The Pi section of the Suda is the lexicon's largest single letter, comprising 3,260 entries that range across geography, lexicography, grammar, and literary quotation. Early entries treat topographical terms such as Παγασαί (a Thessalian city) and Παγγαίον (the Thracian mountain), while also glossing common nouns like πάγας (nets, snares), with an illustrative quotation drawing on Aeschylean phrasing about a man caught in traps he laid for others.
The middle portion of the letter includes fine grammatical distinctions, as in the entry on Πίονται and Πίωσι, which distinguishes passive forms written with omicron from active forms with omega — the kind of morphological note characteristic of the Suda's interest in correct Attic usage. Entries such as Πιόνα (prosperous, fertile) and Πίονας ἄνεμος draw on epigrammatic verse.
The letter closes with a cluster of entries on πυτίνη (a wicker flask) and the comic figure Διϊτρέφης, quoting Aristophanes to illustrate metaphorical uses of the word. The Pi section is consequently valuable for scholars of Attic comedy, Greek dialectology, and the lexicographical reception of earlier prose and poetry in the Byzantine period.
| π 1 | Παγανοί: ἀστράτευτοι. συνέθεον δὲ γύναια τε καὶ οἱ ἐν στρα‐ τείᾳ καὶ παγανοί. |
| π 2 | Παγάς· Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων. |
| π 3 | Πάγας: δίκτυα, παγίδας. καὶ τοῦτο δήπου τὸ τοῦ Αἰσχύλου, τοῖς ἑαυτοῦ πτεροῖς περιπεσὼν καὶ ἐνσχεθεὶς ταῖς πάγαις ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε. τεύχων ὡς ἑτέρῳ τις, ἑῷ κακὸν ἥπατι τεύχει. |
| π 4 | Παγασαί: πόλις. |
| π 5 | Παγασιτικὸς κόλπος. |
| π 6 | Πάγγαιον: ὄνομα ὄρους. |
| π 7 | Παγῆναι: πηγῆναι. |
| π 8 | Παγίδι. |
| π 9 | Παγκάλης: πάνυ καλῆς. Πάγκαλος δέ. |
| π 10 | Παγκρατιασταῖς: ἀθληταῖς, πύκταις τοῖς χερσὶ καὶ ποσὶ πυκτο‐ μαχοῦσι. |
| π 11 | Παγκράτιον: πυγμή, ἀγών, ἄθλησις. |
| π 12 | Παγκράτιος, σοφιστής. εἰς τὴν Μινουκιανοῦ τέχνην ὑπόμνημα. |
| π 13 | Παγκράτιος: τούτου φέρονται Ὀψαρτυτικὰ καθ’ ἑκάστην τρο‐ πήν. ἤκμαζεν ἐπὶ τῶν χρόνων Λέοντος τοῦ πρεσβύτου, καὶ ἕως Ζή‐ νωνος. |
| π 14 | Πάγκοινος λίμνη: ἡ τοῦ ᾅδου. ἀλλ’ οὔτοι τόν γ’ ἐξ ἀΐδα παγκοίνου λίμνας ἀνστάσεις, οὔτε γόοις οὔτε λιταῖσιν. παγκοίνου, εἰς ἣν ἅπαντας ἀφικέσθαι δεῖ. ὁ δὲ νοῦς· οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεοὺς τοῦτον ἀναστήσεις. Ὁμηρικῶς· οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. καὶ Αἰσχύλος· μόνος θεῶν γε θάνατος οὐ δώρων ἐρᾷ. οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος. |
| π 15 | Πάγον εὐτείχη: ἐν ὄρει τετειχισμένην. |
| π 16 | Πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. αὔλια καὶ Νυμ‐ φῶν ἱερὸς πάγος, αἵ θ’ ὑπὸ πέτρῃ πίδακες ἥ θ’ ὕδασι γειτονέουσα πίτυς. |
| π 17 | Παγχενῖτις: ὄνομα χώρας. |
| π 18 | Πάγχυ: παντελῶς. |
| π 19 | Πάδος: ὄνομα ποταμοῦ, τοῦ παρ’ Ἕλλησιν Ἠριδανοῦ ὀνομαζο‐ μένου. |
| π 20 | Πάθας: πάθη, ξυμφοράς. ὁ δὲ ἐπῆγε τήν τε ἀποστέρησιν τῶν χρημάτων καὶ τὴν καταδίκην καὶ μέντοι καὶ τὰς προτέρας αὐτοῦ τὰς ἀδίκους πάθας. Πάθας θηλυκῶς. Σοφοκλῆς· καὶ τὰς μὲν ἔνδον οὐκ ἔχω λέγειν πάθας. |
| π 21 | Πάθαι: αἱ συμφοραί. Οἰδίπους· στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον. στέργειν τὰ δυστυχήματα ὁ πολὺς ἐποίησε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας πλεονέκτημα. |
| π 22 | Πάθη: ἡ κάκωσις. ἀκόλουθον σφίσι πάθην ἐπηρτημένην ὁρῶντα, ἣν λαθεῖν ἀδύνατον. καὶ αὖθις· καὶ ἄλλας μυρίας εἴποιμι ἂν δίκης ἀμελουμένης ἀκόλουθα πάθας. |
| π 23 | Πάθη: θηλυκῶς τὸ πάθος. οἷαι γὰρ αἱ πάθαι τῆς ψυχῆς κατὰ τὴν θέαν, τοιαύτας καὶ τὰς ἀποβάσεις εἶναι ἀνάγκη. |
| π 24 | Πάθη δύο: πόνος καὶ ἡδονή. καὶ ἡ μὲν ἡδονὴ λεία κίνησις, ὁ δὲ πόνος τραχεῖα κίνησις. καὶ ἡ μὲν ἡδονὴ εὐδοκητὴ πᾶσι ζῴοις, ὁ δὲ πόνος ἀποκρουστικός. |
| π 25 | Παθηζίτης: ὄνομα κύριον. |
| π 26 | Πάθος λέξεως· ὁμωνυμία, ὡς κύων. μεταφορά· ὡς τιθηνὸς ἡ γῆ. κατάχρησις ἐντεῦθεν καὶ ἡ ἀσάφεια. |
| π 27 | Πάθος: ὅτι τὸ τοῦ πάθους ὄνομα διχῶς λέγεται· ἢ γὰρ τὸ εἰς φθορὰν ἄγον ἢ εἰς τελείωσιν. λέγεται γὰρ πάσχειν τὸ ξύλον ὑπὸ τοῦ πυρὸς, ὡς εἰς φθορὰν ἀγόμενον, λέγεται πάσχειν καὶ τὰς αἰσθή‐ σεις ὑπὸ τῶν αἰσθητῶν, ἀντὶ τοῦ τελειοῦσθαι, καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἄγεσθαι. ὅτι ἐκ τῶν παθῶν τοῦ σώματος διαβαίνει τι πρὸς τὴν ψυχήν· ἀλγοῦντι γὰρ συναλγεῖ καὶ εὐθυμοῦντι συνήδεται. ὅτι καὶ ἐμποδίζει αὐτῇ τὸ σῶμα τοιῶς ἢ τοιῶς διακείμενον, οὐδεὶς ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ διέβαινεν ἀπὸ τῆς πρὸς αὐτὸ σχέσεως συμπάθειά τις ἐπὶ τὴν ψυχὴν οὕτως, ὡς τῆς κοιλίας τοῦ ἐγκεφάλου τῆς ὄπισθεν παθούσης τὸ μνημονευτικὸν πάσχειν. περὶ παθῶν· ὅτι τῆς ψυχῆς μέρη τὰ εʹ αἰσθητήρια καὶ τὸ φωνητικὸν μόριον καὶ τὸ δια‐ νοητικόν, ὅπερ ἐστὶν ἡ διάνοια. ἐκ δὲ τῶν ψευδῶν ἐπιγίγνεσθαι τὴν διαστροφὴν ἐπὶ τὴν διάνοιαν, ἀφ’ ἧς πολλὰ πάθη βλαστάνειν καὶ ἀκαταστασίας αἴτια. ἔστι δὲ αὐτὸ τὸ πάθος ἡ ἄλογος καὶ παρὰ φύσιν ψυχῆς κίνησις ἢ ὁρμὴ πλεονάζουσα. τῶν παθῶν τῶν ἀνωτάτω γένη τέσσαρα, λύπη, φόβος, ἐπιθυμία, ἡδονή. δοκεῖ δὲ τὰ πάθη κρίσεις εἶναι· ἥ τε γὰρ φιλαργυρία ὑπόληψίς ἐστι τοῦ τὸ ἀργύριον καλὸν εἶναι. καὶ ἡ μέθη δὲ καὶ ἡ ἀκολασία ὁμοίως καὶ τὰ ἄλλα. καὶ τὴν μὲν εἶναι συστολὴν ἄλογον, εἴδη δὲ αὐτῆς ἔλεος, φθόνος, ζῆλος, ζη‐ λοτυπία, ἄχθος, ἐνόχλησις, ἀνοία, ὀδύνη, σύγχυσις. ἔλεον μὲν ὡς ἐπὶ ἀναξίως κακοπαθοῦντι, φθόνον δὲ λύπην ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, ζῆλον δὲ λύπην ἐπὶ τῷ ἄλλῳ παρεῖναι ὧν καὶ αὐτὸς ἔχει, ἄχθος λύπην βαρύνουσαν, ἐνόχλησιν λύπην στενοχωροῦσαν καὶ δυσχωρίαν παρα‐ σκευάζουσαν, ἀνοίαν λύπην ἐκ διαλογισμῶν μένουσαν ἢ ἐπιτεινομένην, ὀδύνην λύπην ἐπίπονον, σύγχυσιν λύπην ἄλογον, ἀποκλείουσαν καὶ κωλύουσαν τὰ παρόντα συνορᾶν. ὅτι ἡ ἀθανασία τῆς ζωῆς πάθος ἐστὶν ἢ σύμπτωμά τι. ὅτι δὲ πάθος ἢ σύμπτωμά τι ἡ ἀθανασία τῆς ζωῆς, δειχθήσεται ἐπὶ ὑποθέσει τῇ ἐκ θνητοῦ ἀθάνατον γίγνεσθαι· οὐ γὰρ μεταλήψει ἄλλης ζωῆς ἀθάνατον ἔσται τὸ θνητόν, ἀλλ’ ὡς συμπτώ‐ ματί τινι καὶ πάθει· ἡ γὰρ αὐτὴ ζωὴ παθοῦσα ἀθανασία ἐστίν. εἰ δὲ πάθους αἰτία ἡ ζωὴ ἀθανασία γίνεται, εἴη ἂν πάθος ἡ ζωὴ τῆς ἀθανασίας. εἰ οὖν τοῦ πάθους τοῦ ἰδίου τὸ πεπονθὸς οὐκ ἔστι γένος (σύμπτωμά τι γὰρ καὶ συμβεβηκὸς τὸ πάθος τοῦ πεπονθότος, ἀλλ’ οὐκ εἶδος), οὐδ’ ἂν τῆς ἀθανασίας γένος εἴη ἡ ζωή· οὐδὲ γὰρ γλυ‐ κύτητος τὸ σῶμα γένος οὐδὲ ἡδονῆς ἢ λύπης ψυχή. λέλεκται περὶ τούτου καὶ ἐν τῷ ἀθάνατος, ἀλλ’ ἐνταῦθα πλατύτερον. |
| π 28 | Πάθωμεν: αὐθυπότακτον. |
| π 29 | Πάκατος, ὁ Μινούκιος χρηματίσας καὶ Εἰρηναῖος, Ἀλεξανδρεύς, γραμματικός. Περὶ τῆς Ἀλεξανδρέων διαλέκτου ἢ περὶ Ἑλληνισμοῦ βιβλία ζʹ· ἔστι δὲ κατὰ στοιχεῖον· Περὶ Ἀττικῆς συνηθείας τῆς ἐν λέξει καὶ προσῳδίᾳ βιβλία γʹ· ἔστι δὲ κατὰ στοιχεῖον· Περὶ ἰδιωμάτων τῆς Ἀττικῆς καὶ τῆς Δωρίδος διαλέκτου, Περὶ Ἀττικισμοῦ, καὶ ἄλλα πολλά. |
| π 30 | Πάκορος: ὄνομα κύριον. τῇ τε γὰρ Κράσσου καὶ τῶν ἀμφ’ αὐτὸν φθορᾷ ἀντίρροπον γενέσθαι τὴν Πακόρου καὶ τῆς ξὺν αὐτῷ δυνάμεως ἀπώλειαν. |
| π 31 | Πακτοῦν: κλείειν, ἀσφαλίζεσθαι. μοχλοῖσι τὰ προπύλαια πακ‐ τοῦν. Ἀριστοφάνης Λυσιστράτῃ. |
| π 32 | Πακτωλός: ὄνομα ποταμοῦ. |
| π 33 | Πακτυηνή: ὄνομα πόλεως. καὶ Πακτυνή. |
| π 34 | Παλλάδιον: τοῦτο ἦν ζῴδιον μικρὸν ξύλινον, ὃ ἔλεγον εἶναι τετελεσμένον, φυλάττον τὴν βασιλείαν τῆς Τροίας· ἐδόθη δὲ Τρωῒ τῷ βασιλεῖ κτίζοντι τὴν πόλιν ὑπὸ Ἀσίου τινὸς φιλοσόφου καὶ τελεστοῦ· διὸ δὴ εἰς τιμὴν Ἀσίου τὴν ὑπ’ αὐτοῦ βασιλευομένην χώραν πρότερον Ἤπειρον λεγομένην Ἀσίαν ἐκάλεσεν. οἱ δὲ ποιητικῶς γράψαντες ἐκ τοῦ ἀέρος εἶπον τὸ παλλάδιον τοῦτο κατενεχθῆναι τῷ Τρωῒ βασι‐ λεύοντι Φρυγῶν. τοῦτο Διομήδης καὶ Ὀδυσσεύς, ὅτε τὴν πρεσβείαν ἐποιήσαντο πρὸς Πρίαμον, ἐκ τοῦ ἱεροῦ ἐσύλησαν, προδεδωκυίας αὐτὸ Θεανοῦς τῆς τοῦ Ἀντήνορος γυναικός, ἱερείας τυγχανούσης καὶ φυλατ‐ τούσης αὐτό· ἦσαν γὰρ ἀπὸ χρησμοῦ καὶ Ἀντήνορος μαθόντες, ὅτι ἕως οὗ μενεῖ τὸ παλλάδιον ἐν τῇ Τροίᾳ, ἀσάλευτος ἔσται ἡ βασιλεία τῶν Φρυγῶν. πολλὴ τοίνυν μεταξὺ Αἴαντος καὶ Ὀδυσσέως ἐκινήθη ἔρις, τίς τοῦτο εἰς τὴν ἰδίαν ἀπενέγκοι πατρίδα, δικαζόντων αὐτοῖς τῶν ἄλλων βασιλέων καὶ προμάχων. πολλῶν τοίνυν μεταξὺ λόγων κινηθέντων, καὶ γενομένης ὀψίας, ἔδοξεν αὐτοῖς παραθέσθαι τὸ βρέτας Διομήδει, μέχρις ἂν γένηται πρωΐ. καὶ τούτου γενομένου, διὰ τῆς νυκτὸς εὑρέθη ὁ Αἴας ἐσφαγμένος ἀδήλως. ὑπενόουν δὲ δόλῳ φο‐ νεῦσαι αὐτὸν τὸν Ὀδυσσέα. καὶ φιλονεικήσαντες πρὸς ἀλλήλους ἀπέ‐ πλευσαν. ζήτει ἐν τῷ Διομήδειος ἀνάγκη. |
| π 35 | Παλλάδιος, Παλλαδίου, Μεθωναῖος, σοφιστής. γέγονε δὲ ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως. Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν, Δια‐ λέξεις, λόγους διαφόρους, Ὀλυμπιακόν, Πανηγυρικόν, Δικανικόν. |
| π 36 | Παλλαδίων χρυσουμένων: ἐν ταῖς πρώραις τῶν τριήρων οἱ Ἀθηναῖοι ἀγάλματά τινα ξύλινα τῇ Ἀθηνᾷ καθίδρυον, ὧν ἐπεμελοῦντο μέλλοντες πλεῖν. |
| π 37 | Παλάθαι: μᾶζαι σύκων. καὶ Παλασίων, τῶν πεπατημένων ἰσχάδων. παλάθαι δὲ εἶδος βοτάνης. Παλάθαι, τὰ ἐκ τρυγὸς πλάσματα· ἢ ἡ ἐπάλληλος θέσις τῶν σύκων. |
| π 38 | Παλλακή, Παλλακὶς δέ. |
| π 39 | Παλάμαι: αἱ τέχναι, χεῖρες. ὦ παλάμαι θνητῶν, ὦ δύστηνα γένη βροτῶν, οἷσι μὴ μέτριος αἰών. οὗτος. καὶ ἑξῆς. |
| π 40 | Παλαμᾶσθαι: τεχνάζεσθαι. καὶ Παλαμάσθω· πρὸς ταῦθ’ ὅ τι χρῆ καὶ παλαμάσθω, καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω· τὸ γὰρ εὖ μετ’ ἐμοῦ, καὶ τὸ δίκαιον ξύμμαχον ἔσται. καὶ οὐ μήθ’ ἁλῶ κακὰ πράσσων. καὶ αὖθις· ὁποῖα παλαμᾶται. ἀντὶ τοῦ τεχνάζεται. καὶ Ἀπά‐ λαμνος παρ’ Ὁμήρῳ, ὁ ἄτεχνος. |
| π 41 | Παλάμη: τέχνη. Ἡρόδοτος· ἔλεγέ σφιν ὡς δοκέοι ἔχειν πα‐ λάμην, τῇ ἐλπίζοι τῶν βασιλέως συμμάχων ἀποστήσειν τοὺς ἀρίστους. Παλάμῃ οὖν τῇ ἀρχῇ. |
| π 42 | Παλαμήδειος λόγος: τοῦ Παλαμήδους. |
| π 43 | Παλαμήδης, Ἐλεατικός, γραμματικός. Κωμικὴν καὶ τραγικὴν λέξιν, Ὀνοματολόγον, ὑπόμνημα εἰς Πίνδαρον τὸν ποιητήν. |
| π 44 | Παλαμήδης, Ναυπλίου καὶ Κλυμένης, Ἀργεῖος, ἐποποιός. ἦν δὲ οὗτος ἀνεψιὸς τοῦ βασιλέως Ἀγαμέμνονος πρὸς μητρός. ἔσχε δὲ εὐφυῶς πρός τε φιλοσοφίαν καὶ ποιητικὴν καὶ εὑρετὴς γέγονε τοῦ ζ στοιχείου καὶ τοῦ π καὶ τοῦ φ καὶ τοῦ χ, ψήφων τε καὶ πεσσῶν καὶ κύβων καὶ μέτρων καὶ σταθμῶν. τὰ δὲ ποιήματα αὐτοῦ ἠφανίσθη ὑπὸ τῶν Ἀγαμέμνονος ἀπογόνων διὰ βασκανίαν. ὑπολαμβάνω δὲ καὶ τὸν ποιητὴν Ὅμηρον αὐτὸ τοῦτο πεπονθέναι καὶ μηδεμίαν τοῦ ἀν‐ δρὸς τούτου μνήμην ποιήσασθαι. ὅτι ἠφανίσθη τὰ Παλαμήδους ποιή‐ ματα διὰ βασκανίαν ὑπὸ Ὁμήρου. ἅπτεται δὲ καὶ τῶν μεγίστων ἀν‐ δρῶν ὁ φθόνος· ὡς εἴθε μὴ παρεισέδυ τῷ βίῳ, ἢ παρεισδὺς μή μου περιέσοιτο· ἐρρέσθω δὲ καὶ ἀπέστω. ὅσα γὰρ δέδηγμαι τὴν καρδίαν, καὶ οἷα δέδορκα τῷ μακρῷ χρόνῳ. ἀλλ’ εἴη μοι βίος πανεπάρκιος. ὄμμα βάλοι δὲ μήποτ’ ἐφ’ ἡμετέραις ἐλπίσι βασκανίη· φησί τις τῶν παλαιῶν. |
| π 45 | Παλαμήδης· οἶδα δ’ ἐγὼ καὶ δὴ πότερον ἐκ τοῦ Παλαμήδους. ὡς ἐκεῖνος τὰς πλάτας ῥίψω γράφων. ὥσπερ Οἴαξ τῷ Ναυπλίῳ γράφει τῷ πατρὶ τὸν Παλαμήδη ἐν διαφόροις πλάταις καὶ ῥιπτεῖ εἰς θάλασσαν, ὥστε μιᾷ γέ τινι Ναυπλίῳ περιπεσεῖν. πόθεν οὖν γ’ ἔκειντό μοι πλά‐ ται; ταδὶ τἀγάλματα ἀντὶ πλατῶν γράφων διαρρίπτοιμι. βέλτιον πολύ. ξύλον γέ τοι καὶ ταῦτα, κἀκεῖν’ ἦν ξύλον. |
| π 46 | Παλαμναῖος: φονεύς, ἢ μιαρός. παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες, παρὰ τὴν παλάμην. καὶ Ζεὺς Παλα‐ μναῖος, ὁ τοὺς τοιούτους τιμωρούμενος· καὶ Προστροπαῖος, ὁ προσ‐ τρέπων τὸ ἄγος αὐτοῖς. Βάβριος· οὐχὶ τὸν μῦν εἶπεν, ἡ παλα‐ μναία, δέδοικα μή μου τὴν δορὰν δάκῃ φεύγων· χαίτην δ’ ἔμελλε τὴν ἐμὴν καταισχύνειν. ὁ λέων φησὶ περὶ μυός. καὶ αὖθις· οὐκ ἄνθρω‐ ποι ἔδοξαν εἶναι ἀλλὰ δαίμονες παλαμναῖοί τινες. Αἰλιανός· ὁ δὲ πρὸ τῆς ἐς τοὺς πολεμίους συμπλοκῆς, ὡς εἶδεν ἀπολλύμενόν οἱ τὸν λεών, ἐνετολμήσατο κακὸν κακῷ μείζονι ὁ παλαμναῖος ἄρα ἐκεῖνος σβέσαι. προστάττει γοὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν. |
| π 47 | Παλαμωμένων: χερσὶν ἐργαζομένων. τὴν ἐκ τῶν Ῥωμαίων παλαμήσασθαι σωτηρίαν. |
| π 48 | Παλαμῶν: τεχνῶν, ἢ χειρῶν. |
| π 49 | Παλλάντιον· ὁ Ῥωμύλος μετὰ τὸ καταστῆσαι τὰ πολιτικὰ ἀνε‐ νέωσε καὶ τὸ καλούμενον ἀπὸ Πάλλαντος Παλλάντιον, τὸν βασιλικὸν οἶκον. |
| π 50 | Παλλάς: παρθένος μεγάλη. ἔστι δὲ ἐπίθετον Ἀθηνᾶς· ἀπὸ τοῦ πάλλειν τὸ δόρυ, ἢ ἀπὸ τοῦ ἀνῃρηκέναι Πάλλαντα, ἕνα τῶν Γιγάντων. |
| π 51 | Παλατῖνοι: εἶδος ἄρτων, οὓς ἐφιλοτιμήσατο τῷ δήμῳ Κωνσταν‐ τῖνος ὁ μέγας, καθ’ ὃν ὑπάτευε χρόνον, οὕτως ὀνομάσας αὐτούς, οἷα ἐκ τοῦ παλατίου χορηγουμένους. προσέθηκε δὲ τούτοις καὶ κρέα καὶ οἶνον καὶ ἔλαιον· ὧν μέχρι τινὸς ἡ πόλις ἀπήλαυσε, τῶν ὑπ’ αὐτοῦ ῥιφέντων φέρουσα τὰ γνωρίσματα. |
| π 52 | Παλάμῃ: τῇ ἀρχῇ. |
| π 53 | Πάλαι: ἐπίρρημα χρόνου δηλωτικόν. |
| π 54 | Παλαιγενές: πρεσβύτατον. Ἀριστοφάνης· χαῖρ’, ὦ πρεσβῦτα παλαιγενές. οὐχ ὡς σεμνόν τινα προσηγόρευσε διὰ τὸν χρόνον· τοὺς γὰρ εὐήθεις ἀρχαίους καὶ παλαιοὺς ἔλεγον. ἀντὶ τοῦ ἀνόητε. καὶ Εὐριπίδης· ἀρχαῖον εἴρηκας. ἀντὶ τοῦ εὔηθες. εὐεργετῆσαι γὰρ τὸ σῶμ’ οὐ βούλομαι. ὅτι ἡ παλαιὰ ἐν πίθῳ εὑρέθη. καὶ ζήτει ἐν τῷ Ὠρι‐ γένης. |
| π 55 | Παλαιεύς. |
| π 56 | Παλαιόν· οἱ ῥήτορες ἐχρήσαντο τῷ παλαιὸν ἐπὶ ἀργυρίου ἐκ δανείσματος ὀφειλομένου. οὕτως Λυσίας ἐν τῷ πρὸς Ἀλκίβιον· καίτοι, εἰ ἀποδεδώκει τῷ Κτησικλεῖ τὰς νʹ παλαιάς, ὥσπερ οὗτός φησι. |
| π 57 | Παλαιόν: τὸ πρὸ πολλοῦ χρόνου· ὡς παρ’ Ὁμήρῳ· ἦ ῥά νύ μοι ξεῖνος πατρώϊος ἐσσὶ παλαιός. καὶ τὸ διερρυηκός. ὡς τό, πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, ἠμὲν νέαι ἠδὲ παλαιαί. |
| π 58 | Παλαιὸς ἀφ’ οὗ χρόνος: ἀντὶ τοῦ ἐκ πολλοῦ χρόνου. |
| π 59 | Παλαίω· δοτικῇ. |
| π 60 | Παλαίπολις: ὄνομα τόπου. |
| π 61 | Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: ἐπὶ τῶν ποτε ἀκμα‐ σάντων, νῦν δὲ ἀσθενῶν ὄντων. |
| π 62 | Παλαίσμασιν: ἀντὶ τοῦ στρατηγήμασι. καὶ Ἀριστοφάνης· Φρυ‐ νίχου παλαίσμασι. στρατηγοῦντος γὰρ αὐτοῦ ἡττήθησαν Ἀθηναῖοι καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντι τὸν πόλεμον. τινὲς δὲ τοῦτον κωμικὸν ποιητὴν λέγουσιν, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἐγένετο δὲ στρατηγός, ἐφ’ οὗ πολλοὶ ἥμαρτον τῶν τραγικῶν καὶ ἄτιμοι ἐγένοντο. |
| π 63 | Παλαιστάς: σπιθαμάς, ἢ ἐν πάλῃ. |
| π 64 | Παλαιστηνός: ἐκ τοῦ παλαιστή, παλαιστής. Παλαιστῖνος δέ. |
| π 65 | Παλαιστής: ἀνταγωνιστής. σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χἀι σοφαὶ γνῶμαι ἐμποδίζονται θαμά. |
| π 66 | Παλαιστίνη: ὄνομα χώρας. καὶ Παλαιστῖνος, ὁ ἀπὸ Πα‐ λαιστίνης. πολλοῖς δὲ σταθμοῖς ἀφέστηκεν ἡ Βαβυλὼν τῆς Παλαι‐ στίνης. |
| π 67 | Παλαίστρα: τὸ γυμνάσιον. εὑρὼν δὲ πεδίον ὕπτιον καὶ καλὸν εἰς χρῆσιν ἵππων καὶ φάλαγγος ἐκάθαιρε καὶ διέσκαπτε καὶ τῷ πολέμῳ παλαίστρας ἐποίει. |
| π 68 | Παλαίτατος: ὁ παλαιός. |
| π 69 | Παλαίφατος, Ἀθήνησιν ἐποποιός, υἱὸς Ἀκταίου καὶ Βοιοῦς, οἱ δὲ Ἰοκλέους φασὶ καὶ Μετανείρας· οἱ δὲ Ἑρμοῦ. γέγονε δὲ κατὰ μέν τινας μετὰ Φημονόην, κατὰ δὲ ἄλλους καὶ πρὸ αὐτῆς. ἔγραψε δὲ Κοσμοποιΐαν εἰς ἔπη ͵εʹ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος γονάς, ἔπη ͵γʹ, Ἀφροδίτης καὶ Ἔρωτος λόγους καὶ φωνὰς ἔπη ͵εʹ, Ἀθηνᾶς ἔριν καὶ Ποσειδῶνος ἔπη ͵αʹ, Λητοῦς πλόκαμον. |
| π 70 | Παλαίφατος, Πάριος ἢ Πριηνεύς, γεγονὼς κατὰ Ἀρταξέρξην. Ἀπίστων βιβλία εʹ· Τρωικῶν βιβλία εʹ· τινὲς δὲ ταῦτα εἰς τὸν Ἀθη‐ ναῖον ἀναφέρουσι· πλὴν καὶ οὗτος ἔγραψε. |
| π 71 | Παλαίφατος, Ἀβυδηνός, ἱστορικός. Κυπριακά, Ἀττικά, Δηλιακά, Ἀραβικά. γέγονε δὲ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος· παιδικὰ δὲ Ἀριστοτέλους τοῦ φιλοσόφου, ὡς Φίλων ἐν τῷ ε στοιχείῳ τοῦ περὶ παραδόξου ἱστορίας βιβλίον αʹ καὶ Θεόδωρος ὁ Ἰλιεὺς ἐν δευτέρῳ Τρωϊκῶν. |
| π 72 | Παλαίφατος, Αἰγύπτιος ἢ Ἀθηναῖος, γραμματικός. Αἰγυπτιακὴν θεολογίαν, Μυθικῶν βιβλίον αʹ, Λύσεις τῶν μυθικῶς εἰρημένων, Ὑπο‐ θέσεις εἰς Σιμωνίδην, Τρωϊκά· ἅ τινες εἰς τὸν Ἀθηναῖον, τινὲς δὲ εἰς τὸν Πάριον ἀνήνεγκαν. ἔγραψε καὶ ἱστορίαν ἰδίαν. |
| π 73 | Παλαιφάτου: παλαιᾶς, καὶ ἀρχαίας· περὶ ἧς ἔφασαν ἔκπαλαι μύθους. |
| π 74 | Παλεός: ὁ σκώπτης. τίθεται καὶ ἐπὶ τοῦ ἄφρονος. |
| π 75 | Παλεῦσαι: ἐξαπατῆσαι, ὑπαγαγέσθαι. καὶ παροιμία· Παλεύει καλῶς τὴν ἀλώπεκα. καὶ Παλεύτρια, περιστερὰ πλάνος. Ἀρι‐ στοφάνης Ὄρνισι· κἀπαναγκάζει παλεύειν ἐν δικτύῳ. εἰώθασι γὰρ ἐκτυφλοῦν τινα τῶν ὀρνέων καὶ ἱστᾶν ἐν δικτύῳ. |
| π 76 | Πάλλει: κινεῖ, σείεται, ἅλλεται. καὶ ἐπὶ τῷδε τὸν θυμὸν συν‐ ελέξατο ὁ βάρβαρος καὶ τῷ πάλλεσθαι ὑπὸ τῷ τρόμῳ ἔληξε. |
| π 77 | Παλληναῖος: ὁ ἀπὸ Παλλήνης χώρας. |
| π 78 | Παλληνεύς: Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Παλλήνηθεν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δέ ἐστι καὶ ἐν Θρᾴκῃ Παλλήνη, γνώριμον. |
| π 79 | Παλλήνη: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδες. |
| π 80 | Παλληνικὸν βλέπειν: ἀντὶ τοῦ γενναῖον. Παλλήνη δὲ δῆμος τῆς Ἀττικῆς, ἔνθα Πεισιστράτῳ βουλομένῳ τυραννεῖν καὶ Ἀθηναίοις μὴ βουλομένοις συνέστη πόλεμος. βλέπειν δὲ Παλληνικὸν βούλεται εἰπεῖν ὠμῶς διακεῖσθαι καὶ τραχέως ἔχειν πρὸς τὸν ἐχθρόν, ὡς πάλαι πρὸς Πεισίστρατον τὸν τύραννον, ἡνίκα συνεστήσαμεν ἐν Παλλήνῃ τὴν μάχην. ἢ Βαλλήνη, κατὰ συγγένειαν τοῦ β πρὸς τὸ π, παρὰ τὸ βάλ‐ λειν λίθοις. θέλει γὰρ εἰπεῖν, ὅτι δεῖ ζητεῖν τὸν ἐχθρὸν καὶ λιθο‐ λευστεῖν αὐτόν. |
| π 81 | Παλίγκοτος: ὀργίλος, στυγνός, φοβερός, ἐναντίος. Ἀριστο‐ φάνης· μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν, ἤγουν μὴ ἐξ ὑποστροφῆς ὀργισθῇς καὶ πάλιν μετανοήσῃς, ἐφ’ οἷς ἡμᾶς εὐεργετεῖν διέγνως. καὶ ἐν Ἐπιγράμμασι· Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· ἓν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας. |
| π 82 | Παλίγκυρτος: ἁλιευτικὸν ἀγγεῖον. Πολύβιος· τῶν γὰρ πο‐ λεμίων αὐτομάτως καθάπερ ἐς παλίγκυρτον αὑτοὺς καθεικότων, δυνά‐ μενος κρατῆσαι τῶν ἐχθρῶν τούτους παρέλιπε. |
| π 83 | Παλίλλογα: παλισύλλεκτα. |
| π 84 | Παλιλλογία: ταυτολογία. |
| π 85 | Παλιμβαλής: ὁ ἀνάταυρα πεσών. ὁ ὕπτιος. |
| π 86 | Παλίμβιος: ὡς ἐξ ἀναβιώσεως. |
| π 87 | Παλιμβολία: ἡ εὐμετάβλητος γνώμη. Ἀγαθίας· τῶν δὲ στρα‐ τηγῶν πολλὴ μὲν ὑπῆρχε παράταξις, πολλαὶ δὲ φρουραὶ καὶ ἀγρυπνίαι καὶ ἀνὰ τὰ πλήθη περινοστήσεις, ἐλπὶς καὶ δέος καὶ παλιμβολία. |
| π 88 | Παλίμβολον: ἀβέβαιον, ἄπιστον. τὸ γὰρ Σκυθικὸν εἶναι παλίμ‐ βολον. |
| π 89 | Παλίμβολος: ἀδόκιμος, εὐμετάβολος, ἀνελεύθερος. Κλήμης. δύ‐ ναται καὶ ἀντὶ τοῦ παλίμβολος ἐναντιόβολος, ἐναντιογνώμων, ὡς καὶ παλίνδης ὄνομα. |
| π 90 | Παλιμπετής: ὀπισθόρμητος. |
| π 91 | Παλίμφημα: δύσφημα, κακά, ἐναντία. |
| π 92 | Παλινάγγελος: ὀπίσω ἐπανελθὼν ἄγγελος. |
| π 93 | Παλινάγρετον: πάλιν καὶ αὖθις ὑστερόληπτον. ἢ ἀφ’ οὗ δύ‐ ναταί τις πάλιν διεγερθῆναι. |
| π 94 | Παλιγκάπηλος: ὁ μεταπράτης. |
| π 95 | Παλινδικεῖ: ἐπισυνάπτει δίκην. καὶ παλινδικίαν διδοὺς τοῖς ἀδίκως καταδικασθεῖσι. |
| π 96 | Παλίνδρομος: ὀπισθόρμητος. πέμψας αὐτῷ μνᾶς εἴκοσι πα‐ λινδρόμους ἀπέλαβε. |
| π 97 | Παλινδρομῶν: ὑποστρέφων. |
| π 98 | Παλιναίρετα: τὰ ἐπεσκευασμένα, καὶ οἷον ἐπίγναφα· οὐ καινὰ δέ, οὐδὲ ὑγιῆ. |
| π 99 | Παλιναίρετος· Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλο‐ φορηθέντος ἐνδείξει. μήποτε δὲ αἱρετὸν λέγει ὁ ῥήτωρ τὸν Πολύευκ‐ τον, ἐπειδήπερ συκοφαντῶν τινας, ἔπειτα λαμβάνων δῶρα, τούτοις αὐτοῖς ἐβοήθει· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο καὶ διὰ τοῦτο ἐκω‐ λύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν, ἣν ὤφειλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν. ἐκάλουν δὲ τοὺς τοιούτους παλιναιρέτους· ἀλλὰ καὶ τοὺς ἀποχειροτονηθέντας ἀρχήν τινα ἄρχειν καὶ πάλιν χειρο‐ τονηθέντας. Πίνδαρος δὲ ἐν Διθυράμβοις ἐπὶ τῶν καθαιρεθέντων οἰκο‐ δομημάτων καὶ ἀνοικοδομηθέντων ἐχρήσατο τῇ λέξει. |
| π 100 | Παλινοδία: ἐναντία ὁδός. Παλινῳδία δὲ ἐναντία ᾠδή, ἢ τὸ τὰ ἐναντία εἰπεῖν τοῖς προτέροις. καὶ ῥῆμα Παλινῳδῶ. καὶ παροιμία· ᾌδων παλινῳδίαν. |
| π 101 | Παλίνορσος: ὀπισθόρμητος. |
| π 102 | Παλινοστήσας: ἐπανελθών. |
| π 103 | Παλίνωρον: παλινόρμητον. διπλοῦν ἐποίησε τὸ ἀνάπαλιν ὁρ‐ μώμενον ποιεῖν. Ἀριστοφάνης· τὸ σφυρὸν παλίνωρον ἐξεκόκκισε. |
| π 104 | Παλίνσκιον: Ἰσαῖος μὲν ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ ἀντὶ τοῦ σκοτεινόν. καὶ Σοφοκλῆς· χειμῶνι παλινσκίῳ. ἀντὶ τοῦ ζοφερῷ. |
| π 105 | Παλινσκίῳ: σκοτεινῷ· τὸ γὰρ πάλιν ἐπίτασιν δηλοῖ, ὡς πα‐ λιγκάπηλος καὶ παλίμπρατος. ἡ κοινὴ συνήθεια παλίνσκια λέγει τὰ μὴ ὑπὸ τοῦ ἡλίου θερμαινόμενα πεδία. |
| π 106 | Παλιντράπελον: ἀντίστροφον, ἐναντίον, ἀντεστραμμένον. |
| π 107 | Παλιντριβῆ· Σοφοκλῆς· πῶς οὐδὲν κακὸν ἀπώλετο. ἀλλ’ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες, καί πως τὰ μὲν πανοῦργα καὶ παλιν‐ τριβῆ χαίρους’ ἀναστρέφοντες ἐξ ᾅδου, τὰ δὲ δίκαια καὶ χρήστ’ ἀπο‐ στέλλους’ ἀεί. |
| π 108 | Παλίντροπος: ὀπισθόρμητος. γυμνὸν ἰδοῦσα Λάκαινα παλίν‐ τροπον ἐκ πολέμοιο παῖδ’ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα. |
| π 109 | Παλίουρος: εἶδος φυτοῦ ἀκανθώδους. |
| π 110 | Παλίωξις: ἡ ἐξ ἐπιστροφῆς δίωξις· ὅταν οἱ φεύγοντες μετα‐ βαλλόμενοι διώκωσιν. Ἀγαθίας· οἱ δὲ Ῥωμαῖοι σφᾶς αὐτοὺς ἐξελί‐ ξαντες ὑπηντίαζον τοῖς διώκουσιν ἀντιμέτωποι καὶ παίοντες ἀφειδῶς ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώρει. |
| π 111 | Παλιρρόθιον: εἰς τοὐπίσω ἐφωρμηκός. |
| π 112 | Παλίρροια. |
| π 113 | Παλμικὸν οἰώνισμα· ὅπερ Ποσειδώνιος συνεγράψατο· οἷον ἐὰν πάλλῃ ὁ δεξιὸς ὀφθαλμός, τόδε σημαίνει. |
| π 114 | Παλμουλάριος: ὄνομα κύριον. |
| π 115 | Παλλόμενον: ἁλλόμενον, πληρούμενον. |
| π 116 | Πάλος: κλῆρος. ὁ δὲ Δαρεῖος τούτους κελεύει πάλλεσθαι· παλλομένων δέ, λαγχάνει ἐκ πάντων Βαγαῖος. |
| π 117 | Παλμός: τρόμος, σεισμός. |
| π 118 | Παλτά: τὰ δόρατα. ὁ δὲ Κῦρος ἀναβὰς ἐπὶ τὸν ἵππον τὰ παλτὰ ἐπὶ τὰς χεῖρας ἔλαβε. καὶ Ἀρριανός· ἐξηκόντιζον εἰς τοὺς προμα‐ χομένους τοῦ τείχους, οἱ μὲν παλτά, οἱ δὲ λίθους, οἱ δὲ τοξεύματα. ἐν δὲ τῇ δεξιᾷ ἔχων παλτὸν ὡς ἑξάπηχυ, ἔμπροσθεν μὲν λόγχην ἔχον, ὄπισθεν δὲ αὐτοῦ τοῦ ξύλου σφαιροειδές. |
| π 119 | Παλτάρια: σεμίδαλις. |
| π 120 | Παλυνομένης: λευκαινομένης. τῆς χώρας τῶν Σκυθῶν θαμὰ νιφετῷ παλυνομένης. |
| π 121 | Παμμάχιον: παγκράτιον. |
| π 122 | Πάμβαξ καὶ Παμβακίς: τὸ παρὰ πολλοῖς λεγόμενον βαμ‐ βάκιον. καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων. |
| π 123 | Πάμβορον: κάκοσμον. Ἰώσηπος· τὸ πάμβορον γεγενήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ. τὸν λέοντα σημαίνων καὶ κηρία μέλιτος. |
| π 124 | Παμβορώτατον. |
| π 125 | Παμβωτάδες· Παμβῶται δῆμος τῆς Ἐρεχθηΐδος. |
| π 126 | Παμμήστορα: πάντων τεχνίτην. |
| π 127 | Πάμπαν: παντελῶς. Δράκων δὲ ὁ Στρατονικεὺς συναλοιφὴν εἶναί φησιν ἐκ τοῦ. παντάπασι. |
| π 128 | Παμπήδην: παντελῶς. |
| π 129 | Παμπησίαν: πᾶσαν τὴν κτῆσιν. σὺ δ’, ὦ Σίκων καὶ Ξενό‐ φαντες, αἴρεσθε τὴν παμπησίαν. |
| π 130 | Παμπόλη: ὄνομα πόλεως. |
| π 131 | Παμπόλλη: ἡ πολλὴ καὶ ποικίλη. |
| π 132 | Πάμπλειστος. |
| π 133 | Παμπλήγδην. |
| π 134 | Παμπληθεί· καὶ Πάμπληθες, ἀντὶ τοῦ πολύ. |
| π 135 | Παμπληθεῖς: πάνυ πολλάς. |
| π 136 | Παμπρέπιος, Πανοπολίτης, ἐπῶν ποιητής, ἀκμάσας κατὰ Ζή‐ νωνα τὸν βασιλέα. ἔγραψεν Ἐτυμολογιῶν ἀπόδοσιν, Ἰσαυρικὰ κατα‐ λογάδην. |
| π 137 | Παμπρέπιος· οὗτος μέγα παρὰ Ζήνωνι ἐδυνήθη· γένος μὲν ὢν Θηβαῖος τῶν κατὰ τὴν Αἴγυπτον, φύσει δὲ πρὸς ἅπαντα δεξιᾷ χρησάμενος ἔρχεται εἰς Ἀθήνας, καὶ παρὰ τῆς πόλεως γραμματικὸς αἱρεθεὶς συχνά τε ἐπαίδευσεν ἔτη καὶ ἐπαιδεύθη ὁμοῦ, ὅσα ἦν σοφώ‐ τερα, ὑπὸ τῷ μεγάλῳ Πρόκλῳ. διαβολῆς δὲ αὐτῷ πρὸς Θεαγένην τινὰ τῶν ἐκεῖ γενομένων συστάσης, ὑβρισθεὶς ὑπ’ ἐκείνου καὶ μείζονος ἢ ἐχρῆν διδάσκαλον ὑπ’ αὐτοῦ πειραθεὶς σκευωρίας ἦλθεν ἐς Βυζάντιον, τὰ μὲν ἄλλα ἀγαθὸς καὶ χρηστὸς φαινόμενος, ὡς δὲ ἐν Χριστιανοὺς πάντας ἐχούσῃ πόλει τὸ Ἑλληνικὸν αὐτοῦ τῆς θρησκείας οὐκ ἔχον ὑπόκρισιν, ἀλλὰ μετὰ παρρησίας προδήλως δεικνύμενον, εἰς τὴν τοῦ καὶ ἕτερα τῆς ἀρρήτου σοφίας εἰδέναι ὑπόνοιαν ἦγε. συσταθέντα δὲ αὐτὸν ὁ Ἴλλους μάγιστρος ἡδέως δέχεται, καί τι καὶ δημοσίᾳ ποίημα ἀναγνόντα λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε, τὴν μὲν αὐτὸς ἰδίᾳ, τὴν δὲ ὡς διδασκάλῳ καὶ ἐκ τοῦ δημοσίου. καὶ ἀπελθόντος δὲ αὐτοῦ ἐπὶ τὴν Ἰσαυρίαν, οἱ βασκαίνοντες αὐτῷ συνθέντες διαβολὴν τήν τε ἐκ τῆς θρησκείας καὶ ὅτι μαγγανεύοι καὶ μαντεύοιτο τῷ Ἴλλου κατὰ τοῦ βασιλέως, πείθουσι τὸν Ζήνωνα καὶ τὴν Βηρίναν τότε μέ‐ γιστα δυναμένην τῆς πόλεως ἐκπέμψαι. καὶ ὁ μὲν ἐς Πέργαμον ἔρ‐ χεται τῆς Μυσίας· Ἴλλους δὲ πυθόμενος κατὰ τὴν αὐτοῦ πρόφασιν ἐληλάσθαι τὸν ἄνδρα, πέμψας ἀναλαμβάνει αὐτὸν ἐς Ἰσαυρίαν καὶ σύμβουλόν τε αὐτὸν καὶ σύνοικον ποιεῖται, καί, ἦν γὰρ πολιτικῆς συν‐ έσεως ἔμπλεως, καὶ τὰ τῆς ἀρχῆς αὐτῷ πρὸς ἃ μὴ σχολὴν ἦγε διοι‐ κεῖν ἐπέτρεπεν, ἐλθών τε ἐς Βυζάντιον συμπαρέλαβεν αὐτόν. καὶ ὅτε ἐγένετο ἡ Μαρκιανοῦ σύστασις, ἀποροῦντα τὸν Ἴλλουν αὐτὸς ἐπε‐ θάρσυνε, καὶ τοσοῦτόν γε εἰπὼν ὅτι τὰ τῆς προνοίας μεθ’ ἡμῶν ἐστι τεταγμένα, παρέσχεν ὑποψίαν τοῖς τότε ὑπακούσασιν ὡς ἔκ τινος ἀδήλου ταῦτα θειάζοι προγνώσεως. καὶ ἐκβάντος, ὥσπερ δὴ καὶ ἐξέβη, τοῦ τέλους, πρὸς τὴν τύχην τὸν λόγον ἐκείνου συμβάλλοντες, αὐτὸν πάντων αἴτιον, οἷα φιλεῖ ὅμιλος, μόνον ὑπελάμβανον τῶν παραδόξως αὐτοῖς ἀποβαίνειν δοκούντων. οὕτω μὲν οἱ σώφρονες περὶ αὐτοῦ εἴκαζον. εἰ δέ τι καὶ ἄλλο ἦν, οὔτε ἰσχυρῶς ἀνελεῖν οὔτε πείθεσθαι ἔχω· ἀλλ’ ὁμοίως καὶ μέγα καὶ ἐλάχιστον αὐτῷ πρώτῳ ἀνεκοινοῦτο. καὶ τότε τοίνυν αὐτὸν λαβὼν ἐς Νίκαιαν ἧκε χειμάσων, εἴτε τὴν ἐκ τοῦ δήμου δυσχέρειαν ἐκκλίνων εἴτε ἐπὶ ταῖς σφαγαῖς τὸν ἔχοντα τὴν πόλιν ἐκτρέπεσθαι δαίμονα πρὸς ὀλίγον ἐθέλων. ὅτι ὁ Ἴλλους, φιλολόγος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστα‐ τος ὤφθη, Μάριος ἔφη, δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώ‐ τως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατ’ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομ‐ ψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμερι‐ μνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παρα‐ μυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατ’ ἐκλογὴν ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπ‐ τιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδά‐ σκαλον ἔστησαν. ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος, ἁμιλλώμενος ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τῆς δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώ‐ τατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Πλουτάρχου τε τοῦ Ἱερίου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλεξαν‐ δρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα δι‐ δάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς. |
| π 138 | Παμφαής: ἡ πᾶσι φαίνουσα φαιδρότης. |
| π 139 | Παμφίλη, Ἐπιδαυρία, σοφή, θυγάτηρ Σωτηρίδου, οὗ λέγεται εἶναι καὶ τὰ συντάγματα, ὡς Διονύσιος ἐν τῷ λʹ τῆς Μουσικῆς ἱστο‐ ρίας· ὡς δὲ ἕτεροι γεγράφασι Σωκρατίδα τοῦ ἀνδρὸς αὐτῆς. Ἱστορικὰ ὑπομνήματα ἐν βιβλίοις λγʹ, Ἐπιτομὴν τῶν Κτησίου ἐν βιβλίοις γʹ, ἐπιτομὰς ἱστοριῶν τε καὶ ἑτέρων βιβλίων παμπλείστας, Περὶ ἀμφισβη‐ τήσεων, Περὶ ἀφροδισίων καὶ ἄλλων πολλῶν. |
| π 140 | Παμφιλίδας, Ῥοδίων ναύαρχος· ὃς ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ Πασιστράτου, διὰ τὸ βαθύτερος φύσει καὶ στασιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν. ἀγαθοὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ’ ἐκ τῶν συμ‐ βαινόντων ποιεῖσθαι τὰς διαλήψεις. |
| π 141 | Πάμφιλος, Ἀμφιπολίτης ἢ Σικυώνιος ἢ Νικοπολίτης, φιλόσοφος, ὁ ἐπικληθεὶς Φιλοπράγματος. Εἰκόνας κατὰ στοιχεῖον, Τέχνην γραμ‐ ματικήν, Περὶ γραφικῆς καὶ ζωγράφων ἐνδόξων, Γεωργικὰ βιβλία γʹ. |
| π 142 | Πάμφιλος, Ἀλεξανδρεύς, γραμματικὸς Ἀριστάρχειος. ἔγραψε Λειμῶνα· ἔστι δὲ ποικίλων περιοχή, Περὶ γλωσσῶν ἤτοι λέξεων βιβλία Ϟεʹ· ἔστι δὲ ἀπὸ τοῦ ε στοιχείου ἕως τοῦ ω· τὰ γὰρ ἀπὸ τοῦ α μέχρι τοῦ δ Ζωπυρίων ἐπεποιήκει. Εἰς τὰ Νικάνδρου ἀνεξήγητα καὶ τὰ καλούμενα Ὀπικά, Τέχνην κριτικήν, καὶ ἄλλα πλεῖστα γραμματικά. |
| π 143 | Πάμφιλος· οὗτος ἀεὶ ἔμμετρα ἔλεγεν ἐν τοῖς πότοις. ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος. ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω. οὕτως Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. |
| π 144 | Πάμφιλος, δημαγωγὸς Ἀθήνησι. καὶ ἔκλεπτε τὰ τοῦ δήμου καὶ φωραθεὶς ἐπ’ αὐτοφώρῳ κατελύθη, ὥς φησιν Ἀριστοφάνης. |
| π 145 | Πάμφορος: παντοῖα φέρων. |
| π 146 | Πάμψυχος: ὁ Ἀμφιάραος, ὅτι πασῶν ψυχῶν ἀνάσσει ἐν ᾅδου· ἢ ὁ διασώσας πᾶσαν τὴν ἑαυτοῦ ψυχήν· ἢ ὁ διαπαντὸς τὴν ψυχὴν σῴζων, ὅ ἐστιν ἀθάνατος. |
| π 147 | Πάν: ὄνομα θεοῦ Ἑλληνικοῦ. τραγοσκελής. φιλέρημος, ἀπράγ‐ μων καὶ πόνον ἔχων νεβρίδιον, καὶ καλαυρόπιον καὶ συρίγγιον. καὶ ζήτει περὶ τούτου ἐν τῷ ἁλίπλαγκτος. |
| π 148 | Πάν, Πανός. ὅτι Αἴσωπος, ὁ Μιθριδάτου ἀναγνώστης, ἔγραψε περὶ Ἑλένης· ἐν ᾧ φησι Πᾶνα ἰχθὺν καλεῖσθαι κητώδη. ἐν τούτῳ δὲ τὸν ἀστερίτην λίθον εὑ‐ ρίσκεσθαι, ὃς ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸς φίλτρα. |
| π 149 | Πᾶν· τὸ πᾶν ἐστιν ὅ τε κόσμος καὶ καθ’ ἕτερον τρόπον τὸ ἐκ τοῦ κόσμου καὶ τοῦ ἔξωθεν κενοῦ συστήματος. ὁ μὲν οὖν κόσμος πεπερασμένος ἐστί, τὸ δὲ κενὸν ἄπειρον. τῶν δὲ ἀστέρων τὰ μὲν ἀπλανῆ συμφέρεσθαι τῷ οὐρανῷ τὰ δὲ πλανώμενα κατ’ ἰδίας κινήσεις κινεῖσθαι. τὸν δὲ ἥλιον λοξὴν τὴν πορείαν ποιεῖσθαι διὰ τοῦ ζωδιακοῦ κύκλου, ὁμοίως τε τὴν σελήνην ἑλικοειδῆ. εἶναι δὲ τὸν μὲν ἥλιον εἰλικρινὲς πῦρ καὶ μείζονα τῆς γῆς καὶ σφαιροειδῆ, ἀναλόγως τῷ κόσμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸς πάντα ποιεῖ· μείζω δὲ τῆς γῆς τῷ πᾶσαν ὑπ’ αὐτοῦ φωτίζεσθαι, ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τῷ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἐπιβάλλειν τὸ μείζονα εἶναι σημαίνει· πάντοθεν δὲ βλέπεσθαι διὰ τὸ μέγεθος. γεωδεστέραν δὲ τὴν σελήνην, ἅτε καὶ προσγειοτέραν οὖσαν. τρέφεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὲν ἥλιον ἐκ μεγάλης θαλάττης νωθρὸν ὄντα ἄναμμα· τὴν δὲ σελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουσαν καὶ πρόσγειον οὖσαν· τὰ δὲ ἄλλα ἀπὸ γῆς. δοκεῖ δὲ αὐτοῖς σφαιροειδῆ εἶναι καὶ τὰ ἄστρα καὶ τὴν γῆν ἀκίνητον οὖσαν. τὴν δὲ σελήνην οὐκ ἴδιον ἔχειν φῶς, ἀλλ’ ἀπὸ ἡλίου λαμβάνειν ἐπιλαμπομένην. ἐκλείπειν δὲ τὸν ἥλιον, ἐπιπροσθούσης αὐτῷ τῆς σελήνης κατὰ τὸ ἐφ’ ἡμᾶς μέρος. φαίνεται γὰρ ὑπερχομένη ταῖς συνόδοις καὶ ἀποκρύπτουσα αὐτὸν καὶ πάλιν παραλλάττουσα· γνωρίζεται δὲ τοῦτο διὰ λεκάνης ὕδωρ ἐχούσης. τὴν δὲ σελήνην ἐμπίπτουσαν εἰς τὸ τῆς γῆς ἀποσκίασμα· ὅθεν καὶ ταῖς πανσέληνοις ἐκλείπειν, καίπερ κατὰ διάμετρον ἱσταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὅτι κατὰ λοξοῦ ὡς πρὸς τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει, ἢ βορειοτέρα ἢ νοτιωτέρα γινομένη. ὅταν μέντοι τὸ πλάτος αὐτῆς κατὰ τῶν ἡλιακῶν καὶ τῶν διὰ μέσων γένηται, εἶτα διαμετρήσῃ τὸν ἥλιον, τότε ἐκλείπει. γίνεται δὲ τὸ πλάτος αὐτῆς κατὰ τῶν ἡλιακῶν καὶ τῶν διὰ μέσων ἐν Χηλαῖς καὶ Σκορπίῳ καὶ Κριῷ καὶ Ταύρῳ. |
| π 150 | Παναγές: καθαρόν· ἄγος γὰρ καὶ ἁγνεία καὶ μύσος, κατ’ ἀντί‐ φρασιν. ἡ δὲ ἔθει καὶ πᾶσαι μετ’ αὐτῆς ἀρρηφόροι καὶ παναγεῖς γυ‐ ναῖκες, καὶ πολὺν χρόνον ἔκπληξις αὐτοὺς κατεῖχε καὶ σκότος. |
| π 151 | Παναθήναια: Ἀθήνησιν ἑορτὴ ἐπὶ τῷ ὑπὸ Θησέως γενομένῳ συνοικισμῷ. πρῶτον ὑπὸ Ἐριχθονίου, τοῦ Ἡφαίστου καὶ τῆς Ἀθηνᾶς, ὕστερον δὲ ὑπὸ Θησέως συναγαγόντος τοὺς δήμους εἰς ἄστυ. ἄγεται δὲ ὁ ἀγὼν διὰ πέντε ἐτῶν. καὶ ἀγωνίζεται παῖς Ἴσθμια, οὐ πρεσβύ‐ τερος, καὶ ἀγένειος καὶ ἀνήρ. τῷ δὲ νικῶντι δίδοται ἆθλον ἔλαιον ἀμφιφορεῦσι, καὶ ὁ νικῶν στεφανοῦται ἐλαίᾳ πλεκτῇ. |
| π 152 | Παναθήναια: διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ’ ἕκαστον ἐνιαυτόν, τὰ δὲ διὰ πενταετηρίδος, ἃ καὶ μεγάλα ἐκάλουν. ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου. τὰ δὲ Πανα‐ θήναια πρότερον Ἀθήναια ἐκαλοῦντο. |
| π 153 | Πανάκεια: θεραπεία. καὶ ὄνομα θεᾶς. |
| π 154 | Πάνακτος: πόλις μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας. Θου‐ κυδίδης δὲ καὶ οὐδετέρως καλεῖ τὸ χωρίον, Μένανδρος δὲ ἀρρενικῶς. |
| π 155 | Παναλκές: ἰσχυρότατον. |
| π 156 | Πανάνυτον: πάντα δυνατόν. |
| π 157 | Παναώριος· ἐν Ἐπιγράμμασι· καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη. πρὸ τῆς ὥρας. |
| π 158 | Πανάπυστος: ἀνήκοος. |
| π 159 | Παναριστίδης: ὄνομα κύριον. |
| π 160 | Πανάρεια. |
| π 161 | Παναρκέος: τοῦ μεγάλου καὶ δυνατοῦ. ἡλίου δὲ παναρκέος. τοῦ πανταχῆ λάμποντος. |
| π 162 | Παναρμόνιον: πάντοθεν ἡρμοσμένον. |
| π 163 | Παναρμόνιον: ἐξ ὅλου τεταγμένον· ἁρμονία γὰρ ἡ εὔτακτος ἀκολουθία. |
| π 164 | Παναυγές: πάνυ λαμπρόν. |
| π 165 | Πανδαμάτωρ: πάντας ὑποτάσσων. |
| π 166 | Πανδαισία. ὡς καλὸν ὦ Πόσειδον, τὸ στῖφος αὐτῶν καὶ πυκνὸν καὶ γοργὸν, ὥσπερ μᾶζα καὶ πανδαισία. |
| π 167 | Πανδαισία: ἡ δαψιλὴς καὶ κραταιὰ εὐωχία. μᾶζα δέ ἐστιν ὁ στριφνὸς ἄρτος. ἢ Πανδαισία ἐστίν, ὅταν δεῖπνον ἕκαστος αὑτῷ κομί‐ ζων κατατιθῆται, καὶ πάντες πάντων μετέχωσιν. ἢ Πανδαισία, ἡ πάντα ἔχουσα ἄφθονα καὶ μηδὲν ἐλλείπουσα ἐν τῇ δαιτί. |
| π 168 | Πανδαισίας: πολυτελοῦς τραπέζης, εὐωχίας. |
| π 169 | Πανδαίσιον: πολυτελὴς τράπεζα. |
| π 170 | Πανδέκται. οὐκ ἐπέστειλα, ἵνα μὴ εὐθύνας ὑπόσχω τοῖς παν‐ δέκταις, τοῖς ἀποσμιλεύουσι τὰ ὀνόματα. |
| π 171 | Πανδελετείους γνώμας: τουτέστι δυστρόπους. ἐπεὶ Πανδέ‐ λετος συκοφάντης ἦν καὶ φιλόδικος καὶ γράφων ψηφίσματα, καὶ ἦν εἷς τῶν περὶ τὰ δικαστήρια διατριβόντων. μέμνηται αὐτοῦ καὶ Κρα‐ τῖνος ἐν Χείρωσι. |
| π 172 | Πανδερκεῖς: πάντα ὁρῶντες. |
| π 173 | Πάνδεια: ἑορτή τις Ἀθήνησι μετὰ τὰ Διονύσια ἀγομένη. |
| π 174 | Πανδημεί· πότερον πανδημεὶ ἐξεληλάκασιν, ἢ τοὺς ἀπομάχους σφῶν οἴκοι κατέλιπον; πανδημεὶ δὲ καὶ παγγενῆ ἦλθον οἱ Λυδοὶ παρακαλοῦντες. |
| π 175 | Πάνδημος Ἀφροδίτη: οὕτως ἐκάλουν τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τοπαλαιὸν, ἃς ἐκάλουν ἀγοράς. ἔστι δὲ τὸ πάνδημον πάγκοινον. |
| π 176 | Πανδήμου: παντὸς τοῦ πλήθους, ἢ παντὸς τοῦ δημώδους καὶ ἀγελαίου ὄχλου. Ἑταίρα ὄνομα, οὐκ ἐκ τοῦ πανδήμου καὶ ἀσελγοῦς ἐπιτηδεύματος. |
| π 177 | Πανδιωνίς: μία τῶν δέκα φυλῶν παρὰ Ἀθηναίοις, ἀπὸ Παν‐ δίωνος τοῦ Ἐριχθονίου κληθεῖσα. |
| π 178 | Πανδοκεύτρια: ἡ καπηλίς· παρὰ τὸ δέχεσθαι πάντας. εἴρη‐ ται δὲ καπηλὶς παρὰ τὸ κακύνειν τὸν πηλόν· πηλὸς δὲ ὁ οἶνος. ὅθεν καὶ ἄμπελος, οἱονεὶ ἔμπελος οὖσα, ἡ ἐν αὑτῇ ἔχουσα τὸν πηλόν. |
| π 179 | Πάνδοκοι: αἱ πάντας ὑποδεχόμεναι. τοῦτο δὲ ἴσασιν ἤδη περιφερόμενον καὶ αἱ πάνδοκοι γρᾶες. καὶ Πανδοκεῖον, τὸ πάντας ὑποδεχόμενον οἴκημα. |
| π 180 | Πανδοσία: πόλις μία τῶν ἐν Κασωπίᾳ. |
| π 181 | Πανδούρα: μάχαιρα κρεωκόπος. ἡ πηκτίς. ζήτει ἐν τῷ πηκτίς. |
| π 182 | Πάνδροσος: ὄνομα γυναικός. |
| π 183 | Παναίτιος, Ῥόδιος, ὁ πρεσβύτης, φιλόσοφος· οὗ πολὺς ἐν φι‐ λοσόφοις λόγος. φέρεται αὐτοῦ βιβλία φιλόσοφα πλεῖστα. |
| π 184 | Παναίτιος, ὁ νεώτερος, Νικαγόρου, Ῥόδιος, φιλόσοφος Στωϊ‐ κός, Διογένους γνώριμος, ὃς καθηγήσατο καὶ Σκηπίωνος τοῦ ἐπικλη‐ θέντος Ἀφρικανοῦ μετὰ Πολύβιον Μεγαλοπολίτην. ἐτελεύτησε δ’ ἐν Ἀθήναις. |
| π 185 | Παναίτιος, μάγειρος μικροφυὴς ἦν. διαβάλλει δὲ αὐτὸν Ἀριστοφάνης ὡς καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναστεύετο γὰρ ὑπ’ αὐτῆς με‐ γάλης οὔσης. |
| π 186 | Πάνεμος: ὄνομα μηνός. ὁ Ἰούλιος παρὰ Μακεδόσιν. |
| π 187 | Πάνθειον: τόπος. ἀνὰ τὸ πεδίον τῆς Ῥωμαίων νεὼς ἦν κοινὸς πάντων τῶν θεῶν. Πάνθειον αὐτὸν ἐκάλουν οἱ ἐπιχώριοι. |
| π 188 | Πάνθηρ: ὄνομα κύριον. |
| π 189 | Πάνθηρα. |
| π 190 | Πάνθιος: ὄνομα κύριον. |
| π 191 | Πάνθ’ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή: ἡ Ῥοδῶπις ἑταίρα ἐγένετο. τοὺς οὖν πολὺ ἀπολέσαντας ἀργύριον, τὸ διάφορον τῆς μίξεως πρὸς τὰς ἄλλας γυναῖκας συνορῶντας, ἐπιφωνεῖν τὸ λεγόμενον. |
| π 192 | Πάνθ’ ὅς’ ἂν θεὸς θέλῃ χ’ ἡ τύχη κατορθοῖ, χωρεῖ κατὰ νοῦν, ἕτερον ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ: τουτέστιν ὁπόσα ἂν θελήσῃ ὁ θεὸς καὶ ἡ τύχη κατορθοῖ, ταῦτα χωρεῖ κατὰ νοῦν. |
| π 193 | Πάνθοος: ὄνομα κύριον. |
| π 194 | Πάνθους: πανθέατος. |
| π 195 | Πανθοίδης: ὁ τοῦ Πάνθου. |
| π 196 | Πανθοινεί: ἐπίρρημα. |
| π 197 | Πανθοίνην: πανδαισίαν. Βάβριος· λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην, ἔγκατα λαφύσσων, μυελὸν ὀστέων πίνων καὶ σπλάγχνα δάπτων. λέγεται καὶ Πανθοινία. βούλομαι ἑστιάσαι σε πανθοινίαν. |
| π 198 | Πάνθ’ ὑπὸ μηνιθμόν: ἤτοι μετὰ πάσης μήνιδος καὶ χόλου, ἢ κατὰ πάντα τὸν τῆς μήνιδος χρόνον. |
| π 199 | Πάνθυτα: πανσέβαστα. πάνθυτα θέσμι’ ἐξήνυσε. πανσέβαστα νόμιμα ἐξεπλήρωσε. |
| π 200 | Πανηγυρίζω· δοτικῇ. |
| π 201 | Πανικῷ δείματι: τοῦτο γίνεται ἐπὶ τῶν στρατοπέδων, ἡνίκα αἰφνίδιον οἵ τε ἵπποι καὶ οἱ ἄνθρωποι ἐκταραχθῶσι, μηδεμιᾶς αἰτίας προφανείσης. τῷ δὲ Πανὶ εἰώθεισαν ὀργιάζειν αἱ γυναῖκες μετὰ κραυγῆς. καὶ Μένανδρος ἐν Δυσκόλῳ, σιωπῇ φησι τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι. ἢ ὅτι τὰ ἄνευ αἰτίας τῷ Πανὶ ἀνετίθεσαν· δοξά‐ ζεται γὰρ πολεμίων ἔφοδος εἶναι· καὶ ἀναλαμβάνοντες ὅπλα ὑπὸ ταραχῆς, ἀνθιστάμενοι ἀλλήλοις μάχονται. ἐν Ἐπιγράμμασι· Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον. τοῦτο γίνεται περὶ τοὺς πολέμους· Θεοδώρου τοῦ Ῥοδίων στρατηγοῦ ἐν ὑπομνήμασι λέγοντος, ὅτι κράτιστόν ἐστιν ἐν τοῖς τοιούτοις καιροῖς μένειν ἐπὶ τῶν ὅπλων καὶ τὴν ἡσυχίαν ἔχειν· αὐτός τε περιθέων ἐβόα καὶ διὰ τῶν ὑπηρετῶν παρήγγειλε μένειν ἐν ταῖς σκηναῖς καθωπλισμένους ἅπαντας. καὶ παροιμία. |
| π 202 | Πάνιον: ὄνομα τόπου. ἔνθα καὶ κάστρον παρὰ αἰγιαλῷ, ὃ λέγεται Πάνιον, πρὸς τοῖς τῆς Ἡρακλείας μέρεσι. |
| π 203 | Πανιώνιος κρατήρ. |
| π 204 | Πανόλβιος, ἐπῶν ποιητής. ἔγραψε διάφορα καὶ πρὸς Αἰθέριον μετὰ τὴν νόσον δι’ ἐπῶν· καὶ πρὸς Ἐρύθριον καὶ πρὸς Δωρόθεον ἡγεμόνα καὶ κόμητα· καὶ εἰς Ἀφθόνιον κόμητα· καὶ ἐπιτάφιον Ὑπα‐ τίας θυγατρὸς Ἐρυθρίου. |
| π 205 | Πανομφαίῳ: ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφαίνεται. |
| π 206 | Παννονία: χώρα. |
| π 207 | Πανοπεύς. |
| π 208 | Πανόπη: ὄνομα. καὶ Πανοπηϊάδης, πατρωνυμικόν. |
| π 209 | Πανόπτης: πολυόφθαλμος. |
| π 210 | Πανόπτρια. |
| π 211 | Πανοσπρία: ἡ ἐκ τῶν ὀσπρίων μῖξις. |
| π 212 | Πανοῦργος: ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος. λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστάμενος. τὸ δὲ Πανοῦργε ἡμεῖς μὲν μετριώτερόν φαμεν, Ἀττικοὶ δὲ ἐπὶ σφοδραῖς βλασφημίαις. Ἀριστοφάνης· πανοῦργον, καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ’ ἐρῶ· καὶ γὰρ οὗτος ἦν πολλάκις τῆς ἡμέρας πανοῦργος. καὶ Πανουρ‐ γιππαρχίδας. τούτους κωμῳδεῖ ὡς πανούργους, τὸν Τισαμενὸν καὶ τὸν Φαίνιππον καὶ τὸν Ἱππαρχίδην καὶ τὸν γέροντα τὸν φαλα‐ κρὸν καὶ τὸν Θεόδωρον, Διομειαλαζόνας δὲ ἀπὸ Διομείων τοῦ δή‐ μου, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου. ὅτι τὸν πανοῦργον εἰς τὸν φρόνιμον μεταλαμβάνουσι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια. |
| π 213 | Πανωλεθρία. καὶ Πανώλης, ὁ πανώλεθρος. |
| π 214 | Πανσελήνῳ· Ἀριστοφάνης φησὶ περὶ Κλεωνύμου· πόσου τὸν πρωκτὸν συνήγαγε; καί φησι, τῇ πανσελήνῳ. διότι οἱ Ἕλληνες πάντα πρὸς τὴν σελήνην ἔπραττον ἀποβλέποντες. Δάτιδος γοῦν καὶ Ἀντι‐ φέρνους στρατηγῶν τοῦ Περσῶν βασιλέως ἐς Μαραθῶνα ἐμβεβληκότων, περιέμενον τὴν πανσέληνον ἐπὶ τῷ τότε ἐξελθεῖν ἐπὶ τὸν πόλεμον. καὶ πρὶν τοὺς Λακεδαιμονίους παραγενέσθαι, κατώρθωσαν Ἀθηναῖοι τὸν πόλεμον. παίζει οὖν Ἀριστοφάνης διὰ τὸ ἔθος. |
| π 215 | Πανσθενέστατον: ἰσχυρότατον. |
| π 216 | Πανσπερμία: παγκαρπία. |
| π 217 | Πανστρατί: ὅλῳ τῷ στρατοπέδῳ. |
| π 218 | Πανσυδί: πανστρατιᾷ. καὶ Πανσυδίην. |
| π 219 | Πάντα ἐν ἐλάττονι θέμενοι ἀδεῶς ἐπόρθουν. |
| π 220 | Πάντ’ ἔχεις: πάντ’ ἔγνωκας. |
| π 221 | Πάντα κάλων σείειν: παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρω‐ μένων. παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα χαλώντων. |
| π 222 | Πάντα κινήσω πέτρον: ὁμοία τῇ πάντα λίθον κίνει· τοῦ Μαρδονίου ἡττηθέντος ἐν Πλαταιαῖς, φήμη κατεῖχεν, ὡς ἐν τῷ περι‐ βόλῳ τῆς σκηνῆς θησαυρὸν κατορύξας ἀπολελοίπει. πριάμενος οὖν Πολυκράτης ὁ Ἀθηναῖος τὸν τόπον πολὺν χρόνον ἐζήτει. ὡς δὲ οὐδὲν ἐπέραινε, πέμψας εἰς Δελφοὺς ἐπηρώτα, πῶς ἂν εὕροι. τὸν δὲ Ἀπόλλωνα ἀποκρίνασθαί φασι, πάντα λίθον κίνει. τὸ δέ, πάντα κάλων σείειν, ἀπὸ μεταφορᾶς τῶν τὰ ἄρμενα κινούντων. |
| π 223 | Πάντα λίθον κινεῖν: Πολυκράτει τῷ Θηβαίῳ χρησμὸς ἐξέπεσε πριαμένῳ τόπον ἔνθα Μαρδόνιος ἐσκήνωσεν, ὅτε Πέρσαι ἔφυγον, καὶ εὗρε χρυσόν. οἱ δὲ εἰρῆσθαί φασιν ἀπὸ τῶν τοὺς καρκίνους θηρευόν‐ των. |
| π 224 | Πάντα μὴ βούλου κρατεῖν: ἐπὶ τῶν εἰς πάντα εὐδαιμονεῖν βουλομένων. |
| π 225 | Πάντα ὀκτώ: οἱ μὲν Στησίχορόν φασιν ἐν Κατάνῃ ταφῆναι πολυτελῶς πρὸς ταῖς ἀπ’ αὐτοῦ Στησιχορείοις πύλαις λεγομέναις, καὶ τοῦ μνημείου ἔχοντος ὀκτὼ κίονας καὶ ὀκτὼ βαθμοὺς καὶ ὀκτὼ γωνίας. οἱ δέ, ὅτι Ἀλήτης κατὰ χρησμὸν τοὺς Κορινθίους συνοικίζων ὀκτὼ φυλὰς ἐποίησε τοὺς πολίτας καὶ ὀκτὼ μέρη τὴν πόλιν. |
| π 226 | Πανταχῆ: πάντα τρόπον. καὶ πανταχοῦ, ἐν παντὶ τόπῳ. καὶ πανταχόθι. πανταχοῖ δὲ καὶ πανταχόσε, εἰς πάντα τόπον. |
| π 227 | Πανταχῆ τὸν τόπον περισκεψάμενοι. καὶ πανταχοῦ γῆς. |
| π 228 | Πανταίνετος. |
| π 229 | Παντέλειαν: ὁλόκληρον. |
| π 230 | Παντευχία: πανοπλία. |
| π 231 | Παντικάπαιον: ὄνομα πόλεως. |
| π 232 | Παντὶ σθένει: ὅλῃ δυνάμει. |
| π 233 | Παντί τῳ: παντί τινι. |
| π 234 | Παντοδαής: ὁ πάντα εἰδώς. τίς ἔργον ἔρεξε τοσοῦτον, ὅσσον ὁ παντοδαὴς μήνυσε Δημόκριτος; |
| π 235 | Παντοδαπά: παντοῖα. |
| π 236 | Παντοδαπή, καὶ κλίνεται τῆς παντοδαπῆς. |
| π 237 | Παντοκρατορία. |
| π 238 | Παντοκράτωρ· παντοκράτορος ἐπὶ γενικῆς· καὶ ἐπὶ κλητικῆς ὦ παντοκράτορ. |
| π 239 | Παντολιγοχρόνιος: παντελῶς ὀλιγοχρόνιος. ἄρτι δὲ καὶ νύμφη παντολιγοχρόνιος. |
| π 240 | Παντομιγές: πολυειδές. εἴ πού τι χωρίον παντομιγές τε καὶ εὔκαρπον ὑπάρχοι, ὁ δεσπότης εὐθὺς συνήρπαστο, κατηγορίας πεπλασ‐ μένης εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένος· καὶ ὁ ἀδικούμενος ἠδικεῖτο, τοῦ ἀδικοῦντος κρίνοντος. |
| π 241 | Παντὸς μᾶλλον: ἀντὶ τοῦ πάντως. |
| π 242 | Πάντοσε: πανταχοῦ. |
| π 243 | Παντουργῷ: πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ· ἢ πανούργῳ καὶ ἀναιδεῖ. Σοφοκλῆς· φωτὶ παντουργῷ φρένας ἔπραξαν ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη. |
| π 244 | Πάντως: παντελῶς. οὐδὲ μνήμας σύγε πάντως νικήσεις. |
| π 245 | Παντοίας ἤδη μούσης πειραθέντες καθ’ ἑαυτούς: τουτ‐ έστι ποικίλης καὶ παντοδαπῆς. |
| π 246 | Πανοικί: ὅλῳ οἴκῳ. |
| π 247 | Πάνυ: λίαν. |
| π 248 | Πανύασις, Πολυάρχου, Ἁλικαρνασσεύς, τερατοσκόπος καὶ ποι‐ ητὴς ἐπῶν· ὃς σβεσθεῖσαν τὴν ποιητικὴν ἐπανήγαγε. Δοῦρις δὲ Διο‐ κλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον, ὁμοίως δὲ καὶ Ἡρόδοτος Θού‐ ριον. ἱστόρηται δὲ Πανύασις Ἡροδότου τοῦ ἱστορικοῦ ἐξάδελφος· γέγονε γὰρ Πανύασις Πολυάρχου, ὁ δὲ Ἡρόδοτος Λύξου τοῦ Πολυ‐ άρχου ἀδελφοῦ. τινὲς δὲ οὐ Λύξην, ἀλλὰ Ῥοιὼ τὴν μητέρα Ἡροδό‐ του, Πανυάσιδος ἀδελφήν, ἱστόρησαν. ὁ δὲ Πανύασις γέγονε κατὰ τὴν οηʹ ὀλυμπιάδα, κατὰ δέ τινας πολλῷ πρεσβύτερος· καὶ γὰρ ἦν ἐπὶ τῶν Περσικῶν. ἀνῃρέθη δὲ ὑπὸ Λυγδάμιδος τοῦ τρίτου τυραν‐ νήσαντος Ἁλικαρνασσοῦ. ἐν δὲ ποιηταῖς τάττεται μεθ’ Ὅμηρον, κατὰ δέ τινας καὶ μετὰ Ἡσίοδον καὶ Ἀντίμαχον. ἔγραψε δὲ καὶ Ἡρακλει‐ άδα ἐν βιβλίοις ιδʹ, εἰς ἔπη ͵θʹ, Ἰωνικὰ ἐν πενταμέτρῳ, ἔστι δὲ τὰ περὶ Κόδρον καὶ Νηλέα καὶ τὰς Ἰωνικὰς ἀποικίας, εἰς ἔπη ͵ζʹ. |
| π 249 | Πανύασις, Ἁλικαρνασσεύς, νεώτερος, φιλόσοφος. Περὶ ὀνείρων βιβλία δύο. |
| π 250 | Πάνυ γὰρ ἔστ’ ἤδη χολή: πολύ. τὸ δὲ πολύ, κἂν ᾖ γλυκύ, μοχθηρόν. Ἀριστοφάνης Βατράχοις. |
| π 251 | Πανύστατον: πάντων ἔσχατον. |
| π 252 | Παννυχίζω. |
| π 253 | Πάξαμος, λόγιος. Ὀψαρτυτικὰ κατὰ στοιχεῖον, Βοιωτικὰ ἐν βιβλίοις βʹ, Δωδεκάτεχνον, ἔστι δὲ περὶ αἰσχρῶν σχημάτων· Βαφικὰ βιβλία βʹ, Γεωργικὰ βʹ. |
| π 254 | Παξαμᾶς: ὁ δίπυρος ἄρτος. ἔστι δὲ ἡ λέξις Ῥωμαϊκή. |
| π 255 | Πάππα· ὅτι πάππα καὶ τέττα καὶ ἄππα οὐχ ὁ τροφεύς, ἓν ἀνθ’ ἑνός ἐστιν, ἀλλὰ προσφώνησις πρὸς τροφέα. καὶ τὸ πάππα καὶ ἄππα οὐ ψιλῶς ὁ πατήρ, ἀλλὰ πρὸς πατέρα σεπτικὴ φωνή· καὶ τὸ τέττα ἑταίρου. |
| π 256 | Παππάζοιεν: πατέρα καλοῖεν. |
| π 257 | Παππάξ παπαππάξ: ἦχος πορδῆς. Ἀριστοφάνης Νεφέλαις. |
| π 258 | Παππασμός: προσφώνησις παρὰ παιδὸς εἰς πατέρα γινομένη. |
| π 259 | Παπαῖ: σχετλιαστικὸν ἐπίρρημα. |
| π 260 | Παππίδιον· Ἀριστοφάνης· ἀκρόασαι νῦν, ὦ παππίδιον, χαλάσας ὀλίγον τὸ μέτωπον. ὑποκοριστικῶς πάππε. |
| π 261 | Παππίζω. Ἀριστοφάνης· παππίζους’ ἡ θυγάτηρ με τριώβο‐ λον ἐκκαλαμᾶται. |
| π 262 | Παπίριος: ὄνομα κύριον. οὐ γὰρ ἦν οὐδὲ τούτων ἀτρὶψ ὁ Παπίριος. |
| π 263 | Πάπορος: ὄνομα κύριον. |
| π 264 | Πάππος: αἱ ἐπὶ τοῦ κάτω χείλους τρίχες, μύσταξ δὲ αἱ ἐπὶ τοῦ ἄνω. |
| π 265 | Πάππος, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς κατὰ τὸν πρεσβύτερον Θεοδόσιον τὸν βασιλέα, ὅτε καὶ Θέων ὁ φιλόσοφος ἤκμαζεν, ὁ γράψας εἰς τὸν Πτολεμαίου Κανόνα. βιβλία δὲ αὐτοῦ Χωρογραφία οἰκου‐ μενικὴ, Εἰς τὰ δʹ βιβλία τῆς Πτολεμαίου μεγάλης συντάξεως ὑπόμνημα, Ποταμοὺς τοὺς ἐν Λιβύῃ, Ὀνειροκριτικά. |
| π 266 | Παππῷον· τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μη‐ δικῶν. ἐγένετο ἐπὶ τῶν Μηδικῶν ψήφισμα, ὥστε ἕκαστον κατὰ δύ‐ ναμιν συμβαλέσθαι εἰς τὰ κοινὰ χρήματα. ταῦτα δὲ ἔταξεν Ἀριστείδης δοῦναι τοῖς συμμάχοις, εἰ τοῖς βαρβάροις πολεμοῖεν. |
| π 267 | Παπυλαιῶνος: σκηνῆς, ἤτοι τέντας. |
| π 268 | Πάπυρος· θηλυκὸν ἡ πάπυρος. λαμπάδα κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον, σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ. |
| π 269 | Παρά: διά. |
| π 270 | Παραβαλέσθαι: τὸ ἐξαπατῆσαι. Θουκυδίδης αʹ. οὕτω καὶ Ὅμηρος· παραβλήδην ἀγορεύων. |
| π 271 | Παραβαλέσθαι: τὸ παύσασθαι, καὶ ἀπαλλαγῆναι. ἡ δὲ μετα‐ φορὰ ἀπὸ τῶν ἐρεσσόντων. |
| π 272 | Παραβαλέσθαι· ὁ δὲ Ἰούδας δραστήριος ὢν ἔκρινεν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας παραβαλέσθαι. τολμηρῶς ἐπέρχεσθαι. καὶ Παραβαλλόμενος, ἀντὶ τοῦ ἀδεῶς ἐρχόμενος. ὁ δὲ παραβαλλό‐ μενος καὶ διαβαίνων πρὸς τὸν Δωρίμαχον πλεονάκις. |
| π 273 | Παραβάλλεσθαι: πρὸς κίνδυνον ῥίπτειν ἑαυτόν. λοιπὸν ἦν παραβάλλεσθαι καὶ τολμᾶν. καὶ αὖθις· ὁ δὲ πρὸς τῷ παραβάλλεσθαι καὶ διακινδυνεύειν ὅλος καὶ πᾶς ἦν. καὶ Παραβαλλόμενος πλεο‐ νάκις, θαρραλέως ὁρμῶν. |
| π 274 | Παραβαλεῖν: ἀντὶ τοῦ παραδοῦναι. ὁ δὲ ὁρᾷ τὴν Μελησίαν καὶ ἐρᾷ αὐτῆς καὶ πέμπει πείσων πεντακισχιλίους καὶ μυρίους αὐτῇ χρυσοῦς, καὶ εἰ πλέον ἐδεῖτο, ἔφατο δώσειν· ἡ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι. |
| π 275 | Παραβάλλειν: τὸ ἀπέρχεσθαι. παραβάλλειν εἰς Σικελίαν πρὸς τὸν τύραννον. καὶ αὖθις· αἰσχύνασαι τὴν λατρείαν τὴν περὶ τὴν θεὸν, καὶ ἑαυτὰς ὁμιλίᾳ ἀνδρῶν παραβαλοῦσαι (ἀντὶ τοῦ μίξασαι) ἐκολάσθησαν κατὰ τὸν νόμον. |
| π 276 | Παραβαλεῖς: παραθήσεις, ὁμοιώσεις, ἐπιφοιτήσεις. |
| π 277 | Παραβαλλόμενον· οὐ γὰρ ἦν πρὸς τὴν Θρᾳκῶν χιόνα παρα‐ βαλλόμενον χαρίζεσθαι δάπιδας. |
| π 278 | Παραβαλλόμενος: ἐξομοιούμενος. τὰ πρῶτα παραβαλλό‐ μενος τοῖς ἀρίστοις τῶν βασιλέων. |
| π 279 | Παραβαλών: πλησίον συστήσας, συνοδεύων. ὁ δὲ παραβαλὼν τὸν ἑαυτοῦ ἵππον τῷ Παρθαμασίρου ἵππῳ μηκέτι τὸ πέρα σπουδῇ ἐλαύνειν ἐκέλευεν. καὶ Παραβάλλω· αἰτιατικῇ. |
| π 280 | Παραβαλών: χαλάσας. Ἀριστοφάνης· ὥσπερ παλαιστὴς παρα‐ βαλὼν τοὺς γομφίους. ὥσπερ καὶ τὸ χαλάσαι κώπην λέγουσι παρα‐ βαλεῖν. |
| π 281 | Παραβάλοιτο: ἀντὶ τοῦ παραπέμψαιτο. Αἰσχίνης κατὰ Κτησι‐ φῶντος. |
| π 282 | Παράβασις· τοῦτο λέγεται παράβασις, ἅπερ ἔλεγον ἐπιστρέφοντες οἱ χορευταὶ πρὸς τοὺς θεωμένους. ἔστι δὲ ὁ τρόπος, ὅταν καταλιπὼν τὰ ἑξῆς τοῦ δράματος ὁ ποιητὴς συμβουλεύῃ τοῖς θεωμένοις ἢ ἄλλο ἐκτὸς λέγῃ τι τῆς ὑποθέσεως. Παράβασις δὲ λέγεται, ἐπειδὴ ἀπήρτηται τῆς ἄλλης ὑποθέσεως, ἢ ἐπεὶ παραβαίνει ὁ χορὸς τὸν τόπον. ἑστᾶσι μὲν γὰρ κατὰ στοῖχον οἱ πρὸς τὴν ὀρχήστραν ἀποβλέποντες· ὅταν δὲ παρα‐ βῶσιν, ἐφεξῆς ἑστῶτες καὶ πρὸς τὸ θέατρον ἀποβλέποντες τὸν λόγον ποιοῦνται. εἶτα διελθόντες τὴν καλουμένην παράβασιν ἐστρέφοντο πάλιν εἰς τὴν προτέραν στάσιν. δῆλον δὲ ποιοῦσιν αὐτοὶ οἱ ποιηταί, τὸ στρέφεσθαι σημαίνοντες καὶ τὸ παραβαίνειν. Πλάτων ὁ κωμικὸς ἐν τῷ Παιδαρίῳ· εἰ μὲν μὴ λίαν, ἄνδρες, ἠναγκαζόμην στρέψαι δεῦρο, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδε ἐπῶν. ἄμφω σημήνας, καὶ τὸ στρέ‐ φεσθαι καὶ τὸ παραβαίνειν. καὶ Πισίδης· τὸν παραβάτην συμβαλὼν πλασμῷ ξένῳ πρὸ τῆς μάχης ἀφῆκας εἰς ἀντιστάτην. |
| π 283 | Παραβαίνω· γενικῇ. μή τι παραβαίνειν ἔδοξε τῶν κοινῶν; καὶ αἰτιατικῇ. |
| π 284 | Παραβεβάσθαι τὰς σπονδάς: τὸ παθητικὸν τοῦ παραβεβη‐ κέναι, πάνυ ἀκολούθως Θουκυδίδης. |
| π 285 | Παραβέβλησαι: παραβόλως κέχρησαι. καὶ παραβέβλησαι τῷ βίῳ διὰ τὴν πρὸς ἐμὲ εὔνοιαν, οὐδεμιᾶς ἀνάγκης σοι προκειμένης. |
| π 286 | Παραβιάζω· αἰτιατικῇ. |
| π 287 | Παραβιβάζεσθαι: παραβαίνεσθαι. |
| π 288 | Παραβλέπουσα θατέρῳ: μὴ ἀτενίζουσα, φησίν, ἀλλὰ τῷ ἑτέρῳ ὀφθαλμῷ βλέπουσα. |
| π 289 | Παραβλήδην: ἀπατητικῶς, παραλογιστικῶς. |
| π 290 | Παραβληθησόμενος: συγκριθησόμενος, ὁμοιωθησόμενος. |
| π 291 | Παραβλῶπες: παρορῶντες. διεστραμμένας ἔχοντες τὰς ὄψεις. Ὅμηρος· χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ. |
| π 292 | Παραβλύσας: παραβαλὼν, ἀποπτύσας. εἴποτε ἡττηθεὶς οἴνου καὶ παραβλύσας τὸ περιττόν, εἶτα ὕπνου μέτοχος γένοιτο. |
| π 293 | Παραβολή: λόγος αἰνιγματώδης καὶ κεκρυμμένος, πρὸς ὠφέ‐ λειαν φέρων. |
| π 294 | Παραβολή: διήγημα. ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου. ἀντὶ τοῦ ἐν διηγήσει ἀρχαίων λόγων. καὶ ἡ ὁμοίωσις. καὶ τὸ λάλημα, καὶ ὑπόδειγμα. ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι. |
| π 295 | Παραβολή: πραγμάτων ὁμοίωσις. |
| π 296 | Παράβολος· Ἀριστοφάνης Σφηξί· πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος. ἀντὶ τοῦ οὐ γνήσιος. Ἰώσηπος περὶ τῆς ἐγγαστρι‐ μύθου· ταύτην αἰτοῦμαι χάριν ἀντὶ τῆς παραβόλου μαντείας. |
| π 297 | Παραβόλως· Πολύβιος· μετὰ δὲ ταῦτα πρὸς ἡλίκην δυναστείαν παραβόλως ἀντοφθαλμήσας. |
| π 298 | Παραβολώτερος: ἀνόητος. |
| π 299 | Παραβραβεύοντα: διακρίνοντα, διορίζοντα. ἀποκλίνοντα τὸ Περσικὸν διὰ τὸν παραβραβεύοντα φάραγγα. ἀρσενικῶς ὁ φάραγξ. |
| π 300 | Παραβύουσα: παρακαλύπτουσα. |
| π 301 | Παράβυστον: παρακεκρυμμένον, λάθρα γινόμενον. |
| π 302 | Παράβυστον: οὕτως ἐκαλεῖτό τι τῶν παρ’ Ἀθηναίοις δικαστη‐ ρίων, ἐν ᾧ ἐδίκαζον οἱ ιαʹ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δω‐ ματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται καὶ Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ’ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων. |
| π 303 | Παραγάγῃς: παρηγορήσῃς. μηκέτι παραγάγῃς, ἵν’ οὐ πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων εὐπατρίδων ἀρωγοί. |
| π 304 | Παραγγελία· παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε. καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέ‐ χρηνταί τινες. Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίας παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις. |
| π 305 | Παράγγελμα: προτροπή, κάταρξις. κρότος τε ἀθρόος οὐκ ἐκ παραγγέλματος, ἀλλ’ ἐκ τοῦ αὐτοκελεύστου τῆς προθυμίας τῶν θεωμένων. |
| π 306 | Παραγγέλλοντα: δεχόμενον τὴν ἀρχήν. ὁ δὲ Φάβιος λαβὼν τὴν ἀρχὴν Πόπλιον ἀποδείκνυσιν ὕπατον, οὐδ’ αὐτὸν παραγγέλλοντα τὴν ἀρχήν. |
| π 307 | Παραγγέλλοντας· οἱ δὲ Ἀρειανοὶ ὄντες προφάσει τοῦ δόγ‐ ματος, ἀφικόμενοι ἐν Καρχηδόνι, περὶ τοὺς εἰς ἱερωσύνην παραγ‐ γέλλοντας, ὅπως ὁ Γεζέριχος παρασκευῆς ἔχει καὶ γνώμης, μαθεῖν. ἀντὶ τοῦ τελοῦντας. καὶ Ξενοφῶν· ὁ δὲ καταφεύγει ἐς τὸ ἑαυτοῦ στράτευμα καὶ εὐθὺς παραγγέλλει εἰς τὰ ὅπλα. καὶ αὖθις· στρατιὰν ὡς πλείστην εἰς τὸν πόλεμον παραγγέλλων. ἀντὶ τοῦ καταλέγων. |
| π 308 | Παραγγέλλων: ἀντὶ τοῦ συνερχόμενος, συνδιατρίβων, συνανα‐ στρεφόμενος. ὁ δὲ παραγγέλλων ποτὲ μὲν τοῖς, ποτὲ δὲ τοῖς ἥρπαζε μετ’ αὐτῶν καὶ διεδύετο. ἢ Παραγγέλλων, ἀντὶ τοῦ ἀπροόπτως ἐρχόμενος. |
| π 309 | Παράγγελσις· αἱ γὰρ παραγγέλσεις οὐ καθ’ ἕν, ὡς πρότερον, ἀλλὰ διτταὶ ἐγίνοντο. |
| π 310 | Παράγεσθαι: μεταπείθεσθαι. Θουκυδίδης· κελεύει αὐτοὺς μὴ λόγοις μόνον παράγεσθαι ἢ πέμψαι σφῶν αὐτῶν ἄνδρας, οἵτινες ἀπαγ‐ γελοῦσι. |
| π 311 | Παραγγείλας. ὁ δὲ ἀνεχώρησεν, οὐδὲ τὸ ἀνακλητικὸν παραγ‐ γείλας. ἀντὶ τοῦ σημήνας. καὶ αὖθις· πολισμάτια ἐκτόπια τὸ παν‐ τελὲς ὑπάρχοντα τῶν γραφομένων καὶ παραγγελλομένων. |
| π 312 | Παραγκωνίσας: ἀποστρέψας, ἐκ τῶν ἀγκώνων δήσας. |
| π 313 | Παραγνούς: παρανοήσας. |
| π 314 | Παραγωγαῖς: ἐξαπάταις. σοφίσμασι δὲ καὶ παραγωγαῖς ἀεί τε καὶ καθημέραν ἡμᾶς ἐκκρούοντες κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παρα‐ λόγου γεγένηνται. |
| π 315 | Παραγωγή· παραγωγὴ λέγεται, ὅταν ἡ φάλαγξ πορεύηται ἐκ τῶν εὐωνύμων τοὺς ἡγεμόνας ἔχουσα ἢ ἐκ τῶν δεξιῶν. κἂν μὲν ἐκ τῶν εὐωνύμων ἔχῃ τοὺς ἡγεμόνας, εὐώνυμος παραγωγὴ λέγεται· ἐὰν δὲ ἐκ τῶν δεξιῶν, δεξιὰ παραγωγή. εἴτε δὲ ἡ πορεία ἐν ἐπαγωγῇ γίνεται εἴτε ἐν παραγωγῇ, ἐν μονοπλεύρῳ ἢ τριπλεύρῳ ἢ τετραπλεύρῳ τάγματι βαδιεῖ. μονοπλεύρῳ μέν, ὅταν μοναχόθεν φοβηθῇ· διπλεύρῳ δέ, ὅταν διχόθεν· τριπλεύρῳ δέ, ὅταν τριχόθεν· τετραπλεύρῳ δέ, ὅταν πανταχόθεν οἱ πολέμιοι ἐπιτίθεσθαι ὑφορῶνται. |
| π 316 | Παραγραμματίζων: ὅπερ παρήχημα λέγεται. Τίμων οὑ‐ τωσὶ παραγραμματίζων αὐτόν, ὡς ἀνέπλασε Πλάτων πεπλασμένα θύματα. οἷόν ἐστι παυσάμενος Παυσανίας, καὶ Σαμία μία ναῦς. |
| π 317 | Παραγραμματισμός: ὅταν γράμμα ἀντὶ γράμματος τεθῇ· οἷον ἀντὶ τοῦ μυρσίνη βυρσίνη, β ἀντὶ τοῦ μ· ὡς Ἀριστοφάνης ἀντὶ τοῦ μ τῷ β ἐχρήσατο. δέον γὰρ εἰπεῖν μυρσίνη, βυρσίνη εἴρηκε· ταῖς γὰρ μυρσίναις ἀποσοβοῦσι τὰς μυίας. ὁ δὲ ἔπαιξε διὰ τὸν βυρσο‐ δέψην. καὶ μυρσίνῃ ἐστεφανοῦντο οἱ στρατηγοί. ἢ ὡς ὅταν λέγῃ, ἐγ Κλωπιδῶν, ἀντὶ τοῦ Κεκροπιδῶν, λ ἀντὶ τοῦ ρ. |
| π 318 | Παραγράφεται: ἐξουθενεῖ, παραιτεῖται, ἀποβάλλεται. καὶ ἐν συνθέσει ἀπαράγραφον. ὡς μάρτυς ἔχεις τὸ ἀπαράγραφον. περὶ Ἰακώβου τοῦ ἀδελφοθέου. |
| π 319 | Παραγραφή: ὅταν λέγῃ τις ὅτι τὸ πρᾶγμα, περὶ οὗ τὸ ἔγ‐ κλημά ἐστιν, εἰσήχθη πρότερον εἰς δικαστήριον, καὶ γεγένηται περὶ αὐτοῦ γνῶσις. καὶ διὰ τοῦτό φησι μὴ δεῖν ἔτι περὶ αὐτοῦ συνίστα‐ σθαι κρίσιν· μάλιστα δὲ τοὺς νόμους ἀναγινώσκειν τοῖς δικασταῖς, οἳ πλεονάκις δικάζεσθαι περὶ τῶν αὐτῶν οὐ συγχωροῦσι. λέγει δὲ περὶ αὐτοῦ τοῦ πράγματος ἅμα τοῖς δικασταῖς παραδεικνύς, ὡς οἱ πάλαι δικάσαντες καὶ δικαίως καὶ κατὰ τοὺς νόμους ψηφίσαντες. καὶ τοῦτό ἐστι παραγραφή. καὶ ἐπ’ ἐκείνῃ τῇ δίκῃ, περὶ ἧς οὐδὲν ὥρισται παρὰ τοῖς νόμοις, οὐδὲ ἔνεστιν αὐτὴν ὁ εἰσάξων, ὥσπερ καὶ τὰς ἄλλας δίκας· τῶν γὰρ ἄλλων δικῶν προστέτακται ἑκάστῳ τῶν ἐν ταῖς ἀρ‐ χαῖς εἰσάγειν τινά. παραγράφεσθαι οὖν ἐφεῖται καὶ τοῖς τοσοῦτόν τι ἐγκαλουμένοις, περὶ οὗ οὐ νενομοθέτηται. |
| π 320 | Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἰδίως Ἰσοκράτης παραγραφῆς εἶπεν, ἀντὶ τοῦ ἀπὸ τῆς γραφῆς. καὶ ἔστι τὸ λεγόμενον παρ’ αὐτοῦ, ἀφ’ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην. ὁ δὲ Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους, οὐδὲ μέχρι παραγραφῆς φησιν· ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅπερ ἐστὶν γε‐ γραμμένου. |
| π 321 | Παραγράφω· αἰτιατικῇ. |
| π 322 | Παράδειγμα: εἰκών, ἢ χαρακτὴρ ἔννοιαν ἔχων αἰσθητοῦ πράγ‐ ματος. ἰστέον δέ, ὅτι ἄλλο παράδειγμα καὶ ἄλλο παραβολή. παρά‐ δειγμα μὲν γάρ ἐστιν, ὅταν ἀντιπαραθῇ τις ὅμοιον ὁμοίῳ, οἷον λογικῷ λογικόν· παραβολὴ δέ, ὅταν ἀνόμοιον ἀνομοίῳ, οἷον ἀλόγῳ λογικὸν ἢ ἔμπαλιν. ἢ παράδειγμά ἐστι λόγος ἀπὸ τῶν καθέκαστα ἐπὶ τὰ καθόλου. ἢ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ ὁμοίου. |
| π 323 | Παράδειγμα· τὸ παράδειγμα τῆς ἐπαγωγῆς ἄλλο. ἡ μὲν γὰρ ἐπαγωγὴ ἐκ τῶν καθέκαστά ἐστιν ἐπὶ τὸ καθόλου ὁδός. παράδειγμα δὲ γίνεται τὸ ὅμοιον καὶ γνωριμώτερον τοῦ ὁμοίου καὶ ἧττον γνωρί‐ μου. διὸ ἐπαγωγὴ μὲν δι’ ἑνὸς οὐ γίνεται· τὸ δὲ παράδειγμα ἀρκεῖ καὶ δι’ ἑνὸς εἶναι. καὶ ἔστιν ἡ μὲν ἐπαγωγὴ τῷ διαλεκτικῷ οἰκειοτέρα, τὸ δὲ παράδειγμα τῷ ῥήτορι. κέχρηται μέντοι καὶ ὁ διαλεκτικὸς παραδείγμασιν ὑπὲρ σαφηνείας τοῦ λεγομένου, εἰ μὴ εἴη γνώριμον· ὡς τὸ διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι. παραδειγματικὸν γὰρ τὸ οὕτως ἐρωτῆσαι, ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ὥσπερ καὶ ἡ αἴσθησις; παραδείγματος δὲ καὶ παραβολῆς διαφορά, ὅτι τὸ μὲν παρά‐ δειγμα δοκεῖ γεγονός τι εἰς δεῖξίν τινος παρατίθεσθαι μηδέπω γεγο‐ νότος καὶ διὰ τοῦτο ἀδήλου, ἡ δὲ παραβολὴ εἰκών ἐστιν, ὁμοιότητα πρός τι γεγονὸς σημαίνουσα. ἰστέον ὅτι τὰ παραδείγματα οὐ κατὰ πάντα λαμβάνεται καὶ τοῖς προκειμένοις ἁρμόζεται· ἐπεὶ οὐκ ἂν εἴη ὑποδείγματα ἀλλὰ ταυτότης· ἀλλὰ χρὴ τὸ χρήσιμον ἡμᾶς καὶ εἰς ὃ παρείληπται ἐκλεξαμένους τὸ λοιπὸν ἅπαν χαίρειν ἐᾶν· οἷον ὁ Πατρι‐ άρχης λέγει περὶ τοῦ σωτῆρος, ἀναπεσὼν ὡς λέων, οὐ πάντα προσαρ‐ μόζομεν τῷ Χριστῷ, ἀλλὰ τὸ ἄμαχον καὶ φοβερὸν καὶ βασιλικὸν ἐκλαμ‐ βάνοντες, τὸ δὲ θηριῶδες καὶ εἴ τι ἄλλο πρόσεστι παριππεύομεν. καὶ ὅταν λέγῃ, ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη, τὸ τιμωρη‐ τικὸν μόνον ἐκληψόμεθα, ἀλλ’ οὐκ ἄλλο τι τῶν τῇ ἄρκτῳ προσόντων. |
| π 324 | Παράδειξις: ὁμοιότης, δήλωσις. |
| π 325 | Παραδεικνῦσα καὶ Παραδεικνύντος καὶ Παραδεικνύναι. |
| π 326 | Παράδεισος· ζήτει πλατύτερον ἐν τῷ Σεμίραμις. |
| π 327 | Παραδειγματίζω· αἰτιατικῇ. |
| π 328 | Παραδιαιτᾶσθαι: τὸ παρ’ ἑτέρῳ τινὶ τρέφεσθαι. |
| π 329 | Παραδιδάσκω· αἰτιατικῆ. |
| π 330 | Παραδίδωμι· δοτικῇ. |
| π 331 | Παρὰ δίκην: παρὰ τὸ δίκαιον. |
| π 332 | Παρὰ δόξαν: παρὰ προσδοκίαν, παρ’ ἐλπίδα. τὰς δυσχωρίας προκατειλήφεσαν, ἐλπίδα ἔχοντες ὡς παρὰ δόξαν ἐπιθησόμενοι. |
| π 333 | Παράδοξον: ἀπροσδόκητον, θαυμαστόν. |
| π 334 | Παραδῶσι: πληθυντικόν. συντρέχει λοιπὸν τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν δημιουργὸν καὶ κτίστην τῶν ἁπάντων Πιλάτῳ παραδῶσιν. |
| π 335 | Παραδράμω· αἰτιατικῇ. |
| π 336 | Παραδυναστεύω· δοτικῇ. |
| π 337 | Παραδύομαι· παροιμία· ἐπειδὴ εἰς τοὺς πλουσίους οἱ πένητες παραδύονται. |
| π 338 | Παραζήλου: παρερεθίζου, παροξύνου εἰς μίμησιν τῶν κακίᾳ συζώντων. Δαβίδ· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ. |
| π 339 | Παραζηλῶν· αἰτιατικῇ. παροξύνων, ζηλοτυπῶν. |
| π 340 | Παραθέουσι: παρατρέχουσι. |
| π 341 | Παράθερμος: παρὰ τὸ προσῆκον ἐργαζόμενος. ὢν δὲ φύσει παράθερμος καὶ παρακεκινηκὼς πολλὰ διῴκει μανίᾳ προσεμφερῶς· τοσοῦτον τ’ ἀφροσύνῃ διενεγκὼν τῶν ἄλλων, τῷ μηδὲ ἐκ τῆς πείρας δύνασθαι διδαχθῆναι τοῦ πρώτως ἐπιβαλλόμενον σφαλῆναι. |
| π 342 | Παράθεσις: σύγκρισις. βουλόμενος δ’ ἐκ παραθέσεως ὑπό‐ δειγμα ποιῆσαι τῆς αὑτοῦ προαιρέσεως, ἧς ἔχει πρὸς τοὺς πεπιστευ‐ κότας αὐτῷ καὶ τοὺς ἀπειθοῦντας, ἐπολιόρκει. καὶ αὖθις· μηδ’ εἶναι παράθεσιν τοῦ βελτίονος. Παράθεσις καὶ ἡ παραγγελία παρὰ τοῖς Πατράσι. φησὶ γάρ, ἔλαβον παράθεσιν. |
| π 343 | Παραθήγειν: ἀκονᾶν, παροξύνειν. |
| π 344 | Παραθήξονται: παρακονήσονται. ἦν δὲ Τύλλος Ἄττιδος, ὁ τὰς ὀργὰς αὐτοῖς παραθήξας, ἔχων περὶ αὑτὸν ἑταιρίαν οὐκ ὀλίγην. |
| π 345 | Παραθραύοντες: ταλαιπωροῦντες, ἀδυνατοῦντες. |
| π 346 | Παραθρήσειας: παρίδῃς. |
| π 347 | Παρίημι: συγχωρῶ. εἴ τις ἐπελθὼν ἡμῶν εἰς τὴν παρεμβολὴν τολμήσει, παρίημι λέγειν ἐς τὴν πατρίδα. |
| π 348 | Παρακαλεῖν: τὸ καλεῖν, ἢ τὸ προτρέπεσθαι· ἄκυρον γὰρ τὸ δέεσθαι. |
| π 349 | Παρακαλῶ· ὅτι τὸ καλῶ καὶ παρακαλῶ ἔλευσιν ἔχει καὶ αἰτιατικῇ συν‐ τάσσεται. |
| π 350 | Παρακαρησός: ὄνομα ποταμοῦ. |
| π 351 | Παρακαρής: ὀλίγου. |
| π 352 | Παρακαταβολή: πρόθεσις τοῦ δεκάτου μέρους τοῦ τιμήματος. εἴρηκεν ὁ δανειστὴς πρὸς Στρεψιάδην· καὶ τοῦτ’ ἴσθ’, ὅτι θήσω πρυ‐ τανεῖ’, ἢ μηκέτι ζῴην ἐγώ. ἀντὶ τοῦ γραφὴν κατὰ σοῦ θήσομαι· ἐν γὰρ τῷ πρυτανείῳ ἐτίθεσαν τὰς τῶν δικῶν γραφάς. λέγει ὁ Στρε‐ ψιάδης· προσαποβαλεῖς ἄρ’, αὐτὰ πρὸς ταῖς δώδεκα. ἀπολεῖς, φησί, καὶ τὰ ἐπὶ τῇ γραφῇ ἀναλώματα, μάτην αὐτὰ ποιήσας, διὰ τὸ περι‐ έσεσθαί σου τὸν υἱόν μου, λέγοντα τὸν ἀδικώτερον λόγον. ὅ ἐστι τὸ δέκατον τοῦ τιμήματος τῆς δίκης, ὅπερ καλεῖται συνωνύμως παρα‐ καταβολή. |
| π 353 | Παρακαταβολή καὶ Παρακαταβάλλειν: οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριόν τι κατετίθεσαν, καὶ τοῦτο ἐχρῆν αὐτοὺς στέρεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν. ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητήσεων δῆλόν ἐστιν, ὅτι τὸ πέμπτον μέρος τοῦ ἀμφισβητουμένου κατετίθετο. Δημοσθένης μέντοι ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ περὶ ἰδίας τινὸς δίκης φησί· καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς. |
| π 354 | Παρακαταθήκη: ἐνέχυρον. |
| π 355 | Παρακατεῖχον: ἐχρονοτρίβουν. οἱ δὲ δολίως τοῖς πρέσβεσι προσενεγκάμενοι παρακατεῖχον ὡς συνάξοντες τὸν δῆμον. |
| π 356 | Παρακεκινδυνευμένον: ἀντὶ τοῦ ὑψηλόν, ἢ βλάσφημον. Ἀριστοφάνης· γόνιμον δὲ ποιητὴν οὐκ ἂν εὕροις ἔτι. τουτέστι φυσι‐ κόν τινα καὶ οὐ βεβιασμένον, ἢ γεννητικόν. ὅστις φθέγξεται τοιουτονί τι παρακεκινδυνευμένον, αἰθέρα, Διὸς δωμάτιον, ἢ χρόνου πόδα, ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ’ ἱερῶν, γλῶτταν δ’ ἐπιορκήσασαν ἄνευ τῆς φρενός. Εὐριπίδης· ὄμνυμι δ’ ἱερὸν αἰθέρ’ οἴκησιν Διός. Ἀλεξάνδρου δέ· καὶ χρόνου πρόβαινε πούς. καὶ ἐξ Ἱππολύτου Εὐρι‐ πίδου· ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος. |
| π 357 | Παρακεκλημένοι: παραμυθηθέντες. |
| π 358 | Παρακεκομμένος: μαινόμενος, ἐξεστηκώς, παράφρων. καὶ Παρακεκομμένα· κἀμοὶ γάρ ἐστιν ἀμπέλια παρακεκομμένα. ἀντὶ τοῦ μηδὲν ἐντελὲς ἔχοντα. ἀπὸ μεταφορᾶς τῶν ἀδοκίμων νομισμά‐ των, ἅπερ παράτυπα λέγεται καὶ παρακεκομμένα. καὶ νῦν δὲ εἰώθασι λέγειν παραχαράκτας τοὺς παρακόπτοντας. ὅθεν καὶ παράσημος ῥήτωρ. ἀνδράρια μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράσημα καὶ παράξενα. |
| π 359 | Παρακελεύεται· δοτικῇ. προτρέπεται, διεγείρει. |
| π 360 | Παρακερδαίνω σου. |
| π 361 | Παρακεχόρδηκεν, οἷον παρημάρτηκε λέγουσιν Ἀττικοί. καὶ παράχορδον. |
| π 362 | Παρακείμενα: τὰ νῦν. ἱκανὰ κακὰ τὰ παρακείμενα. |
| π 363 | Παρακινοῦντα: ἐξιστάμενον. οὐχ οὕτω παρακεκινηκότες καὶ διεφθαρμένοι τὴν γνώμην, ἀλλὰ διὰ τὴν ὑπεροχὴν τῶν κακῶν ἐς Ἰουλιανὸν τὸν Εὐτρόπιον ἀνατιθέμενοι. Εὐνάπιός φησι περὶ Εὐτροπίου τοῦ εὐνούχου. καίτοι παρακινηθεὶς τοῦ προσήκοντος. |
| π 364 | Παράκλησις: ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι· διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. Λυκοῦργος δὲ ἀντὶ τῆς δεήσεως ἐχρήσατο λέγων· ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως. |
| π 365 | Παρακλιδόν. |
| π 366 | Παρακλίνασαι: παρανοίξασαι. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι. Ἀριστοφάνης· καὶ γὰρ ἐκεῖναι παρακλίνασαι τῆς αὐ‐ λείας παρακύπτουσι. κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς, ἀναχωροῦσι· κᾆτ’, ἢν ἀπίῃ, παρακύπτουσι. |
| π 367 | Παρακοᾶν: παρανοεῖν καὶ παραφρονεῖν. κοᾶν γὰρ καὶ κονᾶν τὸ φρονεῖν. |
| π 368 | Παρακονᾶν: τὸ ἐν τῷ φιλεῖν διατρίβειν. |
| π 369 | Παρακοπὴ φρενῶν: ἡ φρενιτίασις. |
| π 370 | Παρακόψας: τὸν νοῦν τραπείς. ἐτελεύτησε δέ, ἄκρατον πολὺν ἐμφορηθεὶς καὶ παρακόψας, ἤδη γεγονὼς ἔτος πέμπτον καὶ ἑβδομη‐ κοστόν. |
| π 371 | Παρὰ κωφὸν ἀποπαρδεῖν: πρόδηλος τῆς παροιμίας ἡ αἰτία· οὐ γὰρ ἀκούει ὁ κωφός. ἐπὶ τῶν ἀναισθήτων δὲ λέγεται. |
| π 372 | Παρακροτοῦντες: παραθαρσύνοντες, παρορμῶντες. |
| π 373 | Παρακρούεται· αἰτιατικῇ. ἀντὶ τοῦ ἐξαπατᾷ. μετῆκται δὲ τοὔ‐ νομα ἀπὸ τοῦ τοὺς ἱστάντας τι ἢ μετροῦντας, κρούειν τὰ μέτρα καὶ διασείειν, ἕνεκα τοῦ πλεονεκτεῖν, |
| π 374 | Παρακρουσάμενος: ἐξαπατήσας, παραπείσας. παῖδας τῶν εὐγενεστάτων οἴκων παρακρουσάμενος ἐξήγαγεν ἐκ τῆς πόλεως. |
| π 375 | Παρακρούσασθαι: ἀνατρέψαι. ὁ δέ, ὅσα διημφισβητήθη, οἷος ἐγένετο παρακρούσασθαι. |
| π 376 | Παράκρουσιν: ἐξαπάτην, ἐμπαιγμόν. ἄπιστοί τε γὰρ δόξαντες εἶναι οἱ Σαυνῖται, καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντος σφῶν σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδον σφίσι τὸν πόλεμον παρεσκεύασαν. |
| π 377 | Παρακοίτης: ὁ ἀνήρ. Παράκοιτις δὲ ἡ γυνή. |
| π 378 | Παρακωχή: παροχή· παρὰ Θουκυδίδῃ, ὡς ἡ ἀνακωχὴ καὶ διακωχή. |
| π 379 | Παράλλαξον: πάρελθε. ἡ γὰρ κατὰ μικρὸν παράλλαξις πᾶσαν ποιεῖ φύσιν ὑπερφέρειν τὰς μεταβολάς, ὡς ἐπὶ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ. |
| π 380 | Παραλλάττουσιν: ἀντὶ τοῦ παρέρχονται. παραλλάττουσι δὲ ἀλλήλους τῷ διαστήματι τῶν ὁδῶν ψευσθέντες ὅ τε Προκόπιος καὶ Οὐάλης ὁ βασιλεύς. |
| π 381 | Παραλλήλων: ὁμοίων, ἀκολούθων, ἐγγὺς ἀλλήλων, ἐξίσου. καὶ παράλληλον ὀρύξαντες τῷ δοκοῦντι πεσεῖσθαι τείχει συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις. ἀντὶ τοῦ ἐξίσου. |
| π 382 | Παραλογίζομαί σε. |
| π 383 | Παραλογισμός: ἀπάτη λογισμοῦ. |
| π 384 | Παραλογιστής: ἀπατεών. |
| π 385 | Παράλογον λέγουσιν ἀρσενικῶς οἵ τ’ ἄλλοι καὶ μάλιστα Θου‐ κυδίδης, τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν· οἷον, τοῦ πολέμου τὸν παράλογον. καί, ὅτι ἐγένετο πολὺς ὁ παράλογος. Προκόπιος· οἱ μὲν ἄλλοι τοῦ πλήθους ἐκλογιζόμενοι τὸν παράλογον, ἔδοξε μανιώδης εἶναι αὐτοῦ ἡ ἔννοια. καὶ αὖθις· τοῖς δὲ Ῥωμαίοις θάρσος καὶ ἀπιστία πρὸς τὰ γινόμενα παρέστη πλείων ἢ τοῖς τὰ παράλογα ὀνείρατα ὁρῶσιν. ὁ Παράλογος Θουκυδίδης· οἱ δὲ Ἀθηναῖοι ἐν παντὶ δὴ ἀθυμίας ἦσαν, καὶ ὁ παράλογος αὐτοῖς μέγας ἦν· πολὺ δὲ μείζων ἔτι τῆς στρατιᾶς ὁ μετάμελος. καὶ αὖθις· οἱ δὲ σοφίσμασι καὶ παραγωγαῖς ἐκκρούοντες ἡμᾶς ἀεί τε καὶ καθημέραν κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται. |
| π 386 | Παραλόγως: τὸ ἀνέλπιστον, παρὰ προσδοκίαν. οὐδέ τις ἦν ὃς οὐκ ἠθέλησε τὸ μὴ οὐ θεατὴς γενέσθαι παραλόγου οὕτως ἐς μέγεθος παρασκευῆς. ἀντὶ τοῦ παραδόξου. |
| π 387 | Πάραλος: ναῦς ἱερά, θεωρίς· ἦν δὲ καὶ ἑτέρα Σαλαμινία ναῦς. Τευθὶς δὲ πάραλος, ἡ παραθαλασσία, ἢ ἡ παρὰ τὰς ἅλας κειμένη. |
| π 388 | Πάραλος ἢ Σαλαμινία: αὗται ἱεραὶ τριήρεις δημόσιαι, ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι καὶ ταχυναυτοῦσαι· καὶ ἦσαν ὡς ἂν ὑπηρέτιδες ταχεῖαι οὖσαι, ἡ μὲν ὑπηρετοῦσα εἰς τὰ θεωρικά, ἡ δὲ εἰς τὰ δημόσια. καὶ αὖθις· οἱ δὲ Ἀθηναῖοι πέμπουσι τὴν Πάραλον, καλοῦντες αὐτὸν ἐπὶ κρίσιν. τουτέστιν Ἀλκιβιάδην. |
| π 389 | Πάραλος: Δημοσθένης Φιλιππικοῖς. μία τῶν παρ’ Ἀθηναίοις πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔνομα λαβοῦσα. πάραλοι δ’ ἐκαλοῦντο οἱ ἐπιβεβηκότες αὐτῆς, οἳ καὶ διὰ ταύτην τὴν ὑπηρεσίαν τέσσαράς τε ὀβολοὺς ἐλάμβανον, καὶ τὸ πλεῖστον τοῦ ἐνιαυτοῦ οἴκοι τε ἔμενον, καὶ ἄλλα τινὰ ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, |
| π 390 | Πάραλοι: οἵ τε ἐν τῇ νηῒ τῇ Παράλῳ πλέοντες καὶ οἱ τὴν παράλιον τῆς Ἀττικῆς κατοικοῦντες· ὥσπερ ἕτεροι Πεδιάσιοι καὶ Δι‐ άκριοι. Πάραλος δὲ τριήρης ἱερὰ καλεῖται, ἥτις διηνεκῶς ταῖς ἐπειγού‐ σαις χρείαις ὑπηρέτει. ὁπότε δὲ ἐκ τῆς ἀλλοδαπῆς μεταπέμψασθαι στρατηγὸν ἠβούλοντο, ὥσπερ Ἀλκιβιάδην ἀπὸ Σικελίας, τῇ Παράλῳ ἐχρῶντο. λέγεται δὲ ἡ αὐτὴ καὶ Σαλαμινία. ὕστερον δὲ ἄλλαι δύο προσεγένοντο αὐταῖς, Ἀντιγονίς τε καὶ Δημητριάς. |
| π 391 | Παράλων: διῄρητο εἰς δʹ μοίρας πάλαι ἡ Ἀττική· Πανδίων γὰρ διαδεξάμενος Κέκροπα, προσκτησάμενος δὲ καὶ τὴν Μεγαρίδα ἔνειμε τὴν χώραν τοῖς παισὶν εἰς δʹ μοίρας· Αἰγεῖ μὲν τὴν παρὰ τὸ ἄστυ μέχρι Πυθίου, Πάλλαντι δὲ τὴν Παραλίαν, Λύκῳ δὲ τὴν Διακρίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα. Ἀριστοφάνης· ἀλλ’ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα. |
| π 392 | Παραλοῦμαι: παροιμιακῶς. εἰώθεισαν γὰρ πρότερον ἐν τοῖς βαλανείοις οἱ πλούσιοι παραλούειν τοὺς πένητας. Ἀριστοφάνης Ἀνα‐ γύρῳ· ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν. οἷον συνεισιέναι τοῖς πλουσίοις, ὥστε μηδὲ σπόγγους φέρειν, ἀλλὰ τοῖς ἐκείνων χρῆσθαι. |
| π 393 | Παραλυπῶ· αἰτιατικῇ. |
| π 394 | Παραλύσας: ἀντὶ τοῦ διαδεξάμενος. παραλύσας αὐτὸν τῆς ἀρχῆς. |
| π 395 | Παραλῦσαι: ἀφελέσθαι. βουλόμενος ἀναπαῦσαι καὶ κόπου παραλῦσαι τοὺς ἰδίους στρατιώτας. καὶ αὖθις Σιμόκατος· οἱ δὲ τῶν ὅπλων παραλυθέντες, οὐκ εἶχον ὅ τι χρήσονται τοῖς θυμοῖς. |
| π 396 | Παραμέλω· γενικῇ. |
| π 397 | Παραμένω· δοτικῇ. |
| π 398 | Παραμείψας: παραλλάξας. |
| π 399 | Παραμπυκίζεται: παραπλέκεται τὰς τρίχας. |
| π 400 | Παραμυθῆσαι· αἰτιατικῇ. συμβουλεῦσαι. καὶ παραμυθήσασθαι ὡσαύτως. |
| π 401 | Παρανάλωμα· ὁ Μακρῖνος ὁ βασιλεὺς τρυφῇ καὶ ἐκδεδιῃτη‐ μένῳ βίῳ τὰ καθ’ ἑαυτὸν παραδοὺς παρανάλωμα τῆς τρυφῆς ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων. τουτέστι προσόψημα. |
| π 402 | Παράνοια· πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω; οἷον πρὸς τὸν πατέρα δικάσομαι, καὶ δείξας αὐτὸν μαινόμενον, οὕτω τὴν μανίαν παύσω, εἰς τὸ δικαστήριον ἀγαγών. |
| π 403 | Παράπαν: καθόλου, παντελῶς. καὶ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν, οἷον τὸν Ἀμύντου Φίλιππον. |
| π 404 | Παραπαίων: παραφρονῶν, ληρῶν. ἀγνοῶν καὶ παραπαίων ὁλοσχερῶς. |
| π 405 | Παραπέμπω· αἰτιατικῇ. παραπέμπει πλωτῆρας σὺν εὐθυμίᾳ. καὶ κατὰ περιποίησιν δοτικῇ. μᾶλλον δὲ κόσμον παραπέμπουσι τὸν ἐνεστῶτα τῷ μέλλοντι. |
| π 406 | Παραπεπληγμένα: μανικά. ὅς’ ἂν πράξωσιν, ὥσπερ μεθυ‐ όντων ἐστὶ παραπεπληγμένα. |
| π 407 | Παραπεπτωκώς: ἀντὶ τοῦ ὑποπεπτωκώς. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. |
| π 408 | Παραπέταλοι: πετάλοις ἐσκεπασμέναι. αἱ δὲ τριήρεις ἦσαν κόσμῳ διαπρεπεῖ, ἀργύρῳ τε τὰ ἔμβολα καὶ χρυσῷ τὰς πρύμνας παρα‐ πέταλοι. |
| π 409 | Παραπέτασμα: παρακάλυμμα, παράπλωμα. τὸ λεγόμενον βῆλον. |
| π 410 | Παράπηγμα: κανών. καὶ εἶδός τι ὀργάνου ἀστρονομικοῦ. εἰ δὲ ἰδιωτικὸν παράπηγμα ἁψικάρδιον ἐθέλεις πρὸς τὸν θάνατον, εἴπω. |
| π 411 | Παραπικρασμός: ἡ ἐν ἐρήμῳ πολλάκις γενομένη ἀντιλογία τῶν Ἰσραηλιτῶν. |
| π 412 | Παραπλαγιάσας: πλασάμενος. |
| π 413 | Παραπλῆγας πέτρας: παραλίας, πλησσομένας ὑπὸ τῆς θα‐ λάσσης. |
| π 414 | Παραπλήκτῳ: τῇ μανικῇ. Σοφοκλῆς. παραπλήκτῳ χειρὶ συγ‐ κατακτάς. καὶ Αἰλιανός· ὁ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκούρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστώς, καὶ πληγεὶς καιρίως ἐξ‐ έγρετο. |
| π 415 | Παραπλήξ: μαινόμενος, παράφρων. Ἀριστοφάνης Πλούτῳ· ἢν δ’ εἰς παραπλῆγ’ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος. ὁ ἄφρων. ἀπὸ τῶν κρουμάτων τῶν διαπεπτωκότων τοῦ ἐναρμονίου λυρισμοῦ. ἢ ὁ μωρός. ἀληθῶς γὰρ ἡ ἀσωτία πε‐ πληγμένη ἐστὶ διάνοια. καὶ αὖθις· παραπλῆγι ἐοικότα ἐνθένδε ἀπαλλαγῆναι. |
| π 416 | Παραπληξία: μανία. |
| π 417 | Παραπόδας: ἐπίρρημα. εὐθέως· ἢ ἐγγύς· ἢ πλησίον. μετὰ ταῦτα παραπόδας ἀκρατέστατον μὲν αὐτὸν δείκνυσι πρὸς γυναῖκας. καὶ αὖθις· παραπόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται. |
| π 418 | Παραποδίζειν: ἐμποδὼν γίνεσθαι. Πολύβιος· βατώδεις ὄντας τοὺς τόπους ἐμπλέκεσθαι τοῖς ἐφάμμασι καὶ παραποδίζειν τὴν τῶν ὅπλων χρείαν. |
| π 419 | Παραπολύ: παντελῶς. Θουκυδίδης ἐν αʹ· καὶ ἐνίκησαν οἱ Κερ‐ κυραῖοι παραπολύ. |
| π 420 | Παραπολύ: ἐπίρρημα. ἀντὶ τοῦ πάνυ, παντελῶς. Δέξιππος· παραπολὺ ἀπελείποντο πείθεσθαι τοῖς εἰσηγουμένοις ἡσυχίαν αἱρεῖσθαι. Ἀριστοφάνης Πλούτῳ· δεινότατον ἔργον παραπολύ. ἀντὶ τοῦ πάνυ πολύ. |
| π 421 | Παραπρεσβεία: τὸ ἔξω τι τῶν προστεταγμένων διαπράξασθαι. ὁ δὲ βασιλεὺς ἐχαλέπαινεν οἷα εἰκός, καὶ παραπρεσβείας ἐκρίνετο Ἰωάννης, ἅτε οὐ πρὸς τὸ συνοῖσον τῇ πολιτείᾳ διαπραξάμενος. καὶ αὖθις· οὗτος τὸν ἐμὸν ἀδελφὸν ἀπειλεῖ παραπρεσβείας αἱρήσειν καὶ διώξεσθαι. |
| π 422 | Παρὰ προσδοκίαν: τουτέστι μετὰ μόχθου. |
| π 423 | Παραρρεῖ· δοτικῇ. |
| π 424 | Παραρρητοῖς: παρηγορικοῖς λόγοις, παραμυθήμασιν, ὑποθήκαις· οἱ δὲ συμβούλοις. |
| π 425 | Παραρύμματα: δέρεις, σκεπάσματα. |
| π 426 | Παραρυῶμεν: παραπέσωμεν. |
| π 427 | Παρασάγγης: εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι λʹ στάδια. Ξενο‐ φῶν· ὁ δὲ Κῦρος, ὁπόσον, ἔφη, ἄπεστι τὸ στράτευμα; οἱ δὲ ὡς δύο παρασάγγας εἶπον. |
| π 428 | Παράσειρος: ὁ ἀκόλουθος ἵππος. |
| π 429 | Παρασημαίνει: δηλοῖ, χαράττει. |
| π 430 | Παράσημος: ἀδόκιμος. καὶ Παράσημον, τὸ σεσημασμένον, καὶ ὕποπτον. καὶ παράσημον ἦν τὸ λεγόμενον καὶ φυγὴν ἐδόκει δηλοῦν. |
| π 431 | Παράσημος ῥήτωρ: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα· ἤτοι ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινι, ὃ τὴν φαυλό‐ τητα δηλοῖ· ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. |
| π 432 | Παράσιος· ὅτι μὲν ζωγράφος οὗτος δῆλον. φασὶ δὲ αὐτὸν υἱὸν εἶναι καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος. |
| π 433 | Παράσιτος: κόλαξ, τραπεζολοιχός. κοσσοτράπεζος. βελο‐ νοπώλης· οὗτος δανειστὴς ἦν, παράσιτος Παμφίλου τοῦ δημαγωγοῦ. |
| π 434 | Παρασκευάζω· αἰτιατικῇ. |
| π 435 | Παρασκευή· ὁ δὲ ἐπεκλήθη κριτικὸς γραμματικός, οἷα γραμ‐ ματικὴν ἔχων παρασκευήν. περὶ Ἑκαταίου φησί. |
| π 436 | Παρασκήνια· ἔοικε παρασκήνια καλεῖσθαι ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι. |
| π 437 | Παρασπιστής: παρεστὼς ὁπλίτης. |
| π 438 | Παρασπονδήσας: παραβὰς τὰς σπονδάς. |
| π 439 | Παρασπονδοῦμαι: παραβαίνομαι. |
| π 440 | Παρασταδόν: παραστατικῶς, κατὰ τρόπον, κατὰ τὸ δέον. |
| π 441 | Παράστασις: στάσις παρά τινος ἄτιμος. γίνεται δὲ ἐπὶ τῶν χρεωφειλετῶν. |
| π 442 | Παράστασις: ὁρμή, προθυμία. καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσι. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν. καὶ Παράστημα ψυχῆς· οἱ δὲ Ῥωμαῖοι δι’ ἀλκὴν σώματος καὶ παράστημα ψυχῆς ὀλίγου δεῖν τῆς οἰκουμένης ἐκράτησαν. |
| π 443 | Παράστασις: τοὔνομα πολὺ παρὰ τοῖς ῥήτορσιν. ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας. Μένανδρος Μισογύνῃ· ἕλκει δὲ γραμματίδιον ἐκεῖσε δίθυρον, καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δὲ ἐν Ἀθηναίων Πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησίν· εἰσὶ δὲ γραφαὶ πρὸς αὐτούς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύσεως καὶ γραφίου καὶ μοιχείας. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς Περὶ νομοθεσίας τοὺς διαιτητὰς φησὶ λαμβάνειν τὰς δραχμάς, μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν· ἑτέραν δὲ κατὰ ὑπωμοσίου ἑκάστην. |
| π 444 | Παραστάται: οἱ ὁμόζυγοι τῶν λόχων πρωτοστάται καὶ ἐπι‐ στάται· διὰ τὸ παρ’ ἀλλήλοις ἵστασθαι. καὶ Παραστατεῖν, τὸ συμμαχεῖν. Ἀριστοφάνης Πλούτῳ· ὥσθ’ ἡμῖν θεοὺς παραστατεῖν καίπερ γυναιξὶν οὔσαις. καὶ Παραστάτης. Ἀρριανός· πρόσταγμα σφίσιν ἦν, ὅπως τις ἐκνηξάμενος σταίη, ἐν τῷ ὕδατι προσμένειν τὸν παρα‐ στάτην οἱ ἐσόμενον. καὶ Εὐνάπιος· πολὺ διεστῶτας ἀλλήλων χωρεῖν ἐκέλευεν, ὅπως μὴ δουποίη τὰ ὅπλα μήτε τῷ παραστάτῃ θλιβόμενα μήτε τῷ φέροντι διὰ τὸν συνωθισμὸν περικτυπούμενα. καί, παρα‐ στατικώτερον τὸν κίνδυνον ὑπέμειναν. καὶ λαβόντες παράστασιν εἰς τὸ μαχομένους γενναίως ἀποθανεῖν. ἀντὶ τοῦ ὁρμήν, τόλμαν. καὶ αὖθις· διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος. καὶ ἐπίρ‐ ρημα Παραστατικῶς. ὁ δὲ ἔγραψε πικρῶς καὶ παραστατικῶς, ἀλάστορας ἀπο‐ καλῶν καὶ παλαμναίους διὰ τῆς ἐπιστολῆς. |
| π 445 | Παρασταυροῦντες: ὀρθὰ ξύλα πηγνύντες. οἱ δὲ παρασταυ‐ ροῦντες ξύλα τῇ καταβάσει καὶ τὸ μέσον ἄλλοις ἐπικαρσίοις στεριφο‐ ποιοῦντες καὶ φορμοὺς ἐπιβάλλοντες ὕλης ἐμάλθαξαν τὸ πάνυ πρανὲς καὶ ὀλισθηρόν. |
| π 446 | Παραστησάμενος: παραλαβών, ἑλών, καταστρεψάμενος. |
| π 447 | Παραστήσομαι· ἐναντίον σοῦ, ἐνώπιόν σου στήσομαι. τὸ πρωῒ παραστήσομαί σοι. τοῦτο δὲ ἁρμόδιον λέγειν τοῖς κατὰ Ἠλίαν βεβιω‐ κόσι καὶ παθῶν ὑπερανεστηκόσι. |
| π 448 | Παραστησώμεθα αὐτὸν εἰς κρίσιν· Πολιτείας ηʹ. ἀντὶ τοῦ καταστήσωμεν αὐτὸν εἰς κρίσιν. τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοσία κα‐ λεῖται· ὁ δὲ ἐγκαλῶν γράψας τὸ ὄνομα εἰς πινακίδιον καὶ τὸ ὄνομα καὶ τὸ ἐπίσημον μεθ’ ὑπηρέτου τῷ ἐγκαλουμένῳ ἐπιδίδωσι. |
| π 449 | Παραστιχίς· Ἡρακλείδης ὁ Ποντικὸς εἴς τι τῶν ἰδίων συγ‐ γραμμάτων ἐχρῆτο μαρτυρίοις, ὡς Σοφοκλέους. αἰσθόμενος δὲ ὁ Διο‐ νύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός. τοῦ δὲ ἀρνουμένου καὶ ἀπιστοῦντος, ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα· καὶ εἶχε παγκάλως. |
| π 450 | Παραστορῶ: ἐκτενῶ. ἀπὸ τῶν βυρσῶν. ἐγώ σε, νὴ τὸν Ἡρα‐ κλέα, παραστορῶ. |
| π 451 | Παρασύρω· αἰτιατικῇ. |
| π 452 | Παρὰ σφὰς ὃς οὐκ ἐσπλεῖν: παρὰ Θουκυδίδῃ. ἀντὶ τοῦ σχεδόν, ὡς τὸ μονονουχί. |
| π 453 | Παρὰ σφῇσι: παρ’ αὐταῖς. Παρὰ σφίσι δέ, διὰ τοῦ ι, παρ’ αὐτοῖς. |
| π 454 | Παρασχεδόν: παραυτίκα. |
| π 455 | Παρασχηματίζειν· τοὺς τοῦ βασιλέως στρατιώτας διέβαλε φάσκων, τούτους μὲν παρασχηματίζειν, οὐδεμίαν ἀληθινὴν χρείαν παρ‐ εχομένους. τοῦ ἀληθοῦς παρατρέπεσθαι. |
| π 456 | Παρασχόν: ἐπίρρημα. εἰ δέ γε παρασχὸν οὕτω κατάδηλος γένηται δόξαι λέγειν, ὡς παραγέγονε λέξων περὶ τῶν πρέσβεων. |
| π 457 | Παράταξις: πόλεμος ἐμπαράσκευος. |
| π 458 | Παραταχθείς: παρ’ αὐτὸν ταχθείς. |
| π 459 | Παρατέθηγμαι: ἠκόνημαι. |
| π 460 | Παραπενθεῖς: ἀπολεῖς, ἐπὶ πλέον παρελκύσεις. |
| π 461 | Παρατέταμαι: ἐξώγκωμαι. Ἀριστοφάνης· ἅλις ἀφύης. παρα‐ τέταμαι γὰρ ἐσθίων. λέγεται καὶ ἑνικῶς ἡ ἀφύη. |
| π 462 | Παρατετολμηκότες: ἑαυτῶν ἀφειδήσαντες. Πολύβιος· παρα‐ τετολμηκότες καὶ τελέως ἀπελπίσαντες τὴν σωτηρίαν. |
| π 463 | Παρατεῖναι: τὸ ἐπιτρέψαι, καὶ ἀπολέσαι. Κωμικὸς ἐπὶ Εὐβοίας· οἶδ’· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. |
| π 464 | Παρὰ τὴν αὑτῶν φύσιν: ἀντὶ τοῦ, παραδόξως. οἱ δὲ τύραννοι παρὰ τὴν αὑτῶν φύσιν ᾐδέσθησαν τὴν ἱέρειαν κακῷ τῳ περιβαλεῖν. |
| π 465 | Παρατηρημάτων: ἐπιτηρήσεων, κληδονισμῶν, καὶ ἀπαντή‐ σεων, καὶ οἰωνοσκοπιῶν, καὶ μαντειῶν. |
| π 466 | Παρατηρῶ· αἰτιατικῇ. |
| π 467 | Παρατίλλεται: διασείεται, τὰς τρίχας τοῦ πρωκτοῦ διατίλλεται· αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς, ἀποραφανίδωσις καὶ παρατιλμοὶ τοῖς πένησιν· οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες ἀπελύοντο· οἱ δὲ ἀποροῦντες μὴ δυνάμενοι χρήμασι λυτροῦσθαι τὴν φυγὴν δημοσίᾳ ταῦτα ἔπασχον, Ἀριστοφάνης Πλούτῳ· ὁ δ’ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. καὶ αὖθις Ἀριστοφάνης· παρατίλλω τρίχας. πα‐ ρατίλλομαι δὲ ἐκ τῶν μυκτήρων τίλλω τρίχας ἢ τῶν μασχαλῶν. ταῦτα δὲ πάντα ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντες εἰς ἀπορίαν καὶ ἀμηχανίαν, μὴ τυγχάνοντες τοῦ προκει‐ μένου λογισμοῦ· ὅτε γὰρ αὐτοὶ ἐφ’ ἑαυτῶν διατίθενται ἀλύοντες, καὶ ἐπιγράφουσι. |
| π 468 | Παρὰ τὸ καθεστηκός: οἷον παρὰ τὸ νόμιμον, παρὰ τὸ πρέπον. |
| π 469 | Παράτοπον: εἰς κακὸν τόπον. παράτοπον ὁρμήσαντες διὰ τὴν ἀπειρίαν, ἔστι δ’ ὅτε καὶ διὰ τὰς ἀμπώτεις τῆς θαλάττης. |
| π 470 | Παράτον: ἡ παρασκευὴ παρὰ Ῥωμαίοις. ἐξ οὗ καὶ ἀντιπαράτωρα, ἡ κόσμησις ἢ ἄλλη εὐπρέπεια. |
| π 471 | Παρὰ τοσόνδε ἧκον ἀπορίας ὑπὸ τῶν κακοπραγιῶν ὥστε ἀπὸ κυνηγεσίων ἐτρέφοντο. |
| π 472 | Παρὰ τούτου: ἀντὶ τοῦ ἀπὸ τούτου. καὶ παρὰ τοῦτον, ἀντὶ τοῦ πρὸς τοῦτον. οὕτως πανταχοῦ Ἀρριανός. |
| π 473 | Παρατρέπω· αἰτιατικῇ. |
| π 474 | Παρατρέχω· αἰτιατικῇ. |
| π 475 | Παρατριβή: λογομαχία, ἔρις. τὴν γενομένην πρὸς αὐτὸν παρατριβὴν καὶ ζηλοτυπίαν. |
| π 476 | Παρατρύζει: παραφωνεῖ. εἴληπται δὲ ἀπὸ τῶν ὀρνέων, ὅταν τοῖς οἰκείοις νεοττοῖς γοερὰ ἐπιφωνῶσι. |
| π 477 | Παρατρυφῶ· δοτικῇ. |
| π 478 | Παρατυχόν: ἀντὶ τοῦ παρατυχόντος· ὡς καὶ ἐξὸν ἀντὶ τοῦ ἐξόντος. |
| π 479 | Παραυδήσας: παραμυθησάμενος. |
| π 480 | Πάραυλος: ὁ ἐν ἀγροῖς. ἢ Πάραυλος, παρατεταμένη. ἢ ἐγγύς· παρὰ τὴν αὐλήν. ἢ θρηνητική· παρὰ τοὺς αὐλούς. Σοφοκλῆς· τίνος βοὴ πάραυλος ἐξέβη νάπους. |
| π 481 | Παραυτόθεν: αὐτίκα, ἀπὸ τοῦ παρόντος χρόνου. Ἀρριανός· παραυτόθεν, ὡς ἔχομεν, ἐπεξελθόντες, ἐν χερσὶ στήσασθαι τὸ τέλος τῆς μάχης. |
| π 482 | Παράφορος: ὁ παρ’ ἑαυτὸν καὶ ὑπὸ δαίμονος παραφερόμε‐ νος. συνενθουσιῶντες αὐτοῖς καὶ τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ τῇ κακίστῃ δαιμόνων ἐκριπισθέντες ἀπολώλασι. |
| π 483 | Παραφρόνιμον: παράφρονα, ἀνόητον, καὶ ἄπορον περὶ τὰ φρονήματα. ἴσθι δέ, παραφρόνιμον, ἄπορον ἐπὶ φρόνημα πεφάνθαι μ’ ἄν, εἴ σε νοσφίζομαι. |
| π 484 | Παραφρονῶ· αἰτιατικῇ. |
| π 485 | Παραφρυκτωρευόμενος: οἱ κακουργοῦντες περὶ τὰς φυλα‐ κὰς καὶ φρυκτοὺς ἀνατείνοντες ἐναντίους τοῖς πεπιστευκόσι τὴν φυ‐ λακὴν καὶ ἐπὶ τῷ συμφέροντι τῶν ἀντικαθεζομένων παραφρυκτω‐ ρεύεσθαι λέγονται, ὥς φησι Λυσίας· τούτων εἷς ὁ πρεσβύτης ἐν Σι‐ κελίᾳ παραφρυκτωρευόμενος τοῖς πολεμίοις, ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη. |
| π 486 | Παραφρυκτωρεῖν: τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων ἐπὶ βλάβῃ δὲ τῶν φιλίων· ὡς καὶ Δείναρχος ἐν οἰκείῳ λόγων ἐχρήσατο. |
| π 487 | Παραφυλάσσω: προσδοκῶ. Ἰώσηπος· παραφυλάσσω γὰρ ἐν Χάλβῳ Πλάκιδον εἰς τὴν Γαλιλαίαν ἀναβῆναι δι’ ἐννοίας ἔχοντα. |
| π 488 | Παραχαράκτης: διαστροφεύς. |
| π 489 | Παραχναύω· δοτικῇ. |
| π 490 | Παραχορδιεῖς: παράσεμνον ποιήσεις, μηδὲν πρὶν φθέγξῃ, ἀλλ’ ἃ δεῖ εἰπεῖν εἴπῃς. σαυτῷ προσέχων, ὅπως μηδὲν παραχορδιεῖς ὧν δεῖ ς’ ἀποδεῖξαι. |
| π 491 | Παραχορδίζειν: διαφωνεῖν, ἁμαρτάνειν. |
| π 492 | Παραχωρῶ· γενικῇ. παραχωρῆσαι τῶν θρόνων τοῖς βουλομένοις. |
| π 493 | Παραχρᾶται: πολύ, σφοδρῶς συνουσιάζει, ἀκολάστως μίγνυται. εἴρηται δὲ καὶ ἐπὶ ἑκάστου πράγματος ἐκ περιουσίας γενομένου. περὶ Ὠριγένους· σοὶ δὲ κακομηχανίᾳ εἰς αἰσχρότατον ἄνδρα ἐπενοήθη. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος. |
| π 494 | Παραχρῆμα: παραυτίκα, εὐθέως. μηδὲν δὲ μηδὲ ἐκ τοῦ παραχρῆμα ἀποκριναμένων. ἢ ἀντὶ τοῦ ἐκ τοῦ παρατυχόντος. καὶ ὡς ἐν τῷ παραχρῆμα ὥρμηντό τε ἐξιέναι καὶ ψηφίσματι τὴν στρατείαν ἐκύρωσαν, ὥρμητό τε πᾶς ἐς τὴν ἐπιχείρησιν. Δέξιππός φησι. |
| π 495 | Παρδακόν. |
| π 496 | Παρδαλῆ: παρδάλεως δορά. Ἀριστοφάνης· πέμψω ἐπ’ αὐτὸν ὄρνεις πορφυρίωνας παρδαλᾶς ἐνημμένους. Πόρδαλις, τὸ ζῷον. Ὅμηρος· θώων πορδαλίων τε λύκων τ’ ἤϊα πέλονται. καὶ Ἀριστο‐ φάνης· οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ, οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πόρδαλις. |
| π 497 | Παραιβάτης. |
| π 498 | Παραινῶ· δοτικῇ. |
| π 499 | Παραίνεσις: ἡ ἀγαθὴ συμβουλή. Παραίνεσις συμβουλῆς δια‐ φέρει· παραίνεσις μὲν γάρ ἐστι λόγος παραινετικὸς ἀντίρρησιν οὐκ ἐπιδεχόμενος· οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ τὸ θεῖον τιμᾶν· οὐδεὶς γὰρ ἐναντιοῦται τῇ παραινέσει ταύτῃ, μὴ πρότερον μανείς. συμβουλὴ δέ ἐστι λόγος συμβουλευτικὸς ἀντίρρησιν ἐπιδεχόμενος· οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ πολεμεῖν· πολλὰ γάρ ἐστι τὰ ἐκ τοῦ πολέμου κέρδη· ἕτερος δέ τις ἀντείποι, ὡς οὐ δεῖ πολεμεῖν· πολλὰ γάρ ἐστι τὰ ἐκ τοῦ πολέμου συμβαίνοντα, οἷον ἧττα, αἰχμαλωσία, πληγαί, πόλεων κατασκαφαί. |
| π 500 | Παραιξοροῦσιν· Ἀριστοφάνης Ταγηνισταῖς. ἀπέδωκαν δὲ οἱ μὲν παιδιᾶς εἶδός τι· Εὐφρόνιος δὲ παροιμιωδῶς λέγεσθαι ἐπὶ τῶν παρακελευομένων ταχέως ἥκειν ἢ ἀπαλλάττεσθαι. |
| π 501 | Παραιρήσεται: ἀφαιρήσεται. Θουκυδίδης· διέφθειρον σφᾶς αὐτούς, οἱ μὲν ἀπὸ κλινῶν σπάρτοις, οἱ δὲ ἐκ τῶν ἱματίων παραιρή‐ ματα ποιοῦντες (τουτέστιν ἀφαιρέματα) ἀπήγχοντο. |
| π 502 | Παραιροῦνται: ἀφαιροῦνται. καὶ Παραιρούμενος. ὁ δὲ ἐξόπισθεν πλέον, παραιρούμενος φθάνει τῷ δρόμῳ. ἀντὶ τοῦ ἀφαι‐ ρούμενος. καὶ αὖθις· ὧνπερ αὐτοῖς ἡμᾶς συγγνώμονας εἶναι οὐδε‐ μία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον. |
| π 503 | Παραίσια: ἀπαίσια, χαλεπά. παρὰ τὸ δέον, παρὰ τὸ προσῆκον. |
| π 504 | Παραιτεῖσθαι: παρακαλεῖν, συγγνώμην αἰτεῖν. ὁ δὲ ἀναι‐ ρεῖν μέλλων αὐτὸν ἀφῆκε, Παρυσάτιδος παραιτησαμένου αὐτὸν καὶ τὴν σατραπείαν αὐτῷ φυλαξάσης. καὶ αὖθις· ὁ δὲ ῥύεται Δερκε‐ ταῖον τοῦ θανάτου παραιτησάμενος τὴν μητέρα. |
| π 505 | Παραιτηθείς: παρακληθείς. παραιτηθεὶς δὲ διὰ τῶν φίλων τοῦτον ἀπέλυσε τῆς αἰτίας. |
| π 506 | Παραιτεῖτο: παρεκάλει, ἐλιπάρει. ὁ δὲ ἐλθὼν παρῃτεῖτο τὸν Πέρσην· τυγχάνων δὲ οὐδενὸς ὧν ἐδέετο αὐτὸς ἔλυσεν. Ἡρόδοτος. |
| π 507 | Παραιτησάμενος. ἀπέδωκε τὸν χρυσόν, ὡς παραιτησόμενος τοῦ θεοῦ δι’ αὐτοῦ τὸν χόλον· νήπιος, οὐδὲ τὸ ᾔδει, ὃ πείσεσθαι ἔμελλεν· οὐ γάρ τ’ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων. |
| π 508 | Παραιτητής: παρακλήτωρ, ἢ ἀπολογούμενος. |
| π 509 | Παραιτοῖτο: παρακαλοῖ, ἀπαγορεύοι. ὥσπερ ἂν εἴ τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος, παρελθών, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, εἰ μὴ ἀγωνίζοιτο. |
| π 510 | Παραιτοῦμαι: τὸ ἱκετεύω· αἰτιατικῇ. |
| π 511 | Παραίφασις: παραίνεσις, συμβουλή. |
| π 512 | Παρέβαλεν: ἐχθροὺς καὶ ἀλλοτρίους εἰργάσατο. ὁ δὲ παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀναδεχθῆναι δεδεμένους. οἷον παρέβαλέ τις τῶν γερόντων. |
| π 513 | Παρεβάλετο: ὥρμησεν, εἰσήλασε. παρεβάλετο μάλα εὐκαρδίως ἐπ’ αὐτὸν ὁρμήσας. ἢ ἀπροβούλως ἔκρινε. |
| π 514 | Παρεβέβλητο: τροφὴ ἐδίδοτο. ἄρτι γὰρ αὐτῇ παρεβέβλητο τροφή. τουτέστι τῇ καμήλῳ. |
| π 515 | Παρεγγεγραμμένος: ὁ μὴ ἀστός. |
| π 516 | Παρέγγραπτον: νόθον. καὶ Παρεγγράπτους, ξένους, νόθους. |
| π 517 | Παρεγγυᾷ· δοτικῇ. παραδίδωσι, παραγγέλλει, παραινεῖ, παρα‐ κατατίθεται. Ξενοφῶν· βοώντων τῶν στρατιωτῶν καὶ παρεγγυών‐ των, ἔνθα δὴ ἔθεον ἅπαντες. καὶ αὖθις· ὅτου δὴ παρεγγυήσαντο οἱ στρατιῶται φέρουσι λίθους καὶ ποιοῦσι κολωνὸν μέγαν. ἐνταῦθα ἀνε‐ τίθεσαν δερμάτων πλῆθος καὶ βακτηρίας καὶ γέρρα. |
| π 518 | Παρεγγύησε καὶ Παρεγγυηθέντος· παρεγγύησε μὲν ἀντὶ τοῦ παρέδωκεν· Ἰσαῖος. παρεγγυηθέντος δὲ ἀντὶ τοῦ παραλαβόντος. ὁ αὐτός. |
| π 519 | Παρεγγυήσοντος: παρασχόντος. καὶ Παρενεγγύα, παρήγγελλεν. ὁ δὲ παρενεγγύα αὐτῷ Πέρσαις μὴ συμπλέκεσθαι. Παρενεγγύησε, παρῄνεσε, συνεβούλευσε. ταύτῃ τοι παρενεγγύησε δηλητηρίῳ φαρμάκῳ διαφθεῖραι αὐτούς. |
| π 520 | Παρέδωκεν· ὁ Ἀπόστολος λέγει· παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν. τουτέστι συνεχώρησε. |
| π 521 | Πάρεδρος· Ἀριστοτέλης ἐν τῇ πολιτείᾳ φησί· λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἀρχὼν καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος, οὓς ἂν βούληται. καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν, ἐπὰν παρεδρεύωσιν. ἔστι δὲ ἡ λέξις συνήθης οὐ τοῖς ῥήτορσι μόνον, ἀλλὰ καὶ τοῖς κωμικοῖς. |
| π 522 | Παρεθέντος: ἐκλυθέντος. καὶ Παρεθείς, παραλυθείς. καὶ Παρείθη, ἐξελύθη, ἐχαυνώθη. ὁ δὲ κινδύνοις ὁμιλήσας παρείθη τὸ σῶμα πᾶς καὶ λυπηροῦ θανάτου τέλει παρεδόθη. καὶ Παρεί‐ θησαν, ἀντὶ τοῦ παρελύθησαν. Ἰώσηπος· οἱ δὲ πλήθει τῶν πολεμίων παρείθησαν τὰς δεξιάς. καὶ αὖθις· οἱ δὲ τοῦ μὲν ὁλοσχεροῦς φό‐ βου παρείθησαν· περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων πικρῶς ὠνει‐ δίσθησαν. |
| π 523 | Παρέκαστα: ἑκάστοτε. |
| π 524 | Παρεκαττύετο: ἐκ συλλογῆς ηὐτρέπιζεν. ἀπὸ τῶν καττυμά‐ των. καττύματα δὲ λέγονται οἱ μικροὶ ἱμάντες, οἱ ἐρριμμένοι ἐπὶ τῆς κόπρου. λέγει οὖν ἐκ μικρῶν καὶ πολλῶν τὴν στιβάδα ηὐτρεπίζομεν. Ἀριστοφάνης Πλούτῳ· ἡμῶν δ’ ἕκαστος στιβάδα παρεκαττύετο. |
| π 525 | Παρεκβατικῶς: συντόμως. |
| π 526 | Παρεκλέγω· αἰτιατικῇ. |
| π 527 | Παρὲκ νόον: ἀντὶ τοῦ παρ’ ἐλπίδα. παρὲκ νόον εἰλήλουθας. |
| π 528 | Παρεκότει: ὠργίζετο. |
| π 529 | Παρεκρότουν: παρώρμων, παρώτρυνον. τούτους ἀθροίζοντες ἀλλήλους παρεκρότουν. |
| π 530 | Παρεκρούσατο: ἐπλάνησεν. |
| π 531 | Παρεκστῆναι: παρεκτραπῆναι. ὥστε καὶ τοὺς ἐν τῷ συνεδρίῳ ἀχανεῖς γενέσθαι καὶ παρεκστῆναι ταῖς διανοίαις, συμπάσχοντας τῇ τῶν ἀκληρούντων ὑπερωδυνίᾳ. |
| π 532 | Παρεκτός: ἐπίρρημα. |
| π 533 | Παρέλαβε τὴν πόλιν, οὐ τὴν ἐπὶ τῶν προγόνων, ἀλλὰ γραῦν σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφοῦσαν. |
| π 534 | Παρελέξατο: παρεκοιμήθη. ἐχρήσατο δὲ Ὅμηρος τούτῳ ἐπὶ ἵππου καταχρηστικῶς· οὐ γὰρ παρακλίνεται ἵππος, ἀλλ’ ἐπιαναβαίνει. |
| π 535 | Παρελθεῖν: τὸ αὐτίκα δηλοῖ παρὰ Θουκυδίδῃ. τὸ δὲ ἐπελθεῖν, τὸ ἀναβαλλόμενον χρόνῳ δὲ τοῦτο διαπράξασθαι. |
| π 536 | Παρελθεῖν: ἀντὶ τοῦ νικῆσαι. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτη‐ σιφῶντος. |
| π 537 | Παρελθών: ἀντὶ τοῦ εἰσελθών. |
| π 538 | Παρέλκον: περιττόν, ἢ παρατεῖνον. |
| π 539 | Παρέλκυσις: ὑπέρθεσις. |
| π 540 | Παρελογίσασθε: ἠπατήσατε. |
| π 541 | Παρ’ ἐλπίδα: ἐπίρρημα. |
| π 542 | Παρέλυσαν: ἀπήλλαξαν, μετέστησαν· Θουκυδίδης ζʹ· τὸν μὲν Νικίαν οὐ παρέλυσαν τῆς ἀρχῆς. |
| π 543 | Παρεμβαλεῖ: παρατάξεται. |
| π 544 | Παρεμβαλόντων: κυκλωσάντων. |
| π 545 | Παρεμβολή: σκηνή, κάστρον, στρατόπεδον. ἐπὶ τοῦ μεγάλου Ἀντωνίου κεῖται τὸ παρεμβολὴ ὄνομα. Παρεμβολὴ παρεντάξεως διαφέρει· παρεμβολὴ μὲν γάρ ἐστιν ἡ τῶν ὁμοίων παρένθεσις, οἷον ὁπλιτῶν πρὸς ὁπλίτας ἢ ψιλῶν πρὸς ψιλοὺς παρένταξις δὲ ἡ τῶν ἀνομοίων, οἷον ὁπλιτῶν πρὸς ψιλοὺς ἢ ψιλῶν πρὸς ὁπλίτας. πάλιν παρεμβολὴ λέγεται, ὅταν προτεταγμένων τινῶν εἰς τὰ μεταξὺ διαστή‐ ματα ἐκ τῶν ἐπιτεταγμένων καθιστῶνται αὐτοῖς ἐπ’ εὐθείας. |
| π 546 | Παρεμβολή: παράταξις. καὶ Παρεμβάλλειν, παρατάσσεσθαι. |
| π 547 | Παρέμπτωσις: προσθήκη φωνήεντος κατὰ μέσον, οὐ ποιοῦντος συλλαβήν· οἷον ξένος, ξεῖνος, ἔνατος, εἴνατος. |
| π 548 | Παρεμφῆναι. παραδεῖξαι, παρασημᾶναι. |
| π 549 | Παρενείρει: παρεμβάλλει, ἤγουν λέγει |
| π 550 | Παρένησαν· Θουκυδίδης· ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως ὅσον ἐδύναντο. |
| π 551 | Παρενθέμενος: παραλογισάμενος. ὁ δὲ Ἀκάκιος παρενθέμενος τὰ τοῖς κανόσι διηγορευμένα καὶ τὸ θυσιαστήριον καταλαμβάνει καὶ τὰ ἐξ ἔθους ἱερεῦσιν ἐπιτελεῖ. |
| π 552 | Παρενθήκη: προσθήκη. |
| π 553 | Παρέντες: παραλυθέντες, ἀμελήσαντες. τὼ χεῖρε καὶ τὰς πανο‐ πλίας παρέντες. |
| π 554 | Παρενοχλῶ· δοτικῇ. |
| π 555 | Παρέξ: παρεκτός. |
| π 556 | Παρεξαγωγή. |
| π 557 | Παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸς αὐτὸν διαφθορᾷ. |
| π 558 | Παρεξειρεσίαν: τὸ ἔξω τῶν ἐρεσσόντων. ἐν τετάρτῃ Θουκυ‐ δίδης. Ἀρριανός· τῶν μὲν κωπῶν ἔστιν ἃς ξυνέτριψαν, καὶ τῆς παρεξειρεσίας τινὰ ἀπέθραυσαν. |
| π 559 | Παρεξειρεσίας: παρὰ Θουκυδίδῃ τὸ κατὰ τὴν πρώραν πρὸ τῶν κωπῶν· ὡς ἂν εἴποι τις τὸ παρὲξ τῆς εἰρεσίας. |
| π 560 | Παρεξηυλημένον νοῦν: οἷον διεφθαρμένον καὶ ἀμυδρὸν ὑπὸ γήρους. μετήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· οἱ γὰρ κατατετριμμένοι ἐξηυλῆσθαι λέγονται. Ἀριστοφάνης· οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους. κωφοὺς δὲ οἷον ἀφώνους. Ὅμηρος· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος. |
| π 561 | Παρεωραμένος καὶ Παρῃωρημένος. |
| π 562 | Παρεπίδημος. καὶ ὁ βίος ἡμῶν παρεπιδημία. |
| π 563 | Παρέπτη: παρῆλθεν. |
| π 564 | Παρέργως: ὀλιγώρως. οὐ μὴν οὐδὲ τὸ πάρεργον ἄξιον σιω‐ πῆσαι, καθάπερ ἀγαθοῦ τεχνίτου. περὶ τοῦ Σκιπίωνος λέγων ὁ Πο‐ λύβιος. καὶ αὖθις· ἔγνωσαν δὲ οἱ Λακεδαιμόνιοι μὴ πάρεργον ποιήσασθαι τὸν ἀπόστολον. |
| π 565 | Παρερπύσασα: ἠρέμα εἰσελθοῦσα. εἴσω παρερπύσασα, πρὶν τὸν ἄνδρα με ἰδεῖν. |
| π 566 | Παρέρχεται· αἰτιατικῇ ὑπερβάλλει. |
| π 567 | Πάρες: ὑποχώρησον. |
| π 568 | Πάρεσις: νέκρωσις. Ἀππιανός· οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰς Ῥωμαίους ἐποιοῦντο τήν τε πάρεσιν αὐτοῦ τὴν ἐπὶ σφᾶς, ὄντας ἐν‐ σπόνδους καὶ συγγενεῖς. τουτέστι τὴν ἀμέλειαν, τὴν καταφρόνησιν. |
| π 569 | Παρέστη: ἐγένετο, περιέσχε. πανταχόθεν δὲ ὑπὸ τῶν πολε‐ μίων περιεχόμενοι, δεινὴ παρέστη πρὸς τὸ πλῆθος ἀμηχανία. |
| π 570 | Παρεστηκότες: συνημμένοι, τεθαρρηκότες. Ἀρριανός· οἱ δὲ ἐσκεδασμένοι καὶ οὐ παρεστηκότες ταῖς γνώμαις ἐς φυγὴν ἐτράπησαν. |
| π 571 | Παρεστηκότος: προϋπάρχοντος, ἐνεστῶτος. ὁ δὲ πρὸς πᾶν ἀναιδεύεται καὶ οὐ μεθίστησι τοῦ χρώματος τοῦ παρεστηκότος. |
| π 572 | Παρεστήσαντο· ἀμαχεὶ δὲ πλείστας τῆς Ἰταλίας παρεστήσαντο πόλεις. ἐπόρθησαν, ἥλωσαν. |
| π 573 | Πάρεστιν· δοτικῇ. ἐκ παντὸς δυνατόν ἐστιν. |
| π 574 | Παρέσφηλε: παρεμφαίνεται, ἐσφάλη, ἀπερρύη. |
| π 575 | Παρετέον: σιωπητέον παραληπτέον. |
| π 576 | Παρέτραγον· καὶ τοῦ κύκλου παρέτραγον ὑφ’ ἁρματωλίας. ἀντὶ τοῦ φειδό‐ μενοι τῶν ἁρμάτων αὐτῶν. |
| π 577 | Παρευδοκιμησάσης: νικησάσης. ἤτοι εἰς δόξαν ὑπερβάσης. καὶ Παρευδοκιμῶ· αἰτιατικῇ. |
| π 578 | Παρευθύνει: παραφέρει, βιάζεται. |
| π 579 | Παρευθύς. |
| π 580 | Παρευνηθείς: παρακοιμηθείς. |
| π 581 | Παρευρημένως· δικαιότατα καὶ παρευρημένως κρινόντων. |
| π 582 | Παρέχοντας· Ἡρόδοτος· κρέσσον γὰρ ποιεῦντάς τι καὶ ἀμυ‐ νομένους τελευτῆσαι τὸν αἰῶνα, ἤπερ παρέχοντας διαφθαρῆναι αἰσχίστῳ μόρῳ. καὶ Παρέχω· δοτικῇ. |
| π 583 | Πάρει: ἐλήλυθας, παρεγένου τίνα λόγον ἄρα ποτὲ πρὸς ἐμέ, φίλ’, ἔχων πάρει; κοινόν, ἀσφαλῆ, δίκαιον, ἡδύν, ὠφελήσιμον. ἀντὶ τοῦ κοινωφελῆ, ἀσφαλῆ. τουτέστιν ἀληθῆ καὶ σφαλῆναι μὴ δυνά‐ μενον. |
| π 584 | Παρειά: γνάθος. καὶ μέρος τῆς νεώς. |
| π 585 | Παρεῖαι ὄφεις: ὀνομάζονταί τινες ὄφεις οὕτως, παρὰ τὸ πα‐ ρειὰς μείζους ἔχειν. ὁ δὲ Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου φησίν, εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας· τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν. |
| π 586 | Παρείη. ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ· καὶ ὁπότε παρείη, οὐ‐ δεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνεβίβαζεν. |
| π 587 | Παρείθη: παρελύθη. εἶτα μέντοι τὰ δεξιὰ παρείθη μέρη. |
| π 588 | Παρεικάθη: παρελύθη. |
| π 589 | Παρεικότος: παραλελυμένου. |
| π 590 | Παρείκοι: ὑποχωροίη. πέμποντες ἱππέας ἐκδρόμους, ὅπη παρείκοι, τροφὰς ἐλάμβανον. ὅπου ἦν δυνατόν. καὶ αὖθις· σφοδρό‐ τατα σφᾶς ἐπιδιώκοιμεν, ὅπη παρείκοι. ὅπου ἐστὶ δυνατόν, ὅπου τρέ‐ ποιτο ὁ πόλεμος. καὶ αὖθις· ὁ δὲ Τραιανὸς ἔγνω μάλιστα, εἰ παρείκοι, ἐξελεῖν τὸ ἔθνος· εἰ δὲ μή, συντρίψας γε παῦσαι τῆς ἄγαν ἀτασθαλίας. |
| π 591 | Παρειμένον: κεχαυνωμένον. |
| π 592 | Παρειμένος: παρεωραμένος. |
| π 593 | Παρείμην: συγχωρήσαιμι. Σοφοκλῆς· οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν. τουτέστιν οὐκ ἂν συγχωρήσαιμι. |
| π 594 | Πάρειμι: ὑπάρχω. |
| π 595 | Παρεῖναι: τὸ παραγίνεσθαι, καὶ ὑπάρχειν. Παρῆναι δὲ κεν‐ τηθῆναι. |
| π 596 | Παρείπῃ: παραπείσει. |
| π 597 | Παρειπών: παραινέσας. |
| π 598 | Παρείραντα: παρεισβαλόντα. Πολύβιος· οὔτ’ ἐπιβαλέσθαι παρ‐ είραντα τὴν χεῖρα δυνατόν, ἅτε πυκνῶν οὐσῶν. |
| π 599 | Παρείρπυσεν: εἰσῆλθεν. ὡς ἐπὶ ὄφεως δὲ εἶπεν, ἐπειδὴ τυφλὸς ἦν ὁ γλάμων. πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν. |
| π 600 | Παρείς: ἐάσας, ἀφείς. |
| π 601 | Παρείς: ἀμελήσας, ἐπικατακλίνας, ὀλιγωρήσας. καὶ παρεὶς ἑαυ‐ τὸν ὑπὸ λύπης ἔκειτο. Παρῆς δὲ ἀντὶ τοῦ ὑπῆρχες. |
| π 602 | Παρείσακτον: ἀλλότριον. |
| π 603 | Παρεῖσαν: εἴασαν, ἀφῆκαν. |
| π 604 | Παρεισελθεῖν: τὸ μετ’ ἄλλου πλαγιάσαντος συνεισελθεῖν, ἐλθεῖν δὲ τὸ γυμνῇ τῇ παρρησίᾳ χρήσασθαι. διὰ τοῦτό φησιν ὁ Ἀπόστολος· παρεισῆλθεν ὁ νόμος. |
| π 605 | Πάρεισιν αὐτῷ τέκνα. |
| π 606 | Παρείσθω: συγχωρείσθω. |
| π 607 | Παρεισκρίνει: παρεισέρχεται, παρεισβάλλει. |
| π 608 | Παρεῖτε: παραγίνεσθε. |
| π 609 | Παρεῖτο: ἠμελεῖτο, παρῃρεῖτο. τῶν μὲν ἐξ ἐμοῦ παίδων πόθος παρεῖτο. καὶ Παρεῖτο, διελύετο. |
| π 610 | Παρηβηκώς: γεγηρακώς. |
| π 611 | Παρηβῆσαι: παρακμάσαι. |
| π 612 | Παρήγαγε: παρήνεγκεν. ἐν τῷ δείπνῳ παῖδα αὐτοῦ ὀρχησά‐ μενον βαρβαρικῶς παρήγαγεν. |
| π 613 | Παρήγγελλον: ἐτάσσοντο, συνηριθμοῦντο. Ἀππιανός· πᾶς τις αὐτῶν καὶ συμμάχων ὥρμα, καὶ ἐθελονταὶ παρήγγελλον εἰς τὸν κα‐ τάλογον. |
| π 614 | Παρηγορίας: συμβουλῆς, ἢ παρακλήσεως. καὶ ἐν Ἐπιγράμ‐ μασι· παίγνιά τ’ ἀμφιέπουσι παρήγορα καὶ κατ’ ἀγυιὰς πλάζονται. |
| π 615 | Παρηέρθη: ἀπὸ τοῦ ἀείρω, ἀερῶ, ἤερκα ἤερμαι, ἠέρθην καὶ παρηέρθην. |
| π 616 | Παρῄεισαν: παρῆλθον. |
| π 617 | Παρήκαμεν: ἐπέμψαμεν· ἢ ἀφήκαμεν. |
| π 618 | Παρῆκον· μὴ διὰ πάσης ἰέναι ἐξετάσεως, ἀλλὰ μετρίας κατὰ τὸ παρῆκον τῆς αὐτῶν προαιρέσεώς τε καὶ δυνάμεως. |
| π 619 | Παρήκοντα: παρατείνοντα· ὡς διήκοντα ἐπεκτεινόμενα. ἐκ τοῦ παρείκοντος δὲ ἀντὶ τοῦ ἀναδιδοῦντος. |
| π 620 | Παρήλλαξαν· ἐπειδὴ δὲ παρήλλαξαν τὴν ἐνέδραν, ἄφνω πάντες ἐπεφάνησαν. ἀντὶ τοῦ παρῆλθον. |
| π 621 | Παρῆλθεν· αἰτιατικῇ. |
| π 622 | Παρήλασεν: ὑπερήλασεν, ἤτοι ἐνίκησεν. |
| π 623 | Παρήλιξ, παρήλικος. |
| π 624 | Παρήλιος: νεφέλη πεπυκνωμένη καθ’ ὑπερβολὴν καὶ ἐναυγαζο‐ μένη ὑπὸ τοῦ ἡλίου. |
| π 625 | Παρῆν: παρήμην. ἑνικῶς κατ’ Ἀττικούς. |
| π 626 | Παρηνώχλουν. |
| π 627 | Παρήορος: παρειμένος τὰς φρένας. |
| π 628 | Παρῄορος ἵππος. καὶ Παρῃορίῃσι, ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις. |
| π 629 | Παρῃρηκώς: λαβών. |
| π 630 | Παρῄρηντο: ἀφήρπαζον, ἀφῃροῦντο. καὶ φρούρια δὲ αὐτῶν παρῄρηντο περὶ τοὺς αὐτοὺς καιρούς. καί, παρῃρεῖτο τῆς ἐξουσίας ὅσον μέρος αὐτῷ. |
| π 631 | Παρῃρῆσθαι: ἀφῃρῆσθαι. ὁ δὲ ἐγεγήθει ἐπὶ τῷ παρῃρῆσθαι αὐτοῖς τῇ διαλύσει τοῦ κρυστάλλου τὴν πεζὴν ἐπάνοδον. |
| π 632 | Παρῄρηται: παρατέτμηται. |
| π 633 | Παρήρτητο. καὶ Παρηρτημένος· τῷ ξίφει, ὃ ἔτυχε παρηρ‐ τημένος (ἀντὶ τοῦ φορῶν, βαστάζων), ἑαυτὸν διέφθειρεν. |
| π 634 | Παρῆς: ὑπῆρχες. |
| π 635 | Παρῆσαν: ὑπῆρχον. |
| π 636 | Παρρησία: ἐξουσία, ἄδεια. οἱ δὲ τῇ μαχαίρᾳ τὴν παρρησίαν ἐδίδοσαν. οἱ ῥήτορες τῇ παρρησίᾳ κατεχρήσαντο ἐπὶ τῶν ὀνειδίζειν μελλόντων τοὺς ἀκούοντας, ὅταν οἱ διαλεγόμενοι τῶν οὐ δεόντως ποτὲ πεπραγμένων μνημονεύωσιν· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· Νικόδημος δὲ ὑπὸ Ἀρισταγόρου τετελεύτηκε βιαίῳ θανάτῳ, ἐκκοπεὶς ὁ δείλαιος ἀμφοτέρους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν ἐκτμηθείς, ᾗ ἐπαρρησιάζετο, πιστεύων τοῖς νόμοις. καὶ ἐν τῷ τῆς παραπρεσβείας· προῄρημαι δὲ παρρησιάσασθαι καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι. |
| π 637 | Παρρησίας: ἀντὶ τοῦ βλασφημίας, καὶ λοιδορίας. Ἰσοκράτης Βουσίριδι. |
| π 638 | Παρῆσθαι· καὶ Παρῆστο, παρεκαθέζετο. |
| π 639 | Παρήσω: παράσχω. |
| π 640 | Παρῆτε: παρεγένεσθε. |
| π 641 | Παρῃτήσθω: συγκεχωρήσθω. |
| π 642 | Παρῃτεῖτο· ἀποτίσειν τὰς βοῦς ὡμολόγει, καὶ κακῶς παρῃτεῖτο τὸ ἁμάρτημα. καὶ ἐπὶ τοῦ παρεκάλει. οἱ δὲ παρῃτοῦντο τοὺς προ‐ μαχομένους μικρὸν ἀνασχεῖν. |
| π 643 | Παρίας λίθου· Αἰλιανός· δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεο‐ πόμπου, πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος, εἴδωλον Παρίας λίθου, καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργές, κλίνη, καὶ αὐτὴ λίθου. |
| π 644 | Παρία λίθος: θηλυκόν, ἡ λίθος. Αἰλιανός· καὶ μέντοι καὶ Παρίας λίθου ἅρμα ἀνακείμενον Διονύσῳ, ποίημα θαυμαστόν, ἀνείλετο θεοσυλήσας. |
| π 645 | Παριδόντες: καταμελήσαντες. |
| π 646 | Παρίεμαι: παραιτοῦμαι. |
| π 647 | Παριεμένους: παρερχομένους. |
| π 648 | Παριέναι: συγχωρεῖν ἀφιέναι. οἱ δὲ διεμαρτύροντο τὸν Φίλιπ‐ πον μὴ παριέναι τὸν καιρόν, μηδὲ καταμέλλειν. |
| π 649 | Παρίημι: συγχωρῶ. εἴ τις ἐπελθὼν ἡμῶν εἰς τὴν παρεμβολὴν τολμήσει, παρίημι λέγειν ἐς τὴν πατρίδα. |
| π 650 | Παρίεται: παραλύεται. |
| π 651 | Παρίλια: ἑορτή. |
| π 652 | Πάριον: ὄνομα ἀγροῦ, ἀπὸ Πάριδος τοῦ καὶ Ἀλεξάνδρου κληθέν· ἐκεῖσε γὰρ ἔπεμψεν αὐτὸν Πρίαμος ὁ πατὴρ τρέφεσθαι· τοπρὶν δὲ ἐκαλεῖτο Ἄμανδρος ὁ τόπος. ἐκεῖ τε διατρίψας Ἀλέξανδρος τοὺς λʹ ἐνιαυτοὺς φύσεώς τε δεξιᾶς τετυχηκὼς πᾶσαν ἐπαιδεύθη σοφίαν Ἑλληνικήν. ἐξέθετο δὲ καὶ λόγον εἰς ἐγκώμιον τῆς Ἀφροδίτης, λέ‐ γων μείζονα αὐτὴν εἶναι τῆς Ἀθηνᾶς καὶ τῆς Ἥρας· τὴν γὰρ Ἀφρο‐ δίτην τὴν ἐπιθυμίαν εἶπεν, ἐξ ἧς τίκτεται παντὰ τὰ κακὰ ἀνθρώποις. ἐντεῦθεν φέρεται μῦθος, ὅτι ὁ Πάρις ἔκρινε μεταξὺ Παλλάδος καὶ Ἥρας καὶ Ἀφροδίτης καὶ τῇ Ἀφροδίτῃ δέδωκε τὸ μῆλον, ὅ ἐστι τὴν νίκην. εἶπε δὲ καὶ ὕμνον εἰς αὐτήν, τὸν λεγόμενον Κεστόν. ταύτην γράφουσι τὴν αἰτίαν γενέσθαι τοῦ πολέμου. συντελεσθέντων τῶν λʹ ἐνιαυτῶν, μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἔπεμψεν εἰς θυσίας. ὃς ἐλθὼν ἐν Σπάρτῃ καὶ εὑρὼν τὴν Ἑλένην ἥρπασεν αὐτήν. |
| π 653 | Παριππεύει: ἀντὶ τοῦ ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ἀπέρχεται ἢ ὁδεύει. |
| π 654 | Παριππεύσαντες: παραδραμόντες. |
| π 655 | Παρίππον καὶ κόρη: τόπος Ἀθήνησιν οὕτω καλούμενος· ἐπειδή τις τοῦ γένους τῶν Κοδριδῶν, Ἱππομάνης τοὔνομα, ὃς καὶ τε‐ λευταῖος ἐβασίλευσε, τὴν θυγατέρα καθεῖρξεν ἐν χωρίῳ τινὶ μεθ’ ἵπ‐ που μαινομένου, διότι λαθραίῳ μίξει τὴν παρθενίαν αὐτῆς ἐλυμήνατο. καὶ ὁ ἵππος τὴν κόρην βίαν ἐποιήσατο· ἀφ’ οὗ Πάριππος καὶ κόρη ὁ τόπος, ἐν ᾧ τὸ πάθος ὑπέστη, καλεῖται. |
| π 656 | Παρίσθμια: τὰ περὶ τὴν φάρυγγα. |
| π 657 | Παρίστασαι: καταδουλοῖς καὶ ὑποχείριον ποιεῖς. ἢ ἀντὶ τοῦ μεθίστασαι. Σοφοκλῆς· ἄγεις θ’, ἃ χρῄζεις, καὶ παρίστασαι βίᾳ, καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ ἔδοξας εἶναι. εἰώθεσαν δὲ οὕτω λέ‐ γειν· καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν ἡμεῖς ἂν εἴποιμεν, μετεστήσαντο· οἱ δὲ παρεστήσαντο. |
| π 658 | Παρίστασθαι· δοτικῇ. Ἀρριανός· ὁ δὲ Ἀλέξανδρος προσέταξε τὰ κατὰ τὴν ὁδὸν χωρία ἢ βίᾳ ἐξαιρεῖν ἢ ὁμολογίᾳ παρίστασθαι. καὶ αὖθις Δαμάσκιός φησιν· οὐ γὰρ προσίετο τὰ χρήματα ῥᾳδίως, οὐδὲ πρόχειρος ἦν καταφρονεῖν χρημάτων δικαίως ὀφειλομένων, ἀλλὰ παρ‐ ίστατο καὶ ἐξῄτει τοῖς ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων. |
| π 659 | Παρίστημι: τὸ λαμβάνω. αἰτιατικῇ· ὧν τὰ μὲν βίᾳ ᾕρει, τὰ δὲ ὁμολογίᾳ παρίσταται. |
| π 660 | Παρίτω: ἐλθέτω. |
| π 661 | Παρθενεῖα: προπερισπωμένως, τὰ εἰς παρθένους ᾀδόμενα μέλη. Ἀριστοφάνης· κύκλιά τε πολλὰ καὶ καλὰ καὶ παρθενεῖα καὶ κατὰ Σιμωνίδου. τουτέστι κακότεχνα καὶ ποικίλα. |
| π 662 | Παρθένειος: ὁ ἐκ παρθένου ἔτι δοκούσης εἶναι γενναῖος. καὶ Παρθένειον λέχος. Παρθένιος δὲ ὁ ἐκ παρθένου γεννηθείς. |
| π 663 | Παρθενία: ὁ καθαρὸς βίος. καὶ Παρθένιον πέλαγος. |
| π 664 | Παρθένιος, Ἡρακλείδου καὶ Εὐδώρας, Ἕρμιππος δὲ Τήθας φησί· Νικαεὺς ἢ Μυρλεανός, ἐλεγειοποιὸς καὶ μέτρων διαφόρων ποιητής. οὗτος ἐλήφθη ὑπὸ Κίννα λάφυρον, ὅτε Μιθριδάτην Ῥωμαῖοι κατεπο‐ λέμησαν· εἶτα ἠφείθη διὰ τὴν παίδευσιν καὶ ἐβίω μέχρι Τιβερίου τοῦ Καίσαρος. ἔγραψε δὲ ἐλεγείας, Ἀφροδίτην, Ἀρήτης ἐπικήδειον τῆς γαμετῆς, Ἀρήτης ἐγκώμιον ἐν τρισὶ βιβλίοις· καὶ ἄλλα πολλά. περὶ μεταμορφώσεως ἔγραψε. |
| π 665 | Παρθένιος, Χῖος, ἐποποιός, υἱὸς Θέστορος· ὃς ἐπεκαλεῖτο Χάος, Ὁμήρου δὲ ἦν ἀπόγονος. ἐποίησεν εἰς Θέστορα τὸν ἑαυτοῦ πατέρα. |
| π 666 | Παρθένιοι: οἱ γενόμενοι παρθένῳ πρὸ τοῦ γήμασθαι, ὑπὸ δὲ Ἀθηναίων Ἐρεχθέως θυγατέρες· παρὰ δὲ Γοργίᾳ παρθένος ἐπὶ παντὸς ἀμετόχου τέτακται. καλοῦνται δὲ ἐκ μεταλήψεως καὶ ἄφθοροι. |
| π 667 | Παρθενῶνος: τοῦ τῶν παρθένων χοροῦ. |
| π 668 | Παρθένοι: τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτιμώ‐ ρησαν δὲ τὸν ἀριθμὸν ἕξ. πρεσβυτάτη μὲν Πρωτογένεια, δευτέρα δὲ Πανδώρα, τρίτη Πρόκρις, τετάρτη Κρέουσα, πέμπτη Ὠρείθυια, ἕκτη Χθονία. τούτων λέγεται Πρωτογένεια καὶ Πανδώρα δοῦναι ἑαυτὰς σφαγῆναι ὑπὲρ τῆς χώρας, στρατιᾶς ἐλθούσης ἐκ Βοιωτίας. ἐσφα‐ γιάσθησαν δὲ ἐν τῷ Ὑακίνθῳ καλουμένῳ πάγῳ ὑπὲρ τῶν Σφενδο‐ νίων. διὸ καὶ οὕτως καλοῦνται παρθένοι Ὑακινθίδες, καθάπερ μαρ‐ τυρεῖ Φανόδημος ἐν τῇ πέμπτῃ Ἀτθίδι, μεμνημένος τῆς τιμῆς αὐτῶν, καὶ Φρύνιχος Μονοτρόπῳ. |
| π 669 | Παρθενοπίπας: ὁ τὰς παρθένους ἀπατῶν, ἢ ἐπιτηρῶν. |
| π 670 | Πάρθη. ἐν Ἐπιγράμμασι· ἦν γὰρ ἀγὼν φόρμιγγος, ὁ δ’ ἀν‐ τίος ἵστατο Πάρθης. |
| π 671 | Πάρθοι: Περσικῇ γλώσσῃ Σκύθαι, οὓς κατῴκισε Σέσωστρις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ὑποτάξας Ἀσσυρίους. |
| π 672 | Παρθυαῖος: ὁ ἀπὸ τόπου Παφλαγονίας. |
| π 673 | Παρθυηνή: πόλις. |
| π 674 | Πάρμαι: δερμάτινοι θυρεοὶ παρὰ Καλχηδονίοις. |
| π 675 | Παρμενίδης, Πύρητος, Ἐλεάτης, φιλόσοφος, μαθητὴς γεγονὼς Ξενοφάνους τοῦ Κολοφωνίου, ὡς δὲ Θεόφραστος Ἀναξιμάνδρου τοῦ Μιλησίου. αὐτοῦ δὲ διάδοχοι ἐγένοντο Ἐμπεδοκλῆς τε, ὁ καὶ φιλόσο‐ φος καὶ ἰατρός, καὶ Ζήνων ὁ Ἐλεάτης. ἔγραψε δὲ Φυσιολογίαν δι’ ἐπῶν, καὶ ἄλλα τινὰ καταλογάδην, ὧν μέμνηται Πλάτων. |
| π 676 | Παρμενίωνος: ὄνομα κύριον. |
| π 677 | Πάρμη· τῇ δυνάμει τῆς πάρμης καὶ τῶν Λιβυστικῶν θυρεῶν ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι. |
| π 678 | Παρμισσός: ὄνομα πόλεως. |
| π 679 | Παρνάσσιοι: ἀντὶ τοῦ μεγάλοι· Πάρνης γὰρ ὄρος τῆς Ἀττι‐ κῆς, χορηγίαν ἔχον πολλῶν ξύλων. ὡς ἀπὸ Παρνασσοῦ τὴν λέξιν παρήγαγε, δηλῶν τοὺς ἱερούς· ὁ γὰρ Παρνασσὸς ὄρος Φωκίδος ἐστίν, ἱερὸν Ἀπόλλωνος καὶ Διονύσου. τιθέασι δὲ καὶ ἐπὶ τοῦ μεγάλου τὸ Παρνασσός· Ἀριστοφάνης Ἀχαρνεῦσιν· ὀλίγου τ’ ἀπέθανον ἄνθρακες Παρνάσσιοι. |
| π 680 | Πάρνη: ὄρος Ἀττικῆς, θηλυκῶς. |
| π 681 | Πάρνης, Πάρνηθος: ὄνομα ὄρους. καὶ οὐδετέρως Παρνήθιον ὄρος. |
| π 682 | Παρνησός: πόλις. |
| π 683 | Πάρνοψ: ἀκρίδος εἶδος. οἱ δὲ μελίσσας ἀγρίας. καὶ κλίνεται πάρνοπος. οἱ δὲ κώνωπας. Ἀριστοφάνης· ὁ δ’ ἀνακραγὼν ἀντ‐ είκασεν αὐτὸν πάρνοπι τὰ θρία τοῦ τρίβωνος ἀποβεβληκότι. καὶ αὖθις· ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. τὸ πλῆθος σημαίνει τῆς στρατιᾶς. |
| π 684 | Παρό: διό. |
| π 685 | Παροδεία: ἡ παρέλευσις. |
| π 686 | Πάροδος: εἴσοδος. ὁ δὲ δευτεραῖος ἀφίκετο. οὐ μὴν παραυ‐ τίκα γε παρόδου ἔτυχεν, ὡς καὶ αὐτῇ τῇ τριβῇ ἐνδείξαιτο Ῥωμαίοις ὁ βάρβαρος, οὐχὶ ἐπιθυμοῦντι τὰ τῆς πρεσβείας γενόμενα ἄν. |
| π 687 | Πάροδος: ἡ ἄφιξις, ἡ εἴσοδος. οἱ δὲ πεμφθέντες παρόδου ἐς τὴν πόλιν οὐκ ἔτυχον ὑστερήσαντες. Πρίσκος φησί. |
| π 688 | Παροκλάζων: γονατίζων. |
| π 689 | Παροκωχή: παροχὴ παρὰ Θουκυδίδῃ, ὡς ἡ ἀνακωχὴ καὶ διακωχή. |
| π 690 | Παρολίγον τῷ βίῳ ἐκινδύνευε· σύνταξις. |
| π 691 | Παρολκή: ὑπέρθεσις. |
| π 692 | Παρομαρτεῖ: παρακολουθεῖ. |
| π 693 | Παρόν: ἐξόν, δυνατόν, δέον. διὸ καὶ παρὸν κωλύειν, ὑπο‐ πιμπράντες. καὶ αὖθις· ὁ δὲ ἤσχαλλεν, ἐν συμφορᾷ μεγάλῃ ποιού‐ μενος, εἰ μή τις αὐτὸν ἐῴη, παρὸν οὐδενὶ πόνῳ τὸ κράτος τοῦ πο‐ λέμου παντὸς φέρεσθαι. |
| π 694 | Παρ’ ὁντινοῦν: παρὰ πάντα. |
| π 695 | Παροξύνω· αἰτιατικῇ. |
| π 696 | Παροπλίσας· τετρακισχιλίους παροπλίσας γεωργεῖν ἐπέταξε, χώραν ἀποδοὺς αὐτοῖς. ἀντὶ τοῦ τὰ ὅπλα ἀφελόμενος. καὶ αὖθις· τοὺς Ἰσόμβρους πάλιν παροπλίσας ἀλύσει δεδεμένους εἰς Ῥωμανίαν ἀπέστειλεν. |
| π 697 | Παρορᾶσθαι· εἰκότως ἐδόκουν οἱ Καρχηδόνιοι παρορᾶσθαι τὴν τῶν ὅπλων παράδοσιν. ὑποτοπεῖσθαι, ὑφορᾶσθαι. |
| π 698 | Παροργίζω· αἰτιατικῇ. |
| π 699 | Παρόριον: τὸ πλησίον τοῦ ὄρους. |
| π 700 | Παρορκῆσαι· Ἀππιανός· εὐθὺς ἠρέθιζον τοὺς Βρεττανοὺς παρορκῆσαι, ἔγκλημα ἔχοντας, ὅτι σπονδῶν σφίσι γενομένων ἔτι παρῆν τὸ στρατόπεδον. |
| π 701 | Παρορμᾷ: διεγείρει, παροξύνει. |
| π 702 | Πάρος: χρονικῶς καὶ τοπικῶς. ἀντὶ τοῦ ἔμπροσθεν. |
| π 703 | Παρ’ ὅσον: ἀντὶ τοῦ ἐπὶ πολύ. τὰ σημεῖα τοῦ κάλλους ἰδὼν λυμαινόμενα ὠλοφύρετο καὶ κατεστέναζε τὴν μεταβολήν, παρ’ ὅσον γένοιτο. |
| π 704 | Παρ’ οὐδέν: εὔκολον, εἰς οὐδέν. |
| π 705 | Παρ’ οὐδὲν θέμενος τοῦτο: ἀντὶ τοῦ καταφρονήσας, παρα‐ λογισάμενος. τὰς σπονδὰς πατήσας καὶ τοὺς ὅρκους παρ’ οὐδὲν θέμενος Ἀλέξανδρος, Πελοπίδαν καθείρξας ἐφρούρει. |
| π 706 | Παρουσία: ἀντὶ τοῦ περιουσία, ἤτοι ἡ αἰτία τοῦ πλούτου οὐσία. Δημοσθένης ἐν τῷ Περὶ συντάξεως φησί. καὶ Κράτης· ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων. |
| π 707 | Παρουσία: λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τῷ Πλάτωνος Φαίδωνι· ὡς καὶ νῦν ἔχομεν παρουσίας. καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσ‐ σεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων. Θουκυδίδης ἐν τῷ αʹ· Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ πα‐ ρουσίᾳ. τούτῳ γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. |
| π 708 | Παροχετεύει: παραπλαγιάζει. ἢ ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ἕτερον ἐπιβάλλει ἢ μεταφέρει τὸ ὕδωρ. καὶ Παροχετεύοντες, μεταφέροντες. |
| π 709 | Παροχλίζουσι: μετακινοῦσι. |
| π 710 | Πάροχος: ὁ ἀναβαίνων εἰς τὸ ἅρμα, τὸ ζεῦγος. Πάροχοι λέγονται καὶ οἱ παράνυμφοι παρὰ τὸ παροχεῖσθαι τοῖς νυμφίοις· ἐπ’ ὀχήματος γὰρ τὰς νύμφας ἦγον. Ἀριστοφάνης Ὄρνισιν· ὁ δ’ ἀμφι‐ θαλὴς Ἔρως χρυσόπτερος, ἡνίας εὔθυνε παλιντόνους, Ζηνὸς πάροχος γάμων. |
| π 711 | Παροψίδας: σκεύη ὑπηρετικὰ τραπέζης. |
| π 712 | Παροψίς: ἐμβάφιον, ὀξυβάφιον. |
| π 713 | Παροψωνοῦσι: λάθρα ὀψωνοῦσι. καὶ Πισίδης· εἰ μὴ κα‐ κουργεῖς καὶ παροψωνεῖν θέλεις, ἐκ τῶν ἐχόντων τὰς δυσώδεις ἀντλίας. |
| π 714 | Παρῶ: ἀφῶ, συγχωρῶ. |
| π 715 | Παρῳδούμενος: λεγόμενος. καὶ Παρῳδία· οὕτω λέγεται ὅταν ἐκ τραγῳδίας μετενεχθῇ λόγος εἰς κωμῳδίαν· οἷόν ἐστι τό, ἄξιον γὰρ Ἑλλάδι, παρ’ Εὐριπίδῃ καὶ παρ’ Ἀριστοφάνει εἰρημένον. καὶ αὖθις· κατὰ δή τινα προφορὰν ᾀσθέντα καὶ παρῳδηθέντα ἡ περὶ ταῦτα μουσομανία τοῖς ἄστροις ἐπέψαυε. Προκόπιός φησι. καὶ Παρῳδήκει, ἄλλην ᾖσεν ᾠδήν. ἢ Παρῳδήκει, ἀντὶ τοῦ ὠγκώθη. |
| π 716 | Παρωθοῦντες: ἐκβάλλοντες. |
| π 717 | Παρὼν ἀποδημεῖ: ἐπὶ τῶν αἴσθησιν ἑαυτοῖς μηδεμίαν παρεχόν‐ των. Ἀριστοφάνης· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ. |
| π 718 | Παρῶναι: εἴδη πλοίων. ὁ δὲ ἔπλει παράπλους ποιησάμενος τοὺς Σιδητῶν παρῶν ς· ἧκον γὰρ Ῥοδίοις εἰς συμμαχίαν. |
| π 719 | Παρώνεια: τόπος. |
| π 720 | Παρῳνήθη· τοῦτο μὲν ἐπὶ τοσοῦτον παρῳνήθη. καὶ Πά‐ ροινος, ὁ μέθυσος καὶ ὁ ὑβριστής. ἀντὶ τοῦ μετὰ μέθης ἐλέχθη, μετὰ μανίας. |
| π 721 | Παρῴνησεν: ἀτάκτως ἐξύβρισε. Καμβύσης ὁ Κύρου παρῴνη‐ σεν εἰς τοὺς Αἰγυπτίους θεοὺς καὶ ἐξεμάνη καὶ τὸν ἑαυτοῦ μηρὸν ἔτρωσε καὶ σφακελίσαντος ἐνόσησε καὶ πικρότατα τὸν βίον κατέστρεψεν, ὥς φησιν Ἡρόδοτος. καὶ ταῦτα μὲν παρῴνησαν, βαρβάρως ἐνθου‐ σιάσαντες τε ἅμα καὶ λυττήσαντες. ἔτισαν οὖν δίκας οὐ μεμπτάς· ἑάλω γὰρ αὐτοῖς ἡ πόλις. καὶ αὖθις· ὁ δὲ καὶ ἐν ταῖς τοῦ Διὸς θυγατράσι παρῴνησε, τό γε αὑτοῦ. |
| π 722 | Παρώνυμον: ἐκ τοῦ συμβεβηκότος λεγόμενον. |
| π 723 | Παρώπια καὶ Ἀντήλια: τὰ παρὰ τὰς ὄψεις τῶν ἵππων δερμάτια. |
| π 724 | Παρῶπτο: παρεώρατο. |
| π 725 | Παρωρεία. |
| π 726 | Παρώσας: παρεκβαλών. |
| π 727 | Παρώτρυναν: παρώξυναν. |
| π 728 | Παρῴχετο: παρήρχετο. |
| π 729 | Παρῳχήκει: παρῆλθεν. |
| π 730 | Παρπόδα: εὐθύς, παραυτίκα. εἰ δέ σε δίκη παρπόδα μὴ τι‐ μωρὸς ἐτίσατο, δὶς τόσον αὖθις ἔσσεται ἐν πλεόνεσσι παλίντροπος. |
| π 731 | Παρσώνδης: ὄνομα κύριον. |
| π 732 | Παροικία: ἡ παροῦσα ζωή. Δαυίδ. ὅτι πάροικος ἐγὼ καὶ παρεπίδημος. |
| π 733 | Παροιμία: τί ἐστι παροιμία; λόγος ὠφέλιμος. καταχρηστι‐ κῶς δὲ πᾶν παροδικὸν διήγημα· οἶμος γὰρ ἡ ὁδός. ἢ Παρ‐ οιμία ἐστὶ λόγος ἀπόκρυφος, δι’ ἑτέρου προδήλου σημαινόμενος. |
| π 734 | Παροινίας: ὕβρεις. |
| π 735 | Παροινικώτατος· καὶ γὰρ ἦν τῶν ξυνόντων πολὺ παροινικώ‐ τατος, καίτοι παρῆν Ἱππόλυτος, Ἀντιφῶν, Λύκων, Λυσίστρατος, Θού‐ φραστος, οἱ περὶ Φρύνιχον. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ. παροίνιος. εὐθὺς γάρ, ὡς ἐπέπλητο πολλῶν κἀγαθῶν, ἐνήλατ’, ἐσκίρτα, πεπόρδει, κατεγέλα. |
| π 736 | Παροίνιος: ὁ μέθυσος καὶ ὑβριστής. |
| π 737 | Πάροινος: μέθυσος. Ἀριστοφάνης· οὐδέποτ’ ἐγὼ τοῦτον εἰσ‐ δέξομαι, οὐδὲ παρ’ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται, ὅτι πάροινος ἁνὴρ ἔφυ. ἐν ταῖς τῶν πότων συνόδοις ᾖδον μέλος τι, Ἁρμόδιον καλούμενον, οὗ ἡ ἀρχή, φίλτατε Ἁρμόδιε, οὔ τί που τέθνηκας. ᾖδον δὲ αὐτὸ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα, ὡς καθῃρηκότας τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον, τὸ δὲ Λάμπωνος. ὁ δὲ νοῦς· οὐδέποτε παρ’ ἐμοὶ ἑστιαθή‐ σεται, ὅτι παροίνιος· οἷον μέθυσος καὶ ὑβριστής. |
| π 738 | Παροισθέντι: παρενεχθέντι. |
| π 739 | Παροιστρῶσα: ἐξεστηκυῖα, ἐρεθίζουσα. |
| π 740 | Παροιστρῶσι: παρακαθήσωσι θυμῷ. |
| π 741 | Παροίτεροι: ἀντὶ τοπικοῦ. πρότεροι κατὰ τὸν δρόμον. |
| π 742 | Παρύσατις: εἶδος παροιμίας. καὶ ὄνομα κύριον. ἡ μήτηρ Κύρου. |
| π 743 | Παρυφή: ἡ ἐν ἐσθῆτι ἐργασία. |
| π 744 | Παρυφῶς. |
| π 745 | Πᾶς: περισπᾶται· διότι ἐνομίζετο εἶναι μετοχή, ὡς στάς, βάς. ἵνα οὖν φύγῃ τὴν ὑπόνοιαν, περιεσπάσθη. |
| π 746 | Πᾶσα γῆ πατρίς: παροιμιακόν. |
| π 747 | Πασσαγίην: πανοπλίαν. εἷλε δὲ πασσαγίην, τόδε δ’ ἔννεπεν. |
| π 748 | Πάσσαλος. λύσις ὀνείρου· ἥλους κρατῶν τὰ κέντρα τῶν ἐχθρῶν βλέπε. |
| π 749 | Πασάμενοι: γευσάμενοι. καὶ Πάσασθαι, γεύσασθαι. οὐχὶ ἐπὶ τοῦ πληρωθῆναι, ἀλλ’ ἐπὶ τοῦ ἀπογεύσασθαι, παρ’ Ὁμήρῳ. οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι. καὶ Ἄπαστος, ὁ ἄγευστος. |
| π 750 | Πᾶσαι δ’ ὠΐγνυντο πύλαι: παρ’ Ὁμήρῳ· ἀντὶ τοῦ ὅλαι· μία γὰρ ἦν. |
| π 751 | Πάσῃ μηχανῇ: ἀντὶ τοῦ κατὰ παντὸς τρόπου. |
| π 752 | Πάσης: ὄνομα κύριον. καὶ παροιμία· Τὸ Πάσητος ἡμιω‐ βέλιον. ὁ δὲ Πάσης οὗτος μαλακὸς ἦν τὴν φύσιν, πάντων δὲ ἀνθρώ‐ πων ἐν μαγείᾳ διενήνοχεν, ὥστε ἐκ τῶν ἐπαοιδίων αὐτοῦ καὶ δεῖπνα πολυτελῆ ὁρᾶσθαι καὶ διακονουμένους τινάς, καὶ πάλιν ἀφανῆ πάντα γίνεσθαι. εἶχε δὲ καὶ ἡμιωβέλιον ἐκ μιᾶς αὐτῷ πεποιημένον, ὃ δια‐ διδόμενον ὑπ’ αὐτοῦ τοῖς πιπράσκουσι, παρ’ ὧν ἤθελεν ὠνεῖσθαι, εἰ ἠβούλετο, πάλιν παρ’ αὐτῷ ηὑρίσκετο. καὶ Ἀπίων δὲ ὁ γραμματικὸς μνημονεύει αὐτοῦ ἐν τῷ Περὶ μάγου. |
| π 753 | Πάσῃ τέχνῃ: ἐκ παντὸς τρόπου. Ἀριστοφάνης Λυσιστράτῃ· οὐδ’ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθών, ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον. |
| π 754 | Πασίας· Ἀριστοφάνης Νεφέλαις· ἀτὰρ τὶ χρέος ἔβα με μετὰ τὸν Πασίαν. |
| π 755 | Πασιθέη: ὄνομα θεᾶς. |
| π 756 | Πασῖνος: ὄνομα κύριον. |
| π 757 | Πασίωνος: ὄνομα τραπεζίτου. |
| π 758 | Πασιφάη: ὄνομα θεᾶς. |
| π 759 | Πασπάλη: ἡ ἀλευρότησις, τὸ λεπτὸν τοῦ ἀλεύρου· πασπάλη δὲ παρὰ πολ‐ λοῖς λέγεται. |
| π 760 | Πάσσω: τὸ γεύομαι· γενικῇ. |
| π 761 | Παστείλη: ἡ ἐσχάτη ἡμέρα τοῦ ἐνιαυτοῦ. Παστίλη δὲ τὸ ξύσμα τοῦ δέρματος. |
| π 762 | Παστοφορεῖον: τὸ φέρον τὸν παστόν. |
| π 763 | Πασσυδεί: παντελῶς. ὁ Θουκυδίδης· εἰ μὴ οὕτως τε πασσυδεὶ διεφθάρθαι. ὅπερ ἀγνοήσαντές τινες γράφουσι πασσυδί. ἔστι καὶ ἐν Αὐτομόλοις Φερεκράτου. |
| π 764 | Πασσυδίῃ: μετὰ πάσης ὁρμῆς, πανστρατιᾷ, ὁμοθυμαδόν. |
| π 765 | Πάσχειν· ὅτι ἡ ἀλλοίωσις καὶ ὅλως τὸ πάσχειν διττόν, τὸ μὲν ἐπὶ φθορὰν ἄγον, τὸ δὲ εἰς τελείωσιν. πάσχει γὰρ καὶ ὁ μαθητὴς ὑπὸ τοῦ διδασκάλου καὶ ἀλλοιοῦται, ἀλλ’ οὐκ εἰς φθοράν, ἀλλ’ εἰς τελείωσιν ἀγόμενος. τὸ γὰρ ἐν αὐτῷ δυνάμει προάγεται εἰς ἐνέργειαν. οὕτω καὶ ἡ αἴσθησις ἀλλοιοῦται καὶ πάσχει, ὑπὸ τῶν αἰσθητῶν εἰς τε‐ λείωσιν ἀγομένη καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν προαγομένη. |
| π 766 | Πάσχα· ζήτει περὶ τῆς τριημέρου ἀναστάσεως τοῦ Χριστοῦ ἐν τῷ αὕτη. καὶ ζήτει περὶ τοῦ αὐτοῦ πάσχα ἐν τῷ Ἰωσίας. |
| π 767 | Πασχητιᾷ: πάσχειν ἐθέλει. |
| π 768 | Πάσχω· αἰτιατικῇ. |
| π 769 | Πατάγημα: ἀντὶ τοῦ λάλος, καὶ πανοῦργος. Μένανδρος· οἷον πατάγημα ἥκεις. |
| π 770 | Πάταγος: ψόφος. Ἀγαθίας· οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροίκων καὶ μυκήματα βοῶν ἀπελαυνομένων καὶ πάταγος τῆς ὕλης τεμνομένης. |
| π 771 | Πάταγος: ἦχος, κτύπος. οὐ πῦρ οὐ δοράτων οὐ ξιφέων πά‐ ταγος. καὶ Αἰλιανός· ἄφνω πάταγος ἀκούεται τῶν θυρῶν. |
| π 772 | Παταγοῦσι: ψοφοῦσιν. ἐπιπαταγοῦντες κώδωνί τινι καὶ τυμπάνῳ ὕπερθε τοῦ φόρτου οἱ βάρβαροι. καὶ αὖθις· ὁ δὲ λαν‐ θάνει, τοῦ πνεύματος σφόδρα παταγοῦντος. |
| π 773 | Πατάγου χυτρίου: ἀντὶ τοῦ κεραμέου. ἐκ μέρους τὸ πᾶν. συντρίβεται δὲ τὰ κεράμια παρὰ ταῖς κρήναις. οὐ γὰρ χύτρας βάπτουσιν. |
| π 774 | Πατταλεῦσαι: προσπῆξαι. |
| π 775 | Πάτταλον: τὸ τυχόν. ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον. |
| π 776 | Παττᾳκίων: ἀνὴρ ἀπὸ συκοφαντίας τὸν βίον ποιούμενος καὶ προσκρούειν ἐπιτηδεύων τοῖς εὐδοκιμοῦσι τῶν νέων. διεβάλ‐ λετο δὲ καὶ 〈ὡσ〉 κλέπτης καὶ τοιχωρύχος· ὥστε καὶ κωμῳδεῖσθαι ἐπὶ τούτοις. |
| π 777 | Πατάσσει: πλήττει. ὁ δὲ λαβὼν τὸ ξίφος πατάσσει τοῦ στέρνου. |
| π 778 | Πατασσούσῃ: ὑπὸ δειλίας κλονουμένῃ. Δέξιππος· ἦν δὲ τοῦ καθηγουμένου πρὸς πᾶν τὸ ἀπαγγελλόμενον ἔκπληξις· ὑπὸ γὰρ ἐμ‐ φύτου δειλίας καὶ ἀπειρίας τῶν πολεμικῶν ἀναπεπταμένοις μὲν τοῖς ὠσί, τεθορυβημένοις δὲ τοῖς ὀφθαλμοῖς, πατασσούσῃ δὲ τῇ καρδίᾳ, ἀεί τι ἀκούσεσθαι ἐλπίζων, τοῖς ἀρχομένοις κατάδηλος ἦν ὡς φυγῇ χρήσεται. |
| π 779 | Πατάξει· ὅταν δὲ λέγῃ ὁ Προφήτης, πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ· οὐ περὶ γῆς λέγει, ἀλλὰ περὶ τῶν ἁμαρτιῶν. ὡς τό, καὶ ἐγένετο ἡ γῆ πᾶσα χεῖλος ἕν· περὶ ἁμαρτιῶν. καὶ ὁ Ἀβραὰμ ἑαυτὸν ἐξευτελί‐ ζων, ἐγὼ δὲ εἰμὶ γῆ καὶ σποδός, λέγει. καὶ πάλιν· ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐντόσθια αὐτοῦ· τὴν γαστέρα λέγων. |
| π 780 | Πατταικίων· φυλάττει. ὄνομα κλέπτου καὶ τοιχωρύχου. |
| π 781 | Πάταικοι· θεοὶ οἱ Πάταικοι Φοινικικοὶ ἐν ταῖς πρύμναις ἱδρυ‐ μένοι. χρυσίαις ἄπεφθα τοῖς Παταίκοις ἐμφερῆ. |
| π 782 | Πατήσας: καταφρονήσας. Ἀρριανός· δεξιάς τε παραβάς, ἃς βασιλεῖ ἔδωκε, καὶ ὅρκους πατήσας οὓς ὤμοσε. |
| π 783 | Πατῆσαι: ἐνδιατρίψαι, ἀφικέσθαι. Ἀριστοφάνης· ἀμαθὴς ἔφυς κοὐ πολυπράγμων, οὐδ’ Αἴσωπον πεπάτηκας. ἐπὶ τῶν ἰδιωτῶν. |
| π 784 | Πατῖνος: ὄνομα κύριον. |
| π 785 | Πάτος: ὁδός. πάτον ἀνθρώπων ἀλεείνων. Ὅμηρος. |
| π 786 | Πατούμενοι: ὑβριζόμενοι. |
| π 787 | Πατραλοίας: πατροτύπτης. καὶ Πατρολῴας, ὁ αὐτός. |
| π 788 | Πατρεύς: ὁ ἀπὸ Πατρῶν. ἡ δοτικὴ Πατρεῖ· ὡς Μυρεύς, ὁ τῶν Μύρων, καὶ ἡ δοτικὴ τῷ Μυρεῖ. |
| π 789 | Πάτρης: ἡ ἐκ τοῦ πατρὸς γέννησις. Πατρὶς δὲ ἡ φυλή. |
| π 790 | Πατριάρχης· καὶ Πατριαρχεῖον. |
| π 791 | Πατριαί: χῶραι, φυλαί, τοπαρχίαι. |
| π 792 | Πατρίκιος· οὗτος ἤκμασεν ἐπὶ Ἰοβιανοῦ βασιλέως. ἦν δὲ ἐκ Λυδίας· ὅστις τῆς ἀπὸ τῶν φαινομένων ἢ καὶ παρατρεχόντων σημείων τεκμάρσεως ἀκριβὴς ἦν ἐξεταστής. |
| π 793 | Πατρίκιος: πατὴρ τοῦ κοινοῦ. ὁ δὲ πέμπει πρεσβευτὰς τοὺς ἐν τῇ κορυφαίῳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἄξια. πατρίκιοι δ’ ἄρα ὄντες ἐτύγχανον. ὁ βασιλεὺς Θεοδόσιος ὁ μικρὸς ὀργῇ τῇ πρὸς Ἀντίοχον τὸν πραιπόσιτον, διαβληθέντα εἰς καθοσίωσιν ἐξεφώ‐ νησε διάταξιν, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν. διὸ καὶ καθῃ‐ ρέθη ὁ πραιπόσιτος τῆς τιμῆς καὶ ἐδημοσιεύθη καὶ τοῖς ἱερεῦσι κατ‐ ετάγη. |
| π 794 | Πάτριος θεός. |
| π 795 | Πατροκλῆς: ὄνομα κύριον. καὶ παροιμία· ἐκ Πατροκλέους. ἐπὶ τῶν ῥυπώντων καὶ αὐχμηρῶν· Πατροκλῆς γὰρ ἐγένετο Ἀθηναῖος, πλούσιος σφόδρα, ἄλλως δὲ κακόβιός τις καὶ φιλοχρήματος καὶ σκνι‐ πός· ὅστις ἕνεκεν τῆς φειδωλίας οὐδένα εἴα προσίεσθαι, φυλακῆς ἕνεκα τῶν χρημάτων καὶ γλίσχρου βίου. ὁ Πλοῦτος οὖν ἐρωτώμενος, πόθεν βαδίζεις; ἐκ Πατροκλέους, ἔφη. |
| π 796 | Πάτροκλος: ὄνομα κύριον. καὶ ἡ κλητικὴ ὦ Πατρόκλεις καὶ ὦ Πάτροκλε. |
| π 797 | Πατρονομούμενοι: οἱ τοὺς ἀπὸ τῶν πατέρων παραδεδο‐ μένους νόμους τηροῦντες. |
| π 798 | Πατροραίστης: ὁ τὸν πατέρα τύπτων. |
| π 799 | Πατρούχου παρθένου: τῆς ὀρφανῆς καὶ ἐπικλήρου, ᾗ προσ‐ ήκει τὰ τοῦ πατρὸς ἔχειν. |
| π 800 | Πατρῷα: τὰ πατρικά. |
| π 801 | Πατρῴζοντα: τὰ τοῦ πατρὸς φρονοῦντα. |
| π 802 | Πατρωικὸν δίκαιον: τὸ ἐκ προστάτου δίκαιον. |
| π 803 | Πατρῴων· πατρῷα λέγουσιν οἱ ῥήτορες, ὅταν αὐτοῖς ὁ λόγος ᾖ περὶ χρημάτων ἢ τόπων. Ἰσαῖος· ἀποφαίνω γὰρ ὑμῖν, ὡς οὐκ ἔστι τῆς ἐπικλήρου τὸ χωρίον τοῦτο, οὐδ’ ἐγένετο πώποτε, ἀλλ’ ὡς ἦν πατρῷον Λυσιμένει τῷ πατρὶ Μενεκράτους· ὁ δὲ Λυσιμένης ἔσχε τὰ πατρῷα πάντα. πάτρια δὲ λέγουσι τὰ ἔθη καὶ τὰ νόμιμα καὶ τὰ μυστήρια καὶ τὰς ἑορτάς. Ἀντιφῶν· τοῦτο δὲ τοὺς νόμους εἰδὼς πατρίους καὶ παλαιοὺς ὄντας ὑμῖν. πατρικὸν δέ, ὅταν περὶ προσώπου ποιῶνται τὸν λόγον. καὶ τούτων ἀξιωθείς, διὰ τὸ πατρικὸς αὐτῷ φίλος εἶναι. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. |
| π 804 | Πάτρως, πάτρω: Ἀττικῶς. |
| π 805 | Παῦε, παῦ’, ὦ δέσποθ’ Ἑρμῆ: νεκρὸν γὰρ ὄντα τὸν Κλέωνα ἐλοιδόρει. ἔθος δὲ ἦν τοῖς ἀρχαίοις τοὺς ἀποιχομένους μὴ λοιδορεῖν. |
| π 806 | Παῦλα: ἀνάπαυσις. κατὰ τὸ δὴ λεγόμενον, παῦσις κακοῦ μεῖζον κακόν. διόπερ ἐν κακῶν αἱρέσει τοὐλάχιστον δεῖ ἑλέσθαι. |
| π 807 | Παύλη. |
| π 808 | Παῦλος, Αἰγινήτης, ἰατρός. ἔγραψεν ἰατρικὰ βιβλία διάφορα. |
| π 809 | Παῦλος, Τύριος, ῥήτωρ, γεγονὼς κατὰ Φίλωνα τὸν Βύβλιον· ὃς ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως πρεσβεύσας μητρόπολιν τὴν Τύρον ἐποίησεν. ἔγραψε Τέχνην ῥητορικήν, Προγυμνάσματα, μελέτας. |
| π 810 | Παῦλος, φιλόσοφος. εἰσαγωγὴν ἀστρολογίας, καὶ Ἀποτελε‐ σματικά. |
| π 811 | Παῦλος, Γερμηνός, σοφιστής· ὁ γράψας, ὅτι γε Λυσίου ἐστὶν ὁ περὶ τῆς Ἰφικράτους δωρεᾶς βιβλία βʹ, ὑπομνήματα εἰς τοὺς λοιποὺς λόγους Λυσίου. |
| π 812 | Παῦλος, Αἰγύπτιος ἐκ τῆς Λύκων, σοφιστής, υἱὸς Βησαρίωνος τοῦ καὶ Διδύμου, γεγονὼς ἐπὶ τοῦ βασιλέως Κωνσταντίνου. |
| π 813 | Παῦλος· οὗτος ἐγένετο σύγχρονος Μάνεντι, τὸ γένος Σαμο‐ σατεύς, Ἀντιοχείας τῆς μεγάλης πρόεδρος· ὃς ψιλὸν ἄνθρωπον εἶναι τὸν κύριον ἐβλασφήμησεν, ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν, οὕτω καὶ ἐν αὐτῷ γεγενῆσθαι τοῦ θεοῦ λόγου τὴν οἴκησιν. ἔνθεν καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παν‐ τάπασιν ἐν Χριστῷ, ὡς ἄλλου ὄντος αὐτοῦ τοῦ Χριστοῦ καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοικοῦντος θεοῦ λόγου. αὗται μὲν αἱ πρῶται φυαὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως ἐπὶ Χριστοῦ λέ‐ γεσθαι, τὸ μὲν ἐπ’ ἀναιρέσει τῆς θεότητος, τὸ δὲ τῆς ἀνθρωπότητος. ὅθεν καὶ Παυλικιανοί. |
| π 814 | Παῦλος· οὗτος μετὰ Χρύσανθον τῆς Ναυατιανῶν ἐκκλησίας προεστηκὼς πρότερον μὲν λόγων Ῥωμαϊκῶν διδάσκαλος ἦν, τὸν δὲ γραμματικὸν πόνον καταλιπὼν ἐπὶ τὸν ἀσκητικὸν ἐτράπη βίον καὶ συστησάμενος ἀνδρῶν σπουδαίων μοναστήρια οὐκ ἀλλοιότερον τῶν ἐν τῇ ἐρήμῳ μοναχῶν διετέλει. τοιοῦτος γὰρ γέγονεν, οἵους ὁ Εὐάγριός φησι τοὺς ἐν τῇ ἐρήμῳ διατρίβειν μοναχούς· πάντα γὰρ ἐκείνους μι‐ μούμενος διετέλει, τὴν συνεχῆ νηστείαν, τὸ ὀλίγα φθέγγεσθαι, τὴν ἀποχὴν τῶν ἐμψύχων· τὰ πολλὰ δὲ καὶ οἴνου καὶ ἐλαίου ἀπείχετο. ἀλλὰ μὴν καὶ περὶ τοὺς πτωχοὺς σπουδαῖος εἰ καί τις ἄλλος ἐγένετο· τοὺς ἐν φυλακαῖς ἀόκνως ἐπεσκέπτετο. ἐπὶ τούτου Ἰουδαῖός τις χριστια‐ νίζειν ὑποκρινόμενος ἐφωράθη. |
| π 815 | Παῦπερ· οὕτως ἐκαλεῖτο Κωνστάντιος, ὁ πατὴρ Κωνσταντίνου τοῦ μεγάλου, διὰ τὸ λιτῶς διαιτᾶσθαι, ὡς μηδὲ κοῖλον ἄργυρον κεκ‐ τῆσθαι εἰς πλῆθος, μηδ’ ἕτερόν τι πρὸς τρυφὴν βλέπον· ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς ἐκόσμει τὰ βασίλεια. |
| π 816 | Παῦρα: ὀλίγα, βραχέα. Ὅμηρος· παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος. καὶ αὖθις Ἀριστοφάνης· παῦρ’ ἀνιάσας, πόλλ’ εὐφράνας. ἀντὶ τοῦ ὀλίγα κωμῳδήσας. ὁμοίως τῷ, ἦ ὀλίγον οἱ παῖδα ἐοικότα. |
| π 817 | Παυρόλας: ὄνομα κύριον. οὗτος υἱὸς Φαλάριδος, τοῦ τυράννου Ἀκραγαντίνων, ἐξ Ἐρυθείας τῆς αὐτοῦ γυναικός. |
| π 818 | Παυσανίας, Λάκων, ἱστορικός. Περὶ Ἑλλησπόντου, Λακωνικά, Χρονικά, Περὶ Ἀμφικτυόνων, Περὶ τῶν ἐν Λάκωσιν ἑορτῶν. |
| π 819 | Παυσανίας, Καισαρεύς, σοφιστής, σύγχρονος Ἀριστείδου· οὗ μέμνηται ὡς φαύλου ῥήτορος Φιλόστρατος ἐν τοῖς Βίοις τῶν σο‐ φιστῶν. ἔγραψε Περὶ συντάξεως βιβλίον αʹ, Προβλημάτων βιβλίον αʹ· καὶ ἕτερα. |
| π 820 | Παυσανίας, Κλεομβρότου καὶ Ἀγχιθέας, βασιλεὺς Λακεδαιμονίων· ὃς μετὰ Πλαταιὰς τρίποδα ἀναθεὶς τῷ Ἀπόλλωνι ἐπέγραψεν, Ἑλ‐ λήνων ἀρχηγός, ἐπεὶ στρατὸν ὤλεσε Μήδων, Παυσανίας Φοίβῳ μνῆμ’ ἀνέθηκε τόδε. Μηδίζειν δὲ ἀρξάμενος ὑπὸ Αἰγυπτίων καὶ Φοινί‐ κων ἐν τῷ Βυζαντίῳ ἐδορυφορεῖτο καὶ ἐσθῆτι καὶ τραπέζῃ ἐχρῆτο Μηδικῇ· ἐμνᾶτο δὲ τὴν Ξέρξου θυγατέρα ἐπὶ τῇ Ἑλλάδι. κληθεὶς δ’ εἰς κρίσιν καὶ ἁλοὺς καταφεύγει ἐς τέμενος Ἀθηνᾶς. ἡ δὲ μήτηρ πλίνθον ἔθηκε πρώτη κατὰ τῆς εἰσόδου, εἶτα οἱ ἄλλοι· καὶ οὕτως ἔνδον ἀπέθανε, τὸ δὲ σῶμα εἰς τὸν Κεάδαν (βάραθρον δέ ἐστι τοῦτο) ἔρριψαν, καὶ τὸ ἐπίγραμμα ἐξεκόλαψαν ἐκ τοῦ τρίποδος καὶ τὰς πό‐ λεις ἐπέγραψαν. οἱ δὲ Ἕλληνες καὶ δι’ αὐτὸν πρὸς Ἀθηναίους ἀπέ‐ στησαν. νοσησάσης δὲ τῆς πόλεως, εἰκόνα ἔστησαν χαλκῆν Παυσανίου καὶ ἐσώθησαν. |
| π 821 | Παυσικάπη: μηχάνημα τροχοῖς ἐμφερές, δι’ οὗ τὸν τράχηλον διεῖρον καὶ τῶν ὑποζυγίων, ὥστε μὴ ἐσθίειν, καὶ τῶν ἀνθρώπων, ὡς μὴ δύνασθαι τὰς χεῖρας τῷ στόματι προσάγειν. ὅτι παῦσις ἐστὶ κλη‐ ρονομία, λῆξις δὲ μερίς, ἡ δὲ ἀποκλήρωσις μέρος εἰς ἀμείνονα λῆξιν. ἀποκληρῶ‐ σαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνησε. |
| π 822 | Παυσωλή: κατάπαυσις. |
| π 823 | Παύσων καὶ Ἶρος: ὀνόματα κύρια πενήτων. ὁ Ἀσκληπιὸς Παύσωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάσαιτο· ὀφθαλμὼ γάρ τις ἐνόσει· εἶτα ἐπιστὰς ὅδε λέγει· ὄξει λύσαντα κάπρου πιμελήν, κᾆτα ὑπαλείψασθαι. ὁ δὲ κοινοῦται τῷ συνήθει ἰατρῷ. ὁ δὲ ἐπειρᾶτο τὰς αἰτίας λέγειν· τὸ μὲν γὰρ ὑπορρεῖν τὸ οἴδημα τῇ δριμύτητι, τὸ δὲ ἐπιλιπαίνειν καὶ ἡσυχῆ ὑποτρέφειν, ὁ εἴρων ἔλεγε. |
| π 824 | Παύσωνος πτωχότερος: οὗτος ζωγράφος ἦν καὶ ἐπὶ πενίᾳ διετεθρύλητο. |
| π 825 | Παφία: ἡ Ἀφροδίτη. |
| π 826 | Παφλαγών: ὁ Κλέων, ὁ τῶν Ἀθηναίων στρατηγός. διὰ τὸ τῆς φωνῆς ἀπηχές. ἀπὸ τοῦ παφλάζειν· ξένος γὰρ ἦν καὶ βάρβαρος. |
| π 827 | Παφλάζοντα: ἠχοῦντα, ἀναζέοντα. ἁνὴρ παφλάζει, βράζει, τετάρακται. πεποίηται δὲ παρὰ τὸ παφλάζειν. Παφλάζειν δέ ἐστι τὸ λαλοῦντά τινα κρατεῖσθαι καὶ ἀνακόπτεσθαι· τοιοῦτος δὲ ἦν καὶ ὁ Κλέων· ἢ τὸ ταράσσεσθαι· παφλάζειν γὰρ κυρίως σημαίνει τὸ ἠχεῖν τὴν κυμαινομένην θάλατταν. |
| π 828 | Παφνούτιος, μιᾶς πόλεως τῶν ἄνω Θηβῶν ἐπίσκοπος, ἀνὴρ θεοφιλὴς καὶ σημειοφόρος· ὃς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ τὸν ὀφθαλ‐ μὸν ἐξεκόπη. τοῦτον ὁ βασιλεὺς μετεπέμπετο καὶ αὐτοῦ τὸν ὀφθαλ‐ μὸν κατεφίλει. ἐδόκει δὲ κατὰ σύνοδον τοῖς ἐπισκόποις νόμον νεαρὸν ἐς τὴν ἐκκλησίαν ἐσφέρειν, ὥστε τοὺς ἱερωμένους, λέγω δὴ ἐπισκό‐ πους, πρεσβυτέρους, διακόνους, ὑποδιακόνους, μὴ συγκαθεύδειν ταῖς γαμεταῖς, ἃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο. καὶ ἐπεὶ περὶ τούτου βου‐ λεύεσθαι προὔκειτο, διαναστὰς ἐν μέσῳ τοῦ συλλόγου τῶν ἐπισκόπων ὁ Παφνούτιος ἐβόα μακρά, μὴ βαρὺν ζυγὸν ἐπιτιθέναι τοῖς ἱερωμέ‐ νοις ἀνδράσι, τίμιον εἶναι τὸν γάμον λέγων, μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας μᾶλλον τὴν ἐκκλησίαν προσβλάψωσιν. οὐ γὰρ πάντας δύ‐ νασθαι φέρειν τῆς ἀπαθείας ἄσκησιν, οὐδὲ ἴσως φυλαχθήσεσθαι τὴν σωφροσύνην τῆς ἑκάστου γαμετῆς· καὶ σωφροσύνην ἐκάλει τῆς νομί‐ μου γυναικὸς τὴν συνέλευσιν· ἀρκεῖσθαί τε τὸν φθάσαντα κλήρου τυχεῖν μηκέτι ἐπὶ γάμον ἔρχεσθαι, κατὰ τὴν τῆς ἐκκλησίας ἀρχαίαν παράδοσιν· μὴ μὴν ἀποζεύγνυσθαι ταύτης, ἣν ἅπαξ ἤδη πρότερον λαϊκὸς ὢν ἠγάγετο. καὶ ταῦτ’ ἔλεγεν, ἄπειρος ὢν γάμου καὶ ἁπλῶς εἰπεῖν γυναικός· ἐκ παιδὸς γὰρ ἐν ἀσκηταῖς ἀνετέθραπτο καὶ ἐπὶ σω‐ φροσύνῃ εἰ καί τις ἄλλος περιβόητος ἦν. καὶ πείθεται σύμπας ὁ τῶν ἱερωμένων σύλλογος τοῖς Παφνουτίου λόγοις, καὶ τὴν περὶ τούτου ζήτησιν ἀπεσίγησαν, τῇ γνώμῃ τῶν βουλομένων ἀπέχεσθαι τῆς ὁμιλίας τῶν γυναικῶν καταλείψαντες. |
| π 829 | Παχεῖα. |
| π 830 | Παχεῖς: Ἀττικοὶ τοὺς πλουσίους καλοῦσι συνήθως. Ἀριστο‐ φάνης· ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀντὶ τοῦ ἀναίσθητος καὶ παχὺς εἰς τὸ νοεῖν. καὶ Ἡρόδοτος· ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου ἐκ Νάξου. διαφέρει πάχης καὶ παχύς. πάχης μὲν λέγεται ὁ λιπαρός, παχὺς δὲ ὁ ἀναίσθητος ἢ ὁ πλούσιος. καὶ παχὺς καὶ ἀρχαῖος ἐπὶ τοῦ ἠλιθίου τάσσεται παρὰ τοῖς παλαιοῖς. ὅτι τὰ παχέα ὑπὸ πιμελῆς τῶν δερμάτων ἁλσὶ μαλαττόμενα εὐρύτερα γίνεται. ὄναιτο οὖν, φησὶν ὁ Στρεψιάδης, ἀποκαθαρθεὶς τὴν παχύτητα. ἁλσὶ διαβρεχόμενος· διαβάλλει τοῦτον Ἀριστοφάνης ὡς ἐπὶ ἀσκοῦ τὸν λόγον ποιούμενος. καὶ ζήτει ἐν τῷ ἁλσὶ δια‐ σμηχθείς. λύσις ὀνείρου· βρίθων τὸ σῶμα δυσκλεὴς ἔσῃ λίαν. |
| π 831 | Πάχνη· ἐπειδὰν ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία ὑφ’ ἡλίου μὴ κατεργασθῇ, καταψυχθῇ δέ, πάχνη καλεῖται. |
| π 832 | Παχνοῦται: πήσσεται, πήγνυται, λυπεῖται. |
| π 833 | Παχύνοοι: παχύνοες, ἀνόητοι. τοσαύτην δὲ ἡμεῖς παχύτητα καὶ ἀμαθίαν κατεγνώκαμεν, ὥστε ἐτολμήσαμεν ἐξελέγχειν αὐτοὺς τοσ‐ οῦτον ἠγνοηκότας, ὅσον οὐδεὶς ἠγνόησεν. |
| π 834 | Παχύτερον: ἀμβλύτερον, οὐκ ἀκριβές. |
| π 835 | Παῖ· Ἀριστοφάνης· τί δ’ ἐστίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον, ὅστις ἂν πληγὰς λάβῃ. |
| π 836 | Παιάν: εἶδος ᾠδῆς. ὁ δ’ εἶπε κλαύσας φρῦνος, οὐχὶ παιᾶνος τοῦτ’ ἐστὶν ἡμῖν, φροντίδος δὲ λύπης. |
| π 837 | Παιᾶνας: ὕμνους. ὁ δὲ ᾖδε τοὺς παιᾶνας, οὐκ εὐτραπέλῳ τῇ γλώττῃ, οὐδὲ ἐρρωμένῃ, ὥσπερ οὖν κάτοινος ἤδη καὶ οὐκ ἀρτίστο‐ μος ἔτι. |
| π 838 | Παιᾶνας: κώμους, εὐφημίας. Παιᾶνες δύο ἦσαν· Ἐνυάλιος, ὅτε ἦρχον· ὃς καὶ πρὸ τῆς μάχης ἐγίνετο· καὶ ἕτερος, ὅτε ἐνίκων. ὅτι δύο παιᾶνας ᾖδον οἱ παλαιοί, πρὸ μὲν τοῦ πολέμου τῷ Ἄρει, μετὰ δὲ τὸν πόλεμον τῷ Ἀπόλλωνι. τὸ δὲ ὡς ἐπίπλουν λέγει Θου‐ κυδίδης, ἀντὶ τοῦ ὡς πρὸς τὸ ἄρξαι τὸν πόλεμον. |
| π 839 | Παιανιεῖς καὶ Παιονίδαι: δῆμοι διττοί εἰσι Παιανίων τῆς Πανδιονίδος φυλῆς, ὡς Διόδωρος καλεῖσθαί φησι Παιανιαίαν καθύπερ‐ θεν καὶ Παιανίαι ὑπένερθεν. τὸν δὲ δημότην ἑκατέρου δήμου καλεῖσθαι ὁμοίως Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιανίδων. δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος. |
| π 840 | Παιανίας: ὄνομα κύριον. |
| π 841 | Παιανίσαι: τὸν Παιᾶνα ἐπικαλεῖσθαι. ἦν δὲ ἔθος καὶ ἐπὶ ἔργου ἀρχομένους καὶ ἐπὶ τῇ νίκῃ τοῦτο λέγειν. |
| π 842 | Παιανισμός: ᾠδὴ ἐπὶ ἀπαλλαγῇ κακῶν. |
| π 843 | Παιγνία: ἑορτή. ὥστε τἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλες’ ἐκ τῶν γειτόνων. καὶ Ξενοφῶν· οἱ δὲ ναρθηκοφόροι ἐδίωκον σὺν πολλῷ γέλωτι καὶ παιγνίᾳ. |
| π 844 | Παιγνιημονέστατος: τοῖς παιγνίοις ἐπιστήμων. |
| π 845 | Παίγνιον. |
| π 846 | Παιδαγωγηθεῖσαν πόλιν: ἀντὶ τοῦ εἰσαχθεῖσαν. καὶ Παιδα‐ γωγῶ· αἰτιατικῇ. |
| π 847 | Παιδάριον: οὐ μόνον ἐπὶ τῶν ἀρρένων κέχρηνται τῷ ὀνόματι οἱ ῥήτορες, ἀλλὰ καὶ ἐπὶ παρθένων. Ὑπερίδης ἐν τῷ πρὸς Τίμανδρον· καταλλαχθέντων γὰρ τούτων δυοῖν ἀδελφοῖν καὶ δυαῖν ἀδελφαῖν ὀρφαναῖν καὶ πρὸς πατρὸς καὶ μητρὸς καὶ παιδαρίων παίδων. |
| π 848 | Παιδάριτος: τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος ἁρμοστής, ἀνὴρ εἷς τῶν γεγονότων καλῶν. λύσις ὀνείρου· παῖδας κρατῶν κίνδυνον ἐλθεῖν προσδόκα. |
| π 849 | Παιδερασταὶ σφοδροὶ ὅ τε Κηδωνίδης καὶ ὁ Αὐτοκλείδης. |
| π 850 | Παῖδες: οὐ μόνον οἱ δοῦλοι, ἀλλὰ καὶ οἱ νέοι. Δαβίδ· αἰνεῖτε παῖδες κύριον. ἀντὶ τοῦ οἱ δοῦλοι. |
| π 851 | Παιδεύειν: παιδοτροφεῖν. |
| π 852 | Παιδεύομαι· δοτικῆ. |
| π 853 | Παιδεία: ἡ παίδευσις. παιδείαν ὀρθὴν εἶναι νομίζομεν οὐ τὴν ἐν τοῖς ῥήμασι καὶ τῇ γλώττῃ πολιτευομένην εὐρυθμίαν, ἀλλὰ δι‐ άθεσιν ὑγιᾶ νοῦν ἐχούσης διανοίας καὶ ἀληθεῖς δόξας ὑπέρ τε ἀγαθῶν καὶ κακῶν, ἐσθλῶν τε καὶ αἰσχρῶν. ὅστις οὖν ἕτερα μὲν φρονεῖ, δι‐ δάσκει δὲ ἕτερα τοὺς πλησιάζοντας, αὐτὸς ἀπολελεῖφθαι τοσούτῳ δο‐ κεῖ τῆς παιδείας, ὅσῳ καὶ τοῦ χρηστὸς ἀνὴρ εἶναι. |
| π 854 | Παίδειος: μετουσιαστικόν. ὁ τῆς παιδείας. σύμβολον ἀγωγῆς παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ. |
| π 855 | Παιδιά: παίγνιον. ἐδόκει δὲ τὸν βασιλέα καὶ τὸν εὐνοῦχον κατὰ πάρεργον παιδιάν τινα θησόμενος ὁ Τιμάσιος. |
| π 856 | Παιδιά· παιδιά τίς ἐστι τοιαύτη παρὰ Ἀθηναίοις· δραξάμενός τις καρύων καὶ ἐκτείνας τὴν χεῖρα ἐρωτᾷ, πόσα ἔχω; καὶ ἐὰν ἐπιτύχῃ, λαμβάνει ὅσα ἔχει ἐν τῇ χειρί· ἐὰν δὲ ἁμάρτῃ κατὰ τὴν ἀπόκρισιν, ἀποτίνει ὅσα ἂν ὁ ἐρωτήσας εὑρεθείη ἔχων ἐν τῇ χειρί. |
| π 857 | Παιδία: οὕτως Ἀττικοὶ βραχυκαταλήκτως καὶ παροξυτόνως, ἐπὶ τοῦ παιγνίου. Ἀριστοφάνης Πλούτῳ· αὐτοῦ λαβοῦσα κάρυα. παιδιὰν τίνα; Εὐνάπιος· καὶ οἱ μὲν παιδιάν τινα ἐκ τῶν πολεμίων ἡγού‐ μενοι τοσοῦτον ἐδυσχέραινον, ὅσον ἠναγκάζοντο βοᾶν, καθ’ οὓς ἐμ‐ βάλοιεν. Παιδεία δὲ ἡ παίδευσις διὰ διφθόγγου. |
| π 858 | Παιδικά: ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξις. παραδείγματα τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως δὲ ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται. ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοῖνιξ· παπαί, τὰ παιδίχ’, ὡς ὁρᾷς, ἀπώλεσας. καὶ Κρατῖνος Πανόπταις· μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν. ὅτι δὲ ἐκάλουν οὕτω καὶ τὰ πρὸς τὰς γυναῖκας, Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις· ἐγὼ δὲ χαίρω πρὸς τοῖς σοῖς παιδικοῖς. καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλα‐ κῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπ’ αὐτοῦ· μακάριος τῶν παιδικῶν. οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπ’ ἐκείνων. Πλάτων Φαίδρῳ· ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπε‐ λαβόμην· ἐρεσχελήσω σε. λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδί. ἡ δὲ λέξις ὡς ἐπιτοπολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. ὅτι τὸν Ἀντίνοόν φασι παιδικὰ Ἀδριανοῦ γενέσθαι, καὶ τούτου προτελευτήσαντος, πανταχοῦ ἀνδριάσι προστάξαι τιμηθῆναι, καὶ τέλος ἀστέρα τινὰ δοκεῖν ἐν τῷ οὐρανῷ, ὃν Ἀντίνουν ἔλεγεν εἶναι· καὶ ἐλέγετο εἰς τὸν οὐρανὸν ἀφορᾶν Ἀδριανός. |
| π 859 | Παιδικά: ὀξυτόνως. ἔστι δὲ οὐδέτερον πληθυντικόν. τοῦτο δέ τινες ἐπ’ ἀγαθοῦ ἔρωτος, τινὲς δὲ ἐπ’ αἰσχροῦ λαμβάνουσι· τὸ δὲ παι‐ δικὰ ἀντὶ τοῦ ἐρώμενος. |
| π 860 | Παιδικῶν· τελευτῶν ἀπεσφάγη καὶ αὐτὸς καὶ ἔκειτο πλησίον τῶν παιδικῶν, θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. Αἰλιανός φησι. |
| π 861 | Παιδικώτερον: ἱλαρώτερον. |
| π 862 | Παιδίσκη: ἡ θεράπαινα. |
| π 863 | Παιδνός: παῖς, νέος. |
| π 864 | Παιδοκομοῦντα: παῖδα τρέφοντα. |
| π 865 | Παιδομαθῆ: ἐκ παιδὸς ἠσκημένον. ὄντα νέον μέν, ὁρμῆς δὲ πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολεμικά. |
| π 866 | Παιδοπολίτης· Ὀρτιάγοντος ἐγεγόνει Παιδοπολίτης, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν δικαστὴς ἀπεδείχθη. |
| π 867 | Παιδοτρίβας: ἀλείπτας, γυμναστάς. καὶ Παιδοτρίβης ἡ εὐθεῖα. |
| π 868 | Παιδουργία: παιδοποιΐα. |
| π 869 | Παίδουσα ἢ Παιδοῦσσα: ἐγκύμων. |
| π 870 | Παιδολετῆρα: παιδοφόνον. |
| π 871 | Παιδοφθορία· ζήτει ἐν τῷ Γάϊος Λαυτώριος θαυμάσιον. |
| π 872 | Παῖε τὴν ἐπ’ ἀρότρου· ζήτει ἐν τῷ Γλαῦκος τὴν ἱστορίαν. |
| π 873 | Παίει· αἰτιατικῇ. τύπτει. Ἀριστοφάνης· παῖε, παῖε τὸν ἀλι‐ τήριον καὶ πανοῦργον καὶ ταραξιππόστρατον καὶ τελώνην καὶ φάρυγγα καὶ Χάρυβδιν. |
| π 874 | Παίειν: οὕτω λέγουσι τὸ πᾶν ὁτιοῦν συντόνως ποιεῖν. Ἀριστο‐ φάνης Ἀχαρνεῦσιν· ὁ δὲ νεανίας ἐς τάχος παίει στρογγύλοις τοῖς ῥήμασι. |
| π 875 | Παίζω· αἰτιατικῇ. |
| π 876 | Παιήονος: ἰατροῦ τῶν θεῶν. |
| π 877 | Παιόλη· ὦ παιόλη. θεόν τινα πεποίηκεν. οἷον ἐκτροπὴν ἤ τινα τοιαύτην. ὡς ἂν εἴποι τις, ὦ ἀδικία καὶ ἀποστέρησις. πέπλακε τὸ ὄνομα δαίμονός τινος, σωματοποιήσας αὐτήν, παρὰ τὸ ἀπαιολεῖν, καὶ κινεῖν καὶ ἀποστερεῖν. |
| π 878 | Παιόλημα: κίνημα, ἀποπλάνημα, καὶ ἀπάτην τινά, πανούργημα. Ἀριστοφάνης Νεφέλαις· ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός, καὶ παιό‐ λημα. |
| π 879 | Παίονες: ἔθνος. καὶ Παιονία, χώρα. |
| π 880 | Παίω: τὸ τύπτω. |
| π 881 | Παιῶνας: ἰατρούς. καὶ ἀλαλαγμούς. καὶ παιωνίζειν, τὸ ἀλα‐ λάζειν. |
| π 882 | Παιώνειον: ῥίζης φάρμακον. |
| π 883 | Παιώνιον: ἰατρεῖον, θεραπευτήριον. ἢ σωτήριον φάρμακον. καί, Παιωνίοις τισὶ φαρμάκοις, σωτηρίοις, ἰατρικοῖς, θεραπευτι‐ κοῖς. καὶ αὖθις· πύστιν κατ’ ἐσθλὴν ὕδατος παιωνίου ἦλθέν ποθ’ ἑρπύζουσα. |
| π 884 | Παιωνίσας: εὐξάμενος καὶ τοῖς θεοῖς χάριν ὁμολογήσας. παιὼν γὰρ ὕμνος εὐχαριστήριος. |
| π 885 | Παιῶνος: τοῦ ὕμνου. Παίωνος δὲ τοῦ ἰατροῦ. |
| π 886 | Παιπάλη: ἄλευρον ἀπὸ κριθῶν ἢ ἀπὸ κέγχρου. Ἀριστοφά‐ νης Νεφέλαις· γενήσῃ κρόταλον, παιπάλη. ἀντὶ τοῦ τραχύς, δυσκατά‐ ληπτος· ἐπεὶ παίπαλα καλοῦμεν τὰ τῶν χωρίων δύσβατα. |
| π 887 | Παιπάλημα: τὸν πανοῦργον, καὶ ποικίλον ἐν κακίᾳ, καὶ παμ‐ πόνηρον σὺν ἀγχινοίᾳ. |
| π 888 | Παιπάλημα: ὁ πολλὰς ἐκτροπὰς καὶ διόδους ἔχων. κυρίως δὲ τὸ λεπτὸν ἄλευρον. |
| π 889 | Παιπαλόεις: ὁ τραχύς. |
| π 890 | Παιπαλώδεις· τὰς δὲ παιπαλώδεις γυναῖκας Κίρκας φαμέν. |
| π 891 | Παιπανεία: ἡ κενοδοξία. |
| π 892 | Παίσατε: ὅπερ ἡμεῖς παίξατε. Ὅμηρος· παίσαθ’, ὥς χ’ ὁ ξεῖνος. |
| π 893 | Παῖσαι: παῖξαι. τύψαι. |
| π 894 | Παισθείς: τυπτηθείς. |
| π 895 | Παῖς μοι Τριτογενὴς εἴη, μὴ Τριτογένεια. |
| π 896 | Παίσωμεν μετ’ αὐτῆς: συγχορεύσωμεν αὐτῇ. καὶ αὖθις· καὶ ἕδνα ᾔτει γενέσθαι βασιλίς, τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα καὶ αὕτη, δέσποινα εἶναι τοῦ πόντου ἐθέλουσα. |
| π 897 | Παισός: πόλις. καὶ Παισηνός, ὁ πολίτης. |
| π 898 | Παιτῖτα: Ῥωμαϊστὶ ἡ λέξις. σημαίνει δὲ γνώρισμα αἰτήσεως παρὰ Ῥωμαίοις. Χρυσάφιος δὲ ὁ πραιπόσιτος παιτῖτα ἐπεζήτει Θεοδόσιον τὸν βασιλέα. |
| π 899 | Παιφάσσω: φανεροποιῶ, ἢ ὁρμῶ. |
| π 900 | Πεδαρσίου: μετεώρου, πετομένου ἐκ τοῦ πέδου. Ἀριστοφάνης Ὄρνισιν· ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου δίνης πτερωτὸς φθόγγος ἐξακούεται. |
| π 901 | Πέδαι: δεσμά. παρὰ τὸ ποῦς καὶ τὸ δέω, τὸ δεσμεύω· ἢ παρὰ τὸ πιέζειν τοὺς πόδας. |
| π 902 | Πεδῆται: πεπεδημένοι, συνδεδεμένοι. καὶ Πεδήτης, ὁ δεσ‐ μηθείς. |
| π 903 | Πεδιεύς: ἀπὸ τόπου. |
| π 904 | Πεδικά: μοῖρα τῆς Ἀττικῆς. ἐκαλεῖτο δὲ οὕτως ἀπὸ τοῦ συμ‐ βεβηκότος. εἶχε δὲ καὶ προβάτων νομάς. ἔστι τὸ ὄνομα παρά τε Λυ‐ σίᾳ καὶ παρ’ ἄλλοις ῥήτορσι. |
| π 905 | Πέδιλα: ὑποδήματα. |
| π 906 | Πεδινός: ὁ ὁμαλὸς τόπος. |
| π 907 | Πεδίον: ἡ γῆ. καὶ Πέδον ὁμοίως γῆ, ἔδαφος. |
| π 908 | Πεδότριψ: ὁ ἐκθλίβων. |
| π 909 | Πέζα: τὸ ἄκρον, ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνος, ὃ ἡμεῖς ᾤαν λέ‐ γομεν. πρότερον γὰρ ὑπὲρ τοῦ μὴ τρίβεσθαι δέρμα προβάτων προσ‐ έρραπτον. Πέζα καὶ ὁ ποῦς. καὶ Ἀργυρόπεζα, ἡ λευκοὺς πόδας ἔχουσα. καὶ ἐν Ἐπιγράμμασι· ἔμπεδον ἐς κείνου πέζαν ἐρει‐ σάμενος αὔρης οὐκ ἀλέγουσαν ἐπὶ χθονός. |
| π 910 | Πέζα: ὕφασμα. τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ Βιττίον εἰρ‐ γάσατο. καὶ αὖθις· Ἄρτεμι, σοὶ ταύταν, εὐπάρθενε, πότνα γυναικῶν, τὴν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα. |
| π 911 | Πεζαίτεροι. ὁ δὲ βασιλεὺς πεζαιτέρους ἀμφὶ τοὺς μʹ ἀναλα‐ βὼν ἕπεσθαί οἱ κελεύει, θάνατον ἀπειλήσας, εἰ πλείους ἕποιντο. |
| π 912 | Πεζαίτεροι· Δημοσθένης ἐν Φιλιππικοῖς. Ἀναξιμένης δὲ ἐν αʹ Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησίν· ἔπειτα τοὺς μὲν ἐνδοξο‐ τάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζαιτέρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιρείας προθυμότατα διατελῶσιν ὄντες. |
| π 913 | Πεζῇ: βάδην. καὶ παροιμία· πεζῇ βαδίζω· νεῖν γὰρ οὐκ ἐπί‐ σταμαι. ἀντὶ τοῦ οὐ δύναμαι. |
| π 914 | Πεζίτης: ὁ πεζός. |
| π 915 | Πεζίτια: στέμματα. ἐπὶ ἀνθρώπων στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ κυ‐ μάτια. |
| π 916 | Πεζολόγος: συγγραφεύς. |
| π 917 | Πεζοπορηκότες. |
| π 918 | Πέκειν: τὸ κτενίζειν. |
| π 919 | Πέκος: δέρμα, κῴδιον. ἐξ οὗ καὶ πεκτῆρες. τὸ δ’ αὐτὸ καὶ πέσκος, ἐν τοῖς ἑξῆς. |
| π 920 | Πέκτειν: ποκάζειν, κείρειν τὰ θρέμματα. Ἀριστοφάνης· ἡνίκα πέκτειν ὥρα προβάτων πόκον ἠρινόν. |
| π 921 | Πεκτῆρες: οἱ τὸ δέρμα τίλλοντες. |
| π 922 | Πεκτούμενον: τιλλόμενον, ξεόμενον. Ἀριστοφάνης· καὶ ποιήσω τοὺς δημότας βωστρεῖν ς’ ἐγὼ πεκτούμενον. |
| π 923 | Πελαγιζούσαις: εἰς πέλαγος πλεούσαις. πελαγιζούσαις δὲ ταῖς ναυσὶ συνέβη τὰς πλείω καταδῦναι. |
| π 924 | Πελαγίζω· αἰτιατικῇ. |
| π 925 | Πελαγιῶτις λίμνη. |
| π 926 | Πελάζει· αἰτιατικῇ. πλησιάζει, ἐγγίζει. |
| π 927 | Πέλανος: γίνεται πέμματά τινα τοῖς θεοῖς ἐκ τοῦ ἀφαιρεθέντος ἤτοι ἐκ τῆς ἅλω· Δίδυμος δέ φησι κυρίως εἶναι πέλανον τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα. ἢ καὶ ἀπὸ τοῦ πεπλατύν‐ θαι· ἢ ὅτι λευκόν ἐστιν· ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐρι‐ πίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησί· ἐκ δ’ ὄμορξον ἀθλίου στόμα‐ τος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ. |
| π 928 | Πέλανοι: πέμματα ἐκ παιπάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου, εἰς θυσίαν ἐπιτήδεια· ὡς αὐτός φησι, καρποὶ μέλιτι δεδευμένοι· Διο‐ νύσιος Θρᾳξί· θεοῖς ἀπαρχαί τινες. λέγεται δὲ πέλανος καὶ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός. καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτὸς κόμμι. καὶ ὁ τῷ μάντει διδόμενος μισθὸς ὀβολός. |
| π 929 | Πελαργᾶν: τὸ νουθετεῖν ἐκάλει ὁ Πυθαγόρας. |
| π 930 | Πελαργιδεῖς· Αἰλιανός· πελαργῶν παῖδες. ὥσπερ ἀετιδεῖς, οἱ ἀετῶν παῖδες. |
| π 931 | Πελαργικοὶ νόμοι: διὰ τὸ ἀντεκτρέφειν τοὺς γονεῖς. οὕτως Ἀριστοφάνης. |
| π 932 | Πελαργός· ζήτει ἐν τῷ ἀντιπελαργεῖν. |
| π 933 | Πέλας: πλησίον, γείτων. πλὴν πρόνοιαν ἀεὶ ἐποίουν Ῥωμαῖοι μή ποτε πρότεροι τὰς χεῖρας ἐπιβάλλειν τοῖς πέλας μήδ’ ἄρχοντες φαίνεσθαι χειρῶν ἀδίκων. |
| π 934 | Πελασγοί: ἐθνικόν. |
| π 935 | Πελάτης: ὁ ἀντιστρέφων, καὶ ὑπηρετῶν. συναγανακτῶν τοῖς πελάταις κατὰ πλῆθος ἐληλυθόσιν. ὑπηρέτην τε καὶ θεράποντα ἢ πελάτην στρατιώτην τῶν ἐκ καταλόγου ἐκώλυσε παρεῖναί τινι. καὶ αὖθις· καὶ ἑαυτὸν πελάτην ἐκείνου λέγει τε καὶ ᾄδει. |
| π 936 | Πέλεθρα: πλέθρα. ἔστι δὲ μέτρον γῆς τὸ πλέθρον, σταδίου ἕκτον. |
| π 937 | Πελεκάντι: δοτική. μήποτε βαρυτόνως προενεκτέον, ὡς ἀλί‐ βας. πελεκὰν μέντοι, πελεκᾶνος κοινῶς, πελεκᾶς, πελεκάντος Ἀττικῶς. πελεκᾶς, πελεκᾶ Δωρικῶς. ἔστι δὲ εἶδος ὀρνέου. |
| π 938 | Πέλεκυς, πελέκεως: τὸ τεκτονικὸν ἐργαλεῖον. καὶ ἐστελεωμένος οὗτος ἐμβριθὴς τέχνας ὁ πρύτανις πέλεκυς. πελέκυος δέ. |
| π 939 | Πελεκῶ, πελεκήσω, ξύλα. Πελεκίζω δὲ τὸ μετὰ τῆς σπάθης κόπτω. |
| π 940 | Πέλει: γίνεται, ἐστίν. |
| π 941 | Πελειάδες: περιστεραί. καὶ πέλειαν, περιστεράν. δειλαί τοι δειλοῖσιν ἐφεδρεύουσι πέλειαι· ἄμμες δ’ ἀτρέστοις ἀνδράσι τερπόμεθα. φησὶν ἀετός. πτηνῆς ὡς ὄμμα πελειάδος πεφόβημαι. ἐπεὶ περιδεές ἐστι τὸ ζῷον. περιφραστικῶς, ὡς ἡ πέλεια. |
| π 942 | Πέλη, Πέλης: ὄνομα τόπου. |
| π 943 | Πελλήνη: πόλις. καὶ Πελληναῖος χιτών, ἐπὶ τῶν παλαιὰ φορούντων ἱμάτια. ἐν δὲ Πελλήνῃ διάφοροι χλαῖναι ἐγίνοντο. Ἀρι‐ στοφάνης· εὐθὺ Πελλήνης πέτεσθαι διανοῇ. ἐπεὶ ἐν Πελλήνῃ τοῖς Ἡραίοις ἆθλον ἐτίθετο χλαῖνα. |
| π 944 | Πελίας: ὄνομα κύριον. καὶ Πελιάδες, ὀνόματα κύρια. |
| π 945 | Πελιδνόν: μέλαν. λέγεται καὶ Πελιτνὸν παρὰ Θουκυδίδῃ. καὶ Πελιδνωθεῖσα, ὠχριάσασα. καὶ Πελιδνωμένη, ἀντὶ τοῦ μελαινομένη. |
| π 946 | Πελιδνόν: τὸ μεταξὺ ὠχρότητος καὶ μελανίας· οἱονεὶ μολιβδο‐ ειδές. παρὰ Θουκυδίδῃ. |
| π 947 | Πελλίς: ἔνθα τυρὸν ἀμέλγουσι, σκάφη τις. |
| π 948 | Πελιοί: μέλανες, ὠχροί. |
| π 949 | Πελοπίδης: ὁ τοῦ Πέλοπος. |
| π 950 | Πέλωρ: μέγα τεράστιον. |
| π 951 | Πελώρας: ὄνομα κύριον. |
| π 952 | Πελώριος: μέγας. ἐν Ἐπιγράμμασι· ὡς δὲ λέων ἤντησε πε‐ λώριος, ὡς ἐπὶ θοίναν χάσμα φέρων χαλεπόν. καὶ Πελωριάς, ὄνομα τόπου. δῶρον δ’ ἐξ ἱερᾶς εἰμὶ Πελωριάδος. |
| π 953 | Πέλωρον: μέγα. καὶ Πελώρου, μεγάλου τέρατος. |
| π 954 | Πελτασταί: τοξόται, οἱ τοὺς ξυστοὺς κατέχοντες. |
| π 955 | Πέλται: λόγχαι, καὶ ἀσπίδια τετράγωνα. καὶ καταπέλται. |
| π 956 | Πέλτον: θωρακικὸν ὅπλον, καὶ εἶδος ταρίχου. ἢ ἀσπὶς ἴτυν μὴ ἔχουσα. |
| π 957 | Πέμματα: πλακούντια. Ἀρριανός· οἱ δὲ ξένια ἔφερον, θυν‐ νοὺς ἐν κριβάνοις ὠπτημένους καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοι‐ νίκων. |
| π 958 | Πέμπελος: γέρων. καὶ γραῦς. παρὰ τὸ πέμπεσθαι εἰς τὸν ᾅδην. |
| π 959 | Πέμπειν: τὸ πομπεύειν. Μένανδρος Ὑποβολιμαίῳ ἢ Ἀγροίκῳ· μικρὰ Παναθήναια ἐπεὶ δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος. καὶ πέμψαντες, τὸ πομπεύσαντες, παρὰ Θου‐ κυδίδῃ. καὶ Πέμπομαι· αἰτιατικῇ. |
| π 960 | Πέμπτῃ φθίνοντος: ἐν ταύτῃ αἱ τῆς μοιχείας γραφαὶ ἐδί‐ δοντο. Μένανδρος Χαλκίδι. |
| π 961 | Πέμψιν: ἀποστολήν. |
| π 962 | Πενέσται: οἱ παρὰ Θεσσαλῶν μὴ γόνῳ δοῦλοι, ὑπὸ τῶν ὑπὸ Αἵμονος ἐν Ἄρνῃ νικηθέντων Βοιωτῶν, οὐ φυγόντων τὴν παρ’ αὐτῶν δουλείαν, ἀλλὰ μεινάντων μέχρι τῆς τρίτης γενεᾶς, φιληδούντων ἐπὶ τῇ χώρᾳ. παρέδοσαν δὲ αὑτοὺς ἐφ’ ὅρκῳ, ἐπὶ τῷ μήτε παθεῖν τι ἐργα‐ ζόμενοι, μήτε ἐκβῆναι ἀπὸ τῆς χώρας. καὶ ἀπὸ τοῦ μεῖναι Μενέσται καλούμενοι ὕστερον Πενέσται μετωνομάσθησαν, παραφθαρέντος τοῦ χαρακτῆρος. οὓς ἐν Λακεδαίμονι καλοῦσιν Εἵλωτας, τούτους Θετ‐ ταλοὶ Πενέστας λέγουσι. χρῶνται δὲ τῷ ὀνόματι καὶ Θετταλοὶ καὶ Λακεδαιμόνιοι ἐπὶ τῶν κρατηθέντων ἐν τῷ πολέμῳ καὶ δουλευόντων τοῖς κεκρατηκόσι. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται δὲ παρὰ Θετταλοῖς καλοῦνται οἱ παρὰ Λακεδαιμονίοις Εἵλωτες. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλικάς. Ἀριστοφάνης· τοῖς Πενέσταισι ξυνών. |
| π 963 | Πενθερά: τῷ νυμφίῳ ἡ τῆς κόρης μήτηρ. καὶ πενθερός, ὁ πατήρ. Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει. ὁ γοῦν Ἀλκμαίων τῷ Φηγεῖ φησι· καί ς’, ὦ γεραιέ, τήν τε παῖδα μὴ δοὺς ἐμοί, γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός. καὶ ὁ Πρωτεσίλαος τῷ Ἀλκάθῳ φησίν· ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι, παῖδά μοι ξυνοικίσας. Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείᾳ. Ὀδυσσεύς φησι πρὸς Κλυταιμνήστραν περὶ Ἀχιλλέως· σὺ δ’ ὦ μεγίστων τυγχά‐ νουσα πενθερῶν. ἀντὶ τοῦ γαμβρῶν. |
| π 964 | Πενθηλός: ὄνομα κύριον. |
| π 965 | Πένθος· ὥστε πολὺν ὑπὲρ αὐτοῦ πόθον γενέσθαι καὶ πένθος ἱερόν, οἷον ἐν Λιβάνῳ τὸ ἐπ’ Ἀδώνιδι καὶ Βύβλῳ. |
| π 966 | Πενία· διὰ τὰς ἀδίκους πάθας τῇ πενίᾳ ἐνήθλει. οὐκοῦν τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν. Ἀριστοφάνης Πλούτῳ. εἴπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. ὁ μὲν γὰρ Διονύσιος ἐξώλης τύραννος, ὁ δὲ Θρασύβουλος φιλόπολις καὶ παντὸς λόγου κρείττων. ἐπὶ τῶν μὴ τὰ ὅμοια ὁμοιούντων. |
| π 967 | Πενία δὲ σοφίαν ἔλαχε: παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσι. |
| π 968 | Πενία. καὶ πένης οὐχ ὁ μηδὲν κεκτημένος, ἀλλ’ ὁ πολλῶν ἐφιέμενος· καὶ πλούσιος, οὐχ ὁ πολλὰ περιβεβλημένος, ἀλλ’ ὁ μὴ πολ‐ λῶν δεόμενος. |
| π 969 | Πενιχραλέον: εὐτελές, πενιχρόν. καὶ ψαιστῷ ὀλίγον δρᾶμα πενιχραλέον. |
| π 970 | Πενταέτηρον: πέντε ἐτῶν. |
| π 971 | Πένταθλος: ὁ Δημόκριτος ὁ Ἀβδηρίτης. ἤσκητο γὰρ τὰ φυσικά, τὰ ἠθικά, μαθηματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους, καὶ περὶ τεχνῶν πᾶσαν εἶχεν ἐμπειρίαν. τούτου ἐστὶ καὶ τό, λόγος Ἑρμοῦ αἰκίη. |
| π 972 | Πεντακοσιομέδιμνον: τέσσαρα τέλη ἐποίησεν Ἀθηναίων πάν‐ των ὁ Σόλων· ὧν ἦν ἓν τέλος καὶ οἱ Πεντακοσιομέδιμνοι. |
| π 973 | Πένταχα: εἰς πέντε μέρη. |
| π 974 | Πεντέκτενοι: περιπόρφυροι. διὰ τὸ ἐνυφάνθαι περὶ τὰς ᾤας πέντε κτένας πορφυροῦς. |
| π 975 | Πεντέληθεν: ἀπὸ Πεντέλης πόλεως. |
| π 976 | Πεντεσυρίγγῳ ξύλῳ: τῇ ποδοκάκῃ. πέντε γὰρ ὀπὰς ἔχει, δι’ ὧν οἱ πόδες καὶ αἱ χεῖρες καὶ ὁ τράχηλος ἐμβάλλονται. |
| π 977 | Πέντε τάλανθ’ ἡ Χίων πόλις διὰ τὸν πρωκτὸν ὀφλήσει: τούτους ὡς ἀκρασίαν μαλακίας ἔχοντας σκώπτει Ἀριστοφάνης· καὶ διὰ μαλακίαν τῶν πρωκτῶν εὐρυτέρων ὄντων καὶ ἑτοίμων πρὸς τὸ ἀπο‐ πατεῖν. |
| π 978 | Πεντετάλαντος δίκη διαγέγραπται: τὸ ε ἄτρεπτον τη‐ ρεῖται παρὰ τοῖς Ἀττικοῖς. |
| π 979 | Πεντετηρίς: πενταετηρίς. |
| π 980 | Πεντεφρῆς: ὄνομα κύριον. |
| π 981 | Πεντηκόνταρχος: ὁ τῆς πεντηκοντόρου ἄρχων. ἐκαλεῖτο δὲ πεντηκόντορος ἡ ὑπὸ πεντήκοντα ἐρεσσομένη ναῦς. |
| π 982 | Πεντηκοντούτης: πεντηκονταετὴς ἀνήρ. Πεντηκοντοῦτις δὲ θηλυκῶς, ἡ γυνή. |
| π 983 | Πεντηκοστὴ καὶ Πεντηκοστεύεσθαι καὶ Πεντηκοστο‐ λόγοι: πεντηκοστὴ μὲν τὸ τέλος, ὃ τελοῦσι, πεντηκοστολόγοι δὲ οἱ τοῦτο ἐκλέγοντες, πεντηκοστεύεσθαι δὲ τὸ πράττεσθαι τὴν πεντηκο‐ στήν. ταῦτα δέ ἐστιν εὑρεῖν ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους, καὶ Ὑπερίδους ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. |
| π 984 | Πεντηκοστολόγιον. καὶ λαβόμενος ἦγεν εὐθὺ τοῦ πεντη‐ κοστολογίου. |
| π 985 | Πεντώβολον ἡλιάσασθαι: νικήσαντα τοὺς Πελοποννησίους δικάσαι μέχρις Ἀρκαδίας, λαμβάνοντα μισθὸν πεντώβολον, ἀλλ’ οὐ τριώβολον. καὶ Πεμπώβολον ὁμοίως. |
| π 986 | Πεξάμενος: κτενίσας, ξάνας. |
| π 987 | Πέος: τὸ σπήλαιον. καὶ Πέος δὲ τὸ αἰδοῖον. Ἀριστοφάνης Νεφέλαις· πλὴν ἢ τὸ πέος ἔχοντα ἐν τῇ δεξιᾷ. καὶ αὖθις· ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. καὶ αὖθις· πότερον, ὡς ἀνὴρ τρέφῃ; ποῦ δὲ τὸ πέος; καὶ αὖθις· τίς Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν. |
| π 988 | Πεπαρήθιος: ἀπὸ τόπου. |
| π 989 | Πεπάρηθος: νῆσος, οὐκ ἄποθεν Εὐβοίας. |
| π 990 | Πεπαρθενεῦσθαι: διατετμῆσθαι τῇ μίξει. |
| π 991 | Πεπαρμένον: πεπερονημένον, καθηλωμένον, τετρυπημένον. |
| π 992 | Πεπαρῳνήκασιν: ἡμαρτήκασιν. |
| π 993 | Πέπατο: ἐκέκτητο. πῶ γὰρ τὸ κτῶμαι. καὶ πολυπάμων, ὁ πολλὰ κεκτημένος. ἐν Ἐπιγράμμασι· πέπατο γὰρ οὐ μέγα τοῦτο κληρίον ἐν λυπρῇ τῇδε γεωλοφίᾳ. |
| π 994 | Πεπαίνει: πραΰνει. |
| π 995 | Πεπελτωμένα: πεπιναρωμένα. |
| π 996 | Πεπεμμένου πλακοῦντος: ἀντὶ τοῦ ποιηθέντος, τοῦ ἐν τε‐ τράδι πεπεμμένου. ἐπειδὴ ἔξω τῶν ἑορτῶν ἱεραί τινες ἡμέραι ἐνομίζοντο Ἀθήνησι θεοῖς τισίν, οἷον νουμηνία καὶ ἑβδόμη Ἀπόλλωνος, τετάρτη Ἑρμῇ, ὀγδόη Θησεῖ. |
| π 997 | Πέπειρον: ἀκμαῖον. εἴρηται δὲ ἐπὶ ὀπώρας ὡρίμου. γραῦς φησι παρὰ Ἀριστοφάνει· οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν, ἀλλ’ ἐν ταῖς πεπείροις. οὐδέ τοι στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ἐγὼ τὸν φίλον. |
| π 998 | Πεπιθημένος: πεπιθήσας, θαρρήσας. καὶ Πεποιθώς, θαρρῶν. |
| π 999 | Πεπίθοιμεν: πείσοιμεν. |
| π 1000 | Πεπιλημένη: συνεσφιγμένη. Ἰώσηπος· μέλας, τὸ σῶμα ἰσχνός, τὴν σάρκα πεπιλημένος· ἀλλ’ ἐνῴκει τις ἡρωϊκὴ ψυχὴ λεπτῷ σώματι. |
| π 1001 | Πεπλαδηκός: ὑγρανθέν, σεσηπός. |
| π 1002 | Πεπλασμένῳ: κακούργῳ. |
| π 1003 | Πεπλεγμένη· πεπλεγμένη φάλαγξ ἐστίν, ἥτις ὑποπίπτουσι τόποις ἀναγκαζομένη ἐξομοιοῦσθαι, τερηδόνος λόγον ἐπέχει· ξιφοειδὴς ἡ φάλαγξ γίνεται καὶ πολυειδὴς τῇ τάξει. |
| π 1004 | Πεπληγώς: παρ’ Ὁμήρῳ· ἀντὶ τοῦ πλήσσων τὸν παρακείμενον παρείληφε. |
| π 1005 | Πέπλον: περιβόλαιον, ἱμάτιον γυναικεῖον. |
| π 1006 | Πέπλος· ἰδίως παρὰ τοῖς Ἀθηναίοις πέπλος τὸ ἄρμενον τῆς Παν‐ αθηναϊκῆς νεώς, ἣν οἱ Ἀθηναῖοι κατεσκεύαζον τῇ θεῷ διὰ τετραετηρί‐ δος· ἧς καὶ τὴν πομπὴν διὰ τοῦ Κεραμεικοῦ ἐποίουν μέχρι τοῦ Ἐλευ‐ σινίου. πέπλον δὲ τοῦτο ἐκάλουν διὰ τὸ ἐρεοῦν αὐτὸ εἶναι. ἐγέγραπτο δὲ ἐν αὐτῷ ὁ Ἐγκέλαδος, ὃν ἀνεῖλεν ἡ Ἀθηνᾶ· ἦν δὲ τῶν Γιγάντων εἷς. ἢ ὅτι νικήσαντες οἱ Ἀθηναῖοι πέπλον ἐποίησαν τῇ Ἀθηνᾷ καὶ ἐνέ‐ γραψαν τοὺς ἀρίστους ἐν αὐτῷ. Πέπλος· περὶ τοῦ πέπλου τοῦ ἀναγομένου τῇ Ἀθηνᾷ τοῖς μεγάλοις Παναθηναίοις οὐ μόνον παρὰ τοῖς ῥήτορσίν ἐστιν ἡ μνήμη, ἀλλὰ καὶ παρὰ τοῖς κωμικοῖς. ὅτι Πέπλος καλεῖται καὶ ἑανόν. ἔστι δὲ ὁ πέπλος γυναικεῖον ἔνδυμα. |
| π 1007 | Πεπλώματα· καὶ ζήτει ἐν τῷ δυσπινῆ. |
| π 1008 | Πεπνυμένος: συνετός. |
| π 1009 | Πεποδισμένοι: τοὺς πόδας δεδεμένοι. τοῖς Πέρσαις ὡς ἐπὶ τὸ πολὺ οἱ ἵπποι πεποδισμένοι εἰσί, τοῦ μὴ φεύγειν ἕνεκα, εἰ λυ‐ θείησαν. |
| π 1010 | Πεποδισμένοι: τοὺς πόδας κατεσχημένοι. Ξενοφῶν· πονηρόν ἐστι νυκτὸς στράτευμα Περσικόν· οἱ γὰρ ἵπποι αὐτοῖς δέδενται. |
| π 1011 | Πέπομαι: παθητικόν. Πέπωκα δέ. |
| π 1012 | Πέπον: προσφιλέστατε, προσηνέστατε. |
| π 1013 | Πέπονες: ἔκλυτοι, ἀσθενεῖς. ἐν Ἐπιγράμμασι· ὄφρα τάχιστα λικμήσῃ πεπόνων καρπὸν ἀπ’ ἀσταχύων. ἀντὶ τοῦ ὡρίμων. |
| π 1014 | Πέπορδα· Ἀριστοφάνης· ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ μᾶλλον ἢ τὸ γῆρας ἐκδύς. ἀντὶ τοῦ ἐάσας. ἡ μεταφορὰ ἀπὸ τῶν ὄφεων τῶν ἐκδυομένων τὸ γῆρας· ἥδομαι γὰρ ἐκφυγὼν τὴν ἀσπίδα, τουτέστι τὸν πόλεμον, μᾶλλον ἢ ἐκδὺς τὸ γῆρας. |
| π 1015 | Πεποροποιημένον: ἐκ τοῦ πόρος. |
| π 1016 | Πεπορπημένος: ἱμάτιον διπλοῦν περικείμενος, πόρπῃ συνε‐ χόμενον, ὡς μὴ ἀφίστασθαι τῶν ὤμων. κεῖται παρὰ Λυκούργῳ ἐν τῷ κατὰ Τιμοκράτους· τῶν δ’ ἀνδρῶν τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους ἰδεῖν ἦν καθ’ ὅλην τὴν πόλιν τότ’ ἐπὶ γήρως ὀδῷ περι‐ φθειρομένους, διπλᾶ ἱμάτια ἐμπεπορπημένους. |
| π 1017 | Πεπότηται: ἀνέπτη, ἀνεκουφίσθη, καὶ μετέωρα ἤδη φρονεῖ. Ἀριστοφάνης Νεφέλαις· ἡ ψυχή μου πεπότηται. |
| π 1018 | Πεπώρωται: τετύφλωται. |
| π 1019 | Πεπραξικοπηκότα: ἀντὶ τοῦ προδώσαντα. |
| π 1020 | Πεπρᾶσθαι καὶ πωλεῖσθαι διαφέρει· τὸ μὲν γὰρ πεπρᾶσθαι πάντη καὶ πάντως ἀπέβη, τὸ δὲ πωλεῖσθαι ἔστιν ὅτε καὶ οὐκ ἀποβαίνει· ἐνδέχεται γὰρ τὸ ἔτι πωλούμενον μὴ πραθῆναι. |
| π 1021 | Πέπρισται: κέκοπται. |
| π 1022 | Πεπρωμένη: εἱμαρμένη, τύχη, γένεσις. |
| π 1023 | Πεπρωμένον: εἱμαρμένον, ὡρισμένον, πεπερασμένον ἀπὸ μοίρας εἰς πέρας. |
| π 1024 | Πέπταται: ἥπλωται. |
| π 1025 | Πεποιωμένον: ποιότητα ἔχον. |
| π 1026 | Πεπυκασμένον: ἐσκεπασμένον, περιβεβλημένον. εἶτα ἐν ἑτέρᾳ σκηνῇ ξυνῆλθον ἠμφιεσμένῃ τε καὶ καταπεπυκασμένῃ οὐκ ἄλλως ἐξ ἱματίων σηρικῶν. |
| π 1027 | Πέπυστο: ἠκηκόει. |
| π 1028 | Περᾷ: πλέει. |
| π 1029 | Πέρα: ἐπίρρημα. ἀντὶ τοῦ περισσότερον. τὸ πέρα δὲ ἀντι‐ τείνοντας ξυνδεῖν. καὶ αὖθις· δασμολογοῦντες αὐτοὺς τῆς δυνάμεως πέρα. καὶ αὖθις· οὐ δυναμένων δὲ τὸ πέρα φέρειν δι’ ὕβριν τε καὶ ὠμότητα. καὶ αὖθις· ἀρρήτων ἀρρητότερα καὶ κακῶν πέρα. καὶ αὖθις· εἰπόντες δὲ τοῦ Ἰωτόμου τὸ τόλμημα ἔπαυσαν αὐτὸν τὸ πέρα ἀμφιγνοοῦντα. καὶ Ἀριστοφάνης· ἀρ’ οἶσθ’, ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος καταιθαλώσω; καὶ αὖθις· ὁ δὲ τοῦ ἐπὶ Σελεύκειαν τὸ πέρα ἄγειν ἀπέσχετο. ἀντὶ τοῦ πλεονάκις. |
| π 1030 | Περᾶναι. |
| π 1031 | Περάνῃ: αὐθυπότακτον. ἀντὶ τοῦ τελειώσει. |
| π 1032 | Περαντικός: πέρας ἐπιτιθεὶς τοῖς λόγοις. |
| π 1033 | Πέρασις βίου: ἡ τελευτή. δότε βίου πέρασιν καὶ καταστρο‐ φήν τινα εἰ μὴ δοκῶ τι μειόνως ἔχειν ἀεί. εἰ μὴ δοκῶ ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ δεῖσθαι προσθήκης κακῶν. καὶ Πέρατα, τέλη. |
| π 1034 | Περγαμηναί: αἱ μεμβρᾶναι, αἱ δέρρεις. |
| π 1035 | Περγάμιον: δήμιον. |
| π 1036 | Πέργαμον: τὴν πόλιν Ἴωνες λέγουσιν, οἱ δὲ πάντες τὰ ὑψηλά. |
| π 1037 | Περγασῆθεν· δῆμος ἡ Περγασὴ τῆς Ἐρεχθηΐδος. τὸν μέντοι δημότην διχῶς λέγεσθαί φασι, Περγασέα τε καὶ Περγασῆθεν. |
| π 1038 | Περγαῖος. |
| π 1039 | Πέρδεσθαι· ὅτι Ἀγύρριος τοσοῦτον ἐπὶ μαλακίᾳ διεβέβλητο, ὡς καὶ πέρ‐ δεσθαι αὐτόν. |
| π 1040 | Περδίκκας, καὶ κλίνεται Περδίκκου. ὁ Μακεδών· ὃν ἔκτειναν ἐξ ἐπιβουλῆς οἱ Μακεδόνες, ἄνδρα τά τε πολέμια κράτιστον γενόμενον καὶ μεγαλονοίᾳ χρησάμενον διαφερόντως· ἐξ οὗ δὴ καὶ τὸ ὑπέρογκον αὐτῷ τοῦ φρονήματος εὐθαρσὲς πρὸς πάντα κίνδυνον ἦν, τό τε ἄγαν μεγαλήγορον, σὺν ᾧ πάντας Μακεδόνας ὑπερφρονεῖν ἔδοξε, τάς τε εὐπραγίας αὐτῷ φθόνου ἐπαξίας ἐποίει· ἐπὶ δὲ τῷ φθόνῳ μῖσος ἐπεγί‐ νετο, καὶ τὸ μὴ φέρειν ὑπὲρ σφᾶς ὄντα τε καὶ ὀνομαζόμενον. ὅθεν καὶ τὴν ἐν τοῖς πταίσμασι μεταβολὴν σὺν ὀργῇ τῆς πρόσθεν ὑποψίας μᾶλλον ἢ κρίσεως ἀληθεστάτης δικαιώσει ἐς τὸ κατ’ αὐτοῦ ἐπιβούλευ‐ μα ἐποιοῦντο. |
| π 1041 | Περδίκειος κάρα· καὶ Περδίκειος πούς. |
| π 1042 | Πέρδικος ἱερόν: παρὰ τῇ ἀκροπόλει. Εὐπαλάμῳ γὰρ ἐγέ‐ νοντο παῖδες Δαίδαλος καὶ Πέρδιξ· ἧς υἱὸς Κάλως· ᾧ φθονήσας ὁ Δαίδαλος τῆς τέχνης ἔρριψεν αὐτὸν κατὰ τῆς ἀκροπόλεως· ἐφ’ ᾧ ἡ Πέρδιξ ἑαυτὴν ἀνήρτησεν, Ἀθηναῖοι δὲ αὐτὴν ἐτίμησαν. Σοφοκλῆς δὲ ἐν Κωμικοῖς τὸν ὑπὸ Δαιδάλου ἀναιρεθέντα Πέρδικα εἶναι τοὔνομα. |
| π 1043 | Περαία: ὄνομα τόπου. |
| π 1044 | Περραιβοί: ἔθνος. |
| π 1045 | Περαίνειν: τὸ συνουσιάζειν. |
| π 1046 | Περαίνοντας: τελειοῦντας. |
| π 1047 | Περαιῶ· αἰτιατικῇ. |
| π 1048 | Περαιωθέντες: περάσαντες. |
| π 1049 | Περαιτέρω: πλέον, πάνυ. |
| π 1050 | Περεγρῖνος: ὄνομα κύριον. |
| π 1051 | Περήνη: πόλις. |
| π 1052 | Περήτρια: ἡ περιαγγέλλουσα τὴν ὥραν. |
| π 1053 | Πέρι: περισσῶς. |
| π 1054 | Περιαγειρόμενοι· ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι ἀθλη‐ ταί. Πολιτείας εʹ ἐπὶ τέλει. λέγεται γὰρ ὅτι τὸ μὲν ἐξ ἀρχῆς ἆθλα προυτίθεσαν τοῖς ἀγωνιζομένοις, ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνίζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγγένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δ’ ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ πλησιάζοντες πλέονος ἄξια ἐπετίθεσαν, οἱ δὲ πορρώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλ‐ λον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλ‐ λουσι πετάσους καὶ ζώνας, οἱ δὲ χιτῶνας. ἐκ τούτου σύνηθες ἐγένετο κύκλῳ περιπορευομένους τοὺς ἀθλητὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα. ὅθεν Σιμωνίδης Ἀετύλου φησὶν οὕτως· τίς δὴ τῶν νῦν το‐ σάδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων. ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρ‐ ποῖς ἐτίμων. |
| π 1055 | Περιαγκώνισμα. |
| π 1056 | Περιάγνυται: περικατακλᾶται. οἱονεὶ περιίσχεται. καὶ Περιαγνυμένου, περικλωμένου. πρὸς τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτήν, τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου. |
| π 1057 | Περιάγξαι: περιστρέψαι, συνθρίψαι. |
| π 1058 | Περιαγόραιος: λάλος. |
| π 1059 | Περιαγωγάς: τὰς ἐν κύκλῳ περιφοράς. ἀετοὶ δὲ ἓξ κυκλοτε‐ ρεῖς περὶ τὸ στρατόπεδον ποιησάμενοι περιαγωγὰς ἐν δεξιᾷ διέστησαν. |
| π 1060 | Περιαθρεῖν: περισκοπεῖν. |
| π 1061 | Περίακτος ὁδός. |
| π 1062 | Περιαλγῶν: ἀχθόμενος. κἀγὼ περιαλγῶν τοῖς γεγονόσι διὰ γραμμάτων ἐδεόμην ἀναπεμφθῆναι ὡς τὸν πατέρα τὸν ὑμέτερον. |
| π 1063 | Περίαλος: τὸ ἰσχίον. |
| π 1064 | Περιαλουργός· Ἀριστοφάνης περὶ Λυσιστράτου. περιαλουρ‐ γὸς κακοῖς, ῥιγῶν τε καὶ πεινῶν ἀεὶ πλεῖν ἢ λθʹ ἡμέρας τοῦ μηνὸς ἑκάστου. τουτέστιν ὁ κακοῖς βεβαμμένος· ἢ ὁ βαθὺς τοῖς κακοῖς. με‐ τενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφύρας τῆς θαλασσοβα‐ φοῦς, ὅτι ἐκ βάθους τὸ ὄστρεον εὑρίσκεται. ἁλουργὶς δὲ ἡ πορφύρα. |
| π 1065 | Περιαμησάμενος: θερίσας. |
| π 1066 | Περιαμφί: κύκλῳ. |
| π 1067 | Περίανδρος, Κυψέλου, Κορίνθιος, τῶν ζʹ σοφῶν, γεγονὼς κατὰ τὴν ληʹ ὀλυμπιάδα. ἔγραψεν ὑποθήκας εἰς τὸν ἀνθρώπειον βίον ἔπη ͵βʹ. οὗτός ἐστι Περίανδρος ὁ διὰ λύπην ἰδίαν ἀποθανών· ὡς καὶ τὸ ἐπ’ αὐτῷ ἐπίγραμμα μαρτυρεῖ, οὕτως ἔχον· μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός. καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, οὕνεκεν οὐκ ἔτυχε πρήξιος, ἧς ἔθελεν. |
| π 1068 | Περίανδρος, ὁ Κυψέλου υἱός, τοῦ βασιλέως Κορίνθου, τὴν βασιλείαν παρὰ τοῦ πατρὸς κατὰ πρεσβεῖον παραλαμβάνει καὶ ὑπὸ ὠμότητος καὶ βίας ἐξέτρεψεν αὐτὴν εἰς τυραννίδα· καὶ δορυφόρους εἶχε τʹ ἐκώλυσέ τε τοὺς πολίτας δούλους κτᾶσθαι καὶ σχολὴν ἄγειν, ἀεί τινα αὐτοῖς ἔργα ἐξευρίσκων. εἰ δέ τις ἐπὶ τῆς ἀγορᾶς καθέζοιτο, ἐζημίου, δεδιὼς μή τι βουλεύοιντο κατ’ αὐτοῦ. λέγεται δὲ καὶ ἄλλο τοῦτον ἄνομον ἐργάσασθαι, νεκρᾷ τῇ ἑαυτοῦ γυναικὶ μιγέντα ὑπ’ ἔρω‐ τος. ἐστρατεύετο δὲ συνεχῶς καὶ ἦν πολεμικὸς τριήρεις τε ναυπη‐ γησάμενος ἀμφοτέραις ἐχρῆτο ταῖς θαλάτταις. φασὶ δέ τινες αὐτὸν καὶ τῶν ζʹ σοφῶν γεγονέναι· τὸ δὲ οὐκ ἦν. |
| π 1069 | Περιανθίζω: ἄνθη συλλέγω. |
| π 1070 | Περιαοιδός: ἐγκύκλιος ᾠδή. |
| π 1071 | Περιάπτω· δοτικῇ. |
| π 1072 | Περιαστράπτω· αἰτιατικῇ. |
| π 1073 | Περιαυθαδίζεται: ἐν ὑπερηφανίᾳ ἀναστρέφεται· ἢ μέγα φρονεῖ περὶ ἑαυτοῦ. |
| π 1074 | Περιαυτίζεται: περὶ ἑαυτοῦ μέγα φρονεῖ· ἢ ἐν αὐτῇ τῇ λέξει ἐνδιατρίβει. |
| π 1075 | Περιαυτολογεῖν: περὶ ἑαυτοῦ λέγειν· τουτέστι μετὰ ὑπερ‐ ηφανίας. |
| π 1076 | Περιβάδην: ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ· πλίξ γὰρ τὸ βῆμα. καὶ πλίγματα, τὰ πηδήματα. |
| π 1077 | Περιβαλόμενος: προσπορισάμενος. περιβαλόμενος δὲ πολλὴν λείαν ἐπῆγεν ἐπὶ τὸ νεόκτιστον φρούριον. ὁ δὲ Ἀπολλώνιος τὸ Λεωνίδου σῆμα τοῦ Σπαρτιάτου οὐ περιέβαλε μόνον, ἀγασθεὶς τὸν ἄνδρα. καὶ αὖθις· καὶ πλοῦτον περιβάλλει ἀνδρὶ πένητι μέν, εὐσε‐ βεῖ δὲ καὶ ἀεὶ θεραπεύοντί οἱ τὸν νεών. καὶ αὖθις· ἐν ὀλίγῳ χρόνῳ πολλὴν σοφίαν περιβαλόμενος. |
| π 1078 | Περιβαλλομένους: προσλαμβανομένους. Ξενοφῶν· τοὺς ἐπιτηδείους ἄλλους ἄλλοσε ἀφῆκε καταθεῖν καὶ ἐκέλευε περιβαλλομέ‐ νους, ὅπως τις ἐπιτυγχάνοι, ἐλαύνειν πρὸς αὐτόν. καὶ Πολύβιος· ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. ἀντὶ τοῦ διεξελθών. καὶ αὖθις· δεσμοῖς περιβαλών. καὶ Αἰλιανός· οἱ δὲ τοὺς ὑπηρέτας αὐτῷ περι‐ βαλόντες εἰς τὸ θέατρον ἄγουσιν. |
| π 1079 | Περιβάλλω· αἰτιατικῇ. |
| π 1080 | Περίβαρα: ὑποδήματα. καὶ Περιβαρίδες· Θεόπομπος ἐν Σειρῆσιν. ὑποδοῦ λαβὼν τὰς περιβαρίδας. ἢ Περιβαρίδες, ὑπο‐ δήματα γυναικῶν. |
| π 1081 | Περιβάς: ἐποχησάμενος. περιβὰς δὲ τὸν ἵππον ἤλαυνεν ὡς ἐπὶ τὸ θορυβούμενον. |
| π 1082 | Περίβλεπτος: ἔξοχος, μέγιστος. |
| π 1083 | Περιβόλαιον: περιβολή, ἔνδυμα. ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται, μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. |
| π 1084 | Περιβολή: εἶδος λόγου δεινότητος. ἀλαζόνας φασὶν εἶναι τοὺς Ἕλληνας, τὰ οἰκεῖα αἴροντας διά τε ἐπιγραμμάτων καὶ συγγραφῆς καὶ τῆς ἄλλης τῶν λόγων πομπείας τε καὶ περιβολῆς. καὶ Περι‐ βολή, ὁ πλοῦτος. καλοῦνται δὲ ὑπὸ τῶν ἐν περιβαλῇ γέργηθες, ἥ τε τύρβη καὶ οἱ χειρώνακτες. |
| π 1085 | Περίβολος: ὁ τῆς νηός. |
| π 1086 | Περιγηθής: περιχαρής. |
| π 1087 | Περιγίνομαι· γενικῇ. |
| π 1088 | Περιγλωττίς: σκεπαστήριον τῆς γλώττης. Πίθυλλόν φασι, τὸν Τένθην καλούμενον, περιγλωττίδα ὑμενίνην φορεῖν καὶ προσελυτροῦν τὴν γλῶτταν πρὸς τὰς ἀπολαύσεις. καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵν’ ὡς θερμότατον ἀναδιδῷ τῇ γλώττῃ. |
| π 1089 | Περίγρα: ὁ διαβήτης, δι’ ἧς οἱ τροχοὶ περιφερεῖς ἀποτελοῦνται· πυράγρας γὰρ οὐδεμία πρὸς ἁμάξης κατασκευὴν χρεία. ἔστι δὲ βοηθῆσαι καὶ τῇ κρατούσῃ γραφῇ, ἐπεὶ καὶ πυράγραις ἐπὶ ταῖς σιδηροτρόχοις ἁμάξαις χρῶνται, περίγραις δὲ ἐπὶ ταῖς ξυλίναις. ὁ Θεολόγος Γρηγόριός φησιν εἰς τὸν συντακτήριον· εἰ γὰρ ἐγὼ μὲν εἰς δόξαν θεοῦ, τοῦτο δὲ δι’ ἐμέ, ἡ πυράγρα διὰ τὴν ἅμαξαν ἢ ὁ πρίων διὰ τὴν θύραν· νικῶ τῇ αἰτίᾳ. |
| π 1090 | Περιγράψαι: οἷον ἀποκτεῖναι. ἐπεὶ οἱ ἀποθανόντες περι‐ γράφονται καὶ περιαιροῦνται τῶν ἀρχείων. |
| π 1091 | Περιγυρίδα: περιφέρειαν. |
| π 1092 | Περιδαρδάπτεσθαι: κατεσθίεσθαι. |
| π 1093 | Περιδέεια. καὶ Περιδεής, περίφοβος. καὶ τὰ συμ‐ πεσόντα αὐτοῖς πολλὰ καὶ δεινὰ τῷ περιδεεῖ τῆς ὄψεως ἐμήνυον. |
| π 1094 | Περιδέξιος: ὁ καὶ τῇ ἀριστερᾷ ἐργαζόμενος. παρὰ δὲ τῷ Θεολόγῳ λέγοντι, καὶ ὅπως ἀποφεύξῃ τὸν περιδέξιον. περιδέξιόν ἐστι πᾶν διλήμματον· ἑκατέρωθεν γὰρ βούλεται συνάγειν. Περιδέ‐ ξιος καὶ ὁ σοφός. οἷος ἐκεῖνος ἀεὶ περιδέξιος ἥρως. παρὰ Καλλιμάχῳ. |
| π 1095 | Περιδέρραια: περιτραχήλια κόσμια. |
| π 1096 | Περιδεῖν: περιδεσμεῖν, περιάπτειν. Ξενοφῶν· ὁ δὲ διδάσκει περὶ τοὺς πόδας τῶν ἵππων καὶ τῶν ὑποζυγίων σακκία περιδεῖν, ὅταν διὰ τῆς χιόνος ἄγωσι, διὰ τὸ μὴ καταδύεσθαι. |
| π 1097 | Περίδειπνον. καὶ Περίδειπνον τὸ νεκρῶν. καὶ τοῦτο ἐδείπνουν τὸ πρῶτον περίδειπνον. |
| π 1098 | Περιδήλιον: πειρατήν. |
| π 1099 | Περιδινοῦνται: περιοδεύονται, περιστρέφονται. ὁ δὲ περι‐ δινήσας ἄφνω ἐς τὸ πρόσωπον τὸν ἵππον ὑπηντίαζε τοῖς δειλαίοις. |
| π 1100 | Περιδινοῦντες: περιστρέφοντες. οἱ δὲ Βαβυλώνιοι ἐντιθέντες εἰς σφενδόνας ᾠὰ καὶ περιδινοῦντες ἐν κύκλῳ, ἅτε οὐκ ἄπειροι τῶν αὐτοσχεδίων καὶ κυνηγετικῶν διαιτημάτων, ἀλλὰ μεμελετηκότες τὰ ἐν ἐρημίᾳ μηχανήματα, ἑφθὸν καὶ ὠμὸν τῇ ῥύμῃ τὸ ᾠὸν κατεσκεύαζον. |
| π 1101 | Περίδου: περίθες. Ἀριστοφάνης· ἴθι σὺ περίδου καὶ ταχέως ἀνὴρ γενοῦ. καὶ αὖθις· ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι. ἀντὶ τοῦ ἐπὶ τῆς κεφαλῆς συνθήκην θεῖναι. καὶ αὖθις· εἰ βούλει, περίδου μοι περὶ θυμητίδων ἁλῶν. εἰ βούλει, φησί, ποιησώμεθα συνθήκας περὶ θυμητίδων ἁλῶν, οἷον μετὰ θύμου τετριμμένων. καὶ ἑτέρωθι· ἅλας θυμίτας δοὺς ἐμοὶ καὶ κρόμυα. τὸ δὲ περίδου μοι καὶ Ὅμηρός φησι. |
| π 1102 | Περίδου: τουτέστι συνθήκην ποιοῦ. Ἀριστοφάνης Νεφέλαις· περίδου νῦν ἐμοί, εἰ μὴ τὸ τετράμετρόν ἐστιν ἡμιεκτόν. |
| π 1103 | Περιδώμεθα: συνθώμεθα. Ὅμηρος· δεῦρό νυν ἢ τρίποδα περιδώμεθα. |
| π 1104 | Περιδράττεσθαι: περιέχεσθαι. καὶ Περιδράσσω· γενικῇ. |
| π 1105 | Περίδρομος: πάντη περιέχεσθαι δυνάμενος. |
| π 1106 | Περίδρομοι κύνες: οἱ πανταχοῦ δυνάμενοι περιστρέφεσθαι. Ἀριστοφάνης Βατράχοις. |
| π 1107 | Περιδύεται: κρύβεται, εἰσδύεται. καὶ Περιδυθῆναι, ἐκ‐ δυθῆναι. |
| π 1108 | Περιδύσας: ἐκδύσας, ἀφελόμενος. περιδύσας οὖν τὸν ναόν, ὡς καὶ τὰ σκεύη τοῦ θεοῦ βαστάσαι. |
| π 1109 | Περιαιρεῖν: ἀφαιρεῖσθαι, ἀποκόπτειν, καθυφεῖσθαι. συγχωρη‐ θῆναι δὲ τοῖς Κελτίβηρσιν ὑπὸ Τιβερίου πρεσβεύειν πρὸς τὴν σύγκλη‐ τον καὶ περιαιρεῖν, ἐάν τι τούτων δύνωνται παραιτεῖσθαι. οἱ δὲ παρα‐ λῦσαι ἐπρέσβευσαν τὴν σύγκλητον τῶν στρατιωτῶν καὶ τῶν φόρων. |
| π 1110 | Περιαιροῦμαι· αἰτιατικῇ. |
| π 1111 | Περιεβάλοντο: ἐπεκτήσαντο. οἱ δὲ καταδραμόντες τὴν χώραν περιεβάλοντο λείας πλῆθος. καὶ αὖθις· ὁ δὲ Ἀπολλώνιος οὐ μόνον τὸ σῆμα Λεωνίδου τοῦ Σπαρτιάτου περιέβαλεν, ἀγασθεὶς τὸν ἄνδρα. |
| π 1112 | Περιέδυσεν: ἀφείλετο τὰ ἱμάτια. ὁ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν περιέδυσεν, ὡς οὗτος ταῦτα τῶν σαρκῶν. περὶ ὀστέων λέγων. |
| π 1113 | Περιεζώσατο: ἀντὶ τοῦ περιεβάλετο. ἀπορῶν ἐπιτρόπου γυμνὸς ὢν τοῦτον τέως περιεζώσατο. οἱ γὰρ γυμνοὶ ἐπιθυμοῦσι κἂν περιζώματος τυχεῖν. |
| π 1114 | Περιεκέχυτο: πανταχόθεν περιέρρει. ἐπειδὴ τῷ Τιβερίῳ ἤδη τὰ τῆς πολιτείας περιεκέχυτο πράγματα. |
| π 1115 | Περιεκόκκυσα: κόρδακα ὠρχησάμην. Ἀριστοφάνης. |
| π 1116 | Περιεκτικόν: περιέχον. |
| π 1117 | Περιελῶ ς’ ἀλαζονείας. ὑποτεμοῦμαι τὰς ὁδούς σου: οἷον ἀποδύσω σε, παύσω τῶν ἀλαζονειῶν. τὸ δὲ περιελάσω ἐκ μετα‐ φορᾶς τῶν ἐρεσσόντων. παύσω σε καὶ περικόψω τῆς ἀλαζονείας. περιε‐ λάσω σε, νικήσω. ὑποτεμοῦμαι δὲ ὡς βυρσοδέψης· ὑποτέμνουσι γὰρ τὰ δέρματα, διὰ τὸ φαίνεσθαι παχέα. |
| π 1118 | Περιεμεκτήσας· ὁ δὲ περιεμεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξενίην ἐποίει τοιάδε. ἀντὶ τοῦ δεινοπαθήσας. ὁ δὲ Θεμίσων, ἀνὴρ τῆς Φρονίμης, περιεμέκτησεν αὐτὴν ἐν τῷ πελάγει. καὶ ζήτει ἐν τῷ Βάττος. |
| π 1119 | Περιέπειν· αἰτιατικῇ. φυλάσσειν, ἢ ἐνεργεῖν. |
| π 1120 | Περιεπτισμένον: λελεπισμένον, περιεξεσμένον, περικεκαθαρ‐ μένον. |
| π 1121 | Περιεπτισμένοι: οἷον ξένων ἀπηλλαγμένοι καὶ καθαροὶ ἀστοί. κυρίως δὲ πτίσσειν ἐστὶ τὸ κριθὰς ἢ ἄλλο τι λεπίζειν καὶ καθαροποιεῖν. ἔνθεν καὶ πτισάνη, ἡ λελεπισμένη κριθή. Ἀριστοφάνης· ἀλλ’ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι. |
| π 1122 | Περιέπτυξαν: ἐκύκλωσαν. οἱ δὲ Ῥωμαῖοι κυκλωθέντες ὑπὸ τῶν βαρβάρων καὶ τὸ πλαίσιον λύσαντες ἐς λόχους περιέβαλον τοὺς περιέχοντας. οὕτω θᾶττον ἀναπνοῆς αὐτοὺς περιέπτυξαν καὶ συγκλεί‐ σαντες ἅπαντας κατηκόντισαν· δείξαντες ἐν μιᾷ ἡμέρᾳ καὶ ὅπως χρὴ διαφεύγειν κύκλωσιν καὶ ὅπως κυκλώσασθαι δι’ ὑπερβολὴν ἀνδρείας. |
| π 1123 | Περιεργάζεσθαι: περιγενήσεσθαι. ὁ δὲ περιεργασάμενος τοὺς οἴκους, ἐν οἷς συντρέχοντες ἐκκλησιάζουσι, τούτοις συνέσχηκεν. |
| π 1124 | Περιεργῶ· αἰτιατικῇ. |
| π 1125 | Περιέρρων· ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλοις Φερεκρά‐ της. ἀπὸ τοῦ ἔρρων, ὃ σημαίνει τὸ φθειρόμενος. |
| π 1126 | Περιερέττων: κωπηλατῶν. |
| π 1127 | Περιερρύη: ἐξεχύθη, ἐξέπεσεν. ὀρχουμένου γὰρ αὐτοῦ, ὁ ἀκι‐ νάκης περιερρύη. |
| π 1128 | Περιέρχομαι: ἐνεδρεύω, ἐξαπατῶ, σοφίζομαι, ὑπέρχομαι. Ἀριστοφάνης· σκέψασθε δέ μ’ εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμ’ ἐξαπατύλλειν. |
| π 1129 | Περιέσσατο: περιεβάλετο. |
| π 1130 | Περιέσεσθαι: περιγενήσεσθαι. οὐ γὰρ ἑτέρως περιέσεσθαι στρατηγοῦ θερμοῦ τε καὶ ἀμάχου παντάπασιν. |
| π 1131 | Περίεσι: καθαρά. |
| π 1132 | Περιεσκεμμένος: ἠκριβωμένος. |
| π 1133 | Περιεσόμεθα: περιγενησόμεθα. |
| π 1134 | Περιέσπασαν: ἀτίμως περιεῖλον. Αἰλιανός· τὸν βωμὸν ἀνέ‐ στρεψαν καὶ τὸν κόσμον ὅσος ἦν περικείμενος, τοῦτον περιέσπασαν. |
| π 1135 | Περίεσται· γενικῇ. |
| π 1136 | Περιέστηκεν· αἰτιατικῇ. περιΐσταται, περιέστραπται. καὶ περιστάντες αὐτὸν πᾶν τὸ τῆς ἀδελφότητος πλήρωμα. καὶ τὸ περιεστηκὸς ἐκεῖνο πλῆθος τὸν πατριάρχην Ἠλίαν διατεμὼν ὁ θεῖος Σάβας. |
| π 1137 | Περιέστηξαν: περιεκύκλωσαν. |
| π 1138 | Περιεστήξει: περισταθήσεται. |
| π 1139 | Περιέχεσθαι· γενικῇ. ἀντέχεσθαι, φροντίζειν. μήτε αὐτοῦ πάνυ περιέχεσθαι Ῥωμαίους. αἰτιατικῇ δὲ ὡς τό, ζάλη ἁμαρτημάτων περιέχει με, σώτηρ. |
| π 1140 | Περιεχόμενον: ἀντιποιούμενον. |
| π 1141 | Περίζωμα: τὸ ὑπὸ τὰ αἰδοῖα σκέπασμα. γυμνῶν μαχομέ‐ νων τῶν Ῥωμαίων ἐν τοῖς περιζώμασι. |
| π 1142 | Περίζυγα· Ξενοφῶν· ἔχειν δὲ χρὴ καὶ ἱμάντας· τούτων γὰρ τριβομένων καὶ ῥηγνυμένων ἀνάγκη ἀργεῖν, ἢν μή τις ἔχῃ περίζυγα. |
| π 1143 | Περιεῖδον· αἰτιατικῇ. |
| π 1144 | Περιειλάμενος: περιειλησάμενος. |
| π 1145 | Περίειμι: ζῶ, ἔτι σῴζομαι. καὶ αὐτὸς μέν, ἔφη, ἐπὶ τῆς Μυσίας ἐπολέμησα καὶ περίειμι νῦν· καὶ λόγχην ἐπανατείνας, ἐν ταύτῃ, ἔφη, πίστις ἡμῖν ἐστι. |
| π 1146 | Περιεῖναι: περιγενέσθαι. ἰδὼν ὅτι οὐκ ἄλλως τὴν πόλιν ἢ λιμῷ περιεῖναι δύναιτο. |
| π 1147 | Περιεῖναι: ἐν βίῳ διάγειν, ζῆν. τότε μὲν οὕτως Ἰουστίνῳ περιεῖναι ξυνέβη. καὶ ἀντὶ τοῦ νικᾶν. ἐν δὲ τοῖς μάλιστα τὸν ἀδελ‐ φὸν αὐτοῦ Γάϊον οὐκ ἀνέξεσθαι περιεῖναι αὐτὸν δοῦλον τῶν πολεμίων γεγονότα. οὐδὲ περιεῖναι τῶν πολεμίων οἷός τε ὤν, τῷ μὴ τὰ δέοντα ὑπὸ σμικρολογίας ἐργάζεσθαι. |
| π 1148 | Περιεῖπον: περί τινα ἦσαν θεραπευτικῶς καὶ φυλακτικῶς. |
| π 1149 | Περιεῖχεν: ὑπερεῖχε. |
| π 1150 | Περιήγγελλεν: ἐκέλευεν. |
| π 1151 | Περιηγγέλθη τὸ ἄθεον πρόσταγμα: Ἀττικώτερον δὲ τὸ περι‐ ηγγέλη. |
| π 1152 | Περιηγεῖται: ἀντὶ τοῦ διηγεῖται. Αἰλιανός· αὐτὸς δὲ διυπνι‐ σθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅ τινα εἶπεν. |
| π 1153 | Περιηγεῖτο: πανταχόσε περιήρχετο. πῦρ δὲ αὐτοῖς ὑπέφαινεν ἡ Σινωνὶς καὶ περιηγεῖτο. |
| π 1154 | Περιημάκτεον: ἐδυσφόρουν. οἱ δὲ Φωκέες περιημάκτεον τῇ δουλοσύνῃ. |
| π 1155 | Περιῆν: ἐνίκα, περιεγίνετο, ὑπῆρχεν. |
| π 1156 | Περιηχήθην: περιεψιθυρίσθην. |
| π 1157 | Περιηχῶ· αἰτιατικῇ. |
| π 1158 | Περιιόντα: περιερχόμενον. |
| π 1159 | Περιίπταμαι· αἰτιατικῇ. |
| π 1160 | Περιιππεύων: περιτρέχων. |
| π 1161 | Περιίσταμαι· αἰτιατικῇ. τοξότας αὐτὸν πάντοθεν περιίστησι. καί, περιίστανται πάντοθεν τὸ πανδοχεῖον. |
| π 1162 | Περιιστάμενος: φεύγων. Ἰώσηπος περὶ Μωϋσέως· περι‐ ίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γέ‐ νωνται. |
| π 1163 | Περιίστασο: ἀντιλαβοῦ, περισκέπασον. |
| π 1164 | Περιίστατο· τὸν ὄχλον γὰρ ἐκεῖνος ἀεὶ καὶ τοὺς θορύβους μάλιστα περι‐ ίστατο. |
| π 1165 | Περίθετος: πρόσωπον. Ἀριστοφάνης· ἥδιον μὲν οὖν κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ. διαβάλλεται δὲ Ἀγάθων ἐπὶ μαλα‐ κίᾳ, ἵνα λανθάνῃ νυκτὸς ὡς γυνὴ καὶ πάσχῃ. |
| π 1166 | Περίθου: ὅπερ ἡμῖν σύνηθες ἐπίθου λέγειν. Ἀριστοφάνης· περί‐ θου νῦν τόνδε πρότερον, πρὶν λέγειν. ἀντὶ τοῦ στέφανον· ἔθος γὰρ ἦν τοῖς λέγουσι στεφανοῦσθαι πρῶτον. |
| π 1167 | Περίθριξ: ὁ ἀπὸ γενετῆς πλόκαμος, ὁ μηδέπω καρείς. ἔτι πλοκάμοιο περίθριξ. |
| π 1168 | Περιθοῖδαι: δῆμος τῆς Οἰνηΐδος φυλῆς. ἀπὸ Πειρίθου τοῦ Ἰξίονος. νόμος δ’ ἦν Ἀθήνησι ξένους εἰσδέχεσθαι τοὺς βουλομένους τῶν Ἑλλήνων· Θεσσαλοὺς δ’ ἐξαιρέτως ὑπεδέχοντο διὰ τὴν Πειρίθου καὶ Θησέως φιλοξενίαν. τούτοις δὲ καὶ χώραν ἐμέρισαν, ἣν ἐκάλεσαν Περιθοίδας. Ἔφορος ἱστορεῖ ἐν γʹ. |
| π 1169 | Περικαθαίρων: ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγο‐ ητευμένον. |
| π 1170 | Περικάθημαι· αἰτιατικῇ. |
| π 1171 | Περικακῶ: ἐκκακῶ. |
| π 1172 | Περικαλλές: λίαν καλόν. |
| π 1173 | Περικαῶς: ἐρωτικῶς. περικαῶς τῆς γυναικὸς ἔχων. |
| π 1174 | Περίκειμαι τοῦ ἐπίκειμαι διαφέρει. |
| π 1175 | Περικεκλασμένοις· ἐνέδραν εἶχεν ἐν τόποις περικεκλασμέ‐ νοις καὶ δυσθεωρήτοις. |
| π 1176 | Περικεφαλαία. |
| π 1177 | Περίκηλα. |
| π 1178 | Περικλῆς, Ἀθηναίων στρατηγός· ζήτει ἐν τῷ δέον. ζήτει νόμον Περι‐ κλέους τοῦ Ξανθίππου ἐν τῷ δημοποίητος. |
| π 1179 | Περικλῆς, Ἀθηναῖος. ἐπὶ τούτου ἤρξατο ὁ Πελοποννησιακὸς πό‐ λεμος. ἐπὶ τούτου τὸ Κυλώνειον ἄγος ἠλαύνετο παρὰ Ἀθηναίων, ᾧ ἐνείχετο Περικλῆς· Κύλωνα γὰρ ἄνδρα Ἀθηναῖον, Ὀλύμπια νενικηκότα, γαμβρὸν Θεαγένους τοῦ Μεγαρέων τυράννου, ἐπιθέμενον τυραννίδι τῶν Ἀθηναίων, παραχρῆμα φυγόντα, καταφυγόντα δὲ ἐπὶ τὰς Σεμνὰς θεὰς ἀποσπάσαντες οἱ περὶ Περικλέα ἀπέκτειναν. οἱ δὲ ἀντεπέταττον. Περικλῆς δὲ οὐκ εἴα πείθεσθαι. ὃς ἦν Ξανθίππου παῖς, στρατηγοῦ Ἀθηναίων, Ἀναξαγόρου δ’ ὁμιλητής. φασὶ δέ, ὅτι μέλλουσα τὸν Περι‐ κλέα τίκτειν ἡ μήτηρ ὄναρ εἶδεν ὡς λέοντα τέκοι. οὗτος κεραυνοῦ ποτε γενομένου καὶ θορυβηθέντων Ἀθηναίων, ὡς ἐξῄεσαν ἐς μάχην ὑπ’ αὐτῷ στρατηγῷ, δύο λίθους συγκρούσας καὶ πῦρ ἐξ αὐτῶν ἐκκόψας, τοῦτο, εἶπεν, ἐστὶν ὁ κεραυνός. ἔγημε δὲ Ἀσπασίαν τὴν Μιλησίαν, ἐξ ἧς ἔσχε παῖδας Ξάνθιππον καὶ Πάραλον· ὃν παρὰ τὰ πάτρια ὠνόμα‐ σεν, ἥρωος ἐπιθεὶς ὄνομα, οὐκ ἐξόν. |
| π 1180 | Περικλῆς, Ξανθίππου καὶ Ἀγαρίστης, Ἀθηναῖος, ῥήτωρ καὶ δημαγωγός· ὅστις πρῶτος γραπτὸν λόγον ἐν δικαστηρίῳ εἶπε, τῶν πρὸ αὐτοῦ σχεδιαζόντων. ἦν δὲ μαθητὴς Ἀναξαγόρου τοῦ Κλαζομενίου· καὶ αὐτὸς ἐρύσατο αὐτὸν ἐκ θανάτου. |
| π 1181 | Περικλῆς· οὗτος συμβουλεύεται Ἀθηναίοις, τὴν γῆν ὅταν νο‐ μίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολε‐ μίων· πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον. οὗτος ἐκέλευσεν Ἀθηναίοις, ἐμβαλόντων μὲν Λακεδαιμονίων εἰς τὴν Ἀττικήν, μὴ ἐπε‐ ξιέναι, ἀλλ’ ἔσω τείχους μένειν· αὐτοὺς δὲ διὰ τῶν πλοίων ἐπιέναι τῇ Λακωνικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖσθαι, τὸ δὲ διὰ θα‐ λάττης, τοῦτο ἡγεῖσθαι πόρον. ἄλλως· τὴν Περικλέους λέγει γνώμην, τὴν Ἀττικὴν ὡς πολεμίαν ἡγεῖσθαι καὶ ἐᾶν τέμνεσθαι, τὴν δὲ Λακω‐ νικὴν περιπλεῦσαι. συνεβούλευσε δὲ περιπλεῖν τὴν πολεμίαν, μὴ μά‐ χεσθαι δέ, τεμνομένης τῆς Ἀττικῆς. ἕνα πόρον ἡγεῖσθαι χρημάτων, τὸ ναῦς ὡς πλείστας ἔχειν· τὸν δὲ ἄλλον πόρον, ὃς ἂν ἔξω τούτου γί‐ νηται, τοῦτον ἄπορον νομίζειν, οἷον τὰ θεωρικὰ καὶ δικαστικὰ καὶ ἐκ‐ κλησιαστικά. συμβουλεύει οὖν πᾶσαν τὴν ἐν τούτοις γινομένην δαπά‐ νην ταῖς ναυσὶν ἀφορίσαι. πρὸς ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον· φησὶ γὰρ ὁ Διόνυσος· πλήν γε ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος. ὡς πολλῶν δαπανωμένων εἰς τὸν δικαστικὸν μισθόν. |
| π 1182 | Περικλυτός. |
| π 1183 | Περικνημῖδας. |
| π 1184 | Περικόμματ’ ἐκ σοῦ κατασκευάσω: τὰ ἀπὸ τῶν μαγεί‐ ρων περιαιρούμενα τῶν κρεῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· κόψω σου τὸ σῶμα. |
| π 1185 | Περικόμψους· Ἀριστοφάνης· παῦσον ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθ’ εἰς ἀλλήλους. καὶ συγγνώμῃ τινὶ πρα‐ οτέρᾳ κέρασον τὸν νοῦν. στωμυλλόμεθα, ἀντὶ τοῦ φλυαροῦμεν. |
| π 1186 | Περικοπή. Πολύβιος· ταύτην τὴν περικοπὴν ἐδωρήσατο τῇ τῆς Αἰμιλίας μητρί. τουτέστι τὴν ὕπαρξιν. καὶ αὖθις· ἅτε μηδεμίαν ἐχούσης πραγματικὴν ἔμφασιν τῆς περικοπῆς αὐτῶν. τουτέστι τῆς ἐνεργείας. |
| π 1187 | Περικοπή: μέρος τι τῆς ὑποθέσεως. ὁ δὲ προῆγε, ποιήσας εὔστολον τὴν ἀκολουθίαν καὶ τὴν περικοπὴν τῆς ἐκδημίας. |
| π 1188 | Περικόπτω· αἰτιατικῇ. |
| π 1189 | Περικρεμῶ. |
| π 1190 | Περικτίονος: τοῦ πέριξ οἰκοῦντος. |
| π 1191 | Περιλακιζομένη: ἀντὶ τοῦ διασχιζομένη, διακοπτομένη. |
| π 1192 | Περιλαλοῦσιν· αἰτιατικῇ. ἀντὶ τοῦ περιττολογοῦσι, φλυαροῦσι. τοῖς περιλαλοῦσι μὴ ταχέως συγκατατίθεσθαι. |
| π 1193 | Περιλαμβάνω· αἰτιατικῇ. |
| π 1194 | Περιλάμπω· αἰτιατικῇ. |
| π 1195 | Περίλαος: ὄνομα κύριον. |
| π 1196 | Περίλεξις: περίφρασις. λεληθότως δὲ δείκνυσιν ἐκ πόσων συν‐ έστηκε ῥητορεία· δεῖ γὰρ πρῶτον νοῆσαι, εἶτα ἑρμηνεῦσαι τὸ νοηθέν· ὅπερ ἐστὶ λοιπὸν ἔργον τοῦ τῆς ἐξηγήσεως λόγου. καὶ κατάληψιν, ἤγουν τὴν αἴσθησιν καὶ τὴν τέχνην. οὕτω γὰρ ὁριζόμεθα· κἀν τῇ τέχνῃ· οἷον ῥητορικὴ ἐστὶ τέχνη τοῦ εὖ λέγειν τὰ προβλήματα. διὰ τί τέχνη; σύστημα ἐγκαταλήψεων ἐγγεγυμνασμένων. |
| π 1197 | Περιλέποντες: τὸν φλοιὸν περιαιροῦντες. Ἡρόδοτος· τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ ἐσθίοντες. |
| π 1198 | Περιλιχμώμενος: κατασπαζόμενος. ὁ δὲ τὴν γυναῖκα πολὺν χρόνον περιλιχμώμενος καὶ τοὺς πόδας εἱλούμενος συνέπεισεν ἄνδρα νομίσαι. |
| π 1199 | Περίλλος· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον. |
| π 1200 | Περὶ λύχνων ἁφάς: ὀψιαίτερον. μικρὸν δὲ μετὰ λύχνων ἁφὰς ἄρτι ἐς θοίνην ἰόντων, ἐπιπεσόντες ἀδόκητοι τῶν πολεμίων πολ‐ λοὺς κτείνουσι. |
| π 1201 | Περιμάνως καὶ Μανέρως: ὀνόματα ᾤδης. Εὔβουλος Καμπυλίωνι. |
| π 1202 | Περιμένω· αἰτιατικῇ. |
| π 1203 | Περίνεως: τοὺς περιττοὺς τῇ νηῒ ἐπιβάτας, οἷον δούλους. |
| π 1204 | Περίνεως: τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν, ὡς λειπό‐ νεως, τοὺς λειποτάκτας. Θουκυδίδης. τοὺς δὲ περίνεως (πολλοὶ γὰρ φθειρομένων ἐν τῇ ναυαγίᾳ τῶν σκαφῶν ἀπεκολύμβησαν), οὓς ἐς τὸ ναυτικὸν ὀλιγανδροῦν κατέταξεν. οἱ δὲ ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι δῆλοι ἦσαν. |
| π 1205 | Περίνη: πόλις. |
| π 1206 | Περινήσαντες: περισωρεύσαντες. οἱ δὲ βάρβαροι πολὺ περι‐ νήσαντες πῦρ συνέφλεξαν ἅπαντας. |
| π 1207 | Περινθίοις· τούτοις ἑαλωθὲν τὸ Βυζάντιον δῶρον ἐδόθη εἰς δουλείαν παρὰ Σεβήρου τοῦ Ῥωμαίων βασιλέως, ὥσπερ καὶ ἡ Ἀντιόχεια Λαοδικεῦσι. |
| π 1208 | Περινοεῖ: νοεῖ περισσῶς. |
| π 1209 | Περινοστοῦντας: περιερχομένους. νόστος κυρίως μὲν ἡ ἀπὸ ἀλλοδαπῆς οἴκαδε ἄφιξις, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ τόπου εἰς τόπον. Ἀριστοφάνης Πλούτῳ· ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ. |
| π 1210 | Περίνοια: ὑπερηφανία ἢ μηχανὴ ἢ τέχνη. |
| π 1211 | Πέριξ. |
| π 1212 | Περιοδεία: ἡ περιόδευσις. |
| π 1213 | Περίοδος: περιέλευσις, κύκλος. Ἡρόδοτος· οἱ δὲ Σπαρτι‐ ῆται μαθόντες ἐκ τῶν αὐτομόλων τῶν Περσέων τὴν περίοδον ἐβου‐ λεύοντο, καὶ ἐσχίζοντο αὐτῶν αἱ γνῶμαι. |
| π 1214 | Περίοδος· Δημοσθένης Φιλιππικοῖς. περιοδικὰ νοσήματα κα‐ λοῦσιν οἱ ἰατροὶ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιγινόμενα, οἷον τριταίους, τεταρταίους καὶ τὰ ὅμοια. καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲ νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι. |
| π 1215 | Περιόν: ὑπερβάλλον. τὰ δὲ καὶ προῖκα πολλαχῇ τοῖς ἑαυ‐ τοῦ τέλεσι [προῖκα] πεπορισμένας ἔχοντες ἐκ τοῦ περιόντος καρπώ‐ σονται. |
| π 1216 | Περὶ ὄνου σκιᾶς: παροιμιακόν. περὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· Δημοσθένης Φιλιππικοῖς. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παρα‐ πεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος, λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· λέγεσθαι δὲ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. |
| π 1217 | Περιόντας: ζῶντας. Ἀγαθίας· καὶ ἔλεγον παρέξειν αὐτῷ ἐς ὅ τι βούλοιτο χρῆσθαι, εἴγε τοὺς ὁμήρους ἴδοιεν περιόντας. |
| π 1218 | Περίοπτον: περιθέατον, μέγα, ὑψηλόν, περίβλεπτον. |
| π 1219 | Περιορᾶσθαι: καραδοκεῖν, ἀποθεωρεῖν, περισκέπτεσθαι, φρον‐ τίζειν. Θουκυδίδης· καὶ τοὺς Μεγαρέας ... περιορωμένους τὸν πόλε‐ μον, λέγει. καί, ὁ Βρασίδας τῆς μάχης περιορώμενος. οἱ δὲ πρὸς τῷ ποταμῷ κατέμειναν περιορώμενοι τὸ γενησόμενον. τουτέστι καρα‐ δοκοῦντες, προσδοκῶντες. |
| π 1220 | Περιοργής: ὠργισμένος. ὁ δὲ Καῖσαρ περιοργὴς ἐπὶ τούτοις γενόμενος ἐκίνει τὸ στράτευμα. |
| π 1221 | Περιορίσαι: περινοῆσαι. |
| π 1222 | Περιορισθῆναι: γνωρισθῆναι· ἢ ὑπὸ ὅρον γενέσθαι. |
| π 1223 | Περιορισμός: ἐξορισμός. |
| π 1224 | Περιορῶ· αἰτιατικῇ. |
| π 1225 | Περιουσία: ἡ περιττὴ οὐσία, οὐσία δὲ ἡ σύμμετρος. ἐκ πε‐ ριουσίας δὲ τοῦ ἀναγκαίου διαφέρει. ἀναγκαῖα μὲν οὖν ἐστιν, ὧν χω‐ ρὶς ἀδύνατον εἶναι, ἐκ περιουσίας δέ, ὧν ἡ παρουσία οὐκ οὖσα ἀναγ‐ καία, καί, ὡς Ἀριστοτέλης λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων, ἄλλα τινὰ προσκατασκευάζηται τῶν καλῶν. οἷον, τὸ μὲν ζῆν ἀναγ‐ καῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσίᾳ, οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀναγκαίᾳ, ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον ὄν. |
| π 1226 | Περιουσίας: πλήθους, πλούτου. |
| π 1227 | Περιουσιασμός: πλῆθος, ὕπαρξις φυσική. |
| π 1228 | Περιούσιος λαός: ὁ ἔγκτητος. καί, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. ἀντὶ τοῦ εἰς κτῆμα καὶ εἰς κτῆσιν· οὐσίαν γὰρ τὴν ὕπαρξιν. |
| π 1229 | Περιοχή: περιπέτεια καὶ ὑπόθεσις, θλίψις, συνοχή. καὶ ὁ Δαβίδ· ἐν πόλει περιοχῆς. τουτέστι περιβόλῳ. |
| π 1230 | Περιπαθῶς: συμπαθῶς, λυπηρῶς. Πολύβιος· μήθ’ ἑαυτὸν ῥίψαι κατὰ κρημνοῦ περιπαθὴς γενόμενος. |
| π 1231 | Περιόψεται: περιΐδῃ, καταφρονήσει. |
| π 1232 | Περιωδυνίαν: ἀλγηδόνα, καὶ περιττὴν ὀδύνην. |
| π 1233 | Περιωπή: ἀκρώρεια, ὑψηλὸς τόπος. |
| π 1234 | Περιωπὴ καὶ Πίσυνοι καὶ Πύστεις. πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδῃ. καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκε‐ ψιν, οὐ τὸν τόπον, ὡς Ὅμηρος. καὶ Ἀγαθίας δὲ τὴν περίσκεψιν λέγει· ὁ δὲ Ναρσῆς ἧστο ἐς ὑπερῷόν τι δωμάτιον, ἐν περιωπῇ τοῦ πεδίου. τουτέστιν ἐν περισκέψει. καὶ Σιμόκατος· καὶ οὖν ᾄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἀφανές. |
| π 1235 | Περιωρίσθαι. |
| π 1236 | Περιώσας: ὠθήσας. |
| π 1237 | Περιώσιον. |
| π 1238 | Περὶ παντὸς ἐποιεῖτο: ἀντὶ τοῦ ἔσπευδεν. ὁ δὲ Κῦρος τοὺς δικαίους περὶ παντὸς ἐποιεῖτο πλουσίους ποιεῖν. |
| π 1239 | Περιπαρῆναι: περικεντηθῆναι. οἱ δὲ Ῥωμαῖοι κοντοὺς ἔπ‐ ηξαν ὑποβρυχίους, ὥστε τὰ σκάφη τῶν βαρβάρων ἐλθόντα περι‐ παρῆναι. |
| π 1240 | Περιπεταστὸν κἀπιμανδαλωτόν: εἴδη φιλημάτων ἐρω‐ τικῶν, ἐν ᾧ δεῖ τὴν γλῶτταν τῶν καταφιλούντων λείχειν. |
| π 1241 | Περιπετές: περιπεπηγὸς αὐτῷ. πηκτὸν τόδ’ ἔγχος περιπετὲς κατηγορεῖ. ἢ ᾧ περιέπεσεν ὁ Αἴας. |
| π 1242 | Περιπέτεια: προπέτεια, ἢ σύμπτωμα, ἢ σύμβασις. πάντα δ’ ἦν πλήρη ἀρχομένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς εἰς τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροιμίαν κἂν ἐχθρὸν ἐλε‐ ῆσαι θεασάμενον τὴν τότε περιπέτειαν τοῦ ἀνθρώπου. τῶν καθ’ αὑτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἀρχὴν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδὲ ἐκ περιπετείας, ἀλλ’ ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ καὶ πράξεως τῆς αὐτοῦ. τὸ δὲ περιπέττειν ἤτοι ἀπὸ τοῦ περιπε‐ τάσματος εἴρηται, ἢ ἀπὸ τῶν ζύμῃ τὰ ἄλφιτα περιλαμβανόντων καὶ τούτοις περικαλυπτόντων τινά· εἰώθασι γὰρ τὰ καταλιμπανόμενα ἀφ’ ἑκάστου ἄρτου μιγνύντες ποιεῖν ἄρτον. |
| π 1243 | Περιπετεῖς: περιπίπτοντες. ἀλλήλοις περιπετεῖς γινόμενοι ἀπώλλυντο. καὶ αὖθις· περιπετεῖς γίνονται βοτάνῃ τινὶ θανασίμῳ. ἀντὶ τοῦ ἀκουσίως περιπίπτοντες. |
| π 1244 | Περιπετῆ γενέσθαι: περιπεπτωκέναι. πλήρη. |
| π 1245 | Περιπέττουσι: περικαλύπτουσιν. Ἀριστοφάνης Πλούτῳ· ὀνό‐ ματι περιπέττουσι τὴν μοχθηρίαν. τουτέστιν εἰώθασι τῷ τοῦ ἵππου ὀνόματι καταχρῆσθαι εἰς τὴν μοχθηρίαν. καὶ Μένανδρος· δεδιότες καὶ διανοούμενοι μηχανᾶσθαί τι Ῥωμαίους καὶ προκαλύμματι ἀποδρά‐ σεως περιπέττειν ὅ τι ἂν εἴη αὐτοῖς τὸ πανούργημα. τουτέστι περι‐ καλύπτειν. |
| π 1246 | Περιπεφθείς· τούτοις τοῖς ῥηματίοις περιπεφθεὶς ἄρχειν αἱρῇ σαυτοῦ. |
| π 1247 | Περιπείρει: περικεντεῖ. |
| π 1248 | Περιπηχύναντες: περιπλεξάμενοι. παρὰ Καλλιμάχῳ. |
| π 1249 | Περιπίπτω· δοτικῇ. |
| π 1250 | Περιπλακῆναι· λύσις ὀνείρου· μητρὶ πλακῆναι καλὸν εἰς ὄναρ τόδε. εὔχρηστον ἀνδρὶ συμπλακῆναι φιλτάτῳ· πᾶσαί τε μίξεις πρόξενοι μακρῶν πόθων. |
| π 1251 | Περιπλεγνύμενος καὶ φιλῶν: ἀντὶ τοῦ περιπλεκόμενος. |
| π 1252 | Περίπλεων: πλήρη. καὶ Περίπλεως. |
| π 1253 | Περιπλεῖν καὶ διεκπλεῖν διαφέρει παρὰ Θουκυδίδῃ· τὸ μὲν γὰρ περιπλεῖν ἐν τῇ εὐρυχωρία καθίστασθαι, οἷον χορευούσης καὶ ἀνα‐ στρεφομένης ἐφ’ ὅπερ βούλεται τῆς νεώς. καὶ ἡ περι πρόθεσις αὐτὸ τοῦτο δηλοῖ, τὸ ἐν κύκλῳ περιθέειν. τὸ δὲ διεκπλεῖν, τὸ τεμόντα τὴν τάξιν τῶν ἐναντίων εἰς τοὐπίσω γενέσθαι. |
| π 1254 | Περιπλείονος: ἐπίρρημα. καὶ Περιπλείστου. περιπλεί‐ στου τὰς τρίχας ποιούμενος, ἐναλείφειν τε αὐτὰς καὶ διατιθέναι κατὰ βοστρύχους. |
| π 1255 | Περὶ πλήθουσαν ἀγοράν: περὶ ὥραν τετάρτην ἢ πέμπτην καὶ ἕκτην· τότε γὰρ μάλιστα πλήθει ἡ ἀγορά. πεδίον ἦν ἀχανές· ἔνθα περὶ πλήθουσαν ἀγορὰν ἠγείροντο μέν τινες καὶ πρότερον θόρυβοι τῶν πολεμίων, ἐπιφερόμενοι ἄριστον αἱρουμένοις. |
| π 1256 | Περιπνευμονία: πάθος τι. |
| π 1257 | Περιπνέω· λεπτὴ δέ τις αὖρα περιέπνει τούτους. |
| π 1258 | Περὶ πόδα: οἷον ἁρμόττον σφόδρα, ὡς τὰ ὑποδήματα τοῖς ποσί. Πλάτων· ὡς ἐστί μοι τὸ χρῆμα τοῦτο περὶ πόδα. καὶ ἐν Σκευ‐ αῖς· καὶ τοῖς τρόποις ἁρμόττον ὡς περὶ πόδα. |
| π 1259 | Περίπολος· Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων οὕτως φησί· τὸν δεύτερον ἐνιαυτόν, ἐκκλησίας ἐν τῷ θεάτρῳ γινομένης, λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περι‐ πολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρη‐ τέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπό‐ λοις γίνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο. |
| π 1260 | Περιπόλους: τοὺς φύλακας, ἢ ζητητάς. ἀπὸ τοῦ περιπολεῖν. Ἀριστοφάνης Ὄρνισιν· οὐκοῦν δῆτα περιπόλους ἐχρῆν πέμψαι; τὸ δὲ ἑξῆς, οὐκ ἐχρῆν περιπόλους πέμψαι; Θουκυδίδης· οἱ δὲ καὶ οἱ περίπολοι ἐνήδρευσαν. |
| π 1261 | Περιπόλων: φυλάκων, ζητητῶν. τῶν δὲ περιπόλων τις περι‐ θέων ἀποβάλλει χαλκῆν ἀσπίδα ὕπερθεν τοῦ ὀρύγματος. ἡ δὲ οὖσα μὲν πλατεῖα, ἀλλὰ κυρτή, οὐ στερεὸν ἐκτύπησεν, ἀλλὰ κοῖλον καὶ δι‐ άκοιλον. τάχα διάκενον. |
| π 1262 | Περὶ πολλοῦ ποιοῦ: τίμα, θεράπευε. |
| π 1263 | Περιπολῶν: περιτρέχων. ὁ δὲ σταυρὸς προηγεῖτο τοῦ τε βασιλέως καὶ τῆς περιπόλου δυνάμεως. φησὶ Σιμόκατος. |
| π 1264 | Περίπτερα: ἀποσπινθηρισμοί. |
| π 1265 | Περίπτερον: πανταχόθεν ἐξέχον. |
| π 1266 | Περιπτώσεις: συμφοράς. |
| π 1267 | Περιπτύσσεται· αἰτιατικῇ. περιβάλλεται. εἶτα τὴν Θεοδοσίου πόλιν περιπτύσσεται καὶ ἀναμίγνυται τοῖς περὶ Φιλιππικόν. |
| π 1268 | Περιπτυχής: περικεκυλισμένος. κεῖται κρυφαίῳ φασγάνῳ περι‐ πτυχής. περὶ τοῦ Αἴαντός φησι. |
| π 1269 | Περιποιήσει: κτήσεται. καί, Περιποιουμένους τῆς σωτηρίας τῶν παίδων· περιποιουμένους ἀντὶ τοῦ φροντίζοντας, κηδομένους. Διονύσιος ὁ Ἁλικαρνασεύς. |
| π 1270 | Περιποίησιν: κτῆσιν. |
| π 1271 | Περιποιοῦμαι· αἰτιατικῇ. |
| π 1272 | Περίπυστον: ἐξάκουστον, διαβόητον. |
| π 1273 | Περιρραντήρια: σκεύη. κατὰ δὲ τὸ μέσον τοῦ ἐνδιαιτήματος κάλπεις τε χρυσαῖ καὶ περιρραντήρια ἔτι τε πίθοι χρυσοῖ. |
| π 1274 | Περιρραντίσαι. |
| π 1275 | Περιρρέω· αἰτιατικῇ. |
| π 1276 | Περιρηδεῖς: οἱ ἐπὶ ὀχημάτων, ἢ ἐπικείμενοι, ἢ οἱ ἐρριμμένοι. |
| π 1277 | Περιρρῶγος· ἐπὶ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπε‐ τείχιζον αὐτοῖς φρούριον, ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ. |
| π 1278 | Περισσά: τὰ ἐν τῇ ἀριθμητικῇ καλούμενα ἄζυγα οἷον ἕν, τρία καὶ τὰ ὅμοια. ἄρτια δὲ τὰ ζυγά, οἷον δύο, τέσσαρα. τὰ μὲν περισ‐ σεύοντα τῶν λόγων ἄφες, καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με, μήθ’ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων ἀντλεῖ, τὰ δ’ ἐκχεῖ, τὰ δὲ διασπεί‐ ρει μάτην. χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος. ἀφαιρεῖται γάρ, φησί, τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι ἡ τῶν λόγων ἀδολε‐ σχία. Ὀρέστης φησὶ πρὸς Ἠλέκτραν. |
| π 1279 | Περισσεία. |
| π 1280 | Περίσημα: διαβόητα. |
| π 1281 | Περισκελές: σκληρόν, δυσχερές. Αἴας φησίν· ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται· κοὐκ ἔστ’ ἄελπτον οὐδέν, ἀλλ’ ἁλίσκεται χὠ δεινὸς ὅρκος καὶ περισκελεῖς φρένες. κἀγὼ γάρ, ὃς τὰ δείν’ ἐκαρτέρουν τότε, βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα πρὸς τῆσδε τῆς γυναικός. |
| π 1282 | Περισκελῆ: βρακία, φημινάλια. |
| π 1283 | Περισκέλια: ἃ ἐφόρουν οἱ Ῥωμαῖοι περὶ τὰ σκέλη. ἦσαν δὲ κροκοβαφῆ. περικαταθέμενοι δὲ περισκέλια τοῖς αὐτοῖς ποσί. |
| π 1284 | Περισκεπές: κεκαλυμμένον. |
| π 1285 | Περίσκεπτον: ἀφ’ οὗ ἐστι περισκοπῆσαι καὶ ἰδεῖν. |
| π 1286 | Περισκυθίσαντες: σπαράξαντες. |
| π 1287 | Περισκυτίζοντος: ἐκδερματίζοντος. |
| π 1288 | Περισσοεπῆσαι: περισσολογῆσαι. |
| π 1289 | Περισσῶς ποιοῦσιν ὑπερηφανίαν: τουτέστιν ἀλαζονείᾳ χρωμένοις περισσότερον. |
| π 1290 | Περισπᾶν: ἐξαπατᾶν. καὶ τὸ μετὰ βίας ἀφαιρεῖσθαί τι. Πε‐ ρισπᾷ δὲ παρὰ Σοφοκλεῖ ἀντὶ τοῦ φυλαξάμενος αὐτοῖς συμπεσοῦσιν ἐμπεσεῖν, ἔξω ἀπ’ αὐτῶν περισπᾷ· τουτέστι τοῖς ἡνιόχοις. Πολύβιος· ἦν δὲ τοῖς Ῥωμαίοις πρόθεσις ἐς Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν. |
| π 1291 | Περισπασμός: ἐκ δυοῖν ἐπιστροφῶν τοῦ τάγματος κίνησις, ὥστε μεταλαμβάνειν τὸν ὀπίσω τόπον. ἐκπερισπασμὸς δέ ἐστιν ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ τάγματος κίνησις, ὥστε μεταλαμβάνειν, ἐὰν μὲν ἐπὶ δόρυ γίγνηται, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν· ἐὰν δὲ ἐπ’ ἀσπίδα, τὴν ἐκ δεξιῶν. |
| π 1292 | Περισπερχές: βαρύ. ὡς περισπερχὲς πάθος. |
| π 1293 | Περισπειραθείς: περιπλακείς, περιελιχθείς. ὁ δὲ εὐνοῦχος κατεκράτει τῶν βασιλείων καὶ περισπειρασάμενος τὰς αὐλὰς συνέσφιγ‐ γεν ἅπαντα, καθάπερ τις γενναῖος ὄφις καθελίττων εἰς τὴν ἑαυτοῦ χρείαν. περὶ Εὐτροπίου λέγει. |
| π 1294 | Περισταδόν: περιεστῶτες. |
| π 1295 | Περίστασις. Πολύβιος· συνέβαινε δὲ μεγαλομερῆ τὴν περί‐ στασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις. καὶ αὖθις· ὁ δὲ κατὰ μὲν τὴν δόξαν καὶ τὴν τοῦ βίου περίστασιν οὐδενὸς δεύτερος Ἰβήρων, κατὰ δὲ τὴν πρὸς Καρχηδόνα εὔνοιαν καὶ πίστιν πολύ τι διαφέρειν δοκῶν τῶν ἄλλων. ἀντὶ τοῦ ἐπίτασις. καὶ αὖθις Πολύβιος· ταχὺ δὲ διὰ τὴν περίστασιν τῶν τοῦ Ξανθίππου λόγων διαδοθέντων εἰς τὰ πλήθη καὶ τοὺς στρατηγούς, ἔγνωσαν οἱ στρατηγοὶ ἀνακαλεῖσθαι καὶ πεῖραν αὐτοῦ λαμβάνειν. καὶ ἀλλαχοῦ· διὰ δὲ τὴν περίστασιν τοῦ κήρυκος φωνήσαντος ἀνέστη. ἀντὶ τοῦ ἐπίτασιν. |
| π 1296 | Περίστασιν· Δείναρχος Τυρρηνικῷ· μετὰ ταῦτα τοῦ Δάμω‐ νος ἤδη περὶ ἀγωγὴν ὄντος, περίστασιν ποιήσουσιν· οὗ καὶ μαρτυρεῖν ἀξιοῦντος, καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λεγόμενον, ἐν κύκλῳ περιέστη μὲν αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκα‐ ζον· ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τό, περίστατον μετεποίησαν. ἐνίοις δὲ παράστασιν ἀντὶ τοῦ περίστασιν γράφεται. |
| π 1297 | Περίστατοι· Ἰσοκράτης ἐν τῷ Περὶ τῆς ἀντιδόσεως· θαυμα‐ τοποιΐαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις. ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι. |
| π 1298 | Περιστέλλω· αἰτιατικῇ. |
| π 1299 | Περιστένεται: περιτείνεται, στενοχωρεῖται. |
| π 1300 | Περίστενος: οὗτος δράκων καλεῖται. |
| π 1301 | Λύσις ὀνείρου· Περιστερὰς βλέπειν τε προξενεῖ βλάβην. |
| π 1302 | Περιστεριδεῖς: ὥσπερ ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς, οὕτως καὶ ἀπὸ τῆς περιστερᾶς περιστεριδεῖς. |
| π 1303 | Περιστεῖλαι: περικαλύψαι. ὁ δὲ τὸ σῶμα τούτου περιστεί‐ λας πέπλοις σηρικοῖς καὶ τεκτηνάμενος σῆμα ἐν αὐτῷ κατέθετο. ὅσα ἡμαρτῆσθαι τοῖς γειναμένοις ξυμβαίνει, περιστέλλειν τε καὶ κρατύνεσθαι. ἀντὶ τοῦ περικαλύπτειν. |
| π 1304 | Περιστείλας: διαχειρισάμενος, περισφίγξας ἐν τῇ γῇ. Σοφο‐ κλῆς· ἔπηξα δ’ αὐτὸν εὖ περιστείλας ἐγώ. |
| π 1305 | Περιστεφανωσάντων: κυκλωσάντων. περιστεφανωσάντων τοῖς ὄχλοις τὸ τεῖχος. |
| π 1306 | Περιστίαρχος: ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν. ἀπὸ τῆς ἑστίας ἢ τοῦ περιστείχειν. Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, περίστια, φησί, προσαγορεύεται τὰ καθάρσια, καὶ οἱ τὰ ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περιέρχονται, μαχαιροφοροῦντος ἑκάστου τῶν ἱερῶν οἰκίαις περιειλημμένοι δημοσίαις καὶ περίδρομον ἔχοντες. |
| π 1307 | Περιστίαρχος: ὁ τῶν καθαρσίων προηγούμενος ἐν ταῖς ἐκκλη‐ σίαις· περίστια γὰρ τὰ καθάρσια. |
| π 1308 | Περιστίξαι: περικυκλῶσαι, περιελθεῖν, περιελάσαι. ἀπὸ τοῦ στίχου. |
| π 1309 | Περιστολή: περιβολή, ἐπαγωγή. |
| π 1310 | Περίστῳον: περίστυλον στοὰς ἔχον. |
| π 1311 | Περιστοιχίζεται· Δημοσθένης ἐν Φιλιππικοῖς· μέλλοντας ἡμᾶς, φησί, καὶ καθημένους περιστοιχίζεται. ἐκ μεταφορᾶς τῶν κυνη‐ γετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ κα‐ λοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵνα ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία, εἰς τὰ δίκτυα ἐμπέσῃ. ἔνια μέντοι τῶν ἀν‐ τιγράφων περιστοιχίζεται ἔχει, ἄλλα δὲ περισχοινίζεται. |
| π 1312 | Περιστοιχίσαντος: περιλαβόντος. |
| π 1313 | Περιστοῖχον· Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον· φυτευ‐ τήρια ἐλαῶν περιστοίχων κατέκλασε. Δίδυμος δέ τι γένος ἐλαῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ νῦν ὁ ῥήτωρ περιστοίχους κέκληκε τῶν κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκότων. |
| π 1314 | Περισυλᾷ: ἀφαιρεῖται. ὁ δὲ ἀποκτείνει αὐτοὺς καὶ περισυλᾷ, ὅσα ἐπηγάγοντο. ἦν δὲ κόσμος καὶ σκεύη περὶ τὴν τέχνην τὴν ἑκα‐ τέρου οὐδαμῆ εὐκαταφρόνητα. |
| π 1315 | Περισφίγγω· αἰτιατικῇ. |
| π 1316 | Περισφύριον· καὶ τὸ διθύρεον τοῦτο τὸ λογχωτὸν καὶ τὸ περισφύριον. |
| π 1317 | Περισχέσθαι: ἀγαπῆσαι. |
| π 1318 | Περισχών: κατασχών, περιβαλών. |
| π 1319 | Περιτελλομένων: περιερχομένων. |
| π 1320 | Περιτέμνω· αἰτιατικῇ. |
| π 1321 | Περιτεύξεται: συντύχῃ, περιπεσεῖται. |
| π 1322 | Περιτεχνᾶσθαι: δολιεύεσθαι, κακὰ μηχανᾶσθαι. τὴν γὰρ διά‐ νοιαν αὐτοῦ σαφῶς εἰδότες καὶ περιτεχνᾶσθαί τι τοιοῦτον νομίσαντες οὐχ οἷς ἐκεῖνος εἶπε προσέσχον, ἀλλ’ οἷς αὐτοὶ ὑπώπτευον. |
| π 1323 | Περιτιθῶ· αἰτιατικῇ. |
| π 1324 | Περίτιος: μήν, ὁ Φεβρουάριος κατὰ Μακεδόνας. |
| π 1325 | Περιτομή· ἡ περιτομὴ τοῖς Ἰουδαίοις διὰ τρεῖς αἰτίας ἐδόθη. ὥστε σημεῖον εἶναι πίστεως, καὶ τοῦ Ἀβραμιαίου γένους δηλωτικὸν καὶ σύμβολον, καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος. ὥστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη, ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πί‐ στεως δικαιοσύνης τοῦ Ἀβραάμ. |
| π 1326 | Περιττός: ἀντὶ τοῦ πολύς. Σαλούστιος, ὁ τῆς αὐλῆς ἔπαρ‐ χος, ἀνὴρ ἦν διαφερόντως περιττὸς εἰς φιλανθρωπίαν. |
| π 1327 | Περιττότερα: μείζονα. τὰ δὲ λεγόμενα χρυσᾶ μῆλα τῶν Ἑσπερίδων οὐ χρυσᾶ ἦσαν, ἀλλὰ περιττότερα τῶν ἄλλων. |
| π 1328 | Περιτράγῃ: περικόψει, περιφάγῃ. ἀντὶ τοῦ κλέψει. Ἀριστο‐ φάνης· κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα, μή τις λαθών σου περιτράγῃ τὰ χρυσία. |
| π 1329 | Περιτρέπω· αἰτιατικῇ. |
| π 1330 | Περιτροπῇ: ἐν περιόδῳ. τῆς νυκτὸς τὸν καιρόν, ἐς ὃν τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ τείχους, ὕπνον ἐκ περιτροπῆς τῶν ἄλ‐ λων αἱρουμένων, ἐνέβαλε. |
| π 1331 | Περιτροπέων· ἀπερίτροπος λέγεται ὁ ἀνεπίστροφος. οὔτε γὰρ Ἀγαμεμ‐ νονίδης παῖς ἀνεπίτροπος οὔθ’ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων. ἀπὸ κοινοῦ τὸ ἀνεπίστροφος τοῦ τοὺς ἐχθροὺς μετελθεῖν, ἀλλ’ ἔχει ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖται. ἢ ἀνεπέλευστος· ἔνθεν καὶ τὸ περιτροπέων ἐνιαυτός. |
| π 1332 | Περιοίκιον· Ἰσαῖος ἐν τῷ πρὸς Μενεκράτην· καὶ τὸ περιοί‐ κιον καὶ τὴν οἰκίαν. μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον. |
| π 1333 | Περίοικοι καὶ Ἀμφικτύονες· ζήτει ἐν τῷ Ἀμφικτύονες. |
| π 1334 | Περίοικος: ὁ περὶ τὴν οἰκίαν, ἢ τὴν ἔπαυλιν τόπος. |
| π 1335 | Περιοίσειν: τὸ περιέσεσθαι καὶ ἀνθέξειν. Θουκυδίδης ζʹ. ση‐ μαίνει καὶ τὸ ἀνοίσειν ἐκ τῆς νόσου. |
| π 1336 | Περιοιστικός: φορητός. |
| π 1337 | Περιφάνεια. |
| π 1338 | Περίφασις· Πολύβιος· ἐκέλευσε διασαφεῖν αὐτῷ πάντα τὰ γι‐ νόμενα διὰ τῶν πυρσῶν ἐπὶ τὸ Τίσαιον· ἔστι δὲ τῆς Θετταλίας ὄρος, εὐφυῶς κείμενον πρὸς τὰς τῶν προειρημένων τόπων περιφάσεις. |
| π 1339 | Περιφερές: κύκλῳ, στρογγύλον. |
| π 1340 | Περιφορά: κίνησις. |
| π 1341 | Περιφόρητα: ἀκτά. Ἡρόδοτος. |
| π 1342 | Περιφοριῶσθαι· Λυσίας· ἢ τῶν ὀφθαλμῶν τὸν ἕτερον γλαυ‐ κότερον εἶναι ἢ περιφοριῶσθαι. ἐπὶ τοῦ ἀποκεκλιμένου Εὐφορίων κέχρηται τῷ ὀνόματι. εἰσὶ δέ τινες ὀφθαλμοὶ κεχαλασμένα τὰ βλέφαρα ἔχοντες καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται πεφορινῶσθαι, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορόνης· τάττουσι γὰρ ἐπὶ ἀνθρώπων τὴν φορόνην. |
| π 1343 | Περιφώσαντες: σκεπάσαντες, πωμάσαντες. πλῆθος δὲ θηρίων ἀθροίσαντες ἱκανὸν ἐς χύτρας καινὰς ἐνέβαλλον καὶ περιφώσαντες αὐτὰς εἶχον ἐν ἑτοίμῳ πρὸς τὴν χρείαν. |
| π 1344 | Περιφρονεῖν: ὑπερφρονεῖν. Ἀριστοφάνης δέ· περιφρόνει τὰ πράγματα· ἀντὶ τοῦ ἐρεύνα, ἀναζήτει. καὶ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον, ἵνα μὴ ἕλκη τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα. |
| π 1345 | Περίφρων: περισσόφρων. |
| π 1346 | Περιφοιτῶντα: περιερχόμενον. |
| π 1347 | Περιφύς: περιπλακείς. |
| π 1348 | Περιχυθέντες· δοτικῇ. |
| π 1349 | Περιχαίνω· αἰτιατικῇ. οἷόν τι ποιοῦσιν οἱ κύνες, τοὺς λίθους, οἷς βάλ‐ λονται, περιχαίνοντες. |
| π 1350 | Περιχάρεια: ἡ χαρά. |
| π 1351 | Περιχαρίαν: περιττὴν χαράν. |
| π 1352 | Περιχαίρω· δοτικῇ. περιχάρηθι τῷ ἀγαθῷ. |
| π 1353 | Περιχλαινίζεται: περιβάλλεται. |
| π 1354 | Περιψεῖν: ἐκμάσσειν, σπογγίζειν. Ἀριστοφάνης· ἰδού, δέχου κέρκον λαγώ, ὥστε τὰς λήμας περιψεῖν. |
| π 1355 | Περίψημα: κάταγμα· ἢ ὑπὸ τὰ ἴχνη· ἢ ἀπολύτρωσις. οὕτως ἐπέλεγον τῷ κατ’ ἐνιαυτόν .... συνεχόντων κακῶν· περίψημα ἡμῶν γενοῦ. ἤτοι σωτηρία καὶ ἀπολύτρωσις· καὶ οὕτως ἐνέβαλλον τῇ θα‐ λάσσῃ, ὡσανεὶ τῷ Ποσειδῶνι θυσίαν ἀποτιννύντες. |
| π 1356 | Περκάζει: πεπαίνει, μελανίζει. |
| π 1357 | Περκνός: μέλας. |
| π 1358 | Περκώσιον: τόπος. καὶ Περκώτη, ὄνομα τόπου. |
| π 1359 | Περνᾶται: πιπράσκεται. ἔνθεν καὶ πόρνη, ἡ πωλοῦσα τὴν μίξιν· ἢ παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν. |
| π 1360 | Περόζης: ὁ Περσῶν βασιλεύς. |
| π 1361 | Περόνη: πόρπη. καὶ δίβολον περόνην καὶ στεγίδα τανυσθὲν τόξον. ὅτι αὐλὸς ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος, ὁ δὲ περόνης μέτρον καὶ μουσικῆς τι ὄργανον. |
| π 1362 | Περόνη: κόσμος τις. καὶ περόναις χρυσαῖς διαπεπερονημέ‐ νοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι. |
| π 1363 | Περῶ, περαίω, περαιῶ. ὡς μῶ, μαίω, μαιῶ. |
| π 1364 | Περῶνος. |
| π 1365 | Περπερεία: ἡ κολακεία. ἡ ἀγάπη οὐ περπερεύεται. ὁ ἀπόστο‐ λος Παῦλός φησι. τουτέστιν οὐ προπετεῖ. |
| π 1366 | Πέρπερος: ὁ μετὰ βλακείας ἐπηρμένος· οἷον λάλος, προπετής, μηδὲν λογισμῷ ποιῶν. |
| π 1367 | Πέρσαι· ὅτι ἡ μαγεία καὶ ἀστρολογία ἀπὸ Μαγουσαίων ἤρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγουσαῖοι οἱ αὐτοί. |
| π 1368 | Περσαῖος, Κιτιεύς, φιλόσοφος Στωϊκός· ἐπεκλήθη δὲ καὶ Δωρό‐ θεος. ἦν δὲ ἐπὶ τῶν χρόνων Ἀντιγόνου τοῦ Γονατᾶ υἱοῦ Δημητρίου, μαθητὴς καὶ θρεπτὸς Ζήνωνος τοῦ φιλοσόφου. Ἱστορίαν. |
| π 1369 | Περσέα: ῥοδακινέα. |
| π 1370 | Περσεύς· οὗτος ἀνανεωσάμενος τὴν πρὸς Ῥωμαίους φιλίαν εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας. καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ Δελφούς, διδοὺς οὐ μόνον τὴν ἀσφά‐ λειαν τοῖς καταπορευομένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ’ ὧν ἕκαστος ἔφυγε. παρέλυσε δὲ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν βα‐ σιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς φυλακαῖς ἐγκεκλεισ‐ μένους ἐπὶ βασιλικαῖς αἰτίαις. ταῦτα δὲ ποιήσας πολλοὺς πολλάκις μετεωροδοκῶν καλὰς ἐλπίδας ὑποδεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὐτῷ· ἐπέφαινε δὲ καὶ κατὰ τὴν ἐν τῷ πολέμῳ προστασίαν τὸ τῆς βασι‐ λείας ἀξίωμα. κατά τε γὰρ τὴν ἐπιφάνειαν ἦν ἱκανὸς καὶ πρὸς πᾶσαν σωματικὴν χρείαν τὴν διατείνουσαν εἰς τὸν πραγματικὸν τρόπον εὔθετος; κατά τε τὴν ἐπίφασιν εἶχεν ἐπισκύνιον καὶ τάξιν οὐκ ἀνοίκειον τῆς ἡλικίας. ἐπεφεύγει δὲ καὶ τὴν πατρικὴν ἀσέλγειαν τήν τε περὶ τὰς γυναῖκας καὶ τὴν περὶ τοὺς πότους. καὶ τὰ μὲν προοίμια αὐτοῦ τοι‐ αύτην ἔσχε διάθεσιν. |
| π 1371 | Περσεὺς Μακεδών· ὅτι Περσεὺς ἀναθαρρῶν ἤδη κατ’ ὀλίγον μετὰ τὴν φυγὴν Νικίαν καὶ Ἀνδρόνικον, οὓς ἐπὶ τὸν καταποντισμὸν τῶν χρημάτων καὶ τὸν ἐμπρησμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήσας αὑτῷ καὶ τὰς ναῦς καὶ τὰ χρήματα, συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέροις ἐξαγγέλλειν, ἀπέκτεινεν ἀθεμίστως· καὶ ἀπὸ τοῦδε εὐθὺς ἐκ μεταβολῆς ὠμὸς καὶ εὐχερὴς ἐς ἅπαντας ἐγένετο, καὶ οὐδὲν ὑγιὲς οὔτε εὔβουλόν οἱ ἔτι ἦν, ἀλλ’ ὁ πιθανώτατος ἐς εὐβουλίαν καὶ λογίσασθαι δεξιὸς καὶ εὐτολμότατος ἐς μάχας, ὅσα γε μὴ σφάλλοιτο δι’ ἀπειρίαν, ἀθρόως τότε καὶ παραλόγως ἐς δειλίαν καὶ ἀλογιστίαν ἐτρέπετο καὶ ταχὺς καὶ εὐμετάθετος ἄφνω καὶ σκαιὸς ἐς πάντας ἐγί‐ νετο, ἀρχομένης αὐτὸν ἐπιλείπειν τῆς τύχης, ὅπερ ἐστὶ πολλοὺς ἰδεῖν μεταβολῆς προϊούσης ἀλογωτέρους γενομένους ἑαυτῶν. ὅτι ἡ τοῦ Περσέως ναῦς τά τε ἄλλα ἐξήσκητο μεγαλοφυῶς καὶ τὴν εἰρεσίαν ἐπὶ ιζʹ στοίχων εἶχε πεποιημένην. |
| π 1372 | Περσεύς· οὗτος ἀνεῖλε λογχοδρεπάνῳ τὴν Γοργόνα, ἐπικρύψας ἑαυτὸν εἰς τὸ μὴ ὁρᾶσθαι τῇ τοῦ ᾅδου κυνῇ. |
| π 1373 | Περσεφόνη: κατάγειος δαίμων. Ἠλέκτρα φησί· ὦ δῶμ’ Ἀΐδου καὶ Περσεφόνης, ὦ χθόνι’ Ἑρμῆ καὶ πότνι’ Ἀρὰ σεμναί τ’ Ἐριννύες, αἳ τοὺς ἀδίκως θνήσκοντας ὁρᾶτε τούς τ’ εὐνὰς ὑποκλεπτο‐ μένους· ἔλθετ’, ἀρήξατε πατρὸς φόνον ἡμετέρου. |
| π 1374 | Περσεῖδαι: ἀπὸ Περσέως. |
| π 1375 | Πέρσης, Ἀσκραῖος, ἐποποιός, ἀδελφὸς Ἡσιόδου τοῦ ποιητοῦ. |
| π 1376 | Περσικαί· ὅτι Περσικαί εἰσι μὲν δένδρα, ἔστι δὲ καὶ ὑποδή‐ ματος εἶδος γυναικείου. Ἀριστοφάνης Νεφέλαις· κᾆτα ψυγείσῃ περι‐ έφυσαν Περσικαί. |
| π 1377 | Περσικὸς ὄρνις: ὁ ἀλέκτωρ, διὰ τὴν λοφίαν. ἢ ὅτι τὰ πολυ‐ τελῆ πάντα, οἷς βασιλεὺς ἐχρῆτο, ἐκαλεῖτο Περσικά. καὶ νῦν παρὰ Ἀριστοφάνει οὐκ ἰδίως ὄρνις Περσικός. ζήτει περὶ Περσῶν ἀρχῆς ἐν τῷ Ἀσσύριοι. ζήτει ἀρίθμησιν Περσικοῦ στρατοῦ ἐν τῷ Δαρεικούς. |
| π 1378 | Περσίς: ὄνομα τόπου. |
| π 1379 | Πέσῃ: αὐθυπότακτον. |
| π 1380 | Πέσημα: πτῶμα. πρὸς τοῦδ’ ὄλωλε θανασίμῳ πεσήματι. περὶ Αἴαντός φησιν, ὅτι ἑαυτὸν ξίφει διεχρήσατο. |
| π 1381 | Πεσσινοῦντος: πόλις. |
| π 1382 | Πέσκος: δέρμα, κῴδιον. καὶ Πεκτῆρες, οἱ τὸ δέρμα τίλλοντες. |
| π 1383 | Πεσσόμενα: παρὰ Ἡροδότῳ ὀπτώμενα. |
| π 1384 | Πεσσούς: κύβους. καὶ Πεσσοί, ψῆφοι, παρὰ Ἡροδότῳ, ἐν οἷς ἔπαιζον. |
| π 1385 | Πετάλοις: φύλλοις. καὶ ἐν Ἐπιγράμμασι πέταλον, πίλημα ἐξ ἐρίου πιληθέν. σοὶ τὸν πιληθέντα δι’ εὐξάντου τριχὸς ἀμνοῦ, Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέταλον. |
| π 1386 | Πετάλῳ· ἔχοντες γέρρα πάντες βοῶν λευκῶν δασέα, εἰκασμένα κιττοῦ πετάλῳ. |
| π 1387 | Πέτασος: εἶδος ὑφάσματος. ἐπιρριψάντων Δράκοντι τῷ νο‐ μοθέτῃ τῶν Ἀθηναίων πετάσους πλείονας καὶ χιτῶνας, ἀποπνιγῆναι ἐν τῷ θεάτρῳ. |
| π 1388 | Πέταυρα: σίγνα. Βάβριος· ὁ δ’ ἐκ πεταύρου κλαγγὸν εἶπε βοήσας· πόθεν μαθήσῃ πόσον εἰς ἕω λείπει, τὸν ὡρονόμον θύσας με. |
| π 1389 | Πέταυρον: παγίς, βάθος. σανίς. οἷον πέτευδον. παρὰ τὸ εὕδειν ἐν αὐτῷ τὰ πετεινά. |
| π 1390 | Πετεῶο: τοῦ Πετεῶ παῖς. |
| π 1391 | Πεττεύει: μεταφέρει. ἀπὸ τῶν πεττῶν, τουτέστι τῶν κύβων. καὶ ὁ δραπέτης, ὁ ἀποδρῶν τῆς δουλείας. ὁ τὸ δρᾶν πεττεύων, ὅ ἐστι φεύγων. |
| π 1392 | Πεττεύουσι: ταβλίζουσι. Καὶ Πεττείαις, παιδιαῖς, αὐλοῖς. καὶ Πεττὸς ὁμοίως. |
| π 1393 | Πετεινὸν καὶ Πετεηνόν. |
| π 1394 | Πέτηλον: τὸ φύλλον. |
| π 1395 | Πετίλιος: ὄνομα κύριον. |
| π 1396 | Πετῖτον· κεῖται ἐν τῷ παι διφθόγγῳ ἐσφαλμένως. |
| π 1397 | Πέττουσα: ἀρτοποιοῦσα. καὶ πέττουσιν, ἀρτοποιοῦσι. καὶ Ἀριστοφάνης· τοῦ ’ν τετράδι πεπεμμένου. ἔξω τῶν ἑορτῶν ἱεραί τινες ἡμέραι τοῦ μηνὸς ἐνομίζοντο Ἀθήνησι θεοῖς τισιν, οἷον νουμηνία καὶ ζʹ Ἀπόλλωνι, δʹ Ἑρμῇ, ηʹ Θησεῖ. Πεττοὶ δὲ τὰ βόλια, ἐν οἷς ταβλίζουσι. λύσις ὀνείρου· καλὸν πέτεσθαι πράξεως καλῆς τόδε. |
| π 1398 | Πετόμενος: φερόμενος. |
| π 1399 | Πετόσιρις, Αἰγύπτιος, φιλόσοφος, καθὰ Ἕλληνες καὶ Αἰγύπ‐ τιοι τὰς περὶ θεῶν διετάξατο ἐπιλογὰς ἐκ τῶν ἱερῶν βιβλίων, Ἀστρο‐ λογούμενα, καὶ Περὶ τῶν παρ’ Αἰγυπτίοις μυστηρίων. |
| π 1400 | Λύσις ὀνείρου· Πέτρᾳ καθεσθεὶς ἐλπίδας χρηστὰς ἔχε. |
| π 1401 | Πετρηδόν: δίκην πετρῶν. |
| π 1402 | Πετραία: ὄνομα πόλεως. |
| π 1403 | Πετρήεσσα: πετρώδης, βαθεῖα. |
| π 1404 | Πέτρα: πόλις. |
| π 1405 | Πετρόβολον: ἡ τοῦ μηχανήματος ἀλκὴ τοῦ πετροβόλου, τοῦ κατὰ τὴν πολιορκίαν τῆς Ἰουδαίας ὑπὸ Οὐεσπεσιανοῦ, τοιάδε τις ἦν· πληγεὶς γάρ τις ὑπ’ αὐτοῦ τῶν περὶ τὸν Ἰώσηπον τῶν ἀνὰ τὸ τεῖχος, ἀπαράσσεται τὴν κεφαλὴν ὑπὸ τῆς πέτρας καὶ τὸ κρανίον ἀπὸ τριῶν ἐσφενδονήθη σταδίων. γυναικός τε μεθ’ ἡμέραν ἐγκύμονος πληγείσης τὴν γαστέρα, προῄει δὲ νέον ἐξ οἰκίας, ἐξέσεισεν ἐφ’ ἡμιστάδιον τὸ βρέφος. τοσαύτη ἦν ἡ τοῦ λίθου βία. τῶν οὖν ὀργάνων φοβερώτατος ὁ ῥοῖζος, τῶν δὲ βαλλομένων ἦν ὁ ψόφος. |
| π 1406 | Πέτρος, ὁ ῥήτωρ, ὁ καὶ μάγιστρος καὶ ἱστορικός, πρεσβευτὴς ὡς Χοσρόην σταλεὶς μάλα ἐμβριθής τε ἦν καὶ ἀνάλωτος ἐν τῷ ῥητο‐ ρεύειν, τῷ καταμαλάξαι φρονήματα βαρβαρικὰ σκληρά τε καὶ ὀγκώδη. ἔγραψεν ἱστορίαν καὶ περὶ πολιτικῆς καταστάσεως. |
| π 1407 | Πέτρος ὁ Μογγός, Ἀλεξανδρείας μὲν ἦν ἐπίσκοπος, αἱρετι‐ κὸς δὲ διάπυρος· Εὐφήμιος δὲ ὁ πατριάρχης ζηλωτὴς ἦν τῆς ὀρθο‐ δόξου πίστεως. |
| π 1408 | Πέτρος· οὗτος ἦν ἐπὶ Ἰουστινιανοῦ, ἔφθασε δὲ καὶ μέχρι μα‐ γίστρου γενέσθαι· ὃς ἀεὶ καὶ καθημέραν τοὺς βασιλεῖς κλοπαῖς ἀμυ‐ θήτοις ἀπέκναιε. πρᾶος μὲν γὰρ ἦν, καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδώς, κλεπτίστατος δὲ ἁπάντων ἀνθρώπων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμ‐ πλεως. |
| π 1409 | Πέτρος Βαρσύμης· ζήτει ἐν τῷ δεξιός. |
| π 1410 | Πευθήν, Πευθῆνος: ὁ μανδάτωρ. |
| π 1411 | Πευκαλίμη: φρόνιμος. |
| π 1412 | Πεῦκαι: λαμπάδες, δᾷδες. αἱ δ’ αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν περὶ παστῷ πεῦκαι, καὶ φθιμένῃ νέρθεν ἔφαινον ὁδόν. καὶ παροι‐ μία· Πεύκης τρόπον, ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων. ἐπεὶ ἡ πεύκη κοπεῖσα οὐκ ἀνίησιν ἔτι βλαστόν. |
| π 1413 | Πευκελαῶτις: ὄνομα πόλεως. |
| π 1414 | Πευκήεντα. |
| π 1415 | Πεύσῃ: ἀντὶ τοῦ ἐρωτήσεις, μαθήσῃ, ἀκούσεις. καὶ Πεύ‐ σομαι, ἐρωτήσω. |
| π 1416 | Πεφασμένον: εἰρημένον, ἢ πεφανερωμένον. |
| π 1417 | Πεφασμένος: ἀντὶ τοῦ γεγενημένος. Λυκοῦργος· Λυσίας δὲ πεφασμένος ἀντὶ τοῦ φανερῶς λέγει. |
| π 1418 | Πεφασμένου: φανεροῦ γενομένου. πεφασμένου δέ, τίς ποθ’ ἡ προθυμία; |
| π 1419 | Πεφενάκικεν: ἠπάτησεν. |
| π 1420 | Πεφεισμένοι: φειδόμενοι. |
| π 1421 | Πέφηνεν: ἐφανερώθη. |
| π 1422 | Πεφήσεται: ἀναιρεθήσεται. Πεφιδήσεται δέ, φείσεται. |
| π 1423 | Πεφιλοσοφήσθω. |
| π 1424 | Πεφοβήατο. |
| π 1425 | Πεφόνηκεν: ἐφόνευσεν. |
| π 1426 | Πεφορυγμένον: κεκαλυμμένον. δισσάκι τετρόγυιον πολλῷ πεφορυγμένον ἀφρῷ. |
| π 1427 | Πεφώραται: πεφανέρωται, εὕρηται. |
| π 1428 | Πέφρικα: ἀπὸ τοῦ φρίσσω. φοβοῦμαι, δέδοικα, δειλιῶ. |
| π 1429 | Πεφρονηματισμένος: οἰήσεως πληρωθείς. ὁ δὲ κατὰ τὰς μάχας πολλάκις εὐημερῶν καὶ πεφρονηματισμένος ἐπ’ ἀνδρείᾳ. |
| π 1430 | Πεφρυγμένα: τὰ εἰς τὴν χεῖρα λεπτυνόμενα χίδρα σίτου καὶ κριθῆς. |
| π 1431 | Πεφυζότες: δειλιῶντες. |
| π 1432 | Πέφυκε: φύσει ὑπάρχει. καὶ Πεφυκώς, φύσει ὑπάρχων. |
| π 1433 | Πεφυρμένος: μεμολυσμένος. ὁ δὲ ἔτι φονῶν καὶ πεφυρμένος τῷ λύθρῳ ἐς τοὺς ἐχθροὺς ἔρχεται. |
| π 1434 | Πεφυσιγγωμένοι: πεφυσημένοι. φύσιγξ δὲ τὸ ἐκτὸς λέπισμα τῶν σκορόδων· ἡ φυσίγγη. ἔπαιξεν οὖν καὶ τοῦτο εἰς Μεγαρέας, ὅτι πολλὰ σκόροδα ἔχουσιν. ἢ πεπλησμένοι, ἀπὸ μεταφορᾶς τῶν τὸν ἄνεμον δεχομένων ἀσκῶν ἢ φυσῶν. ἢ ἐκκεκαυμένοι, οἰδοῦντες. Ἀρι‐ στοφάνης· κᾆθ’ οἱ Μεγαρεῖς ὀδύναις πεφυσιγγωμένοι, ἀντεξέκλεψαν Ἀσπασίας. |
| π 1435 | Πέψει: πραϋνεῖ. |
| π 1436 | Πειθανάγκη: ἡ μετὰ βίας πειθώ. ὑπολαμβάνων διὰ τούτων πειθανάγκην προσάξειν τοῖς Λευκαδίοις τοῦ συγχωρεῖν τοῖς ὑπ’ αὐ‐ τῶν ἐπιταττομένοις. πολλὰς δὲ τῶν γυναικῶν τῇ πειθανάγκῃ κατή‐ γαγεν· οὕτω γὰρ ἦν λάγνος. καὶ εἶξα τῇ Θετταλικῇ πειθανάγκῃ κτείνας τὸν αὐτὸς αὑτοῦ δεσπότην. |
| π 1437 | Πειθαρχῶ· δοτικῇ. |
| π 1438 | Πειθαναλογία. |
| π 1439 | Πειθήνιος: καταπειθής, πειθόμενος. |
| π 1440 | Πείθω: τὸ καταπείθω. αἰτιατικῇ. πείθει δῶρα καὶ θεούς. καί, ἆρα πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, ἢ ἑτέρων δεήσεσθε; Πείθομαι δὲ δοτικῇ· ἀναγ‐ καῖον εἶναι ἡγούμην πείθεσθαι τοῖς ἡμετέροις βουλεύμασι. καί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν. |
| π 1441 | Πειθώ: ἡ πεισμονή. οὐκ ἔστι πειθοῦς ἱερὸν ἄλλο, πλὴν λόγος. |
| π 1442 | Πείθωνος: ὄνομα κύριον. καὶ ὄνομα ζῴου. |
| π 1443 | Πειθοῖ· πειθοῖ τε ὑπαχθέντες καὶ τῷ δολερῷ τῶν ῥημάτων καταστρατηγηθέντες συνεχώρησάν οἱ περαιωθῆναι τὸν ῥοῦν. ἀλλὰ καὶ πειθοῖ τῇ Ἑλληνικῇ καὶ μούσῃ γεγυμνασμένος ὁ Ἀμβρόσιος. |
| π 1444 | Πείκειν: κτενίζειν. |
| π 1445 | Πεῖνα: ἡ δι’ ἔνδειαν τροφῆς ἐπιθυμία. διὰ διφθόγγου. Πίννα δὲ ὁ ἰχθὺς διὰ τοῦ ι. ἔστι δὲ πεῖνα ἐπιθυμία ξηροῦ καὶ θερμοῦ, οὐ δίχα δὲ ψυχροῦ· συνεστῶτα γὰρ ἡμῶν ἐνθένδε τὰ σώματα τρέφεται δι’ αὐτῶν, ὅταν ἰσχύῃ κατεργάζεσθαι καὶ πέττειν καὶ ἐξομοιοῦν τὰ προσαγόμενα. |
| π 1446 | Πείνη: ἡ πεῖνα. |
| π 1447 | Πειώλης: ὁ πόρνος. |
| π 1448 | Πεῖρα: ὁ δόλος, καὶ ἡ ἀπάτη, καὶ ἡ τέχνη. ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλασσαν κακοῦργοι. πεῖρα δὲ καὶ ἡ βλάβη· ὡς ἐν Δανάῃ Σοφοκλῆς· οὐκ οἶδα τὴν σὴν πεῖραν οὐδ’ ἐπίσταμαι, τοῦ παιδὸς ὄντος τοῦδ’ ἐγὼ διόλλυμαι. ἀεί, Ὀδυσσεῦ, ὁρῶ σε πεῖράν τιν’ ἐχθρῶν ἁρ‐ πάσαι θηρώμενον. τουτέστιν ἀεὶ ὁρῶ σε τὴν παρὰ τῶν ἐχθρῶν σου βλάβην γινομένην προϋφαρπάσαι καὶ τοῖς ἐχθροῖς ταύτην ἐπιπέμψαι μηχανώμενον. |
| π 1449 | Πεῖρα. ἐξιόντων τῶν ἀνδρῶν ἐπὶ τὰς προνομὰς καὶ δὶς τὸ κατορθοῦν ἐν ταῖς πεῖραις. |
| π 1450 | Πεῖραν: πορείαν, ὁδόν. οὐδ’ ὑπ’ ἀγγέλων κληθεὶς ἀφορμῆς πεῖραν. |
| π 1451 | Πειράζειν: κατάρχεσθαι. Σκιπίων ὁ Ῥωμαῖος συνεβούλευσεν οὕτως ἢ μὴ πειράζειν ἢ οὕτως ὥστε ἐκ παντὸς τρόπου τέλος ἐπιθεῖ‐ ναι τῇ πράξει. τὸ γὰρ δὶς πρὸς τὸν αὐτὸν πειράζειν ἅμα μὲν ἐπισφα‐ λὲς, ἅμα δ’ εὐκαταφρόνητον γενέσθαι ποιεῖ παντελῶς. |
| π 1452 | Πειρᾶν: τοὺς λόγους περὶ συνουσίας προφέρειν. καὶ πειρα‐ θῆναι, τὸ ἀκοῦσαι λόγους τοιούτους. Θουκυδίδης· πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καταγορεύει τῷ Ἀριστογεί‐ τονι. σημαίνει ἡ λέξις καὶ τὸ ἄλλως διαπειρᾶσθαι. Πειρᾶν γὰρ κυρίως τὸ προσβάλλειν γυναικὶ περὶ τῆς ἀφροδίτης. |
| π 1453 | Πειρατέον: δεῖ πειρᾶν. |
| π 1454 | Πειρατῶν: καταποντιστῶν, κατὰ θάλασσαν λῃστῶν. Πεῖρα γὰρ ὁ δόλος, καὶ ἡ ἀπάτη, καὶ ἡ τέχνη. ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι. |
| π 1455 | Πειραιεύς: ὄνομα κύριον. καὶ ὁ λιμήν. καὶ κλίνεται Πειραιέως, Πειραιῶς, καὶ ἡ δοτικὴ Πειραιεῖ. καὶ νῆσος, ὅθεν τοὔνομα εἴληφεν ἀπὸ τοῦ διαπερᾶν. καὶ ζήτει τὴν τούτου ἱστορίαν ἐν τῷ ἔμβαρός εἰμι. |
| π 1456 | Πειρασμός. |
| π 1457 | Πειρήνη: ὄνομα πηγῆς καλλιρρόου. Λαΐδ’ ἔχω πολιῆτιν ἐϋζώνοιο Κορίνθου, Πειρήνης λευκῶν φαιδροτέρην λιβάδων. |
| π 1458 | Πείρησαν: δοκιμήν, ἀπόπειραν ἔλαβον. τὴν δὲ χάριν δώρων πείρησαν ἐν θανάτῳ. τὸ ξίφος εἷλ’ Αἴαντα μεμηνότα· καὶ πάλιν ζωστὴρ εἵλκυσε Πριαμίδαν δίφρια συρόμενον. |
| π 1459 | Πείρινθα: τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὸ κομιζό‐ μενον. |
| π 1460 | Πειρῶ: τὸ ἀπόπειραν ποιοῦμαι. Πείρω δὲ τὸ σουβλίζω, καὶ κεντῶ. |
| π 1461 | Πειρῶμαι· γενικῇ. |
| π 1462 | Πειρῶν: προσβάλλων, συνουσιάζων. τὰς Κορινθίας φασίν· τοῦτο γάρ ἐστι τὸ πειρᾶν. Ἀριστοφάνης Πλούτῳ· ὅταν τις μὲν αὐτὰς πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν. καὶ Πειρασάντων ἀνδρῶν, διαπειρασάντων καὶ μετελθόντων, ἢ ἐπιτηδευσάντων. ἐσχημάτισται δὲ ἀπὸ τοῦ πειρᾶν· πειρᾶν γὰρ τὸ προσβάλλειν γυναικὶ περὶ τῆς ἀφρο‐ δίτης. τροπῇ οὖν κέχρηται ὡς ἐπὶ γυναικός. σημαίνει οὖν σπανίως ἐπιτυχεῖν τινας καὶ ὀλίγους κατορθῶσαι παντάπασι. |
| π 1463 | Πειρῶντα: πειράζοντα διὰ λόγων. |
| π 1464 | Πείρως, Πείρω: ὄνομα κύριον. καὶ κλίνεται Ἀττικῶς. καὶ θηλυκὸν Πειρώ. |
| π 1465 | Πείσανδρος, Πείσωνος καὶ Ἀρισταίχμας, Καμιραῖος ἀπὸ Ῥόδου· Κάμιρος γὰρ ἦν πόλις Ῥόδου. καί τινες μὲν αὐτὸν Εὐμόλπου τοῦ ποιητοῦ σύγχρονον καὶ ἐρώμενον ἱστοροῦσι, τινὲς δὲ καὶ Ἡσιόδου πρεσβύτερον, οἱ δὲ κατὰ τὴν λγʹ ὀλυμπιάδα τάττουσιν. ἔσχε δὲ καὶ ἀδελφὴν Διόκλειαν. ποιήματα δὲ αὐτοῦ Ἡράκλεια ἐν βιβλίοις βʹ· ἔστι δὲ τὰ Ἡρακλέους ἔργα· ἔνθα πρῶτος Ἡρακλεῖ ῥόπαλον περιτέ‐ θεικε. τὰ δὲ ἄλλα τῶν ποιημάτων νόθα αὐτοῦ δοξάζεται, γενόμενα ὑπό τε ἄλλων καὶ Ἀριστέως τοῦ ποιητοῦ. |
| π 1466 | Πείσανδρος, Νέστορος τοῦ ποιητοῦ υἱός, Λαρανδεὺς ἢ Λυ‐ κάνιος, γεγονὼς ἐπὶ Ἀλεξάνδρου βασιλέως, τοῦ Μαμαίας παιδός, ἐποποιὸς καὶ αὐτός. ἔγραψεν ἱστορίαν ποικίλην δι’ ἐπῶν, ἣν ἐπιγρά‐ φει Ἡραϊκῶν Θεογαμιῶν ἐν βιβλίοις ξʹ· καὶ ἄλλα καταλογάδην. |
| π 1467 | Πεισάνδρου δειλότερος· ἔνθα καὶ Πείσανδρος ἦλθε, δεό‐ μενος ψυχὴν ἰδεῖν, ἣ ζῶντ’ ἐκεῖνον προὔλιπε. δειλὸς γὰρ ἦν καθ’ ὑπερβολήν. Ἀριστοφάνης· εἴ τι Πεισάνδρου βδελύττῃ τοὺς λόφους καὶ τὰς ὀφρῦς. οὗτος γὰρ δειλὸς ἦν, φιλοπόλεμος δὲ καὶ πολεμοποιὸς κερδῶν ἰδίων ἕνεκεν. μέγας δέ, καὶ ἐκαλεῖτο ὄνος Κνίδιος. ἐχρῆτο δὲ τριλοφίᾳ καὶ ὅπλοις ἐπισήμοις ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖος εἶναι, μὴ ὤν. |
| π 1468 | Πείσεα: οἱ κάθυδροι τόποι. |
| π 1469 | Πεισιανάκτειος στοά: ἥτις ἀπὸ Πολυγνώτου ζωγράφου Ποικίλη κληθεῖσα. |
| π 1470 | Πεισίας: ὄνομα κύριον. |
| π 1471 | Πεισιθάνατος ὁ Ἡγησίας ἐλέγετο. |
| π 1472 | Πεῖσιν: τὴν πειθώ. ἡ εὐθεῖα ἡ πεῖσις. |
| π 1473 | Πεισιόνη: ὄνομα κύριον. |
| π 1474 | Πεισίστρατος: ὄνομα κύριον. καὶ ζήτει ἐν τῷ σφακελισμός. |
| π 1475 | Πείσματα: τὰ ἀγκύρια, σχοινία. παρὰ τὸ πείθεσθαι δι’ αὐτῶν τὴν ναῦν. |
| π 1476 | Πεισόμενον: παθεῖν μέλλοντα. |
| π 1477 | Πείσονται: πάθωσιν. |
| π 1478 | Πείσων, Πείσωνος· εἷς ἦν τῶν παρ’ Ἀθηναίοις λʹ τυραννη‐ σάντων. |
| π 1479 | Πειστέον: δεῖ πείθεσθαι. |
| π 1480 | Πειστήρ: ὁ ὑπήκοος. |
| π 1481 | Πῇ: ποῦ. εἰς τίνα τόπον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις; Ὅμηρος. |
| π 1482 | Πηγάζω· αἰτιατικῇ. |
| π 1483 | Πήγανον: εἶδος βοτάνης. |
| π 1484 | Πηγὰς γάλακτος: πολὺ γάλα. ὡς πηγὰς δακρύων, πολλὰ δάκρυα. |
| π 1485 | Πηγαί: τόπος ἐν Μεγάροις. |
| π 1486 | Πηγαῖον ὕδωρ: ἐκ πηγῆς. |
| π 1487 | Πηγεσίμαλλος: ὁ βαθύμαλλος. |
| π 1488 | Λύσις ὀνείρου· Πηγὴ διαυγὴς τὰς νοὸς λύει λύπας. |
| π 1489 | Πηγίδιον: ἡ μικρὰ πηγή. |
| π 1490 | Πηγνύω· αἰτιατικῇ, καὶ Πήγνυμι. |
| π 1491 | Πηγός: ὁ εὐτραφής. |
| π 1492 | Πηγυλίς: τὸ κρύος. |
| π 1493 | Πηδάλια: οἴακες, αὐχένες. Ἀριστοφάνης· ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι. τὸ δὲ πλοῖον ἔσται ναξιουργὲς κάνθαρος. |
| π 1494 | Πηδαλιουχεῖν: κυβερνᾶν. Ἀριστοφάνης· ἐρέτην χρὴ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν· κἀντεῦθεν πρωρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τοῦτό φησι καὶ ὁ Θεολόγος ὅλον τὸ χωρίον. |
| π 1495 | Πηδαλίωνος: ὄνομα κύριον. |
| π 1496 | Πηδᾶν: ἀντὶ τοῦ ὑπερηφανεῖν. οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας πηδᾶν, ὅ τι λέξει. |
| π 1497 | Πήδασος: ὄνομα πόλεως. |
| π 1498 | Πήδαιος: ὄνομα κύριον. |
| π 1499 | Πηδόν: τὴν κώπην. |
| π 1500 | Πῆκος, ὁ καὶ Ζεύς, παραδοὺς τὴν τῆς δύσεως ἀρχὴν τῷ ἰδίῳ υἱῷ Ἑρμῇ τελευτᾷ, ζήσας κʹ καὶ ρʹ ἔτη· καὶ τελευτῶν ἐκέλευσεν ἀποτε‐ θῆναι τὸ ἑαυτοῦ σῶμα ἐν τῇ Κρήτῃ τῇ νήσῳ, ἐν ᾧ ἐπιγέγραπται· ἐνθάδε κεῖται θανὼν Πῆκος ὁ καὶ Ζεύς. μέμνηνται τοῦ τάφου τούτου πλεῖστοι ἐν τοῖς ἰδίοις συγγράμμασι. |
| π 1501 | Πηκτή. ἐν Ἐπιγράμμασι· πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων ἀνέθηκεν ὁ βουκόλος. καὶ εἶδος ἀκολάστου σχήματος. καὶ Πηκταί, θηρευτικὸν ὄργανον παρὰ Ἀριστοφάνει. |
| π 1502 | Πηκτίς, πηκτίδος: πάνδουρα, μάχαιρα κρεωκόπος. παρὰ δὲ Ἀριστοφάνει ἐν Θεσμοφοριαζούσαις εἶδος ὀργάνου κιθαρῳδικοῦ. τὴν γραῦν ἐρωτᾷς, ἣ ’φέρεν τὰς πηκτίδας; ἢ εἶδος ἀκολάστου σχήματος. καὶ ἐν Ἐπιγράμμασι· ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις. |
| π 1503 | Πηκτόν: τὸ κατασκευαστὸν ἄροτρον. |
| π 1504 | Πηλαγόνος: ὄνομα Γίγαντος. |
| π 1505 | Πηλακισμός: ὁ ἐμπαιγμός. |
| π 1506 | Πήλαξ: ῥάγας. |
| π 1507 | Πηλέως μάχαιρα: παροιμία· ταύτην ἀναγράφει καὶ Ἀριστο‐ φάνης οὕτως· μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ. ἣ ἐδόκει σωφροσύνης γέρας ἡφαιστότευκτος, ἣν εἰλήφει μάχαιραν ὁ Πηλεύς. |
| π 1508 | Πηλείδης: ὁ τοῦ Πηλέως. |
| π 1509 | Πηλείωνος: ὄνομα κύριον. |
| π 1510 | Πηληϊάδεω Ἀχιλῆος: δι’ ἑνὸς λ. |
| π 1511 | Πήληκα: περικεφαλαίαν. |
| π 1512 | Πήληξ· Αἰσχίνης κατὰ Κτησιφῶντος. δῆμος τῆς Λεοντίδος. |
| π 1513 | Πηλίκον: ποταπόν. |
| π 1514 | Πήλιον: ὄνομα ὄρους. |
| π 1515 | Πηλός. |
| π 1516 | Πηλούσιον: ὄνομα τόπου. κλεὶς τῆς Αἰγύπτου καὶ εἰσόδου καὶ ἐξόδου. καὶ Πηλουσιώτης, ὁ πολίτης. ὅτι οἱ Πηλουσιῶται Κάσιοι φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον, δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. |
| π 1517 | Πηλοφόροι: χειροτέχναι, μισθωτοί. |
| π 1518 | Πῆμα: κακόν, βλάβη, δυστυχία. Σοφοκλῆς· μὴ κακὸν κακῷ διδοὺς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. τὸ ἑξῆς· μὴ κακὸν κακῷ διδοὺς ἄκος μεῖζον ποιήσῃς τῆς ἄτης τὸ πῆμα. ἄτην φησὶ τὴν μανίαν, πῆμα δὲ τὸν θάνατον, ὅ ἐστι χεῖρον τῆς μανίας. καὶ αὖθις Σοφοκλῆς· Κρέων δέ σοι πῆμ’ οὐδέν, ἀλλ’ αὐτὸς σὺ σοί. εἰρήκει γὰρ Οἰδίπους, Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα; |
| π 1519 | Πημανεῖ· Ἀριστοφάνης· οὐδὲ Κτησίας ὁ συκοφάντης πημανεῖ. οὗτος ἐπὶ συκοφαντίᾳ ἐκωμῳδεῖτο. |
| π 1520 | Πημαίνει: κακοῖ, βλάπτει. |
| π 1521 | Πῆ μέν: ὅπου μέν. |
| π 1522 | Πημήνειαν: βλάψειαν. ὁ δὲ οὐ πρότερον ἀνῆκε, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς ὅσους διαχειρίσασθαι. |
| π 1523 | Πημονή: ἡ βλάβη. |
| π 1524 | Πηνέλεως: ὄνομα κύριον. |
| π 1525 | Πηνελόπεια καὶ Πηνελόπη: ὀνόματα κύρια. |
| π 1526 | Πηνειός: ὄνομα ποταμοῦ, καὶ ὄνομα τόπου. |
| π 1527 | Πηνίκα: πότε. οὐκ εἰδότα, πηνίκα δὲ ἐξώρμησε τῆς νυκτός. |
| π 1528 | Πηνίκ’ ἐστὶν ὥρα τῆς ἡμέρας: ἀντὶ τοῦ ποία ὥρα ἐστὶ τῆς ἡμέρας; ὥρας γὰρ ἐζήτουν, οὐ καιρούς. τὸ δὲ ἀνταποδοτικόν, ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν. τὸ δέ, πηνίκ’ ἄττ’ ἀπώλετο οὐκ Ἀττικόν, οὐδὲ ἀρχαϊκόν, οὐδὲ ἀκριβές. ἔστι δὲ ἀντὶ τοῦ πότε δῆτα· παρέλκει γὰρ τὸ ἄττα· ἀλόγως γὰρ κεῖται, οὔτε γὰρ τὸ τινὰ σημαίνει οὔτε τὸ ἅτινα. οὐδὲν γὰρ τούτων ἁρμόζει τῷ ὁπηνίκα. |
| π 1529 | Πηνίκη: περικεφαλαία τριχωτή, καὶ περιθετὴ κόμη. ἔνθεν καὶ πηνικίζειν, τὸ ἀπατᾶν. τῆς δὲ περιθετῆς κόμης τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνίκην ἐκάλουν. |
| π 1530 | Πηνίον: ὁ ἄτρακτος, ἐν ᾧ εἱλεῖται ἡ κρόκη. καὶ τὰ τρο‐ χαῖα πανία κερταστὰς τούσδε ποτιρογέας καὶ σπάθας εὐβριθεῖς πολυ‐ άργυρα. καὶ Ὅμηρος· πηνίον ἐξέλκουσα. ὅθεν καὶ τὸ ἐκπηνιεῖται. |
| π 1531 | Πηνίον: ζῷον ὅμοιον κώνωπι. Ἀριστοφάνης Νεφέλαις· κείσεσθον ὥσπερ πηνίω βινουμένω. ἀντὶ τοῦ ξηροί· σκώπτει γὰρ τοὺς περὶ Χαιρεφῶντα εἰς ξηρότητα καὶ ἀσθένειαν. ὅτι δὲ κώνωπος εἶδός ἐστι, Σπεύσιππος ἐν τῷ ιβʹ τῶν ὁμοιοτήτων φησὶν οὕτως· πηνίον, ἐμπίς, κώνωψ. |
| π 1532 | Πηνίσματα: ὑφάσματα. |
| π 1533 | Πηός: ὁ κατ’ ἐπιγαμίαν συγγενής. καὶ Πηοσύνη, ἡ συγγαμβρία. καὶ Πηῶν, τῶν συγγενῶν. Ὅμηρος· πηούς τε φίλους τε. |
| π 1534 | Πήρα: ἡ θήκη τῶν ἄρτων. καὶ παροιμία· Πτωχοῦ πήρα οὐ πίμπλαται· ἐπὶ τῶν ἀπλήστων. |
| π 1535 | Πήρα: μάρσιππος, θήκη. καὶ πήραν, μέτρον σιτοδόκον σπορί‐ μου. καὶ Πηρίδιον. καὶ Ἀριστοφάνης· Τήλεφος ἐκ πηριδίου. οὗτος πέ‐ νης ἦν. |
| π 1536 | Πηρίν, πηρῖνος: τὸ αἰδοῖον. |
| π 1537 | Πηρός: ὁ παντάπασι μὴ ὁρῶν. |
| π 1538 | Πήρωσις: ἡ τύφλωσις. |
| π 1539 | Πήσσω: τὸ πηγνύω. |
| π 1540 | Πητύα: ὁ ὀπὸς ὁ τυρεύων τὸ γάλα. καὶ παροιμία· Αὐτὸς γὰρ εὗρε τοῦ κακοῦ τὴν πητύαν. ὅτι τὴν πηγήν. ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων. |
| π 1541 | Πηχίσκους: ξυλάρια πηχυαῖα. τῶν δὲ τὸν σχοῖνον ἑλκυσάν‐ των, ἐν ᾧ πηχίσκους τινὰς ἐμβαλόντες ἀνάβασιν ἀσφαλῆ ἀπειργάσαντο. |
| π 1542 | Πηχυαῖος. |
| π 1543 | Πῆχυς, πήχεως. τὸ ἀπὸ τοῦ ἀγκῶνος μέχρι τῶν δακτύλων τῆς χειρὸς ἔκταμα. ὅτι ὁ πῆχυς ἔχει πόδας ἕνα ἥμισυ, ὁ δὲ ποῦς ἔχει δακτύλους ιϛʹ. |
| π 1544 | Πιανάτω: πίονα ποιήσει. τὰ ὁλοκαυτώματά σου. |
| π 1545 | Πιανθήσεται. |
| π 1546 | Πιανῶ: λιπαρὸν ποιήσω. |
| π 1547 | Πιάνῃ: αὐθυπότακτον. |
| π 1548 | Πίαρι: τῷ λιπαρῷ. |
| π 1549 | Πίασος: ὄνομα κύριον. ἠράσθη Πίασος Θετταλὸς Λαρίσσης, τῆς ἑαυτοῦ θυγατρός, ἔρωτα ἄθεσμόν τε καὶ δυστυχῆ. |
| π 1550 | Πιγνύη: κνῆκος ὁ τὸν τυρὸν πηγνύων. |
| π 1551 | Πίγρης, Κὰρ ἀπὸ Ἁλικαρνασοῦ, ἀδελφὸς Ἀρτεμισίας, τῆς ἐν τοῖς πολέμοις διαφανοῦς, Μαυσώλου γυναικός· ὃς τῇ Ἰλιάδι παρενέβαλε κατὰ στίχον ἐλεγεῖον, οὕτω γράψας· μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος, οὐλομένην. μοῦσα, σὺ γὰρ πάσης πείρατ’ ἔχεις σοφίης. ἔγραψε καὶ τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην καὶ Βατρα‐ χομυομαχίαν. |
| π 1552 | Πίγρης, Πίγρητος: ὄνομα ποταμοῦ. καὶ Πίγρητα, ὄνομα τόπου. |
| π 1553 | Πίδακες: σταγόνες, πηγαί. καὶ αἱ μὲν κατ’ αὐτὸ πηγαὶ ἁλμυροῦ ὕδατος ἦσαν αἱ πᾶσαι. |
| π 1554 | Πιδακίων. |
| π 1555 | Πίδαξ: πηγή. ἢ σταγών. καὶ Εὐπῖδαξ χῶρος, ὁ καλὴν πηγὴν ἔχων. πορφυρίαν τε βότρυν, μεθυπίδακα, πυκνορρᾶγα. ἐν Ἐπιγράμμασι. |
| π 1556 | Πίδαιος: ὄνομα κύριον. |
| π 1557 | Πιδηέσσης: καθύγρου. |
| π 1558 | Πιδύειν: ἀναδίδειν. |
| π 1559 | Πιδύτης: ὄνομα κύριον. |
| π 1560 | Πιαίνων: θεραπεύων, ὑποτρέφων. Αἰλιανός· λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει, τὰ τῆς Φερεφάττης ὄργια ἐδίψησε θεάσασθαι, ἀτέλεστος ὤν. |
| π 1561 | Πιαίνω· αἰτιατικῇ. Πιαίνομαι δὲ δοτικῇ. καὶ ἐρίφοις ἐκ ποιμνίων πιαίνεσθαι. |
| π 1562 | Πίε: πῖθι. |
| π 1563 | Πιεζόμενος: βαρούμενος, δαμαζόμενος. καὶ ἀντὶ τοῦ λυπεῖ. Ἀριστοφάνης· τὸν Στιλβίδην πιέζει. ὁ δὲ Στιλβίδης μάντις ἄριστος καὶ εὐδόκιμος. |
| π 1564 | Πιερία: ὄρος Μακεδονίας. καὶ Πιερίδες, αἱ Μοῦσαι αἱ ἐν Μακεδονίᾳ. ἐν Ἐπιγράμμασι· οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον ἔρωτι· ὄργια τοσσατίων ἀμφιέπουσα πόθῳ. |
| π 1565 | Πιεστήριον: τὸ ἐκθλίβον. |
| π 1566 | Πίειρα: ἡ λιπαρή. |
| π 1567 | Πίῃ: αὐθυπότακτον. |
| π 1568 | Πιήεντα: λιπαρά, ἀνθηρά. ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἔλαιον. |
| π 1569 | Πιήναντα: λιπαροὺς ἐργασάμενον. Ἀλυάττου πολιορκοῦντος Πριήνην, τὸν Βίαντα τὸν σοφὸν πιήναντα δύο ἡμιόνους ἐξελάσαι εἰς τὸ στρατόπεδον. τὸν δὲ συνιδόντα καταπλαγῆναι, τὸ μέχρι καὶ ἀλόγων διατείνειν αὐτῶν τὴν εὐθηνίαν. καὶ ἐβουλήθη σπείσασθαι καὶ εἰσέπεμψεν ἄγγελον. |
| π 1570 | Πιθακίωνος. |
| π 1571 | Πιθάκνη: ὑποκοριστικῶς. μικρὸς πίθος. ὡς πολίχνη. παρὰ δὲ Ἀριστοφάνει πιθάκναι, οἱ ἔρημοι τόποι· διὰ γὰρ τὸν πόλεμον σπηλαίοις ᾤκουν οἱ ἐκ τῶν ἀγρῶν. οἱ δὲ παλαιοὶ φιδάκνην λέγουσι. |
| π 1572 | Πιθανόν· πιθανὸν ἀξίωμά ἐστι, τὸ ἄγον εἰς συγκατάθεσιν. οἷον εἴ τίς τι ἔτεκεν, ἐκείνη ἐκείνου μήτηρ ἐστί. ψεῦδος δὲ τοῦτο· οὐ γὰρ ἡ ὄρνις ᾠοῦ ἐστι μήτηρ. |
| π 1573 | Πιθανώτατος. |
| π 1574 | Πιθανούς: τοὺς εὐπειθεῖς. Ξενοφῶν Κύρου παιδείᾳ· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι. ὥσπερ φοβερούς, τοὺς φοβουμένους Θουκυδίδης. Ἀπ‐ πιανός· ἕνα δ’ αὐτῶν πιστὸν καὶ πιθανὸν εἰς τὸ ἔργον, ἐντυχόντα τοῖς ὑπάτοις ἐν ἀπορρήτῳ πίστιν αἰτῆσαι. καὶ πιθανότητές τινες συνεκύρησαν ἐκ τῆς περιπετείας· ἃς οἱ Ῥωμαῖοι παρεπλάττοντο, φιλο‐ τιμότερον τοῦ δέοντος. καὶ αὖθις· διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπετὲς εἶναι τῷ πλήθει πιθανόν. ἀντὶ τοῦ ἐξάρχοντα. |
| π 1575 | Πιθήκειον βλέμμα: τὸ τοῦ πιθήκου. |
| π 1576 | Πιθηκισμοῖς περιελαύνεις: ἀντὶ τοῦ ἀπάταις καὶ κολα‐ κεύμασί με νικᾷς. ἢ μιμήμασιν· ὡς καὶ αὐτοῦ ταῦτα πεποιηκότος. |
| π 1577 | Πίθηκος τῇ γυναικί· ζήτει ἐν τῷ διαθήκην διαθώμεθα, ἣν διέθετο πίθηκος τῇ γυναικί. |
| π 1578 | Πίθηκος: ἡ μιμώ. Πίθηξ δὲ παρά τισιν ὁ βραχὺς ἀνθρωπίσκος. καὶ Διαπιθηκίσαι, διαπαῖξαι. ἀπὸ τῶν πιθήκων· φιλοπραγμονέστατον γὰρ τὸ ζῷον. καὶ παροιμία· ἄπληστος πίθος ὁ ἐν ᾅδου. ζήτει ἐν τῷ ἀπληστία. |
| π 1579 | Πίθηκος: ἡ μιμώ. Βάβριος· κερδὼ πιθήκῳ φησίν· ἣν ὁρᾷς στήλην, ἐμοὶ πατρῴη τ’ ἐστὶ κἔτι παππῴη. |
| π 1580 | Πίθηκος: τὸ ζῷον, ἡ μιμώ. παρὰ τὸ πιθῶ, πιθήσω· πείθει γὰρ ἡμᾶς. καὶ παροιμία· Γέρων πίθηκος οὐχ ἁλίσκεται. ἁλίσκεται μέν, μετὰ χρόνον δ’ ἁλίσκεται. ἐπὶ τῶν δυστυχη‐ σάντων. |
| π 1581 | Πίθηκος ἐν πορφύρᾳ: παροιμία. ὅτι οἱ φαῦλοι, κἂν καλοῖς περιβληθῶσιν, ὅμως δ’ οὖν διαφαίνονται πονηροὶ ὄντες. |
| π 1582 | Πίθηξ: ἡ μιμώ. |
| π 1583 | Πῖθι: ἀντὶ τοῦ πίε. |
| π 1584 | Πίθνης: ὄνομα κύριον. |
| π 1585 | Πίθος: ὄνομα κύριον, καὶ τὸ οἰνηρὸν ἀγγεῖον. |
| π 1586 | Πιθοῦ: περισπᾶται· ἔστι γὰρ βʹ ἀόριστος. τούτους Ἀττικοὶ περισπῶσι, καὶ ἡ χρῆσις ἠκολούθησε τῇ διαλέκτῳ· ἡ γὰρ ἀναλογία βαρύνει. πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ’ ἐμοῦ φράσω. |
| π 1587 | Πιθών: ὀξυτόνως, διὰ τοῦ ι· βʹ γάρ ἐστιν ἀόριστος· λάθρα γὰρ ἦλθεν ὁ πιθὼν τοὺς κυρίους. Ἀριστοφάνης. |
| π 1588 | Πιθῶνος: ὄνομα κύριον. |
| π 1589 | Πιθοίατο: πεισθεῖεν. |
| π 1590 | Πιθοιγία: ἡ τοῦ πίθου ἀνοιγή. |
| π 1591 | Πίθυλλος· οὗτος ἡδονικὸς ἦν, Τένθης καλούμενος· ὃς καὶ περιγλωττίδα ὑμενίνην ἐφόρει, προσελυτρῶν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις· καὶ δακτυλήθρας εἶχεν, ἤσθιε τὸ ὄψον, ἵν’ ὡς θερμότατον ἀναδιδῷ τῇ γλώττῃ. |
| π 1592 | Πικεντίνη: ὄνομα τόπου. |
| π 1593 | Πικῆνοι: ὄνομα ἔθνους. |
| π 1594 | Πίκτωρ ὁ καὶ Φάβιος. ζήτει ἐν τῷ Φάβιος. |
| π 1595 | Πιλᾶτος· οὗτος ἐπὶ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐν τῇ Ἰουδαίᾳ ὑπὸ Ῥωμαίων σταλεὶς ἦρχε· μετὰ δὲ τὴν τοῦ Χριστοῦ σταύρωσιν εἰκόνα τοῦ Καίσαρος καὶ προτομὰς νύκτωρ εἰς τὸ ἱερὸν ἀνέθηκεν· ὄρθρου δὲ γενομένου, Ἰουδαῖοι θεασάμενοι τοσοῦτον ἐτα‐ ράχθησαν, ὥστε Πιλᾶτον ἐκδειματῶσαι καὶ ταύτας μεταθεῖναι. καὶ δὴ τὸν Κορβωνᾶν τὸν ἱερὸν θησαυρὸν διαφθείρας αἴτιος ἀναιρέσεως πολ‐ λῆς καὶ συγχύσεως τοῖς Ἰουδαίοις μίσει τῷ πρὸς αὐτοὺς ἐγένετο· τὴν γὰρ ἐπανάστασιν αὐτῶν ὑφορώμενος, πρὸ τοῦ βήματος αὑτοῦ στρα‐ τιώτας παρέστησεν, ἔνδοθεν μὲν ὅπλα φοροῦντας, ἔξωθεν δὲ ἰδιωτικὴν ἐσθῆτα ἀνυπονόητον. ὡς οὖν ἐστασίασαν, ἐπαφῆκε τοὺς στρατιώτας αὐτοῖς, καὶ οἱ μὲν ξύλοις, οἱ δὲ λίθοις αὐτοὺς παίοντες, τραυματίας ἀπέλυσαν· τινὰς δὲ καὶ ἀπέκτειναν. πολλοὶ δὲ αὐτῶν τῶν Ἰουδαίων καὶ ὑπ’ ἀλλήλων ὠθούμενοι, συμπατηθέντες ἀπώλοντο. ἐμίχθη δὲ τὸ αἷμα αὐτῶν μετὰ τῶν θυσιῶν. ζήτει περὶ Πιλάτου πλατύτερον ἐν τῷ ὀνόματι Νέρωνος. |
| π 1596 | Πιληθέντα: πυκνωθέντα. σοὶ τὸν πιληθέντα δι’ εὐξάντου τριχὸς ἀμνοῦ, Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέταλον. |
| π 1597 | Πίλημα περίτροχον: περιφερὲς σκέπασμα. |
| π 1598 | Πιλήσεσι: πυκνώσεσι. τῶν ἀχθοφόρων ζῴων διὰ τὰς πι‐ λήσεις οὐ σθενόντων τὰ πρὸς ἐδωδὴν παράγειν. καὶ αὖθις· Εἰνο‐ δίη, σοὶ τόνδε φίλη ἀνεθήκατο κόρσης πῖλον. |
| π 1599 | Πιλία: τὰ κέντουκλα. |
| π 1600 | Πιλίδιον: τὸ καμηλαύκιον. |
| π 1601 | Πῖλος: τὸ κέντουκλον. |
| π 1602 | Πῖλος: κόσμος περικεφάλαιος, ὃν οἱ μὲν κυρβασίαν, οἱ δὲ τιάραν, ἄλλοι δὲ κίδαριν καλοῦσιν. ἔστι δὲ πῖλος καὶ τάγμα, πρῶτος πῖλος καλούμενος. |
| π 1603 | Πιλῶ: τὸ ὁμαλίζω. καὶ Πιλωτός. |
| π 1604 | Πίλοις: πιλητοῖς. καὶ Πίλημα λέγεται. φοροῦσι δὲ ἐπὶ ταῖς κεφαλαῖς θώρακας πιλητούς, ὧν τὰ κύτη ὑπάρχουσι στερρὰ διὰ τὴν χρηστότητα τῶν πιλημάτων. |
| π 1605 | Πιμελή: πάχος, λιπαρότης. Ἀππιανός· ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα καὶ πιμελής. ἀντὶ τοῦ λιπαρός. Πιμελὴ καὶ στέαρ διαφέρει, τῷ τὴν πιμελὴν ψυχο‐ μένην ἄπηκτον διαμένειν, τὸ δὲ στέαρ καὶ διαπήσσεσθαι, ὥστε καὶ θρύπτεσθαι. ἡ μὲν οὖν πιμελὴ ἄθραυστος· δι’ ὃ καὶ οἱ ζωμοὶ τῶν μὲν πιμελωδῶν οὐ πήσσονται, καθάπερ ὑὸς καὶ ἄρκτου καὶ τῶν ἄλ‐ λων· οἱ δὲ τῶν στεατωδῶν πήσσονται, ὡς βοός, αἰγός, προβάτων. |
| π 1606 | Πιμπλάνεται: πληροῦται. |
| π 1607 | Πίμπραται: καίεται, ἐμπυρίζεται. Ἀππιανός· ὁ Μάρκιος πιμπράμενος ἐπὶ Ῥωμαίοις, φυγὴν καταδικασθεὶς καὶ μικρὸν ἐς αὐτοὺς οὐδὲν ἐπινοῶν ἐς Βολούσκους ἐτράπετο. καὶ αὖθις· ὁ δὲ τὸν θυ‐ μὸν αὐτοῦ εἰδὼς πιμπράμενον. |
| π 1608 | Πῖνα: ὁ ἰχθύς. |
| π 1609 | Πινακηδόν· πινακηδὸν ἀποσπῶν. ὥσπερ πίνακας ἀπὸ πλοίων. πίνακες δὲ αἱ μεγάλαι σανίδες τῶν πλοίων. |
| π 1610 | Πινάκια: τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρονόμων. ἔοικε δὲ ταῦτα εἶναι χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ Περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς, ὅταν λέγῃ ὁ ῥήτωρ, μικρὸν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον· τυχὸν πινάκιον λέγει, εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα κατὰ τῶν εἰσαγγελλομένων. |
| π 1611 | Πινακίδιον: δέλτος, τιτλάριον, σχεδάριον. |
| π 1612 | Πινάκιον: πυξίον. οἱ δὲ ἄρχοντες περὶ μέσας νύκτας ἔφερον τὸ ἀπὸ τοῦ στρατηγοῦ πινάκιον. |
| π 1613 | Πινακίοις: ἔθος ἦν τοὺς ταξιάρχους διὰ κήρυκος ἀπαγγέλλειν τοῖς ἑαυτῶν στρατιώταις τὰ δεδογμένα, οἷον ποῦ δεῖ πορεύεσθαι, καὶ πόσων ἡμερῶν δεῖ σιτία προνοεῖσθαι. Ἀριστοφάνης Ὄρνισι· σκοπεῖν δ’, ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις. ἀπὸ μεταφορᾶς τῶν φυ‐ λετῶν, οἵτινες προγράφουσι τοὺς στρατιώτας ἐν πίνακι. |
| π 1614 | Πινακοπώλης: ὁ ὀρνεοπώλης. ὅτι τὰ λιπαρὰ τῶν ὀρνέων ἐπὶ πινάκων τιθέντες ἐπώλουν. ἢ πίναξ, εἶδος ὀρνέου. |
| π 1615 | Πίναξ: σανὶς ἐζωγραφημένη. |
| π 1616 | Πιναρά: εὐτελῆ, ῥυπαρά, ταπεινά. |
| π 1617 | Πίνδαρος, Θηβῶν, Σκοπελίνου υἱός, κατὰ δέ τινας Δαϊφάν‐ του· ὃ καὶ μᾶλλον ἀληθές· ὁ γὰρ Σκοπελίνου ἐστὶν ἀφανέστερος καὶ προσγενὴς Πινδάρου. τινὲς δὲ καὶ Παγωνίδου ἱστόρησαν αὐτόν. μα‐ θητὴς δὲ Μυρτίδος γυναικός, γεγονὼς κατὰ τὴν ξεʹ ὀλυμπιάδα καὶ κατὰ τὴν Ξέρξου στρατείαν ὢν ἐτῶν μʹ. καὶ ἀδελφὸς μὲν ἦν αὐτῷ ὄνομα Ἐρωτίων καὶ υἱὸς Διόφαντος, θυγατέρες δὲ Εὔμητις καὶ Πρω‐ τομάχη. καὶ συνέβη αὐτῷ τοῦ βίου τελευτὴ κατ’ εὐχάς· αἰτήσαντι γὰρ τὸ κάλλιστον αὐτῷ δοθῆναι τῶν ἐν τῷ βίῳ ἀθρόον αὐτὸν ἀποθανεῖν ἐν θεάτρῳ, ἀνακεκλιμένον εἰς τὰ τοῦ ἐρωμένου Θεοξένου αὐτοῦ γό‐ νατα, ἐτῶν νεʹ. ἔγραψε δὲ ἐν βιβλίοις ιζʹ Δωρίδι διαλέκτῳ ταῦτα· Ὀλυμπιονίκας, Πυθιονίκας, Προσόδια, Παρθένια, Ἐνθρονισμούς, Βακ‐ χικά, Δαφνηφορικά, Παιᾶνας, Ὑπορχήματα, Ὕμνους, Διθυράμβους, Σκολιά, Ἐγκώμια, Θρήνους, δράματα τραγικὰ ιζʹ, ἐπιγράμματα ἐπικὰ καὶ καταλογάδην παραινέσεις τοῖς Ἕλλησι, καὶ ἄλλα πλεῖστα. |
| π 1618 | Πίνδαρος, Σκοπελίνου, Θηβαῖος, καὶ αὐτὸς λυρικός, ἀνεψιὸς τοῦ προτέρου. |
| π 1619 | Περὶ Πινδάρου· ὅτι τὰς Θήβας τὴν πόλιν Ἀλέξανδρόν φα‐ σιν εἰς ἔδαφος κατασκάψαι καὶ πλὴν ἱερῶν τε καὶ ἱερέων τοὺς ἄλλους ἀνδραποδίσαι· καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπο‐ γόνους τοῦ Πινδάρου λέγουσιν ὅτι ἀπαθεῖς ἐφύλαξεν, αἰδοῖ τῇ Πιν‐ δάρου, ὡς φησὶν Ἀρριανὸς ὁ ἱστορικὸς ἐν τῇ αʹ Ἀναβάσει Ἀλεξάνδρου. |
| π 1620 | Πινόεσσα: ῥυπῶσα, αὐχμῶσα. θυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα, ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν, ὅτι Πελασγῶν οὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος. |
| π 1621 | Πίνος. ὁ δὲ ἦν καὶ λέγειν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. φησὶ Δαμάσκιος. |
| π 1622 | Πινοτήρης: ὁ τῆς πίνας φύλαξ. |
| π 1623 | Πίνω· αἰτιατικῇ. |
| π 1624 | Πινώδης: ἡ ῥυπαρά. |
| π 1625 | Πινύσκω: πινυτὸν ποιῶ. |
| π 1626 | Πινυτός: φρόνιμος. καὶ Πινυτόφρονος, ἐμμελοῦς συν‐ ετῆς. εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς ἤσκησεν, Μου‐ σῶν ἄμμιγα καὶ Χαρίτων. |
| π 1627 | Πιξώδαρος· ὅτι Δέξιππος Κῷος, ἰατρός, Ἱπποκράτους μαθητής, μετα‐ πεμφθεὶς ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βασιλέως ἰάσασθαι αὐτοῦ τοὺς παῖδας ἀπογνωσθέντας, Μαύσωλον καὶ Πιξώδαρον, ἐπὶ ὑποσχέσει ἰάσατο τοῦ παῦσαι τὸν πρὸς Κᾶρας τότε αὐτοῖς ἐνεστῶτα πόλεμον. |
| π 1628 | Πίομαι, Πίωμεν δέ. |
| π 1629 | Πιόμενον· μυελὸν πιεῖν. |
| π 1630 | Πίονα: εὐδαίμονα, λιπαράν, καὶ εὐτραφῆ. |
| π 1631 | Πίονται, Πίωσι: τὰ παθητικὰ διὰ τοῦ ο μικροῦ, τὰ δὲ ἐνερ‐ γητικὰ διὰ τοῦ ω μεγάλου. οἷον πίωμεν καὶ φάγωμεν. πίνοντες τοῦ ὕδατος. |
| π 1632 | Πιότατος ἄνεμος: θρεπτικὸς, αὐξητικός. ἐν Ἐπιγράμμασι τόνδ’ ἀνέθηκε τῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ. |
| π 1633 | Πίωρ· οὗτος μοναχὸς ὢν περιπατῶν ἤσθιε. πυθομένου δέ τινος, διατί οὕτως ἐσθίεις; οὐ βούλομαι, ἔφη, τῷ βρώματι ὡς ἔργῳ χρήσα‐ σθαι, ἀλλ’ ὡς παρέργῳ. πρὸς ἄλλον δὲ ἐρωτήσαντα ἀπεκρίνατο· ἵνα μὴ ἐν τῷ ἐσθίειν, φησίν, ἡδονῆς σωματικῆς αἰσθάνοιτο ἡ ψυχή. |
| π 1634 | Πιππίζουσι: κατὰ μίμησιν τῶν ὀρνέων πεποίηται ἡ λέξις. λέγεται δὲ καὶ τὸ ποτίζειν πιππίζειν. |
| π 1635 | Πίμπλαται καὶ Ὑποπίμπλαται· Ἐμπιπλᾷ δέ. |
| π 1636 | Πιπράσκω· γενικῇ. |
| π 1637 | Πίσσα: ὄνομα πόλεως. καὶ ἡ ἄσφαλτος. |
| π 1638 | Πίσεα: οἱ κάθυγροι τόποι. καὶ ἀγλαὰ πίσεα γαίης βόσκεο. καὶ Πισσαῖος, ὁ πολίτης. |
| π 1639 | Πισσεύς: ὄνομα κύριον. |
| π 1640 | Πισία: χώρα. |
| π 1641 | Πισίαν: τρία κνώδαλά φησιν Ἀριστοφάνης, Πισίαν, Ὀσφύωνα, Διϊτρεφῆ. |
| π 1642 | Πισίας: ὄνομα κύριον. ἦν δὲ προδότης. |
| π 1643 | Πισιδία: χώρα. ὁ δὲ Κῦρος ὡς ἐπὶ Πισίδας δῆθεν ἐπορεύετο, ἐφ’ οὓς στρατεύειν προεφασίσατο. |
| π 1644 | Πισινοῦς: πόλις. καὶ Πισινοῦντα, θηλυκόν. καὶ Πισι‐ νουνταῖος, ὁ πολίτης. |
| π 1645 | Πισός. καὶ Πινσός· Πεσὸς δὲ παρὰ Προκοπίῳ. |
| π 1646 | Πιστέον: δεῖ πιστεύειν. |
| π 1647 | Πιστεύω· δοτικῇ. |
| π 1648 | Πίστις: ἀδήλου πράγματος ἐλπίς. ἁμαρτάνουσι δὲ οἱ λέ‐ γοντες τῆς πίστεως τὴν ὑπόληψιν γένος. ἀκολουθεῖ μὲν γὰρ τῇ πίστει ἡ ὑπόληψις· ἡ γὰρ πίστις ὑπόληψις· ἀδύνατον γὰρ χωρὶς ὑπο‐ λήψεως πίστιν γίνεσθαι. οὐ μὴν γένος οἷόν τε τῆς πίστεως τὴν ὑπό‐ ληψιν εἶναι· ἐνδέχεται γὰρ τὴν αὐτὴν ὑπόληψιν ἔχοντα ποτὲ μὲν πιστεύειν, ποτὲ δὲ οὔ. ὃ ἀδύνατον ἐπὶ τοῦ γένους· ἀδύνατον γὰρ τὸ αὐτὸ ζῷον ποτὲ μὲν ἄνθρωπον εἶναι, ποτὲ δὲ μή, καὶ τὸ αὐτὸ χρῶμα ποτὲ μὲν λευκὸν εἶναι, ποτὲ δὲ μή· μεταβάλλων γὰρ ὁ ἄνθρωπος οὐδὲ ζῷόν ἐστιν. ὥστε οὐδὲ ἡ ὑπόληψις ἡ αὐτὴ μένοι ἄν, οὐ μετὰ πίστεως οὖσα. καὶ πιστευομένη γὰρ ἔτι ἡ ὑπόληψις μένει· οὐ γὰρ κεκώλυταί τις τὴν αὐτὴν περί τινος ὑπόληψιν ἔχων, ποτὲ μὲν πιστεύειν αὐτῇ, ποτὲ δὲ μή. οἷον ὑπόληψιν ἔχων περὶ ψυχῆς, ὅτι ἀθάνατος, οὐ κεκώ‐ λυται ὕστερον διά τινας λόγους μὴ πιστεύειν. |
| π 1649 | Πίστις· ὅτι ἁμάρτημά ἐστι τὸ τὴν πίστιν ἀποδοῦναι σφοδρό‐ τητα ὑπολήψεως. καὶ γὰρ οὕτως ὁριζόμενος γένος μὲν λαμβάνει τὴν σφοδρότητα, διαφορὰν δὲ τὴν ὑπόληψιν· ἔχει δὲ ἔμπαλιν· τῆς γὰρ ὑπολήψεως γένους οὔσης, ἡ σφοδρότης ἐστὶ διαφορά· τῶν γὰρ ὑπο‐ λήψεων αἱ μέν εἰσι σφοδραί, αἱ δὲ μέτριαι· αὗται γὰρ ὑπολήψεων διαφοραί. καὶ ἔστιν ἡ πίστις ὑπόληψις σφοδρά. |
| π 1650 | Περὶ πίστεως· πίστιν μόνην ὁρίζομεν εἶναι ἀληθῆ καὶ καθαρω‐ τάτην, τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τὴν μίαν θεότητά τε καὶ κυριότητα, πάντων ὁρατῶν τε καὶ ἀοράτων δημιουργὸν καὶ βασιλίδα πάσης φαινομένης καὶ νοουμένης κτίσεως. καθ’ ἣν ἓν τὰ τρία νοούμενα σέβομεν καὶ τὸ ἓν ἐν τοῖς τρισὶ θεωρούμενον προσκυνοῦμεν, ὧν τὸ μὲν τῇ οὐσίᾳ γνωρίζεται, τὸ δὲ ταῖς ὑποστάσεσι καταγγέλλεται, μηδὲν τούτων ἐλαττοῦντες μηδὲ ὑπερτιθέντες, ἀλλ’ ἑνοῦντες μὲν τῇ οὐσίᾳ, ὥσπερ δὴ καὶ ἀξίᾳ καὶ ὁμοτιμίᾳ καὶ δόξῃ, διαιροῦντες δὲ ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις, καὶ ἰδιότησιν, ἑκάστης τούτων οὐσιω‐ δῶς ὑφεστώσης, ἐν ὑπάρξει ἰδίᾳ ἀμερίστως νοουμένης· ὅπερ παράδοξον· καὶ εἰδότες τὸν μὲν αἴτιον καὶ γεννήτορα καὶ προβολέα τὸν πατέρα, ἄναρχον καὶ ἀναίτιον, ἄχρονον καὶ ἀΐδιον· τὸ δὲ γέννημα καὶ υἱὸν τῷ πατρὶ συνάναρχον καὶ συναΐδιον, ἀναλλοίωτον καὶ ἀπαθῆ καὶ ἄρ‐ ρουν, ἐκ πατρὸς τὴν γέννησιν ἔχοντα, πρὸς αἴτιον δὲ καὶ ἀρχὴν τὸν πατέρα ἀναφερόμενον· τὸ δὲ ἐκπόρευμα, ἤτοι ἐκπορευτόν, καὶ ἁγι‐ αστικὴν δύναμιν, τὸ πνεῦμα τὸ ἅγιον ἀχρόνως ἀεὶ ἐκ πατρὸς προϊόν, οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς ἔχον τὴν πρόοδον, πατρὶ καὶ υἱῷ συνυπάρχον ἀϊδίως, συμπροσκυνούμενόν τε ὡς σύνθρονον καὶ ὁμότιμον καὶ ὁμόδοξον καὶ ὁμόθεον· δι’ οὗ καὶ ἀγγέλοις καὶ ἀνθρώποις καὶ πάσῃ λογικῇ φύσει τὰ θεῖα προχεῖται χαρίσματα. καὶ οὕτω τῆς τρισσο‐ φαοῦς θεαρχίας τὸ ἀπρόσιτον ἡμῖν καὶ ἀειλαμπὲς ἐναστράπτει σέλας. ἐξ ὧν καὶ τὸ ταὐτὸν καὶ ἑνιαῖον τῆς οὐσίας πιστεύεται καὶ τὸ τρισσὸν τῶν προσώπων δοξάζεται, τῶν συγχεόντων δὲ καὶ διαιρούντων τὰ συγχύσεως καὶ διαιρέσεως ἀνεπίδεκτα ἡ ἀθεΐα καὶ ἀτοπία καταβέβλη‐ ται καὶ κατήργηται. |
| π 1651 | Πιστός: ὁ εὐσεβής. |
| π 1652 | Πιστότης· τοσοῦτον αὐτοῖς ἐνεποίει τῆς βεβαίας ἐλπίδος ἡ τοῦ Μαρκελλίνου περὶ τὰ θεῖα πιστότης. καὶ Πιστεύοντες, ἀντὶ τοῦ θαρροῦντες. ὅτι λέγεται καὶ πιστότης. πάντως δὲ ἐπιτη‐ δεία ἐξ αὐτῆς τῆς συμβάσεως τὴν πιστότητα. |
| π 1653 | Πιστωσάμενος: πίστεις καὶ συνθήκας ποιησάμενος. τὸν δὲ ὁ Σωσίβιος διὰ πλειόνων λόγων πιστωσάμενος καὶ παρασκευάσας εὔνουν ἑαυτῷ. |
| π 1654 | Πιστώσαντες αὐτὸν τοῖς ὅρκοις: ἀντὶ τοῦ ὅρκον ἐξ αὐτοῦ λαβόντες. ὅταν γὰρ λέγωμεν, πιστῶ σε ὅρκῳ, ἀντὶ τοῦ ὅρκον ἐκ σοῦ λαμβάνω· πιστοῦμαί σε δὲ ὅρκῳ, ἀντὶ τοῦ ὅρκον σοι δίδωμι. |
| π 1655 | Πίστρα: ἡ ποτίστρα. |
| π 1656 | Πίσυνος: πεπιστευκώς, τεθαρρηκώς. |
| π 1657 | Πίττα. τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύνοντας ἐς τὸ ἀρχαῖόν τε καθισταμένους πάντα. ὅθεν παλαῖστραί τε ἀνήβησαν καὶ σπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο ἡ Λακεδαίμων ἑαυτῇ ὁμοία. |
| π 1658 | Πιττάκειον: μετουσιαστικῶς. τὸ τοῦ Πιττακοῦ. καὶ Σίμων φησί· ἄνδρ’ ἀγαθὸν ἀλαθέα γενέσθαι χαλεπόν, τὸ Πιττάκειον. εἴρηκε γὰρ ὁ Πιττακός· χαλεπὸν ἐσθλὸν ἔμμεναι. |
| π 1659 | Πιττακός, Μιτυληναῖος, υἱὸς Καϊκοῦ ἢ Ὑρραδίου Θρᾳκός, μη‐ τρὸς δὲ Λεσβίας. οὗτος γέγονε κατὰ τὴν λβʹ ὀλυμπιάδα, εἷς καὶ αὐτὸς τῶν ζʹ σοφῶν. ἔγραψε νόμους καὶ τῇ μβʹ ὀλυμπιάδι Μέλαγχρον τὸν τύραννον Μιτυλήνης ἀνεῖλε καὶ Φρύνωνα στρατηγὸν Ἀθηναίων πολε‐ μοῦντα ὑπὲρ τοῦ Σιγείου μονομαχῶν ἀπέκτεινε, δικτύῳ περιβαλὼν αὐτόν. γηραιὸς δὲ ἀναγκαζόμενος στρατηγεῖν ἔφη· ὡς χαλεπὸν ἐσθλὸν ἔμμεναι. τούτου ἀπόφθεγμα, καιρὸν γνῶθι. ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη χʹ, καὶ ὑπὲρ νόμων καταλογάδην. |
| π 1660 | Πιττακός. καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ. |
| π 1661 | Πιταναῖος. |
| π 1662 | Πιτηρούμ: ὄνομα κύριον. |
| π 1663 | Πιτθεύς, Πιτθέως. δῆμος τῆς Κεκροπίδος ἡ Πιτθίς. |
| π 1664 | Πιτθείδης: πατρωνυμικόν. καὶ Πιτθῆος. |
| π 1665 | Πίτνα: ἐξέτεινε. |
| π 1666 | Πιττουμένων: τὰ σκέλη ἀλειφομένων. |
| π 1667 | Πιτυάνη: ἀσκὸς μικρός. |
| π 1668 | Πιτυάνη εἰμί: αὕτη παρ’ Ἀλκαίῳ κεῖται. λέγεται καὶ κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων ἅμα καὶ εὐπραξίαις, παρόσον καὶ τῇ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα, ὧν καὶ Ἑλλάνικος μέμνηται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισθῆναι καὶ πάλιν ὑπὸ Ἐρυ‐ θραίων ἐλευθερωθῆναι. |
| π 1669 | Πίτυλος: κτυπητής, φαντασιοσκόπος. καὶ Πιτυλεύσας παρ’ Ἀριστοφάνει. καὶ Πιτυλίζω, ῥῆμα. οἷον ἔστιν ἰχθύων γέ‐ νεσιν ἰδεῖν ἐν κολύμβοις πιτυλίζουσαν. |
| π 1670 | Πιτυοῦς: πολίχνιον ἐν πέρατι μὲν θαλάττης τῆς Ποντικῆς κατὰ δεξιὰν κείμενον, τέλος δὲ καὶ τῆς Ῥωμαίων ἀρχῆς γινόμενον, βαρβάροις καὶ ὠμοῖς ἔθνεσι συνάπτον. |
| π 1671 | Πίτυς: εἶδος δένδρου κωνοφόρου, ἡ παρ’ ἡμῖν στροβιλέα. Ξενοφῶν· χωρίον πίτυσι διαλειπούσαις μεγάλαις, ἀνθ’ ὧν ἑστηκότες ἄνδρες τὶ ἂν πάθοιεν. καὶ Πιτύστεπτος, ὁ Πάν. Πανὸς τει‐ χήεσσα πιτυστέπτοιο καλιή. |
| π 1672 | Πίφλιξ: εἶδος ὄρνιθος. |
| π 1673 | Πλαγάς· Ἠλέκτρα· θρηνοῦσα γὰρ ἔτυπτε τὸ στῆθος πρὸς ἕκαστον Ἠλέκτρα. πολλὰς δ’ ἀντήρεις ᾔσθου στέρνων πλαγὰς αἱμασσομένων. |
| π 1674 | Πλαγία φάλαγξ: ἥτις ἔχει τὸ μῆκος τοῦ βάθους πολλα‐ πλάσιον. |
| π 1675 | Πλαγίως: δολίως. |
| π 1676 | Πλαγκτή: ἡ πλανωμένη. |
| π 1677 | Πλαγγόνων· τὰ μειράκια θρυπτόμενα παρὰ ταῖς τίτθαις στωμύλλεσθαι καὶ λέγειν περὶ κρόκης καὶ στημόνων καὶ πλαγγόνων ἐάσωμεν. |
| π 1678 | Πλαγωνεία. |
| π 1679 | Πλαδαρόν: χαῦνον, ὑγρόν. πλάδας γὰρ καὶ πλαδώσεις. καὶ Πλαδαρώματα. καὶ Πλαδῶσιν, ὑγροῖς, χαύνοις, ἀσθενέσιν. οὐ γὰρ ἔτι ὀρέγεσθαι τροφῆς, πλαδῶντος αὐτῷ τοῦ στομάχου. τουτέστιν ὑγροῦ καὶ ἀσθενοῦς ὄντος. οὕτω φησὶ Δαμάσκιος. καὶ αὖθις Πολύ‐ βιος· τὰ μὲν ἄλλα καλῶς ἔχειν αὐτῷ πρὸς τὴν χρείαν, τὸ δὲ δόρυ πλαδαρὸν εἶναι. καὶ Πλαδόωσαν. |
| π 1680 | Πλαδδιεῖν: παραφρονεῖν, πολεμεῖν, πλησιάζειν. |
| π 1681 | Πλάζοντος: ἀποπλανῶντος. πλάζοντος τοῦ δέους τὰς ὄψεις. |
| π 1682 | Πλάθειν: πλησιάζειν. τὰ δὲ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλά‐ θειν. προσπελάζειν. τουτέστιν οὐχ οἷόντε σε ἐρίζειν τοῖς δυνατοῖς. |
| π 1683 | Πλακιάδαι: δῆμος τῆς Ἀττικῆς· ἔνθα ῥαφανίδες μεγάλαι γίνονται. |
| π 1684 | Πλακίδας: ὄνομα κύριον. |
| π 1685 | Πλακίλλα, γαμετὴ Θεοδοσίου τοῦ μεγάλου· ἥτις εὐσεβὴς καὶ φιλόπτωχος ἦν καὶ δι’ ἑαυτῆς τοῖς νοσοῦσι καὶ τοῖς λελωβημένοις ὑπηρέτει. πρώτη δὲ τοῦ ἀνδρὸς ἐτελεύτησεν. ἔδειξε δὲ μάλιστα τὸ περὶ αὐτὴν τοῦ βασιλέως φιλόστοργον ἡ ὀργὴ τοῦ βασιλέως, ἣν κατὰ Ἀντιοχέων ὠργίσθη, δι’ ἣν κατέαξαν σύραντες τὴν στήλην, ἀγανακ‐ τοῦντες, δι’ ὧν ἐπέθηκε τέλη δημόσια ὁ βασιλεὺς ταῖς πόλεσι προ‐ φάσει τῶν συνεχῶν πολέμων. ὅτε καὶ ὁ Χρυσόστομος τοὺς Ἀνδριάντας ἔγραψε. |
| π 1686 | Πλακόεις. καὶ τὸν πλακόεντα πίον τυροφόρον. |
| π 1687 | Πλάνη: ἡ τοῦ σκοποῦ ἀπότευξις. |
| π 1688 | Πλάνης· πλάνητος. ὥσπερ πλάνης ἄνθρωπος κατὰ βίου πρό‐ φασιν πορευόμενος. ἀντὶ τοῦ πλανήτης. |
| π 1689 | Πλανήτης: ξένος. καὶ Πλανῆτες, οἱ τῇδε κἀκεῖσε περι‐ νοστοῦντες. ὁ Ἡράκλειος ὁ βασιλεὺς λειποταξίου ποινὰς τοὺς πλα‐ νήτας τῆς Ῥωμαϊκῆς δυνάμεως εἰσεπράττετο· καὶ ὅσοι τῷ πόνῳ χαίρειν εἰπόντες τηνάλλως δεῦρο κἀκεῖσε περιενόστουν, βασάνοις ἐπὶ σωφρο‐ σύνῃ μετήγοντο. Πλανῆτις δὲ θηλυκὸν διὰ τοῦ ι. ζήτει περὶ πλανήτων ἀστέρων ἐν τῷ φαιόν. |
| π 1690 | Πλανῶ· αἰτιατικῇ. |
| π 1691 | Πλανύττομεν: πλανώμεθα. κωμικῶς παρῆκται. Ἀριστοφάνης Ὄρνισι. |
| π 1692 | Πλαξίν· ὅτι ἐν ταῖς θεογράφοις πλαξὶ ταῦτα ἦν γεγραμμένα· ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. αʹ· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. βʹ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς, οὐδ’ οὐ μὴ λατρεύσεις αὐτοῖς. γʹ· οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. δʹ· μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. εʹ· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γέ‐ νηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. ϛʹ· οὐ μοιχεύσεις. ζʹ· οὐ κλέψεις. ηʹ· οὐ φονεύσεις. θʹ· οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου ψευδομαρτυρία. ιʹ· οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὐδὲ τὸν ἀγρὸν τοῦ πλη‐ σίον σου οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὸν βοῦν αὐτοῦ οὐδὲ τὴν παι‐ δίσκην αὐτοῦ οὔτε τὸ ὑποζύγιον αὐτοῦ οὔθ’ ὅσα τῷ πλησίον σου ἐστίν. |
| π 1693 | Πλάσις: ἀνάμιξις, ἐκτύπωμα, μάλθαξις. καὶ παροιμία· Κηροῦ εὐπλαστότερος. ἐπὶ τῶν εὐχερῶς τι ἀντιλαμβανομένων. |
| π 1694 | Πλάσμα. |
| π 1695 | Πλάστιγξ: τοῦ ζυγοῦ τὸ ἀντίρροπον. καὶ τὸ κατηρτημένον τοῦ ζυγοῦ μέρος, ᾧ ἐπεντίθενται τὰ ζυγά. ἅμα τοῖς τῶν πλαστίγ‐ γων ἐπιστάταις ἀποκατέστησε τοῖς Πέρσαις τὰ χρήματα. |
| π 1696 | Πλάστιγξ: τὸ κοῖλον τοῦ κοττάβου, καὶ τοῦ ζυγοῦ. ὅτι Ὅμηρος εἰς τὴν αὐτὴν τίθησι πλάστιγγα τῇ μανίᾳ τὴν μέθην λέγων, Αἰνεία, Τρώων βουληφόρε, ποῦ τοι ἀπειλαί, ἃς Τρώων βασιλεῦσιν ὑπέσχεο οἰνοποτάζων; |
| π 1697 | Πλαταγή: εἶδος ὀργάνου, ἦχον καὶ ψόφον ἀποτελοῦντος. ὁ δὲ πλαταγὴν χαλκευσάμενος ἐπλατάγει. |
| π 1698 | Πλαταγώνιον: τὸ μηδέν. κυρίως δὲ τὸ τῆς μήκωνος φύλλον, καὶ τὸ τῆς ἀνεμώνης. ἀπὸ τοῦ πλατάσσειν, τουτέστιν ἠχεῖν. κατα‐ χρηστικῶς δὲ ᾡτινιοῦν πλάτος ἔχοντι. ὅθεν καὶ ἡ πλαταγή. ἐσημει‐ οῦντο δὲ ἀπ’ αὐτοῦ τὴν τῶν ἐρωμένων στοργήν, τιθέντες ἐπί τε τοῦ ἀντίχειρος καὶ τοῦ λιχανοῦ καὶ ἀντικόπτοντες. καὶ εἰ μὲν ἤχησεν, ἐστέργοντο· εἰ δὲ μή, τὸ ἀνάπαλιν. |
| π 1699 | Πλαταμῶνος: ὄνομα τόπου. |
| π 1700 | Πλαταιά: πόλις. καὶ Πλάταιαν, ὄνομα πόλεως. |
| π 1701 | Πλαταιεύς· καὶ Πλαταιέα ναῦς. καὶ Πλαταιεῖς, ἐθνικόν. |
| π 1702 | Πλάτη: κώπη, πλάτη, καὶ εἶδος πλοίου. ὥσπερ Παλαμήδης τὰς πλάτας ῥίψω γράφων Ναυπλίῳ. |
| π 1703 | Πλάτη: πλοῖον. πλάτην μυριοφόρον, πύργοις τε καὶ περι‐ φράγμασι παντοίοις κοσμήσας ἄνωθεν, κατὰ ῥεῦμα ἀφίησι. |
| π 1704 | Πλατιάζειν: ἀλαζονεύεσθαι. |
| π 1705 | Πλάτις: ἡ γυνή. παρὰ τὸ πελάζειν τῷ ἀνδρὶ κατὰ τὴν κοί‐ την. Ἀριστοφάνης Ἀχαρνεῦσι· καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι. |
| π 1706 | Πλάττω· αἰτιατικῇ. |
| π 1707 | Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σό‐ λων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπι‐ φανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρί‐ στωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κλη‐ θῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυ‐ σίους· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ δι‐ εδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϛʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτι‐ κοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. |
| π 1708 | Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀρι‐ στοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφ’ ἱέρων, Γρῦπες, Δαίδαλος, Ἑορταί, Ἑλλὰς ἢ Νῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, Λάκωνες ἢ Ποιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, Ξάν‐ ται ἢ Κέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμ‐ πρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα. |
| π 1709 | Πλάτων ὁ φιλόσοφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσο‐ δος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσο‐ φοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. ὅτι ὁ Πλάτων ἐν Νόμοις φησὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέσποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις. οὐ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλ‐ κειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν. ὁ αὐτὸς Πλάτων φησὶ θεολο‐ γῶν· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον μὲν καὶ ἀπογινό‐ μενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς· λέγο‐ μεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται. τὸ δὲ ἔστι μόνον κατὰ τὸν ἀλη‐ θινὸν λόγον προσήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον χρὴ λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώσεις πολλὰς ὑποδεχό‐ μενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸς Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι καί γε λεκτέον αἴτιος τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιος. ὁ αὐτὸς ἐν τοῖς Νόμοις δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φη‐ σίν· ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων εὐθέα περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σωμάτων εὐμορ‐ φίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, κατα‐ λείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι τοιούτους ἄλλους λαβών, σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸς ἐν τῷ Γοργίᾳ καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βελτίων γίνεσθαι καί τι τῷ ὄντι ὀνίνασθαι ἢ παρά‐ δειγμα ἄλλοις γίγνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβού‐ μενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾅδου. οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γέ‐ νωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς τοιαύτας ἁμαρτίας ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικε σεσυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωσέως ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα (ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον), ἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα καθάπερ αἱ πόλεις τρέφουσι τοὺς δημίους, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν τὴν προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸς περὶ τῶν λήξεων καὶ ἀποκληρώσεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί φησιν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδην ἀφικόμενος, ἐν βορβόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖ μεταχωρήσας μετὰ θεῶν οἰκήσει. καὶ αὖθις· τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νή‐ σους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε. |
| π 1710 | Πλάτωνος· φυλάττει. |
| π 1711 | Πλατώνειος λόγος: ὁ τοῦ Πλάτωνος. |
| π 1712 | Πλατυγίζει: τοῖς πτεροῖς κρούει. πλατυγίζῃ καὶ θαλαττο‐ κοπεῖς. ἄμφω μεγαλορρημοσύνης ῥήματα. ἀντὶ τοῦ πλατύνῃ καὶ ἀλα‐ ζονεύῃ. ἀπὸ τοῦ πλατυτέρου μέρους τῆς κώπης, ὃ τῇ θαλάττῃ μᾶλλον προσερείδει καὶ τύπτον τὸ ὕδωρ τῇ εἰρεσίᾳ κτύπον ἀπεργάζεται, ἡ μεταφορά. κυρίως δὲ πλατυγίζειν ἐστὶ τὸ ἐπιτιθέναι τὸ πλαταγώνιον τῇ ἀριστερᾷ χειρὶ καὶ παίειν τῇ δεξιᾷ καὶ ἦχον ἀποτελεῖν. |
| π 1713 | Πλατύνω· αἰτιατικῇ· πλάτυνον τὸ στόμα σου. δοτικῇ δέ· πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ. |
| π 1714 | Πλατύπιλος κυνῆ περικεφαλαία Θεσσαλίς· περὶ πίλου λέγει. |
| π 1715 | Πλαίσιον: τετράγωνος τάξις στρατεύματος. καὶ τὸ ἐκ ξύλων τετραγώνων πῆγμα, ὅ τινες πλινθίον καλοῦσιν. ὁπόταν πρὸς πά‐ σας τὰς πλευρὰς παρατάξηταί τις ἑτερομήκει σχήματι. [Omitted graphic marker] |
| π 1716 | Πλαίσια σύμπτυκτα: τὰ τῶν ξύλων τετράγωνα, ὥσπερ πλιν‐ θία, ἐν οἷς πλινθεύουσι σύμμικτα πρὸς οὐδέν, ἀλλ’ οἷον περιττὰ καὶ σοφά. |
| π 1717 | Πλέα: πλήρη, πεπληρωμένη. ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών. περὶ κύλικός φησιν· ἐπειδὴ μεγάλη ἦν καὶ πλέα. |
| π 1718 | Πλέας: πλείους. |
| π 1719 | Πλέθρα: μέτρα γῆς, ἤγουν ἄρουραι. ἢ τοὺς διύγρους τόπους καὶ βοτανώδεις. ἔχει δὲ τὸ πλέθρον πήχεις ξηʹ δίμοιρον. |
| π 1720 | Πλέθρον: τὸ τοῦ σταδίου ἕκτον μέρος, ὅπερ ἐστὶ πηχῶν ξηʹ· ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρακοσίων. ἢ πανταχόθεν ἔχον πόδας ληʹ. καὶ Πλεθριαῖον διάστημα. ὅτι τὸ πλέθρον ἔχει πόδας ρʹ. Ξενοφῶν φησι πλεθριαίους φοίνικας φύεσθαι ἐν Βαβυλῶνι ἢ καὶ μεί‐ ζονας. σταδίου πηχῶν υʹ. ὅτι ἐξέδωκεν ἡ πόλις Ἀθηναίων τὰς θυγατέρας Ἀριστείδου, καὶ Λυσιμάχῳ τῷ παιδὶ βʹ δραχμὰς τῆς ἡμέρας ἐδίδου καὶ γῆς πεφυτευμένης ἐδωρήσατο νʹ πλέθρα καὶ ἀροσίμης ρʹ. |
| π 1721 | Πλέκος: τὸ πλέγμα. τὸ πεπλεγμένον σπυρίδιον. ὡς ἀπὸ τοῦ βλέπω βλέπος, οὐδετέρως, καὶ ἀπὸ τοῦ ῥέω ῥέος. Αἰσχύλος· ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος. οὕτως καὶ πλέκος. Ἀριστοφάνης· ἀπέπτυστ’ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος. καὶ αὖθις· τί δ’, ὦ τάλας γε, τοῦδ’ ἔχῃ πλέκους χρέος; |
| π 1722 | Πλεκοῦν: τὸ συνουσιάζειν. παρὰ τὸ πλέκεσθαι. στύοιντ’ ἂν ἄνδρες κἀπιθυμοῖεν πλεκοῦν. |
| π 1723 | Πλέκω· αἰτιατικῇ. ὅτι τὸ πλέκειν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν, οὐχ ὡς προηγουμένως τούτου σημαινομένου, ἀλλ’ ὁμοίως πολλοῖς συμβολικοῖς σωματο‐ ποιοῦντες, καὶ μάλιστα ἐν οἷς τὸ εὐθυρρημονεῖν ἐνίσταται. Ἀριστοφάνης Πλούτῳ· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων. |
| π 1724 | Πλεονεκτῶ: τὸ πλέον ἔχω· γενικῇ· καὶ τῶν Θουκυδίδου λόγων πλεονεκ‐ τεῖ. πλεονεκτῶ δὲ τὸ ἀδικῶ· αἰτιατικῇ. ὡς τό, πλεονεκτεῖ ἡμᾶς ὁ διάβολος. |
| π 1725 | Πλεονεξία: ἡ ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβη παρὰ τῷ Ἀποστόλῳ. παρὰ δὲ Διονυσίῳ Ἁλικαρνασεῖ πλεονεξία, ἡ νίκη. οὔθ’ ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφε‐ τερίσασθαι ἤθελον οἱ στρατιῶται. |
| π 1726 | Πλεονεξία: παρὰ τοῖς ῥήτορσιν οὐ μόνον ἐπὶ τῶν παρὰ τὸ δίκαιον ἀξιούντων πλέον ἔχειν καὶ τὸ πλεονεκτεῖν, ἀλλὰ καὶ ἐπὶ τοῦ βελτίονος ἑκάτερον αὐτῶν ἔταξαν, ὅταν τοῦ ἀγαθοῦ πλέον ἔχῃ τις ἑτέρων. Σοφοκλῆς· ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερ‐ φέρουσα τῷ πολυζήλῳ βίῳ ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται. |
| π 1727 | Πλεῦνος: ἀντὶ τοῦ πλείονος. Ἡρόδοτος· ὡς δὲ τοῦ πλεῦνός τε ἐδέετο ἡ πολιορκίη, ἀπηλλάσσοντο. |
| π 1728 | Πλευρῖτις: νόσος. |
| π 1729 | Πλειάς: τὸ ἑξάστερον. |
| π 1730 | Πλεῖαι: αἱ πεπληρωμέναι. |
| π 1731 | Πλεῖν: πλέειν. |
| π 1732 | Πλεῖν: πλέον. Ἀριστοφάνης· καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ’ ἄξιον στατήρων. καὶ αὖθις· ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. καὶ αὖθις· πολὺ γὰρ ἐμμελέστερον, χέσαι πλεῖν ἢ λʹ ἡμέρας. καὶ αὖθις· πλεῖν ἢ σταδίῳ λαλίστερα Εὐριπίδης. ἀντὶ τοῦ πλέον φλυαρώτερα· ὡς ἐπὶ δρόμου. Ἀριστοφάνης· ἔτ’ ἔστ’ ἐνθάδε μειρακύλλια τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια. καὶ αὖθις· πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. |
| π 1733 | Πλεῖν ἢ ’νιαυτῷ πρεσβύτερος ἀπέρχομαι: παρὰ τὸ Ὁμηρικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. καί, ἐν ὠμῷ γήραϊ θῆκε. διὰ τὴν ἀηδίαν οὖν γηράσκω φησὶν Ἀριστοφάνης· ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ ἐνιαυτῷ πρεσβύτερος ἀπέρ‐ χομαι. |
| π 1734 | Πλείονος: πλειοτέρου. |
| π 1735 | Πλειόνων: τῶν νεκρῶν. ἡ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων. |
| π 1736 | Πλειών, πλειῶνος: ὁ ἐνιαυτός. ἀπὸ τοῦ ἐν αὐτῷ πληροῦσθαι τοὺς καιρούς. ἐκ πολλοῦ πλειῶνος. ἐκ πολλοῦ χρόνου. |
| π 1737 | Πλεισθένης. |
| π 1738 | Πλειστηριάσας: πλείονος πωλήσας, οὗ ὠνήσατο. ἐποίει δὲ τοῦτο καὶ μετάμελος προσεποιεῖτο γεγονέναι, πλειστηριάζων αὐτούς. καὶ Πλειστηριάσαντες, ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πιπρασκομένων. οὕτως Λυσίας καὶ Πλάτων ὁ κωμικός. Πλειστο‐ βολεῖν λέγουσιν, ὡς ἡμεῖς, Ἀττικοί. |
| π 1739 | Πλειστοδόκεια: ἡ πλείστη δόκησις. |
| π 1740 | Πλεῖστον ὅσον: πολύ. |
| π 1741 | Πλειστώναξ: ὄνομα κύριον. |
| π 1742 | Πλείτω· οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει, ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας. |
| π 1743 | Πληγαί· ὅτι ἐν μʹ ἡμέραις γεγόνασιν αἱ κατ’ Αἴγυπτον πληγαί. |
| π 1744 | Πλῆθος: παρὰ Θουκυδίδῃ καὶ ἐπ’ ὀλίγων λέγεται. |
| π 1745 | Πλήθουσα ἀγορά: ὥρα τρίτη. ἠκροβολίζοντο περὶ πλή‐ θουσαν ἀγοράν. λέγεται καί· πληθυούσης ἀγορᾶς ἐν μέσῳ στὰς εἶπε. |
| π 1746 | Πλήθω· γενικῇ. |
| π 1747 | Πληθώρα: ἡ πλησμονή. καί, πληθωρεῖται (πληθύνεται) ὁ Νεῖλος. |
| π 1748 | Πληθύουσιν: αὐξάνουσι, πλεονάζουσι. χρόνῳ δὲ ὕστερον πλη‐ θύουσι τοῖς Μινύαις εἰς ὕβριν ἐχώρουν βασιλείας τε ἀντεποιοῦντο. καί ς’ ὁ πληθύων χρόνος γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν. |
| π 1749 | Πληϊάς: τὸ ἄστρον. |
| π 1750 | Πλῆκται: πολεμικοί. εἰσὶ δὲ πλῆκται ἀγαθοὶ καὶ παρὰ Βακ‐ χαίοις. |
| π 1751 | Πληκτηρίζω. |
| π 1752 | Πλῆκτρον: ὅπερ περιετίθεσαν τοῖς ἀλεκτρυόσι χαλκοῦν ἐν τῷ μάχεσθαι. καὶ παροιμία· αἶρε πλῆκτρον ἀμυντήριον· κἀκεῖνοι γὰρ ἔχουσι πλῆκτρα, οἷς μάχονται. πλῆκτρα οὖν τὰ ἐμβαλλόμενα χαλκᾶ τοῖς ἀλεκτρυόσι. |
| π 1753 | Πλημμέλεια. |
| π 1754 | Πλημμελεῖν: τὸ ἀτακτεῖν, καὶ ὑβρίζειν, καὶ ῥᾳθυμεῖν. καὶ πλημμελές, τὸ ἐκμελές, καὶ ῥᾴθυμον, καὶ ἀπαίδευτον. Λύσις· τὸ δὲ ἄχρηστον φίλον ὁμολογεῖν πλημμελές. πλημμελῶς ἂν δόξειε λέγειν. ὁ δὲ διὰ τὸ οἰκεῖον πλημμέλημα ὑπ’ ἐμοῦ παυθήσεται τῆς ἀρχῆς. τουτέστι πταῖσμα. τὸν δὲ κεκτημένον τὸ νωτοφόρον ζῷον ὀπίσω τραπέσθαι ἐκέλευον καὶ ἐπανορθοῦσθαι τοῦ πλημμελήματος. |
| π 1755 | Πλήμη: ἡ πλημμύρα τῆς θαλάσσης. καὶ Πλημμυρίς, ἡ ταραχή. |
| π 1756 | Πλῆμναι: αἱ χοινικίδες τοῦ ἅρματος. |
| π 1757 | Πλήν: ἐπίρρημα. |
| π 1758 | Πλῆντο: ἐπληροῦντο. πλήρεσιν ἱστίοις εἰς τὴν αὐτοῦ φιλο‐ σοφίαν ἀφῆκεν. ἀντὶ τοῦ παντὶ σθένει, πάσῃ δυνάμει, ὅλῃ ψυχῇ. |
| π 1759 | Πλήρης: ὁ πεπληρωμένος. καὶ οἱ πλήρεις πληθυντικόν. καὶ πλήρης, ἐπίρρημα. |
| π 1760 | Πληρῶ· αἰτιατικῇ. ὡς τό, ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι. πλη‐ ροῦμαι δὲ γενικῇ· σκότου καὶ δίνης πληροῦται τὰς ὄψεις. |
| π 1761 | Πληρώματα: ὁ τῶν νηῶν φόρτος. ὁ δὲ ἀναλαβὼν τὰ πλη‐ ρώματα καὶ τοὺς αἰχμαλώτους ἧκεν εἰς τὴν Ῥώμην. Πλήρωμα καὶ οἱ ἐπιβάται. τὴν δὲ ναῦν καταρτίσαντες πληρώματι ἐπιλέκτῳ. καὶ αὖθις· παρεκόμιζον χρείας τοῖς πληρώμασι. καὶ Ἀριστοφάνης· τούτων πλήρωμα τάλαντ’ ἐγγὺς ͵βʹ. |
| π 1762 | Πληρωτής· Δημοσθένης κατὰ Ἀριστογείτονος. πληρωτὰς ἐκά‐ λουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι. |
| π 1763 | Πλήσσεται. |
| π 1764 | Πλήσσω· αἰτιατικῇ. |
| π 1765 | Πλησιάζω· δοτικῇ. |
| π 1766 | Πλησιαίτερος: ὁ πλησίον ὤν. |
| π 1767 | Πλησίον: ἐγγύς. |
| π 1768 | Πλήσιος: τὰ παρὰ μέλλοντα γινόμενα προπαροξύτονα, τὸ ἀνεψιὸς καὶ δεξιὸς ὀξύνονται. τὸ δὲ πλήσιος ἀπὸ τοῦ πλῆτος, πλή‐ τιος, ὡς ἄμβροτος, ἀμβρόσιος, τροπῇ τοῦ τέλους. οὐ γέγονε δὲ τὸ πλήσιος παρὰ μέλλοντα· οἱ γὰρ Λάκωνες τὰ παρὰ μέλλοντα εἰς τ οὐ τρέπουσιν, ἀλλ’ ἀπὸ τῶν εἰς τὸ ς· ἐνιαυτός, ἐνιαύσιος, ἐνιαύτιος λέ‐ γουσιν, ὑπόμνημα διδόντες τοῦ πρώτου τ· πλοῦτος, πλούσιος, πλού‐ τιος· τὸ δὲ πλήσιος πλήτιος λέγουσιν. ὥστε οὐ παρὰ μέλλοντα. |
| π 1769 | Πλησίστιος: ὁ φορὸς ἄνεμος· καὶ Πλησίστιον οὐδετέρως. ἄνεμος ὁ πληρῶν τὸ ἅρμενον. |
| π 1770 | Πλησιφαής: ἡ πληροσέληνος ἡμέρα. |
| π 1771 | Πλίγματα: τὰ πατήματα. καὶ πλίξ, τὸ βῆμα. παρὰ Ἀριστο‐ φάνει. |
| π 1772 | Πλινθεύεται: ἐξαπατᾶται. ἀπὸ τῆς ἀναισθησίας τοῦ πηλοῦ. |
| π 1773 | Πλινθεία: ἐκ τοῦ πλινθεύω. |
| π 1774 | Πλινθήϊον: ὁ τόπος, ἐν ᾧ πλίνθοι πλάττονται. οὕτω Λυσίας. |
| π 1775 | Πλινθίον: παρατάξεως εἶδος. αὐτὸς δὲ ἐν πλινθίῳ ἄγων τὴν στρατιὰν βάδην ἐπορεύετο. |
| π 1776 | Πλίνθος. παροιμίαι· Πλίνθους πλύνεις· Χαμαὶ ἀντ‐ λεῖς· Φακὸν κόπτεις· ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνηνύτων καὶ μὴ ὄντων λέγεται. |
| π 1777 | Πλίνθος· ὅτι Ἄγις ὁ Παυσανίου ἐμβαλών ποτε ἐς τὴν Μαντινεικὴν αὐ‐ τοὺς μὲν κατέκλεισε, τὸν δὲ παραρρέοντα ποταμὸν ἐς τὸ τεῖχος παρατρέψας παρέλυσεν· ἦν γὰρ ἐξ ὠμῆς πλίνθου, ἥτις πρὸς μὲν τὰς ἑλεπόλεις ἀσφαλεστέρα ἐστὶ τῆς ὀπτῆς καὶ τῶν λίθων. οἱ μὲν γὰρ κατάγνυνται καὶ ἐκπηδῶσι τῶν ἁρ‐ μονιῶν· ἡ δὲ ὠμὴ πλίνθος οὐχ ὁμοίως πονεῖ. διαλύεται δὲ ὑπὸ ὕδατος οὐχ ἧσσον ἢ ὑπὸ ἡλίου κηρός. |
| π 1778 | Πλινθωτὸν δὲ ἢ πλινθία λέγεται, ὅταν ἐν τετραγώνῳ σχήματι ταυτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου διπλάσιον ἰσόπλευρον καλεῖ. |
| π 1779 | Πλίξ: τὸ βῆμα. παρὰ Ἀριστοφάνει. καὶ πλίγματα, τὰ πατή‐ ματα. |
| π 1780 | Πλίξ· ἔνθεν καὶ τὸ περιβάδην, ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος· αἱ δ’ εὖ μὲν τρόχων, εὖ δὲ πλίσσοντο πόδεσσιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα· καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν. |
| π 1781 | Πλοΐζει: πορεύεται. πλοῦς γὰρ καὶ ἡ ὁδός. |
| π 1782 | Πλοϊκή· καὶ Πλόϊμος θάλασσα. |
| π 1783 | Πλόϊμα: πλευστικά. ἢ τὰ πλῷ πεμπόμενα. ἦρος δὲ ἀρχο‐ μένου, ἐπεὶ πλόϊμα εἶναι ἐδόκει, πρῶτον μὲν ἐκπέμπουσι Μαυρουσίων τινάς. |
| π 1784 | Πλοκαμίς. ἀντὶ δέ σοι πλοκαμῖδος, Ἑκηβόλε, κάλλος ἐπείη. |
| π 1785 | Πλόκαμοι. |
| π 1786 | Πλόκιον Γοργάδος: τὸν δοθέντα πλόκαμον τῆς Γοργόνης Ἀστερόπῃ τῇ Κηφέως· καθ’ ὃν χρόνον Κηφεὺς Ἡρακλεῖ συνεστρά‐ τευσεν εἰς Λακεδαιμονίαν, ἵνα τούτου ἀποδημοῦντος ἡ πόλις ἀπόρθητος μείνῃ. |
| π 1787 | Πλόκον: πλέγμα ἐκ τριχῶν. Ἄρτεμι, σοὶ πλόκον οἰκείας τόνδ’ ἀνέθηκε κόμης παρθένος, ἱμερτοῦ κειραμένη πλοκάμου. |
| π 1788 | Πλόκον: πλόκαμον. αὕτως ὅπως περ τόνδ’ ἐγὼ τέμνω πλόκον. |
| π 1789 | Πλόος: ὁ πλοῦς. |
| π 1790 | Πλουθυγίειαν: ἔμιξε τὰ δύο Ἀριστοφάνης, δι’ ὧν μάλιστα οἱ ἄνθρωποι χαίρουσι καὶ δοκοῦσι τὸν βίον ἐπανορθοῦσθαι, ἐκ τούτου ἔμφασιν εὐδαιμονίας ἐμφαίνων. εὐδαιμονίαν, βίον, εἰρήνην, νεότητα, γέλωτα. τουτέστι καὶ τὰς ἄλλας ἡδονάς, δι’ ὧν γέλως ἔσται, καὶ χο‐ ρεῖαι καὶ εὐωχίαι. |
| π 1791 | Πλουθυγίειαν· Ἀριστοφάνης. δώσομεν ὑμῖν αὐτοῖς τε παισὶ παίδων τε παισὶ πλουθυγίειαν, εὐδαιμονίαν, βίον, εἰρήνην, νεότητα, γέλωτα, χορείαν, θαλίας, γάλα ὀρνίθων· ὥστε παρέσται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. οὕτω πλουτήσετε πάντες. |
| π 1792 | Πλουμβάτοις: μολίβδοις, κατὰ γλῶτταν. |
| π 1793 | Πλούταρχος, Χαιρωνεὺς τῆς Βοιωτίας, γεγονὼς ἐπὶ τῶν Τραιανοῦ τοῦ Καίσαρος χρόνων καὶ ἐπίπροσθεν. μεταδοὺς δὲ αὐτῷ Τραιανὸς τῆς τῶν ὑπάτων ἀξίας προσέταξε μηδένα τῶν κατὰ τὴν Ἰλλυρίδα ἀρχόντων παρὲξ τῆς αὐτοῦ γνώμης τι διαπράττεσθαι. ἔγραψε δὲ πολλά. |
| π 1794 | Πλούταρχος, Νεστορίου, Ἀθηναῖος, φιλόσοφος, διδάσκαλος Συριανοῦ τοῦ ἐξηγητοῦ γενομένου Πρόκλου τοῦ Λυκίου, τοῦ προστάν‐ τος τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς· οὗ Μαρῖνος διάδοχος. ἔγραψε πολλά. ζήτει περὶ τούτου ἐν τῷ Δομνῖνος. |
| π 1795 | Πλουτεῖν ἢ πεινῆν βέλτιον, ἀπὸ τῆς Ἑκάτης ἔσται μαθεῖν. |
| π 1796 | Πλουτοδότειρα. |
| π 1797 | Πλοῦτος· καὶ κτήσασθαι μέν ἐστιν αὐτὸν εὐμαρές, φυλάξασθαι δὲ χαλεπόν. ζήτει ἐν τῷ Ἄτταλος. |
| π 1798 | Πλουτῶ· αἰτιατικῇ. |
| π 1799 | Πλούτων: ὁ ᾅδης. Ἀριστοφάνης· ὁ Πλούτων δίδωσι σχοι‐ νίον Αἰσχύλῳ ἐπανιόντι· δὸς τοῦτο Κλεοφῶντι φέρων καὶ τοῦτο τοῖσι πορισταῖς. σύμβολον θανάτου. ἴσως σχοινίον πρὸς ἀγχόνην ἤ τι τοιοῦτον. |
| π 1800 | Πλόχανον: πλέγμα, ᾧ ὁ σῖτος καθαίρεται. |
| π 1801 | Πλοχμός: πλόκαμος. |
| π 1802 | Πλωάς: εἶδος ὄρνιθος. |
| π 1803 | Πλωθεύς· Πλωθία δῆμος τῆς Αἰγηΐδος. καὶ ὁ δημότης Πλωθεύς. |
| π 1804 | Πλωΐζω: πλέω. καὶ Πλῴζω, ὁμοίως. |
| π 1805 | Πλώϊμος ἀνήρ. |
| π 1806 | Πλώοντες: πλέοντες. |
| π 1807 | Πλώω: πλέω. |
| π 1808 | Πλώσιμον: διαβατόν. Σοφοκλῆς· μακρὸν τὸ δεῦρο πέλαγος, οὐδὲ πλώσιμον. ἀντὶ τοῦ ἀδιάβατον. |
| π 1809 | Πλωτὴ νῆσος: ἡ πλεομένη. |
| π 1810 | Πλωτῆρες. |
| π 1811 | Πλωτῖνος, Λυκοπολίτης, ἀπὸ φιλοσόφων, μαθητὴς μὲν Ἀμ‐ μωνίου τοῦ πρῴην γενομένου σακκοφόρου, διδάσκαλος δὲ Ἀμελίου· οὗ Πορφύριος διήκουσε, τοῦ δὲ Ἰάμβλιχος, τοῦ δὲ Σώπατρος. ἐπὶ δὲ Γαλλιηνοῦ γηραιὸς ὢν διέμεινεν ἄχρι ... καὶ συνέταξε βιβλία νδʹ, ἅτινα κατὰ ἐννέα βίβλους διῄρηται καὶ λέγονται Ἐννεάδες ἕξ. γέγονε δὲ καὶ τὸ σῶμα ἀσθενὴς ὑπὸ τῆς ἱερᾶς νόσου. ἔγραψε καὶ ἄλλα. |
| π 1812 | Πλωτόν: πλεόμενον. |
| π 1813 | Πλῷ χρησάμενος τριταῖος ἐκ τῶν Ἀθηναίων ἐς Μιτυ‐ λήνην ἀφῖκται. |
| π 1814 | Πλοῖα κατάφρακτα: σεσανιδωμένα πλοῖα, ὥστε κάτω μὲν τιθέναι τὰ ὅπλα, αὐτοὺς δὲ ἄνω διάγειν. |
| π 1815 | Πλοῖον ἢ κυνῆ: ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων. Ἀριστο‐ φάνης Ὄρνισι. καθὸ ἐπτέρωτο ἡ Ἶρις, καὶ τὰ πτερὰ διατέταται ὥσπερ κῶπαι. ὅτι εἶχε περικεφαλαίαν τὸν πέτασον. |
| π 1816 | Πλύνεται: λοιδορεῖται, αἰσχρῶς ὑβρίζεται. Πλύνειν γὰρ παρὰ τοῖς παλαιοῖς ἀντὶ τοῦ ἐλέγχειν· πλύνειν καταχρηστικῶς τὸ ἐλέγχειν· ὥς που καὶ Μένανδρος· ἐὰν κακῶς μου τὴν γυναῖκα οὕτω λέγῃς, τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ. ἀντὶ τοῦ ἐλέγξω. |
| π 1817 | Πλυνός: ὀξυτόνως τὸ ἀγγεῖον αὐτό, παροξυτόνως δὲ τὸ πλυνόμενον. Ἀριστοφάνης Πλούτῳ· οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. ἀντὶ τοῦ ἐφύβριστον πλῦμα. |
| π 1818 | Πλυντήρια: ἑορτὴ Ἀθηναίων. |
| π 1819 | Πλυνοί: πύελοι, ἐν οἷς πλύνουσι. |
| π 1820 | Πνεῦμα: ἡ ψυχὴ τοῦ ἀνθρώπου. |
| π 1821 | Πνεῦμα δώσω αὐτοῖς, πνεῦμα καινόν: οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν. |
| π 1822 | Πνευματικὸν σῶμα: φασὶ μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἐκ τοῦ σώματος ἐξῆφθαι ταύτης σῶμα λεπτομερές, ἀερωδέστερον καὶ αὐγοειδέστερον· ὃ πάντως αἰσθήσεται ἀλγηδόνος. καὶ αὕτη ἡ φλυαρία Ἑλληνική. τούτου δὲ τοῦ σώματος ἀχώριστον εἶναι λέγουσι θυμὸν καὶ ἐπιθυμίαν. ὅτι ἐν τοῖς Τόποις Ἀριστοτέλης πᾶν πνεῦμα φθαρτὸν εἶναι λέγει. |
| π 1823 | Πνευματικὸς ἄνθρωπος· ζήτει ἐν τῷ ψυχικός. |
| π 1824 | Πνευμονία: περὶ τὸν πνεύμονα. |
| π 1825 | Πνεύμονος: τοῦ ἰχθύος. |
| π 1826 | Πνεύμων: λέγεται καὶ διὰ τοῦ λ. ὅτι οὐ πάντα τὰ ζῷα ἔχει φωνήν, μόνα δὲ τὰ ἔχοντα πνεύμονα καὶ ἀναπνέοντα· ὕλη γάρ ἐστι τῆς φωνῆς ὁ ἀναπνεόμενος ἀήρ. οὔτε δὲ τὰ ἔντομα ἀναπνεῖ οὔτε τὰ ἄναιμα οὔτε πάντα τὰ ἀμφίβια φωνοῦσιν οὔτε τὰ ὀστρακόδερμα, οἷον οἱ κοχλίαι, οὔτε τὰ μαλακόστρακα, οἷον καρκίνοι, σκυτάλαι. φωνοῦσι δὲ τῶν ἀμφιβίων ποτάμιος ἵππος καὶ κροκόδειλος· φωνεῖ γὰρ οὗτος κατὰ βραχύ. οἱ δὲ περὶ τὸν Ἀχελῷον ἰχθύες δοκοῦντες φωνεῖν οὐ φωνοῦσιν· οὐ γὰρ διὰ τῶν φωνητικῶν ὀργάνων φωνοῦσιν, ἀλλὰ κατά τινα τῶν βραγχίων κίνησιν· νηχόμενοι γὰρ κατὰ τὴν τοῦ ὕδατος ἐπιφάνειαν, ἐναπολαμβάνοντες πολὺ ὕδωρ ἐν τοῖς βραγχίοις, εἶτα συστέλλοντες τὰ βραγχία ἐκπέμπουσι τὸ ὕδωρ καὶ ταράττουσι τῇ ἐκπομπῇ· τὸ δὲ ταρατ‐ τόμενον ἐναπολαμβάνει τινὰ ἀέρα, ὃς ἐκθλιβόμενος τῇ πληγῇ ἠχεῖ, καὶ ταύτῃ δοκοῦσι φωνεῖν. οἱ δὲ τέττιγες δι’ ὑμένος τινὸς ὑπὸ τὸ στῆθος κατὰ τὴν ἐπιφάνειαν ἐμπεφυκότος, ὃν θλίβοντες ταῖς πτέρυξι τὸν ἐναπειλημμένον ἀέρα, φωνοῦσιν· οὐ γὰρ διὰ τῶν φωνητικῶν ὀργάνων φωνοῦσιν. αἱ δὲ μυῖαι τοῖς πτεροῖς τραχέσιν οὖσι πλήττουσι τὸν ἀέρα καὶ ἠχοῦσιν· ἀμέλει σταθεῖσαι οὐκέτι βομβοῦσι. καὶ οἱ σκάροι τῷ στόματι ὕδωρ ἐξωθοῦντες μετὰ ῥοίζου τὸν ἦχον ἀποτελοῦσιν· ἀμέλει ἐν τῷ βάθει ὄντες οὐ φωνοῦσι. |
| π 1827 | Πνέω· γενικῇ. στεναγμῶν πνέων καὶ κλαυθμῶν. |
| π 1828 | Πνεύσας: σφοδρῶς ὀργισθείς. ὁ δὲ νέος ὢν καὶ φιλόνεικος πολὺς ἐπέπνει. ἔτι δὲ τῷ προσπνεύματι συνηλαμένων καὶ μαχο‐ μένων ἐκ διαιρέσεως ταῖς μαχαίραις (τουτέστιν ὀργίλως), παρὰ τὰς ἐκ τῶν ὄπισθεν ὑπὸ τὴν μάλην παρέσφαξε. |
| π 1829 | Πνευστιῶν: φυσῶν, ἐμπνέων. ὁ δὲ ἔκειτο πνευστιῶν ἡμίπνους ὑπὸ τοῦ βρόχου. |
| π 1830 | Πνιγεύς: ὁ φοῦρνος, ὁ κρίβανος. κυρίως, ὅπου οἱ ἄνθρακες συμπνίγονται. διὸ ἐπιλέγει· ἡμεῖς δὲ ἄνθρακες. |
| π 1831 | Πνίγει μετρίῳ: συμμέτρῳ καύματι. τουτέστιν ἔαρι. καὶ τὸ πληθυντικὸν τὰ πνίγη. |
| π 1832 | Πνιγηρά: ἡ καυματώδης, καὶ θερμή· πνιγεὺς γὰρ ἡ κάμινος. ἅμα δὲ ὅτι πνίγει τῷ χρόνῳ τὸ σχοινίον καὶ τὸ θρανίον. Ἀριστο‐ φάνης· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. καὶ Ἀρριανός· τὰ δὲ βράχη πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβαις πνιγηραῖς. |
| π 1833 | Πνῖγος: καῦμα. |
| π 1834 | Πνοή· λύσις ὀνείρου· δυσωδίαν νόμιζε τὴν ἀηδίαν. |
| π 1835 | Πνύξ, Πνυκὸς ἔδει· ἀλλὰ μεταθέσει στοιχείου Ἀριστοφάνης Πυκνὸς λέγει τὴν γενικήν. καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς Πυκνός. |
| π 1836 | Πνύξ: ἐκκλησία. παρὰ τὴν τῶν λίθων πυκνότητα. ἢ ἀπὸ τοῦ πυκνοῦσθαι τοὺς ἄνδρας ἐν τῇ ἐκκλησίᾳ. |
| π 1837 | Πνυκός· Ἀριστοφάνης· ὁπότερος σφῶν εὖ με μᾶλλον ἂν ποῇ, τούτῳ παραδώσω τῆς Πυκνὸς τὰς ἡνίας. τουτέστι τὴν ἐξουσίαν. τρο‐ πικῶς ἀπὸ τῶν ἁρμάτων· ταῖς γὰρ ἡνίαις ἡνιοχοῦνται οἱ ἵπποι· καὶ οἱ δῆμοι διὰ τῶν πολιτευομένων. Πνύξ, Πνυκός, Πνυκί· καὶ καθ’ ὑπερβιβασμὸν Πυκνί. |
| π 1838 | Πόα: ἑκάστη βοτάνη οὕτως λέγεται. ἡ δὲ σμήχουσα πόα λέγεται παρὰ Δημοσθένει καὶ Λυσίᾳ. ὡς ἐν πόᾳ πλυνάντων· οὕτω Μαλαχίαν ἐδόξασε. |
| π 1839 | Ποδάγρα· τάφρους ὤρυξε καὶ ποδάγρας ὑφῆκεν ὡς θηρίοις τοῖς πολεμίοις. |
| π 1840 | Ποδαλείριος: ὄνομα κύριον. |
| π 1841 | Ποδαπός: ποίου ἔθνους, ποίας χώρας. φησὶ Ξενοφῶν· ἐρωτώμενος δὲ ποδαπὸς εἴη, Πέρσης ἔφη εἶναι. καὶ αὖθις· ποδαπός; Ἀντιοχεύς. λύσις ὀνείρου Νικηφόρου πατριάρχου· πόδας καθαίρειν φροντίδων δηλοῖ λύσιν. πόδας πλατεῖς ἔχοντα σημαίνει λύπας. ποδῶν κοπέντων, μηδόλως ἄρχου τρίβου. |
| π 1842 | Ποδεῶνας: εἶδος γεωργικόν. καὶ τρητοὺς ποδεῶνας ὁ γατόμος ἄνθετο Δηοῖ Πάρμις, ἀνιηρῶν παυσάμενος καμάτων. |
| π 1843 | Ποδηγέστερον: ὁδηγητικώτερον. |
| π 1844 | Ποδηγός: παιδαγωγός. |
| π 1845 | Ποδήνεμος: ἡ ταχεῖα. αἰθυίης, ξένε, τόνδε ποδηνέμου ἔννεπε τύμβον. |
| π 1846 | Ποδήρης: ἕως τῶν ποδῶν χιτών. οἱ δὲ τὸ συρραπτόμενον εἰς τὸ κατώτερον τῆς στολῆς ἐκ πορφύρας ἢ βύσσου ῥάκιον. |
| π 1847 | Ποδοκάκη: ξύλον, ᾧ ἐν εἱρκτῇ τοὺς πόδας ἐμβάλλοντες συν‐ έχουσιν· ὃ παρὰ Ῥωμαίοις κοῦσπος καλεῖται. ἐν εἱρκτῇ τε καὶ ποδοκάκῃ στρεβλούμενοι καὶ ταλαιπωρούμενοι ἔμενον. λέγεται καὶ Ποδοστράβη. ὡς ἐν ποδοστράβαις τισιν ἐνειργόμενοι τοῖς βόθροις ἐκτείνοντο. |
| π 1848 | Ποδοκάκη: Δημοσθένης κατὰ Τιμοκράτους. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο· ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα· ἢ κατὰ συγκοπήν, ὡς Δίδυμος, οἷον ποδο‐ κατοχή. |
| π 1849 | Ποδοστράβη· ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. οὕτως Ὑπερίδης καὶ Ξενοφῶν. |
| π 1850 | Ποδώκεια: ἡ ταχεῖα. |
| π 1851 | Πόδωνος: ὄνομα κύριον. |
| π 1852 | Ποδορρώνη: ὄνομα κύριον. |
| π 1853 | Ποδοῖϊν: ποδῶν. |
| π 1854 | Ποηφάγον θηρίον. |
| π 1855 | Πόηχος: ὄνομα κύριον. |
| π 1856 | Πόθεν: ἀρνητικόν. ἴσον τῷ οὐδαμῶς. |
| π 1857 | Πόθεν. Ποῖ. ἐπὶ πάσης μεταβολῆς τοῦτο ληπτέον, ὥς φησιν Ἀριστοτέλης. |
| π 1858 | Ποθέεσκεν: ἐπόθει, ἐπεζήτει. |
| π 1859 | Ποθεινός. |
| π 1860 | Ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς. |
| π 1861 | Ποθή: ἡ ἐπιζήτησις. |
| π 1862 | Πόθι: ποῦ. |
| π 1863 | Ποθῶ· αἰτιατικῇ. |
| π 1864 | Πόκος. |
| π 1865 | Πολλά: ἀντὶ τοῦ πάντα εἴωθεν ὁ Θουκυδίδης χρῆσθαι. |
| π 1866 | Πολλά γ’ ἡμᾶς λανθάνει: ἀντὶ τοῦ οὐ πάντα γινώσκομεν τὰ πράγματα. |
| π 1867 | Πολλὰ καινὰ τοῦ πολέμου· Πολύβιος· ὅτι τῆς σελήνης ἐκλειπούσης ἐπὶ Περσέως τοῦ Μακεδόνος ἐκράτησεν ἡ φήμη παρὰ τοῖς πολλοῖς, ὅτι βασιλέως ἔκλειψιν σημαίνει. καὶ τοῦτο τοὺς μὲν Ῥω‐ μαίους εὐθαρσεστέρους ἐποίησε, τοὺς δὲ Μακεδόνας ἐταπείνωσε ταῖς ψυχαῖς. οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον, ὅτι πολλὰ καινὰ τοῦ πολέμου. |
| π 1868 | Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσαις: παροιμία πρὸς τοὺς οἰομένους τὸ θεῖον κατασοφίζεσθαι. |
| π 1869 | Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου. |
| π 1870 | Πολλά τοι σμικροὶ λόγοι ἔσφηλαν ἤδη καὶ κατώρθω‐ σαν βροτούς: ἀντὶ τοῦ ἀπὸ τῶν τυχόντων καὶ βλάπτονται καὶ ὠφελοῦνται. |
| π 1871 | Πολλαπλᾶ· τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περι‐ σπῶσιν Ἀττικοί· ἀργυρᾶ, χρυσᾶ καὶ κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικοῦν. |
| π 1872 | Πολλάς· ἐπιτριβέσθω τυπτόμενος πολλάς, ὡς τὰς Μούσας ἀφανίζων. καὶ ὁ Ἀπόστολος· δαρήσεται πολλάς. |
| π 1873 | Πολλὰ χαίρειν φράσας: ἀποταξάμενος, ἀπογνούς. |
| π 1874 | Πολλαχῶς: τοῦτο διττόν ἐστι. τὸ μὲν ἐν ὀνόμασιν, ἃ ὁμώνυμα καλεῖται, τὸ δὲ ἐν λόγῳ, ἃ εἰώθασιν ἀμφίβολα λέγειν. οἷον τὸ ἀγαθὸν ἄλλως λέγεται κατὰ δικαιοσύνης καὶ ἀνδρείας, ἄλλως δὲ κατὰ τοῦ εὐεκτικοῦ τε καὶ ὑγιεινοῦ· λέγεται γὰρ καὶ ταῦτα ἀγαθά. |
| π 1875 | Πολλαὶ δ’ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη θυμῷ κατη‐ πείθησαν, ἀλλ’ ὁ νοῦς ὅταν αὑτοῦ γένηται, φροῦδα τἀπει‐ λήματα: τουτέστι πολλοὶ ἄνθρωποι πολλὰ ἀπειλήσαντες ἐκ θυμοῦ, πέψαντες τὸν θυμὸν καὶ καθεστηκότα νοῦν ἀναλαβόντες ἐπαύσαντο τῶν ἀπειλῶν. |
| π 1876 | Πολλαῖς πληγαῖς δρῦς δαμάζεται: παροιμία, πρὸς τοὺς δυσαλώτους καὶ δυσκατεργάστους. |
| π 1877 | Πολέας: πολλούς. |
| π 1878 | Πολέμαρχος: ἄρχων, πρὸς ὃν κατηγγυῶντο τοὺς ξένους. |
| π 1879 | Πολέμαρχος: ἀρχή τις ἐστι παρ’ Ἀθηναίοις οὕτω καλουμένη. ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων. διοικεῖ δὲ οὗτος ἄλλα τε καὶ εἰσάγει δίκας, τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπι‐ κλήρων τοῖς μετοίκοις· καὶ τἄλλα, ὅσα τοῖς πολίταις ὁ Ἄρχων ἐστί, ταῦτα τοῖς μετοίκοις ὁ Πολέμαρχος. ἔστι δὲ καὶ κύριον ὄνομα, ὁ τοῦ Λυσίου ἀδελφός. |
| π 1880 | Πολέμαρχοι: ἀρχή, ἣν συνέβαινε κλείειν τὰς πύλας καὶ τὸν μεταξὺ χρόνον κυριεύειν τῶν κλειδῶν καὶ ποιεῖσθαι τὸ καθ’ ἡμέραν τὴν δίαιταν ἐπὶ τῶν πυλώνων παρ’ Αἰτωλοῖς. |
| π 1881 | Πολεμησείειν: πολεμητικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ αʹ. ὡς τὸ Ὁμηρικόν, τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο. οὕτως καὶ γαμησείειν Ἀττικοί φασι· καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσι. |
| π 1882 | Πολεμησείοντος: πολέμου ἐπιθυμοῦντος. Χοσρόου δὲ πο‐ λεμησείοντος ὡς ᾔσθετο Ἰουστινιανός. |
| π 1883 | Πολεμητέα εἶναι ἐν τάχει: ἀντὶ τοῦ δεῖν πολεμεῖν. ἰστεὸν δέ, ὅτι τὰ τοιαῦτα θετικὰ ἐπιρρήματα ἔχουσιν ἐν αὐτοῖς ἢ χρὴ ἢ τὸ δεῖ, οἷον γαμητέον, ἀντὶ τοῦ χρὴ γαμῆσαι, πλευστέον, ἀντὶ τοῦ δεῖ πλεῦσαι, καὶ οὐ παραδοτέα ἀντὶ τοῦ οὐ χρὴ παραδοῦναι. πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι. οὕτως ἔγνω διὰ ταῦτα πολεμητέον εἶναι πρὸς Ῥωμαίους. |
| π 1884 | Πολεμίζει· Ἰώσηπος περὶ τῶν στασιωτῶν ἐπὶ τῆς Τίτου πο‐ λιορκίας· καὶ τοῦ πολέμου μετ’ ἀδείας ἀντιπολεμίζοντος ἑαυτόν. Πολεμῶ δὲ ῥῆμα. |
| π 1885 | Πολεμιστής: ἐκ τοῦ ποιητικῶς πολεμίζω. καὶ Πολεμιστήριος ἵππος. Πολεμησείοντες δέ. |
| π 1886 | Πολεμῶ· δοτικῇ. πᾶσι μέλεσι πολεμοῦντα διάφορα. αἰτιατικῇ δέ· πολέμησον τοὺς πολεμοῦντάς με. |
| π 1887 | Πολέμων, Φιλοστράτου ἢ Φιλοκράτους, Ἀθηναῖος, φιλόσοφος, μαθητὴς Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου καὶ αὐτὸς ἡγησάμενος τῆς Ἀκαδημίας. ἐγεγόνει δὲ σφόδρα ἄσωτος· εἶτα ἐφιλοσόφησε. καὶ πολλὰ μὲν συνέγραψε βιβλία, οὐδὲν δὲ αὐτοῦ φέρεται. ἔχαιρε δὲ Ὁμήρῳ τε καὶ Σοφοκλεῖ καὶ ἴσως ἔχειν ἑκάτερον αὐτῶν σοφίας ἔλεγεν· ὥστε καὶ φάσκειν Ὅμηρον μὲν Σοφοκλέα ἐπικόν, Σοφοκλέα δὲ Ὅμηρον τραγικόν. |
| π 1888 | Πολέμων, Εὐηγέτου, Ἰλιεύς, κώμης Γλυκείας ὄνομα, Ἀθήνησι δὲ πολιτογραφηθείς· διὸ ἐπεγράφετο Ἑλλαδικός· ὁ κληθεὶς Περιηγητής, ἱστορικός. γέγονε δὲ κατὰ Πτολεμαῖον τὸν Ἐπιφανῆ. κατὰ δὲ Ἀσκλη‐ πιάδην τὸν Μυρλεανὸν συνεχρόνισεν Ἀριστοφάνει τῷ γραμματικῷ καὶ διήκουσε καὶ τοῦ Ῥοδίου Παναιτίου. ἔγραψε Περιήγησιν Ἰλίου ἐν βιβλίοις γʹ, Κτίσεις τῶν ἐν Φωκίδι πόλεων καὶ περὶ τῆς πρὸς Ἀθη‐ ναίους συγγενείας αὐτῶν, Κτίσεις τῶν ἐν Πόντῳ πόλεων, Περὶ τῶν ἐν Λακεδαίμονι πόλεων· καὶ ἄλλα πλεῖστα· ἐν οἷς καὶ Κοσμικὴν περι‐ ήγησιν ἤτοι Γεωγραφίαν. |
| π 1889 | Πολέμων, Λαοδικεύς, ἤγουν ἐκ Λαοδικείας τῆς πρὸς τῷ Λύκῳ ποταμῷ, ῥήτωρ καὶ σοφιστής, σοφιστεύσας ἐν Σμύρνῃ, διδάσκαλος Ἀριστείδου τοῦ ῥήτορος. ἦν δὲ ἐπί τε Τραιανοῦ καὶ μετ’ αὐτόν. μαθητὴς δὲ ἐγένετο Τιμοκράτους τοῦ ἐξ Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ φιλοσόφου καὶ Σκοπελιανοῦ τοῦ σοφιστοῦ. ἐτελεύτησε δὲ ἓξ καὶ πεντήκοντα ἐνιαυτῶν, ἑαυτὸν ἐν τῷ τάφῳ ἐμβαλὼν καὶ ἀποκαρτερήσας διὰ τὸ συνέχεσθαι τῇ ἀρθρίτιδι νόσῳ. διὸ καὶ τῶν συγγενῶν καὶ φίλων θρηνούντων, λέγεται εἰπεῖν πρὸς αὐτοὺς τὸν Πολέμωνα· δότε μοι ἕτερον σῶμα, καὶ μετεμβήσομαι. καὶ τοῖς ἰατροῖς δὲ ἐπὶ συχνῷ τέμνουσιν αὐτὸν ἔλεγεν· ἐκτέμνετε τὰς Πολέμωνος λατομίας ὡς τάχιστα. τούτου τῷ χαρακτῆρι ἠκολούθησε Γρηγόριος ὁ Θεόλογος. |
| π 1890 | Πολέμων, ὁ νεώτερος, σοφιστής. γέγονε καὶ αὐτὸς ἐπὶ Κομόδου. |
| π 1891 | Πολεμώνιος: ὄνομα κύριον. |
| π 1892 | Πολέμωνος: εἶδος ζῴου. |
| π 1893 | Πολεμῶσαι: πολέμιον καταστῆσαι. καὶ Ἐκπολεμῶσαι. ἔστειλαν δὲ οἱ Τοῦρκοι ὡς Ἰουστινιανὸν πρεσβείαν, ἐφ’ ᾧ συνεκπολε‐ μῶσαί γε αὐτὸν Πέρσαις. |
| π 1894 | Πολέμοιο τέρας: τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποιητι‐ κὸν τοῦ ἐνεργουμένου πολέμου· ὡς καὶ ἐν ἄλλοις κυδοιμοῦ εἴδωλόν φησιν ἔχειν· ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος. |
| π 1895 | Πολείδιον: ὄνομα πόλεως. |
| π 1896 | Πολλεῖς: πολλούς. |
| π 1897 | Πόλλης: ὄνομα μάντεως· καὶ κλίνεται Πόλλητος. ὃς συνέγραψε τὸ ἐνόδιον οἰώνισμα, ὅτι ἐὰν ἀπαντήσῃ τις τόδε βαστάζων, τόδε σημαίνει. |
| π 1898 | Πόλλης, Αἰγιεύς, ἀπὸ Αἰγῶν τῆς Ἀσίας· κεῖται δὲ πλησίον Μα‐ γνησίας καὶ Σμύρνης· φιλόσοφος. ἔγραψε κατὰ στοιχεῖον Συμβολικὰ ἐν βιβλίοις βʹ, Οἰωνοσκοπικὰ ἐν βιβλίοις ηʹ, Ἀριθμητικὰ ἐν βιβλίοις βʹ, Ἰήματα ἐν βιβλίοις βʹ, Περὶ τῆς καθ’ Ὅμηρον οἰωνοπολίης, Περὶ τῆς παρὰ Τυρρηνοῖς μαντικῆς, Ἰατροσυμβολικά, Περὶ δρυοκολάπτου, Ἱερὸν λόγον, Κατοικιδίων αʹ, Θηρευτικόν, Συμπαθειῶν καὶ ἀντιπαθειῶν γʹ Περὶ κεραυνῶν καὶ τῆς αὐτῶν παρατηρήσεως· καὶ ἄλλα. |
| π 1899 | Πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά. |
| π 1900 | Πολιὰ τοῦ γήρους. καὶ Πολιάς, ἡ Ἀθηνᾶ. |
| π 1901 | Πολίζω: τὸ κτίζω. |
| π 1902 | Πολίειον: πόλις. |
| π 1903 | Πολιήτης: ἀρσενικόν. καὶ Πολιῆτις θηλυκόν. Λαΐδ’ ἔχω πολιῆτιν ἁλιζώνοιο Κορίνθου. |
| π 1904 | Πόλιν· ἐρώτησις· γλῶσσα ποῖ πορεύῃ; ἀπόκρισις· πόλιν ἀνορθώσουσα καὶ πόλιν καταστρέψουσα. ἡ παροιμία ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων. |
| π 1905 | Πολιοκροτάφοιο γέροντος. |
| π 1906 | Πολιόν: τὸ λευκόν. οὔτ’ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον οὔτε πολιὸν πέλαγός ἐστιν, ὃ δέξεται τοῦτον φυγόντα. |
| π 1907 | Πολιορκῆσαι: τὸ μόνον τῇ πόλει προσκαθεσθῆναι πολεμίους, ἐκπολιορκῆσαι δὲ τὸ τελέως καταλαβεῖν τὴν πόλιν καὶ εἰσελθεῖν. |
| π 1908 | Πολιορκῶ· αἰτιατικῇ. καὶ Πολιορκία: φυλακή. |
| π 1909 | Πολίοχος καὶ Πολυάκης: ὀνόματα κύρια. |
| π 1910 | Πολιούχοις: τοῖς τῶν πόλεων ἄρχουσι. |
| π 1911 | Πόλις: εἶδος παιδιᾶς. καὶ παροιμία· Πόλεις παίζομεν. |
| π 1912 | Πόλις· πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων: παρ’ ὅσον οἱ μὲν μηδὲν πεπονθότες ἐπὶ ἀπο‐ τροπῇ τοῦ κακοῦ θύουσι καὶ παιᾶνας ᾄδουσιν, οἱ δὲ ἑαλωκότες ἐπ’ οἰκείοις κακοῖς ἀποιμώζουσι. |
| π 1913 | Πόλλις: ὄνομα κύριον. |
| π 1914 | Πολιτεύω· αἰτιατικῇ. καὶ Πολιτεύμασι: ταῖς πολιτείαις· ἢ ταῖς ἄλλαις αἱρέσεσι. |
| π 1915 | Πολιτεία: ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας. καὶ Ἰσοκράτης ἐν Πανηγυρικῷ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς. πολιτεῖαι καὶ αἱ ὁδοί· ζήτει ἐν τῷ βίος. |
| π 1916 | Πολίτης: δῆμος ὁ τῆς πόλεως. καὶ πολῖται. |
| π 1917 | Πολιτικός: ἀστεῖος, μετά τινος τέχνης. γνωμικόν· πολιτικὴν ἀρετὴν ἱερωσύνῃ συνάπτειν, συγκλώθειν ἐστὶ τὰ ἀσύγκλωστα. ὅτι πολιτεύεσθαι δεῖ τὸν σοφόν. καὶ γὰρ κακίαν ἐφέξειν, καὶ ἐπ’ ἀρετὴν παρορμῆσαι ἱκανὸς ἔσται. |
| π 1918 | Πολιτισμός· τὸν πολιτισμὸν ἐκτοπίζων ἐν Ἀκαδημίᾳ διέτριβε. |
| π 1919 | Πολιτοκοπεῖν· Δίφιλος. |
| π 1920 | Πολλόν: ὡς ἐπὶ τὸ πλεῖστον. ἐν Μύθοις· τὸ δὲ πολλὸν ἀγηνόρα μέμφετο τίγριν. |
| π 1921 | Λύσις ὀνείρου· πόλον βλέπειν θέοντα, μυστικὸν τόδε. |
| π 1922 | Πόλος: οὐρανός. καὶ Πόλου, οὐρανοῦ ἢ κόσμου. Ἀρι‐ στοφάνης· ὀρνίθων πόλος. τὸ μέν τι παραφράζει τὸ προειρημένον τῶν ὀρνίθων, ὅτι τόπος αὐτῶν, ἐν ᾧ διατρίβουσι· τὸ δὲ καὶ πρὸς τὸν σχηματισμὸν τοῦ ὀνόματος παίζει, τόπος καὶ πόλος. ἑξῆς δὲ ἐτυμο‐ λογεῖ αὐτὸν ἀπὸ τοῦ πολεῖσθαι. πόλον δὲ οἱ παλαιοί, οὐχ ὡς οἱ νεώτεροι, σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐρι‐ πίδης Πειρίθῳ· καὶ τὸν Ἀτλάντειον φρουρῶν πόλον. αὐτοῦ τε περι‐ πολουμένου, καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων. ὥσπερ εἴποι τις τόπος. ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα, διὰ τοῦτο καλεῖται νῦν πόλος. |
| π 1923 | Πολλός: ἀρσενικόν. ἀντὶ τοῦ πολύς. Ἀρριανός· Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει, Ἡρακλέους δὲ πέρι οὐ πολλός. |
| π 1924 | Πολλοστημόριον: τὸ ἔσχατον μέρος τῆς γῆς. |
| π 1925 | Πολλοστόν: ἐπὶ τάξεως, καὶ μορίου. Δημοσθένης, καὶ ἄλλοι. |
| π 1926 | Πολλοστῷ: ἐσχάτῳ. οὔτε καθ’ ἡλικίαν σου οὔτε ἐς τὰ ἄλλα προὔχοντος, ἀλλὰ τοῖς πᾶσι πολλοστῷ ὄντι. |
| π 1927 | Πολλοῦ: ἀντὶ τοῦ πάνυ. θρασὺς εἶ πολλοῦ. καί, πολλοῦ γε δεῖ. |
| π 1928 | Πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι: ἐπὶ τῶν ἐκ παντὸς τρόπου νικήσειν ἐπαγγελλομένων. |
| π 1929 | Πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλως. |
| π 1930 | Πολλοῦ δὴ δέω καὶ λέγειν: σιωπῶ, πόρρω λίαν εἰμὶ τοῦ λέγειν, οὐ βούλομαι λέγειν. |
| π 1931 | Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα. |
| π 1932 | Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες: θρίαι καλοῦνται αἱ μαντικαὶ ψῆφοι καὶ τὸ μαντεύεσθαι θριάσαι. |
| π 1933 | Πολλοὶ μὲν ἐχθροί, παῦροι δ’ ὠφελήσιμοι. |
| π 1934 | Πολλοί σε μισήσουσιν, ἐὰν σαυτὸν φιλῇς: τοῦτό φασι τὰς Νύμφας πρὸς τὸν Νάρκισσον εἰπεῖν, ἀποβλέποντα εἰς τὰς πηγὰς διὰ τὴν οἰκείαν μορφήν. |
| π 1935 | Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν καὶ τὴν Ἁλι‐ καρνασσοῦ πολιορκίαν: ἐπὶ τῶν μὴ ὁμογνωμονούντων. |
| π 1936 | Πολύ: πλεῖστον. |
| π 1937 | Πολυάϊξ: πολυόρμητος. |
| π 1938 | Πολυάκης: ὄνομα κύριον. |
| π 1939 | Πολυάνδριον: μνῆμα, τάφον. τὸ θρυλλούμενον παρὰ πολ‐ λοῖς ξενοτάφιον. ὁ δὲ Γαινᾶς ἐξεχώρει τῆς πόλεως, καταλιπὼν αὐτὴν πολυάνδριον καὶ πολυτελῆ τάφον, οὔπω τεθαμμένων τῶν ἐν‐ ῳκηκότων. καὶ Αἰλιανός· θάψαντες δὲ τοὺς νεκροὺς εἰργάσαντο κοινὸν πολυάνδριον. |
| π 1940 | Πολυαύλακος: μεγάλου, πλατέος. οὐ πεδίου πολυαύλακός εἰμ’ ὁ γεραιός. |
| π 1941 | Πολύβιος, Λύκου υἱός, ἀπὸ Μεγάλης πόλεως τῆς Ἀρκαδίας, καθηγησάμενος Σκηπίωνος τοῦ Ἀφρικανοῦ, ὅτε καὶ Παναίτιος ὁ φιλό‐ σοφος· γεγονὼς κατὰ Πτολεμαῖον τὸν ἐπικληθέντα Εὐεργέτην. οὗτος ἔγραψε τὴν μακρὰν ἱστορίαν Ῥωμαϊκὴν ἐν βιβλίοις μʹ. ἄρχεται δὲ ἀπὸ τῆς φυγῆς Κλεομένους τοῦ Σπαρτιάτου καὶ τῆς Φιλίππου τοῦ Περσέως υἱοῦ διαδοχῆς τῶν Μακεδόνων, τὰ ἑξῆς ἐπισυνάπτων Ῥωμαίων. ἰστέον, ὅτι διαδέχεται τὴν Πολυβίου ἱστορίαν Ποσειδώνιος Ὀλβιοπολίτης, σοφιστής. ἔγραψε δὲ καὶ Στράβων Ἀμασεὺς τὰ μετὰ Πολύβιον, ἐν βιβλίοις μγʹ. |
| π 1942 | Πόλυβος: ὄνομα κύριον. |
| π 1943 | Πολυβότειρα: πολλοὺς τρέφουσα. |
| π 1944 | Πολύβοτον: ὄνομα τόπου, ἢ τὸ πολλοὺς τρέφον, λιπαρόν. |
| π 1945 | Πολυγηθής: πολυχαρής. |
| π 1946 | Πολυγλεύκου: πολυοίνου. οὐδὲ πολυγλεύκου γειομόρος βό‐ τρυος. |
| π 1947 | Πολύγληνον: πολυόμματον. οἷα πολύγληνον βουκόλον Ἰναχίης. ἐν Ἐπιγράμμασι. |
| π 1948 | Πολύγνωτος· οὗτος ζωγράφος μὲν ἦν τὴν τέχνην, Θάσιος δὲ τὸ γένος, υἱὸς δὲ καὶ μαθητὴς Ἀγλαοφῶντος, τυχὼν δὲ τῆς Ἀθηναίων πολιτείας, ἢ ἐπεὶ τὴν Ποικίλην στοὰν ἀνέγραψε προῖκα, ἢ ὡς ἔνιοι, τὰς ἐν τῷ θησαυρῷ καὶ τὰς ἐν Ἀνακείῳ γραφάς. |
| π 1949 | Πολυδάμας, Σκοτουσσαῖος, παγκρατιαστής· ὃς ἐγένετο μέγιστος τῶν κατ’ αὐτὸν πάντων ἀνθρώπων· ὃς καὶ νέος ὢν ἀπέκτεινε λέοντα ἐν τῷ Ὀλύμπῳ Μακεδονίας, οὐδενὶ ἐσκευασμένος ὅπλῳ. εἰς ἀγέλην δὲ βοῶν εἰσελθὼν ὁ αὐτὸς τὸν μέγιστον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὀπισθίων ποδῶν τῆς χηλῆς κατεῖχεν ἄκρας καὶ οὐκ ἀνίει· ὁ ταῦρος πηδῶν ἀφῆκε τε τῷ Πολυδάμαντι τὴν ὁπλήν. ὁ αὐτὸς ἄνδρα ἡνίοχον ἐλαύνοντα σπουδῇ τὸ ἅρμα ἐπέσχε τοῦ πρόσω, λαβό‐ μενος τῇ ἑτέρᾳ τῶν χειρῶν τὸ ἅρμα καὶ στήσας τοὺς ἵππους. τούτου Δαρεῖος ὁ νόθος Ἀρταξέρξου υἱὸς ἀκούσας τὰ ἔργα δώροις ἐλθεῖν παρ’ αὐτὸν ἔπεισε. τρεῖς δὲ τῶν Ἀθανάτων καλουμένων κατὰ πρόσ‐ κλησιν μονομαχήσαντας ὁ Πολυδάμας ἀπέκτεινε. ταῦτα τὰ ἔργα ἐπὶ τοῦ ἀνδριάντος ἐδηλοῦτο ἐν Ὀλυμπίᾳ. ἔμελλε δ’ ὑπὸ τῆς ἑαυτοῦ ῥώμης ἀπολέσθαι, ὡς καὶ ἄλλοι οἱ ἐπὶ ἰσχύϊ μέγα φρονήσαντες· ὡς καὶ Ὅμηρος περὶ Ἕκτορος, δαιμόνιε, φθίσει σε τὸ σὸν μένος. ἐσελθόντων γὰρ ἐς σπήλαιον ὥρᾳ θέρους ἅμα τοῖς συμπόταις καὶ τῆς κορυφῆς τοῦ σπηλαίου κατὰ τύχην διαρρηγνυμένης καὶ θάνατον ἀπειλούσης, οἱ μὲν ἄλλοι δρόμῳ φεύγουσιν, αὐτὸς δὲ ἔμεινε, τὰς χεῖρας ἀνασχών, ὡς ἀνθέξων ἐπιπίπτοντι τῷ σπηλαίῳ· καὶ αὐτόθι ἐτελεύτησε. |
| π 1950 | Πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντος. |
| π 1951 | Πολυδεύκης, Ναυκρατίτης. τινὲς δὲ Ἀρδουέννας σοφιστὴν γράφουσι, παίζοντες· πόλις δὲ Φοινίκης ἡ Ἀρδούεννα. ἐπαίδευσε γὰρ ἐν Ἀθήναις ἐπὶ Κομόδου τοῦ βασιλέως καὶ ἐτελεύτησεν ἔτη βιοὺς ηʹ καὶ νʹ, συντάξας βιβλία ταῦτα· Ὀνομαστικὸν ἐν βιβλίοις ιʹ· ἔστι δὲ συναγωγὴ τῶν διαφόρως κατὰ τοῦ αὐτοῦ λεγομένων· Διαλέξεις ἤτοι λαλιάς, Μελέτας, Εἰς Κόμοδον Καίσαρα Ἐπιθαλάμιον, Ῥωμαϊκὸν λόγον, Σαλπιγκτὴν ἢ ἀγῶνα μουσικόν, Κατὰ Σωκράτους, Κατὰ Σινωπέων, Πανελλήνιον, Ἀρκαδικόν· καὶ ἕτερα. ζήτει ἀγάλματα Κάστορος καὶ Πο‐ λυδεύκους ἐν τῷ Διόσκουροι. |
| π 1952 | Πολυδίψιον: ἢ τὸ πολλοῖς ἔτεσι διψῆσαν· ἀπὸ ἱστορίας· ἢ τὸ ἐπιπόθητον. |
| π 1953 | Πολύδωρος: ὄνομα κύριον. |
| π 1954 | Πολύαινος: πολλοῦ ἐπαίνου ἄξιος. |
| π 1955 | Πολύαινος, Σαρδιανός, σοφιστής, γεγονὼς ἐπὶ τοῦ πρώτου Καίσαρος Γαΐου. λόγους δικανικοὺς καὶ δικῶν ἤτοι συνηγοριῶν ὑπο‐ τυπώσεις· Θριάμβου Παρθητικοῦ βιβλία γʹ· καὶ ἄλλα. |
| π 1956 | Πολύαινος, Μακεδών, ῥήτωρ. Περὶ Θηβῶν, Τακτικὰ βιβλία γʹ. |
| π 1957 | Πολύενος: ὁ πολυχρόνιος. |
| π 1958 | Πολύευκτον: τίμιον, πολυπόθητον. |
| π 1959 | Πολύευκτος, κωμικός. τούτου δράματα ἐστιν Ἡνίοχος, ὡς Ἀθή‐ ναιός φησιν ἐν Δειπνοσοφισταῖς. κατὰ Πολυεύκτου πατριάρχου· ἐγένετο καὶ καθ’ ἡμᾶς Πολύευκτος, ἀποφράς, ἡμιγύναιος, θεοστυγής, βαρυόργητος, Κωκυτοῦ καὶ Στυγὸς δεινὸν καὶ ὀλέθριον τῷ βίῳ ἐκλόχευμα. |
| π 1960 | Πολύζηλος· ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερ‐ φέρουσα τῷ πολυζήλῳ βίῳ· ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται. |
| π 1961 | Πολύζηλος, κωμικός. δράματα αὐτοῦ Νίπτρα, Δημοτυνδάρεως, Μουσῶν γοναί, Διονύσου γοναί, Ἀφροδίτης γοναί. |
| π 1962 | Πολύζηλος· οὗτος πηρωθείς, ὡς φάσμα θεασάμενος μεῖζον ἢ ὥστε τοῖς ὀφθαλμοῖς ἐνεγκεῖν τῷ Πανὶ κρύπτον τὴν ἀσπίδα (σύμμαχον τὸν Πᾶνα δ’ εἰκάζουσιν εἶναι) ἐμάχετο ὡς ὁρῶν καὶ διέκρινε τῇ φωνῇ τοὺς ἰδίους καὶ τοὺς πολεμίους. |
| π 1963 | Πολυζύγῳ: πολυκαθέδρῳ. |
| π 1964 | Πολυειδής: πολύμορφος. καὶ Πολυειδία, ἡ ποικιλία. |
| π 1965 | Πολύϊδος: ὄνομα κύριον. |
| π 1966 | Πολυήκοος· οὐδὲ ἦν τῶν βιβλίων πολυήκοος, ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου ἐν ταῖς ἐξηγήσεσιν ἦν θαυμάσιος. εἶπεν οὖν τις τῶν φοιτητῶν, ὡς οὗτος ὁ ἀνὴρ οὐ φθέγγοιτο λόγους, ἀλλὰ πραγμάτων οὐσίας. |
| π 1967 | Πολύθρονον: πολυφάρμακον. θρόνα γὰρ τὰ ἄνθη. Ὅμηρος· ἐν δὲ θρόνα ποικίλ’ ἔπασσε. τάττεται δὲ καὶ ἐπὶ τοῦ πανούργου. |
| π 1968 | Πολυθρύλητον: πεφημισμένον, διαβεβοημένον, ὀνομαστότατον. |
| π 1969 | Πολυκαγκής: ὁ κατάξηρος τόπος. |
| π 1970 | Πολύκαρπος, Ἰωάννου τοῦ Εὐαγγελιστοῦ καὶ Θεολόγου ἀκροα‐ τής, διάδοχος δὲ Βουκόλου, τοῦ πρώτου ἐπισκοπήσαντος τῆς Σμυρναίων ἐκκλησίας· ὃς καὶ μετ’ αὐτὸν τῆς ἐπισκοπῆς δεύτερος ἐκράτησε καὶ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ τετελείωται ἐπὶ Μάρκου Ἀντωνίνου. ἔγραψεν ἐπιστολὴν πρὸς Φιλιππησίους πάνυ θαυμαστὴν καὶ πρὸς τὸν μέγαν Διονύσιον τὸν Ἀρεωπαγίτην, καὶ πρὸς ἄλλας ἐκκλησίας. οὗτος διά τινας αἰτίας τοῦ πάσχα, βασιλεύοντος Ἀντωνίνου τοῦ Πίου καὶ ἐπισκοποῦντος τῆς ἐκκλησίας Ῥώμης Ἀνικήτου, ἐπέστη τῇ Ῥώμῃ, ἐν ᾗ καὶ πολλοὺς τῷ δόγματι Μαρκίωνος καὶ Βαλεντίνου πιστεύσαντας ἀνεκαλέσατο ἀπαντήσαντος δὲ αὐτῷ ἐξ αὐτομάτου Μαρκίωνος καὶ εἰρηκότος· γνώριζε ἡμᾶς, Πολύκαρπε, ἀπεκρίθη· γνωρίζω σε πρωτότοκον τοῦ Διαβόλου υἱόν. |
| π 1971 | Πολυκαρπότατος: τόπος εὔγειος. |
| π 1972 | Πολύκεστος: πολυκέντητος. |
| π 1973 | Πολυκηδέος: πολυφροντίστου. |
| π 1974 | Πολύκλειτος: πάνυ ἔνδοξος. Πολύκλητοι δὲ ἐκ πολλῶν κεκλημένοι τόπων. |
| π 1975 | Πολυκλῇσι: πολυκαθέδραις. καὶ Πολυκληΐσιν ὁμοίως. |
| π 1976 | Πολύκμητος: πολυκάματος. |
| π 1977 | Πολυκράτης, Ἀθηναῖος, ῥήτωρ, δεινός τε καὶ τοὺς κατὰ Σωκράτους λόγους βʹ Ἀνύτῳ καὶ Μελήτῳ γράψας. |
| π 1978 | Πολυκράτης, ὁ τῆς Κύπρου ἄρχων ἐπὶ Πτολεμαίου τοῦ παιδὸς τυγχάνων πίστιν εἶχε καὶ βίον ἐνάρετον. μετὰ δὲ ταῦτα προβαινούσης ἤδη τῆς ἡλικίας ὁλοσχερῶς εἰς ἀσέλγειαν ἐξώκειλε καὶ βίον ἀπρεπῆ. καὶ κλίνεται Πολυκράτους. |
| π 1979 | Πολύκρημνον: δύσβατον, ὀρεινόν. |
| π 1980 | Πολυκτόριος: ὄνομα τόπου. |
| π 1981 | Πολύκτωρ: ὄνομα κύριον. |
| π 1982 | Πολυκύμονος θαλάσσης. |
| π 1983 | Πολυλήϊος: πολλὰ κτήματα ἔχων. |
| π 1984 | Πολύλιστος: πολυλιτάνευτος. |
| π 1985 | Πολυμάθεια. |
| π 1986 | Πολυμήλη: πολυθρέμματος γῆ. |
| π 1987 | Πολύμητις: πολύβουλος. |
| π 1988 | Πολύμνηστος καὶ Ἀριφράδης καὶ Οἰώνιχος ἀρρητοποιοί. καὶ Πολυμνήστεια δὲ καὶ αὕτη κωμῳδεῖται ἐπὶ αἰσχρότητι. Κρατῖνος· καὶ Πολυμνήστει’ ἀείδει μουσικήν τε μανθάνει. Ἀριστοφάνης· ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα λυμαίνεται, οὔ ποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου. ζήτει Πολύμνηστον ἕτερον ἐν τῷ Βάττος. |
| π 1989 | Πολυωδυνία· καὶ Πολυώδυνος, ὁ ἐν μεγάλῃ θλίψει ὤν. |
| π 1990 | Πολυωπόν: τὸ πολύτρητον δίκτυον. Πολυοπὸν δὲ ἱμάτιον. |
| π 1991 | Πολυωρήσεις: πολλὴν φροντίδα ποιήσεις, φυλάξεις. καὶ Πολυωρία, ἡ ἐπιμέλεια. καὶ αὖθις· ὁ δὲ ἐδεῖτο τοῦ θεοῦ πο‐ λυωρίας τυχεῖν τῆς ἐξ αὐτοῦ. καὶ αὖθις Αἰλιανός· δεομένῳ δὲ πο‐ λυωρίας τυχεῖν καὶ ῥοπῆς τῆς ἐς τὸ κρεῖττον οὐκ ἐπένευσε. |
| π 1992 | Πολυπάμμονος: πλουσίου. |
| π 1993 | Πολυπίδακα: πολλὰς ἀναβολὰς ἔχουσαν. τουτέστιν ἀνα‐ βλύσεις. |
| π 1994 | Πολυπλήθεια. |
| π 1995 | Πολύποδος δίκην: αὐτὸς ἑαυτὸν καταφαγών. |
| π 1996 | Πολύπους· ὅτι ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι. καὶ παροιμία· δὶς ἑπτὰ πληγαῖς πουλύπους πιλούμενος. |
| π 1997 | Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντάς τισιν ἑαυτούς. |
| π 1998 | Πολυπραγμοσύνη καὶ Πολυπράγμων· ὁ σπουδαῖος οὐκ ἔστι πολυπράγμων. τοῦτο βουλόμενοι δεῖξαι, τὴν πολυπραγμοσύνην μεταλαβόντες εἰς φιλοπραγμοσύνην, ἀνασκευάζομεν τὸ προκείμενον. ὁ μὲν γὰρ πολυπράγμων οὐδέπω φανερὰν ἁμαρτίαν σημαίνειν δοκεῖ, εἴγε πολυπράγμων μέν ἐστιν ὁ ἐν πολλοῖς κυλιόμενος πράγμασι, δύναται δὲ τοῦτο καὶ ἀπὸ τύχης τινι περιγενέσθαι· ὁ δὲ φιλοπράγμων διάθεσιν ἤδη καὶ οἰκειότητα τὴν πρὸς τὰ πράγματα δηλοῖ καὶ σπουδὴν καὶ αἵρεσιν, ὃ ἀλλότριον τοῦ σπουδαίου. |
| π 1999 | Πολυπτύχου: πολλὰς ἀποκλείσεις ἔχοντος, οἷον πτύχας. |
| π 2000 | Πολυποικιλώτατος. |
| π 2001 | Πολυποίτης: ὄνομα κύριον. |
| π 2002 | Πολύρρηνες: πολλὰ θρέμματα ἔχοντες. τὸ Πολύρρηνον, τόπος Κρήτης, ἔνθα τοῖς θεοῖς ἔθυον. καὶ ζήτει ἐν τῷ οἱ Κρῆτες. |
| π 2003 | Πολύς: σφοδρός. |
| π 2004 | Πολυσμαράγοις: ἠχητικοῖς. |
| π 2005 | Πολυσπαθής: ὁ πλειστάκις ὑπὸ σπάθης ἐνεργηθείς. ἐν Ἐπι‐ γράμμασι· πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων. |
| π 2006 | Πολύστρατος· οὗτος αἰτίαν ἔχων τοῦ Ἑρμᾶς περικόψαι ἀνῃ‐ ρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται. ἕτερος δέ ἐστιν, ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας. ἄλλος δ’ ἂν εἴη, οὗ μνημονεύει Δημο‐ σθένης ἐν Φιλιππικοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου. παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησά‐ μενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ, τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι. |
| π 2007 | Πολυσχιδής: πολυμερής. καὶ Πολυσχιδῆ ζῷα, ἄνθρω‐ πος, κύων, λέων καὶ εἴ τι ἄλλο, οἷς συμβέβηκε πολυτοκεῖν. |
| π 2008 | Πολυτελές: δαπανηρόν. Θουκυδίδης. τὸ γὰρ ἔχειν αὐτοὺς πρὸς τὸν ἐκ τῆς Δεκελείας πόλεμον πολυτελὲς ἐφαίνετο. καὶ Πολυτελέσι, πολυδαπάνοις. τέλος γὰρ τὸ δαπάνημα. καὶ Πο‐ λυτέλεια. ὅτι πολυτελῆ τὰ πολυδάπανα, ὡς ἀτελῆ τὰ ἀδάπανα. |
| π 2009 | Πολυτιμητιζόμενος: θεραπευόμενος. |
| π 2010 | Πολυτίμητος· ἐψηλάφων τοὺς ὑπομνηματισμούς, οὓς ὁ πολυ‐ τίμητος Ἡρακλείδης ἧκεν ἔχων. ὁ πολυτιμώρητος. |
| π 2011 | Πολύτλας: πολλὰ ὑπομένων. |
| π 2012 | Πολυφασίας: πολυλογίας. |
| π 2013 | Πολυφλοίσβου: πολυταράχου. |
| π 2014 | Πολυφόρβη: γῆ ἡ πολλοὺς τρέφουσα. |
| π 2015 | Πολυφόρῳ· Ἀριστοφάνης· οὕτω πολυφόρῳ συγκέκραμαι δαί‐ μονι. ἀντὶ τοῦ πολλά μοι κακὰ ὑφ’ ἕνα καιρὸν φέροντι· ἢ ποικίλῳ. ἀπὸ τοῦ πολὺ ὕδωρ ἐπιδεχομένου οἴνου. τουτέστιν ἀκράτῳ καὶ ἰσχυρῷ πρὸς τὸ κακόν· πολυφόρον γὰρ ἔλεγον τὸν πολλὴν κρᾶσιν δεχόμενον, ὀλιγοφόρον δὲ τὸν ὀλίγην. ἢ μεταφορικῶς ἀπὸ τῶν ἀνθέων τῶν δένδρων. |
| π 2016 | Πολυφραδέστερον: συνετὸν ἐν λόγοις. |
| π 2017 | Πολύφρονος. |
| π 2018 | Πολύχουν: πολυφόρητον, ἢ πολυειδῆ. |
| π 2019 | Πολύχους: πεπλουτισμένος. ὁ δὲ Εὐνόμιος ὀλιγομαθῶς μὲν εἶχε περὶ τὰ μαθήματα, πολύχους δὲ ἦν περὶ τὴν λέξιν καὶ τὰ αὐτὰ στρέφων ἀεὶ καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ· ὡς δεικνύουσιν οἱ δʹ τόμοι, οὓς ἐματαιοπόνησεν εἰς τὰς Ἐπιστολάς· πολλοὺς γὰρ λόγους ἐς αὐτὰς ἀναλώσας τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται. |
| π 2020 | Πόμα κεκραμένον τρία καὶ δύο: τρία μέρη ὕδατος ἐπι‐ δεχόμενον, οἴνου δὲ δύο. ἀρίστη κρᾶσις, οἴνου δύο μέρη καὶ ὕδατος τρία. Ἀριστοφάνης· ἔχε πιεῖν κεκραμένον τρία καὶ δύο. ἡ Τριτογενὴς αὐτὸν ἐνετριτώνισε. βούλεται δηλοῦν, ὅτι ἡ Ἀθηνᾶ τοιοῦτον αὐτὸν ἐποίησεν, ὡς δύνασθαι τρία μέτρα φέρειν ὕδατος. |
| π 2021 | Πομπεύει: ὡς νενικηκὼς μεγαληγορεῖ. |
| π 2022 | Πομπεία: λοιδορία. καὶ οἱ δικανικοὶ χρῶνται τῷ ὀνόματι. λέγεται πομπεῖα καὶ τὰ εἰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τοῖς κατὰ Ἀνδροτίωνος ὑποσημαίνει. Φιλόχορος δέ φησιν, ὡς πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν. ὀψὲ δὲ καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασε. |
| π 2023 | Πομπείας καὶ Πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις. Μέναν‐ δρος Περινθίᾳ· ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι. |
| π 2024 | Πομπήϊος· ὅτι Πομπήϊος ὁ Μέγας ἐπικληθείς, ὕπατος καὶ στρατηγὸς Ῥωμαίων, τὸν πρὸς Μιθριδάτην καὶ Τιγράνην πόλεμον ἀνεδέξατο. καὶ τὸν μὲν Μιθριδάτην κατὰ τὴν μικρὰν Ἀρμενίαν νυκτο‐ μαχίᾳ κατηγωνίσατο, ὡς τὸ στρατόπεδον αὐτοῦ διαρπάσαι καὶ τρεῖς μυριάδας ὁπλιτῶν καταβαλεῖν. ὁ οὖν Μιθριδάτης γυμνωθεὶς παντάπασι τῆς δυνάμεως διαφεύγειν ἀγαπητῶς ἅμα τῇ γαμετῇ καὶ δύο τισὶν ἀκολούθοις ἱκανὸς γέγονεν· εἶτα καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις καὶ πρὸς θάνατον ἀναγκαῖον ἐλαθείς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. ὁ δὲ δὴ παῖς αὐτῷ Φαρνάκης γίνεται διάδοχος τῆς ἀρχῆς. ὁ δὲ Πομ‐ πήϊος ἐπὶ Τιγράνην ἄγει τὴν στρατιάν. ὁ δὲ Ἀρμένιος διὰ μάχης ἐλθεῖν τοῖς Ῥωμαίοις οὐ λυσιτελὲς ἡγησάμενος, ἐνδιδοὺς ἑαυτὸν ἀφίκετο πρὸς Πομπήϊον καὶ πρὸς τοῖς γόνασιν αὐτοῦ πεσὼν καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελῶν ἐν ταῖς ἐκείνου χερσὶ κατέθετο. οἷς δὴ καμφθεὶς τὸν θυμὸν ὁ Πομπήϊος ἀνίστησί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀπο‐ δίδωσιν, αὐτὸς τῇ τοῦ Ἀρμενίου τοῦτο περιθεὶς κεφαλῇ τά τε ἄλλα διὰ τιμῆς τὸν ἄνδρα ἦγεν, ἀφαιρέσει δὲ ὅμως μέρους τινὸς τῆς ἀρχῆς καὶ χρήμασι πολλοῖς ἐζημίωσε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκην ἀπετέμετο καὶ πεντακισχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων δικαίῳ, ἅτε χειρῶν ἀδίκων ἀρξάμενον, προσηνάγκασε. μετὰ ταῦτα Ἀλβανοὺς ὑπέταξε καὶ τὸν βασιλέα τῶν Ἰβήρων Ἀρσάκην φεύγειν ἠνάγκασε καὶ τὴν μικρὰν Ἀρμενίαν Δηϊοτάρῳ τῷ δυνάστῃ τῆς Γαλατίας ἐδωρήσατο Ἄτταλόν τε καὶ Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆς Παφλαγονίας κατήγαγεν, ἐξεληλαμένους πρὸς τοῦ Μιθριδάτου, Κόλχοις τε ἐφίστησιν ἡγεμόνα. ἐφ’ οἷς Σύρους τε καὶ Ἄραβας κατεστρέψατο καὶ Ἰουδαίους τρίτῳ μηνὶ παρεστήσατο. ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀνα‐ θημάτων οὐδὲν διήρπασεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιησάμενος Ἀριστοβούλῳ παρέδωκεν· Ὑρκανὸν γὰρ ἐς τὴν Ῥωμαίων ἐξέπεμψε δέσμιον. |
| π 2025 | Πομπήϊος, Ῥωμαίων στρατηγός· περὶ οὗ φασιν ὅτι μετὰ τὰς σπονδὰς δειπνεῖν τὸν Καίσαρα καὶ Ἀντώνιον παρὰ Πομπηΐῳ τῷ παιδὶ Πομπηΐου ἐν τῇ στρατηγίδι νηῒ παρασκευασαμένῳ τὸ δεῖπνον· τοῦτον γὰρ ἔφη μόνον αὐτῷ καταλελεῖφθαι πατρῷον οἶκον. ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης, Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηΐῳ ὑπηρετοῦντα καὶ τότε προσελθεῖν αὐτῷ ἡσυχῆ καί, βούλει, φάναι, τὰς ἀγκύρας τῆς νηὸς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον; τὸν δὲ Πομπήϊον ἀποκρίνασθαι· ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. νῦν δέ, (οὐ πρὸς ἡμῶν γὰρ ἐπιορκεῖν) τὰ παρόντα στέργωμεν. |
| π 2026 | Πομπήν: τὴν πέμψιν, ἀποστολήν. Θουκυδίδης δʹ· ξύλων τε ναυπηγησίμων πομπῇ. καὶ Αἰλιανός· καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα. καὶ ἅμα τῇ κόρῃ παρεσκεύασε πομπὴν ἐπι‐ φανῆ, ἁρμάμαξάν τε λαμπρὰν καὶ ἐσθῆτα σοβαρὰν καὶ θεραπείαν συχνήν. |
| π 2027 | Πομπίλιος: ὄνομα κύριον. καὶ Πομπίλος, ἰχθύς. |
| π 2028 | Πομπόν: συνοδοιπόρον, καὶ προπέμποντα. |
| π 2029 | Πομποστολεῖ: ἐκπέμπει τῇ νηῒ τὸν στόλον. |
| π 2030 | Πομπώνιος: ὄνομα κύριον. |
| π 2031 | Πομφόλυγες: αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλως καταφερόμεναι. ὁ δὲ δίκην πομφολύγων ἐκ φύσεως διαλύει τὸ ὕπουλον. |
| π 2032 | Πομφόλυξ: ἐκβρασμὸς ὕδατος. |
| π 2033 | Πομφολυγοπαφλάσμασιν: ἐν ταῖς δίναις τῶν ὑδάτων. πομ‐ φόλυγες γὰρ αἱ φλυκταινώδεις δῖναι. ἀπὸ τοῦ παφλάζειν. ὥσπερ πομφόλυξ ῥαγεῖσα ἀφανίζεται, οὕτω μνήμη ὑπερηφάνου ὄλλυται μετὰ θάνατον. |
| π 2034 | Πονεύμενον: ἐνεργοῦντα. |
| π 2035 | Πονεῖν: ἐνεργεῖν. |
| π 2036 | Πονεῖσθαι: ἐνεργεῖν. Τραιανὸς ὁ βασιλεὺς δίκαιος ἦν καὶ τῷ σώματι ἐρρωμένος μʹ ἄγων ἔτος ἦρξε καὶ ἠβούλετο ἐξίσου πάντα τοῖς ἄλλοις τρόπον τινὰ πονεῖσθαι. |
| π 2037 | Πονηρὰ κατὰ τρυγόνα ψάλλεις: ἐπὶ τῶν μοχθηρῶς καὶ ἐπιπόνως ζώντων. καὶ γὰρ ἡ τρυγών, ἐπειδὰν πεινᾷ, τότε μάλιστα ψάλλει. |
| π 2038 | Πονηρία: ὁ ἐκ κατασκευῆς εἴς τινα παρά του πόνος γινόμενος, παρὰ τῷ Ἀποστόλῳ. |
| π 2039 | Πονηρόπολις· ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι, τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηρούς, ὡς δισχιλίους· ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν. |
| π 2040 | Πόνηρος: ἐπίπονος. ἡ πρώτη ὀξεῖα. ἐπὶ σώματος προ‐ παροξύνεται· ἕλκει πονήρῳ. ἐπὶ δὲ ψυχῆς ὀξυτόνως. λέγεται δὲ καὶ Πονηρὸν ὕδωρ. πονηροῖς κἀκ πονηρῶν εἰς πάντα χρώμεθα, οἷσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκῆ ῥᾳδίως χρήσαιτ’ ἄν. τουτ‐ έστι τοῖς λεγομένοις καθάρμασι πόλεως. οὐδὲν πονηρόν, ἀλλ’ ὅπερ καὶ Καλλικῶν. ὁ Καλλικῶν οὗτος προὔδωκε Σάμον, οἱ δὲ Μίλητον. ὡσεὶ εἶπεν, οὐδὲν κακὸν ποιῶ, ἀλλ’ ἱεροσυλῶ. ἐπὶ πονηρίᾳ γὰρ τεθρύλληται ὁ Καλλικῶν οὗτος, ὃς προὔδωκε Μίλητον Πριηνεῦσι. πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινων, τί μέλλει ποιεῖν, ἔλεγε, πάντα ἀγαθά. πάντα οὖν ἀγαθά, φησί, ποιῶ, ὡς ἔλεγε Καλλικῶν. ὕστερον μέντοι παρὰ Θεαγένους τινὸς εἰσῆλθεν ὠνησόμενος κρέα. κἀκεῖνος ὑποδεῖξαι ἐκέ‐ λευσε, πόθεν κόψαι θέλει. προτείναντος δὲ τὴν χεῖρα, ἀπέκοψε καὶ εἶπε· ταύτῃ τῇ χειρὶ οὐ προδώσεις πόλιν ἑτέραν. μέμνηται δὲ καὶ Καλλίμαχος· μὴ σύ γε, Θειόγενες, κόψας χέρα Καλλικόωντος. προδοὺς δὲ Μίλητον τοῖς πολεμίοις, πυνθανομένου τινός, ὅ τι τοῦτο ἐποίησεν, ἀποκρίνασθαι, ἀγαθὰ Καλλικῶν. καὶ Ἀριστοφάνης φησὶ τοῦ πονηροῦ κόμματος. ἀπὸ τοῦ παρακεκομμένου ἀργυρίου. |
| π 2041 | Πόνηρος· ἔστι παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· πονήρους γ’ εἶπας ἡμῖν συμμάχους. ἀντὶ τοῦ μοχθηροὺς καὶ ἐπιπόνους, ἀσθενεῖς, ἀπράκτους. ὥς φαμεν, πονήρως ἔχει ἡμῖν τὰ πράγματα. ἢ ἀτυχής, ἄθλιος. ἐπὶ ὄνου πονήρας ὀχούμενος. πόνηρον δὲ λέγει ὁ Ἀπόστολος τὸν ἐκ κατασκευῆς εἴς τινα παρά του πόνον γινόμενον. λέγεται δὲ καὶ Πονηρὸν ὕδωρ, τὸ νοσοποιόν. Πονηροὶ λέγονται καὶ ἐπίπονοι. καὶ παροιμία· Πόνῳ πονηρός, μοχθηρός, σφόδρα πονηρός. διὰ τὸν πόνον κατ’ ἐνέργειαν ὁ ἐπίπονος. |
| π 2042 | Πονήσαντα: ἀντὶ τοῦ παλαιωθέντα. Ἀρριανός· τὰ δὲ πονή‐ σαντα αὐταῖς οὐ χαλεπῶς ἐπεσκευάσθη. καὶ αὖθις· πονουμένῳ αὐτῷ περὶ τῆς βασιλείας τῶν Πάρθων ξυμβάλλουσι δύο τινές. |
| π 2043 | Πόνον: Ὅμηρος ἐπὶ τῆς ἐνεργείας τίθησι. καὶ Πονεῖν, τὸ ἐνεργεῖν. |
| π 2044 | Πόνον σπείρειν: παροιμία ἐπὶ τῶν μάτην πονούντων. |
| π 2045 | Πόνος: σπουδή, ἐπίτασις. καὶ ἦν πόνος μυρίος ἑκάστοις ἐπειγομένοις δρᾶσαι τὸ προσταχθέν, καὶ ἀγώνισμα ἐτίθεντο ἕκαστος ἑαυτοῦ τῆς Περσῶν προθυμίας τε καὶ σπουδῆς. |
| π 2046 | Πόνος πόνῳ πόνον φέρει: λείπει ἡ πρός, ἵν’ ᾖ, ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει. καί ἐστι τὸ μὲν πόνος πόνῳ ἀρχαϊκόν, ὡς ἔργον ἐπ’ ἔργῳ, τὸ δὲ δεύτερον πόνον κοινῶς, οἷον κάματον. καὶ Ὅμηρος· πάντη δὲ κακὸν κακῷ ἐστήρικται. ὁ αὐτὸς Ἀριστοφάνης ἐν Τραχινίαις· νὺξ γὰρ εἰσάγει, καὶ νὺξ ἀπωθεῖται δεδεγμένον πόνον. |
| π 2047 | Ποντίφιξ: ὁ μέγας παρὰ Ῥωμαίοις ἱερεύς, ὃν Νομᾶς ὁ Ῥω‐ μαίων νομοθέτης κατέστησεν, ἡνίκα βιαίῳ ῥεύματι φερόμενος ὁ Θύβρις τὸ πρεσβύτατον ζεῦγμα ἐλάμβανεν. εὐχὰς οὗτος πρὸς τῷ ποταμῷ μειλικτηρίους ποιησάμενος, μὴ διαξῆναι τὴν γέφυραν, ἔπεισε τὸν ποταμὸν ἡσυχῆ καὶ εὐτάκτως ἀνασχέσθαι τοῦ πράγματος. καὶ τοὺς λεγομένους Ποντίφικας καὶ Φλαμινίους τοῖς ἱερεῦσιν ἐπέστησε. |
| π 2048 | Ποντοβρύχους: ὑπὸ θαλάσσης βρεχομένους. |
| π 2049 | Πόντος: κυρίως μὲν ὁ ἔνδον τῆς Χερρονήσου καὶ Εὐξείνου καλούμενος, καταχρηστικῶς δὲ πᾶσα ἡ θάλασσα. καὶ παροιμία. Πόντος ἀγαθῶν, ἐπὶ τῶν πολλῶν ἀγαθῶν καὶ μεγάλων· ὥσπερ ἀγαθῶν θάλασσα. Ἀριστοφάνης· Ποντοπόσειδον. ἀντὶ τοῦ μέγιστε Πό‐ σειδον. ἀπὸ τοῦ πόντου μεταφορικῶς. |
| π 2050 | Ποπάδες· ἡ δὲ μελισσῶν ἀμβροσίη, πυκναί τ’ ἰτρίνεαι ποπάδες. |
| π 2051 | Πόπανα: πλακούντια πλατέα καὶ λεπτὰ καὶ περιφερῆ. ὅτι ἐπὶ τέσσαρσι ποπάνοις ἔθυον βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν. Πό‐ πανα εἰδικόν, προθύματα γενικόν. |
| π 2052 | Ποπλικόλας: ὄνομα κύριον. παρὰ Ῥωμαίοις. |
| π 2053 | Πόπλιος· οὗτος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν τοῖς ὄχλοις εὔνοιαν, παρὰ δὲ τῷ συνεδρίῳ πίστιν, ὥστε ἐν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλλομένου κατὰ τὰ Ῥωμαίων ἔθη, καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς, ἄλλο μὲν οὐθὲν εἶπε προελθών, οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ Ῥωμαίων δήμῳ οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, δι’ ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατηγοροῦντες. ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον. |
| π 2054 | Πόπλιος· περὶ τούτου τοῦ στρατηγοῦ ζητοῦσί τινες, τίνι τρόπῳ ἐγένετο ἐπιφανέστατος, ἀπὸ ποίας φύσεως ἢ τριβῆς ὁρμηθείς. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ τῷ αὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι, νομίζοντες ὡσανεὶ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες, ὅτι τὸ μὲν ἐπαινετόν, τὸ δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων. καὶ τὸ μὲν κοινόν ἐστι καὶ τοῖς τυχοῦσι, τὸ δὲ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχειν τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον. ἐμοὶ δοκεῖ Πόπλιος, φησὶν ὁ Πολύβιος, Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν. οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισι‐ δαιμονοῦντα καὶ παντὰ προσέχοντα τῇ Πυθίᾳ συστήσασθαι τὸ Λακε‐ δαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην τῇ πατρίδι περιποιῆσαι δυναστείαν· ἀλλ’ ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας παραβάλλεσθαι χωρὶς τῆς τῶν θεῶν ἐλπίδος, Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπι‐ βολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαραδεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας, Πόπλιος δὲ παραπλησίως ὡς μετὰ τῆς θείας ἐπιπνοίας ποιούμενος τὰς ἐπιβολὰς εὐθαρσεστέρους παρεσκεύαζε τοὺς ὑποταττομένους πρὸς τὰ δεινὰ τῶν ἔργων. καὶ μετὰ λογισμοῦ καὶ προνοίας ἔπραττε καὶ πάντα κατὰ λόγον ἐξέβαινε τὰ τέλη τῶν πράξεων αὐτῷ. ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλόψυχος, ὁμολογεῖται, διότι δ’ ἀγχίνους καὶ νήπτης, τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐδεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβιωκότων καὶ τεθεαμένων ὑποστὰς αὐτοῦ τὴν φύσιν. ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ δόξαν ἐργασάμενος διὰ τὸ δοκεῖν εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπ’ ἐκείνου πεπραγμένοις. ὅτι πρώτῳ Ποπλίῳ ἐλλοχήσεως ἀμοιβῆς δεξιῶς γενομένης, ὑπὸ Ῥωμαίων ἐδόθη στέφανος ἀγρώστεως χλωρᾶς. ὅτι ποτὲ νεανίσκοι τινες τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον ἧκον αὐτὴν ἄγοντες καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι τὴν κόρην. ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλλος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἂν ἥδιον ἔφη δέξασθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δ’ ὑπάρχων οὐδ’ ὁποίαν ἧττον, τοῦτ’ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται κατὰ ψυχὴν καὶ κατὰ σῶμα ἐμπόδια τοῖς χρωμένοις. τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτ’ ἂν προαιρῆται τῶν πολιτῶν. δι’ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν εἰργάζετο τοῖς ὑποταττομένοις. |
| π 2055 | Πόπλιος Σκιπίων, Λευκίου κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέσιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις ἐδόκει πολυχρημονέστατος τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτ’ ὠνη‐ σάμενος οὔτ’ ἄλλῳ τρόπῳ κτησάμενος οὐδέν, καίπερ οὐχ ὅλως εὐπο‐ ρούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος, οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἴασε βίον. τοῦτο ἀναμφισβήτητον παρὰ Ῥωμαίοις. |
| π 2056 | Πόπλιος Σκιπίων Ἀφρικανός, τὴν στρατιὰν εὑρὼν διεφθαρ‐ μένην ἐπανώρθωσεν. ὃς καὶ τὴν Καρχηδόνα εἰς ἔδαφος καθεῖλε. προ‐ σημᾶναι δὲ αὐτῷ τοῦ πολέμου τὸ πέρας τὴν τοῦ ξίφους λαβήν, αἵματι πολλῷ ῥεομένην καὶ πολλάκις μὲν ἀποματτομένην, πλέον δὲ ἀνιεῖσαν ἀεὶ τοῦ αἵματος· τοὺς γὰρ μάντεις πολὺν φόνον τῶν ἐναντίων σημαίνειν τὸ τέρας ὑποκρίνασθαι. |
| π 2057 | Πόπλιος Οὐαλέριος, ὁ συνύπατος Βρούτου, ἄξιος μὲν πολ‐ λῶν καὶ ἄλλων ἐπιτηδευμάτων χάριν ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι, μάλιστα δὲ τῆς αὐταρκείας τοῦ βίου. ἢ φιλοσοφία τις αὐτοδίδακτος ἐγένετο περὶ αὐτόν, ἣν ἐν πολλοῖς ἐπεδείξατο πράγμασι. |
| π 2058 | Πόππυζε· ἐν Ἐπιγράμμασι· παῖζε μόνη τὸ φίλημα· μάτην πόππυζε σεαυτῇ. ἀντὶ τοῦ κολάκευε, κήλει. |
| π 2059 | Ποππύσματα: κολακεῖαι εἰς τοὺς ἀδαμάστους ἵππους. |
| π 2060 | Πόρδαλις: τὸ ζῷον. |
| π 2061 | Πορεῖα: τὰ εἰς πορείαν χρήσιμα. |
| π 2062 | Πόριες: νέοι βόες, μόσχοι. |
| π 2063 | Πορίζω· δοτικῇ. |
| π 2064 | Πορίμῳ: ἄνυσιν καὶ ἐπίνοιαν ἔχοντι. ἐγχειρεῖν χρὴ ἔργῳ πορίμῳ. |
| π 2065 | Ποριμώτατος. ταύτην ἔδοξεν εἶναι ποριμωτάτην ἐπιβολήν. ἀντὶ τοῦ ἐπικερδῆ. καὶ Πορίσονται, ἀντὶ τοῦ κερδήσουσι. |
| π 2066 | Πορισταί: οἱ τοὺς πόρους εἰσηγούμενοι δημαγωγοὶ ἐπὶ τῷ ἑαυτῶν λυσιτελεῖ. |
| π 2067 | Πορθήσειας: ἕλοις, λάβοις. |
| π 2068 | Πόρθησις: ἐρήμωσις. |
| π 2069 | Πορθμεύειν. εὑρίσκει Νέσσον πορθμεύοντα μισθοῦ καὶ πείθει αὐτόν, ὡς πορθμεύσειεν Ἀλκμήνην καὶ Δηϊάνειραν. |
| π 2070 | Πορθμεῖον: τὸ πλοῖον. Πόρθμιον δὲ τὸ ναῦλον. |
| π 2071 | Πορθμεῖς: οἱ περάται. Ἀριστοφάνης· χαλεπαί γ’ ἂν ἦτε γενόμεναι πορθμεῖς. ἕλκοντες τοὺς πλωτῆρας ἀπεκναίετε. ἐπειδὴ οἱ πορθμεῖς τοὺς παριόντας ἀναγκάζουσιν εἰς τὰ ἴδια πλοῖα ἐμβαίνειν. |
| π 2072 | Πορθμήϊον: ὁ μισθὸς τοῦ ναύτου. Καλλίμαχος· τοὔνεκα καὶ νέκυες πορθμήϊον οὔτι φέρονται. ἐν Αἰγιαλῷ γὰρ καταβάσιόν ἐστιν εἰς ᾅδου, εἰς ὃ ἀπελθοῦσα ἡ Δημήτηρ ἔμαθε παρὰ τῶν περιοίκων περὶ τῆς Κόρης καὶ ἐδωρήσατο αὐτοῖς, ὡς λέγει, ἄφεσιν τοῦ πορθμηΐου. |
| π 2073 | Πορθμὶς καὶ Πορθμίδιον. τοῦ δ’ Ἀχέροντος ὕδωρ, ὃς πλώεις πορθμίδι κυανέῃ. |
| π 2074 | Πορθμός· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Εὐβοίας. |
| π 2075 | Πορθμός: πέραμα, ἀμφίγειος θάλασσα. ἰσθμὸς γάρ ἐστι γῆ στενή, ἑκατέρωθεν ἔχουσα θάλασσαν, πορθμὸς δὲ θάλασσα ὑπὸ γῆς περιεχομένη. πορθμὼ δύο ἐστόν, ὁ μὲν ἐφ’ Ἑλλησπόντου ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ στόματος τοῦ Εὐξείνου Πόντου, οὗ τὸ Ἱερὸν ὀνομάζεται. ἐν μὲν δὴ τῷ Ἑλλησπόντῳ τελωνεῖον ἥκιστα ἦν, ἄρχων δέ τις ἐκ βασιλέως στελλόμενος ἐν Ἀβύδῳ καθῆστο, διερευνώμενος ἕκαστα· ὁ δὲ ἐπὶ πορθμοῦ τοῦ ἑτέρου στελλόμενος μισθὸν ἀεὶ πρὸς βασιλέως κεκομισμένος ἤει, οὐδὲν πρὸς τῶν τῇδε ναυτιλλομένων κομιζόμενος. |
| π 2076 | Πόρκης: ὁ ἐπιδακτύλιος τῆς ἐπιδορατίδος, ὁ περιεργνύων αὐτὴν πρὸς τὸ ξύλον. καὶ κλίνεται πόρκου. |
| π 2077 | Πόρκος: κύρτος θαλάσσιος, ὁ εἰς ἄγραν ἰχθύων. |
| π 2078 | Πορνεῖα: τόπος, ἔνθα αἱ πόρναι διάγουσιν. ἐς τὰ πορνεῖα ἐσιόνθ’ ἑκάστοτε. Ἀριστοφάνης. |
| π 2079 | Πορνεία: ἡ εἰδωλολατρεία. καὶ Πόρνος, ὁ εἰδωλολάτρης. παρὰ τὸ πόρρω νεύειν. ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ· ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι. Πορνεία καὶ ἡ ἀκολασία. παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν. |
| π 2080 | Πορνεύω. |
| π 2081 | Πορνίδιον: ἡ μικρὰ παῖς. |
| π 2082 | Πόρον: διέξοδον, τρίβον καὶ περαίωσιν ποταμοῦ. |
| π 2083 | Πόρος: πέρας, ἢ ποταμός, ἢ ὁδός, ἢ φυσήματα ὑδάτων, ἢ μηχανή, ἢ τεχνάσματα. ἢ διάβασις. Ἀριστοφάνης· τίς πόρος σοὶ τῆς ὁδοῦ γενήσεται. ἀντὶ τοῦ διάβασις. καὶ Πόροι ἁλιρρόθιοι, ποταμοὶ εἰς θάλασσαν ῥέοντες. ὅτι πόρος κυρίως ἐπὶ ὑγρῶν λέγεται. καὶ εὔπορος, ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ ὑδατικοῦ πόρου. |
| π 2084 | Πόρος· Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. δῆμός ἐστι τῆς Ἀκαμαντίδος ὁ Πόρος. καὶ ὁ δημότης Πόριος. |
| π 2085 | Πόρρω: ἐπὶ χρόνου τάσσεται. ὡς δὲ πόρρω ἦσαν τοῦ πίνειν, τότε δὴ μύρον μέν τις περιήνεγκεν· οἱ δὲ ἐχρίοντο. |
| π 2086 | Πόρρω Διός τε καὶ κεραυνοῦ: διὰ τὸ τοὺς ἐπιβούλους τοῖς συνοῦσι χρωμένους, ἀδεέστερον εἶναι λέγουσα τὴν μετ’ ἀπραγμο‐ σύνης ἀσφάλειαν τῶν ἐν ἐπιφανεῖ βίῳ κινδυνευόντων. |
| π 2087 | Πορρωτέρω. |
| π 2088 | Πόρρω τῶν νυκτῶν: περὶ τὸ μεσονύκτιον. τινὲς δὲ τῶν αὐτῷ παρόντων πόρρω που τῶν νυκτῶν, δηλονότι οἷσπερ ἐν καθαρῷ ἦν ἡ ψυχή, φάσμα θεάσασθαι δαιμόνιον. |
| π 2089 | Πόρπαξ· Σοφοκλῆς· ἀλλ’ αὐτός μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος ἑπτάβοιον ἄρρητον σάκος. καὶ Ἀριστοφάνης· ἀλλ’ ἐμός γα, κἂν ἐκ τῆς ταγᾶς ἔλθῃ πόκα, πορπακησάμενος. ὁ ἐμός, φησίν, ἀνήρ, οἷον περονησάμενος. ἀντὶ τοῦ ἀποβαλὼν τὴν ἀσπίδα, ἅμα τῷ παρὼν εἶναι ἄπεισιν εἰς τὸν πόλεμον. |
| π 2090 | Πόρπαξ: ᾧ τὴν ἀσπίδα κατέχουσιν ὁ λεγόμενος ὄχανος· ἀνε‐ τίθεσαν γὰρ τὰ ἐκ τῶν πολέμων ὅπλα ἄνευ ὀχάνων, ἵνα μὴ ἑτοίμως αὐτοῖς ἔχωσι χρῆσθαι. οὐ γάρ ς’ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι. Πόρπαξ, κατά τινας μὲν ὁ ἀναφορεὺς τῆς ἀσπίδος· ὡς δέ τινες τὸ διῆκον μέσον τῆς ἀσπίδος σιδήριον, ᾧ κρατεῖ τὴν ἀσπίδα ὁ στρατιώτης. |
| π 2091 | Πόρπη: ἡ παρὰ Ῥωμαίοις φίβλα. ὁ δὲ τὴν πόρπην αὐτοῦ σπάσας, ἀεί, φησίν, ὑμεῖς οἱ παρὰ τῶν Ἀχαιῶν ἐστὲ τοιοῦτοι κήρυκες. καὶ Πορποῦσθαι, φιβλοῦσθαι. |
| π 2092 | Πορπηδόν. |
| π 2093 | Πόρπωμα: εἶδος ὅπλου. |
| π 2094 | Πορσύνω: ἑτοιμάζω. |
| π 2095 | Πορφύρεος: ὁ πορφυροῦς. καὶ Πορφύρεον κῦμα. |
| π 2096 | Πορφύρειος ἐσθής. |
| π 2097 | Πορφύρῃ: ταράσσηται. καὶ ἐν Μυθικοῖς· καὶ οἱ πορφύροντι διακριδὸν ἀμφὶς ἕκαστα. |
| π 2098 | Πορφύριος, ὁ κατὰ Χριστιανῶν γράψας· ὃς κυρίως ἐκαλεῖτο Βασιλεύς· Τύριος, φιλόσοφος, μαθητὴς Ἀμελίου τοῦ Πλωτίνου μαθητοῦ, διδάσκαλος δὲ Ἰαμβλίχου, γεγονὼς ἐπὶ τῶν χρόνων Αὐρηλιανοῦ καὶ παρατείνας ἕως Διοκλητιανοῦ τοῦ βασιλέως. ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. ἦν δὲ καὶ Λογγίνου τοῦ κριτικοῦ ἀκροασάμενος. Περὶ θείων ὀνομάτων αʹ, Περὶ ἀρχῶν βʹ, Περὶ ὕλης ϛʹ, Περὶ ψυχῆς πρὸς Βόηθον εʹ, Περὶ ἀποχῆς ἐμψύχων δʹ, Περὶ τοῦ Γνῶθι σαυτὸν δʹ, Περὶ ἀσωμάτων, Περὶ τοῦ μίαν εἶναι τὴν Πλάτωνος καὶ Ἀριστοτέλους αἵρεσιν ζʹ, Εἰς τὴν Ἰουλιανοῦ τοῦ Χαλ‐ δαίου φιλοσόφον ἱστορίαν ἐν βιβλίοις δʹ, Κατὰ Χριστιανῶν λόγους ιεʹ, Περὶ τῆς Ὁμήρου φιλοσοφίας. Πρὸς Ἀριστοτέλην τοῦ εἶναι τὴν ψυχὴν ἐντελέχειαν, Φιλολόγου ἱστορίας βιβλία εʹ, Περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος, Περὶ τῶν κατὰ Πίνδαρον τοῦ Νείλου πηγῶν, Περὶ τῆς ἐξ Ὁμήρου ὠφελείας τῶν βασιλέων βιβλία ιʹ, Συμμίκτων ζητημάτων ζʹ, Εἰς τὸ Θουκυδίδου προοίμιον, Πρὸς Ἀρι‐ στείδην ζʹ, Εἰς τὴν Μινουκιανοῦ τέχνην, καὶ ἄλλα πλεῖστα, καὶ μάλιστα ἀστρονομούμενα· ἐν οἷς καὶ Εἰσαγωγὴν ἀστρονομουμένων ἐν βιβλίοις τρισί· καὶ Γραμματικὰς ἀπορίας. οὗτός ἐστιν ὁ Πορφύριος ὁ τὴν κατὰ Χριστιανῶν ἐφύβριστον γλῶσσαν κινήσας. |
| π 2099 | Πορφύριος, ὁ τῶν Χριστιανῶν πολέμιος, ἀπὸ Φοινίκης πόλεως Τύρου. |
| π 2100 | Πορφυρίων, πορφυρίωνος: εἶδος ὀρνέου, παρὰ Ἀριστοφάνει. |
| π 2101 | Πορφυρόπωλις: ἡ τὰ πορφυρᾶ πωλοῦσα. |
| π 2102 | Ποσαπλῶς: ποσαχῶς, ἀναριθμήτως. ἓν μέρος λόγου ἐστὶ καὶ ἐπίτασιν τοῦ πόθου σημαίνει· συμφωνεῖ γὰρ τῷ ἔρωτι τῆς ψυχῆς καὶ ἡ σὰρξ καὶ τοῖς ἐκείνης οὐκ ἀντιτείνει βουλεύμασι. |
| π 2103 | Ποσειδώνειον: διὰ διφθόγγου, ὡς Δωριαῖον. ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσει‐ δώνιον, τὸ τοῦ Ποσειδῶνος· ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς, καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσει‐ δάνειον, δῆλον ὅτι Δωριαῖον. |
| π 2104 | Ποσειδεών: ἕκτος μὴν παρὰ Ἀθηναίοις οὕτω καλούμενος. ὁ Αὔγουστος. |
| π 2105 | Ποσειδεῶνος. ὅτι ἐν τῷ Ποσειδεῶνι μηνὶ διαμεμετρημένη ἐλέγετο ἡμέρα. ἡ δὲ ἦν μέτρον τι ὕδατος, πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς δὴ τούτῳ γὰρ ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. ὅτι Ποσειδῶν καὶ Ἀθηνᾶ ἐφιλονείκησαν περὶ τῆς Ἀττικῆς. καὶ ζήτει ἐν τῷ γεραίτερος. |
| π 2106 | Ποσειδῶν· καὶ Πόσειδον, ἡ κλητική. Ποσείδιον δὲ ὄνομα τόπου. |
| π 2107 | Ποσειδώνιος, Ἀπαμεὺς ἐκ Συρίας ἢ Ῥόδιος, φιλόσοφος Στωϊκός· ἐπεκλήθη Ἀθλητής· σχολὴν δ’ ἔσχεν ἐν Ῥόδῳ, διάδοχος γεγονὼς καὶ μαθητὴς Παναιτίου. ἦλθε δὲ καὶ εἰς Ῥώμην ἐπὶ Μάρκου Μαρκέλλου. ἔγραψε πολλά. |
| π 2108 | Ποσειδώνιος, Ἀλεξανδρεύς, φιλόσοφος Στωϊκός, μαθητὴς Ζή‐ νωνος τοῦ Κιτιέως. ἔγραψεν ἱστορίαν τὴν μετὰ Πολύβιον ἐν βιβλίοις νβʹ ἕως τοῦ πολέμου τοῦ Κυρηναϊκοῦ καὶ Πτολεμαίου, καὶ μελέτας ῥη‐ τορικάς, ὑποθέσεις εἰς Δημοσθένην· καὶ οἶμαι ταῦτα μᾶλλον Ποσει‐ δωνίου τοῦ σοφιστοῦ εἶναι, τοῦ Ὀλβιοπολίτου. |
| π 2109 | Ποσειδώνιος, Ὀλβιοπολίτης, σοφιστὴς καὶ ἱστορικός. Περὶ τοῦ Ὠκεανοῦ καὶ τῶν κατ’ αὐτόν, Περὶ τῆς Τυρικῆς καλουμένης χώρας, Ἀττικὰς ἱστορίας ἐν βιβλίοις δʹ, Λιβυκὰ ἐν βιβλίοις ιαʹ, καὶ ἄλλα τινά. |
| π 2110 | Ποσειδώνιος: ὄνομα κύριον. ὃς συνέγραψε τὸ παλμικὸν οἰώνισμα· ὅτι, ἐὰν πάλλῃ ὁ δεξιὸς ὀφθαλμός, τόδε σημαίνει. |
| π 2111 | Ποσίδιππος, Κασανδρεύς, υἱὸς Κυνίσκου, τρίτῳ ἔτει μετὰ τὸ τελευτῆσαι τὸν Μένανδρον διδάξας, κωμικός. ἔστι δὲ τὰ δράματα αὐτοῦ ἕως τῶν λʹ. |
| π 2112 | Πόσις: ἀνήρ. |
| π 2113 | Πόσθη: τὸ αἰδοῖον τοῦ ἀνδρός. |
| π 2114 | Πόσθιον: τὸ αἰδοῖον. λέων, λέων σοι γέγονεν ἔκμαγμα σόν. τά τ’ ἄλλ’ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, ὥσπερ κύτταρον στρεβλόν. κύτταρος δὲ τὸ πῶμα τῆς βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλανος. Ἀριστοφάνης· νὴ τὴν Ἀφροδίτην, ἡδύ γ’ ὄζει ποσθίου. |
| π 2115 | Πόσθωνος. |
| π 2116 | Ποσόν: τοῦτο κατὰ μέγεθος θεωρεῖται, οἷον μέγα, ἢ μικρόν· ποιὸν δὲ κατὰ τὴν ὕλην θεωρεῖται. |
| π 2117 | Πόσου πρίωμαί σοι τὰ χοιρίδια· λέγε. τὸ μὲν ἕτερον τούτων σκορόδων τροφαλλίδος, τὸ δ’ ἅτερον, χοίνικος μόνης ἁλῶν. |
| π 2118 | Ποστόμιος ὕπατος· οὗτος μέγα φρονῶν ἐφ’ ἑαυτῷ τῆς τάξεως τοῦ γένους ἕνεκα καὶ ὅτι διτταῖς ὑπατείαις ἤδη κεκοσμημένος ἦν. ἐφ’ οἷς ὁ συνύπατος αὐτοῦ καταρχὰς μὲν ὡς ἀπελαυνόμενος τῶν ἴσων ἠγανάκτει καὶ πολλάκις ἐπὶ τῆς βουλῆς τὰ δίκαια πρὸς αὐτὸν ἔλεγεν· ὕστερον δὲ συγγνοὺς ἑαυτῷ κατά τε προγόνων ὄγκον καὶ φίλων καὶ κατὰ τὰς ἄλλας δυνάμεις ἐλάττονα ἰσχὺν ἔχοντι (δημοτικὸς γὰρ ἦν καὶ τῶν νεωστὶ παρελθόντων ἐς γνῶσιν) εἶξέ τε τῷ συνυπάτῳ καὶ παρεχώρησε τοῦ πολέμου τὴν ἡγεμονίαν. καὶ τοῦτο ἤνεγκε δια‐ βολὴν τῷ Ποστομίῳ κατὰ πολλὴν αὐθάδειαν γενόμενον, ἕτερον δὲ βαρύτερον ἢ ὡς κατὰ Ῥωμαίων ἡγεμόνα γενόμενον. ἐπιλεξάμενος γὰρ ἐκ τῆς ἑαυτοῦ στρατιᾶς περὶ τοὺς δισχιλίους ἄνδρας ἐς τοὺς ἰδίους ἀγροὺς ἀπήγαγεν, οἷς ἄνευ σιδήρου δρυμὸν ἐκέλευσε κείρειν. καὶ κατέσχε τοὺς ἄνδρας ἐν τοῖς ἀγροῖς, θητῶν ἔργα καὶ θεραπόντων ὑπηρετοῦντας. καὶ ἄλλα πλεῖστα ὅσα βαρύτατα διαπραξάμενος παρέσχε τῷ δήμῳ μίσους ἀφορμὰς δικαίου. |
| π 2119 | Πόστος: ἀπὸ τοῦ πόσατος, κατὰ συγκοπήν. τάσσεται δὲ ἐπὶ ποσότητος. οἷον, πόστον ἄγει ἔτος; καί, πόστη ὥρα τῆς ἡμέρας; |
| π 2120 | Πόστουμος, Ῥωμαῖος, ἀπὸ Ναπύης, τά τε Ἑλλήνων ἐπαιδεύθη, ἐρασθεὶς αὐτῶν μετὰ ἔτη λʹ. τὰ δὲ πρῶτα χρυσοχόος ἦν. ἐπεὶ δὲ ἅπαξ αὐτὸν εἰσῆλθεν ὅδε ὁ φιλόλογος ἔρως, ἐς τὰς Ἀθήνας ὥρμησε καὶ ἐξεμουσώθη τὰ Ἑλλήνων ἐκεῖθι. καὶ ἐς γῆρας βαθὺ ἤλασε, πολλὰ καὶ καλὰ εἰδώς. οὔκουν ἀπεικὸς ἦν καὶ τόνδε τὸν Ποστοῦμον λέγειν λόγον ἐκεῖνον, ὅνπερ οὖν Ἡράκλειτος εἶπεν ἐφ’ ἑαυτοῦ· ἐμεωϋτὸν ἐδιζησάμην. |
| π 2121 | Ποταμηδόν: δίκην ποταμοῦ. |
| π 2122 | Ποτάμιοι: οἱ Ἀχαρνεῖς. καὶ ζήτει ἐν τῷ Δραχαρνεῦ. |
| π 2123 | Ποταμοδάρτης: ὁ περῶν ἀεὶ τὸν ποταμόν. |
| π 2124 | Ποταμὸς θαλάττῃ ἐρίζεις: ἐπὶ τῶν διατεινομένων πρὸς κρείττονας. καὶ Ποταμοί, δῆμος τῆς Λεοντίδος, οὗ ὁ δημότης Ποτάμιος. ἐκωμῳδοῦντο δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους. λύσις ὀνείρου· ῥύσις ποταμοῦ δυσμενῆ δηλοῖ καράν. |
| π 2125 | Ποταμῷ μεγάλῳ ὀχετὸν ἐπάγεις: ἐπὶ τῶν τοῖς οὖσι προσφερόντων. |
| π 2126 | Ποτάμων, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς πρὸ Αὐγούστου, καὶ μετ’ αὐτόν. εἰς τὰς Πλάτωνος Πολιτείας ὑπόμνημα. |
| π 2127 | Ποτάμων, Μιτυληναῖος, υἱὸς Λεσβώνακτος, ῥήτωρ. ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπὶ Καίσαρος Τιβερίου. καί ποτε αὐτοῦ ἐς τὴν πατρίδα ἐπανιόντος, ὁ βασιλεὺς ἐφοδιάζει τοιοῖσδε γράμμασι· Ποτάμωνα Λεσβώ‐ νακτος εἴ τις ἀδικεῖν τολμήσοι, σκεψάσθω, εἴ μοι δυνήσεται πολεμεῖν. ἔγραψε περὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος, Ὅρους Σαμίων, Βρούτου ἐγκώμιον, Καίσαρος ἐγκώμιον, Περὶ τελείου ῥήτορος. |
| π 2128 | Ποτάμωνος. |
| π 2129 | Ποταίνιον: τὸ ξένιον. |
| π 2130 | Πότε: λέγεται πρὸς νῦν κατ’ ἄμφω, καὶ κατὰ τὸ παρεληλυθός, καὶ κατὰ τὸ μέλλον. κατὰ μὲν τὸ παρεληλυθός, πότε ἐγένετο; κατὰ δὲ τὸ μέλλον, πότε ἔσται; |
| π 2131 | Πότερον: ἆρα, ποῖον, ποταπόν. |
| π 2132 | Ποτή: ἡ πτῆσις. |
| π 2133 | Πότης λύχνος· Ἀριστοφάνης Νεφέλαις· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον; παρὰ Ἀττικοῖς ὁ πολὺ ἔλαιον ἀναλίσκων. |
| π 2134 | Ποτίδαια: ὄνομα πόλεως. καὶ Ποτιδαιάτης. |
| π 2135 | Ποτινίσεται: ἐπέρχεται. |
| π 2136 | Πότμον: μόρον, θάνατον. καὶ Εὔποτμος, ὁ καλῶς τὸν βίον καταστρέφων. ὃς οἰκτρῶς καὶ ἐλεεινῶς ἐς γῆρας ἦλθεν οὐδαμῆ εὔποτμον. |
| π 2137 | Πότνα: δέσποινα. |
| π 2138 | Πότνια: σέμνη, ἔντιμος. |
| π 2139 | Ποτνιᾶσθαι: παρακαλεῖν. καὶ Ποτνιᾶται, παρακαλεῖ, ἐπι‐ καλεῖται θεούς. καὶ Ποτνιώμενος, δυσφορῶν, μετ’ οἰμωγῆς παρα‐ καλῶν. |
| π 2140 | Ποτώμεναι: διατρίβουσαι. Ποτῶνται δὲ πέτονται. |
| π 2141 | Ποτόν· ζήτει ἐν τῷ ἄγευστος θοίνης. |
| π 2142 | Ποτός: τὸ πινόμενον. Πότος δὲ τὸ συμπόσιον. σφοδροῦ δὲ πότου γενομένου, ἐνεδρεύων ὁ ἑστιάτωρ αὐτὸς μὲν ὀλίγον ἔπινεν, αὐτοῖς δὲ πολὺ ἐγχεῖν τοῖς θεράπουσιν ἐκέλευε. |
| π 2143 | Ποτώνη: ἀδελφὴ Πλάτωνος τοῦ φιλοσόφου. |
| π 2144 | Ποῦ γῆς· ποῦ γῆς πέφευγεν; ἀντὶ τοῦ εἰς ποίαν γῆν, Ἀττικῶς. |
| π 2145 | Πουλχερία, Ἀρκαδίου θυγάτηρ καὶ βασιλίς, ιεʹ ἐτῶν οὔπω τυγχάνουσα ἄριστα τὴν βασιλείαν διῴκει· ἐπαίδευσε δὲ καὶ τὸν ἀδελφὸν Θεοδόσιον. σοφωτάτη γὰρ οὖσα καὶ θεῖον νοῦν κεκτημένη τήν τε ἰδίαν παρθενίαν θεῷ προσανέθηκε καὶ τὰς ἀδελφὰς τὸ ὅμοιον πρᾶξαι ἐδί‐ δαξεν. εἰς πάντα δὲ τὸν ἀδελφὸν ἐκανόνιζεν, ἦθός τε καὶ λόγον, βάδισμα καὶ γέλωτα καὶ ἐνδυμάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσεως βασιλικῶς ἐξεπαίδευσε· πρὸ δέ γε ἁπάντων, τὴν εἰς τὸ θεῖον εὐσέβειαν αὐτὸν ἐπιμελῶς ἐδίδασκεν· ὡσαύτως δὲ καὶ περὶ τὰς ἀδελφὰς διεγένετο. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα καὶ ξενῶνας καὶ μονα‐ στήρια αὐτὴ κτίσασα καὶ προσόδους ἀφώρισε, καὶ πρὸς ἄλλοις μυρίοις κατορθώμασι πολλάκις αὐτῇ καὶ τὸ θεῖον ἐφαίνετο. αἱ δὲ ἀδελφαὶ Ἀρκαδία καὶ Μαρίνα. ὁ δὲ φύσει νωθρός τε καὶ ἀπερίσκεπτος ἐς πάντα μὲν ὑπῆρχε, μάλιστα δὲ ἐς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας ἀπαραναγνώστως ὑπέγραφεν. ὅπερ ἡ σοφωτάτη γνοῦσά ποτε Πουλχερία σοφῶς ὑπῆλθεν αὐτόν, δωρεὰν ὑποβαλοῦσα δῆθεν πρὸς δουλείαν τὴν ἑαυτοῦ γαμετὴν Εὐδοκίαν. ἣν καὶ καθυπογράψας μὴ πρότερον ἀναγνοὺς ὕστερον δεινῶς ὠνειδίζετο παρὰ τῆς Πουλχερίας. ὅτι Πουλχερία ἐπὶ τοσοῦτον ἐμίσει τὸν Νεστόριον, ὡς τοὺς φιλοῦντας ἐκεῖνον δια‐ θρυλεῖν, ὅτι πορνείαν πρὸς τὸν ἀδελφὸν αὐτῆς Θεοδόσιον τὸν βασιλέα διέβαλε Πουλχερίας Νεστόριος, καὶ διὰ τοῦτο οὕτως ὑπ’ αὐτῆς ἐμισεῖτο· ἐλοιδόρει γὰρ αὐτὴν εἰς τὸν τότε μάγιστρον Παυλινὸν λεγόμενον. |
| π 2146 | Πουλχερία· Πουλχερίας τῆς ἀοιδίμου στήλη ἵστατο ἐν τῇ Χαλκῇ, πλησίον τοῦ παλατίου, ὡς πρὸς τὸν περίπατον. |
| π 2147 | Ποῦ μήν: ποῦ δὴ οὖν; |
| π 2148 | Ποῦς· ὁ ποῦς ἔχει δακτύλους ιϛʹ. |
| π 2149 | Ποῦ σχήσειν δοκεῖς: ἀντὶ τοῦ ποῦ ἀπάξαι τὴν ναῦν; |
| π 2150 | Πώγων, πώγωνος: Τροιζήνιος λιμὴν οὕτω καλούμενος· ὅθεν καὶ παροιμία ἐπὶ τῶν κακογενείων· ἐς Τροιζῆνα δὲ βαδίζειν. καὶ Ἀριστοφάνης· κἀγώ γ’ Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα πώγων’ ἔχω. οὗτος γὰρ μέγαν πώγωνα ἔχων ἐκαλεῖτο Σακεσφόρος καὶ ἐκωμῳδεῖτο εἰς δασύτητα. ἦν δὲ ῥήτωρ καὶ δημαγωγός. καὶ Ἀριστοφάνης φησίν· ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε. |
| π 2151 | Πωγωνίας: ὁ μέγας πώγων. |
| π 2152 | Πωγωνιήτης: ὁ Ζεύς. καὶ Πωγωνίτης. |
| π 2153 | Πώεα: ποίμνια. |
| π 2154 | Πωλάς: ἀντὶ τοῦ πρᾶσις. Ὑπερίδης. ἔστι τὸ ὄνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις. |
| π 2155 | Πωλέσκετο: ἀνεστρέφετο. καὶ Ὅμηρος· πωλεῖταί τις γέρων. |
| π 2156 | Πωλευτικός. |
| π 2157 | Πωλεία χαίτη. |
| π 2158 | Πώλης: ὁ Ἀριστοφάνης τὸ τέλος τοῦ ὀνόματος παίζων λέγει, παρὰ τὸ ἀποδίδοσθαι καὶ πωλεῖν τοὺς πολιτευομένους τὰ τῆς πόλεως πράγματα, οἷον προβατοπώλης, στυππειοπώλης, ἀλλαντοπώλης. |
| π 2159 | Πωλητής: ὁ πιπράσκων. ἦν γὰρ ἐνταφίων πωλητής. καὶ Πωληταί· οὗτοι τῶν ὀφειλόντων τῷ δημοσίῳ κατὰ προθεσμίαν καὶ μὴ ἀποδιδόντων ἐπίπρασκον τὰς οὐσίας. ὑπέκειντο δὲ τοῖς Πω‐ ληταῖς καὶ ὅσοι τὸ διαγραφὲν ἀργύριον ἐν πολέμῳ μὴ εἰσέφερον, ἔτι καὶ οἱ ξενίας ἁλόντες καὶ ὁ μέτοικος καὶ προστάτην οὐκ ἔχων καὶ ὁ ἀποστασίου γραφείς· τούτων γὰρ τὰς οὐσίας πωλοῦντες παρεκατέβαλον εἰς τὸ δημόσιον. |
| π 2160 | Πωληταὶ καὶ Πωλητήριοι· οἱ μὲν Πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, δέκα τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης. δοκοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τὰ τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα. Πωλητηρὸν δὲ καλεῖται ὁ τόπος, ἔνθα συνεδρεύουσιν οἱ Πωληταί. |
| π 2161 | Πωλητήριον: τὸ πρατήριον. οὕτως Ὑπερίδης. |
| π 2162 | Πωλικῆς ἀπήνης: ὑπὸ πώλων ἐζευγμένης. κἀπὶ πωλικῆς ἀνὴρ ἀπήνης ἐμβεβώς, ξυνηντίαζε. καὶ Πωλικόν, τὸν τοῦ πώλου. ἐν Ἐπιγράμμασι· πάϊς δ’ ἴσον ἀστέρι λάμπει, πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος. |
| π 2163 | Πωλικός: ὁ γενναῖος. καὶ Πωλικὸν δῆγμα καὶ [τὸ] φρύαγμα. |
| π 2164 | Πωλίον: πῶλοι κυρίως τὰ γεννήματα τῶν ἵππων, καὶ τῶν ἄλλων κτηνῶν, ἅπερ ἔθος ἔχομεν καταψᾶν καὶ κολακεύειν. λύσις ὀνείρου· στρουθὸν κρατῶν φεύγοντα προσδόκα βλάβην. |
| π 2165 | Πωλίων, ὁ Ἀσίνιος χρηματίσας, Τραλλιανός, σοφιστὴς καὶ φι‐ λόσοφος· σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ δια‐ δεξάμενος τὴν σχολὴν Τιμαγένους. ἔγραψεν ἐπιτομὴν τῆς Φιλοχόρου Ἀτθίδος, Ἀπομνημονεύματα Μουσωνίου τοῦ φιλοσόφου, ἐπιτομὴν τῶν Διοφάνους Γεωργικῶν ἐν βιβλίοις βʹ, πρὸς Ἀριστοτέλην περὶ ζῴων βιβλία ιʹ, περὶ τοῦ ἐμφυλίου τῆς Ῥώμης πολέμου, ὃν ἐπολέμησαν Καῖσάρ τε καὶ Πομπήϊος. |
| π 2166 | Πωλίων, Ἀλεξανδρεύς, ὁ Οὐαλέριος χρηματίσας, φιλόσοφος, γεγονὼς ἐπὶ Ἀδριανοῦ· οὗ παῖς Διόδωρος φιλόσοφος, ὁ γράψας ἐξ‐ ήγησιν τῶν ζητουμένων παρὰ τοῖς ιʹ ῥήτορσιν. ἔγραψε Συναγωγὴν Ἀττικῶν λέξεων κατὰ στοιχεῖον, καὶ ἄλλα τινὰ φιλόσοφα. |
| π 2167 | Πωλίων. ἢ Πωλίων, γραμματικός. Περὶ τῶν παρὰ γράμμα ἁμαρτανομένων. |
| π 2168 | Πωλοδάμνης: πωλοδαμαστής. γυμναστής. |
| π 2169 | Πωλοδαμνῶ: τοὺς πώλους δαμάζω. |
| π 2170 | Πῶλος, Ἀκραγαντῖνος, ῥήτωρ, μᾶλλον δὲ σοφιστὴς τῶν πάλαι, διδάσκαλος Λικυμνίου. ἔγραψε Γενεαλογίαν τῶν ἐπὶ Ἴλιον στρατευσάν‐ των Ἑλλήνων καὶ βαρβάρων καὶ πῶς ἕκαστος ἀπήλλαξε· τινὲς δὲ αὐτὸ Δαμάστου ἐπιγράφουσι· Νεῶν κατάλογον, Περὶ λέξεως. |
| π 2171 | Πῶλος: τὸ ζῷον. |
| π 2172 | Πωλῶ: τὸ πιπράσκω. |
| π 2173 | Πωλῶ· γενικῇ. τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πω‐ λοῦνται. |
| π 2174 | Πωλῶσι: Δίδυμος φησὶν ἀντὶ τοῦ πορνεύουσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὸν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνᾶν. ἐγὼ δέ φημι, ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύτης μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀπο‐ πεφασμένως. Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἢ ἐν τῇ ἀγορᾷ. |
| π 2175 | Πῶμα: σκέπασμα. |
| π 2176 | Πώμαλα: ἀντὶ τοῦ πόθεν. οἷον οὐδαμῶς. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μαλα ἢ παρέλκει, ἢ ἐν συνηθείᾳ λεγόμενον ἐν τῷ πώμαλα, οἷον οὐ μάλα. ἀντὶ τοῦ οὐ ἢ ἀντὶ τοῦ οὐδόλως. ἔστι δὲ Ἀττικόν. Λυσίας ἐν τῇ πρὸς Ἀσύβαρον ἐπιστολῇ· γενναίως γὰρ αἱ γυναῖκες πώμαλα ἔφασαν ὠρχῆσθαι αὐτάς, δέον οὐδὲ πιούσας ἀπηλλάχθαι τοῦ συμποσίου. ἐγένοντο. |
| π 2177 | Πώμαλα: κεῖται καὶ παρὰ Δημοσθένει ἡ λέξις· οὐχ ἵνα ἐξέλθητε. πώμαλα. καὶ παρ’ Ἀριστοφάνει ἐν Κωκάλῳ. δεῖ δὲ ἀναγινώσκειν ὑφ’ ἓν πώμαλα. |
| π 2178 | Πωμήριον: τὸ τοῦ τείχους εἰκόνισμα. |
| π 2179 | Πώποτε. |
| π 2180 | Πῶρος, βασιλεὺς Ἰνδῶν· ὃς ἐγένετο κάλλιστος Ἰνδῶν καὶ μῆκος ὅσον οὔπω τις ἀνθρώπων τῶν μετὰ τοὺς Τρωϊκοὺς ἄνδρας. ἦν δὲ κομιδῇ πάνυ νέος, ὅτε συνῆν Ἀλεξάνδρῳ καὶ τούτῳ ἐπολέμει. τοῦτον ἤρετο περὶ διαίτης ὁ Ἀπολλώνιος. ὁ δέ, οἴνου μέν, ἔφη, πίνω τοσοῦτον, ὅσον τῷ ἡλίῳ σπένδω· ἃ δ’ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δὲ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα μοι ὁ ποταμὸς κηπεύει· πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες. ταῦτα ἀκούων ὁ Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δᾶμιν θαμὰ ἑώρα. |
| π 2181 | Πῶρος: ἀπολίθωσις ὑγροῦ. καὶ Πωρῶ, ῥῆμα, τὸ σκληρύνω, καὶ λιθοποιῶ. Πισίδης· καὶ τὰς ἰκμάδας πωροῦντα καὶ σφίγγοντα λιθώδει τρόπῳ. καὶ Πώρινος λίθος. |
| π 2182 | Πῶρος: πάθος τί ἐστιν, ὥς φησιν Ἀντίμαχος. πῶρόν τιν’ ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἔθεντο. καὶ πωρεῖν Ἠλεῖοι τὸ πενθεῖν φασι. παρὰ τοῦτο οὖν τὸ ταλαίπωρος ἐτυμολογεῖται. |
| π 2183 | Πωρός: ὁ τυφλός. καὶ Πώρωσις, ἡ τύφλωσις. |
| π 2184 | Πωρύτης. |
| π 2185 | Πῶς δοκεῖς: θαυμαστικῶς τοῦτο λέλεκται παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς; καί, πῶς ἔγωγε χ’ οὑτοσὶ ξυνεσόμεθ’ ὑμῖν πετομένοις οὐ πετομένω; καλῶς; ὅρα νῦν, ὡς ἐν Αἰσώπου λόγοις ἔστιν λεγόμενον δή τι, τὴν ἀλώπεχ’ ὡς φλαύρως ἐκοινώνησεν αἰετῷ ποτε. μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον, ὃ διατραγόντες ἐστὸν ἐπτερωμένω. |
| π 2186 | Πῶϋ: τὸ ποίμνιον. καὶ Πώεα. |
| π 2187 | Πῶϋγξ, πώϋγγος. |
| π 2188 | Πράγματα: ἐπὶ κακῷ χρῶνται τῇ λέξει οἱ παλαιοί. καὶ Μέναν‐ δρος· ἐν πράγμασιν, ἐν μάχαις. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ· ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ’ ἐρῶ. καὶ αὖθις· καὶ δή ποτε εἷς πορφυρίων αὐτῷ παρέσχε πράγματα. καὶ αὖθις· ἀλλά σοι παρέξω πράγματα. ἀντὶ τοῦ ἐνοχλήσω. καὶ παροιμία· Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν ἐπρίατο. |
| π 2189 | Πράγματα: κακοπάθειαι. ὀρεία τε ἦν καὶ στενὴ ἡ ὁδός, καὶ πολλὰ πράγματα εἶχον ἀμφὶ τοῖς ζεύγεσιν οἱ στρατιῶται. ἀντὶ τοῦ κόπους. |
| π 2190 | Πράγματ’ ἐξ ἀπραξίας: ἐπὶ τῶν παρὰ δόξαν καὶ παρ’ ἐλπίδα συμβαινόντων. ὅτι πραγματευτικὸς ἄνθρωπος λέγεται ὁ ἔμπορος· καὶ ἐμπο‐ λαῖος ὁμοίως. |
| π 2191 | Πραγματεία: οὐχ ὡς ἐν τῇ συνηθείᾳ ἐπὶ τῆς πραγματείας, οὕτω καὶ ὑπὸ τῶν ῥητόρων τέτακται ἐπὶ τῶν ἐργασίας τινὰς μετα‐ χειριζομένων, ἀλλ’ ἐπὶ τῶν πράγματα συνίστασθαι ἐπιχειρούντων. ὡς Δείναρχος ἐν τῷ κατὰ Μεναίχμου· αἱ γὰρ ἀπὸ τῶν κοινῶν ἔχθραι καὶ πραγματεῖαι αἰτίαι τῶν ἰδίων διαφορῶν καθεστήκασι. |
| π 2192 | Πραγματεία: πολυπραγμοσύνη, κακοπάθεια. πόλιν πολυ‐ άνθρωπον καὶ στρατῷ μεγάλῳ πεφραγμένην εἷλεν ἄνευ πραγματείας ὁ βασιλεύς. |
| π 2193 | Πραγματικώτατον: ἐνεργητικώτατον. ὃ δὴ καὶ πραγματι‐ κώτατον γεγονέναι τὸ διαβούλιον. καὶ αὖθις· τοῦτο δὲ ἐποίει νουνεχῶς ἅμα καὶ πραγματικῶς. |
| π 2194 | Πραγματοδίφης: ὁ δικολόγος. καὶ πραγματοδίφης. ὦ μακάριε τῆς τέχνης. |
| π 2195 | Πραγματομαθής· ὁ δὲ ὢν ἀγχίνους, καὶ τριβῇ κινδύνων πραγματομαθής. καὶ Πραγματομαθεῖς, οἱ τῶν πραγμάτων εἰδή‐ μονες. διὸ καὶ οἱ Ῥωμαῖοι πραγματομαθεῖς ὑπάρχοντες ὑφεωρῶντο τὰ τῆς τύχης ἄδηλα. |
| π 2196 | Πραγματωδεστέρα τάξις: ἡ δυσχερεστέρα. |
| π 2197 | Πραγμάτων καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς. Λάμαχος, στρατηγὸς Ἀθηναίων ῥιψοκίνδυνος. |
| π 2198 | Πρᾶγος: ἡ πρᾶξις. πρᾶγος δ’ ἀτίζειν οὐδεμ’ ἀνθρώπων χρεών. ἄνθρωπον ὄντα, φησίν, οὐ δεῖ πρᾶγμα κακίζειν. |
| π 2199 | Πραέων γῆν. |
| π 2200 | Πραεῖα. |
| π 2201 | Πρακτέα· καὶ τὰ πρακτέα ὀρθῶς διατάττων. |
| π 2202 | Πρακτέον: δεῖ πράττειν. |
| π 2203 | Πρακτικαί· ὅτι οὔτε αἱ πρακτικαὶ νοήσεις ἄπειροι οὔτε αἱ θεω‐ ρητικαί, ἐπεὶ μηδὲ οἱ τούτων λόγοι ἄπειροι. ἄγγελοι δέ εἰσι τῶν νοημάτων οἱ λόγοι· οἵτινες κἂν ὕστεροί εἰσι τῶν πρακτικῶν νοήσεων καὶ θεω‐ ρητικῶν, ἀλλ’ ἡμῖν γε ἐμφανέστεροι καὶ γνωριμώτεροί εἰσιν. ὡς οὖν ἔχουσιν οἱ περὶ τῶν ... |
| π 2204 | Πρακτικόν: ἀνυστικόν. |
| π 2205 | Πράκτορα: ἔκδικον. φόνου ποτ’ αὐτὸν πράκτορ’ ἵξεσθαι πατρός. |
| π 2206 | Πράκτωρ: ὁ τὸν ἐπικείμενον εἰσπραττόμενος φόρον. |
| π 2207 | Πράμνιος οἶνος· Ἀρίσταρχος ἐπιμελῶς τὸν ἡδὺν οἶνον Πράμνιον ἔλεγε· τινὲς τὸν ὤνιον οἶνον παραμόνιμον, τινὲς ἀπὸ ἀμπέλου Πραμνίας ὀνομαζομένης, οἱ δὲ ἰδίως τὸν μέλανα· ἔνιοι τὸν πραΰνοντα τὸ μένος, ὃν καὶ φαρμακίτην φασί. Σῆμος ὁ Δήλιος ἐν γʹ, ἐν Νικαίῳ Πράμνον πέτραν εἶναι, ἀφ’ ἧς τὸν οἶνον εἶναι. |
| π 2208 | Πρανές: κάταντες. |
| π 2209 | Πρανής: ὁδὸς κατωφερής. ἐν δέ τινι πρανεῖ, στενῷ καὶ ἐπιμήκει καὶ ὀλίσθου γέμοντι, πολλοὶ παρεφέροντο. |
| π 2210 | Πραξάμενος: ἀπαιτήσας, λαβών. Μάλλιος ὁ ἀνθύπατος τʹ τάλαντα πραξάμενος παρὰ Ἀριαράθου φίλον αὐτὸν ἐποιήσατο Ῥωμαίων. |
| π 2211 | Πράξαντες· Θουκυδίδης· οἱ δὲ μετ’ Ἀθηναίων πράξαντες (τουτέστι βουλευθέντες) ἔφασαν χρῆναι ἀνοίγειν τὰς πύλας. ἔμελλον δὲ ἀνοιχθεισῶν εἰσπίπτειν τοῖς Ἀθηναίοις. |
| π 2212 | Πραξιδίκη: θεός, ἧς κεφαλὴν μόνον ἱδρύοντο. Μνασέας δὲ ἐν τῷ περὶ Εὐρώπης Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν, ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι. Διονύσιος δὲ ἐν Κτίσεσιν Ὠγύγου θυγατέρας, Ἀλκομένειαν, Θελξίνειαν, Αὐλίδα, ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι. |
| π 2213 | Πραξίλλης: ὄνομα κύριον. |
| π 2214 | Πραξικοπήσας: ἐξ ἐπιβουλῆς βουλευσάμενος, δολιευσάμενος. Πολύβιος· ὁ δὲ στρατηγὸς πρῶτον μὲν πραξικοπήσας κατέσχε τὴν τῶν Ἐρεβησέων πόλιν καὶ παρείλετο τὰς ἀγοράς. |
| π 2215 | Πραξικοπήσας: δωροδοκηθείς. ὁ δὲ Οὔρβιος πραξικοπήσας νυκτὸς κατέλαβε τὸ μέρος τῆς ἀκροπόλεως καὶ τοὺς Ῥωμαίους εἰσή‐ γαγε. πολλὰς πόλεις ἠνδραποδίσατο, πραξικοπήσας μετὰ δόλου καὶ βίας. |
| π 2216 | Πρᾶξις: κοινότερον μὲν πᾶσα λογικὴ ἐνέργεια, ἰδίως δὲ καὶ κυριώτερον ἡ κατὰ προαίρεσιν, τουτέστιν ἡ κατ’ ἀρετὴν ἢ κακίαν ἐν‐ έργεια γινομένη. ὧν οὖν αἱ πράξεις αἱρετώτεραι, ταῦτα αἱρετώτερα· οἷον εἰ τὸ τὰ δίκαια πράσσειν τοῦ τὰ ἀνδρεῖα πράσσειν αἱρετώτερον, καὶ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα. ἔστι δὲ πρᾶξις μὲν ἡ πρὸς τὸ τέλος τείνουσα ἐνέργεια, ἔργον δὲ τὸ τέλος. |
| π 2217 | Πρᾶξις: ἡ προσοδία. Πολύβιος· μετὰ τῶν ἐν τῇ πατρίδι φίλων τρίτον πρᾶξιν κατασκευασαμένου καὶ προσενεγκόντος τῷ Φαβίῳ τὸν λόγον. καὶ αὖθις Πολύβιος· ὁ δὲ συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος· ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι. |
| π 2218 | Πραξιτέλης, Πραξιτέλους· ὄνομα κύριον. |
| π 2219 | Πραόνως· Ἀριστοφάνης· σὺ δὲ μὴ πρὸς ὀργήν, Αἰσχύλε, ἀλλὰ πραόνως ἔλεγχ’, ἐλέγχου. λοιδορεῖσθαι δ’ οὐ πρέπει ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας. |
| π 2220 | Πρᾶος· ὅτι τὸν πρᾶον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον μεταλαμβάνουσι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια. |
| π 2221 | Πραότης: ἀοργησία. ἂν δέ τις τῆς πραότητος γένος ἀποδῷ τὴν ἐγκράτειαν καὶ ὁρίσηται αὐτὴν ἐγκράτειαν ὀργῆς, οὐκ ὀρθῶς ἀποδίδωσιν· οὐ γὰρ τὸ ἐξ ὑποθέσεώς τινι ἀκολουθοῦν εἴη ἂν καὶ γένος. τὸ γὰρ γένος ἀχώριστον. Πραότης, ἐπὶ θεοῦ ἡ μικρὰ τιμωρία. Δαβίδ· ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς, καὶ παιδευθησόμεθα. Πρᾶος δὲ ἀπὸ τοῦ ῥᾷον, ῥᾷος, καὶ πρᾶος. |
| π 2222 | Πραπίς: ἡ φρήν. Ὅμηρος· εἰδύεσι πραπίδεσσι. |
| π 2223 | Πράσις. |
| π 2224 | Πρασιανός· ὅτι Πρασιανὸς λέγεται καὶ Βενετιανὸς καὶ Παλ‐ μουλάριος καὶ Σκουτάριος παρὰ Μάρκῳ Ἀντωνίνῳ, |
| π 2225 | Πρασιαί: πόλις Λακωνική. Ἀριστοφάνης: ἰὼ Πρασιαὶ τρισ‐ άθλιαι καὶ πεντάκις καὶ πολλῷ δεκάκις· ἀπολεῖσθε σήμερον. |
| π 2226 | Πρασιαί: αἱ τοῦ κήπου λαχανίαι. καὶ Πράσιον, τὸ λάχανον. |
| π 2227 | Πράσιον χρῶμα. ἄλλοις στάσεως ἀφορμὴν ἢ μέρους Πρασίου στοργὴν Ἰουστινιανὸς ἐπενεγκὼν ἀνῄρει. |
| π 2228 | Πράσου φύλλῳ τὸ τῶν ἐρώτων δέδεται βαλάντιον: ἐπὶ τῶν δι’ ἔρωτα πολλὰ ἀναλισκόντων, καὶ ἀσωτευομένων. ζήτει ἐν τῷ βασανίσας. |
| π 2229 | Πράττεσθαι: ἀπαιτεῖσθαι. τῶν δὲ Ἰταλικῶν μηδένα πράττεσθαι τέλος. |
| π 2230 | Πρατίνας, Πυρρωνίδου ἢ Ἐγκωμίου, Φλιάσιος, ποιητὴς τρα‐ γῳδίας· ἀντηγωνίζετο δὲ Αἰσχύλῳ τε καὶ Χοιρίλῳ ἐπὶ τῆς οʹ Ὀλυμ‐ πιάδος, καὶ πρῶτος ἔγραψε Σατύρους. ἐπιδεικνυμένου δὲ τούτου συνέβη τὰ ἰκρία, ἐφ’ ὧν ἑστήκεσαν οἱ θεαταί, πεσεῖν, καὶ ἐκ τούτου θέατρον ᾠκοδομήθη Ἀθηναίοις. καὶ δράματα μὲν ἐπεδείξατο νʹ, ὧν Σατυρικὰ λβʹ· ἐνίκησε δὲ ἅπαξ. |
| π 2231 | Πραττόμενοι· δοτικῇ. μηδὲν αἴσχιστον τῇ πόλει πραττόμενοι. αἰτιατικῇ δέ· καὶ φόρους καὶ ἀρχὰς πραττόμενοι. |
| π 2232 | Πραττομένους: ἀπαιτουμένους. Ἰσοκράτης· καὶ τοὺς μαθη‐ τὰς μικρὸν πραττομένους. πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους, τέλους δὲ οὐδενὶ αἴσθησιν παρεχόμενος. |
| π 2233 | Πράττω: τὸ ἐνεργῶ. ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτῷ ἐνόσει. |
| π 2234 | Πραῖδα. |
| π 2235 | Πραινεστός: ὄνομα τόπου. |
| π 2236 | Πραιπόσιτος: εἶδος ἀξιώματος. |
| π 2237 | Πραιπόσιτος· ζήτει ἐν τῷ Σαλούστιος. |
| π 2238 | Πραιτούρα. |
| π 2239 | Πραίτωρ: μετὰ τοὺς χιλιάρχους αὖθις ἐπὶ τοὺς ὑπάτους ἐπανῆλθον οἱ Ῥωμαῖοι, καὶ πρῶτος στρατηγὸς ἀπεδείχθη Φρούριος Κάμιλλος, παῖς Καμίλλου τοῦ πολλάκις μοναρχήσαντος· ὃν πραίτωρα τῇ ἰδίᾳ γλώττῃ οἱ Ῥωμαῖοι ὠνόμασαν, ἤγουν στρατηγόν. |
| π 2240 | Πραιτώριον. |
| π 2241 | Πραίφεκτος: ναύαρχος. |
| π 2242 | Πραίφεκτοι: ιβʹ ἄρχοντες προβεβλημένοι ὑπὸ τῶν ὑπάτων, οἳ τοῖς ὑπάτοις τοὺς ἐπιτηδειοτάτους πρὸς τὴν ἀληθινὴν χρείαν ἐκ τῶν παραγεγονότων συμμάχων ἱππεῖς τε καὶ πεζοὺς ἐξέλεγον, τοὺς καλουμένους ἐκτραορδιναρίου, ὃ μεθερμηνευόμενον ἐπιλέκτους δηλοῖ. |
| π 2243 | Πρέμνον: στέλεχος δένδρου. Ἀριστοφάνης· ἥκεις ἔχων πρέμνον πράγματος πελωρίου. ὅ ἐστι χρήσιμόν τι εἰσηγούμενος. ὅτι οἱ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα ἄριστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγάλας πέριξ τοῦ πρέμνου. καὶ ζήτει ἐν τῷ χάραξ. |
| π 2244 | Πρεών, πρεόνος, ὡς πρών. πρωνός. αἱ τόσσον ὕδωρ εἴβου‐ σαι σκολιοῦ τοῦδε κατὰ πρεόνος. |
| π 2245 | Πρέσβα: ἐντιμοτάτη. |
| π 2246 | Πρεσβεύεσθε: πρέσβεις πέμπετε. καὶ Πρεσβεύω. παρὰ Σοφοκλεῖ· ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς, καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. ὁ Ἡρακλῆς φησι ψυχορραγῶν. |
| π 2247 | Πρεσβεύω· δοτικῇ. αἰτιατικῇ δέ· καὶ πρὸς αὐτῆς τῆς ὀργάδος ἣν πρε‐ σβεύεις. |
| π 2248 | Πρεσβεῖα: τιμάς, γέρα. καὶ χρηστὰ πρεσβεῖα τούτῳ τῆς μνήμης νῦν τε καὶ ἀεὶ νέμει. |
| π 2249 | Πρεσβεῖον. ὁ δὲ Περίανδρος, ὁ Κυψέλου υἱὸς τοῦ βασιλέως Κορίνθου, τὴν βασιλείαν κατὰ πρεσβεῖον λαμβάνει. |
| π 2250 | Πρέσβειρα: ἔντιμος. |
| π 2251 | Πρέσβεις· ὅτι οὗτοι ἦσαν οἱ φιλόσοφοι οἱ ἐς Περσίδα δια‐ πρεσβευσάμενοι σὺν Ἀρεοβίνδῳ· Δαμάσκιος ὁ Σύρος, Σιμπλίκιος ὁ Κίλιξ Εὐλάλιος τε ὁ Φρύξ, Πρισκιανὸς ὁ Λυδός, Ἑρμείας τε καὶ Διογένης οἱ ἐκ Φοινίκης, Ἰσίδωρος ὁ Γαζαῖος. οὗτοι πάντες οἴκαδε ἀπενόστησαν, χαίρειν εἰπόντες τῇ τοῦ βαρβάρου φιλοξενίᾳ· καὶ ἀπώναντο δὲ ὅμως τῆς ἐκδημίας οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος ἐς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ὡς γὰρ οἱ Ῥωμαῖοι καὶ Πέρσαι σπονδὰς ἔθεντο καὶ συνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγραμμένων τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας ἐς τὰ σφέ‐ τερα ἤθη κατιόντας βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους. |
| π 2252 | Πρέσβις, πρέσβεως, προπαροξυτόνως. οὐχὶ δὲ ἀπὸ τῆς πρε‐ σβεὺς εὐθείας· οἱ γὰρ λέγοντες ἁμαρτάνουσι. λέγεται δὲ καὶ Πρέσβεων καὶ Πρεσβευτῶν, ἑκατέρως παρὰ τοῖς ῥήτορσιν. ἔστι δὲ τὸ μὲν καθωμιλημένον καὶ Ἑλληνικὴν ἀναλογίαν σῷζον, ὅταν εἴπωσι πρέσβεις. εὑρίσκομεν δὲ καὶ πρεσβευτάς. |
| π 2253 | Πρεσβυγένεια: παλαιοτέρα γένεσις. καὶ συγκριτικῶς. |
| π 2254 | Πρεσβυγενής. |
| π 2255 | Πρεσβυτάτην: ἐντιμοτάτην. |
| π 2256 | Πρεσβυτερεῖον. |
| π 2257 | Πρεσβύτερος: τιμιώτερος, μείζων. ὁ δὲ τὴν κατασκευὴν τοῦ νεὼ πρεσβυτέραν τῆς ἑαυτοῦ ῥᾳστωνεύσεως ποιησάμενος. ἀντὶ τοῦ μείζονα, τιμιωτέραν. καὶ τοὺς βωμοὺς κατέστρεψεν, ἐφ’ ὧν ὤμοσαν ἡ στρατιὰ τὰ αὐτοῦ πρεσβύτερα ποιήσασθαι. |
| π 2258 | Πρεσβύτερος Κόδρου: ἀντὶ τοῦ παλαιότερος. παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν. ἀπὸ τοῦ βασιλεύσαντος Ἀθήνησι Κόδρου. λέγεται δὲ καὶ Πρεσβύτερα, τὰ τιμιώτερα. ἡ δὲ στρατιὰ ἔλεγε τὰ ἑαυτῆς πρεσβύτερα ποιήσασθαι. |
| π 2259 | Πρευμενής: πρᾶος. |
| π 2260 | Πρηγορεῶνος: τοῦ λαιμοῦ. |
| π 2261 | Πρήθω: τὸ καίω. |
| π 2262 | Πρημαινούσας τε θυέλλας· Ἀριστοφάνης Νεφέλαις. θύελλα, συστροφὴ τοῦ ἀνέμου. πρημαινούσας δὲ μαινομένας, καὶ λάβρως φυσώ‐ σας· πρῆσαι γὰρ τὸ φυσῆσαι. Ὅμηρος· ἐν δ’ ἄνεμος πρῆσε μέσον ἱστίον. |
| π 2263 | Πρηνές: ἐπὶ πρόσωπον. καὶ Πρηνής. |
| π 2264 | Πρῆνες: οἱ προνενευκότες τόποι τῶν ὀρέων. ἢ γὰρ ἴσον πρηῶνι Μαλείης, ᾧ ἐκυκήθη κῦμα, πολυψάμμους ὦσεν ἐπὶ ψαμάθους. |
| π 2265 | Πρηξῖνος: ὄνομα κύριον. καὶ Πρήξωνος. |
| π 2266 | Πρῆσαι: καῦσαι. Πρῆσε δὲ ἐφύσησε. |
| π 2267 | Πρήσσουσα: διαπερῶσα. |
| π 2268 | Πρηστήρ: ἀστραπή, κεραυνός. ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δ’ ἐπὶ μάνδραν ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν. |
| π 2269 | Πρηστήρ: πῦρ ἀπ’ οὐρανοῦ. ἢ νέφος περισχεθὲν πυρὶ μετὰ πνεύματος βιαιοτάτου. πνεύματος μετὰ βροντῶν καὶ πρηστή‐ ρων ἐξαναστάντος Λιβυκοῦ καὶ ταραχὴν τοῦ κλύδωνος εἰργασμένου κακωθῆναι τὰς ναῦς. καὶ αὖθις· πολλὰ δὲ φυσήματα ἀπροόρατα ἐμπίπτει, πολλοὶ δὲ πρηστῆρες βιαιότατοι καὶ μεγέθη κυμάτων. |
| π 2270 | Πρῆστις: εἶδος κήτους θαλασσίου. ἡ λεγομένη μάλη· ὃ καὶ δυσανταγώνιστόν ἐστι. |
| π 2271 | Πρίαμαι· αἰτιατικῇ. |
| π 2272 | Πριάμενος: ἀγοράσας. Σοφοκλῆς· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτόν, ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται. |
| π 2273 | Πριαμωθῆναι: ξυρηθῆναι· τὸ γὰρ τοῦ Πριάμου πρόσωπον ξυρίας ἐστί. |
| π 2274 | Πρίαμος: ὄνομα κύριον. |
| π 2275 | Πρίαπος: ὁ αὐτός ἐστι τῷ Διονύσῳ. ἐν Ἐπιγράμμασι· Ἀγροιώτᾳ τῷδε μονοστόρθυγγι Πριήπῳ θῆκεν ὁ καρποφύλαξ δενδρια‐ κὴν θυσίαν. καὶ αὖθις· Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν δῶρα. |
| π 2276 | Πρίαπος: τὸ ἄγαλμα τοῦ Πριάπου τοῦ Ὥρου παρ’ Αἰγυπτίοις κεκλημένου ἀνθρωποειδὲς ποιοῦσιν, ἐν τῇ δεξιᾷ σκῆπτρον κατέχον, ὡσανεὶ παρ’ αὐτοῦ φανεῖσαν τὴν ξηρὰν καὶ τὴν θάλασσαν· ἐν δὲ τῇ εὐωνύμῳ κρατοῦν τὸ αἰδοῖον αὑτοῦ ἐντεταμένον, διότι τὰ κεκρυμμένα ἐν τῇ γῇ σπέρματα φανερὰ καθίστησι. τὰ δὲ πτερὰ τὴν ταχυτῆτα τῆς κινήσεως· τὸν δὲ κύκλον τοῦ δίσκου τὴν περιφέρειαν· ταυτὸν γὰρ τῷ ἡλίῳ δοξάζουσι. |
| π 2277 | Πρίαπος ἐκ τοῦ Διὸς καὶ τῆς Ἀφροδίτης συνελήφθη· ἡ δὲ Ἥρα ζηλοτυπήσασα μαγγανείᾳ τινὶ ἥψατο τῆς κοιλίας τῆς Ἀφροδίτης καὶ παρεσκεύασεν ἄμορφον καὶ αἰσχρὸν τεχθῆναι τὸ βρέφος καὶ περισσόσαρκον. ἡ δὲ μήτηρ ἔρριψεν αὐτὸ εἰς ὄρος· ποιμὴν δὲ ἀνε‐ θρέψατο. εἶχε δὲ τὸ αἰδοῖον ἐπάνω εἰς τὴν πυγήν. ἐκλήθη δὲ Περίαπος κατὰ τὴν Ἰταλῶν γλῶτταν καὶ τιμᾶται παρὰ ποιμέσι. τὸ δὲ ἀφίδρυμα αὐτοῦ ἐστι παιδίον, μόριον ἔχον μέγα καὶ ἐντεταμένον. |
| π 2278 | Πριβάτον: Ῥωμαία ἡ λέξις. |
| π 2279 | Πρίγκιπες: οὕτω καλοῦσι Ῥωμαῖοι τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις· τοὺς γὰρ νεωτέρους καὶ πενιχροτέρους γροσφομάχους καλοῦσιν, εἶτα τοὺς πρίγκιπας· τοὺς δὲ πρεσβύτας τριαρίους· καὶ τοὺς ἁστάτους καλουμένους, οἵ εἰσι πρότεροι τῶν πριγκίπων. καὶ αὗται μὲν αἱ ὀνομασίαι. ἡ δὲ ἐξόπλισις τοὺς μὲν τριαρίους εἶναι χʹ, τοὺς δὲ πρίγκιπας ͵ασʹ, ἴσους δὲ τούτοις τοὺς ἁστάτους, τοὺς δὲ γροσφομάχους πλείους τῶν τετρακισχιλίων· φορεῖν δὲ μάχαιραν καὶ γρόσφον. |
| π 2280 | Πρίγκιψ: ὁ ἔξαρχος τῆς τάξεως παρὰ Ῥωμαίοις. |
| π 2281 | Πρίεται: σχίζεται. |
| π 2282 | Πριηνεύς· καὶ Πριήνη, ὄνομα πόλεως. |
| π 2283 | Πρίημι: ἀγοράζω. |
| π 2284 | Πρίηπος: ὁ Πρίαπος. κατὰ τροπὴν τοῦ α εἰς η. |
| π 2285 | Πριμιγγιλίων: τιμῶν· ἤτοι βασιλικῶν δωρεῶν· ἢ προνομίων. |
| π 2286 | Πριμικήριος: ὁ πρῶτος τάξεως τῆς τυχούσης. |
| π 2287 | Πριμολοκάριος: ὁ τὸν ἀκρότατον βαθμὸν τῆς στρατιᾶς ἔχων, ὕστατος δὲ τῇ τιμῇ. |
| π 2288 | Πριμοπιλάριος: ὁ τὸ μεῖζον ἀξίωμα τῶν στρατιωτῶν ἔχων παρὰ Ῥωμαίοις. |
| π 2289 | Πρὶν ἢ πτίσαι τὰ ἄλευρα: παροιμία. καί, πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾷς. ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων. καί, πρὶν ἐσφάχθαι, δέρεις. |
| π 2290 | Πρίνινοι ἄνθρακες: στερεοί, καὶ σκληροί; ἰσχυρὸν γὰρ τὸ τῆς πρίνου ξύλον. Ἡσίοδος· πρίνου δὲ γύην. καὶ πάλιν· πρίνινος γὰρ βουσὶν ὀχυρώτατός ἐστι. Πρῖνος, ξύλον πικρότατον. Ἀριστο‐ φάνης· σὺ δ’ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς. καιομένη γὰρ ἡ πρῖνος ψόφον ποιεῖ. |
| π 2291 | Πρὶν καὶ λύκος ὄϊν ποιμαινεύσει: ἐπὶ τοῦ ἀδυνάτου. ἢ οὕτω, πρίν κεν ὄϊν λύκος ποιμαινεύσει. |
| π 2293 | Πρὶν λαχεῖν τὰ κοινὰ κατεσθίεις: τουτέστι πρὶν κληρω‐ θῆναι πρὸ διανομῆς ἁρπάζεις. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς δείπνοις ἁρπαζόντων πρὸ διανομῆς. |
| π 2294 | Πρῖνος: ξύλον πικρότατον, ἥτις καιομένη ψόφον ποιεῖ. |
| π 2295 | Πριόνωτοι: ὄφεις οὕτω λεγόμενοι. |
| π 2296 | Πρίου: ἐλευθέρωσον. |
| π 2297 | Πρίω: ἀγοράσω. |
| π 2298 | Πρίων: τὸ τεκτονικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασιν· ἰθύδρομόν τε πρίονα, μιλτίῳ βάμματι πειθόμενον. καὶ αὖθις· καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα. καὶ Βάβριος· κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων. ἀντὶ τοῦ βρύκων. ὁ πρίων ἀπῆν, οὐδ’ ᾔδειν πρίω. Ἀριστο‐ φάνης. ἀντὶ τοῦ οὐδὲ ἐγίνωσκον τὸ πρίω ῥῆμα. οὐδὲ γὰρ ἐδεῖτο ἀγοράσαι, οἴκοι ἔχων. πάντα οὖν φησι· τοῦ ἀγροῦ φέροντος, οὐδὲν ἔδει μοι τοῦ πρίασθαι. |
| π 2299 | Πρισθείς: ἐξαφθείς, δεσμηθείς. ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων, ἐκνάπτετ’ αἰέν, ἔς τ’ ἀπέψυξε βίον. |
| π 2300 | Πρίσκιλλα: ὄνομα κύριον. |
| π 2301 | Πρίσκος, Πανίτης, σοφιστής, γεγονὼς ἐπὶ τῶν χρόνων Θεο‐ δοσίου τοῦ μικροῦ. ἔγραψεν ἱστορίαν Βυζαντιακήν, καὶ τὰ κατὰ Ἄτταλον ἐν βιβλίοις ηʹ· μελέτας τε ῥητορικάς, καὶ ἐπιστολάς. |
| π 2302 | Πρίσκος, υἱὸς τοῦ μεγάλου Κωνσταντίνου. καὶ ζήτει αὐτὸν πλατύτερον ἐν τῷ Κρίσκος. |
| π 2303 | Πρίσκος, Ἐμεσηνός· ὅσπερ ἀλλότρια γράμματα μιμεῖσθαι ὑπερ‐ φυῶς ἐξηπίστατο τεχνίτης τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸς ἄγαν. ἐτύγχανε δὲ ἡ τῶν Ἐμεσηνῶν ἐκκλησία τῶν τινὸς ἐπιφανῶν κληρο‐ νόμος γεγενημένη χρόνοις τισὶ πολλοῖς ἔμπροσθεν. ἦν δὲ οὗτος ἀνήρ, πατρίκιος μὲν τὸ ἀξίωμα, Μαμιανὸς δὲ ὄνομα, γένει λαμπρὸς καὶ περιουσίᾳ χρημάτων. ἐπὶ δὲ Ἰουστινιανοῦ ὁ Πρίσκος διαριθμησάμενος πόλεως τῆς εἰρημένης τὰς οὐσίας πάσας, εἴ τινας εὗρε πλούτῳ περιακμάζοντας, καὶ πρὸς ζημίαν χρημάτων μεγάλην διαρκῶς ἔχοντας, τούτων διερευνησάμενος ἐς τὸ ἀκριβὲς τοὺς προπάτορας, γράμμασιν αὐτῶν παλαιοῖς ἐντυχών, βιβλίδια πολλὰ ὡς παρ’ ἐκείνων γεγραμμένα πεποίηται, ὁμολογούντων πολλὰ χρήματα τῷ Μαμιανῷ ἀποδώσειν ἅτε παραθήκης λόγῳ ταῦτα παρ’ ἐκείνου κεκομισμένοι. τό τε ὡμολο‐ γημένον ἐν τούτοις δὴ τοῖς καταπλάστοις γραμματείοις ξυνίει οὐχ ἧσσον ἢ ἐς ρʹ κεντηνάρια. καὶ ἀνδρὸς δέ τινος, ὅσπερ ἐπὶ τῆς ἀγορᾶς τηνικάδε χρόνου καθήμενος, ἡνίκα ὁ Μαμιανὸς περιῆν, δόξαν τε πολλὴν ἐπί τε ἀληθείᾳ καὶ ἀρετῇ ἔχων, ἅπαντα ἐπετέλει τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον αὐτῶν οἰκείοις ἐπισφαγίζων αὐτὸς γράμμασιν, ὅνπερ ταβελλίωνα καλοῦσι Ῥωμαῖοι, τὰ γράμματα δαιμο‐ νίως μιμησάμενος, τοῖς διοικουμένοις τὰ πράγματα τῆς τῶν Ἐμεσηνῶν ἐκκλησίας παρέδωκεν, ὡμολογηκόσι, μοῖραν αὐτῷ τινὰ κεῖσθαι τῶν ἐνθένδε πορισθησομένων χρημάτων. ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας πάσας μʹ ἐνιαυτῶν μήκει ἐκκρούων, ἐς Βυζάντιον ἀφικόμενοι καὶ χρήματα τῷ βασιλεῖ Ἰουστινιανῷ προ‐ έμενοι, μελλήσει οὐδεμιᾷ ἔπεισαν γράψαι νόμον, οὐ χρόνοις τὰς ἐκκλήτους τοῖς καθήκουσιν, ἀλλ’ ἐνιαυτῶν ρʹ πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι. κεφάλαιον Ἰουστινιανοῦ ρʹ ἐτῶν πλήθει κρατυνόμενον. |
| π 2304 | Πριστηροειδὴς αἰχμή: ἐκ τοῦ πρίζω. |
| π 2305 | Πρό: ἀντὶ τοῦ ἀντί. Φιλήμων Παγκρατιαστῇ· δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου. ἀθλεύων πρὸ ἄνακτος. Ὅμηρος. |
| π 2306 | Προάγω· αἰτιατικῇ. |
| π 2307 | Προαγωγός: διδάσκαλος κακῶν. |
| π 2308 | Προαγωγεία. |
| π 2309 | Προάγωνος. |
| π 2310 | Προαγρυπνῶ· γενικῇ. |
| π 2311 | Προαλάμενος: προπηδήσας. καὶ προαλάμενος· τῆς πληθύος μετεχώρησεν ὡς Ναρσῆν. ὁ δὲ ἐνηγκαλίσατο αὐτόν. |
| π 2312 | Προαλέστατον: προπετέστατον. |
| π 2313 | Προαλίσαντας: προαθροίσαντας. Ἰώσηπος· τὸν ἐπὶ ταῖς μελ‐ λούσαις συμφοραῖς θυμὸν προαλίσαντας, ἐναφεῖναι τοῖς δράσουσιν αὐτάς. |
| π 2314 | Προαναθρώσκειν: προπηδᾶν. |
| π 2315 | Προαναλώθη. |
| π 2316 | Προαναρπάζω· γενικῇ. |
| π 2317 | Προανάσχοι: προανατείλοι. |
| π 2318 | Προανατάξωμαι· Δαβίδ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερου‐ σαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. |
| π 2319 | Προανεκρούετο· ἄποινον ὁ θεόπτης Μωϋσῆς τῷ Ἰσραὴλ προανεκρούετο. ἀντὶ τοῦ προκατήρχετο τῆς ᾠδῆς, προανεβάλλετο. |
| π 2320 | Προαποθνήσκω· γενικῇ. |
| π 2321 | Προασπίζομαι· γενικῇ. |
| π 2322 | Προάστειον, προαστείου. ὁ δὲ Σοφοκλῆς προαστίου, διὰ τοῦ ι. τὸν ἄνδρ’ ἐφ’ ἡμῖν; οὗτος ἐκ προαστίου. |
| π 2323 | Προαύλιον: τὸ ἔμπροσθεν τοῦ αὐλείου. |
| π 2324 | Προβάλλεσθαι: ἀντὶ τοῦ προτείνεσθαι. Θουκυδίδης· τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ τάξονται δι’ ὄχλου μάλλον ἔσται ἀεὶ προβαλ‐ λομένοισι. καὶ ὁ Ῥήτωρ· τὴν ἀειλογίαν ὁρῶ ἀεὶ προβαλλομένους. |
| π 2325 | Προβάλιθος: ὄνομα κύριον. |
| π 2326 | Προβαλίσιος: ὄνομα κύριον. |
| π 2327 | Προβαλλομένους: ἀντὶ τοῦ ὑποτιθεμένους. οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους. ὁ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τῷ κατ’ Αἰσχίνου, τὴν προαίρεσιν, φησί, τῆς πολι‐ τείας προβεβλημένην καὶ ἄπιστον εἰπεῖν. ἀντὶ τοῦ ἐλαφρῶς ἔχουσαν. ἐν δὲ τῷ κατὰ Μειδίου· καὶ προυβαλόμην, φησίν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν. ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. ἐν δὲ τοῖς Φιλιππικοῖς φησι· προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλοι. ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην. |
| π 2328 | Προβαλόντες κυσὶν ἄρνας: ἐπὶ τῶν τοὺς ἀπράγμονας τοῖς συκοφάνταις παραδιδόντων. |
| π 2329 | Πρόβασις: ἡ τῶν βοσκημάτων κτῆσις. Ὅμηρος· κειμήλιά τε πρόβασίν τε. καὶ παροιμία· Προβάτων οὐδὲν ὄφελος, ἐὰν ὁ ποιμὴν ἀπῇ· ἐπὶ τοῦ ἀναγκαίου. |
| π 2330 | Πρόβατα: πάντα τὰ τετράποδα. |
| π 2331 | Προβατεύς: ὁ τῶν προβάτων ποιμήν. καὶ Προβατέων, χωρικῶν ἀνθρώπων. |
| π 2332 | Προβατίου βίον ζῆν: ἐπὶ τῶν μωρῶν καὶ ἀνοήτων. τὰ γὰρ πρόβατα οὐδὲν ἐργάζεται, καὶ ζῇ. ἢ διὰ τὸ ἀδρανές. |
| π 2333 | Προβατοπώλης: ὁ Καλλίας καὶ ἡ ἐπ’ αὐτοῦ πολιτεία· ἢ Λυσικλῆς, υἱὲ Ἀσπασία. στυππειοπώλης δὲ ὁ Εὐκράτης, ὃς καὶ Στύπ‐ παξ ἐκαλεῖτο. βυρσοπώλης δὲ ὁ Κλέων. οὐκ ἐπὶ τοῦ πωλεῖν τὰς βύρσας παρείληπται, ἀλλ’ ἐπὶ τοῦ τῆς πόλεως ἀποδίδοσθαι τὰ πράγ‐ ματα. |
| π 2334 | Πρόβαινε: τοῦτο ὡς ἐπὶ ὄχλου πομπευόντων τινά. |
| π 2335 | Προβεβηκόσι: παλαιοτέροις. προσήκειν τὸ φιλόθεον τοῖς ἤδη προβεβηκόσι καὶ πόρρω ἐλαύνουσι, τοῦτο μὲν ἡλικίας, τοῦτο δὲ φιλο‐ σοφίας. |
| π 2336 | Προβέβουλα: προέκρινα. |
| π 2337 | Προβήμασιν: ἀντὶ τοῦ πηδήμασι. καὶ ζήτει ἐν τῷ ἐμβάς. |
| π 2338 | Προβιβάζεις: παραινεῖς, πείθεις. εὖ προβιβάζεις. |
| π 2339 | Προβιβάσαντες: προάρξαντες. |
| π 2340 | Πρόβλημα: θεώρημα συντεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς. |
| π 2341 | Πρόβλημα καὶ ὁ παροιμιακὸς λόγος. |
| π 2342 | Πρόβλημα· ἐπὶ παντὸς πράγματος τέσσαρά ἐστιν· εἰ ἔστιν; τί ἐστιν; ὁποῖον τί ἐστιν; καὶ διὰ τί ἐστι; τὸ μέν, ὅτι ἐστὶ τάδε συμβεβη‐ κότα, λαμβάνομεν ἐκ τῆς ἐναργείας, καὶ τὸ τί ἐστι τοῦ ὁρισμοῦ ἐξ αὐτῶν τεκμαιρόμεθα· ἐκ δὲ τοῦ ὁρισμοῦ, οὐχ ὅτι ἐστὶ τὰ συμβεβηκότα γινώσκομεν, ἀλλὰ τὸ τί ἐστι καὶ ὁποῖον καὶ διὰ τί. ὥστε διὰ μὲν τοῦ ὅτι ἐστὶ τὰ συμβεβηκότα, τὸ τί ἐστι τοῦ ὁρισμοῦ γινώσκομεν· διὰ δὲ τοῦ τί ἐστι τοῦ ὁρισμοῦ, τὰ λοιπὰ προβλήματα τῶν συμβεβηκότων. |
| π 2343 | Προβλῆτας: ἔξω προβεβλημένας ὑπὲρ ἀσφαλείας· οἱ δὲ τὰς πρώτας προβεβλημένας· ὃ καὶ μᾶλλον. Πρόβλημα δὴ καὶ ἡ ἀσφάλεια. πρόβλημα δὲ οὐδὲν ἦν πρὸ τῆς στρατοπεδείας. |
| π 2344 | Προβλῆτες· Φιλοκτήτης φησίν· ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσία θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι· οἷ’ ἔργ’ ὁ παῖς μ’ ἔδρασε. |
| π 2345 | Προβολάς: ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἢ τινῶν ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γινομένων. οὕτως Δημοσθένης. παρὰ δὲ Αἰσχίνῃ ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν. |
| π 2346 | Προβολή: γραφὴ κατὰ τῶν συκοφαντούντων. φέρε νῦν, ὁρισώμεθα τὴν προβολὴν αὐτοῦ τῆς αἱρέσεως, ἐφ’ ᾗ τὸν παρόντα τοῦτον ἐποιήσατο βίον. |
| π 2347 | Προβόλιον: εἶδός τι δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. |
| π 2348 | Πρόβολον: πρόμολον, πρόμαχον. καὶ Πρόβολος ἐμός, προβαλλόμενος, προστάτης, τεῖχος, ἀσφάλεια. Ἀριστοφάνης Νεφέλαις· πρόβολος ἐμός, σωτὴρ δόμοις. |
| π 2349 | Προβούλευμα: τὸ ὑπὸ τῆς βουλῆς ψηφισθέν, πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. |
| π 2350 | Πρόβολος: τὸ τῶν σιτίων δοχεῖον. |
| π 2351 | Πρόβολος: ἔξαρχος τοῦ βουλευτηρίου. Εὐνάπιος· ὁ δὲ βασιλεὺς τούτους δεξάμενος κτήματά τε αὐτοῖς καὶ χώραν ἀπένειμε καὶ προβόλους τε ὑπελάμβανε γενναίους καὶ ἀδαμαντίνους ἔχειν πρὸς τὰς ἐκείνῃ τῶν Οὔννων ἐμβολάς. |
| π 2352 | Προβόλῳ: προβεβλημένῃ εἰς θάλασσαν πέτρᾳ. |
| π 2353 | Πρόβολοι: αἱ εἰς θάλασσαν προκείμεναι πέτραι, καὶ οἷον ἀκταί τινες. Δημοσθένης ἐν Φιλιππικοῖς. |
| π 2354 | Πρόβος: ὄνομα κύριον. |
| π 2355 | Πρόβουλοι: πρὸς τοῖς οὖσι διῃρέθησαν ἄλλοι κʹ εἰσηγησόμενοι τὰ δοκοῦντα τῇ πολιτείᾳ μετὰ τὴν ἐν Σικελίᾳ συμφοράν. |
| π 2356 | Προβοσκίς: ἡ τοῦ ἐλέφαντος προνομαία. |
| π 2357 | Πρὸ βραχέος. πρὸ ὀλίγου. |
| π 2358 | Πρὸ γῆς· ἐγὼ δὲ φεύγω γῆν πρὸ γῆς φοβούμενος τὸν ἄγριον δεσπότην, ᾧ μᾶλλον ἵππων ἢ ἀνθρώπων μέλει. ὁ δὲ οὐκ ἀφῆκε διαξαίνειν αὐτόν, ἀλλ’ εἴασε γῆν πρὸ γῆς ἀφιέναι, ἵνα μή, φησίν, ὢν ἐνθάδε τολμήσῃ παραπλήσια πάλιν. |
| π 2359 | Προγινώσκω· αἰτιατικῇ. |
| π 2360 | Προγράμματα· οἷς καὶ δῶρα συνέθηκε καὶ προγράμματα, δι’ ὧν παρεκάλει ἑτοιμάζειν τὰς δυνάμεις. |
| π 2361 | Προγραφαί· αἱ προγραφαὶ ἐκεῖναι αἱ κεκηρυγμέναι λέγονται βουλήσει Ἀντωνίου γενέσθαι. καὶ Αἰλιανὸς λέγει· ἐπανελθόντες γοῦν προγραφὰς καὶ τῶν ἐκ βουλῆς καὶ τῶν εἰς τὴν ἱππάδα τελούν‐ των εἰργάσαντο, τούτους ἀποκτιννύντες. ἀντὶ τοῦ κατηγορίας. |
| π 2362 | Προδείκτης. ἔχαιρε γὰρ μίμοις καὶ προδείκταις καὶ καθόλου πᾶσι τοῖς θαυματοποιοῖς. |
| π 2363 | Προδήλως: φρονίμως, ἀνδρείως. Σοφοκλῆς· καλόν μοι τοῦδ’ ὑπερπονουμένῳ θανεῖν προδήλως μᾶλλον. |
| π 2364 | Προδικασία: οἱ τὰς ἐπὶ φόνῳ δίκας ἐγκαλούμενοι ἐν πρυ‐ τανείῳ πρὸ τῆς δίκης διατελοῦσιν ἐπὶ τρεῖς μῆνας· ἐν οἷς ἐξ ἑκατέρου μέρους λόγοι προάγονται. τοῦτό φασι προδικασίαν. |
| π 2365 | Πρόδικος, Κεῖος, ὁ ἀπὸ Κέω τῆς νήσου, πόλεως δὲ Ἰουλίδος, φιλόσοφος φυσικὸς καὶ σοφιστής, σύγχρονος Δημοκρίτου τοῦ Ἀβδη‐ ρίτου καὶ Γοργίου, μαθητὴς Πρωταγόρου τοῦ Ἀβδηρίτου. ἐν Ἀθήναις κώνειον πιὼν ἀπέθανεν, ὡς διαφθείρων τοὺς νέους. |
| π 2366 | Πρόδικον: δικαστὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριστοφάνης Κενταύρῳ· ἐγὼ γάρ, εἴ τι ς’ ἠδίκηκ’, ἐθέλω δίκην δοῦναι πρόδικον ἑνὶ τῶν φίλων τῶν σῶν ἑνί. καὶ παροιμία· Προδίκου σοφώ‐ τερος. Ἀριστοφάνης Νεφέλαις· οὔτε γὰρ ἄλλῳ γ’ ὑπακούσαιμεν πλὴν ἢ Προδίκῳ σοφίας καὶ γνώμης ἕνεκα. σοφιστὴς δὲ ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνη‐ μονεύμασιν. οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικος ἢ τῶν ἀδολέσχων εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισι· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν. διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃς τῆς τῶν λʹ τυραννίδος μετέσχε. κόθορνος δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτοῦ, προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. |
| π 2367 | Πρόδομος: ὁ νάρθηξ. ἐτύγχανε γὰρ ἐν τοῖς προδόμοις τοῦ ἱεροῦ. |
| π 2368 | Προδόμῳ: τῇ πρὸ τοῦ οἴκου παστάδι. |
| π 2369 | Προδότᾳ. Πολύβιος· δυσθεώρητόν τι ὁ τόπος ἔχει δυσπα‐ ράγραφον· τίνα γὰρ ὡς ἀληθῶς προδότην νομίζειν, οὐ ῥᾴδιον ἀπο‐ φήνασθαι. δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συμπειθομένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ περιστάσεις μετατιθέντας τὰς αὐτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμ‐ μαχίας, οὐδὲ τούτους· πολλοῦ γε δεῖ· ἐπείτοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς πατρίσιν· ἀλλ’ ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς δυσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις, ἢ ὅσοι φρουρὰς εἰσδεχόμενοι καὶ συγχρώ‐ μενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλειόνων δυνατῶν ἐξουσίαν. τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάτ‐ τοι πάντας· οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ κακὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησεν, οὐδὲ ἐναντία πᾶσιν ὁμολογουμένως. |
| π 2370 | Προδότις· θηλυκὸν δὲ διὰ τοῦ ι. ὦ προδότι καὶ παράγωγε καὶ μύραινα σύ. |
| π 2371 | Προδωσίκομπος: ὁ ὑποσχετικός, ὁ τὰς ἑαυτοῦ ὑποσχέσεις ἐν οὐδενὶ τιθέμενος, ἀλλὰ προδιδούς. |
| π 2372 | Πρόδρομος: ὁ προτρέχων. |
| π 2373 | Πρὸ δουλείας· ὁ δὲ κατεκρήμνισεν ἑαυτόν, θάνατον πρὸ δουλείας ὑπομένων. |
| π 2374 | Προαιρεῖσθαι· αἰτιατικῇ. |
| π 2375 | Προαιρέσιος, Παγκρατίου, Καππαδόκης ἀπὸ Καισαρείας, σοφιστής, μαθητεύσας ἐν Ἀντιοχείᾳ παρὰ Οὐλπιανῷ. γέγονε δὲ πρὸ Λιβανίου κατὰ τὰς Ἀθήνας σοφιστεύων καὶ τιμῶν ἔτυχε τῶν μεγίστων τοῦ αὐτοκράτορος Κωνσταντίνου. μελέτας ῥητορικάς. οὗτος ἐπὶ Ἰουλιανοῦ ἤκμαζε, σύγχρονος Λιβανίῳ τῷ σοφιστῇ· καὶ ὅπως λυποίη τοῦτον ὁ Ἰουλιανός, τὸν Λιβάνιον μεγάλως ἐθαύμαζεν. |
| π 2376 | Προαίρεσις· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει· δεῖξαι θέλον‐ τες ὅτι μή ἐστιν ἐν ἀλόγῳ προαίρεσις, ληψόμεθα τὸν λόγον τῆς προαιρέσεως· ἔστι δὲ οὗτος πρὸ ἑτέρου αἵρεσις· ἀλλὰ μὴν τὸ ἄλλο πρὸ ἄλλου αἱρεῖσθαι ἐν τούτοις ἐστίν, ἐν οἷς καὶ τὸ βουλεύεσθαι· τὸ γὰρ ἄλλο ἄλλου προκρῖναι μετὰ λόγου γίνεται· οὐδὲν δὲ τῶν ἀλόγων βουλεύεται· ὥστε οὐδὲ προαιρεῖται. Προαίρεσίς ἐστιν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν, ἢ βούλευσις ὀρεκτικὴ τῶν ἐφ’ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλεύσεως ἐφιέμενος προαιροῦμαι. βουλὴ δὲ ἐστὶν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν γινομένη. βουλεύεται γάρ τις, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα, ἢ οὔ. εἶτα κρίνει τὸ κρεῖττον, καὶ γίνεται κρίσις. εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθὲν καὶ λέγεται γνώμη. ἐὰν δὲ κρίνῃ καὶ μὴ δια‐ τεθῇ πρὸς τὸ κριθὲν ἤγουν ἀγαπήσει αὐτό, οὐ λέγεται γνώμη. εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή. προαίρεσις γάρ ἐστι δύο προκειμένων, τὸ αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερόν, ὅτι βουλή ἐστι μετ’ ἐπικρίσεως ἡ προ‐ αίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας. προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν. οὐδεὶς δὲ προκρίνει τι, μὴ βουλευσά‐ μενος· οὐδὲ προαιρεῖται, μὴ προκρίνας. ζήτει προαίρεσις καὶ βούλησις ἐν τῷ βούλησις. |
| π 2377 | Προεγκεῖσθαι: ἐπικεῖσθαι. |
| π 2378 | Πρόεγμα: στήριγμα. |
| π 2379 | Προεδρία: διὰ τοῦ ι. ἄλλοις περισπούδαστον ἡ προεδρία. Προσεδρεία δὲ διὰ διφθόγγου. ἀπὸ τοῦ προσεδρεύω. |
| π 2380 | Προεδρεύω· γενικῇ. |
| π 2381 | Προεδρία: τιμῆς οὗτος ὁ τρόπος. ἐξῆν δὲ τῆς τιμῆς ταύτης τυχοῦσι καὶ ἐν βουλευτηρίῳ καὶ ἐν ἐκκλησίᾳ καὶ ἐν ἄλλῳ παντὶ συλλόγῳ τοὺς προλαμβάνοντας οἵτινες ἢ ἐξεγείραντας αὐτοὺς εἰς τὸν ἐκείνων καθίσαι τόπον. πεποίηται δὲ τὸ ὄνομα ἀπὸ τοῦ τὴν πρώτην αὐτοὺς ἕδραν ἔχειν. Ἀριστοφάνης· νῦν δ’ ἂν μὴ προεδρίαν φέρωσι, καὶ τὰ σιτία. ἀντὶ τοῦ λάβωσιν, ἀποφέρωσι. σιτία δὲ ἀντὶ τοῦ τὴν ἐν Πρυτανείῳ σίτησιν. |
| π 2382 | Πρόεδρος: ὁ τῆς πολιτεῖας ἀρχηγὸς καὶ ἡγεμών. Πρό‐ εδροι ἐκληροῦντο τὴν τῶν πρυτανέων καθ’ ἑκάστην πρυτανείαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης· οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. ὅτι δὲ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. |
| π 2383 | Προέηκε: προέπεμψε. |
| π 2384 | Προεκαλινδοῦντο τοῦ Καίσαρος καὶ ἱκέτευον. προ‐ εκυλινδοῦντο δὲ κρεῖττον. ἀντὶ τοῦ ἔμπροσθεν τῶν ποδῶν ἐκυλίοντο. καὶ προ‐ εκυλινδεῖτο. |
| π 2385 | Προέμβολα: τὰ πρὸς τῇ πρώρᾳ τῆς νηός. ὥσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησάμενοι. |
| π 2386 | Προέμεν: πέμπειν. |
| π 2387 | Προέμενος: ἐκδιδούς, προδούς, περιφρονήσας· προαφείς. ὁ δὲ τῶν φίλων ἐχρῆτο τοῖς βουλεύμασι, τὰ οἰκεῖα προέμενος· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτως ἐσπούδακεν ὡς περὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν. |
| π 2388 | Προεμπίπτειν· τὸν βασιλέα πάντων θεραπευόντων, αὐτὸς ἡσύχαζε, μὴ βουλόμενος προεμπίπτειν εἰς γνῶσιν. |
| π 2389 | Προέντες: προδόντες. |
| π 2390 | Προεξειρεσία: τοῦ πλοίου τόπος, ἐν ᾧ ἐρέττουσι. κωπω‐ τῆρας δὲ ἐφ’ ἑκατέραις πλευραῖς καὶ οἷον προεξειρεσίας τινὰς ἐμη‐ χανήσαντο. |
| π 2391 | Πρὸ ἔργου ἐτίθετο: προτιμότερον ἐτίθει. καὶ ἅμα φίλια τὰ κατὰ νώτου ἑαυτῷ τε καὶ τῇ στρατιᾷ καταλείπειν πρὸ ἔργου ἐτίθετο. καὶ αὖθις· τὴν Σποράκου χώραν κατασχεῖν τοῖς ὅπλοις πρὸ ἔργου εἶναι ἔλεγε. |
| π 2392 | Προερρέθη: προελαλήθη. |
| π 2393 | Πρόες: πρόπεμψον. |
| π 2394 | Προέσθαι: προδοῦναι. λαβὼν δὲ τὸ ξίφος Πόρκιος Μάρκος καὶ καταληφθεὶς ὑπὸ τῶν πολεμίων ἐφονεύετο, κρίνων τὴν ψυχὴν προέσθαι μᾶλλον ἢ τὴν μάχαιραν καὶ πολλὰ λαβὼν τραύματα παρα‐ δόξως ἐσώθη. |
| π 2395 | Προέσθαι: προτιμήσασθαι. αἰτιατικῇ. οὔτε γὰρ πρὸ ἐμοῦ οὔτε πρὸ ἄλλου ἀνδρὸς ἀγαθοῦ οὐδέ ἐστι προέσθαι τι τῶν κοινῇ συμφερόντων. |
| π 2396 | Προεστέρνισα: περιεπτυξάμην. καὶ Προστερνισάμενος. |
| π 2397 | Προετικός: χαριστικός. |
| π 2398 | Προέτω: προπεμψάτω. |
| π 2399 | Προεφήτευσεν. |
| π 2400 | Προεχειρίσατο· αἰτιατικῇ. |
| π 2401 | Προέχω· γενικῇ. |
| π 2402 | Προεχώμεθα: ὑποβαλλώμεθα, ἢ προβαλλώμεθα. |
| π 2403 | Προεύχομαι· γενικῇ. |
| π 2404 | Προειδόμενοι: προγνῶσται. |
| π 2405 | Προειδῶ· γενικῇ. |
| π 2406 | Προείλαντο: ἠθέλησαν. |
| π 2407 | Προειλόμεθα: προήκαμεν. |
| π 2408 | Προείμεθα: προδίδομεν. |
| π 2409 | Πρόεισι: προπέμπει. |
| π 2410 | Προεῖται. λαβὼν εἰς τὰς χεῖρας προεῖται αὐτόν. τουτέστιν ἀφήσει, καταλείψει. |
| π 2411 | Προηγγελκέναι: προμεμηνυκέναι. |
| π 2412 | Προηγορεῶνας: τοὺς βρόγχους τῶν ὀρνέων, κυρίως τοὺς λεγομένους προλόγους, ὅτι συλλέγεται ἐν αὐτοῖς τὰ σιτία. λέγεται δὲ καὶ ἐπὶ ἀνθρώπων προηγορεὼν πάλιν ὁ βρόγχος. ἑκάτερον δὲ ἀπὸ τοῦ ἀθροίζειν ἐκεῖ τὴν τροφήν. ἢ φάρυγγας ὀρνέων. |
| π 2413 | Προηγορεών: ὁ λεγόμενος γαργαρεών, ὁ λαιμός. προηγορεὼν δὲ κυρίως ὁ ἐχῖνος τῶν ὀρνίθων, ὅπου προαγείρεται ἡ τροφή. |
| π 2414 | Προηγόρει: προηγόρευε, προέλεγε. Ξενοφῶν· ἧκον πρέσβεις ἐκ Σινώπης διὰ τοὺς Κοτυωρίτας εἰς τοὺς Ἕλληνας. προηγόρει δὲ Ἑκατώνυμος, δεινὸς νομιζόμενος εἶναι λέγειν. |
| π 2415 | Προηγοῦμαι· αἰτιατικῇ. τῇ τιμῇ ἀλλήλους προηγούμενοι. |
| π 2416 | Προῄει. προήρχετο. |
| π 2417 | Προήκατο: προέδωκε. καὶ Προήκουσιν, ἀντὶ τοῦ αὐξη‐ θεῖσι, προελθοῦσιν. Αἰλιανός· καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσιν. ἀντὶ τοῦ πλουσίοις οὖσι. καὶ Προήκων, προελθών. |
| π 2418 | Προήκτης: ὁ πένης, μεταίτης, οἰκουρὸς οἱ αὐτοί εἰσι. |
| π 2419 | Προηρόσια: ὄνομα θυσίας. |
| π 2420 | Προηροσίαι: αἱ πρὸ τοῦ ἀρότρου γινόμεναι θυσίαι περὶ τῶν μελλόντων ἔσεσθαι καρπῶν, ὥστε τελεσφορεῖσθαι· ἐγίνετο δὲ ὑπὸ Ἀθηναίων ὑπὲρ πάντων Ἑλλήνων εϛʹ Ὀλυμπιάδι. Λυκοῦργός φησιν ἐν τῷ κατὰ Μενεσαίχμου· καὶ γὰρ νῦν πολλὰς καὶ μεγάλας ὑμῖν τιμὰς ὀφείλω καὶ ζηλῶ παρὰ πᾶσιν Ἕλλησι μαντευομένοις τὸν Δία προ‐ ηροσίαν ποιήσασθαι. |
| π 2421 | Πρόησθε: προπέμψητε. |
| π 2422 | Προήσομαι: προδώσω, προπέμψω. |
| π 2423 | Προήχθην: προετράπην, ὡς καὶ ἐξήχθην καὶ ἐξετράπην. |
| π 2424 | Προΐαψε: προέπεμψε. |
| π 2425 | Προϊαίτατος. |
| π 2426 | Προϊέμενος: προδιδούς. καὶ Προΐενται, ἀντὶ τοῦ ἀπορ‐ ριπτοῦσι, μεταδιδοῦσιν. ὅσα ὁ στρατιώτης ὅμιλος ἐν ταῖς πορείαις προΐενται. |
| π 2427 | Προϊέναι: ῥίψαι, ἀπολέσαι. ἄνδρα τῶν αὑτοῦ τι οὐ χρὴ προϊέναι. οὐδὲ γὰρ χειρίσασθαι ἔφη ἢ δανεῖσαι, ἀλλὰ προϊέναι, ἀσχάλ‐ λων ὁ δανειστὴς ἐπὶ τῷ μὴ κεκομίσθαι ἅπερ ἐδάνεισε χρήματα. φησὶν οὖν, ὅτι οὐ χρὴ ῥᾳδίως ἄλλοις προΐεσθαι τὰ ἑαυτοῦ χρήματα. |
| π 2428 | Προΐεσθαι: προδιδόναι. ὁ δὲ βασιλεὺς οὔτε προΐεσθαι ἠξίου τὰ παρὰ τῶν πόλεων δῶρα. |
| π 2429 | Προΐει: ἀντὶ τοῦ προέπεμπε. |
| π 2430 | Πρόϊζα· ζήτει ἐν τῷ πρω μεγάλῳ. |
| π 2431 | Προΐζω: τὸ καταγινώσκω. |
| π 2432 | Προΐκτης: ὁ ἐπαίτης. προΐκτας καὶ γόητας καὶ βωμολόχους ἀποκαλοῦσι. |
| π 2433 | Προΐσταμαι· γενικῇ. |
| π 2434 | Προΐστορες: οἱ μαρτυροῦντες. |
| π 2435 | Προΐσχεται: προβάλλεται. |
| π 2436 | Προϊσχομένου: προειπόντος. |
| π 2437 | Προθανόντα: ἡ προ ἀντὶ τῆς ὑπερ. Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα. |
| π 2438 | Προθέλυμνα: συνεχῆ, ἄλλα ἐπ’ ἄλλοις. παρὰ τὸ τέλος τέλυμνος, καὶ θέλυμνος. ὁ πρόρριζος. |
| π 2439 | Προθελύμνους: ἄλλας ἐπ’ ἄλλαις. |
| π 2440 | Προθέλυμνοι: τὰ ἐπαλλήλους κλάδους ἔχοντα δένδρη, ἀπὸ τοῦ θηλυμανεῖν. |
| π 2441 | Προθέματα: προγραφάς. καὶ ἔθηκεν ὁ Οὐαλεντινιανὸς ὁ βα‐ σιλεὺς προθέματα, ἵνα, εἴ τις τι ἠδίκηται παρὰ Σαλουστίου τοῦ ἐπάρχου, προσέλθῃ τῷ βασιλεῖ. οὗτος ὁ βασιλεὺς καὶ τὸν πραιπόσιτον ἔκαυσε Χρυσάφιον. |
| π 2442 | Πρόθεσις: προαίρεσις. ἀλλ’ οὐδὲ ἐλύπησέ τινα κατὰ πρόθεσιν, οὐδὲ προσποιηθείς, οὐδὲ πολυπραγμονήσας ἁπλῶς οὐδὲν περὶ τῶν προ‐ γεγονότων. |
| π 2443 | Πρόθεσις: βουλή, γνώμη. Πολύβιος· ἦν δὲ τοῖς Ῥωμαίοις πρόθεσις ναυμαχῆσαι. σημαίνει δὲ καί. |
| π 2444 | Προθεσμία: ἀπὸ τοῦ προθεῖναι τὴν ἡμέραν, ἐν ᾗ τόδε γενέσθαι δεῖ, οὐκ ἀπὸ τοῦ προθεσπίζειν, ἐὰν ἡμεῖς προτιθῶμεν προθεσμίαν τινά· εἰ δὲ ὁ θεὸς ὁ προτιθείς, ἀπὸ τοῦ προθεσπίζειν εἴρηται τὸ ὄνομα· προθεσπίζοντος τοῦ θεοῦ καὶ προστάττοντος καὶ προνομοθετοῦντος περὶ τῆς ἡμέρας, ἐν ᾗ τυχὸν τόνδε δεῖ τῆς ζωῆς ταύτης ὑπεξελθεῖν ἢ τόνδε καταλυθῆναι τὸν σύμπαντα κόσμον. καὶ θεσπίζειν μὲν ἐπὶ θεοῦ κυρίως, καταχρηστικῶς δὲ καὶ ἐπὶ βασιλέως. |
| π 2445 | Προθεσμίας νόμος· Δημοσθένης ὑπὲρ Φορμίωνος τὴν τῶν εʹ ἐτῶν ἂν λέγοι προθεσμίαν. |
| π 2446 | Προθεῖναι: προεργάσασθαι. διὰ τὸ προθεῖναι καὶ ἄλλους τὴν ἑρμηνείαν τῶν Ψαλμῶν. |
| π 2447 | Προθοήνωρ: ὄνομα κύριον. καὶ συστέλλει. |
| π 2448 | Προθύματα: αἱ ὄλυραι. παρὰ τὸ προθύεσθαι τῶν ἱερείων, ἢ αἱ κριθαί, ἢ ὁ λιβανωτός. |
| π 2449 | Πρόθυμος: ἐπιθυμῶν, ὀρεγόμενος. παρόντι λεύσσειν, ὧν πρό‐ θυμος ἦσθ’ ἀεί. |
| π 2450 | Προθυμοῦμαι· αἰτιατικῇ. |
| π 2451 | Προθύομαι· γενικῇ. |
| π 2452 | Πρόκα: εὐθύς, παραχρῆμα. Ἡρόδοτος· καὶ πρόκα τε φρίκης αὐτὸν ἐπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι. |
| π 2453 | Προκαθέζομαι· γενικῇ. |
| π 2454 | Προκαθείς: προπέμψας. προκαθεὶς δέ τινας τῶν στρατιωτῶν ἐς ἐλπίδας τῶν σπονδῶν ὑπηγάγετο. |
| π 2455 | Προκάθημαι· γενικῇ. |
| π 2456 | Προκαθήμενον: ἐξάρχοντα. Μενεκλέα τὸν προκαθήμενον τῶν τόπων. τουτέστι τὸν φυλάττοντα τοὺς τόπους. |
| π 2457 | Προκαλεῖσθαι: οὐ τὸ εἰς ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰς συμβάσεις καὶ συνθήκας. Θουκυδίδης. οἱ δὲ δικανικοὶ ἐπὶ πάσης προ‐ κλήσεως. Ἀρχέλαος παρεκάλει τὸν Σύλλαν διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην· δεξαμένου δὲ τούτου τὴν πρόκλησιν, ἐγένοντο συνθῆκαι. |
| π 2458 | Προκαλινδοῦμαι· γενικῇ. |
| π 2459 | Προκαλίζετο: προεκαλεῖτο. |
| π 2460 | Προκάρηνος: ἐπὶ κεφαλήν. ἐν Μύθοις· ἠχήεις ἐτάνυσσε βαλὼν προκάρηνον ἀήτης. |
| π 2461 | Προκαταβολὴ καὶ Προσκαταβόλημα: τῶν τελῶν πιπρασκο‐ μένων, δύο προθέσεις ἐδίδοντο τοῖς ὠνουμένοις, ἐν αἷς ἐχρῆν εἰσε‐ νεχθῆναι τὸ ἀργύριον. ὅπερ οὖν μέρος χρημάτων, πρὶν ἄρξασθαι τοῦ ἔργου, εἰσφέρουσιν εἰς τὸ δημόσιον, τοῦτο προκαταβολὴ καλεῖται, τὸ δὲ τῇ δευτέρᾳ προθεσμίᾳ διδόμενον προσκατάβλημα. |
| π 2462 | Προκατεύχομαί σου. |
| π 2463 | Πρόκενσον. |
| π 2464 | Προκέφαλος· προκέφαλος ἦν ὁ Φιλοκλῆς, ὡς ἔποψ. ἦν δὲ κωμῳδίας ποιητής. εἴρηται ἐπὶ τῶν ὀξυκεφάλων. |
| π 2465 | Προκεχωρηκότος: προεληλυθότος. Θουκυδίδης. |
| π 2466 | Προκείμενον: τὸ ἐνεστηκός. ὁ δὲ τοιούτοις χρώμενος λογισμοῖς μένειν ἠξίου τὸν Τιβέριον ἐπὶ τῶν προκειμένων. καὶ αὖθις· ἐμοὶ δὲ τὸ προκείμενον ἤνυστο. |
| π 2467 | Προκινδυνεύω· γενικῇ. |
| π 2468 | Προκληδί. |
| π 2469 | Πρόκλησις: εἰώθεσαν, ὁπότε δικάζοιντό τινες, ἐξαιτεῖν ἐνίοτε θεραπαίνας ἢ θεράποντας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος· καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι. τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον ὠνομάζετο πρόκλησις. |
| π 2470 | Πρόκλος, Μαλλώτης ἐκ Κιλικίας, φιλόσοφος Στωϊκός. ἔγραψεν ὑπόμνημα τῶν Διογένους σοφισμάτων, καὶ Πρὸς Ἐπίκουρον. |
| π 2471 | Πρόκλος, δεύτερος Μαλλώτης, φιλόσοφος καὶ αὐτὸς Στωϊκός. |
| π 2472 | Πρόκλος, ὁ Προκλήϊος χρηματίσας, Θεμεσίωνος, Λαοδικείας τῆς Συρίας, ἱεροφάντης. ἔγραψε Θεολογίαν, Εἰς τὸν παρ’ Ἡσιόδῳ τῆς Πανδώρας μῦθον, Εἰς τὰ χρυσᾶ ἔπη, Εἰς τὴν Νικομάχου Εἰσαγωγὴν τὴν ἀριθμητικήν· καὶ ἄλλα τινὰ γεωμετρικά. |
| π 2473 | Πρόκλος, ὁ Λύκιος, μαθητὴς Συριανοῦ, ἀκουστὴς δὲ καὶ Πλουτ‐ άρχου τοῦ Νεστορίου φιλοσόφου, καὶ αὐτὸς φιλόσοφος Πλατωνικός. οὗτος προέστη τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς, καὶ αὐτοῦ μαθητὴς καὶ διάδοχος χρηματίζει Μαρῖνος ὁ Νεαπολίτης. ἔγραψε πάνυ πολλά, φιλόσοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰς ὅλον τὸν Ὅμηρον, ὑπό‐ μνημα εἰς τὰ Ἡσιόδου Ἔργα καὶ Ἡμέρας, Περὶ χρηστομαθείας βιβλία γʹ, Περὶ ἀγωγῆς βʹ, Εἰς τὴν πολιτείαν Πλάτωνος βιβλία δʹ, Εἰς τὴν Ὀρ‐ φέως Θεολογίαν, Συμφωνίαν Ὀρφέως, Πυθαγόρου, Πλάτωνος περὶ τὰ Λόγια βιβλία ιʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ θεῶν, Ἐπιχειρήματα κατὰ Χριστιανῶν ιηʹ. οὗτός ἐστι Πρόκλος, ὁ δεύτερος μετὰ Πορφύριον κατὰ Χριστιανῶν τὴν μιαρὰν καὶ ἐφύβριστον αὐτοῦ γλῶσσαν κινήσας· εἰς ὃν ἔγραψεν Ἰωάννης, ὁ ἐπικληθεὶς Φιλόπονος, πάνυ θαυμασίως ὑπαντήσας κατὰ τῶν ιʹ καὶ ηʹ ἐπιχειρημάτων αὐτοῦ καὶ δείξας αὐτὸν κἀν τοῖς Ἑλληνικοῖς, ἐφ’ οἷς μέγα ἐφρόνει, ἀμαθῆ καὶ ἀνόητον. ἔγραψε Πρόκλος Μητρῳακὴν βίβλον, ἣν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφηνεν ἅπασαν, ὥστε μηκέτι θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων. |
| π 2474 | Πρόκλος, τοῦ βασιλέως Ἰουστίνου κοιαίστωρ, ἀνὴρ δίκαιος καὶ χρημάτων διαφανῶς ἀδωρότατος· διὸ δὴ οὔτε νόμον τινὰ εὐπε‐ τῶς ἔγραφεν, οὐδέ τι τῶν καθεστώτων κινεῖν ἤθελε. |
| π 2475 | Πρόκνη: ὄνομα κύριον. |
| π 2476 | Προκόλπιον: πρὸ τοῦ κόλπου. λαμβάνεται δὲ καὶ ἐπὶ δωροδόκων. |
| π 2477 | Προκόμιον: κόμην. |
| π 2478 | Προκόννησος: ὄνομα νήσου. |
| π 2479 | Προκόπιος, Ἰλλούστριος, Καισαρεὺς ἐκ Παλαιστίνης, ῥήτωρ καὶ σοφιστής. ἔγραψεν Ἱστορίαν Ῥωμαϊκήν, ἤγουν τοὺς πολέμους Βελισαρίου πατρικίου, τὰ κατὰ Ῥώμην καὶ Λιβύην πραχθέντα. γέγονεν ἐπὶ τῶν χρόνων Ἰουστινιανοῦ τοῦ βασιλέως, ὑπογραφεὺς χρηματίσας Βελισαρίου καὶ ἀκόλουθος κατὰ πάντας τοὺς συμβάντας πολέμους τε καὶ πράξεις τὰς ὑπ’ αὐτοῦ συγγραφείσας. ἔγραψε καὶ ἕτερον βιβλίον, τὰ καλούμενα Ἀνέκδοτα, τῶν αὐτῶν πράξεων· ὡς εἶναι ἀμφότερα βιβλία θʹ. ὅτι τὸ βιβλίον Προκοπίου τὸ καλούμενον Ἀνέκδοτα ψόγους καὶ κωμῳδίαν Ἰουστινιανοῦ βασιλέως περιέχει καὶ τῆς αὐτοῦ γυναικὸς Θεοδώρας, ἀλλὰ μὴν καὶ αὐτοῦ Βελισαρίου καὶ τῆς γαμετῆς αὐτοῦ. |
| π 2480 | Προκόπιος· ὅτι ἐν τῷ ναῷ τοῦ ἁγίου μεγαλομάρτυρος Προ‐ κοπίου ἐν τῇ Χελώνῃ ἵστατο εὐνούχου τινὸς στήλη, ἧς ἐν τῷ στήθει ἔγραφεν· ὁ μετατιθεὶς θεμάτια τῷ βρόχῳ παραδοθήτω. ἦν δὲ ἡ στήλη Πλάτωνος κουβικουλαρίου, ὃς ἐν ταῖς ἡμέραις τοῦ Βασιλίσκου πυρίκαυστος γέγονε. τῶν δὲ γονέων αὐτοῦ αἰτησάντων τῷ βασιλεῖ εἰς μνημόσυνον τοῖς ἀνταίρουσι βασιλεῖ στηλωθῆναι τὸν εὐνοῦχον Πλάτωνα, οὐκ ἐκώλυσεν. ἐν δὲ τῷ ἀνακαινίζεσθαι τὸν τοῦ μεγαλομάρτυρος νεὼν μετετέθη εἰς τὸ Ἱπποδρόμιον. οἱ δὲ οἶκοι τοῦ εὐνούχου σῴζονται ἐν τῇ Χελώνῃ. |
| π 2481 | Προκόπτοντα: διερχόμενον. ὀχήματι κεχρημένον καὶ διὰ τῆς λεωφόρου προκόπτοντα καταλαμβάνειν τὸ ἕβδομον. |
| π 2482 | Προκώνια· Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος δέ, προ‐ κώνια, φησί, πυροὶ μέλιτι κεχρημένοι· Ἀριστοφάνης δέ, ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι. Δήμων δὲ φησὶν ἐν τῷ περὶ θυσιῶν· καὶ προκώνια ἐστὶ κάχροις κατηριγμένα μετὰ ἀρωμάτων. |
| π 2483 | Πρόκωπον· ὁ δὲ ὀργισθεὶς κατὰ τοῦ βασιλέως πρόκωπον ἔχων τὸ ξίφος. ἀντὶ τοῦ γυμνόν. καὶ αὖθις· ἀλλὰ γεννικὸν ὁρῶν εἶχε πρόκωπον τὸ ξίφος. |
| π 2484 | Πρόκριδος ἄκοντα: ἐπὶ τῶν πάντων τυγχανόντων· τοιοῦτον γὰρ ἔχουσα ἡ Πρόκρις πάντα ἐθήρα. |
| π 2485 | Πρόκριμα: ἡ προτίμησις. ὁ δὲ Μακεδόνιος οὐδὲ τῶν ἑτέρων μνήμην ἐποίησε, λογισάμενος μηδαμῶς πρόκριμα γίνεσθαι τῇ ἐν Χαλκη‐ δόνι συνόδῳ, ὡς καὶ τῆς ἐν Ἐφέσῳ σὺν αὐτῇ παρασιωπηθείσης. |
| π 2486 | Πρόκριμα· ὡς μὴ πρόκριμα εἴη κατ’ αὐτοῦ, καὶ αἰσχύνην ἐκώλυσαν γενέσθαι. |
| π 2487 | Πρόκριναι. |
| π 2488 | Πρόκρις: ὄνομα κύριον, θηλυκοῦ γένους. |
| π 2489 | Πρόκριτον: ἐκλεκτόν, ἢ πονηρόν. |
| π 2490 | Πρόκροσσαι: ἄλλη ἐπ’ ἄλλῃ. Ἡρόδοτος· αἱ δὲ νῆες πρό‐ κροσσαι ὡρμαίνοντο ἐς πόντον, ἐπὶ νʹ νέας. |
| π 2491 | Πρόκοιτος καὶ Προκοιτία: ἡ προφυλακή. καὶ προφύλαξ. ἢ Πρόκοιτος, ὁ ἔμπροσθεν κοιμώμενός τινος. |
| π 2492 | Προκυλινδεῖσθαι: τὸ ἐπὶ γόνυ πεσόντα προσκυνεῖν τῷ βασιλεῖ. ἴδιον γὰρ τοῦ βασιλέως τὸ γονυπετεῖσθαι ἐξ ἀνθρώπων. καὶ προκυλινδεῖσθαι ἰκτίνοις· ἔαρος ἴκτινοι φαίνονται, ἐφ’ ᾧ ἡδόμενοι ἐκυλινδοῦντο, ὡς ἐπὶ γόνυ πίπτοντες. |
| π 2493 | Προλάλος: ὁ προαλὴς ἐν τῷ λέγειν. καὶ τοῦτον κατεσί‐ γασαν τηνάλλως προλάλον τε καὶ ἰταμὸν ὄντα. |
| π 2494 | Πρόληψις: γνῶσις. καὶ αὖθις· ἀχανεῖς ἔμειναν τῷ πρό‐ ληψιν ἐσχηκέναι τοῦ μέλλοντος λέγεσθαι. |
| π 2495 | Περὶ προλήψεως· διαφορά ἐστιν ἀληθείας καὶ συνηθείας· ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη πάντως εὑρίσκεται. τὸ δὲ ἔθος, ὁποῖον ἂν παραληφθείη, εἴτε ἀληθὲς εἴθε ψευδές, ἀκρίτως ὑφ’ ἑαυτοῦ κρατύνεται· καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκε, γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ’ ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστι ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολὴν, κἂν πάνυ αὐτῷ δείκνυται λυπρὰ καὶ καταγέλαστος οὖσα. ὁ δὲ Χρύσιππος ἐν τῷ ιβʹ φυσικῷ λόγῳ δύο φησὶν εἶναι κριτήρια, αἴσθησιν, γνῶσιν καὶ πρόληψιν. ἔστι δὲ πρόληψις ἔννοια φυσικὴ τῶν καθόλου. Ἐπίκουρος δὲ ὁ φιλόσοφος πρόληψιν λέγει, οἱονεὶ κατάληψιν ἢ δόξαν ὀρθὴν ἢ ἔννοιαν ἢ καθολικὴν νόησιν ἐναποκειμένην, τουτέστι μνήμην τοῦ πολλάκις ἔξωθεν φανέντος. οἷον τὸ τοιοῦτόν ἐστιν ἄνθρωπος· ἅμα γὰρ τῷ ῥηθῆναι ἄνθρωπος, εὐθὺς κατὰ πρόληψιν καὶ ὁ τύπος αὐτοῦ νοεῖται, προηγουμένων τῶν αἰσθήσεων. παντὶ οὖν ὀνόματι τὸ πρώτως ἐπιτε‐ τευγμένον ἐναργές ἐστι· καὶ οὐκ ἂν ἐζητήσαμεν τὸ ζητούμενον, εἰ μὴ πρότερον ἐγνώκειμεν αὐτό. οἷον τὸ πόρρω ἑστώς, βοῦς ἐστιν ἢ ἵππος; δεῖ γὰρ κατὰ πρόληψιν ἐγνωκέναι ποτὲ ἵππου καὶ βοὸς μορ‐ φήν. οὐδ’ ἂν οὖν ὠνομάσαμέν τι, μὴ πρότερον αὐτοῦ κατὰ πρό‐ ληψιν τὸν τύπον μαθόντες. Ἐναργεῖς οὖν εἰσὶν αἱ προλήψεις· καὶ τὸ δοξαστὸν ἀπὸ προτέρου τινὸς ἐναργοῦς ἤρτηται· ἐφ’ ὃ ἀναφέροντες λέγομεν, οἷον πόθεν ἴσμεν εἰ τοῦτό ἐστιν ἄνθρωπος. τὴν δὲ δόξαν καὶ ὑπόληψιν λέγουσι. |
| π 2496 | Πρὸ λιμοῦ καὶ δίψης τὸν ἐν τῷ πολέμῳ θάνατον ᾑροῦντο οἱ Ἰουδαῖοι. |
| π 2497 | Πρόλοβος: ἐπὶ τῶν πτητικῶν ὀρνέων λέγεται πρόλοβος ὁ μετὰ τὸν στόμαχον κόλπος νευρώδης, ὅμοιος σκύτει, εἰς ὃν ἡ τροφὴ ἀκατέργαστος μένει· ὃ καὶ τοῖς ἀλεκτρυόσι πᾶσιν ἔνεστιν· ὃ καὶ ὑπ’ ἐνίων καλεῖται φῦσα. |
| π 2498 | Προλογίζω: πρότερον λέγω. Προλοχίζω δὲ τὸ ἐνεδρεύω. |
| π 2499 | Προμάχιζε: πρωταγωνιστὴς ἦν. |
| π 2500 | Προμάχομαι· γενικῇ. |
| π 2501 | Προμαχῶνος: τοῦ τείχους, τῆς ἐπάλξεως. |
| π 2502 | Προμέρου κύνες: τοῦτον φασὶ βασιλικὸν δοῦλον ὄντα μισήσαι Εὐριπίδην καθ’ ὑπερβολήν, ὥστε καὶ κύνας ἀγρίους ἐπαφεῖναι αὐτῷ, οἵτινες αὐτὸν κατεθοινήσαντο. |
| π 2503 | Προμετωπίδιον: τὸ ἔμπροσθεν. |
| π 2504 | Προμετρητής· ὁ τοὺς πιπρασκομένους πυροὺς ἐν τῇ ἀγορᾷ καὶ τῶν ἄλλων σπερμάτων ἕκαστον διαμετρῶν, καὶ ὁ τούτου τοῦ ἔργου μισθὸν λαμβάνων προμετρητὴς ἐκαλεῖτο. Δείναρχος· ὁ Σκύθου τοῦ προμετρητοῦ υἱὸς ἐν δημόταις γέγονε, καὶ ὁ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκε, καὶ ὑμεῖς ἐκλαβόμενοι παρ’ αὐτοῦ τοὺς πυροὺς διατελεῖτε. |
| π 2505 | Προμηθεύομαι: τὸ προνοοῦμαι· γενικῇ. |
| π 2506 | Προμηθεύς· ὅτι ἐπὶ τῶν Κριτῶν τῶν Ἰουδαίων παρ’ Ἕλλησιν ἐγνωρίζετο Προμηθεύς, ὃς εὗρε πρῶτος τὴν γραμματικὴν φιλοσοφίαν. περὶ οὗ λέγουσιν, ὅτι ἀνθρώπους ἔπλασε, καθό τινας ἰδιώτας ὄντας ἐποίησεν ἐπιγινώσκειν σοφίαν. καὶ Ἐπιμηθεύς, ὃς ἐξεῦρε τὴν μουσικήν· καὶ Ἄτλας, ὃς τὴν ἀστρονομίαν ἡρμήνευσε· διὸ λέγουσιν, ὅτι τὸν οὐρανὸν βαστάζει. καὶ ὁ πολυόμματος Ἄργος, διὸ περίβλεπτος ἦν, καθότι τὴν τεχνικὴν ἐπιστήμην αὐτὸς ἐπενόησε πρῶτος. ἦν δὲ τότε καὶ μάντις Σιβύλλα. βασιλεύοντος παρ’ Αἰγυπτίοις Φαραὼ τοῦ καὶ Παραχώ, παρ’ Ἕλλησιν ἐν Ἀθήναις ἐβασίλευε Κέκροψ, ὃς ἐκλήθη Διφυὴς διὰ τὸ τοῦ σώματος μέγεθος, ἢ ὅτι νόμον ἐξέθετο, ὥστε τὰς γυναῖκας παρθένους ἔτι οὔσας ἑνὶ ἐκδίδοσθαι ἀνδρί, καλέσας αὐτὰς νύμφας· πρότερον γὰρ αἱ τῆς χώρας ἐκείνης γυναῖκες θηριώδη μίξιν ἐμίγνυντο· οὐδενὸς γὰρ ἦν γυνή, ἀλλὰ ἐδίδου ἑαυτὴν εἰς πορνείαν ἑκάστῳ. οὐδεὶς οὖν ᾔδει, τίνος ἦν υἱὸς ἢ θυγάτηρ, ἀλλ’ ὡς ἂν ἔδοξε τῇ μητρί, ἔλεγε καὶ ἐδίδου τὸ τεχθὲν ᾧ ἐβούλετο ἀνδρί. τοῦτο δὲ ἐποίησεν ὁ Κέκροψ, ὡς ἐξ Αἰγύπτου καταγόμενος καὶ τὴν νομοθεσίαν Ἡφαίστου τοῦ βασιλεύσαντος ἐκεῖ οὐκ ἀγνοήσας. ἔλεγε γάρ, ὅτι διὰ τὴν τοιαύτην τῆς ἀσελγείας συνήθειαν κατεκλύσθη ἡ Ἀττική. ἀπὸ τότε οὖν ἐσωφρονίσθησαν οἱ κατοικοῦντες τὴν τῶν Ἑλλήνων χώραν. ἐβασίλευσε δὲ Κέκροψ ἔτη νʹ. ἐλέγετο δὲ Διφυὴς καὶ διὰ τὸ ἀπὸ Αἰγύπ‐ του γενέσθαι καὶ εἰς Ἑλλάδα ἐλθεῖν καὶ βασιλεῦσαι. |
| π 2507 | Προμηθεύσασθαι: προνοήσασθαι. |
| π 2508 | Προμήθεια: πρόνοια. |
| π 2509 | Προμηθεῖσθαι: προβουλεύεσθαι, προνοεῖσθαι. |
| π 2510 | Πρὸ μικροῦ. |
| π 2511 | Προμνηστῖνοι: κατὰ τάξιν, ἐφεξῆς. |
| π 2512 | Προμνήστρια: ἡ προνοήσασα γάμον, ἣν νῦν προξενήτριαν φασί. |
| π 2513 | Προμνῶμαι: προξενῶ, προμνηστεύομαι. |
| π 2514 | Πρόμολε: πρόελθε. |
| π 2515 | Προμολῇσιν: ἀκρωρείαις, ἐξοχαῖς. Ὀρφέα Θρηϊκίῃσι παρὰ προμολῇσιν Ὀλύμπου τύμβος ἔχει. |
| π 2516 | Πρόμος: πρόμαχος. |
| π 2517 | Προμώτης: προκόπτων παρὰ Ῥωμαίοις. |
| π 2518 | Προμοίροις: πρὸ τῆς μοίρας, ἀώροις. προμοίροις δὲ θανάτοις ἐφθείρετο ἡ νεολαία. |
| π 2519 | Προμυλαία: θεὸς προμύλιος, ἣν ἀφιδρύοντο ἐν τοῖς μυλῶσιν, ὡς Εὔνοστον. |
| π 2520 | Προνκομισάριος: ὁ ἐκ συναινέσεως δύο μερῶν μεταξὺ ληφ‐ θεὶς διαιτητής. |
| π 2521 | Προνομαία: ἡ τοῦ ἐλέφαντος προβοσκίς. |
| π 2522 | Προνομεύω: τὸ ληΐζω, καὶ αἰχμαλωτίζω. |
| π 2523 | Προνομεία· ἡ σκύλευσις. Προνομίας δὲ τιμῆς πλείονος. |
| π 2524 | Προνομή: διαρπαγή. |
| π 2525 | Προνόμιον. |
| π 2526 | Προνομίων: προλημμάτων. προπετῶς σαυτῷ τὰ προνόμια τῶν ἀλλοτρίων ἐπαρχιῶν διεκδικῶν. |
| π 2527 | Πρόνομος: ὄνομα κύριον. αὐλητής, ὃς μέγαν πώγωνα εἶχεν. ἔνθεν καὶ τό, Ἀγύρριος Προνόμου πώγων’ ἔχων ἐλάνθανε. |
| π 2528 | Προνόμων: δικαιωμάτων, θεσμῶν. τί δέ μοι φύσεως μέλει καὶ προνόμων; |
| π 2529 | Προνοούμαι· γενικῇ. ἔστι καὶ Προνοῶν καὶ Προνοούμενος. |
| π 2530 | Προνούστερος: προμηθέστερος, προνοητικώτερος. Σοφο‐ κλῆς. Ἀθηνᾶ· ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση; τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος, ἢ δρᾶν ἀμείνων εὑρέθη τὰ καίρια; τουτέστι τοῦ Αἴαντος. |
| π 2531 | Προνώπιον: προεκκείμενον. |
| π 2532 | Ἀριστοφάνης Πλούτῳ· Προντούλων· οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρα, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον προντούλων. ὡς ἂν λέγων, μηκέτι πατῆσαι ἐκεῖ με. |
| π 2533 | Πρόνοια: πρόγνωσις. Σοφοκλῆς· πείθου. προνοίας δ’ οὐδὲν ἔφυ βροτοῖς κέρδος λαβεῖν ἄμεινον, οὐδὲ νοῦ σοφοῦ. |
| π 2534 | Πρόνοια· ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Πρόνοια, διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει. |
| π 2535 | Πρόνοια Ἀθηνᾶ: οἱ μὲν διὰ τὸ πρὸ τοῦ ναοῦ τοῦ ἐν Δελφοῖς ἑστάναι αὐτήν, οἱ δὲ ὅτι προὐνόησεν, ὅπως τέκῃ ἡ Λητώ. ὅτι ἡ τοῦ θεοῦ πρόνοια κατὰ τρεῖς τρόπους γίνεται· κατ’ οἰκονομίαν, κατ’ εὐδοκίαν, κατὰ συγχώρησιν. |
| π 2536 | Πρόξ: ἐλάφου γέννημα. |
| π 2537 | Προξένει: λέγε. ὦ φίλταθ’, ὡς νῦν πᾶν τελοῦντι προξένει. ἢ ὅτι, ὡς φῄς, προξένει μοι καὶ πάρεχε τὰ χρήσιμα. |
| π 2538 | Προξενία: ἡ τῶν ξένων ὑποδοχή. καὶ αὐτῷ προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι. |
| π 2539 | Πρόξενος: ὁ νέηλυς πόλεως ξένης. ὁ δὲ Εὐθυκράτη ἀτιμωθέντα παρὰ Ἀθηναίοις ἐψηφίσατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίων. |
| π 2540 | Πρόξενος: ὁ προστάτης. καὶ σὺ ξυνέξευρ’ αὐτόν, ὡς ἂν τὴν χάριν αὐτήν τε κἀκείνην ἔχῃς, ὦ πρόξενε. καὶ Πρόξενοι, οἱ προστάται τῶν πόλεων καὶ φροντισταὶ καὶ ξενίαις ὑποδεχόμενοι. Προξένους ἐκάλουν τοὺς τεταγμένους εἰς τὸ ὑποδέχεσθαι τοὺς ξένους τοὺς ἐξ ἄλλων πόλεων ἥκοντας. |
| π 2541 | Προξενῶ θ’ ὑμᾶς ἀεί: ἀντὶ τοῦ προΐσταμαι. Ἀριστοφάνης. |
| π 2542 | Προξενῶ: ἀντὶ τοῦ ἐπιτάττω· γενικῇ. |
| π 2543 | Προοδοποιῶ· γενικῇ. |
| π 2544 | Πρόοπτος: προφανής, πρόδηλος. Ἡρόδοτος· ἡμέας οὗτοι οἱ ἄνθρωποι προόπτως θανάτῳ μέλλουσι προδώσειν. |
| π 2545 | Προορῶ· αἰτιατικῇ. |
| π 2546 | Προώλης: ὁ πανώλης. |
| π 2547 | Πρόωμαι: παραχωρήσω. |
| π 2548 | Πρόωνες: οἱ προνενευκότες τόποι τῶν ὀρῶν. |
| π 2549 | Πρόωνται: αὐθυπότακτον. προδώσουσιν, ἀμελήσουσιν. ὁ δὲ τοὺς περιχώρους παρεκάλει, λέγων ὅτι ἐὰν αὐτὸν πρόωνται, καὶ αὐτοὶ κινδυνεύσουσι. |
| π 2550 | Πρόωρος: πρὸ τῆς ὥρας. |
| π 2551 | Πρόωσις: ὤθησις. |
| π 2552 | Προπαρεγγυηθέν: προπαραγγελθέν. προπαρεγγυηθέν οἱ τοῦτο ἐκ βασιλέως. |
| π 2553 | Προπάροιθεν: ἔμπροσθεν. |
| π 2554 | Πρόπας στόλος: πᾶσα ἡ δύναμις. νοσεῖ δέ μοι πρόπας στόλος. |
| π 2555 | Προπαιδεύματα· ὁ δὲ Ὠριγένης οὐκ ἐπαύετο παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαιδεύματα. |
| π 2556 | Προπαιδεία: τὰ πρῶτα μαθήματα. |
| π 2557 | Πρόπεμπτα: Δίδυμός φησι μήποτε ἄλλα τινά εἰσιν ἐπιτίμια τὰ πρὸ τῆς καταβολῆς. εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαι φασίν. εἰ μὴ ἄρα πρόπεμπτα, ὡς Δημοσθένης, πρὸς ἡμέρας εʹ· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν. |
| π 2558 | Προπεπωκότες: ἀντὶ τοῦ προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. προπεπωκέναι δὲ παρὰ τὴν συνουσίαν πολλὰ μὲν ἀργυ‐ ρώματα τὸν προειρημένον, πολλὰ δὲ χρυσώματα τῷ Προυσίᾳ. |
| π 2559 | Προπέρυσι καὶ Πέρυσι. |
| π 2560 | Προπέτεια: ἡ ἀχαλίνωτος γλῶσσα. |
| π 2561 | Προπετής: εἰς τοὔμπροσθεν νενευκώς. προπετὴς τῷ βάρει γενόμενος πίπτει. Προπετὴς δὲ καὶ ὁ πρόγλωσσος. |
| π 2562 | Προπηλακίζων: ἀδικῶν, ὑβρίζων, διασύρων, ἐξουθενῶν. καὶ Προπηλακισμός, ὕβρις. εἴρηται δὲ ἀπὸ τοῦ πηλὸν ἐπιχρίεσθαι τὰ πρόσωπα τῶν ἀτιμίαν καὶ ὕβριν καταψηφιζομένων, οὓς ἀρτίως ἀσβόλῳ χρίουσι. |
| π 2563 | Προπίνει: διὰ τοῦ οἴνου τιμᾷ καὶ προδίδωσι. καὶ Δημοσθένης δὲ τοὺς προδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς προπίνειν ἔφη τοῖς ἐχθροῖς. καὶ Ἀριστοφάνης· φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν. τί δὲ μετὰ τοῦτο δεύτερον; προὐπίνομεν. ἀντὶ τοῦ ἀλλή‐ λους δεξιούμεθα. καὶ αὖθις· ταῖς θυγατράσι φάρμακον ὤρεξε καὶ αὐτὸς ἔπιε, δυστυχοῦς κοινωνήσας προπόσεως καὶ φιλοτησίας. |
| π 2564 | Προπίνειν: οἱ ἀρχαῖοι βασιλεῖς ἐπιτελοῦντες ἑορτὴν πάνδη‐ μον, ἐν φιάλαις χρυσαῖς ἢ ἀργυραῖς κιρνῶντες ἐδέχοντο μὲν παρὰ τοῦ οἰνοχόου αὐτοί, ἀπέπινον δὲ μικρὸν τῆς κύλικος, ὡς συμβόλου ὄντος τούτου φιλίας πολλῆς, καὶ τότε παρεῖχον ᾧ ἂν ἐβούλοντο καὶ τὴν κύλικα· καὶ ἐκαλεῖτο προπίνειν. ἡ δὲ ἡμέρα φιλοτησία. |
| π 2565 | Πρόπιον: μάντευμα. καὶ Θεοπρόπιον, τὸ τῶν θεῶν μάν‐ τευμα. |
| π 2566 | Πρόποδες: μεγάλους πόδας ἔχοντες. |
| π 2567 | Πρὸ ποδῶν: τὸ παρατυχὸν οἱονδήποτε. |
| π 2568 | Πρὸ ποδῶν: ἔμπροσθεν τῶν ποδῶν. |
| π 2569 | Προπολεμῶ· γενικῇ. |
| π 2570 | Προπόλεος. τὸν προπόλεον κόσμον τοῦ ἄστεος ἀποκεί‐ ραντες. |
| π 2571 | Πρόπολος: δούλη, προπολεύουσα. ἢ θεράπων. καὶ θεράπαινα, πρόσφυξ. Ἀριστοφάνης Νεφέλαις· ἀλλὰ σαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισι. παρὰ δὲ Ἡροδότῳ Πρόπο‐ λος, ὁ νεωκόρος. |
| π 2572 | Πρὸ πολλοῦ. |
| π 2573 | Προπόλῳ: θεράποντι. |
| π 2574 | Προπόλων: θείων ἑρμηνέων. |
| π 2575 | Πρόπολοί τε καὶ θεραπευταί. μέλλων Εὐρυμέδων πότ’ Ἀριστοτέλη γράψασθαι, Δηοῦς μύστιδος ὢν πρόπολος. |
| π 2576 | Πρόπομα: ἐκ τοῦ προπίνω. |
| π 2577 | Προπομπία: ἐν συνθέσει διὰ τοῦ ι· Πομπεία δὲ ἁπλοῦν, διὰ διφθόγγου. |
| π 2578 | Προποντίς. |
| π 2579 | Προπύλαια ταῦτα· Δημοσθένης Φιλιππικοῖς. δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πνυκός. βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεώς φησιν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη ͵βιβʹ, πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασι. |
| π 2580 | Πρόρριζον: ἐκ ῥιζῶν. καὶ Πρόρριζος, ἀντὶ τοῦ παντά‐ πασι. Σοφοκλῆς· Μυρτίλος πρόρριζος ἐκριφείς. Πρὸ ῥιζῶν δὲ ἐξ αὐτῆς τῆς ῥίζης. |
| π 2581 | Πρός· εἰς μῆκος δὲ ὅσον πόδας ξʹ καὶ πρός. ἀντὶ τοῦ πλεῖον, περισσότερον. καὶ ὁ Θεολόγος· καὶ μικρόν τι πρός. |
| π 2582 | Προσαγγελία. Πολύβιος· ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκοντες συνωρμηκέναι τινὰς αὐτοῖς· τούτους δ’ ἀπαγ‐ γέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκάς. ὁ δὲ διαταραχθεὶς ἐκ τῆς προσαγγελίας ἔφυγε. καὶ αὖθις· τῷ δὲ Πτολε‐ μαίῳ γενομένης προσαγγελίας, παρεῖναι τὸν Ἀρχίαν. |
| π 2583 | Προσαγγέλλει· ὁ δὲ ἑαυτὸν προσαγγέλλει (ἀντὶ τοῦ μηνύει) ἑαυτὸν ἄξιον θανάτου. |
| π 2584 | Προσάγειν καὶ Παράγειν διαφέρει. προσάγουσι μὲν γὰρ πάντες οἱ παραταξάμενοι ᾗ ἂν ἄριστοι εἶεν μάχεσθαι· παράγουσι δὲ οἱ σώφρονες ᾗ ἂν ἀσφαλέστατα, οὐχ ᾗ ἂν τάχιστα ἀπέλθοιεν. παριέναι ἀνάγκη δὲ ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειργμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπιπολύ. οὕτως φησὶ Ξενοφῶν. καὶ Προσ‐ άγειν, ἀντὶ τοῦ οἰκειοῦσθαι, ἰδιοποιεῖσθαι. ὁ δὲ ἐμήνυε διὰ τῶν πρέσβεων, ὡς προσάγοιτο μὲν τὰ ἔθνη χρήμασι καὶ δώροις, καταγγέλλοι δὲ κοινὰ τὰ κερδαλέα τὰ ἀπὸ τοῦ πολέμου. |
| π 2585 | Προσάγομαι· δοτικῇ. |
| π 2586 | Προσαγορεύω· αἰτιατικῇ. |
| π 2587 | Προσαγώγιον: τὸ τῶν τεκτόνων ὄργανον, ὃ προσάγοντες εὐθύνουσι τὰ στρεβλὰ ξύλα. |
| π 2588 | Προσᾴδω· δοτικῇ. |
| π 2589 | Πρὸς ἀκτῖνα: ἀνατολήν. |
| π 2590 | Πρὸς ἄλληλα. |
| π 2591 | Προσαλισκόμεθα: ἀντὶ τοῦ πρὸς τούτοις καταδικαζόμεθα καὶ ζημιούμεθα. κᾆτα προσαλισκόμεθα. |
| π 2592 | Προσαμφιῶ: πρὸς οἷς ἔχεις ἐνδύσω. |
| π 2593 | Προσανανεωσάμενος: ἀνακαινίσας, καὶ ἀνεγείρας. ὁ δὲ Μάρκος προσανανεωσάμενος τὴν τοῦ τείχους ταπεινότητα ἐπεβάλετο καταπειράζειν τῆς ἐλπίδος. |
| π 2594 | Προσαναταθείς: ὀργισθείς, ἐπαρθείς. ὁ δὲ βραχέα προσ‐ αναταθεὶς κατένευσε ποιήσειν. ἀντὶ τοῦ κατεπαρθείς. |
| π 2595 | Προσανατεινόμενος: ἀπειλῶν. τὰ μὲν παρακαλῶν, τὰ δὲ προσανατεινόμενος. |
| π 2596 | Προσαναφωνῶ· δοτικῇ. |
| π 2597 | Προσανέχων: προσέχων, προσκεκολλημένος. Πολύβιος· ὁ δὲ πᾶν ὑπομένειν ἐδόκει, προσανέχων ταῖς τῶν Αἰγυπτίων ἐπαρ‐ χίαις. καὶ αὖθις· ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν. καὶ Προσανέχοντι, ἐξέχοντι. |
| π 2598 | Προσανίσχοντα. |
| π 2599 | Πρόσαντες, δυσχερές, καὶ ἐναντίον. καὶ ζήτει ἐν τῷ ἄναντες. |
| π 2600 | Προσάντης· καὶ ἡ δοτικὴ προσάντει. |
| π 2601 | Προσάντως: ἐπίρρημα. μήτε ἀκαίρως παρακαλεῖν, μήτε προσ‐ άντως. |
| π 2602 | Πρὸς ἀπαλέξησιν: πρὸς βοήθειαν. |
| π 2603 | Προσάπτομαι· γενικῇ· Προσάπτω δὲ δοτικῇ. |
| π 2604 | Προσαρασσόμενα: προσρηγνύμενα, προσκρουόμενα. |
| π 2605 | Προσαστειασάμενος: ἀστεῖόν τι προσειπών. ὁ δὲ παρακα‐ λέσας αὐτὸν καί τι προσαστειασάμενος τοιοῦτον, αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. |
| π 2606 | Προσαυδῶ· δοτικῇ. |
| π 2607 | Πρὸς αὐτοῦ: ἀντὶ τοῦ ὑπὲρ αὐτοῦ. ὁ δὲ οὐ κατ’ αὐτοῦ, ἀλλὰ πρὸς αὐτοῦ εἶναι νομίσας τὰ συμβαίνοντα περὶ τοὺς ἐναντίους ἐγίνετο περὶ τὸν Μάρκον, σπουδάζων τὴν τόλμαν ἀφελέσθαι καὶ προ‐ καταλαβεῖν αὐτοῦ τὴν ὁρμήν. |
| π 2608 | Προσβάλλει· δοτικῇ. προσέρχεται. προσέβαλε δὲ ταῖς ἀκοαῖς αὐτῶν ἦχος τις ἐμμελὴς θείων ὕμνων. δι’ ἑνὸς λ δεύτερος ἀόριστος. προσ‐ έβαλλε δὲ ἀεὶ διὰ δύο λλ, παρατατικός. |
| π 2609 | Προσβαίνω· δοτικῇ. |
| π 2610 | Πρὸς βίαν: βιαίως, ἀναγκαστῶς. ὁ δὲ οὐκ ἐφείσατο αὐτῆς ὁ ἐραστὴς ὁ ἐναγής, ἀλλ’ ἐξαγαγὼν αὐτὴν τοῦ νεὼ πρὸς βίαν διέφθειρε μάλα ἀνοίκτως. |
| π 2611 | Προσβλέπω· δοτικῇ. |
| π 2612 | Προσβολή: ζημία, δαίμονος ὀργή, παρὰ Ἀριστοφάνει. ἀντὶ γὰρ τοῦ εἰπεῖν ζῷον ζημίαν εἶπε, καταρώμενος αὐτῷ. χὤτου ποτ’ ἐστὶ δαιμόνων ἡ προσβολή, οὐκ οἶδα. περὶ τοῦ κανθάρου. |
| π 2613 | Προσγεγόνει: συνεμίχθη, συνηριθμήθη. ὁ δὲ τοῦ βασιλέως Ἀρμενίας παῖς προσεγεγόνει αὐτῷ ξὺν δυνάμει ἱππικῇ οὐκ ὀλίγῃ. |
| π 2614 | Πρόσγειον: τὸ πρὸς γῆν. |
| π 2615 | Προσγράφει: προσκρίνει. |
| π 2616 | Προσδέδεμαι· δοτικῇ. |
| π 2617 | Προσδέξασθαι· προσδέξασθαι δέ, τὸ δὴ λεγόμενον, εἰς τὰς πλευρὰς τοὺς πολεμίους. ἀντὶ τοῦ σύνεγγυς. |
| π 2618 | Προσδέχω· αἰτιατικῇ καὶ Προσδεχόμενοι· αἰτιατικῇ· προσ‐ δοκῶντες. |
| π 2619 | Προσδεῖσθαι καὶ ἐνδεῖσθαι διαφέρει· τὸ μὲν γὰρ δηλοῖ ὀλίγων τινῶν κτῆσιν, τὸ δὲ παντελῶς ἀπορίαν τοῦ ὅλου δηλοῖ. |
| π 2620 | Προσδιαλέγομαι· δοτικῇ. |
| π 2621 | Προσδίδωμι· αἰτιατικῇ. ὅτι διαφέρει προσδοκία ἐλπίδος· ἐλπὶς μὲν γάρ ἐστι προσδοκία ἀγαθῶν. καὶ ὁ φοβούμενος προσδοκᾷ, ἀλλ’ οὐκ ἀγαθά· κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, ἀγαθῶν δὲ ἡ ἐλπίς. ἐπεὶ οὖν οὐχ ὑφεστώτων πραγμά‐ των οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλλυται αὐτῶν ἡ ἐλπίς, ὡς μένουσι τοῖς ἡδέσι χρῶνται. |
| π 2622 | Πρὸς δύο οὐδ’ Ἡρακλῆς: παροιμία. ζήτει ἐν τῷ οὐδὲν Ἡρακλῆς πρὸς δύο. |
| π 2623 | Πρὸς αἵματος: τοὺς συγγενεῖς. Σοφοκλῆς· ἆρ’ ὧδ’ ἄριστος ἐξ ἀριστέοιν δυοῖν βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος; |
| π 2624 | Προσαίτης: ὁ ἐπαίτης. Προσαῖτις δὲ θηλυκὸν διὰ τοῦ ι. |
| π 2625 | Προσαιτῶν: πολλὰ αἰτῶν. |
| π 2626 | Προσεδρεία· Προεδρία δέ. |
| π 2627 | Προσεδρεύω σοι. |
| π 2628 | Πρόσεδρος. τότ’ ἐκ προσέδρου λιγνύος διάστροφον ὀφθαλ‐ μὸν ἄρας, εἶδεν ἐν πολλῷ στρατῷ. |
| π 2629 | Προσέκειτο: ἀντὶ τοῦ προσεῖχε. Θουκυδίδης ἐν αʹ. |
| π 2630 | Προσέκοψεν: ἀντὶ τοῦ προσέπταισεν. Ἄλεξις. |
| π 2631 | Προσέκοψε τῷ ἀνθρώπῳ: ἀντὶ τοῦ ἠλλοτριώσατο. οὕτως Ποσείδιππος. |
| π 2632 | Προσεκτικώτατα· ἐδόκει γὰρ Ῥωμαίων ἐπιμελέστατα καὶ προσεκτικώτατα κατὰ τοὺς πατρίους θεσμοὺς τελεῖν τὰς θυσίας. ἀντὶ τοῦ πολυτελῶς, νουνεχῶς. |
| π 2633 | Προσέλευσις. |
| π 2634 | Προσέληνοι: Ἡρόδοτος τοὺς Ἀρκάδας οὕτως λέγει, τουτέστιν ἀρχαίους, πρὸ τῆς σελήνης. |
| π 2635 | Προσελοῦμεν: ἀντὶ τοῦ προπηλακίζομεν, ἐλαύνομεν, εἰσβάλ‐ λομεν. |
| π 2636 | Προσέμαξε: προσπαρέθηκε, προσεκόλλησε· μάττειν γὰρ λέγεται τὸ ἀναμιγνύναι καὶ φυρᾶν καὶ εἰς ἓν συνάγειν τὰ ἄλευρα. Ἀριστο‐ φάνης· τὸν Πειραιᾶ προσέμαξε. |
| π 2637 | Πρὸς ἐμοῦ εἶ: οἰκεῖός μου, ἐγγύς μου, φίλος μου, παρ’ ἐμοί. |
| π 2638 | Προσένεγκε· Προσενέγκαι δέ. |
| π 2639 | Προσέπαισε: προσέπαιξε. Πλάτων τῷ ς ἀντὶ τοῦ ξ κέχρηται. |
| π 2640 | Προσεπιμετρῶν: πλείω τοῦ μεμετρημένου διδούς. προσεπι‐ μετρῶν ἀεὶ τῷ δεομένῳ, πρὸς τὸ παρὰ πάντων ὁμολογουμένως γίνεσθαι τὴν ἐπὶ τούτοις χάριν. |
| π 2641 | Προσεπιτραγῳδήσουσι: δεινολογήσουσι. δεδιὼς μὴ πολλα‐ πλασιάσαντες τὸ προτέρημα καὶ προσεπιτραγῳδήσαντες καταπλήξωνται τοὺς ἐν τοῖς Τυάνοις. |
| π 2642 | Προσεποιήθη· ὁ δὲ ὠργίζετο μὲν ἀθετηθείς, οὐ μὴν προσ‐ εποιήθη κατὰ τὸ παρόν. ἀντὶ τοῦ ἐφανέρωσεν, ἐνεδείξατο. Δα‐ μάσκιος· ᾐσθάνετο μὲν οὖν ἡμῶν ταύτῃ πη διακειμένων, οὐ μέντοι προσεποιήθη τὸν νοῦν προσέχειν. καὶ αὖθις· ὁ δὲ πολλάκις ἀκούων οὐ προσεποιεῖτο. |
| π 2643 | Προσεποιήσαντο: Ἰσαῖος. ἀντὶ τοῦ ἀντεποιήσαντο. |
| π 2644 | Προσεποίσω: προσεπάξω. |
| π 2645 | Προσερήσομαι: ἐρωτήσω. |
| π 2646 | Πρὸς ἐρρωγυῖαν ᾄδεις: ἐπὶ τοῦ μάτην πονοῦντος. |
| π 2647 | Προσερρύη: προσεφοίτησε, προσῆλθεν, οὐ προσέρρευσεν. |
| π 2648 | Προσέσθαι· Ἀριστοφάνης· ἀλλ’ ὅτι σιγᾷ κοὐδὲν γρύζει, τοῦτ’ οὐ δύναταί με προσέσθαι. ἐφελκύσασθαι. καὶ αὖθις Αἰλιανός· ἡ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβάλλειν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι. καὶ αὖθις· ὥστε μηκέτι αὐτὸν προσέσθαι εἰς ὁμιλίαν. |
| π 2649 | Προσέσχεν: ἐξώκειλε. Σοφοκλῆς· τίς ς’, ὦ τέκνον, προσ‐ έσχε; τίς προσήγαγε χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος; καὶ αὖθις· τίνι στόλῳ προσέσχες τήνδε γῆν; πόθεν πλέων; λέγεται καὶ κατέσχεν. ὁ αὐτὸς Σοφοκλῆς· ἡνίκ’ ἐκ τῆς ποντίας Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ. |
| π 2650 | Προσέσχε: κατῆρεν, ἐπλησίασεν. Αἰλιανός· εἶτα τῆς ὑστεραίας προσέσχε τῇ Χίῳ καὶ ἀποβάντες ἐντυγχάνουσι τῇ κόρῃ πιπρασκομένῃ. |
| π 2651 | Προσεταιρισάμενος: ἑταίρους προσλαβόμενος. |
| π 2652 | Προσέτι: ἐπίρρημα. |
| π 2653 | Προσετρίψατο: ἐπέβαλε, κατέχεε. τῷ βίῳ τῶν ἀνθρώπων κηλῖδα προσετρίψατο. |
| π 2654 | Προσεύξῃ τὸν θεόν: οὕτως Ἀριστοφάνης ἐν Πλούτῳ. |
| π 2655 | Προσευσχολεῖν: ἐπιμελῶς βλέπειν. ἀφιέναι δὲ τὸ σπουδα‐ ζόμενον καὶ τῇ θεωρίᾳ προσευσχολεῖν αὐτοῦ. |
| π 2656 | Προσεφθέγγετο· αἰτιατικῇ. |
| π 2657 | Προσεχές: ἐγγύς. ἐπὶ τάδε τῆς πόλεως ὁρμεῖν οὐκ ἠδύ‐ ναντο διὰ τὸ προσεχεῖς εἶναι ἀκτὰς τοῖς ἐτησίαις. ἀλίμενος γάρ ἐστι καὶ προσεχὴς ὁ τῇδε αἰγιαλός. |
| π 2658 | Προσέχεια: ἡ προσοχή. |
| π 2659 | Προσέχω· δοτικῇ. |
| π 2660 | Προσέχοιεν: ἐπιμελῶς τηρεῖν. ὅπως οἱ πολέμιοι ταύτῃ προσ‐ έχοιεν τὸν νοῦν. καὶ αὖθις· οὐδὲ πάνυ τι προσεῖχε τοῖς βιβλίοις. |
| π 2661 | Πρὸς ζόφον: πρὸς δυσμάς. |
| π 2662 | Πρόσει: προσέρχῃ. |
| π 2663 | Προσειλήφεσαν: ὑπέλαβον, ἐνενόησαν. Ἰώσηπος· προσειλή‐ φεσαν γὰρ ἐκ τοῦ σχήματος μηδὲν αὐτὸν ἀρνήσασθαι τῶν ὑπονοηθέν‐ των, ἀλλ’ ἐπὶ συγγνώμης πορισμῷ πάντα πεποιηκέναι. |
| π 2664 | Πρόσειλος: πρὸς τὴν εἴλην, ἤτοι θερμασίαν. |
| π 2665 | Προσείλου: προσελάβου, συνηρίθμησας. Αἰλιανός· εἶτα, ἀσελ‐ γέστατε, τοσοῦτοι ἐχθροὶ γεγενήμενοι οὐκ ἤρκεσαν, ἀλλ’ ἄρα καὶ ἐμὲ εἰς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν; |
| π 2666 | Προσειπών· καὶ τοὺς ἀδελφοὺς τὰ ἔσχατα προσειπών. καί, προσειπὼν οὖν τὸν Δανιήλ. |
| π 2667 | Προσείρων: προσάπτων. |
| π 2668 | Πρόσεισι· δοτικῇ: |
| π 2669 | Προσεῖχε. |
| π 2670 | Προσηγάγου: ἀντὶ τοῦ περιεπλέξω, παρὰ σεαυτὸν ἔλαβες. Ἀριστοφάνης Ὄρνισιν· οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου. ἀντὶ τοῦ πρὸς σεαυτὸν ἔλαβες εἰς συνουσίαν. |
| π 2671 | Προσηγάσθησαν: ὑπερεθαύμασαν. τοῦτον ἀπεδέξαντο τὸν λόγον τοῦ νεανίσκου καὶ προσηγάσθησαν, πῶς οἴει, σφόδρα τὸν Πρόκλον. |
| π 2672 | Προσηγγελμένοις: τοῖς ἤδη ἀγγελθεῖσι. τοῖς προσηγγελμένοις ἐπαρκέσας οὐδὲν προυργιαίτερον ποιήσεται μετὰ ταῦτα τοῦ βοηθεῖν σφίσι κατὰ δύναμιν. |
| π 2673 | Προσηγλάϊστο: ἐλαμπρύνετο. |
| π 2674 | Προσηγορία: προσφώνησις. |
| π 2675 | Προσήγορος· ὅπου θνητῶν φανοῦμαι μηδενὸς προσήγορος. |
| π 2676 | Προσήκαντο· αἰτιατικῇ. κατεδέξαντο, ἠθέλησαν. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. καὶ αὖθις· Μωϋσῆς μὲν προσήκατο τὴν συμβουλίαν. |
| π 2677 | Προσήκει: πρέπει. προσήκει γε μὲν Ῥωμαίοις μετὰ ἀσφα‐ λείας τὸ νικᾶν, ὡς ἂν οὐκ ἐξ ἀνάγκης πολεμοῦσιν, ἀλλὰ προσκτω‐ μένοις. |
| π 2678 | Προσήκων· δοτικῇ. κατὰ γένος ἀγχιστεύων. ἦν δὲ ὁ παῖς προσήκων κατὰ γένος. καὶ αὖθις· καὶ οἱ τούτοις προσήκοντες τοὺς οἰνοχόους τούσδε ἡγησάμενοι φαρμακεῖς ἀπέκτειναν. |
| π 2679 | Προσήλιος. |
| π 2680 | Προσηλῶ· αἰτιατικῇ. |
| π 2681 | Προσήλυτοι: οἱ ἐξ ἐθνῶν προσεληλυθότες, καὶ κατὰ νόμον ποθήσαντες πολιτεύεσθαι. καὶ οἱ ξένοι. |
| π 2682 | Προσήλυτοι: οἱ ἐξ ἐθνῶν προσεληλυθότες καὶ κατὰ τοὺς θείους πολιτευόμενοι νόμους. Δαβίδ· καὶ προσήλυτον ἐφόνευσαν. |
| π 2683 | Πρὸς σῆμα μητρυιᾶς κλαίεις: ἐπὶ τοῦ ἀφροντίστου, ἢ προσποιουμένου. ἐπὶ τῶν ἀδυνάτων. |
| π 2684 | Προσημπόλησα: προσέλαβον. |
| π 2685 | Πρὸς ἠῶ: πρὸς ἀνατολήν. |
| π 2686 | Προσήραξε. |
| π 2687 | Προσηρεικότος: προσαρμόσαντος. ὁ δὲ κατεσκεύασε στοάς, καὶ διὰ τούτων προσηρεικότος τῷ τείχει τὰς κριοφόρους μηχανάς. |
| π 2688 | Προσηρτημένος: προσκεκολλημένος. |
| π 2689 | Προσηρτῆσθαι: ἀπῃωρῆσθαι. |
| π 2690 | Προσήσεσθαι: ἀρεσθῆναι, δέξασθαι. Ἀππιανός· οἱ ὕπατοι τὰ ὅρκια προὔτεινον καὶ ἐς πάντας ἔφασαν ἐνδώσειν μᾶλλον ἢ Ταρκύνιον προσήσεσθαι. |
| π 2691 | Προσήσεται· αἰτιατικῇ. |
| π 2692 | Προσηταιρίσατο: φιλικὰ ἐποίησεν. οὐκ ὀλίγους τε ἀπὸ τούτων προσηταιρίσατο. |
| π 2693 | Προσῆχεν: ἀντὶ τοῦ προῆγεν. |
| π 2694 | Προσίασι: προσέρχονται. |
| π 2695 | Προσίενται: προσάγονται. |
| π 2696 | Προσίεται· αἰτιατικῇ. ἀρέσκεται, προσδέχεται. Ἀριστοφάνης· τὰ μὲν ἄλλα μ’ ἤρεσε τῶν πραγμάτων, ἓν δ’ οὐ προσίεταί με (ἀντὶ τοῦ οὐ πείθει με), ὅτι ὡς μόνος τὸν ζωμὸν ἐκροφήσεις. |
| π 2697 | Προσιζήσαντες: προσκαθίσαντες. |
| π 2698 | Προσίημι· δοτικῇ. |
| π 2699 | Πρόσιμεν: προσερχόμεθα. |
| π 2700 | Προσιών: προσερχόμενος. |
| π 2701 | Προσίστατο: ἐνεπόδιζεν. |
| π 2702 | Πρόσισχε: τὸ πρόσεχε. Κρατῖνος· καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις. καὶ Εὔπολις· πρόσισχε τὸν νοῦν τῇδε. καὶ Θουκυδίδης γʹ· παρανίσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως. οὕτως δὲ καὶ ὑπίσχομαι, τὸ ὑπισχνοῦμαι οἵ τε τραγικοί, καὶ Ἀριστοφάνης· τὸ πρᾶγμα τοῦτο συλ‐ λαβεῖν ὑπίσχομαι. |
| π 2703 | Προσιτόν: προσδεχόμενον. |
| π 2704 | Πρόσθεμα: ἡ προσθήκη. |
| π 2705 | Προσθέσθαι: συμπολεμῆσαι. καὶ Πομπηΐῳ τῷ μεγάλῳ προσθέσθαι οὐ κατὰ δέος τὸ Ῥωμαίων, ἀλλὰ κατ’ εὐνοίαν τὴν ἐς βασιλέα τε καὶ αὐτοὺς Ῥωμαίους. |
| π 2706 | Προσθεῖναι τὰς θύρας: ἀντὶ τοῦ ἐπικλεῖσαι. Ἡρόδοτος γʹ. |
| π 2707 | Προσθίγω· δοτικῇ. |
| π 2708 | Πρὸς θυμοῦ: ἐπιμελέστερον. εἶναι δὲ Ῥωμαίοις ἐκ παλαιοῦ πάτριον, καὶ μάλιστα δὴ πρὸς θυμοῦ Ἀντωνίῳ. ἀντὶ τοῦ ἠγαπᾶτο. |
| π 2709 | Πρὸς θυμοῦ αὐτοῖς ἐγένετο: ἀντὶ τοῦ ἀρεστὸν καὶ θυ‐ μῆρες. καὶ αὖθις· τοῖς δὲ οὐ πρὸς θυμοῦ ὁ πόλεμος ἐγίγνετο. |
| π 2710 | Προσκαθεδοῦμαι· δοτικῇ. |
| π 2711 | Προσκαθῆσθαι: ἐνυπάρχειν. τῷ γὰρ μηδεμίαν ἔννοιαν μηδενὶ προσκαθῆσθαι τοῦ μέλλοντος, πάντας εἰς ἔκπληξιν ἤγαγε τοὺς φονικούς. |
| π 2712 | Προσκαθίστη· ὅπη ὕποπτοι ἦσαν ἐπελεύσεσθαι οἱ πολέμιοι, προσκαθίστη. ἀντὶ τοῦ ἐπολυπλασίαζε. |
| π 2713 | Προσκακοπαθῶ· δοτικῇ. |
| π 2714 | Προσκαλέσαι: ἀντὶ τοῦ προσκαλέσασθαι. |
| π 2715 | Προσκαλοῦμαι· αἰτιατικῇ. |
| π 2716 | Πρὸς καλοῦ ἐγένετο αὐτῷ. |
| π 2717 | Πρὸς Κᾶρα καρίζεις: ἐπὶ τοῦ ὁμοίου. ὡς καὶ τὸ πρὸς Κρῆτα κρητίζεις. |
| π 2718 | Προσκαρτερῶ· δοτικῇ. |
| π 2719 | Προσκαταθείην: ἀντὶ τοῦ ζημιωθείην. Ἀριστοφάνης· καὶ προσκαταθείην γ’ ὥστ’ ὀμόσαι τριώβολον. τουτέστι ζημιωθείην ἂν τρεῖς ὀβολούς, ἵνα ἐπιτρέψῃς μοι ὀμόσαι τοὺς θεούς· οὕτω καταφρονῶ τῶν ὅρκων. |
| π 2720 | Προσκαύσασα: ἐπὶ τῆς χύτρας. προσκαύσασα ἡ Θρᾷττα πρῴην τὴν χύτραν. |
| π 2721 | Πρὸς καιρὸν ποιῶ: ἀντὶ τοῦ ἀληθῶς. |
| π 2722 | Προσκεκλήσεσθαι: τουτέστιν εἰς δικαστήριον κληθήσεσθαι. σὺ δέ, νὴ τὸν Ἑρμῆν, προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ ἀποδώσεις τἀργύριον. Ἀριστοφάνης Νεφέλαις. |
| π 2723 | Προσκεκρουκώς: ἐχθρὸς γεγονώς. ὁ δὲ Σεβαστιανὸς προσ‐ κεκρουκὼς διὰ γνώμης ὀρθότητα τοῖς κατακοιμισταῖς εὐνούχοις τοῦ βασιλέως, εὔκολος ὢν διὰ πενίαν καὶ κοῦφος ἐς μετανάστασιν διεδέχθη τῆς στρατηγίας. |
| π 2724 | Πρὸς κενὴν ᾄδεις: πρὸς ἐρρωγυῖαν ᾄδεις, ἐπὶ τοῦ μάτην πονοῦντος. |
| π 2725 | Πρὸς κέντρα λακτίζεις. |
| π 2726 | Προσκεφάλαιον. οὕτω φησὶν Ἀριστοφάνης. |
| π 2727 | Προσκέχηνα· δοτικῇ. |
| π 2728 | Προσκέψομαι: περισκοπήσω. περιεργάσομαι, εἰσελθὼν καὶ κατανοήσας. |
| π 2729 | Προσκείμενοι: οἷον κολλώμενοι, προσεγγίζοντες. καὶ Προσ‐ κειμένων τῶν θυρῶν, τουτέστιν ἠσφαλισμένων. ὁ δὲ ἐντυχὼν προσκειμέναις ταῖς θύραις (ἀντὶ τοῦ κεκλεισμέναις) καὶ τῶν ἐπισπαστήρων λαβόμενος ἀπρὶξ εἴχετο, καρτερικῶς καὶ μάλα ἐγκρατῶς. ἐπεὶ δὲ ἀπο‐ σπώντων βίᾳ ἀπέκοψαν τὸ πᾶν σῶμα τῶν χειρῶν. |
| π 2730 | Προσκινήσομαι· Ἀριστοφάνης· κακῶς παρέξω κοὐχὶ προσ‐ κινήσομαι. συνουσιάσαι αὐτῷ δηλονότι. |
| π 2731 | Προσκήνιον: τὸ πρὸ τῆς σκηνῆς παραπέτασμα. ἡ δὲ τύχη παρελκομένη τὴν πρόφασιν καθάπερ ἐπὶ προσκήνιον παρεγύμνωσε τὰς ἀληθεῖς ἐπινοίας. |
| π 2732 | Προσκληδονιζόμενος: ἐπ’ ἀγαθῷ ὀττευόμενος. Ἰώσηπος· ταῦτά τε δὴ προσκληδονιζόμενος καὶ σταθερὰν μετ’ ἐμπειρίας τὴν ἡλικίαν ὁρῶν. |
| π 2733 | Προσκλήσεις: πρὸς ἃς καλεῖ τις 〈εἰσ〉 δικαστήριον ἢ βουλήν, κλητῆρας ἔχων· πρόκλησις δέ, χωρὶς τοῦ ς, καὶ προκαλεῖσθαι ἐπὶ δι‐ αιτητὴν καὶ οἷον ἐπὶ βάσανόν τινος ἀνδραπόδου ἢ μαρτυρίαν τοῦδέ τινος βαλέσθαι. |
| π 2734 | Πρόσκλησις: ἡ εἰς δικαστήριον κλῆσις. καὶ προσκαλέσαι τὸ παραγγέλλειν εἰς δίκην. Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. |
| π 2735 | Πρόσκλισις: ἑτερομέρεια. μὴ διαπράξασθαί τι κατ’ ἔχθραν ἢ κατὰ πρόσκλισιν. |
| π 2736 | Προσκλιτόν: ἐν ᾧ ἀκουμβίζομεν. |
| π 2737 | Πρόσκομμα: ζημία, βλάβη, σκάνδαλον. |
| π 2738 | Προσκομιστέον: προσενεκτέον. |
| π 2739 | Προσκοπήν: πρόσκρουσιν. ὁ δὲ τῶν τοῦ βασιλέως φίλων ἐπὶ τοσοῦτον ἐς διαφορὰν ἥκοι καὶ προσκοπήν, ὥστε σπεύδειν αὐτοὺς περι‐ βαλεῖν αὐτὸν ἀνηκέστῳ τινὶ κακῷ. |
| π 2740 | Προσκοπῶ· δοτικῇ. |
| π 2741 | Πρὸς κώρυκον γυμνάζεσθαι: ἐπὶ τῶν διακενῆς μοχθούντων. |
| π 2742 | Προσκόπων: προφυλάκων. ὁ δὲ Τραιανός τινας ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἀεὶ καθιεὶς εἴθιζεν ἅμα μὲν ἐν κόσμῳ πορεύεσθαι, ἅμα δὲ πρὸς τὰ φοβερὰ μὴ ταράττεσθαι. |
| π 2743 | Προσκόψῃς πρὸς λίθον τὸν πόδα σου: ἀντὶ τοῦ προσ‐ πταίσεις. τὸ σμικρότατον δὲ διὰ τοῦ προσκόψαι τῷ λίθῳ δεδήλωκεν. |
| π 2744 | Προσκώπους: τοὺς πρὸς ταῖς κώπαις ναύτας, τοὺς κωπηλάτας. |
| π 2745 | Πρὸς Κρῆτα κρητίζων: παροιμία ἐπὶ τῶν μάτην πονούν‐ των. Πολύβιος· ὁ δὲ ἠγνόει τὸ δὴ λεγόμενον πρὸς Κρῆτα κρητίζων. |
| π 2746 | Προσκρούειν· δοτικῇ. ἐναντιοῦσθαι, ἐκμηχανᾶσθαι. οἱ Σικε‐ λιῶται τὸν στόλον ἰδόντες οὐκ ἐν τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτούς, οὐκ ἄλλο προσκρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν. |
| π 2747 | Προσκυνεῖ: προσεγγίζει. |
| π 2748 | Προσκυνεῖ· δοτικῇ, καὶ αἰτιατικῇ δέ. καὶ σὲ προσκυνεῖν τὸν ἥλιον τῆς δικαιοσύνης. |
| π 2749 | Πρόσκυσον: προσκύνησον. |
| π 2750 | Προσλαλῶ· δοτικῇ. |
| π 2751 | Πρὸς λέοντα δορκάδες ἅπτουσι μάχην: ἐπὶ τῶν πρὸς κρείττονας ἐριζόντων. |
| π 2752 | Πρὸς λύραν ᾄδειν. τὰ κατὰ τὸν ἑταῖρον ἡμῶν μετρίως ἐπράχθη, καὶ οὐχ ὡς ἂν κινῆσαι θεοῦ τε καὶ ἀνθρώπων νέμεσιν. αὕτη μέντοι σαφῶς ἐστι, περὶ ἧς πρὸς λύραν ᾄδομεν. |
| π 2753 | Προσμαρτυρῶ· αἰτιατικῇ καὶ δοτικῇ. προσμαρτυρῶ σοι τόδε, καὶ προσ‐ μαρτυρῶ σε τόδε. |
| π 2754 | Προσμειδιῶ· δοτικῇ. |
| π 2755 | Πρὸς νῦν σε μητρὸς πρός τε πατρός, ὦ τέκνον, πρός τ’, εἴ τις σοι κατ’ οἶκόν ἐστι προσφιλές, ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ’ οὕτω μόνον, ἔρημον ἐν κακοῖσι τοῖσδε γ’, οἷς ὁρᾷς, ὅσοις τ’ ἐξήκουσας ἐν‐ ναίοντά με. |
| π 2756 | Προσόδια: ἀπὸ τῶν προσόδων. οὕτω δὲ ἔλεγον τὰς προσαγο‐ μένας τοῖς θεοῖς πομπάς. καὶ προσόδια τὰ εἰς πανηγύρεις θεῶν ποιήματα παρὰ τῶν λυρικῶν λεγόμενα. |
| π 2757 | Προσόδια: ὕμνοι. ἀρχὴ προσοδίου· τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοισιν ἢ θοῶν ἵππων ἐλατῆρας ἀείδειν; |
| π 2758 | Πρόσοδος: εἰσφορά, εἴσοδος, ἢ παρουσία, ὡς Θουκυδίδης καὶ ἕτεροι. ὁ δὲ Καῖσαρ ἐκ τῆς προσόδου μόνης τούτους κατέπληξε. τουτέστι παρουσίας. |
| π 2759 | Προσοδώδασι: προσώζεσαν. |
| π 2760 | Προσοκέλλω: τῷ αἰγιαλῷ προσεγγίζω. καὶ Προσοκεί‐ λαντες, προσορμίσαντες. |
| π 2761 | Προσομιλῶ· δοτικῇ. |
| π 2762 | Πρὸς ὄνομα: κατὰ ὄνομα δηλονότι. |
| π 2763 | Προσουδίζει: τῷ ἐδάφει προσκρούει. ἐκ τοῦ ἵππου ῥίψας προσουδίζει χαμαί. |
| π 2764 | Προσουδίζει: πρὸς τὸ ἔδαφος ῥιπτεῖ. ὁ δὲ ἄρας μετέωρον προσουδίζει τε καὶ ἀποκτείνει. |
| π 2765 | Προσουρίου: ἐπιτηδείου. |
| π 2766 | Προσοχή: ἀκριβὴς ἐπιμέλεια διαίτης. τοῦ ἰδίου σώματος ἐπιμελητικῶς δεῖ ἔχειν ἐμμέτρως, οὔτε ὡς ἄν τις φιλόζῳος οὔτε πρὸς καλλωπισμὸν οὔτε μὴν ὀλιγώρως, ἀλλ’ ὥστε διὰ τὴν ἰδίαν προσοχὴν εἰς ὀλίγιστα ἰατρικῆς χρῄζειν φαρμάκων καὶ ἐπιθεμάτων ἐντὸς καὶ ἐκτός. |
| π 2767 | Προσοχθίζω· δοτικῇ. |
| π 2768 | Προσοχθίσματα: ἡ Γραφὴ καλεῖ τὰ εἴδωλα. καὶ Προσ‐ ώχθισα, δυσηρεστήθην, ἐβδελυξάμην. |
| π 2769 | Πρὸς ὄψιν: πρὸς θεωρίαν. Σοφοκλῆς· τὸ δ’ εὐχλόου Δή‐ μητρος εἰς προσόψιον πάγον μολούσα τάσδ’ ἐπιστολὰς πατρὶ ταχεῖ πόρευσον ξὺν χρόνῳ. |
| π 2770 | Πρόσω: ἔμπροσθεν. Ἰωτόμην δὲ καίπερ οὐ πρόσω τοῦ τεθνάναι ὄντα ἀποτμηθῆναι τὴν κεφαλὴν κελεύει, ὡς μὴ ἐκφύγῃ τὸν τῶν κακούργων θάνατον. |
| π 2771 | Πρόσω: ἀντὶ τοῦ ἀπωτέρω. εὐθεῖαν ἐδόκει ἐλαύνειν ὡς ἐπὶ Σελεύκειαν. εἶναι γὰρ οὐ πρόσω σφῶν τὴν Σελεύκειαν, ἅτε εἴκοσι τῶν πλείστων ἡμερῶν ὁδὸν ἀπέχουσαν. καὶ αὖθις· εἶχε δὲ καὶ πεζοὺς οὐ πρόσω τῶν δισμυρίων. ἀντὶ τοῦ οὐ πλείους. |
| π 2772 | Προσῳδία· καὶ Προσῴδιον: ὁ ὕμνος. |
| π 2773 | Προσώκειλαν: προσώρμισαν. |
| π 2774 | Προσωπεῖον: πρόσχημα. Πρόσωπον ἐπὶ θεοῦ ἡ ἐπι‐ φάνεια αὐτοῦ. Δαβίδ· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. καὶ ἡ λύσις τῶν πονηρῶν καὶ τῶν ἀγαθῶν ἡ χορηγία. |
| π 2775 | Προσωτέρω: περαιτέρω. |
| π 2776 | Προσώχθικε: προσκέκρουκε, προσκέκοφεν. ἀπὸ τοῦ τὰ ἐπι‐ νηχόμενα ταῖς ὄχθαις προσκρούεσθαι. |
| π 2777 | Προσώχθισα: ἐβδελυξάμην, δυσηρεστήθην. καὶ Πισίδης· εἰ δ’ αὖ σχολάζει καὶ προσοχθεῖ τῇ μέθῃ. |
| π 2778 | Προσπαλαίω· δοτικῇ. |
| π 2779 | Προσπαθῶ σε· αἰτιατικῇ. |
| π 2780 | Προσπάλτιοι· Πρόσπαλτα, δῆμος τῆς Ἀκαμαντίδος. ζήτει ἐν τῷ Δραχαρνεῦ. |
| π 2781 | Προσπατταλεύσω: προσπήξω. Ἀριστοφάνης Πλούτῳ· ὥσπερ κοτίνῳ προσπατταλεύσω. εἰώθασι γὰρ κοτίνῳ καὶ ἄλλοις δένδροις προσπατταλεύειν τὰ ἀναθήματα καὶ κωλὰς καὶ κρανία πρὸς ἀποτρο‐ πὴν βασκανίας οἱ γεωργοί, πρὸς τὸ μὴ ξηρανθῆναι αὐτά. |
| π 2782 | Προσπαίζω· δοτικῇ. |
| π 2783 | Προσπαίω· δοτικῇ. |
| π 2784 | Προσπελάζει: προσεγγίζει. |
| π 2785 | Προσπέσῃ: συμβῇ. αὐθυπότακτον. |
| π 2786 | Προσπεσόντων: ἀγγελθέντων. Πολύβιος· προσπεσόντων δὲ τούτων ἐς Τάραντα καὶ τοὺς Θουρίους, ἠγανάκτει τὰ πλήθη. |
| π 2787 | Προσπηδῶ· δοτικῇ. |
| π 2788 | Προσπίπτουσαι: συναντῶσαι. κατὰ τὰς διόδους προσπίπτουσαι τοῖς ἀπὸ τοῦ δείπνου. |
| π 2789 | Προσπιπτούσης: ἀντὶ τοῦ ἀγγελλομένης. |
| π 2790 | Προσπίπτω· δοτικῇ. |
| π 2791 | Προσπεφυκότος: ἀπρὶξ οὖν, ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς. καὶ ἀπρίξ, προσπεφυκότος, ὃ οὐχ οἷόν τε πρίσαι διὰ τὴν σύγχυσιν. |
| π 2792 | Προσπορευομένων: προσερχομένων μεθ’ ἱκετηρίας. προσ‐ πορευομένων δ’ αὐτῷ τῶν ἠδικημένων, τοὺς μὲν διέσυρε χλευάζων, τῶν δὲ κατανίστατο, τοὺς δὲ ἐξέπληττε λοιδορῶν. |
| π 2793 | Προσπορισθέν: ἐπινοηθέν, προσοδευθέν. |
| π 2794 | Προσπταίω· δοτικῇ. |
| π 2795 | Προσπτύξομαι: προσκυνήσω. |
| π 2796 | Προσπτύσσω· δοτικῇ. |
| π 2797 | Προσποιεῖται· αἰτιατικῇ. οἰκειοποιεῖται, ἢ πλάττεται, καὶ ὑποκρίνεται. γνόντες οἱ Φράγκοι ὡς Βελισάριος εὐτυχεῖ καὶ προσ‐ ποιεῖσθαί τε τὴν Ἰταλίαν ἐθέλοντες περὶ συμμαχίας βουλεύονται. καὶ Προσποιούμενος· καὶ οὐδ’ ὁτιοῦν ἐν ἑαυτῷ ἔχειν προσ‐ ποιούμενος. οἱ δὲ οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους, καίπερ αὐτῶν φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες. |
| π 2798 | Προσρῆξαν: προσαράξαν. |
| π 2799 | Προσρήσεσι: προσηγορίαις. καὶ Πρόσρησις, προσηγορία, λόγος κατ’ ἐπαγγελίαν λεγόμενος. ἐσήμηνε Σιζίβουλος ὁ Τούρκων ἡγεμὼν ὡς ὁ Ῥωμαίων φίλος οὐχ ἧττον καὶ αὐτῷ ἐπιτήδειος, καὶ ὁ δυσμενὴς ὁμοίως· ἐπειδὴ τηνικαῦτα Ῥωμαῖοι Πέρσαις ἐπολέμουν ἐπὶ τῇ προσρήσει, δέον εἶναι ἐν καιρῷ καὶ αὐτὸν ἐπιθέσθαι Πέρσαις. |
| π 2800 | Πρόσριζα: σὺν ταῖς ῥίζαις. Ἀππιανός· τὰ δένδρα ἔκοπτε πρόσριζα, τοῦ μὴ πάλιν φῦναι. |
| π 2801 | Πρόσταξις· πρόσταξίς ἐστιν, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι, κατευθὺ τοῦ μετώπου τῆς τάξεως. |
| π 2802 | Προστασία: βοήθεια. ὁ δὲ ἐξέπεμπε τὸν Πόπλιον μετὰ μεγάλης προστασίας. δυνάμεως, ἐξουσίας. καὶ αὖθις· καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν. |
| π 2803 | Προστασία· Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος· ταῦτα οὐχ ὁμολογουμένη προστασία. ἀντὶ τοῦ βοήθεια, προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς παραπρεσ‐ βείας· ὡς δεῖ τὰ τῆς τῶν Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγ‐ κεῖν εἰς τὴν προστασίαν τῆς Καδμείου. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ’ ἐνίων προστάδος καλουμένης. |
| π 2804 | Προστάσσω· δοτικῇ. |
| π 2805 | Προστατεύω· γενικῇ. |
| π 2806 | Προστατεῖ· αἰτιατικῇ. προηγεῖται, προέστηκε, παρακολουθεῖ. |
| π 2807 | Προστατεία· Προστασία δέ. |
| π 2808 | Προστάτης: ἱκέτης, ὁ προεστηκὼς τῶν βωμῶν. ἔξοιδ’ ἀκούων τῶνδ’, ὅς ἐστιν ὁ προστάτης. βούλομαι. |
| π 2809 | Προστάτης: οἱ τῶν μετοίκων Ἀθήνησι προεστηκότες προ‐ στάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἑκάστῳ τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην. ἐμοὶ δ’ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα, ὅσον περ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω βάρεως τὰ τῆς πόλεως πράγματα· ὁρῶ γὰρ αὐτὴν προστάταις χρωμένην ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται. Προσ‐ τάτις δὲ θηλυκόν, διὰ τοῦ ι· προστάτιδος ἡ γενική. |
| π 2810 | Προστατῶν: ὁ ἐπιγινόμενος. ἀλλ’ ὁ προστατῶν χρόνος διῆγέ μ’ αἰὲν ὡς θανουμένην. νῦν δ’ ἡμέρᾳ γὰρ τῇδ’ ἀπηλλάγην φόβου. |
| π 2811 | Προστεθέντος: συνευδοκήσαντος. τοῦ δὲ Εὐθυμίου προσ‐ τεθέντος τῷ ἀνδρὶ καὶ δεδωκότος αὐτῷ τὴν τῶν ὑπηρετῶν ὑπουργίαν. |
| π 2812 | Προστέτηκε: προσκεκόλληται. |
| π 2813 | Προστηθιδίων· ἐξελθόντες μεγάλοι δύο μετὰ τύπων καὶ προστηθιδίων ἐδέοντο μηδὲν ἀνήκεστον βουλεύεσθαι περὶ τῆς πόλεως. τουτέστιν εἰκόνες μέχρι στήθους. |
| π 2814 | Πρόστηθί μου· Προστίθεμαι δὲ δοτικῇ. |
| π 2815 | Πρὸς τῇ πυλίδι Ἑρμῆς· Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου. Φιλόχορός φησι περὶ τοῦ πρὸς τῇ πυλίδι Ἑρμοῦ, ὡς ἀρξάμενοι τειχίζειν τὸν Πειραιᾶ οἱ θʹ ἄρχοντες, τοῦτον ἀναθέντες ὑπέγραψαν οὕτως· πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν, βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι. |
| π 2816 | Προστήσας: προαγαγών. |
| π 2817 | Πρόστητ’ ἀναγκαίας τύχης: ἐπίκουροι γίνεσθε τῆς κατ‐ επειγούσης συντυχίας. |
| π 2818 | Προστιβάδες· ὁ δὲ κατῴκει ἐν σπηλαίῳ, προστιβάδας ἐν‐ τετμημένας ἔχοντι κατὰ τὴν πέτραν. |
| π 2819 | Πρὸς τιμῆς· ἦν δὲ ὁ φιλόσοφος πρὸς τιμῆς τῷ βασιλεῖ. |
| π 2820 | Πρόστιμα: ἐπίχειρα. τοιάδε μὲν τοῖς κακῶς βουλευομένοις δίδωσι τὰ πρόστιμα ἡ δίκη. καὶ Πρόστιμον, ζημία, ἐπιτίμιον, παραγραφή. Πολύβιος· παρὰ Ῥωμαίοις θάνατος ἦν πρόστιμον τῆς ἐφεδρείας λιπόντι τὴν τάξιν. καὶ αὖθις· οἱ δὲ ἔδωκαν τῷ βασιλεῖ νʹ τάλαντα πρόστιμον τῆς ἁμαρτίας. |
| π 2821 | Προστιμήματα: ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ἡ ἐπωβελία· ἔστι δὲ καὶ ἄλλα, ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. |
| π 2822 | Προστρέπεσθαι: ἀποπέμπεσθαι, τρέπεσθαι ἐφ’ ἑαυτοῦ. |
| π 2823 | Προστρέπω: παρὰ Σοφοκλεῖ. ἀντὶ τοῦ ἱκετεύω. μή μ’ ἀτιμάσῃς, τοιόνδ’ ἀλήτην, ὧν σε προστρέπω φράσαι. |
| π 2824 | Πρὸς τὸν σωρὸν ἀμᾶσθαι: πρὸς τοὺς μεγάλοις ἔργοις ἐπιτιθεμένους. ἢ ἐπὶ τῶν παρεγγυώντων. |
| π 2825 | Πρόστῳον: τὸ ἔμπροσθεν τῆς στοᾶς. |
| π 2826 | Προστρέχω· δοτικῇ. |
| π 2827 | Προστρίβεται· Ἀριστοφάνης· πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. τουτέστιν ὕβρεις καὶ κακὰ πράγματα κατασκευάζει καὶ μηχανᾶται καὶ περιποιεῖται. |
| π 2828 | Προστρόπαιον· ἡ δὲ ζῶσα βίον τὸν προστρόπαιον γυναικί. ἀντὶ τοῦ ἱκετικόν. |
| π 2829 | Προστρόπαιον: τὸ ἄγος, μίασμα. οὕτως Αἰσχίνης. καὶ προσ‐ τροπὴ δὲ λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. |
| π 2830 | Προστρόπαιος: προστετραμμένος, ἱκέτης παρακαλῶν. Σοφο‐ κλῆς· θάκει δὲ προστρόπαιος, ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν. ἱκέσιον κτῆμα· ὅ ἐστι τὰς τρίχας. καὶ αὖθις· καὶ προστροπαίους τῶν δι’ ἐκεῖνον ἠτυχηκότων. |
| π 2831 | Πρὸς τρόπον αὐτῷ· Πολύβιος· ὁ δ’ Ἀντίοχος πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας ὑπερχαρὴς ὢν πάνθ’ ὑπισχνεῖτο. |
| π 2832 | Πρόστροποι: προσπεπτωκότες, προστετραμμένοι. Σοφοκλῆς· ἱκετεύομέν σε πάντες ὧδε πρόστροποι, ἀλκήν τιν’ εὑρεῖν ἡμῖν. |
| π 2833 | Προστυχής: ὁ κατὰ τύχην ἐντυχών. |
| π 2834 | Πρόσοικος: οἰκειότερον μᾶλλον τὸ ὅμορος· ἐπὶ γὰρ ὅρων τοῦτο λαμβάνεται. |
| π 2835 | Πρὸς οἰωνοῦ δεξιοῦ τιθέμενος ἐν πολεμίῳ χάρακι σταθμεῦσαι. |
| π 2836 | Πρόσοιτο: προσδέξαιτο, ἐπισπάσοιτο. οὐδὲ γὰρ πρόσοιτο ἀναβάτην ἡ κάμηλος οὐδένα ὑπ’ αὐθαδείας καὶ ἀσυνηθείας. καὶ αὖθις Δαμάσκιος· ἦν δὲ ἱκανὸς ἰδεῖν ὅπη τε σαθρὸν φθέγγεται ὁ λόγος, καὶ ὅπη ὑγιές, ἵνα τὸ μὲν πρόσοιτο, τὸ δὲ ἐξελέγξειε. καὶ αὖθις· εἰ μετάνοιαν ἁμαρτωλοῦ πρόσοιτο. |
| π 2837 | Προσύμβολα· ἀλλὰ ταῦτα μὲν εἰρήσθω προσύμβολα, ὥς φασι. |
| π 2838 | Προσφερεῖς: ὁμοίας. ὁ δὲ ἀπαντήσας τοῖς βαρβάροις πυρὶ προσφερὴς ἔργα ἐπεδείκνυτο χεῖράς τε ἀνθρώπου καὶ τόλμαν παρα‐ τρέχοντα. |
| π 2839 | Προσφέρωνται: ἀντὶ τοῦ προστεθῶσι. |
| π 2840 | Προσφέρω· δοτικῇ. |
| π 2841 | Προσφεύγω· δοτικῇ. |
| π 2842 | Προσφθέγγομαι· αἰτιατικῇ. |
| π 2843 | Προσφορά: προσθήκη, πρόσδοσις. ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται. |
| π 2844 | Προσφορά: πρόσοδος. Ἀντιφῶν. |
| π 2845 | Πρόσφορα: χρήσιμα. δράσω καὶ τάδε καὶ πάνθ’ ὅσα πρόσ‐ φορα ὑμῖν πρὸς χάριν. |
| π 2846 | Πρόσφορον: οἰκεῖον, ἁρμόδιον, ἐπιτήδειον. οὐ γὰρ διὰ τὴν τύχην τῶν συμβεβηκότων ἀθετήσεις τῆς ἀξίας ἢ τῆς προσηγορίας τὸ πρόσφορον. Χοσρόης φησὶ πρὸς Μαυρίκιον. |
| π 2847 | Προσφυές: προσοικειούμενον. |
| π 2848 | Προσφυῶς: οἰκείως, ἀκολούθως. |
| π 2849 | Πρόσφυξ: ὁ αὐτόμολος. |
| π 2850 | Προσφύς: προσπλακείς. καὶ Προσφῦναι καὶ Προσφύντος. |
| π 2851 | Προσχαιρητήρια: ἑορτὴ παρ’ Ἀθηναίοις γραφομένη, ὅτε δοκεῖ ἀπιέναι ἡ Κόρη. |
| π 2852 | Πρόσχημα: παρακάλυμμα τοῦ ἤθους, ἢ πρόφασις. οὐδὲν ἄλλο σοι πρόσχημ’ ἀεί, ὡς ἐξ ἐμοῦ τέθνηκεν. αὐτὸν γὰρ ἐν προ‐ σχήματος μοίρᾳ ἐξιόντα, μήτε Οὔννοις μήτε τοῖς ἐκείνων συμμάχοις ἐς χεῖρας ἰέναι. |
| π 2853 | Πρόσχημα: παρακάλυμμα. Σοφοκλῆς· πρόσχημ’ ἀγῶνος, Δελφικῶν ἄθλων χάριν. ὡς οὔπω ὄντος τοῦ γυμνικοῦ ἀγῶνος. προσχήματι οἰκονομίας βαρβαρικῆς ἐχόμενοι σμικρολογίας. |
| π 2854 | Πρόσχορδα: σύμφωνα. |
| π 2855 | Προσχών. |
| π 2856 | Προσχωρῶ· δοτικῇ. |
| π 2857 | Πρόσχωροι: περίοικοι. |
| π 2858 | Προσψαύσασαι αἱ σάρκες τοῦ μάρτυρος τῷ πυρί. |
| π 2859 | Προταλαιπωρῶ· γενικῇ. |
| π 2860 | Προταμών: κόψας. |
| π 2861 | Πρόταξις ψιλῶν: ὅταν τῶν ἄλλων ἐν πολέμῳ οὗτοι προ‐ τάττωνται, ὑπόταξις δὲ ὅταν ὑποτάττωνται· προσένταξις δὲ ὅταν καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παρ’ ἄνδρα τάττωνται. λέγεται δὲ καὶ παρένταξις τοῦτο. |
| π 2862 | Πρότασις· ὅτι πρότασις ἐστὶ λόγος ἐξ ὅρων δύο, τῷ σημαι‐ νομένῳ τι περί τινος δηλῶν, ἢ ὡς ὑπάρχον ἢ ὡς οὐχ ὑπάρχον. τρόπος δὲ ἁπλῶς δύο προτάσεων ἁπλῆ κοινωνία τρεῖς ὅρους ἐχουσῶν, ἐξ ὧν ἀνάγκη τὸν ἕνα δίς τε εἰλῆφθαι καὶ ἐν ἀμφοτέραις ὑπάρχειν. σχῆμα δὲ τρόπος ὡδὶ τὸ μέσον ἔχων. |
| π 2863 | Πρότασις: ἡ προτεινομένη ἐρώτησις. πρόβλημα τὸ προβληθὲν ἐρώτημα. διαφέρει δὲ τῷ τρόπῳ μόνον· συνίστανται δὲ ἐξ ἀντιφάσεων. ὅτι πρόβλημα καὶ πρότασις τῶν αὐτῶν εἰσι δηλωτικὰ καὶ ἐν τοῖς αὐτοῖς· τῷ δὲ τρόπῳ τῆς ἐκφορᾶς τῆς κατὰ τὴν λέξιν μόνον αὐτοῖς ἡ διαφορά. τὸ γὰρ αὐτὸ ἐρώτημα μετὰ μὲν τοῦ πρότερον λεγόμενον πρόβλημά ἐστι, μετὰ δὲ τοῦ ἆρά γε πρότασις. καί εἰσιν αὐτὰ διαλεκτικὰ προβλήματα καὶ αἱ διαλεκτικαὶ προτάσεις. πρόβλημα μὲν οἷον, πότερον ὁ κόσμος σφαιροειδὴς ἢ οὔ; πρότασις δέ, ἆρά γε ὁ κόσμος σφαιροειδής ἐστι; τοῦ ἢ οὐ οὐ προστιθεμένου. |
| π 2864 | Προτέγειον. |
| π 2865 | Προτέλεια: ἡμέραν οὕτως ὀνομάζουσιν, ἐν ᾗ εἰς τὴν ἀκρό‐ πολιν τὴν γαμουμένην παρθένον ἄγουσιν οἱ γονεῖς εἰς τὴν θεὸν καὶ θυσίας ἐπιτελοῦσι. |
| π 2866 | Προτέλεια. Πρωτόλεια δέ. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γιγνόμενα ἢ διδόμενα. |
| π 2867 | Προτέλειον: ἡ προπαιδεία. καὶ ὅστις δὲ οὐ προτέλειον ἡγεῖται τὰς Μούσας, ἀλλὰ τὸ κράτος αὐτῷ τῆς σοφίας ἐν ταύταις ἐστί, καὶ οὐδ’ εἴ τι περιττὸν αἰνίττονταί ποτε, συνιέναι βούλεται, καὶ ὑπὸ τούτου κατέχεται, πολλὰ καὶ ἀγαθὰ αὐτῷ γένοιτο. Τέλος λέγεται καὶ ὁ γάμος. καὶ προτέλεια, τὰ ὑπὲρ τοῦ γάμου θύματα. ἀλλὰ καὶ τῶν Σινωνίδος γάμων προθυσάσθω καὶ προτέλεια τοῦ μοιχοῦ ὁ ἀνὴρ γενέσθω. |
| π 2868 | Προτεμενίσματα: προπύλαια, ἢ προάστεια. |
| π 2869 | Προτένθαι: οἱ πρὸ καιροῦ τῶν προσφαγίων ἀπογευόμενοι, ἢ οἱ προαρπάζοντες καὶ μεταπιπράσκοντες πλείονος, οἱ νῦν μετάβολοι καλούμενοι· οἱ προλαμβάνοντες τὰ ὄψα, πρὶν εἰς τὴν ἀγορὰν κομι‐ σθῆναι. Προὐτένθευσαν δὲ προελιχνεύσαντο, προέλαβον τὴν προ‐ θεσμίαν, ὑπὸ τοῦ ἐπιθυμητικῶς ἔχειν ἢ ὑπὸ τοῦ κερδαίνειν ἡττώμενοι. |
| π 2870 | Προτένθης: ὁ λίχνος. Αἰλιανός· προτένθης καὶ ὀψοφάγος. |
| π 2871 | Πρό τε παίδων καὶ πρὸ γυναικῶν: ἀντὶ τοῦ ὑπὲρ παί‐ δων καὶ ὑπὲρ γυναικῶν. |
| π 2872 | Προτεραία: ἡ πρώτη. καὶ Προτεραῖος. |
| π 2873 | Προτεραίτερος: ἀντὶ τοῦ πρότερος. |
| π 2874 | Προτερήσαντες: πρότεροι γεγονότες. οἱ δὲ Ῥωμαῖοι προ‐ τερήσαντες τοῖν δυοῖν ποταμοῖν κοντοὺς ἔπηξαν ὑποβρυχίους. καὶ αὖθις· παρὸν ἡμῖν ἢ ἄρδην ἀπολωλέναι ἢ προτερήσασι δόξαν μέν τινα προπεταίας ἀπενέγκασθαι, βιοτεύειν δὲ ὅμως ἔτι κατ’ ἐξουσίαν. |
| π 2875 | Πρότερον χελώνη παραδραμεῖται τὸν δασύπουν: ἐπὶ τῶν ἀδυνάτων. καὶ πρότερον αἷμα ὕσει. |
| π 2876 | Προτέρωσε: μακροτέρω. |
| π 2877 | Προτέταγμαι· γενικῇ. |
| π 2878 | Προτείνειν: δωρεῖσθαι, χαρίζεσθαι. προτείνειν αὐτῷ φʹ τάλαντα παραχωρήσαντι τῆς Κύπρου, καὶ τἄλλα συνακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρ’ αὐτῷ συνεπιδεικνύειν, προσενεγκαμένῳ τὴν χρείαν ταύτην. |
| π 2879 | Πρὸ τῆς δίκης: προτιμότερον τῆς δίκης. οἱ θεοσύλαι κολά‐ ζονται, τὸ κέρδος πρὸ τῆς δίκης τιθέμενοι. |
| π 2880 | Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις: ἐπὶ τῶν τὰ πράγματα προλαμβανόντων. |
| π 2881 | Πρὸ τῆς πόλεως: ἔμπροσθεν τῆς πόλεως. οἱ δὲ βάρβαροι παρετάξαντο οὐ πρὸ τῆς πόλεως, ἀλλὰ παρὰ τὴν πόλιν ἐπὶ μίαν εὐθεῖαν, βλέποντες μὲν πρὸς ἀνατολὰς καὶ τὴν ἡμετέραν παρουσίαν, ἔχοντες δὲ τὸ μὲν δεξιὸν κέρας παρὰ τὴν πόλιν πρὸς αὐτῷ τῷ τείχει, τὸ δὲ λαιὸν ἀνῆκον πρὸς τὰς ἄρκτους. |
| π 2882 | Προτιάπτω: προσάπτω. |
| π 2883 | Προτιειλεῖν: συστρέφειν. |
| π 2884 | Προτίκτωρ: εἶδος ἀξιώματος Ῥωμαϊκοῦ· καὶ φυλάττει. |
| π 2885 | Προτιμᾶν: τὸ φροντίζειν. καὶ Δημοσθένης ἐν Φιλιππικοῖς καὶ Ἀριστοφάνης. οὐδὲν προτιμῶ σου· φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρ’ Εὐδάμου δραχμῆς. |
| π 2886 | Προτιμῶ· γενικῇ. γράψας ἀναιδῶς, εἴ τινι προτετίμηται δεσμοῦ. καὶ Ταραντῖνοι μὲν οὐδὲν ἐκείνου προτιμήσαντες. αἰτιατικῇ δέ· θεοῦ καὶ ἀνθρώπων ἐξεταζομένων, προτιμήσεις τὰ τῶν ἀνθρώπων τοῦ θεοῦ. |
| π 2887 | Προτιόσσομαι: προβλέπω. ἀπὸ τῶν ὄσσων ἡ μεταφορά. |
| π 2888 | Πρότμησις: ὀμφαλός, τὸ παρ’ ἡμῖν ἴτρον. διὰ τὸ πρῶτον τέμνεσθαι ἐν τοῖς βρέφεσι. |
| π 2889 | Προτολμίζεσθαι: προέρχεσθαι. |
| π 2890 | Προτομαὶ βασιλικαί: εἰκόνες βασιλικαί. καὶ προτομαὶ λεόν‐ των, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων. κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζῴων ἡ προτομὴ λέγεται. τοῖς δὲ τῶν πλοίων ἄκροις τετραπόδων προ‐ τομὰς ἀποτυπώσας χαλκῷ περιέλαβε, διὰ τὸ τῶν ἐμβόλων χρειῶδες. |
| π 2891 | Προτομή: ἐπὶ ζῴων ἀλόγων οὕτω λέγεται, ὡς ἐπὶ ἀνθρώπου πρόσωπον. καὶ ἐπὶ κριοῦ μηχανικοῦ προτομὴ λέγεται τὸ πρόσθεν μέρος. ἔστι δὲ τοῦ κριοῦ ἡ κατασκευὴ τοιάδε. δοκὸς ὑπερμεγέθης, ἱστῷ νηὸς παραπλησία, ἐστόμωται δὲ παχεῖ σιδήρῳ κατ’ ἄκρον ἐς κριοῦ προτομήν, ἀφ’ οὗ καὶ καλεῖται, τετυπωμένος. καταιωρεῖται δὲ κάλοις μέσος ὥσπερ ἀπὸ πλάστιγγος ἑκατέρας δοκοῦ, σταυροῖς ἑκα‐ τέρωθεν ἑδραίοις ὑπεστηριγμένος, ἀνωθούμενος ὑπὸ πλήθους ἀνδρῶν ἐς τὸ κατόπιν, τῶν αὐτῶν πάλιν ἀθρόως ἐς τοὔμπροσθεν ἐπιβρισάν‐ των, τύπτει τὰ τείχη τῷ προσανέχοντι σιδήρῳ· καὶ οὐδεὶς οὕτω καρτερὸς πύργος ἢ περίβολος πλατύς, ὃς κἂν τὰς πρώτας πληγὰς ἐνεγκεῖν κατισχύσειε· τῆς γὰρ ἐπιμονῆς κρατούσης, καθαιρεῖ τὰ τείχη. |
| π 2892 | Προτόνιον: ἱματίδιον, ὃ ἱέρεια ἀμφιέννυται. ἐπιτίθεται δὲ ἀπὸ τῆς ἱερείας τῷ σφάττοντι. προτόνιον δὲ ἐκλήθη, ὅτι πρώτη Παν‐ δώρα μετὰ τῶν ἀδελφῶν κατεσκεύασε τοῖς ἀνθρώποις τὴν ἐκ τῶν ἐρίων ἐσθῆτα. |
| π 2893 | Πρότονος: ὁ προτεταμένος κάλως. |
| π 2894 | Πρὸ τῶν ὅλων: πρότερος τῶν ὅλων. καὶ πάντα πράττων ἄνθ’ ὅλων πρὸ τῶν ὅλων. |
| π 2895 | Προτρέπω: εὐκτικῶς παρακαλῶ. προτρόπαιοι γὰρ οἱ ἱκέται. Σοφοκλῆς. τοσαῦτά ς’, ὦ Ζεῦ, προτρέπω· καλῶ δ’ ἅμα πομπαῖον Ἑρμῆν. καὶ Προτρέπομαί σε· αἰτιατικῇ. |
| π 2896 | Πρότριτα: τῇ τρίτῃ ἐπάνω ἡμέρᾳ. Θουκυδίδης ἐν βʹ. τὴν τρίτην πρὸ τῆς ἐκφορᾶς. |
| π 2897 | Προτροπάδην: προθύμως, ἀμεταστρεπτί· ἢ εἰς τοὔμπροσθεν. Ἀγαθίας· παραδόντες δὲ τὰ νῶτα τοῖς πολεμίοις ἔφευγον προτρο‐ πάδην, ἀλκῆς ἁπάσης ἐπιλελησμένοι. |
| π 2898 | Προτρυγαῖος. |
| π 2899 | Προοίμιον: πρόλογος. |
| π 2900 | Προὐγράφη: κατηγορήθη. Μάρκος τῶν εὖ γεγονότων, τὴν ἀξίωσιν ἀγορανόμος, προὐγράφη. εἶτα μέντοι λαθεῖν βουλόμενος ξυρεῖται τὴν κεφαλὴν καὶ τὸ γένειον, στολὴν Αἰγυπτίαν ἀναλαβών. |
| π 2901 | Προὐκινδύνευεν: ὑπεραπέθνησκεν. ὁ δὲ προὐκινδύνευε τοῦ πλήθους οὐ στρατηγικῶς, ἀλλὰ στρατιωτικῶς. ἀντὶ τοῦ εὐτελῶς. |
| π 2902 | Προὔκειτο καὶ Προὔθεντο: ἐπὶ τῶν τετελευτηκότων χρῶν‐ ται τῇ λέξει οἱ ῥήτορες, τῶν πρὸ τοῦ τεθάφθαι κειμένων ἐπὶ τῆς οἰκίας, παρόντων τῶν οἰκείων. Λυσίας ἐν τῷ πρὸς Γλαύκωνα· καὶ μὲν δὴ οὐδὲ τοῦτο ἂν ἔχοι Γλαύκων εἰπεῖν ἢ ἄλλος τις τῶν Δικαιο‐ γένους συγγενῶν, ὡς, ὅτε μὲν προὔκειτο, ὤκνουν καὶ ᾐσχύνοντο λόγους περὶ αὐτοῦ ποιεῖσθαι, ἐξενεχθέντος δὲ ἢ περὶ τῶν χρημάτων τινὰ μνείαν ἔχετε ἢ τὰς θυγατέρας ἀξιοῦτε διαιτᾶσθαι. |
| π 2903 | Προὐμάχουν· γενικῇ. |
| π 2904 | Προύνεικος: δρομαῖος, γοργός. φασὶ δὲ Ξενοκράτη, εἴ ποτε μέλλοι ἐς ἄστυ ἀπιέναι, τοὺς θορυβώδεις πάντας καὶ προυνείκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ. |
| π 2905 | Προυνούστερος: ἀντὶ τοῦ προνοητικώτερος. Σοφοκλῆς. |
| π 2906 | Προυπίνω· δοτικῇ. |
| π 2907 | Προὔπινεν αὐτῷ· αὐτὸς δὲ πάλιν ἐκουφίζετο καὶ τὸν Δάμαν ἐπῄνει. καὶ προὔπινεν αὐτῷ καὶ μεστὸς ἦν ἐλπίδων ἐρωτικῶν. |
| π 2908 | Προὖπτον: φανερόν. |
| π 2909 | Προὐργιαίτατον καὶ Προὐργιαίτερον: ἀναγκαιότατον, προτιμότατον. θέσθαι προὐργιαίτερον τοῦ πρὸς Ῥωμαίους πολέμου τὴν ἐξ αὐτῶν παλαμήσασθαι σωτηρίαν. ὅπερ ἕπεται φύσει ἀνθρώ‐ που ἐν τοῖς τελευταίοις κινδύνοις τὰ σφέτερα προὐργιαίτερα τιθεμέ‐ νων, ἀνεχώρησαν. |
| π 2910 | Προὐργιαίτερον: πρὸ παντὸς ἄλλου ἔργου γινόμενον. |
| π 2911 | Προὐργιαίτερον: ἀναγκαιότερον. τὸ πρὸ τοῦ ἔργου αἱρε‐ τώτερον ἀναγκαιότερον· τὸ γὰρ προῦργόν ἐστιν οἷον πρόεργον. Πολύβιος· οὐδὲν προὐργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν. λέγεται δὲ καὶ πρὸ ἔργου. Ἀρριανός· μάλιστα δὲ φίλια τὰ κατὰ νώτου ἑαυτῷ τε καὶ τῇ στρατιᾷ καταλιπεῖν πρὸ ἔργου ἐτίθετο ὁ στρατηγός. ὁ δὲ αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος. |
| π 2912 | Προὔργου: πρὸ ἔργου, συμφέρον, πλέον. Ἰσοκράτης φησίν· ἵνα προὔργου τι γένηται. ἀντὶ τοῦ πλέον. προὔργου νενόμικα, καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγών, ὅσα προσῆκε ταῖς παλαιαῖς ἱστορίαις, ταῦτα προσαρμόσαι. |
| π 2913 | Προυσίας ὁ βασιλεύς, εἰδεχθὴς ὢν κατὰ τὴν ἔμφασιν, καίπερ ἐκ συλλογισμοῦ βελτίων ὑπάρχων, ἥμισυς ἀνὴρ κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς καὶ γυναικώδης. οὐ γὰρ μόνον δειλὸς ἦν, ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος καὶ συλ‐ λήβδην ἐκτεθηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρ’ ὅλον τὸν βίον· ὅπερ ἥκιστα βούλονται περὶ τοὺς βασιλεῖς ὑπάρχειν ἅπαντες μὲν γάρ, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος. πολλὴ δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυμίας αὐτῷ συνεξηκολούθει. παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν, καὶ τοῦ καλοῦ, ὅ τι ποτέ ἐστιν, οὐδ’ ἔννοιαν εἶχε, Σαρδαναπάλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ· καὶ γὰρ οὖν ἅμα τῷ βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος λαβέσθαι, ἀμετά‐ κλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι παρ’ αὐτοῦ λαμβάνειν. |
| π 2914 | Προυσίας ὁ βασιλεύς· οὗτος μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον, μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον, παρασκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τοῦ Ἀσκληπιοῦ καὶ βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν ἐσύλησε καὶ τοὺς ἀνδριάντας καὶ τὰ λίθινα τῶν ἀγαλμάτων. τὸ δὲ τελευταῖον καὶ τὸ τοῦ Ἀσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυλομάχου κατε‐ σκευασμένον, ἀπήνεγκεν ὡς αὐτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος, ὅπερ εἰκός, ἵλεων αὐτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον. αἱ δὲ τοιαῦται διαθέσεις μανικαί· τὸ γὰρ ἅμα μὲν θύειν καὶ ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τοὺς βωμοὺς ἐξάλλως, ὅπερ εἴωθε Προυσίας ποιεῖν γονυ‐ πετῶν καὶ γυναικιζόμενος, ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθεσθαι, πῶς οὐκ ἂν εἴποι τις θυμοῦ λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας καὶ λογισμῶν; |
| π 2915 | Προὔτυψαν: προήρξαντο. |
| π 2916 | Προὔχειν: προέχειν. τί λέγειν ἢ τί πράττειν χρή, φράζε μοι. τέχνα γὰρ τέχνας ἑτέρας προὔχει. |
| π 2917 | Προὔχοντο: προέβαλον. οὕτως καὶ Θουκυδίδης ἐχρήσατο ἐν αʹ ἱστοριῶν, λέγων· εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα προὔχονται. ἀντὶ τοῦ προβάλλουσι, προτείνουσι. |
| π 2918 | Πρόφερε: ὀνείδιζε, ὑπομίμνησκε. Ὅμηρος· μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης. καὶ Αἰλιανός· καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς. καὶ αὖθις Ἡσίοδος· Ἠώς, ἣ προ‐ φέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου. ἀντὶ τοῦ πρωῒ λίαν. |
| π 2919 | Προφερέστατον: βέλτιον. |
| π 2920 | Προφερεῖς: οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. |
| π 2921 | Προφέρω· αἰτιατικῇ. |
| π 2922 | Προφητεύω· ὁ εὐαγγελίστης Ματθαῖός φησι· κύριε, κύριε, οὕτω τῷ ὀνόματι ἐπροφητεύσαμεν. μή πως ἐσφαλμένως γέγραπται. |
| π 2923 | Προφητεία: ἡ μέν ἐστι πνευματική, ἡ δὲ διαβολική, λέγονται γὰρ καὶ παρ’ ἐκείνοις ὁμωνύμως προφητεῖαι, ἡ δὲ μέση τούτων φυσική τις ἢ τεχνική, ἡ δὲ κοινὴ καὶ δημώδης. τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστι· δι’ οἰκονομίαν δὲ καὶ τοῖς μὴ τοιούτοις, ὡς τῷ Φαραῷ καὶ τῷ Βαλαὰμ καὶ Καϊάφᾳ. τῆς δὲ διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοῦ γὰρ οἱ ἀλευρομάν‐ τεις καὶ κριθομάντεις καὶ ἡ διὰ δρυὸς Πυθία καὶ ἡ Δωδώνης ἱέρεια καὶ ἡ διὰ σπλάγχνων καὶ πτησέων ὀρνέων καὶ κλαγγῶν συμβόλων τε καὶ πταρμῶν καὶ κληδόνων καὶ βροντῶν μυῶν τε καὶ γαλῆς καὶ τρισμῶν ξύλων καὶ ὤτων ἤχων καὶ παλμῶν σώματος καὶ δι’ ὀνομά‐ των νεκρῶν τε καὶ ἄστρων καὶ ὑδάτων καὶ ἄλλων μυρίων. ἡ γὰρ δι’ ὀνείρων καὶ παρ’ ἡμῖν, διὰ κατοχῆς μὲν καὶ αὕτη, ἡ δὲ πρόγνωσις αὐτοῖς οὐ δι’ ἀρετῆς, ὡς ἡμῖν, ἀλλὰ διά τινος κακοτεχνίας. καὶ ὁ μὲν θεὸς προλέγων καὶ τὴν λύσιν ὑποτίθεται, καὶ τὸ πέρας μετὰ πάσης ἀκριβείας γίνεται, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀλη‐ θεύουσιν, ἐν τοῖς πλείστοις διαμαρτάνοντες. φυσικὴ δὲ ἡ τῶν ἀλόγων· χελιδόνες γὰρ καὶ γέρανοι καὶ μύρμηκες ἐπιόντος χειμῶνος αἰσθάνον‐ ται, ἐχῖνοι τε καὶ ἀλκυόνες, φύσει τοῦτο κτησάμενοι. ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς καὶ συμβόλοις καὶ κυβερνήταις· οἱ μὲν γὰρ ἀρρωστίας καὶ τὰς λύσεις τούτων προλέγουσιν, οἱ δὲ πνευμάτων μετα‐ βολάς, οἱ δὲ τοῦ μέλλοντος συνέσει καταστοχαζόμενοι. ἡ δὲ κοινὴ καὶ δημώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ μῆνας γʹ ὁ χειμὼν γίνεται· πάντες γὰρ ἔχουσι τὰς ἐκ περιόδων προρρήσεις. οὐδὲν οὖν μέγα καὶ δαίμονας πρόγνωσιν ἔχειν, ὅπου γε καὶ μύρμηκες ἔχουσι, καὶ δεινοὶ ἄνθρωποι τοῦ μέλλοντος καταστοχασταί εἰσιν, ἀλλ’ οὐχ ὡς πάντως ἢ πάντα εἰδέναι, ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ ἐγένετο. καὶ ὁ Βαλαὰμ προεῖπεν, ὅτι πόρνας στῆσον, καὶ προδοθήσεται δι’ αὐτὰς ὁ Ἰσραήλ, καὶ γέγονεν οὕτως. ὅπερ στοχασμός ἐστι μᾶλλον ἢ πρόρρησις· οὐδὲν γὰρ παρά‐ δοξον αἱ τοιαῦται προφητεῖαι ἔχουσι. προφητείας δὲ ἴδιον, τὸ τὴν γλῶτταν παρέχειν ὑπουργὸν τῇ τοῦ πνεύματος χάριτι. |
| π 2924 | Προφθάνω· αἰτιατικῇ. |
| π 2925 | Προφορουμένω: δεῦρο κἀκεῖσε πορευόμενοι εἰς τἀναντία. προφορεῖσθαι γὰρ λέγεται τὸ παραφέρειν τὸν στήμονα τοῖς διαζομέ‐ νοις. Ἀριστοφάνης Ὄρνισι. |
| π 2926 | Πρόφρων: πρόθυμος, φρόνιμος. |
| π 2927 | Προφυλακὴ τῷ κυρίῳ: εἰς τέσσαρας φυλακὰς διαιρεῖται ἡ νύξ, ἑκάστη τρεῖς ὥρας ἔχουσα. |
| π 2928 | Προχαριστήρια: ἡμέρα ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες ἀρχο‐ μένων καρπῶν φύεσθαι, λήγοντος ἤδη τοῦ χειμῶνος, ἔθυον τῇ Ἀθηνᾷ. τῇ δὲ θυσίᾳ ὄνομα Προχαριστήρια. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερωσύνης· τὴν τοίνυν ἀρχαιοτάτην θυσίαν διὰ τὴν ἄνοδον τῆς θεοῦ, ὀνομασθεῖσαν δὲ Προχαριστήρια, διὰ τὴν βλάστησιν τῶν καρπῶν τῶν φυομένων. |
| π 2929 | Προχειρίζω. |
| π 2930 | Πρόχειρον: τὸ κατημαξευμένον, τὸ πᾶσι γνώριμον. αἰνίττεται κατὰ τὸ πρόχειρον. |
| π 2931 | Πρόχειρος: ἀκρατής. ὁ δὲ πρόχειρος ὢν τὴν γνώμην διὰ τὴν ἐμπειρίαν οὐ μέλλειν ἔφη δεῖν, ἀλλ’ ἀπαντᾶν καὶ ναυμαχεῖν τοῖς πολεμίοις. καὶ ὁ ἕτοιμος λέγεται πρόχειρος. |
| π 2932 | Πρόχειρος: ὁ ἁπλοῦς καὶ ἀφύλακτος. Πολύβιος· ἀλλ’ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ’ Ἐπιχάρμῳ καλῶς εἰρημένον, νῆφε καὶ μέμνησο ἀπιστεῖν· ἄρθρα ταῦτα 〈τῶν〉 φρενῶν. |
| π 2933 | Προχειροτονία: ἔοικεν Ἀθήνησι τοιοῦτόν τι γίγνεσθαι. ὁπόταν τῆς βουλῆς βουλευσάσης εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη, πρότερον γίνεται χειροτονία ἐν τῇ ἐκκλησίᾳ, πότερον δοκεῖ περὶ τῶν προβουλευθέντων σκέψασθαι τὸν δῆμον ἢ ἀρκεῖ τὸ προβούλευμα. |
| π 2934 | Πρόχνυ: ἐπὶ γόνυ. |
| π 2935 | Προχοαί: αἱ τῶν ποταμῶν ἐξοδευτικαὶ ἀφέσεις εἰς τὴν θάλασσαν· καὶ ἡ παντὸς ὕδατος ἐκροή. |
| π 2936 | Προχόῳ: τῇ ἐπιχύσει, καὶ ἀγγείῳ τινὶ εἰς τοῦτο ἐπιτηδείῳ, κωθωνοειδεῖ. ἐν Ἐπιγράμμασι· Πριάπῳ νεβρίδα καὶ χρυσέην τήνδε θέτο προχόην. |
| π 2937 | Πρόχους: ξέστης, τὸ μέτρον. καὶ ἐμβαλὼν ἐς πρόχουν ἀργυρᾶν τὰ ὀστᾶ ἐξέπεμψε τῷ παιδὶ τοῦ πατρὸς κειμήλιον ἔχειν. |
| π 2938 | Πρόχυσις: παρὰ Ἡροδότῳ τὸ ἀποσπεῖσαι. |
| π 2939 | Πρῴ: οὕτω μονοσυλλάβως. ἔτι ὄρθρου βαθέος. ἴσον τῷ ἐν ὥρᾳ. τοῦ πρωΐ συναίρεσίς ἐστι τὸ πρῴ, διὸ ὀξύνεται· τὸ δὲ πρῷν περισπᾶται. οὐ πρῷν μὲν ἡμῖν ὁ τραγῳδὸς ἤγειρε. Καλλίμαχος. |
| π 2940 | Πρῷ: μονοσύλλαβον. σημαίνει δὲ τὸ πρὸ καιροῦ, καὶ τὸ ἕωθεν. Ἀριστοφάνης· λουσάμενος πρῴ. μέλλω γὰρ ἑστιᾶν γάμους. ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος. μονοσυλλάβως. |
| π 2941 | Πρῴ. καὶ Πρῴων· Ἀριστοφάνης· σικύων πρῴων. οἱ γὰρ πρώϊμοι σίκυοι καλοὶ καὶ ἀβλαβεῖς. ὅτι δὲ καλοὶ οἱ πρώϊμοι σίκυοι, δηλοῖ καὶ ἡ παροιμία· ἀρχομένων σικύων καὶ ληγουσῶν κολοκυνθῶν. |
| π 2942 | Πρωθήβας· Ἀππιανός· ὁ δὲ φειδοῖ τῶν ἀνδρῶν τῶν ἐκ τοῦ πολέμου ἐληλυθότων κατέλεγε πρωθήβας, οὐ πρὶν πολέμου πεπει‐ ραμένους, ἐς βʹ τέλη. |
| π 2943 | Πρωθήβης: ἄρτι ἀκμάζων, νέος. |
| π 2944 | Πρωΐ: παρὰ τῇ θείᾳ γραφῇ αἱ τῶν συμφορῶν μεταβολαί. Δαβίδ· ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, κύριε. Πρωῒ δὲ ἐστὶ πᾶν τὸ διάστημα τὸ μετὰ τὴν ἀλεκτοροφωνίαν. ὅτε δὲ λέγει, ἀναστὰς πρωΐ, ὡς ἂν μὴ ἐναντία δόξῃ λέγειν, ἀδήλου τῆς ἀναστά‐ σεως καὶ ἀγνώστου οὔσης, στικτέον, ἀναστὰς δέ· καὶ οὕτως ἐπαγαγεῖν· πρωΐ, πρώτῃ σαββάτων, ἐφάνη Μαρίᾳ. |
| π 2945 | Πρωΐ, πρωΐ: οὕτως ὁ Δαβὶδ τὸ ταχὺ καὶ ὀξὺ προσηγόρευσε. βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωΐ, πρωΐ. |
| π 2946 | Πρωΐα: ἡ πρωϊνὴ κατάστασις. |
| π 2947 | Πρωϊαίτερον: θᾶττον. ἢ ἀντὶ τοῦ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον. |
| π 2948 | Πρωϊζόν: πρὸ ὀλίγου. |
| π 2949 | Πρώϊμος, Πρωϊνόν. καὶ πρωϊνῶς καὶ Πρώϊον. |
| π 2950 | Πρωκτός: ὁ κόλος. παρὰ τὸ προωθεῖν τὰ τῆς γαστρός. καὶ παροιμία· εἰς πρωκτὸν κυνὸς βλέπε. τοῦτο ἐπέλεγον τοῖς ὀφθαλ‐ μιῶσιν. Ἀριστοφάνης Ἀχαρνεῦσι· τοῖς ὀστίνοις φυσᾶτε τὸν πρωκτὸν κυνός. καὶ αὖθις Ἀριστοφάνης· Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ· οὗτος γὰρ ἀνὴρ ἕνεκά γε στεναγμάτων οἶδε τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνι’ Εἰλείθυια, μή με περιΐδῃς διαρραγέντα, μηδὲ βεβαλανωμένον. ἀντὶ τοῦ κατεχόμενον ὑπὸ τῆς κόπρου. ὁ δὲ Ἀντι‐ σθένης ἰατρὸς θηλυδρίας. περὶ Κλέωνός φησιν Ἀριστοφάνης· πρωκτὸν δ’ εἶχε καμίνου. ὁ κόλος. παρὰ τὸ προϊέναι. |
| π 2951 | Πρωκτὸς λουτροῦ περιγίνῃ: παροιμία, ὅταν τις μὴ δύνη‐ ται κἂν ἀπονίψασθαι, ἀλλὰ ἡ κοιλία ἐπιφέρηται. ἐπὶ τῶν ἀνωφελῶν οὖν καὶ εἰκῆ πραττομένων ἐλέγετο. καὶ Ἀριστοφάνης· δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενὸν ὑπὸ δεξιότητος τῆς ἐμῆς. χὠ πρωκτὸς οὑμὸς τουτίγε σοφίζεται. |
| π 2952 | Πρωκτοτηρεῖν: τοὺς πρωκτοὺς τῶν πορνευόντων τηρεῖν. ἀπείρητο δὲ τοῖς τοιούτοις δημηγορεῖν. |
| π 2953 | Πρωλαίτης. |
| π 2954 | Πρῶνες: ὀρῶν ἐξοχαί, βουνοί. ἐν Ἐπιγράμμασι· ὅς τε καὶ Οἴτην καὶ βαθὺν εὐδένδρου πρῶνα πατεῖς Φολόης. καὶ αὖθις· λάσιον παρὰ πρῶνα Χαρικλῆς ἄνθετο τράγον. καὶ αὖθις· εὐδένδρου πρῶνας ἐβουνοβάτει. λέγεται δὲ καὶ Πρεών, πρεόνος. αἱ τόσσον ὕδωρ εἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος. |
| π 2955 | Πρώρα: τὸ ἔμπροσθεν τῆς νεώς. καὶ Πρώραθεν. καὶ Πρωράτας τῆς νηός· καὶ Πρωρεύς. |
| π 2956 | Πρωταγωνιστήν. πρῶτον ἀγωνίζεσθαι. |
| π 2957 | Πρωταγωνιστῶ· γενικῇ. |
| π 2958 | Πρωταγόρας, Ἀβδηρίτης, υἱὸς Ἀρτέμωνος ἢ καὶ Μαιανδρίδου ἢ Νεανδρίου. τινὲς δὲ αὐτὸν καὶ Τήϊον ἔγραψαν. οὗτος πρότερον ἦν φορτοβαστάκτης, ἐντυχὼν δὲ Δημοκρίτῳ ἠράσθη λόγων καὶ φιλο‐ σοφήσας ἐπὶ ῥητορείαν ἐτράπη. καὶ ἐπεκλήθη πρῶτος οὗτος σοφιστής, πρῶτος τε οὗτος τοὺς ἐριστικοὺς λόγους εὗρε καὶ ἀγῶνα λόγων ἐποιήσατο καὶ μισθὸν ἔπραξε τοὺς μαθητὰς μνᾶς ρʹ· διὸ καὶ ἐπεκλήθη Λόγος ἔμμισθος. διδάσκαλος δὲ γέγονε καὶ τοῦ ῥήτορος Ἰσοκράτους. διεῖλέ τε πάντα λόγον πρῶτος οὗτος εἰς τέσσαρα· εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν· μετὰ δὲ τοῦτον ἕτεροι εἰς ζʹ διεῖλον ταῦτα· διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, εἰσαγγελίαν, εὐχωλήν, κλῆσιν. Ἀλκιδάμας δὲ τέσσαρας εἶναί φησιν ἰδέας λόγων· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. τοῦ δὲ Πρωταγόρου τὰ βιβλία ὑπὸ Ἀθηναίων ἐκαύθη, διότι λόγον ποτὲ εἶπεν οὕτως ἀρξάμενος· περὶ θεῶν οὐκ ἔχω εἰδέναι, οὔτε ὥς εἰσιν, οὔτε ὡς οὐκ εἰσί. καὶ πρεσ‐ βύτερός ἐστι Πλάτωνος τοῦ φιλοσόφου· διδάσκαλος δὲ Προδίκου τοῦ Κείου καὶ ἄλλων πολλῶν. |
| π 2959 | Πρῶτα στοιχεῖα: ὁ ἀλφάβητος. καὶ ταῦτα μέντοι κακὰ κακῶς. περὶ γραμμάτων φησὶν, ὅτι οὐδὲ αὐτὰ καλῶς διὰ δυσγένειαν. |
| π 2960 | Πρῶτα φύσει αἱ ἀρχαί, ἔσχατα δὲ φύσει τὰ πολὺ τῶν ἀρχῶν ἀφεστῶτα. ἔστι δὲ ταῦτα προβλήματα τοῖς μὲν ἐπιχειροῦσι χαλεπὰ δειχθῆναι, τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια· τὰ μὲν γὰρ πρῶτα τὸ χαλεπὸν ἔχει, ὅτι μὴ οἷόν τε αὐτὰ δι’ ἄλλων δεικνύναι, τῷ τὰ μὲν δεικνύμενα δείκνυσθαι διὰ πρώτων, τῶν δὲ πρώτων μὴ εἶναι τι πρῶτον. γίνεται γὰρ ἡ τῶν ἀρχῶν γνῶσις οὐ δι’ ἀποδείξεως, ἀλλὰ δι’ ὁρισμοῦ. ὡρίσθαι γὰρ δεῖ πρῶτον τὴν ἀρχήν, τί ποτέ ἐστι, καὶ τοῦτο αὐτὴν ὑποθέμενος εἶναι χρῆσθαι αὐτῇ εἰς τὴν δεῖξιν τὴν μετ’ αὐτήν. διὰ τοῦτο δυσεπιχείρητοι αἱ ἀρχαὶ καὶ οὐ ῥᾴδιαι δειχθῆναι. τὰ δὲ ἔσχατα, ὅτι διὰ πολλῶν μέσων δείκνυται. πρῶτον δὲ λέγεται σχῆμα ἐπὶ τῶν συλλογισμῶν, οὐχ ὡς αἴτιον, οὐδὲ ὡς γεννητικὸν ἐκείνων, ἀλλὰ τῇ τάξει καὶ τελειότερον οὐ τῷ γεννᾶν ἐκεῖνα καὶ παράγειν, ἀλλὰ τῷ πλέον δύνασθαι καὶ ταῖς ἀποδεικτικαῖς οἰκειότατον ἐφόδοις εἶναι. |
| π 2961 | Πρωτεσίλαος: ὄνομα κύριον. καὶ Πρωτεσίλεως. |
| π 2962 | Πρωτείων. |
| π 2963 | Πρωτογένης, ζωγράφος, Ξάνθιος ἐκ Λυκίας· ὁ κατὰ τὴν γραφικὴν διαβόητος ἐπιστήμην, ὁ τὸ ἐν Ῥόδῳ Διονύσιον ἱστορήσας, τὸ ξένον καὶ θαυμαστὸν ἔργον, ὃ καὶ Δημήτριος ὁ Πολιορκητὴς μεγάλως ἐθαύμασεν, ὅτε τὴν Ῥόδον ἐπολιόρκησεν ὅλοις ἐν δυσὶν ἔτεσι, χιλίας ναῦς ἐπαγόμενος καὶ στρατὸν ὁπλίτην μυριάδας ὑπὲρ τὰς πέντε καὶ πεντακισχιλίους. Περὶ γραφικῆς καὶ σχημάτων βιβλία βʹ. |
| π 2964 | Πρωτοκλισία: ἡ πρώτη καθέδρα. |
| π 2965 | Πρωτόλεια: ἡ πρώτη λεία. |
| π 2966 | Πρωτόλειον: ἀπαρχήν. |
| π 2967 | Πρωτολογία. πάσης κατηγορίας αὐτοῦ ἀποφαίνει πρω‐ τολογίαν. |
| π 2968 | Πρῶτον ἀποστόλους, δεύτερον προφήτας· ἐρώτησις· πῶς τίθησι πρώτους τοὺς ἀποστόλους ὁ Παῦλος; πρώτους κατὰ ἀνα‐ λογίαν τῶν ἀγώνων καὶ τὴν παρὰ τοῦ θεοῦ δόξαν, ἔσχατοι δὲ διὰ τὸ εἰς τὰ τέλη τῶν αἰώνων καταντῆσαι. ὥστε εἶναι αὐτοὺς καὶ πρώ‐ τους καὶ ἐσχάτους· ἵνα καὶ ἐν τούτῳ τὸν διδάσκαλον μιμήσωνται, λέγοντα· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος. |
| π 2969 | Πρώτονος: πρῶτος νέος. |
| π 2970 | Πρωτόνεω: οἱ πρῶτον πλέοντες, ἢ πρῶτον εἴς τινα τόπον καταπεπλευκότες. Πρωτόνεως καὶ ἀρχένεως καὶ ἄλλα πολλὰ ὁμοίως· καὶ περίνεως Θουκυδίδης αʹ. |
| π 2971 | Πρωτοπαγῆ: πρώτως πεπηγότα. |
| π 2972 | Πρωτόπειρος· ὁ δὲ νέος ὢν κομιδῇ καὶ πρωτόπειρος τῶν κατὰ πόλεμον ἔργων καὶ νεωστὶ γενόμενος τῆς ἐπὶ πλεῖον προαγωγῆς φιλόνεικος καὶ φιλότιμος καὶ φιλόπρωτος ἦν. |
| π 2973 | Πρωτοπείρωνος. |
| π 2974 | Πρωτοπορία. |
| π 2975 | Πρωτοπραξία: τὸ πρῶτον ἀπαιτούμενον, τὸ πρῶτον εἰσπρατ‐ τόμενον. |
| π 2976 | Πρώτους: ἀκμάζοντας, νέους. |
| π 2977 | Πρώτῳ ποδί: ὃ οἰωνιζόμενοι λέγειν εἰώθασι. |
| π 2978 | Πρωτότοκος: ὁ πρῶτος τεχθείς. Πρωτοτόκος δὲ ἡ θεοτόκος. |
| π 2979 | Προῖκα: δωρεάν, ἄνευ μισθοῦ. καὶ τοπικὸν ἐπίρρημα ἀντὶ τοῦ ὅπου. τὰ δὲ καὶ προῖκα πολλαχῆ τοῖς ἑαυτοῦ τέλεσι πεπο‐ ρισμένα. ἀντὶ τοῦ ἄνευ κόπου. |
| π 2980 | Προικίας: ὄνομα κύριον. |
| π 2981 | Προίκιος: ἄνευ μισθοῦ. προίκιος ἀνθρώποισι κελευθήτῃσιν ἀοιδός. ὁ τέττιξ φησὶν ἐν Ἐπιγράμμασι. |
| π 2982 | Προικόνησος. |
| π 2983 | Προικός: δόσεως· ἀντὶ τοῦ δωρεᾶς. πᾶν γὰρ δῶρον οὕτως καλεῖ ὁ ποιητής. ἡ εὐθεῖα Προίξ. |
| π 2984 | Πρύλις: ὁ πεζός. |
| π 2985 | Πρύμναν ἐκρούοντο: πρύμναν ἀνακρούεσθαι ἐστὶ τὸ κατ’ ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀνα‐ χωρῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ. τοῦτο δὲ ποιοῦσιν, ἵνα δόξωσι μὴ φανερῶς φεύγειν, κατ’ ὀλίγον ὑπαπιόντες, ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες τιτρώσκωνται. |
| π 2986 | Πρύμνην: κάτωθεν, ἐκ ῥιζῶν. |
| π 2987 | Πρυμνήσιον: τὸ ἀπόγειον σχοινίον. |
| π 2988 | Πρυμνήτης κάλως. |
| π 2989 | Πρυμνόν: τὸ ἔσχατον. |
| π 2990 | Πρυμνώρειαν: τὸ κάτω μέρος τοῦ ὄρους. |
| π 2991 | Πρυτανεύεται: διοικεῖται. τῇ τοῦ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια. |
| π 2992 | Πρυτανεύοντα: κυρίως μὲν ἀντὶ τοῦ πρυτανέα ὄντα. ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς. |
| π 2993 | Πρυτανευούσης· τῆς τοῦ χωρίου φύσεως οὐκ ἐφιείσης σφίσι περαιτέρω ἰέναι, ἀλλὰ τὸ τῆς διώρυχος μῆκος συμμετρούσης αὐτοῖς καὶ πρυτανευούσης εἰκότως. καὶ αὖθις· οἱ δὲ πρέσβεις ἧκον τοῦ πρυτανεύσειν Πάρθοις τε καὶ Ῥωμαίοις τὰς διαλλαγάς. |
| π 2994 | Πρυτανεύω· αἰτιατικῇ. |
| π 2995 | Πρυτανεύσητε: σκέψησθε, πράξητε, χρηματίσητε· πάντα γὰρ ὑπὸ τῶν πρυτάνεων διεπράττετο. ἐχρήσατο δὲ τῇ λέξει καὶ Δη‐ μοσθένης. |
| π 2996 | Πρυτανεία: ἐκτεταμένως μὲν καὶ θηλυκῶς ἀριθμός τις ἡμε‐ ρῶν· οὐδετέρως δὲ σαφῶς μὲν οὐδεὶς εἶπε τί δηλοῖ. τινὲς δὲ ἀργύ‐ ριόν τι ἔφασαν εἶναι, ὃ κατετίθεσαν οἱ δικαζόμενοι, ἐξ ὧν τὸ δικα‐ στικὸν ἐδίδοτο τοῖς ἑξακισχιλίοις. πρυτανεῖαι δὲ ὁ τῶν ἡμερῶν ἀριθμός. δέκα ἐγίνοντο κατ’ ἐνιαυτὸν, ὅτι καὶ δέκα αἱ φυλαί. ἐνιαυτὸν δὲ οἱ Ἀθηναῖοι τὸν σεληνιακὸν ἦγον· ἐπέβαλε δὲ ἑκάστη φυλὴ τῶν δέκα λεʹ ἡμέρας, καὶ ἐπερίττευον ἐκ τοῦ σεληνιακοῦ ἐνιαυτοῦ ἡμέραι δʹ, ἃς ἐπεμέριζον ταῖς πρῶταις λαχούσαις πρυτανεύειν τέσσαρσι φυλαῖς. καὶ τῶν μὲν τεσσάρων πρῶτον ἑκάστη εἶχε τὴν πρυτανείαν ἀπαρ‐ τιζομένην εἰς λϛʹ ἡμέρας, αἱ δὲ λοιπαὶ ϛʹ ἀνὰ λεʹ. Πρυτανείας οὖν ἐστιν ἀριθμὸς ἡμερῶν, ἤτοι λϛʹ ἢ λεʹ. καὶ ἑκάστη φυλὴ πρυ‐ τανεύει. παρὰ δὲ τοῖς ἄλλοις Ἀττικοῖς πρυτανεῖα ἀργύριον, ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων. |
| π 2997 | Πρυτανεῖα: τὰ διδόμενα ἀπὸ τῶν δικαζομένων ἐν τῷ δημο‐ σίῳ ἀργύρια. πρυτανεῖα, μέταλλα, ἀγοράς, λιμένας, μισθούς, δημιό‐ πρατα, τούτων πλήρωμα τάλαντ’ ἐγγὺς δισχίλια. |
| π 2998 | Πρυτανεῖα: πρόσοδος εἰς τὰ δημόσια κατατασσομένη, ἣν οἱ δικασάμενοί τισι καὶ ἡττηθέντες κατέβαλλον, ὡρισμένην ζημίαν κατα‐ τιθέντες ἕκαστος. |
| π 2999 | Πρυτανεῖον: θεσμοθέτιον, θόλος. παρὰ δὲ τοῖς Ἀθηναίοις οἰκίσκος δημόσιος, ἔνθα ἐσιτοῦντο δημοσίᾳ τῆς τοιαύτης τιμῆς παρ’ αὐτοῖς τυχόντες. περισπούδαστον δὲ ἦν τῆς τοιαύτης δωρεᾶς τυχεῖν· ἐπὶ γὰρ μεγάλοις κατορθώμασι τὴν τοιαύτην ἀπεδίδοντο χάριν. ἢ πυρὸς ταμεῖον, ἔνθα ἦν ἄσβεστον πῦρ, καὶ ηὔχοντο. Ἀριστοφάνης Νεφέλαις· πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω, θείς μοι πρυ‐ τανεῖ’, ἀπολεῖν μέ φησι, κἀξολεῖν. τὰ παρὰ Ῥωμαίοις καλούμενα σπόρτουλα. τὰς γὰρ δεκάτας τοῦ χρέους καταβάλλοντες τοῖς πρυ‐ τάνεσιν εἰσῆγον τοὺς χρεώστας. |
| π 3000 | Πρυτάνεις: τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ. νʹ ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττό‐ μενα. ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλοις αἱ ιʹ φυλαὶ κλήρῳ λαχοῦσαι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διαπιστοῦντες δὲ οἱ πρυτάνεις ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ κακοπραγ‐ μοσύνην καὶ τότε Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι. |
| π 3001 | Πρύτανις: διοικητής, προστάτης, φύλαξ, βασιλεύς, ἄρχων, ταμίας, ἔξαρχος. |
| π 3002 | Πτάμενος: διελθών. |
| π 3003 | Πτανῶν· ζήτει ἐν τῷ ἄποθεν. |
| π 3004 | Πταρμός· Ἀριστοφάνης· κᾆτα πῶς οὐκ ἔπταρον; ἀντὶ τοῦ οὐκ ᾐσθόμην· ὁ πταρμὸς γὰρ κεφαλῆς αἴσθησις· ἐπεὶ οἱ θιγόντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται ἢ ὀσφραίνονται προσενεγκόντες. οὕτω, φησίν, ἥψατό μου πληγή, ὃν τρόπον ἅπτεται κάρφος μυκτῆρος. |
| π 3005 | Πταίειν· δοτικῇ. προσκρούειν. καὶ παροιμία· μὴ πολλάκις πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἔχοντα καιρὸν ὁμολογούμενον. |
| π 3006 | Πτελέα: εἶδος δένδρου. |
| π 3007 | Πτερίνη. καὶ πτερίναν ῥιπίδα. πρὸς τὸ λαθεῖν καὶ μηδὲν παθεῖν τοὺς ἐνεδρεύσαντας εὐφυέστεροι τυγχάνουσιν ὄντες οἱ ψιλοὶ καὶ ἐπίπεδοι τόποι τῶν ὑλωδῶν διὰ τὸ δύνασθαι ἐκ πολλοῦ προορᾶν πάντας τοὺς ἐνεδρεύοντας, εἶναι δ’ ἐπιπροσθήσεις ἱκανὰς ἐν τοῖς πλείστοις τόποις. τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείας ὀφρύος, ποτὲ δὲ κάλαμοι καὶ πτέρεις καὶ τὸ γένος ἀκανθῶν, οὐ μόνον πεζοὺς ἀλλὰ καὶ ἱππεῖς δύναται κρύπτειν, ἐὰν βραχέα τις προνοηθῇ τοῦ τὰ μὲν ἐπίσημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸς τὴν γῆν, τὰς δὲ περι‐ κεφαλαίας ὑποτιθέναι τοῖς ὅπλοις. |
| π 3008 | Πτερίνῳ: πτερωτῷ. Πολύβιος· ἐπικοσμοῦνται οἱ Ῥωμαῖοι πτερίνῳ στεφάνῳ, πτεροῖς φοινικίοις ἢ μελαινόρθοις τρισίν, ὡς πηχυ‐ αίοις τὸ μέγεθος ὧν προστεθέντων καὶ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δὲ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις. |
| π 3009 | Πτέρνα: ὁ δόλος. καὶ ἡ ἐπιβουλή. καὶ Πτερνίζω, τὸ καταβάλλω. ἐκ μεταφορᾶς τῶν περὶ τάχους ἀγωνιζομένων, καὶ τῇ πτέρνῃ τοὺς συνθέοντας προσπταίειν ὁμοῦ καὶ πίπτειν μηχανωμένους. ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο. |
| π 3010 | Πτερνίζει: ἀπατᾷ, ἢ λακτίζει. |
| π 3011 | Πτεροδόνητος: πτεροῖς πληχθείς. |
| π 3012 | Πτερόεντα: ταχῆ, κοῦφα. |
| π 3013 | Πτερόεντι: ταχεῖ. ταῖς τοῦ ἀνέμου ὠκείαις συστροφαῖς ἐοικότι. ἡ δὲ ὅλη σύστασις, ὅτι ἐκ τοῦ πτεροῦ τοῦ Ἔρωτος τὰ ὄρνεά ἐστιν. ἄτοπος δὲ καὶ ἀπίθανος ἡ γενεαλογία. Ἀριστοφάνης Ὄρνισι. καὶ Πτερόεις, ὁ ἐπτερωμένος. |
| π 3014 | Πτεροφοίτωρ. τάχους ὡς ἔχει τις πτεροφοίτορος ἀτεχνῶς ἐς τὸν ὑπερουράνιον ἱέμενον τόπον, ὅπου τὸ τῶν ἐπτερωμένων νέμε‐ ται γένος. |
| π 3015 | Πτερωτὰ ζῷα: ἀετός, ἀλεκτρυών, καὶ τὰ ἄλλα τὰ γινωσκό‐ μενα πᾶσι. |
| π 3016 | Πτέρυγες περιστερᾶς: αἱ τοῦ πνεύματος δωρεαί. ταύτης δὲ τὰς μὲν πτέρυγας περιηργυρῶσθαι, τὰ δὲ μετάφρενα κεκοσμῆσθαι χρυσίῳ. τὰ μὲν γὰρ ἁπλούστερα καὶ λευκότερα τοῖς ἁπλουστέροις, τὰ δὲ βαθύτερα τοῖς ἐντελεστέροις. τὰ γὰρ μυστήριά μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. |
| π 3017 | Πτερυγίζειν: ἀντὶ τοῦ μηδὲν ἀνύειν. ἀπὸ τῶν ἐπιβαλλομέ‐ νων πέτεσθαι νεοσσῶν. Ἀριστοφάνης Πλούτῳ. ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. ἀντὶ τοῦ θορυβῇ. τὸ γὰρ πτερὸν ἠχῶδες καὶ θορυβητι‐ κόν. ἢ κοῦφα λαλεῖς. ἢ ματαιοπονεῖς. ἀπὸ μεταφορᾶς τῶν νεοσσῶν τῶν μὴ δυναμένων πέτεσθαι διὰ τὸ βραχὺ τῆς ἡλικίας. ἢ μάταια διαλέγῃ. ἀπὸ τῶν νεοττῶν, οἳ πειράζουσι μὲν τὰς πτέρυγας, ἵπτασθαι δὲ οὐ δύνανται. οὕτω καὶ σὺ θέλεις μὲν ἀντειπεῖν καὶ πειράζεις, ἀνύεις δὲ οὐδέν. |
| π 3018 | Πτερυγίζων: πετόμενος. Ἀριστοφάνης περὶ Μάγνητος, ὅτι Ὄρνιθας ἐποίησε δρᾶμα καὶ Ψῆνας καὶ Λυδούς. |
| π 3019 | Πτερύγιον: ἀκρωτήριον. |
| π 3020 | Πτερυλλίδων: τῶν ἀκρίδων. παρὰ τὸ τέσσαρα ἔχειν πτερά. ὀρταλίχων δέ τινες τῶν ἀλεκτρυόνων, κατὰ τὴν Βοιωτῶν διάλεκτον. |
| π 3021 | Πτείρω. |
| π 3022 | Πτῆμα: πτῆσις οἰωνῶν. περιφερὲς δὲ ἦν τὸ πτῆμα τῶν οἰωνῶν. |
| π 3023 | Πτηνόν: τὸ ὄρνεον. |
| π 3024 | Πτήσσει: πτοεῖται. καὶ Πτήξωμεν, κρυβῶμεν. κυρίως δὲ πτήσσειν ἐστὶ τὸ φεύγειν καὶ φοβεῖσθαι. ἀλλ’ ἐκποδὼν πτήξωμεν. Ἀριστοφάνης. Πτίσσω δὲ τὸ τύπτω. |
| π 3025 | Πτῆσις τῶν ὀρνίθων. |
| π 3026 | Πτῆται: πέτεται. καὶ Πτητικὰ ζῷα, τὰ πετόμενα. |
| π 3027 | Πτίλον: πτερὸν ἁπαλώτερον. καὶ Ἄπτιλα, τὰ ἀπτέρωτα. εἰώθασι δὲ οἱ δυσεμεῖς πτερῷ χρῆσθαι πρὸς τὸ ἐξεμέσαι. τῶν πτερῶν τὰ μὲν καλεῖται πτίλα, τὰ δὲ πτερά, τὰ δὲ ὠκύπτερα. Ἀριστοφάνης Ὄρνισιν· ἐγὼ μὲν πρᾶγμά πω γελοιότερον οὐκ εἶδον οὐδὲ πώποτε. ἐπὶ τῷ γελᾷς; ἐπὶ τοῖς σοῖς ὠκυπτέροις. οἶσθ’ ᾧ μάλιστ’ ἔοικας ἐπτερωμένος; εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ. ἀντὶ τοῦ εὐτελῶς γεγραμμένῳ χηνί. |
| π 3028 | Πτίλλος: ὁ μαδαρὸς τοῖς βλεφάροις. |
| π 3029 | Πτισάνη: ἡ κεκομμένη καθαρά. Ἀριστοφάνης· ἴσχνανα ἐπυλλίοις. οὐκ ἀπὸ πτισάνης, ἀλλ’ ἀπὸ ἠθῶν ἀνδρῶν καὶ βιβλίων. |
| π 3030 | Πτίσσεσθαι: τὸ δίκην πτισάνης τύπτεσθαι. καὶ Πτίσσω, τὸ τύπτω. |
| π 3031 | Πτολεμαῒς δίκη: πρεσβύτις ἦν ἡ Πτολεμαῒς ἀρχαία, ἄχρις οὗ ἀποθάνοι δίκας λέγουσα, διὰ τὸ ἀεὶ ὑπερτίθεσθαι καὶ μήποτε βούλεσθαι ἀπαλλαγῆναι τοῦ δικάζεσθαι. |
| π 3032 | Πτολεμαῖος, Κυθήριος, ἐποποιός. οὗτος ἔγραψε περὶ ψαλα‐ κάνθης. ἐν τούτῳ δέ φησιν, ὅτι βοτάνη ἐστί, θαυμαστήν τινα δύναμιν ἔχουσα. |
| π 3033 | Πτολεμαῖος, ὁ Κλαύδιος χρηματίσας, Ἀλεξανδρεύς, φιλόσο‐ φος, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου τοῦ βασιλέως. οὗτος ἔγραψε Μηχανικὰ βιβλία γʹ, Περὶ φάσεων καὶ ἐπισημασιῶν ἀστέρων ἀπλανῶν βιβλία βʹ, Ἅπλωσιν ἐπιφανείας σφαίρας, Κανόνα πρόχειρον, τὸν Μέγαν ἀστρονόμον ἤτοι Σύνταξιν· καὶ ἄλλα. |
| π 3034 | Πτολεμαῖος, Ἀλεξανδρεύς, γραμματικός, ὃς ἐπεκαλεῖτο Πιν‐ δαρίων· υἱὸς δὲ ἦν Ὀροάνδου, μαθητὴς Ἀριστάρχου. ἔγραψεν Ὁμηρι‐ κῶν ὑποδειγμάτων βιβλία γʹ, Περὶ τοῦ Ὁμηρικοῦ χαρακτῆρος, Πρὸς Νεοθαλίδην περὶ λέξεως, Περὶ τοῦ παρ’ Ὁμήρῳ Οὔτιδος, Περὶ Ἀστεροπαίου τοῦ παρ’ Ὁμήρῳ μνημονευομένου· καὶ ἕτερα. |
| π 3035 | Πτολεμαῖος, γραμματικός, ὁ Ἐπιθέτης κληθείς, διότι εἵπετο τῷ Ἀριστάρχῳ. διηκηκόει δὲ Ἑλλανίκου τοῦ γραμματικοῦ, ὁ δὲ Ἀγαθοκλέους, ὁ δὲ Ζηνοδότου τοῦ Ἐφεσίου. ἔγραψε Περὶ τῶν παρ’ Ὁμήρῳ πληγῶν, Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν. |
| π 3036 | Πτολεμαῖος, Ἀριστονίκου τοῦ γραμματικοῦ πατήρ, καὶ αὐτὸς γραμματικός· ἄμφω δὲ ἐπεδείκνυντο ἐν Ῥώμῃ. Τὰ ὁμοίως εἰρημένα τοῖς Τραγικοῖς, Εἰς Ὅμηρον βιβλία νʹ, Τὰ παρὰ τῷ ποιητῇ ξένως ἱστορημένα, Τὰ περὶ Μουσῶν καὶ Νηρηΐδων. |
| π 3037 | Πτολεμαῖος, Ἀλεξανδρεύς, γραμματικός, ὁ τοῦ Ἡφαιστίωνος, γεγονὼς ἐπί τε Τραιανοῦ καὶ Ἀδριανοῦ τῶν αὐτοκρατόρων, προσαγο‐ ρευθεὶς δὲ Χέννος. Περὶ παραδόξου ἱστορίας, Σφίγγα (δρᾶμα δέ ἐστιν ἱστορικόν), Ἀνθόμηρον (ἔστι δὲ ποίησις ῥαψῳδιῶν εἰκοσιτεσσάρων)· καὶ ἄλλα τινά. |
| π 3038 | Πτολεμαῖος, ὁ Ἀσκαλωνίτης, γραμματικός, ὃς ἐπαίδευσεν ἐν Ῥώμῃ. ἔγραψε Προσῳδίαν Ὁμηρικήν, Περὶ Ἑλληνισμοῦ ἤτοι ὀρθο‐ επίας βιβλία ιεʹ, Περὶ μέτρων, Περὶ τῆς ἐν Ὀδυσσείᾳ Ἀριστάρχου διορθώσεως, Περὶ διαφορᾶς λέξεως. καὶ ἕτερα γραμματικά. |
| π 3039 | Πτολεμαῖος, ὁ Φιλοπάτωρ. οὗτος ἕκαστα τῶν πραγμάτων ὀλιγώρως χειρίζων διὰ τοὺς ἀπρεπεῖς ἔρωτας καὶ τὰς ἀλόγους καὶ συνεχεῖς μέθας εἰκότως ἐν πάνυ βραχεῖ χρόνῳ καὶ τῆς ἀρχῆς ἅμα καὶ τῆς ψυχῆς ἐπιβούλους εὗρε καὶ πλείους, ὧν ἐγένετο Κλεομένης καὶ Θεόδοτος καὶ ἄλλοι πολλοί. |
| π 3040 | Πτολεμαῖος, ὁ βασιλεὺς Αἰγύπτου. ὅτι Ὑρκανοῦ συνδειπνοῦν‐ τος Πτολεμαίῳ τῷ βασιλεῖ καὶ πάντων τῶν συνανακειμένων τὰς σάρκας ἐσθιόντων καὶ τὰ ὀστᾶ ἔμπροσθεν τοῦ Ὑρκανοῦ σωρευόντων, Τρύφων ὁ γελωτοποιὸς τοῦ βασιλέως, ὁρᾷς, εἶπεν, ὦ δέσποτα, παρα‐ κείμενα Ὑρκανῷ ὀστᾶ; ἐκ τούτου στόχασαι, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν περιέδυσεν, ὡς οὗτος ταῦτα σαρκῶν ἐγύμνωσε. γελάσαντος δὲ πρὸς τὸν τοῦ Τρύφωνος λόγον τοῦ βασιλέως καὶ ἐρομένου τὸν Ὑρκανόν, πῶς τοσαῦτα αὐτῷ παράκειται ὀστᾶ· εἰκότως, εἶπεν, ὦ δέσποτα· τοὺς μὲν γὰρ κύνας τὰ ὀστᾶ σὺν τοῖς κρέασι κατεσθίειν, ὥσπερ οὗτοι· πρὸς τοὺς συνανακειμένους εἰπών, ὅτι μηδὲν ἔμπροσθεν αὐτῶν ἔκειτο· οἱ δὲ ἄνθρωποι τὸ κρέας ἐσθίουσι, τὰ δὲ ὀστᾶ ῥίπτου‐ σιν· ὅπερ ἄνθρωπος ὢν κἀγὼ πεποίηκα. θαυμάζει τὴν ἀπόκρισιν αὐτοῦ σοφὴν οὕτω γενομένην καὶ πάντας ἐκέλευσεν ἀνακροτῆσαι, τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν. |
| π 3041 | Πτολεμαῖος, στρατηγὸς κατὰ Κύπρον· ὃς οὐδαμῶς Αἰγυπτια‐ κὸς γέγονεν, ἀλλὰ νουνεχὴς καὶ πρακτικός· παραλαβὼν γὰρ τὴν νῆσον ἔτι νηπίου τοῦ βασιλέως ὄντος ἐγίνετο μὲν ἐπιμελὴς περὶ συναγωγὴν χρημάτων, ἐδίδου δ’ ἁπλῶς οὐδὲν οὐδενί, καίπερ αἰτούμενος πολλάκις ὑπὸ τῶν βασιλικῶν διοικητῶν καὶ καταλαλούμενος πικρῶς ἐν τῷ μηδὲν προΐεσθαι. τοῦ δὲ βασιλέως εἰς ἡλικίαν παραγεγονότος, συνθεὶς πλῆθος ἱκανὸν χρημάτων ἐξαπέστειλεν, ὥστε καὶ τὸν Πτολεμαῖον καὶ τοὺς περὶ τὴν ... εὐδοκῆσαι ... τῇ πρότερον αὐτοῦ συστολῇ καὶ τῷ μηδὲν προΐεσθαι. |
| π 3042 | Πτολίπορθος: ἀνδρεῖος, πόλεις πορθῶν. |
| π 3043 | Πτόλισμα: πόλις. |
| π 3044 | Πτόρθους καὶ κλῶνας: τὰς ἐκφύσεις τῶν δένδρων. οἱ δ’ Ἀττικοὶ πρέμνα καὶ κλάδους καλοῦσι. |
| π 3045 | Πτῶκα: δειλόν. καὶ πτῶκας, δορκάδας, ἢ ἐλάφου νεβροὺς ἢ λαγῳούς. |
| π 3046 | Πτῶμα: σῶμα. ἄνευ τῆς κεφαλῆς. |
| π 3047 | Πτώματα ἐλαιῶν: Λυσίας ἐν τῷ κατὰ Νικίδου λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα, κατά τινα τύχην πεπτωκότα. |
| π 3048 | Πτώξ: λαγῳός. ἐν Ἐπιγράμμασι· εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης Βακχιάδος πολὺν βότρυν ἀμελγόμενον. |
| π 3049 | Πτώσεις: οὕτω λέγουσι κοινότερον οἱ φιλόσοφοι καὶ τὰς ὁπωσοῦν ἐγκλίσεις τε καὶ ἐκφοράς, οὐ μὴν καὶ νῦν οὕτως, ἀλλ’ ἐστὶ σύστοιχα καὶ πτώσεις καὶ παρώνυμα, παρακεῖσθαι μὲν ἀλλήλοις δο‐ κοῦντα, διαφέροντα δέ. καὶ πτώσεις λέγουσι τὰ ἰδίως οὐ παρά τινα ἐσχηματισμένα, ὡς τὸ γραμματικῶς· πτῶσις γὰρ τοῦτο τοῦ γραμματι‐ κόν· ὁμοίως τῷ δικαίως καὶ μουσικῶς καὶ φρονίμως καὶ ἀνδρείως· πτώσεις γὰρ ταῦτα τοῦ δίκαιον, μουσικόν, ἀνδρεῖον, φρόνιμον. ἔστι δὴ ὁ παραδιδόμενος τόπος τοιοῦτος· ἂν ἡ πτῶσις τινὸς ᾖ ὁπωσοῦν λεγομένη πλεοναχῶς, καὶ αὐτὸ πλεοναχῶς, καὶ εἰ αὐτό, καὶ ἡ πτῶσις. οἷον ἐπεὶ τοῦ δικαίου τὸ δικαίως πτῶσις, ἂν τὸ δικαίως πλεοναχῶς, καὶ τὸ δίκαιον, καὶ ἔμπαλιν. λέγεται δὲ τὸ δικαίως πλεοναχῶς· ὅ τε γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην κρίνας καὶ τὸ δόξαν αὐτῷ δίκαιον εἶναι ἀποφηνάμενος δικαίως λέγεται κεκρικέναι, κἂν μὴ οὕτως δίκαιον ᾖ τοῦτο. λέγεται δικαίως κεκρικέναι καὶ ὁ ὡς δεῖ κρίνας· ἀλλὰ καὶ ὁ τῷ νόμῳ πεισθείς, κἂν μὴ τὸ ταῖς ἀληθείαις δίκαιον οὕτως ἔχῃ. καὶ τὸ δίκαιον οὖν τῶν πλεοναχῶς λεγομένων καὶ τοσαυταχῶς· καθ’ ἕκαστον γὰρ τῶν δικαίως· τό τε γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην καὶ τὸ ὡς δεῖ δίκαιον τοιοῦτον καὶ τὸ νόμιμον. καὶ δῆλον, ὅτι ἀντι‐ στρέφει ὁ τόπος· καὶ γὰρ εἰ αὐτὸ πάλιν πλεοναχῶς τὸ δίκαιον, καὶ ἡ πτῶσις ἡ ἀπ’ αὐτοῦ, τὸ δικαίως, πλεοναχῶς. κατὰ γραμματικοὺς πτῶσις ἐστὶν ὀνόματος ἢ ὀνοματικοῦ τινος κατὰ τὸ τέλος κίνησις γενομένη. καὶ Πτώσσοντες, δειλιῶντες. καὶ Πτώσσουσαν, δειλιῶσαν, κρυπτομένην. πᾶν δὲ κατ’ εὔδενδρον στείβων δρυός, εἴρυσα χειρὶ πτώσσουσαν Βρομίας οἰνάδος ἐν πετάλοις. |
| π 3050 | Πτωσκαζέμεν: δειλιᾶν. |
| π 3051 | Πτωχεύω· αἰτιατικῇ. |
| π 3052 | Πτωχεία πενίας διενήνοχεν: ἧς· ἡ μὲν πενία μεμετρημένη ἐστὶν ἔνδεια, πόνῳ τὰ χρειώδη θηρῶσα, ἡ δὲ πτωχεία παντελὴς τῆς κτήσεως ἔκπτωσις. καὶ ὁ μὲν πένης παρὰ τὸ πένεσθαι, ὅ ἐστι ἐνερ‐ γεῖν καὶ ἐκ τούτου πορίζειν τὰ χρειώδη εἴρηται· ὁ δὲ πτωχὸς παρὰ τὸ πτώσσειν πάντας. εἴρηται δὲ πενία παρὰ τὸ διὰ τοῦ πονεῖν ἔχειν τὸ ζῆν, πτωχεία δὲ παρὰ τὸ πτώσσειν πάντας ἀνθρώπους. τῆς πτω‐ χείας πενίαν φαμὲν εἶναι ἀδελφήν· ὑμεῖς γ’ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιόν φατε εἶναι ὁμοῖον. ὁ μὲν γὰρ τύραννος, ὁ δὲ τυραν‐ νοκτόνος. |
| π 3053 | Πτωχίστερος: ὡς λαλίστερος. |
| π 3054 | Πτωχός: ὁ ἐκπεπτωκὼς τοῦ ἔχειν. ἐπαίτης. παρὰ τὸ πτώσ‐ σειν, ὅ ἐστι ταπεινοῦσθαι. |
| π 3055 | Πτωχοτροφεῖον. |
| π 3056 | Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀπλήστων εἴρηται. καί, Πτωχῶν οὐλαὶ ἀεὶ κεναί. καί, Πτωχότερος λεβηρίδος καὶ κιγκάλου. |
| π 3057 | Πτοία: πτόησις. φόβος. οἱ δὲ Σκύθαι ἐς τοῦτο δείματος καὶ πτοίας ἅπαντα περιέστησαν, ὥστε εἷς καὶ μυρίους ἐδίωκεν, εἰ καὶ ἦν ἄνοπλος, ὅπλα ἔχοντας καὶ χεῖρας οὐκ ἀνταιρομένους. |
| π 3058 | Πτοίαν: πτόησιν, θόρυβον, τάραχον, συναθροισμόν, πτυρμόν. καὶ πτοία μέν τις διὰ τὸ ἀδόκητον ἐπέσχε τὸ στρατόπεδον, οἷα μὴ συντεταγμένους. |
| π 3059 | Πτοιόδωρος: ὄνομα κύριον. |
| π 3060 | Πτύγμα: δίπλωμα. ἐν Ἐπιγράμμασι· καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη. |
| π 3061 | Πτυκτίον: βιβλίον. |
| π 3062 | Πτυκτῷ: πτυσσομένῳ. |
| π 3063 | Πτύξωμαι· Ἀριστοφάνης Νεφέλαις· πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ. ἀντὶ τοῦ καλύψομαι, σκεπάσομαι. καὶ Σοφοκλῆς· ὁ δ’, ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, πτύξας ἐπ’ αὐταῖς χεῖρας εἶπεν, ὦ τέκνα. |
| π 3064 | Πτυόδωρος: ὄνομα κύριον. |
| π 3065 | Πτύον: πτυάριον. |
| π 3066 | Πτύσσω: τὸ ἀσφαλίζω. |
| π 3067 | Πτυχαί: αἱ τῶν ὀρῶν ἀποκλίσεις. καὶ τὰ διάφορα τῆς ἀσπίδος ἐπ’ ἀλλήλοις ἐλάσματα. καί, ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν, μύ‐ στης ὁρᾷ. |
| π 3068 | Ποῖ ποτε. Ἀριστοφάνης· ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; καὶ παρὰ Σοφοκλεῖ, ἀντὶ τοῦ εἰς τίνα χρόνον. ποῖ γὰρ μενεῖς ῥᾴθυμος, ἐς τίν’ ἐλπίδων βλέψας’ ἔτ’ ὀρθήν; |
| π 3069 | Ποῖ: ἀντὶ τοῦ ποῦ. Σοφοκλῆς. Τεῦκρος πρὸς τὸν νεκρὸν Αἴαντος· ποῖ γὰρ μολεῖν με δυνατόν, εἰς ποίους βροτούς, τοῖς σοῖς ἀρήξαντ’ ἐν πόνοισι μηδαμοῦ; ἦπου Τελαμών, ὁ σὸς πατὴρ ἐμός τ’ ἴσως, δέξαιτ’ ἂν εὐπρόσωπος, ἵλεως τ’ ἴσως, χωροῦντ’ ἄνευ σοῦ. πῶς γὰρ οὐχ; ὅτῳ πάρα μηδ’ εὐτυχοῦντι μηδὲν ἵλεων γελᾶν. |
| π 3070 | Ποῖ γῆς ἀπεδήμεις· ὁ Διόνυσος λέγει, ποῖ γῆς; ὁ δέ φησιν, ἐπεβάτευον Κλεισθένει. τὸ ἐπιβατεύειν ἐπὶ συνουσίας, ἀπὸ μεταφορᾶς τῶν ζῴων, ἃ ἐπιβαίνοντα συνουσιάζει. ὁ δὲ Κλεισθένης ἐπ’ αἰσχρότητι κωμῳδεῖται. ἦν δὲ λεῖος τὸ γένειον, καὶ εὐνούχῳ εἰκάζει αὐτόν. τὸν δὲ Κλεισθένην καὶ ἐπὶ τοῦ πασχητιᾶν κωμῳδεῖ. ἐμφαίνει οὖν, ὅτι εἰ καὶ κατὰ στρατείαν ἀπεδήμουν, Κλεισθένει ἂν ἐστρατευσάμην. |
| π 3071 | Ποιά: ἡ πεποιημένη φωνή. |
| π 3072 | Ποιάντειον πεδίον. |
| π 3073 | Ποιεῦμεν: ποιοῦμεν. |
| π 3074 | Ποίη: ὁ ἐνιαυτὸς παρὰ Καλλιμάχῳ· παρὰ τὸ ἅπαξ καὶ μόνον ἐν τῷ ἐνιαυτῷ τὴν βοτάνην φύεσθαι. μῆλον ἐγὼ στρούθιον ἀπὸ προ‐ τέρης ἔτι ποίης. |
| π 3075 | Ποιήεσαν: σιτοφόρον. βοτανώδη. |
| π 3076 | Ποίην: πόαν, βοτάνην. καὶ Ποιηφάγον, τὴν σταφυλο‐ λόγον· ἢ τὴν τοὺς ἀστάχυας ὄπισθεν τῶν θεριζόντων σωρεύουσαν. |
| π 3077 | Ποιητέον: ἀντὶ τοῦ ἃ δεῖ ποιεῖν. |
| π 3077b | Ποιητική· ζήτει ἐν τῷ ἀρχή. |
| π 3078 | Ποίθιοι: τέσσαρες ἄνδρες αἱρετοὶ παρὰ Λάκωσι, δύο καθ’ ἕκαστον βασιλέα σύσσιτοι. |
| π 3079 | Ποικίλη: στοὰ ἐν Ἀθήναις, ἔνθα ἐγράφησαν οἱ ἐν Μαραθῶνι πολεμήσαντες· εἰς οὕς ἐστιν ἐπίγραμμα τόδε· Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι ἔκτειναν Μήδων εἴκοσι μυριάδας. |
| π 3080 | Ποικιλία. |
| π 3081 | Ποικιλομήτης: ποικιλόβουλος. Ποικιλόμητις δέ. |
| π 3082 | Ποικίλος καὶ Ποικιλώτατος. |
| π 3083 | Ποικιλῳδός: ἡ Σφίγξ. ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο. |
| π 3084 | Ποικιλώτερος ὕδρας: ἐπὶ τῶν δολερῶς ἤτοι θαυμαζομένων. |
| π 3085 | Ποικιλτικήν: πολυμιταρικήν. |
| π 3086 | Ποικινὸς λόγος: ὁ πυκνός. |
| π 3087 | Ποιμαίνειν· αἰτιατικῇ. |
| π 3088 | Ποιμένων: κηδεμόνων· ἐπεὶ καὶ ποιμαίνειν, τὸ φροντίζειν. |
| π 3089 | Ποιμνήϊον. |
| π 3090 | Ποιμνίωνος. |
| π 3091 | Ποιναὶ τιμωροὶ τοῖς κακῶς ποιοῦσιν ἀκολουθοῦσιν, οὐχ ὡς σκιαὶ σώμασι πλησίον, ἀλλὰ καὶ ὀψὲ τοῦ χρόνου. |
| π 3092 | Ποινή· ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων. ποινήν, ἢ οὗ παιδὸς ἐδέξατο τεθνειῶτος. καὶ αὖθις· ἀλλ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας· τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ, ποινὴν δεξαμένῳ. λέγεται δὲ καὶ ἡ ἀντέκτισις καὶ τιμωρία. Σοφοκλῆς· οἷς θεὸς μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι. καὶ Δίκη μεταποίνιος. ἐν Ἐπιγραμμάσι· μή, λίτομαι, δέσποινα, τοίην μὴ λάμβανε ποινήν. καὶ Αἰλιανός· ὁ Ἀπόλλων φησὶ πρὸς Λοκρούς, μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφήσειν, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποινήν, ἕως ἂν ἱλεώσητε τὴν θεόν. καὶ Ποίνιμοι, αἱ τιμωρητικαὶ Ἐριννύες. Σοφοκλῆς. ἴτε, ὦ ταχεῖαι ποίνιμοί τ’ Ἐριννύες, γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ. καὶ αὖθις· πάντων τῶν ἀσεβημάτων καὶ παρα‐ νομημάτων ὧν εἰργάσατο, παρέστησαν αὐτῷ τινας ἐριννῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν δι’ ἐκεῖνον ἠτυχηκότων. |
| π 3093 | Ποινήλατον· τοῦτον ὡς ποινήλατον ὁ φιλόσοφος ἐξετρέπετο. |
| π 3094 | Ποινήν: τιμωρίαν, ἀντέκτισιν, πρόστιμον. |
| π 3095 | Ποινήν· οὓς δὲ λάβοι Σάκας αἰχμαλώτους, ἀνεσκολόπιζε καὶ ᾐκίζετο, καὶ αὖθις ποινὰς τοῦ πατρὸς φόνου πράξασθαι θέλων. |
| π 3096 | Ποινηλατούμενος. |
| π 3097 | Ποιούντων: ἀντὶ τοῦ ποιήτωσαν. ὡς τὸ δρώτων ἀντὶ τοῦ δρώτωσαν. καὶ ζήτει ἐν τῷ δρώντων. |
| π 3098 | Ποιῶ· δοτικῇ· αἰτιατικῇ δέ· ὁμοῦ σπαρεὶς καὶ ἀναδοθείς, ὡς ὁ μύθος ποιεῖ τοὺς Γίγαντας. |
| π 3099 | Ποιπνύω: τὸ ἐνεργῶ. |
| π 3100 | Ποῖ πορεύῃ γλῶσσα· ζήτει ἐν τῷ πόλιν· γλῶσσα ποῖ πορεύῃ. |
| π 3101 | Ποιοίη: εὐκτικῶς, ποιοῖ. |
| π 3102 | Ποίφυγμα. |
| π 3103 | Ποιφύσσω: σφοδρῶς καὶ μετὰ ἤχου τὴν πνοὴν ἐκπέμπω. οὐδὲ περὶ σκαρθμοῖσι νεὼς περικαλλέα χείλη ποιφύσσω, τἀμᾷ τερπό‐ μενος προτομᾷ. ὁ δελφίς φησι. καὶ Ποιφύξαι, φυγεῖν. |
| π 3104 | Πυανεψιῶνος: ὄνομα μηνός. καὶ Πυανοψία· Λυκοῦργος ἐν τῇ κατὰ Μεσαίχμου. καὶ ἡμεῖς Πυανοψίαν ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δὲ ἄλλοι Ἕλληνες Πανοψίαν, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει. Πυανεψιῶνος δὲ ὅτι ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλ‐ λωνι ἄγεσθαι φασί. δεῖν δὲ φασὶ λέγειν Πυανέψια καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς, καὶ ἡ εἰρεσιώνη ἄγεται. |
| π 3105 | Πύανθος: ὄνομα κύριον. |
| π 3106 | Πύγαργος: εἶδος ἀετοῦ. παρὰ τὸ πυγὴν ἔχειν ἀργὴν καὶ λευκήν. |
| π 3107 | Πύγελλα: τόπος, ὁ παρ’ ἡμῖν λεγόμενος Φύγελλα· ὅθεν ἐστὶ περαιώσασθαι τὸν πρὸς Κρήτην κατάγοντα πορθμόν. |
| π 3108 | Πυγαῖα: τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν. καὶ Πυγαῖος, ὁ ἀκόλαστος. |
| π 3109 | Πύγελα· πόλις ἐν τῇ Ἰωνίᾳ τὰ Πύγελα. λαβεῖν δὲ τὸ ὄνομα, ἐπειδὴ τῶν μετὰ Ἀγαμέμνονά τινες νοσήσαντες τὰς πυγὰς ἐνταῦθα κατέμειναν. |
| π 3110 | Πυγή: τὸ περὶ τὸν πρωκτὸν μέρος. Ἀριστοφάνης· γυμνά‐ ζομαί γε καὶ ποτὶ πυγὴν ἅλλομαι. ἐν γὰρ τῷ γυμνάζεσθαι πηδᾶν εἰώθασι καὶ οἱ πόδες τοῦ πηδῶντος ἅπτεσθαι τῆς πυγῆς. καὶ παρ‐ οιμία· ἐς κυνὸς πυγὴν ὁρᾷν. ἐπὶ τῶν λημώντων τοὺς ὀφθαλμούς, ἤτοι ὀφθαλμιώντων ἐπέλεγον, ἐς κυνὸς πυγὴν ὁρᾶν καὶ τριῶν ἀλω‐ πέκων. |
| π 3111 | Πυγιδίων: ὀνύχων. Ἀριστοφάνης· εἰ γάρ τις εἴποι ἰοστε‐ φάνους, εὐθὺς ἐπ’ ἄκρων πυγιδίων κάθησθε. ἀντὶ τοῦ ἐπ’ ἄκρων τῶν ὀνύχων. οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσθαι. |
| π 3112 | Πυγμαλῖνος: ὄνομα κύριον. καὶ Πυγμαλίωνος. |
| π 3113 | Πυγμή: πάλη, σύγκλεισις δακτύλων, γρόνθος. |
| π 3114 | Πυγοστόλος: προαγωγός· μαυλίστρια. Ἡσίοδος· μηδέ σε γυνὴ πυγοστόλος ἐξαπατάτω. |
| π 3115 | Πυδαλίζω: πηδῶ. |
| π 3116 | Πυδναίους: ὄνομα ἔθνους. |
| π 3117 | Πυελίδα: τὸ ὑφ’ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον. οὕτως Λυσίας καὶ Ἀριστοφάνης. |
| π 3118 | Πύελος: ὄρυγμα, ἐμβατή, ἔνθα ἀπολούονται. |
| π 3119 | Πύελος: θήκη. ἐπιστολὴν πέμπει ἐν Βυζαντίῳ, τῇ πυέλῳ τῶν ἱερῶν λειψάνων τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου τὸν τοιοῦτον χάρτην ἐπιτεθεικὼς κἀκεῖθεν τοῦτον ταῖς χερσὶ τοῦ ἀποστα‐ λέντος ἀρθῆναι ποιήσας. θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε καὶ ἄκρη‐ τον ἔσπασεν· εἶτ’ ἀΐδην ψυχρὸν ἐπεσπάσατο. |
| π 3120 | Πυθαγόρας, Σάμιος, φύσει δὲ Τυρρηνός, Μνησάρχου υἱὸς δακτυλιογλύφου. νέος δὲ ὢν σὺν τῷ πατρὶ ἐκ Τυρρηνίας ᾤκησεν εἰς Σάμον. οὗτος ἤκουσε πρῶτος Φερεκύδου τοῦ Συρίου ἐν Σάμῳ, εἶτα Ἑρμοδάμαντος ἐν τῇ αὐτῇ Σάμῳ, ὃς ἦν ἀπόγονος Κρεοφύλου, εἶτα Ἀβάριδος τοῦ Ὑπερβορέου καὶ Ζάρητος τοῦ μάγου· παιδευθεὶς δὲ καὶ παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις ἦλθεν εἰς Σάμον καὶ εὑρὼν αὐτὴν τυραννουμένην ὑπὸ Πολυκράτους ἀπῇρεν εἰς Κρότωνα τῆς Ἰταλίας καὶ σχολὴν συστησάμενος πλεῖον ἢ χʹ ἔσχε γνωρίμους. ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ δύο, πρεσβύτερος μὲν Εὔνομος, μέσος δὲ Τυρρηνός. δοῦλος δὲ ἦν αὐτῷ Ζάμολξις, ᾧ Γέται ὡς Κρόνῳ θύουσι. γαμετὴν δ’ ἐποιήσατο Θεανώ, τὴν Βροτίνου τοῦ Κροτωνιάτου θυγατέρα· ἐξ ἧς καὶ παῖδες αὐτῷ ἐγένοντο δύο, Τηλαύγης καὶ Δάμων ἢ ὥς τινες Μνήσαρχος. κατὰ δέ τινας καὶ θυγάτηρ, Μυῖα ὄνομα, κατὰ δὲ ἄλλους καὶ Ἀριγνώτη. συνέγραψε δὲ ὁ Πυθαγόρας μόνα τρία βιβλία, Παιδευτικόν, Πολιτικόν· τὸ δὲ φερόμενον τρίτον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου, μαθητοῦ αὐτοῦ γενομένου καὶ φυγόντος εἰς Θήβας καὶ καθηγησαμένου Ἐπα‐ μινώνδα. τινὲς δὲ ἀνατιθέασιν αὐτῷ καὶ τὰ Χρυσᾶ ἔπη. πρῶτος δὲ ὁ Πυθαγόρας ἐμψύχων ἀπέχεσθαι τροφῆς παρέδωκε καὶ κυάμων. ἐτελεύτα δὲ ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον· συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μήλωνος οἰκίᾳ, τούτου ὑπό τινος τῶν μὴ παρα‐ δοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη. τινὲς δὲ αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλα‐ βουμένους, τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα καὶ πρός τινι χωρίῳ γενόμενον πλήρει κυάμων, ἵνα διήρχετο, αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι μᾶλλον ἢ πατῆσαι, ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι· καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὲ καὶ τοὺς πλείστους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς μʹ. |
| π 3121 | Πυθαγόρας· περὶ τούτου φησὶ Φιλόστρατος· οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ’ αὐτῷ φασιν, ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος ἀναβιῴη τε ἀποθανών, ἀποθάνοι δ’, ὡς ᾠδαὶ Ὁμήρου· ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ τοῦ θῦσαι· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς· ἀλλ’ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου· γινώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη συνάχθονται. περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίας ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν, ὁμολογοῦντα ὡς αὐτὸς εἴη· ξυνεῖναι δ’ αὖ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν, μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γάρ, χαίρετ’, ἐγὼ ὃ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκ ἔτι θνητός· καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε· καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν Πυθαγόρου τρόπων, σπεύδοντα ἐπὶ τὸν λόγον. |
| π 3122 | Πυθαγόρας, Ἐφέσιος, καταλύσας δι’ ἐπιβουλῆς τὴν τῶν Βα‐ σιλιδῶν καλουμένην ἀρχὴν ἀνεφάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πληθύϊ ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσι, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν. καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε καὶ ἀφειδέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε γὰρ εἰς ταῦτα· ἔρως τε χρημάτων ἄμετρος· καὶ διαβολαῖς ταῖς ἐς τοὺς πλησίους ἐκριπισθῆναι κουφότατος ἦν. ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώπων ἀπολέσαι αὐτόν, ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. τῶν γοῦν προειρημένων, οἷς ἐπέθετο, παμπόλλους ἐν τοῖς ναοῖς ἀπέκτεινεν, ἑνὸς δὲ τὴν θυγατέρα καταφυγούσαν εἰς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησε, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχωσεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι. οὐκοῦν ἠκολούθησε δημοσίᾳ νόσος καὶ τροφῶν ἀπορία, καὶ σαλεύων ὑπὲρ ἑαυτοῦ ὁ Πυθαγόρας εἰς Δελφοὺς ἀπέστειλε καὶ ᾔτει λύσιν τῶν κακῶν. ἡ δὲ ἔφη νεὼν ἀναστῆσαι καὶ κηδεῦσαι τοὺς νεκρούς. ἦν δὲ πρὸ Κύρου τοῦ Πέρσου, ὥς φησι Βάτων. |
| π 3123 | Πυθαγόρας ὁ Σάμιος, φιλόσοφος, διότι τὴν ἀλήθειαν ἠγόρευεν οὐχ ἧττον τοῦ Πυθίου. ὃς παρηγγύα τοῖς μαθηταῖς ἑκάστοτε ταῦτα λέγειν εἰς τὸν οἶκον εἰσιοῦσι· πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; |
| π 3124 | Πυθαγόρας: ὄνομα κύριον. καὶ Πυθαγόρειος λόγος. καὶ Πυθαγόρειοι ἄνδρες. ὅτι Πυθαγόρα τὰ σύμβολα ἦν τάδε· πῦρ μαχαίρᾳ μὴ σκαλεύειν· ζυγὸν μὴ ὑπερβαίνειν· ἐπὶ χοίνικος μὴ καθίζειν· καρδίαν μὴ ἐσθίειν· φορτίον συγκαθαιρεῖν, μηδὲ συνεπιτιθέναι· τὰ στρώματα ἀεὶ συνδεδεμένα ἔχειν· ἐν δακτυλίῳ θεοῦ εἰκόνα μὴ περι‐ φέρειν· χύτρας ἴχνος συγχεῖν ἐν τῇ τέφρᾳ· λαδίῳ εἰς θάκον μὴ ὀμόργνυσθαι· πρὸς ἥλιον τετραμμένον μὴ ὀμιχεῖν· ἐκτὸς λεωφόρου μὴ βαδίζειν· μὴ ῥᾳδίως δεξιὰν ἐμβάλλειν· ὁμωροφίους χελιδόνας μὴ ἔχειν· γαμψώνυχα μὴ τρέφειν· ἀπονυχίσμασι καὶ κουραῖς μὴ ἐπουρεῖν μηδὲ ἐφίστασθαι· ὀξεῖαν μάχαιραν ἀποστρέφειν· ἀποδημοῦντα ἐν τοῖς ὅροις ἀνεπιστρεπτεῖν. ἤθελε δὲ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, ὅτι δυναστῶν ὀργὴν καὶ οἰδούντων θυμὸν μὴ κινεῖν· τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι τὸ ἴσον καὶ δίκαιον μὴ ὑπερβαίνειν· ἐπί τε χοίνικος μὴ καθίζειν ἐν ἴσῳ τῷ φροντίδα ποιεῖσθαι καὶ τοῦ μέλλοντος· ὁ γὰρ χοίνιξ ἡμερήσιος τροφή. διὰ δὲ τοῦ καρδίαν μὴ ἐσθίειν, ἐδήλου, μὴ τὴν ψυχὴν ἀνίαις καὶ λύπαις κατατήκειν· διὰ δὲ τοῦ εἰς ἀποδημίαν βαδίζοντα μὴ ἐπιστρέφεσθαι, παρῄνει τὸ ἀπαλλαττομένοις τοῦ βίου μὴ ἐπιθυμητικῶς ἔχειν τοῦ ζῆν, μηδ’ ὑπὸ τῶν ἐνθάδε ἡδονῶν ὑπάγεσθαι. καὶ τἄλλα πρὸς ταῦτα λοιπόν ἐστιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν. παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτε ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον, καρδίας τε ἀπέχεσθαι καὶ κυάμων καὶ μήτρας καὶ τρίγλης. ἐνίοτε αὐτὸν ἀρκεῖσθαι μέλιτι μόνῳ ἢ κηρῷ ἢ ἄρτῳ· οἴνου δὲ μεθ’ ἡμέραν μὴ γεύεσθαι, ὄψῳ τε τὰ πολλὰ λαχάνοις ἑφθοῖς καὶ ὠμοῖς, τοῖς δὲ θαλαττίοις σπανίως. στολὴ δὲ αὐτῷ λευκὴ καὶ καθαρά, καὶ στρώματα λευκὰ ἐξ ἐρίων· τὰ γὰρ λινᾶ οὔπω εἰς ἐκείνους ἀφίκετο τοὺς τόπους. οὐδὲ πώποτε δὲ ἐγνώσθη οὔτε διαχωρῶν οὔτε ἀφροδισιάζων οὔτε μεθυσθείς. ἀπείχετο δὲ καταγέλωτος καὶ πάσης ἀρεσκείας, οἷον σκωμ‐ μάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τε οὔτε οἰκέτην ἐκό‐ λαζεν οὔτε ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πελαργᾶν. μαντικῇ τε ἐχρῆτο τῇ διὰ τῶν κληδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου· θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ, ἀλεκτορίσι μόνον καὶ ἐρίφοις καὶ γαλαθηνοῖς. φασὶ δ’ αὐτὸν συγχωρεῖν πάντα τὰ ἔμψυχα ἐσθίειν, μόνου δ’ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ. τὰ δὲ δόγματα ἔλαβε παρὰ τῆς ἀδελφῆς Θεοκλείας. φασὶ δ’ αὐτὸν κατελθόντα εἰς ᾅδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτήν, ἀνθ’ ὧν εἶπον περὶ θεῶν· κολα‐ ζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς ἑαυτῶν γυναιξί. σφάγια δὲ θεοῖς προσφέρειν ἐκώλυε· βωμὸν δὲ προσκυνεῖν τὸν ἀν‐ αίμακτον. μηδὲ ὀμνύναι θεούς· ἀσκεῖν δὲ ἑαυτὸν δεῖν ἀξιόπιστον παρ‐ έχειν. τοὺς πρεσβυτέρους τιμᾶν δεῖν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους· ὡς ἐν κόσμῳ ἀνατολὴν δύσεως, ἐν βίῳ τὴν ἀρχὴν τελευτῆς, ἐν ζωῇ γένεσιν φθορᾶς. καὶ θεὸν μὲν δαιμόνων προτιμᾶν, ἥρωας δὲ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα γονέας. ἀλλήλοις τε ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δὲ ἐχθροὺς φίλους ἐργάσασθαι· ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν. φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μήτε ζῷον, ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι, μήτε καταγέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν. ὁδοιπορίας ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι. μνήμην ἀσκεῖν. ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν. μαντικὴν πᾶσαν τιμᾶν. ᾠδαῖς χρῆσθαι πρὸς λύραν· ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον ἔχειν χάριν. τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ, καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι μὴ παραληφθέντας τὰς γαστέρας· καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ὕπνους φαντασίας λείας τε καὶ ἀταράχους ἀποτελεῖν. ἐν ὑπομνήμασι δὲ Πυθαγορικοῖς καὶ ταῦτα εὕρηται· ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα, ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι. ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς, ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα, ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα, ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα· ὧν καὶ τὰ στοιχεῖα εἶναι δʹ, πῦρ, ὕδωρ, γῆν, ἀέρα· ἃ μετα‐ βάλλειν καὶ τρέπεσθαι δι’ ὅλων καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν, καὶ αὐτὴν σφαιροειδῆ καὶ οἰκουμένην. εἶναι δὲ καὶ ἀντίποδας· καὶ τὰ ἡμῖν κάτω, ἐκείνοις ἄνω. ἰσόμοιρά τε εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν· ὧν κατ’ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα. ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους· οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερόν, καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητον εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ, καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. καὶ ἀνθρώπων εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τε ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος, τοῦ τε ψυχροῦ καὶ παχέος· ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. τὰ λοιπὰ παρήκαμεν, ἵνα μὴ παρέλκωμεν. ὅτι τὰ πίπτοντα ἀπὸ τῆς τραπέζης μὴ ἀναιρεῖσθαι παρεκελεύετο Πυθαγόρας, ἢ διὰ τὸ μὴ ἐθίζεσθαι ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος· Ἀριστοφάνης γὰρ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, μήτε δὲ τὰ ἐντὸς τῆς τραπέζης πίπτοντα ἀναιρεῖσθαι. μήτε λευκὸν ἀλεκτρυόνα ἐσθίειν, ὡς ἱερὸν τοῦ ἡλίου καὶ τὰς ὥρας μηνύοντα. τοὺς κυάμους δὲ ἀποτρέπεσθαι, ὅτι αἰδοίοις ἐοίκασι· καὶ τοὺς ἅλας παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου· οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι καὶ παραλάβωσι, καὶ γεγόνασιν ἐκ τῶν καθαρῶν ὑδάτων καὶ θαλάσσης. ἄρτον δὲ μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ παλαιοὶ ἐφοίτων· καὶ μὴ διαιρεῖν, ὃς συνάγει ἐφ’ ἑαυτόν· ἢ ὅτι εἰς πόλεμον δειλίαν ἐμποιεῖ. Ἀριστοφῶν λέγει περὶ τῶν Πυθαγοριστῶν· καταβὰς εἰς τὴν δίαιταν αὐτῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη δι’ εὐσέβειαν. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖς ἥδεται ξυνών. λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τ’ ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων. καὶ παροιμία· σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. πενταετῆ γὰρ χρόνον ἤσκουν σιωπήν. τῶν δὲ Πυθαγορείων οἱ μὲν περὶ θεωρίαν καταγινόμενοι ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ μαθήματα γεω‐ μετρικοὶ καὶ μαθηματικοί. καὶ οἱ μὲν τῷ Πυθαγόρᾳ συγγινόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. ἐμψύχων δὲ ἀπείχοντο. ὅτι ἀπὸ τῶν Αἰγυπτίων ὁ Πυθαγόρας ἐξήνεγκε τὰ τῆς αὐτοῦ δόξης εἰς Ἕλληνας. |
| π 3125 | Πυθέας, Ἀθηναῖος, ῥήτωρ, υἱὸς δὲ ἦν μυλωθροῦ, καὶ θρασὺς σφόδρα· φυγών τε Ἀθήνηθεν ἐκ τοῦ δεσμωτηρίου διὰ ὄφλημα εἰς Μακεδονίαν ἦλθεν, εἶτα ἐπανῆκε πάλιν. ἔγραψε λόγους δημηγορικοὺς καὶ δικανικοὺς καὶ ἄλλα τινά. ἀλλ’ οὐκ ἐκρίθη μετὰ τῶν λοιπῶν ῥητόρων, ὡς θρασὺς καὶ διεσπασμένος. ὅτι μύλωθρος λέγεται ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος. καὶ ἐξ αὐτοῦ ῥῆμα μυλωθρῶ. οἱ δὲ ἰδιῶται μυλωνᾶν. |
| π 3126 | Πυθέσθαι: τὸ ἐρωτῆσαι. μέσος ἀόριστος βʹ· ἀπὸ τοῦ πεύθω. Πυθέσθαι δὲ τὸ ἀκούειν. |
| π 3127 | Πυθία: ἡ μαντεία. |
| π 3128 | Πύθια καὶ Δήλια: φασὶ Πολυκράτη, τὸν Σάμου τύραννον, Πύθια καὶ Δήλια ποιήσαντα ἅμα ἐν Δήλῳ πέμψαι εἰς θεοῦ, χρησό‐ μενον εἰ τὰ τῆς θυσίας ἄγει κατὰ τὸ ὡρισμένον· τὴν δὲ Πυθίαν ἀνελεῖν· ταῦτά σοι καὶ Πύθια καὶ Δήλια· βουλομένην δηλοῦν ὅτι ἔσχατα· μετ’ ὀλίγον γὰρ χρόνον αὐτὸν ἀπολέσθαι συνέβη. Ἐπίκουρος δὲ ἔν τινι τῶν πρὸς Ἰδομενέα ἐπιστολῶν ταῦτα. λέγεται δὲ καὶ Πυθοῖ, τουτέστιν ἐν τοῖς Πυθίοις. Ἀριστοφάνης· Ὀλυμπιᾶσιν, ἐν Πύλαις, Πυθοῖ. |
| π 3129 | Πυθιὰς βοά: ἡ μετ’ αὐλοῦ γινομένη βοή. τὸ Πύθιον μέλος. ἔνθεν καὶ πυθαύλης λέγεται. οὕτω δὲ ἔλεγον τὸν παιᾶνα. |
| π 3130 | Πύθιον: ἱερὸν Ἀπόλλωνος Ἀθήνησιν, ὑπὸ Πεισιστράτου γε‐ γονός, εἰς ὃ τοὺς τρίποδας ἐτίθεσαν οἱ τῷ κυκλίῳ χορῷ νικήσαντες τὰ Θαργήλια. καὶ Πύθιος, ὁ Ἀπόλλων. |
| π 3131 | Πυθιονίκης: ὄνομα κύριον. |
| π 3132 | Πυθμήν: τὸ ἔσχατον μέρος καὶ τελευταῖον παντὸς οὑτινοσοῦν σκεύους. καὶ Πυθμένας λόγων ἐκάλει Πρωταγόρας ὁ φιλόσοφος τὰς τῶν λόγων διαιρέσεις· οὗτος γὰρ διεῖλε πρῶτος τὸν λόγον εἰς δʹ, εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν. ἄλλοι δὲ εἰς ζʹ, διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, ἐπαγγελίαν, εὐχωλήν, κλῆσιν. Ἀλκιδάμας δὲ δʹ λόγους φησί· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. |
| π 3133 | Πυθόληπτος: ὑπὸ τοῦ Πυθίου ληφθείς. |
| π 3134 | Πυθόμενος: ἐρωτήσας. |
| π 3135 | Πύθοντο: ἠρώτων καὶ ἤκουον. |
| π 3136 | Πυθοῦ Χελιδόνος: παροιμία ἀπό τινος Χελιδόνος, θεολόγου καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡς Μνασέας ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ. οἱ δέ, ὅτι τὸ ἔαρ προσημαίνει. |
| π 3137 | Πυθώ: Φωκὶς χώρα ἐστὶ τῆς Ἑλλάδος, περὶ ἣν πόλις ἡ καλου‐ μένη Δελφοί· περὶ ἣν πόλιν ἦν ἱερὸν τοῦ Ἀπόλλωνος, ὃ ἐκαλεῖτο Πυθώ· ἐν ᾧ χαλκοῦς τρίπους ἵδρυτο καὶ ὕπερθεν φιάλη, ἣ τὰς μαντικὰς εἶχε ψήφους, αἵτινες ἐρομένων τῶν μαντευομένων ἥλλοντο, καὶ ἡ Πυθία ἐμφορουμένη, ἤτοι ἐνθουσιῶσα, ἔλεγεν ἃ ἐξέφερεν ὁ Ἀπόλλων. ὅτι Δελφοὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκλήθη διὰ τὸ τὸν Δελφύνην δράκοντα ἐκεῖ εὑρεθῆναι, ὃν ἀπέκτεινεν ὁ Ἀπόλλων· Πυθὼ δὲ διὰ τὸ ἐκεῖ σαπῆναι. |
| π 3138 | Πύθω: σήπω. καὶ τὸ πυθόμενος, σηπόμενος. ἔνθεν καὶ ἡ Πυθία, διὰ τὸ ἐν ἐκείνῳ τῷ τόπῳ σαπῆναι τὸ τοῦ δράκοντος σῶμα. Λύκος δὲ ὁ Νεαπολίτης καὶ τὸ πῦον ἐντεῦθεν ὀνομασθῆναί φησιν· ἔστι γὰρ σεσηπὸς αἷμα. |
| π 3139 | Πύθων, Βυζάντιος, ῥήτωρ· ὃς φυγὼν ἐν Μακεδονίᾳ διέτριβε καὶ πολλοὺς προδότας ἔπεισε γενέσθαι καὶ συνεργοὺς πρὸς πάντα, καὶ πρὸς τὰς διαφθορὰς τῶν πολεμίων ἐχρῆτο. |
| π 3140 | Πύθωνος: δαιμονίου μαντικοῦ. τάς τε πνεύματι Πύθωνος ἐνθουσιώσας καὶ φαντασίαν κυήσεως παρεχομένας τῇ τοῦ δαιμονίου περιφορᾷ ἠξίου τὸ ἐσόμενον προαγορεῦσαι. οἱ δὲ τῶν δαιμόνων κάτοχοι ἔφασκον τὴν νίκην Μήδοις παρέσεσθαι. |
| π 3141 | Πυθοίατο: μάθοιεν. |
| π 3142 | Πύκα: συχνῶς, ἐπιμελῶς. |
| π 3143 | Πύκαζε· Σοφοκλῆς· πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι. |
| π 3144 | Πυκάζεται: σκεπάζεται, κοσμεῖται. |
| π 3145 | Πυκάζει: καλύπτει, σκεπάζει. καὶ Πυκάζουσι, σκιάζουσι, στεφανοῦσι. καὶ ἐν Ἐπιγράμμασι· λουσάμενοι, Προδόκη, πυκασώμεθα καὶ τὸν ἄκρατον ἕλκωμεν. |
| π 3146 | Πυκάζουσι: τουτέστι πεπυκνωμένοις, στενοχωρουμένοις. Δαβίδ· ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. |
| π 3147 | Πύκασεν: ἐκόσμησε. |
| π 3148 | Πυκασμός: δασύτης. |
| π 3149 | Πυκινή: πυκνή. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ δυνατή. ταῦτα διαιτῆσαι πυκινή. |
| π 3150 | Πυκνάζεις: συχνάζεις. |
| π 3151 | Πύκνη: ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. Κλείδημος δέ φησι Πυκνὰν ὀνομασθῆναι διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι. |
| π 3152 | Πυκνί: ὡς ἐν τῷ Ἀριστοφάνει· πλὴν μὴ ’ν τῇ Πυκνί. καὶ Πυκνίτης· δῆμος πυκνίτης. Πνύξ, τόπος Ἀθήνησιν, ἔνθα ἐκκλησίαζον οἱ Ἀθηναῖοι. ὥσπερ δὲ πολίτην τῆς Πυκνὸς Πυκνίτην εἶπε. Πνὺξ δὲ λέγεται παρὰ τὸ πυκνοῦσθαι. καὶ τὸ ἐν Ἀθήναις δὲ δικαστήριον Πνὺξ ἐκαλεῖτο. |
| π 3153 | Πυκνός: ὁ δυνατός. |
| π 3154 | Πυκνότης: σύνεσις, φρόνησις. χοὔτω μὲν ἂν εὖ ποιοῖς, εἴ σοι πυκνότης ἔνεστι. |
| π 3155 | Πύκνωσις κατὰ παραστάτην καὶ ἐπιστάτην. τουτέστι πύκνωσις κατὰ μῆκος καὶ βάθος. κατέχει δὲ ὁ πεπυκνωμένος ἀνὴρ πήχεις βʹ, ὁ δὲ ἁπλῶς ταττόμενος πήχεις δʹ. |
| π 3156 | Πυκτεύειν: εἶδος γυμνασίου καὶ παλαίστρας. |
| π 3157 | Πύκτης: παγκρατιαστής, ἀθλητής. καὶ Πυκτεῖον, ἐν ᾧ οἱ πύκται ἀγωνίζονται. Πυκτίον δὲ τὸ πινακίδιον. καὶ Πυκτίζω. |
| π 3158 | Πυλαγόραι: οἱ πεμπόμενοι εἰς τὴν σύνοδον τῶν Ἀμφικτυόνων εἰς τὴν Πυλαίαν. καὶ κατὰ πόλιν δὲ ἔπεμπον τοὺς θύσοντας καὶ συνεδρεύσοντας. ἦσαν δὲ οἱ πεμπόμενοι Πυλαγόραι καὶ Ἱερομνήμονες. λέγουσι δέ, ὅτι Πυλάδης πρῶτος ἐκρίθη ἐπὶ τῷ Κλυταιμνήστρας φόνῳ, καὶ ἐξ αὐτοῦ τὸ ὄνομα εἶναι. ἀπῄεσαν δὲ καὶ εἰς Δελφούς, ἐπίσκοποι τῶν ἀναλισκομένων ἐν ταῖς θυσίαις. |
| π 3159 | Πυλάδης, Κίλιξ ἀπὸ κώμης Μησταρνῶν. ἔγραψε περὶ ὀρχή‐ σεως τῆς Ἰταλικῆς, ἥτις καὶ ὑπ’ αὐτοῦ εὑρέθη, ἀπὸ τῆς κωμικῆς καλουμένης ὀρχήσεως, ἣ ἐκαλεῖτο κόρδαξ· καὶ τῆς τραγικῆς, ἣ ἐκα‐ λεῖτο σίκιννις· καὶ τῆς σατυρικῆς, ἥτις ἐμμέλεια. |
| π 3160 | Πυλάρτου: τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος. καὶ Πυ‐ λάρταο, ὁμοίως. |
| π 3161 | Πύλαι καὶ Πυλαία καὶ Πυλαγόρας: Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι. ἐκλήθησαν δὲ οὕτως διὰ τὸ στενὴν εἶναι ταύτην εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δὲ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων. ἐπέμποντο δὲ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινές, οἵπερ ἐκαλοῦντο Πυλαγόραι. |
| π 3162 | Πύλαι δικαιοσύνης: αἱ διάφοροι τῆς ἀρετῆς ἰδέαι· δι’ ἐκείνων γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων θεόν. καὶ Δαβίδ· ἀνοίξατέ μοι πύλας δικαιοσύνης. |
| π 3163 | Πυλαῖος: ὄνομα κύριον. |
| π 3164 | Πυλαιμένης: ὄνομα κύριον. |
| π 3165 | Πυλαιστάτους: τοὺς μηδὲν ὑγιὲς μήτε λέγοντας μήτε πράσ‐ σοντας· διὰ τὸ παραγενέσθαι τοιούτους τινὰς ἀνθρώπους εἰς τὸν προ‐ ειρημένον τόπον. |
| π 3166 | Πυλεῶνος: τοῦ πυλῶνος. |
| π 3167 | Πύλιος: ἐκ Πύλου. |
| π 3168 | Πύλη: ἐπὶ τείχους παρὰ Θουκυδίδῃ· θύρα δὲ ἐπὶ οἴκου. |
| π 3169 | Πύλη ἱππήλατος: δι’ ἧς εἰσεληλύθεισαν. Πύλας οὐρα‐ νοῦ Ὅμηρος τὰ νέφη λέγει. |
| π 3170 | Πύλῳ: πὰρ Ὁμήρῳ ἀντὶ τοῦ ἐν πύλῃ. ἐν πύλῳ, ἐν νεκύεσσιν. ὡς δείελον τὴν δείλην· καὶ ἕσπερον τὴν ἑσπέραν. |
| π 3171 | Πυλωρεῖ: φυλάσσει. Πυλωρὸς γὰρ ὁ φύλαξ. |
| π 3172 | Πύματος: ἔσχατος. |
| π 3173 | Πυνθάνεσθαι: ἀκούειν, μανθάνειν, διδάσκεσθαι, ἱστορεῖν, ἐρω‐ τᾶν ἢ ἕτερόν τι σημαίνει, παραπλήσιον μὲν τοῦ ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφορὰ μάλιστα παρὰ τοῖς δια‐ λεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. τὸ πυνθάνεσθαι παρὰ τοῖς ῥήτορσι καὶ παρ’ Ὁμήρῳ ἐπὶ τοῦ ἀκούειν καὶ μανθάνειν. πυν‐ θανόμην Ἰθάκης γε. καὶ πάλιν· αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομέ‐ νοισι πυθέσθαι. καί, πεύθετο γὰρ Κύπρονδε μέγα κλέος. καί, πευθό‐ μενος, ᾗχι ἕκαστος ἀπώλετο. καί, κείνου δ’ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. ἐν γὰρ τούτοις ἅπασιν ἐπὶ τοῦ ἀκούειν κεῖται τὸ πυνθάνεσθαι. καὶ Αἰσχίνης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· τούτῳ συμβαλεῖν πυνθανόμενος. καὶ Δείναρχος ἐν τῷ κατὰ Φιλοκλέους· εὐτυχεῖτε, ὅτι οὐκ ἐν μείζονι καιρῷ ἐπύθεσθε τὴν αὐτοῦ αἰσχροκέρ‐ δειαν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας· οὗτος ἀπήγ‐ γειλε τὰ ψευδῆ· ὑμεῖς ἐπιστεύσατε· οἱ Φωκεῖς ἐπύθοντο. |
| π 3174 | Πυνθάνομαι· γενικῇ. ἐρωτῶ. καὶ Πυνθανόμενος· αἰτιατικῇ. ἀντὶ τοῦ ἀκούων. |
| π 3175 | Πυνθάνομαι: τὸ μανθάνω· γενικῇ. ἡδέως δ’ ἂν πυθοίμην τῶν οὕτω διακειμένων. πυνθάνομαι δὲ τὸ ἐρωτῶ· αἰτιατικῇ. |
| π 3176 | Πύξ: πυγμήν, γρόνθον. ὁ δὲ πὺξ παίει αὐτὸν κατὰ τῶν προσώπων. οἱ δὲ Φράγκοι, ἵνα ἐσκηνημένοι ἐτύγχανον, πύξ τε καὶ ἐπὶ πολὺ βόθρους ὀρύξαντες ταύτῃ ἀσφαλέστατα ἔμενον. |
| π 3177 | Πυξίς: τὸ πινακίδιον. |
| π 3178 | Πύον: τὸ ἕλκος. |
| π 3179 | Πῦος: τὸ πρὸ τοῦ γάλακτος ἀμελχθέν, τὸ μεταβεβληκὸς αἷμα. αὐτὸ τὸ γάλα, τὸ γαλακτῶδες ὑγρόν. γάλα νέον μετὰ χθεσινοῦ γάλακτος ἑψηθὲν ἔνιοι. Ἀριστοφάνης· ἔστι δὲ καὶ πῦος τις ἔνδον καὶ λαγῷα τέτταρα. |
| π 3180 | Πῦρ· ὅτι οἱ Πέρσαι τὸ πῦρ ὡς θεὸν ἐσέβοντο. καὶ ζήτει ἐν τῷ Κάνωπος. |
| π 3181 | Πῦρ· ὅτι τὰ φύσει τρεφόμενα καὶ διὰ τοῦτο αὐξόμενα ὅρον ἔχει τῆς αὐξήσεως, καὶ ὥρισται αὐτῶν ἡ ἐπὶ τὸ μέτρον αὔξησις· τοῦ δὲ πυρὸς οὐχ ὥρισται οὔτε ἡ τροφὴ οὔτε ἡ αὔξησις. οὐκ ἄρα τὸ πῦρ ὁμοίως τοῖς ἐμψύχοις τρέφεται καὶ αὔξεται. εἰ δὲ μὴ ὁμοίως, οὐκ ἄρα οὐδὲ τοῖς ἐμψύχοις αἴτιον εἴη τῆς τροφῆς ἢ τῆς αὐξήσεως. ἡ δὲ τοιαύτη τοῦ πυρὸς κίνησις γένεσις ἂν μᾶλλον εἴη ἢ αὔξησις ἢ τροφή. ὑπενοήθη δὲ τοῦτο μόνον τῶν στοιχείων τρέφεσθαί τε καὶ αὔξεσθαι, διότι ἐπὶ μὲν τῶν ἄλλων ἐναργῶς ὁ πλεονασμὸς πρόθεσίς ἐστι· προστιθεμένου γὰρ ὕδατος ὕδατι καὶ γῆς γῇ, οὕτως γίνεται ὁ πλεονασμός. τὸ δὲ πῦρ πλεονάζει οὐ πυρὸς προστιθεμένου, ἀλλ’ ἀνομοιοειδοῦς ὕλης, οἷον ξύλων ἢ τῶν τοιούτων, καὶ τούτων ὑπὸ τῆς τοῦ πυρὸς δυνάμεως μεταβληθέντων εἰς τὴν αὐτὴν οὐσίαν, οὕτως ὁ πλεονασμὸς τοῦ πυρὸς γίνεται. |
| π 3182 | Πυρά: καύματα. |
| π 3183 | Πύρρα: μία πόλις τῶν ἐν Λέσβῳ. |
| π 3184 | Πυράγρα: ἐργαλεῖον χαλκευτικόν. ζήτει ἐν τῷ περίγρα σα‐ φέστερον. |
| π 3185 | Πυράγραν: καρκίνον, πάγουρον. παρὰ τὸ ἐκ τοῦ πυρὸς ἄγειν καὶ ἀγρεύειν, ὅ ἐστι λαμβάνειν. |
| π 3186 | Πυρράζει ὁ οὐρανός. |
| π 3187 | Πυρράκης: ξανθός. καὶ Πυρράκων, ὁμοίως. |
| π 3188 | Πυρακτῶν: ἐμπυρσεύων, σφοδρῶς καίων. |
| π 3189 | Πυραμειδής: πυροειδής. |
| π 3190 | Πυραμίς: οἰκία τις. ὅτι τὴν πυράμην ἄμην λέγομεν ἡμεῖς, οὐκ ὀρθῶς. |
| π 3191 | Πύραμος: ὄνομα τόπου. καὶ ὁ ποταμὸς Κιλικίας, οὗ τὸ εὖρος στάδιον. |
| π 3192 | Πυραμοῦς: εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυροῦ πεφρυγμένου, ὡς σησαμοῦς ὁ διὰ σησαμῆς. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς ἐν τοῖς συμποσίοις, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἔω ταῦτα ἐλάμβανεν ἔπαθλον. ἡμέτερος ὁ πυραμοῦς. |
| π 3193 | Πυράνδρου μηχανήματα: οὗτος ἐγένετο πονηρὸς καὶ συκο‐ φάντης. |
| π 3194 | Πυραύστου μόρον: πτηνόν ἐστι ζωΰφιον, ὃ προσιπτάμενον τοῖς λύχνοις καίεται. καὶ Αἰσχύλος· δέδοικα μόρον κάρτα πυραύστου. μόρον δὲ εἴρηται ἐπὶ τῶν ὀλιγοχρονίων. |
| π 3195 | Πυράφλεκτος: ὅτε δηλοῖ τὸ περὶ τὴν θεοτόκον θαῦμα λέγεται πυρ‐ άφλεκτος· ὡς ἐν τῷ, βάτος ἐν ὄρει πυράφλεκτος. ὅτε δὲ τὴν ἐξαφθεῖσαν Χαλδαϊκὴν κάμινον, λέγεται πυρίφλεκτος· ὡς ἐν τῷ, κάμινον παῖδες πυρίφλεκτον πάλαι δροσοβολοῦσαν ἀπέδειξαν. |
| π 3196 | Πυργαῖος. |
| π 3197 | Πυργηδόν: στοιχηδόν, κατὰ τάξιν. |
| π 3198 | Πυργηρούμενοι: τὰ τείχη φυλάττοντες. |
| π 3199 | Πυργιώτης: ἀπὸ τόπου. |
| π 3200 | Πυργίσκοι καὶ Θησαυροφυλάκια: σκεύη κατ’ οἶκον. καὶ Ἀποπυργίζω. Διαγόρας ἔγραψε τοὺς Ἀποπυργίζοντας λόγους, ἀναχώρησιν αὐτοῦ καὶ ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης· ἄθεος γὰρ ἦν τὸ πρότερον. |
| π 3201 | Πυργοβάρεις: προμαχῶνες, οἱ ὀχυρώτεροι τῶν πύργων. λύσις ὀνείρου· πύργος πεσὼν δείκνυσιν· ἄνω ζήτει. |
| π 3202 | Πυργοῦται: ὑψοῦται. Δαμάσκιος· τοῖς ἐπὶ μήκιστον εὖ μάλα πυργώσασι τὴν φιλοσοφίαν, τοῖς περὶ Πυθαγόραν, Πλάτωνα· τοῖς δὲ νεωστὶ Πορφυρίῳ, Ἰαμβλίχῳ, Συριανῷ. |
| π 3203 | Πυργοφόρος: ἡ Ῥέα. ἐν Ἐπιγράμμασι· Ῥείης πυργοφόρου δείκελον εἰσορόων. ἐν Ἐπιγράμμασι· ὁ τραγικὸν φρόνημα καὶ ὀφρυόεσ‐ σαν ἀοιδὴν πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ, Αἰσχύλος. |
| π 3204 | Πυργώσας: ὑψώσας, αὐξήσας, μεγαλύνας, ἐπὶ τὸ σεμνότερον ἀγαγὼν τὰ ποιήματα. |
| π 3205 | Πυργώτης: ὄνομα κύριον. |
| π 3206 | Πύργοι: τάξεις. |
| π 3207 | Πύργοι· ζήτει ἐν τῷ Βυζάντιον. |
| π 3208 | Πυραί: πυρκαϊαί. |
| π 3209 | Πυρραῖς γένυσι: ξανθαῖς θριξί. |
| π 3210 | Πυραίχμης. |
| π 3211 | Πῦρ ἐπὶ πυρί: παροιμία, ἧς μέμνηται καὶ Πλάτων. κακὸν ἐπὶ κακῷ. |
| π 3212 | Πυρεῖον: θυμιατήριον. οἱ δὲ Ἕλληνες κατέλιπον πυρεῖα καὶ δᾷδα, δόντες Σίνωνι σκοπὸν ἐσόμενον· ὁ δὲ τὰ πυρεῖα καὶ τὸν πυρσὸν ἀνίσχει τοῖς πολεμίοις. ὁ δὲ Ἡράκλειος τάς τε πόλεις καθῄρει καὶ τὰ πυρεῖα διέστρεφε τῶν Περσῶν. καὶ Σοφοκλῆς· πυρεῖ’ ὁμοῦ τάδε. κείνου τὸ θησαύρισμα σημαίνει τόδε. τὰ δακτυ‐ λικὰ διὰ τοῦ ι. |
| π 3213 | Πυρήνη: ὄρος παρῆκον ἑσπερίαν Ἰβηρίαν, ὅπερ ἐστιν ἀσφάλεια τοῦ τόπου. καὶ Πυρηναῖα ὄρη. |
| π 3214 | Πυρηφόρον καὶ Πυρφόρον. |
| π 3215 | Πυρρίας· Πυρρίαις, δούλοις· ὄνομα γὰρ δούλου ὁ Πυρρίας. |
| π 3216 | Πυρίβια: τὰ εἰς τὸ πῦρ πίπτοντα ζωΰφια. τῶν γὰρ ζῴων τὰ μὲν χωρὶς μίξεως γίνονται, ὡς τὰ πυρίβια καὶ ὁ φοίνιξ τὸ ὄρνεον καὶ αἱ εὐλαί. |
| π 3217 | Πυριήτης: λίθος. |
| π 3218 | Πυριλαμπίς: πτηνόν τι μικρόν, ὃ ἐν τῷ σκότει λάμπει, καλεῖται δὲ ὑπ’ ἐνίων λαμπυρίς. |
| π 3219 | Πυριλάμπης: ὄνομα κύριον. |
| π 3220 | Πύρινος πόλεμος: ὁ Ῥωμαίων πρὸς Κελτίβηρας συσταθείς· θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε συνέχειαν τῶν ἀγώνων· τοὺς γὰρ κατὰ τὴν Ἑλλάδα πολέμους καὶ τοὺς κατὰ τὴν Ἀσίαν, ὡς ἐπίπαν μία μάχη κρίνει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμπτωσιν τῆς δυνάμεως· κατὰ δὲ τοῦτον τὸν πόλεμον τἀναντία συνέβαινε τοῖς προειρημένοις. τοὺς μὲν γὰρ κινδύνους ὡς ἐπίπαν ἡ νὺξ διέλυε, τῶν ἀνδρῶν οὔτ’ εἴκειν τῆς ψυχῆς οὔτε παρακαθιέναι τοῖς σώμασι βουλομένων διὰ τὸν κόπον, ἀλλ’ ἐξ ὑποστροφῆς καὶ μεταμελείας αὖθις ἄλλας ἀρχὰς ποι‐ ουμένων· τόν γε μὴν ὅλον πόλεμον καὶ τὴν συνέχειαν τῶν ἐκ διατάξεως διακρίσεων ὁ χειμὼν ἐπὶ ποσὸν διεῖργε. καθόλου γὰρ εἴ τις διανοηθείη πύρινον πόλεμον, οὐκ ἂν ἕτερον ἢ τοῦτον νοήσειεν. |
| π 3221 | Πυρίνῳ σίτῳ· γέρανοι γεωργοῦ κατενέμοντο χώρην ἐσπαρμέ‐ νην νεωστὶ πυρίνῳ σίτῳ. Πυρὸς γὰρ ὁ σῖτος. Ὅμηρος· πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲς κρῖ λευκόν. ἔζων ἐν πᾶσι λαγῴοις καὶ πύῳ καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου. |
| π 3222 | Πυρίτης ἄρτος: ὁ τοῦ σίτου. καὶ θηλυκῶς Πυρῖτις λίθος. ὅτι τὸ ἐκ πυρίτου λίθου φῶς ἄφαντον λέγεται καὶ ζήτει ἐν τῷ ἄφαντον φῶς. |
| π 3223 | Πυρίφλεκτος· ὡς ἐν τῷ, κάμινον παῖδες πυρίφλεκτον πάλαι. πυρ‐ άφλεκτος δέ, ὡς ἐν τῷ, βάτος ἐν ὄρει πυράφλεκτος. ἐφλέγετο γάρ, οὐ κατε‐ φλέγετο δέ. |
| π 3224 | Πυρρίχαις: ταῖς ἐνοπλίοις ὀρχήσεσι. |
| π 3225 | Πυρρίχη: εἶδος ὀρχήσεως. τρία δέ εἰσιν εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις καὶ κορδακισμός. Βάβριος· ἐμοὶ γένοιτο κἂν ὁδῷ βαίνειν μὴ καταγέλαστον μήτι πυρρίχην παίζειν. ἡ κάμηλος. πυρ‐ ρίχην ἔμαθε τὴν Κινησίου. οὗτος ὁ Κινησίας διθυραμβοποιὸς ἦν, ἐποίησε δὲ πύρριχον. ἢ ὅτι ἐν τοῖς χοροῖς πολλῇ κινήσει ἐχρῆτο. καὶ ἐπραγματεύσατο κατὰ τῶν κωμικῶν, ὡς εἶεν ἀχορήγητοι. ἦν δὲ καὶ περὶ τὸ σῶμα ὀκνηρὸς ἅμα καὶ κατεσκελετευκώς. δοκεῖ δὲ καὶ κατησχημονηκέναι τοῦ τῆς Ἑκάτης ἀγάλματος, ἤγουν κατατῖλαι. ἦν δὲ Θηβαῖος. Ἀγαθίας· ὁ δὲ Ναρσῆς συνεκρότει τὰς δυνάμεις καὶ ἐπερρώννυε τὸν θυμὸν ταῖς καθημέραν μελέταις, τροχάζειν ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι ἔς τε πυρρίχην τινὰ ἐνόπλιον περιδινεῖσθαι καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυά‐ λιον ἠχούσῃ. καὶ Πυρριχίζειν, μετὰ ὅπλων ὀρχεῖσθαι. καὶ Πυρρίχιος ὄρχησις. |
| π 3226 | Πυρκαϊά: ἡ φλόξ. |
| π 3227 | Πύρνος: τὸ ἀπόκλασμα τοῦ ἄρτου. |
| π 3228 | Πυρόεσσαν: ἐπίπνουν, πῦρ πνέουσαν. |
| π 3229 | Πυρόεις: ὁ πυρρός. |
| π 3230 | Πυροπίπας: ὁ Κλέων· διεβάλλετο γὰρ ὡς παιδεραστής. ἢ διὰ τὴν ἐν τῷ πρυτανείῳ σίτησιν. Πυρὸς γὰρ ὁ σῖτος. |
| π 3231 | Πυρορραγής: σαθρός, ἄχρηστος. ἀπὸ τοῦ ἐν ταῖς καμίνοις διαρρησσομένου κεράμου. Πυρορραγῆ κεράμια καλεῖται, ὅσα ἐν τῷ πυρὶ ῥήγνυνται ἐν τῷ ὀπτᾶσθαι. Κρατῖνος ἐν Ὥραις· ἴσως πυρορ‐ ραγὲς καὶ κακῶς ὠπτημένον. ὁ δὲ κέραμος πυρορραγὴς γενόμενος σαθρὸν ἠχεῖ. |
| π 3232 | Πύρρος· οὗτος διέβη τὸ δεύτερον ἐς Ἰταλίαν, οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν, διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν, ἀλλὰ δεσποτικὴν ταῖς πόλεσιν. ἐσαχθεὶς γὰρ ἐς Συρακούσας ὑπό τε Σωσιστράτου κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρ’ ἐκείνων χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι σʹ καὶ πᾶσαν ὑφ’ ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, ἐς αὐθάδειαν τυραννικὴν ἐτρέπετο. ἀμηχανοῦντα δὲ αὐτὸν καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες αὐτὸν οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρ‐ χος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς· ἦν γὰρ ἱερὸν πολύχρυσον, ἐκ παντὸς τοῦ χρόνου πεφυλαγ‐ μένον ἄθικτον ἔχον· ἐν ᾧ χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος. ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων καὶ τὴν ἀνάγκην κρείττονα παντὸς ἡγησάμενος τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο καὶ τὸν χρυσὸν ναυσὶν ἐνθέμενος ἀπέστειλεν ἐς Τάραντα. ἡ δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο· ἐναυάγησαν γὰρ αἱ νῆες, καὶ ὁ χρυσὸς ἀπεδόθη εἰς τὸ ἱερόν. |
| π 3233 | Πύρρος: ὄνομα κύριον. |
| π 3234 | Πυρός: ὁ σῖτος. Ὅμηρος· πυροί τε ζειαί τε. οἱ δὲ ἑφθοὶ πυροὶ πρὸς συνουσίαν εἰσὶν ἐγερτικοί. |
| π 3235 | Πυρρός: ὁ ξανθός. καὶ παροιμία· ἅπαξ πυρρὸς καὶ μὴ δέκατον χλωρός. ἐπὶ τῶν δανειζόντων. |
| π 3236 | Πυρὸς μένος: πῦρ περιφραστικῶς. |
| π 3237 | Πυροφόρον: σιτοφόρον. |
| π 3238 | Πύρρων, Πλειστάρχου, Ἠλεῖος, φιλόσοφος· ὃς ἦν ἐπὶ Φιλίπ‐ που τοῦ Μακεδόνος, κατὰ τὴν ριαʹ Ὀλυμπιάδα καὶ ἐπέκεινα. καὶ πρότερον μὲν ἦν ζωγράφος, ὕστερον δὲ ὥρμησεν ἐπὶ φιλοσοφίαν καὶ διήκουσε Βρύσωνος, τοῦ Κλεινομάχου μαθητοῦ, εἶτα Ἀλεξάνδρου, τοῦ Μητροδώρου μαθητοῦ, τοῦ Χίου, οὗ διδάσκαλος ἦν Μητρόδωρος ὁ Ἀβδηρίτης. ἐδόξασε δὲ μηδὲν φύσει αἰσχρὸν ἢ καλόν, ἀλλὰ ἔθει καὶ νόμῳ. |
| π 3239 | Πύρρων, Φλιάσιος, Τιμάρχου παῖς, μαθητὴς Τίμωνος φιλο‐ σόφου. |
| π 3240 | Πυρῶν: φλέγων, ἢ καίων. |
| π 3241 | Πυρρώνειοι: οἱ τὰ τοῦ Πύρρωνος φρονοῦντες αἱρετικοὶ οὕτως ἐκαλοῦντο ἀπὸ τοῦ διδασκάλου, ἀπορητικοί τε καὶ σκεπτικοί, ἐφεκτικοί τε καὶ ζητητικοί. ζητητικοὶ μὲν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν ἀλήθειαν, σκεπτικοὶ δὲ ἀπὸ τοῦ σκέπτεσθαι ἀεὶ καὶ μηδέποτε εὑρίσκειν, ἐφεκτικοὶ δὲ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν πάθους, λέγω δὴ τὴν ἐποχήν· ἀπορητικοὶ δὲ ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς. Θεοδόσιος δὲ ἐν τοῖς Σκεπτικοῖς οὔ φησι Πυρρώνειον καλεῖσθαι τὸν σκεπτικόν· εἰ γὰρ τὸ καθ’ ἕτερον κίνημα τῆς διανοίας ἄληπτόν ἐστιν, οὐκ εἰσόμεθα τὴν Πύρρωνος διάθεσιν· μὴ εἰδότες δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθ’ ἄν. πρὸς τῷ μηδὲ πρῶτον εὑρηκέναι τὴν σκεπτικὴν Πύρρωνα μηδὲ ἔχειν τι δόγμα. λέγοιτο δ’ ἂν Πυρρώνειος ὁμότροπος ταύτης τῆς αἱρέσεως. κατῆρξεν οὖν πρῶτος τῆς σκεπτικῆς Ὅμηρος· οὐ γὰρ ὁριστικῶς δογματίζει περὶ τὴν ἀπόφασιν. καὶ οἱ ζʹ δὲ σοφοὶ σκεπτικοί εἰσιν· οἷον τὸ μηδὲν ἄγαν, καὶ τὰ λοιπά. ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Εὐριπίδης. ἐν οἷς Ἀρχίλοχός φησι· τοῖος ἀνθρώ‐ ποις νοῦς γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἡμέρην ἄγει. καὶ Εὐριπίδης· τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτή‐ μεθα· δρῶμέν τε τοιαῦθ’ ἃ δὴ τυγχάνεις θέλων. |
| π 3242 | Πυρρώνιος: ὄνομα κύριον. |
| π 3243 | Πύρρωνος: ὄνομα κύριον. |
| π 3244 | Πύρωσον τοὺς νεφρούς μου: ἀντὶ τοῦ ... |
| π 3245 | Πῦρ παλάμη: ὁ ταχέως τι ἐπινοῶν, καὶ παλαμώμενος ἴσα πυρί. |
| π 3246 | Πυρπολεῖται: καίεται, ἐμπυρίζεται. |
| π 3247 | Πυρσεύει: πῦρ ἐξάπτει. καὶ Πυρσεύω σοι τὴν σωτη‐ ρίαν, ἀντὶ τοῦ ἐμφαίνω καὶ ἀνάπτω καὶ ἄνωθεν δεικνύω τὸ κάλλι‐ στον, οἷά τις πυρσὸς καὶ φρυκτωρία ἄνωθεν ἐπιδεικνύουσα τὸ σῷζον τοῖς εἰς λιμένα καὶ ὅρμον ἐπειγομένοις. καὶ φρυκτωρία μέν ἐστιν αὐτὴ ἡ τοῦ δεικνύειν ἐνέργεια, πυρσὸς δὲ καὶ φρυκτὸς καὶ φρυκτω‐ ρήμενον αὐτὸ τὸ δεικνυόμενον, ὁ δὲ δεικνὺς καὶ ἐνεργῶν φρυκτωρός. τὸ δὲ ῥῆμα φρυκτωρεῖ, ἐξ οὗ ἡ μετοχὴ φρυκτωρῶν. |
| π 3248 | Πυρσεύσασαν: φλέξασαν. |
| π 3249 | Πυρσοί: λαμπάδες, πυρκαϊαί, λαμπτῆρες, φρυκτωρίαι. |
| π 3250 | Πυρσουρίδας· ὅτι Περσεὺς ὁ Μακεδὼν κατὰ πᾶσαν Μακε‐ δονίαν κατασκευασάμενος πυρσουρίδας διὰ τούτων ὀξέως ἐμάνθανε τὰ πανταχῆ γινόμενα. οὕτως οἱ νῦν φανοὶ οἱ τὴν τῶν βαρβάρων ἔφοδον προσημαίνοντες. |
| π 3251 | Πυρφόρος: πῦρ φέρων. πυρφόρους δὲ ἔλεγον τοὺς ἱερέας τοὺς ἐπιβώμιον πῦρ ἀνάπτοντας. ἐν τοῖς οὖν πολέμοις εἰώθασι τῶν ἱερέων οἱ νενικηκότες φείδεσθαι. ἐπὶ δὲ τῶν παντελῶς ἡττηθέντων καὶ συμπατηθέντων ἐν τῷ πολέμῳ, εἰώθασιν ὑπερβολῇ χρώμενοι οὕτως λέγειν, ὅτι οὕτως ἀπώλοντο, ὥστε οὐδὲ πυρφόρος (ταὐτὸν δὲ εἰπεῖν ἱερεύς) ὑπελείφθη τῷ στρατῷ. |
| π 3252 | Πυρφόρος: ᾧ ἐχρήσατο Πασιστράτης ὁ τῶν Ῥοδίων ναύαρχος. ἦν δὲ κημός· ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς πρώρας ἀγκύλαι δύο παρέκειντο παρὰ τὴν ἐντὸς ἐπιφάνειαν τῶν τοίχων, εἰς ἃς ἐνηρμό‐ ζοντο κοντοὶ προτείνοντες τοῖς κύμασιν εἰς θάλατταν· ἐπὶ δὲ τὸ τούτων ἄκρον ὁ κημὸς ἁλύσει σιδηρᾷ προσήρτητο πλήρης πυρὸς, ὥστε κατὰ τὰς ἐμβολὰς καὶ παραβολὰς εἰς μὲν τὴν πολεμίαν ναῦν ἐκταράτ‐ τεσθαι πῦρ, ἀπὸ δὲ τῆς οἰκείας πολὺν ἀφεστάναι τόπον, διὰ τὴν ἔγκλισιν. |
| π 3253 | Πύσει: σήψει. Ὅμηρος· σέο δ’ ὀστέα πύσει ἄρουρα, κειμένου ἐν Τροίῃ. σημειωτέον, ὅτι τῶν ἐπὶ ξένης τελευτώντων οὐκ ἀπεκομί‐ ζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. |
| π 3254 | Πύσμα: ἐρώτημα. ὅτι διαφέρει πύσμα καὶ ἐρώτημα καὶ ἀξίωμα. καὶ ζήτει ἐν τῷ ἀξίωμα. |
| π 3255 | Πύσματα· ὅτι τὰς ἐρωτήσεις, τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, πύσματα ἔθος λέγειν τοῖς νεωτέροις. οἷον, τί ἐστιν ἄνθρωπος. διαλεκτικὴ δὲ πρότασίς ἐστι, πρὸς ἣν ὁ ἐρωτώμενος δύναται ἀποκρίνασθαι ναὶ ἢ οὔ. |
| π 3256 | Πύστεις: ἐρωτήσεις. πάσης ἐρωτήσεως καὶ πύστεως ὁ χρησμὸς ἀνέστελλεν αὐτούς. Πύστις καὶ ἡ φήμη. πύστιν κατ’ ἐσθλὴν ὕδατος παιωνίου ἦλθε πόθ’ ἑρπύζουσα σὺν δρυὸς ξύλῳ. μαθὼν τὸν ἀδελφὸν αὐτοῦ κατὰ τὴν τῆς ἐπιστρατείας αὐτοῦ πύστιν προσιόντα. κατὰ φήμην ἢ ἐρώτησιν. |
| π 3257 | Πυτακίδῃ. |
| π 3258 | Πυτίζω: πταίω. |
| π 3259 | Πυτιναῖα· ὡς Διϊτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ ᾑρέθη φύλαρχος. καὶ αὖθις· Διϊτρέφης ἀνεπτέρωκεν, ἐπὶ τῶν ἀναπειθόντων ἐπί τι πρᾶγμα. δεινῶς τέ μου τὸ μειράκιον ὁ Διϊτρέφης λέγων ἀνεπτέρωκεν, ὥσθ’ ἱππηλατεῖν. ὁ Διϊτρέφης οὗτος πλούσιος ἦν καὶ δυνάμενος ἱπποτροφεῖν, πρότερον πυτινοπλοκῶν γέγονε φύλαρχος. ὃς εὐτυχήσας συνεβούλευε καὶ ἄλλοις ἱππαρχεῖν. |
| π 3260 | Πυτίνη: πλέγμα ἀπὸ θαλλῶν, ἅπερ Διϊτρέφης ὁ νεόπλουτος ἔπλεκε. καὶ ἀλλαχοῦ φησι. Διϊτρέφης πυτιναῖα ἔχων πτερά. Πυ‐ τίνη οὖν, ὅπερ λέγεται παρ’ ἡμῖν φλασκίον. |
Also published as PDF.