑπὸ τέκνων τολμῆσαι βίᾳ πάσχοντα. καὶ ἐν βʹ τολμῶν, ἀντὶ τοῦ τολμῶν ὑπομένοι. καὶ Ἀριστοφάνης· ὦ μιαρὲ καὶ τολμηρὲ κἀναίσχυντε σύ, καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, πῶς δεῦρ’ ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε;

### τ 744

Τολμητής.

### τ 745

Τολμητίας: τολμηρός. Ἀγαθίας· τολμητίας γὰρ ἦν ἐς τὰ μάλιστα καὶ ταραχώδης καὶ πέρα τοῦ ἀναγκαίου τὸ φιλοκίνδυνον κε‐ κτημένος. περὶ Θευδιβέρτου λέγων, υἱοῦ Θευδερίχου.

### τ 746

Τολύβη: ὄνομα κύριον.

### τ 747

Τολυπεύειν: ἐξεργάζεσθαι· τολύπη γὰρ ἡ ἐργασία. οἱ δὲ καλῳδίοις τε καὶ τολύπαις τοὺς καλάμους ξυνδήσαντες κώμυθας πολ‐ λὰς ἀπειργάσαντο.

### τ 748

Τολύπευμα· Συναγωγή· τὸ κατασκευαστὸν καὶ πεφιλοκαλημένον ἔριον.

### τ 749

Τολύπη: ἀγρία κολοκύντη.

### τ 750

Τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν: οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον τὰς ἑαυτῶν ἐπινοίας τῆς θεοῦ· ὅτι ὁ μὲν θεὸς ὑπέβαλεν, ὁ ἐργασάμενος δ’ ἐγώ.

### τ 751

Τομεῖς: οἱ ἐμπρόσθιοι ὀδόντες.

### τ 752

Τὸ Μηλιακὸν πλοῖον: ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων εἴρηται τοῦτο. ἀπὸ ἱστορίας τινός· φησὶ γὰρ Ἀριστοτέλης Ἱππότην εἰς ἀποι‐ κίαν στελλόμενον, τοῖς μὴ βουληθεῖσιν αὐτῷ συμπλεῖν καταράσασθαι. ἐπειδὴ γὰρ προφασιζόμενοι, οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀρρωστεῖν, οἱ δὲ τὰ πλοῖα ῥεῖν, κατέμενον, κατηράσατο, μήτε πλοῖα στεγανὰ αὐτοῖς γενέσθαι ποτὲ καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί.

### τ 753

Τομίας: εὐνοῦχος. ὁ δὲ Ναρσῆς, ὁ στρατηγὸς τῶν Ῥωμαίων, τομίας ἦν, καὶ τῆς εὐγλωττίας αὐτῷ οὔτι μάλα μετῆν οὐδὲ παιδείας, καὶ ἐν τοῖς βασιλείοις τρυφερώτατα ἀνατεθραμμένος. ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐν ἰσχνότητι ἐκδεδιῃτημένος. ἦν δ’ ἐπὶ Ἰου‐ στινιανοῦ.

### τ 754

Τόμις: ὄνομα πόλεως. διφορεῖται.

### τ 755

Τομόν: τὸ τμητικόν. ὀξυτόνως. οὕτως Πλάτων.

### τ 756

Τόμος: ὁ χάρτης.

### τ 757

Τόμυρις, βασίλεια Μασσαγετῶν, ἣν μνώμενος Κῦρος ὁ Περσῶν βασιλεύς, ὥς οἱ δόλῳ οὐ προεχώρεεν, ἐλάσας ἐπὶ τὸν Ἀράξεα ἐποιέετο ἐκ τοῦ ἐμφανοῦς τὴν στρατείαν.

### τ 758

Τὸν ἀφ’ ἱερᾶς: γραμμή· ἐν τῇ τῶν πεττῶν παιδιᾷ. Μέναν‐ δρος Καταψευδομένῳ.

### τ 759

Τόνδε: τοῦτον.

### τ 760

Τοναῖος δρόμος.

### τ 761

Τὸν ἐγκέφαλον ὥσπερ κατασεσεῖσθαί μοι δοκεῖς: τουτ‐ έστι τὰ κεκρυμμένα.

### τ 762

Τονεφέρσωφρις: βασιλεὺς Αἰγύπτου.

### τ 763

Τονθορύζει: ὑπόπτως λαλεῖ, ψιθυρίζει, ἠρέμα γογγύζει ἢ λάθρα φθέγγεται, ἢ ὑποτρέμει τὰ χείλη κινῶν. ὑποτονθορύζοντος δὲ τοῦ πλήθους καὶ ἀγανακτοῦντος, λόγοις ἐχέφροσιν ὁ στρατηγὸς τούτους ἐμάλασσε. πάλιν τε θροῦν ὑπεξαπτόντων καὶ τονθορύζειν πειρω‐ μένων, ἔφη.

### τ 764

Τὸν ἵππον ὁ Σκύθης: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φα‐ νερῶς δὲ ἀπωθουμένων. λέγεται δὲ καί, ὁ Σκύθης τὸν ἵππον. ζήτει καὶ ἐν τῷ Σκύθης. ζήτει τὴν αὐτὴν παροιμίαν καὶ ἐν τῷ ἀκκιζόμενος.

### τ 765

Τὸν Κολοφῶνα ἐπίθες: ιβʹ πόλεις τῆς Ἰωνίας συνῄεσαν εἰς τὸ Πάνιον λεγόμενον, περὶ τῶν κοινῶν βουλευσόμεναι. καὶ εἴ ποτε ἴσαι αἱ ψῆφοι ἐγένοντο, οἱ Κολοφώνιοι περιττὴν ἐτίθεντο τὴν νικῶ‐ σαν· Σμυρναίους γὰρ ἐλθόντας εἶχον συνοίκους· ὑπὲρ ὧν καὶ τὴν ψῆφον ἐτίθεντο. ὅθεν ἐπὶ τῆς κρατούσης καὶ βεβαίας ψήφου ἡ παροι‐ μία εἴρηται.

### τ 766

Τὸν Κολοφῶνα ἐπέθηκεν: ἐκ τοῦ τοὺς Κολοφωνίους πρὸς ἑαυτοὺς στασιάσαντάς τινα τούτων μοῖραν ξυνοικίσαι τοῖς Σμυρναίοις. εἰς πόλεμον δέ ποτέ τινα ἀπελθόντων Σμυρναίων, τοὺς μὲν ὑπολειφ‐ θέντας ἐν Σμύρνῃ Κολοφωνίους κρατῆσαι αὐτῆς· ὡς τοὺς Κολοφωνίους ἐκ τούτου δύο πόλεις ἔχειν, τήν τε Κολοφῶνα καὶ Σμύρναν. καὶ ἐν τῷ βουλεύεσθαι περί τινος Σμυρναίους, οἳ ὑπελείφθησαν μετὰ τῶν Κολοφωνίων ἐν Σμύρνῃ, ὅτε ἴσαι ψῆφοι τούτοις ἐγένοντο, πρὸς τοὺς Κολοφωνίους ἀναφέρειν αὐτάς, καὶ ᾗ προσέθεντο, ταύτην κρατεῖν. καὶ οὕτω λέγεται ἐπὶ παντὸς τοῦ κυριωτάτου τὸν Κολοφῶνα ἐπιτί‐ θεσθαι τοῖς λοιποῖς, ὡς ἐπὶ τῶν ψήφων τῶν βʹ τῶν Κολοφωνίων τῇ τούτων ἑτέρᾳ.

### τ 767

Τὸν ξύοντα ἀντιξύειν: ἐπὶ τῶν βλαπτόντων τινάς, ἢ καὶ θεραπευόντων. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ὄνων, παρόσον ἐκεῖνοι ὑπ’ ἀλλήλων κνήθονται καὶ ἀντικνήθουσι.

### τ 768

Τόνον: εὔτονον, ἢ δύναμιν. Πισίδης· εἷλκες γὰρ αὐτοὺς ὥσπερ ἡλίου τόνος σύρει πρὸς αὑτὸν ἑλκτικῶς τὰς ἰκμάδας. Τόνος καὶ τοῦ κραββάτου τὰ σχοινία. Τόνος καὶ τὸ ἑξάμετρον ἔπος. Πυθικὸν ἦν προμάντευμα ἐν τόνοις ἑξαμέτροις, οὕτω προλέγον τὴν τελευτήν· Αἰακίδη προφύλαξο μολεῖν Ἀχερούσιον ὕδωρ Πανδοσίην θ’, ὅθι τοι θάνατος πεπρωμένον ἐστί. καὶ συνάψας μάχην Βρεττίοις καὶ Λευκανοῖς ἐπί τινι ποταμῷ, τῆς γεφύρας ῥαγείσης, τῶν προσχώρων ἀκούσας τὸν ποταμὸν ἀποκαλούντων Ἀχερόντιδα, τὴν δὲ πλησίον πόλιν Πανδοσίαν, πρὸς ὃ εἶχε λόγιον συμβαλὼν τοὺς τόπους, καὶ γνοὺς ὅτι ἄρα τὸ χρεὼν ἐκπέπλησται, τότε δὴ τὸν εὐκλεᾶ πορεύεται θάνατον καὶ πρὸς μέσους τοὺς πολεμίους ὠθούμενος ἀφειδῶς, πολλὰ πρότερον δράσας, οὕτω πίπτει μαχόμενος. ἦν δὲ Ἀλέξανδρος ὁ Φι‐ λίππου κηδεστής, Ὀλυμπίου ἀδελφός.

### τ 769

Τὸν Ὕλαν κραυγάζεις: ἐπὶ τῶν μάτην πονούντων καὶ κραυγαζόντων ἡ παροιμία· ἐπεὶ τὸν Ὕλαν ἀφανῆ γενόμενον Ἡρακλῆς ἀποβὰς τῆς νεὼς Ἀργοῦς καὶ ζητήσας οὐχ εὗρε.

### τ 770

Τοξεύω. Τοξεία.

### τ 771

Τοξόται: οἱ δημόσιοι ὑπηρέται, φύλακες τοῦ ἄστεος, τὸν ἀριθμὸν χίλιοι, οἵτινες πρότερον μὲν ᾤκουν τὴν ἀγορὰν μέσην σκηνοποιησά‐ μενοι, ὕστερον δὲ μετέβησαν εἰς Ἄρειον Πάγον. ἐκαλοῦντο δὲ οὗτοι καὶ Σκύθαι καὶ Σπευσίνιοι· ἀπὸ Σπευσίνου τινὸς τῶν πάλαι πολιτευο‐ μένων συντάξαντος τὰ περὶ αὐτούς.

### τ 772

Τοξότης: ὑπηρέτης. Ἀριστοφάνης· τοξότης συνήγορος, ὥσπερ Εὔαθλος. ἀντὶ τοῦ ὑπηρέτης. τοξοποιεῖν· μὴ σκυθρώπαζ’· οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. ἀντὶ τοῦ σκυθρωπάζειν· ἀπὸ τοῦ παρακολουθοῦντος· τοιοῦτον γὰρ τὸ πρόσωπον τῶν ἐν μερίμνῃ ὄντων. Ὅμηρος· οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη. Σοφοκλῆς κατὰ τὸ ἐναντίον· ὡς ἂν Διὸς μέτωπον ἰάνθη χαρᾷ. Τοξότου· δημοσίου ὑπηρέτου, ἐπόπτου καλουμένου.

### τ 773

Τοπάζειν: οἷον στοχάζεσθαι, ἐνθυμεῖσθαι, ὑπονοεῖν. καὶ ἐτόπα‐ ζον ὁμοίως. καὶ παρὰ Σοφοκλεῖ ἐν Ἠριγόνῃ· ἃ δὲ δόξῃ τοπάζω, ταῦτ’ ἰδεῖν σαφῶς θέλω. διὸ καὶ ὑποτοπεῖν τὸ ὑπονοεῖν λέγουσι.

### τ 774

Τοπάζιος: λίθος πολυτελής, κατ’ ἐκείνους τοὺς καιροὺς τιμώ‐ μενος.

### τ 775

Τὸ παράπαν: διόλου, παντελῶς. οἴνου μὴ πιεῖν τὸ παρ‐ άπαν.

### τ 776

Τὸ παράπαν: κατὰ πάντα τρόπον, ἐξ ὁλοκλήρου.

### τ 777

Τὸ Πάρνου σκάφιον: ἐπὶ τῶν μικρὰ πολλάκις ζητούντων. Πάρνος γὰρ ὁ κυβερνήτης σκάφος ἀπώλεσε καὶ συνεχῶς ἠνώχλει.

### τ 778

Τὸ παρὸν εὖ ποιεῖν: παροιμία. Πλάτων Γοργίᾳ· καὶ ὡς ἔοικεν ἀνάγκη μοι κατὰ τὸν παλαιὸν λόγον, τὸ παρὸν εὖ ποιεῖν. Κρα‐ τῖνος Πυλαίᾳ· ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τίθεσθαι.

### τ 779

Τὸ παρὸν εὖ τίθεσθαι: παροιμία.

### τ 780

Τὸ πέρα: ἔτι, ἐπιπλέον· ἢ ἕως τέλους· ἢ ὅλως.

### τ 781

Τοπεῖν: ὑπονοεῖν.

### τ 782

Τοπεῖον: τὰ σχοινία λέγουσι τοπεῖα. Στράττις Μακεδόσι· τὸν πέπλον δὲ τοῦτον ἕλκουσι δεσμεύοντες τοπείοις ἄνδρες.

### τ 783

Τόπος: τῶν πολλαχῶς λεγομένων ἐστί· λέγεται γὰρ τόπος ὁ φυσικὸς καὶ τὸ μόριον καὶ ἡ ἑκάστου λόγου περίοδος· οἱ δὲ παρὰ Ἀριστοτέλει τόποι διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα τῷ φυσικῷ τόπῳ λέ‐ γονται τόποι. τόποι δέ εἰσιν ἀρχὴ καὶ ἀφορμὴ διαφόρων ἐπιχειρη‐ μάτων. Τοπικὰ δὲ ἐπιγράφεται τὰ τοῦ Ἀριστοτέλους, ἀπὸ τοῦ τόπους τινὰς ἐν αὐτοῖς παραδίδοσθαι, ἀφ’ ὧν ὁρμώμενοι δυνησόμεθα περὶ παντὸς τοῦ προτεθέντος δι’ ἐνδόξων συλλογίζεσθαι. ἔστι γὰρ ὁ τόπος ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχάς, ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένως (ἢ γὰρ περι‐ λαμβάνει τὰ κοινὰ καὶ καθόλου, ἅ ἐστι τὰ κύρια τῶν συλλογισμῶν· ἢ δύναταί γε ἐξ αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι), τοῖς δὲ καθ’ ἕκαστα ἀορίστως· ἀπὸ τούτων γάρ ἐστιν ὁρμώμενον εὐπορεῖν προτάσεως ἐνδόξου πρὸς τὸ προκείμενον· τοῦτο γὰρ ἡ ἀρχή. ἀξιοῦσι δέ τινες τὸ πρῶτον βιβλίον μὴ Τοπικόν, ἀλλὰ Πρὸ τῶν Τόπων ἐπιγράφεσθαι. ἐνίοτε δὲ ὅσα ἀναγκαῖα τὸ ἐξ ἐνδόξων· οὐ γὰρ οἷόν τε περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἀληθῶν συλλογίζεσθαι. καὶ ἐν Ἐπιγράμμασι. ἀλλ’ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντες εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες. νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ πίστις;

### τ 784

Τόπος παραγγέλματος διαφέρει. παράγγελμα μὲν εἶναι τὸ κοινότερον καὶ καθολικώτερον καὶ ἁπλούστερον λεγόμενον, ἀφ’ οὗ τόπος εὑρίσκεται· ἀρχὴ γὰρ τόπου τὸ παράγγελμα ὥσπερ ὁ τόπος ἐπιχειρήματος. οἷον παράγγελμα μὲν τὸ οὕτως λεγόμενον, ὅτι δεῖ ἐπιχειρεῖν ἀπὸ τῶν ἐναντίων συστοίχων, τόπος δέ, εἰ τὸ ἐναντίον πολλαχῶς τῷ ἐναντίῳ, ἢ εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπάρχει τὸ ἐναντίον· καὶ πάλιν, ὡς ἓν τῶν συστοίχων, οὕτω καὶ τὰ λοιπά. ὁ γὰρ τόπος πρότασις ἤδη τις ἀπὸ τοῦ παραγγέλματος γέγονεν.

### τ 785

Τοποτηρητής: εἶδος ἀξιώματος.

### τ 786

Τὸ προσέρπον: τὸ ἀποβησόμενον. Σοφοκλῆς· ὤμοι, φοβοῦμαι τὸ προσέρπον (ὅ ἐστι τὸ ἀποβησόμενον)· περίφαντος ἀνὴρ θανεῖται.

### τ 787

Τὸ ῥά: ὅπερ δὴ οὖν, ὅπερ οὖν.

### τ 788

Τόργος: παρὰ Λυκόφρονι ὁ κύκνος. λέγεται δὲ καὶ ὁ γύψ.

### τ 789

Τορεύει: γλύφει, τιτρᾷ. καί, τόρευε πᾶσαν ᾠδήν. ἀντὶ τοῦ τορῶς καὶ τρανῶς λέγε τὴν ᾠδήν.

### τ 790

Τορεία: ἡ ῥητορεία.

### τ 791

Τορκουᾶτος: ὄνομα κατ’ ἐπίκλησιν· κινηθὲν γὰρ τὸ Κελτῶν ἔθνος κατὰ τῆς Ἰταλίας ἐρρύη· καὶ ἀντικαθεζομένων ἀλλήλοις τῶν στρατοπέδων, Μάλλιος ἀνὴρ τῶν ἀπὸ βουλῆς ἐπιφανὴς τὸν βασιλέα τῶν Κελτῶν τά τε ἄλλα μεγαληγορούμενον καὶ προσιέναι οἱ τὸν ἄριστον τῶν Ῥωμαίων ἐς ἰδιάζουσαν συμπλοκὴν προκαλούμενον ὑποστὰς ἐπικαιρίῳ καταβάλλει τραύματι, σκυλεύσας τε τὸν νεκρὸν καὶ τὸν περὶ τὸν τράχηλον στρεπτὸν ἀνελόμενος, ὃς ἐπιχώριός ἐστι Κελτοῖς κόσμος, αὐτὸς περιέθετο· καὶ ἀπὸ τοῦδε Τορκουᾶτος πρὸς τῶν πολιτῶν ἐπι‐ κληθεὶς (ὅπερ ἂν εἴη στρεπτοφόρος) μνημεῖον τῆς ἀριστείας τὴν ἐπί‐ κλησιν ταύτην τοῖς ἀφ’ ἑαυτοῦ καταλέλοιπε.

### τ 792

Τόρμη: νύσσα, καμπτήρ.

### τ 793

Τορνευτολυρασπιδοπηγοί· οἱ ποιοῦντες τὰς λύρας καὶ τὰς ἀσπίδας.

### τ 794

Τόρνος: ξύλον στρογγύλον. ἢ τὸ τρῆμα, καὶ τὸ ἐνιέμενον εἰς αὐτό.

### τ 795

Τορνώσασθαι: κατασκευάσασθαι.

### τ 796

Τορόν: ἰσχυρόν. καὶ Τορῶς, ἰσχυρῶς, τρανῶς, μεγαλοφώ‐ νως. σαφῶς, ἀκριβῶς. τορῶς τὸ ἀνακλητικὸν σημανθῆναι κε‐ λεύσας.

### τ 797

Τορῶ: τὸ τρυπῶ.

### τ 798

Τορωναῖος: ὄνομα κύριον. καὶ Τορώνη, πόλις ἐν Θρᾴκῃ.

### τ 799

Τορύνη: τὸ κινητήριον τῆς χύτρας. πανταχοῦ δὲ ἐκτείνεται, εἰ 〈μὴ〉 παρ’ Εὐπόλιδι. τορύνην τέως δὴ ξίφος ὑπεζωσμένος. καὶ αὖθις· καὶ τὰν ἐπιοδόνον τορύναν.

### τ 800

Τόσιβις: θεός.

### τ 801

Τὸ σκαμβὸν ξύλον οὐδέποτ’ ὀρθόν: αὕτη ἡ παροιμία δημώδης ἐστὶ καὶ φανερά. τάττεται δὲ κατὰ τῶν διάστροφα ξύλα ἢ πράγματα πειρωμένων κατευθύνειν καὶ μηδὲν ὠφελούντων.

### τ 802

Τὸ σὸν ὄναρ σοι διηγούμενος· εἰ γὰρ ἐγώ σοι νῦν αὐτὸν γνωρίζω, πέπονθα τὸ τῆς παροιμίας, τὸ σὸν ὄναρ τοι διηγούμενος.

### τ 803

Τοσοῦτον: ἀντὶ τοῦ τοῦτο. Σοφοκλῆς· καίτοι τοσοῦτον ἐξεπί‐ στασθαι δοκῶ. τουτέστι τοῦτο. καὶ ἐν Αἴαντι Σοφοκλῆς· τοσοῦτον οἶδα. ἀντὶ τοῦ μέχρι τούτου.

### τ 804

Τόσῳ: τοσούτῳ.

### τ 805

Τοσούτῳ θεῷ: ἀντὶ τοῦ μεγάλῳ. καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι, καταγράφοντες κοινήν.

### τ 806

Τὸ συνοῖσον: τὸ συμφέρον. ὁ δὲ αἰσθόμενος φιλυπόστροφος γίνεται, τὸ συνοῖσον τῇ προθυμίᾳ πραγματευόμενος.

### τ 807

Τότε δὴ τότε: ἀντὶ τοῦ παραυτίκα. τότε δὴ τότε ἡ Φραγγικὴ δύναμις τοῖς Ῥωμαίοις ξυρραγεῖσα ἐξωθεῖ αὐτούς.

### τ 808

Τοτηνικαῦτα.

### τ 809

Του: καὶ ἐπὶ θηλυκοῦ τάττεται, ὥσπερ τὸ τίνος. Ἀριστοφάνης Ἀμφιάρεῳ· ταυτὶ τὰ κρέ’ αὐτῷ παρὰ γυναικός του φέρω. ἐπὶ δὲ οὐδετέρου Δαναΐσιν· ἀλλ’ εἴσιθ’, ὡς τὸ πρᾶγμα λέξαι βούλομαι τουτί· προσόζειν γὰρ κᾄκ του μοι δοκεῖ. ἐπὶ δὲ ἀρσενικοῦ Κοριαννοῖ Φερε‐ κράτης· πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του.

### τ 810

Τοῦ Βάϋνος χορός: ἐπὶ τῶν ἁπλουστέρων καὶ ἀμαθῶν εἴρηται ἡ παροιμία.

### τ 811

Τοῦ γὰρ τοῦτο ποιήσει: ἀντὶ τοῦ ἕνεκα τίνος;

### τ 812

Τοὔγκυκλον: τὸ ἔγκυκλον. τουτέστι τὴν Πύλον, διὰ τὴν τῶν τειχῶν περιβολήν. ἀπὸ μεταφορᾶς τῶν περιβολαίων. τουτέστιν ἣν ἔχομεν καὶ περιβαλλόμεθα.

### τ 813

Τοῦ δ’ ἄρα ὁ Κωρυκαῖος ἠκροάζετο: φασὶν ὅτι περὶ Κώ‐ ρυκον τῆς Παμφυλίας ἦσαν πειραταί, οἷς τινες τῶν ἐν Κωρύκῳ συμ‐ πράττοντες περιειργάζοντο τῶν πλεόντων τὰ φορτία καὶ τὸν καιρόν, καθ’ ὃν μέλλοιεν πλεῖν, τοῖς πειραταῖς ἐμήνυον. ἐκράτησεν οὖν ἡ παροιμία ἐπὶ τῶν δοκούντων μὲν λανθάνειν, εἰς γνῶσιν δὲ ἐρχο‐ μένων.

### τ 814

Τοὔδαφος.

### τ 815

Τοῦ Διὸς τὸ σάνδαλον: ἐπὶ τῶν ὡς μέγα δή τι· Εὔπολις Χρυσῷ γένει.

### τ 816

Τοῦθ’ ᾅδης διακρινεῖ πρότερον ἢ ’γὼ πείσομαι.

### τ 817

Τοῦ καθήκοντος χρόνου πέρα: τουτέστι τοῦ ὁρισθέντος· λέγεται δὲ καὶ τοῦ εἰκότος πέρα.

### τ 818

Τοῦλδον: Ῥωμαϊστὶ τὰ σαγμάρια τὰ τὴν ἀποσκεύην τῶν πολε‐ μίων βαστάζοντα.

### τ 819

Τοὔλαιον: τὸ ἔλαιον.

### τ 820

Τοὐλαιόν: τὸ ἀριστερόν.

### τ 821

Τοὔμπαλιν: τὸ ἔμπαλιν.

### τ 822

Τοῦ Μορύχου: Διονύσου. μορύξαι τὸ μολῦναί ἐστι· παρόσον κἀκεῖνος τῷ γλεύκει τῶν σταφυλῶν καὶ τοῖς χλωροῖς σύκοις ἐν τῷ τρύγει μολύνεται.

### τ 823

Τοὔμπικες: οἱ βασιλεῖς τῶν Ῥωμαίων.

### τ 824

Τοὐναντίον.

### τ 825

Τοὔνεκα: οὗ χάριν, ἢ τούτου χάριν.

### τ 826

Τουννουτουΐ: μικροῦ. συναγαγὼν δὲ τοὺς δακτύλους τοῦτό φησιν. Ἀριστοφάνης Νεφέλαις· σκέψαι τοίνυν ἀπὸ γαστριδίου τουν‐ νουτουῒ οἷα πέπορδας.

### τ 827

Τοῦ πάνυ: τοῦ πανυμνήτου. καὶ Συμεῶνα τὸν πάνυ.

### τ 828

Τοῦ ’πιόντος: τοῦ τυχόντος. Σοφοκλῆς· καίτοι τό γ’ αἴνιγμ’ οὐχὶ τοῦ ’πιόντος ἦν ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει, ἣν οὔτ’ ἀπ’ οἰωνῶν σὺ προὐφάνης ἔχων οὔτ’ ἐκ θεῶν του γνωτόν· ἀλλ’ ἐγὼ μο‐ λὼν ὁ μηδὲν οὐδεὶς Οἰδίπους, ἔπαυσά νιν γνώμῃ κυρήσας, οὐδ’ ἀπ’ οἰωνῶν μαθών.

### τ 829

Τοὖπος: τὸ ἔπος. κἄστ’ ἐκεῖνο τοὖπος ὀρθῶς, κοὐ κακῶς εἰρη‐ μένον, παρ’ Ἀριστοφάνει· οὔτε σὺν πανωλέθροισιν, οὐδ’ ἄνευ πανω‐ λέθρων. ἐν παροιμίᾳ τοῦτο λέγεται· κακὸν γυναῖκες· ἀλλ’ ὅμως, ὦ δημότα, οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ.

### τ 830

Τουρουλλός: πόλις Θρᾳκική.

### τ 831

Τούς: ἀντὶ τοῦ τούτους. Ὅμηρος· μὴ μὲν τοὺς ἵππους τε. καὶ Τοῖσιν ὁμοίως, ἀντὶ τοῦ τούτοις.

### τ 832

Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἀσφαλῶς νοσούντων. καὶ γὰρ εἰώθαμεν τὰ μνήματα στεφανοῦν σελίνοις, ὥς φησι Πλούταρχος.

### τ 833

Τοὺς ἑταίρους τραγῳδοὺς ἀγωνιεῖται: παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία, ὡς Δίδυμός φησι.

### τ 834

Τοὺς Κόσα λόγους: Κόσας ἐγένετο δίκαιος ἀνήρ, Πελληνεὺς τὸ γένος. οἱ δὲ Πελληνεῖς οὗτοι πόλεμον ἔσχον πρὸς τοὺς Σαλαμι‐ νίους καὶ ἐπεκαλέσαντο συμμάχους τοὺς γείτονας, ὁμολογήσαντες αὐτοῖς μεταδώσειν τῆς χώρας· νικήσαντες δὲ οὐ μετέδωκαν, καὶ ταῦτα συμ‐ βουλεύοντος τοῦ Κόσου ταῖς ὁμολογίαις ἐμμένειν. ἀνθ’ ὧν λοιμῷ περι‐ πεσόντες τοὺς Κόσου λόγους ἐπῄνουν.

### τ 835

Τουσκιανός: ῥήτωρ δεινότατος.

### τ 836

Τουσκλάνῳ: ἀγρῷ οὕτως λεγομένῳ. ὁ δὲ Τιμαγένης ἐκπεσὼν τῆς σχολῆς διὰ τὸ παρρησιαστὴς εἶναι ἐν ἀργῷ διῆγε Τουσκλάνῳ λεγομένῳ.

### τ 837

Τοῦσκοι: οἱ Τυρρηνοί. καὶ ζήτει ἐν τῷ Τυρρηνία χώρα.

### τ 838

Τοὔστρακον: τὸ ὄστρακον. Ἀριστοφάνης· καὶ παράθου τοὔστρα‐ κον πρὸ τῆς θύρας. τὰ καλούμενα ἀρδάνια.

### τ 839

Τοὺς χωρὶς οἰκοῦντας· Δημοσθένης Φιλιππικοῖς· καὶ μετὰ ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας τῶν δεσποτῶν. οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλούμενον, ὅτι οἱ ἀπελεύθεροι καθ’ ἑαυτοὺς ᾤκουν χωρὶς τῶν ἀπε‐ λευθερωσάντων, ἐν δὲ τῷ τέως δουλεύοντες ἔτι συνῴκουν.

### τ 840

Τουτάκι: ἐν ὅσῳ δέ.

### τ 841

Τουτί· ἐπέκτασις. καὶ Τούτειον, ἐνταῦθα.

### τ 842

Τοῦτο· οὐκ ἔτι ἠπόρουν, ἀλλὰ τοῦτο ἔλεγον ἐκεῖνο εἶναι, του‐ τέστι τὸ ζητούμενον.

### τ 843

Τοῦτο ποιήσας ἕν, κατὰ τὴν παροιμίαν, τῶν ἀδίκων ἔργων δικαιότατον. καὶ τοῦτο τούτου τοὖργον. ἀλλ’ ἐχρῆν τι δρᾶν. τουτέστι τὸ τρώγειν καὶ μὴ διδόναι τὸν μισθόν.

### τ 844

Τούτῳ μὲν εἴπω ἐς πυγὴν κυνὸς ὁρᾶν, καὶ τριῶν ἀλωπέκων: ἐπὶ τῶν λημώντων τὰς ὄψεις τοῦτο ἐπιλέγεται.

### τ 845

Τοὖψον: ὅπου τὰ ὄψα πιπράσκεται. ὥσπερ τό, παρῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμυα καὶ τὸν λιβανωτόν.

### τ 846

Τοὖψον ὀπτόν: τὸ ὄψον· ὅ ἐστι τὸ ἰχθύδιον.

### τ 847

Τὸ φέρον ἐκ θεοῦ καλῶς φέρειν χρή: τουτέστι τὸ ἐκ θεοῦ πεμφθὲν γενναίως φέρειν χρή.

### τ 848

Τόφρα: ἐπὶ τοσοῦτον. καὶ Τόφρα, τέως.

### τ 849

Τὸ χρεών: τὸ εἱμαρμένον.

### τ 850

Τόψιος: ὄνομα κύριον. ὃς ἦν παλαιστής, ἀδελφὸς τοῦ Δίωνος τοῦ φιλοσόφου, τοῦ Ἀλεξανδρέως.

### τ 851

Τῶ: χωρὶς τοῦ ι ἀντὶ τοῦ διό. καὶ δυικῶς ἐπὶ θηλυκοῦ καὶ ἀρ‐ σενικοῦ καὶ οὐδετέρου.

### τ 852

Τωβήτ: ὄνομα κύριον.

### τ 853

Τωβίας: ὄνομα κύριον.

### τ 854

Τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις: τίνι τεκμηρίῳ νοήσας καὶ στοχασάμενος;

### τ 855

Τωθάζει· αἰτιατικῇ. σκώπτει, χλευάζει, λοιδορεῖ, καυχᾶται. οὐ δεινὰ τωθάζειν σε, τὴν αὐλητρίδα τῶν συμποτῶν κλέψαντα;

### τ 856

Τωθασμός. καί, Τωθαστικὸν γελάσας, ἀντὶ τοῦ σκω‐ πτικόν, θωπευτικόν, χλευαστικόν, λοιδορητικόν.

### τ 857

Τῷ λόγῳ· ὡς δῆθεν ἀποστέλλοντες ποίμνην καὶ βουκόλια καὶ φορβάδων ἀγέλας ἵππων ἐπὶ νομὴν τῷ λόγῳ.

### τ 858

Τὼ μηρὼ μὴ συνέχειν: τούτεστι μὴ σφίγγειν, ἀλλ’ ἀνειμένως διάγειν καὶ μὴ ἐκθλίβειν τὰ αἰδοῖα ἐκ τοῦ συνέχειν τοὺς μηρούς. Ἀριστοφάνης Νεφέλαις.

### τ 859

Τῶμις: διφορεῖται. ὄνομα πόλεως· ἡ δοτικὴ Τώμει.

### τ 860

Τώμυρις, βασίλεια Μασσαγετῶν. ἣν μνώμενος ὁ Κῦρος, ὁ Περσῶν βασι‐ λεύς, ὥς οἱ δόλῳ οὐ προεχώρεεν, ἐλάσας ἐπὶ τὸν Ἀράξεα ἐποιέετο ἐκ τοῦ ἐμ‐ φανοῦς τὴν στρατείαν.

### τ 861

Τῶν ἄλλων μοι πάντων ἧττον μέλλει: ἀντὶ τοῦ οὐδαμῶς.

### τ 862

Τῶν γὰρ ὑστάτων χωρίς: παροιμία.

### τ 863

Τῶν δ’ ὄνων οὔ μοι μέλει.

### τ 864

Τῶν δυνατῶν τι κέλευ’· οὐ γὰρ παρὰ Κενταύροις.

### τ 865

Τῶν ἐαρινῶν φύλλων πλείονές εἰσιν οἱ συκοφαν‐ τοῦντες.

### τ 866

Τῶν ἑκτικῶν: τῶν περὶ ἕξιν νοσούντων.

### τ 867

Τῶν ἐπὶ σκηνῆς: τῶν θεατρικῶς.

### τ 868

Τῶν εἰς τὴν φαρέτραν: φασὶ τοὺς Σκύθας μέλλοντας καθ‐ εύδειν ἄγειν τὴν φαρέτραν, καὶ εἰ μὲν ἀλύπως τύχοιεν τὴν ἡμέραν ἐκείνην διαγάγοντες, καθιέναι εἰς τὴν φαρέτραν ψῆφον λευκήν· εἰ δὲ ὀχληρῶς, μέλαιναν. ἐπὶ τοίνυν τῶν ἀποθνησκόντων ἐξέφερον τὰς φα‐ ρέτρας καὶ ἠρίθμουν τὰς ψήφους· καὶ εἰ εὑρέθησαν πλείους αἱ λευκαί, εὐδαιμόνιζον τὸν ἀποθανόντα. ὅθεν καὶ παροιμιασθῆναι τὴν ἀγαθὴν ἡμέραν λευκήν.

### τ 869

Τῶν ἵππων Εὐμήλου πολὺ μᾶλλον ἀλλήλοις ἐοικότα κατασκευάσαντες τὴν συνωρίδα τῶν βαλαντίων.

### τ 870

Τῶν ὤτων ἀναρτηθεὶς εἰς ὀργὴν ἐκπίπτει. ζήτει τὴν μετάφρασιν τοῦ Ἀθανασίου.

### τ 871

Τῶν τριῶν κακῶν ἕν: λεγόμενόν τί ἐστι. καὶ Μένανδρος δύο προθείς, ὡς παροιμιῶδες ἐπιλέγει παίζων τό, ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν. ταῦτα δὲ εἶναι λέγουσιν, ἃ Θηραμένης ὥρισε προσ‐ τίματα. Πολύζηλος Δημοτυνδάρεῳ· τριῶν κακῶν γοῦν ἦν ἑλέσθαι αὐτῷ τι πᾶς’ ἀνάγκη, ξύλον ἐφέλκειν ἢ πιεῖν κώνειον ἢ προδόντα τὴν ναῦν ὅπως τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι. ταῦτ’ ἔστι τρία Θη‐ ραμένους, ἅ σοι φυλακτέ’ ἐστίν. Ἀριστοφάνης Τριφάλητι· ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.

### τ 872

Τῷ νῦν λόγῳ: ἀντὶ τοῦ ποίῳ; καί, τῷ τοῦτο κρίνεις; ἀντὶ τοῦ ποίῳ σημείῳ; Ἀριστοφάνης Πλούτῳ. ἡ τύχη κενῶς κεκληρονόμηκε τοιαύτην φήμην. αἴτιοι δ’ εἰσὶν οἱ χειρίζοντες τὰς πράξεις, τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον.

### τ 873

Τῶν ὑπό οἱ τεταγμένων: τῶν ὑφ’ ἑαυτῷ. ὁ δὲ Καῖσαρ τὸν γενναιότατον ἡγεμόνα κελεύει τῶν ὑπὸ οἱ τεταγμένων ἡγήσασθαι στρατιωτῶν.

### τ 874

Τῶν φιλτάτων τὰ φίλτατα: φησὶν Ἀριστοτέλης ἐν τῇ Μη‐ λιέων πολιτείᾳ τοὺς παῖδας γυμνοὺς ἐκφέρειν μέχρις ἐτῶν ιϛʹ καὶ καταφιλεῖν αὐτοὺς ἐν τοῖς συμποσίοις.

### τ 875

Τῷ ῥά: διὸ δή.

### τ 876

Τώς: οὕτως. τὼς δέ ς’ ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ’ ἐφίλησα. Ὅμηρος. καὶ Σοφοκλῆς· ὡς ἐμὲ αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφα‐ γεῖς πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.

### τ 877

Τῷ σε: διό σε. ἐν Ἐπιγράμμασι· τῷ σε, μάκαρ Λητῷε, τεῷ τέττιγι γεραίρει.

### τ 878

Τῷ τέλει πίστιν φέρων: οἷον πιστεύων ὅτι ἐπὶ τῷ τέλει τοῦ δρόμου παρελεύσεται· ἢ νομίζων ἕως τέλους οὕτως ἐλαύνειν. Σοφοκλῆς.

### τ 879

Τωτίλας: ὄνομα κύριον.

### τ 880

Τῷ τρόπῳ: ἀντὶ τοῦ τίνα τρόπον.

### τ 881

Τῷ τοι ἄρα: διὰ τοῦτο δή. τῷ τοι ἄρα οὐδὲ καταλύειν αὐτῷ ἐδόκει ἐν τοῖσδε τοῖς πολίσμασιν, ἀλλ’ εἰς τὸ ψαμαθῶδες τοῦ ποτα‐ μοῦ. καὶ αὖθις· ἐπῄει ἀφειδῶς τοῖς πολεμίοις· τῷ τοι ἄρα καὶ πλήττεται βέλει τὸν μηρόν.

### τ 882

Τό τοι πολὺ καὶ μηδαμὰ λῆγον χρῄζω, ξέν’, ὀρθὸν ἄκουσμ’ ἀκοῦσαι: τουτέστι τὸ ἀνεξάλειπτον κακόν, τὸ κατὰ τὴν πλήρωσιν χρῄζω ἀκοῦσαι τοῦ Οἰδίποδος.

### τ 883

Τὠφθαλμὼ παραβάλλῃ· Ἀριστοφάνης Νεφέλαις. τουτέστι τοῖς ὀφθαλμοῖς ὑφορᾷς καὶ ὑποβλέπῃ. Ὅμηρος· ὑπόδρα ἰδών. οὕτω γὰρ ἐβάδιζεν ὁ Σωκράτης. καὶ Πλάτων περὶ αὐτοῦ· ταυρηδὸν ὑποβλέψας, ὥσπερ εἰώθει.

### τ 884

Τραβαῖαι: αἱ πολυτελεῖς χλαμύδες. παρὰ Ῥωμαίοις.

### τ 885

Τραβείτης: ὁ κύων.

### τ 886

Τραγαλίζοντα· Ἀριστοφάνης· ὡς ᾔσθηνται τὸν σύρφακα ... ἐκ κιθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν.

### τ 887

Τραγεῖν: φαγεῖν.

### τ 888

Τραγήματα. καὶ παρατιθέναι τῶν τραγημάτων πολλοῖς ἅμα συνεστιωμένοις· ἐνίοτε καρύων μὲν τρία ἢ τέτταρα, τῶν δὲ ἰσχάδων, ἂν οὕτω τύχοι, εʹ ἢ ϛʹ. εἰ δὲ παρρησιασθέντες ἡμεῖς χαρίεσσάν τινα παρρησίαν ᾐτήσαμεν ἔτι πλείους, προσέθηκεν ἂν ἴσως δύο ἢ τρία, μάλα σεμνῷ προσώπῳ καὶ οὐδὲν ὑφορώμενος τὸν τῶν νεωτέρων γέλωτα. ὅτι τῶν λεγομένων Τραγιάμβων πρῶτος ἦρξεν Ἀπολλόδωρος, Ἀσκληπιάδου, ὁ γραμματικός.

### τ 889

Τραγῆν ἐνημμένος μέλαιναν: ἀντὶ τοῦ αἰγίδα.

### τ 890

Τραγικῆς: τραγῳδεῖν εἰδυίας.

### τ 891

Τραγικὴ σκηνή: πῆγμα μετέωρον, ἐφ’ οὗ ἐν θεῶν σκηνῇ τινες παριόντες ἔλεγον. λέγεται δὲ καὶ ἡ τραγικὴ τέχνη σκηνή.

### τ 892

Τραγικὸν πάθος: συμφορᾶς μεστόν.

### τ 893

Τραγικὸς πίθηκος: παροιμία. ἐπὶ τῶν παρ’ ἀξίαν σεμνυνο‐ μένων. Δημοσθένης καὶ ἄλλα πολλὰ εἰπὼν εἰς τὸν Αἰσχίνην, φάσκων ὑποκρινόμενον τοῖς ποιηταῖς τραγῳδιῶν, ἔτι καὶ πίθηκον προσηγόρευσεν· ἤτοι ὅτι βραχὺς ὢν τῷ σώματι εἰσῄει εἰς τὴν σκηνήν· ἢ ὅτι ὁ πίθηκος μιμηλὸν ζῷόν ἐστιν, εἰς τοῦτο ἐπέσκωψε τὸν Αἰσχίνην, ὡς ἀνθρώπους ὑποκρινομένους τραγῳδίαν μιμούμενον.

### τ 894

Τραγικώτερος: ἀξιοπιστότερος· ἢ ἀτυχέστερος. Ἀριστοφάνης· οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος. αἰνίττεται δὲ τὰ περὶ Ἰκάρου λεγόμενα. ἢ ἐπεὶ δοκεῖ ὁ Βελλεροφόντης τὴν τοῦ Προίτου γυναῖκα μετὰ τὴν τῆς Χιμαίρας ἀναίρεσιν ἐπανελθὼν εἰς Κόρινθον ἐξαπατῆσαι καὶ ὡς γυναῖκα ἐπιβι‐ βάσας τοῦ ἵππου τοῦ Πηγάσου εἰς μέσην ῥίψαι τὴν θάλασσαν. ὅτι οἱ ἑπτὰ τραγικοὶ Πλειὰς ἐπεκλήθησαν.

### τ 895

Τράγκυλλος, ὁ Σευητόνιος χρηματίσας, γραμματικὸς Ῥωμαῖος. ἔγραψε Περὶ τῶν παρ’ Ἕλλησι παιδιῶν βιβλίον αʹ, Περὶ τῶν παρὰ Ῥωμαίοις θεωριῶν καὶ ἀγώνων βιβλία βʹ, Περὶ τοῦ κατὰ Ῥωμαίους ἐνιαυτοῦ αʹ, Περὶ τῶν ἐν τοῖς βιβλίοις σημείων αʹ, Περὶ τῆς Κικέρωνος πολιτείας αʹ· ἀντιλέγει δὲ τῷ Διδύμῳ· Περὶ ὀνομάτων κυρίων καὶ ἰδέας ἐσθημάτων καὶ ὑποδημάτων καὶ τῶν ἄλλων οἷς τις ἀμφιέννυται, Περὶ δυσφήμων λέξεων ἤτοι βλασφημιῶν, καὶ πόθεν ἑκάστη, Περὶ Ῥώμης καὶ τῶν ἐν αὐτῇ νομίμων καὶ ἠθῶν βιβλία βʹ, Συγγενικόν, Καισάρων (περιέχει δὲ βίους καὶ διαδοχὰς αὐτῶν ἀπὸ Ἰουλίου ἕως Δομετιανοῦ) βιβλία ηʹ, Στέμμα Ῥωμαίων ἀνδρῶν ἐπισήμων.

### τ 896

Τραγόλας: ὅπλον, ᾧ χρησάμενος ὁ Κόττας οὕτω βίαιον ἀφῆκε πληγήν, ὥστε τὸν βληθέντα διά τε τοῦ θώρακος καὶ διὰ τῶν πλευρῶν διαπεῖραι καὶ τῇ γῇ προσηλῶσαι.

### τ 897

Τράγος: παρὰ τὸ τραχὺ δέρμα ἔχειν, τράχος τις ὤν. ἢ παρὰ τὸ τραχεῖαν ἔχειν φωνήν. ἢ ἀπὸ τοῦ τρέχειν. καὶ τραγᾶν φασι τὰς ἀμπέλους, ὅταν μὴ καρπὸν φέρωσιν. ὅτι ἡ τῶν τράγων δυσοδμία γράσος λέγεται. καὶ γράσων ἄνθρωπος ὁ δύσοδμος. ζήτει διάλογον τράγου πρὸς βοῦν ἐν τῷ βοῦς ἕβδομος.

### τ 898

Τράγος: παρὰ Μεσσηνίοις ὁ ἐρινεός. ἐδέξατο δὲ Ἀριστομένης χρησμόν, ὡς, ἡνίκα πίοι ὕδωρ τοῦ Νέδα ποταμοῦ τράγος, ἁλώσεται ἡ Ἱρὰ τὸ ὄρος. καὶ ἐκώλυον τοὺς τράγους πίνειν ἐκεῖθεν. ὁ δὲ ἐρινεὸς ἐπεφύκει παρὰ τὸν ποταμόν· οὗ τὰ φύλλα τῷ ὕδατι ἐπλη‐ σίαζον κεκυφότα· καὶ τούτου ἐκβάντος, ἑάλω τὸ ὄρος.

### τ 899

Τραγῳδία: δεινοπάθεια. Ἀριστοφάνης Πλούτῳ· ἴσως Ἐριννύς ἐστιν ἐκ τραγῳδίας. τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει, ἐν δὲ ταῖς τραγῳδίαις μετὰ λαμπάδων εἰσήρχοντο αἱ Ἐριννύες. τὸ δὲ ὅπως ἐγένοντο, τραγῳδίαν βουλομένου γράφειν ἐστίν, οὐχ ἱστορίαν συγγράφοντος. καὶ αὖθις· παθοῦσα τρα‐ γῳδίας ἄξια.

### τ 900

Τραγῳδικόν: ἐμπαθές. ἐπείπερ καὶ ἡ τραγῳδία ἐμπαθῶν πραγμάτων ἀπαγγελτική, ἢ ἐπειδὴ περὶ τραγῳδίας μέλλει λέγειν.

### τ 901

Τραϊανός, πατρίκιος. ἤκμαζε δὲ ἐπὶ Ἰουστινιανοῦ τοῦ Ῥινοτμήτου. οὗτος ἔγραψε χρονικὸν σύντομον, πάνυ θαυμάσιον. ἦν δὲ χριστιανικώτατος καὶ ὀρθο‐ δοξότατος.

### τ 902

Τραϊανός, βασιλεὺς Ῥωμαίων· ὃς ἀγαθὸς καὶ μισοπόνηρος καὶ δίκαιος τοσοῦτον ὑπῆρχεν, ὥστε ποτὲ γυμνώσας ῥομφαίαν ἐνώπιον τῶν μεγιστάνων αὐτοῦ ἐπέδωκε τῷ ὑπάρχῳ, λέγων· δέξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μὲν καλὸς ὑπάρχω, ὑπὲρ ἐμοῦ· εἰ δὲ μή, κατ’ ἐμοῦ χρῆσαι. οὗτος τοῖς Χριστιανοῖς ἀνακωχήν τινα τῆς τιμωρίας παρέσχεν· οἱ γὰρ κατὰ καιρὸν ὑπὸ τῶν Ῥωμαίων τὰς ἀρχὰς ὠνούμενοι πρὸς θεραπείαν τῶν τότε βασιλέων διαφόρους ἐπῆγον τοῖς Χριστιανοῖς κολάσεις. ὅθεν καὶ Τιβεριανός, ἡγεμονεύων τοῦ πρώτου Παλαιστινῶν ἔθνους, ἀνήγαγεν αὐτῷ λέγων, ὡς οὐκ ἐπαρκεῖ λοιπὸν τοὺς Χριστια‐ νοὺς φονεύειν, ἐκείνων αὐτομάτως ἐπεισαγόντων ἑαυτοὺς τῇ κολάσει. ἐντεῦθεν ὁ Τραϊανὸς πᾶσιν ἅμα τοῖς ὑπ’ αὐτὸν ἀπηγόρευε τοῦ τιμω‐ ρεῖσθαι τούτους.

### τ 903

Τράμις: ὁ πρωκτός. Ἀριστοφάνης· αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὸν τράμιν.

### τ 904

Τράμπις.

### τ 905

Τρανές: σαφές. ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ’ ἀλώμεθα. καὶ αὖθις· ἐς τὸ τρανὲς τὴν ἔρευναν ἐποιήσαντο. ὅτι τρανεστέρα ἡ ὄψις τῆς ἀκοῆς· καὶ ζήτει ἐν τῷ αἰσθήσεις πέντε.

### τ 906

Τράπεζα· καὶ Τραπεζείτης κύων, ὁ ὑποκάτω τῆς τραπέζης. Τραπεζίτης δὲ διὰ τοῦ ι, ὁ καταλλάκτης. καὶ Τραπεζῆες κύνες, ποιητικῶς.

### τ 907

Τράπεζα· ζήτει τὴν κατασκευὴν τῆς ἁγίας τραπέζης τῆς μεγάλης ἐκκλησίας ἐν τῷ ἤλεκτρον.

### τ 908

Τραπεζολοιχός.

### τ 909

Τραπεζοῦς, Τραπεζοῦντος: ὄνομα πόλεως.

### τ 910

Τραπεζοφόρος: ἱερωσύνης ὄνομα ἡ τραπεζοφόρος· καὶ ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ· ὡς Λυκοῦργος ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε.

### τ 911

Τραπείομεν· τὸ βαρύτονον τράπω. ποῖ δὲ τράπωμαι καὶ τίς γένωμαι; διὰ τοῦ ω μεγάλου. καὶ Τράπῃς, αὐθυπότακτον.

### τ 912

Τράπις.

### τ 913

Τρασιά: ὁ τόπος ἐν ᾧ ψύγεται τὰ σῦκα ἢ οἱ τυροί. ἀπὸ δὲ τοῦ καθόλου ἐπὶ τὸ μέρος ἦλθε· καθόλου γὰρ εἰπὼν ἄνω τὴν εὐδαι‐ μονίαν τὴν ἑαυτοῦ, βρύων μελίτταις, προβάτοις καὶ στεμφύλοις, καταμερίζει αὐτά· ἀπὸ μὲν γὰρ τῶν προβάτων τὰ ἔρια γίνεται, ἀπὸ δὲ στεμφύλων ἡ τρύξ, ἀπὸ δὲ τῆς τρασιᾶς τὰ σῦκα.

### τ 914

Τραυματίας: τετρωμένος. τραυματίας δὲ καὶ καματηρούς, οἷς οὔτε δύναμις ἐγένετο φυγῆς οὔτε βούλησις, φυλάττεσθαι ἐθε‐ ράπευε.

### τ 915

Τραυματισθῆναι: ἀντὶ τοῦ τρωθῆναι. Θουκυδίδης αʹ.

### τ 916

Τραύξανα: τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν ἵππων ἢ τῶν βοῶν ἢ τῶν ἄλλων κτηνῶν λείψανα. σημαίνει δὲ καὶ τὰ ἀκαν‐ θώδη καὶ ξηρὰ ξύλα. οὕτω Φερεκράτης.

### τ 917

Τραφερή: ἡ ξηρὰ γῆ.

### τ 918

Τραχέως: ἀνδρείως. οἱ δὲ τραχέως αὐτοὺς ὑπεδέχοντο πυκνῇ καὶ πεφρικυίᾳ τῇ φάλαγγι.

### τ 919

Τραχεῖα.

### τ 920

Τραχεινή: τραχεῖα ὁδός.

### τ 921

Τραχηλίζων· Κλεόστρατος Ῥόδιος πάλην νικᾷ· ὃς τραχηλίζων ἀπελάμβανε. καὶ Ἰώσηπος· πολέμῳ καὶ διχονοίᾳ καθημέραν τραχηλιζομένους οἰκτρότατα πάσχειν. καὶ Τράχηλος, τὸ μέρος τοῦ σώματος.

### τ 922

Τραχίν, Τραχῖνος: ὄνομα πόλεως. καὶ Τραχινίαις.

### τ 923

Τράχων, Τράχωνος.

### τ 924

Τραχωνῖτις χώρα.

### τ 925

Τρέπω· αἰτιατικῇ.

### τ 926

Τρέσας: ἀντὶ τοῦ φυγών· φοβηθείς, δειλιάσας. τρέσαι δ’ οὐκέτι ῥίμφα φέρον πόδες. ἀντὶ τοῦ φυγεῖν. καὶ αὖθις· ἁνίκ’ ἀπὸ πτολέμου τρέσαντά σε δέξατο μάτηρ.

### τ 927

Τρέφω· αἰτιατικῇ.

### τ 928

Τρέφεσθαι: πήγνυσθαι, συνίστασθαι. Περὶ ψυχῆς· τότε δὴ τὰ ζῷα συντρέφεται. ἀντὶ τοῦ συνίσταται, πήγνυται. Ὅμηρος· ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος. πολλὸν δέ, τὸ τρέχειν τὸν περὶ ψυχῆς. οἷον δρόμον. καί, πολλὸν δὲ τρόφι κῦμα. τεθραμμένον, συνιστά‐ μενον.

### τ 929

Τρέφω καὶ τὸ ἔχω. τἀληθὲς γὰρ ἰσχύον τρέφω. ἀντὶ τοῦ ἔχω.

### τ 930

Τροφή· Ἀριστοτέλης· ὅτι διαπεφώνηται ὁ περὶ τῆς τροφῆς λόγος· οἱ μὲν γάρ φασιν, ὅτι ὁμοία ἐστὶν ἡ τροφὴ τῷ τρεφομένῳ· τρέφεσθαι γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ· εἰ γὰρ προστεθεῖσα ἡ τροφὴ τῷ τρεφομένῳ αὔξει αὐτό, αὐξητικὸν δὲ τοῦ ὁμοίου τὸ ὅμοιον, οὐ τὸ ἐναντίον (τοῦτο γὰρ καὶ φθαρτικὸν τοῦ ἐναντίου), οὐκ ἄρα ὑπὸ τοῦ ἐναντίου τρέφεται τὸ τρεφόμενον, ἀλλ’ ὑπὸ τοῦ ὁμοίου. οἱ δέ φασιν, ὅτι τῷ ἐναντίῳ τρέφεται τὸ τρεφόμενον· εἰ γὰρ πάσχει ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου καὶ μεταβάλλει εἰς αὐτό, οὐ πάσχει δὲ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, ἀλλ’ ὑπὸ τοῦ ἐναντίου τὸ ἐναντίον πάσχει καὶ μετα‐ βάλλει ἐναντίον εἰς τὸ ἐναντίον· ἐναντίον ἄρα ἡ τροφὴ τῷ τρεφο‐ μένῳ. οὗτοι μὲν οἱ λόγοι δοκοῦσιν εἶναι ἐναντίοι· ἀλλ’ οὐκ εἰσίν· ἡ γὰρ τροφὴ δυνάμει μέν ἐστιν ὁμοία τῷ τρεφομένῳ, ἐνεργείᾳ δὲ ἐναντία. ὁ γὰρ ἄρτος καὶ τὰ ὄψα, ἀκατέργαστα μὲν ὄντα καὶ ἄπεπτα, ἐναντία πώς ἐστι τῷ τρεφομένῳ· ὁπηνίκα δὲ μεταβληθῇ καὶ ἀλλοιωθῇ, τότε ὅμοια γίνεται. μεταβάλλει δὲ οὐ τὸ ὅμοιον εἰς τὸ ὅμοιον οὐδὲ τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον· οὐ γὰρ τὸ λευκὸν εἰς θερμὸν μεταβάλλει, ἀλλὰ τὸ ψυχρὸν εἰς θερμόν. κἂν γοῦν τὸ φαιὸν εἰς λευκὸν μεταβάλλῃ, οὐχ ἧττον μετέχει λευκοῦ, ἀλλ’ ᾗ μετέχει μέλανος μεταβάλλει. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διττῆς οὖν οὔσης τῆς τροφῆς, τῆς μὲν ἀπέπτου, τῆς δὲ πεπεμμένης, ἡ μὲν ἄπεπτος ἐναντία ἐστὶ τῷ πεπεμμένῳ, ἡ δὲ πεπεμμένη καὶ μεταβάλ‐ λουσα ἤδη ὁμοία. ὅτι τρέφον μέν ἐστιν ἡ πρώτη δύναμις τῆς ψυχῆς, ἥτις ἐστὶν ἡ θρεπτική, τὸ δὲ τρεφόμενον τὸ ἔμψυχον σῶμα, καθὸ ταύτην ἔχει τὴν δύναμιν, τὸ δὲ ᾧ τρέφεται ἡ τροφή. ἔστι δὲ καὶ τὸ ᾧ τρέφεται διττόν, τὸ μὲν κινοῦν καὶ κινούμενον. τὸ μὲν γὰρ ἔμφυτον θερμόν, ᾧτινι τρέφεται ἡ ψυχὴ ὡς δι’ ὀργάνου καὶ κινεῖ καὶ κινεῖται. κινεῖται μὲν ὑπὸ τῆς θρεπτικῆς δυνάμεως, κινεῖ δὲ τὰ λοιπὰ μόρια οἷον ὀδόντας, φλέβας, γαστέρα καὶ τὰ ἄλλα, δι’ ὧν ἡ τροφή· ἅ τινα μόνως κινεῖται, οὐκέτι δὲ καὶ κινεῖ.

### τ 931

Τρέχειν τὴν ἐσχάτην· ἐάν, τὸ δὴ λεγόμενον, τρέχωσι τὴν ἐσχάτην, ἐπὶ τοὺς Ῥωμαίους καταφεύξονται καὶ τούτοις ἐγχειριοῦσι σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.

### τ 932

Τρέψομαι: νικήσω. Ἀριστοφάνης· ἐγώ σε τῇ βοῇ ταύτῃ τρέψομαι. ἀντὶ τοῦ νικήσω βοῶν.

### τ 933

Τρεῖ: φοβεῖται.

### τ 934

Τρὶς ἕξ: νικητήριος βόλος. παροιμία· ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι.

### τ 935

Τρήρωνα: δειλήν. Ὅμηρος· αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι. ἀντὶ τοῦ δειλαῖς περιστεραῖς.

### τ 936

Τρήτη: τετρημένη, ὀπὰ ἔχουσα. καὶ λίθακα τρητήν, σπόγγῳ ἐειδομένην. τὴν κίσσηριν λέγων.

### τ 937

Τρηχματεύω.

### τ 938

Τριακάς: τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θα‐ νάτου καὶ ἐλέγετο τριακάς. Ὑπερίδης δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν.

### τ 939

Τριακονταετής: ἐπὶ τῶν ἡλικιῶν ὀξύνεται, οἷον ἐνναετὴς ἄνθρωπος· ἐπὶ δὲ τῶν χρόνων βαρύνεται, οἷον ἐνναέτης. οὕτω καὶ ἐπὶ τῶν ὁμοίων.

### τ 940

Τριακοντόπους βόθρος, εἰς ὃν μετέωρον ἀράμενοι τὸν Σύρ‐ φακα ῥιπτοῦσι κάτω, οἱ μὲν πυγμαῖς, κορύναις δὲ ἄλλοι, λίθων γε μὴν τῶν ἐν ποσὶν ἀμυνόμενοι πολλοί· οἱ δὲ ὅ τι παρέπιπτεν αὐτοῖς ὑποχείριον ἀλοῶντες αὐτὸν ἀπορραγῆναι τὴν ἐπάρατον αὐτοῦ ψυχὴν κατηνάγκασαν.

### τ 941

Τριακοντούτης: παροξυτονεῖται. κοινὸν δέ ἐστιν ἀμφοτέρων τῶν γενῶν. καὶ τὰ πλήθη τριακοντούτεις. καὶ παρὰ Θουκυδίδῃ τριακον‐ τούτεις σπονδαὶ εἴρηνται. καὶ Ἀριστοφάνης.

### τ 942

Τριάριοι· οἱ Ῥωμαῖοι στρατεύσαντες ἐπὶ Καρχηδονίους, ἐπι‐ λέξαντες ἐκ τῶν πεζικῶν στρατοπέδων τὰς ἀρίστας χεῖρας διεῖλον τὴν πᾶσαν δύναμιν εἰς τέσσαρα μέρη· τὸ δὲ μέρος ἕκαστον διττὰς εἶχε προσηγορίας. πρῶτον μὲν γὰρ ἐκαλεῖτο στρατόπεδον καὶ πρῶτος στόλος, καὶ τὰ λοιπὰ κατὰ λόγον· τὸ δὲ τέταρτον καὶ τρίτον ἐπωνυ‐ μίαν ἔτι οὐ προσειλήφει· τριάριοι γὰρ ὠνομάζοντο κατὰ τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις συνήθειαν.

### τ 943

Τρία Στησιχόρου: στροφήν, ἀντίστροφον, ἐπῳδόν· ἐπῳδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις. καὶ τὸν τελέως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν οὐδὲ τρία τὰ Στησιχόρου εἰδέναι.

### τ 944

Τριαχθῆναι λέγουσιν οἱ παλαιστρικοὶ ἀντὶ τοῦ τρὶς πεσεῖν, ἢ τὸ τρὶς στοχάσαντα νικηθῆναι, στάδιον, δίαυλον, δολιχόν. οὕτω Θου‐ γενίδης ἐν Δικασταῖς.

### τ 945

Τριβακά: κατατετριμμένα. ὀθόνια καὶ τριβακὰ φορεῖν δοκεῖν, ἀγαθόν.

### τ 946

Τριβή: ἡ τρῖψις. Ἀριστοφάνης· οὗτος μὲν οὖν οὐκ ἄχαρις ἐς τὴν τριβήν. ἀπὸ μεταφορᾶς τῶν εὐΰφων ἱματίων, τῶν ὑπουργούντων εἰς τρῖψιν καὶ φόρεσιν πολλοῦ χρόνου.

### τ 947

Τριβήν: βραδυτῆτα, χρονίαν ὑπέρθεσιν. εὑρὼν τοὺς στρατιώτας μηκέτι τὴν τριβὴν φέροντας, ἀλλὰ καὶ μετὰ κινδύνου διαπολεμῆσαί πως ἐπιθυμοῦντας. ὁ δὲ καὶ πάλαι ἤδη οὐ φέρων τὴν τριβὴν τοῦ πολέμου καὶ ἅμα τὴν ὅσον οὔπω ἀπορίαν τῶν ἀναγκαίων λύει τὴν πολιορκίαν.

### τ 948

Τριβολεκτράπελα: ἐκ τοῦ τριβόλου καὶ ἐκτραπέλου σύγκειται. σκληρὰ καὶ ἀπόβλητα καὶ ἀπαίδευτα. Ἀριστοφάνης Νεφέλαις· οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελα, οἷά περ οἱ νῦν.

### τ 949

Τρίβοντας: ἀναλίσκοντας.

### τ 950

Τριβουνάλιον· ὅτι ἐν τῷ τριβουναλίῳ τοῦ Παλλαντίου στήλη ἦν Εὐδοκίας τῆς γυναικὸς Θεοδοσίου, καὶ αὐτοῦ Θεοδοσίου Μαρκιανοῦ τε καὶ Κωνσταντίνου· ἔνθα ὀρχήσεις τῶν δύο μερῶν ἐγίνοντο ἕως Ἡρακλείου.

### τ 951

Τριβουνιανός· οὗτος ἦν κοιαίστωρ ἐπὶ Ἰουστινιανοῦ.

### τ 952

Τριβοῦνος· οὗτος ἐπὶ Χοσρόου ἦν, Παλαιστῖνος γένος, λόγιος καὶ τὰ ἐς τέχνην τὴν ἰατρικὴν οὐδενὸς ἥσσων, ἄλλως δὲ σώφρων τε καὶ θεοφιλὴς καὶ τῆς ἐπιεικείας ἐς ἄκρον ἥκων. καί ποτε Χοσρόην κακῶς τοῦ σώματος ἔχοντα ἰασάμενος ἀπηλλάγη ἐκ τῆς Περσῶν χώρας, δῶρα πολλά τε καὶ λόγου ἄξια πρὸς τοῦ ἀνθρώπου κεκομισμένος. ἡνίκα τοίνυν ἐκεχειρία ἐγένετο, Ἰουστινιανὸν βασιλέα Χοσρόης τὸν ἰατρὸν τοῦτον συνδιαιτησόμενον αὑτῷ ἐς ἐνιαυτὸν ᾔτησε δοῦναι. τῆς τε αἰτήσεως ἐπιτελεσθείσης, ἐκέλευσε τὸν Τριβοῦνον ὁ Χοσρόης αἰτεῖσθαι, ὅτου ἂν δέηται. ὁ δὲ ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ἢ ὥστε οἱ Ῥωμαίων αἰχμαλώτων τινὰς Χοσρόην ἀφεῖναι. ὁ δέ οἱ ἄλλους τε τρισχιλίους ἀφῆκε καὶ ὅσους πρὸς ὄνομα ἐξῃτήσατο ἐν τοῖς αἰχμα‐ λώτοις λογίους ὄντας, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ἐς πάντας ἀνθρώπους ὁ Τριβοῦνος ἔσχεν.

### τ 953

Τρίβων: ἔμπειρος. Ἀριστοφάνης· ἐτύγχανε γὰρ οὐ τρίβων ὢν ἱππικῆς. καὶ Τρίβωνος, ἐμπείρου.

### τ 954

Τρίβωνα: στολισμόν. οἱ γὰρ φιλόσοφοι ἐν τῷ τρίβωνι ἐχείμαζον, μηδὲν ἐσθίοντες. καὶ Ἀριστοφάνης· μήτε ῥιγῶν ἀπέχθῃ λίαν μήτ’ ἀριστᾶν ἐπιθυμῇς, οἴνου τ’ ἀπέχῃ καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων.

### τ 955

Τριβωνευόμενοι: ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες. ἀντὶ τοῦ τρίβωνες εἶναι πραγμάτων.

### τ 956

Τριβωνιανός, Μακεδονιανοῦ, ἀπὸ δικηγόρων τῶν ὑπάρχων. οὗτος ὁ Τριβωνιανὸς Ἕλλην ὑπῆρχε καὶ ἄθεος, ἀλλότριος κατὰ πάντα τῆς τῶν Χριστιανῶν πίστεως· κόλαξ δὲ καὶ ἀπατεὼν καὶ πείθων Ἰουστινιανὸν τὸν βασιλέα, ὡς ὅτι οὐκ ἀποθανεῖται, ἀλλ’ εἰς τοὺς οὐρανοὺς μετὰ σαρκὸς ἀναληφθήσεται. ἦν δὲ κοϊαίστωρ Ἰουστινιανοῦ. οὗτος φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ’ αὑτὸν οὐδενὸς ἧσσον· ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδα‐ κὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ οἱ ἐκ τοῦ ἐπιπλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγρα‐ φεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον. ἔτη δὲ πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι ἱκανώτατος τῆς παιδείας περιουσίᾳ.

### τ 957

Τριβωνιανός, Σιδήτης, ἀπὸ δικηγόρων τῶν ὑπάρχων καὶ αὐτός, ἀνὴρ πολυμαθής. ἔγραψεν ἐπικῶς ὑπόμνημα εἰς τὸν Πτολε‐ μαίου Κανόνα, Συμφωνίαν τοῦ κοσμικοῦ καὶ ἁρμονικοῦ διαθέματος, Εἰς τὸν πολεύοντα καὶ διέποντα, Εἰς τοὺς τῶν πλανωμένων οἴκους, καὶ διὸ ἑκάστῳ οἶκος ὁ δεῖνα, Εἰς τοὺς κδʹ πόδας τοὺς μετρικοὺς καὶ τοὺς κηʹ τοὺς ῥυθμικούς, Μετάφρασιν τοῦ Ὁμηρικοῦ τῶν νεῶν κατα‐ λόγου, Διάλογον Μακεδόνιον ἢ περὶ εὐδαιμονίας, καὶ Βίον Θεοδότου φιλοσόφου ἐν βιβλίοις τρισίν, Ὑπατικὸν καταλογάδην εἰς Ἰουστινιανὸν αὐτοκράτορα, Βασιλικὸν εἰς τὸν αὐτόν, Περὶ μηνῶν ἐναλλαγῆς, ἐπικῶς.

### τ 958

Τριβώνιον: φόρημα Κυνικόν. ἱμάτιον παλαιόν.

### τ 959

Τριβωνοφόρος: ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα ὡς γαμ‐ μάτια. ὁ δὲ Πρόκλος προσέταξεν Ἰσίδωρον μετασχηματίσασθαι πρὸς τὸν ἄριστον βίον καὶ τριβωνοφορεῖν· ὁ δὲ οὐχ ὑπέμεινε.

### τ 960

Τριγέρων: τρεῖς γενεὰς βιούς· τουτέστι ἐνενηκοντούτης. Νέστωρ ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.

### τ 961

Τρίγληνα: ὁ μὲν Ἡλιόδωρος τρίκορα· γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. ὁ δὲ Ἀπίων πολύγληνα, τὰ θέας ἄξια.

### τ 962

Τριγλίς: εἶδος ἰχθύος. κλίνεται τριγλίδος. ὁ κανών. τὰ γὰρ εἰς ις δισύλλαβα, ἔχοντα πρὸ τοῦ ις ἀμετάβολον, ἐὰν κλίνωνται διὰ τοῦ δ, ὀξύνονται· οἷον σμαρίς, τριγλίς· εἰ δὲ διὰ τοῦ τ, βαρύ‐ νονται. ἐν Ἐπιγράμμασι· τρίγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοι λιμενῆτιν, Ἄρτεμι, δωρεῦμαι.

### τ 963

Τριγλώχινα τόξα: τρίγωνα.

### τ 964

Τριγονία: ἡ τρίτη γενεά. διαδεξάμενος ὥσπερ ἄλλο τι τοῦ πατρὸς ἐς τριγονίαν παρέπεμπε τὸ ἔχθος.

### τ 965

Τρίγωνον δικαστήριον: ὄνομά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος.

### τ 966

Τριγχός: τειχίον, στεφάνη, περίφραγμα. Βάβριος· λύκος παρῄει τριγχόν, ἔνθεν ἐκκύψας ἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως. ὅτι Πλάτων τὴν διαιρετικὴν φιλοσοφίαν ἐξυμνῶν τριγχὸν φιλοσοφίας αὐτὴν λέγει.

### τ 967

Τριγχός: περιβολή, περιτείχισμα.

### τ 968

Τρίαινα. καὶ Τριαινοῦν, τουτέστι τῇ τριαίνῃ ἠρέμα σκάπτειν καὶ ἐπισύρειν τὰς βώλους, ὑπὲρ τοῦ κατακρύπτειν τὰ σπέρ‐ ματα.

### τ 969

Τριέμβολον: πολλάκις ἐμβάλλεσθαι δυνάμενον. Ἀριστοφάνης· ὥστε θαυμάζειν, ὅπως οὕτω γέρων ὢν στύομαι τριέμβολον. ἔστι δὲ καὶ πλοίου τις κατασκευή. καὶ γὰρ δεκέμβολον τὴν τοῦ Νέστορος ναῦν, ἐν Μυρμιδόσι. τριέμβολον οὖν ἐπίφθεγμα τάχους.

### τ 970

Τριέσπερος.

### τ 971

Τριετηρίδες: ἡμέραι παρὰ Βιθυνοῖς, ἐν αἷς ἀφ’ ἡμέρας πότοι συνεχεῖς ἐγίνοντο, καὶ παρὰ τὰς συνουσίας πᾶν γένος ἀκροαμάτων εἰσήγετο, καὶ καθόλου πολλήν τιν’ εἶχε ῥᾳθυμίαν τὸ Πέργαμον.

### τ 972

Τριηκάδας: παρὰ Ἡροδότῳ δεῖπνα, ἢ δήμους, ἢ ἀριθμὸν τριά‐ κοντα ἡμερῶν.

### τ 973

Τριηκόντορος ναῦς.

### τ 974

Τριηραρχεῖν: καὶ τριηραρχία, λειτουργία παρὰ Ἀθηναίοις δαπανηρά. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν πρὸς πόλεμον εὐτρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ εἰς τὴν λειτουργίαν ταύτην προβληθείς. Ἀριστο‐ φάνης· ἐγώ σε ποιήσω τριηραρχεῖν.

### τ 975

Τριηράρχημα: τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· ἐπιτριηράρ‐ χημα δὲ τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον.

### τ 976

Τριηραύλης: ὄνομα.

### τ 977

Τριήρεις: πλοῖα πολεμικά, ἃ καλοῦνται Λέβερνοι.

### τ 978

Τρικάρανον: φρούριόν ἐστι τῆς Ἀργίας οὕτω καλούμενον.

### τ 979

Τρικάρηνος: ὁ τρεῖς κεφαλὰς ἔχων.

### τ 980

Τρικκαῖοι: ὄνομα ἔθνους.

### τ 981

Τρικέφαλος: ὁ Ἑρμῆς, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφήν, ποῦ μὲν αὕτη φέρει ἡ ὁδός, ποῦ δὲ ἐκείνη. ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. ἔστι δὲ ὁ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορός φησι, Προκλείδης Ἱππάρχου ἐραστής. Ἰσαῖος ἐν τῷ περὶ Εὐκλείδου· μικρὸν δ’ ἄνω τοῦ Τρικεφάλου, παρὰ τὴν Ἑστίαν ὁδόν. τὸ πλῆρές ἐστι τοῦ τρικεφάλου Ἑρμοῦ.

### τ 982

Τρικέφαλος· ὁ γὰρ Γηρυόνης τρικέφαλος ὢν πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ.

### τ 983

Τρίκλινος· Ἀναστάσιος ὁ βασιλεύς, ὁ Δίκορος, κτίζει τὸν μέγαν τρίκλινον τὸν ἐν Βλαχέρναις· ὃς μέχρι τῆς δεῦρο Ἀναστασιακὸς λέγεται.

### τ 984

Τρικορυσία· Αἰλιανός· καὶ τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα, καὶ αὕτη δέσποινα εἶναι τοῦ Πόντου ἐθέλουσα.

### τ 985

Τρικορυσία ἐμπίς· ὡς ἐν Τρικορύσῳ πολλῶν ἐμπίδων γινομένων· ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος ὁ τόπος.

### τ 986

Τρικύλιστος· ἐὰν μὴ ἀφίκησθε, βούλομαι τρικύλιστος ὠθεῖσθαι, ὅπου ἂν ὑμεῖς παρακαλῆτε.

### τ 987

Τρίλλη: τί σημαίνει; γέγραπται γὰρ ἐν τῷ τοῦ Ἀθηναίου Σίμωνος Ἱπποϊα‐ τρικῷ περὶ γνωρισμάτων φλεβῶν, ὅτι καὶ ἀπὸ τῆς τρίλλης εἰσὶ φλέβες δύο.

### τ 988

Τρίμμα: δι’ ἀρωμάτων πόμα. ταῦτα λέγων ὁ Σωκράτης, ὥσπερ εἰς τὰ θύματα λίθους παρατρίβων πωρίνους καὶ κρούων πρὸς ἀλλήλους, συναγαγὼν τὰ τούτων θραύσματα βάλλει τὸν πρεσβύτην αὐτοῖς, καθάπερ τὰ ἱερεῖα ταῖς οὐλαῖς οἱ θύοντες. καὶ διὰ τοῦτο παίζει τοῖς ὀνόμασι, τρίμμα μὲν αὐτὸν ἔσεσθαι λέγων, παρὰ τὸ τρίβειν καὶ θιγεῖν πρὸς ἀλλήλους τοὺς λίθους. κρόταλον δὲ παρὰ τὸ προσ‐ κρούειν τοὺς λίθους ἑαυτοῖς. παιπάλην δὲ διὰ τὴν ἀπὸ τούτων ἐκ‐ πίπτουσαν λατύπην. καλοῦμεν δὲ τῶν ἀνθρώπων τοὺς κακεντρεχεῖς καὶ μὴ ἁπλοῦς περιτρίμματα καὶ πολυκρότους καὶ κρόταλα. ὅθεν καὶ τὸν πρῶτον στίχον Ὀδυσσείας οὕτως ἀξιοῦσι γράφειν τινές· ἄνδρα μοι ἔννεπε Μοῦσα πολύκροτον.

### τ 989

Τρίμμα: ὁ τετριμμένος ἐν τοῖς πράγμασι. καὶ παρ’ Ἀριστοφάνει ἐν Νεφέλαις· λέγειν γενήσῃ τρίμμα. τουτέστι τετριμμένος, ἱκανὸς καὶ δεινὸς ἔσῃ λέγειν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου ὡς ἰταμοῦ καὶ ἀναισχύντου ῥήτορος καθαπτόμενος Αἰσχίνου, περίτριμμα ἀγορᾶς αὐτὸν καλεῖ.

### τ 990

Τριμηθοῦς, Τριμηθοῦντος.

### τ 991

Τριμμούς: τὰς τετριμμένας ὁδοῦς. Αἰλιανός· καὶ ἀναβλέποντες ὁρῶσι τριμμοὺς τῆς ἀνόδου καὶ προσβάσεις, δι’ ὧν ἀνῆλθεν ὁ Ῥωμαῖος, καὶ συνέβαλον μὴ ἄπορον εἶναι, ἀλλ’ ἐπιβατόν.

### τ 992

Τρίμνων: τριῶν μνῶν ἀξίων.

### τ 993

Τρινάκρια: ὄνομα τόπου. ἡ νῦν νῆσος Σικελίας.

### τ 994

Τρίναξ: γεωργικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· καὶ τρίνακας ξυλίνας, χεῖρας ἀρουροπόνων.

### τ 995

Τριόρχης: ἱέρακος εἶδος ὁ τριόρχης. ὅτι ὁ τύραννος Σικελίας κοινὸς πόρνος, ἕτοιμος τοῖς ἀκρατεστέροις, κολοιός, τριόρχης, πάντων τῶν βουλομένων τοῖς ὄπισθεν ἔμπροσθεν γεγονώς· ὃς ὅτε ἀπέθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτω θρηνεῖν· τί δ’ οὐκ ἐγὼ σέ; τί δ’ οὐκ ἐμὲ σύ;

### τ 996

Τριόφθαλμος· Βοιωτοῖς ἐδόθη χρησμός, ὅτῳ ἂν συναντήσωσι πρώτῳ τριοφθάλμῳ ὄντι, τούτῳ ἕπεσθαι. Ὄξυλος δέ τις ὀχούμενος ἐπὶ ἵππου ἑτεροφθάλμου, συνεὶς τὸ θεοπρόπιον ... ἠκολούθησαν αὐτῷ.

### τ 997

Τριωβολιμαῖος: τριῶν ὀβολῶν, εὔωνος. ὅτι τοπαλαιὸν οἱ στρατηγοὶ τριώβολον ἐλάμβανον βλακείας χάριν.

### τ 998

Τριώβολον: τὸ τρεῖς ὀβολοὺς ἔχον. Ἀριστοφάνης Πλούτῳ· δεινὸν γάρ, εἰ τριωβόλου μὲν ἕνεκα ὠστιζοίμεθ’ ἑκάστοτε ἐν τῇ ἐκκλησίᾳ. οὐδεὶς ἐδίκαζεν, εἰ μὴ ἐπέβαινε τῶν ξʹ ἐνιαυτῶν. ὅσοι δὲ τελείας ἡλικίας ἦσαν, εἰσήρχοντο μὲν εἰς τὴν ἐκκλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους οὖν τοὺς ἐκκλησιαστὰς ἐποίησαν φανερόν τι λαμβάνειν ἀπὸ τῶν τῆς πόλεως προσόδων οἱ δημαγωγοί, πείσαντες τὴν πόλιν. ὕστερον δὲ ὁ Κλέων ἐποίησεν αὐτὸ τριώβολον. ἀφῆλιξ δὲ εἰς τὴν ἐκκλησίαν οὐκ εἰσήρχετο.

### τ 999

Τριώροφος.

### τ 1000

Τρίπαλαι: ἐπίρρημα χρόνου δηλωτικόν. Ἀριστοφάνης· τρίπαλαι κάθημαι βουλόμενός ς’ εὐεργετεῖν. ἐγὼ δὲ δεκάπαλαι. ἢ χιλιόπαλαι, καὶ πρόπαλαι, πάλαι, πάλαι. ἐγὼ δὲ τρισμυριόπαλαι καὶ πρόπαλαι, πάλαι, πάλαι.

### τ 1001

Τρίποδα: λέβητα ἐν Δελφοῖς ἐπὶ τρίποδα κείμενον μαντικὸν Ἀπόλλωνος.

### τ 1002

Τρίπος· ἢ τρίπος ἠὲ γυνή. ὁ τρίπους. καὶ ἀνθράκιον, βραχὺ τριποδίσκιον, παρὰ Ἀλέξιδι.

### τ 1003

Τρίπους: κατὰ τοὺς τρεῖς χρόνους μαντευόμενος, ἐνεστῶτα, παρεληλυθότα, μέλλοντα.

### τ 1004

Τριπτῆρα: Ἰσαῖος ἐν τῷ 〈κατὰ〉 Διοκλέους. τριπτήρ ἐστι πιθάκνη, ἐκπέταλος, οἷα τὰ ἐπιλήνια, ὡς Νίκανδρός φησι. ἐπὶ τούτου δ’ ἂν τάττοιτο νῦν παρὰ τῷ ῥήτορι. πολλὰ γὰρ καὶ ἄλλα σημαίνει τοὔνομα.

### τ 1005

Τρὶς ἕξ: νικητήριος βόλος. καὶ ἑτέρα παροιμία· τρὶς ἓξ ἢ τρεῖς οἴνας. οὕτω γὰρ καλοῦσιν Ἴωνες τοὺς κύβους.

### τ 1006

Τρὶς ἓξ ἢ τρεῖς κύβοι: οἱ μὲν τρὶς ἓξ νίκην, οἱ δὲ τρεῖς κύβοι κενοί. καὶ τὸ παρ’ Εὐριπίδῃ τοιοῦτον· βέβληκ’ Ἀχίλλευς δύο κύβω καὶ τέτταρα. τριῶν γε ὄντων τῶν ἀναρριπτουμένων βόλων, δύο μὲν κενοὺς αὐτόν φησι βάλλειν, ἕνα δὲ τὸν τέταρτον. διττὸς οὖν ὁ κύβος, εἴτε ἀναρριπτούμενος εἴτε κενὸς εἴτε πλήρης εἴη· καὶ ἰδίως ὁ κενός. ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι παρίστησι· τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι, τρὶς ἓξ βαλοῦσα τῆς ἐμῆς φρυκτωρίας.

### τ 1007

Τρισμέγιστος Ἑρμῆς· ζήτει ἐν τῷ Ἑρμῆς.

### τ 1008

Τριστάται: οἱ παρὰ χεῖρα τοῦ βασιλέως· οἷον ἔχοντες λόγχας ἀνὰ τρεῖς κατὰ χεῖρα.

### τ 1009

Τρίστομος: ἐπίθετον αἰχμῆς. σοὶ γὰρ Καστορίδος ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε.

### τ 1010

Τριστοιχεί: κατὰ τρεῖς τάξεις.

### τ 1011

Τριταγωνιστής· Αἰσχίνης ἐν πολλοῖς σκώπτεται ὑπὸ Δη‐ μοσθένους ὡς ὑποκριτὴς τραγῳδιῶν, καὶ τριταγωνιστὴν αὐτόν φησιν, ὡς ἀδοκιμώτατον τῶν ὑποκριτῶν, ἐν τρίτῃ τάξει καταριθμῶν.

### τ 1012

Τριταγωνιστής· ἀπὸ Σοφοκλέους, ὃς πρῶτος ἐχρήσατο τρισὶν ὑποκριταῖς καὶ τῷ καλουμένῳ τριταγωνιστῇ.

### τ 1013

Τριτάλαντον βάρος: τριῶν ταλάντων. τριτάλαντον βάρος δεινότατ’ ἀπειλοῦντας ἐπῶν.

### τ 1014

Τριτάνυστον: μακρόν. καὶ δόνακα τριτάνυστον.

### τ 1015

Τριταῖος.

### τ 1016

Τρίτη κεφαλή: τοῦτο εἴρηται ἀπὸ τῶν ἀχθοφορούντων, οὐ μόνον κατὰ τὸν ὦμον, ἀλλὰ καὶ κατὰ τῆς κεφαλῆς.

### τ 1017

Τριτημόριον: τοὺς ϛʹ χαλκοῦς εἴρηκε Φιλήμων τοῦ ὀβολοῦ τριτημόριον. θαυμάζω οὖν ἐγὼ πῶς τεταρτημόριόν εἰσι δύο χαλκοῖ, τριτημόριον δὲ ἕξ· εἰ μὴ ἄρα ἐκεῖνο μὲν κυρίως ὠνομάσθη τέταρτον μέρος τοῦ ὀβολοῦ, τὸ δὲ τριτημόριον, ὡς ἀπὸ τεσσάρων μερῶν ὄντων, ἀνὰ δύο χαλκοῦς, τρία ἔχον μέρη, ἓξ χαλκοῦς συνάγει.

### τ 1018

Τριτημορίς· Ἡρόδοτος· ἑτέρη δὲ ἤϊε τοῦ στρατοῦ τριτημορὶς τὴν μεσογαῖαν.

### τ 1019

Τριτογένεια: φοβερά, καταπληκτική. Δημόκριτος ὁ Ἀβδη‐ ρίτης ἔγραψε Περὶ τῶν ἐν ᾅδου, Τριτογένεια· τοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχει. καὶ παροιμία δὲ εἴρηται· Παῖς μοι Τριτογενὴς εἴη, μὴ Τριτογένεια. ἢ ὅτι τὴν Ἀθηνᾶν ἀνδρώδη ἐνόμιζον εἶναι καὶ παῖδας ἄρρενας παρέχειν.

### τ 1020

Τριτογενής: ἡ Ἀθηνᾶ. ἤτοι ὅτι ἐκ τῆς νηδύος καὶ τῆς μήτρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν· ἢ ὅτι παρὰ Τρίτωνι τῷ ποταμῷ Λιβύης ἐγεννήθη, φθίνοντος, ὡς καὶ Ἀθηναῖοι ἄγουσιν· ἢ ὅτι τρίτη μετὰ Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγεννήθη· ἢ ἐπεὶ τρίτωνα τὴν κεφαλὴν Ἀθᾶνες λέγουσιν· ἢ ἐπεὶ παρὰ Τρίτωνι ἐγένετο· ἢ τοῦ τρεῖν καὶ εὐλαβεῖσθαι αἰτία· ἢ γεννητική· ἢ ὅτι ἀπελούσατο ἐν τῷ Τρίτωνι, τῷ Λιβύης ποταμῷ.

### τ 1021

Τριτόμηνις: τὴν τρίτην τοῦ μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι λέγεσθαι, τὴν αὐτὴν τῇ σελήνῃ νομιζομένην.

### τ 1022

Τρίτον ἡμίδραχμον: τὰς δύο ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνομάζειν οἱ παλαιοί.

### τ 1023

Τριτοπάτορες: Δήμων ἐν τῇ Ἀτθίδι φησὶν ἀνέμους εἶναι τοὺς Τριτοπάτορας, Φιλόχορος δὲ τοὺς Τριτοπάτρεις πάντων γεγονέναι πρώτους. τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησίν, ὃν καὶ Ἀπόλλωνα τότε καλεῖν, γονεῖς αὐτῶν ἐπίσταντο οἱ τότε ἄνθρωποι, τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας. Φανόδημος δὲ ἐν ϛʹ φησίν, ὅτι μόνοι Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν. ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπάτορας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκλέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων. ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησιν αὐτοὺς εἶναι, ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων καὶ Γύγην.

### τ 1024

Τρίτου κρατῆρος: τοῦ Σωτῆρος· ὃν καὶ τέλειον ἔλεγον. τὸν μέν γε πρῶτον Ὀλυμπίων φασί· τὸν δὲ δεύτερον Ἡρώων. Πλά‐ των Πολιτείᾳ· τὸν δὲ τρίτον Ὀλυμπικῶς τῷ Σωτῆρί τε καὶ Ὀλυμπίῳ.

### τ 1025

Τρίτῳ καὶ τετάρτῳ ἔτει: ἀντὶ τοῦ πρὸ τριῶν καὶ τεσσάρων ἐτῶν. οὕτως Ἀντιφάνης.

### τ 1026

Τριτωνὶς λίμνη.

### τ 1027

Τρίτωνος: Ποσειδῶνος, θαλάσσης. καὶ βυθίην Τρίτωνος ἁλι‐ πλάγκτοιο χαμεύνην σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος.

### τ 1028

Τρίτῳ φάει: τρίτῃ ἡμέρᾳ.

### τ 1029

Τριττύς: φυλῆς μέρος τρίτον. αὕτη γὰρ διῄρηται εἰς τρία μέρη, τριττῦς καὶ ἔθνη καὶ φατρίας, ὡς Ἀριστοτέλης φησί.

### τ 1030

Τριττύς: ἡ ἐντελὴς θυσία, ἐκ συός, κριοῦ καὶ τράγου. ἐκ τριῶν, ὥσπερ δωδεκίδες, θυσίαι δώδεκα ἱερείων.

### τ 1031

Τριφάλης, Τριφάλητος: ὄνομα κύριον παρὰ Ἀριστοφάνει.

### τ 1032

Τριφύλλιος, ἐπίσκοπος, μαθητὴς Σπυρίδωνος τοῦ θαυματουρ‐ γοῦ τοῦ Κυπρίου· ὃς ἔγραψε τὰ θαύματα τοῦ ὁσίου καὶ τερατουργοῦ πατρὸς ἡμῶν Σπυρίδωνος· ὡς γέγραπται ἐν τῷ βίῳ αὐτοῦ δι’ ἰάμβων· ἃ χρὴ ἐκζητῆσαι ὡς λίαν ὠφέλιμα.

### τ 1033

Τρίχα: τριχῶς.

### τ 1034

Τρίχακτον: κτένιον.

### τ 1035

Τρίχαπτον: τὸ βαμβύκινον ὕφασμα, ἱμάτιον πολυτίμητον.

### τ 1036

Λύσις ὀνείρου Νικηφόρου πατριάρχου· τρίχας καρῆναι πραγμάτων δηλοῖ βλάβην, τρίχας πεσεῖν δὲ κίνδυνον φέρει μέγαν.

### τ 1037

Τριχῇ: τριχῶς.

### τ 1038

Τριχίδες: εἶδος ἰχθύος, αἱ λεγόμεναι θρίσσαι. Ἀριστοφάνης· ἔβηττε τὴν νύχθ’ ὅλην τριχίδων πεπλησμένος.

### τ 1039

Τριχθά: τριχῇ. Ὅμηρος· τριχθὰ δὲ πάντα δέδασται. ἔστι δὲ τὸ πάντα κατὰ παρολκήν· ὡς, οἱ δ’ ἐννέα πάντες ἀνέσταν. Γαῖα δέ τι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. συναφὴς τῇ γῇ ὁ Ὄλυμπος, ὡς ὄρος. τὸ δὲ ὅμοιον καὶ ἐν Ὀδυσσείᾳ πεποίηκε· ναιετάω δ’ Ἰθάκην εὐδείελον, ἐν δ’ ὄρος αὐτῇ Νήριτον, εἰνοσίφυλλον. κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης. εἰ δὲ ἦν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ μέρος ἐπουράνιον, οὐκ ἦν κοινός, ἀλλὰ ἴδιος.

### τ 1040

Τριχοβρῶτες: ζῷον κατεσθίον τὰς τρίχας, οἱ σῆτες, ὁ θρίψ.

### τ 1041

Τριχολογεῖν: τὰς τρίχας ἀναλέγεσθαι καὶ περὶ αὐτῶν φρον‐ τίζειν.

### τ 1042

Τρίψεις: ἀντὶ τοῦ διατρίψεις, διατελέσεις. Ἀριστοφάνης Πλούτῳ· ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.

### τ 1043

Τρῖψις: τῶν ποταμῶν ἡ πορεία. Δαβίδ· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.

### τ 1044

Τριψίωνος.

### τ 1045

Τροίην: κατὰ διάλυσιν Τρωϊκήν.

### τ 1046

Τρομερόν· ὁ δὲ ὑπὸ ἀρρωστίας λεπτόν τι καὶ τρομερὸν ἐφθέγξατο.

### τ 1047

Τρόμης, Τρόμητος· Δημοσθένης καὶ ἄλλα σκώπτει τὸν Αἰσχίνην καὶ γραμ‐ ματοκύφωνα· ὃν καὶ υἱὸν εἶναί φησιν ὀνόματι μὲν Τρόμητος, διδασκάλου δὲ τῶν πρώτων γραμμάτων.

### τ 1048

Τροπᾶσθαι: τρέπεσθαι.

### τ 1049

Τρόπαια: νικητήρια. Ἀριστοφάνης ἐν Πλούτῳ· τρόπαιον ἀναστήσαιτο τῶν ταύτης τρόπων. τὸ τρόπαιον οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσι. ἡ δὲ παλαιὰ Ἀτθίς ἐστιν, ἧς ἦρχεν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· ἡ δὲ νέα Ἀτθίς ἐστιν, ἧς ἐστι Μένανδρος καὶ ἄλλοι.

### τ 1050

Τροπή: δίωξις.

### τ 1051

Τροπῆς ἀποσκίασμα: ἀντὶ τοῦ ἀλλοιώσεως καὶ μεταβολῆς ἴχνος, καὶ ὁμοίωμα φαντασίας.

### τ 1052

Τροπίας οἶνος: τετραμμένος καὶ ἐξεστηκώς. Ἀριστοφάνης Δαιταλεῦσι· ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε.

### τ 1053

Τρόπις: τῆς νηός. καὶ κλίνεται τρόπιος.

### τ 1054

Τροπείδιον.

### τ 1055

Τρόπον: ἦθος. τρόπος δὲ ἐπὶ τῶν συλλογισμῶν, οἱονεὶ σχῆμα τοῦ λόγου, οἷον ὁ τοιοῦτος· εἰ τὸ αʹ, τὸ βʹ· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. παρεισήχθη δὲ ὁ λογότροπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν, τὸ δὲ αʹ, τὸ ἄρα βʹ. καὶ Πισίδης· ὁ βάρβαρος δὲ τῷ λόγῳ καὶ τῷ τρόπῳ. ἀντὶ τοῦ τῷ ἤθει.

### τ 1056

Τρόπον τινά: ἀντὶ τοῦ καλῶς ἄν.

### τ 1057

Τροποφορεῖν. καὶ Τροποῦμαι· αἰτιατικῇ.

### τ 1058

Τροπώσομαι: νικήσω, ὑποτάξω.

### τ 1059

Τροφαλίς: τυρός. ἁρπάσας ὁ κύων τροφαλίδα τυροῦ Σικελὴν κατεδήδοκε.

### τ 1060

Τροφεῖα. τὰ ὀφειλόμενα τοῖς τροφεῦσι.

### τ 1061

Τροφή: ἀντὶ τοῦ ἀγωγὴ καὶ παιδεία. καὶ τραφέν, ἀντὶ τοῦ ἀχθέν, παιδευθέν. ἐνίοτε δὲ καὶ ὁμοίως ἡμῖν. Πλάτων Πολιτείας· ἐπιθυμοῦμεν δ’ αὖ τρίτων τινὶ τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν. τροφὴν μὲν γὰρ βρῶμα καὶ πόμα λέγει, γέννησιν δὲ τὰ ἀφροδίσια. ἐν δὲ τρίτῳ Πολιτείας· καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος. ἀντὶ τοῦ πεπαιδευμένος· ἵνα μὴ ἐναντιῶνται Ὁμήρῳ, πεπαιδεῦσθαι λέγοντι τὸν Ἀχιλλέα παρὰ Χείρωνι, οὐχὶ τεθράφθαι. ζήτει περὶ τροφῆς ἐν τῷ δαιτὸς ἐΐσης.

### τ 1062

Τρόφι κῦμα: τεθραμμένον κῦμα.

### τ 1063

Τρόφιμος.

### τ 1064

Τροφώνιον.

### τ 1065

Τροφωνίου κατὰ γῆς παίγνια. ἐν Λεβαδείᾳ χρηστήριον ἦν, ὃ Καταβάσιον ἐκάλουν· στόμιον γάρ τι ἦν, ὡς τὰ ἄκρα δύνασθαι μόνα τῶν ποδῶν χωρῆσαι. οἱ οὖν τῷ θεῷ χρώμενοι, ἁγνεύσαντες πρῶτον ὡρισμέναις ἡμέραις καὶ κοσμήσαντες ἑαυτοὺς ἱερῷ τινι σχήματι, ἀμφοτέραις ταῖς χερσὶ μελιτούττας λαβόντες, ὅ ἐστι μάζας μέλιτι δεδευμένας, οὕτως ἐκάθιζον ἐπὶ τὸ στόμιον καὶ αἰφνίδιον ἡρπάζοντο καὶ κατέδυον ἐπὶ τῆς γῆς. τὰς δὲ μάζας ἐλάμβανον ὑπὲρ τοῦ μὴ ἀδικηθῆναι ὑπὸ τῶν συναντώντων ὄφεων, ἀλλ’ ἐκείνας αὐτοῖς παρα‐ βάλλειν τροφήν. πολλοὶ μὲν οὖν καὶ αὐθημερὸν ἀνεπέμφθησαν δι’ οὗ στομίου κατῆλθον, πολλοὶ δὲ καὶ διὰ πλειόνων ἡμερῶν. ἦν δὲ ὁ Τροφώνιος Ἐρσίνου παῖς τἀδελφοῦ Ἀγαμήδους· ὅπου ὄφις ἦν ὁ μαντευόμενος, ᾧ οἱ κατοικοῦντες πλακοῦντας ἔβαλλον.

### τ 1066

Τροχάζειν: διατρέχειν. Πολύβιος· τὴν μὲν πρώτην ἡμέραν ἐκέλευε τροχάζειν ἐπὶ λʹ σταδίους ἐν τοῖς ὅπλοις.

### τ 1067

Τροχαῖον· οἱ δὲ σαλπιγκταὶ οἱ σὺν αὐτοῖς ὄντες τροχαῖόν τι συμβοήσαντες, δόξαν τοῖς ἐναντίοις ὡς παρὰ τοῦ στρατηγοῦ πεπεμ‐ μένοι παρέσχον. καὶ ἐν Ἐπιγράμμασι· οὐ τροχιεῖ τις τὸν Λαπίδην λῃστήν.

### τ 1068

Τροχηλατεῖν: ἐλαύνειν.

### τ 1069

Τροχιάς: πορείας, τρίβους, ἐργασίας.

### τ 1070

Τροχιλέας· Σωκράτης πρὸς Ἀλκιβιάδην εἰπόντα, ὡς οὐκ ἀνεκτὴ ἡ Ξανθίππη λοιδοροῦσα· ἀλλ’ ἔγωγ’, ἔφη, συνείθισμαι καθαπερεὶ καὶ τροχιλέας ἀκούων συνεχές.

### τ 1071

Τρόχιλος: ὄνομα τοῦ ὑπηρέτου Ἔποπος. παρὰ τὸ τρέχω· ἔστι δὲ καὶ ὄρνεον τρόχιλος καὶ λέγεται εἶναι δριμύ. ἀξιοῦσι δέ τινες τὴν μέσην ὀξύνειν.

### τ 1072

Τροχισθεῖσα: βασανισθεῖσα. ἀπὸ τοῦ τροχοῦ, ὅπερ ἐστὶν ὄργανον βασανιστικόν, διατεῖνον τὰ σώματα. καὶ Ἀριστοφάνης· ἐπὶ τροχοῦ γ’ ἕλκοιτο μαστιγούμενος. οὕτω γὰρ οἱ δοῦλοι ἐπὶ τροχοῦ δεσμούμενοι ἐτύπτοντο. καὶ αὖθις· ἐπὶ τοῦ τροχοῦ σε δεῖ στρεβλού‐ μενον εἰπεῖν ἃ πεπανούργηκας.

### τ 1073

Τροχός: ξύλινόν τι ἦν ὁ τροχός, ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο. Ἀριστοφάνης· εἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβῃ, ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος, ἐπὶ τοῦ τροχοῦ ἕλκοιτο μαστι‐ γούμενος.

### τ 1074

Τροχός· Δαβίδ· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. περὶ τῆς ἐρυθρᾶς θαλάσσης· φησὶ γὰρ ἡ ἱστορία, ὅτι νότου πνεύσαντος διῃρέθη τὸ πέλαγος, τοῦ δὲ ἀέρος συστρεφομένου καὶ τῶν νεφῶν συνισταμένων ὁ ἄνεμος τίκτεται. αἱ δὲ τιμωρίαι σου, φησί, δίκην βελῶν κατὰ τῶν πολεμίων ἐχώρουν. τῷ δὲ κτύπῳ τῆς βροντῆς τοὺς τῶν Αἰγυπτίων τροχοὺς συνεπόδισας. ὅτε δὲ λέγει, ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν· ἀντὶ τοῦ ἐν παντοδαπαῖς συμφοραῖς κέλευσον αὐτοὺς στρέφεσθαι καὶ κακοῖς ἐπαλλήλοις περίβαλε.

### τ 1075

Τρωγαλίων: τῶν τραγημάτων· οὕτω γὰρ τὰ τραγήματα ἐκά‐ λουν οἱ παλαιοί.

### τ 1076

Τρώγλη: ἡ ὀπή. καὶ Τρωγλήτης. καὶ Τρωγλοδύται, ἔθνος. ἀλλ’ οἱ μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις.

### τ 1077

Τρώγω· αἰτιατικῇ. ἐσθίω. λύσις ὀνείρου· τρώγων γλυκερὰ πικρίας ἕξεις τρόπους.

### τ 1078

Τρῳαί: αἱ Τρωϊκαί.

### τ 1079

Τρωϊκός: ἀπὸ Τροίας. καὶ Τρώϊος, ὁ Τρωϊκός.

### τ 1080

Τρώϊλος, σοφιστής, παιδεύσας ἐν Κωνσταντίνου πόλει. λόγους πολιτικούς, ἐπιστολῶν βιβλία ζʹ.

### τ 1081

Τρωκτά: τὰ κατακτὰ τῶν ὀπωρῶν· οἷον κάρυα καὶ βάλανοι.

### τ 1082

Τρώκτης: ὁ ἐκ παντὸς κερδαίνων· οἷον ἀποτρώγων.

### τ 1083

Τρώμης: ὄνομα κύριον.

### τ 1084

Τρώματα· ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο, ἔν τε ἐν Λιμενηΐῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.

### τ 1085

Τρώξονται: φάγωσιν. Ἀριστοφάνης· ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων. ἆρα τρώξονται;

### τ 1086

Τρωχαϊκός.

### τ 1087

Τροία: ὄνομα πόλεως.

### τ 1088

Τροιζῆνος: ὄνομα πόλεως. καὶ Τροιζήνιος, ὁ πολίτης. καὶ ζήτει καὶ παροιμίαν ἐν τῷ εἰς Τροιζῆνα δεῖ βαδίζειν.

### τ 1089

Τρύβλιον: ὀξυβάφιον, πινάκιον, ποτήριον. ὀρθομίλιον. τοῦτο μεῖζον τοῦ ὀξυβάφου ἐστί. καὶ ἡ κωμῳδία· τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ μοι. ἀντὶ τοῦ κέκλασται.

### τ 1090

Τρυγαῖος Ἀθμονεύς: Ἀριστοφάνης ἀντὶ τοῦ ἀμπελουργὸς δεξιός, οὐ συκοφάντης οὐδ’ ἐραστὴς πραγμάτων. ἐπὶ τῶν ἀπραγμόνων, παρ’ ὅσον οἱ γεωργοί, μάλιστα οἱ δεξιοί, ἀπραγμοσύνην ἀσπάζονται. καὶ Τρυγαῖος μὲν παρὰ τὸ τρυγᾶν· ἁρμόζει γὰρ γεωργοῖς. Ἀθμονεὺς δὲ ἀπὸ δήμου Ἀττικοῦ.

### τ 1091

Τρυγοδαίμονες: ὥσπερ τὸ κακοδαίμονες. ἐπεὶ πολλῇ τῇ αἰσχροποιΐᾳ ἐχρῶντο, παρ’ ὅσον ἀφέμενοι τὸ σέβεσθαι τὸ θεῖον περὶ τὸ σκώπτειν ἐτρέποντο.

### τ 1092

Τρύγητος: ὁ καιρὸς ἐν ᾧ δεῖ τρυγᾶν. καὶ ἄμητος ὁ καιρός, ἐν ᾧ δεῖ ἀμᾶν καὶ θερίζειν· προπαροξυτόνως. τρυγητὸς δὲ ὁ τρυγώ‐ μενος βότρυς. καὶ ἀμητός, ὁ θεριζόμενος. οἷον ἀμητὸς στάχυς· ὀξυ‐ τόνως. καὶ Ἔμετος· καὶ ἐμετός, αὐτὸ τὸ πρᾶγμα.

### τ 1093

Τρυγίας: ἐπὶ θεοῦ ἡ χαλεπωτέρα τιμωρία. πίονται πάντες οἱ ἁμαρτωλοί.

### τ 1094

Τρυγόνος: εἶδος περιστερᾶς. καὶ παροιμία· Τρυγόνα ψάλλειν, ἐπὶ τῶν φαύλως πραττόντων. ἴσως παρὰ τὸ τρύζειν. ὡς μή μοι τρύζητε. καὶ ἑτέρα παροιμία· Τρυγόνος λαλίστερος. ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέλεσι λαλοῦσι.

### τ 1095

Τρυγονῶσα: ἡσύχως κνῶσα. Ἀριστοφάνης· τρυγονῶσα τὴν θύραν.

### τ 1096

Τρυγός: τῆς τοῦ οἴνου ὑποστάθμης. Ἀριστοφάνης· ὄζων τρυγός. καὶ αὖθις· ἔοικας, ὦ πρεσβῦτα, νεοπλούτῳ τρυγί. Ἀριστο‐ φάνης φησί.

### τ 1097

Τρυγὸς γλυκείας: τουτέστι τοῦ νέου οἴνου. Τρύγα γὰρ καὶ τὸν νέον οἶνον ἐκάλουν καὶ τὴν ὑποστάθμην.

### τ 1098

Τρυγῳδία: κωμῳδία· ἤτοι διὰ τὸ τρύγα ἔπαθλον λαμβάνειν, τούτεστι νέον οἶνον· ἢ διὰ τὸ μὴ ὄντων προσωπείων τὴν ἀρχήν, τρυγὶ χρίεσθαι τὰς ὄψεις.

### τ 1099

Τρύγοιπος: ὁ ὑλιστὴρ ὁ σάκκινος. Ἀριστοφάνης Πλούτῳ· ἀλλ’ ἔστι τρὺξ παλαιὰ καὶ σαπρά. οὐκοῦν τρύγοιπος ταῦτα πάντ’ ἰάσεται προπαροξυτόνως. καὶ Τρυγοιπῶ, ῥῆμα.

### τ 1100

Τρύζει: ψιθυρίζει, γογγύζει, ἀσήμως λαλεῖ. παρὸ καὶ ἡ τρυγών· ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογγυστικῶς.

### τ 1101

Τρύμη. ὁ τετρημένος σφόδρα καὶ πεπερονημένος ἐν τοῖς πράγμασιν· ὃν ἡμεῖς τρυπᾶν φαμεν. θέλει δὲ εἰπεῖν εὐτόνως ὡς τρύπανον.

### τ 1102

Τρύπανα: ἐργαλεῖα τεκτονικά. τρύπανά τ’ εὐδίνητα καὶ ὠκή‐ εντα τέρετρα.

### τ 1103

Τρυσιβίου γαστρός: καταπονούσης τὸν βίον. Ἀριστοφάνης Νεφέλαις.

### τ 1104

Τρυσμός: γογγυσμός.

### τ 1105

Τρυτάνη: ὁ ζυγός. ταύτην οἱ Δωριεῖς σταχάνην καλοῦσιν. ἔνθεν καὶ παροιμία· δικαιότερος σταχάνης.

### τ 1106

Τρυτοδόκη: ἡ θήκη τῆς τρυτάνης. ἐν Ἐπιγράμμασι· καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων. τὸν ζυγὸν τῆς παμβακίδος.

### τ 1107

Τρυφάλεια: περικεφαλαία.

### τ 1108

Τρύφαινα: ὄνομα κύριον.

### τ 1109

Τρυφή: ἡ σπατάλη.

### τ 1110

Τρυφηλός· καὶ Τρυφητής, ὁ ἄπληστα τρώγων.

### τ 1111

Τρυφιόδωρος, Αἰγύπτιος, γραμματικὸς καὶ ποιητὴς ἐπῶν. ἔγραψε Μαραθωνιακά, Ἰλίου ἅλωσιν, τὰ κατὰ Ἱπποδάμειαν, Ὀδύσσειαν λειπογράμματον· ἔστι δὲ ποίημα τῶν Ὀδυσσέως καμάτων, καὶ ὅσα μυ‐ θολογοῦσι περὶ αὐτοῦ· καὶ ἄλλα.

### τ 1112

Τρυφιόδωρος· διάφορα ἔγραψε δι’ ἐπῶν. Παράφρασιν τῶν Ὁμήρου παραβολῶν· καὶ ἄλλα πλεῖστα.

### τ 1113

Τρύφος ἄρτου: κλάσμα ἄρτου.

### τ 1114

Τρυφῶ· αἰτιατικῇ.

### τ 1115

Τρύφων, Ἀμμωνίου, Ἀλεξανδρεύς, γραμματικὸς καὶ ποιητής, γεγονὼς κατὰ τοὺς Αὐγούστου χρόνους καὶ πρότερον. Περὶ πλεο‐ νασμοῦ τοῦ ἐν τῇ Αἰολίδι διαλέκτῳ βιβλία ζʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ διαλέκτων καὶ Σιμωνίδῃ καὶ Πινδάρῳ καὶ Ἀλκμᾶνι καὶ τοῖς ἄλλοις λυρικοῖς, Περὶ τῆς Ἑλλήνων διαλέκτου καὶ Ἀργείων καὶ Ἱμεραίων καὶ Ῥηγίνων καὶ Δωριέων καὶ Συρακουσίων, Περὶ τῆς ἐν κλίσεσιν ἀνα‐ λογίας αʹ, Περὶ τῆς ἐν εὐθείᾳ ἀναλογίας, Περὶ ὀνομάτων συγκριτι‐ κῶν αʹ, Περὶ τῆς ἐν μονοσυλλάβοις ἀναλογίας, Περὶ ὀνομάτων χαρα‐ κτήρων αʹ, Περὶ ῥημάτων ἀναλογίας βαρυτόνων αʹ, Περὶ ῥημάτων ἐγκλιτικῶν καὶ ἀπαρεμφάτων καὶ προστακτικῶν καὶ εὐκτικῶν καὶ ἁπλῶς πάντων, Περὶ ὀρθογραφίας καὶ τῶν αὐτῇ ζητουμένων, Περὶ πνευμάτων καὶ τρόπων· καὶ ἄλλα.

### τ 1116

Τρύχεται: κακοπαθεῖται, καταπονεῖται, ταλαιπωρεῖται, ἐκνε‐ νεύρισται. καὶ Ἐκτετρυχωμένος. ὁ δὲ ὑπὸ τῆς ἀπορίας ἐκτε‐ τρυχωμένος ἦν.

### τ 1117

Τρύχη: τὰ ῥάκη· τραγικῶς. προσῆλθεν ἡ μήτηρ πένθιμα ἠμφιεσμένη τρύχη καὶ τὰς ὁράσεις ἐκτετηκυῖα ὑπὸ τῶν δακρύων.

### τ 1118

Τρυχηρά: ῥακώδη.

### τ 1119

Τρύχνον: τὴν πόαν. θηλυκῶς λέγουσιν τὴν τρύχνον, οὐ τὸ τρύχνον. σὺν τῷ ς δὲ στρύχνον οὐδαμοῦ εὗρον. καὶ παρὰ τὴν παροιμίαν τὴν ἁπαλώτερος τρύχνου. παρῳδῶν ὁ κωμικός φησιν, ἤδη εἰμὶ μουσικώτερος τρύχνου.

### τ 1120

Τρυχόμενος· Τετρυχωμένος δέ.

### τ 1121

Τρύχουσιν: ἐλαττοῦσι.

### τ 1122

Τρυχωθείς: πιεσθείς. ἢ φανερωθείς. ὅτι Τρυχῶ τρίτης συζυγίας ἐστὶ τῶν περισπωμένων. καὶ βαρύτονον, τρύχω, τρύχεις.

### τ 1123

Τοιᾶσδε: τοιαύτης.

### τ 1124

Ἀραὶ κατὰ οἰχομένων ἐχθρῶν. Τοία Στυγός σε μελανοκάρ‐ διος πέτρα Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες ἔχιδνά θ’ ἑκατοντακέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει· πνευμόνων τ’ ἀνθάψεται Ταρτησία μύραινα, τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ἡματωμένω διασπάσονται Γοργόνες Τιθρά‐ σιαι, ἐφ’ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.

### τ 1125

Τοιαυτί: τοιαῦτα.

### τ 1126

Τοιγὰρ ἐγώ: ἐγὼ μὲν γάρ.

### τ 1127

Τοιγαροῦν: ἀμέλει, ὅθεν δή, οὐκοῦν, διὰ τοῦτο δὴ οὖν.

### τ 1128

Τοιγάρτοι: τούτου γὰρ ἕνεκεν.

### τ 1129

Τοιαίδε πράξεις.

### τ 1130

Τοῖϊν: σοι, Δωρικῶς. καὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων τοῖϊν. ἀλλ’ ἐπένευε.

### τ 1131

Τοίνυν: διὰ γὰρ τοῦτο, ἢ οὖν.

### τ 1132

Τοῖο: τοιούτου. καὶ Τοῖος, τοιοῦτος. καὶ Τοῖον, τοιοῦτον.

### τ 1133

Τοιουτονὶ Θεμιστοκλῆς οὐ πώποτ’ ἐπενόησεν: Ἀριστο‐ φάνης. ἢ διὰ τὸ τειχίσαι τὸν Πειραιᾶ· ἢ ὅτι σοφίας δόξαν ἀπηνέγ‐ κατο Θεμιστοκλῆς, σαφηνίσας Ἀθηναίοις τὸν δοθέντα χρησμόν· τεῖχος Τριτογενείῃ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. ἄλλων δὲ ἄλλα λεγόντων, Θεμιστοκλῆς ἔφη τὰς τριήρεις λέγειν ξύλινον τεῖχος.

### τ 1134

Τοιουτῶδες: τοιοῦτον. οὐδὲν ὁτιοῦν ἐβεβαιώθη τοιουτῶδες.

### τ 1135

Τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις, καί σε καλοῦσι βλιτομάμμαν: οὗτοι ὑώδεις τινὲς καὶ ἀπαίδευτοι ἐκωμῳδοῦντο· καὶ τάχ’ ἂν εἴησαν προκέφαλοί τινες, ὡς ἐν Γεωργοῖς φησι καὶ ἐν Τρι‐ φάλητι. καὶ Εὔπολις Δήμοις· Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες, βληχητὰ τέκνα, καὶ οὐδαμῶς τοῦ τρόπου. τὰ δὲ ὀνόματα αὐτῶν Τε‐ λέσιππος, Δημοφῶν, Περικλῆς.

### τ 1136

Τοῖς ὀρθῶς· ὅτι τὸ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι, μείζονος τῆς ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν· οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται· λέγων, ἀντὶ τοῦ νοήσει πάνθ’ ἑαυτῷ.

### τ 1137

Τοῖς πολλοῖς τοὐβόλου: τουτέστι τοῖς εὐώνοις.

### τ 1138

Τοῖς τεκοῦσι γὰρ οὐδ’ εἰ πονεῖ τις, δεῖ πόνου μνή‐ μην ἔχειν: τουτέστιν, ὅταν τις ὑπὲρ γονέων πονῇ, μὴ ἡγεῖσθαι πόνον εἶναι τὸν κάματον.

### τ 1139

Τοῖς φθάνουσι: τοῖς ἤδη γεγονόσι.

### τ 1140

Τοίχαρχος: ἐπὶ νεὼς ὁ ἄρχων αὐτῆς· τοιχάρχου δὲ πρωρεύς, πρωρέως δὲ κυβερνήτης, κυβερνήτου δὲ ναύκληρος.

### τ 1141

Τοιχωρύχημα γαλῆς: τοίχου ὀπή.

### τ 1142

Τοιχωρύχος: κλέπτης. Τοιχωρύχος, λῃστής. Τοιχο‐ ρύκτης δέ.

### τ 1143

Τύανα: πόλις. μητρόπολις ἐν Καππαδοκίᾳ.

### τ 1144

Τύγα: παρὰ Ῥωμαίοις συγκλητικὴ ἐσθής.

### τ 1145

Τύγωνος.

### τ 1146

Τυγχανόντων: ἀντὶ τοῦ τυγχανέτωσαν. Ἀττικῶς. οἱ γὰρ Ἀττικοὶ ἀπὸ ὁριστικῶν, μὴ ἐχόντων τὸ μ κλιτικόν, τὸ γʹ πρόσωπον ποιοῦσιν ὁμόφωνον τῇ γενικῇ πληθυντικῇ τῶν ἰδίων μετοχῶν· οἷον τύπτετε, τυπτόντων, ἀντὶ τοῦ τυπτέτωσαν· μέλετε, μελόντων ἀντὶ τοῦ μελέτωσαν. καὶ ἐπὶ τῶν ἐχόντων τὸ μ κλιτικὸν τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῷ γʹ τῶν δυϊκῶν· τύπτεσθε τυπτέσθων, ἀντὶ τοῦ τυπτέσθωσαν.

### τ 1147

Τυγχάνω· γενικῇ.

### τ 1148

Τύκος: ἐργαλεῖόν τι, ᾧ τοὺς λίθους περικόπτουσι καὶ ξέουσιν. ἔνθεν καὶ τὸ ἐτύκιζον, ἀντὶ τοῦ ἔξεον, ἔκοπτον. Ἀριστοφάνης Ὄρνισι· τούτους δ’ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσι.

### τ 1149

Τυκτόν: χειροποίητον.

### τ 1150

Τύλα, καὶ τύλος ἀρσενικῶς, τοῦ ὤμου τὸ τετυλωμένον καὶ πεπιλημένον τῆς σαρκός, ὁποῖον πολλάκις ἐπὶ τοῦ ὤμου γίνεται τοῖς ἀχθοφόροις ἐκ τοῦ βαστάζειν τι συνεχῶς. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἴστω γ’ Ἡρακλῆς, ἔκαμον τὰν τύλαν κακῶς. καὶ Τηλεκλείδης τραχήλου τύλαν εἶπε. Πολύβιος· τῆς πέτρας αὐτοῖς δυσχρηστίαν παρεχούσης διὰ τὸ δεῖν τρῆμα ποιεῖν ἐν αὐτῇ τοῖς τύλοις κρατοῦσι τὴν σύριγγα τὴν προσαγομένην.

### τ 1151

Τύλη: ἡ στρωμνή. οἷον, ἔδοξέ τις τῇ τύλῃ πυροὺς ἔχειν ἀντὶ γναφάλων, καὶ παιδάριον ἐγέννησεν ἄρρεν.

### τ 1152

Τύλις: ὄνομα πόλεως.

### τ 1153

Τύλος: ἡ νῆσος.

### τ 1154

Τύλος: νενεκρωμένη σάρξ, ἀποσκίρωμα τῶν γονάτων. δυσχρηστίαν παρεῖχεν ἡ πέτρα, διὰ τὸ τρῆμα ποιεῖν ἐν αὐτῇ τοῖς τύλοις.

### τ 1155

Τυλοῦται: τραυματίζεται, παχύνεται. οἱ δὲ πλεῖστοι τῶν Πάρθων κορύνας εἶχον σιδηρᾶς ἢ σιδήρῳ τετυλωμένας.

### τ 1156

Τύλωμα.

### τ 1157

Τυμβογέρων. ὁ πέμπελος. Προκόπιος· ὁ δὲ Ἰουστῖνος ὁ βασιλεὺς τυμβογέρων ἦν ἤδη. ἢ Τυμβογέρων, ὁ ἐσχατόγηρως.

### τ 1158

Τύμβος: τάφος. παρὰ τὸ τύφεσθαι, ὅ ἐστι καίεσθαι τὰ σώματα τῶν τεθνεώτων. ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών.

### τ 1159

Τυμβεία. καὶ Τυμβείτης, ὁ μνηματίτης. εἰ καὶ ἰδεῖν μικρὸς λᾶας ὁ τυμβείτης ἄμμιν ἐπικρέμαται.

### τ 1160

Τυμβογέροντες: πέμπτη ἡλικία γερόντων, ὡς καὶ Θεόφραστος. παραπλῆγες καὶ τῇ διανοίᾳ παρηλλαγμένοι.

### τ 1161

Τυμβοχοεῖ: θάπτει.

### τ 1162

Τύμμα: κροῦμα.

### τ 1163

Τυμμαῖς: πληγαῖς. καὶ εἴ που τις εὑρεθείη τὸ ὁπωσοῦν ὅρκῳ κεχρημένος, τυμμαῖς οὐ ταῖς τυχούσαις ἐβάλλετο.

### τ 1164

Τύμπανα· οἱ Ἰνδοὶ ἀντὶ σάλπιγγος ταῖς μάστιξιν ἀπεκτύπουν εἰς τὸν ἀέρα. εἶχον δὲ καὶ τύμπανα, φρικώδη τινὰ βόμβον ἐξ ἑαυτῶν ἀνιέντα. ἦν δὲ ἡ κατασκευὴ τοιάδε. φιτρὸν ἐλάτης κοιλάναντες ἐνήρμοζον ἐς αὐτὸν κώδωνας ὀρειχάλκου. τὸ δὲ στόμα τοῦ ἄγγους ταυρείῳ δέρματι περικυτώσαντες μετέωρον ἔφερον ἐς τὰς μάχας τοῦτο τὸ τύμπανον. ἐπὰν δὲ θόρυβον πολὺν ἐργάσασθαι ἤθελον ἢ σημᾶναί τι, καταστρέψαντες ἐπὶ τὸ στόμα τὸ ξύλινον ἄγγος ἐτίνασσον. οἱ δὲ ἐν αὐτῷ κώδωνες, πολλοί τε ἅμα ὄντες καὶ μεγάλοι, ἔν τε στεγανῷ ἠχοῦντες, ἀσαφῆ τινα βόμβον ἀνέπεμπον ἔνδοθεν· ὅνπερ οὐ ῥᾴδιον ἦν τοῖς οὐκ εἰδόσιν ἐπιγνῶναι, τίνος ἦν ὀργάνου ἢ θηρίου· βρυχήματι γὰρ ἔοικεν.

### τ 1165

Τυμπανίζεται: ξύλῳ πλήσσεται, ἐκδέρεται, καὶ κρέμαται.

### τ 1166

Τύμπανον: ἐκ δερμάτων ἐστὶ γινόμενον, καὶ κροῦον, ὃ κατ‐ εῖχον αἱ Βάκχαι. ἐν Ἐπιγράμμασι· ἀραξάχειρα ταῦτά σοι τὰ τύμ‐ πανα λεοντόδιφρε σοί, Ῥείη, θῆκε.

### τ 1167

Τύμπανος: ἀρσενικῶς. καί τινος αὔρῃ δαίμονος ἐς τὸν ἑὸν τύμπανον ἧκε χέρας.

### τ 1168

Τυμφαΐς: πόλις. καὶ βοῦς Ἀρτέμιδος.

### τ 1169

Τυνδαρίδης: ὁ τοῦ Τυνδάρεω.

### τ 1170

Τύνη: σύ. Δωρικῶς.

### τ 1171

Τυννουτονί: δεικτικῶς· ἀντὶ τοῦ μικρόν. Ἀριστοφάνης· παι‐ δάριον ὂν τυννουτονὶ ἔπλαττεν ἔνδον οἰκίας. καὶ Τυννουτωῒ συνάγων τοὺς δακτύλους φησὶν ἀντὶ τοῦ μικρῷ· Ἀριστοφάνης· ἐν πλοιαρίῳ τυννουτωῒ ἀνὴρ γέρων ναύτης διάξει. περὶ τοῦ Χάροντος λέγων τοῦ περάματος τοῦ πλοίου.

### τ 1172

Τυντλάζειν: αὐτὸ καὶ αὐτὸ λέγειν. Ἀριστοφάνης· οὐ γὰρ οἷόν τ’ ἐστὶ πάντως οἰναρίζειν τήμερον, οὐδὲ τυντλάζειν· ἐπειδὴ παρ‐ δακὸν τὸ χωρίον.

### τ 1173

Τυντλώδους: ὑλώδους.

### τ 1174

Τύμπανα: βάκλα. παρὰ τὸ τύπτειν. ξύλα, ἐν οἷς ἐτυμπάνιζον· ἐχρῶντο γὰρ ταύτῃ τῇ τιμωρίᾳ.

### τ 1175

Τυπαῖς: πληγαῖς. ἔχοντας τύμπανα καὶ τύπους. τουτέστι πληγάς.

### τ 1176

Τυπείς: πληγείς, τρωθείς. καὶ Τυπεῖσι, τρωθεῖσι.

### τ 1177

Τύπη· ὥστε συνέβαινεν ὑπὸ τοῦ πυρὸς τὰς βάσεις τῶν πύργων καὶ τὰ τύπη τῶν κριῶν ἀχρειωθῆναι.

### τ 1178

Τύπος: χαρακτήρ. πρόσειπε τούτῳ πολλὰ παρ’ ἐμοῦ· ὃν εἰ προλαβὼν Ἀριστείδην Ἑρμοῦ λογίου τύπον εἰς ἀνθρώπους ἔφην ἐληλυθέναι, μόλις ἔτυχον τῆς ἀξίας, ὅτι πλέον ἐστὶν ἢ τύπος. καὶ Ἀππιανός· ὁ δὲ Ἀννίβας, Μαρκέλλου τοῦ ὑπάτου ἀποθανόντος, τῷ σώματι αὐτοῦ ἐπιστάς, ὡς εἶδε τὰ τραύματα πάντα ἐπὶ τῶν στέρνων, ἐπῄνεσε μὲν ὡς στρατιώτην, ἐπέσκωψε δὲ ὡς στρατηγόν. καὶ τὸν δακτύλιον αὐτοῦ περιελὼν ἐτύπωσεν ἐπιστολὴν τῇ σφραγῖδι Μαρκέλλου πρὶν αἰσθέσθαι πολλοὺς περὶ τοῦ θανάτου, καὶ αὐτόμολον ἄνδρα Ῥωμαῖον ἔπεμψε φέρειν, δηλοῦντα, ὅτι στρατιὰ Μαρκέλλου κατόπιν ἔρχοιτο, καὶ ὁ Μάρκελλος αὐτὴν ὑποδέξασθαι κελεύοι.

### τ 1179

Τυπῇσι: τρώσεσι.

### τ 1180

Τυπῶ· αἰτιατικῇ.

### τ 1181

Τύπωμα χαλκόπλευρον: τὸ ἄγγος, τὴν ὑδρίαν, ἐν ᾗ δῆθεν τὰ δοκοῦντα εἶναι ὀστέα Ὀρέστου ἀπέκειτο. τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν.

### τ 1182

Τυπτήσεις: τύψεις. καὶ Τυπτῶ· αἰτιατικῇ.

### τ 1183

Τυραννεῖον: κυρίως ἡ ἀκρόπολις. Τυραννία δὲ ἡ τυραννίς. καὶ Τυραννιῶ, ἐπιθυμῶ τυραννῆσαι.

### τ 1184

Τυραννίων, Ἐπικρατίδου καὶ Λινδίας Ἀλεξανδρίνης, Ἀμισηνός. ἐχρημάτιζε δὲ Κορύμβου, γεγονὼς ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ πρότερον, μαθητὴς ἄλλων τε καὶ Ἑστιαίου τοῦ Ἀμισηνοῦ, ὑφ’ οὗ καὶ Τυραννίων ὠνομάσθη, ὡς κατατρέχων τῶν ὁμοσχόλων, πρότερον καλούμενος Θεόφραστος. εἶτα διήκουσε καὶ Διονυσίου τοῦ Θρᾳκὸς ἐν Ῥόδῳ. ἀντεσοφίστευσε δὲ Δημητρίῳ τῷ Ἐρυθραίῳ· ἤχθη δὲ εἰς Ῥώμην, ληφθεὶς αἰχμάλωτος ὑπὸ Λουκούλλου, ὅτε κατεπολέμησε Μιθριδάτην, τὸν Πόντου βασιλεύσαντα. διαπρεπὴς δὲ γενόμενος ἐν Ῥώμῃ καὶ πλούσιος ἐκτήσατο καὶ βιβλίων ὑπὲρ τὰς τρεῖς μυριάδας. ἐτελεύτησε δὲ γηραιός, ὑπὸ ποδάγρας παραλυθείς, ὀλυμπιάδι ριηʹ, ἐν τῷ γʹ ἔτει τῆς ὀλυμπιάδος.

### τ 1185

Τυραννίων, ὁ νεώτερος, Φοίνιξ, πατρὸς Ἀρτεμιδώρου, μα‐ θητὴς Τυραννίωνος τοῦ πρεσβυτέρου· διὸ καὶ ὠνομάσθη Τυραννίων, πρότερον καλούμενος Διοκλῆς. αἰχμάλωτος δὲ γενόμενος καὶ αὐτὸς ἐπὶ τοῦ πολέμου Ἀντωνίου καὶ Καίσαρος ὑπό τινος Δύμαντος ὠνήθη, τοῦ Καίσαρος ὄντος ἀπελευθέρου, εἶτα ἐδωρήθη Τερεντίᾳ τῇ τοῦ Κικέ‐ ρωνος γυναικί. ἐλευθερωθεὶς δὲ ὑπ’ αὐτῆς ἐσοφίστευσεν ἐν Ῥώμῃ. καὶ ἔγραψε βιβλία πρὸς ηʹ καὶ ξʹ, ὧν καὶ ταῦτα· Περὶ τῆς Ὁμηρικῆς προσῳδίας, Περὶ τῶν μερῶν τοῦ λόγου, ἐν ᾧ λέγει, ἄτομα μὲν εἶναι τὰ κύρια ὀνόματα, θεματικὰ δὲ τὰ προσηγορικά, ἀθέματα δὲ τὰ μετ‐ οχικά· Περὶ τῆς Ῥωμαϊκῆς διαλέκτου ὅτι ἐστὶν ἐκ τῆς Ἑλληνικῆς, ἐκ τοῦ Ἀντιγένους ὅτι ἀντιγένης ἡ Ῥωμαϊκὴ διάλεκτος, Ὅ τι διαφω‐ νοῦσιν οἱ νεώτεροι ποιηταὶ πρὸς Ὅμηρον, Ἐξήγησιν τοῦ Τυραννίωνος μερισμοῦ, Διόρθωσιν Ὁμηρικήν, Ὀρθογραφίαν.

### τ 1186

Τυραννίων, ... ἢ Μεσσήνιος, φιλόσοφος. Οἰωνοσκοπικὰ ἐν βιβλίοις γʹ. καὶ ἄλλα δὲ τῶν βιβλίων αὐτοῦ φέρεται χρήσιμα.

### τ 1187

Τύραννος: οἱ πρὸ τῶν Τρωϊκῶν ποιηταὶ τοὺς βασιλεῖς τυράννους προσηγόρευον, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησί, καὶ οὐ τύραννον. προσηγορεύθη δὲ τύραννος ἀπὸ Τυρ‐ ρηνῶν· χαλεποὺς γὰρ περὶ λῃστείας τούτους γενέσθαι. οὐδεὶς δὲ οὐδὲ ἄλλος τῶν ποιητῶν ἐν τοῖς ποιήμασιν αὐτοῦ μέμνηται τὸ τοῦ τυράννου ὄνομα. ὁ δὲ Ἀριστοτέλης ἐν Κυμαίων πολιτείᾳ τοὺς τυράν‐ νους φησὶ τὸ πρότερον αἰσυμνήτας καλεῖσθαι. εὐφημότερον γὰρ ἐκεῖνο τὸ ὄνομα. ὅτι καὶ ἕτεροι ἐτυράννησαν, ἀλλ’ ἡ τελευταία καὶ μεγίστη κά‐ κωσις πάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο.

### τ 1188

Τύραννος Σικελίας· καὶ ζήτει ἐν τῷ τριόρχης.

### τ 1189

Τύραννος, σοφιστής. Περὶ στάσεων, Περὶ διαιρέσεως λόγου βιβλία ιʹ.

### τ 1190

Τυραννῶ· γενικῇ. ὁ δὲ Δευκαλίων ἐτυράννει τῶν εἰς Παρνασσὸν κατοι‐ κούντων.

### τ 1191

Τυρβάζῃ: ἑτοιμάζῃ.

### τ 1192

Τύρβη: ἀπόλαυσις, ἢ θόρυβος, ἢ τάραξις. Γέργηθες καλοῦνται παρὰ Μιλησίοις ἡ τύρβη καὶ οἱ χειρώνακτες. τουτέστιν οἱ διὰ χειρῶν ἐργαζόμενοι.

### τ 1193

Τυρευθέντα: κινηθέντα, ταραχθέντα.

### τ 1194

Τυρεύων: κατασκευάζων. καὶ Τυρεύσαντες, ἀντὶ τοῦ κατασκευάσαντες.

### τ 1195

Τυρρηνία: χώρα. καὶ Τυρρηνοὶ οἱ λεγόμενοι Τοῦσκοι. ἱστορίαν δὲ παρ’ αὐτοῖς ἔμπειρος ἀνὴρ συνεγράψατο· ἔφη γὰρ τὸν δημιουργὸν τῶν πάντων θεὸν ιβʹ χιλιάδας ἐνιαυτῶν τοῖς πᾶσιν αὐτοῦ φιλοτιμήσασθαι κτίσμασι, καὶ ταύτας διαθεῖναι τοῖς ιβʹ λεγομένοις οἴκοις· καὶ τῇ μὲν αʹ χιλιάδι ποιῆσαι τὸν οὐρανὸν καὶ τὴν γῆν· τῇ δὲ βʹ ποιῆσαι τὸ στερέωμα τοῦτο τὸ φαινόμενον, καλέσας αὐτὸ οὐρα‐ νόν, τῇ γʹ τὴν θάλασσαν καὶ τὰ ὕδατα τὰ ἐν τῇ γῇ πάντα, τῇ δʹ τοὺς φωστῆρας τοὺς μεγάλους, ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας, τῇ εʹ πᾶσαν ψυχὴν πετεινῶν καὶ ἑρπετῶν καὶ τετράποδα, ἐν τῷ ἀέρι καὶ ἐν τῇ γῇ καὶ τοῖς ὕδασι, τῇ ϛʹ τὸν ἄνθρωπον. φαίνεται οὖν τὰς μὲν πρώτας ἓξ χιλιάδας πρὸ τῆς τοῦ ἀνθρώπου διαπλάσεως παρελη‐ λυθέναι· τὰς δὲ λοιπὰς ἓξ χιλιάδας διαμένειν τὸ γένος τῶν ἀνθρώ‐ πων. ὡς εἶναι τὸν πάντα χρόνον μέχρι τῆς συντελείας χιλιάδας ιβʹ.

### τ 1196

Τυρμίδαι· δῆμος τῆς Οἰνηΐδος οἱ Τυρμίδαι.

### τ 1197

Τυρόκνηστις: ἡ μάχαιρα. καὶ παροιμία· οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδος. ἀντὶ τοῦ ὡς λέαινα. σχῆμα δέ ἐστιν ἀκόλαστον καὶ ἑταιρικόν. τυρόκνηστις δὲ ἡ μάχαιρα. ἐπὶ δὲ ταῖς λαβαῖς τῶν μαχαιρῶν ἐλέφαντες λέοντες ἐγλύφοντο ὀκλάζοντες, ὅπως μὴ ἀπο‐ θραύοιντο αὐτῶν οἱ πόδες, εἰ ὀρθοὶ ἑστῶτες γλύφοιντο. λέγει οὖν ὅτι οὐκ ἐπ’ ἀνδρὶ στήσομαι πορνεύουσα, ὡς λέαινα ἐπὶ τυρο‐ κνήστιδος.

### τ 1198

Τυρόκνη: ἡ μάχαιρα.

### τ 1199

Τυροπωλήσω: ἀντὶ τοῦ σταθμήσω. πρὸς γὰρ σταθμὸν ἐπωλεῖτο ὁ τυρός.

### τ 1200

Τύρος: πόλις. καὶ Τύριοι, οἱ πολῖται. καὶ ζήτει ἐν τῷ Παῦλος, πότε γέγονεν ἡ Τύρος μητρόπολις.

### τ 1201

Τυροφόρον· ἐν Ἐπιγράμμασι· αἰχμητὰν δ’ ἐπέθυσεν ἀλέκτορα καὶ πλακόεντα παῖς Ἡγησιδίκου, πίονα, τυροφόρον.

### τ 1202

Τυρσηνία: χώρα.

### τ 1203

Τύρσις: ὁ περίβολος τοῦ τείχους. Ξενοφῶν· οὕτω δὴ Κῦρος κύκλῳ διαμετρήσας περὶ τὸ τεῖχος, ἀπολιπὼν ὅσον τύρσεσι μεγάλαις ἀπὸ τοῦ ποταμοῦ ὤρυσσεν ἐνθένδε τοῦ τείχους τάφρον ὑπερμεγέθη, καὶ τὴν γῆν ἀνέβαλλον πρὸς ἑαυτούς.

### τ 1204

Τύρσος: τὸ ἐν ὕψει ᾠκοδομημένον.

### τ 1205

Τυρταῖος, Ἀρχεμβρότου, Λάκων ἢ Μιλήσιος, ἐλεγειοποιὸς καὶ αὐλητής· ὃν λόγος τοῖς μέλεσι χρησάμενον παροτρῦναι Λακεδαιμονίους πολεμοῦντας Μεσσηνίοις καὶ ταύτῃ ἐπικρατεστέρους ποιῆσαι. ἔστι δὲ παλαίτατος, σύγχρονος τοῖς ἑπτὰ κληθεῖσι σοφοῖς, ἢ καὶ παλαίτερος. ἤκμαζε γοῦν κατὰ τὴν λεʹ ὀλυμπιάδα. ἔγραψε πολιτείαν Λακε‐ δαιμονίοις, καὶ ὑποθήκας δι’ ἐλεγείας, καὶ μέλη πολεμιστήρια, βι‐ βλία εʹ.

### τ 1206

Τυρταῖος· ὅτι οἱ Λακεδαιμόνιοι ὤμοσαν ἢ Μεσσήνην αἱρήσειν ἢ αὐτοὶ τεθνήξεσθαι. χρήσαντος δὲ τοῦ θεοῦ στρατηγὸν παρὰ Ἀθη‐ ναίων λαβεῖν, λαμβάνουσι Τυρταῖον τὸν ποιητήν, χωλὸν ἄνδρα· ὃς ἐπ’ ἀρετὴν αὐτοὺς παρακαλῶν εἷλε τῷ κʹ ἔτει τὴν Μεσσήνην· καὶ ταύτην κατέσκαψαν καὶ τοὺς αἰχμαλώτους ἐν τοῖς Εἵλωσι κατέταξαν.

### τ 1207

Τυτθήν: ὀλίγην, ἢ μικράν. καὶ Τυτθός, μικρός.

### τ 1208

Τυφαονία: χώρα.

### τ 1209

Τυφεδανός. ὦ οὗτος, τυφεδανὲ καὶ χοιρόθλιψ, ποθεῖς, ἐρᾶν τ’ ἔοικας ὡραίας σοροῦ.

### τ 1210

Τυφεδῶνος: ὄνομα κύριον, ἢ τῆς καύσεως.

### τ 1211

Τύφεται: καίεται.

### τ 1212

Τυφήρεα: τυφωνικήν. λαμπάδα κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον, σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ.

### τ 1213

Τυφλοπλαστεῖται: τυφλὸς ἀναπλάττεται. καὶ Τυφλο‐ πτεῖται, ὁμοίως.

### τ 1214

Τυφλὴ ὁδός. ὁ δὲ ὁδοῖς ἐπιτυγχάνει τυφλαῖς καὶ ἀνεξό‐ δοις καὶ ἀτραποῖς σκολιωτέραις.

### τ 1215

Τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ. Οἰδί‐ πους. σὺ δ’ ἄθλιός γε, ταῦτ’ ὀνειδίζων, ἅ σοι οὐδεὶς ὃς οὐχὶ τῶνδ’ ὀνειδιεῖ τάχα. οἷον οὐδείς ἐστιν, ὃς οὐ ταῦτά σοι ὀνειδίσει, ἅπερ μοι ὠνείδισας. τὸ δὲ τάχα, ἀντὶ τοῦ ταχέως. καί σε μετ’ ὀλίγον ἐροῦσι τυφλόν. πρὸς Τειρεσίαν ὁ λόγος. λύσις ὀνείρου· τυφλὸν φέρεσθαι πάγκαλον πέλει λίαν.

### τ 1216

Τυφλότερος ἀσπάλακος: διὰ τὸ μὴ ἔχειν τὸ ζῷον τοῦτο ὀφθαλμούς. φησὶ δ’ αὐτὸ Στησίμβροτος ὑπὸ τῆς Γῆς τυφλωθῆναι, διὰ τὸ φθείρειν τοὺς καρπούς· ἔχει γὰρ ὀδόντας μιαρωτάτους καὶ ῥύγχος ὥσπερ γαλῆς καὶ πόδας ὡς ἄρκτου.

### τ 1217

Τυφλότερος λεβηρίδος καὶ Κενότερος λεβηρίδος: ἀμφότερα λέγεται. λεβηρὶς δὲ οἷον λεπηρίς. καὶ λεποστάται. καὶ ἐπὶ τεττίγων καὶ πάντων τῶν τὸ γῆρας ἀπολειπομένων.

### τ 1218

Τυφλῶν ὀνείρων: ἤτοι τῶν ἀπατηλῶν. καὶ ἴσως περιέπεσε τοῦτο· δοιαὶ γάρ τε πύλαι ψευστάων εἰσὶν ὀνείρων. ἢ ὅτι μύουσι προσδιαλέγονται.

### τ 1219

Τυφογέρων: ἐσχατόγηρως· ἢ ὑπερήφανος· τετυφωμένος γέρων.

### τ 1220

Τυφομένης: καπνιζομένης, καιομένης. καὶ καπνῷ τύφειν δίκην σφηκῶν. τὸ ῥῆμα τύφω· ἐξ οὗ καὶ ἀτυφότατος.

### τ 1221

Τῦφος: ἀλαζονεία, μανία. ὁ δὲ τοιοῦτος ἀγνοεῖ καὶ τετύ‐ φωται.

### τ 1222

Τυφωεύς: ὄνομα κύριον.

### τ 1223

Τυφών: οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος, ἀλλ’ ἐκ τῆς ἀναθυ‐ μιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι· ὡς Πλάτων ἐν Φαίδρῳ.

### τ 1224

Τυφών: κεραυνὸς βίαιος, πολὺς καὶ πνευματώδης. ἢ πνεῦμα καπνῶδες, ἐρρωγὸς ἀπὸ νέφους. λέγεται καὶ διὰ τοῦ ς τυφώς· ἄρν’, ἄρνα μέλαιναν παῖδες ἐξενέγκατε· τυφὼς γὰρ ἐκβαίνειν παρα‐ σκευάζεται. τοὺς γὰρ καταιγιδώδεις ἀνέμους τυφὼς καλοῦσι. τούτῳ ἐνόμιζον μέλανα ἄρνα σφαγιάζειν, ὅπως λήξῃ τὸ πνεῦμα.

### τ 1225

Τυφωνεύς.

### τ 1226

Τυφῶνος: πυρώδους δαίμονος.

### τ 1227

Τυφῶνος πολυπλοκώτερον: Τυφὼν ὁ λεγόμενος κεραυνω‐ θῆναι ὑπὸ Διός, τούτου ποικιλώτερον.

### τ 1228

Τυφώς· γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην. Τυφὼς Γῆς μὲν ἦν υἱός, ἴσχυσε δὲ τοσοῦτον ὥστε οὐκ ἀνθρώποις δοκεῖν μόνοις φοβερὸς εἶναι, ἀλλὰ καὶ τοῖς θεοῖς· οἵτινες, ὡς μῦθος, καὶ εἰς ἀλόγων ζῴων μετεβάλλοντο μορφὰς διὰ τὸν ἐκείνου φόβον. ἐριώλη δὲ πνοὴ σφοδρά. ὁ δὲ τυφὼς μεῖζόν τι πνεῦμα καὶ κακο‐ ποιόν.

### τ 1229

Τυφρηστός: ὄνομα πόλεως.

### τ 1230

Τυχαία: ἀντὶ τοῦ κατὰ τύχην. οὐκ αὐτομάτῳ τινὶ συντυχίᾳ κατά τινα ἄτακτον καὶ τυχαίαν φορὰν οὕτως ἀναφαινόμενα, ἀλλ’ ὡς ἡ ἀναγκαία τῆς φύσεως τάξις ἐπιζητεῖ τὸ ἐν τοῖς γινομένοις ἀκόλουθον, οὕτως ἕκαστα γεγε‐ νῆσθαί φησιν. ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ἐν τῇ Κοσμογενείᾳ λέγει.

### τ 1231

Τύχαιος: ὁ τῆς Τύχης ναός.

### τ 1232

Τύχη: συντυχία, παρὰ Σοφοκλεῖ. Πολύβιος· εἰ χρὴ τύχην λέγειν ἐπὶ τῶν τοιούτων· μήποτε γὰρ αὕτη μὲν κενῶς κληρονομεῖ τοιαύτην φήμην, αἴτιοι δ’ εἰσὶν οἱ χειρίζοντες τὰς πράξεις, τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον. καὶ Πισίδης· οὐκ ηὐλαβήθης οὐ τὰς δι’ ἡμᾶς ἀντιπραττούσας τύχας· εἰ χρὴ καλεῖν με τὰς ἁμαρτίας τύχας.

### τ 1233

Τύχη· σκέψασθε πρὸς θεῶν τὴν τύχην δυοῖν βροτοῖν. Ἕκτωρ μέν, ᾧ δὴ τοῦτ’ ἐδωρήθη πάρα, ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων ἐκνάπτετ’ αἰὲν ἔστ’ ἀπέψυξε βίον· οὗτος δ’ ἐκείνου τήνδε δωρεὰν ἔχων πρὸς τοῦδ’ ὄλωλε θανασίμῳ πεσήματι. περὶ Ἕκτορος καὶ Αἴαντος ὁ λόγος. καὶ Σοφοκλῆς· ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεοῦ τύχας δοθείσας ἔστ’ ἀναγκαῖον φέρειν. ὅσοι δ’ ἑκουσίοισιν ἔγκεινται βλάβαις, ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν δίκαιόν ἐστιν οὔτ’ ἐποικτεί‐ ρειν τινά.

### τ 1234

Τύχη· τύχη παρ’ Ἕλλησιν ἀπρονόητος κόσμου διοίκησις ἢ φορὰ ἐξ ἀδήλων εἰς ἄδηλον καὶ αὐτόματον, οἱ δὲ Χριστιανοὶ θεὸν ὁμο‐ λογοῦμεν διοικεῖν τὰ πάντα. καὶ Πολύβιός φησι. Τύχην δὲ λέγει ὁ Θουκυδίδης τὸν πόλεμον. Τύχη· οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην καλεῖν εἰώθασιν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα, εἴπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. καὶ παροιμία· Τύχη Εὔριπος· ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων. Τύχη λέγεται καὶ τὸ ἐπιτήδευμα. ὡς φέρε εἰπεῖν, ὁ παρεστὼς οὗτος πρῶτον εἰπάτω τοὔνομα, τὴν πατρίδα, τὴν τύχην, ἔπειτα καὶ τὸ σέβας.

### τ 1235

Τυχηρότερος: εὐτυχέστερος.

### τ 1236

Τυχιάδης: πατρωνυμικόν.

### τ 1237

Τυχικός: ὄνομα κύριον.

### τ 1238

Τυχίος: ὄνομα κύριον.

### τ 1239

Τύχων, Τύχωνος: ὄνομα κύριον.

### τ 1240

Τύψαι· ὅτι βαλεῖν τὸ πόρρωθεν πέμψαι, οὐτάσαι δὲ καὶ νύξαι, καὶ τύψαι, τὸ ἐκ χειρὸς τρῶσαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-as`.
