---
title: "Lexicon, Letter Π"
title_greek: "Σοῦδα, Στοιχεῖον Π"
author: Suda
eul_wid: wus-ap
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-pi-wus-ap"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Π

*Σοῦδα, Στοιχεῖον Π*

**Author:** Suda

**eul_wid:** `wus-ap` · [HTML page](https://eulogikon.org/works/suda-pi-wus-ap)

## Text

### π 1

Παγανοί: ἀστράτευτοι. συνέθεον δὲ γύναια τε καὶ οἱ ἐν στρα‐ τείᾳ καὶ παγανοί.

### π 2

Παγάς· Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων.

### π 3

Πάγας: δίκτυα, παγίδας. καὶ τοῦτο δήπου τὸ τοῦ Αἰσχύλου, τοῖς ἑαυτοῦ πτεροῖς περιπεσὼν καὶ ἐνσχεθεὶς ταῖς πάγαις ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε. τεύχων ὡς ἑτέρῳ τις, ἑῷ κακὸν ἥπατι τεύχει.

### π 4

Παγασαί: πόλις.

### π 5

Παγασιτικὸς κόλπος.

### π 6

Πάγγαιον: ὄνομα ὄρους.

### π 7

Παγῆναι: πηγῆναι.

### π 8

Παγίδι.

### π 9

Παγκάλης: πάνυ καλῆς. Πάγκαλος δέ.

### π 10

Παγκρατιασταῖς: ἀθληταῖς, πύκταις τοῖς χερσὶ καὶ ποσὶ πυκτο‐ μαχοῦσι.

### π 11

Παγκράτιον: πυγμή, ἀγών, ἄθλησις.

### π 12

Παγκράτιος, σοφιστής. εἰς τὴν Μινουκιανοῦ τέχνην ὑπόμνημα.

### π 13

Παγκράτιος: τούτου φέρονται Ὀψαρτυτικὰ καθ’ ἑκάστην τρο‐ πήν. ἤκμαζεν ἐπὶ τῶν χρόνων Λέοντος τοῦ πρεσβύτου, καὶ ἕως Ζή‐ νωνος.

### π 14

Πάγκοινος λίμνη: ἡ τοῦ ᾅδου. ἀλλ’ οὔτοι τόν γ’ ἐξ ἀΐδα παγκοίνου λίμνας ἀνστάσεις, οὔτε γόοις οὔτε λιταῖσιν. παγκοίνου, εἰς ἣν ἅπαντας ἀφικέσθαι δεῖ. ὁ δὲ νοῦς· οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεοὺς τοῦτον ἀναστήσεις. Ὁμηρικῶς· οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. καὶ Αἰσχύλος· μόνος θεῶν γε θάνατος οὐ δώρων ἐρᾷ. οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος.

### π 15

Πάγον εὐτείχη: ἐν ὄρει τετειχισμένην.

### π 16

Πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. αὔλια καὶ Νυμ‐ φῶν ἱερὸς πάγος, αἵ θ’ ὑπὸ πέτρῃ πίδακες ἥ θ’ ὕδασι γειτονέουσα πίτυς.

### π 17

Παγχενῖτις: ὄνομα χώρας.

### π 18

Πάγχυ: παντελῶς.

### π 19

Πάδος: ὄνομα ποταμοῦ, τοῦ παρ’ Ἕλλησιν Ἠριδανοῦ ὀνομαζο‐ μένου.

### π 20

Πάθας: πάθη, ξυμφοράς. ὁ δὲ ἐπῆγε τήν τε ἀποστέρησιν τῶν χρημάτων καὶ τὴν καταδίκην καὶ μέντοι καὶ τὰς προτέρας αὐτοῦ τὰς ἀδίκους πάθας. Πάθας θηλυκῶς. Σοφοκλῆς· καὶ τὰς μὲν ἔνδον οὐκ ἔχω λέγειν πάθας.

### π 21

Πάθαι: αἱ συμφοραί. Οἰδίπους· στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον. στέργειν τὰ δυστυχήματα ὁ πολὺς ἐποίησε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας πλεονέκτημα.

### π 22

Πάθη: ἡ κάκωσις. ἀκόλουθον σφίσι πάθην ἐπηρτημένην ὁρῶντα, ἣν λαθεῖν ἀδύνατον. καὶ αὖθις· καὶ ἄλλας μυρίας εἴποιμι ἂν δίκης ἀμελουμένης ἀκόλουθα πάθας.

### π 23

Πάθη: θηλυκῶς τὸ πάθος. οἷαι γὰρ αἱ πάθαι τῆς ψυχῆς κατὰ τὴν θέαν, τοιαύτας καὶ τὰς ἀποβάσεις εἶναι ἀνάγκη.

### π 24

Πάθη δύο: πόνος καὶ ἡδονή. καὶ ἡ μὲν ἡδονὴ λεία κίνησις, ὁ δὲ πόνος τραχεῖα κίνησις. καὶ ἡ μὲν ἡδονὴ εὐδοκητὴ πᾶσι ζῴοις, ὁ δὲ πόνος ἀποκρουστικός.

### π 25

Παθηζίτης: ὄνομα κύριον.

### π 26

Πάθος λέξεως· ὁμωνυμία, ὡς κύων. μεταφορά· ὡς τιθηνὸς ἡ γῆ. κατάχρησις ἐντεῦθεν καὶ ἡ ἀσάφεια.

### π 27

Πάθος: ὅτι τὸ τοῦ πάθους ὄνομα διχῶς λέγεται· ἢ γὰρ τὸ εἰς φθορὰν ἄγον ἢ εἰς τελείωσιν. λέγεται γὰρ πάσχειν τὸ ξύλον ὑπὸ τοῦ πυρὸς, ὡς εἰς φθορὰν ἀγόμενον, λέγεται πάσχειν καὶ τὰς αἰσθή‐ σεις ὑπὸ τῶν αἰσθητῶν, ἀντὶ τοῦ τελειοῦσθαι, καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἄγεσθαι. ὅτι ἐκ τῶν παθῶν τοῦ σώματος διαβαίνει τι πρὸς τὴν ψυχήν· ἀλγοῦντι γὰρ συναλγεῖ καὶ εὐθυμοῦντι συνήδεται. ὅτι καὶ ἐμποδίζει αὐτῇ τὸ σῶμα τοιῶς ἢ τοιῶς διακείμενον, οὐδεὶς ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ διέβαινεν ἀπὸ τῆς πρὸς αὐτὸ σχέσεως συμπάθειά τις ἐπὶ τὴν ψυχὴν οὕτως, ὡς τῆς κοιλίας τοῦ ἐγκεφάλου τῆς ὄπισθεν παθούσης τὸ μνημονευτικὸν πάσχειν. περὶ παθῶν· ὅτι τῆς ψυχῆς μέρη τὰ εʹ αἰσθητήρια καὶ τὸ φωνητικὸν μόριον καὶ τὸ δια‐ νοητικόν, ὅπερ ἐστὶν ἡ διάνοια. ἐκ δὲ τῶν ψευδῶν ἐπιγίγνεσθαι τὴν διαστροφὴν ἐπὶ τὴν διάνοιαν, ἀφ’ ἧς πολλὰ πάθη βλαστάνειν καὶ ἀκαταστασίας αἴτια. ἔστι δὲ αὐτὸ τὸ πάθος ἡ ἄλογος καὶ παρὰ φύσιν ψυχῆς κίνησις ἢ ὁρμὴ πλεονάζουσα. τῶν παθῶν τῶν ἀνωτάτω γένη τέσσαρα, λύπη, φόβος, ἐπιθυμία, ἡδονή. δοκεῖ δὲ τὰ πάθη κρίσεις εἶναι· ἥ τε γὰρ φιλαργυρία ὑπόληψίς ἐστι τοῦ τὸ ἀργύριον καλὸν εἶναι. καὶ ἡ μέθη δὲ καὶ ἡ ἀκολασία ὁμοίως καὶ τὰ ἄλλα. καὶ τὴν μὲν εἶναι συστολὴν ἄλογον, εἴδη δὲ αὐτῆς ἔλεος, φθόνος, ζῆλος, ζη‐ λοτυπία, ἄχθος, ἐνόχλησις, ἀνοία, ὀδύνη, σύγχυσις. ἔλεον μὲν ὡς ἐπὶ ἀναξίως κακοπαθοῦντι, φθόνον δὲ λύπην ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, ζῆλον δὲ λύπην ἐπὶ τῷ ἄλλῳ παρεῖναι ὧν καὶ αὐτὸς ἔχει, ἄχθος λύπην βαρύνουσαν, ἐνόχλησιν λύπην στενοχωροῦσαν καὶ δυσχωρίαν παρα‐ σκευάζουσαν, ἀνοίαν λύπην ἐκ διαλογισμῶν μένουσαν ἢ ἐπιτεινομένην, ὀδύνην λύπην ἐπίπονον, σύγχυσιν λύπην ἄλογον, ἀποκλείουσαν καὶ κωλύουσαν τὰ παρόντα συνορᾶν. ὅτι ἡ ἀθανασία τῆς ζωῆς πάθος ἐστὶν ἢ σύμπτωμά τι. ὅτι δὲ πάθος ἢ σύμπτωμά τι ἡ ἀθανασία τῆς ζωῆς, δειχθήσεται ἐπὶ ὑποθέσει τῇ ἐκ θνητοῦ ἀθάνατον γίγνεσθαι· οὐ γὰρ μεταλήψει ἄλλης ζωῆς ἀθάνατον ἔσται τὸ θνητόν, ἀλλ’ ὡς συμπτώ‐ ματί τινι καὶ πάθει· ἡ γὰρ αὐτὴ ζωὴ παθοῦσα ἀθανασία ἐστίν. εἰ δὲ πάθους αἰτία ἡ ζωὴ ἀθανασία γίνεται, εἴη ἂν πάθος ἡ ζωὴ τῆς ἀθανασίας. εἰ οὖν τοῦ πάθους τοῦ ἰδίου τὸ πεπονθὸς οὐκ ἔστι γένος (σύμπτωμά τι γὰρ καὶ συμβεβηκὸς τὸ πάθος τοῦ πεπονθότος, ἀλλ’ οὐκ εἶδος), οὐδ’ ἂν τῆς ἀθανασίας γένος εἴη ἡ ζωή· οὐδὲ γὰρ γλυ‐ κύτητος τὸ σῶμα γένος οὐδὲ ἡδονῆς ἢ λύπης ψυχή. λέλεκται περὶ τούτου καὶ ἐν τῷ ἀθάνατος, ἀλλ’ ἐνταῦθα πλατύτερον.

### π 28

Πάθωμεν: αὐθυπότακτον.

### π 29

Πάκατος, ὁ Μινούκιος χρηματίσας καὶ Εἰρηναῖος, Ἀλεξανδρεύς, γραμματικός. Περὶ τῆς Ἀλεξανδρέων διαλέκτου ἢ περὶ Ἑλληνισμοῦ βιβλία ζʹ· ἔστι δὲ κατὰ στοιχεῖον· Περὶ Ἀττικῆς συνηθείας τῆς ἐν λέξει καὶ προσῳδίᾳ βιβλία γʹ· ἔστι δὲ κατὰ στοιχεῖον· Περὶ ἰδιωμάτων τῆς Ἀττικῆς καὶ τῆς Δωρίδος διαλέκτου, Περὶ Ἀττικισμοῦ, καὶ ἄλλα πολλά.

### π 30

Πάκορος: ὄνομα κύριον. τῇ τε γὰρ Κράσσου καὶ τῶν ἀμφ’ αὐτὸν φθορᾷ ἀντίρροπον γενέσθαι τὴν Πακόρου καὶ τῆς ξὺν αὐτῷ δυνάμεως ἀπώλειαν.

### π 31

Πακτοῦν: κλείειν, ἀσφαλίζεσθαι. μοχλοῖσι τὰ προπύλαια πακ‐ τοῦν. Ἀριστοφάνης Λυσιστράτῃ.

### π 32

Πακτωλός: ὄνομα ποταμοῦ.

### π 33

Πακτυηνή: ὄνομα πόλεως. καὶ Πακτυνή.

### π 34

Παλλάδιον: τοῦτο ἦν ζῴδιον μικρὸν ξύλινον, ὃ ἔλεγον εἶναι τετελεσμένον, φυλάττον τὴν βασιλείαν τῆς Τροίας· ἐδόθη δὲ Τρωῒ τῷ βασιλεῖ κτίζοντι τὴν πόλιν ὑπὸ Ἀσίου τινὸς φιλοσόφου καὶ τελεστοῦ· διὸ δὴ εἰς τιμὴν Ἀσίου τὴν ὑπ’ αὐτοῦ βασιλευομένην χώραν πρότερον Ἤπειρον λεγομένην Ἀσίαν ἐκάλεσεν. οἱ δὲ ποιητικῶς γράψαντες ἐκ τοῦ ἀέρος εἶπον τὸ παλλάδιον τοῦτο κατενεχθῆναι τῷ Τρωῒ βασι‐ λεύοντι Φρυγῶν. τοῦτο Διομήδης καὶ Ὀδυσσεύς, ὅτε τὴν πρεσβείαν ἐποιήσαντο πρὸς Πρίαμον, ἐκ τοῦ ἱεροῦ ἐσύλησαν, προδεδωκυίας αὐτὸ Θεανοῦς τῆς τοῦ Ἀντήνορος γυναικός, ἱερείας τυγχανούσης καὶ φυλατ‐ τούσης αὐτό· ἦσαν γὰρ ἀπὸ χρησμοῦ καὶ Ἀντήνορος μαθόντες, ὅτι ἕως οὗ μενεῖ τὸ παλλάδιον ἐν τῇ Τροίᾳ, ἀσάλευτος ἔσται ἡ βασιλεία τῶν Φρυγῶν. πολλὴ τοίνυν μεταξὺ Αἴαντος καὶ Ὀδυσσέως ἐκινήθη ἔρις, τίς τοῦτο εἰς τὴν ἰδίαν ἀπενέγκοι πατρίδα, δικαζόντων αὐτοῖς τῶν ἄλλων βασιλέων καὶ προμάχων. πολλῶν τοίνυν μεταξὺ λόγων κινηθέντων, καὶ γενομένης ὀψίας, ἔδοξεν αὐτοῖς παραθέσθαι τὸ βρέτας Διομήδει, μέχρις ἂν γένηται πρωΐ. καὶ τούτου γενομένου, διὰ τῆς νυκτὸς εὑρέθη ὁ Αἴας ἐσφαγμένος ἀδήλως. ὑπενόουν δὲ δόλῳ φο‐ νεῦσαι αὐτὸν τὸν Ὀδυσσέα. καὶ φιλονεικήσαντες πρὸς ἀλλήλους ἀπέ‐ πλευσαν. ζήτει ἐν τῷ Διομήδειος ἀνάγκη.

### π 35

Παλλάδιος, Παλλαδίου, Μεθωναῖος, σοφιστής. γέγονε δὲ ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως. Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν, Δια‐ λέξεις, λόγους διαφόρους, Ὀλυμπιακόν, Πανηγυρικόν, Δικανικόν.

### π 36

Παλλαδίων χρυσουμένων: ἐν ταῖς πρώραις τῶν τριήρων οἱ Ἀθηναῖοι ἀγάλματά τινα ξύλινα τῇ Ἀθηνᾷ καθίδρυον, ὧν ἐπεμελοῦντο μέλλοντες πλεῖν.

### π 37

Παλάθαι: μᾶζαι σύκων. καὶ Παλασίων, τῶν πεπατημένων ἰσχάδων. παλάθαι δὲ εἶδος βοτάνης. Παλάθαι, τὰ ἐκ τρυγὸς πλάσματα· ἢ ἡ ἐπάλληλος θέσις τῶν σύκων.

### π 38

Παλλακή, Παλλακὶς δέ.

### π 39

Παλάμαι: αἱ τέχναι, χεῖρες. ὦ παλάμαι θνητῶν, ὦ δύστηνα γένη βροτῶν, οἷσι μὴ μέτριος αἰών. οὗτος. καὶ ἑξῆς.

### π 40

Παλαμᾶσθαι: τεχνάζεσθαι. καὶ Παλαμάσθω· πρὸς ταῦθ’ ὅ τι χρῆ καὶ παλαμάσθω, καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω· τὸ γὰρ εὖ μετ’ ἐμοῦ, καὶ τὸ δίκαιον ξύμμαχον ἔσται. καὶ οὐ μήθ’ ἁλῶ κακὰ πράσσων. καὶ αὖθις· ὁποῖα παλαμᾶται. ἀντὶ τοῦ τεχνάζεται. καὶ Ἀπά‐ λαμνος παρ’ Ὁμήρῳ, ὁ ἄτεχνος.

### π 41

Παλάμη: τέχνη. Ἡρόδοτος· ἔλεγέ σφιν ὡς δοκέοι ἔχειν πα‐ λάμην, τῇ ἐλπίζοι τῶν βασιλέως συμμάχων ἀποστήσειν τοὺς ἀρίστους. Παλάμῃ οὖν τῇ ἀρχῇ.

### π 42

Παλαμήδειος λόγος: τοῦ Παλαμήδους.

### π 43

Παλαμήδης, Ἐλεατικός, γραμματικός. Κωμικὴν καὶ τραγικὴν λέξιν, Ὀνοματολόγον, ὑπόμνημα εἰς Πίνδαρον τὸν ποιητήν.

### π 44

Παλαμήδης, Ναυπλίου καὶ Κλυμένης, Ἀργεῖος, ἐποποιός. ἦν δὲ οὗτος ἀνεψιὸς τοῦ βασιλέως Ἀγαμέμνονος πρὸς μητρός. ἔσχε δὲ εὐφυῶς πρός τε φιλοσοφίαν καὶ ποιητικὴν καὶ εὑρετὴς γέγονε τοῦ ζ στοιχείου καὶ τοῦ π καὶ τοῦ φ καὶ τοῦ χ, ψήφων τε καὶ πεσσῶν καὶ κύβων καὶ μέτρων καὶ σταθμῶν. τὰ δὲ ποιήματα αὐτοῦ ἠφανίσθη ὑπὸ τῶν Ἀγαμέμνονος ἀπογόνων διὰ βασκανίαν. ὑπολαμβάνω δὲ καὶ τὸν ποιητὴν Ὅμηρον αὐτὸ τοῦτο πεπονθέναι καὶ μηδεμίαν τοῦ ἀν‐ δρὸς τούτου μνήμην ποιήσασθαι. ὅτι ἠφανίσθη τὰ Παλαμήδους ποιή‐ ματα διὰ βασκανίαν ὑπὸ Ὁμήρου. ἅπτεται δὲ καὶ τῶν μεγίστων ἀν‐ δρῶν ὁ φθόνος· ὡς εἴθε μὴ παρεισέδυ τῷ βίῳ, ἢ παρεισδὺς μή μου περιέσοιτο· ἐρρέσθω δὲ καὶ ἀπέστω. ὅσα γὰρ δέδηγμαι τὴν καρδίαν, καὶ οἷα δέδορκα τῷ μακρῷ χρόνῳ. ἀλλ’ εἴη μοι βίος πανεπάρκιος. ὄμμα βάλοι δὲ μήποτ’ ἐφ’ ἡμετέραις ἐλπίσι βασκανίη· φησί τις τῶν παλαιῶν.

### π 45

Παλαμήδης· οἶδα δ’ ἐγὼ καὶ δὴ πότερον ἐκ τοῦ Παλαμήδους. ὡς ἐκεῖνος τὰς πλάτας ῥίψω γράφων. ὥσπερ Οἴαξ τῷ Ναυπλίῳ γράφει τῷ πατρὶ τὸν Παλαμήδη ἐν διαφόροις πλάταις καὶ ῥιπτεῖ εἰς θάλασσαν, ὥστε μιᾷ γέ τινι Ναυπλίῳ περιπεσεῖν. πόθεν οὖν γ’ ἔκειντό μοι πλά‐ ται; ταδὶ τἀγάλματα ἀντὶ πλατῶν γράφων διαρρίπτοιμι. βέλτιον πολύ. ξύλον γέ τοι καὶ ταῦτα, κἀκεῖν’ ἦν ξύλον.

### π 46

Παλαμναῖος: φονεύς, ἢ μιαρός. παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες, παρὰ τὴν παλάμην. καὶ Ζεὺς Παλα‐ μναῖος, ὁ τοὺς τοιούτους τιμωρούμενος· καὶ Προστροπαῖος, ὁ προσ‐ τρέπων τὸ ἄγος αὐτοῖς. Βάβριος· οὐχὶ τὸν μῦν εἶπεν, ἡ παλα‐ μναία, δέδοικα μή μου τὴν δορὰν δάκῃ φεύγων· χαίτην δ’ ἔμελλε τὴν ἐμὴν καταισχύνειν. ὁ λέων φησὶ περὶ μυός. καὶ αὖθις· οὐκ ἄνθρω‐ ποι ἔδοξαν εἶναι ἀλλὰ δαίμονες παλαμναῖοί τινες. Αἰλιανός· ὁ δὲ πρὸ τῆς ἐς τοὺς πολεμίους συμπλοκῆς, ὡς εἶδεν ἀπολλύμενόν οἱ τὸν λεών, ἐνετολμήσατο κακὸν κακῷ μείζονι ὁ παλαμναῖος ἄρα ἐκεῖνος σβέσαι. προστάττει γοὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν.

### π 47

Παλαμωμένων: χερσὶν ἐργαζομένων. τὴν ἐκ τῶν Ῥωμαίων παλαμήσασθαι σωτηρίαν.

### π 48

Παλαμῶν: τεχνῶν, ἢ χειρῶν.

### π 49

Παλλάντιον· ὁ Ῥωμύλος μετὰ τὸ καταστῆσαι τὰ πολιτικὰ ἀνε‐ νέωσε καὶ τὸ καλούμενον ἀπὸ Πάλλαντος Παλλάντιον, τὸν βασιλικὸν οἶκον.

### π 50

Παλλάς: παρθένος μεγάλη. ἔστι δὲ ἐπίθετον Ἀθηνᾶς· ἀπὸ τοῦ πάλλειν τὸ δόρυ, ἢ ἀπὸ τοῦ ἀνῃρηκέναι Πάλλαντα, ἕνα τῶν Γιγάντων.

### π 51

Παλατῖνοι: εἶδος ἄρτων, οὓς ἐφιλοτιμήσατο τῷ δήμῳ Κωνσταν‐ τῖνος ὁ μέγας, καθ’ ὃν ὑπάτευε χρόνον, οὕτως ὀνομάσας αὐτούς, οἷα ἐκ τοῦ παλατίου χορηγουμένους. προσέθηκε δὲ τούτοις καὶ κρέα καὶ οἶνον καὶ ἔλαιον· ὧν μέχρι τινὸς ἡ πόλις ἀπήλαυσε, τῶν ὑπ’ αὐτοῦ ῥιφέντων φέρουσα τὰ γνωρίσματα.

### π 52

Παλάμῃ: τῇ ἀρχῇ.

### π 53

Πάλαι: ἐπίρρημα χρόνου δηλωτικόν.

### π 54

Παλαιγενές: πρεσβύτατον. Ἀριστοφάνης· χαῖρ’, ὦ πρεσβῦτα παλαιγενές. οὐχ ὡς σεμνόν τινα προσηγόρευσε διὰ τὸν χρόνον· τοὺς γὰρ εὐήθεις ἀρχαίους καὶ παλαιοὺς ἔλεγον. ἀντὶ τοῦ ἀνόητε. καὶ Εὐριπίδης· ἀρχαῖον εἴρηκας. ἀντὶ τοῦ εὔηθες. εὐεργετῆσαι γὰρ τὸ σῶμ’ οὐ βούλομαι. ὅτι ἡ παλαιὰ ἐν πίθῳ εὑρέθη. καὶ ζήτει ἐν τῷ Ὠρι‐ γένης.

### π 55

Παλαιεύς.

### π 56

Παλαιόν· οἱ ῥήτορες ἐχρήσαντο τῷ παλαιὸν ἐπὶ ἀργυρίου ἐκ δανείσματος ὀφειλομένου. οὕτως Λυσίας ἐν τῷ πρὸς Ἀλκίβιον· καίτοι, εἰ ἀποδεδώκει τῷ Κτησικλεῖ τὰς νʹ παλαιάς, ὥσπερ οὗτός φησι.

### π 57

Παλαιόν: τὸ πρὸ πολλοῦ χρόνου· ὡς παρ’ Ὁμήρῳ· ἦ ῥά νύ μοι ξεῖνος πατρώϊος ἐσσὶ παλαιός. καὶ τὸ διερρυηκός. ὡς τό, πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, ἠμὲν νέαι ἠδὲ παλαιαί.

### π 58

Παλαιὸς ἀφ’ οὗ χρόνος: ἀντὶ τοῦ ἐκ πολλοῦ χρόνου.

### π 59

Παλαίω· δοτικῇ.

### π 60

Παλαίπολις: ὄνομα τόπου.

### π 61

Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: ἐπὶ τῶν ποτε ἀκμα‐ σάντων, νῦν δὲ ἀσθενῶν ὄντων.

### π 62

Παλαίσμασιν: ἀντὶ τοῦ στρατηγήμασι. καὶ Ἀριστοφάνης· Φρυ‐ νίχου παλαίσμασι. στρατηγοῦντος γὰρ αὐτοῦ ἡττήθησαν Ἀθηναῖοι καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντι τὸν πόλεμον. τινὲς δὲ τοῦτον κωμικὸν ποιητὴν λέγουσιν, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἐγένετο δὲ στρατηγός, ἐφ’ οὗ πολλοὶ ἥμαρτον τῶν τραγικῶν καὶ ἄτιμοι ἐγένοντο.

### π 63

Παλαιστάς: σπιθαμάς, ἢ ἐν πάλῃ.

### π 64

Παλαιστηνός: ἐκ τοῦ παλαιστή, παλαιστής. Παλαιστῖνος δέ.

### π 65

Παλαιστής: ἀνταγωνιστής. σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χἀι σοφαὶ γνῶμαι ἐμποδίζονται θαμά.

### π 66

Παλαιστίνη: ὄνομα χώρας. καὶ Παλαιστῖνος, ὁ ἀπὸ Πα‐ λαιστίνης. πολλοῖς δὲ σταθμοῖς ἀφέστηκεν ἡ Βαβυλὼν τῆς Παλαι‐ στίνης.

### π 67

Παλαίστρα: τὸ γυμνάσιον. εὑρὼν δὲ πεδίον ὕπτιον καὶ καλὸν εἰς χρῆσιν ἵππων καὶ φάλαγγος ἐκάθαιρε καὶ διέσκαπτε καὶ τῷ πολέμῳ παλαίστρας ἐποίει.

### π 68

Παλαίτατος: ὁ παλαιός.

### π 69

Παλαίφατος, Ἀθήνησιν ἐποποιός, υἱὸς Ἀκταίου καὶ Βοιοῦς, οἱ δὲ Ἰοκλέους φασὶ καὶ Μετανείρας· οἱ δὲ Ἑρμοῦ. γέγονε δὲ κατὰ μέν τινας μετὰ Φημονόην, κατὰ δὲ ἄλλους καὶ πρὸ αὐτῆς. ἔγραψε δὲ Κοσμοποιΐαν εἰς ἔπη ͵εʹ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος γονάς, ἔπη ͵γʹ, Ἀφροδίτης καὶ Ἔρωτος λόγους καὶ φωνὰς ἔπη ͵εʹ, Ἀθηνᾶς ἔριν καὶ Ποσειδῶνος ἔπη ͵αʹ, Λητοῦς πλόκαμον.

### π 70

Παλαίφατος, Πάριος ἢ Πριηνεύς, γεγονὼς κατὰ Ἀρταξέρξην. Ἀπίστων βιβλία εʹ· Τρωικῶν βιβλία εʹ· τινὲς δὲ ταῦτα εἰς τὸν Ἀθη‐ ναῖον ἀναφέρουσι· πλὴν καὶ οὗτος ἔγραψε.

### π 71

Παλαίφατος, Ἀβυδηνός, ἱστορικός. Κυπριακά, Ἀττικά, Δηλιακά, Ἀραβικά. γέγονε δὲ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος· παιδικὰ δὲ Ἀριστοτέλους τοῦ φιλοσόφου, ὡς Φίλων ἐν τῷ ε στοιχείῳ τοῦ περὶ παραδόξου ἱστορίας βιβλίον αʹ καὶ Θεόδωρος ὁ Ἰλιεὺς ἐν δευτέρῳ Τρωϊκῶν.

### π 72

Παλαίφατος, Αἰγύπτιος ἢ Ἀθηναῖος, γραμματικός. Αἰγυπτιακὴν θεολογίαν, Μυθικῶν βιβλίον αʹ, Λύσεις τῶν μυθικῶς εἰρημένων, Ὑπο‐ θέσεις εἰς Σιμωνίδην, Τρωϊκά· ἅ τινες εἰς τὸν Ἀθηναῖον, τινὲς δὲ εἰς τὸν Πάριον ἀνήνεγκαν. ἔγραψε καὶ ἱστορίαν ἰδίαν.

### π 73

Παλαιφάτου: παλαιᾶς, καὶ ἀρχαίας· περὶ ἧς ἔφασαν ἔκπαλαι μύθους.

### π 74

Παλεός: ὁ σκώπτης. τίθεται καὶ ἐπὶ τοῦ ἄφρονος.

### π 75

Παλεῦσαι: ἐξαπατῆσαι, ὑπαγαγέσθαι. καὶ παροιμία· Παλεύει καλῶς τὴν ἀλώπεκα. καὶ Παλεύτρια, περιστερὰ πλάνος. Ἀρι‐ στοφάνης Ὄρνισι· κἀπαναγκάζει παλεύειν ἐν δικτύῳ. εἰώθασι γὰρ ἐκτυφλοῦν τινα τῶν ὀρνέων καὶ ἱστᾶν ἐν δικτύῳ.

### π 76

Πάλλει: κινεῖ, σείεται, ἅλλεται. καὶ ἐπὶ τῷδε τὸν θυμὸν συν‐ ελέξατο ὁ βάρβαρος καὶ τῷ πάλλεσθαι ὑπὸ τῷ τρόμῳ ἔληξε.

### π 77

Παλληναῖος: ὁ ἀπὸ Παλλήνης χώρας.

### π 78

Παλληνεύς: Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Παλλήνηθεν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δέ ἐστι καὶ ἐν Θρᾴκῃ Παλλήνη, γνώριμον.

### π 79

Παλλήνη: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδες.

### π 80

Παλληνικὸν βλέπειν: ἀντὶ τοῦ γενναῖον. Παλλήνη δὲ δῆμος τῆς Ἀττικῆς, ἔνθα Πεισιστράτῳ βουλομένῳ τυραννεῖν καὶ Ἀθηναίοις μὴ βουλομένοις συνέστη πόλεμος. βλέπειν δὲ Παλληνικὸν βούλεται εἰπεῖν ὠμῶς διακεῖσθαι καὶ τραχέως ἔχειν πρὸς τὸν ἐχθρόν, ὡς πάλαι πρὸς Πεισίστρατον τὸν τύραννον, ἡνίκα συνεστήσαμεν ἐν Παλλήνῃ τὴν μάχην. ἢ Βαλλήνη, κατὰ συγγένειαν τοῦ β πρὸς τὸ π, παρὰ τὸ βάλ‐ λειν λίθοις. θέλει γὰρ εἰπεῖν, ὅτι δεῖ ζητεῖν τὸν ἐχθρὸν καὶ λιθο‐ λευστεῖν αὐτόν.

### π 81

Παλίγκοτος: ὀργίλος, στυγνός, φοβερός, ἐναντίος. Ἀριστο‐ φάνης· μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν, ἤγουν μὴ ἐξ ὑποστροφῆς ὀργισθῇς καὶ πάλιν μετανοήσῃς, ἐφ’ οἷς ἡμᾶς εὐεργετεῖν διέγνως. καὶ ἐν Ἐπιγράμμασι· Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· ἓν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.

### π 82

Παλίγκυρτος: ἁλιευτικὸν ἀγγεῖον. Πολύβιος· τῶν γὰρ πο‐ λεμίων αὐτομάτως καθάπερ ἐς παλίγκυρτον αὑτοὺς καθεικότων, δυνά‐ μενος κρατῆσαι τῶν ἐχθρῶν τούτους παρέλιπε.

### π 83

Παλίλλογα: παλισύλλεκτα.

### π 84

Παλιλλογία: ταυτολογία.

### π 85

Παλιμβαλής: ὁ ἀνάταυρα πεσών. ὁ ὕπτιος.

### π 86

Παλίμβιος: ὡς ἐξ ἀναβιώσεως.

### π 87

Παλιμβολία: ἡ εὐμετάβλητος γνώμη. Ἀγαθίας· τῶν δὲ στρα‐ τηγῶν πολλὴ μὲν ὑπῆρχε παράταξις, πολλαὶ δὲ φρουραὶ καὶ ἀγρυπνίαι καὶ ἀνὰ τὰ πλήθη περινοστήσεις, ἐλπὶς καὶ δέος καὶ παλιμβολία.

### π 88

Παλίμβολον: ἀβέβαιον, ἄπιστον. τὸ γὰρ Σκυθικὸν εἶναι παλίμ‐ βολον.

### π 89

Παλίμβολος: ἀδόκιμος, εὐμετάβολος, ἀνελεύθερος. Κλήμης. δύ‐ ναται καὶ ἀντὶ τοῦ παλίμβολος ἐναντιόβολος, ἐναντιογνώμων, ὡς καὶ παλίνδης ὄνομα.

### π 90

Παλιμπετής: ὀπισθόρμητος.

### π 91

Παλίμφημα: δύσφημα, κακά, ἐναντία.

### π 92

Παλινάγγελος: ὀπίσω ἐπανελθὼν ἄγγελος.

### π 93

Παλινάγρετον: πάλιν καὶ αὖθις ὑστερόληπτον. ἢ ἀφ’ οὗ δύ‐ ναταί τις πάλιν διεγερθῆναι.

### π 94

Παλιγκάπηλος: ὁ μεταπράτης.

### π 95

Παλινδικεῖ: ἐπισυνάπτει δίκην. καὶ παλινδικίαν διδοὺς τοῖς ἀδίκως καταδικασθεῖσι.

### π 96

Παλίνδρομος: ὀπισθόρμητος. πέμψας αὐτῷ μνᾶς εἴκοσι πα‐ λινδρόμους ἀπέλαβε.

### π 97

Παλινδρομῶν: ὑποστρέφων.

### π 98

Παλιναίρετα: τὰ ἐπεσκευασμένα, καὶ οἷον ἐπίγναφα· οὐ καινὰ δέ, οὐδὲ ὑγιῆ.

### π 99

Παλιναίρετος· Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλο‐ φορηθέντος ἐνδείξει. μήποτε δὲ αἱρετὸν λέγει ὁ ῥήτωρ τὸν Πολύευκ‐ τον, ἐπειδήπερ συκοφαντῶν τινας, ἔπειτα λαμβάνων δῶρα, τούτοις αὐτοῖς ἐβοήθει· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο καὶ διὰ τοῦτο ἐκω‐ λύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν, ἣν ὤφειλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν. ἐκάλουν δὲ τοὺς τοιούτους παλιναιρέτους· ἀλλὰ καὶ τοὺς ἀποχειροτονηθέντας ἀρχήν τινα ἄρχειν καὶ πάλιν χειρο‐ τονηθέντας. Πίνδαρος δὲ ἐν Διθυράμβοις ἐπὶ τῶν καθαιρεθέντων οἰκο‐ δομημάτων καὶ ἀνοικοδομηθέντων ἐχρήσατο τῇ λέξει.

### π 100

Παλινοδία: ἐναντία ὁδός. Παλινῳδία δὲ ἐναντία ᾠδή, ἢ τὸ τὰ ἐναντία εἰπεῖν τοῖς προτέροις. καὶ ῥῆμα Παλινῳδῶ. καὶ παροιμία· ᾌδων παλινῳδίαν.

### π 101

Παλίνορσος: ὀπισθόρμητος.

### π 102

Παλινοστήσας: ἐπανελθών.

### π 103

Παλίνωρον: παλινόρμητον. διπλοῦν ἐποίησε τὸ ἀνάπαλιν ὁρ‐ μώμενον ποιεῖν. Ἀριστοφάνης· τὸ σφυρὸν παλίνωρον ἐξεκόκκισε.

### π 104

Παλίνσκιον: Ἰσαῖος μὲν ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ ἀντὶ τοῦ σκοτεινόν. καὶ Σοφοκλῆς· χειμῶνι παλινσκίῳ. ἀντὶ τοῦ ζοφερῷ.

### π 105

Παλινσκίῳ: σκοτεινῷ· τὸ γὰρ πάλιν ἐπίτασιν δηλοῖ, ὡς πα‐ λιγκάπηλος καὶ παλίμπρατος. ἡ κοινὴ συνήθεια παλίνσκια λέγει τὰ μὴ ὑπὸ τοῦ ἡλίου θερμαινόμενα πεδία.

### π 106

Παλιντράπελον: ἀντίστροφον, ἐναντίον, ἀντεστραμμένον.

### π 107

Παλιντριβῆ· Σοφοκλῆς· πῶς οὐδὲν κακὸν ἀπώλετο. ἀλλ’ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες, καί πως τὰ μὲν πανοῦργα καὶ παλιν‐ τριβῆ χαίρους’ ἀναστρέφοντες ἐξ ᾅδου, τὰ δὲ δίκαια καὶ χρήστ’ ἀπο‐ στέλλους’ ἀεί.

### π 108

Παλίντροπος: ὀπισθόρμητος. γυμνὸν ἰδοῦσα Λάκαινα παλίν‐ τροπον ἐκ πολέμοιο παῖδ’ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα.

### π 109

Παλίουρος: εἶδος φυτοῦ ἀκανθώδους.

### π 110

Παλίωξις: ἡ ἐξ ἐπιστροφῆς δίωξις· ὅταν οἱ φεύγοντες μετα‐ βαλλόμενοι διώκωσιν. Ἀγαθίας· οἱ δὲ Ῥωμαῖοι σφᾶς αὐτοὺς ἐξελί‐ ξαντες ὑπηντίαζον τοῖς διώκουσιν ἀντιμέτωποι καὶ παίοντες ἀφειδῶς ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώρει.

### π 111

Παλιρρόθιον: εἰς τοὐπίσω ἐφωρμηκός.

### π 112

Παλίρροια.

### π 113

Παλμικὸν οἰώνισμα· ὅπερ Ποσειδώνιος συνεγράψατο· οἷον ἐὰν πάλλῃ ὁ δεξιὸς ὀφθαλμός, τόδε σημαίνει.

### π 114

Παλμουλάριος: ὄνομα κύριον.

### π 115

Παλλόμενον: ἁλλόμενον, πληρούμενον.

### π 116

Πάλος: κλῆρος. ὁ δὲ Δαρεῖος τούτους κελεύει πάλλεσθαι· παλλομένων δέ, λαγχάνει ἐκ πάντων Βαγαῖος.

### π 117

Παλμός: τρόμος, σεισμός.

### π 118

Παλτά: τὰ δόρατα. ὁ δὲ Κῦρος ἀναβὰς ἐπὶ τὸν ἵππον τὰ παλτὰ ἐπὶ τὰς χεῖρας ἔλαβε. καὶ Ἀρριανός· ἐξηκόντιζον εἰς τοὺς προμα‐ χομένους τοῦ τείχους, οἱ μὲν παλτά, οἱ δὲ λίθους, οἱ δὲ τοξεύματα. ἐν δὲ τῇ δεξιᾷ ἔχων παλτὸν ὡς ἑξάπηχυ, ἔμπροσθεν μὲν λόγχην ἔχον, ὄπισθεν δὲ αὐτοῦ τοῦ ξύλου σφαιροειδές.

### π 119

Παλτάρια: σεμίδαλις.

### π 120

Παλυνομένης: λευκαινομένης. τῆς χώρας τῶν Σκυθῶν θαμὰ νιφετῷ παλυνομένης.

### π 121

Παμμάχιον: παγκράτιον.

### π 122

Πάμβαξ καὶ Παμβακίς: τὸ παρὰ πολλοῖς λεγόμενον βαμ‐ βάκιον. καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων.

### π 123

Πάμβορον: κάκοσμον. Ἰώσηπος· τὸ πάμβορον γεγενήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ. τὸν λέοντα σημαίνων καὶ κηρία μέλιτος.

### π 124

Παμβορώτατον.

### π 125

Παμβωτάδες· Παμβῶται δῆμος τῆς Ἐρεχθηΐδος.

### π 126

Παμμήστορα: πάντων τεχνίτην.

### π 127

Πάμπαν: παντελῶς. Δράκων δὲ ὁ Στρατονικεὺς συναλοιφὴν εἶναί φησιν ἐκ τοῦ. παντάπασι.

### π 128

Παμπήδην: παντελῶς.

### π 129

Παμπησίαν: πᾶσαν τὴν κτῆσιν. σὺ δ’, ὦ Σίκων καὶ Ξενό‐ φαντες, αἴρεσθε τὴν παμπησίαν.

### π 130

Παμπόλη: ὄνομα πόλεως.

### π 131

Παμπόλλη: ἡ πολλὴ καὶ ποικίλη.

### π 132

Πάμπλειστος.

### π 133

Παμπλήγδην.

### π 134

Παμπληθεί· καὶ Πάμπληθες, ἀντὶ τοῦ πολύ.

### π 135

Παμπληθεῖς: πάνυ πολλάς.

### π 136

Παμπρέπιος, Πανοπολίτης, ἐπῶν ποιητής, ἀκμάσας κατὰ Ζή‐ νωνα τὸν βασιλέα. ἔγραψεν Ἐτυμολογιῶν ἀπόδοσιν, Ἰσαυρικὰ κατα‐ λογάδην.

### π 137

Παμπρέπιος· οὗτος μέγα παρὰ Ζήνωνι ἐδυνήθη· γένος μὲν ὢν Θηβαῖος τῶν κατὰ τὴν Αἴγυπτον, φύσει δὲ πρὸς ἅπαντα δεξιᾷ χρησάμενος ἔρχεται εἰς Ἀθήνας, καὶ παρὰ τῆς πόλεως γραμματικὸς αἱρεθεὶς συχνά τε ἐπαίδευσεν ἔτη καὶ ἐπαιδεύθη ὁμοῦ, ὅσα ἦν σοφώ‐ τερα, ὑπὸ τῷ μεγάλῳ Πρόκλῳ. διαβολῆς δὲ αὐτῷ πρὸς Θεαγένην τινὰ τῶν ἐκεῖ γενομένων συστάσης, ὑβρισθεὶς ὑπ’ ἐκείνου καὶ μείζονος ἢ ἐχρῆν διδάσκαλον ὑπ’ αὐτοῦ πειραθεὶς σκευωρίας ἦλθεν ἐς Βυζάντιον, τὰ μὲν ἄλλα ἀγαθὸς καὶ χρηστὸς φαινόμενος, ὡς δὲ ἐν Χριστιανοὺς πάντας ἐχούσῃ πόλει τὸ Ἑλληνικὸν αὐτοῦ τῆς θρησκείας οὐκ ἔχον ὑπόκρισιν, ἀλλὰ μετὰ παρρησίας προδήλως δεικνύμενον, εἰς τὴν τοῦ καὶ ἕτερα τῆς ἀρρήτου σοφίας εἰδέναι ὑπόνοιαν ἦγε. συσταθέντα δὲ αὐτὸν ὁ Ἴλλους μάγιστρος ἡδέως δέχεται, καί τι καὶ δημοσίᾳ ποίημα ἀναγνόντα λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε, τὴν μὲν αὐτὸς ἰδίᾳ, τὴν δὲ ὡς διδασκάλῳ καὶ ἐκ τοῦ δημοσίου. καὶ ἀπελθόντος δὲ αὐτοῦ ἐπὶ τὴν Ἰσαυρίαν, οἱ βασκαίνοντες αὐτῷ συνθέντες διαβολὴν τήν τε ἐκ τῆς θρησκείας καὶ ὅτι μαγγανεύοι καὶ μαντεύοιτο τῷ Ἴλλου κατὰ τοῦ βασιλέως, πείθουσι τὸν Ζήνωνα καὶ τὴν Βηρίναν τότε μέ‐ γιστα δυναμένην τῆς πόλεως ἐκπέμψαι. καὶ ὁ μὲν ἐς Πέργαμον ἔρ‐ χεται τῆς Μυσίας· Ἴλλους δὲ πυθόμενος κατὰ τὴν αὐτοῦ πρόφασιν ἐληλάσθαι τὸν ἄνδρα, πέμψας ἀναλαμβάνει αὐτὸν ἐς Ἰσαυρίαν καὶ σύμβουλόν τε αὐτὸν καὶ σύνοικον ποιεῖται, καί, ἦν γὰρ πολιτικῆς συν‐ έσεως ἔμπλεως, καὶ τὰ τῆς ἀρχῆς αὐτῷ πρὸς ἃ μὴ σχολὴν ἦγε διοι‐ κεῖν ἐπέτρεπεν, ἐλθών τε ἐς Βυζάντιον συμπαρέλαβεν αὐτόν. καὶ ὅτε ἐγένετο ἡ Μαρκιανοῦ σύστασις, ἀποροῦντα τὸν Ἴλλουν αὐτὸς ἐπε‐ θάρσυνε, καὶ τοσοῦτόν γε εἰπὼν ὅτι τὰ τῆς προνοίας μεθ’ ἡμῶν ἐστι τεταγμένα, παρέσχεν ὑποψίαν τοῖς τότε ὑπακούσασιν ὡς ἔκ τινος ἀδήλου ταῦτα θειάζοι προγνώσεως. καὶ ἐκβάντος, ὥσπερ δὴ καὶ ἐξέβη, τοῦ τέλους, πρὸς τὴν τύχην τὸν λόγον ἐκείνου συμβάλλοντες, αὐτὸν πάντων αἴτιον, οἷα φιλεῖ ὅμιλος, μόνον ὑπελάμβανον τῶν παραδόξως αὐτοῖς ἀποβαίνειν δοκούντων. οὕτω μὲν οἱ σώφρονες περὶ αὐτοῦ εἴκαζον. εἰ δέ τι καὶ ἄλλο ἦν, οὔτε ἰσχυρῶς ἀνελεῖν οὔτε πείθεσθαι ἔχω· ἀλλ’ ὁμοίως καὶ μέγα καὶ ἐλάχιστον αὐτῷ πρώτῳ ἀνεκοινοῦτο. καὶ τότε τοίνυν αὐτὸν λαβὼν ἐς Νίκαιαν ἧκε χειμάσων, εἴτε τὴν ἐκ τοῦ δήμου δυσχέρειαν ἐκκλίνων εἴτε ἐπὶ ταῖς σφαγαῖς τὸν ἔχοντα τὴν πόλιν ἐκτρέπεσθαι δαίμονα πρὸς ὀλίγον ἐθέλων. ὅτι ὁ Ἴλλους, φιλολόγος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστα‐ τος ὤφθη, Μάριος ἔφη, δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώ‐ τως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατ’ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομ‐ ψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμερι‐ μνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παρα‐ μυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατ’ ἐκλογὴν ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπ‐ τιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδά‐ σκαλον ἔστησαν. ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος, ἁμιλλώμενος ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τῆς δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώ‐ τατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Πλουτάρχου τε τοῦ Ἱερίου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλεξαν‐ δρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα δι‐ δάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς.

### π 138

Παμφαής: ἡ πᾶσι φαίνουσα φαιδρότης.

### π 139

Παμφίλη, Ἐπιδαυρία, σοφή, θυγάτηρ Σωτηρίδου, οὗ λέγεται εἶναι καὶ τὰ συντάγματα, ὡς Διονύσιος ἐν τῷ λʹ τῆς Μουσικῆς ἱστο‐ ρίας· ὡς δὲ ἕτεροι γεγράφασι Σωκρατίδα τοῦ ἀνδρὸς αὐτῆς. Ἱστορικὰ ὑπομνήματα ἐν βιβλίοις λγʹ, Ἐπιτομὴν τῶν Κτησίου ἐν βιβλίοις γʹ, ἐπιτομὰς ἱστοριῶν τε καὶ ἑτέρων βιβλίων παμπλείστας, Περὶ ἀμφισβη‐ τήσεων, Περὶ ἀφροδισίων καὶ ἄλλων πολλῶν.

### π 140

Παμφιλίδας, Ῥοδίων ναύαρχος· ὃς ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ Πασιστράτου, διὰ τὸ βαθύτερος φύσει καὶ στασιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν. ἀγαθοὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ’ ἐκ τῶν συμ‐ βαινόντων ποιεῖσθαι τὰς διαλήψεις.

### π 141

Πάμφιλος, Ἀμφιπολίτης ἢ Σικυώνιος ἢ Νικοπολίτης, φιλόσοφος, ὁ ἐπικληθεὶς Φιλοπράγματος. Εἰκόνας κατὰ στοιχεῖον, Τέχνην γραμ‐ ματικήν, Περὶ γραφικῆς καὶ ζωγράφων ἐνδόξων, Γεωργικὰ βιβλία γʹ.

### π 142

Πάμφιλος, Ἀλεξανδρεύς, γραμματικὸς Ἀριστάρχειος. ἔγραψε Λειμῶνα· ἔστι δὲ ποικίλων περιοχή, Περὶ γλωσσῶν ἤτοι λέξεων βιβλία Ϟεʹ· ἔστι δὲ ἀπὸ τοῦ ε στοιχείου ἕως τοῦ ω· τὰ γὰρ ἀπὸ τοῦ α μέχρι τοῦ δ Ζωπυρίων ἐπεποιήκει. Εἰς τὰ Νικάνδρου ἀνεξήγητα καὶ τὰ καλούμενα Ὀπικά, Τέχνην κριτικήν, καὶ ἄλλα πλεῖστα γραμματικά.

### π 143

Πάμφιλος· οὗτος ἀεὶ ἔμμετρα ἔλεγεν ἐν τοῖς πότοις. ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος. ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω. οὕτως Ἀθήναιος ἐν Δειπνοσοφισταῖς.

### π 144

Πάμφιλος, δημαγωγὸς Ἀθήνησι. καὶ ἔκλεπτε τὰ τοῦ δήμου καὶ φωραθεὶς ἐπ’ αὐτοφώρῳ κατελύθη, ὥς φησιν Ἀριστοφάνης.

### π 145

Πάμφορος: παντοῖα φέρων.

### π 146

Πάμψυχος: ὁ Ἀμφιάραος, ὅτι πασῶν ψυχῶν ἀνάσσει ἐν ᾅδου· ἢ ὁ διασώσας πᾶσαν τὴν ἑαυτοῦ ψυχήν· ἢ ὁ διαπαντὸς τὴν ψυχὴν σῴζων, ὅ ἐστιν ἀθάνατος.

### π 147

Πάν: ὄνομα θεοῦ Ἑλληνικοῦ. τραγοσκελής. φιλέρημος, ἀπράγ‐ μων καὶ πόνον ἔχων νεβρίδιον, καὶ καλαυρόπιον καὶ συρίγγιον. καὶ ζήτει περὶ τούτου ἐν τῷ ἁλίπλαγκτος.

### π 148

Πάν, Πανός. ὅτι Αἴσωπος, ὁ Μιθριδάτου ἀναγνώστης, ἔγραψε περὶ Ἑλένης· ἐν ᾧ φησι Πᾶνα ἰχθὺν καλεῖσθαι κητώδη. ἐν τούτῳ δὲ τὸν ἀστερίτην λίθον εὑ‐ ρίσκεσθαι, ὃς ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸς φίλτρα.

### π 149

Πᾶν· τὸ πᾶν ἐστιν ὅ τε κόσμος καὶ καθ’ ἕτερον τρόπον τὸ ἐκ τοῦ κόσμου καὶ τοῦ ἔξωθεν κενοῦ συστήματος. ὁ μὲν οὖν κόσμος πεπερασμένος ἐστί, τὸ δὲ κενὸν ἄπειρον. τῶν δὲ ἀστέρων τὰ μὲν ἀπλανῆ συμφέρεσθαι τῷ οὐρανῷ τὰ δὲ πλανώμενα κατ’ ἰδίας κινήσεις κινεῖσθαι. τὸν δὲ ἥλιον λοξὴν τὴν πορείαν ποιεῖσθαι διὰ τοῦ ζωδιακοῦ κύκλου, ὁμοίως τε τὴν σελήνην ἑλικοειδῆ. εἶναι δὲ τὸν μὲν ἥλιον εἰλικρινὲς πῦρ καὶ μείζονα τῆς γῆς καὶ σφαιροειδῆ, ἀναλόγως τῷ κόσμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸς πάντα ποιεῖ· μείζω δὲ τῆς γῆς τῷ πᾶσαν ὑπ’ αὐτοῦ φωτίζεσθαι, ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τῷ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἐπιβάλλειν τὸ μείζονα εἶναι σημαίνει· πάντοθεν δὲ βλέπεσθαι διὰ τὸ μέγεθος. γεωδεστέραν δὲ τὴν σελήνην, ἅτε καὶ προσγειοτέραν οὖσαν. τρέφεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὲν ἥλιον ἐκ μεγάλης θαλάττης νωθρὸν ὄντα ἄναμμα· τὴν δὲ σελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουσαν καὶ πρόσγειον οὖσαν· τὰ δὲ ἄλλα ἀπὸ γῆς. δοκεῖ δὲ αὐτοῖς σφαιροειδῆ εἶναι καὶ τὰ ἄστρα καὶ τὴν γῆν ἀκίνητον οὖσαν. τὴν δὲ σελήνην οὐκ ἴδιον ἔχειν φῶς, ἀλλ’ ἀπὸ ἡλίου λαμβάνειν ἐπιλαμπομένην. ἐκλείπειν δὲ τὸν ἥλιον, ἐπιπροσθούσης αὐτῷ τῆς σελήνης κατὰ τὸ ἐφ’ ἡμᾶς μέρος. φαίνεται γὰρ ὑπερχομένη ταῖς συνόδοις καὶ ἀποκρύπτουσα αὐτὸν καὶ πάλιν παραλλάττουσα· γνωρίζεται δὲ τοῦτο διὰ λεκάνης ὕδωρ ἐχούσης. τὴν δὲ σελήνην ἐμπίπτουσαν εἰς τὸ τῆς γῆς ἀποσκίασμα· ὅθεν καὶ ταῖς πανσέληνοις ἐκλείπειν, καίπερ κατὰ διάμετρον ἱσταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὅτι κατὰ λοξοῦ ὡς πρὸς τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει, ἢ βορειοτέρα ἢ νοτιωτέρα γινομένη. ὅταν μέντοι τὸ πλάτος αὐτῆς κατὰ τῶν ἡλιακῶν καὶ τῶν διὰ μέσων γένηται, εἶτα διαμετρήσῃ τὸν ἥλιον, τότε ἐκλείπει. γίνεται δὲ τὸ πλάτος αὐτῆς κατὰ τῶν ἡλιακῶν καὶ τῶν διὰ μέσων ἐν Χηλαῖς καὶ Σκορπίῳ καὶ Κριῷ καὶ Ταύρῳ.

### π 150

Παναγές: καθαρόν· ἄγος γὰρ καὶ ἁγνεία καὶ μύσος, κατ’ ἀντί‐ φρασιν. ἡ δὲ ἔθει καὶ πᾶσαι μετ’ αὐτῆς ἀρρηφόροι καὶ παναγεῖς γυ‐ ναῖκες, καὶ πολὺν χρόνον ἔκπληξις αὐτοὺς κατεῖχε καὶ σκότος.

### π 151

Παναθήναια: Ἀθήνησιν ἑορτὴ ἐπὶ τῷ ὑπὸ Θησέως γενομένῳ συνοικισμῷ. πρῶτον ὑπὸ Ἐριχθονίου, τοῦ Ἡφαίστου καὶ τῆς Ἀθηνᾶς, ὕστερον δὲ ὑπὸ Θησέως συναγαγόντος τοὺς δήμους εἰς ἄστυ. ἄγεται δὲ ὁ ἀγὼν διὰ πέντε ἐτῶν. καὶ ἀγωνίζεται παῖς Ἴσθμια, οὐ πρεσβύ‐ τερος, καὶ ἀγένειος καὶ ἀνήρ. τῷ δὲ νικῶντι δίδοται ἆθλον ἔλαιον ἀμφιφορεῦσι, καὶ ὁ νικῶν στεφανοῦται ἐλαίᾳ πλεκτῇ.

### π 152

Παναθήναια: διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ’ ἕκαστον ἐνιαυτόν, τὰ δὲ διὰ πενταετηρίδος, ἃ καὶ μεγάλα ἐκάλουν. ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου. τὰ δὲ Πανα‐ θήναια πρότερον Ἀθήναια ἐκαλοῦντο.

### π 153

Πανάκεια: θεραπεία. καὶ ὄνομα θεᾶς.

### π 154

Πάνακτος: πόλις μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας. Θου‐ κυδίδης δὲ καὶ οὐδετέρως καλεῖ τὸ χωρίον, Μένανδρος δὲ ἀρρενικῶς.

### π 155

Παναλκές: ἰσχυρότατον.

### π 156

Πανάνυτον: πάντα δυνατόν.

### π 157

Παναώριος· ἐν Ἐπιγράμμασι· καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη. πρὸ τῆς ὥρας.

### π 158

Πανάπυστος: ἀνήκοος.

### π 159

Παναριστίδης: ὄνομα κύριον.

### π 160

Πανάρεια.

### π 161

Παναρκέος: τοῦ μεγάλου καὶ δυνατοῦ. ἡλίου δὲ παναρκέος. τοῦ πανταχῆ λάμποντος.

### π 162

Παναρμόνιον: πάντοθεν ἡρμοσμένον.

### π 163

Παναρμόνιον: ἐξ ὅλου τεταγμένον· ἁρμονία γὰρ ἡ εὔτακτος ἀκολουθία.

### π 164

Παναυγές: πάνυ λαμπρόν.

### π 165

Πανδαμάτωρ: πάντας ὑποτάσσων.

### π 166

Πανδαισία. ὡς καλὸν ὦ Πόσειδον, τὸ στῖφος αὐτῶν καὶ πυκνὸν καὶ γοργὸν, ὥσπερ μᾶζα καὶ πανδαισία.

### π 167

Πανδαισία: ἡ δαψιλὴς καὶ κραταιὰ εὐωχία. μᾶζα δέ ἐστιν ὁ στριφνὸς ἄρτος. ἢ Πανδαισία ἐστίν, ὅταν δεῖπνον ἕκαστος αὑτῷ κομί‐ ζων κατατιθῆται, καὶ πάντες πάντων μετέχωσιν. ἢ Πανδαισία, ἡ πάντα ἔχουσα ἄφθονα καὶ μηδὲν ἐλλείπουσα ἐν τῇ δαιτί.

### π 168

Πανδαισίας: πολυτελοῦς τραπέζης, εὐωχίας.

### π 169

Πανδαίσιον: πολυτελὴς τράπεζα.

### π 170

Πανδέκται. οὐκ ἐπέστειλα, ἵνα μὴ εὐθύνας ὑπόσχω τοῖς παν‐ δέκταις, τοῖς ἀποσμιλεύουσι τὰ ὀνόματα.

### π 171

Πανδελετείους γνώμας: τουτέστι δυστρόπους. ἐπεὶ Πανδέ‐ λετος συκοφάντης ἦν καὶ φιλόδικος καὶ γράφων ψηφίσματα, καὶ ἦν εἷς τῶν περὶ τὰ δικαστήρια διατριβόντων. μέμνηται αὐτοῦ καὶ Κρα‐ τῖνος ἐν Χείρωσι.

### π 172

Πανδερκεῖς: πάντα ὁρῶντες.

### π 173

Πάνδεια: ἑορτή τις Ἀθήνησι μετὰ τὰ Διονύσια ἀγομένη.

### π 174

Πανδημεί· πότερον πανδημεὶ ἐξεληλάκασιν, ἢ τοὺς ἀπομάχους σφῶν οἴκοι κατέλιπον; πανδημεὶ δὲ καὶ παγγενῆ ἦλθον οἱ Λυδοὶ παρακαλοῦντες.

### π 175

Πάνδημος Ἀφροδίτη: οὕτως ἐκάλουν τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τοπαλαιὸν, ἃς ἐκάλουν ἀγοράς. ἔστι δὲ τὸ πάνδημον πάγκοινον.

### π 176

Πανδήμου: παντὸς τοῦ πλήθους, ἢ παντὸς τοῦ δημώδους καὶ ἀγελαίου ὄχλου. Ἑταίρα ὄνομα, οὐκ ἐκ τοῦ πανδήμου καὶ ἀσελγοῦς ἐπιτηδεύματος.

### π 177

Πανδιωνίς: μία τῶν δέκα φυλῶν παρὰ Ἀθηναίοις, ἀπὸ Παν‐ δίωνος τοῦ Ἐριχθονίου κληθεῖσα.

### π 178

Πανδοκεύτρια: ἡ καπηλίς· παρὰ τὸ δέχεσθαι πάντας. εἴρη‐ ται δὲ καπηλὶς παρὰ τὸ κακύνειν τὸν πηλόν· πηλὸς δὲ ὁ οἶνος. ὅθεν καὶ ἄμπελος, οἱονεὶ ἔμπελος οὖσα, ἡ ἐν αὑτῇ ἔχουσα τὸν πηλόν.

### π 179

Πάνδοκοι: αἱ πάντας ὑποδεχόμεναι. τοῦτο δὲ ἴσασιν ἤδη περιφερόμενον καὶ αἱ πάνδοκοι γρᾶες. καὶ Πανδοκεῖον, τὸ πάντας ὑποδεχόμενον οἴκημα.

### π 180

Πανδοσία: πόλις μία τῶν ἐν Κασωπίᾳ.

### π 181

Πανδούρα: μάχαιρα κρεωκόπος. ἡ πηκτίς. ζήτει ἐν τῷ πηκτίς.

### π 182

Πάνδροσος: ὄνομα γυναικός.

### π 183

Παναίτιος, Ῥόδιος, ὁ πρεσβύτης, φιλόσοφος· οὗ πολὺς ἐν φι‐ λοσόφοις λόγος. φέρεται αὐτοῦ βιβλία φιλόσοφα πλεῖστα.

### π 184

Παναίτιος, ὁ νεώτερος, Νικαγόρου, Ῥόδιος, φιλόσοφος Στωϊ‐ κός, Διογένους γνώριμος, ὃς καθηγήσατο καὶ Σκηπίωνος τοῦ ἐπικλη‐ θέντος Ἀφρικανοῦ μετὰ Πολύβιον Μεγαλοπολίτην. ἐτελεύτησε δ’ ἐν Ἀθήναις.

### π 185

Παναίτιος, μάγειρος μικροφυὴς ἦν. διαβάλλει δὲ αὐτὸν Ἀριστοφάνης ὡς καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναστεύετο γὰρ ὑπ’ αὐτῆς με‐ γάλης οὔσης.

### π 186

Πάνεμος: ὄνομα μηνός. ὁ Ἰούλιος παρὰ Μακεδόσιν.

### π 187

Πάνθειον: τόπος. ἀνὰ τὸ πεδίον τῆς Ῥωμαίων νεὼς ἦν κοινὸς πάντων τῶν θεῶν. Πάνθειον αὐτὸν ἐκάλουν οἱ ἐπιχώριοι.

### π 188

Πάνθηρ: ὄνομα κύριον.

### π 189

Πάνθηρα.

### π 190

Πάνθιος: ὄνομα κύριον.

### π 191

Πάνθ’ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή: ἡ Ῥοδῶπις ἑταίρα ἐγένετο. τοὺς οὖν πολὺ ἀπολέσαντας ἀργύριον, τὸ διάφορον τῆς μίξεως πρὸς τὰς ἄλλας γυναῖκας συνορῶντας, ἐπιφωνεῖν τὸ λεγόμενον.

### π 192

Πάνθ’ ὅς’ ἂν θεὸς θέλῃ χ’ ἡ τύχη κατορθοῖ, χωρεῖ κατὰ νοῦν, ἕτερον ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ: τουτέστιν ὁπόσα ἂν θελήσῃ ὁ θεὸς καὶ ἡ τύχη κατορθοῖ, ταῦτα χωρεῖ κατὰ νοῦν.

### π 193

Πάνθοος: ὄνομα κύριον.

### π 194

Πάνθους: πανθέατος.

### π 195

Πανθοίδης: ὁ τοῦ Πάνθου.

### π 196

Πανθοινεί: ἐπίρρημα.

### π 197

Πανθοίνην: πανδαισίαν. Βάβριος· λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην, ἔγκατα λαφύσσων, μυελὸν ὀστέων πίνων καὶ σπλάγχνα δάπτων. λέγεται καὶ Πανθοινία. βούλομαι ἑστιάσαι σε πανθοινίαν.

### π 198

Πάνθ’ ὑπὸ μηνιθμόν: ἤτοι μετὰ πάσης μήνιδος καὶ χόλου, ἢ κατὰ πάντα τὸν τῆς μήνιδος χρόνον.

### π 199

Πάνθυτα: πανσέβαστα. πάνθυτα θέσμι’ ἐξήνυσε. πανσέβαστα νόμιμα ἐξεπλήρωσε.

### π 200

Πανηγυρίζω· δοτικῇ.

### π 201

Πανικῷ δείματι: τοῦτο γίνεται ἐπὶ τῶν στρατοπέδων, ἡνίκα αἰφνίδιον οἵ τε ἵπποι καὶ οἱ ἄνθρωποι ἐκταραχθῶσι, μηδεμιᾶς αἰτίας προφανείσης. τῷ δὲ Πανὶ εἰώθεισαν ὀργιάζειν αἱ γυναῖκες μετὰ κραυγῆς. καὶ Μένανδρος ἐν Δυσκόλῳ, σιωπῇ φησι τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι. ἢ ὅτι τὰ ἄνευ αἰτίας τῷ Πανὶ ἀνετίθεσαν· δοξά‐ ζεται γὰρ πολεμίων ἔφοδος εἶναι· καὶ ἀναλαμβάνοντες ὅπλα ὑπὸ ταραχῆς, ἀνθιστάμενοι ἀλλήλοις μάχονται. ἐν Ἐπιγράμμασι· Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον. τοῦτο γίνεται περὶ τοὺς πολέμους· Θεοδώρου τοῦ Ῥοδίων στρατηγοῦ ἐν ὑπομνήμασι λέγοντος, ὅτι κράτιστόν ἐστιν ἐν τοῖς τοιούτοις καιροῖς μένειν ἐπὶ τῶν ὅπλων καὶ τὴν ἡσυχίαν ἔχειν· αὐτός τε περιθέων ἐβόα καὶ διὰ τῶν ὑπηρετῶν παρήγγειλε μένειν ἐν ταῖς σκηναῖς καθωπλισμένους ἅπαντας. καὶ παροιμία.

### π 202

Πάνιον: ὄνομα τόπου. ἔνθα καὶ κάστρον παρὰ αἰγιαλῷ, ὃ λέγεται Πάνιον, πρὸς τοῖς τῆς Ἡρακλείας μέρεσι.

### π 203

Πανιώνιος κρατήρ.

### π 204

Πανόλβιος, ἐπῶν ποιητής. ἔγραψε διάφορα καὶ πρὸς Αἰθέριον μετὰ τὴν νόσον δι’ ἐπῶν· καὶ πρὸς Ἐρύθριον καὶ πρὸς Δωρόθεον ἡγεμόνα καὶ κόμητα· καὶ εἰς Ἀφθόνιον κόμητα· καὶ ἐπιτάφιον Ὑπα‐ τίας θυγατρὸς Ἐρυθρίου.

### π 205

Πανομφαίῳ: ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφαίνεται.

### π 206

Παννονία: χώρα.

### π 207

Πανοπεύς.

### π 208

Πανόπη: ὄνομα. καὶ Πανοπηϊάδης, πατρωνυμικόν.

### π 209

Πανόπτης: πολυόφθαλμος.

### π 210

Πανόπτρια.

### π 211

Πανοσπρία: ἡ ἐκ τῶν ὀσπρίων μῖξις.

### π 212

Πανοῦργος: ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος. λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστάμενος. τὸ δὲ Πανοῦργε ἡμεῖς μὲν μετριώτερόν φαμεν, Ἀττικοὶ δὲ ἐπὶ σφοδραῖς βλασφημίαις. Ἀριστοφάνης· πανοῦργον, καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ’ ἐρῶ· καὶ γὰρ οὗτος ἦν πολλάκις τῆς ἡμέρας πανοῦργος. καὶ Πανουρ‐ γιππαρχίδας. τούτους κωμῳδεῖ ὡς πανούργους, τὸν Τισαμενὸν καὶ τὸν Φαίνιππον καὶ τὸν Ἱππαρχίδην καὶ τὸν γέροντα τὸν φαλα‐ κρὸν καὶ τὸν Θεόδωρον, Διομειαλαζόνας δὲ ἀπὸ Διομείων τοῦ δή‐ μου, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου. ὅτι τὸν πανοῦργον εἰς τὸν φρόνιμον μεταλαμβάνουσι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια.

### π 213

Πανωλεθρία. καὶ Πανώλης, ὁ πανώλεθρος.

### π 214

Πανσελήνῳ· Ἀριστοφάνης φησὶ περὶ Κλεωνύμου· πόσου τὸν πρωκτὸν συνήγαγε; καί φησι, τῇ πανσελήνῳ. διότι οἱ Ἕλληνες πάντα πρὸς τὴν σελήνην ἔπραττον ἀποβλέποντες. Δάτιδος γοῦν καὶ Ἀντι‐ φέρνους στρατηγῶν τοῦ Περσῶν βασιλέως ἐς Μαραθῶνα ἐμβεβληκότων, περιέμενον τὴν πανσέληνον ἐπὶ τῷ τότε ἐξελθεῖν ἐπὶ τὸν πόλεμον. καὶ πρὶν τοὺς Λακεδαιμονίους παραγενέσθαι, κατώρθωσαν Ἀθηναῖοι τὸν πόλεμον. παίζει οὖν Ἀριστοφάνης διὰ τὸ ἔθος.

### π 215

Πανσθενέστατον: ἰσχυρότατον.

### π 216

Πανσπερμία: παγκαρπία.

### π 217

Πανστρατί: ὅλῳ τῷ στρατοπέδῳ.

### π 218

Πανσυδί: πανστρατιᾷ. καὶ Πανσυδίην.

### π 219

Πάντα ἐν ἐλάττονι θέμενοι ἀδεῶς ἐπόρθουν.

### π 220

Πάντ’ ἔχεις: πάντ’ ἔγνωκας.

### π 221

Πάντα κάλων σείειν: παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρω‐ μένων. παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα χαλώντων.

### π 222

Πάντα κινήσω πέτρον: ὁμοία τῇ πάντα λίθον κίνει· τοῦ Μαρδονίου ἡττηθέντος ἐν Πλαταιαῖς, φήμη κατεῖχεν, ὡς ἐν τῷ περι‐ βόλῳ τῆς σκηνῆς θησαυρὸν κατορύξας ἀπολελοίπει. πριάμενος οὖν Πολυκράτης ὁ Ἀθηναῖος τὸν τόπον πολὺν χρόνον ἐζήτει. ὡς δὲ οὐδὲν ἐπέραινε, πέμψας εἰς Δελφοὺς ἐπηρώτα, πῶς ἂν εὕροι. τὸν δὲ Ἀπόλλωνα ἀποκρίνασθαί φασι, πάντα λίθον κίνει. τὸ δέ, πάντα κάλων σείειν, ἀπὸ μεταφορᾶς τῶν τὰ ἄρμενα κινούντων.

### π 223

Πάντα λίθον κινεῖν: Πολυκράτει τῷ Θηβαίῳ χρησμὸς ἐξέπεσε πριαμένῳ τόπον ἔνθα Μαρδόνιος ἐσκήνωσεν, ὅτε Πέρσαι ἔφυγον, καὶ εὗρε χρυσόν. οἱ δὲ εἰρῆσθαί φασιν ἀπὸ τῶν τοὺς καρκίνους θηρευόν‐ των.

### π 224

Πάντα μὴ βούλου κρατεῖν: ἐπὶ τῶν εἰς πάντα εὐδαιμονεῖν βουλομένων.

### π 225

Πάντα ὀκτώ: οἱ μὲν Στησίχορόν φασιν ἐν Κατάνῃ ταφῆναι πολυτελῶς πρὸς ταῖς ἀπ’ αὐτοῦ Στησιχορείοις πύλαις λεγομέναις, καὶ τοῦ μνημείου ἔχοντος ὀκτὼ κίονας καὶ ὀκτὼ βαθμοὺς καὶ ὀκτὼ γωνίας. οἱ δέ, ὅτι Ἀλήτης κατὰ χρησμὸν τοὺς Κορινθίους συνοικίζων ὀκτὼ φυλὰς ἐποίησε τοὺς πολίτας καὶ ὀκτὼ μέρη τὴν πόλιν.

### π 226

Πανταχῆ: πάντα τρόπον. καὶ πανταχοῦ, ἐν παντὶ τόπῳ. καὶ πανταχόθι. πανταχοῖ δὲ καὶ πανταχόσε, εἰς πάντα τόπον.

### π 227

Πανταχῆ τὸν τόπον περισκεψάμενοι. καὶ πανταχοῦ γῆς.

### π 228

Πανταίνετος.

### π 229

Παντέλειαν: ὁλόκληρον.

### π 230

Παντευχία: πανοπλία.

### π 231

Παντικάπαιον: ὄνομα πόλεως.

### π 232

Παντὶ σθένει: ὅλῃ δυνάμει.

### π 233

Παντί τῳ: παντί τινι.

### π 234

Παντοδαής: ὁ πάντα εἰδώς. τίς ἔργον ἔρεξε τοσοῦτον, ὅσσον ὁ παντοδαὴς μήνυσε Δημόκριτος;

### π 235

Παντοδαπά: παντοῖα.

### π 236

Παντοδαπή, καὶ κλίνεται τῆς παντοδαπῆς.

### π 237

Παντοκρατορία.

### π 238

Παντοκράτωρ· παντοκράτορος ἐπὶ γενικῆς· καὶ ἐπὶ κλητικῆς ὦ παντοκράτορ.

### π 239

Παντολιγοχρόνιος: παντελῶς ὀλιγοχρόνιος. ἄρτι δὲ καὶ νύμφη παντολιγοχρόνιος.

### π 240

Παντομιγές: πολυειδές. εἴ πού τι χωρίον παντομιγές τε καὶ εὔκαρπον ὑπάρχοι, ὁ δεσπότης εὐθὺς συνήρπαστο, κατηγορίας πεπλασ‐ μένης εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένος· καὶ ὁ ἀδικούμενος ἠδικεῖτο, τοῦ ἀδικοῦντος κρίνοντος.

### π 241

Παντὸς μᾶλλον: ἀντὶ τοῦ πάντως.

### π 242

Πάντοσε: πανταχοῦ.

### π 243

Παντουργῷ: πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ· ἢ πανούργῳ καὶ ἀναιδεῖ. Σοφοκλῆς· φωτὶ παντουργῷ φρένας ἔπραξαν ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη.

### π 244

Πάντως: παντελῶς. οὐδὲ μνήμας σύγε πάντως νικήσεις.

### π 245

Παντοίας ἤδη μούσης πειραθέντες καθ’ ἑαυτούς: τουτ‐ έστι ποικίλης καὶ παντοδαπῆς.

### π 246

Πανοικί: ὅλῳ οἴκῳ.

### π 247

Πάνυ: λίαν.

### π 248

Πανύασις, Πολυάρχου, Ἁλικαρνασσεύς, τερατοσκόπος καὶ ποι‐ ητὴς ἐπῶν· ὃς σβεσθεῖσαν τὴν ποιητικὴν ἐπανήγαγε. Δοῦρις δὲ Διο‐ κλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον, ὁμοίως δὲ καὶ Ἡρόδοτος Θού‐ ριον. ἱστόρηται δὲ Πανύασις Ἡροδότου τοῦ ἱστορικοῦ ἐξάδελφος· γέγονε γὰρ Πανύασις Πολυάρχου, ὁ δὲ Ἡρόδοτος Λύξου τοῦ Πολυ‐ άρχου ἀδελφοῦ. τινὲς δὲ οὐ Λύξην, ἀλλὰ Ῥοιὼ τὴν μητέρα Ἡροδό‐ του, Πανυάσιδος ἀδελφήν, ἱστόρησαν. ὁ δὲ Πανύασις γέγονε κατὰ τὴν οηʹ ὀλυμπιάδα, κατὰ δέ τινας πολλῷ πρεσβύτερος· καὶ γὰρ ἦν ἐπὶ τῶν Περσικῶν. ἀνῃρέθη δὲ ὑπὸ Λυγδάμιδος τοῦ τρίτου τυραν‐ νήσαντος Ἁλικαρνασσοῦ. ἐν δὲ ποιηταῖς τάττεται μεθ’ Ὅμηρον, κατὰ δέ τινας καὶ μετὰ Ἡσίοδον καὶ Ἀντίμαχον. ἔγραψε δὲ καὶ Ἡρακλει‐ άδα ἐν βιβλίοις ιδʹ, εἰς ἔπη ͵θʹ, Ἰωνικὰ ἐν πενταμέτρῳ, ἔστι δὲ τὰ περὶ Κόδρον καὶ Νηλέα καὶ τὰς Ἰωνικὰς ἀποικίας, εἰς ἔπη ͵ζʹ.

### π 249

Πανύασις, Ἁλικαρνασσεύς, νεώτερος, φιλόσοφος. Περὶ ὀνείρων βιβλία δύο.

### π 250

Πάνυ γὰρ ἔστ’ ἤδη χολή: πολύ. τὸ δὲ πολύ, κἂν ᾖ γλυκύ, μοχθηρόν. Ἀριστοφάνης Βατράχοις.

### π 251

Πανύστατον: πάντων ἔσχατον.

### π 252

Παννυχίζω.

### π 253

Πάξαμος, λόγιος. Ὀψαρτυτικὰ κατὰ στοιχεῖον, Βοιωτικὰ ἐν βιβλίοις βʹ, Δωδεκάτεχνον, ἔστι δὲ περὶ αἰσχρῶν σχημάτων· Βαφικὰ βιβλία βʹ, Γεωργικὰ βʹ.

### π 254

Παξαμᾶς: ὁ δίπυρος ἄρτος. ἔστι δὲ ἡ λέξις Ῥωμαϊκή.

### π 255

Πάππα· ὅτι πάππα καὶ τέττα καὶ ἄππα οὐχ ὁ τροφεύς, ἓν ἀνθ’ ἑνός ἐστιν, ἀλλὰ προσφώνησις πρὸς τροφέα. καὶ τὸ πάππα καὶ ἄππα οὐ ψιλῶς ὁ πατήρ, ἀλλὰ πρὸς πατέρα σεπτικὴ φωνή· καὶ τὸ τέττα ἑταίρου.

### π 256

Παππάζοιεν: πατέρα καλοῖεν.

### π 257

Παππάξ παπαππάξ: ἦχος πορδῆς. Ἀριστοφάνης Νεφέλαις.

### π 258

Παππασμός: προσφώνησις παρὰ παιδὸς εἰς πατέρα γινομένη.

### π 259

Παπαῖ: σχετλιαστικὸν ἐπίρρημα.

### π 260

Παππίδιον· Ἀριστοφάνης· ἀκρόασαι νῦν, ὦ παππίδιον, χαλάσας ὀλίγον τὸ μέτωπον. ὑποκοριστικῶς πάππε.

### π 261

Παππίζω. Ἀριστοφάνης· παππίζους’ ἡ θυγάτηρ με τριώβο‐ λον ἐκκαλαμᾶται.

### π 262

Παπίριος: ὄνομα κύριον. οὐ γὰρ ἦν οὐδὲ τούτων ἀτρὶψ ὁ Παπίριος.

### π 263

Πάπορος: ὄνομα κύριον.

### π 264

Πάππος: αἱ ἐπὶ τοῦ κάτω χείλους τρίχες, μύσταξ δὲ αἱ ἐπὶ τοῦ ἄνω.

### π 265

Πάππος, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς κατὰ τὸν πρεσβύτερον Θεοδόσιον τὸν βασιλέα, ὅτε καὶ Θέων ὁ φιλόσοφος ἤκμαζεν, ὁ γράψας εἰς τὸν Πτολεμαίου Κανόνα. βιβλία δὲ αὐτοῦ Χωρογραφία οἰκου‐ μενικὴ, Εἰς τὰ δʹ βιβλία τῆς Πτολεμαίου μεγάλης συντάξεως ὑπόμνημα, Ποταμοὺς τοὺς ἐν Λιβύῃ, Ὀνειροκριτικά.

### π 266

Παππῷον· τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μη‐ δικῶν. ἐγένετο ἐπὶ τῶν Μηδικῶν ψήφισμα, ὥστε ἕκαστον κατὰ δύ‐ ναμιν συμβαλέσθαι εἰς τὰ κοινὰ χρήματα. ταῦτα δὲ ἔταξεν Ἀριστείδης δοῦναι τοῖς συμμάχοις, εἰ τοῖς βαρβάροις πολεμοῖεν.

### π 267

Παπυλαιῶνος: σκηνῆς, ἤτοι τέντας.

### π 268

Πάπυρος· θηλυκὸν ἡ πάπυρος. λαμπάδα κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον, σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ.

### π 269

Παρά: διά.

### π 270

Παραβαλέσθαι: τὸ ἐξαπατῆσαι. Θουκυδίδης αʹ. οὕτω καὶ Ὅμηρος· παραβλήδην ἀγορεύων.

### π 271

Παραβαλέσθαι: τὸ παύσασθαι, καὶ ἀπαλλαγῆναι. ἡ δὲ μετα‐ φορὰ ἀπὸ τῶν ἐρεσσόντων.

### π 272

Παραβαλέσθαι· ὁ δὲ Ἰούδας δραστήριος ὢν ἔκρινεν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας παραβαλέσθαι. τολμηρῶς ἐπέρχεσθαι. καὶ Παραβαλλόμενος, ἀντὶ τοῦ ἀδεῶς ἐρχόμενος. ὁ δὲ παραβαλλό‐ μενος καὶ διαβαίνων πρὸς τὸν Δωρίμαχον πλεονάκις.

### π 273

Παραβάλλεσθαι: πρὸς κίνδυνον ῥίπτειν ἑαυτόν. λοιπὸν ἦν παραβάλλεσθαι καὶ τολμᾶν. καὶ αὖθις· ὁ δὲ πρὸς τῷ παραβάλλεσθαι καὶ διακινδυνεύειν ὅλος καὶ πᾶς ἦν. καὶ Παραβαλλόμενος πλεο‐ νάκις, θαρραλέως ὁρμῶν.

### π 274

Παραβαλεῖν: ἀντὶ τοῦ παραδοῦναι. ὁ δὲ ὁρᾷ τὴν Μελησίαν καὶ ἐρᾷ αὐτῆς καὶ πέμπει πείσων πεντακισχιλίους καὶ μυρίους αὐτῇ χρυσοῦς, καὶ εἰ πλέον ἐδεῖτο, ἔφατο δώσειν· ἡ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι.

### π 275

Παραβάλλειν: τὸ ἀπέρχεσθαι. παραβάλλειν εἰς Σικελίαν πρὸς τὸν τύραννον. καὶ αὖθις· αἰσχύνασαι τὴν λατρείαν τὴν περὶ τὴν θεὸν, καὶ ἑαυτὰς ὁμιλίᾳ ἀνδρῶν παραβαλοῦσαι (ἀντὶ τοῦ μίξασαι) ἐκολάσθησαν κατὰ τὸν νόμον.

### π 276

Παραβαλεῖς: παραθήσεις, ὁμοιώσεις, ἐπιφοιτήσεις.

### π 277

Παραβαλλόμενον· οὐ γὰρ ἦν πρὸς τὴν Θρᾳκῶν χιόνα παρα‐ βαλλόμενον χαρίζεσθαι δάπιδας.

### π 278

Παραβαλλόμενος: ἐξομοιούμενος. τὰ πρῶτα παραβαλλό‐ μενος τοῖς ἀρίστοις τῶν βασιλέων.

### π 279

Παραβαλών: πλησίον συστήσας, συνοδεύων. ὁ δὲ παραβαλὼν τὸν ἑαυτοῦ ἵππον τῷ Παρθαμασίρου ἵππῳ μηκέτι τὸ πέρα σπουδῇ ἐλαύνειν ἐκέλευεν. καὶ Παραβάλλω· αἰτιατικῇ.

### π 280

Παραβαλών: χαλάσας. Ἀριστοφάνης· ὥσπερ παλαιστὴς παρα‐ βαλὼν τοὺς γομφίους. ὥσπερ καὶ τὸ χαλάσαι κώπην λέγουσι παρα‐ βαλεῖν.

### π 281

Παραβάλοιτο: ἀντὶ τοῦ παραπέμψαιτο. Αἰσχίνης κατὰ Κτησι‐ φῶντος.

### π 282

Παράβασις· τοῦτο λέγεται παράβασις, ἅπερ ἔλεγον ἐπιστρέφοντες οἱ χορευταὶ πρὸς τοὺς θεωμένους. ἔστι δὲ ὁ τρόπος, ὅταν καταλιπὼν τὰ ἑξῆς τοῦ δράματος ὁ ποιητὴς συμβουλεύῃ τοῖς θεωμένοις ἢ ἄλλο ἐκτὸς λέγῃ τι τῆς ὑποθέσεως. Παράβασις δὲ λέγεται, ἐπειδὴ ἀπήρτηται τῆς ἄλλης ὑποθέσεως, ἢ ἐπεὶ παραβαίνει ὁ χορὸς τὸν τόπον. ἑστᾶσι μὲν γὰρ κατὰ στοῖχον οἱ πρὸς τὴν ὀρχήστραν ἀποβλέποντες· ὅταν δὲ παρα‐ βῶσιν, ἐφεξῆς ἑστῶτες καὶ πρὸς τὸ θέατρον ἀποβλέποντες τὸν λόγον ποιοῦνται. εἶτα διελθόντες τὴν καλουμένην παράβασιν ἐστρέφοντο πάλιν εἰς τὴν προτέραν στάσιν. δῆλον δὲ ποιοῦσιν αὐτοὶ οἱ ποιηταί, τὸ στρέφεσθαι σημαίνοντες καὶ τὸ παραβαίνειν. Πλάτων ὁ κωμικὸς ἐν τῷ Παιδαρίῳ· εἰ μὲν μὴ λίαν, ἄνδρες, ἠναγκαζόμην στρέψαι δεῦρο, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδε ἐπῶν. ἄμφω σημήνας, καὶ τὸ στρέ‐ φεσθαι καὶ τὸ παραβαίνειν. καὶ Πισίδης· τὸν παραβάτην συμβαλὼν πλασμῷ ξένῳ πρὸ τῆς μάχης ἀφῆκας εἰς ἀντιστάτην.

### π 283

Παραβαίνω· γενικῇ. μή τι παραβαίνειν ἔδοξε τῶν κοινῶν; καὶ αἰτιατικῇ.

### π 284

Παραβεβάσθαι τὰς σπονδάς: τὸ παθητικὸν τοῦ παραβεβη‐ κέναι, πάνυ ἀκολούθως Θουκυδίδης.

### π 285

Παραβέβλησαι: παραβόλως κέχρησαι. καὶ παραβέβλησαι τῷ βίῳ διὰ τὴν πρὸς ἐμὲ εὔνοιαν, οὐδεμιᾶς ἀνάγκης σοι προκειμένης.

### π 286

Παραβιάζω· αἰτιατικῇ.

### π 287

Παραβιβάζεσθαι: παραβαίνεσθαι.

### π 288

Παραβλέπουσα θατέρῳ: μὴ ἀτενίζουσα, φησίν, ἀλλὰ τῷ ἑτέρῳ ὀφθαλμῷ βλέπουσα.

### π 289

Παραβλήδην: ἀπατητικῶς, παραλογιστικῶς.

### π 290

Παραβληθησόμενος: συγκριθησόμενος, ὁμοιωθησόμενος.

### π 291

Παραβλῶπες: παρορῶντες. διεστραμμένας ἔχοντες τὰς ὄψεις. Ὅμηρος· χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ.

### π 292

Παραβλύσας: παραβαλὼν, ἀποπτύσας. εἴποτε ἡττηθεὶς οἴνου καὶ παραβλύσας τὸ περιττόν, εἶτα ὕπνου μέτοχος γένοιτο.

### π 293

Παραβολή: λόγος αἰνιγματώδης καὶ κεκρυμμένος, πρὸς ὠφέ‐ λειαν φέρων.

### π 294

Παραβολή: διήγημα. ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου. ἀντὶ τοῦ ἐν διηγήσει ἀρχαίων λόγων. καὶ ἡ ὁμοίωσις. καὶ τὸ λάλημα, καὶ ὑπόδειγμα. ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι.

### π 295

Παραβολή: πραγμάτων ὁμοίωσις.

### π 296

Παράβολος· Ἀριστοφάνης Σφηξί· πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος. ἀντὶ τοῦ οὐ γνήσιος. Ἰώσηπος περὶ τῆς ἐγγαστρι‐ μύθου· ταύτην αἰτοῦμαι χάριν ἀντὶ τῆς παραβόλου μαντείας.

### π 297

Παραβόλως· Πολύβιος· μετὰ δὲ ταῦτα πρὸς ἡλίκην δυναστείαν παραβόλως ἀντοφθαλμήσας.

### π 298

Παραβολώτερος: ἀνόητος.

### π 299

Παραβραβεύοντα: διακρίνοντα, διορίζοντα. ἀποκλίνοντα τὸ Περσικὸν διὰ τὸν παραβραβεύοντα φάραγγα. ἀρσενικῶς ὁ φάραγξ.

### π 300

Παραβύουσα: παρακαλύπτουσα.

### π 301

Παράβυστον: παρακεκρυμμένον, λάθρα γινόμενον.

### π 302

Παράβυστον: οὕτως ἐκαλεῖτό τι τῶν παρ’ Ἀθηναίοις δικαστη‐ ρίων, ἐν ᾧ ἐδίκαζον οἱ ιαʹ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δω‐ ματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται καὶ Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ’ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων.

### π 303

Παραγάγῃς: παρηγορήσῃς. μηκέτι παραγάγῃς, ἵν’ οὐ πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων εὐπατρίδων ἀρωγοί.

### π 304

Παραγγελία· παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε. καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέ‐ χρηνταί τινες. Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίας παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις.

### π 305

Παράγγελμα: προτροπή, κάταρξις. κρότος τε ἀθρόος οὐκ ἐκ παραγγέλματος, ἀλλ’ ἐκ τοῦ αὐτοκελεύστου τῆς προθυμίας τῶν θεωμένων.

### π 306

Παραγγέλλοντα: δεχόμενον τὴν ἀρχήν. ὁ δὲ Φάβιος λαβὼν τὴν ἀρχὴν Πόπλιον ἀποδείκνυσιν ὕπατον, οὐδ’ αὐτὸν παραγγέλλοντα τὴν ἀρχήν.

### π 307

Παραγγέλλοντας· οἱ δὲ Ἀρειανοὶ ὄντες προφάσει τοῦ δόγ‐ ματος, ἀφικόμενοι ἐν Καρχηδόνι, περὶ τοὺς εἰς ἱερωσύνην παραγ‐ γέλλοντας, ὅπως ὁ Γεζέριχος παρασκευῆς ἔχει καὶ γνώμης, μαθεῖν. ἀντὶ τοῦ τελοῦντας. καὶ Ξενοφῶν· ὁ δὲ καταφεύγει ἐς τὸ ἑαυτοῦ στράτευμα καὶ εὐθὺς παραγγέλλει εἰς τὰ ὅπλα. καὶ αὖθις· στρατιὰν ὡς πλείστην εἰς τὸν πόλεμον παραγγέλλων. ἀντὶ τοῦ καταλέγων.

### π 308

Παραγγέλλων: ἀντὶ τοῦ συνερχόμενος, συνδιατρίβων, συνανα‐ στρεφόμενος. ὁ δὲ παραγγέλλων ποτὲ μὲν τοῖς, ποτὲ δὲ τοῖς ἥρπαζε μετ’ αὐτῶν καὶ διεδύετο. ἢ Παραγγέλλων, ἀντὶ τοῦ ἀπροόπτως ἐρχόμενος.

### π 309

Παράγγελσις· αἱ γὰρ παραγγέλσεις οὐ καθ’ ἕν, ὡς πρότερον, ἀλλὰ διτταὶ ἐγίνοντο.

### π 310

Παράγεσθαι: μεταπείθεσθαι. Θουκυδίδης· κελεύει αὐτοὺς μὴ λόγοις μόνον παράγεσθαι ἢ πέμψαι σφῶν αὐτῶν ἄνδρας, οἵτινες ἀπαγ‐ γελοῦσι.

### π 311

Παραγγείλας. ὁ δὲ ἀνεχώρησεν, οὐδὲ τὸ ἀνακλητικὸν παραγ‐ γείλας. ἀντὶ τοῦ σημήνας. καὶ αὖθις· πολισμάτια ἐκτόπια τὸ παν‐ τελὲς ὑπάρχοντα τῶν γραφομένων καὶ παραγγελλομένων.

### π 312

Παραγκωνίσας: ἀποστρέψας, ἐκ τῶν ἀγκώνων δήσας.

### π 313

Παραγνούς: παρανοήσας.

### π 314

Παραγωγαῖς: ἐξαπάταις. σοφίσμασι δὲ καὶ παραγωγαῖς ἀεί τε καὶ καθημέραν ἡμᾶς ἐκκρούοντες κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παρα‐ λόγου γεγένηνται.

### π 315

Παραγωγή· παραγωγὴ λέγεται, ὅταν ἡ φάλαγξ πορεύηται ἐκ τῶν εὐωνύμων τοὺς ἡγεμόνας ἔχουσα ἢ ἐκ τῶν δεξιῶν. κἂν μὲν ἐκ τῶν εὐωνύμων ἔχῃ τοὺς ἡγεμόνας, εὐώνυμος παραγωγὴ λέγεται· ἐὰν δὲ ἐκ τῶν δεξιῶν, δεξιὰ παραγωγή. εἴτε δὲ ἡ πορεία ἐν ἐπαγωγῇ γίνεται εἴτε ἐν παραγωγῇ, ἐν μονοπλεύρῳ ἢ τριπλεύρῳ ἢ τετραπλεύρῳ τάγματι βαδιεῖ. μονοπλεύρῳ μέν, ὅταν μοναχόθεν φοβηθῇ· διπλεύρῳ δέ, ὅταν διχόθεν· τριπλεύρῳ δέ, ὅταν τριχόθεν· τετραπλεύρῳ δέ, ὅταν πανταχόθεν οἱ πολέμιοι ἐπιτίθεσθαι ὑφορῶνται.

### π 316

Παραγραμματίζων: ὅπερ παρήχημα λέγεται. Τίμων οὑ‐ τωσὶ παραγραμματίζων αὐτόν, ὡς ἀνέπλασε Πλάτων πεπλασμένα θύματα. οἷόν ἐστι παυσάμενος Παυσανίας, καὶ Σαμία μία ναῦς.

### π 317

Παραγραμματισμός: ὅταν γράμμα ἀντὶ γράμματος τεθῇ· οἷον ἀντὶ τοῦ μυρσίνη βυρσίνη, β ἀντὶ τοῦ μ· ὡς Ἀριστοφάνης ἀντὶ τοῦ μ τῷ β ἐχρήσατο. δέον γὰρ εἰπεῖν μυρσίνη, βυρσίνη εἴρηκε· ταῖς γὰρ μυρσίναις ἀποσοβοῦσι τὰς μυίας. ὁ δὲ ἔπαιξε διὰ τὸν βυρσο‐ δέψην. καὶ μυρσίνῃ ἐστεφανοῦντο οἱ στρατηγοί. ἢ ὡς ὅταν λέγῃ, ἐγ Κλωπιδῶν, ἀντὶ τοῦ Κεκροπιδῶν, λ ἀντὶ τοῦ ρ.

### π 318

Παραγράφεται: ἐξουθενεῖ, παραιτεῖται, ἀποβάλλεται. καὶ ἐν συνθέσει ἀπαράγραφον. ὡς μάρτυς ἔχεις τὸ ἀπαράγραφον. περὶ Ἰακώβου τοῦ ἀδελφοθέου.

### π 319

Παραγραφή: ὅταν λέγῃ τις ὅτι τὸ πρᾶγμα, περὶ οὗ τὸ ἔγ‐ κλημά ἐστιν, εἰσήχθη πρότερον εἰς δικαστήριον, καὶ γεγένηται περὶ αὐτοῦ γνῶσις. καὶ διὰ τοῦτό φησι μὴ δεῖν ἔτι περὶ αὐτοῦ συνίστα‐ σθαι κρίσιν· μάλιστα δὲ τοὺς νόμους ἀναγινώσκειν τοῖς δικασταῖς, οἳ πλεονάκις δικάζεσθαι περὶ τῶν αὐτῶν οὐ συγχωροῦσι. λέγει δὲ περὶ αὐτοῦ τοῦ πράγματος ἅμα τοῖς δικασταῖς παραδεικνύς, ὡς οἱ πάλαι δικάσαντες καὶ δικαίως καὶ κατὰ τοὺς νόμους ψηφίσαντες. καὶ τοῦτό ἐστι παραγραφή. καὶ ἐπ’ ἐκείνῃ τῇ δίκῃ, περὶ ἧς οὐδὲν ὥρισται παρὰ τοῖς νόμοις, οὐδὲ ἔνεστιν αὐτὴν ὁ εἰσάξων, ὥσπερ καὶ τὰς ἄλλας δίκας· τῶν γὰρ ἄλλων δικῶν προστέτακται ἑκάστῳ τῶν ἐν ταῖς ἀρ‐ χαῖς εἰσάγειν τινά. παραγράφεσθαι οὖν ἐφεῖται καὶ τοῖς τοσοῦτόν τι ἐγκαλουμένοις, περὶ οὗ οὐ νενομοθέτηται.

### π 320

Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἰδίως Ἰσοκράτης παραγραφῆς εἶπεν, ἀντὶ τοῦ ἀπὸ τῆς γραφῆς. καὶ ἔστι τὸ λεγόμενον παρ’ αὐτοῦ, ἀφ’ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην. ὁ δὲ Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους, οὐδὲ μέχρι παραγραφῆς φησιν· ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅπερ ἐστὶν γε‐ γραμμένου.

### π 321

Παραγράφω· αἰτιατικῇ.

### π 322

Παράδειγμα: εἰκών, ἢ χαρακτὴρ ἔννοιαν ἔχων αἰσθητοῦ πράγ‐ ματος. ἰστέον δέ, ὅτι ἄλλο παράδειγμα καὶ ἄλλο παραβολή. παρά‐ δειγμα μὲν γάρ ἐστιν, ὅταν ἀντιπαραθῇ τις ὅμοιον ὁμοίῳ, οἷον λογικῷ λογικόν· παραβολὴ δέ, ὅταν ἀνόμοιον ἀνομοίῳ, οἷον ἀλόγῳ λογικὸν ἢ ἔμπαλιν. ἢ παράδειγμά ἐστι λόγος ἀπὸ τῶν καθέκαστα ἐπὶ τὰ καθόλου. ἢ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ ὁμοίου.

### π 323

Παράδειγμα· τὸ παράδειγμα τῆς ἐπαγωγῆς ἄλλο. ἡ μὲν γὰρ ἐπαγωγὴ ἐκ τῶν καθέκαστά ἐστιν ἐπὶ τὸ καθόλου ὁδός. παράδειγμα δὲ γίνεται τὸ ὅμοιον καὶ γνωριμώτερον τοῦ ὁμοίου καὶ ἧττον γνωρί‐ μου. διὸ ἐπαγωγὴ μὲν δι’ ἑνὸς οὐ γίνεται· τὸ δὲ παράδειγμα ἀρκεῖ καὶ δι’ ἑνὸς εἶναι. καὶ ἔστιν ἡ μὲν ἐπαγωγὴ τῷ διαλεκτικῷ οἰκειοτέρα, τὸ δὲ παράδειγμα τῷ ῥήτορι. κέχρηται μέντοι καὶ ὁ διαλεκτικὸς παραδείγμασιν ὑπὲρ σαφηνείας τοῦ λεγομένου, εἰ μὴ εἴη γνώριμον· ὡς τὸ διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι. παραδειγματικὸν γὰρ τὸ οὕτως ἐρωτῆσαι, ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ὥσπερ καὶ ἡ αἴσθησις; παραδείγματος δὲ καὶ παραβολῆς διαφορά, ὅτι τὸ μὲν παρά‐ δειγμα δοκεῖ γεγονός τι εἰς δεῖξίν τινος παρατίθεσθαι μηδέπω γεγο‐ νότος καὶ διὰ τοῦτο ἀδήλου, ἡ δὲ παραβολὴ εἰκών ἐστιν, ὁμοιότητα πρός τι γεγονὸς σημαίνουσα. ἰστέον ὅτι τὰ παραδείγματα οὐ κατὰ πάντα λαμβάνεται καὶ τοῖς προκειμένοις ἁρμόζεται· ἐπεὶ οὐκ ἂν εἴη ὑποδείγματα ἀλλὰ ταυτότης· ἀλλὰ χρὴ τὸ χρήσιμον ἡμᾶς καὶ εἰς ὃ παρείληπται ἐκλεξαμένους τὸ λοιπὸν ἅπαν χαίρειν ἐᾶν· οἷον ὁ Πατρι‐ άρχης λέγει περὶ τοῦ σωτῆρος, ἀναπεσὼν ὡς λέων, οὐ πάντα προσαρ‐ μόζομεν τῷ Χριστῷ, ἀλλὰ τὸ ἄμαχον καὶ φοβερὸν καὶ βασιλικὸν ἐκλαμ‐ βάνοντες, τὸ δὲ θηριῶδες καὶ εἴ τι ἄλλο πρόσεστι παριππεύομεν. καὶ ὅταν λέγῃ, ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη, τὸ τιμωρη‐ τικὸν μόνον ἐκληψόμεθα, ἀλλ’ οὐκ ἄλλο τι τῶν τῇ ἄρκτῳ προσόντων.

### π 324

Παράδειξις: ὁμοιότης, δήλωσις.

### π 325

Παραδεικνῦσα καὶ Παραδεικνύντος καὶ Παραδεικνύναι.

### π 326

Παράδεισος· ζήτει πλατύτερον ἐν τῷ Σεμίραμις.

### π 327

Παραδειγματίζω· αἰτιατικῇ.

### π 328

Παραδιαιτᾶσθαι: τὸ παρ’ ἑτέρῳ τινὶ τρέφεσθαι.

### π 329

Παραδιδάσκω· αἰτιατικῆ.

### π 330

Παραδίδωμι· δοτικῇ.

### π 331

Παρὰ δίκην: παρὰ τὸ δίκαιον.

### π 332

Παρὰ δόξαν: παρὰ προσδοκίαν, παρ’ ἐλπίδα. τὰς δυσχωρίας προκατειλήφεσαν, ἐλπίδα ἔχοντες ὡς παρὰ δόξαν ἐπιθησόμενοι.

### π 333

Παράδοξον: ἀπροσδόκητον, θαυμαστόν.

### π 334

Παραδῶσι: πληθυντικόν. συντρέχει λοιπὸν τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν δημιουργὸν καὶ κτίστην τῶν ἁπάντων Πιλάτῳ παραδῶσιν.

### π 335

Παραδράμω· αἰτιατικῇ.

### π 336

Παραδυναστεύω· δοτικῇ.

### π 337

Παραδύομαι· παροιμία· ἐπειδὴ εἰς τοὺς πλουσίους οἱ πένητες παραδύονται.

### π 338

Παραζήλου: παρερεθίζου, παροξύνου εἰς μίμησιν τῶν κακίᾳ συζώντων. Δαβίδ· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ.

### π 339

Παραζηλῶν· αἰτιατικῇ. παροξύνων, ζηλοτυπῶν.

### π 340

Παραθέουσι: παρατρέχουσι.

### π 341

Παράθερμος: παρὰ τὸ προσῆκον ἐργαζόμενος. ὢν δὲ φύσει παράθερμος καὶ παρακεκινηκὼς πολλὰ διῴκει μανίᾳ προσεμφερῶς· τοσοῦτον τ’ ἀφροσύνῃ διενεγκὼν τῶν ἄλλων, τῷ μηδὲ ἐκ τῆς πείρας δύνασθαι διδαχθῆναι τοῦ πρώτως ἐπιβαλλόμενον σφαλῆναι.

### π 342

Παράθεσις: σύγκρισις. βουλόμενος δ’ ἐκ παραθέσεως ὑπό‐ δειγμα ποιῆσαι τῆς αὑτοῦ προαιρέσεως, ἧς ἔχει πρὸς τοὺς πεπιστευ‐ κότας αὐτῷ καὶ τοὺς ἀπειθοῦντας, ἐπολιόρκει. καὶ αὖθις· μηδ’ εἶναι παράθεσιν τοῦ βελτίονος. Παράθεσις καὶ ἡ παραγγελία παρὰ τοῖς Πατράσι. φησὶ γάρ, ἔλαβον παράθεσιν.

### π 343

Παραθήγειν: ἀκονᾶν, παροξύνειν.

### π 344

Παραθήξονται: παρακονήσονται. ἦν δὲ Τύλλος Ἄττιδος, ὁ τὰς ὀργὰς αὐτοῖς παραθήξας, ἔχων περὶ αὑτὸν ἑταιρίαν οὐκ ὀλίγην.

### π 345

Παραθραύοντες: ταλαιπωροῦντες, ἀδυνατοῦντες.

### π 346

Παραθρήσειας: παρίδῃς.

### π 347

Παρίημι: συγχωρῶ. εἴ τις ἐπελθὼν ἡμῶν εἰς τὴν παρεμβολὴν τολμήσει, παρίημι λέγειν ἐς τὴν πατρίδα.

### π 348

Παρακαλεῖν: τὸ καλεῖν, ἢ τὸ προτρέπεσθαι· ἄκυρον γὰρ τὸ δέεσθαι.

### π 349

Παρακαλῶ· ὅτι τὸ καλῶ καὶ παρακαλῶ ἔλευσιν ἔχει καὶ αἰτιατικῇ συν‐ τάσσεται.

### π 350

Παρακαρησός: ὄνομα ποταμοῦ.

### π 351

Παρακαρής: ὀλίγου.

### π 352

Παρακαταβολή: πρόθεσις τοῦ δεκάτου μέρους τοῦ τιμήματος. εἴρηκεν ὁ δανειστὴς πρὸς Στρεψιάδην· καὶ τοῦτ’ ἴσθ’, ὅτι θήσω πρυ‐ τανεῖ’, ἢ μηκέτι ζῴην ἐγώ. ἀντὶ τοῦ γραφὴν κατὰ σοῦ θήσομαι· ἐν γὰρ τῷ πρυτανείῳ ἐτίθεσαν τὰς τῶν δικῶν γραφάς. λέγει ὁ Στρε‐ ψιάδης· προσαποβαλεῖς ἄρ’, αὐτὰ πρὸς ταῖς δώδεκα. ἀπολεῖς, φησί, καὶ τὰ ἐπὶ τῇ γραφῇ ἀναλώματα, μάτην αὐτὰ ποιήσας, διὰ τὸ περι‐ έσεσθαί σου τὸν υἱόν μου, λέγοντα τὸν ἀδικώτερον λόγον. ὅ ἐστι τὸ δέκατον τοῦ τιμήματος τῆς δίκης, ὅπερ καλεῖται συνωνύμως παρα‐ καταβολή.

### π 353

Παρακαταβολή καὶ Παρακαταβάλλειν: οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριόν τι κατετίθεσαν, καὶ τοῦτο ἐχρῆν αὐτοὺς στέρεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν. ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητήσεων δῆλόν ἐστιν, ὅτι τὸ πέμπτον μέρος τοῦ ἀμφισβητουμένου κατετίθετο. Δημοσθένης μέντοι ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ περὶ ἰδίας τινὸς δίκης φησί· καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς.

### π 354

Παρακαταθήκη: ἐνέχυρον.

### π 355

Παρακατεῖχον: ἐχρονοτρίβουν. οἱ δὲ δολίως τοῖς πρέσβεσι προσενεγκάμενοι παρακατεῖχον ὡς συνάξοντες τὸν δῆμον.

### π 356

Παρακεκινδυνευμένον: ἀντὶ τοῦ ὑψηλόν, ἢ βλάσφημον. Ἀριστοφάνης· γόνιμον δὲ ποιητὴν οὐκ ἂν εὕροις ἔτι. τουτέστι φυσι‐ κόν τινα καὶ οὐ βεβιασμένον, ἢ γεννητικόν. ὅστις φθέγξεται τοιουτονί τι παρακεκινδυνευμένον, αἰθέρα, Διὸς δωμάτιον, ἢ χρόνου πόδα, ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ’ ἱερῶν, γλῶτταν δ’ ἐπιορκήσασαν ἄνευ τῆς φρενός. Εὐριπίδης· ὄμνυμι δ’ ἱερὸν αἰθέρ’ οἴκησιν Διός. Ἀλεξάνδρου δέ· καὶ χρόνου πρόβαινε πούς. καὶ ἐξ Ἱππολύτου Εὐρι‐ πίδου· ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

### π 357

Παρακεκλημένοι: παραμυθηθέντες.

### π 358

Παρακεκομμένος: μαινόμενος, ἐξεστηκώς, παράφρων. καὶ Παρακεκομμένα· κἀμοὶ γάρ ἐστιν ἀμπέλια παρακεκομμένα. ἀντὶ τοῦ μηδὲν ἐντελὲς ἔχοντα. ἀπὸ μεταφορᾶς τῶν ἀδοκίμων νομισμά‐ των, ἅπερ παράτυπα λέγεται καὶ παρακεκομμένα. καὶ νῦν δὲ εἰώθασι λέγειν παραχαράκτας τοὺς παρακόπτοντας. ὅθεν καὶ παράσημος ῥήτωρ. ἀνδράρια μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράσημα καὶ παράξενα.

### π 359

Παρακελεύεται· δοτικῇ. προτρέπεται, διεγείρει.

### π 360

Παρακερδαίνω σου.

### π 361

Παρακεχόρδηκεν, οἷον παρημάρτηκε λέγουσιν Ἀττικοί. καὶ παράχορδον.

### π 362

Παρακείμενα: τὰ νῦν. ἱκανὰ κακὰ τὰ παρακείμενα.

### π 363

Παρακινοῦντα: ἐξιστάμενον. οὐχ οὕτω παρακεκινηκότες καὶ διεφθαρμένοι τὴν γνώμην, ἀλλὰ διὰ τὴν ὑπεροχὴν τῶν κακῶν ἐς Ἰουλιανὸν τὸν Εὐτρόπιον ἀνατιθέμενοι. Εὐνάπιός φησι περὶ Εὐτροπίου τοῦ εὐνούχου. καίτοι παρακινηθεὶς τοῦ προσήκοντος.

### π 364

Παράκλησις: ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι· διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. Λυκοῦργος δὲ ἀντὶ τῆς δεήσεως ἐχρήσατο λέγων· ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως.

### π 365

Παρακλιδόν.

### π 366

Παρακλίνασαι: παρανοίξασαι. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι. Ἀριστοφάνης· καὶ γὰρ ἐκεῖναι παρακλίνασαι τῆς αὐ‐ λείας παρακύπτουσι. κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς, ἀναχωροῦσι· κᾆτ’, ἢν ἀπίῃ, παρακύπτουσι.

### π 367

Παρακοᾶν: παρανοεῖν καὶ παραφρονεῖν. κοᾶν γὰρ καὶ κονᾶν τὸ φρονεῖν.

### π 368

Παρακονᾶν: τὸ ἐν τῷ φιλεῖν διατρίβειν.

### π 369

Παρακοπὴ φρενῶν: ἡ φρενιτίασις.

### π 370

Παρακόψας: τὸν νοῦν τραπείς. ἐτελεύτησε δέ, ἄκρατον πολὺν ἐμφορηθεὶς καὶ παρακόψας, ἤδη γεγονὼς ἔτος πέμπτον καὶ ἑβδομη‐ κοστόν.

### π 371

Παρὰ κωφὸν ἀποπαρδεῖν: πρόδηλος τῆς παροιμίας ἡ αἰτία· οὐ γὰρ ἀκούει ὁ κωφός. ἐπὶ τῶν ἀναισθήτων δὲ λέγεται.

### π 372

Παρακροτοῦντες: παραθαρσύνοντες, παρορμῶντες.

### π 373

Παρακρούεται· αἰτιατικῇ. ἀντὶ τοῦ ἐξαπατᾷ. μετῆκται δὲ τοὔ‐ νομα ἀπὸ τοῦ τοὺς ἱστάντας τι ἢ μετροῦντας, κρούειν τὰ μέτρα καὶ διασείειν, ἕνεκα τοῦ πλεονεκτεῖν,

### π 374

Παρακρουσάμενος: ἐξαπατήσας, παραπείσας. παῖδας τῶν εὐγενεστάτων οἴκων παρακρουσάμενος ἐξήγαγεν ἐκ τῆς πόλεως.

### π 375

Παρακρούσασθαι: ἀνατρέψαι. ὁ δέ, ὅσα διημφισβητήθη, οἷος ἐγένετο παρακρούσασθαι.

### π 376

Παράκρουσιν: ἐξαπάτην, ἐμπαιγμόν. ἄπιστοί τε γὰρ δόξαντες εἶναι οἱ Σαυνῖται, καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντος σφῶν σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδον σφίσι τὸν πόλεμον παρεσκεύασαν.

### π 377

Παρακοίτης: ὁ ἀνήρ. Παράκοιτις δὲ ἡ γυνή.

### π 378

Παρακωχή: παροχή· παρὰ Θουκυδίδῃ, ὡς ἡ ἀνακωχὴ καὶ διακωχή.

### π 379

Παράλλαξον: πάρελθε. ἡ γὰρ κατὰ μικρὸν παράλλαξις πᾶσαν ποιεῖ φύσιν ὑπερφέρειν τὰς μεταβολάς, ὡς ἐπὶ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ.

### π 380

Παραλλάττουσιν: ἀντὶ τοῦ παρέρχονται. παραλλάττουσι δὲ ἀλλήλους τῷ διαστήματι τῶν ὁδῶν ψευσθέντες ὅ τε Προκόπιος καὶ Οὐάλης ὁ βασιλεύς.

### π 381

Παραλλήλων: ὁμοίων, ἀκολούθων, ἐγγὺς ἀλλήλων, ἐξίσου. καὶ παράλληλον ὀρύξαντες τῷ δοκοῦντι πεσεῖσθαι τείχει συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις. ἀντὶ τοῦ ἐξίσου.

### π 382

Παραλογίζομαί σε.

### π 383

Παραλογισμός: ἀπάτη λογισμοῦ.

### π 384

Παραλογιστής: ἀπατεών.

### π 385

Παράλογον λέγουσιν ἀρσενικῶς οἵ τ’ ἄλλοι καὶ μάλιστα Θου‐ κυδίδης, τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν· οἷον, τοῦ πολέμου τὸν παράλογον. καί, ὅτι ἐγένετο πολὺς ὁ παράλογος. Προκόπιος· οἱ μὲν ἄλλοι τοῦ πλήθους ἐκλογιζόμενοι τὸν παράλογον, ἔδοξε μανιώδης εἶναι αὐτοῦ ἡ ἔννοια. καὶ αὖθις· τοῖς δὲ Ῥωμαίοις θάρσος καὶ ἀπιστία πρὸς τὰ γινόμενα παρέστη πλείων ἢ τοῖς τὰ παράλογα ὀνείρατα ὁρῶσιν. ὁ Παράλογος Θουκυδίδης· οἱ δὲ Ἀθηναῖοι ἐν παντὶ δὴ ἀθυμίας ἦσαν, καὶ ὁ παράλογος αὐτοῖς μέγας ἦν· πολὺ δὲ μείζων ἔτι τῆς στρατιᾶς ὁ μετάμελος. καὶ αὖθις· οἱ δὲ σοφίσμασι καὶ παραγωγαῖς ἐκκρούοντες ἡμᾶς ἀεί τε καὶ καθημέραν κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται.

### π 386

Παραλόγως: τὸ ἀνέλπιστον, παρὰ προσδοκίαν. οὐδέ τις ἦν ὃς οὐκ ἠθέλησε τὸ μὴ οὐ θεατὴς γενέσθαι παραλόγου οὕτως ἐς μέγεθος παρασκευῆς. ἀντὶ τοῦ παραδόξου.

### π 387

Πάραλος: ναῦς ἱερά, θεωρίς· ἦν δὲ καὶ ἑτέρα Σαλαμινία ναῦς. Τευθὶς δὲ πάραλος, ἡ παραθαλασσία, ἢ ἡ παρὰ τὰς ἅλας κειμένη.

### π 388

Πάραλος ἢ Σαλαμινία: αὗται ἱεραὶ τριήρεις δημόσιαι, ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι καὶ ταχυναυτοῦσαι· καὶ ἦσαν ὡς ἂν ὑπηρέτιδες ταχεῖαι οὖσαι, ἡ μὲν ὑπηρετοῦσα εἰς τὰ θεωρικά, ἡ δὲ εἰς τὰ δημόσια. καὶ αὖθις· οἱ δὲ Ἀθηναῖοι πέμπουσι τὴν Πάραλον, καλοῦντες αὐτὸν ἐπὶ κρίσιν. τουτέστιν Ἀλκιβιάδην.

### π 389

Πάραλος: Δημοσθένης Φιλιππικοῖς. μία τῶν παρ’ Ἀθηναίοις πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔνομα λαβοῦσα. πάραλοι δ’ ἐκαλοῦντο οἱ ἐπιβεβηκότες αὐτῆς, οἳ καὶ διὰ ταύτην τὴν ὑπηρεσίαν τέσσαράς τε ὀβολοὺς ἐλάμβανον, καὶ τὸ πλεῖστον τοῦ ἐνιαυτοῦ οἴκοι τε ἔμενον, καὶ ἄλλα τινὰ ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως,

### π 390

Πάραλοι: οἵ τε ἐν τῇ νηῒ τῇ Παράλῳ πλέοντες καὶ οἱ τὴν παράλιον τῆς Ἀττικῆς κατοικοῦντες· ὥσπερ ἕτεροι Πεδιάσιοι καὶ Δι‐ άκριοι. Πάραλος δὲ τριήρης ἱερὰ καλεῖται, ἥτις διηνεκῶς ταῖς ἐπειγού‐ σαις χρείαις ὑπηρέτει. ὁπότε δὲ ἐκ τῆς ἀλλοδαπῆς μεταπέμψασθαι στρατηγὸν ἠβούλοντο, ὥσπερ Ἀλκιβιάδην ἀπὸ Σικελίας, τῇ Παράλῳ ἐχρῶντο. λέγεται δὲ ἡ αὐτὴ καὶ Σαλαμινία. ὕστερον δὲ ἄλλαι δύο προσεγένοντο αὐταῖς, Ἀντιγονίς τε καὶ Δημητριάς.

### π 391

Παράλων: διῄρητο εἰς δʹ μοίρας πάλαι ἡ Ἀττική· Πανδίων γὰρ διαδεξάμενος Κέκροπα, προσκτησάμενος δὲ καὶ τὴν Μεγαρίδα ἔνειμε τὴν χώραν τοῖς παισὶν εἰς δʹ μοίρας· Αἰγεῖ μὲν τὴν παρὰ τὸ ἄστυ μέχρι Πυθίου, Πάλλαντι δὲ τὴν Παραλίαν, Λύκῳ δὲ τὴν Διακρίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα. Ἀριστοφάνης· ἀλλ’ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα.

### π 392

Παραλοῦμαι: παροιμιακῶς. εἰώθεισαν γὰρ πρότερον ἐν τοῖς βαλανείοις οἱ πλούσιοι παραλούειν τοὺς πένητας. Ἀριστοφάνης Ἀνα‐ γύρῳ· ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν. οἷον συνεισιέναι τοῖς πλουσίοις, ὥστε μηδὲ σπόγγους φέρειν, ἀλλὰ τοῖς ἐκείνων χρῆσθαι.

### π 393

Παραλυπῶ· αἰτιατικῇ.

### π 394

Παραλύσας: ἀντὶ τοῦ διαδεξάμενος. παραλύσας αὐτὸν τῆς ἀρχῆς.

### π 395

Παραλῦσαι: ἀφελέσθαι. βουλόμενος ἀναπαῦσαι καὶ κόπου παραλῦσαι τοὺς ἰδίους στρατιώτας. καὶ αὖθις Σιμόκατος· οἱ δὲ τῶν ὅπλων παραλυθέντες, οὐκ εἶχον ὅ τι χρήσονται τοῖς θυμοῖς.

### π 396

Παραμέλω· γενικῇ.

### π 397

Παραμένω· δοτικῇ.

### π 398

Παραμείψας: παραλλάξας.

### π 399

Παραμπυκίζεται: παραπλέκεται τὰς τρίχας.

### π 400

Παραμυθῆσαι· αἰτιατικῇ. συμβουλεῦσαι. καὶ παραμυθήσασθαι ὡσαύτως.

### π 401

Παρανάλωμα· ὁ Μακρῖνος ὁ βασιλεὺς τρυφῇ καὶ ἐκδεδιῃτη‐ μένῳ βίῳ τὰ καθ’ ἑαυτὸν παραδοὺς παρανάλωμα τῆς τρυφῆς ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων. τουτέστι προσόψημα.

### π 402

Παράνοια· πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω; οἷον πρὸς τὸν πατέρα δικάσομαι, καὶ δείξας αὐτὸν μαινόμενον, οὕτω τὴν μανίαν παύσω, εἰς τὸ δικαστήριον ἀγαγών.

### π 403

Παράπαν: καθόλου, παντελῶς. καὶ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν, οἷον τὸν Ἀμύντου Φίλιππον.

### π 404

Παραπαίων: παραφρονῶν, ληρῶν. ἀγνοῶν καὶ παραπαίων ὁλοσχερῶς.

### π 405

Παραπέμπω· αἰτιατικῇ. παραπέμπει πλωτῆρας σὺν εὐθυμίᾳ. καὶ κατὰ περιποίησιν δοτικῇ. μᾶλλον δὲ κόσμον παραπέμπουσι τὸν ἐνεστῶτα τῷ μέλλοντι.

### π 406

Παραπεπληγμένα: μανικά. ὅς’ ἂν πράξωσιν, ὥσπερ μεθυ‐ όντων ἐστὶ παραπεπληγμένα.

### π 407

Παραπεπτωκώς: ἀντὶ τοῦ ὑποπεπτωκώς. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου.

### π 408

Παραπέταλοι: πετάλοις ἐσκεπασμέναι. αἱ δὲ τριήρεις ἦσαν κόσμῳ διαπρεπεῖ, ἀργύρῳ τε τὰ ἔμβολα καὶ χρυσῷ τὰς πρύμνας παρα‐ πέταλοι.

### π 409

Παραπέτασμα: παρακάλυμμα, παράπλωμα. τὸ λεγόμενον βῆλον.

### π 410

Παράπηγμα: κανών. καὶ εἶδός τι ὀργάνου ἀστρονομικοῦ. εἰ δὲ ἰδιωτικὸν παράπηγμα ἁψικάρδιον ἐθέλεις πρὸς τὸν θάνατον, εἴπω.

### π 411

Παραπικρασμός: ἡ ἐν ἐρήμῳ πολλάκις γενομένη ἀντιλογία τῶν Ἰσραηλιτῶν.

### π 412

Παραπλαγιάσας: πλασάμενος.

### π 413

Παραπλῆγας πέτρας: παραλίας, πλησσομένας ὑπὸ τῆς θα‐ λάσσης.

### π 414

Παραπλήκτῳ: τῇ μανικῇ. Σοφοκλῆς. παραπλήκτῳ χειρὶ συγ‐ κατακτάς. καὶ Αἰλιανός· ὁ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκούρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστώς, καὶ πληγεὶς καιρίως ἐξ‐ έγρετο.

### π 415

Παραπλήξ: μαινόμενος, παράφρων. Ἀριστοφάνης Πλούτῳ· ἢν δ’ εἰς παραπλῆγ’ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος. ὁ ἄφρων. ἀπὸ τῶν κρουμάτων τῶν διαπεπτωκότων τοῦ ἐναρμονίου λυρισμοῦ. ἢ ὁ μωρός. ἀληθῶς γὰρ ἡ ἀσωτία πε‐ πληγμένη ἐστὶ διάνοια. καὶ αὖθις· παραπλῆγι ἐοικότα ἐνθένδε ἀπαλλαγῆναι.

### π 416

Παραπληξία: μανία.

### π 417

Παραπόδας: ἐπίρρημα. εὐθέως· ἢ ἐγγύς· ἢ πλησίον. μετὰ ταῦτα παραπόδας ἀκρατέστατον μὲν αὐτὸν δείκνυσι πρὸς γυναῖκας. καὶ αὖθις· παραπόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται.

### π 418

Παραποδίζειν: ἐμποδὼν γίνεσθαι. Πολύβιος· βατώδεις ὄντας τοὺς τόπους ἐμπλέκεσθαι τοῖς ἐφάμμασι καὶ παραποδίζειν τὴν τῶν ὅπλων χρείαν.

### π 419

Παραπολύ: παντελῶς. Θουκυδίδης ἐν αʹ· καὶ ἐνίκησαν οἱ Κερ‐ κυραῖοι παραπολύ.

### π 420

Παραπολύ: ἐπίρρημα. ἀντὶ τοῦ πάνυ, παντελῶς. Δέξιππος· παραπολὺ ἀπελείποντο πείθεσθαι τοῖς εἰσηγουμένοις ἡσυχίαν αἱρεῖσθαι. Ἀριστοφάνης Πλούτῳ· δεινότατον ἔργον παραπολύ. ἀντὶ τοῦ πάνυ πολύ.

### π 421

Παραπρεσβεία: τὸ ἔξω τι τῶν προστεταγμένων διαπράξασθαι. ὁ δὲ βασιλεὺς ἐχαλέπαινεν οἷα εἰκός, καὶ παραπρεσβείας ἐκρίνετο Ἰωάννης, ἅτε οὐ πρὸς τὸ συνοῖσον τῇ πολιτείᾳ διαπραξάμενος. καὶ αὖθις· οὗτος τὸν ἐμὸν ἀδελφὸν ἀπειλεῖ παραπρεσβείας αἱρήσειν καὶ διώξεσθαι.

### π 422

Παρὰ προσδοκίαν: τουτέστι μετὰ μόχθου.

### π 423

Παραρρεῖ· δοτικῇ.

### π 424

Παραρρητοῖς: παρηγορικοῖς λόγοις, παραμυθήμασιν, ὑποθήκαις· οἱ δὲ συμβούλοις.

### π 425

Παραρύμματα: δέρεις, σκεπάσματα.

### π 426

Παραρυῶμεν: παραπέσωμεν.

### π 427

Παρασάγγης: εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι λʹ στάδια. Ξενο‐ φῶν· ὁ δὲ Κῦρος, ὁπόσον, ἔφη, ἄπεστι τὸ στράτευμα; οἱ δὲ ὡς δύο παρασάγγας εἶπον.

### π 428

Παράσειρος: ὁ ἀκόλουθος ἵππος.

### π 429

Παρασημαίνει: δηλοῖ, χαράττει.

### π 430

Παράσημος: ἀδόκιμος. καὶ Παράσημον, τὸ σεσημασμένον, καὶ ὕποπτον. καὶ παράσημον ἦν τὸ λεγόμενον καὶ φυγὴν ἐδόκει δηλοῦν.

### π 431

Παράσημος ῥήτωρ: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα· ἤτοι ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινι, ὃ τὴν φαυλό‐ τητα δηλοῖ· ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται.

### π 432

Παράσιος· ὅτι μὲν ζωγράφος οὗτος δῆλον. φασὶ δὲ αὐτὸν υἱὸν εἶναι καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος.

### π 433

Παράσιτος: κόλαξ, τραπεζολοιχός. κοσσοτράπεζος. βελο‐ νοπώλης· οὗτος δανειστὴς ἦν, παράσιτος Παμφίλου τοῦ δημαγωγοῦ.

### π 434

Παρασκευάζω· αἰτιατικῇ.

### π 435

Παρασκευή· ὁ δὲ ἐπεκλήθη κριτικὸς γραμματικός, οἷα γραμ‐ ματικὴν ἔχων παρασκευήν. περὶ Ἑκαταίου φησί.

### π 436

Παρασκήνια· ἔοικε παρασκήνια καλεῖσθαι ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι.

### π 437

Παρασπιστής: παρεστὼς ὁπλίτης.

### π 438

Παρασπονδήσας: παραβὰς τὰς σπονδάς.

### π 439

Παρασπονδοῦμαι: παραβαίνομαι.

### π 440

Παρασταδόν: παραστατικῶς, κατὰ τρόπον, κατὰ τὸ δέον.

### π 441

Παράστασις: στάσις παρά τινος ἄτιμος. γίνεται δὲ ἐπὶ τῶν χρεωφειλετῶν.

### π 442

Παράστασις: ὁρμή, προθυμία. καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσι. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν. καὶ Παράστημα ψυχῆς· οἱ δὲ Ῥωμαῖοι δι’ ἀλκὴν σώματος καὶ παράστημα ψυχῆς ὀλίγου δεῖν τῆς οἰκουμένης ἐκράτησαν.

### π 443

Παράστασις: τοὔνομα πολὺ παρὰ τοῖς ῥήτορσιν. ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας. Μένανδρος Μισογύνῃ· ἕλκει δὲ γραμματίδιον ἐκεῖσε δίθυρον, καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δὲ ἐν Ἀθηναίων Πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησίν· εἰσὶ δὲ γραφαὶ πρὸς αὐτούς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύσεως καὶ γραφίου καὶ μοιχείας. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς Περὶ νομοθεσίας τοὺς διαιτητὰς φησὶ λαμβάνειν τὰς δραχμάς, μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν· ἑτέραν δὲ κατὰ ὑπωμοσίου ἑκάστην.

### π 444

Παραστάται: οἱ ὁμόζυγοι τῶν λόχων πρωτοστάται καὶ ἐπι‐ στάται· διὰ τὸ παρ’ ἀλλήλοις ἵστασθαι. καὶ Παραστατεῖν, τὸ συμμαχεῖν. Ἀριστοφάνης Πλούτῳ· ὥσθ’ ἡμῖν θεοὺς παραστατεῖν καίπερ γυναιξὶν οὔσαις. καὶ Παραστάτης. Ἀρριανός· πρόσταγμα σφίσιν ἦν, ὅπως τις ἐκνηξάμενος σταίη, ἐν τῷ ὕδατι προσμένειν τὸν παρα‐ στάτην οἱ ἐσόμενον. καὶ Εὐνάπιος· πολὺ διεστῶτας ἀλλήλων χωρεῖν ἐκέλευεν, ὅπως μὴ δουποίη τὰ ὅπλα μήτε τῷ παραστάτῃ θλιβόμενα μήτε τῷ φέροντι διὰ τὸν συνωθισμὸν περικτυπούμενα. καί, παρα‐ στατικώτερον τὸν κίνδυνον ὑπέμειναν. καὶ λαβόντες παράστασιν εἰς τὸ μαχομένους γενναίως ἀποθανεῖν. ἀντὶ τοῦ ὁρμήν, τόλμαν. καὶ αὖθις· διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος. καὶ ἐπίρ‐ ρημα Παραστατικῶς. ὁ δὲ ἔγραψε πικρῶς καὶ παραστατικῶς, ἀλάστορας ἀπο‐ καλῶν καὶ παλαμναίους διὰ τῆς ἐπιστολῆς.

### π 445

Παρασταυροῦντες: ὀρθὰ ξύλα πηγνύντες. οἱ δὲ παρασταυ‐ ροῦντες ξύλα τῇ καταβάσει καὶ τὸ μέσον ἄλλοις ἐπικαρσίοις στεριφο‐ ποιοῦντες καὶ φορμοὺς ἐπιβάλλοντες ὕλης ἐμάλθαξαν τὸ πάνυ πρανὲς καὶ ὀλισθηρόν.

### π 446

Παραστησάμενος: παραλαβών, ἑλών, καταστρεψάμενος.

### π 447

Παραστήσομαι· ἐναντίον σοῦ, ἐνώπιόν σου στήσομαι. τὸ πρωῒ παραστήσομαί σοι. τοῦτο δὲ ἁρμόδιον λέγειν τοῖς κατὰ Ἠλίαν βεβιω‐ κόσι καὶ παθῶν ὑπερανεστηκόσι.

### π 448

Παραστησώμεθα αὐτὸν εἰς κρίσιν· Πολιτείας ηʹ. ἀντὶ τοῦ καταστήσωμεν αὐτὸν εἰς κρίσιν. τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοσία κα‐ λεῖται· ὁ δὲ ἐγκαλῶν γράψας τὸ ὄνομα εἰς πινακίδιον καὶ τὸ ὄνομα καὶ τὸ ἐπίσημον μεθ’ ὑπηρέτου τῷ ἐγκαλουμένῳ ἐπιδίδωσι.

### π 449

Παραστιχίς· Ἡρακλείδης ὁ Ποντικὸς εἴς τι τῶν ἰδίων συγ‐ γραμμάτων ἐχρῆτο μαρτυρίοις, ὡς Σοφοκλέους. αἰσθόμενος δὲ ὁ Διο‐ νύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός. τοῦ δὲ ἀρνουμένου καὶ ἀπιστοῦντος, ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα· καὶ εἶχε παγκάλως.

### π 450

Παραστορῶ: ἐκτενῶ. ἀπὸ τῶν βυρσῶν. ἐγώ σε, νὴ τὸν Ἡρα‐ κλέα, παραστορῶ.

### π 451

Παρασύρω· αἰτιατικῇ.

### π 452

Παρὰ σφὰς ὃς οὐκ ἐσπλεῖν: παρὰ Θουκυδίδῃ. ἀντὶ τοῦ σχεδόν, ὡς τὸ μονονουχί.

### π 453

Παρὰ σφῇσι: παρ’ αὐταῖς. Παρὰ σφίσι δέ, διὰ τοῦ ι, παρ’ αὐτοῖς.

### π 454

Παρασχεδόν: παραυτίκα.

### π 455

Παρασχηματίζειν· τοὺς τοῦ βασιλέως στρατιώτας διέβαλε φάσκων, τούτους μὲν παρασχηματίζειν, οὐδεμίαν ἀληθινὴν χρείαν παρ‐ εχομένους. τοῦ ἀληθοῦς παρατρέπεσθαι.

### π 456

Παρασχόν: ἐπίρρημα. εἰ δέ γε παρασχὸν οὕτω κατάδηλος γένηται δόξαι λέγειν, ὡς παραγέγονε λέξων περὶ τῶν πρέσβεων.

### π 457

Παράταξις: πόλεμος ἐμπαράσκευος.

### π 458

Παραταχθείς: παρ’ αὐτὸν ταχθείς.

### π 459

Παρατέθηγμαι: ἠκόνημαι.

### π 460

Παραπενθεῖς: ἀπολεῖς, ἐπὶ πλέον παρελκύσεις.

### π 461

Παρατέταμαι: ἐξώγκωμαι. Ἀριστοφάνης· ἅλις ἀφύης. παρα‐ τέταμαι γὰρ ἐσθίων. λέγεται καὶ ἑνικῶς ἡ ἀφύη.

### π 462

Παρατετολμηκότες: ἑαυτῶν ἀφειδήσαντες. Πολύβιος· παρα‐ τετολμηκότες καὶ τελέως ἀπελπίσαντες τὴν σωτηρίαν.

### π 463

Παρατεῖναι: τὸ ἐπιτρέψαι, καὶ ἀπολέσαι. Κωμικὸς ἐπὶ Εὐβοίας· οἶδ’· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.

### π 464

Παρὰ τὴν αὑτῶν φύσιν: ἀντὶ τοῦ, παραδόξως. οἱ δὲ τύραννοι παρὰ τὴν αὑτῶν φύσιν ᾐδέσθησαν τὴν ἱέρειαν κακῷ τῳ περιβαλεῖν.

### π 465

Παρατηρημάτων: ἐπιτηρήσεων, κληδονισμῶν, καὶ ἀπαντή‐ σεων, καὶ οἰωνοσκοπιῶν, καὶ μαντειῶν.

### π 466

Παρατηρῶ· αἰτιατικῇ.

### π 467

Παρατίλλεται: διασείεται, τὰς τρίχας τοῦ πρωκτοῦ διατίλλεται· αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς, ἀποραφανίδωσις καὶ παρατιλμοὶ τοῖς πένησιν· οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες ἀπελύοντο· οἱ δὲ ἀποροῦντες μὴ δυνάμενοι χρήμασι λυτροῦσθαι τὴν φυγὴν δημοσίᾳ ταῦτα ἔπασχον, Ἀριστοφάνης Πλούτῳ· ὁ δ’ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. καὶ αὖθις Ἀριστοφάνης· παρατίλλω τρίχας. πα‐ ρατίλλομαι δὲ ἐκ τῶν μυκτήρων τίλλω τρίχας ἢ τῶν μασχαλῶν. ταῦτα δὲ πάντα ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντες εἰς ἀπορίαν καὶ ἀμηχανίαν, μὴ τυγχάνοντες τοῦ προκει‐ μένου λογισμοῦ· ὅτε γὰρ αὐτοὶ ἐφ’ ἑαυτῶν διατίθενται ἀλύοντες, καὶ ἐπιγράφουσι.

### π 468

Παρὰ τὸ καθεστηκός: οἷον παρὰ τὸ νόμιμον, παρὰ τὸ πρέπον.

### π 469

Παράτοπον: εἰς κακὸν τόπον. παράτοπον ὁρμήσαντες διὰ τὴν ἀπειρίαν, ἔστι δ’ ὅτε καὶ διὰ τὰς ἀμπώτεις τῆς θαλάττης.

### π 470

Παράτον: ἡ παρασκευὴ παρὰ Ῥωμαίοις. ἐξ οὗ καὶ ἀντιπαράτωρα, ἡ κόσμησις ἢ ἄλλη εὐπρέπεια.

### π 471

Παρὰ τοσόνδε ἧκον ἀπορίας ὑπὸ τῶν κακοπραγιῶν ὥστε ἀπὸ κυνηγεσίων ἐτρέφοντο.

### π 472

Παρὰ τούτου: ἀντὶ τοῦ ἀπὸ τούτου. καὶ παρὰ τοῦτον, ἀντὶ τοῦ πρὸς τοῦτον. οὕτως πανταχοῦ Ἀρριανός.

### π 473

Παρατρέπω· αἰτιατικῇ.

### π 474

Παρατρέχω· αἰτιατικῇ.

### π 475

Παρατριβή: λογομαχία, ἔρις. τὴν γενομένην πρὸς αὐτὸν παρατριβὴν καὶ ζηλοτυπίαν.

### π 476

Παρατρύζει: παραφωνεῖ. εἴληπται δὲ ἀπὸ τῶν ὀρνέων, ὅταν τοῖς οἰκείοις νεοττοῖς γοερὰ ἐπιφωνῶσι.

### π 477

Παρατρυφῶ· δοτικῇ.

### π 478

Παρατυχόν: ἀντὶ τοῦ παρατυχόντος· ὡς καὶ ἐξὸν ἀντὶ τοῦ ἐξόντος.

### π 479

Παραυδήσας: παραμυθησάμενος.

### π 480

Πάραυλος: ὁ ἐν ἀγροῖς. ἢ Πάραυλος, παρατεταμένη. ἢ ἐγγύς· παρὰ τὴν αὐλήν. ἢ θρηνητική· παρὰ τοὺς αὐλούς. Σοφοκλῆς· τίνος βοὴ πάραυλος ἐξέβη νάπους.

### π 481

Παραυτόθεν: αὐτίκα, ἀπὸ τοῦ παρόντος χρόνου. Ἀρριανός· παραυτόθεν, ὡς ἔχομεν, ἐπεξελθόντες, ἐν χερσὶ στήσασθαι τὸ τέλος τῆς μάχης.

### π 482

Παράφορος: ὁ παρ’ ἑαυτὸν καὶ ὑπὸ δαίμονος παραφερόμε‐ νος. συνενθουσιῶντες αὐτοῖς καὶ τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ τῇ κακίστῃ δαιμόνων ἐκριπισθέντες ἀπολώλασι.

### π 483

Παραφρόνιμον: παράφρονα, ἀνόητον, καὶ ἄπορον περὶ τὰ φρονήματα. ἴσθι δέ, παραφρόνιμον, ἄπορον ἐπὶ φρόνημα πεφάνθαι μ’ ἄν, εἴ σε νοσφίζομαι.

### π 484

Παραφρονῶ· αἰτιατικῇ.

### π 485

Παραφρυκτωρευόμενος: οἱ κακουργοῦντες περὶ τὰς φυλα‐ κὰς καὶ φρυκτοὺς ἀνατείνοντες ἐναντίους τοῖς πεπιστευκόσι τὴν φυ‐ λακὴν καὶ ἐπὶ τῷ συμφέροντι τῶν ἀντικαθεζομένων παραφρυκτω‐ ρεύεσθαι λέγονται, ὥς φησι Λυσίας· τούτων εἷς ὁ πρεσβύτης ἐν Σι‐ κελίᾳ παραφρυκτωρευόμενος τοῖς πολεμίοις, ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη.

### π 486

Παραφρυκτωρεῖν: τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων ἐπὶ βλάβῃ δὲ τῶν φιλίων· ὡς καὶ Δείναρχος ἐν οἰκείῳ λόγων ἐχρήσατο.

### π 487

Παραφυλάσσω: προσδοκῶ. Ἰώσηπος· παραφυλάσσω γὰρ ἐν Χάλβῳ Πλάκιδον εἰς τὴν Γαλιλαίαν ἀναβῆναι δι’ ἐννοίας ἔχοντα.

### π 488

Παραχαράκτης: διαστροφεύς.

### π 489

Παραχναύω· δοτικῇ.

### π 490

Παραχορδιεῖς: παράσεμνον ποιήσεις, μηδὲν πρὶν φθέγξῃ, ἀλλ’ ἃ δεῖ εἰπεῖν εἴπῃς. σαυτῷ προσέχων, ὅπως μηδὲν παραχορδιεῖς ὧν δεῖ ς’ ἀποδεῖξαι.

### π 491

Παραχορδίζειν: διαφωνεῖν, ἁμαρτάνειν.

### π 492

Παραχωρῶ· γενικῇ. παραχωρῆσαι τῶν θρόνων τοῖς βουλομένοις.

### π 493

Παραχρᾶται: πολύ, σφοδρῶς συνουσιάζει, ἀκολάστως μίγνυται. εἴρηται δὲ καὶ ἐπὶ ἑκάστου πράγματος ἐκ περιουσίας γενομένου. περὶ Ὠριγένους· σοὶ δὲ κακομηχανίᾳ εἰς αἰσχρότατον ἄνδρα ἐπενοήθη. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος.

### π 494

Παραχρῆμα: παραυτίκα, εὐθέως. μηδὲν δὲ μηδὲ ἐκ τοῦ παραχρῆμα ἀποκριναμένων. ἢ ἀντὶ τοῦ ἐκ τοῦ παρατυχόντος. καὶ ὡς ἐν τῷ παραχρῆμα ὥρμηντό τε ἐξιέναι καὶ ψηφίσματι τὴν στρατείαν ἐκύρωσαν, ὥρμητό τε πᾶς ἐς τὴν ἐπιχείρησιν. Δέξιππός φησι.

### π 495

Παρδακόν.

### π 496

Παρδαλῆ: παρδάλεως δορά. Ἀριστοφάνης· πέμψω ἐπ’ αὐτὸν ὄρνεις πορφυρίωνας παρδαλᾶς ἐνημμένους. Πόρδαλις, τὸ ζῷον. Ὅμηρος· θώων πορδαλίων τε λύκων τ’ ἤϊα πέλονται. καὶ Ἀριστο‐ φάνης· οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ, οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πόρδαλις.

### π 497

Παραιβάτης.

### π 498

Παραινῶ· δοτικῇ.

### π 499

Παραίνεσις: ἡ ἀγαθὴ συμβουλή. Παραίνεσις συμβουλῆς δια‐ φέρει· παραίνεσις μὲν γάρ ἐστι λόγος παραινετικὸς ἀντίρρησιν οὐκ ἐπιδεχόμενος· οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ τὸ θεῖον τιμᾶν· οὐδεὶς γὰρ ἐναντιοῦται τῇ παραινέσει ταύτῃ, μὴ πρότερον μανείς. συμβουλὴ δέ ἐστι λόγος συμβουλευτικὸς ἀντίρρησιν ἐπιδεχόμενος· οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ πολεμεῖν· πολλὰ γάρ ἐστι τὰ ἐκ τοῦ πολέμου κέρδη· ἕτερος δέ τις ἀντείποι, ὡς οὐ δεῖ πολεμεῖν· πολλὰ γάρ ἐστι τὰ ἐκ τοῦ πολέμου συμβαίνοντα, οἷον ἧττα, αἰχμαλωσία, πληγαί, πόλεων κατασκαφαί.

### π 500

Παραιξοροῦσιν· Ἀριστοφάνης Ταγηνισταῖς. ἀπέδωκαν δὲ οἱ μὲν παιδιᾶς εἶδός τι· Εὐφρόνιος δὲ παροιμιωδῶς λέγεσθαι ἐπὶ τῶν παρακελευομένων ταχέως ἥκειν ἢ ἀπαλλάττεσθαι.

### π 501

Παραιρήσεται: ἀφαιρήσεται. Θουκυδίδης· διέφθειρον σφᾶς αὐτούς, οἱ μὲν ἀπὸ κλινῶν σπάρτοις, οἱ δὲ ἐκ τῶν ἱματίων παραιρή‐ ματα ποιοῦντες (τουτέστιν ἀφαιρέματα) ἀπήγχοντο.

### π 502

Παραιροῦνται: ἀφαιροῦνται. καὶ Παραιρούμενος. ὁ δὲ ἐξόπισθεν πλέον, παραιρούμενος φθάνει τῷ δρόμῳ. ἀντὶ τοῦ ἀφαι‐ ρούμενος. καὶ αὖθις· ὧνπερ αὐτοῖς ἡμᾶς συγγνώμονας εἶναι οὐδε‐ μία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον.

### π 503

Παραίσια: ἀπαίσια, χαλεπά. παρὰ τὸ δέον, παρὰ τὸ προσῆκον.

### π 504

Παραιτεῖσθαι: παρακαλεῖν, συγγνώμην αἰτεῖν. ὁ δὲ ἀναι‐ ρεῖν μέλλων αὐτὸν ἀφῆκε, Παρυσάτιδος παραιτησαμένου αὐτὸν καὶ τὴν σατραπείαν αὐτῷ φυλαξάσης. καὶ αὖθις· ὁ δὲ ῥύεται Δερκε‐ ταῖον τοῦ θανάτου παραιτησάμενος τὴν μητέρα.

### π 505

Παραιτηθείς: παρακληθείς. παραιτηθεὶς δὲ διὰ τῶν φίλων τοῦτον ἀπέλυσε τῆς αἰτίας.

### π 506

Παραιτεῖτο: παρεκάλει, ἐλιπάρει. ὁ δὲ ἐλθὼν παρῃτεῖτο τὸν Πέρσην· τυγχάνων δὲ οὐδενὸς ὧν ἐδέετο αὐτὸς ἔλυσεν. Ἡρόδοτος.

### π 507

Παραιτησάμενος. ἀπέδωκε τὸν χρυσόν, ὡς παραιτησόμενος τοῦ θεοῦ δι’ αὐτοῦ τὸν χόλον· νήπιος, οὐδὲ τὸ ᾔδει, ὃ πείσεσθαι ἔμελλεν· οὐ γάρ τ’ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.

### π 508

Παραιτητής: παρακλήτωρ, ἢ ἀπολογούμενος.

### π 509

Παραιτοῖτο: παρακαλοῖ, ἀπαγορεύοι. ὥσπερ ἂν εἴ τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος, παρελθών, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, εἰ μὴ ἀγωνίζοιτο.

### π 510

Παραιτοῦμαι: τὸ ἱκετεύω· αἰτιατικῇ.

### π 511

Παραίφασις: παραίνεσις, συμβουλή.

### π 512

Παρέβαλεν: ἐχθροὺς καὶ ἀλλοτρίους εἰργάσατο. ὁ δὲ παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀναδεχθῆναι δεδεμένους. οἷον παρέβαλέ τις τῶν γερόντων.

### π 513

Παρεβάλετο: ὥρμησεν, εἰσήλασε. παρεβάλετο μάλα εὐκαρδίως ἐπ’ αὐτὸν ὁρμήσας. ἢ ἀπροβούλως ἔκρινε.

### π 514

Παρεβέβλητο: τροφὴ ἐδίδοτο. ἄρτι γὰρ αὐτῇ παρεβέβλητο τροφή. τουτέστι τῇ καμήλῳ.

### π 515

Παρεγγεγραμμένος: ὁ μὴ ἀστός.

### π 516

Παρέγγραπτον: νόθον. καὶ Παρεγγράπτους, ξένους, νόθους.

### π 517

Παρεγγυᾷ· δοτικῇ. παραδίδωσι, παραγγέλλει, παραινεῖ, παρα‐ κατατίθεται. Ξενοφῶν· βοώντων τῶν στρατιωτῶν καὶ παρεγγυών‐ των, ἔνθα δὴ ἔθεον ἅπαντες. καὶ αὖθις· ὅτου δὴ παρεγγυήσαντο οἱ στρατιῶται φέρουσι λίθους καὶ ποιοῦσι κολωνὸν μέγαν. ἐνταῦθα ἀνε‐ τίθεσαν δερμάτων πλῆθος καὶ βακτηρίας καὶ γέρρα.

### π 518

Παρεγγύησε καὶ Παρεγγυηθέντος· παρεγγύησε μὲν ἀντὶ τοῦ παρέδωκεν· Ἰσαῖος. παρεγγυηθέντος δὲ ἀντὶ τοῦ παραλαβόντος. ὁ αὐτός.

### π 519

Παρεγγυήσοντος: παρασχόντος. καὶ Παρενεγγύα, παρήγγελλεν. ὁ δὲ παρενεγγύα αὐτῷ Πέρσαις μὴ συμπλέκεσθαι. Παρενεγγύησε, παρῄνεσε, συνεβούλευσε. ταύτῃ τοι παρενεγγύησε δηλητηρίῳ φαρμάκῳ διαφθεῖραι αὐτούς.

### π 520

Παρέδωκεν· ὁ Ἀπόστολος λέγει· παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν. τουτέστι συνεχώρησε.

### π 521

Πάρεδρος· Ἀριστοτέλης ἐν τῇ πολιτείᾳ φησί· λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἀρχὼν καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος, οὓς ἂν βούληται. καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν, ἐπὰν παρεδρεύωσιν. ἔστι δὲ ἡ λέξις συνήθης οὐ τοῖς ῥήτορσι μόνον, ἀλλὰ καὶ τοῖς κωμικοῖς.

### π 522

Παρεθέντος: ἐκλυθέντος. καὶ Παρεθείς, παραλυθείς. καὶ Παρείθη, ἐξελύθη, ἐχαυνώθη. ὁ δὲ κινδύνοις ὁμιλήσας παρείθη τὸ σῶμα πᾶς καὶ λυπηροῦ θανάτου τέλει παρεδόθη. καὶ Παρεί‐ θησαν, ἀντὶ τοῦ παρελύθησαν. Ἰώσηπος· οἱ δὲ πλήθει τῶν πολεμίων παρείθησαν τὰς δεξιάς. καὶ αὖθις· οἱ δὲ τοῦ μὲν ὁλοσχεροῦς φό‐ βου παρείθησαν· περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων πικρῶς ὠνει‐ δίσθησαν.

### π 523

Παρέκαστα: ἑκάστοτε.

### π 524

Παρεκαττύετο: ἐκ συλλογῆς ηὐτρέπιζεν. ἀπὸ τῶν καττυμά‐ των. καττύματα δὲ λέγονται οἱ μικροὶ ἱμάντες, οἱ ἐρριμμένοι ἐπὶ τῆς κόπρου. λέγει οὖν ἐκ μικρῶν καὶ πολλῶν τὴν στιβάδα ηὐτρεπίζομεν. Ἀριστοφάνης Πλούτῳ· ἡμῶν δ’ ἕκαστος στιβάδα παρεκαττύετο.

### π 525

Παρεκβατικῶς: συντόμως.

### π 526

Παρεκλέγω· αἰτιατικῇ.

### π 527

Παρὲκ νόον: ἀντὶ τοῦ παρ’ ἐλπίδα. παρὲκ νόον εἰλήλουθας.

### π 528

Παρεκότει: ὠργίζετο.

### π 529

Παρεκρότουν: παρώρμων, παρώτρυνον. τούτους ἀθροίζοντες ἀλλήλους παρεκρότουν.

### π 530

Παρεκρούσατο: ἐπλάνησεν.

### π 531

Παρεκστῆναι: παρεκτραπῆναι. ὥστε καὶ τοὺς ἐν τῷ συνεδρίῳ ἀχανεῖς γενέσθαι καὶ παρεκστῆναι ταῖς διανοίαις, συμπάσχοντας τῇ τῶν ἀκληρούντων ὑπερωδυνίᾳ.

### π 532

Παρεκτός: ἐπίρρημα.

### π 533

Παρέλαβε τὴν πόλιν, οὐ τὴν ἐπὶ τῶν προγόνων, ἀλλὰ γραῦν σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφοῦσαν.

### π 534

Παρελέξατο: παρεκοιμήθη. ἐχρήσατο δὲ Ὅμηρος τούτῳ ἐπὶ ἵππου καταχρηστικῶς· οὐ γὰρ παρακλίνεται ἵππος, ἀλλ’ ἐπιαναβαίνει.

### π 535

Παρελθεῖν: τὸ αὐτίκα δηλοῖ παρὰ Θουκυδίδῃ. τὸ δὲ ἐπελθεῖν, τὸ ἀναβαλλόμενον χρόνῳ δὲ τοῦτο διαπράξασθαι.

### π 536

Παρελθεῖν: ἀντὶ τοῦ νικῆσαι. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτη‐ σιφῶντος.

### π 537

Παρελθών: ἀντὶ τοῦ εἰσελθών.

### π 538

Παρέλκον: περιττόν, ἢ παρατεῖνον.

### π 539

Παρέλκυσις: ὑπέρθεσις.

### π 540

Παρελογίσασθε: ἠπατήσατε.

### π 541

Παρ’ ἐλπίδα: ἐπίρρημα.

### π 542

Παρέλυσαν: ἀπήλλαξαν, μετέστησαν· Θουκυδίδης ζʹ· τὸν μὲν Νικίαν οὐ παρέλυσαν τῆς ἀρχῆς.

### π 543

Παρεμβαλεῖ: παρατάξεται.

### π 544

Παρεμβαλόντων: κυκλωσάντων.

### π 545

Παρεμβολή: σκηνή, κάστρον, στρατόπεδον. ἐπὶ τοῦ μεγάλου Ἀντωνίου κεῖται τὸ παρεμβολὴ ὄνομα. Παρεμβολὴ παρεντάξεως διαφέρει· παρεμβολὴ μὲν γάρ ἐστιν ἡ τῶν ὁμοίων παρένθεσις, οἷον ὁπλιτῶν πρὸς ὁπλίτας ἢ ψιλῶν πρὸς ψιλοὺς παρένταξις δὲ ἡ τῶν ἀνομοίων, οἷον ὁπλιτῶν πρὸς ψιλοὺς ἢ ψιλῶν πρὸς ὁπλίτας. πάλιν παρεμβολὴ λέγεται, ὅταν προτεταγμένων τινῶν εἰς τὰ μεταξὺ διαστή‐ ματα ἐκ τῶν ἐπιτεταγμένων καθιστῶνται αὐτοῖς ἐπ’ εὐθείας.

### π 546

Παρεμβολή: παράταξις. καὶ Παρεμβάλλειν, παρατάσσεσθαι.

### π 547

Παρέμπτωσις: προσθήκη φωνήεντος κατὰ μέσον, οὐ ποιοῦντος συλλαβήν· οἷον ξένος, ξεῖνος, ἔνατος, εἴνατος.

### π 548

Παρεμφῆναι. παραδεῖξαι, παρασημᾶναι.

### π 549

Παρενείρει: παρεμβάλλει, ἤγουν λέγει

### π 550

Παρένησαν· Θουκυδίδης· ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως ὅσον ἐδύναντο.

### π 551

Παρενθέμενος: παραλογισάμενος. ὁ δὲ Ἀκάκιος παρενθέμενος τὰ τοῖς κανόσι διηγορευμένα καὶ τὸ θυσιαστήριον καταλαμβάνει καὶ τὰ ἐξ ἔθους ἱερεῦσιν ἐπιτελεῖ.

### π 552

Παρενθήκη: προσθήκη.

### π 553

Παρέντες: παραλυθέντες, ἀμελήσαντες. τὼ χεῖρε καὶ τὰς πανο‐ πλίας παρέντες.

### π 554

Παρενοχλῶ· δοτικῇ.

### π 555

Παρέξ: παρεκτός.

### π 556

Παρεξαγωγή.

### π 557

Παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸς αὐτὸν διαφθορᾷ.

### π 558

Παρεξειρεσίαν: τὸ ἔξω τῶν ἐρεσσόντων. ἐν τετάρτῃ Θουκυ‐ δίδης. Ἀρριανός· τῶν μὲν κωπῶν ἔστιν ἃς ξυνέτριψαν, καὶ τῆς παρεξειρεσίας τινὰ ἀπέθραυσαν.

### π 559

Παρεξειρεσίας: παρὰ Θουκυδίδῃ τὸ κατὰ τὴν πρώραν πρὸ τῶν κωπῶν· ὡς ἂν εἴποι τις τὸ παρὲξ τῆς εἰρεσίας.

### π 560

Παρεξηυλημένον νοῦν: οἷον διεφθαρμένον καὶ ἀμυδρὸν ὑπὸ γήρους. μετήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· οἱ γὰρ κατατετριμμένοι ἐξηυλῆσθαι λέγονται. Ἀριστοφάνης· οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους. κωφοὺς δὲ οἷον ἀφώνους. Ὅμηρος· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος.

### π 561

Παρεωραμένος καὶ Παρῃωρημένος.

### π 562

Παρεπίδημος. καὶ ὁ βίος ἡμῶν παρεπιδημία.

### π 563

Παρέπτη: παρῆλθεν.

### π 564

Παρέργως: ὀλιγώρως. οὐ μὴν οὐδὲ τὸ πάρεργον ἄξιον σιω‐ πῆσαι, καθάπερ ἀγαθοῦ τεχνίτου. περὶ τοῦ Σκιπίωνος λέγων ὁ Πο‐ λύβιος. καὶ αὖθις· ἔγνωσαν δὲ οἱ Λακεδαιμόνιοι μὴ πάρεργον ποιήσασθαι τὸν ἀπόστολον.

### π 565

Παρερπύσασα: ἠρέμα εἰσελθοῦσα. εἴσω παρερπύσασα, πρὶν τὸν ἄνδρα με ἰδεῖν.

### π 566

Παρέρχεται· αἰτιατικῇ ὑπερβάλλει.

### π 567

Πάρες: ὑποχώρησον.

### π 568

Πάρεσις: νέκρωσις. Ἀππιανός· οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰς Ῥωμαίους ἐποιοῦντο τήν τε πάρεσιν αὐτοῦ τὴν ἐπὶ σφᾶς, ὄντας ἐν‐ σπόνδους καὶ συγγενεῖς. τουτέστι τὴν ἀμέλειαν, τὴν καταφρόνησιν.

### π 569

Παρέστη: ἐγένετο, περιέσχε. πανταχόθεν δὲ ὑπὸ τῶν πολε‐ μίων περιεχόμενοι, δεινὴ παρέστη πρὸς τὸ πλῆθος ἀμηχανία.

### π 570

Παρεστηκότες: συνημμένοι, τεθαρρηκότες. Ἀρριανός· οἱ δὲ ἐσκεδασμένοι καὶ οὐ παρεστηκότες ταῖς γνώμαις ἐς φυγὴν ἐτράπησαν.

### π 571

Παρεστηκότος: προϋπάρχοντος, ἐνεστῶτος. ὁ δὲ πρὸς πᾶν ἀναιδεύεται καὶ οὐ μεθίστησι τοῦ χρώματος τοῦ παρεστηκότος.

### π 572

Παρεστήσαντο· ἀμαχεὶ δὲ πλείστας τῆς Ἰταλίας παρεστήσαντο πόλεις. ἐπόρθησαν, ἥλωσαν.

### π 573

Πάρεστιν· δοτικῇ. ἐκ παντὸς δυνατόν ἐστιν.

### π 574

Παρέσφηλε: παρεμφαίνεται, ἐσφάλη, ἀπερρύη.

### π 575

Παρετέον: σιωπητέον παραληπτέον.

### π 576

Παρέτραγον· καὶ τοῦ κύκλου παρέτραγον ὑφ’ ἁρματωλίας. ἀντὶ τοῦ φειδό‐ μενοι τῶν ἁρμάτων αὐτῶν.

### π 577

Παρευδοκιμησάσης: νικησάσης. ἤτοι εἰς δόξαν ὑπερβάσης. καὶ Παρευδοκιμῶ· αἰτιατικῇ.

### π 578

Παρευθύνει: παραφέρει, βιάζεται.

### π 579

Παρευθύς.

### π 580

Παρευνηθείς: παρακοιμηθείς.

### π 581

Παρευρημένως· δικαιότατα καὶ παρευρημένως κρινόντων.

### π 582

Παρέχοντας· Ἡρόδοτος· κρέσσον γὰρ ποιεῦντάς τι καὶ ἀμυ‐ νομένους τελευτῆσαι τὸν αἰῶνα, ἤπερ παρέχοντας διαφθαρῆναι αἰσχίστῳ μόρῳ. καὶ Παρέχω· δοτικῇ.

### π 583

Πάρει: ἐλήλυθας, παρεγένου τίνα λόγον ἄρα ποτὲ πρὸς ἐμέ, φίλ’, ἔχων πάρει; κοινόν, ἀσφαλῆ, δίκαιον, ἡδύν, ὠφελήσιμον. ἀντὶ τοῦ κοινωφελῆ, ἀσφαλῆ. τουτέστιν ἀληθῆ καὶ σφαλῆναι μὴ δυνά‐ μενον.

### π 584

Παρειά: γνάθος. καὶ μέρος τῆς νεώς.

### π 585

Παρεῖαι ὄφεις: ὀνομάζονταί τινες ὄφεις οὕτως, παρὰ τὸ πα‐ ρειὰς μείζους ἔχειν. ὁ δὲ Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου φησίν, εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας· τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν.

### π 586

Παρείη. ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ· καὶ ὁπότε παρείη, οὐ‐ δεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνεβίβαζεν.

### π 587

Παρείθη: παρελύθη. εἶτα μέντοι τὰ δεξιὰ παρείθη μέρη.

### π 588

Παρεικάθη: παρελύθη.

### π 589

Παρεικότος: παραλελυμένου.

### π 590

Παρείκοι: ὑποχωροίη. πέμποντες ἱππέας ἐκδρόμους, ὅπη παρείκοι, τροφὰς ἐλάμβανον. ὅπου ἦν δυνατόν. καὶ αὖθις· σφοδρό‐ τατα σφᾶς ἐπιδιώκοιμεν, ὅπη παρείκοι. ὅπου ἐστὶ δυνατόν, ὅπου τρέ‐ ποιτο ὁ πόλεμος. καὶ αὖθις· ὁ δὲ Τραιανὸς ἔγνω μάλιστα, εἰ παρείκοι, ἐξελεῖν τὸ ἔθνος· εἰ δὲ μή, συντρίψας γε παῦσαι τῆς ἄγαν ἀτασθαλίας.

### π 591

Παρειμένον: κεχαυνωμένον.

### π 592

Παρειμένος: παρεωραμένος.

### π 593

Παρείμην: συγχωρήσαιμι. Σοφοκλῆς· οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν. τουτέστιν οὐκ ἂν συγχωρήσαιμι.

### π 594

Πάρειμι: ὑπάρχω.

### π 595

Παρεῖναι: τὸ παραγίνεσθαι, καὶ ὑπάρχειν. Παρῆναι δὲ κεν‐ τηθῆναι.

### π 596

Παρείπῃ: παραπείσει.

### π 597

Παρειπών: παραινέσας.

### π 598

Παρείραντα: παρεισβαλόντα. Πολύβιος· οὔτ’ ἐπιβαλέσθαι παρ‐ είραντα τὴν χεῖρα δυνατόν, ἅτε πυκνῶν οὐσῶν.

### π 599

Παρείρπυσεν: εἰσῆλθεν. ὡς ἐπὶ ὄφεως δὲ εἶπεν, ἐπειδὴ τυφλὸς ἦν ὁ γλάμων. πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.

### π 600

Παρείς: ἐάσας, ἀφείς.

### π 601

Παρείς: ἀμελήσας, ἐπικατακλίνας, ὀλιγωρήσας. καὶ παρεὶς ἑαυ‐ τὸν ὑπὸ λύπης ἔκειτο. Παρῆς δὲ ἀντὶ τοῦ ὑπῆρχες.

### π 602

Παρείσακτον: ἀλλότριον.

### π 603

Παρεῖσαν: εἴασαν, ἀφῆκαν.

### π 604

Παρεισελθεῖν: τὸ μετ’ ἄλλου πλαγιάσαντος συνεισελθεῖν, ἐλθεῖν δὲ τὸ γυμνῇ τῇ παρρησίᾳ χρήσασθαι. διὰ τοῦτό φησιν ὁ Ἀπόστολος· παρεισῆλθεν ὁ νόμος.

### π 605

Πάρεισιν αὐτῷ τέκνα.

### π 606

Παρείσθω: συγχωρείσθω.

### π 607

Παρεισκρίνει: παρεισέρχεται, παρεισβάλλει.

### π 608

Παρεῖτε: παραγίνεσθε.

### π 609

Παρεῖτο: ἠμελεῖτο, παρῃρεῖτο. τῶν μὲν ἐξ ἐμοῦ παίδων πόθος παρεῖτο. καὶ Παρεῖτο, διελύετο.

### π 610

Παρηβηκώς: γεγηρακώς.

### π 611

Παρηβῆσαι: παρακμάσαι.

### π 612

Παρήγαγε: παρήνεγκεν. ἐν τῷ δείπνῳ παῖδα αὐτοῦ ὀρχησά‐ μενον βαρβαρικῶς παρήγαγεν.

### π 613

Παρήγγελλον: ἐτάσσοντο, συνηριθμοῦντο. Ἀππιανός· πᾶς τις αὐτῶν καὶ συμμάχων ὥρμα, καὶ ἐθελονταὶ παρήγγελλον εἰς τὸν κα‐ τάλογον.

### π 614

Παρηγορίας: συμβουλῆς, ἢ παρακλήσεως. καὶ ἐν Ἐπιγράμ‐ μασι· παίγνιά τ’ ἀμφιέπουσι παρήγορα καὶ κατ’ ἀγυιὰς πλάζονται.

### π 615

Παρηέρθη: ἀπὸ τοῦ ἀείρω, ἀερῶ, ἤερκα ἤερμαι, ἠέρθην καὶ παρηέρθην.

### π 616

Παρῄεισαν: παρῆλθον.

### π 617

Παρήκαμεν: ἐπέμψαμεν· ἢ ἀφήκαμεν.

### π 618

Παρῆκον· μὴ διὰ πάσης ἰέναι ἐξετάσεως, ἀλλὰ μετρίας κατὰ τὸ παρῆκον τῆς αὐτῶν προαιρέσεώς τε καὶ δυνάμεως.

### π 619

Παρήκοντα: παρατείνοντα· ὡς διήκοντα ἐπεκτεινόμενα. ἐκ τοῦ παρείκοντος δὲ ἀντὶ τοῦ ἀναδιδοῦντος.

### π 620

Παρήλλαξαν· ἐπειδὴ δὲ παρήλλαξαν τὴν ἐνέδραν, ἄφνω πάντες ἐπεφάνησαν. ἀντὶ τοῦ παρῆλθον.

### π 621

Παρῆλθεν· αἰτιατικῇ.

### π 622

Παρήλασεν: ὑπερήλασεν, ἤτοι ἐνίκησεν.

### π 623

Παρήλιξ, παρήλικος.

### π 624

Παρήλιος: νεφέλη πεπυκνωμένη καθ’ ὑπερβολὴν καὶ ἐναυγαζο‐ μένη ὑπὸ τοῦ ἡλίου.

### π 625

Παρῆν: παρήμην. ἑνικῶς κατ’ Ἀττικούς.

### π 626

Παρηνώχλουν.

### π 627

Παρήορος: παρειμένος τὰς φρένας.

### π 628

Παρῄορος ἵππος. καὶ Παρῃορίῃσι, ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις.

### π 629

Παρῃρηκώς: λαβών.

### π 630

Παρῄρηντο: ἀφήρπαζον, ἀφῃροῦντο. καὶ φρούρια δὲ αὐτῶν παρῄρηντο περὶ τοὺς αὐτοὺς καιρούς. καί, παρῃρεῖτο τῆς ἐξουσίας ὅσον μέρος αὐτῷ.

### π 631

Παρῃρῆσθαι: ἀφῃρῆσθαι. ὁ δὲ ἐγεγήθει ἐπὶ τῷ παρῃρῆσθαι αὐτοῖς τῇ διαλύσει τοῦ κρυστάλλου τὴν πεζὴν ἐπάνοδον.

### π 632

Παρῄρηται: παρατέτμηται.

### π 633

Παρήρτητο. καὶ Παρηρτημένος· τῷ ξίφει, ὃ ἔτυχε παρηρ‐ τημένος (ἀντὶ τοῦ φορῶν, βαστάζων), ἑαυτὸν διέφθειρεν.

### π 634

Παρῆς: ὑπῆρχες.

### π 635

Παρῆσαν: ὑπῆρχον.

### π 636

Παρρησία: ἐξουσία, ἄδεια. οἱ δὲ τῇ μαχαίρᾳ τὴν παρρησίαν ἐδίδοσαν. οἱ ῥήτορες τῇ παρρησίᾳ κατεχρήσαντο ἐπὶ τῶν ὀνειδίζειν μελλόντων τοὺς ἀκούοντας, ὅταν οἱ διαλεγόμενοι τῶν οὐ δεόντως ποτὲ πεπραγμένων μνημονεύωσιν· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· Νικόδημος δὲ ὑπὸ Ἀρισταγόρου τετελεύτηκε βιαίῳ θανάτῳ, ἐκκοπεὶς ὁ δείλαιος ἀμφοτέρους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν ἐκτμηθείς, ᾗ ἐπαρρησιάζετο, πιστεύων τοῖς νόμοις. καὶ ἐν τῷ τῆς παραπρεσβείας· προῄρημαι δὲ παρρησιάσασθαι καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι.

### π 637

Παρρησίας: ἀντὶ τοῦ βλασφημίας, καὶ λοιδορίας. Ἰσοκράτης Βουσίριδι.

### π 638

Παρῆσθαι· καὶ Παρῆστο, παρεκαθέζετο.

### π 639

Παρήσω: παράσχω.

### π 640

Παρῆτε: παρεγένεσθε.

### π 641

Παρῃτήσθω: συγκεχωρήσθω.

### π 642

Παρῃτεῖτο· ἀποτίσειν τὰς βοῦς ὡμολόγει, καὶ κακῶς παρῃτεῖτο τὸ ἁμάρτημα. καὶ ἐπὶ τοῦ παρεκάλει. οἱ δὲ παρῃτοῦντο τοὺς προ‐ μαχομένους μικρὸν ἀνασχεῖν.

### π 643

Παρίας λίθου· Αἰλιανός· δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεο‐ πόμπου, πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος, εἴδωλον Παρίας λίθου, καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργές, κλίνη, καὶ αὐτὴ λίθου.

### π 644

Παρία λίθος: θηλυκόν, ἡ λίθος. Αἰλιανός· καὶ μέντοι καὶ Παρίας λίθου ἅρμα ἀνακείμενον Διονύσῳ, ποίημα θαυμαστόν, ἀνείλετο θεοσυλήσας.

### π 645

Παριδόντες: καταμελήσαντες.

### π 646

Παρίεμαι: παραιτοῦμαι.

### π 647

Παριεμένους: παρερχομένους.

### π 648

Παριέναι: συγχωρεῖν ἀφιέναι. οἱ δὲ διεμαρτύροντο τὸν Φίλιπ‐ πον μὴ παριέναι τὸν καιρόν, μηδὲ καταμέλλειν.

### π 649

Παρίημι: συγχωρῶ. εἴ τις ἐπελθὼν ἡμῶν εἰς τὴν παρεμβολὴν τολμήσει, παρίημι λέγειν ἐς τὴν πατρίδα.

### π 650

Παρίεται: παραλύεται.

### π 651

Παρίλια: ἑορτή.

### π 652

Πάριον: ὄνομα ἀγροῦ, ἀπὸ Πάριδος τοῦ καὶ Ἀλεξάνδρου κληθέν· ἐκεῖσε γὰρ ἔπεμψεν αὐτὸν Πρίαμος ὁ πατὴρ τρέφεσθαι· τοπρὶν δὲ ἐκαλεῖτο Ἄμανδρος ὁ τόπος. ἐκεῖ τε διατρίψας Ἀλέξανδρος τοὺς λʹ ἐνιαυτοὺς φύσεώς τε δεξιᾶς τετυχηκὼς πᾶσαν ἐπαιδεύθη σοφίαν Ἑλληνικήν. ἐξέθετο δὲ καὶ λόγον εἰς ἐγκώμιον τῆς Ἀφροδίτης, λέ‐ γων μείζονα αὐτὴν εἶναι τῆς Ἀθηνᾶς καὶ τῆς Ἥρας· τὴν γὰρ Ἀφρο‐ δίτην τὴν ἐπιθυμίαν εἶπεν, ἐξ ἧς τίκτεται παντὰ τὰ κακὰ ἀνθρώποις. ἐντεῦθεν φέρεται μῦθος, ὅτι ὁ Πάρις ἔκρινε μεταξὺ Παλλάδος καὶ Ἥρας καὶ Ἀφροδίτης καὶ τῇ Ἀφροδίτῃ δέδωκε τὸ μῆλον, ὅ ἐστι τὴν νίκην. εἶπε δὲ καὶ ὕμνον εἰς αὐτήν, τὸν λεγόμενον Κεστόν. ταύτην γράφουσι τὴν αἰτίαν γενέσθαι τοῦ πολέμου. συντελεσθέντων τῶν λʹ ἐνιαυτῶν, μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἔπεμψεν εἰς θυσίας. ὃς ἐλθὼν ἐν Σπάρτῃ καὶ εὑρὼν τὴν Ἑλένην ἥρπασεν αὐτήν.

### π 653

Παριππεύει: ἀντὶ τοῦ ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ἀπέρχεται ἢ ὁδεύει.

### π 654

Παριππεύσαντες: παραδραμόντες.

### π 655

Παρίππον καὶ κόρη: τόπος Ἀθήνησιν οὕτω καλούμενος· ἐπειδή τις τοῦ γένους τῶν Κοδριδῶν, Ἱππομάνης τοὔνομα, ὃς καὶ τε‐ λευταῖος ἐβασίλευσε, τὴν θυγατέρα καθεῖρξεν ἐν χωρίῳ τινὶ μεθ’ ἵπ‐ που μαινομένου, διότι λαθραίῳ μίξει τὴν παρθενίαν αὐτῆς ἐλυμήνατο. καὶ ὁ ἵππος τὴν κόρην βίαν ἐποιήσατο· ἀφ’ οὗ Πάριππος καὶ κόρη ὁ τόπος, ἐν ᾧ τὸ πάθος ὑπέστη, καλεῖται.

### π 656

Παρίσθμια: τὰ περὶ τὴν φάρυγγα.

### π 657

Παρίστασαι: καταδουλοῖς καὶ ὑποχείριον ποιεῖς. ἢ ἀντὶ τοῦ μεθίστασαι. Σοφοκλῆς· ἄγεις θ’, ἃ χρῄζεις, καὶ παρίστασαι βίᾳ, καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ ἔδοξας εἶναι. εἰώθεσαν δὲ οὕτω λέ‐ γειν· καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν ἡμεῖς ἂν εἴποιμεν, μετεστήσαντο· οἱ δὲ παρεστήσαντο.

### π 658

Παρίστασθαι· δοτικῇ. Ἀρριανός· ὁ δὲ Ἀλέξανδρος προσέταξε τὰ κατὰ τὴν ὁδὸν χωρία ἢ βίᾳ ἐξαιρεῖν ἢ ὁμολογίᾳ παρίστασθαι. καὶ αὖθις Δαμάσκιός φησιν· οὐ γὰρ προσίετο τὰ χρήματα ῥᾳδίως, οὐδὲ πρόχειρος ἦν καταφρονεῖν χρημάτων δικαίως ὀφειλομένων, ἀλλὰ παρ‐ ίστατο καὶ ἐξῄτει τοῖς ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων.

### π 659

Παρίστημι: τὸ λαμβάνω. αἰτιατικῇ· ὧν τὰ μὲν βίᾳ ᾕρει, τὰ δὲ ὁμολογίᾳ παρίσταται.

### π 660

Παρίτω: ἐλθέτω.

### π 661

Παρθενεῖα: προπερισπωμένως, τὰ εἰς παρθένους ᾀδόμενα μέλη. Ἀριστοφάνης· κύκλιά τε πολλὰ καὶ καλὰ καὶ παρθενεῖα καὶ κατὰ Σιμωνίδου. τουτέστι κακότεχνα καὶ ποικίλα.

### π 662

Παρθένειος: ὁ ἐκ παρθένου ἔτι δοκούσης εἶναι γενναῖος. καὶ Παρθένειον λέχος. Παρθένιος δὲ ὁ ἐκ παρθένου γεννηθείς.

### π 663

Παρθενία: ὁ καθαρὸς βίος. καὶ Παρθένιον πέλαγος.

### π 664

Παρθένιος, Ἡρακλείδου καὶ Εὐδώρας, Ἕρμιππος δὲ Τήθας φησί· Νικαεὺς ἢ Μυρλεανός, ἐλεγειοποιὸς καὶ μέτρων διαφόρων ποιητής. οὗτος ἐλήφθη ὑπὸ Κίννα λάφυρον, ὅτε Μιθριδάτην Ῥωμαῖοι κατεπο‐ λέμησαν· εἶτα ἠφείθη διὰ τὴν παίδευσιν καὶ ἐβίω μέχρι Τιβερίου τοῦ Καίσαρος. ἔγραψε δὲ ἐλεγείας, Ἀφροδίτην, Ἀρήτης ἐπικήδειον τῆς γαμετῆς, Ἀρήτης ἐγκώμιον ἐν τρισὶ βιβλίοις· καὶ ἄλλα πολλά. περὶ μεταμορφώσεως ἔγραψε.

### π 665

Παρθένιος, Χῖος, ἐποποιός, υἱὸς Θέστορος· ὃς ἐπεκαλεῖτο Χάος, Ὁμήρου δὲ ἦν ἀπόγονος. ἐποίησεν εἰς Θέστορα τὸν ἑαυτοῦ πατέρα.

### π 666

Παρθένιοι: οἱ γενόμενοι παρθένῳ πρὸ τοῦ γήμασθαι, ὑπὸ δὲ Ἀθηναίων Ἐρεχθέως θυγατέρες· παρὰ δὲ Γοργίᾳ παρθένος ἐπὶ παντὸς ἀμετόχου τέτακται. καλοῦνται δὲ ἐκ μεταλήψεως καὶ ἄφθοροι.

### π 667

Παρθενῶνος: τοῦ τῶν παρθένων χοροῦ.

### π 668

Παρθένοι: τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτιμώ‐ ρησαν δὲ τὸν ἀριθμὸν ἕξ. πρεσβυτάτη μὲν Πρωτογένεια, δευτέρα δὲ Πανδώρα, τρίτη Πρόκρις, τετάρτη Κρέουσα, πέμπτη Ὠρείθυια, ἕκτη Χθονία. τούτων λέγεται Πρωτογένεια καὶ Πανδώρα δοῦναι ἑαυτὰς σφαγῆναι ὑπὲρ τῆς χώρας, στρατιᾶς ἐλθούσης ἐκ Βοιωτίας. ἐσφα‐ γιάσθησαν δὲ ἐν τῷ Ὑακίνθῳ καλουμένῳ πάγῳ ὑπὲρ τῶν Σφενδο‐ νίων. διὸ καὶ οὕτως καλοῦνται παρθένοι Ὑακινθίδες, καθάπερ μαρ‐ τυρεῖ Φανόδημος ἐν τῇ πέμπτῃ Ἀτθίδι, μεμνημένος τῆς τιμῆς αὐτῶν, καὶ Φρύνιχος Μονοτρόπῳ.

### π 669

Παρθενοπίπας: ὁ τὰς παρθένους ἀπατῶν, ἢ ἐπιτηρῶν.

### π 670

Πάρθη. ἐν Ἐπιγράμμασι· ἦν γὰρ ἀγὼν φόρμιγγος, ὁ δ’ ἀν‐ τίος ἵστατο Πάρθης.

### π 671

Πάρθοι: Περσικῇ γλώσσῃ Σκύθαι, οὓς κατῴκισε Σέσωστρις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ὑποτάξας Ἀσσυρίους.

### π 672

Παρθυαῖος: ὁ ἀπὸ τόπου Παφλαγονίας.

### π 673

Παρθυηνή: πόλις.

### π 674

Πάρμαι: δερμάτινοι θυρεοὶ παρὰ Καλχηδονίοις.

### π 675

Παρμενίδης, Πύρητος, Ἐλεάτης, φιλόσοφος, μαθητὴς γεγονὼς Ξενοφάνους τοῦ Κολοφωνίου, ὡς δὲ Θεόφραστος Ἀναξιμάνδρου τοῦ Μιλησίου. αὐτοῦ δὲ διάδοχοι ἐγένοντο Ἐμπεδοκλῆς τε, ὁ καὶ φιλόσο‐ φος καὶ ἰατρός, καὶ Ζήνων ὁ Ἐλεάτης. ἔγραψε δὲ Φυσιολογίαν δι’ ἐπῶν, καὶ ἄλλα τινὰ καταλογάδην, ὧν μέμνηται Πλάτων.

### π 676

Παρμενίωνος: ὄνομα κύριον.

### π 677

Πάρμη· τῇ δυνάμει τῆς πάρμης καὶ τῶν Λιβυστικῶν θυρεῶν ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι.

### π 678

Παρμισσός: ὄνομα πόλεως.

### π 679

Παρνάσσιοι: ἀντὶ τοῦ μεγάλοι· Πάρνης γὰρ ὄρος τῆς Ἀττι‐ κῆς, χορηγίαν ἔχον πολλῶν ξύλων. ὡς ἀπὸ Παρνασσοῦ τὴν λέξιν παρήγαγε, δηλῶν τοὺς ἱερούς· ὁ γὰρ Παρνασσὸς ὄρος Φωκίδος ἐστίν, ἱερὸν Ἀπόλλωνος καὶ Διονύσου. τιθέασι δὲ καὶ ἐπὶ τοῦ μεγάλου τὸ Παρνασσός· Ἀριστοφάνης Ἀχαρνεῦσιν· ὀλίγου τ’ ἀπέθανον ἄνθρακες Παρνάσσιοι.

### π 680

Πάρνη: ὄρος Ἀττικῆς, θηλυκῶς.

### π 681

Πάρνης, Πάρνηθος: ὄνομα ὄρους. καὶ οὐδετέρως Παρνήθιον ὄρος.

### π 682

Παρνησός: πόλις.

### π 683

Πάρνοψ: ἀκρίδος εἶδος. οἱ δὲ μελίσσας ἀγρίας. καὶ κλίνεται πάρνοπος. οἱ δὲ κώνωπας. Ἀριστοφάνης· ὁ δ’ ἀνακραγὼν ἀντ‐ είκασεν αὐτὸν πάρνοπι τὰ θρία τοῦ τρίβωνος ἀποβεβληκότι. καὶ αὖθις· ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. τὸ πλῆθος σημαίνει τῆς στρατιᾶς.

### π 684

Παρό: διό.

### π 685

Παροδεία: ἡ παρέλευσις.

### π 686

Πάροδος: εἴσοδος. ὁ δὲ δευτεραῖος ἀφίκετο. οὐ μὴν παραυ‐ τίκα γε παρόδου ἔτυχεν, ὡς καὶ αὐτῇ τῇ τριβῇ ἐνδείξαιτο Ῥωμαίοις ὁ βάρβαρος, οὐχὶ ἐπιθυμοῦντι τὰ τῆς πρεσβείας γενόμενα ἄν.

### π 687

Πάροδος: ἡ ἄφιξις, ἡ εἴσοδος. οἱ δὲ πεμφθέντες παρόδου ἐς τὴν πόλιν οὐκ ἔτυχον ὑστερήσαντες. Πρίσκος φησί.

### π 688

Παροκλάζων: γονατίζων.

### π 689

Παροκωχή: παροχὴ παρὰ Θουκυδίδῃ, ὡς ἡ ἀνακωχὴ καὶ διακωχή.

### π 690

Παρολίγον τῷ βίῳ ἐκινδύνευε· σύνταξις.

### π 691

Παρολκή: ὑπέρθεσις.

### π 692

Παρομαρτεῖ: παρακολουθεῖ.

### π 693

Παρόν: ἐξόν, δυνατόν, δέον. διὸ καὶ παρὸν κωλύειν, ὑπο‐ πιμπράντες. καὶ αὖθις· ὁ δὲ ἤσχαλλεν, ἐν συμφορᾷ μεγάλῃ ποιού‐ μενος, εἰ μή τις αὐτὸν ἐῴη, παρὸν οὐδενὶ πόνῳ τὸ κράτος τοῦ πο‐ λέμου παντὸς φέρεσθαι.

### π 694

Παρ’ ὁντινοῦν: παρὰ πάντα.

### π 695

Παροξύνω· αἰτιατικῇ.

### π 696

Παροπλίσας· τετρακισχιλίους παροπλίσας γεωργεῖν ἐπέταξε, χώραν ἀποδοὺς αὐτοῖς. ἀντὶ τοῦ τὰ ὅπλα ἀφελόμενος. καὶ αὖθις· τοὺς Ἰσόμβρους πάλιν παροπλίσας ἀλύσει δεδεμένους εἰς Ῥωμανίαν ἀπέστειλεν.

### π 697

Παρορᾶσθαι· εἰκότως ἐδόκουν οἱ Καρχηδόνιοι παρορᾶσθαι τὴν τῶν ὅπλων παράδοσιν. ὑποτοπεῖσθαι, ὑφορᾶσθαι.

### π 698

Παροργίζω· αἰτιατικῇ.

### π 699

Παρόριον: τὸ πλησίον τοῦ ὄρους.

### π 700

Παρορκῆσαι· Ἀππιανός· εὐθὺς ἠρέθιζον τοὺς Βρεττανοὺς παρορκῆσαι, ἔγκλημα ἔχοντας, ὅτι σπονδῶν σφίσι γενομένων ἔτι παρῆν τὸ στρατόπεδον.

### π 701

Παρορμᾷ: διεγείρει, παροξύνει.

### π 702

Πάρος: χρονικῶς καὶ τοπικῶς. ἀντὶ τοῦ ἔμπροσθεν.

### π 703

Παρ’ ὅσον: ἀντὶ τοῦ ἐπὶ πολύ. τὰ σημεῖα τοῦ κάλλους ἰδὼν λυμαινόμενα ὠλοφύρετο καὶ κατεστέναζε τὴν μεταβολήν, παρ’ ὅσον γένοιτο.

### π 704

Παρ’ οὐδέν: εὔκολον, εἰς οὐδέν.

### π 705

Παρ’ οὐδὲν θέμενος τοῦτο: ἀντὶ τοῦ καταφρονήσας, παρα‐ λογισάμενος. τὰς σπονδὰς πατήσας καὶ τοὺς ὅρκους παρ’ οὐδὲν θέμενος Ἀλέξανδρος, Πελοπίδαν καθείρξας ἐφρούρει.

### π 706

Παρουσία: ἀντὶ τοῦ περιουσία, ἤτοι ἡ αἰτία τοῦ πλούτου οὐσία. Δημοσθένης ἐν τῷ Περὶ συντάξεως φησί. καὶ Κράτης· ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων.

### π 707

Παρουσία: λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τῷ Πλάτωνος Φαίδωνι· ὡς καὶ νῦν ἔχομεν παρουσίας. καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσ‐ σεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων. Θουκυδίδης ἐν τῷ αʹ· Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ πα‐ ρουσίᾳ. τούτῳ γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία.

### π 708

Παροχετεύει: παραπλαγιάζει. ἢ ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ἕτερον ἐπιβάλλει ἢ μεταφέρει τὸ ὕδωρ. καὶ Παροχετεύοντες, μεταφέροντες.

### π 709

Παροχλίζουσι: μετακινοῦσι.

### π 710

Πάροχος: ὁ ἀναβαίνων εἰς τὸ ἅρμα, τὸ ζεῦγος. Πάροχοι λέγονται καὶ οἱ παράνυμφοι παρὰ τὸ παροχεῖσθαι τοῖς νυμφίοις· ἐπ’ ὀχήματος γὰρ τὰς νύμφας ἦγον. Ἀριστοφάνης Ὄρνισιν· ὁ δ’ ἀμφι‐ θαλὴς Ἔρως χρυσόπτερος, ἡνίας εὔθυνε παλιντόνους, Ζηνὸς πάροχος γάμων.

### π 711

Παροψίδας: σκεύη ὑπηρετικὰ τραπέζης.

### π 712

Παροψίς: ἐμβάφιον, ὀξυβάφιον.

### π 713

Παροψωνοῦσι: λάθρα ὀψωνοῦσι. καὶ Πισίδης· εἰ μὴ κα‐ κουργεῖς καὶ παροψωνεῖν θέλεις, ἐκ τῶν ἐχόντων τὰς δυσώδεις ἀντλίας.

### π 714

Παρῶ: ἀφῶ, συγχωρῶ.

### π 715

Παρῳδούμενος: λεγόμενος. καὶ Παρῳδία· οὕτω λέγεται ὅταν ἐκ τραγῳδίας μετενεχθῇ λόγος εἰς κωμῳδίαν· οἷόν ἐστι τό, ἄξιον γὰρ Ἑλλάδι, παρ’ Εὐριπίδῃ καὶ παρ’ Ἀριστοφάνει εἰρημένον. καὶ αὖθις· κατὰ δή τινα προφορὰν ᾀσθέντα καὶ παρῳδηθέντα ἡ περὶ ταῦτα μουσομανία τοῖς ἄστροις ἐπέψαυε. Προκόπιός φησι. καὶ Παρῳδήκει, ἄλλην ᾖσεν ᾠδήν. ἢ Παρῳδήκει, ἀντὶ τοῦ ὠγκώθη.

### π 716

Παρωθοῦντες: ἐκβάλλοντες.

### π 717

Παρὼν ἀποδημεῖ: ἐπὶ τῶν αἴσθησιν ἑαυτοῖς μηδεμίαν παρεχόν‐ των. Ἀριστοφάνης· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ.

### π 718

Παρῶναι: εἴδη πλοίων. ὁ δὲ ἔπλει παράπλους ποιησάμενος τοὺς Σιδητῶν παρῶν ς· ἧκον γὰρ Ῥοδίοις εἰς συμμαχίαν.

### π 719

Παρώνεια: τόπος.

### π 720

Παρῳνήθη· τοῦτο μὲν ἐπὶ τοσοῦτον παρῳνήθη. καὶ Πά‐ ροινος, ὁ μέθυσος καὶ ὁ ὑβριστής. ἀντὶ τοῦ μετὰ μέθης ἐλέχθη, μετὰ μανίας.

### π 721

Παρῴνησεν: ἀτάκτως ἐξύβρισε. Καμβύσης ὁ Κύρου παρῴνη‐ σεν εἰς τοὺς Αἰγυπτίους θεοὺς καὶ ἐξεμάνη καὶ τὸν ἑαυτοῦ μηρὸν ἔτρωσε καὶ σφακελίσαντος ἐνόσησε καὶ πικρότατα τὸν βίον κατέστρεψεν, ὥς φησιν Ἡρόδοτος. καὶ ταῦτα μὲν παρῴνησαν, βαρβάρως ἐνθου‐ σιάσαντες τε ἅμα καὶ λυττήσαντες. ἔτισαν οὖν δίκας οὐ μεμπτάς· ἑάλω γὰρ αὐτοῖς ἡ πόλις. καὶ αὖθις· ὁ δὲ καὶ ἐν ταῖς τοῦ Διὸς θυγατράσι παρῴνησε, τό γε αὑτοῦ.

### π 722

Παρώνυμον: ἐκ τοῦ συμβεβηκότος λεγόμενον.

### π 723

Παρώπια καὶ Ἀντήλια: τὰ παρὰ τὰς ὄψεις τῶν ἵππων δερμάτια.

### π 724

Παρῶπτο: παρεώρατο.

### π 725

Παρωρεία.

### π 726

Παρώσας: παρεκβαλών.

### π 727

Παρώτρυναν: παρώξυναν.

### π 728

Παρῴχετο: παρήρχετο.

### π 729

Παρῳχήκει: παρῆλθεν.

### π 730

Παρπόδα: εὐθύς, παραυτίκα. εἰ δέ σε δίκη παρπόδα μὴ τι‐ μωρὸς ἐτίσατο, δὶς τόσον αὖθις ἔσσεται ἐν πλεόνεσσι παλίντροπος.

### π 731

Παρσώνδης: ὄνομα κύριον.

### π 732

Παροικία: ἡ παροῦσα ζωή. Δαυίδ. ὅτι πάροικος ἐγὼ καὶ παρεπίδημος.

### π 733

Παροιμία: τί ἐστι παροιμία; λόγος ὠφέλιμος. καταχρηστι‐ κῶς δὲ πᾶν παροδικὸν διήγημα· οἶμος γὰρ ἡ ὁδός. ἢ Παρ‐ οιμία ἐστὶ λόγος ἀπόκρυφος, δι’ ἑτέρου προδήλου σημαινόμενος.

### π 734

Παροινίας: ὕβρεις.

### π 735

Παροινικώτατος· καὶ γὰρ ἦν τῶν ξυνόντων πολὺ παροινικώ‐ τατος, καίτοι παρῆν Ἱππόλυτος, Ἀντιφῶν, Λύκων, Λυσίστρατος, Θού‐ φραστος, οἱ περὶ Φρύνιχον. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ. παροίνιος. εὐθὺς γάρ, ὡς ἐπέπλητο πολλῶν κἀγαθῶν, ἐνήλατ’, ἐσκίρτα, πεπόρδει, κατεγέλα.

### π 736

Παροίνιος: ὁ μέθυσος καὶ ὑβριστής.

### π 737

Πάροινος: μέθυσος. Ἀριστοφάνης· οὐδέποτ’ ἐγὼ τοῦτον εἰσ‐ δέξομαι, οὐδὲ παρ’ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται, ὅτι πάροινος ἁνὴρ ἔφυ. ἐν ταῖς τῶν πότων συνόδοις ᾖδον μέλος τι, Ἁρμόδιον καλούμενον, οὗ ἡ ἀρχή, φίλτατε Ἁρμόδιε, οὔ τί που τέθνηκας. ᾖδον δὲ αὐτὸ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα, ὡς καθῃρηκότας τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον, τὸ δὲ Λάμπωνος. ὁ δὲ νοῦς· οὐδέποτε παρ’ ἐμοὶ ἑστιαθή‐ σεται, ὅτι παροίνιος· οἷον μέθυσος καὶ ὑβριστής.

### π 738

Παροισθέντι: παρενεχθέντι.

### π 739

Παροιστρῶσα: ἐξεστηκυῖα, ἐρεθίζουσα.

### π 740

Παροιστρῶσι: παρακαθήσωσι θυμῷ.

### π 741

Παροίτεροι: ἀντὶ τοπικοῦ. πρότεροι κατὰ τὸν δρόμον.

### π 742

Παρύσατις: εἶδος παροιμίας. καὶ ὄνομα κύριον. ἡ μήτηρ Κύρου.

### π 743

Παρυφή: ἡ ἐν ἐσθῆτι ἐργασία.

### π 744

Παρυφῶς.

### π 745

Πᾶς: περισπᾶται· διότι ἐνομίζετο εἶναι μετοχή, ὡς στάς, βάς. ἵνα οὖν φύγῃ τὴν ὑπόνοιαν, περιεσπάσθη.

### π 746

Πᾶσα γῆ πατρίς: παροιμιακόν.

### π 747

Πασσαγίην: πανοπλίαν. εἷλε δὲ πασσαγίην, τόδε δ’ ἔννεπεν.

### π 748

Πάσσαλος. λύσις ὀνείρου· ἥλους κρατῶν τὰ κέντρα τῶν ἐχθρῶν βλέπε.

### π 749

Πασάμενοι: γευσάμενοι. καὶ Πάσασθαι, γεύσασθαι. οὐχὶ ἐπὶ τοῦ πληρωθῆναι, ἀλλ’ ἐπὶ τοῦ ἀπογεύσασθαι, παρ’ Ὁμήρῳ. οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι. καὶ Ἄπαστος, ὁ ἄγευστος.

### π 750

Πᾶσαι δ’ ὠΐγνυντο πύλαι: παρ’ Ὁμήρῳ· ἀντὶ τοῦ ὅλαι· μία γὰρ ἦν.

### π 751

Πάσῃ μηχανῇ: ἀντὶ τοῦ κατὰ παντὸς τρόπου.

### π 752

Πάσης: ὄνομα κύριον. καὶ παροιμία· Τὸ Πάσητος ἡμιω‐ βέλιον. ὁ δὲ Πάσης οὗτος μαλακὸς ἦν τὴν φύσιν, πάντων δὲ ἀνθρώ‐ πων ἐν μαγείᾳ διενήνοχεν, ὥστε ἐκ τῶν ἐπαοιδίων αὐτοῦ καὶ δεῖπνα πολυτελῆ ὁρᾶσθαι καὶ διακονουμένους τινάς, καὶ πάλιν ἀφανῆ πάντα γίνεσθαι. εἶχε δὲ καὶ ἡμιωβέλιον ἐκ μιᾶς αὐτῷ πεποιημένον, ὃ δια‐ διδόμενον ὑπ’ αὐτοῦ τοῖς πιπράσκουσι, παρ’ ὧν ἤθελεν ὠνεῖσθαι, εἰ ἠβούλετο, πάλιν παρ’ αὐτῷ ηὑρίσκετο. καὶ Ἀπίων δὲ ὁ γραμματικὸς μνημονεύει αὐτοῦ ἐν τῷ Περὶ μάγου.

### π 753

Πάσῃ τέχνῃ: ἐκ παντὸς τρόπου. Ἀριστοφάνης Λυσιστράτῃ· οὐδ’ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθών, ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.

### π 754

Πασίας· Ἀριστοφάνης Νεφέλαις· ἀτὰρ τὶ χρέος ἔβα με μετὰ τὸν Πασίαν.

### π 755

Πασιθέη: ὄνομα θεᾶς.

### π 756

Πασῖνος: ὄνομα κύριον.

### π 757

Πασίωνος: ὄνομα τραπεζίτου.

### π 758

Πασιφάη: ὄνομα θεᾶς.

### π 759

Πασπάλη: ἡ ἀλευρότησις, τὸ λεπτὸν τοῦ ἀλεύρου· πασπάλη δὲ παρὰ πολ‐ λοῖς λέγεται.

### π 760

Πάσσω: τὸ γεύομαι· γενικῇ.

### π 761

Παστείλη: ἡ ἐσχάτη ἡμέρα τοῦ ἐνιαυτοῦ. Παστίλη δὲ τὸ ξύσμα τοῦ δέρματος.

### π 762

Παστοφορεῖον: τὸ φέρον τὸν παστόν.

### π 763

Πασσυδεί: παντελῶς. ὁ Θουκυδίδης· εἰ μὴ οὕτως τε πασσυδεὶ διεφθάρθαι. ὅπερ ἀγνοήσαντές τινες γράφουσι πασσυδί. ἔστι καὶ ἐν Αὐτομόλοις Φερεκράτου.

### π 764

Πασσυδίῃ: μετὰ πάσης ὁρμῆς, πανστρατιᾷ, ὁμοθυμαδόν.

### π 765

Πάσχειν· ὅτι ἡ ἀλλοίωσις καὶ ὅλως τὸ πάσχειν διττόν, τὸ μὲν ἐπὶ φθορὰν ἄγον, τὸ δὲ εἰς τελείωσιν. πάσχει γὰρ καὶ ὁ μαθητὴς ὑπὸ τοῦ διδασκάλου καὶ ἀλλοιοῦται, ἀλλ’ οὐκ εἰς φθοράν, ἀλλ’ εἰς τελείωσιν ἀγόμενος. τὸ γὰρ ἐν αὐτῷ δυνάμει προάγεται εἰς ἐνέργειαν. οὕτω καὶ ἡ αἴσθησις ἀλλοιοῦται καὶ πάσχει, ὑπὸ τῶν αἰσθητῶν εἰς τε‐ λείωσιν ἀγομένη καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν προαγομένη.

### π 766

Πάσχα· ζήτει περὶ τῆς τριημέρου ἀναστάσεως τοῦ Χριστοῦ ἐν τῷ αὕτη. καὶ ζήτει περὶ τοῦ αὐτοῦ πάσχα ἐν τῷ Ἰωσίας.

### π 767

Πασχητιᾷ: πάσχειν ἐθέλει.

### π 768

Πάσχω· αἰτιατικῇ.

### π 769

Πατάγημα: ἀντὶ τοῦ λάλος, καὶ πανοῦργος. Μένανδρος· οἷον πατάγημα ἥκεις.

### π 770

Πάταγος: ψόφος. Ἀγαθίας· οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροίκων καὶ μυκήματα βοῶν ἀπελαυνομένων καὶ πάταγος τῆς ὕλης τεμνομένης.

### π 771

Πάταγος: ἦχος, κτύπος. οὐ πῦρ οὐ δοράτων οὐ ξιφέων πά‐ ταγος. καὶ Αἰλιανός· ἄφνω πάταγος ἀκούεται τῶν θυρῶν.

### π 772

Παταγοῦσι: ψοφοῦσιν. ἐπιπαταγοῦντες κώδωνί τινι καὶ τυμπάνῳ ὕπερθε τοῦ φόρτου οἱ βάρβαροι. καὶ αὖθις· ὁ δὲ λαν‐ θάνει, τοῦ πνεύματος σφόδρα παταγοῦντος.

### π 773

Πατάγου χυτρίου: ἀντὶ τοῦ κεραμέου. ἐκ μέρους τὸ πᾶν. συντρίβεται δὲ τὰ κεράμια παρὰ ταῖς κρήναις. οὐ γὰρ χύτρας βάπτουσιν.

### π 774

Πατταλεῦσαι: προσπῆξαι.

### π 775

Πάτταλον: τὸ τυχόν. ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.

### π 776

Παττᾳκίων: ἀνὴρ ἀπὸ συκοφαντίας τὸν βίον ποιούμενος καὶ προσκρούειν ἐπιτηδεύων τοῖς εὐδοκιμοῦσι τῶν νέων. διεβάλ‐ λετο δὲ καὶ 〈ὡσ〉 κλέπτης καὶ τοιχωρύχος· ὥστε καὶ κωμῳδεῖσθαι ἐπὶ τούτοις.

### π 777

Πατάσσει: πλήττει. ὁ δὲ λαβὼν τὸ ξίφος πατάσσει τοῦ στέρνου.

### π 778

Πατασσούσῃ: ὑπὸ δειλίας κλονουμένῃ. Δέξιππος· ἦν δὲ τοῦ καθηγουμένου πρὸς πᾶν τὸ ἀπαγγελλόμενον ἔκπληξις· ὑπὸ γὰρ ἐμ‐ φύτου δειλίας καὶ ἀπειρίας τῶν πολεμικῶν ἀναπεπταμένοις μὲν τοῖς ὠσί, τεθορυβημένοις δὲ τοῖς ὀφθαλμοῖς, πατασσούσῃ δὲ τῇ καρδίᾳ, ἀεί τι ἀκούσεσθαι ἐλπίζων, τοῖς ἀρχομένοις κατάδηλος ἦν ὡς φυγῇ χρήσεται.

### π 779

Πατάξει· ὅταν δὲ λέγῃ ὁ Προφήτης, πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ· οὐ περὶ γῆς λέγει, ἀλλὰ περὶ τῶν ἁμαρτιῶν. ὡς τό, καὶ ἐγένετο ἡ γῆ πᾶσα χεῖλος ἕν· περὶ ἁμαρτιῶν. καὶ ὁ Ἀβραὰμ ἑαυτὸν ἐξευτελί‐ ζων, ἐγὼ δὲ εἰμὶ γῆ καὶ σποδός, λέγει. καὶ πάλιν· ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐντόσθια αὐτοῦ· τὴν γαστέρα λέγων.

### π 780

Πατταικίων· φυλάττει. ὄνομα κλέπτου καὶ τοιχωρύχου.

### π 781

Πάταικοι· θεοὶ οἱ Πάταικοι Φοινικικοὶ ἐν ταῖς πρύμναις ἱδρυ‐ μένοι. χρυσίαις ἄπεφθα τοῖς Παταίκοις ἐμφερῆ.

### π 782

Πατήσας: καταφρονήσας. Ἀρριανός· δεξιάς τε παραβάς, ἃς βασιλεῖ ἔδωκε, καὶ ὅρκους πατήσας οὓς ὤμοσε.

### π 783

Πατῆσαι: ἐνδιατρίψαι, ἀφικέσθαι. Ἀριστοφάνης· ἀμαθὴς ἔφυς κοὐ πολυπράγμων, οὐδ’ Αἴσωπον πεπάτηκας. ἐπὶ τῶν ἰδιωτῶν.

### π 784

Πατῖνος: ὄνομα κύριον.

### π 785

Πάτος: ὁδός. πάτον ἀνθρώπων ἀλεείνων. Ὅμηρος.

### π 786

Πατούμενοι: ὑβριζόμενοι.

### π 787

Πατραλοίας: πατροτύπτης. καὶ Πατρολῴας, ὁ αὐτός.

### π 788

Πατρεύς: ὁ ἀπὸ Πατρῶν. ἡ δοτικὴ Πατρεῖ· ὡς Μυρεύς, ὁ τῶν Μύρων, καὶ ἡ δοτικὴ τῷ Μυρεῖ.

### π 789

Πάτρης: ἡ ἐκ τοῦ πατρὸς γέννησις. Πατρὶς δὲ ἡ φυλή.

### π 790

Πατριάρχης· καὶ Πατριαρχεῖον.

### π 791

Πατριαί: χῶραι, φυλαί, τοπαρχίαι.

### π 792

Πατρίκιος· οὗτος ἤκμασεν ἐπὶ Ἰοβιανοῦ βασιλέως. ἦν δὲ ἐκ Λυδίας· ὅστις τῆς ἀπὸ τῶν φαινομένων ἢ καὶ παρατρεχόντων σημείων τεκμάρσεως ἀκριβὴς ἦν ἐξεταστής.

### π 793

Πατρίκιος: πατὴρ τοῦ κοινοῦ. ὁ δὲ πέμπει πρεσβευτὰς τοὺς ἐν τῇ κορυφαίῳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἄξια. πατρίκιοι δ’ ἄρα ὄντες ἐτύγχανον. ὁ βασιλεὺς Θεοδόσιος ὁ μικρὸς ὀργῇ τῇ πρὸς Ἀντίοχον τὸν πραιπόσιτον, διαβληθέντα εἰς καθοσίωσιν ἐξεφώ‐ νησε διάταξιν, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν. διὸ καὶ καθῃ‐ ρέθη ὁ πραιπόσιτος τῆς τιμῆς καὶ ἐδημοσιεύθη καὶ τοῖς ἱερεῦσι κατ‐ ετάγη.

### π 794

Πάτριος θεός.

### π 795

Πατροκλῆς: ὄνομα κύριον. καὶ παροιμία· ἐκ Πατροκλέους. ἐπὶ τῶν ῥυπώντων καὶ αὐχμηρῶν· Πατροκλῆς γὰρ ἐγένετο Ἀθηναῖος, πλούσιος σφόδρα, ἄλλως δὲ κακόβιός τις καὶ φιλοχρήματος καὶ σκνι‐ πός· ὅστις ἕνεκεν τῆς φειδωλίας οὐδένα εἴα προσίεσθαι, φυλακῆς ἕνεκα τῶν χρημάτων καὶ γλίσχρου βίου. ὁ Πλοῦτος οὖν ἐρωτώμενος, πόθεν βαδίζεις; ἐκ Πατροκλέους, ἔφη.

### π 796

Πάτροκλος: ὄνομα κύριον. καὶ ἡ κλητικὴ ὦ Πατρόκλεις καὶ ὦ Πάτροκλε.

### π 797

Πατρονομούμενοι: οἱ τοὺς ἀπὸ τῶν πατέρων παραδεδο‐ μένους νόμους τηροῦντες.

### π 798

Πατροραίστης: ὁ τὸν πατέρα τύπτων.

### π 799

Πατρούχου παρθένου: τῆς ὀρφανῆς καὶ ἐπικλήρου, ᾗ προσ‐ ήκει τὰ τοῦ πατρὸς ἔχειν.

### π 800

Πατρῷα: τὰ πατρικά.

### π 801

Πατρῴζοντα: τὰ τοῦ πατρὸς φρονοῦντα.

### π 802

Πατρωικὸν δίκαιον: τὸ ἐκ προστάτου δίκαιον.

### π 803

Πατρῴων· πατρῷα λέγουσιν οἱ ῥήτορες, ὅταν αὐτοῖς ὁ λόγος ᾖ περὶ χρημάτων ἢ τόπων. Ἰσαῖος· ἀποφαίνω γὰρ ὑμῖν, ὡς οὐκ ἔστι τῆς ἐπικλήρου τὸ χωρίον τοῦτο, οὐδ’ ἐγένετο πώποτε, ἀλλ’ ὡς ἦν πατρῷον Λυσιμένει τῷ πατρὶ Μενεκράτους· ὁ δὲ Λυσιμένης ἔσχε τὰ πατρῷα πάντα. πάτρια δὲ λέγουσι τὰ ἔθη καὶ τὰ νόμιμα καὶ τὰ μυστήρια καὶ τὰς ἑορτάς. Ἀντιφῶν· τοῦτο δὲ τοὺς νόμους εἰδὼς πατρίους καὶ παλαιοὺς ὄντας ὑμῖν. πατρικὸν δέ, ὅταν περὶ προσώπου ποιῶνται τὸν λόγον. καὶ τούτων ἀξιωθείς, διὰ τὸ πατρικὸς αὐτῷ φίλος εἶναι. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.

### π 804

Πάτρως, πάτρω: Ἀττικῶς.

### π 805

Παῦε, παῦ’, ὦ δέσποθ’ Ἑρμῆ: νεκρὸν γὰρ ὄντα τὸν Κλέωνα ἐλοιδόρει. ἔθος δὲ ἦν τοῖς ἀρχαίοις τοὺς ἀποιχομένους μὴ λοιδορεῖν.

### π 806

Παῦλα: ἀνάπαυσις. κατὰ τὸ δὴ λεγόμενον, παῦσις κακοῦ μεῖζον κακόν. διόπερ ἐν κακῶν αἱρέσει τοὐλάχιστον δεῖ ἑλέσθαι.

### π 807

Παύλη.

### π 808

Παῦλος, Αἰγινήτης, ἰατρός. ἔγραψεν ἰατρικὰ βιβλία διάφορα.

### π 809

Παῦλος, Τύριος, ῥήτωρ, γεγονὼς κατὰ Φίλωνα τὸν Βύβλιον· ὃς ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως πρεσβεύσας μητρόπολιν τὴν Τύρον ἐποίησεν. ἔγραψε Τέχνην ῥητορικήν, Προγυμνάσματα, μελέτας.

### π 810

Παῦλος, φιλόσοφος. εἰσαγωγὴν ἀστρολογίας, καὶ Ἀποτελε‐ σματικά.

### π 811

Παῦλος, Γερμηνός, σοφιστής· ὁ γράψας, ὅτι γε Λυσίου ἐστὶν ὁ περὶ τῆς Ἰφικράτους δωρεᾶς βιβλία βʹ, ὑπομνήματα εἰς τοὺς λοιποὺς λόγους Λυσίου.

### π 812

Παῦλος, Αἰγύπτιος ἐκ τῆς Λύκων, σοφιστής, υἱὸς Βησαρίωνος τοῦ καὶ Διδύμου, γεγονὼς ἐπὶ τοῦ βασιλέως Κωνσταντίνου.

### π 813

Παῦλος· οὗτος ἐγένετο σύγχρονος Μάνεντι, τὸ γένος Σαμο‐ σατεύς, Ἀντιοχείας τῆς μεγάλης πρόεδρος· ὃς ψιλὸν ἄνθρωπον εἶναι τὸν κύριον ἐβλασφήμησεν, ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν, οὕτω καὶ ἐν αὐτῷ γεγενῆσθαι τοῦ θεοῦ λόγου τὴν οἴκησιν. ἔνθεν καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παν‐ τάπασιν ἐν Χριστῷ, ὡς ἄλλου ὄντος αὐτοῦ τοῦ Χριστοῦ καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοικοῦντος θεοῦ λόγου. αὗται μὲν αἱ πρῶται φυαὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως ἐπὶ Χριστοῦ λέ‐ γεσθαι, τὸ μὲν ἐπ’ ἀναιρέσει τῆς θεότητος, τὸ δὲ τῆς ἀνθρωπότητος. ὅθεν καὶ Παυλικιανοί.

### π 814

Παῦλος· οὗτος μετὰ Χρύσανθον τῆς Ναυατιανῶν ἐκκλησίας προεστηκὼς πρότερον μὲν λόγων Ῥωμαϊκῶν διδάσκαλος ἦν, τὸν δὲ γραμματικὸν πόνον καταλιπὼν ἐπὶ τὸν ἀσκητικὸν ἐτράπη βίον καὶ συστησάμενος ἀνδρῶν σπουδαίων μοναστήρια οὐκ ἀλλοιότερον τῶν ἐν τῇ ἐρήμῳ μοναχῶν διετέλει. τοιοῦτος γὰρ γέγονεν, οἵους ὁ Εὐάγριός φησι τοὺς ἐν τῇ ἐρήμῳ διατρίβειν μοναχούς· πάντα γὰρ ἐκείνους μι‐ μούμενος διετέλει, τὴν συνεχῆ νηστείαν, τὸ ὀλίγα φθέγγεσθαι, τὴν ἀποχὴν τῶν ἐμψύχων· τὰ πολλὰ δὲ καὶ οἴνου καὶ ἐλαίου ἀπείχετο. ἀλλὰ μὴν καὶ περὶ τοὺς πτωχοὺς σπουδαῖος εἰ καί τις ἄλλος ἐγένετο· τοὺς ἐν φυλακαῖς ἀόκνως ἐπεσκέπτετο. ἐπὶ τούτου Ἰουδαῖός τις χριστια‐ νίζειν ὑποκρινόμενος ἐφωράθη.

### π 815

Παῦπερ· οὕτως ἐκαλεῖτο Κωνστάντιος, ὁ πατὴρ Κωνσταντίνου τοῦ μεγάλου, διὰ τὸ λιτῶς διαιτᾶσθαι, ὡς μηδὲ κοῖλον ἄργυρον κεκ‐ τῆσθαι εἰς πλῆθος, μηδ’ ἕτερόν τι πρὸς τρυφὴν βλέπον· ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς ἐκόσμει τὰ βασίλεια.

### π 816

Παῦρα: ὀλίγα, βραχέα. Ὅμηρος· παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος. καὶ αὖθις Ἀριστοφάνης· παῦρ’ ἀνιάσας, πόλλ’ εὐφράνας. ἀντὶ τοῦ ὀλίγα κωμῳδήσας. ὁμοίως τῷ, ἦ ὀλίγον οἱ παῖδα ἐοικότα.

### π 817

Παυρόλας: ὄνομα κύριον. οὗτος υἱὸς Φαλάριδος, τοῦ τυράννου Ἀκραγαντίνων, ἐξ Ἐρυθείας τῆς αὐτοῦ γυναικός.

### π 818

Παυσανίας, Λάκων, ἱστορικός. Περὶ Ἑλλησπόντου, Λακωνικά, Χρονικά, Περὶ Ἀμφικτυόνων, Περὶ τῶν ἐν Λάκωσιν ἑορτῶν.

### π 819

Παυσανίας, Καισαρεύς, σοφιστής, σύγχρονος Ἀριστείδου· οὗ μέμνηται ὡς φαύλου ῥήτορος Φιλόστρατος ἐν τοῖς Βίοις τῶν σο‐ φιστῶν. ἔγραψε Περὶ συντάξεως βιβλίον αʹ, Προβλημάτων βιβλίον αʹ· καὶ ἕτερα.

### π 820

Παυσανίας, Κλεομβρότου καὶ Ἀγχιθέας, βασιλεὺς Λακεδαιμονίων· ὃς μετὰ Πλαταιὰς τρίποδα ἀναθεὶς τῷ Ἀπόλλωνι ἐπέγραψεν, Ἑλ‐ λήνων ἀρχηγός, ἐπεὶ στρατὸν ὤλεσε Μήδων, Παυσανίας Φοίβῳ μνῆμ’ ἀνέθηκε τόδε. Μηδίζειν δὲ ἀρξάμενος ὑπὸ Αἰγυπτίων καὶ Φοινί‐ κων ἐν τῷ Βυζαντίῳ ἐδορυφορεῖτο καὶ ἐσθῆτι καὶ τραπέζῃ ἐχρῆτο Μηδικῇ· ἐμνᾶτο δὲ τὴν Ξέρξου θυγατέρα ἐπὶ τῇ Ἑλλάδι. κληθεὶς δ’ εἰς κρίσιν καὶ ἁλοὺς καταφεύγει ἐς τέμενος Ἀθηνᾶς. ἡ δὲ μήτηρ πλίνθον ἔθηκε πρώτη κατὰ τῆς εἰσόδου, εἶτα οἱ ἄλλοι· καὶ οὕτως ἔνδον ἀπέθανε, τὸ δὲ σῶμα εἰς τὸν Κεάδαν (βάραθρον δέ ἐστι τοῦτο) ἔρριψαν, καὶ τὸ ἐπίγραμμα ἐξεκόλαψαν ἐκ τοῦ τρίποδος καὶ τὰς πό‐ λεις ἐπέγραψαν. οἱ δὲ Ἕλληνες καὶ δι’ αὐτὸν πρὸς Ἀθηναίους ἀπέ‐ στησαν. νοσησάσης δὲ τῆς πόλεως, εἰκόνα ἔστησαν χαλκῆν Παυσανίου καὶ ἐσώθησαν.

### π 821

Παυσικάπη: μηχάνημα τροχοῖς ἐμφερές, δι’ οὗ τὸν τράχηλον διεῖρον καὶ τῶν ὑποζυγίων, ὥστε μὴ ἐσθίειν, καὶ τῶν ἀνθρώπων, ὡς μὴ δύνασθαι τὰς χεῖρας τῷ στόματι προσάγειν. ὅτι παῦσις ἐστὶ κλη‐ ρονομία, λῆξις δὲ μερίς, ἡ δὲ ἀποκλήρωσις μέρος εἰς ἀμείνονα λῆξιν. ἀποκληρῶ‐ σαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνησε.

### π 822

Παυσωλή: κατάπαυσις.

### π 823

Παύσων καὶ Ἶρος: ὀνόματα κύρια πενήτων. ὁ Ἀσκληπιὸς Παύσωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάσαιτο· ὀφθαλμὼ γάρ τις ἐνόσει· εἶτα ἐπιστὰς ὅδε λέγει· ὄξει λύσαντα κάπρου πιμελήν, κᾆτα ὑπαλείψασθαι. ὁ δὲ κοινοῦται τῷ συνήθει ἰατρῷ. ὁ δὲ ἐπειρᾶτο τὰς αἰτίας λέγειν· τὸ μὲν γὰρ ὑπορρεῖν τὸ οἴδημα τῇ δριμύτητι, τὸ δὲ ἐπιλιπαίνειν καὶ ἡσυχῆ ὑποτρέφειν, ὁ εἴρων ἔλεγε.

### π 824

Παύσωνος πτωχότερος: οὗτος ζωγράφος ἦν καὶ ἐπὶ πενίᾳ διετεθρύλητο.

### π 825

Παφία: ἡ Ἀφροδίτη.

### π 826

Παφλαγών: ὁ Κλέων, ὁ τῶν Ἀθηναίων στρατηγός. διὰ τὸ τῆς φωνῆς ἀπηχές. ἀπὸ τοῦ παφλάζειν· ξένος γὰρ ἦν καὶ βάρβαρος.

### π 827

Παφλάζοντα: ἠχοῦντα, ἀναζέοντα. ἁνὴρ παφλάζει, βράζει, τετάρακται. πεποίηται δὲ παρὰ τὸ παφλάζειν. Παφλάζειν δέ ἐστι τὸ λαλοῦντά τινα κρατεῖσθαι καὶ ἀνακόπτεσθαι· τοιοῦτος δὲ ἦν καὶ ὁ Κλέων· ἢ τὸ ταράσσεσθαι· παφλάζειν γὰρ κυρίως σημαίνει τὸ ἠχεῖν τὴν κυμαινομένην θάλατταν.

### π 828

Παφνούτιος, μιᾶς πόλεως τῶν ἄνω Θηβῶν ἐπίσκοπος, ἀνὴρ θεοφιλὴς καὶ σημειοφόρος· ὃς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ τὸν ὀφθαλ‐ μὸν ἐξεκόπη. τοῦτον ὁ βασιλεὺς μετεπέμπετο καὶ αὐτοῦ τὸν ὀφθαλ‐ μὸν κατεφίλει. ἐδόκει δὲ κατὰ σύνοδον τοῖς ἐπισκόποις νόμον νεαρὸν ἐς τὴν ἐκκλησίαν ἐσφέρειν, ὥστε τοὺς ἱερωμένους, λέγω δὴ ἐπισκό‐ πους, πρεσβυτέρους, διακόνους, ὑποδιακόνους, μὴ συγκαθεύδειν ταῖς γαμεταῖς, ἃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο. καὶ ἐπεὶ περὶ τούτου βου‐ λεύεσθαι προὔκειτο, διαναστὰς ἐν μέσῳ τοῦ συλλόγου τῶν ἐπισκόπων ὁ Παφνούτιος ἐβόα μακρά, μὴ βαρὺν ζυγὸν ἐπιτιθέναι τοῖς ἱερωμέ‐ νοις ἀνδράσι, τίμιον εἶναι τὸν γάμον λέγων, μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας μᾶλλον τὴν ἐκκλησίαν προσβλάψωσιν. οὐ γὰρ πάντας δύ‐ νασθαι φέρειν τῆς ἀπαθείας ἄσκησιν, οὐδὲ ἴσως φυλαχθήσεσθαι τὴν σωφροσύνην τῆς ἑκάστου γαμετῆς· καὶ σωφροσύνην ἐκάλει τῆς νομί‐ μου γυναικὸς τὴν συνέλευσιν· ἀρκεῖσθαί τε τὸν φθάσαντα κλήρου τυχεῖν μηκέτι ἐπὶ γάμον ἔρχεσθαι, κατὰ τὴν τῆς ἐκκλησίας ἀρχαίαν παράδοσιν· μὴ μὴν ἀποζεύγνυσθαι ταύτης, ἣν ἅπαξ ἤδη πρότερον λαϊκὸς ὢν ἠγάγετο. καὶ ταῦτ’ ἔλεγεν, ἄπειρος ὢν γάμου καὶ ἁπλῶς εἰπεῖν γυναικός· ἐκ παιδὸς γὰρ ἐν ἀσκηταῖς ἀνετέθραπτο καὶ ἐπὶ σω‐ φροσύνῃ εἰ καί τις ἄλλος περιβόητος ἦν. καὶ πείθεται σύμπας ὁ τῶν ἱερωμένων σύλλογος τοῖς Παφνουτίου λόγοις, καὶ τὴν περὶ τούτου ζήτησιν ἀπεσίγησαν, τῇ γνώμῃ τῶν βουλομένων ἀπέχεσθαι τῆς ὁμιλίας τῶν γυναικῶν καταλείψαντες.

### π 829

Παχεῖα.

### π 830

Παχεῖς: Ἀττικοὶ τοὺς πλουσίους καλοῦσι συνήθως. Ἀριστο‐ φάνης· ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀντὶ τοῦ ἀναίσθητος καὶ παχὺς εἰς τὸ νοεῖν. καὶ Ἡρόδοτος· ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου ἐκ Νάξου. διαφέρει πάχης καὶ παχύς. πάχης μὲν λέγεται ὁ λιπαρός, παχὺς δὲ ὁ ἀναίσθητος ἢ ὁ πλούσιος. καὶ παχὺς καὶ ἀρχαῖος ἐπὶ τοῦ ἠλιθίου τάσσεται παρὰ τοῖς παλαιοῖς. ὅτι τὰ παχέα ὑπὸ πιμελῆς τῶν δερμάτων ἁλσὶ μαλαττόμενα εὐρύτερα γίνεται. ὄναιτο οὖν, φησὶν ὁ Στρεψιάδης, ἀποκαθαρθεὶς τὴν παχύτητα. ἁλσὶ διαβρεχόμενος· διαβάλλει τοῦτον Ἀριστοφάνης ὡς ἐπὶ ἀσκοῦ τὸν λόγον ποιούμενος. καὶ ζήτει ἐν τῷ ἁλσὶ δια‐ σμηχθείς. λύσις ὀνείρου· βρίθων τὸ σῶμα δυσκλεὴς ἔσῃ λίαν.

### π 831

Πάχνη· ἐπειδὰν ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία ὑφ’ ἡλίου μὴ κατεργασθῇ, καταψυχθῇ δέ, πάχνη καλεῖται.

### π 832

Παχνοῦται: πήσσεται, πήγνυται, λυπεῖται.

### π 833

Παχύνοοι: παχύνοες, ἀνόητοι. τοσαύτην δὲ ἡμεῖς παχύτητα καὶ ἀμαθίαν κατεγνώκαμεν, ὥστε ἐτολμήσαμεν ἐξελέγχειν αὐτοὺς τοσ‐ οῦτον ἠγνοηκότας, ὅσον οὐδεὶς ἠγνόησεν.

### π 834

Παχύτερον: ἀμβλύτερον, οὐκ ἀκριβές.

### π 835

Παῖ· Ἀριστοφάνης· τί δ’ ἐστίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον, ὅστις ἂν πληγὰς λάβῃ.

### π 836

Παιάν: εἶδος ᾠδῆς. ὁ δ’ εἶπε κλαύσας φρῦνος, οὐχὶ παιᾶνος τοῦτ’ ἐστὶν ἡμῖν, φροντίδος δὲ λύπης.

### π 837

Παιᾶνας: ὕμνους. ὁ δὲ ᾖδε τοὺς παιᾶνας, οὐκ εὐτραπέλῳ τῇ γλώττῃ, οὐδὲ ἐρρωμένῃ, ὥσπερ οὖν κάτοινος ἤδη καὶ οὐκ ἀρτίστο‐ μος ἔτι.

### π 838

Παιᾶνας: κώμους, εὐφημίας. Παιᾶνες δύο ἦσαν· Ἐνυάλιος, ὅτε ἦρχον· ὃς καὶ πρὸ τῆς μάχης ἐγίνετο· καὶ ἕτερος, ὅτε ἐνίκων. ὅτι δύο παιᾶνας ᾖδον οἱ παλαιοί, πρὸ μὲν τοῦ πολέμου τῷ Ἄρει, μετὰ δὲ τὸν πόλεμον τῷ Ἀπόλλωνι. τὸ δὲ ὡς ἐπίπλουν λέγει Θου‐ κυδίδης, ἀντὶ τοῦ ὡς πρὸς τὸ ἄρξαι τὸν πόλεμον.

### π 839

Παιανιεῖς καὶ Παιονίδαι: δῆμοι διττοί εἰσι Παιανίων τῆς Πανδιονίδος φυλῆς, ὡς Διόδωρος καλεῖσθαί φησι Παιανιαίαν καθύπερ‐ θεν καὶ Παιανίαι ὑπένερθεν. τὸν δὲ δημότην ἑκατέρου δήμου καλεῖσθαι ὁμοίως Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιανίδων. δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος.

### π 840

Παιανίας: ὄνομα κύριον.

### π 841

Παιανίσαι: τὸν Παιᾶνα ἐπικαλεῖσθαι. ἦν δὲ ἔθος καὶ ἐπὶ ἔργου ἀρχομένους καὶ ἐπὶ τῇ νίκῃ τοῦτο λέγειν.

### π 842

Παιανισμός: ᾠδὴ ἐπὶ ἀπαλλαγῇ κακῶν.

### π 843

Παιγνία: ἑορτή. ὥστε τἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλες’ ἐκ τῶν γειτόνων. καὶ Ξενοφῶν· οἱ δὲ ναρθηκοφόροι ἐδίωκον σὺν πολλῷ γέλωτι καὶ παιγνίᾳ.

### π 844

Παιγνιημονέστατος: τοῖς παιγνίοις ἐπιστήμων.

### π 845

Παίγνιον.

### π 846

Παιδαγωγηθεῖσαν πόλιν: ἀντὶ τοῦ εἰσαχθεῖσαν. καὶ Παιδα‐ γωγῶ· αἰτιατικῇ.

### π 847

Παιδάριον: οὐ μόνον ἐπὶ τῶν ἀρρένων κέχρηνται τῷ ὀνόματι οἱ ῥήτορες, ἀλλὰ καὶ ἐπὶ παρθένων. Ὑπερίδης ἐν τῷ πρὸς Τίμανδρον· καταλλαχθέντων γὰρ τούτων δυοῖν ἀδελφοῖν καὶ δυαῖν ἀδελφαῖν ὀρφαναῖν καὶ πρὸς πατρὸς καὶ μητρὸς καὶ παιδαρίων παίδων.

### π 848

Παιδάριτος: τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος ἁρμοστής, ἀνὴρ εἷς τῶν γεγονότων καλῶν. λύσις ὀνείρου· παῖδας κρατῶν κίνδυνον ἐλθεῖν προσδόκα.

### π 849

Παιδερασταὶ σφοδροὶ ὅ τε Κηδωνίδης καὶ ὁ Αὐτοκλείδης.

### π 850

Παῖδες: οὐ μόνον οἱ δοῦλοι, ἀλλὰ καὶ οἱ νέοι. Δαβίδ· αἰνεῖτε παῖδες κύριον. ἀντὶ τοῦ οἱ δοῦλοι.

### π 851

Παιδεύειν: παιδοτροφεῖν.

### π 852

Παιδεύομαι· δοτικῆ.

### π 853

Παιδεία: ἡ παίδευσις. παιδείαν ὀρθὴν εἶναι νομίζομεν οὐ τὴν ἐν τοῖς ῥήμασι καὶ τῇ γλώττῃ πολιτευομένην εὐρυθμίαν, ἀλλὰ δι‐ άθεσιν ὑγιᾶ νοῦν ἐχούσης διανοίας καὶ ἀληθεῖς δόξας ὑπέρ τε ἀγαθῶν καὶ κακῶν, ἐσθλῶν τε καὶ αἰσχρῶν. ὅστις οὖν ἕτερα μὲν φρονεῖ, δι‐ δάσκει δὲ ἕτερα τοὺς πλησιάζοντας, αὐτὸς ἀπολελεῖφθαι τοσούτῳ δο‐ κεῖ τῆς παιδείας, ὅσῳ καὶ τοῦ χρηστὸς ἀνὴρ εἶναι.

### π 854

Παίδειος: μετουσιαστικόν. ὁ τῆς παιδείας. σύμβολον ἀγωγῆς παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ.

### π 855

Παιδιά: παίγνιον. ἐδόκει δὲ τὸν βασιλέα καὶ τὸν εὐνοῦχον κατὰ πάρεργον παιδιάν τινα θησόμενος ὁ Τιμάσιος.

### π 856

Παιδιά· παιδιά τίς ἐστι τοιαύτη παρὰ Ἀθηναίοις· δραξάμενός τις καρύων καὶ ἐκτείνας τὴν χεῖρα ἐρωτᾷ, πόσα ἔχω; καὶ ἐὰν ἐπιτύχῃ, λαμβάνει ὅσα ἔχει ἐν τῇ χειρί· ἐὰν δὲ ἁμάρτῃ κατὰ τὴν ἀπόκρισιν, ἀποτίνει ὅσα ἂν ὁ ἐρωτήσας εὑρεθείη ἔχων ἐν τῇ χειρί.

### π 857

Παιδία: οὕτως Ἀττικοὶ βραχυκαταλήκτως καὶ παροξυτόνως, ἐπὶ τοῦ παιγνίου. Ἀριστοφάνης Πλούτῳ· αὐτοῦ λαβοῦσα κάρυα. παιδιὰν τίνα; Εὐνάπιος· καὶ οἱ μὲν παιδιάν τινα ἐκ τῶν πολεμίων ἡγού‐ μενοι τοσοῦτον ἐδυσχέραινον, ὅσον ἠναγκάζοντο βοᾶν, καθ’ οὓς ἐμ‐ βάλοιεν. Παιδεία δὲ ἡ παίδευσις διὰ διφθόγγου.

### π 858

Παιδικά: ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξις. παραδείγματα τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως δὲ ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται. ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοῖνιξ· παπαί, τὰ παιδίχ’, ὡς ὁρᾷς, ἀπώλεσας. καὶ Κρατῖνος Πανόπταις· μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν. ὅτι δὲ ἐκάλουν οὕτω καὶ τὰ πρὸς τὰς γυναῖκας, Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις· ἐγὼ δὲ χαίρω πρὸς τοῖς σοῖς παιδικοῖς. καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλα‐ κῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπ’ αὐτοῦ· μακάριος τῶν παιδικῶν. οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπ’ ἐκείνων. Πλάτων Φαίδρῳ· ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπε‐ λαβόμην· ἐρεσχελήσω σε. λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδί. ἡ δὲ λέξις ὡς ἐπιτοπολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. ὅτι τὸν Ἀντίνοόν φασι παιδικὰ Ἀδριανοῦ γενέσθαι, καὶ τούτου προτελευτήσαντος, πανταχοῦ ἀνδριάσι προστάξαι τιμηθῆναι, καὶ τέλος ἀστέρα τινὰ δοκεῖν ἐν τῷ οὐρανῷ, ὃν Ἀντίνουν ἔλεγεν εἶναι· καὶ ἐλέγετο εἰς τὸν οὐρανὸν ἀφορᾶν Ἀδριανός.

### π 859

Παιδικά: ὀξυτόνως. ἔστι δὲ οὐδέτερον πληθυντικόν. τοῦτο δέ τινες ἐπ’ ἀγαθοῦ ἔρωτος, τινὲς δὲ ἐπ’ αἰσχροῦ λαμβάνουσι· τὸ δὲ παι‐ δικὰ ἀντὶ τοῦ ἐρώμενος.

### π 860

Παιδικῶν· τελευτῶν ἀπεσφάγη καὶ αὐτὸς καὶ ἔκειτο πλησίον τῶν παιδικῶν, θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. Αἰλιανός φησι.

### π 861

Παιδικώτερον: ἱλαρώτερον.

### π 862

Παιδίσκη: ἡ θεράπαινα.

### π 863

Παιδνός: παῖς, νέος.

### π 864

Παιδοκομοῦντα: παῖδα τρέφοντα.

### π 865

Παιδομαθῆ: ἐκ παιδὸς ἠσκημένον. ὄντα νέον μέν, ὁρμῆς δὲ πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολεμικά.

### π 866

Παιδοπολίτης· Ὀρτιάγοντος ἐγεγόνει Παιδοπολίτης, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν δικαστὴς ἀπεδείχθη.

### π 867

Παιδοτρίβας: ἀλείπτας, γυμναστάς. καὶ Παιδοτρίβης ἡ εὐθεῖα.

### π 868

Παιδουργία: παιδοποιΐα.

### π 869

Παίδουσα ἢ Παιδοῦσσα: ἐγκύμων.

### π 870

Παιδολετῆρα: παιδοφόνον.

### π 871

Παιδοφθορία· ζήτει ἐν τῷ Γάϊος Λαυτώριος θαυμάσιον.

### π 872

Παῖε τὴν ἐπ’ ἀρότρου· ζήτει ἐν τῷ Γλαῦκος τὴν ἱστορίαν.

### π 873

Παίει· αἰτιατικῇ. τύπτει. Ἀριστοφάνης· παῖε, παῖε τὸν ἀλι‐ τήριον καὶ πανοῦργον καὶ ταραξιππόστρατον καὶ τελώνην καὶ φάρυγγα καὶ Χάρυβδιν.

### π 874

Παίειν: οὕτω λέγουσι τὸ πᾶν ὁτιοῦν συντόνως ποιεῖν. Ἀριστο‐ φάνης Ἀχαρνεῦσιν· ὁ δὲ νεανίας ἐς τάχος παίει στρογγύλοις τοῖς ῥήμασι.

### π 875

Παίζω· αἰτιατικῇ.

### π 876

Παιήονος: ἰατροῦ τῶν θεῶν.

### π 877

Παιόλη· ὦ παιόλη. θεόν τινα πεποίηκεν. οἷον ἐκτροπὴν ἤ τινα τοιαύτην. ὡς ἂν εἴποι τις, ὦ ἀδικία καὶ ἀποστέρησις. πέπλακε τὸ ὄνομα δαίμονός τινος, σωματοποιήσας αὐτήν, παρὰ τὸ ἀπαιολεῖν, καὶ κινεῖν καὶ ἀποστερεῖν.

### π 878

Παιόλημα: κίνημα, ἀποπλάνημα, καὶ ἀπάτην τινά, πανούργημα. Ἀριστοφάνης Νεφέλαις· ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός, καὶ παιό‐ λημα.

### π 879

Παίονες: ἔθνος. καὶ Παιονία, χώρα.

### π 880

Παίω: τὸ τύπτω.

### π 881

Παιῶνας: ἰατρούς. καὶ ἀλαλαγμούς. καὶ παιωνίζειν, τὸ ἀλα‐ λάζειν.

### π 882

Παιώνειον: ῥίζης φάρμακον.

### π 883

Παιώνιον: ἰατρεῖον, θεραπευτήριον. ἢ σωτήριον φάρμακον. καί, Παιωνίοις τισὶ φαρμάκοις, σωτηρίοις, ἰατρικοῖς, θεραπευτι‐ κοῖς. καὶ αὖθις· πύστιν κατ’ ἐσθλὴν ὕδατος παιωνίου ἦλθέν ποθ’ ἑρπύζουσα.

### π 884

Παιωνίσας: εὐξάμενος καὶ τοῖς θεοῖς χάριν ὁμολογήσας. παιὼν γὰρ ὕμνος εὐχαριστήριος.

### π 885

Παιῶνος: τοῦ ὕμνου. Παίωνος δὲ τοῦ ἰατροῦ.

### π 886

Παιπάλη: ἄλευρον ἀπὸ κριθῶν ἢ ἀπὸ κέγχρου. Ἀριστοφά‐ νης Νεφέλαις· γενήσῃ κρόταλον, παιπάλη. ἀντὶ τοῦ τραχύς, δυσκατά‐ ληπτος· ἐπεὶ παίπαλα καλοῦμεν τὰ τῶν χωρίων δύσβατα.

### π 887

Παιπάλημα: τὸν πανοῦργον, καὶ ποικίλον ἐν κακίᾳ, καὶ παμ‐ πόνηρον σὺν ἀγχινοίᾳ.

### π 888

Παιπάλημα: ὁ πολλὰς ἐκτροπὰς καὶ διόδους ἔχων. κυρίως δὲ τὸ λεπτὸν ἄλευρον.

### π 889

Παιπαλόεις: ὁ τραχύς.

### π 890

Παιπαλώδεις· τὰς δὲ παιπαλώδεις γυναῖκας Κίρκας φαμέν.

### π 891

Παιπανεία: ἡ κενοδοξία.

### π 892

Παίσατε: ὅπερ ἡμεῖς παίξατε. Ὅμηρος· παίσαθ’, ὥς χ’ ὁ ξεῖνος.

### π 893

Παῖσαι: παῖξαι. τύψαι.

### π 894

Παισθείς: τυπτηθείς.

### π 895

Παῖς μοι Τριτογενὴς εἴη, μὴ Τριτογένεια.

### π 896

Παίσωμεν μετ’ αὐτῆς: συγχορεύσωμεν αὐτῇ. καὶ αὖθις· καὶ ἕδνα ᾔτει γενέσθαι βασιλίς, τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα καὶ αὕτη, δέσποινα εἶναι τοῦ πόντου ἐθέλουσα.

### π 897

Παισός: πόλις. καὶ Παισηνός, ὁ πολίτης.

### π 898

Παιτῖτα: Ῥωμαϊστὶ ἡ λέξις. σημαίνει δὲ γνώρισμα αἰτήσεως παρὰ Ῥωμαίοις. Χρυσάφιος δὲ ὁ πραιπόσιτος παιτῖτα ἐπεζήτει Θεοδόσιον τὸν βασιλέα.

### π 899

Παιφάσσω: φανεροποιῶ, ἢ ὁρμῶ.

### π 900

Πεδαρσίου: μετεώρου, πετομένου ἐκ τοῦ πέδου. Ἀριστοφάνης Ὄρνισιν· ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου δίνης πτερωτὸς φθόγγος ἐξακούεται.

### π 901

Πέδαι: δεσμά. παρὰ τὸ ποῦς καὶ τὸ δέω, τὸ δεσμεύω· ἢ παρὰ τὸ πιέζειν τοὺς πόδας.

### π 902

Πεδῆται: πεπεδημένοι, συνδεδεμένοι. καὶ Πεδήτης, ὁ δεσ‐ μηθείς.

### π 903

Πεδιεύς: ἀπὸ τόπου.

### π 904

Πεδικά: μοῖρα τῆς Ἀττικῆς. ἐκαλεῖτο δὲ οὕτως ἀπὸ τοῦ συμ‐ βεβηκότος. εἶχε δὲ καὶ προβάτων νομάς. ἔστι τὸ ὄνομα παρά τε Λυ‐ σίᾳ καὶ παρ’ ἄλλοις ῥήτορσι.

### π 905

Πέδιλα: ὑποδήματα.

### π 906

Πεδινός: ὁ ὁμαλὸς τόπος.

### π 907

Πεδίον: ἡ γῆ. καὶ Πέδον ὁμοίως γῆ, ἔδαφος.

### π 908

Πεδότριψ: ὁ ἐκθλίβων.

### π 909

Πέζα: τὸ ἄκρον, ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνος, ὃ ἡμεῖς ᾤαν λέ‐ γομεν. πρότερον γὰρ ὑπὲρ τοῦ μὴ τρίβεσθαι δέρμα προβάτων προσ‐ έρραπτον. Πέζα καὶ ὁ ποῦς. καὶ Ἀργυρόπεζα, ἡ λευκοὺς πόδας ἔχουσα. καὶ ἐν Ἐπιγράμμασι· ἔμπεδον ἐς κείνου πέζαν ἐρει‐ σάμενος αὔρης οὐκ ἀλέγουσαν ἐπὶ χθονός.

### π 910

Πέζα: ὕφασμα. τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ Βιττίον εἰρ‐ γάσατο. καὶ αὖθις· Ἄρτεμι, σοὶ ταύταν, εὐπάρθενε, πότνα γυναικῶν, τὴν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα.

### π 911

Πεζαίτεροι. ὁ δὲ βασιλεὺς πεζαιτέρους ἀμφὶ τοὺς μʹ ἀναλα‐ βὼν ἕπεσθαί οἱ κελεύει, θάνατον ἀπειλήσας, εἰ πλείους ἕποιντο.

### π 912

Πεζαίτεροι· Δημοσθένης ἐν Φιλιππικοῖς. Ἀναξιμένης δὲ ἐν αʹ Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησίν· ἔπειτα τοὺς μὲν ἐνδοξο‐ τάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζαιτέρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιρείας προθυμότατα διατελῶσιν ὄντες.

### π 913

Πεζῇ: βάδην. καὶ παροιμία· πεζῇ βαδίζω· νεῖν γὰρ οὐκ ἐπί‐ σταμαι. ἀντὶ τοῦ οὐ δύναμαι.

### π 914

Πεζίτης: ὁ πεζός.

### π 915

Πεζίτια: στέμματα. ἐπὶ ἀνθρώπων στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ κυ‐ μάτια.

### π 916

Πεζολόγος: συγγραφεύς.

### π 917

Πεζοπορηκότες.

### π 918

Πέκειν: τὸ κτενίζειν.

### π 919

Πέκος: δέρμα, κῴδιον. ἐξ οὗ καὶ πεκτῆρες. τὸ δ’ αὐτὸ καὶ πέσκος, ἐν τοῖς ἑξῆς.

### π 920

Πέκτειν: ποκάζειν, κείρειν τὰ θρέμματα. Ἀριστοφάνης· ἡνίκα πέκτειν ὥρα προβάτων πόκον ἠρινόν.

### π 921

Πεκτῆρες: οἱ τὸ δέρμα τίλλοντες.

### π 922

Πεκτούμενον: τιλλόμενον, ξεόμενον. Ἀριστοφάνης· καὶ ποιήσω τοὺς δημότας βωστρεῖν ς’ ἐγὼ πεκτούμενον.

### π 923

Πελαγιζούσαις: εἰς πέλαγος πλεούσαις. πελαγιζούσαις δὲ ταῖς ναυσὶ συνέβη τὰς πλείω καταδῦναι.

### π 924

Πελαγίζω· αἰτιατικῇ.

### π 925

Πελαγιῶτις λίμνη.

### π 926

Πελάζει· αἰτιατικῇ. πλησιάζει, ἐγγίζει.

### π 927

Πέλανος: γίνεται πέμματά τινα τοῖς θεοῖς ἐκ τοῦ ἀφαιρεθέντος ἤτοι ἐκ τῆς ἅλω· Δίδυμος δέ φησι κυρίως εἶναι πέλανον τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα. ἢ καὶ ἀπὸ τοῦ πεπλατύν‐ θαι· ἢ ὅτι λευκόν ἐστιν· ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐρι‐ πίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησί· ἐκ δ’ ὄμορξον ἀθλίου στόμα‐ τος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ.

### π 928

Πέλανοι: πέμματα ἐκ παιπάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου, εἰς θυσίαν ἐπιτήδεια· ὡς αὐτός φησι, καρποὶ μέλιτι δεδευμένοι· Διο‐ νύσιος Θρᾳξί· θεοῖς ἀπαρχαί τινες. λέγεται δὲ πέλανος καὶ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός. καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτὸς κόμμι. καὶ ὁ τῷ μάντει διδόμενος μισθὸς ὀβολός.

### π 929

Πελαργᾶν: τὸ νουθετεῖν ἐκάλει ὁ Πυθαγόρας.

### π 930

Πελαργιδεῖς· Αἰλιανός· πελαργῶν παῖδες. ὥσπερ ἀετιδεῖς, οἱ ἀετῶν παῖδες.

### π 931

Πελαργικοὶ νόμοι: διὰ τὸ ἀντεκτρέφειν τοὺς γονεῖς. οὕτως Ἀριστοφάνης.

### π 932

Πελαργός· ζήτει ἐν τῷ ἀντιπελαργεῖν.

### π 933

Πέλας: πλησίον, γείτων. πλὴν πρόνοιαν ἀεὶ ἐποίουν Ῥωμαῖοι μή ποτε πρότεροι τὰς χεῖρας ἐπιβάλλειν τοῖς πέλας μήδ’ ἄρχοντες φαίνεσθαι χειρῶν ἀδίκων.

### π 934

Πελασγοί: ἐθνικόν.

### π 935

Πελάτης: ὁ ἀντιστρέφων, καὶ ὑπηρετῶν. συναγανακτῶν τοῖς πελάταις κατὰ πλῆθος ἐληλυθόσιν. ὑπηρέτην τε καὶ θεράποντα ἢ πελάτην στρατιώτην τῶν ἐκ καταλόγου ἐκώλυσε παρεῖναί τινι. καὶ αὖθις· καὶ ἑαυτὸν πελάτην ἐκείνου λέγει τε καὶ ᾄδει.

### π 936

Πέλεθρα: πλέθρα. ἔστι δὲ μέτρον γῆς τὸ πλέθρον, σταδίου ἕκτον.

### π 937

Πελεκάντι: δοτική. μήποτε βαρυτόνως προενεκτέον, ὡς ἀλί‐ βας. πελεκὰν μέντοι, πελεκᾶνος κοινῶς, πελεκᾶς, πελεκάντος Ἀττικῶς. πελεκᾶς, πελεκᾶ Δωρικῶς. ἔστι δὲ εἶδος ὀρνέου.

### π 938

Πέλεκυς, πελέκεως: τὸ τεκτονικὸν ἐργαλεῖον. καὶ ἐστελεωμένος οὗτος ἐμβριθὴς τέχνας ὁ πρύτανις πέλεκυς. πελέκυος δέ.

### π 939

Πελεκῶ, πελεκήσω, ξύλα. Πελεκίζω δὲ τὸ μετὰ τῆς σπάθης κόπτω.

### π 940

Πέλει: γίνεται, ἐστίν.

### π 941

Πελειάδες: περιστεραί. καὶ πέλειαν, περιστεράν. δειλαί τοι δειλοῖσιν ἐφεδρεύουσι πέλειαι· ἄμμες δ’ ἀτρέστοις ἀνδράσι τερπόμεθα. φησὶν ἀετός. πτηνῆς ὡς ὄμμα πελειάδος πεφόβημαι. ἐπεὶ περιδεές ἐστι τὸ ζῷον. περιφραστικῶς, ὡς ἡ πέλεια.

### π 942

Πέλη, Πέλης: ὄνομα τόπου.

### π 943

Πελλήνη: πόλις. καὶ Πελληναῖος χιτών, ἐπὶ τῶν παλαιὰ φορούντων ἱμάτια. ἐν δὲ Πελλήνῃ διάφοροι χλαῖναι ἐγίνοντο. Ἀρι‐ στοφάνης· εὐθὺ Πελλήνης πέτεσθαι διανοῇ. ἐπεὶ ἐν Πελλήνῃ τοῖς Ἡραίοις ἆθλον ἐτίθετο χλαῖνα.

### π 944

Πελίας: ὄνομα κύριον. καὶ Πελιάδες, ὀνόματα κύρια.

### π 945

Πελιδνόν: μέλαν. λέγεται καὶ Πελιτνὸν παρὰ Θουκυδίδῃ. καὶ Πελιδνωθεῖσα, ὠχριάσασα. καὶ Πελιδνωμένη, ἀντὶ τοῦ μελαινομένη.

### π 946

Πελιδνόν: τὸ μεταξὺ ὠχρότητος καὶ μελανίας· οἱονεὶ μολιβδο‐ ειδές. παρὰ Θουκυδίδῃ.

### π 947

Πελλίς: ἔνθα τυρὸν ἀμέλγουσι, σκάφη τις.

### π 948

Πελιοί: μέλανες, ὠχροί.

### π 949

Πελοπίδης: ὁ τοῦ Πέλοπος.

### π 950

Πέλωρ: μέγα τεράστιον.

### π 951

Πελώρας: ὄνομα κύριον.

### π 952

Πελώριος: μέγας. ἐν Ἐπιγράμμασι· ὡς δὲ λέων ἤντησε πε‐ λώριος, ὡς ἐπὶ θοίναν χάσμα φέρων χαλεπόν. καὶ Πελωριάς, ὄνομα τόπου. δῶρον δ’ ἐξ ἱερᾶς εἰμὶ Πελωριάδος.

### π 953

Πέλωρον: μέγα. καὶ Πελώρου, μεγάλου τέρατος.

### π 954

Πελτασταί: τοξόται, οἱ τοὺς ξυστοὺς κατέχοντες.

### π 955

Πέλται: λόγχαι, καὶ ἀσπίδια τετράγωνα. καὶ καταπέλται.

### π 956

Πέλτον: θωρακικὸν ὅπλον, καὶ εἶδος ταρίχου. ἢ ἀσπὶς ἴτυν μὴ ἔχουσα.

### π 957

Πέμματα: πλακούντια. Ἀρριανός· οἱ δὲ ξένια ἔφερον, θυν‐ νοὺς ἐν κριβάνοις ὠπτημένους καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοι‐ νίκων.

### π 958

Πέμπελος: γέρων. καὶ γραῦς. παρὰ τὸ πέμπεσθαι εἰς τὸν ᾅδην.

### π 959

Πέμπειν: τὸ πομπεύειν. Μένανδρος Ὑποβολιμαίῳ ἢ Ἀγροίκῳ· μικρὰ Παναθήναια ἐπεὶ δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος. καὶ πέμψαντες, τὸ πομπεύσαντες, παρὰ Θου‐ κυδίδῃ. καὶ Πέμπομαι· αἰτιατικῇ.

### π 960

Πέμπτῃ φθίνοντος: ἐν ταύτῃ αἱ τῆς μοιχείας γραφαὶ ἐδί‐ δοντο. Μένανδρος Χαλκίδι.

### π 961

Πέμψιν: ἀποστολήν.

### π 962

Πενέσται: οἱ παρὰ Θεσσαλῶν μὴ γόνῳ δοῦλοι, ὑπὸ τῶν ὑπὸ Αἵμονος ἐν Ἄρνῃ νικηθέντων Βοιωτῶν, οὐ φυγόντων τὴν παρ’ αὐτῶν δουλείαν, ἀλλὰ μεινάντων μέχρι τῆς τρίτης γενεᾶς, φιληδούντων ἐπὶ τῇ χώρᾳ. παρέδοσαν δὲ αὑτοὺς ἐφ’ ὅρκῳ, ἐπὶ τῷ μήτε παθεῖν τι ἐργα‐ ζόμενοι, μήτε ἐκβῆναι ἀπὸ τῆς χώρας. καὶ ἀπὸ τοῦ μεῖναι Μενέσται καλούμενοι ὕστερον Πενέσται μετωνομάσθησαν, παραφθαρέντος τοῦ χαρακτῆρος. οὓς ἐν Λακεδαίμονι καλοῦσιν Εἵλωτας, τούτους Θετ‐ ταλοὶ Πενέστας λέγουσι. χρῶνται δὲ τῷ ὀνόματι καὶ Θετταλοὶ καὶ Λακεδαιμόνιοι ἐπὶ τῶν κρατηθέντων ἐν τῷ πολέμῳ καὶ δουλευόντων τοῖς κεκρατηκόσι. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται δὲ παρὰ Θετταλοῖς καλοῦνται οἱ παρὰ Λακεδαιμονίοις Εἵλωτες. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλικάς. Ἀριστοφάνης· τοῖς Πενέσταισι ξυνών.

### π 963

Πενθερά: τῷ νυμφίῳ ἡ τῆς κόρης μήτηρ. καὶ πενθερός, ὁ πατήρ. Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει. ὁ γοῦν Ἀλκμαίων τῷ Φηγεῖ φησι· καί ς’, ὦ γεραιέ, τήν τε παῖδα μὴ δοὺς ἐμοί, γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός. καὶ ὁ Πρωτεσίλαος τῷ Ἀλκάθῳ φησίν· ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι, παῖδά μοι ξυνοικίσας. Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείᾳ. Ὀδυσσεύς φησι πρὸς Κλυταιμνήστραν περὶ Ἀχιλλέως· σὺ δ’ ὦ μεγίστων τυγχά‐ νουσα πενθερῶν. ἀντὶ τοῦ γαμβρῶν.

### π 964

Πενθηλός: ὄνομα κύριον.

### π 965

Πένθος· ὥστε πολὺν ὑπὲρ αὐτοῦ πόθον γενέσθαι καὶ πένθος ἱερόν, οἷον ἐν Λιβάνῳ τὸ ἐπ’ Ἀδώνιδι καὶ Βύβλῳ.

### π 966

Πενία· διὰ τὰς ἀδίκους πάθας τῇ πενίᾳ ἐνήθλει. οὐκοῦν τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν. Ἀριστοφάνης Πλούτῳ. εἴπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. ὁ μὲν γὰρ Διονύσιος ἐξώλης τύραννος, ὁ δὲ Θρασύβουλος φιλόπολις καὶ παντὸς λόγου κρείττων. ἐπὶ τῶν μὴ τὰ ὅμοια ὁμοιούντων.

### π 967

Πενία δὲ σοφίαν ἔλαχε: παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσι.

### π 968

Πενία. καὶ πένης οὐχ ὁ μηδὲν κεκτημένος, ἀλλ’ ὁ πολλῶν ἐφιέμενος· καὶ πλούσιος, οὐχ ὁ πολλὰ περιβεβλημένος, ἀλλ’ ὁ μὴ πολ‐ λῶν δεόμενος.

### π 969

Πενιχραλέον: εὐτελές, πενιχρόν. καὶ ψαιστῷ ὀλίγον δρᾶμα πενιχραλέον.

### π 970

Πενταέτηρον: πέντε ἐτῶν.

### π 971

Πένταθλος: ὁ Δημόκριτος ὁ Ἀβδηρίτης. ἤσκητο γὰρ τὰ φυσικά, τὰ ἠθικά, μαθηματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους, καὶ περὶ τεχνῶν πᾶσαν εἶχεν ἐμπειρίαν. τούτου ἐστὶ καὶ τό, λόγος Ἑρμοῦ αἰκίη.

### π 972

Πεντακοσιομέδιμνον: τέσσαρα τέλη ἐποίησεν Ἀθηναίων πάν‐ των ὁ Σόλων· ὧν ἦν ἓν τέλος καὶ οἱ Πεντακοσιομέδιμνοι.

### π 973

Πένταχα: εἰς πέντε μέρη.

### π 974

Πεντέκτενοι: περιπόρφυροι. διὰ τὸ ἐνυφάνθαι περὶ τὰς ᾤας πέντε κτένας πορφυροῦς.

### π 975

Πεντέληθεν: ἀπὸ Πεντέλης πόλεως.

### π 976

Πεντεσυρίγγῳ ξύλῳ: τῇ ποδοκάκῃ. πέντε γὰρ ὀπὰς ἔχει, δι’ ὧν οἱ πόδες καὶ αἱ χεῖρες καὶ ὁ τράχηλος ἐμβάλλονται.

### π 977

Πέντε τάλανθ’ ἡ Χίων πόλις διὰ τὸν πρωκτὸν ὀφλήσει: τούτους ὡς ἀκρασίαν μαλακίας ἔχοντας σκώπτει Ἀριστοφάνης· καὶ διὰ μαλακίαν τῶν πρωκτῶν εὐρυτέρων ὄντων καὶ ἑτοίμων πρὸς τὸ ἀπο‐ πατεῖν.

### π 978

Πεντετάλαντος δίκη διαγέγραπται: τὸ ε ἄτρεπτον τη‐ ρεῖται παρὰ τοῖς Ἀττικοῖς.

### π 979

Πεντετηρίς: πενταετηρίς.

### π 980

Πεντεφρῆς: ὄνομα κύριον.

### π 981

Πεντηκόνταρχος: ὁ τῆς πεντηκοντόρου ἄρχων. ἐκαλεῖτο δὲ πεντηκόντορος ἡ ὑπὸ πεντήκοντα ἐρεσσομένη ναῦς.

### π 982

Πεντηκοντούτης: πεντηκονταετὴς ἀνήρ. Πεντηκοντοῦτις δὲ θηλυκῶς, ἡ γυνή.

### π 983

Πεντηκοστὴ καὶ Πεντηκοστεύεσθαι καὶ Πεντηκοστο‐ λόγοι: πεντηκοστὴ μὲν τὸ τέλος, ὃ τελοῦσι, πεντηκοστολόγοι δὲ οἱ τοῦτο ἐκλέγοντες, πεντηκοστεύεσθαι δὲ τὸ πράττεσθαι τὴν πεντηκο‐ στήν. ταῦτα δέ ἐστιν εὑρεῖν ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους, καὶ Ὑπερίδους ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν.

### π 984

Πεντηκοστολόγιον. καὶ λαβόμενος ἦγεν εὐθὺ τοῦ πεντη‐ κοστολογίου.

### π 985

Πεντώβολον ἡλιάσασθαι: νικήσαντα τοὺς Πελοποννησίους δικάσαι μέχρις Ἀρκαδίας, λαμβάνοντα μισθὸν πεντώβολον, ἀλλ’ οὐ τριώβολον. καὶ Πεμπώβολον ὁμοίως.

### π 986

Πεξάμενος: κτενίσας, ξάνας.

### π 987

Πέος: τὸ σπήλαιον. καὶ Πέος δὲ τὸ αἰδοῖον. Ἀριστοφάνης Νεφέλαις· πλὴν ἢ τὸ πέος ἔχοντα ἐν τῇ δεξιᾷ. καὶ αὖθις· ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. καὶ αὖθις· πότερον, ὡς ἀνὴρ τρέφῃ; ποῦ δὲ τὸ πέος; καὶ αὖθις· τίς Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν.

### π 988

Πεπαρήθιος: ἀπὸ τόπου.

### π 989

Πεπάρηθος: νῆσος, οὐκ ἄποθεν Εὐβοίας.

### π 990

Πεπαρθενεῦσθαι: διατετμῆσθαι τῇ μίξει.

### π 991

Πεπαρμένον: πεπερονημένον, καθηλωμένον, τετρυπημένον.

### π 992

Πεπαρῳνήκασιν: ἡμαρτήκασιν.

### π 993

Πέπατο: ἐκέκτητο. πῶ γὰρ τὸ κτῶμαι. καὶ πολυπάμων, ὁ πολλὰ κεκτημένος. ἐν Ἐπιγράμμασι· πέπατο γὰρ οὐ μέγα τοῦτο κληρίον ἐν λυπρῇ τῇδε γεωλοφίᾳ.

### π 994

Πεπαίνει: πραΰνει.

### π 995

Πεπελτωμένα: πεπιναρωμένα.

### π 996

Πεπεμμένου πλακοῦντος: ἀντὶ τοῦ ποιηθέντος, τοῦ ἐν τε‐ τράδι πεπεμμένου. ἐπειδὴ ἔξω τῶν ἑορτῶν ἱεραί τινες ἡμέραι ἐνομίζοντο Ἀθήνησι θεοῖς τισίν, οἷον νουμηνία καὶ ἑβδόμη Ἀπόλλωνος, τετάρτη Ἑρμῇ, ὀγδόη Θησεῖ.

### π 997

Πέπειρον: ἀκμαῖον. εἴρηται δὲ ἐπὶ ὀπώρας ὡρίμου. γραῦς φησι παρὰ Ἀριστοφάνει· οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν, ἀλλ’ ἐν ταῖς πεπείροις. οὐδέ τοι στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ἐγὼ τὸν φίλον.

### π 998

Πεπιθημένος: πεπιθήσας, θαρρήσας. καὶ Πεποιθώς, θαρρῶν.

### π 999

Πεπίθοιμεν: πείσοιμεν.

### π 1000

Πεπιλημένη: συνεσφιγμένη. Ἰώσηπος· μέλας, τὸ σῶμα ἰσχνός, τὴν σάρκα πεπιλημένος· ἀλλ’ ἐνῴκει τις ἡρωϊκὴ ψυχὴ λεπτῷ σώματι.

### π 1001

Πεπλαδηκός: ὑγρανθέν, σεσηπός.

### π 1002

Πεπλασμένῳ: κακούργῳ.

### π 1003

Πεπλεγμένη· πεπλεγμένη φάλαγξ ἐστίν, ἥτις ὑποπίπτουσι τόποις ἀναγκαζομένη ἐξομοιοῦσθαι, τερηδόνος λόγον ἐπέχει· ξιφοειδὴς ἡ φάλαγξ γίνεται καὶ πολυειδὴς τῇ τάξει.

### π 1004

Πεπληγώς: παρ’ Ὁμήρῳ· ἀντὶ τοῦ πλήσσων τὸν παρακείμενον παρείληφε.

### π 1005

Πέπλον: περιβόλαιον, ἱμάτιον γυναικεῖον.

### π 1006

Πέπλος· ἰδίως παρὰ τοῖς Ἀθηναίοις πέπλος τὸ ἄρμενον τῆς Παν‐ αθηναϊκῆς νεώς, ἣν οἱ Ἀθηναῖοι κατεσκεύαζον τῇ θεῷ διὰ τετραετηρί‐ δος· ἧς καὶ τὴν πομπὴν διὰ τοῦ Κεραμεικοῦ ἐποίουν μέχρι τοῦ Ἐλευ‐ σινίου. πέπλον δὲ τοῦτο ἐκάλουν διὰ τὸ ἐρεοῦν αὐτὸ εἶναι. ἐγέγραπτο δὲ ἐν αὐτῷ ὁ Ἐγκέλαδος, ὃν ἀνεῖλεν ἡ Ἀθηνᾶ· ἦν δὲ τῶν Γιγάντων εἷς. ἢ ὅτι νικήσαντες οἱ Ἀθηναῖοι πέπλον ἐποίησαν τῇ Ἀθηνᾷ καὶ ἐνέ‐ γραψαν τοὺς ἀρίστους ἐν αὐτῷ. Πέπλος· περὶ τοῦ πέπλου τοῦ ἀναγομένου τῇ Ἀθηνᾷ τοῖς μεγάλοις Παναθηναίοις οὐ μόνον παρὰ τοῖς ῥήτορσίν ἐστιν ἡ μνήμη, ἀλλὰ καὶ παρὰ τοῖς κωμικοῖς. ὅτι Πέπλος καλεῖται καὶ ἑανόν. ἔστι δὲ ὁ πέπλος γυναικεῖον ἔνδυμα.

### π 1007

Πεπλώματα· καὶ ζήτει ἐν τῷ δυσπινῆ.

### π 1008

Πεπνυμένος: συνετός.

### π 1009

Πεποδισμένοι: τοὺς πόδας δεδεμένοι. τοῖς Πέρσαις ὡς ἐπὶ τὸ πολὺ οἱ ἵπποι πεποδισμένοι εἰσί, τοῦ μὴ φεύγειν ἕνεκα, εἰ λυ‐ θείησαν.

### π 1010

Πεποδισμένοι: τοὺς πόδας κατεσχημένοι. Ξενοφῶν· πονηρόν ἐστι νυκτὸς στράτευμα Περσικόν· οἱ γὰρ ἵπποι αὐτοῖς δέδενται.

### π 1011

Πέπομαι: παθητικόν. Πέπωκα δέ.

### π 1012

Πέπον: προσφιλέστατε, προσηνέστατε.

### π 1013

Πέπονες: ἔκλυτοι, ἀσθενεῖς. ἐν Ἐπιγράμμασι· ὄφρα τάχιστα λικμήσῃ πεπόνων καρπὸν ἀπ’ ἀσταχύων. ἀντὶ τοῦ ὡρίμων.

### π 1014

Πέπορδα· Ἀριστοφάνης· ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ μᾶλλον ἢ τὸ γῆρας ἐκδύς. ἀντὶ τοῦ ἐάσας. ἡ μεταφορὰ ἀπὸ τῶν ὄφεων τῶν ἐκδυομένων τὸ γῆρας· ἥδομαι γὰρ ἐκφυγὼν τὴν ἀσπίδα, τουτέστι τὸν πόλεμον, μᾶλλον ἢ ἐκδὺς τὸ γῆρας.

### π 1015

Πεποροποιημένον: ἐκ τοῦ πόρος.

### π 1016

Πεπορπημένος: ἱμάτιον διπλοῦν περικείμενος, πόρπῃ συνε‐ χόμενον, ὡς μὴ ἀφίστασθαι τῶν ὤμων. κεῖται παρὰ Λυκούργῳ ἐν τῷ κατὰ Τιμοκράτους· τῶν δ’ ἀνδρῶν τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους ἰδεῖν ἦν καθ’ ὅλην τὴν πόλιν τότ’ ἐπὶ γήρως ὀδῷ περι‐ φθειρομένους, διπλᾶ ἱμάτια ἐμπεπορπημένους.

### π 1017

Πεπότηται: ἀνέπτη, ἀνεκουφίσθη, καὶ μετέωρα ἤδη φρονεῖ. Ἀριστοφάνης Νεφέλαις· ἡ ψυχή μου πεπότηται.

### π 1018

Πεπώρωται: τετύφλωται.

### π 1019

Πεπραξικοπηκότα: ἀντὶ τοῦ προδώσαντα.

### π 1020

Πεπρᾶσθαι καὶ πωλεῖσθαι διαφέρει· τὸ μὲν γὰρ πεπρᾶσθαι πάντη καὶ πάντως ἀπέβη, τὸ δὲ πωλεῖσθαι ἔστιν ὅτε καὶ οὐκ ἀποβαίνει· ἐνδέχεται γὰρ τὸ ἔτι πωλούμενον μὴ πραθῆναι.

### π 1021

Πέπρισται: κέκοπται.

### π 1022

Πεπρωμένη: εἱμαρμένη, τύχη, γένεσις.

### π 1023

Πεπρωμένον: εἱμαρμένον, ὡρισμένον, πεπερασμένον ἀπὸ μοίρας εἰς πέρας.

### π 1024

Πέπταται: ἥπλωται.

### π 1025

Πεποιωμένον: ποιότητα ἔχον.

### π 1026

Πεπυκασμένον: ἐσκεπασμένον, περιβεβλημένον. εἶτα ἐν ἑτέρᾳ σκηνῇ ξυνῆλθον ἠμφιεσμένῃ τε καὶ καταπεπυκασμένῃ οὐκ ἄλλως ἐξ ἱματίων σηρικῶν.

### π 1027

Πέπυστο: ἠκηκόει.

### π 1028

Περᾷ: πλέει.

### π 1029

Πέρα: ἐπίρρημα. ἀντὶ τοῦ περισσότερον. τὸ πέρα δὲ ἀντι‐ τείνοντας ξυνδεῖν. καὶ αὖθις· δασμολογοῦντες αὐτοὺς τῆς δυνάμεως πέρα. καὶ αὖθις· οὐ δυναμένων δὲ τὸ πέρα φέρειν δι’ ὕβριν τε καὶ ὠμότητα. καὶ αὖθις· ἀρρήτων ἀρρητότερα καὶ κακῶν πέρα. καὶ αὖθις· εἰπόντες δὲ τοῦ Ἰωτόμου τὸ τόλμημα ἔπαυσαν αὐτὸν τὸ πέρα ἀμφιγνοοῦντα. καὶ Ἀριστοφάνης· ἀρ’ οἶσθ’, ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος καταιθαλώσω; καὶ αὖθις· ὁ δὲ τοῦ ἐπὶ Σελεύκειαν τὸ πέρα ἄγειν ἀπέσχετο. ἀντὶ τοῦ πλεονάκις.

### π 1030

Περᾶναι.

### π 1031

Περάνῃ: αὐθυπότακτον. ἀντὶ τοῦ τελειώσει.

### π 1032

Περαντικός: πέρας ἐπιτιθεὶς τοῖς λόγοις.

### π 1033

Πέρασις βίου: ἡ τελευτή. δότε βίου πέρασιν καὶ καταστρο‐ φήν τινα εἰ μὴ δοκῶ τι μειόνως ἔχειν ἀεί. εἰ μὴ δοκῶ ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ δεῖσθαι προσθήκης κακῶν. καὶ Πέρατα, τέλη.

### π 1034

Περγαμηναί: αἱ μεμβρᾶναι, αἱ δέρρεις.

### π 1035

Περγάμιον: δήμιον.

### π 1036

Πέργαμον: τὴν πόλιν Ἴωνες λέγουσιν, οἱ δὲ πάντες τὰ ὑψηλά.

### π 1037

Περγασῆθεν· δῆμος ἡ Περγασὴ τῆς Ἐρεχθηΐδος. τὸν μέντοι δημότην διχῶς λέγεσθαί φασι, Περγασέα τε καὶ Περγασῆθεν.

### π 1038

Περγαῖος.

### π 1039

Πέρδεσθαι· ὅτι Ἀγύρριος τοσοῦτον ἐπὶ μαλακίᾳ διεβέβλητο, ὡς καὶ πέρ‐ δεσθαι αὐτόν.

### π 1040

Περδίκκας, καὶ κλίνεται Περδίκκου. ὁ Μακεδών· ὃν ἔκτειναν ἐξ ἐπιβουλῆς οἱ Μακεδόνες, ἄνδρα τά τε πολέμια κράτιστον γενόμενον καὶ μεγαλονοίᾳ χρησάμενον διαφερόντως· ἐξ οὗ δὴ καὶ τὸ ὑπέρογκον αὐτῷ τοῦ φρονήματος εὐθαρσὲς πρὸς πάντα κίνδυνον ἦν, τό τε ἄγαν μεγαλήγορον, σὺν ᾧ πάντας Μακεδόνας ὑπερφρονεῖν ἔδοξε, τάς τε εὐπραγίας αὐτῷ φθόνου ἐπαξίας ἐποίει· ἐπὶ δὲ τῷ φθόνῳ μῖσος ἐπεγί‐ νετο, καὶ τὸ μὴ φέρειν ὑπὲρ σφᾶς ὄντα τε καὶ ὀνομαζόμενον. ὅθεν καὶ τὴν ἐν τοῖς πταίσμασι μεταβολὴν σὺν ὀργῇ τῆς πρόσθεν ὑποψίας μᾶλλον ἢ κρίσεως ἀληθεστάτης δικαιώσει ἐς τὸ κατ’ αὐτοῦ ἐπιβούλευ‐ μα ἐποιοῦντο.

### π 1041

Περδίκειος κάρα· καὶ Περδίκειος πούς.

### π 1042

Πέρδικος ἱερόν: παρὰ τῇ ἀκροπόλει. Εὐπαλάμῳ γὰρ ἐγέ‐ νοντο παῖδες Δαίδαλος καὶ Πέρδιξ· ἧς υἱὸς Κάλως· ᾧ φθονήσας ὁ Δαίδαλος τῆς τέχνης ἔρριψεν αὐτὸν κατὰ τῆς ἀκροπόλεως· ἐφ’ ᾧ ἡ Πέρδιξ ἑαυτὴν ἀνήρτησεν, Ἀθηναῖοι δὲ αὐτὴν ἐτίμησαν. Σοφοκλῆς δὲ ἐν Κωμικοῖς τὸν ὑπὸ Δαιδάλου ἀναιρεθέντα Πέρδικα εἶναι τοὔνομα.

### π 1043

Περαία: ὄνομα τόπου.

### π 1044

Περραιβοί: ἔθνος.

### π 1045

Περαίνειν: τὸ συνουσιάζειν.

### π 1046

Περαίνοντας: τελειοῦντας.

### π 1047

Περαιῶ· αἰτιατικῇ.

### π 1048

Περαιωθέντες: περάσαντες.

### π 1049

Περαιτέρω: πλέον, πάνυ.

### π 1050

Περεγρῖνος: ὄνομα κύριον.

### π 1051

Περήνη: πόλις.

### π 1052

Περήτρια: ἡ περιαγγέλλουσα τὴν ὥραν.

### π 1053

Πέρι: περισσῶς.

### π 1054

Περιαγειρόμενοι· ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι ἀθλη‐ ταί. Πολιτείας εʹ ἐπὶ τέλει. λέγεται γὰρ ὅτι τὸ μὲν ἐξ ἀρχῆς ἆθλα προυτίθεσαν τοῖς ἀγωνιζομένοις, ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνίζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγγένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δ’ ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ πλησιάζοντες πλέονος ἄξια ἐπετίθεσαν, οἱ δὲ πορρώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλ‐ λον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλ‐ λουσι πετάσους καὶ ζώνας, οἱ δὲ χιτῶνας. ἐκ τούτου σύνηθες ἐγένετο κύκλῳ περιπορευομένους τοὺς ἀθλητὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα. ὅθεν Σιμωνίδης Ἀετύλου φησὶν οὕτως· τίς δὴ τῶν νῦν το‐ σάδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων. ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρ‐ ποῖς ἐτίμων.

### π 1055

Περιαγκώνισμα.

### π 1056

Περιάγνυται: περικατακλᾶται. οἱονεὶ περιίσχεται. καὶ Περιαγνυμένου, περικλωμένου. πρὸς τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτήν, τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου.

### π 1057

Περιάγξαι: περιστρέψαι, συνθρίψαι.

### π 1058

Περιαγόραιος: λάλος.

### π 1059

Περιαγωγάς: τὰς ἐν κύκλῳ περιφοράς. ἀετοὶ δὲ ἓξ κυκλοτε‐ ρεῖς περὶ τὸ στρατόπεδον ποιησάμενοι περιαγωγὰς ἐν δεξιᾷ διέστησαν.

### π 1060

Περιαθρεῖν: περισκοπεῖν.

### π 1061

Περίακτος ὁδός.

### π 1062

Περιαλγῶν: ἀχθόμενος. κἀγὼ περιαλγῶν τοῖς γεγονόσι διὰ γραμμάτων ἐδεόμην ἀναπεμφθῆναι ὡς τὸν πατέρα τὸν ὑμέτερον.

### π 1063

Περίαλος: τὸ ἰσχίον.

### π 1064

Περιαλουργός· Ἀριστοφάνης περὶ Λυσιστράτου. περιαλουρ‐ γὸς κακοῖς, ῥιγῶν τε καὶ πεινῶν ἀεὶ πλεῖν ἢ λθʹ ἡμέρας τοῦ μηνὸς ἑκάστου. τουτέστιν ὁ κακοῖς βεβαμμένος· ἢ ὁ βαθὺς τοῖς κακοῖς. με‐ τενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφύρας τῆς θαλασσοβα‐ φοῦς, ὅτι ἐκ βάθους τὸ ὄστρεον εὑρίσκεται. ἁλουργὶς δὲ ἡ πορφύρα.

### π 1065

Περιαμησάμενος: θερίσας.

### π 1066

Περιαμφί: κύκλῳ.

### π 1067

Περίανδρος, Κυψέλου, Κορίνθιος, τῶν ζʹ σοφῶν, γεγονὼς κατὰ τὴν ληʹ ὀλυμπιάδα. ἔγραψεν ὑποθήκας εἰς τὸν ἀνθρώπειον βίον ἔπη ͵βʹ. οὗτός ἐστι Περίανδρος ὁ διὰ λύπην ἰδίαν ἀποθανών· ὡς καὶ τὸ ἐπ’ αὐτῷ ἐπίγραμμα μαρτυρεῖ, οὕτως ἔχον· μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός. καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, οὕνεκεν οὐκ ἔτυχε πρήξιος, ἧς ἔθελεν.

### π 1068

Περίανδρος, ὁ Κυψέλου υἱός, τοῦ βασιλέως Κορίνθου, τὴν βασιλείαν παρὰ τοῦ πατρὸς κατὰ πρεσβεῖον παραλαμβάνει καὶ ὑπὸ ὠμότητος καὶ βίας ἐξέτρεψεν αὐτὴν εἰς τυραννίδα· καὶ δορυφόρους εἶχε τʹ ἐκώλυσέ τε τοὺς πολίτας δούλους κτᾶσθαι καὶ σχολὴν ἄγειν, ἀεί τινα αὐτοῖς ἔργα ἐξευρίσκων. εἰ δέ τις ἐπὶ τῆς ἀγορᾶς καθέζοιτο, ἐζημίου, δεδιὼς μή τι βουλεύοιντο κατ’ αὐτοῦ. λέγεται δὲ καὶ ἄλλο τοῦτον ἄνομον ἐργάσασθαι, νεκρᾷ τῇ ἑαυτοῦ γυναικὶ μιγέντα ὑπ’ ἔρω‐ τος. ἐστρατεύετο δὲ συνεχῶς καὶ ἦν πολεμικὸς τριήρεις τε ναυπη‐ γησάμενος ἀμφοτέραις ἐχρῆτο ταῖς θαλάτταις. φασὶ δέ τινες αὐτὸν καὶ τῶν ζʹ σοφῶν γεγονέναι· τὸ δὲ οὐκ ἦν.

### π 1069

Περιανθίζω: ἄνθη συλλέγω.

### π 1070

Περιαοιδός: ἐγκύκλιος ᾠδή.

### π 1071

Περιάπτω· δοτικῇ.

### π 1072

Περιαστράπτω· αἰτιατικῇ.

### π 1073

Περιαυθαδίζεται: ἐν ὑπερηφανίᾳ ἀναστρέφεται· ἢ μέγα φρονεῖ περὶ ἑαυτοῦ.

### π 1074

Περιαυτίζεται: περὶ ἑαυτοῦ μέγα φρονεῖ· ἢ ἐν αὐτῇ τῇ λέξει ἐνδιατρίβει.

### π 1075

Περιαυτολογεῖν: περὶ ἑαυτοῦ λέγειν· τουτέστι μετὰ ὑπερ‐ ηφανίας.

### π 1076

Περιβάδην: ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ· πλίξ γὰρ τὸ βῆμα. καὶ πλίγματα, τὰ πηδήματα.

### π 1077

Περιβαλόμενος: προσπορισάμενος. περιβαλόμενος δὲ πολλὴν λείαν ἐπῆγεν ἐπὶ τὸ νεόκτιστον φρούριον. ὁ δὲ Ἀπολλώνιος τὸ Λεωνίδου σῆμα τοῦ Σπαρτιάτου οὐ περιέβαλε μόνον, ἀγασθεὶς τὸν ἄνδρα. καὶ αὖθις· καὶ πλοῦτον περιβάλλει ἀνδρὶ πένητι μέν, εὐσε‐ βεῖ δὲ καὶ ἀεὶ θεραπεύοντί οἱ τὸν νεών. καὶ αὖθις· ἐν ὀλίγῳ χρόνῳ πολλὴν σοφίαν περιβαλόμενος.

### π 1078

Περιβαλλομένους: προσλαμβανομένους. Ξενοφῶν· τοὺς ἐπιτηδείους ἄλλους ἄλλοσε ἀφῆκε καταθεῖν καὶ ἐκέλευε περιβαλλομέ‐ νους, ὅπως τις ἐπιτυγχάνοι, ἐλαύνειν πρὸς αὐτόν. καὶ Πολύβιος· ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. ἀντὶ τοῦ διεξελθών. καὶ αὖθις· δεσμοῖς περιβαλών. καὶ Αἰλιανός· οἱ δὲ τοὺς ὑπηρέτας αὐτῷ περι‐ βαλόντες εἰς τὸ θέατρον ἄγουσιν.

### π 1079

Περιβάλλω· αἰτιατικῇ.

### π 1080

Περίβαρα: ὑποδήματα. καὶ Περιβαρίδες· Θεόπομπος ἐν Σειρῆσιν. ὑποδοῦ λαβὼν τὰς περιβαρίδας. ἢ Περιβαρίδες, ὑπο‐ δήματα γυναικῶν.

### π 1081

Περιβάς: ἐποχησάμενος. περιβὰς δὲ τὸν ἵππον ἤλαυνεν ὡς ἐπὶ τὸ θορυβούμενον.

### π 1082

Περίβλεπτος: ἔξοχος, μέγιστος.

### π 1083

Περιβόλαιον: περιβολή, ἔνδυμα. ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται, μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ.

### π 1084

Περιβολή: εἶδος λόγου δεινότητος. ἀλαζόνας φασὶν εἶναι τοὺς Ἕλληνας, τὰ οἰκεῖα αἴροντας διά τε ἐπιγραμμάτων καὶ συγγραφῆς καὶ τῆς ἄλλης τῶν λόγων πομπείας τε καὶ περιβολῆς. καὶ Περι‐ βολή, ὁ πλοῦτος. καλοῦνται δὲ ὑπὸ τῶν ἐν περιβαλῇ γέργηθες, ἥ τε τύρβη καὶ οἱ χειρώνακτες.

### π 1085

Περίβολος: ὁ τῆς νηός.

### π 1086

Περιγηθής: περιχαρής.

### π 1087

Περιγίνομαι· γενικῇ.

### π 1088

Περιγλωττίς: σκεπαστήριον τῆς γλώττης. Πίθυλλόν φασι, τὸν Τένθην καλούμενον, περιγλωττίδα ὑμενίνην φορεῖν καὶ προσελυτροῦν τὴν γλῶτταν πρὸς τὰς ἀπολαύσεις. καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵν’ ὡς θερμότατον ἀναδιδῷ τῇ γλώττῃ.

### π 1089

Περίγρα: ὁ διαβήτης, δι’ ἧς οἱ τροχοὶ περιφερεῖς ἀποτελοῦνται· πυράγρας γὰρ οὐδεμία πρὸς ἁμάξης κατασκευὴν χρεία. ἔστι δὲ βοηθῆσαι καὶ τῇ κρατούσῃ γραφῇ, ἐπεὶ καὶ πυράγραις ἐπὶ ταῖς σιδηροτρόχοις ἁμάξαις χρῶνται, περίγραις δὲ ἐπὶ ταῖς ξυλίναις. ὁ Θεολόγος Γρηγόριός φησιν εἰς τὸν συντακτήριον· εἰ γὰρ ἐγὼ μὲν εἰς δόξαν θεοῦ, τοῦτο δὲ δι’ ἐμέ, ἡ πυράγρα διὰ τὴν ἅμαξαν ἢ ὁ πρίων διὰ τὴν θύραν· νικῶ τῇ αἰτίᾳ.

### π 1090

Περιγράψαι: οἷον ἀποκτεῖναι. ἐπεὶ οἱ ἀποθανόντες περι‐ γράφονται καὶ περιαιροῦνται τῶν ἀρχείων.

### π 1091

Περιγυρίδα: περιφέρειαν.

### π 1092

Περιδαρδάπτεσθαι: κατεσθίεσθαι.

### π 1093

Περιδέεια. καὶ Περιδεής, περίφοβος. καὶ τὰ συμ‐ πεσόντα αὐτοῖς πολλὰ καὶ δεινὰ τῷ περιδεεῖ τῆς ὄψεως ἐμήνυον.

### π 1094

Περιδέξιος: ὁ καὶ τῇ ἀριστερᾷ ἐργαζόμενος. παρὰ δὲ τῷ Θεολόγῳ λέγοντι, καὶ ὅπως ἀποφεύξῃ τὸν περιδέξιον. περιδέξιόν ἐστι πᾶν διλήμματον· ἑκατέρωθεν γὰρ βούλεται συνάγειν. Περιδέ‐ ξιος καὶ ὁ σοφός. οἷος ἐκεῖνος ἀεὶ περιδέξιος ἥρως. παρὰ Καλλιμάχῳ.

### π 1095

Περιδέρραια: περιτραχήλια κόσμια.

### π 1096

Περιδεῖν: περιδεσμεῖν, περιάπτειν. Ξενοφῶν· ὁ δὲ διδάσκει περὶ τοὺς πόδας τῶν ἵππων καὶ τῶν ὑποζυγίων σακκία περιδεῖν, ὅταν διὰ τῆς χιόνος ἄγωσι, διὰ τὸ μὴ καταδύεσθαι.

### π 1097

Περίδειπνον. καὶ Περίδειπνον τὸ νεκρῶν. καὶ τοῦτο ἐδείπνουν τὸ πρῶτον περίδειπνον.

### π 1098

Περιδήλιον: πειρατήν.

### π 1099

Περιδινοῦνται: περιοδεύονται, περιστρέφονται. ὁ δὲ περι‐ δινήσας ἄφνω ἐς τὸ πρόσωπον τὸν ἵππον ὑπηντίαζε τοῖς δειλαίοις.

### π 1100

Περιδινοῦντες: περιστρέφοντες. οἱ δὲ Βαβυλώνιοι ἐντιθέντες εἰς σφενδόνας ᾠὰ καὶ περιδινοῦντες ἐν κύκλῳ, ἅτε οὐκ ἄπειροι τῶν αὐτοσχεδίων καὶ κυνηγετικῶν διαιτημάτων, ἀλλὰ μεμελετηκότες τὰ ἐν ἐρημίᾳ μηχανήματα, ἑφθὸν καὶ ὠμὸν τῇ ῥύμῃ τὸ ᾠὸν κατεσκεύαζον.

### π 1101

Περίδου: περίθες. Ἀριστοφάνης· ἴθι σὺ περίδου καὶ ταχέως ἀνὴρ γενοῦ. καὶ αὖθις· ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι. ἀντὶ τοῦ ἐπὶ τῆς κεφαλῆς συνθήκην θεῖναι. καὶ αὖθις· εἰ βούλει, περίδου μοι περὶ θυμητίδων ἁλῶν. εἰ βούλει, φησί, ποιησώμεθα συνθήκας περὶ θυμητίδων ἁλῶν, οἷον μετὰ θύμου τετριμμένων. καὶ ἑτέρωθι· ἅλας θυμίτας δοὺς ἐμοὶ καὶ κρόμυα. τὸ δὲ περίδου μοι καὶ Ὅμηρός φησι.

### π 1102

Περίδου: τουτέστι συνθήκην ποιοῦ. Ἀριστοφάνης Νεφέλαις· περίδου νῦν ἐμοί, εἰ μὴ τὸ τετράμετρόν ἐστιν ἡμιεκτόν.

### π 1103

Περιδώμεθα: συνθώμεθα. Ὅμηρος· δεῦρό νυν ἢ τρίποδα περιδώμεθα.

### π 1104

Περιδράττεσθαι: περιέχεσθαι. καὶ Περιδράσσω· γενικῇ.

### π 1105

Περίδρομος: πάντη περιέχεσθαι δυνάμενος.

### π 1106

Περίδρομοι κύνες: οἱ πανταχοῦ δυνάμενοι περιστρέφεσθαι. Ἀριστοφάνης Βατράχοις.

### π 1107

Περιδύεται: κρύβεται, εἰσδύεται. καὶ Περιδυθῆναι, ἐκ‐ δυθῆναι.

### π 1108

Περιδύσας: ἐκδύσας, ἀφελόμενος. περιδύσας οὖν τὸν ναόν, ὡς καὶ τὰ σκεύη τοῦ θεοῦ βαστάσαι.

### π 1109

Περιαιρεῖν: ἀφαιρεῖσθαι, ἀποκόπτειν, καθυφεῖσθαι. συγχωρη‐ θῆναι δὲ τοῖς Κελτίβηρσιν ὑπὸ Τιβερίου πρεσβεύειν πρὸς τὴν σύγκλη‐ τον καὶ περιαιρεῖν, ἐάν τι τούτων δύνωνται παραιτεῖσθαι. οἱ δὲ παρα‐ λῦσαι ἐπρέσβευσαν τὴν σύγκλητον τῶν στρατιωτῶν καὶ τῶν φόρων.

### π 1110

Περιαιροῦμαι· αἰτιατικῇ.

### π 1111

Περιεβάλοντο: ἐπεκτήσαντο. οἱ δὲ καταδραμόντες τὴν χώραν περιεβάλοντο λείας πλῆθος. καὶ αὖθις· ὁ δὲ Ἀπολλώνιος οὐ μόνον τὸ σῆμα Λεωνίδου τοῦ Σπαρτιάτου περιέβαλεν, ἀγασθεὶς τὸν ἄνδρα.

### π 1112

Περιέδυσεν: ἀφείλετο τὰ ἱμάτια. ὁ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν περιέδυσεν, ὡς οὗτος ταῦτα τῶν σαρκῶν. περὶ ὀστέων λέγων.

### π 1113

Περιεζώσατο: ἀντὶ τοῦ περιεβάλετο. ἀπορῶν ἐπιτρόπου γυμνὸς ὢν τοῦτον τέως περιεζώσατο. οἱ γὰρ γυμνοὶ ἐπιθυμοῦσι κἂν περιζώματος τυχεῖν.

### π 1114

Περιεκέχυτο: πανταχόθεν περιέρρει. ἐπειδὴ τῷ Τιβερίῳ ἤδη τὰ τῆς πολιτείας περιεκέχυτο πράγματα.

### π 1115

Περιεκόκκυσα: κόρδακα ὠρχησάμην. Ἀριστοφάνης.

### π 1116

Περιεκτικόν: περιέχον.

### π 1117

Περιελῶ ς’ ἀλαζονείας. ὑποτεμοῦμαι τὰς ὁδούς σου: οἷον ἀποδύσω σε, παύσω τῶν ἀλαζονειῶν. τὸ δὲ περιελάσω ἐκ μετα‐ φορᾶς τῶν ἐρεσσόντων. παύσω σε καὶ περικόψω τῆς ἀλαζονείας. περιε‐ λάσω σε, νικήσω. ὑποτεμοῦμαι δὲ ὡς βυρσοδέψης· ὑποτέμνουσι γὰρ τὰ δέρματα, διὰ τὸ φαίνεσθαι παχέα.

### π 1118

Περιεμεκτήσας· ὁ δὲ περιεμεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξενίην ἐποίει τοιάδε. ἀντὶ τοῦ δεινοπαθήσας. ὁ δὲ Θεμίσων, ἀνὴρ τῆς Φρονίμης, περιεμέκτησεν αὐτὴν ἐν τῷ πελάγει. καὶ ζήτει ἐν τῷ Βάττος.

### π 1119

Περιέπειν· αἰτιατικῇ. φυλάσσειν, ἢ ἐνεργεῖν.

### π 1120

Περιεπτισμένον: λελεπισμένον, περιεξεσμένον, περικεκαθαρ‐ μένον.

### π 1121

Περιεπτισμένοι: οἷον ξένων ἀπηλλαγμένοι καὶ καθαροὶ ἀστοί. κυρίως δὲ πτίσσειν ἐστὶ τὸ κριθὰς ἢ ἄλλο τι λεπίζειν καὶ καθαροποιεῖν. ἔνθεν καὶ πτισάνη, ἡ λελεπισμένη κριθή. Ἀριστοφάνης· ἀλλ’ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι.

### π 1122

Περιέπτυξαν: ἐκύκλωσαν. οἱ δὲ Ῥωμαῖοι κυκλωθέντες ὑπὸ τῶν βαρβάρων καὶ τὸ πλαίσιον λύσαντες ἐς λόχους περιέβαλον τοὺς περιέχοντας. οὕτω θᾶττον ἀναπνοῆς αὐτοὺς περιέπτυξαν καὶ συγκλεί‐ σαντες ἅπαντας κατηκόντισαν· δείξαντες ἐν μιᾷ ἡμέρᾳ καὶ ὅπως χρὴ διαφεύγειν κύκλωσιν καὶ ὅπως κυκλώσασθαι δι’ ὑπερβολὴν ἀνδρείας.

### π 1123

Περιεργάζεσθαι: περιγενήσεσθαι. ὁ δὲ περιεργασάμενος τοὺς οἴκους, ἐν οἷς συντρέχοντες ἐκκλησιάζουσι, τούτοις συνέσχηκεν.

### π 1124

Περιεργῶ· αἰτιατικῇ.

### π 1125

Περιέρρων· ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλοις Φερεκρά‐ της. ἀπὸ τοῦ ἔρρων, ὃ σημαίνει τὸ φθειρόμενος.

### π 1126

Περιερέττων: κωπηλατῶν.

### π 1127

Περιερρύη: ἐξεχύθη, ἐξέπεσεν. ὀρχουμένου γὰρ αὐτοῦ, ὁ ἀκι‐ νάκης περιερρύη.

### π 1128

Περιέρχομαι: ἐνεδρεύω, ἐξαπατῶ, σοφίζομαι, ὑπέρχομαι. Ἀριστοφάνης· σκέψασθε δέ μ’ εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμ’ ἐξαπατύλλειν.

### π 1129

Περιέσσατο: περιεβάλετο.

### π 1130

Περιέσεσθαι: περιγενήσεσθαι. οὐ γὰρ ἑτέρως περιέσεσθαι στρατηγοῦ θερμοῦ τε καὶ ἀμάχου παντάπασιν.

### π 1131

Περίεσι: καθαρά.

### π 1132

Περιεσκεμμένος: ἠκριβωμένος.

### π 1133

Περιεσόμεθα: περιγενησόμεθα.

### π 1134

Περιέσπασαν: ἀτίμως περιεῖλον. Αἰλιανός· τὸν βωμὸν ἀνέ‐ στρεψαν καὶ τὸν κόσμον ὅσος ἦν περικείμενος, τοῦτον περιέσπασαν.

### π 1135

Περίεσται· γενικῇ.

### π 1136

Περιέστηκεν· αἰτιατικῇ. περιΐσταται, περιέστραπται. καὶ περιστάντες αὐτὸν πᾶν τὸ τῆς ἀδελφότητος πλήρωμα. καὶ τὸ περιεστηκὸς ἐκεῖνο πλῆθος τὸν πατριάρχην Ἠλίαν διατεμὼν ὁ θεῖος Σάβας.

### π 1137

Περιέστηξαν: περιεκύκλωσαν.

### π 1138

Περιεστήξει: περισταθήσεται.

### π 1139

Περιέχεσθαι· γενικῇ. ἀντέχεσθαι, φροντίζειν. μήτε αὐτοῦ πάνυ περιέχεσθαι Ῥωμαίους. αἰτιατικῇ δὲ ὡς τό, ζάλη ἁμαρτημάτων περιέχει με, σώτηρ.

### π 1140

Περιεχόμενον: ἀντιποιούμενον.

### π 1141

Περίζωμα: τὸ ὑπὸ τὰ αἰδοῖα σκέπασμα. γυμνῶν μαχομέ‐ νων τῶν Ῥωμαίων ἐν τοῖς περιζώμασι.

### π 1142

Περίζυγα· Ξενοφῶν· ἔχειν δὲ χρὴ καὶ ἱμάντας· τούτων γὰρ τριβομένων καὶ ῥηγνυμένων ἀνάγκη ἀργεῖν, ἢν μή τις ἔχῃ περίζυγα.

### π 1143

Περιεῖδον· αἰτιατικῇ.

### π 1144

Περιειλάμενος: περιειλησάμενος.

### π 1145

Περίειμι: ζῶ, ἔτι σῴζομαι. καὶ αὐτὸς μέν, ἔφη, ἐπὶ τῆς Μυσίας ἐπολέμησα καὶ περίειμι νῦν· καὶ λόγχην ἐπανατείνας, ἐν ταύτῃ, ἔφη, πίστις ἡμῖν ἐστι.

### π 1146

Περιεῖναι: περιγενέσθαι. ἰδὼν ὅτι οὐκ ἄλλως τὴν πόλιν ἢ λιμῷ περιεῖναι δύναιτο.

### π 1147

Περιεῖναι: ἐν βίῳ διάγειν, ζῆν. τότε μὲν οὕτως Ἰουστίνῳ περιεῖναι ξυνέβη. καὶ ἀντὶ τοῦ νικᾶν. ἐν δὲ τοῖς μάλιστα τὸν ἀδελ‐ φὸν αὐτοῦ Γάϊον οὐκ ἀνέξεσθαι περιεῖναι αὐτὸν δοῦλον τῶν πολεμίων γεγονότα. οὐδὲ περιεῖναι τῶν πολεμίων οἷός τε ὤν, τῷ μὴ τὰ δέοντα ὑπὸ σμικρολογίας ἐργάζεσθαι.

### π 1148

Περιεῖπον: περί τινα ἦσαν θεραπευτικῶς καὶ φυλακτικῶς.

### π 1149

Περιεῖχεν: ὑπερεῖχε.

### π 1150

Περιήγγελλεν: ἐκέλευεν.

### π 1151

Περιηγγέλθη τὸ ἄθεον πρόσταγμα: Ἀττικώτερον δὲ τὸ περι‐ ηγγέλη.

### π 1152

Περιηγεῖται: ἀντὶ τοῦ διηγεῖται. Αἰλιανός· αὐτὸς δὲ διυπνι‐ σθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅ τινα εἶπεν.

### π 1153

Περιηγεῖτο: πανταχόσε περιήρχετο. πῦρ δὲ αὐτοῖς ὑπέφαινεν ἡ Σινωνὶς καὶ περιηγεῖτο.

### π 1154

Περιημάκτεον: ἐδυσφόρουν. οἱ δὲ Φωκέες περιημάκτεον τῇ δουλοσύνῃ.

### π 1155

Περιῆν: ἐνίκα, περιεγίνετο, ὑπῆρχεν.

### π 1156

Περιηχήθην: περιεψιθυρίσθην.

### π 1157

Περιηχῶ· αἰτιατικῇ.

### π 1158

Περιιόντα: περιερχόμενον.

### π 1159

Περιίπταμαι· αἰτιατικῇ.

### π 1160

Περιιππεύων: περιτρέχων.

### π 1161

Περιίσταμαι· αἰτιατικῇ. τοξότας αὐτὸν πάντοθεν περιίστησι. καί, περιίστανται πάντοθεν τὸ πανδοχεῖον.

### π 1162

Περιιστάμενος: φεύγων. Ἰώσηπος περὶ Μωϋσέως· περι‐ ίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γέ‐ νωνται.

### π 1163

Περιίστασο: ἀντιλαβοῦ, περισκέπασον.

### π 1164

Περιίστατο· τὸν ὄχλον γὰρ ἐκεῖνος ἀεὶ καὶ τοὺς θορύβους μάλιστα περι‐ ίστατο.

### π 1165

Περίθετος: πρόσωπον. Ἀριστοφάνης· ἥδιον μὲν οὖν κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ. διαβάλλεται δὲ Ἀγάθων ἐπὶ μαλα‐ κίᾳ, ἵνα λανθάνῃ νυκτὸς ὡς γυνὴ καὶ πάσχῃ.

### π 1166

Περίθου: ὅπερ ἡμῖν σύνηθες ἐπίθου λέγειν. Ἀριστοφάνης· περί‐ θου νῦν τόνδε πρότερον, πρὶν λέγειν. ἀντὶ τοῦ στέφανον· ἔθος γὰρ ἦν τοῖς λέγουσι στεφανοῦσθαι πρῶτον.

### π 1167

Περίθριξ: ὁ ἀπὸ γενετῆς πλόκαμος, ὁ μηδέπω καρείς. ἔτι πλοκάμοιο περίθριξ.

### π 1168

Περιθοῖδαι: δῆμος τῆς Οἰνηΐδος φυλῆς. ἀπὸ Πειρίθου τοῦ Ἰξίονος. νόμος δ’ ἦν Ἀθήνησι ξένους εἰσδέχεσθαι τοὺς βουλομένους τῶν Ἑλλήνων· Θεσσαλοὺς δ’ ἐξαιρέτως ὑπεδέχοντο διὰ τὴν Πειρίθου καὶ Θησέως φιλοξενίαν. τούτοις δὲ καὶ χώραν ἐμέρισαν, ἣν ἐκάλεσαν Περιθοίδας. Ἔφορος ἱστορεῖ ἐν γʹ.

### π 1169

Περικαθαίρων: ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγο‐ ητευμένον.

### π 1170

Περικάθημαι· αἰτιατικῇ.

### π 1171

Περικακῶ: ἐκκακῶ.

### π 1172

Περικαλλές: λίαν καλόν.

### π 1173

Περικαῶς: ἐρωτικῶς. περικαῶς τῆς γυναικὸς ἔχων.

### π 1174

Περίκειμαι τοῦ ἐπίκειμαι διαφέρει.

### π 1175

Περικεκλασμένοις· ἐνέδραν εἶχεν ἐν τόποις περικεκλασμέ‐ νοις καὶ δυσθεωρήτοις.

### π 1176

Περικεφαλαία.

### π 1177

Περίκηλα.

### π 1178

Περικλῆς, Ἀθηναίων στρατηγός· ζήτει ἐν τῷ δέον. ζήτει νόμον Περι‐ κλέους τοῦ Ξανθίππου ἐν τῷ δημοποίητος.

### π 1179

Περικλῆς, Ἀθηναῖος. ἐπὶ τούτου ἤρξατο ὁ Πελοποννησιακὸς πό‐ λεμος. ἐπὶ τούτου τὸ Κυλώνειον ἄγος ἠλαύνετο παρὰ Ἀθηναίων, ᾧ ἐνείχετο Περικλῆς· Κύλωνα γὰρ ἄνδρα Ἀθηναῖον, Ὀλύμπια νενικηκότα, γαμβρὸν Θεαγένους τοῦ Μεγαρέων τυράννου, ἐπιθέμενον τυραννίδι τῶν Ἀθηναίων, παραχρῆμα φυγόντα, καταφυγόντα δὲ ἐπὶ τὰς Σεμνὰς θεὰς ἀποσπάσαντες οἱ περὶ Περικλέα ἀπέκτειναν. οἱ δὲ ἀντεπέταττον. Περικλῆς δὲ οὐκ εἴα πείθεσθαι. ὃς ἦν Ξανθίππου παῖς, στρατηγοῦ Ἀθηναίων, Ἀναξαγόρου δ’ ὁμιλητής. φασὶ δέ, ὅτι μέλλουσα τὸν Περι‐ κλέα τίκτειν ἡ μήτηρ ὄναρ εἶδεν ὡς λέοντα τέκοι. οὗτος κεραυνοῦ ποτε γενομένου καὶ θορυβηθέντων Ἀθηναίων, ὡς ἐξῄεσαν ἐς μάχην ὑπ’ αὐτῷ στρατηγῷ, δύο λίθους συγκρούσας καὶ πῦρ ἐξ αὐτῶν ἐκκόψας, τοῦτο, εἶπεν, ἐστὶν ὁ κεραυνός. ἔγημε δὲ Ἀσπασίαν τὴν Μιλησίαν, ἐξ ἧς ἔσχε παῖδας Ξάνθιππον καὶ Πάραλον· ὃν παρὰ τὰ πάτρια ὠνόμα‐ σεν, ἥρωος ἐπιθεὶς ὄνομα, οὐκ ἐξόν.

### π 1180

Περικλῆς, Ξανθίππου καὶ Ἀγαρίστης, Ἀθηναῖος, ῥήτωρ καὶ δημαγωγός· ὅστις πρῶτος γραπτὸν λόγον ἐν δικαστηρίῳ εἶπε, τῶν πρὸ αὐτοῦ σχεδιαζόντων. ἦν δὲ μαθητὴς Ἀναξαγόρου τοῦ Κλαζομενίου· καὶ αὐτὸς ἐρύσατο αὐτὸν ἐκ θανάτου.

### π 1181

Περικλῆς· οὗτος συμβουλεύεται Ἀθηναίοις, τὴν γῆν ὅταν νο‐ μίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολε‐ μίων· πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον. οὗτος ἐκέλευσεν Ἀθηναίοις, ἐμβαλόντων μὲν Λακεδαιμονίων εἰς τὴν Ἀττικήν, μὴ ἐπε‐ ξιέναι, ἀλλ’ ἔσω τείχους μένειν· αὐτοὺς δὲ διὰ τῶν πλοίων ἐπιέναι τῇ Λακωνικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖσθαι, τὸ δὲ διὰ θα‐ λάττης, τοῦτο ἡγεῖσθαι πόρον. ἄλλως· τὴν Περικλέους λέγει γνώμην, τὴν Ἀττικὴν ὡς πολεμίαν ἡγεῖσθαι καὶ ἐᾶν τέμνεσθαι, τὴν δὲ Λακω‐ νικὴν περιπλεῦσαι. συνεβούλευσε δὲ περιπλεῖν τὴν πολεμίαν, μὴ μά‐ χεσθαι δέ, τεμνομένης τῆς Ἀττικῆς. ἕνα πόρον ἡγεῖσθαι χρημάτων, τὸ ναῦς ὡς πλείστας ἔχειν· τὸν δὲ ἄλλον πόρον, ὃς ἂν ἔξω τούτου γί‐ νηται, τοῦτον ἄπορον νομίζειν, οἷον τὰ θεωρικὰ καὶ δικαστικὰ καὶ ἐκ‐ κλησιαστικά. συμβουλεύει οὖν πᾶσαν τὴν ἐν τούτοις γινομένην δαπά‐ νην ταῖς ναυσὶν ἀφορίσαι. πρὸς ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον· φησὶ γὰρ ὁ Διόνυσος· πλήν γε ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος. ὡς πολλῶν δαπανωμένων εἰς τὸν δικαστικὸν μισθόν.

### π 1182

Περικλυτός.

### π 1183

Περικνημῖδας.

### π 1184

Περικόμματ’ ἐκ σοῦ κατασκευάσω: τὰ ἀπὸ τῶν μαγεί‐ ρων περιαιρούμενα τῶν κρεῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· κόψω σου τὸ σῶμα.

### π 1185

Περικόμψους· Ἀριστοφάνης· παῦσον ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθ’ εἰς ἀλλήλους. καὶ συγγνώμῃ τινὶ πρα‐ οτέρᾳ κέρασον τὸν νοῦν. στωμυλλόμεθα, ἀντὶ τοῦ φλυαροῦμεν.

### π 1186

Περικοπή. Πολύβιος· ταύτην τὴν περικοπὴν ἐδωρήσατο τῇ τῆς Αἰμιλίας μητρί. τουτέστι τὴν ὕπαρξιν. καὶ αὖθις· ἅτε μηδεμίαν ἐχούσης πραγματικὴν ἔμφασιν τῆς περικοπῆς αὐτῶν. τουτέστι τῆς ἐνεργείας.

### π 1187

Περικοπή: μέρος τι τῆς ὑποθέσεως. ὁ δὲ προῆγε, ποιήσας εὔστολον τὴν ἀκολουθίαν καὶ τὴν περικοπὴν τῆς ἐκδημίας.

### π 1188

Περικόπτω· αἰτιατικῇ.

### π 1189

Περικρεμῶ.

### π 1190

Περικτίονος: τοῦ πέριξ οἰκοῦντος.

### π 1191

Περιλακιζομένη: ἀντὶ τοῦ διασχιζομένη, διακοπτομένη.

### π 1192

Περιλαλοῦσιν· αἰτιατικῇ. ἀντὶ τοῦ περιττολογοῦσι, φλυαροῦσι. τοῖς περιλαλοῦσι μὴ ταχέως συγκατατίθεσθαι.

### π 1193

Περιλαμβάνω· αἰτιατικῇ.

### π 1194

Περιλάμπω· αἰτιατικῇ.

### π 1195

Περίλαος: ὄνομα κύριον.

### π 1196

Περίλεξις: περίφρασις. λεληθότως δὲ δείκνυσιν ἐκ πόσων συν‐ έστηκε ῥητορεία· δεῖ γὰρ πρῶτον νοῆσαι, εἶτα ἑρμηνεῦσαι τὸ νοηθέν· ὅπερ ἐστὶ λοιπὸν ἔργον τοῦ τῆς ἐξηγήσεως λόγου. καὶ κατάληψιν, ἤγουν τὴν αἴσθησιν καὶ τὴν τέχνην. οὕτω γὰρ ὁριζόμεθα· κἀν τῇ τέχνῃ· οἷον ῥητορικὴ ἐστὶ τέχνη τοῦ εὖ λέγειν τὰ προβλήματα. διὰ τί τέχνη; σύστημα ἐγκαταλήψεων ἐγγεγυμνασμένων.

### π 1197

Περιλέποντες: τὸν φλοιὸν περιαιροῦντες. Ἡρόδοτος· τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ ἐσθίοντες.

### π 1198

Περιλιχμώμενος: κατασπαζόμενος. ὁ δὲ τὴν γυναῖκα πολὺν χρόνον περιλιχμώμενος καὶ τοὺς πόδας εἱλούμενος συνέπεισεν ἄνδρα νομίσαι.

### π 1199

Περίλλος· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον.

### π 1200

Περὶ λύχνων ἁφάς: ὀψιαίτερον. μικρὸν δὲ μετὰ λύχνων ἁφὰς ἄρτι ἐς θοίνην ἰόντων, ἐπιπεσόντες ἀδόκητοι τῶν πολεμίων πολ‐ λοὺς κτείνουσι.

### π 1201

Περιμάνως καὶ Μανέρως: ὀνόματα ᾤδης. Εὔβουλος Καμπυλίωνι.

### π 1202

Περιμένω· αἰτιατικῇ.

### π 1203

Περίνεως: τοὺς περιττοὺς τῇ νηῒ ἐπιβάτας, οἷον δούλους.

### π 1204

Περίνεως: τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν, ὡς λειπό‐ νεως, τοὺς λειποτάκτας. Θουκυδίδης. τοὺς δὲ περίνεως (πολλοὶ γὰρ φθειρομένων ἐν τῇ ναυαγίᾳ τῶν σκαφῶν ἀπεκολύμβησαν), οὓς ἐς τὸ ναυτικὸν ὀλιγανδροῦν κατέταξεν. οἱ δὲ ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι δῆλοι ἦσαν.

### π 1205

Περίνη: πόλις.

### π 1206

Περινήσαντες: περισωρεύσαντες. οἱ δὲ βάρβαροι πολὺ περι‐ νήσαντες πῦρ συνέφλεξαν ἅπαντας.

### π 1207

Περινθίοις· τούτοις ἑαλωθὲν τὸ Βυζάντιον δῶρον ἐδόθη εἰς δουλείαν παρὰ Σεβήρου τοῦ Ῥωμαίων βασιλέως, ὥσπερ καὶ ἡ Ἀντιόχεια Λαοδικεῦσι.

### π 1208

Περινοεῖ: νοεῖ περισσῶς.

### π 1209

Περινοστοῦντας: περιερχομένους. νόστος κυρίως μὲν ἡ ἀπὸ ἀλλοδαπῆς οἴκαδε ἄφιξις, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ τόπου εἰς τόπον. Ἀριστοφάνης Πλούτῳ· ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ.

### π 1210

Περίνοια: ὑπερηφανία ἢ μηχανὴ ἢ τέχνη.

### π 1211

Πέριξ.

### π 1212

Περιοδεία: ἡ περιόδευσις.

### π 1213

Περίοδος: περιέλευσις, κύκλος. Ἡρόδοτος· οἱ δὲ Σπαρτι‐ ῆται μαθόντες ἐκ τῶν αὐτομόλων τῶν Περσέων τὴν περίοδον ἐβου‐ λεύοντο, καὶ ἐσχίζοντο αὐτῶν αἱ γνῶμαι.

### π 1214

Περίοδος· Δημοσθένης Φιλιππικοῖς. περιοδικὰ νοσήματα κα‐ λοῦσιν οἱ ἰατροὶ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιγινόμενα, οἷον τριταίους, τεταρταίους καὶ τὰ ὅμοια. καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲ νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι.

### π 1215

Περιόν: ὑπερβάλλον. τὰ δὲ καὶ προῖκα πολλαχῇ τοῖς ἑαυ‐ τοῦ τέλεσι [προῖκα] πεπορισμένας ἔχοντες ἐκ τοῦ περιόντος καρπώ‐ σονται.

### π 1216

Περὶ ὄνου σκιᾶς: παροιμιακόν. περὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· Δημοσθένης Φιλιππικοῖς. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παρα‐ πεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος, λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· λέγεσθαι δὲ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις.

### π 1217

Περιόντας: ζῶντας. Ἀγαθίας· καὶ ἔλεγον παρέξειν αὐτῷ ἐς ὅ τι βούλοιτο χρῆσθαι, εἴγε τοὺς ὁμήρους ἴδοιεν περιόντας.

### π 1218

Περίοπτον: περιθέατον, μέγα, ὑψηλόν, περίβλεπτον.

### π 1219

Περιορᾶσθαι: καραδοκεῖν, ἀποθεωρεῖν, περισκέπτεσθαι, φρον‐ τίζειν. Θουκυδίδης· καὶ τοὺς Μεγαρέας ... περιορωμένους τὸν πόλε‐ μον, λέγει. καί, ὁ Βρασίδας τῆς μάχης περιορώμενος. οἱ δὲ πρὸς τῷ ποταμῷ κατέμειναν περιορώμενοι τὸ γενησόμενον. τουτέστι καρα‐ δοκοῦντες, προσδοκῶντες.

### π 1220

Περιοργής: ὠργισμένος. ὁ δὲ Καῖσαρ περιοργὴς ἐπὶ τούτοις γενόμενος ἐκίνει τὸ στράτευμα.

### π 1221

Περιορίσαι: περινοῆσαι.

### π 1222

Περιορισθῆναι: γνωρισθῆναι· ἢ ὑπὸ ὅρον γενέσθαι.

### π 1223

Περιορισμός: ἐξορισμός.

### π 1224

Περιορῶ· αἰτιατικῇ.

### π 1225

Περιουσία: ἡ περιττὴ οὐσία, οὐσία δὲ ἡ σύμμετρος. ἐκ πε‐ ριουσίας δὲ τοῦ ἀναγκαίου διαφέρει. ἀναγκαῖα μὲν οὖν ἐστιν, ὧν χω‐ ρὶς ἀδύνατον εἶναι, ἐκ περιουσίας δέ, ὧν ἡ παρουσία οὐκ οὖσα ἀναγ‐ καία, καί, ὡς Ἀριστοτέλης λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων, ἄλλα τινὰ προσκατασκευάζηται τῶν καλῶν. οἷον, τὸ μὲν ζῆν ἀναγ‐ καῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσίᾳ, οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀναγκαίᾳ, ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον ὄν.

### π 1226

Περιουσίας: πλήθους, πλούτου.

### π 1227

Περιουσιασμός: πλῆθος, ὕπαρξις φυσική.

### π 1228

Περιούσιος λαός: ὁ ἔγκτητος. καί, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. ἀντὶ τοῦ εἰς κτῆμα καὶ εἰς κτῆσιν· οὐσίαν γὰρ τὴν ὕπαρξιν.

### π 1229

Περιοχή: περιπέτεια καὶ ὑπόθεσις, θλίψις, συνοχή. καὶ ὁ Δαβίδ· ἐν πόλει περιοχῆς. τουτέστι περιβόλῳ.

### π 1230

Περιπαθῶς: συμπαθῶς, λυπηρῶς. Πολύβιος· μήθ’ ἑαυτὸν ῥίψαι κατὰ κρημνοῦ περιπαθὴς γενόμενος.

### π 1231

Περιόψεται: περιΐδῃ, καταφρονήσει.

### π 1232

Περιωδυνίαν: ἀλγηδόνα, καὶ περιττὴν ὀδύνην.

### π 1233

Περιωπή: ἀκρώρεια, ὑψηλὸς τόπος.

### π 1234

Περιωπὴ καὶ Πίσυνοι καὶ Πύστεις. πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδῃ. καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκε‐ ψιν, οὐ τὸν τόπον, ὡς Ὅμηρος. καὶ Ἀγαθίας δὲ τὴν περίσκεψιν λέγει· ὁ δὲ Ναρσῆς ἧστο ἐς ὑπερῷόν τι δωμάτιον, ἐν περιωπῇ τοῦ πεδίου. τουτέστιν ἐν περισκέψει. καὶ Σιμόκατος· καὶ οὖν ᾄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἀφανές.

### π 1235

Περιωρίσθαι.

### π 1236

Περιώσας: ὠθήσας.

### π 1237

Περιώσιον.

### π 1238

Περὶ παντὸς ἐποιεῖτο: ἀντὶ τοῦ ἔσπευδεν. ὁ δὲ Κῦρος τοὺς δικαίους περὶ παντὸς ἐποιεῖτο πλουσίους ποιεῖν.

### π 1239

Περιπαρῆναι: περικεντηθῆναι. οἱ δὲ Ῥωμαῖοι κοντοὺς ἔπ‐ ηξαν ὑποβρυχίους, ὥστε τὰ σκάφη τῶν βαρβάρων ἐλθόντα περι‐ παρῆναι.

### π 1240

Περιπεταστὸν κἀπιμανδαλωτόν: εἴδη φιλημάτων ἐρω‐ τικῶν, ἐν ᾧ δεῖ τὴν γλῶτταν τῶν καταφιλούντων λείχειν.

### π 1241

Περιπετές: περιπεπηγὸς αὐτῷ. πηκτὸν τόδ’ ἔγχος περιπετὲς κατηγορεῖ. ἢ ᾧ περιέπεσεν ὁ Αἴας.

### π 1242

Περιπέτεια: προπέτεια, ἢ σύμπτωμα, ἢ σύμβασις. πάντα δ’ ἦν πλήρη ἀρχομένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς εἰς τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροιμίαν κἂν ἐχθρὸν ἐλε‐ ῆσαι θεασάμενον τὴν τότε περιπέτειαν τοῦ ἀνθρώπου. τῶν καθ’ αὑτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἀρχὴν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδὲ ἐκ περιπετείας, ἀλλ’ ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ καὶ πράξεως τῆς αὐτοῦ. τὸ δὲ περιπέττειν ἤτοι ἀπὸ τοῦ περιπε‐ τάσματος εἴρηται, ἢ ἀπὸ τῶν ζύμῃ τὰ ἄλφιτα περιλαμβανόντων καὶ τούτοις περικαλυπτόντων τινά· εἰώθασι γὰρ τὰ καταλιμπανόμενα ἀφ’ ἑκάστου ἄρτου μιγνύντες ποιεῖν ἄρτον.

### π 1243

Περιπετεῖς: περιπίπτοντες. ἀλλήλοις περιπετεῖς γινόμενοι ἀπώλλυντο. καὶ αὖθις· περιπετεῖς γίνονται βοτάνῃ τινὶ θανασίμῳ. ἀντὶ τοῦ ἀκουσίως περιπίπτοντες.

### π 1244

Περιπετῆ γενέσθαι: περιπεπτωκέναι. πλήρη.

### π 1245

Περιπέττουσι: περικαλύπτουσιν. Ἀριστοφάνης Πλούτῳ· ὀνό‐ ματι περιπέττουσι τὴν μοχθηρίαν. τουτέστιν εἰώθασι τῷ τοῦ ἵππου ὀνόματι καταχρῆσθαι εἰς τὴν μοχθηρίαν. καὶ Μένανδρος· δεδιότες καὶ διανοούμενοι μηχανᾶσθαί τι Ῥωμαίους καὶ προκαλύμματι ἀποδρά‐ σεως περιπέττειν ὅ τι ἂν εἴη αὐτοῖς τὸ πανούργημα. τουτέστι περι‐ καλύπτειν.

### π 1246

Περιπεφθείς· τούτοις τοῖς ῥηματίοις περιπεφθεὶς ἄρχειν αἱρῇ σαυτοῦ.

### π 1247

Περιπείρει: περικεντεῖ.

### π 1248

Περιπηχύναντες: περιπλεξάμενοι. παρὰ Καλλιμάχῳ.

### π 1249

Περιπίπτω· δοτικῇ.

### π 1250

Περιπλακῆναι· λύσις ὀνείρου· μητρὶ πλακῆναι καλὸν εἰς ὄναρ τόδε. εὔχρηστον ἀνδρὶ συμπλακῆναι φιλτάτῳ· πᾶσαί τε μίξεις πρόξενοι μακρῶν πόθων.

### π 1251

Περιπλεγνύμενος καὶ φιλῶν: ἀντὶ τοῦ περιπλεκόμενος.

### π 1252

Περίπλεων: πλήρη. καὶ Περίπλεως.

### π 1253

Περιπλεῖν καὶ διεκπλεῖν διαφέρει παρὰ Θουκυδίδῃ· τὸ μὲν γὰρ περιπλεῖν ἐν τῇ εὐρυχωρία καθίστασθαι, οἷον χορευούσης καὶ ἀνα‐ στρεφομένης ἐφ’ ὅπερ βούλεται τῆς νεώς. καὶ ἡ περι πρόθεσις αὐτὸ τοῦτο δηλοῖ, τὸ ἐν κύκλῳ περιθέειν. τὸ δὲ διεκπλεῖν, τὸ τεμόντα τὴν τάξιν τῶν ἐναντίων εἰς τοὐπίσω γενέσθαι.

### π 1254

Περιπλείονος: ἐπίρρημα. καὶ Περιπλείστου. περιπλεί‐ στου τὰς τρίχας ποιούμενος, ἐναλείφειν τε αὐτὰς καὶ διατιθέναι κατὰ βοστρύχους.

### π 1255

Περὶ πλήθουσαν ἀγοράν: περὶ ὥραν τετάρτην ἢ πέμπτην καὶ ἕκτην· τότε γὰρ μάλιστα πλήθει ἡ ἀγορά. πεδίον ἦν ἀχανές· ἔνθα περὶ πλήθουσαν ἀγορὰν ἠγείροντο μέν τινες καὶ πρότερον θόρυβοι τῶν πολεμίων, ἐπιφερόμενοι ἄριστον αἱρουμένοις.

### π 1256

Περιπνευμονία: πάθος τι.

### π 1257

Περιπνέω· λεπτὴ δέ τις αὖρα περιέπνει τούτους.

### π 1258

Περὶ πόδα: οἷον ἁρμόττον σφόδρα, ὡς τὰ ὑποδήματα τοῖς ποσί. Πλάτων· ὡς ἐστί μοι τὸ χρῆμα τοῦτο περὶ πόδα. καὶ ἐν Σκευ‐ αῖς· καὶ τοῖς τρόποις ἁρμόττον ὡς περὶ πόδα.

### π 1259

Περίπολος· Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων οὕτως φησί· τὸν δεύτερον ἐνιαυτόν, ἐκκλησίας ἐν τῷ θεάτρῳ γινομένης, λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περι‐ πολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρη‐ τέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπό‐ λοις γίνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο.

### π 1260

Περιπόλους: τοὺς φύλακας, ἢ ζητητάς. ἀπὸ τοῦ περιπολεῖν. Ἀριστοφάνης Ὄρνισιν· οὐκοῦν δῆτα περιπόλους ἐχρῆν πέμψαι; τὸ δὲ ἑξῆς, οὐκ ἐχρῆν περιπόλους πέμψαι; Θουκυδίδης· οἱ δὲ καὶ οἱ περίπολοι ἐνήδρευσαν.

### π 1261

Περιπόλων: φυλάκων, ζητητῶν. τῶν δὲ περιπόλων τις περι‐ θέων ἀποβάλλει χαλκῆν ἀσπίδα ὕπερθεν τοῦ ὀρύγματος. ἡ δὲ οὖσα μὲν πλατεῖα, ἀλλὰ κυρτή, οὐ στερεὸν ἐκτύπησεν, ἀλλὰ κοῖλον καὶ δι‐ άκοιλον. τάχα διάκενον.

### π 1262

Περὶ πολλοῦ ποιοῦ: τίμα, θεράπευε.

### π 1263

Περιπολῶν: περιτρέχων. ὁ δὲ σταυρὸς προηγεῖτο τοῦ τε βασιλέως καὶ τῆς περιπόλου δυνάμεως. φησὶ Σιμόκατος.

### π 1264

Περίπτερα: ἀποσπινθηρισμοί.

### π 1265

Περίπτερον: πανταχόθεν ἐξέχον.

### π 1266

Περιπτώσεις: συμφοράς.

### π 1267

Περιπτύσσεται· αἰτιατικῇ. περιβάλλεται. εἶτα τὴν Θεοδοσίου πόλιν περιπτύσσεται καὶ ἀναμίγνυται τοῖς περὶ Φιλιππικόν.

### π 1268

Περιπτυχής: περικεκυλισμένος. κεῖται κρυφαίῳ φασγάνῳ περι‐ πτυχής. περὶ τοῦ Αἴαντός φησι.

### π 1269

Περιποιήσει: κτήσεται. καί, Περιποιουμένους τῆς σωτηρίας τῶν παίδων· περιποιουμένους ἀντὶ τοῦ φροντίζοντας, κηδομένους. Διονύσιος ὁ Ἁλικαρνασεύς.

### π 1270

Περιποίησιν: κτῆσιν.

### π 1271

Περιποιοῦμαι· αἰτιατικῇ.

### π 1272

Περίπυστον: ἐξάκουστον, διαβόητον.

### π 1273

Περιρραντήρια: σκεύη. κατὰ δὲ τὸ μέσον τοῦ ἐνδιαιτήματος κάλπεις τε χρυσαῖ καὶ περιρραντήρια ἔτι τε πίθοι χρυσοῖ.

### π 1274

Περιρραντίσαι.

### π 1275

Περιρρέω· αἰτιατικῇ.

### π 1276

Περιρηδεῖς: οἱ ἐπὶ ὀχημάτων, ἢ ἐπικείμενοι, ἢ οἱ ἐρριμμένοι.

### π 1277

Περιρρῶγος· ἐπὶ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπε‐ τείχιζον αὐτοῖς φρούριον, ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ.

### π 1278

Περισσά: τὰ ἐν τῇ ἀριθμητικῇ καλούμενα ἄζυγα οἷον ἕν, τρία καὶ τὰ ὅμοια. ἄρτια δὲ τὰ ζυγά, οἷον δύο, τέσσαρα. τὰ μὲν περισ‐ σεύοντα τῶν λόγων ἄφες, καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με, μήθ’ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων ἀντλεῖ, τὰ δ’ ἐκχεῖ, τὰ δὲ διασπεί‐ ρει μάτην. χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος. ἀφαιρεῖται γάρ, φησί, τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι ἡ τῶν λόγων ἀδολε‐ σχία. Ὀρέστης φησὶ πρὸς Ἠλέκτραν.

### π 1279

Περισσεία.

### π 1280

Περίσημα: διαβόητα.

### π 1281

Περισκελές: σκληρόν, δυσχερές. Αἴας φησίν· ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται· κοὐκ ἔστ’ ἄελπτον οὐδέν, ἀλλ’ ἁλίσκεται χὠ δεινὸς ὅρκος καὶ περισκελεῖς φρένες. κἀγὼ γάρ, ὃς τὰ δείν’ ἐκαρτέρουν τότε, βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα πρὸς τῆσδε τῆς γυναικός.

### π 1282

Περισκελῆ: βρακία, φημινάλια.

### π 1283

Περισκέλια: ἃ ἐφόρουν οἱ Ῥωμαῖοι περὶ τὰ σκέλη. ἦσαν δὲ κροκοβαφῆ. περικαταθέμενοι δὲ περισκέλια τοῖς αὐτοῖς ποσί.

### π 1284

Περισκεπές: κεκαλυμμένον.

### π 1285

Περίσκεπτον: ἀφ’ οὗ ἐστι περισκοπῆσαι καὶ ἰδεῖν.

### π 1286

Περισκυθίσαντες: σπαράξαντες.

### π 1287

Περισκυτίζοντος: ἐκδερματίζοντος.

### π 1288

Περισσοεπῆσαι: περισσολογῆσαι.

### π 1289

Περισσῶς ποιοῦσιν ὑπερηφανίαν: τουτέστιν ἀλαζονείᾳ χρωμένοις περισσότερον.

### π 1290

Περισπᾶν: ἐξαπατᾶν. καὶ τὸ μετὰ βίας ἀφαιρεῖσθαί τι. Πε‐ ρισπᾷ δὲ παρὰ Σοφοκλεῖ ἀντὶ τοῦ φυλαξάμενος αὐτοῖς συμπεσοῦσιν ἐμπεσεῖν, ἔξω ἀπ’ αὐτῶν περισπᾷ· τουτέστι τοῖς ἡνιόχοις. Πολύβιος· ἦν δὲ τοῖς Ῥωμαίοις πρόθεσις ἐς Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν.

### π 1291

Περισπασμός: ἐκ δυοῖν ἐπιστροφῶν τοῦ τάγματος κίνησις, ὥστε μεταλαμβάνειν τὸν ὀπίσω τόπον. ἐκπερισπασμὸς δέ ἐστιν ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ τάγματος κίνησις, ὥστε μεταλαμβάνειν, ἐὰν μὲν ἐπὶ δόρυ γίγνηται, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν· ἐὰν δὲ ἐπ’ ἀσπίδα, τὴν ἐκ δεξιῶν.

### π 1292

Περισπερχές: βαρύ. ὡς περισπερχὲς πάθος.

### π 1293

Περισπειραθείς: περιπλακείς, περιελιχθείς. ὁ δὲ εὐνοῦχος κατεκράτει τῶν βασιλείων καὶ περισπειρασάμενος τὰς αὐλὰς συνέσφιγ‐ γεν ἅπαντα, καθάπερ τις γενναῖος ὄφις καθελίττων εἰς τὴν ἑαυτοῦ χρείαν. περὶ Εὐτροπίου λέγει.

### π 1294

Περισταδόν: περιεστῶτες.

### π 1295

Περίστασις. Πολύβιος· συνέβαινε δὲ μεγαλομερῆ τὴν περί‐ στασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις. καὶ αὖθις· ὁ δὲ κατὰ μὲν τὴν δόξαν καὶ τὴν τοῦ βίου περίστασιν οὐδενὸς δεύτερος Ἰβήρων, κατὰ δὲ τὴν πρὸς Καρχηδόνα εὔνοιαν καὶ πίστιν πολύ τι διαφέρειν δοκῶν τῶν ἄλλων. ἀντὶ τοῦ ἐπίτασις. καὶ αὖθις Πολύβιος· ταχὺ δὲ διὰ τὴν περίστασιν τῶν τοῦ Ξανθίππου λόγων διαδοθέντων εἰς τὰ πλήθη καὶ τοὺς στρατηγούς, ἔγνωσαν οἱ στρατηγοὶ ἀνακαλεῖσθαι καὶ πεῖραν αὐτοῦ λαμβάνειν. καὶ ἀλλαχοῦ· διὰ δὲ τὴν περίστασιν τοῦ κήρυκος φωνήσαντος ἀνέστη. ἀντὶ τοῦ ἐπίτασιν.

### π 1296

Περίστασιν· Δείναρχος Τυρρηνικῷ· μετὰ ταῦτα τοῦ Δάμω‐ νος ἤδη περὶ ἀγωγὴν ὄντος, περίστασιν ποιήσουσιν· οὗ καὶ μαρτυρεῖν ἀξιοῦντος, καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λεγόμενον, ἐν κύκλῳ περιέστη μὲν αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκα‐ ζον· ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τό, περίστατον μετεποίησαν. ἐνίοις δὲ παράστασιν ἀντὶ τοῦ περίστασιν γράφεται.

### π 1297

Περίστατοι· Ἰσοκράτης ἐν τῷ Περὶ τῆς ἀντιδόσεως· θαυμα‐ τοποιΐαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις. ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι.

### π 1298

Περιστέλλω· αἰτιατικῇ.

### π 1299

Περιστένεται: περιτείνεται, στενοχωρεῖται.

### π 1300

Περίστενος: οὗτος δράκων καλεῖται.

### π 1301

Λύσις ὀνείρου· Περιστερὰς βλέπειν τε προξενεῖ βλάβην.

### π 1302

Περιστεριδεῖς: ὥσπερ ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς, οὕτως καὶ ἀπὸ τῆς περιστερᾶς περιστεριδεῖς.

### π 1303

Περιστεῖλαι: περικαλύψαι. ὁ δὲ τὸ σῶμα τούτου περιστεί‐ λας πέπλοις σηρικοῖς καὶ τεκτηνάμενος σῆμα ἐν αὐτῷ κατέθετο. ὅσα ἡμαρτῆσθαι τοῖς γειναμένοις ξυμβαίνει, περιστέλλειν τε καὶ κρατύνεσθαι. ἀντὶ τοῦ περικαλύπτειν.

### π 1304

Περιστείλας: διαχειρισάμενος, περισφίγξας ἐν τῇ γῇ. Σοφο‐ κλῆς· ἔπηξα δ’ αὐτὸν εὖ περιστείλας ἐγώ.

### π 1305

Περιστεφανωσάντων: κυκλωσάντων. περιστεφανωσάντων τοῖς ὄχλοις τὸ τεῖχος.

### π 1306

Περιστίαρχος: ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν. ἀπὸ τῆς ἑστίας ἢ τοῦ περιστείχειν. Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, περίστια, φησί, προσαγορεύεται τὰ καθάρσια, καὶ οἱ τὰ ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περιέρχονται, μαχαιροφοροῦντος ἑκάστου τῶν ἱερῶν οἰκίαις περιειλημμένοι δημοσίαις καὶ περίδρομον ἔχοντες.

### π 1307

Περιστίαρχος: ὁ τῶν καθαρσίων προηγούμενος ἐν ταῖς ἐκκλη‐ σίαις· περίστια γὰρ τὰ καθάρσια.

### π 1308

Περιστίξαι: περικυκλῶσαι, περιελθεῖν, περιελάσαι. ἀπὸ τοῦ στίχου.

### π 1309

Περιστολή: περιβολή, ἐπαγωγή.

### π 1310

Περίστῳον: περίστυλον στοὰς ἔχον.

### π 1311

Περιστοιχίζεται· Δημοσθένης ἐν Φιλιππικοῖς· μέλλοντας ἡμᾶς, φησί, καὶ καθημένους περιστοιχίζεται. ἐκ μεταφορᾶς τῶν κυνη‐ γετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ κα‐ λοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵνα ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία, εἰς τὰ δίκτυα ἐμπέσῃ. ἔνια μέντοι τῶν ἀν‐ τιγράφων περιστοιχίζεται ἔχει, ἄλλα δὲ περισχοινίζεται.

### π 1312

Περιστοιχίσαντος: περιλαβόντος.

### π 1313

Περιστοῖχον· Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον· φυτευ‐ τήρια ἐλαῶν περιστοίχων κατέκλασε. Δίδυμος δέ τι γένος ἐλαῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ νῦν ὁ ῥήτωρ περιστοίχους κέκληκε τῶν κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκότων.

### π 1314

Περισυλᾷ: ἀφαιρεῖται. ὁ δὲ ἀποκτείνει αὐτοὺς καὶ περισυλᾷ, ὅσα ἐπηγάγοντο. ἦν δὲ κόσμος καὶ σκεύη περὶ τὴν τέχνην τὴν ἑκα‐ τέρου οὐδαμῆ εὐκαταφρόνητα.

### π 1315

Περισφίγγω· αἰτιατικῇ.

### π 1316

Περισφύριον· καὶ τὸ διθύρεον τοῦτο τὸ λογχωτὸν καὶ τὸ περισφύριον.

### π 1317

Περισχέσθαι: ἀγαπῆσαι.

### π 1318

Περισχών: κατασχών, περιβαλών.

### π 1319

Περιτελλομένων: περιερχομένων.

### π 1320

Περιτέμνω· αἰτιατικῇ.

### π 1321

Περιτεύξεται: συντύχῃ, περιπεσεῖται.

### π 1322

Περιτεχνᾶσθαι: δολιεύεσθαι, κακὰ μηχανᾶσθαι. τὴν γὰρ διά‐ νοιαν αὐτοῦ σαφῶς εἰδότες καὶ περιτεχνᾶσθαί τι τοιοῦτον νομίσαντες οὐχ οἷς ἐκεῖνος εἶπε προσέσχον, ἀλλ’ οἷς αὐτοὶ ὑπώπτευον.

### π 1323

Περιτιθῶ· αἰτιατικῇ.

### π 1324

Περίτιος: μήν, ὁ Φεβρουάριος κατὰ Μακεδόνας.

### π 1325

Περιτομή· ἡ περιτομὴ τοῖς Ἰουδαίοις διὰ τρεῖς αἰτίας ἐδόθη. ὥστε σημεῖον εἶναι πίστεως, καὶ τοῦ Ἀβραμιαίου γένους δηλωτικὸν καὶ σύμβολον, καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος. ὥστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη, ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πί‐ στεως δικαιοσύνης τοῦ Ἀβραάμ.

### π 1326

Περιττός: ἀντὶ τοῦ πολύς. Σαλούστιος, ὁ τῆς αὐλῆς ἔπαρ‐ χος, ἀνὴρ ἦν διαφερόντως περιττὸς εἰς φιλανθρωπίαν.

### π 1327

Περιττότερα: μείζονα. τὰ δὲ λεγόμενα χρυσᾶ μῆλα τῶν Ἑσπερίδων οὐ χρυσᾶ ἦσαν, ἀλλὰ περιττότερα τῶν ἄλλων.

### π 1328

Περιτράγῃ: περικόψει, περιφάγῃ. ἀντὶ τοῦ κλέψει. Ἀριστο‐ φάνης· κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα, μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.

### π 1329

Περιτρέπω· αἰτιατικῇ.

### π 1330

Περιτροπῇ: ἐν περιόδῳ. τῆς νυκτὸς τὸν καιρόν, ἐς ὃν τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ τείχους, ὕπνον ἐκ περιτροπῆς τῶν ἄλ‐ λων αἱρουμένων, ἐνέβαλε.

### π 1331

Περιτροπέων· ἀπερίτροπος λέγεται ὁ ἀνεπίστροφος. οὔτε γὰρ Ἀγαμεμ‐ νονίδης παῖς ἀνεπίτροπος οὔθ’ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων. ἀπὸ κοινοῦ τὸ ἀνεπίστροφος τοῦ τοὺς ἐχθροὺς μετελθεῖν, ἀλλ’ ἔχει ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖται. ἢ ἀνεπέλευστος· ἔνθεν καὶ τὸ περιτροπέων ἐνιαυτός.

### π 1332

Περιοίκιον· Ἰσαῖος ἐν τῷ πρὸς Μενεκράτην· καὶ τὸ περιοί‐ κιον καὶ τὴν οἰκίαν. μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον.

### π 1333

Περίοικοι καὶ Ἀμφικτύονες· ζήτει ἐν τῷ Ἀμφικτύονες.

### π 1334

Περίοικος: ὁ περὶ τὴν οἰκίαν, ἢ τὴν ἔπαυλιν τόπος.

### π 1335

Περιοίσειν: τὸ περιέσεσθαι καὶ ἀνθέξειν. Θουκυδίδης ζʹ. ση‐ μαίνει καὶ τὸ ἀνοίσειν ἐκ τῆς νόσου.

### π 1336

Περιοιστικός: φορητός.

### π 1337

Περιφάνεια.

### π 1338

Περίφασις· Πολύβιος· ἐκέλευσε διασαφεῖν αὐτῷ πάντα τὰ γι‐ νόμενα διὰ τῶν πυρσῶν ἐπὶ τὸ Τίσαιον· ἔστι δὲ τῆς Θετταλίας ὄρος, εὐφυῶς κείμενον πρὸς τὰς τῶν προειρημένων τόπων περιφάσεις.

### π 1339

Περιφερές: κύκλῳ, στρογγύλον.

### π 1340

Περιφορά: κίνησις.

### π 1341

Περιφόρητα: ἀκτά. Ἡρόδοτος.

### π 1342

Περιφοριῶσθαι· Λυσίας· ἢ τῶν ὀφθαλμῶν τὸν ἕτερον γλαυ‐ κότερον εἶναι ἢ περιφοριῶσθαι. ἐπὶ τοῦ ἀποκεκλιμένου Εὐφορίων κέχρηται τῷ ὀνόματι. εἰσὶ δέ τινες ὀφθαλμοὶ κεχαλασμένα τὰ βλέφαρα ἔχοντες καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται πεφορινῶσθαι, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορόνης· τάττουσι γὰρ ἐπὶ ἀνθρώπων τὴν φορόνην.

### π 1343

Περιφώσαντες: σκεπάσαντες, πωμάσαντες. πλῆθος δὲ θηρίων ἀθροίσαντες ἱκανὸν ἐς χύτρας καινὰς ἐνέβαλλον καὶ περιφώσαντες αὐτὰς εἶχον ἐν ἑτοίμῳ πρὸς τὴν χρείαν.

### π 1344

Περιφρονεῖν: ὑπερφρονεῖν. Ἀριστοφάνης δέ· περιφρόνει τὰ πράγματα· ἀντὶ τοῦ ἐρεύνα, ἀναζήτει. καὶ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον, ἵνα μὴ ἕλκη τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα.

### π 1345

Περίφρων: περισσόφρων.

### π 1346

Περιφοιτῶντα: περιερχόμενον.

### π 1347

Περιφύς: περιπλακείς.

### π 1348

Περιχυθέντες· δοτικῇ.

### π 1349

Περιχαίνω· αἰτιατικῇ. οἷόν τι ποιοῦσιν οἱ κύνες, τοὺς λίθους, οἷς βάλ‐ λονται, περιχαίνοντες.

### π 1350

Περιχάρεια: ἡ χαρά.

### π 1351

Περιχαρίαν: περιττὴν χαράν.

### π 1352

Περιχαίρω· δοτικῇ. περιχάρηθι τῷ ἀγαθῷ.

### π 1353

Περιχλαινίζεται: περιβάλλεται.

### π 1354

Περιψεῖν: ἐκμάσσειν, σπογγίζειν. Ἀριστοφάνης· ἰδού, δέχου κέρκον λαγώ, ὥστε τὰς λήμας περιψεῖν.

### π 1355

Περίψημα: κάταγμα· ἢ ὑπὸ τὰ ἴχνη· ἢ ἀπολύτρωσις. οὕτως ἐπέλεγον τῷ κατ’ ἐνιαυτόν .... συνεχόντων κακῶν· περίψημα ἡμῶν γενοῦ. ἤτοι σωτηρία καὶ ἀπολύτρωσις· καὶ οὕτως ἐνέβαλλον τῇ θα‐ λάσσῃ, ὡσανεὶ τῷ Ποσειδῶνι θυσίαν ἀποτιννύντες.

### π 1356

Περκάζει: πεπαίνει, μελανίζει.

### π 1357

Περκνός: μέλας.

### π 1358

Περκώσιον: τόπος. καὶ Περκώτη, ὄνομα τόπου.

### π 1359

Περνᾶται: πιπράσκεται. ἔνθεν καὶ πόρνη, ἡ πωλοῦσα τὴν μίξιν· ἢ παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν.

### π 1360

Περόζης: ὁ Περσῶν βασιλεύς.

### π 1361

Περόνη: πόρπη. καὶ δίβολον περόνην καὶ στεγίδα τανυσθὲν τόξον. ὅτι αὐλὸς ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος, ὁ δὲ περόνης μέτρον καὶ μουσικῆς τι ὄργανον.

### π 1362

Περόνη: κόσμος τις. καὶ περόναις χρυσαῖς διαπεπερονημέ‐ νοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι.

### π 1363

Περῶ, περαίω, περαιῶ. ὡς μῶ, μαίω, μαιῶ.

### π 1364

Περῶνος.

### π 1365

Περπερεία: ἡ κολακεία. ἡ ἀγάπη οὐ περπερεύεται. ὁ ἀπόστο‐ λος Παῦλός φησι. τουτέστιν οὐ προπετεῖ.

### π 1366

Πέρπερος: ὁ μετὰ βλακείας ἐπηρμένος· οἷον λάλος, προπετής, μηδὲν λογισμῷ ποιῶν.

### π 1367

Πέρσαι· ὅτι ἡ μαγεία καὶ ἀστρολογία ἀπὸ Μαγουσαίων ἤρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγουσαῖοι οἱ αὐτοί.

### π 1368

Περσαῖος, Κιτιεύς, φιλόσοφος Στωϊκός· ἐπεκλήθη δὲ καὶ Δωρό‐ θεος. ἦν δὲ ἐπὶ τῶν χρόνων Ἀντιγόνου τοῦ Γονατᾶ υἱοῦ Δημητρίου, μαθητὴς καὶ θρεπτὸς Ζήνωνος τοῦ φιλοσόφου. Ἱστορίαν.

### π 1369

Περσέα: ῥοδακινέα.

### π 1370

Περσεύς· οὗτος ἀνανεωσάμενος τὴν πρὸς Ῥωμαίους φιλίαν εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας. καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ Δελφούς, διδοὺς οὐ μόνον τὴν ἀσφά‐ λειαν τοῖς καταπορευομένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ’ ὧν ἕκαστος ἔφυγε. παρέλυσε δὲ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν βα‐ σιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς φυλακαῖς ἐγκεκλεισ‐ μένους ἐπὶ βασιλικαῖς αἰτίαις. ταῦτα δὲ ποιήσας πολλοὺς πολλάκις μετεωροδοκῶν καλὰς ἐλπίδας ὑποδεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὐτῷ· ἐπέφαινε δὲ καὶ κατὰ τὴν ἐν τῷ πολέμῳ προστασίαν τὸ τῆς βασι‐ λείας ἀξίωμα. κατά τε γὰρ τὴν ἐπιφάνειαν ἦν ἱκανὸς καὶ πρὸς πᾶσαν σωματικὴν χρείαν τὴν διατείνουσαν εἰς τὸν πραγματικὸν τρόπον εὔθετος; κατά τε τὴν ἐπίφασιν εἶχεν ἐπισκύνιον καὶ τάξιν οὐκ ἀνοίκειον τῆς ἡλικίας. ἐπεφεύγει δὲ καὶ τὴν πατρικὴν ἀσέλγειαν τήν τε περὶ τὰς γυναῖκας καὶ τὴν περὶ τοὺς πότους. καὶ τὰ μὲν προοίμια αὐτοῦ τοι‐ αύτην ἔσχε διάθεσιν.

### π 1371

Περσεὺς Μακεδών· ὅτι Περσεὺς ἀναθαρρῶν ἤδη κατ’ ὀλίγον μετὰ τὴν φυγὴν Νικίαν καὶ Ἀνδρόνικον, οὓς ἐπὶ τὸν καταποντισμὸν τῶν χρημάτων καὶ τὸν ἐμπρησμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήσας αὑτῷ καὶ τὰς ναῦς καὶ τὰ χρήματα, συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέροις ἐξαγγέλλειν, ἀπέκτεινεν ἀθεμίστως· καὶ ἀπὸ τοῦδε εὐθὺς ἐκ μεταβολῆς ὠμὸς καὶ εὐχερὴς ἐς ἅπαντας ἐγένετο, καὶ οὐδὲν ὑγιὲς οὔτε εὔβουλόν οἱ ἔτι ἦν, ἀλλ’ ὁ πιθανώτατος ἐς εὐβουλίαν καὶ λογίσασθαι δεξιὸς καὶ εὐτολμότατος ἐς μάχας, ὅσα γε μὴ σφάλλοιτο δι’ ἀπειρίαν, ἀθρόως τότε καὶ παραλόγως ἐς δειλίαν καὶ ἀλογιστίαν ἐτρέπετο καὶ ταχὺς καὶ εὐμετάθετος ἄφνω καὶ σκαιὸς ἐς πάντας ἐγί‐ νετο, ἀρχομένης αὐτὸν ἐπιλείπειν τῆς τύχης, ὅπερ ἐστὶ πολλοὺς ἰδεῖν μεταβολῆς προϊούσης ἀλογωτέρους γενομένους ἑαυτῶν. ὅτι ἡ τοῦ Περσέως ναῦς τά τε ἄλλα ἐξήσκητο μεγαλοφυῶς καὶ τὴν εἰρεσίαν ἐπὶ ιζʹ στοίχων εἶχε πεποιημένην.

### π 1372

Περσεύς· οὗτος ἀνεῖλε λογχοδρεπάνῳ τὴν Γοργόνα, ἐπικρύψας ἑαυτὸν εἰς τὸ μὴ ὁρᾶσθαι τῇ τοῦ ᾅδου κυνῇ.

### π 1373

Περσεφόνη: κατάγειος δαίμων. Ἠλέκτρα φησί· ὦ δῶμ’ Ἀΐδου καὶ Περσεφόνης, ὦ χθόνι’ Ἑρμῆ καὶ πότνι’ Ἀρὰ σεμναί τ’ Ἐριννύες, αἳ τοὺς ἀδίκως θνήσκοντας ὁρᾶτε τούς τ’ εὐνὰς ὑποκλεπτο‐ μένους· ἔλθετ’, ἀρήξατε πατρὸς φόνον ἡμετέρου.

### π 1374

Περσεῖδαι: ἀπὸ Περσέως.

### π 1375

Πέρσης, Ἀσκραῖος, ἐποποιός, ἀδελφὸς Ἡσιόδου τοῦ ποιητοῦ.

### π 1376

Περσικαί· ὅτι Περσικαί εἰσι μὲν δένδρα, ἔστι δὲ καὶ ὑποδή‐ ματος εἶδος γυναικείου. Ἀριστοφάνης Νεφέλαις· κᾆτα ψυγείσῃ περι‐ έφυσαν Περσικαί.

### π 1377

Περσικὸς ὄρνις: ὁ ἀλέκτωρ, διὰ τὴν λοφίαν. ἢ ὅτι τὰ πολυ‐ τελῆ πάντα, οἷς βασιλεὺς ἐχρῆτο, ἐκαλεῖτο Περσικά. καὶ νῦν παρὰ Ἀριστοφάνει οὐκ ἰδίως ὄρνις Περσικός. ζήτει περὶ Περσῶν ἀρχῆς ἐν τῷ Ἀσσύριοι. ζήτει ἀρίθμησιν Περσικοῦ στρατοῦ ἐν τῷ Δαρεικούς.

### π 1378

Περσίς: ὄνομα τόπου.

### π 1379

Πέσῃ: αὐθυπότακτον.

### π 1380

Πέσημα: πτῶμα. πρὸς τοῦδ’ ὄλωλε θανασίμῳ πεσήματι. περὶ Αἴαντός φησιν, ὅτι ἑαυτὸν ξίφει διεχρήσατο.

### π 1381

Πεσσινοῦντος: πόλις.

### π 1382

Πέσκος: δέρμα, κῴδιον. καὶ Πεκτῆρες, οἱ τὸ δέρμα τίλλοντες.

### π 1383

Πεσσόμενα: παρὰ Ἡροδότῳ ὀπτώμενα.

### π 1384

Πεσσούς: κύβους. καὶ Πεσσοί, ψῆφοι, παρὰ Ἡροδότῳ, ἐν οἷς ἔπαιζον.

### π 1385

Πετάλοις: φύλλοις. καὶ ἐν Ἐπιγράμμασι πέταλον, πίλημα ἐξ ἐρίου πιληθέν. σοὶ τὸν πιληθέντα δι’ εὐξάντου τριχὸς ἀμνοῦ, Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέταλον.

### π 1386

Πετάλῳ· ἔχοντες γέρρα πάντες βοῶν λευκῶν δασέα, εἰκασμένα κιττοῦ πετάλῳ.

### π 1387

Πέτασος: εἶδος ὑφάσματος. ἐπιρριψάντων Δράκοντι τῷ νο‐ μοθέτῃ τῶν Ἀθηναίων πετάσους πλείονας καὶ χιτῶνας, ἀποπνιγῆναι ἐν τῷ θεάτρῳ.

### π 1388

Πέταυρα: σίγνα. Βάβριος· ὁ δ’ ἐκ πεταύρου κλαγγὸν εἶπε βοήσας· πόθεν μαθήσῃ πόσον εἰς ἕω λείπει, τὸν ὡρονόμον θύσας με.

### π 1389

Πέταυρον: παγίς, βάθος. σανίς. οἷον πέτευδον. παρὰ τὸ εὕδειν ἐν αὐτῷ τὰ πετεινά.

### π 1390

Πετεῶο: τοῦ Πετεῶ παῖς.

### π 1391

Πεττεύει: μεταφέρει. ἀπὸ τῶν πεττῶν, τουτέστι τῶν κύβων. καὶ ὁ δραπέτης, ὁ ἀποδρῶν τῆς δουλείας. ὁ τὸ δρᾶν πεττεύων, ὅ ἐστι φεύγων.

### π 1392

Πεττεύουσι: ταβλίζουσι. Καὶ Πεττείαις, παιδιαῖς, αὐλοῖς. καὶ Πεττὸς ὁμοίως.

### π 1393

Πετεινὸν καὶ Πετεηνόν.

### π 1394

Πέτηλον: τὸ φύλλον.

### π 1395

Πετίλιος: ὄνομα κύριον.

### π 1396

Πετῖτον· κεῖται ἐν τῷ παι διφθόγγῳ ἐσφαλμένως.

### π 1397

Πέττουσα: ἀρτοποιοῦσα. καὶ πέττουσιν, ἀρτοποιοῦσι. καὶ Ἀριστοφάνης· τοῦ ’ν τετράδι πεπεμμένου. ἔξω τῶν ἑορτῶν ἱεραί τινες ἡμέραι τοῦ μηνὸς ἐνομίζοντο Ἀθήνησι θεοῖς τισιν, οἷον νουμηνία καὶ ζʹ Ἀπόλλωνι, δʹ Ἑρμῇ, ηʹ Θησεῖ. Πεττοὶ δὲ τὰ βόλια, ἐν οἷς ταβλίζουσι. λύσις ὀνείρου· καλὸν πέτεσθαι πράξεως καλῆς τόδε.

### π 1398

Πετόμενος: φερόμενος.

### π 1399

Πετόσιρις, Αἰγύπτιος, φιλόσοφος, καθὰ Ἕλληνες καὶ Αἰγύπ‐ τιοι τὰς περὶ θεῶν διετάξατο ἐπιλογὰς ἐκ τῶν ἱερῶν βιβλίων, Ἀστρο‐ λογούμενα, καὶ Περὶ τῶν παρ’ Αἰγυπτίοις μυστηρίων.

### π 1400

Λύσις ὀνείρου· Πέτρᾳ καθεσθεὶς ἐλπίδας χρηστὰς ἔχε.

### π 1401

Πετρηδόν: δίκην πετρῶν.

### π 1402

Πετραία: ὄνομα πόλεως.

### π 1403

Πετρήεσσα: πετρώδης, βαθεῖα.

### π 1404

Πέτρα: πόλις.

### π 1405

Πετρόβολον: ἡ τοῦ μηχανήματος ἀλκὴ τοῦ πετροβόλου, τοῦ κατὰ τὴν πολιορκίαν τῆς Ἰουδαίας ὑπὸ Οὐεσπεσιανοῦ, τοιάδε τις ἦν· πληγεὶς γάρ τις ὑπ’ αὐτοῦ τῶν περὶ τὸν Ἰώσηπον τῶν ἀνὰ τὸ τεῖχος, ἀπαράσσεται τὴν κεφαλὴν ὑπὸ τῆς πέτρας καὶ τὸ κρανίον ἀπὸ τριῶν ἐσφενδονήθη σταδίων. γυναικός τε μεθ’ ἡμέραν ἐγκύμονος πληγείσης τὴν γαστέρα, προῄει δὲ νέον ἐξ οἰκίας, ἐξέσεισεν ἐφ’ ἡμιστάδιον τὸ βρέφος. τοσαύτη ἦν ἡ τοῦ λίθου βία. τῶν οὖν ὀργάνων φοβερώτατος ὁ ῥοῖζος, τῶν δὲ βαλλομένων ἦν ὁ ψόφος.

### π 1406

Πέτρος, ὁ ῥήτωρ, ὁ καὶ μάγιστρος καὶ ἱστορικός, πρεσβευτὴς ὡς Χοσρόην σταλεὶς μάλα ἐμβριθής τε ἦν καὶ ἀνάλωτος ἐν τῷ ῥητο‐ ρεύειν, τῷ καταμαλάξαι φρονήματα βαρβαρικὰ σκληρά τε καὶ ὀγκώδη. ἔγραψεν ἱστορίαν καὶ περὶ πολιτικῆς καταστάσεως.

### π 1407

Πέτρος ὁ Μογγός, Ἀλεξανδρείας μὲν ἦν ἐπίσκοπος, αἱρετι‐ κὸς δὲ διάπυρος· Εὐφήμιος δὲ ὁ πατριάρχης ζηλωτὴς ἦν τῆς ὀρθο‐ δόξου πίστεως.

### π 1408

Πέτρος· οὗτος ἦν ἐπὶ Ἰουστινιανοῦ, ἔφθασε δὲ καὶ μέχρι μα‐ γίστρου γενέσθαι· ὃς ἀεὶ καὶ καθημέραν τοὺς βασιλεῖς κλοπαῖς ἀμυ‐ θήτοις ἀπέκναιε. πρᾶος μὲν γὰρ ἦν, καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδώς, κλεπτίστατος δὲ ἁπάντων ἀνθρώπων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμ‐ πλεως.

### π 1409

Πέτρος Βαρσύμης· ζήτει ἐν τῷ δεξιός.

### π 1410

Πευθήν, Πευθῆνος: ὁ μανδάτωρ.

### π 1411

Πευκαλίμη: φρόνιμος.

### π 1412

Πεῦκαι: λαμπάδες, δᾷδες. αἱ δ’ αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν περὶ παστῷ πεῦκαι, καὶ φθιμένῃ νέρθεν ἔφαινον ὁδόν. καὶ παροι‐ μία· Πεύκης τρόπον, ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων. ἐπεὶ ἡ πεύκη κοπεῖσα οὐκ ἀνίησιν ἔτι βλαστόν.

### π 1413

Πευκελαῶτις: ὄνομα πόλεως.

### π 1414

Πευκήεντα.

### π 1415

Πεύσῃ: ἀντὶ τοῦ ἐρωτήσεις, μαθήσῃ, ἀκούσεις. καὶ Πεύ‐ σομαι, ἐρωτήσω.

### π 1416

Πεφασμένον: εἰρημένον, ἢ πεφανερωμένον.

### π 1417

Πεφασμένος: ἀντὶ τοῦ γεγενημένος. Λυκοῦργος· Λυσίας δὲ πεφασμένος ἀντὶ τοῦ φανερῶς λέγει.

### π 1418

Πεφασμένου: φανεροῦ γενομένου. πεφασμένου δέ, τίς ποθ’ ἡ προθυμία;

### π 1419

Πεφενάκικεν: ἠπάτησεν.

### π 1420

Πεφεισμένοι: φειδόμενοι.

### π 1421

Πέφηνεν: ἐφανερώθη.

### π 1422

Πεφήσεται: ἀναιρεθήσεται. Πεφιδήσεται δέ, φείσεται.

### π 1423

Πεφιλοσοφήσθω.

### π 1424

Πεφοβήατο.

### π 1425

Πεφόνηκεν: ἐφόνευσεν.

### π 1426

Πεφορυγμένον: κεκαλυμμένον. δισσάκι τετρόγυιον πολλῷ πεφορυγμένον ἀφρῷ.

### π 1427

Πεφώραται: πεφανέρωται, εὕρηται.

### π 1428

Πέφρικα: ἀπὸ τοῦ φρίσσω. φοβοῦμαι, δέδοικα, δειλιῶ.

### π 1429

Πεφρονηματισμένος: οἰήσεως πληρωθείς. ὁ δὲ κατὰ τὰς μάχας πολλάκις εὐημερῶν καὶ πεφρονηματισμένος ἐπ’ ἀνδρείᾳ.

### π 1430

Πεφρυγμένα: τὰ εἰς τὴν χεῖρα λεπτυνόμενα χίδρα σίτου καὶ κριθῆς.

### π 1431

Πεφυζότες: δειλιῶντες.

### π 1432

Πέφυκε: φύσει ὑπάρχει. καὶ Πεφυκώς, φύσει ὑπάρχων.

### π 1433

Πεφυρμένος: μεμολυσμένος. ὁ δὲ ἔτι φονῶν καὶ πεφυρμένος τῷ λύθρῳ ἐς τοὺς ἐχθροὺς ἔρχεται.

### π 1434

Πεφυσιγγωμένοι: πεφυσημένοι. φύσιγξ δὲ τὸ ἐκτὸς λέπισμα τῶν σκορόδων· ἡ φυσίγγη. ἔπαιξεν οὖν καὶ τοῦτο εἰς Μεγαρέας, ὅτι πολλὰ σκόροδα ἔχουσιν. ἢ πεπλησμένοι, ἀπὸ μεταφορᾶς τῶν τὸν ἄνεμον δεχομένων ἀσκῶν ἢ φυσῶν. ἢ ἐκκεκαυμένοι, οἰδοῦντες. Ἀρι‐ στοφάνης· κᾆθ’ οἱ Μεγαρεῖς ὀδύναις πεφυσιγγωμένοι, ἀντεξέκλεψαν Ἀσπασίας.

### π 1435

Πέψει: πραϋνεῖ.

### π 1436

Πειθανάγκη: ἡ μετὰ βίας πειθώ. ὑπολαμβάνων διὰ τούτων πειθανάγκην προσάξειν τοῖς Λευκαδίοις τοῦ συγχωρεῖν τοῖς ὑπ’ αὐ‐ τῶν ἐπιταττομένοις. πολλὰς δὲ τῶν γυναικῶν τῇ πειθανάγκῃ κατή‐ γαγεν· οὕτω γὰρ ἦν λάγνος. καὶ εἶξα τῇ Θετταλικῇ πειθανάγκῃ κτείνας τὸν αὐτὸς αὑτοῦ δεσπότην.

### π 1437

Πειθαρχῶ· δοτικῇ.

### π 1438

Πειθαναλογία.

### π 1439

Πειθήνιος: καταπειθής, πειθόμενος.

### π 1440

Πείθω: τὸ καταπείθω. αἰτιατικῇ. πείθει δῶρα καὶ θεούς. καί, ἆρα πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, ἢ ἑτέρων δεήσεσθε; Πείθομαι δὲ δοτικῇ· ἀναγ‐ καῖον εἶναι ἡγούμην πείθεσθαι τοῖς ἡμετέροις βουλεύμασι. καί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν.

### π 1441

Πειθώ: ἡ πεισμονή. οὐκ ἔστι πειθοῦς ἱερὸν ἄλλο, πλὴν λόγος.

### π 1442

Πείθωνος: ὄνομα κύριον. καὶ ὄνομα ζῴου.

### π 1443

Πειθοῖ· πειθοῖ τε ὑπαχθέντες καὶ τῷ δολερῷ τῶν ῥημάτων καταστρατηγηθέντες συνεχώρησάν οἱ περαιωθῆναι τὸν ῥοῦν. ἀλλὰ καὶ πειθοῖ τῇ Ἑλληνικῇ καὶ μούσῃ γεγυμνασμένος ὁ Ἀμβρόσιος.

### π 1444

Πείκειν: κτενίζειν.

### π 1445

Πεῖνα: ἡ δι’ ἔνδειαν τροφῆς ἐπιθυμία. διὰ διφθόγγου. Πίννα δὲ ὁ ἰχθὺς διὰ τοῦ ι. ἔστι δὲ πεῖνα ἐπιθυμία ξηροῦ καὶ θερμοῦ, οὐ δίχα δὲ ψυχροῦ· συνεστῶτα γὰρ ἡμῶν ἐνθένδε τὰ σώματα τρέφεται δι’ αὐτῶν, ὅταν ἰσχύῃ κατεργάζεσθαι καὶ πέττειν καὶ ἐξομοιοῦν τὰ προσαγόμενα.

### π 1446

Πείνη: ἡ πεῖνα.

### π 1447

Πειώλης: ὁ πόρνος.

### π 1448

Πεῖρα: ὁ δόλος, καὶ ἡ ἀπάτη, καὶ ἡ τέχνη. ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλασσαν κακοῦργοι. πεῖρα δὲ καὶ ἡ βλάβη· ὡς ἐν Δανάῃ Σοφοκλῆς· οὐκ οἶδα τὴν σὴν πεῖραν οὐδ’ ἐπίσταμαι, τοῦ παιδὸς ὄντος τοῦδ’ ἐγὼ διόλλυμαι. ἀεί, Ὀδυσσεῦ, ὁρῶ σε πεῖράν τιν’ ἐχθρῶν ἁρ‐ πάσαι θηρώμενον. τουτέστιν ἀεὶ ὁρῶ σε τὴν παρὰ τῶν ἐχθρῶν σου βλάβην γινομένην προϋφαρπάσαι καὶ τοῖς ἐχθροῖς ταύτην ἐπιπέμψαι μηχανώμενον.

### π 1449

Πεῖρα. ἐξιόντων τῶν ἀνδρῶν ἐπὶ τὰς προνομὰς καὶ δὶς τὸ κατορθοῦν ἐν ταῖς πεῖραις.

### π 1450

Πεῖραν: πορείαν, ὁδόν. οὐδ’ ὑπ’ ἀγγέλων κληθεὶς ἀφορμῆς πεῖραν.

### π 1451

Πειράζειν: κατάρχεσθαι. Σκιπίων ὁ Ῥωμαῖος συνεβούλευσεν οὕτως ἢ μὴ πειράζειν ἢ οὕτως ὥστε ἐκ παντὸς τρόπου τέλος ἐπιθεῖ‐ ναι τῇ πράξει. τὸ γὰρ δὶς πρὸς τὸν αὐτὸν πειράζειν ἅμα μὲν ἐπισφα‐ λὲς, ἅμα δ’ εὐκαταφρόνητον γενέσθαι ποιεῖ παντελῶς.

### π 1452

Πειρᾶν: τοὺς λόγους περὶ συνουσίας προφέρειν. καὶ πειρα‐ θῆναι, τὸ ἀκοῦσαι λόγους τοιούτους. Θουκυδίδης· πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καταγορεύει τῷ Ἀριστογεί‐ τονι. σημαίνει ἡ λέξις καὶ τὸ ἄλλως διαπειρᾶσθαι. Πειρᾶν γὰρ κυρίως τὸ προσβάλλειν γυναικὶ περὶ τῆς ἀφροδίτης.

### π 1453

Πειρατέον: δεῖ πειρᾶν.

### π 1454

Πειρατῶν: καταποντιστῶν, κατὰ θάλασσαν λῃστῶν. Πεῖρα γὰρ ὁ δόλος, καὶ ἡ ἀπάτη, καὶ ἡ τέχνη. ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι.

### π 1455

Πειραιεύς: ὄνομα κύριον. καὶ ὁ λιμήν. καὶ κλίνεται Πειραιέως, Πειραιῶς, καὶ ἡ δοτικὴ Πειραιεῖ. καὶ νῆσος, ὅθεν τοὔνομα εἴληφεν ἀπὸ τοῦ διαπερᾶν. καὶ ζήτει τὴν τούτου ἱστορίαν ἐν τῷ ἔμβαρός εἰμι.

### π 1456

Πειρασμός.

### π 1457

Πειρήνη: ὄνομα πηγῆς καλλιρρόου. Λαΐδ’ ἔχω πολιῆτιν ἐϋζώνοιο Κορίνθου, Πειρήνης λευκῶν φαιδροτέρην λιβάδων.

### π 1458

Πείρησαν: δοκιμήν, ἀπόπειραν ἔλαβον. τὴν δὲ χάριν δώρων πείρησαν ἐν θανάτῳ. τὸ ξίφος εἷλ’ Αἴαντα μεμηνότα· καὶ πάλιν ζωστὴρ εἵλκυσε Πριαμίδαν δίφρια συρόμενον.

### π 1459

Πείρινθα: τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὸ κομιζό‐ μενον.

### π 1460

Πειρῶ: τὸ ἀπόπειραν ποιοῦμαι. Πείρω δὲ τὸ σουβλίζω, καὶ κεντῶ.

### π 1461

Πειρῶμαι· γενικῇ.

### π 1462

Πειρῶν: προσβάλλων, συνουσιάζων. τὰς Κορινθίας φασίν· τοῦτο γάρ ἐστι τὸ πειρᾶν. Ἀριστοφάνης Πλούτῳ· ὅταν τις μὲν αὐτὰς πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν. καὶ Πειρασάντων ἀνδρῶν, διαπειρασάντων καὶ μετελθόντων, ἢ ἐπιτηδευσάντων. ἐσχημάτισται δὲ ἀπὸ τοῦ πειρᾶν· πειρᾶν γὰρ τὸ προσβάλλειν γυναικὶ περὶ τῆς ἀφρο‐ δίτης. τροπῇ οὖν κέχρηται ὡς ἐπὶ γυναικός. σημαίνει οὖν σπανίως ἐπιτυχεῖν τινας καὶ ὀλίγους κατορθῶσαι παντάπασι.

### π 1463

Πειρῶντα: πειράζοντα διὰ λόγων.

### π 1464

Πείρως, Πείρω: ὄνομα κύριον. καὶ κλίνεται Ἀττικῶς. καὶ θηλυκὸν Πειρώ.

### π 1465

Πείσανδρος, Πείσωνος καὶ Ἀρισταίχμας, Καμιραῖος ἀπὸ Ῥόδου· Κάμιρος γὰρ ἦν πόλις Ῥόδου. καί τινες μὲν αὐτὸν Εὐμόλπου τοῦ ποιητοῦ σύγχρονον καὶ ἐρώμενον ἱστοροῦσι, τινὲς δὲ καὶ Ἡσιόδου πρεσβύτερον, οἱ δὲ κατὰ τὴν λγʹ ὀλυμπιάδα τάττουσιν. ἔσχε δὲ καὶ ἀδελφὴν Διόκλειαν. ποιήματα δὲ αὐτοῦ Ἡράκλεια ἐν βιβλίοις βʹ· ἔστι δὲ τὰ Ἡρακλέους ἔργα· ἔνθα πρῶτος Ἡρακλεῖ ῥόπαλον περιτέ‐ θεικε. τὰ δὲ ἄλλα τῶν ποιημάτων νόθα αὐτοῦ δοξάζεται, γενόμενα ὑπό τε ἄλλων καὶ Ἀριστέως τοῦ ποιητοῦ.

### π 1466

Πείσανδρος, Νέστορος τοῦ ποιητοῦ υἱός, Λαρανδεὺς ἢ Λυ‐ κάνιος, γεγονὼς ἐπὶ Ἀλεξάνδρου βασιλέως, τοῦ Μαμαίας παιδός, ἐποποιὸς καὶ αὐτός. ἔγραψεν ἱστορίαν ποικίλην δι’ ἐπῶν, ἣν ἐπιγρά‐ φει Ἡραϊκῶν Θεογαμιῶν ἐν βιβλίοις ξʹ· καὶ ἄλλα καταλογάδην.

### π 1467

Πεισάνδρου δειλότερος· ἔνθα καὶ Πείσανδρος ἦλθε, δεό‐ μενος ψυχὴν ἰδεῖν, ἣ ζῶντ’ ἐκεῖνον προὔλιπε. δειλὸς γὰρ ἦν καθ’ ὑπερβολήν. Ἀριστοφάνης· εἴ τι Πεισάνδρου βδελύττῃ τοὺς λόφους καὶ τὰς ὀφρῦς. οὗτος γὰρ δειλὸς ἦν, φιλοπόλεμος δὲ καὶ πολεμοποιὸς κερδῶν ἰδίων ἕνεκεν. μέγας δέ, καὶ ἐκαλεῖτο ὄνος Κνίδιος. ἐχρῆτο δὲ τριλοφίᾳ καὶ ὅπλοις ἐπισήμοις ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖος εἶναι, μὴ ὤν.

### π 1468

Πείσεα: οἱ κάθυδροι τόποι.

### π 1469

Πεισιανάκτειος στοά: ἥτις ἀπὸ Πολυγνώτου ζωγράφου Ποικίλη κληθεῖσα.

### π 1470

Πεισίας: ὄνομα κύριον.

### π 1471

Πεισιθάνατος ὁ Ἡγησίας ἐλέγετο.

### π 1472

Πεῖσιν: τὴν πειθώ. ἡ εὐθεῖα ἡ πεῖσις.

### π 1473

Πεισιόνη: ὄνομα κύριον.

### π 1474

Πεισίστρατος: ὄνομα κύριον. καὶ ζήτει ἐν τῷ σφακελισμός.

### π 1475

Πείσματα: τὰ ἀγκύρια, σχοινία. παρὰ τὸ πείθεσθαι δι’ αὐτῶν τὴν ναῦν.

### π 1476

Πεισόμενον: παθεῖν μέλλοντα.

### π 1477

Πείσονται: πάθωσιν.

### π 1478

Πείσων, Πείσωνος· εἷς ἦν τῶν παρ’ Ἀθηναίοις λʹ τυραννη‐ σάντων.

### π 1479

Πειστέον: δεῖ πείθεσθαι.

### π 1480

Πειστήρ: ὁ ὑπήκοος.

### π 1481

Πῇ: ποῦ. εἰς τίνα τόπον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις; Ὅμηρος.

### π 1482

Πηγάζω· αἰτιατικῇ.

### π 1483

Πήγανον: εἶδος βοτάνης.

### π 1484

Πηγὰς γάλακτος: πολὺ γάλα. ὡς πηγὰς δακρύων, πολλὰ δάκρυα.

### π 1485

Πηγαί: τόπος ἐν Μεγάροις.

### π 1486

Πηγαῖον ὕδωρ: ἐκ πηγῆς.

### π 1487

Πηγεσίμαλλος: ὁ βαθύμαλλος.

### π 1488

Λύσις ὀνείρου· Πηγὴ διαυγὴς τὰς νοὸς λύει λύπας.

### π 1489

Πηγίδιον: ἡ μικρὰ πηγή.

### π 1490

Πηγνύω· αἰτιατικῇ, καὶ Πήγνυμι.

### π 1491

Πηγός: ὁ εὐτραφής.

### π 1492

Πηγυλίς: τὸ κρύος.

### π 1493

Πηδάλια: οἴακες, αὐχένες. Ἀριστοφάνης· ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι. τὸ δὲ πλοῖον ἔσται ναξιουργὲς κάνθαρος.

### π 1494

Πηδαλιουχεῖν: κυβερνᾶν. Ἀριστοφάνης· ἐρέτην χρὴ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν· κἀντεῦθεν πρωρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τοῦτό φησι καὶ ὁ Θεολόγος ὅλον τὸ χωρίον.

### π 1495

Πηδαλίωνος: ὄνομα κύριον.

### π 1496

Πηδᾶν: ἀντὶ τοῦ ὑπερηφανεῖν. οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας πηδᾶν, ὅ τι λέξει.

### π 1497

Πήδασος: ὄνομα πόλεως.

### π 1498

Πήδαιος: ὄνομα κύριον.

### π 1499

Πηδόν: τὴν κώπην.

### π 1500

Πῆκος, ὁ καὶ Ζεύς, παραδοὺς τὴν τῆς δύσεως ἀρχὴν τῷ ἰδίῳ υἱῷ Ἑρμῇ τελευτᾷ, ζήσας κʹ καὶ ρʹ ἔτη· καὶ τελευτῶν ἐκέλευσεν ἀποτε‐ θῆναι τὸ ἑαυτοῦ σῶμα ἐν τῇ Κρήτῃ τῇ νήσῳ, ἐν ᾧ ἐπιγέγραπται· ἐνθάδε κεῖται θανὼν Πῆκος ὁ καὶ Ζεύς. μέμνηνται τοῦ τάφου τούτου πλεῖστοι ἐν τοῖς ἰδίοις συγγράμμασι.

### π 1501

Πηκτή. ἐν Ἐπιγράμμασι· πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων ἀνέθηκεν ὁ βουκόλος. καὶ εἶδος ἀκολάστου σχήματος. καὶ Πηκταί, θηρευτικὸν ὄργανον παρὰ Ἀριστοφάνει.

### π 1502

Πηκτίς, πηκτίδος: πάνδουρα, μάχαιρα κρεωκόπος. παρὰ δὲ Ἀριστοφάνει ἐν Θεσμοφοριαζούσαις εἶδος ὀργάνου κιθαρῳδικοῦ. τὴν γραῦν ἐρωτᾷς, ἣ ’φέρεν τὰς πηκτίδας; ἢ εἶδος ἀκολάστου σχήματος. καὶ ἐν Ἐπιγράμμασι· ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις.

### π 1503

Πηκτόν: τὸ κατασκευαστὸν ἄροτρον.

### π 1504

Πηλαγόνος: ὄνομα Γίγαντος.

### π 1505

Πηλακισμός: ὁ ἐμπαιγμός.

### π 1506

Πήλαξ: ῥάγας.

### π 1507

Πηλέως μάχαιρα: παροιμία· ταύτην ἀναγράφει καὶ Ἀριστο‐ φάνης οὕτως· μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ. ἣ ἐδόκει σωφροσύνης γέρας ἡφαιστότευκτος, ἣν εἰλήφει μάχαιραν ὁ Πηλεύς.

### π 1508

Πηλείδης: ὁ τοῦ Πηλέως.

### π 1509

Πηλείωνος: ὄνομα κύριον.

### π 1510

Πηληϊάδεω Ἀχιλῆος: δι’ ἑνὸς λ.

### π 1511

Πήληκα: περικεφαλαίαν.

### π 1512

Πήληξ· Αἰσχίνης κατὰ Κτησιφῶντος. δῆμος τῆς Λεοντίδος.

### π 1513

Πηλίκον: ποταπόν.

### π 1514

Πήλιον: ὄνομα ὄρους.

### π 1515

Πηλός.

### π 1516

Πηλούσιον: ὄνομα τόπου. κλεὶς τῆς Αἰγύπτου καὶ εἰσόδου καὶ ἐξόδου. καὶ Πηλουσιώτης, ὁ πολίτης. ὅτι οἱ Πηλουσιῶται Κάσιοι φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον, δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες.

### π 1517

Πηλοφόροι: χειροτέχναι, μισθωτοί.

### π 1518

Πῆμα: κακόν, βλάβη, δυστυχία. Σοφοκλῆς· μὴ κακὸν κακῷ διδοὺς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. τὸ ἑξῆς· μὴ κακὸν κακῷ διδοὺς ἄκος μεῖζον ποιήσῃς τῆς ἄτης τὸ πῆμα. ἄτην φησὶ τὴν μανίαν, πῆμα δὲ τὸν θάνατον, ὅ ἐστι χεῖρον τῆς μανίας. καὶ αὖθις Σοφοκλῆς· Κρέων δέ σοι πῆμ’ οὐδέν, ἀλλ’ αὐτὸς σὺ σοί. εἰρήκει γὰρ Οἰδίπους, Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;

### π 1519

Πημανεῖ· Ἀριστοφάνης· οὐδὲ Κτησίας ὁ συκοφάντης πημανεῖ. οὗτος ἐπὶ συκοφαντίᾳ ἐκωμῳδεῖτο.

### π 1520

Πημαίνει: κακοῖ, βλάπτει.

### π 1521

Πῆ μέν: ὅπου μέν.

### π 1522

Πημήνειαν: βλάψειαν. ὁ δὲ οὐ πρότερον ἀνῆκε, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς ὅσους διαχειρίσασθαι.

### π 1523

Πημονή: ἡ βλάβη.

### π 1524

Πηνέλεως: ὄνομα κύριον.

### π 1525

Πηνελόπεια καὶ Πηνελόπη: ὀνόματα κύρια.

### π 1526

Πηνειός: ὄνομα ποταμοῦ, καὶ ὄνομα τόπου.

### π 1527

Πηνίκα: πότε. οὐκ εἰδότα, πηνίκα δὲ ἐξώρμησε τῆς νυκτός.

### π 1528

Πηνίκ’ ἐστὶν ὥρα τῆς ἡμέρας: ἀντὶ τοῦ ποία ὥρα ἐστὶ τῆς ἡμέρας; ὥρας γὰρ ἐζήτουν, οὐ καιρούς. τὸ δὲ ἀνταποδοτικόν, ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν. τὸ δέ, πηνίκ’ ἄττ’ ἀπώλετο οὐκ Ἀττικόν, οὐδὲ ἀρχαϊκόν, οὐδὲ ἀκριβές. ἔστι δὲ ἀντὶ τοῦ πότε δῆτα· παρέλκει γὰρ τὸ ἄττα· ἀλόγως γὰρ κεῖται, οὔτε γὰρ τὸ τινὰ σημαίνει οὔτε τὸ ἅτινα. οὐδὲν γὰρ τούτων ἁρμόζει τῷ ὁπηνίκα.

### π 1529

Πηνίκη: περικεφαλαία τριχωτή, καὶ περιθετὴ κόμη. ἔνθεν καὶ πηνικίζειν, τὸ ἀπατᾶν. τῆς δὲ περιθετῆς κόμης τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνίκην ἐκάλουν.

### π 1530

Πηνίον: ὁ ἄτρακτος, ἐν ᾧ εἱλεῖται ἡ κρόκη. καὶ τὰ τρο‐ χαῖα πανία κερταστὰς τούσδε ποτιρογέας καὶ σπάθας εὐβριθεῖς πολυ‐ άργυρα. καὶ Ὅμηρος· πηνίον ἐξέλκουσα. ὅθεν καὶ τὸ ἐκπηνιεῖται.

### π 1531

Πηνίον: ζῷον ὅμοιον κώνωπι. Ἀριστοφάνης Νεφέλαις· κείσεσθον ὥσπερ πηνίω βινουμένω. ἀντὶ τοῦ ξηροί· σκώπτει γὰρ τοὺς περὶ Χαιρεφῶντα εἰς ξηρότητα καὶ ἀσθένειαν. ὅτι δὲ κώνωπος εἶδός ἐστι, Σπεύσιππος ἐν τῷ ιβʹ τῶν ὁμοιοτήτων φησὶν οὕτως· πηνίον, ἐμπίς, κώνωψ.

### π 1532

Πηνίσματα: ὑφάσματα.

### π 1533

Πηός: ὁ κατ’ ἐπιγαμίαν συγγενής. καὶ Πηοσύνη, ἡ συγγαμβρία. καὶ Πηῶν, τῶν συγγενῶν. Ὅμηρος· πηούς τε φίλους τε.

### π 1534

Πήρα: ἡ θήκη τῶν ἄρτων. καὶ παροιμία· Πτωχοῦ πήρα οὐ πίμπλαται· ἐπὶ τῶν ἀπλήστων.

### π 1535

Πήρα: μάρσιππος, θήκη. καὶ πήραν, μέτρον σιτοδόκον σπορί‐ μου. καὶ Πηρίδιον. καὶ Ἀριστοφάνης· Τήλεφος ἐκ πηριδίου. οὗτος πέ‐ νης ἦν.

### π 1536

Πηρίν, πηρῖνος: τὸ αἰδοῖον.

### π 1537

Πηρός: ὁ παντάπασι μὴ ὁρῶν.

### π 1538

Πήρωσις: ἡ τύφλωσις.

### π 1539

Πήσσω: τὸ πηγνύω.

### π 1540

Πητύα: ὁ ὀπὸς ὁ τυρεύων τὸ γάλα. καὶ παροιμία· Αὐτὸς γὰρ εὗρε τοῦ κακοῦ τὴν πητύαν. ὅτι τὴν πηγήν. ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων.

### π 1541

Πηχίσκους: ξυλάρια πηχυαῖα. τῶν δὲ τὸν σχοῖνον ἑλκυσάν‐ των, ἐν ᾧ πηχίσκους τινὰς ἐμβαλόντες ἀνάβασιν ἀσφαλῆ ἀπειργάσαντο.

### π 1542

Πηχυαῖος.

### π 1543

Πῆχυς, πήχεως. τὸ ἀπὸ τοῦ ἀγκῶνος μέχρι τῶν δακτύλων τῆς χειρὸς ἔκταμα. ὅτι ὁ πῆχυς ἔχει πόδας ἕνα ἥμισυ, ὁ δὲ ποῦς ἔχει δακτύλους ιϛʹ.

### π 1544

Πιανάτω: πίονα ποιήσει. τὰ ὁλοκαυτώματά σου.

### π 1545

Πιανθήσεται.

### π 1546

Πιανῶ: λιπαρὸν ποιήσω.

### π 1547

Πιάνῃ: αὐθυπότακτον.

### π 1548

Πίαρι: τῷ λιπαρῷ.

### π 1549

Πίασος: ὄνομα κύριον. ἠράσθη Πίασος Θετταλὸς Λαρίσσης, τῆς ἑαυτοῦ θυγατρός, ἔρωτα ἄθεσμόν τε καὶ δυστυχῆ.

### π 1550

Πιγνύη: κνῆκος ὁ τὸν τυρὸν πηγνύων.

### π 1551

Πίγρης, Κὰρ ἀπὸ Ἁλικαρνασοῦ, ἀδελφὸς Ἀρτεμισίας, τῆς ἐν τοῖς πολέμοις διαφανοῦς, Μαυσώλου γυναικός· ὃς τῇ Ἰλιάδι παρενέβαλε κατὰ στίχον ἐλεγεῖον, οὕτω γράψας· μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος, οὐλομένην. μοῦσα, σὺ γὰρ πάσης πείρατ’ ἔχεις σοφίης. ἔγραψε καὶ τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην καὶ Βατρα‐ χομυομαχίαν.

### π 1552

Πίγρης, Πίγρητος: ὄνομα ποταμοῦ. καὶ Πίγρητα, ὄνομα τόπου.

### π 1553

Πίδακες: σταγόνες, πηγαί. καὶ αἱ μὲν κατ’ αὐτὸ πηγαὶ ἁλμυροῦ ὕδατος ἦσαν αἱ πᾶσαι.

### π 1554

Πιδακίων.

### π 1555

Πίδαξ: πηγή. ἢ σταγών. καὶ Εὐπῖδαξ χῶρος, ὁ καλὴν πηγὴν ἔχων. πορφυρίαν τε βότρυν, μεθυπίδακα, πυκνορρᾶγα. ἐν Ἐπιγράμμασι.

### π 1556

Πίδαιος: ὄνομα κύριον.

### π 1557

Πιδηέσσης: καθύγρου.

### π 1558

Πιδύειν: ἀναδίδειν.

### π 1559

Πιδύτης: ὄνομα κύριον.

### π 1560

Πιαίνων: θεραπεύων, ὑποτρέφων. Αἰλιανός· λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει, τὰ τῆς Φερεφάττης ὄργια ἐδίψησε θεάσασθαι, ἀτέλεστος ὤν.

### π 1561

Πιαίνω· αἰτιατικῇ. Πιαίνομαι δὲ δοτικῇ. καὶ ἐρίφοις ἐκ ποιμνίων πιαίνεσθαι.

### π 1562

Πίε: πῖθι.

### π 1563

Πιεζόμενος: βαρούμενος, δαμαζόμενος. καὶ ἀντὶ τοῦ λυπεῖ. Ἀριστοφάνης· τὸν Στιλβίδην πιέζει. ὁ δὲ Στιλβίδης μάντις ἄριστος καὶ εὐδόκιμος.

### π 1564

Πιερία: ὄρος Μακεδονίας. καὶ Πιερίδες, αἱ Μοῦσαι αἱ ἐν Μακεδονίᾳ. ἐν Ἐπιγράμμασι· οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον ἔρωτι· ὄργια τοσσατίων ἀμφιέπουσα πόθῳ.

### π 1565

Πιεστήριον: τὸ ἐκθλίβον.

### π 1566

Πίειρα: ἡ λιπαρή.

### π 1567

Πίῃ: αὐθυπότακτον.

### π 1568

Πιήεντα: λιπαρά, ἀνθηρά. ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἔλαιον.

### π 1569

Πιήναντα: λιπαροὺς ἐργασάμενον. Ἀλυάττου πολιορκοῦντος Πριήνην, τὸν Βίαντα τὸν σοφὸν πιήναντα δύο ἡμιόνους ἐξελάσαι εἰς τὸ στρατόπεδον. τὸν δὲ συνιδόντα καταπλαγῆναι, τὸ μέχρι καὶ ἀλόγων διατείνειν αὐτῶν τὴν εὐθηνίαν. καὶ ἐβουλήθη σπείσασθαι καὶ εἰσέπεμψεν ἄγγελον.

### π 1570

Πιθακίωνος.

### π 1571

Πιθάκνη: ὑποκοριστικῶς. μικρὸς πίθος. ὡς πολίχνη. παρὰ δὲ Ἀριστοφάνει πιθάκναι, οἱ ἔρημοι τόποι· διὰ γὰρ τὸν πόλεμον σπηλαίοις ᾤκουν οἱ ἐκ τῶν ἀγρῶν. οἱ δὲ παλαιοὶ φιδάκνην λέγουσι.

### π 1572

Πιθανόν· πιθανὸν ἀξίωμά ἐστι, τὸ ἄγον εἰς συγκατάθεσιν. οἷον εἴ τίς τι ἔτεκεν, ἐκείνη ἐκείνου μήτηρ ἐστί. ψεῦδος δὲ τοῦτο· οὐ γὰρ ἡ ὄρνις ᾠοῦ ἐστι μήτηρ.

### π 1573

Πιθανώτατος.

### π 1574

Πιθανούς: τοὺς εὐπειθεῖς. Ξενοφῶν Κύρου παιδείᾳ· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι. ὥσπερ φοβερούς, τοὺς φοβουμένους Θουκυδίδης. Ἀπ‐ πιανός· ἕνα δ’ αὐτῶν πιστὸν καὶ πιθανὸν εἰς τὸ ἔργον, ἐντυχόντα τοῖς ὑπάτοις ἐν ἀπορρήτῳ πίστιν αἰτῆσαι. καὶ πιθανότητές τινες συνεκύρησαν ἐκ τῆς περιπετείας· ἃς οἱ Ῥωμαῖοι παρεπλάττοντο, φιλο‐ τιμότερον τοῦ δέοντος. καὶ αὖθις· διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπετὲς εἶναι τῷ πλήθει πιθανόν. ἀντὶ τοῦ ἐξάρχοντα.

### π 1575

Πιθήκειον βλέμμα: τὸ τοῦ πιθήκου.

### π 1576

Πιθηκισμοῖς περιελαύνεις: ἀντὶ τοῦ ἀπάταις καὶ κολα‐ κεύμασί με νικᾷς. ἢ μιμήμασιν· ὡς καὶ αὐτοῦ ταῦτα πεποιηκότος.

### π 1577

Πίθηκος τῇ γυναικί· ζήτει ἐν τῷ διαθήκην διαθώμεθα, ἣν διέθετο πίθηκος τῇ γυναικί.

### π 1578

Πίθηκος: ἡ μιμώ. Πίθηξ δὲ παρά τισιν ὁ βραχὺς ἀνθρωπίσκος. καὶ Διαπιθηκίσαι, διαπαῖξαι. ἀπὸ τῶν πιθήκων· φιλοπραγμονέστατον γὰρ τὸ ζῷον. καὶ παροιμία· ἄπληστος πίθος ὁ ἐν ᾅδου. ζήτει ἐν τῷ ἀπληστία.

### π 1579

Πίθηκος: ἡ μιμώ. Βάβριος· κερδὼ πιθήκῳ φησίν· ἣν ὁρᾷς στήλην, ἐμοὶ πατρῴη τ’ ἐστὶ κἔτι παππῴη.

### π 1580

Πίθηκος: τὸ ζῷον, ἡ μιμώ. παρὰ τὸ πιθῶ, πιθήσω· πείθει γὰρ ἡμᾶς. καὶ παροιμία· Γέρων πίθηκος οὐχ ἁλίσκεται. ἁλίσκεται μέν, μετὰ χρόνον δ’ ἁλίσκεται. ἐπὶ τῶν δυστυχη‐ σάντων.

### π 1581

Πίθηκος ἐν πορφύρᾳ: παροιμία. ὅτι οἱ φαῦλοι, κἂν καλοῖς περιβληθῶσιν, ὅμως δ’ οὖν διαφαίνονται πονηροὶ ὄντες.

### π 1582

Πίθηξ: ἡ μιμώ.

### π 1583

Πῖθι: ἀντὶ τοῦ πίε.

### π 1584

Πίθνης: ὄνομα κύριον.

### π 1585

Πίθος: ὄνομα κύριον, καὶ τὸ οἰνηρὸν ἀγγεῖον.

### π 1586

Πιθοῦ: περισπᾶται· ἔστι γὰρ βʹ ἀόριστος. τούτους Ἀττικοὶ περισπῶσι, καὶ ἡ χρῆσις ἠκολούθησε τῇ διαλέκτῳ· ἡ γὰρ ἀναλογία βαρύνει. πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ’ ἐμοῦ φράσω.

### π 1587

Πιθών: ὀξυτόνως, διὰ τοῦ ι· βʹ γάρ ἐστιν ἀόριστος· λάθρα γὰρ ἦλθεν ὁ πιθὼν τοὺς κυρίους. Ἀριστοφάνης.

### π 1588

Πιθῶνος: ὄνομα κύριον.

### π 1589

Πιθοίατο: πεισθεῖεν.

### π 1590

Πιθοιγία: ἡ τοῦ πίθου ἀνοιγή.

### π 1591

Πίθυλλος· οὗτος ἡδονικὸς ἦν, Τένθης καλούμενος· ὃς καὶ περιγλωττίδα ὑμενίνην ἐφόρει, προσελυτρῶν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις· καὶ δακτυλήθρας εἶχεν, ἤσθιε τὸ ὄψον, ἵν’ ὡς θερμότατον ἀναδιδῷ τῇ γλώττῃ.

### π 1592

Πικεντίνη: ὄνομα τόπου.

### π 1593

Πικῆνοι: ὄνομα ἔθνους.

### π 1594

Πίκτωρ ὁ καὶ Φάβιος. ζήτει ἐν τῷ Φάβιος.

### π 1595

Πιλᾶτος· οὗτος ἐπὶ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐν τῇ Ἰουδαίᾳ ὑπὸ Ῥωμαίων σταλεὶς ἦρχε· μετὰ δὲ τὴν τοῦ Χριστοῦ σταύρωσιν εἰκόνα τοῦ Καίσαρος καὶ προτομὰς νύκτωρ εἰς τὸ ἱερὸν ἀνέθηκεν· ὄρθρου δὲ γενομένου, Ἰουδαῖοι θεασάμενοι τοσοῦτον ἐτα‐ ράχθησαν, ὥστε Πιλᾶτον ἐκδειματῶσαι καὶ ταύτας μεταθεῖναι. καὶ δὴ τὸν Κορβωνᾶν τὸν ἱερὸν θησαυρὸν διαφθείρας αἴτιος ἀναιρέσεως πολ‐ λῆς καὶ συγχύσεως τοῖς Ἰουδαίοις μίσει τῷ πρὸς αὐτοὺς ἐγένετο· τὴν γὰρ ἐπανάστασιν αὐτῶν ὑφορώμενος, πρὸ τοῦ βήματος αὑτοῦ στρα‐ τιώτας παρέστησεν, ἔνδοθεν μὲν ὅπλα φοροῦντας, ἔξωθεν δὲ ἰδιωτικὴν ἐσθῆτα ἀνυπονόητον. ὡς οὖν ἐστασίασαν, ἐπαφῆκε τοὺς στρατιώτας αὐτοῖς, καὶ οἱ μὲν ξύλοις, οἱ δὲ λίθοις αὐτοὺς παίοντες, τραυματίας ἀπέλυσαν· τινὰς δὲ καὶ ἀπέκτειναν. πολλοὶ δὲ αὐτῶν τῶν Ἰουδαίων καὶ ὑπ’ ἀλλήλων ὠθούμενοι, συμπατηθέντες ἀπώλοντο. ἐμίχθη δὲ τὸ αἷμα αὐτῶν μετὰ τῶν θυσιῶν. ζήτει περὶ Πιλάτου πλατύτερον ἐν τῷ ὀνόματι Νέρωνος.

### π 1596

Πιληθέντα: πυκνωθέντα. σοὶ τὸν πιληθέντα δι’ εὐξάντου τριχὸς ἀμνοῦ, Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέταλον.

### π 1597

Πίλημα περίτροχον: περιφερὲς σκέπασμα.

### π 1598

Πιλήσεσι: πυκνώσεσι. τῶν ἀχθοφόρων ζῴων διὰ τὰς πι‐ λήσεις οὐ σθενόντων τὰ πρὸς ἐδωδὴν παράγειν. καὶ αὖθις· Εἰνο‐ δίη, σοὶ τόνδε φίλη ἀνεθήκατο κόρσης πῖλον.

### π 1599

Πιλία: τὰ κέντουκλα.

### π 1600

Πιλίδιον: τὸ καμηλαύκιον.

### π 1601

Πῖλος: τὸ κέντουκλον.

### π 1602

Πῖλος: κόσμος περικεφάλαιος, ὃν οἱ μὲν κυρβασίαν, οἱ δὲ τιάραν, ἄλλοι δὲ κίδαριν καλοῦσιν. ἔστι δὲ πῖλος καὶ τάγμα, πρῶτος πῖλος καλούμενος.

### π 1603

Πιλῶ: τὸ ὁμαλίζω. καὶ Πιλωτός.

### π 1604

Πίλοις: πιλητοῖς. καὶ Πίλημα λέγεται. φοροῦσι δὲ ἐπὶ ταῖς κεφαλαῖς θώρακας πιλητούς, ὧν τὰ κύτη ὑπάρχουσι στερρὰ διὰ τὴν χρηστότητα τῶν πιλημάτων.

### π 1605

Πιμελή: πάχος, λιπαρότης. Ἀππιανός· ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα καὶ πιμελής. ἀντὶ τοῦ λιπαρός. Πιμελὴ καὶ στέαρ διαφέρει, τῷ τὴν πιμελὴν ψυχο‐ μένην ἄπηκτον διαμένειν, τὸ δὲ στέαρ καὶ διαπήσσεσθαι, ὥστε καὶ θρύπτεσθαι. ἡ μὲν οὖν πιμελὴ ἄθραυστος· δι’ ὃ καὶ οἱ ζωμοὶ τῶν μὲν πιμελωδῶν οὐ πήσσονται, καθάπερ ὑὸς καὶ ἄρκτου καὶ τῶν ἄλ‐ λων· οἱ δὲ τῶν στεατωδῶν πήσσονται, ὡς βοός, αἰγός, προβάτων.

### π 1606

Πιμπλάνεται: πληροῦται.

### π 1607

Πίμπραται: καίεται, ἐμπυρίζεται. Ἀππιανός· ὁ Μάρκιος πιμπράμενος ἐπὶ Ῥωμαίοις, φυγὴν καταδικασθεὶς καὶ μικρὸν ἐς αὐτοὺς οὐδὲν ἐπινοῶν ἐς Βολούσκους ἐτράπετο. καὶ αὖθις· ὁ δὲ τὸν θυ‐ μὸν αὐτοῦ εἰδὼς πιμπράμενον.

### π 1608

Πῖνα: ὁ ἰχθύς.

### π 1609

Πινακηδόν· πινακηδὸν ἀποσπῶν. ὥσπερ πίνακας ἀπὸ πλοίων. πίνακες δὲ αἱ μεγάλαι σανίδες τῶν πλοίων.

### π 1610

Πινάκια: τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρονόμων. ἔοικε δὲ ταῦτα εἶναι χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ Περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς, ὅταν λέγῃ ὁ ῥήτωρ, μικρὸν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον· τυχὸν πινάκιον λέγει, εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα κατὰ τῶν εἰσαγγελλομένων.

### π 1611

Πινακίδιον: δέλτος, τιτλάριον, σχεδάριον.

### π 1612

Πινάκιον: πυξίον. οἱ δὲ ἄρχοντες περὶ μέσας νύκτας ἔφερον τὸ ἀπὸ τοῦ στρατηγοῦ πινάκιον.

### π 1613

Πινακίοις: ἔθος ἦν τοὺς ταξιάρχους διὰ κήρυκος ἀπαγγέλλειν τοῖς ἑαυτῶν στρατιώταις τὰ δεδογμένα, οἷον ποῦ δεῖ πορεύεσθαι, καὶ πόσων ἡμερῶν δεῖ σιτία προνοεῖσθαι. Ἀριστοφάνης Ὄρνισι· σκοπεῖν δ’, ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις. ἀπὸ μεταφορᾶς τῶν φυ‐ λετῶν, οἵτινες προγράφουσι τοὺς στρατιώτας ἐν πίνακι.

### π 1614

Πινακοπώλης: ὁ ὀρνεοπώλης. ὅτι τὰ λιπαρὰ τῶν ὀρνέων ἐπὶ πινάκων τιθέντες ἐπώλουν. ἢ πίναξ, εἶδος ὀρνέου.

### π 1615

Πίναξ: σανὶς ἐζωγραφημένη.

### π 1616

Πιναρά: εὐτελῆ, ῥυπαρά, ταπεινά.

### π 1617

Πίνδαρος, Θηβῶν, Σκοπελίνου υἱός, κατὰ δέ τινας Δαϊφάν‐ του· ὃ καὶ μᾶλλον ἀληθές· ὁ γὰρ Σκοπελίνου ἐστὶν ἀφανέστερος καὶ προσγενὴς Πινδάρου. τινὲς δὲ καὶ Παγωνίδου ἱστόρησαν αὐτόν. μα‐ θητὴς δὲ Μυρτίδος γυναικός, γεγονὼς κατὰ τὴν ξεʹ ὀλυμπιάδα καὶ κατὰ τὴν Ξέρξου στρατείαν ὢν ἐτῶν μʹ. καὶ ἀδελφὸς μὲν ἦν αὐτῷ ὄνομα Ἐρωτίων καὶ υἱὸς Διόφαντος, θυγατέρες δὲ Εὔμητις καὶ Πρω‐ τομάχη. καὶ συνέβη αὐτῷ τοῦ βίου τελευτὴ κατ’ εὐχάς· αἰτήσαντι γὰρ τὸ κάλλιστον αὐτῷ δοθῆναι τῶν ἐν τῷ βίῳ ἀθρόον αὐτὸν ἀποθανεῖν ἐν θεάτρῳ, ἀνακεκλιμένον εἰς τὰ τοῦ ἐρωμένου Θεοξένου αὐτοῦ γό‐ νατα, ἐτῶν νεʹ. ἔγραψε δὲ ἐν βιβλίοις ιζʹ Δωρίδι διαλέκτῳ ταῦτα· Ὀλυμπιονίκας, Πυθιονίκας, Προσόδια, Παρθένια, Ἐνθρονισμούς, Βακ‐ χικά, Δαφνηφορικά, Παιᾶνας, Ὑπορχήματα, Ὕμνους, Διθυράμβους, Σκολιά, Ἐγκώμια, Θρήνους, δράματα τραγικὰ ιζʹ, ἐπιγράμματα ἐπικὰ καὶ καταλογάδην παραινέσεις τοῖς Ἕλλησι, καὶ ἄλλα πλεῖστα.

### π 1618

Πίνδαρος, Σκοπελίνου, Θηβαῖος, καὶ αὐτὸς λυρικός, ἀνεψιὸς τοῦ προτέρου.

### π 1619

Περὶ Πινδάρου· ὅτι τὰς Θήβας τὴν πόλιν Ἀλέξανδρόν φα‐ σιν εἰς ἔδαφος κατασκάψαι καὶ πλὴν ἱερῶν τε καὶ ἱερέων τοὺς ἄλλους ἀνδραποδίσαι· καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπο‐ γόνους τοῦ Πινδάρου λέγουσιν ὅτι ἀπαθεῖς ἐφύλαξεν, αἰδοῖ τῇ Πιν‐ δάρου, ὡς φησὶν Ἀρριανὸς ὁ ἱστορικὸς ἐν τῇ αʹ Ἀναβάσει Ἀλεξάνδρου.

### π 1620

Πινόεσσα: ῥυπῶσα, αὐχμῶσα. θυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα, ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν, ὅτι Πελασγῶν οὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος.

### π 1621

Πίνος. ὁ δὲ ἦν καὶ λέγειν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. φησὶ Δαμάσκιος.

### π 1622

Πινοτήρης: ὁ τῆς πίνας φύλαξ.

### π 1623

Πίνω· αἰτιατικῇ.

### π 1624

Πινώδης: ἡ ῥυπαρά.

### π 1625

Πινύσκω: πινυτὸν ποιῶ.

### π 1626

Πινυτός: φρόνιμος. καὶ Πινυτόφρονος, ἐμμελοῦς συν‐ ετῆς. εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς ἤσκησεν, Μου‐ σῶν ἄμμιγα καὶ Χαρίτων.

### π 1627

Πιξώδαρος· ὅτι Δέξιππος Κῷος, ἰατρός, Ἱπποκράτους μαθητής, μετα‐ πεμφθεὶς ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βασιλέως ἰάσασθαι αὐτοῦ τοὺς παῖδας ἀπογνωσθέντας, Μαύσωλον καὶ Πιξώδαρον, ἐπὶ ὑποσχέσει ἰάσατο τοῦ παῦσαι τὸν πρὸς Κᾶρας τότε αὐτοῖς ἐνεστῶτα πόλεμον.

### π 1628

Πίομαι, Πίωμεν δέ.

### π 1629

Πιόμενον· μυελὸν πιεῖν.

### π 1630

Πίονα: εὐδαίμονα, λιπαράν, καὶ εὐτραφῆ.

### π 1631

Πίονται, Πίωσι: τὰ παθητικὰ διὰ τοῦ ο μικροῦ, τὰ δὲ ἐνερ‐ γητικὰ διὰ τοῦ ω μεγάλου. οἷον πίωμεν καὶ φάγωμεν. πίνοντες τοῦ ὕδατος.

### π 1632

Πιότατος ἄνεμος: θρεπτικὸς, αὐξητικός. ἐν Ἐπιγράμμασι τόνδ’ ἀνέθηκε τῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ.

### π 1633

Πίωρ· οὗτος μοναχὸς ὢν περιπατῶν ἤσθιε. πυθομένου δέ τινος, διατί οὕτως ἐσθίεις; οὐ βούλομαι, ἔφη, τῷ βρώματι ὡς ἔργῳ χρήσα‐ σθαι, ἀλλ’ ὡς παρέργῳ. πρὸς ἄλλον δὲ ἐρωτήσαντα ἀπεκρίνατο· ἵνα μὴ ἐν τῷ ἐσθίειν, φησίν, ἡδονῆς σωματικῆς αἰσθάνοιτο ἡ ψυχή.

### π 1634

Πιππίζουσι: κατὰ μίμησιν τῶν ὀρνέων πεποίηται ἡ λέξις. λέγεται δὲ καὶ τὸ ποτίζειν πιππίζειν.

### π 1635

Πίμπλαται καὶ Ὑποπίμπλαται· Ἐμπιπλᾷ δέ.

### π 1636

Πιπράσκω· γενικῇ.

### π 1637

Πίσσα: ὄνομα πόλεως. καὶ ἡ ἄσφαλτος.

### π 1638

Πίσεα: οἱ κάθυγροι τόποι. καὶ ἀγλαὰ πίσεα γαίης βόσκεο. καὶ Πισσαῖος, ὁ πολίτης.

### π 1639

Πισσεύς: ὄνομα κύριον.

### π 1640

Πισία: χώρα.

### π 1641

Πισίαν: τρία κνώδαλά φησιν Ἀριστοφάνης, Πισίαν, Ὀσφύωνα, Διϊτρεφῆ.

### π 1642

Πισίας: ὄνομα κύριον. ἦν δὲ προδότης.

### π 1643

Πισιδία: χώρα. ὁ δὲ Κῦρος ὡς ἐπὶ Πισίδας δῆθεν ἐπορεύετο, ἐφ’ οὓς στρατεύειν προεφασίσατο.

### π 1644

Πισινοῦς: πόλις. καὶ Πισινοῦντα, θηλυκόν. καὶ Πισι‐ νουνταῖος, ὁ πολίτης.

### π 1645

Πισός. καὶ Πινσός· Πεσὸς δὲ παρὰ Προκοπίῳ.

### π 1646

Πιστέον: δεῖ πιστεύειν.

### π 1647

Πιστεύω· δοτικῇ.

### π 1648

Πίστις: ἀδήλου πράγματος ἐλπίς. ἁμαρτάνουσι δὲ οἱ λέ‐ γοντες τῆς πίστεως τὴν ὑπόληψιν γένος. ἀκολουθεῖ μὲν γὰρ τῇ πίστει ἡ ὑπόληψις· ἡ γὰρ πίστις ὑπόληψις· ἀδύνατον γὰρ χωρὶς ὑπο‐ λήψεως πίστιν γίνεσθαι. οὐ μὴν γένος οἷόν τε τῆς πίστεως τὴν ὑπό‐ ληψιν εἶναι· ἐνδέχεται γὰρ τὴν αὐτὴν ὑπόληψιν ἔχοντα ποτὲ μὲν πιστεύειν, ποτὲ δὲ οὔ. ὃ ἀδύνατον ἐπὶ τοῦ γένους· ἀδύνατον γὰρ τὸ αὐτὸ ζῷον ποτὲ μὲν ἄνθρωπον εἶναι, ποτὲ δὲ μή, καὶ τὸ αὐτὸ χρῶμα ποτὲ μὲν λευκὸν εἶναι, ποτὲ δὲ μή· μεταβάλλων γὰρ ὁ ἄνθρωπος οὐδὲ ζῷόν ἐστιν. ὥστε οὐδὲ ἡ ὑπόληψις ἡ αὐτὴ μένοι ἄν, οὐ μετὰ πίστεως οὖσα. καὶ πιστευομένη γὰρ ἔτι ἡ ὑπόληψις μένει· οὐ γὰρ κεκώλυταί τις τὴν αὐτὴν περί τινος ὑπόληψιν ἔχων, ποτὲ μὲν πιστεύειν αὐτῇ, ποτὲ δὲ μή. οἷον ὑπόληψιν ἔχων περὶ ψυχῆς, ὅτι ἀθάνατος, οὐ κεκώ‐ λυται ὕστερον διά τινας λόγους μὴ πιστεύειν.

### π 1649

Πίστις· ὅτι ἁμάρτημά ἐστι τὸ τὴν πίστιν ἀποδοῦναι σφοδρό‐ τητα ὑπολήψεως. καὶ γὰρ οὕτως ὁριζόμενος γένος μὲν λαμβάνει τὴν σφοδρότητα, διαφορὰν δὲ τὴν ὑπόληψιν· ἔχει δὲ ἔμπαλιν· τῆς γὰρ ὑπολήψεως γένους οὔσης, ἡ σφοδρότης ἐστὶ διαφορά· τῶν γὰρ ὑπο‐ λήψεων αἱ μέν εἰσι σφοδραί, αἱ δὲ μέτριαι· αὗται γὰρ ὑπολήψεων διαφοραί. καὶ ἔστιν ἡ πίστις ὑπόληψις σφοδρά.

### π 1650

Περὶ πίστεως· πίστιν μόνην ὁρίζομεν εἶναι ἀληθῆ καὶ καθαρω‐ τάτην, τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τὴν μίαν θεότητά τε καὶ κυριότητα, πάντων ὁρατῶν τε καὶ ἀοράτων δημιουργὸν καὶ βασιλίδα πάσης φαινομένης καὶ νοουμένης κτίσεως. καθ’ ἣν ἓν τὰ τρία νοούμενα σέβομεν καὶ τὸ ἓν ἐν τοῖς τρισὶ θεωρούμενον προσκυνοῦμεν, ὧν τὸ μὲν τῇ οὐσίᾳ γνωρίζεται, τὸ δὲ ταῖς ὑποστάσεσι καταγγέλλεται, μηδὲν τούτων ἐλαττοῦντες μηδὲ ὑπερτιθέντες, ἀλλ’ ἑνοῦντες μὲν τῇ οὐσίᾳ, ὥσπερ δὴ καὶ ἀξίᾳ καὶ ὁμοτιμίᾳ καὶ δόξῃ, διαιροῦντες δὲ ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις, καὶ ἰδιότησιν, ἑκάστης τούτων οὐσιω‐ δῶς ὑφεστώσης, ἐν ὑπάρξει ἰδίᾳ ἀμερίστως νοουμένης· ὅπερ παράδοξον· καὶ εἰδότες τὸν μὲν αἴτιον καὶ γεννήτορα καὶ προβολέα τὸν πατέρα, ἄναρχον καὶ ἀναίτιον, ἄχρονον καὶ ἀΐδιον· τὸ δὲ γέννημα καὶ υἱὸν τῷ πατρὶ συνάναρχον καὶ συναΐδιον, ἀναλλοίωτον καὶ ἀπαθῆ καὶ ἄρ‐ ρουν, ἐκ πατρὸς τὴν γέννησιν ἔχοντα, πρὸς αἴτιον δὲ καὶ ἀρχὴν τὸν πατέρα ἀναφερόμενον· τὸ δὲ ἐκπόρευμα, ἤτοι ἐκπορευτόν, καὶ ἁγι‐ αστικὴν δύναμιν, τὸ πνεῦμα τὸ ἅγιον ἀχρόνως ἀεὶ ἐκ πατρὸς προϊόν, οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς ἔχον τὴν πρόοδον, πατρὶ καὶ υἱῷ συνυπάρχον ἀϊδίως, συμπροσκυνούμενόν τε ὡς σύνθρονον καὶ ὁμότιμον καὶ ὁμόδοξον καὶ ὁμόθεον· δι’ οὗ καὶ ἀγγέλοις καὶ ἀνθρώποις καὶ πάσῃ λογικῇ φύσει τὰ θεῖα προχεῖται χαρίσματα. καὶ οὕτω τῆς τρισσο‐ φαοῦς θεαρχίας τὸ ἀπρόσιτον ἡμῖν καὶ ἀειλαμπὲς ἐναστράπτει σέλας. ἐξ ὧν καὶ τὸ ταὐτὸν καὶ ἑνιαῖον τῆς οὐσίας πιστεύεται καὶ τὸ τρισσὸν τῶν προσώπων δοξάζεται, τῶν συγχεόντων δὲ καὶ διαιρούντων τὰ συγχύσεως καὶ διαιρέσεως ἀνεπίδεκτα ἡ ἀθεΐα καὶ ἀτοπία καταβέβλη‐ ται καὶ κατήργηται.

### π 1651

Πιστός: ὁ εὐσεβής.

### π 1652

Πιστότης· τοσοῦτον αὐτοῖς ἐνεποίει τῆς βεβαίας ἐλπίδος ἡ τοῦ Μαρκελλίνου περὶ τὰ θεῖα πιστότης. καὶ Πιστεύοντες, ἀντὶ τοῦ θαρροῦντες. ὅτι λέγεται καὶ πιστότης. πάντως δὲ ἐπιτη‐ δεία ἐξ αὐτῆς τῆς συμβάσεως τὴν πιστότητα.

### π 1653

Πιστωσάμενος: πίστεις καὶ συνθήκας ποιησάμενος. τὸν δὲ ὁ Σωσίβιος διὰ πλειόνων λόγων πιστωσάμενος καὶ παρασκευάσας εὔνουν ἑαυτῷ.

### π 1654

Πιστώσαντες αὐτὸν τοῖς ὅρκοις: ἀντὶ τοῦ ὅρκον ἐξ αὐτοῦ λαβόντες. ὅταν γὰρ λέγωμεν, πιστῶ σε ὅρκῳ, ἀντὶ τοῦ ὅρκον ἐκ σοῦ λαμβάνω· πιστοῦμαί σε δὲ ὅρκῳ, ἀντὶ τοῦ ὅρκον σοι δίδωμι.

### π 1655

Πίστρα: ἡ ποτίστρα.

### π 1656

Πίσυνος: πεπιστευκώς, τεθαρρηκώς.

### π 1657

Πίττα. τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύνοντας ἐς τὸ ἀρχαῖόν τε καθισταμένους πάντα. ὅθεν παλαῖστραί τε ἀνήβησαν καὶ σπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο ἡ Λακεδαίμων ἑαυτῇ ὁμοία.

### π 1658

Πιττάκειον: μετουσιαστικῶς. τὸ τοῦ Πιττακοῦ. καὶ Σίμων φησί· ἄνδρ’ ἀγαθὸν ἀλαθέα γενέσθαι χαλεπόν, τὸ Πιττάκειον. εἴρηκε γὰρ ὁ Πιττακός· χαλεπὸν ἐσθλὸν ἔμμεναι.

### π 1659

Πιττακός, Μιτυληναῖος, υἱὸς Καϊκοῦ ἢ Ὑρραδίου Θρᾳκός, μη‐ τρὸς δὲ Λεσβίας. οὗτος γέγονε κατὰ τὴν λβʹ ὀλυμπιάδα, εἷς καὶ αὐτὸς τῶν ζʹ σοφῶν. ἔγραψε νόμους καὶ τῇ μβʹ ὀλυμπιάδι Μέλαγχρον τὸν τύραννον Μιτυλήνης ἀνεῖλε καὶ Φρύνωνα στρατηγὸν Ἀθηναίων πολε‐ μοῦντα ὑπὲρ τοῦ Σιγείου μονομαχῶν ἀπέκτεινε, δικτύῳ περιβαλὼν αὐτόν. γηραιὸς δὲ ἀναγκαζόμενος στρατηγεῖν ἔφη· ὡς χαλεπὸν ἐσθλὸν ἔμμεναι. τούτου ἀπόφθεγμα, καιρὸν γνῶθι. ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη χʹ, καὶ ὑπὲρ νόμων καταλογάδην.

### π 1660

Πιττακός. καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.

### π 1661

Πιταναῖος.

### π 1662

Πιτηρούμ: ὄνομα κύριον.

### π 1663

Πιτθεύς, Πιτθέως. δῆμος τῆς Κεκροπίδος ἡ Πιτθίς.

### π 1664

Πιτθείδης: πατρωνυμικόν. καὶ Πιτθῆος.

### π 1665

Πίτνα: ἐξέτεινε.

### π 1666

Πιττουμένων: τὰ σκέλη ἀλειφομένων.

### π 1667

Πιτυάνη: ἀσκὸς μικρός.

### π 1668

Πιτυάνη εἰμί: αὕτη παρ’ Ἀλκαίῳ κεῖται. λέγεται καὶ κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων ἅμα καὶ εὐπραξίαις, παρόσον καὶ τῇ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα, ὧν καὶ Ἑλλάνικος μέμνηται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισθῆναι καὶ πάλιν ὑπὸ Ἐρυ‐ θραίων ἐλευθερωθῆναι.

### π 1669

Πίτυλος: κτυπητής, φαντασιοσκόπος. καὶ Πιτυλεύσας παρ’ Ἀριστοφάνει. καὶ Πιτυλίζω, ῥῆμα. οἷον ἔστιν ἰχθύων γέ‐ νεσιν ἰδεῖν ἐν κολύμβοις πιτυλίζουσαν.

### π 1670

Πιτυοῦς: πολίχνιον ἐν πέρατι μὲν θαλάττης τῆς Ποντικῆς κατὰ δεξιὰν κείμενον, τέλος δὲ καὶ τῆς Ῥωμαίων ἀρχῆς γινόμενον, βαρβάροις καὶ ὠμοῖς ἔθνεσι συνάπτον.

### π 1671

Πίτυς: εἶδος δένδρου κωνοφόρου, ἡ παρ’ ἡμῖν στροβιλέα. Ξενοφῶν· χωρίον πίτυσι διαλειπούσαις μεγάλαις, ἀνθ’ ὧν ἑστηκότες ἄνδρες τὶ ἂν πάθοιεν. καὶ Πιτύστεπτος, ὁ Πάν. Πανὸς τει‐ χήεσσα πιτυστέπτοιο καλιή.

### π 1672

Πίφλιξ: εἶδος ὄρνιθος.

### π 1673

Πλαγάς· Ἠλέκτρα· θρηνοῦσα γὰρ ἔτυπτε τὸ στῆθος πρὸς ἕκαστον Ἠλέκτρα. πολλὰς δ’ ἀντήρεις ᾔσθου στέρνων πλαγὰς αἱμασσομένων.

### π 1674

Πλαγία φάλαγξ: ἥτις ἔχει τὸ μῆκος τοῦ βάθους πολλα‐ πλάσιον.

### π 1675

Πλαγίως: δολίως.

### π 1676

Πλαγκτή: ἡ πλανωμένη.

### π 1677

Πλαγγόνων· τὰ μειράκια θρυπτόμενα παρὰ ταῖς τίτθαις στωμύλλεσθαι καὶ λέγειν περὶ κρόκης καὶ στημόνων καὶ πλαγγόνων ἐάσωμεν.

### π 1678

Πλαγωνεία.

### π 1679

Πλαδαρόν: χαῦνον, ὑγρόν. πλάδας γὰρ καὶ πλαδώσεις. καὶ Πλαδαρώματα. καὶ Πλαδῶσιν, ὑγροῖς, χαύνοις, ἀσθενέσιν. οὐ γὰρ ἔτι ὀρέγεσθαι τροφῆς, πλαδῶντος αὐτῷ τοῦ στομάχου. τουτέστιν ὑγροῦ καὶ ἀσθενοῦς ὄντος. οὕτω φησὶ Δαμάσκιος. καὶ αὖθις Πολύ‐ βιος· τὰ μὲν ἄλλα καλῶς ἔχειν αὐτῷ πρὸς τὴν χρείαν, τὸ δὲ δόρυ πλαδαρὸν εἶναι. καὶ Πλαδόωσαν.

### π 1680

Πλαδδιεῖν: παραφρονεῖν, πολεμεῖν, πλησιάζειν.

### π 1681

Πλάζοντος: ἀποπλανῶντος. πλάζοντος τοῦ δέους τὰς ὄψεις.

### π 1682

Πλάθειν: πλησιάζειν. τὰ δὲ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλά‐ θειν. προσπελάζειν. τουτέστιν οὐχ οἷόντε σε ἐρίζειν τοῖς δυνατοῖς.

### π 1683

Πλακιάδαι: δῆμος τῆς Ἀττικῆς· ἔνθα ῥαφανίδες μεγάλαι γίνονται.

### π 1684

Πλακίδας: ὄνομα κύριον.

### π 1685

Πλακίλλα, γαμετὴ Θεοδοσίου τοῦ μεγάλου· ἥτις εὐσεβὴς καὶ φιλόπτωχος ἦν καὶ δι’ ἑαυτῆς τοῖς νοσοῦσι καὶ τοῖς λελωβημένοις ὑπηρέτει. πρώτη δὲ τοῦ ἀνδρὸς ἐτελεύτησεν. ἔδειξε δὲ μάλιστα τὸ περὶ αὐτὴν τοῦ βασιλέως φιλόστοργον ἡ ὀργὴ τοῦ βασιλέως, ἣν κατὰ Ἀντιοχέων ὠργίσθη, δι’ ἣν κατέαξαν σύραντες τὴν στήλην, ἀγανακ‐ τοῦντες, δι’ ὧν ἐπέθηκε τέλη δημόσια ὁ βασιλεὺς ταῖς πόλεσι προ‐ φάσει τῶν συνεχῶν πολέμων. ὅτε καὶ ὁ Χρυσόστομος τοὺς Ἀνδριάντας ἔγραψε.

### π 1686

Πλακόεις. καὶ τὸν πλακόεντα πίον τυροφόρον.

### π 1687

Πλάνη: ἡ τοῦ σκοποῦ ἀπότευξις.

### π 1688

Πλάνης· πλάνητος. ὥσπερ πλάνης ἄνθρωπος κατὰ βίου πρό‐ φασιν πορευόμενος. ἀντὶ τοῦ πλανήτης.

### π 1689

Πλανήτης: ξένος. καὶ Πλανῆτες, οἱ τῇδε κἀκεῖσε περι‐ νοστοῦντες. ὁ Ἡράκλειος ὁ βασιλεὺς λειποταξίου ποινὰς τοὺς πλα‐ νήτας τῆς Ῥωμαϊκῆς δυνάμεως εἰσεπράττετο· καὶ ὅσοι τῷ πόνῳ χαίρειν εἰπόντες τηνάλλως δεῦρο κἀκεῖσε περιενόστουν, βασάνοις ἐπὶ σωφρο‐ σύνῃ μετήγοντο. Πλανῆτις δὲ θηλυκὸν διὰ τοῦ ι. ζήτει περὶ πλανήτων ἀστέρων ἐν τῷ φαιόν.

### π 1690

Πλανῶ· αἰτιατικῇ.

### π 1691

Πλανύττομεν: πλανώμεθα. κωμικῶς παρῆκται. Ἀριστοφάνης Ὄρνισι.

### π 1692

Πλαξίν· ὅτι ἐν ταῖς θεογράφοις πλαξὶ ταῦτα ἦν γεγραμμένα· ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. αʹ· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. βʹ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς, οὐδ’ οὐ μὴ λατρεύσεις αὐτοῖς. γʹ· οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. δʹ· μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. εʹ· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γέ‐ νηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. ϛʹ· οὐ μοιχεύσεις. ζʹ· οὐ κλέψεις. ηʹ· οὐ φονεύσεις. θʹ· οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου ψευδομαρτυρία. ιʹ· οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὐδὲ τὸν ἀγρὸν τοῦ πλη‐ σίον σου οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὸν βοῦν αὐτοῦ οὐδὲ τὴν παι‐ δίσκην αὐτοῦ οὔτε τὸ ὑποζύγιον αὐτοῦ οὔθ’ ὅσα τῷ πλησίον σου ἐστίν.

### π 1693

Πλάσις: ἀνάμιξις, ἐκτύπωμα, μάλθαξις. καὶ παροιμία· Κηροῦ εὐπλαστότερος. ἐπὶ τῶν εὐχερῶς τι ἀντιλαμβανομένων.

### π 1694

Πλάσμα.

### π 1695

Πλάστιγξ: τοῦ ζυγοῦ τὸ ἀντίρροπον. καὶ τὸ κατηρτημένον τοῦ ζυγοῦ μέρος, ᾧ ἐπεντίθενται τὰ ζυγά. ἅμα τοῖς τῶν πλαστίγ‐ γων ἐπιστάταις ἀποκατέστησε τοῖς Πέρσαις τὰ χρήματα.

### π 1696

Πλάστιγξ: τὸ κοῖλον τοῦ κοττάβου, καὶ τοῦ ζυγοῦ. ὅτι Ὅμηρος εἰς τὴν αὐτὴν τίθησι πλάστιγγα τῇ μανίᾳ τὴν μέθην λέγων, Αἰνεία, Τρώων βουληφόρε, ποῦ τοι ἀπειλαί, ἃς Τρώων βασιλεῦσιν ὑπέσχεο οἰνοποτάζων;

### π 1697

Πλαταγή: εἶδος ὀργάνου, ἦχον καὶ ψόφον ἀποτελοῦντος. ὁ δὲ πλαταγὴν χαλκευσάμενος ἐπλατάγει.

### π 1698

Πλαταγώνιον: τὸ μηδέν. κυρίως δὲ τὸ τῆς μήκωνος φύλλον, καὶ τὸ τῆς ἀνεμώνης. ἀπὸ τοῦ πλατάσσειν, τουτέστιν ἠχεῖν. κατα‐ χρηστικῶς δὲ ᾡτινιοῦν πλάτος ἔχοντι. ὅθεν καὶ ἡ πλαταγή. ἐσημει‐ οῦντο δὲ ἀπ’ αὐτοῦ τὴν τῶν ἐρωμένων στοργήν, τιθέντες ἐπί τε τοῦ ἀντίχειρος καὶ τοῦ λιχανοῦ καὶ ἀντικόπτοντες. καὶ εἰ μὲν ἤχησεν, ἐστέργοντο· εἰ δὲ μή, τὸ ἀνάπαλιν.

### π 1699

Πλαταμῶνος: ὄνομα τόπου.

### π 1700

Πλαταιά: πόλις. καὶ Πλάταιαν, ὄνομα πόλεως.

### π 1701

Πλαταιεύς· καὶ Πλαταιέα ναῦς. καὶ Πλαταιεῖς, ἐθνικόν.

### π 1702

Πλάτη: κώπη, πλάτη, καὶ εἶδος πλοίου. ὥσπερ Παλαμήδης τὰς πλάτας ῥίψω γράφων Ναυπλίῳ.

### π 1703

Πλάτη: πλοῖον. πλάτην μυριοφόρον, πύργοις τε καὶ περι‐ φράγμασι παντοίοις κοσμήσας ἄνωθεν, κατὰ ῥεῦμα ἀφίησι.

### π 1704

Πλατιάζειν: ἀλαζονεύεσθαι.

### π 1705

Πλάτις: ἡ γυνή. παρὰ τὸ πελάζειν τῷ ἀνδρὶ κατὰ τὴν κοί‐ την. Ἀριστοφάνης Ἀχαρνεῦσι· καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι.

### π 1706

Πλάττω· αἰτιατικῇ.

### π 1707

Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σό‐ λων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπι‐ φανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρί‐ στωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κλη‐ θῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυ‐ σίους· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ δι‐ εδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϛʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτι‐ κοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ.

### π 1708

Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀρι‐ στοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφ’ ἱέρων, Γρῦπες, Δαίδαλος, Ἑορταί, Ἑλλὰς ἢ Νῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, Λάκωνες ἢ Ποιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, Ξάν‐ ται ἢ Κέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμ‐ πρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα.

### π 1709

Πλάτων ὁ φιλόσοφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσο‐ δος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσο‐ φοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. ὅτι ὁ Πλάτων ἐν Νόμοις φησὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέσποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις. οὐ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλ‐ κειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν. ὁ αὐτὸς Πλάτων φησὶ θεολο‐ γῶν· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον μὲν καὶ ἀπογινό‐ μενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς· λέγο‐ μεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται. τὸ δὲ ἔστι μόνον κατὰ τὸν ἀλη‐ θινὸν λόγον προσήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον χρὴ λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώσεις πολλὰς ὑποδεχό‐ μενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸς Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι καί γε λεκτέον αἴτιος τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιος. ὁ αὐτὸς ἐν τοῖς Νόμοις δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φη‐ σίν· ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων εὐθέα περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σωμάτων εὐμορ‐ φίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, κατα‐ λείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι τοιούτους ἄλλους λαβών, σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸς ἐν τῷ Γοργίᾳ καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βελτίων γίνεσθαι καί τι τῷ ὄντι ὀνίνασθαι ἢ παρά‐ δειγμα ἄλλοις γίγνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβού‐ μενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾅδου. οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γέ‐ νωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς τοιαύτας ἁμαρτίας ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικε σεσυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωσέως ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα (ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον), ἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα καθάπερ αἱ πόλεις τρέφουσι τοὺς δημίους, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν τὴν προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸς περὶ τῶν λήξεων καὶ ἀποκληρώσεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί φησιν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδην ἀφικόμενος, ἐν βορβόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖ μεταχωρήσας μετὰ θεῶν οἰκήσει. καὶ αὖθις· τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νή‐ σους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε.

### π 1710

Πλάτωνος· φυλάττει.

### π 1711

Πλατώνειος λόγος: ὁ τοῦ Πλάτωνος.

### π 1712

Πλατυγίζει: τοῖς πτεροῖς κρούει. πλατυγίζῃ καὶ θαλαττο‐ κοπεῖς. ἄμφω μεγαλορρημοσύνης ῥήματα. ἀντὶ τοῦ πλατύνῃ καὶ ἀλα‐ ζονεύῃ. ἀπὸ τοῦ πλατυτέρου μέρους τῆς κώπης, ὃ τῇ θαλάττῃ μᾶλλον προσερείδει καὶ τύπτον τὸ ὕδωρ τῇ εἰρεσίᾳ κτύπον ἀπεργάζεται, ἡ μεταφορά. κυρίως δὲ πλατυγίζειν ἐστὶ τὸ ἐπιτιθέναι τὸ πλαταγώνιον τῇ ἀριστερᾷ χειρὶ καὶ παίειν τῇ δεξιᾷ καὶ ἦχον ἀποτελεῖν.

### π 1713

Πλατύνω· αἰτιατικῇ· πλάτυνον τὸ στόμα σου. δοτικῇ δέ· πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ.

### π 1714

Πλατύπιλος κυνῆ περικεφαλαία Θεσσαλίς· περὶ πίλου λέγει.

### π 1715

Πλαίσιον: τετράγωνος τάξις στρατεύματος. καὶ τὸ ἐκ ξύλων τετραγώνων πῆγμα, ὅ τινες πλινθίον καλοῦσιν. ὁπόταν πρὸς πά‐ σας τὰς πλευρὰς παρατάξηταί τις ἑτερομήκει σχήματι. [Omitted graphic marker]

### π 1716

Πλαίσια σύμπτυκτα: τὰ τῶν ξύλων τετράγωνα, ὥσπερ πλιν‐ θία, ἐν οἷς πλινθεύουσι σύμμικτα πρὸς οὐδέν, ἀλλ’ οἷον περιττὰ καὶ σοφά.

### π 1717

Πλέα: πλήρη, πεπληρωμένη. ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών. περὶ κύλικός φησιν· ἐπειδὴ μεγάλη ἦν καὶ πλέα.

### π 1718

Πλέας: πλείους.

### π 1719

Πλέθρα: μέτρα γῆς, ἤγουν ἄρουραι. ἢ τοὺς διύγρους τόπους καὶ βοτανώδεις. ἔχει δὲ τὸ πλέθρον πήχεις ξηʹ δίμοιρον.

### π 1720

Πλέθρον: τὸ τοῦ σταδίου ἕκτον μέρος, ὅπερ ἐστὶ πηχῶν ξηʹ· ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρακοσίων. ἢ πανταχόθεν ἔχον πόδας ληʹ. καὶ Πλεθριαῖον διάστημα. ὅτι τὸ πλέθρον ἔχει πόδας ρʹ. Ξενοφῶν φησι πλεθριαίους φοίνικας φύεσθαι ἐν Βαβυλῶνι ἢ καὶ μεί‐ ζονας. σταδίου πηχῶν υʹ. ὅτι ἐξέδωκεν ἡ πόλις Ἀθηναίων τὰς θυγατέρας Ἀριστείδου, καὶ Λυσιμάχῳ τῷ παιδὶ βʹ δραχμὰς τῆς ἡμέρας ἐδίδου καὶ γῆς πεφυτευμένης ἐδωρήσατο νʹ πλέθρα καὶ ἀροσίμης ρʹ.

### π 1721

Πλέκος: τὸ πλέγμα. τὸ πεπλεγμένον σπυρίδιον. ὡς ἀπὸ τοῦ βλέπω βλέπος, οὐδετέρως, καὶ ἀπὸ τοῦ ῥέω ῥέος. Αἰσχύλος· ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος. οὕτως καὶ πλέκος. Ἀριστοφάνης· ἀπέπτυστ’ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος. καὶ αὖθις· τί δ’, ὦ τάλας γε, τοῦδ’ ἔχῃ πλέκους χρέος;

### π 1722

Πλεκοῦν: τὸ συνουσιάζειν. παρὰ τὸ πλέκεσθαι. στύοιντ’ ἂν ἄνδρες κἀπιθυμοῖεν πλεκοῦν.

### π 1723

Πλέκω· αἰτιατικῇ. ὅτι τὸ πλέκειν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν, οὐχ ὡς προηγουμένως τούτου σημαινομένου, ἀλλ’ ὁμοίως πολλοῖς συμβολικοῖς σωματο‐ ποιοῦντες, καὶ μάλιστα ἐν οἷς τὸ εὐθυρρημονεῖν ἐνίσταται. Ἀριστοφάνης Πλούτῳ· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.

### π 1724

Πλεονεκτῶ: τὸ πλέον ἔχω· γενικῇ· καὶ τῶν Θουκυδίδου λόγων πλεονεκ‐ τεῖ. πλεονεκτῶ δὲ τὸ ἀδικῶ· αἰτιατικῇ. ὡς τό, πλεονεκτεῖ ἡμᾶς ὁ διάβολος.

### π 1725

Πλεονεξία: ἡ ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβη παρὰ τῷ Ἀποστόλῳ. παρὰ δὲ Διονυσίῳ Ἁλικαρνασεῖ πλεονεξία, ἡ νίκη. οὔθ’ ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφε‐ τερίσασθαι ἤθελον οἱ στρατιῶται.

### π 1726

Πλεονεξία: παρὰ τοῖς ῥήτορσιν οὐ μόνον ἐπὶ τῶν παρὰ τὸ δίκαιον ἀξιούντων πλέον ἔχειν καὶ τὸ πλεονεκτεῖν, ἀλλὰ καὶ ἐπὶ τοῦ βελτίονος ἑκάτερον αὐτῶν ἔταξαν, ὅταν τοῦ ἀγαθοῦ πλέον ἔχῃ τις ἑτέρων. Σοφοκλῆς· ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερ‐ φέρουσα τῷ πολυζήλῳ βίῳ ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται.

### π 1727

Πλεῦνος: ἀντὶ τοῦ πλείονος. Ἡρόδοτος· ὡς δὲ τοῦ πλεῦνός τε ἐδέετο ἡ πολιορκίη, ἀπηλλάσσοντο.

### π 1728

Πλευρῖτις: νόσος.

### π 1729

Πλειάς: τὸ ἑξάστερον.

### π 1730

Πλεῖαι: αἱ πεπληρωμέναι.

### π 1731

Πλεῖν: πλέειν.

### π 1732

Πλεῖν: πλέον. Ἀριστοφάνης· καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ’ ἄξιον στατήρων. καὶ αὖθις· ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. καὶ αὖθις· πολὺ γὰρ ἐμμελέστερον, χέσαι πλεῖν ἢ λʹ ἡμέρας. καὶ αὖθις· πλεῖν ἢ σταδίῳ λαλίστερα Εὐριπίδης. ἀντὶ τοῦ πλέον φλυαρώτερα· ὡς ἐπὶ δρόμου. Ἀριστοφάνης· ἔτ’ ἔστ’ ἐνθάδε μειρακύλλια τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια. καὶ αὖθις· πλεῖν ἑξακοσίους τὸν ἀριθμόν.

### π 1733

Πλεῖν ἢ ’νιαυτῷ πρεσβύτερος ἀπέρχομαι: παρὰ τὸ Ὁμηρικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. καί, ἐν ὠμῷ γήραϊ θῆκε. διὰ τὴν ἀηδίαν οὖν γηράσκω φησὶν Ἀριστοφάνης· ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ ἐνιαυτῷ πρεσβύτερος ἀπέρ‐ χομαι.

### π 1734

Πλείονος: πλειοτέρου.

### π 1735

Πλειόνων: τῶν νεκρῶν. ἡ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων.

### π 1736

Πλειών, πλειῶνος: ὁ ἐνιαυτός. ἀπὸ τοῦ ἐν αὐτῷ πληροῦσθαι τοὺς καιρούς. ἐκ πολλοῦ πλειῶνος. ἐκ πολλοῦ χρόνου.

### π 1737

Πλεισθένης.

### π 1738

Πλειστηριάσας: πλείονος πωλήσας, οὗ ὠνήσατο. ἐποίει δὲ τοῦτο καὶ μετάμελος προσεποιεῖτο γεγονέναι, πλειστηριάζων αὐτούς. καὶ Πλειστηριάσαντες, ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πιπρασκομένων. οὕτως Λυσίας καὶ Πλάτων ὁ κωμικός. Πλειστο‐ βολεῖν λέγουσιν, ὡς ἡμεῖς, Ἀττικοί.

### π 1739

Πλειστοδόκεια: ἡ πλείστη δόκησις.

### π 1740

Πλεῖστον ὅσον: πολύ.

### π 1741

Πλειστώναξ: ὄνομα κύριον.

### π 1742

Πλείτω· οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει, ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας.

### π 1743

Πληγαί· ὅτι ἐν μʹ ἡμέραις γεγόνασιν αἱ κατ’ Αἴγυπτον πληγαί.

### π 1744

Πλῆθος: παρὰ Θουκυδίδῃ καὶ ἐπ’ ὀλίγων λέγεται.

### π 1745

Πλήθουσα ἀγορά: ὥρα τρίτη. ἠκροβολίζοντο περὶ πλή‐ θουσαν ἀγοράν. λέγεται καί· πληθυούσης ἀγορᾶς ἐν μέσῳ στὰς εἶπε.

### π 1746

Πλήθω· γενικῇ.

### π 1747

Πληθώρα: ἡ πλησμονή. καί, πληθωρεῖται (πληθύνεται) ὁ Νεῖλος.

### π 1748

Πληθύουσιν: αὐξάνουσι, πλεονάζουσι. χρόνῳ δὲ ὕστερον πλη‐ θύουσι τοῖς Μινύαις εἰς ὕβριν ἐχώρουν βασιλείας τε ἀντεποιοῦντο. καί ς’ ὁ πληθύων χρόνος γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.

### π 1749

Πληϊάς: τὸ ἄστρον.

### π 1750

Πλῆκται: πολεμικοί. εἰσὶ δὲ πλῆκται ἀγαθοὶ καὶ παρὰ Βακ‐ χαίοις.

### π 1751

Πληκτηρίζω.

### π 1752

Πλῆκτρον: ὅπερ περιετίθεσαν τοῖς ἀλεκτρυόσι χαλκοῦν ἐν τῷ μάχεσθαι. καὶ παροιμία· αἶρε πλῆκτρον ἀμυντήριον· κἀκεῖνοι γὰρ ἔχουσι πλῆκτρα, οἷς μάχονται. πλῆκτρα οὖν τὰ ἐμβαλλόμενα χαλκᾶ τοῖς ἀλεκτρυόσι.

### π 1753

Πλημμέλεια.

### π 1754

Πλημμελεῖν: τὸ ἀτακτεῖν, καὶ ὑβρίζειν, καὶ ῥᾳθυμεῖν. καὶ πλημμελές, τὸ ἐκμελές, καὶ ῥᾴθυμον, καὶ ἀπαίδευτον. Λύσις· τὸ δὲ ἄχρηστον φίλον ὁμολογεῖν πλημμελές. πλημμελῶς ἂν δόξειε λέγειν. ὁ δὲ διὰ τὸ οἰκεῖον πλημμέλημα ὑπ’ ἐμοῦ παυθήσεται τῆς ἀρχῆς. τουτέστι πταῖσμα. τὸν δὲ κεκτημένον τὸ νωτοφόρον ζῷον ὀπίσω τραπέσθαι ἐκέλευον καὶ ἐπανορθοῦσθαι τοῦ πλημμελήματος.

### π 1755

Πλήμη: ἡ πλημμύρα τῆς θαλάσσης. καὶ Πλημμυρίς, ἡ ταραχή.

### π 1756

Πλῆμναι: αἱ χοινικίδες τοῦ ἅρματος.

### π 1757

Πλήν: ἐπίρρημα.

### π 1758

Πλῆντο: ἐπληροῦντο. πλήρεσιν ἱστίοις εἰς τὴν αὐτοῦ φιλο‐ σοφίαν ἀφῆκεν. ἀντὶ τοῦ παντὶ σθένει, πάσῃ δυνάμει, ὅλῃ ψυχῇ.

### π 1759

Πλήρης: ὁ πεπληρωμένος. καὶ οἱ πλήρεις πληθυντικόν. καὶ πλήρης, ἐπίρρημα.

### π 1760

Πληρῶ· αἰτιατικῇ. ὡς τό, ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι. πλη‐ ροῦμαι δὲ γενικῇ· σκότου καὶ δίνης πληροῦται τὰς ὄψεις.

### π 1761

Πληρώματα: ὁ τῶν νηῶν φόρτος. ὁ δὲ ἀναλαβὼν τὰ πλη‐ ρώματα καὶ τοὺς αἰχμαλώτους ἧκεν εἰς τὴν Ῥώμην. Πλήρωμα καὶ οἱ ἐπιβάται. τὴν δὲ ναῦν καταρτίσαντες πληρώματι ἐπιλέκτῳ. καὶ αὖθις· παρεκόμιζον χρείας τοῖς πληρώμασι. καὶ Ἀριστοφάνης· τούτων πλήρωμα τάλαντ’ ἐγγὺς ͵βʹ.

### π 1762

Πληρωτής· Δημοσθένης κατὰ Ἀριστογείτονος. πληρωτὰς ἐκά‐ λουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι.

### π 1763

Πλήσσεται.

### π 1764

Πλήσσω· αἰτιατικῇ.

### π 1765

Πλησιάζω· δοτικῇ.

### π 1766

Πλησιαίτερος: ὁ πλησίον ὤν.

### π 1767

Πλησίον: ἐγγύς.

### π 1768

Πλήσιος: τὰ παρὰ μέλλοντα γινόμενα προπαροξύτονα, τὸ ἀνεψιὸς καὶ δεξιὸς ὀξύνονται. τὸ δὲ πλήσιος ἀπὸ τοῦ πλῆτος, πλή‐ τιος, ὡς ἄμβροτος, ἀμβρόσιος, τροπῇ τοῦ τέλους. οὐ γέγονε δὲ τὸ πλήσιος παρὰ μέλλοντα· οἱ γὰρ Λάκωνες τὰ παρὰ μέλλοντα εἰς τ οὐ τρέπουσιν, ἀλλ’ ἀπὸ τῶν εἰς τὸ ς· ἐνιαυτός, ἐνιαύσιος, ἐνιαύτιος λέ‐ γουσιν, ὑπόμνημα διδόντες τοῦ πρώτου τ· πλοῦτος, πλούσιος, πλού‐ τιος· τὸ δὲ πλήσιος πλήτιος λέγουσιν. ὥστε οὐ παρὰ μέλλοντα.

### π 1769

Πλησίστιος: ὁ φορὸς ἄνεμος· καὶ Πλησίστιον οὐδετέρως. ἄνεμος ὁ πληρῶν τὸ ἅρμενον.

### π 1770

Πλησιφαής: ἡ πληροσέληνος ἡμέρα.

### π 1771

Πλίγματα: τὰ πατήματα. καὶ πλίξ, τὸ βῆμα. παρὰ Ἀριστο‐ φάνει.

### π 1772

Πλινθεύεται: ἐξαπατᾶται. ἀπὸ τῆς ἀναισθησίας τοῦ πηλοῦ.

### π 1773

Πλινθεία: ἐκ τοῦ πλινθεύω.

### π 1774

Πλινθήϊον: ὁ τόπος, ἐν ᾧ πλίνθοι πλάττονται. οὕτω Λυσίας.

### π 1775

Πλινθίον: παρατάξεως εἶδος. αὐτὸς δὲ ἐν πλινθίῳ ἄγων τὴν στρατιὰν βάδην ἐπορεύετο.

### π 1776

Πλίνθος. παροιμίαι· Πλίνθους πλύνεις· Χαμαὶ ἀντ‐ λεῖς· Φακὸν κόπτεις· ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνηνύτων καὶ μὴ ὄντων λέγεται.

### π 1777

Πλίνθος· ὅτι Ἄγις ὁ Παυσανίου ἐμβαλών ποτε ἐς τὴν Μαντινεικὴν αὐ‐ τοὺς μὲν κατέκλεισε, τὸν δὲ παραρρέοντα ποταμὸν ἐς τὸ τεῖχος παρατρέψας παρέλυσεν· ἦν γὰρ ἐξ ὠμῆς πλίνθου, ἥτις πρὸς μὲν τὰς ἑλεπόλεις ἀσφαλεστέρα ἐστὶ τῆς ὀπτῆς καὶ τῶν λίθων. οἱ μὲν γὰρ κατάγνυνται καὶ ἐκπηδῶσι τῶν ἁρ‐ μονιῶν· ἡ δὲ ὠμὴ πλίνθος οὐχ ὁμοίως πονεῖ. διαλύεται δὲ ὑπὸ ὕδατος οὐχ ἧσσον ἢ ὑπὸ ἡλίου κηρός.

### π 1778

Πλινθωτὸν δὲ ἢ πλινθία λέγεται, ὅταν ἐν τετραγώνῳ σχήματι ταυτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου διπλάσιον ἰσόπλευρον καλεῖ.

### π 1779

Πλίξ: τὸ βῆμα. παρὰ Ἀριστοφάνει. καὶ πλίγματα, τὰ πατή‐ ματα.

### π 1780

Πλίξ· ἔνθεν καὶ τὸ περιβάδην, ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος· αἱ δ’ εὖ μὲν τρόχων, εὖ δὲ πλίσσοντο πόδεσσιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα· καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν.

### π 1781

Πλοΐζει: πορεύεται. πλοῦς γὰρ καὶ ἡ ὁδός.

### π 1782

Πλοϊκή· καὶ Πλόϊμος θάλασσα.

### π 1783

Πλόϊμα: πλευστικά. ἢ τὰ πλῷ πεμπόμενα. ἦρος δὲ ἀρχο‐ μένου, ἐπεὶ πλόϊμα εἶναι ἐδόκει, πρῶτον μὲν ἐκπέμπουσι Μαυρουσίων τινάς.

### π 1784

Πλοκαμίς. ἀντὶ δέ σοι πλοκαμῖδος, Ἑκηβόλε, κάλλος ἐπείη.

### π 1785

Πλόκαμοι.

### π 1786

Πλόκιον Γοργάδος: τὸν δοθέντα πλόκαμον τῆς Γοργόνης Ἀστερόπῃ τῇ Κηφέως· καθ’ ὃν χρόνον Κηφεὺς Ἡρακλεῖ συνεστρά‐ τευσεν εἰς Λακεδαιμονίαν, ἵνα τούτου ἀποδημοῦντος ἡ πόλις ἀπόρθητος μείνῃ.

### π 1787

Πλόκον: πλέγμα ἐκ τριχῶν. Ἄρτεμι, σοὶ πλόκον οἰκείας τόνδ’ ἀνέθηκε κόμης παρθένος, ἱμερτοῦ κειραμένη πλοκάμου.

### π 1788

Πλόκον: πλόκαμον. αὕτως ὅπως περ τόνδ’ ἐγὼ τέμνω πλόκον.

### π 1789

Πλόος: ὁ πλοῦς.

### π 1790

Πλουθυγίειαν: ἔμιξε τὰ δύο Ἀριστοφάνης, δι’ ὧν μάλιστα οἱ ἄνθρωποι χαίρουσι καὶ δοκοῦσι τὸν βίον ἐπανορθοῦσθαι, ἐκ τούτου ἔμφασιν εὐδαιμονίας ἐμφαίνων. εὐδαιμονίαν, βίον, εἰρήνην, νεότητα, γέλωτα. τουτέστι καὶ τὰς ἄλλας ἡδονάς, δι’ ὧν γέλως ἔσται, καὶ χο‐ ρεῖαι καὶ εὐωχίαι.

### π 1791

Πλουθυγίειαν· Ἀριστοφάνης. δώσομεν ὑμῖν αὐτοῖς τε παισὶ παίδων τε παισὶ πλουθυγίειαν, εὐδαιμονίαν, βίον, εἰρήνην, νεότητα, γέλωτα, χορείαν, θαλίας, γάλα ὀρνίθων· ὥστε παρέσται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. οὕτω πλουτήσετε πάντες.

### π 1792

Πλουμβάτοις: μολίβδοις, κατὰ γλῶτταν.

### π 1793

Πλούταρχος, Χαιρωνεὺς τῆς Βοιωτίας, γεγονὼς ἐπὶ τῶν Τραιανοῦ τοῦ Καίσαρος χρόνων καὶ ἐπίπροσθεν. μεταδοὺς δὲ αὐτῷ Τραιανὸς τῆς τῶν ὑπάτων ἀξίας προσέταξε μηδένα τῶν κατὰ τὴν Ἰλλυρίδα ἀρχόντων παρὲξ τῆς αὐτοῦ γνώμης τι διαπράττεσθαι. ἔγραψε δὲ πολλά.

### π 1794

Πλούταρχος, Νεστορίου, Ἀθηναῖος, φιλόσοφος, διδάσκαλος Συριανοῦ τοῦ ἐξηγητοῦ γενομένου Πρόκλου τοῦ Λυκίου, τοῦ προστάν‐ τος τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς· οὗ Μαρῖνος διάδοχος. ἔγραψε πολλά. ζήτει περὶ τούτου ἐν τῷ Δομνῖνος.

### π 1795

Πλουτεῖν ἢ πεινῆν βέλτιον, ἀπὸ τῆς Ἑκάτης ἔσται μαθεῖν.

### π 1796

Πλουτοδότειρα.

### π 1797

Πλοῦτος· καὶ κτήσασθαι μέν ἐστιν αὐτὸν εὐμαρές, φυλάξασθαι δὲ χαλεπόν. ζήτει ἐν τῷ Ἄτταλος.

### π 1798

Πλουτῶ· αἰτιατικῇ.

### π 1799

Πλούτων: ὁ ᾅδης. Ἀριστοφάνης· ὁ Πλούτων δίδωσι σχοι‐ νίον Αἰσχύλῳ ἐπανιόντι· δὸς τοῦτο Κλεοφῶντι φέρων καὶ τοῦτο τοῖσι πορισταῖς. σύμβολον θανάτου. ἴσως σχοινίον πρὸς ἀγχόνην ἤ τι τοιοῦτον.

### π 1800

Πλόχανον: πλέγμα, ᾧ ὁ σῖτος καθαίρεται.

### π 1801

Πλοχμός: πλόκαμος.

### π 1802

Πλωάς: εἶδος ὄρνιθος.

### π 1803

Πλωθεύς· Πλωθία δῆμος τῆς Αἰγηΐδος. καὶ ὁ δημότης Πλωθεύς.

### π 1804

Πλωΐζω: πλέω. καὶ Πλῴζω, ὁμοίως.

### π 1805

Πλώϊμος ἀνήρ.

### π 1806

Πλώοντες: πλέοντες.

### π 1807

Πλώω: πλέω.

### π 1808

Πλώσιμον: διαβατόν. Σοφοκλῆς· μακρὸν τὸ δεῦρο πέλαγος, οὐδὲ πλώσιμον. ἀντὶ τοῦ ἀδιάβατον.

### π 1809

Πλωτὴ νῆσος: ἡ πλεομένη.

### π 1810

Πλωτῆρες.

### π 1811

Πλωτῖνος, Λυκοπολίτης, ἀπὸ φιλοσόφων, μαθητὴς μὲν Ἀμ‐ μωνίου τοῦ πρῴην γενομένου σακκοφόρου, διδάσκαλος δὲ Ἀμελίου· οὗ Πορφύριος διήκουσε, τοῦ δὲ Ἰάμβλιχος, τοῦ δὲ Σώπατρος. ἐπὶ δὲ Γαλλιηνοῦ γηραιὸς ὢν διέμεινεν ἄχρι ... καὶ συνέταξε βιβλία νδʹ, ἅτινα κατὰ ἐννέα βίβλους διῄρηται καὶ λέγονται Ἐννεάδες ἕξ. γέγονε δὲ καὶ τὸ σῶμα ἀσθενὴς ὑπὸ τῆς ἱερᾶς νόσου. ἔγραψε καὶ ἄλλα.

### π 1812

Πλωτόν: πλεόμενον.

### π 1813

Πλῷ χρησάμενος τριταῖος ἐκ τῶν Ἀθηναίων ἐς Μιτυ‐ λήνην ἀφῖκται.

### π 1814

Πλοῖα κατάφρακτα: σεσανιδωμένα πλοῖα, ὥστε κάτω μὲν τιθέναι τὰ ὅπλα, αὐτοὺς δὲ ἄνω διάγειν.

### π 1815

Πλοῖον ἢ κυνῆ: ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων. Ἀριστο‐ φάνης Ὄρνισι. καθὸ ἐπτέρωτο ἡ Ἶρις, καὶ τὰ πτερὰ διατέταται ὥσπερ κῶπαι. ὅτι εἶχε περικεφαλαίαν τὸν πέτασον.

### π 1816

Πλύνεται: λοιδορεῖται, αἰσχρῶς ὑβρίζεται. Πλύνειν γὰρ παρὰ τοῖς παλαιοῖς ἀντὶ τοῦ ἐλέγχειν· πλύνειν καταχρηστικῶς τὸ ἐλέγχειν· ὥς που καὶ Μένανδρος· ἐὰν κακῶς μου τὴν γυναῖκα οὕτω λέγῃς, τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ. ἀντὶ τοῦ ἐλέγξω.

### π 1817

Πλυνός: ὀξυτόνως τὸ ἀγγεῖον αὐτό, παροξυτόνως δὲ τὸ πλυνόμενον. Ἀριστοφάνης Πλούτῳ· οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. ἀντὶ τοῦ ἐφύβριστον πλῦμα.

### π 1818

Πλυντήρια: ἑορτὴ Ἀθηναίων.

### π 1819

Πλυνοί: πύελοι, ἐν οἷς πλύνουσι.

### π 1820

Πνεῦμα: ἡ ψυχὴ τοῦ ἀνθρώπου.

### π 1821

Πνεῦμα δώσω αὐτοῖς, πνεῦμα καινόν: οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν.

### π 1822

Πνευματικὸν σῶμα: φασὶ μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἐκ τοῦ σώματος ἐξῆφθαι ταύτης σῶμα λεπτομερές, ἀερωδέστερον καὶ αὐγοειδέστερον· ὃ πάντως αἰσθήσεται ἀλγηδόνος. καὶ αὕτη ἡ φλυαρία Ἑλληνική. τούτου δὲ τοῦ σώματος ἀχώριστον εἶναι λέγουσι θυμὸν καὶ ἐπιθυμίαν. ὅτι ἐν τοῖς Τόποις Ἀριστοτέλης πᾶν πνεῦμα φθαρτὸν εἶναι λέγει.

### π 1823

Πνευματικὸς ἄνθρωπος· ζήτει ἐν τῷ ψυχικός.

### π 1824

Πνευμονία: περὶ τὸν πνεύμονα.

### π 1825

Πνεύμονος: τοῦ ἰχθύος.

### π 1826

Πνεύμων: λέγεται καὶ διὰ τοῦ λ. ὅτι οὐ πάντα τὰ ζῷα ἔχει φωνήν, μόνα δὲ τὰ ἔχοντα πνεύμονα καὶ ἀναπνέοντα· ὕλη γάρ ἐστι τῆς φωνῆς ὁ ἀναπνεόμενος ἀήρ. οὔτε δὲ τὰ ἔντομα ἀναπνεῖ οὔτε τὰ ἄναιμα οὔτε πάντα τὰ ἀμφίβια φωνοῦσιν οὔτε τὰ ὀστρακόδερμα, οἷον οἱ κοχλίαι, οὔτε τὰ μαλακόστρακα, οἷον καρκίνοι, σκυτάλαι. φωνοῦσι δὲ τῶν ἀμφιβίων ποτάμιος ἵππος καὶ κροκόδειλος· φωνεῖ γὰρ οὗτος κατὰ βραχύ. οἱ δὲ περὶ τὸν Ἀχελῷον ἰχθύες δοκοῦντες φωνεῖν οὐ φωνοῦσιν· οὐ γὰρ διὰ τῶν φωνητικῶν ὀργάνων φωνοῦσιν, ἀλλὰ κατά τινα τῶν βραγχίων κίνησιν· νηχόμενοι γὰρ κατὰ τὴν τοῦ ὕδατος ἐπιφάνειαν, ἐναπολαμβάνοντες πολὺ ὕδωρ ἐν τοῖς βραγχίοις, εἶτα συστέλλοντες τὰ βραγχία ἐκπέμπουσι τὸ ὕδωρ καὶ ταράττουσι τῇ ἐκπομπῇ· τὸ δὲ ταρατ‐ τόμενον ἐναπολαμβάνει τινὰ ἀέρα, ὃς ἐκθλιβόμενος τῇ πληγῇ ἠχεῖ, καὶ ταύτῃ δοκοῦσι φωνεῖν. οἱ δὲ τέττιγες δι’ ὑμένος τινὸς ὑπὸ τὸ στῆθος κατὰ τὴν ἐπιφάνειαν ἐμπεφυκότος, ὃν θλίβοντες ταῖς πτέρυξι τὸν ἐναπειλημμένον ἀέρα, φωνοῦσιν· οὐ γὰρ διὰ τῶν φωνητικῶν ὀργάνων φωνοῦσιν. αἱ δὲ μυῖαι τοῖς πτεροῖς τραχέσιν οὖσι πλήττουσι τὸν ἀέρα καὶ ἠχοῦσιν· ἀμέλει σταθεῖσαι οὐκέτι βομβοῦσι. καὶ οἱ σκάροι τῷ στόματι ὕδωρ ἐξωθοῦντες μετὰ ῥοίζου τὸν ἦχον ἀποτελοῦσιν· ἀμέλει ἐν τῷ βάθει ὄντες οὐ φωνοῦσι.

### π 1827

Πνέω· γενικῇ. στεναγμῶν πνέων καὶ κλαυθμῶν.

### π 1828

Πνεύσας: σφοδρῶς ὀργισθείς. ὁ δὲ νέος ὢν καὶ φιλόνεικος πολὺς ἐπέπνει. ἔτι δὲ τῷ προσπνεύματι συνηλαμένων καὶ μαχο‐ μένων ἐκ διαιρέσεως ταῖς μαχαίραις (τουτέστιν ὀργίλως), παρὰ τὰς ἐκ τῶν ὄπισθεν ὑπὸ τὴν μάλην παρέσφαξε.

### π 1829

Πνευστιῶν: φυσῶν, ἐμπνέων. ὁ δὲ ἔκειτο πνευστιῶν ἡμίπνους ὑπὸ τοῦ βρόχου.

### π 1830

Πνιγεύς: ὁ φοῦρνος, ὁ κρίβανος. κυρίως, ὅπου οἱ ἄνθρακες συμπνίγονται. διὸ ἐπιλέγει· ἡμεῖς δὲ ἄνθρακες.

### π 1831

Πνίγει μετρίῳ: συμμέτρῳ καύματι. τουτέστιν ἔαρι. καὶ τὸ πληθυντικὸν τὰ πνίγη.

### π 1832

Πνιγηρά: ἡ καυματώδης, καὶ θερμή· πνιγεὺς γὰρ ἡ κάμινος. ἅμα δὲ ὅτι πνίγει τῷ χρόνῳ τὸ σχοινίον καὶ τὸ θρανίον. Ἀριστο‐ φάνης· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. καὶ Ἀρριανός· τὰ δὲ βράχη πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβαις πνιγηραῖς.

### π 1833

Πνῖγος: καῦμα.

### π 1834

Πνοή· λύσις ὀνείρου· δυσωδίαν νόμιζε τὴν ἀηδίαν.

### π 1835

Πνύξ, Πνυκὸς ἔδει· ἀλλὰ μεταθέσει στοιχείου Ἀριστοφάνης Πυκνὸς λέγει τὴν γενικήν. καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς Πυκνός.

### π 1836

Πνύξ: ἐκκλησία. παρὰ τὴν τῶν λίθων πυκνότητα. ἢ ἀπὸ τοῦ πυκνοῦσθαι τοὺς ἄνδρας ἐν τῇ ἐκκλησίᾳ.

### π 1837

Πνυκός· Ἀριστοφάνης· ὁπότερος σφῶν εὖ με μᾶλλον ἂν ποῇ, τούτῳ παραδώσω τῆς Πυκνὸς τὰς ἡνίας. τουτέστι τὴν ἐξουσίαν. τρο‐ πικῶς ἀπὸ τῶν ἁρμάτων· ταῖς γὰρ ἡνίαις ἡνιοχοῦνται οἱ ἵπποι· καὶ οἱ δῆμοι διὰ τῶν πολιτευομένων. Πνύξ, Πνυκός, Πνυκί· καὶ καθ’ ὑπερβιβασμὸν Πυκνί.

### π 1838

Πόα: ἑκάστη βοτάνη οὕτως λέγεται. ἡ δὲ σμήχουσα πόα λέγεται παρὰ Δημοσθένει καὶ Λυσίᾳ. ὡς ἐν πόᾳ πλυνάντων· οὕτω Μαλαχίαν ἐδόξασε.

### π 1839

Ποδάγρα· τάφρους ὤρυξε καὶ ποδάγρας ὑφῆκεν ὡς θηρίοις τοῖς πολεμίοις.

### π 1840

Ποδαλείριος: ὄνομα κύριον.

### π 1841

Ποδαπός: ποίου ἔθνους, ποίας χώρας. φησὶ Ξενοφῶν· ἐρωτώμενος δὲ ποδαπὸς εἴη, Πέρσης ἔφη εἶναι. καὶ αὖθις· ποδαπός; Ἀντιοχεύς. λύσις ὀνείρου Νικηφόρου πατριάρχου· πόδας καθαίρειν φροντίδων δηλοῖ λύσιν. πόδας πλατεῖς ἔχοντα σημαίνει λύπας. ποδῶν κοπέντων, μηδόλως ἄρχου τρίβου.

### π 1842

Ποδεῶνας: εἶδος γεωργικόν. καὶ τρητοὺς ποδεῶνας ὁ γατόμος ἄνθετο Δηοῖ Πάρμις, ἀνιηρῶν παυσάμενος καμάτων.

### π 1843

Ποδηγέστερον: ὁδηγητικώτερον.

### π 1844

Ποδηγός: παιδαγωγός.

### π 1845

Ποδήνεμος: ἡ ταχεῖα. αἰθυίης, ξένε, τόνδε ποδηνέμου ἔννεπε τύμβον.

### π 1846

Ποδήρης: ἕως τῶν ποδῶν χιτών. οἱ δὲ τὸ συρραπτόμενον εἰς τὸ κατώτερον τῆς στολῆς ἐκ πορφύρας ἢ βύσσου ῥάκιον.

### π 1847

Ποδοκάκη: ξύλον, ᾧ ἐν εἱρκτῇ τοὺς πόδας ἐμβάλλοντες συν‐ έχουσιν· ὃ παρὰ Ῥωμαίοις κοῦσπος καλεῖται. ἐν εἱρκτῇ τε καὶ ποδοκάκῃ στρεβλούμενοι καὶ ταλαιπωρούμενοι ἔμενον. λέγεται καὶ Ποδοστράβη. ὡς ἐν ποδοστράβαις τισιν ἐνειργόμενοι τοῖς βόθροις ἐκτείνοντο.

### π 1848

Ποδοκάκη: Δημοσθένης κατὰ Τιμοκράτους. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο· ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα· ἢ κατὰ συγκοπήν, ὡς Δίδυμος, οἷον ποδο‐ κατοχή.

### π 1849

Ποδοστράβη· ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. οὕτως Ὑπερίδης καὶ Ξενοφῶν.

### π 1850

Ποδώκεια: ἡ ταχεῖα.

### π 1851

Πόδωνος: ὄνομα κύριον.

### π 1852

Ποδορρώνη: ὄνομα κύριον.

### π 1853

Ποδοῖϊν: ποδῶν.

### π 1854

Ποηφάγον θηρίον.

### π 1855

Πόηχος: ὄνομα κύριον.

### π 1856

Πόθεν: ἀρνητικόν. ἴσον τῷ οὐδαμῶς.

### π 1857

Πόθεν. Ποῖ. ἐπὶ πάσης μεταβολῆς τοῦτο ληπτέον, ὥς φησιν Ἀριστοτέλης.

### π 1858

Ποθέεσκεν: ἐπόθει, ἐπεζήτει.

### π 1859

Ποθεινός.

### π 1860

Ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.

### π 1861

Ποθή: ἡ ἐπιζήτησις.

### π 1862

Πόθι: ποῦ.

### π 1863

Ποθῶ· αἰτιατικῇ.

### π 1864

Πόκος.

### π 1865

Πολλά: ἀντὶ τοῦ πάντα εἴωθεν ὁ Θουκυδίδης χρῆσθαι.

### π 1866

Πολλά γ’ ἡμᾶς λανθάνει: ἀντὶ τοῦ οὐ πάντα γινώσκομεν τὰ πράγματα.

### π 1867

Πολλὰ καινὰ τοῦ πολέμου· Πολύβιος· ὅτι τῆς σελήνης ἐκλειπούσης ἐπὶ Περσέως τοῦ Μακεδόνος ἐκράτησεν ἡ φήμη παρὰ τοῖς πολλοῖς, ὅτι βασιλέως ἔκλειψιν σημαίνει. καὶ τοῦτο τοὺς μὲν Ῥω‐ μαίους εὐθαρσεστέρους ἐποίησε, τοὺς δὲ Μακεδόνας ἐταπείνωσε ταῖς ψυχαῖς. οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον, ὅτι πολλὰ καινὰ τοῦ πολέμου.

### π 1868

Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσαις: παροιμία πρὸς τοὺς οἰομένους τὸ θεῖον κατασοφίζεσθαι.

### π 1869

Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου.

### π 1870

Πολλά τοι σμικροὶ λόγοι ἔσφηλαν ἤδη καὶ κατώρθω‐ σαν βροτούς: ἀντὶ τοῦ ἀπὸ τῶν τυχόντων καὶ βλάπτονται καὶ ὠφελοῦνται.

### π 1871

Πολλαπλᾶ· τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περι‐ σπῶσιν Ἀττικοί· ἀργυρᾶ, χρυσᾶ καὶ κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικοῦν.

### π 1872

Πολλάς· ἐπιτριβέσθω τυπτόμενος πολλάς, ὡς τὰς Μούσας ἀφανίζων. καὶ ὁ Ἀπόστολος· δαρήσεται πολλάς.

### π 1873

Πολλὰ χαίρειν φράσας: ἀποταξάμενος, ἀπογνούς.

### π 1874

Πολλαχῶς: τοῦτο διττόν ἐστι. τὸ μὲν ἐν ὀνόμασιν, ἃ ὁμώνυμα καλεῖται, τὸ δὲ ἐν λόγῳ, ἃ εἰώθασιν ἀμφίβολα λέγειν. οἷον τὸ ἀγαθὸν ἄλλως λέγεται κατὰ δικαιοσύνης καὶ ἀνδρείας, ἄλλως δὲ κατὰ τοῦ εὐεκτικοῦ τε καὶ ὑγιεινοῦ· λέγεται γὰρ καὶ ταῦτα ἀγαθά.

### π 1875

Πολλαὶ δ’ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη θυμῷ κατη‐ πείθησαν, ἀλλ’ ὁ νοῦς ὅταν αὑτοῦ γένηται, φροῦδα τἀπει‐ λήματα: τουτέστι πολλοὶ ἄνθρωποι πολλὰ ἀπειλήσαντες ἐκ θυμοῦ, πέψαντες τὸν θυμὸν καὶ καθεστηκότα νοῦν ἀναλαβόντες ἐπαύσαντο τῶν ἀπειλῶν.

### π 1876

Πολλαῖς πληγαῖς δρῦς δαμάζεται: παροιμία, πρὸς τοὺς δυσαλώτους καὶ δυσκατεργάστους.

### π 1877

Πολέας: πολλούς.

### π 1878

Πολέμαρχος: ἄρχων, πρὸς ὃν κατηγγυῶντο τοὺς ξένους.

### π 1879

Πολέμαρχος: ἀρχή τις ἐστι παρ’ Ἀθηναίοις οὕτω καλουμένη. ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων. διοικεῖ δὲ οὗτος ἄλλα τε καὶ εἰσάγει δίκας, τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπι‐ κλήρων τοῖς μετοίκοις· καὶ τἄλλα, ὅσα τοῖς πολίταις ὁ Ἄρχων ἐστί, ταῦτα τοῖς μετοίκοις ὁ Πολέμαρχος. ἔστι δὲ καὶ κύριον ὄνομα, ὁ τοῦ Λυσίου ἀδελφός.

### π 1880

Πολέμαρχοι: ἀρχή, ἣν συνέβαινε κλείειν τὰς πύλας καὶ τὸν μεταξὺ χρόνον κυριεύειν τῶν κλειδῶν καὶ ποιεῖσθαι τὸ καθ’ ἡμέραν τὴν δίαιταν ἐπὶ τῶν πυλώνων παρ’ Αἰτωλοῖς.

### π 1881

Πολεμησείειν: πολεμητικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ αʹ. ὡς τὸ Ὁμηρικόν, τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο. οὕτως καὶ γαμησείειν Ἀττικοί φασι· καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσι.

### π 1882

Πολεμησείοντος: πολέμου ἐπιθυμοῦντος. Χοσρόου δὲ πο‐ λεμησείοντος ὡς ᾔσθετο Ἰουστινιανός.

### π 1883

Πολεμητέα εἶναι ἐν τάχει: ἀντὶ τοῦ δεῖν πολεμεῖν. ἰστεὸν δέ, ὅτι τὰ τοιαῦτα θετικὰ ἐπιρρήματα ἔχουσιν ἐν αὐτοῖς ἢ χρὴ ἢ τὸ δεῖ, οἷον γαμητέον, ἀντὶ τοῦ χρὴ γαμῆσαι, πλευστέον, ἀντὶ τοῦ δεῖ πλεῦσαι, καὶ οὐ παραδοτέα ἀντὶ τοῦ οὐ χρὴ παραδοῦναι. πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι. οὕτως ἔγνω διὰ ταῦτα πολεμητέον εἶναι πρὸς Ῥωμαίους.

### π 1884

Πολεμίζει· Ἰώσηπος περὶ τῶν στασιωτῶν ἐπὶ τῆς Τίτου πο‐ λιορκίας· καὶ τοῦ πολέμου μετ’ ἀδείας ἀντιπολεμίζοντος ἑαυτόν. Πολεμῶ δὲ ῥῆμα.

### π 1885

Πολεμιστής: ἐκ τοῦ ποιητικῶς πολεμίζω. καὶ Πολεμιστήριος ἵππος. Πολεμησείοντες δέ.

### π 1886

Πολεμῶ· δοτικῇ. πᾶσι μέλεσι πολεμοῦντα διάφορα. αἰτιατικῇ δέ· πολέμησον τοὺς πολεμοῦντάς με.

### π 1887

Πολέμων, Φιλοστράτου ἢ Φιλοκράτους, Ἀθηναῖος, φιλόσοφος, μαθητὴς Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου καὶ αὐτὸς ἡγησάμενος τῆς Ἀκαδημίας. ἐγεγόνει δὲ σφόδρα ἄσωτος· εἶτα ἐφιλοσόφησε. καὶ πολλὰ μὲν συνέγραψε βιβλία, οὐδὲν δὲ αὐτοῦ φέρεται. ἔχαιρε δὲ Ὁμήρῳ τε καὶ Σοφοκλεῖ καὶ ἴσως ἔχειν ἑκάτερον αὐτῶν σοφίας ἔλεγεν· ὥστε καὶ φάσκειν Ὅμηρον μὲν Σοφοκλέα ἐπικόν, Σοφοκλέα δὲ Ὅμηρον τραγικόν.

### π 1888

Πολέμων, Εὐηγέτου, Ἰλιεύς, κώμης Γλυκείας ὄνομα, Ἀθήνησι δὲ πολιτογραφηθείς· διὸ ἐπεγράφετο Ἑλλαδικός· ὁ κληθεὶς Περιηγητής, ἱστορικός. γέγονε δὲ κατὰ Πτολεμαῖον τὸν Ἐπιφανῆ. κατὰ δὲ Ἀσκλη‐ πιάδην τὸν Μυρλεανὸν συνεχρόνισεν Ἀριστοφάνει τῷ γραμματικῷ καὶ διήκουσε καὶ τοῦ Ῥοδίου Παναιτίου. ἔγραψε Περιήγησιν Ἰλίου ἐν βιβλίοις γʹ, Κτίσεις τῶν ἐν Φωκίδι πόλεων καὶ περὶ τῆς πρὸς Ἀθη‐ ναίους συγγενείας αὐτῶν, Κτίσεις τῶν ἐν Πόντῳ πόλεων, Περὶ τῶν ἐν Λακεδαίμονι πόλεων· καὶ ἄλλα πλεῖστα· ἐν οἷς καὶ Κοσμικὴν περι‐ ήγησιν ἤτοι Γεωγραφίαν.

### π 1889

Πολέμων, Λαοδικεύς, ἤγουν ἐκ Λαοδικείας τῆς πρὸς τῷ Λύκῳ ποταμῷ, ῥήτωρ καὶ σοφιστής, σοφιστεύσας ἐν Σμύρνῃ, διδάσκαλος Ἀριστείδου τοῦ ῥήτορος. ἦν δὲ ἐπί τε Τραιανοῦ καὶ μετ’ αὐτόν. μαθητὴς δὲ ἐγένετο Τιμοκράτους τοῦ ἐξ Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ φιλοσόφου καὶ Σκοπελιανοῦ τοῦ σοφιστοῦ. ἐτελεύτησε δὲ ἓξ καὶ πεντήκοντα ἐνιαυτῶν, ἑαυτὸν ἐν τῷ τάφῳ ἐμβαλὼν καὶ ἀποκαρτερήσας διὰ τὸ συνέχεσθαι τῇ ἀρθρίτιδι νόσῳ. διὸ καὶ τῶν συγγενῶν καὶ φίλων θρηνούντων, λέγεται εἰπεῖν πρὸς αὐτοὺς τὸν Πολέμωνα· δότε μοι ἕτερον σῶμα, καὶ μετεμβήσομαι. καὶ τοῖς ἰατροῖς δὲ ἐπὶ συχνῷ τέμνουσιν αὐτὸν ἔλεγεν· ἐκτέμνετε τὰς Πολέμωνος λατομίας ὡς τάχιστα. τούτου τῷ χαρακτῆρι ἠκολούθησε Γρηγόριος ὁ Θεόλογος.

### π 1890

Πολέμων, ὁ νεώτερος, σοφιστής. γέγονε καὶ αὐτὸς ἐπὶ Κομόδου.

### π 1891

Πολεμώνιος: ὄνομα κύριον.

### π 1892

Πολέμωνος: εἶδος ζῴου.

### π 1893

Πολεμῶσαι: πολέμιον καταστῆσαι. καὶ Ἐκπολεμῶσαι. ἔστειλαν δὲ οἱ Τοῦρκοι ὡς Ἰουστινιανὸν πρεσβείαν, ἐφ’ ᾧ συνεκπολε‐ μῶσαί γε αὐτὸν Πέρσαις.

### π 1894

Πολέμοιο τέρας: τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποιητι‐ κὸν τοῦ ἐνεργουμένου πολέμου· ὡς καὶ ἐν ἄλλοις κυδοιμοῦ εἴδωλόν φησιν ἔχειν· ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος.

### π 1895

Πολείδιον: ὄνομα πόλεως.

### π 1896

Πολλεῖς: πολλούς.

### π 1897

Πόλλης: ὄνομα μάντεως· καὶ κλίνεται Πόλλητος. ὃς συνέγραψε τὸ ἐνόδιον οἰώνισμα, ὅτι ἐὰν ἀπαντήσῃ τις τόδε βαστάζων, τόδε σημαίνει.

### π 1898

Πόλλης, Αἰγιεύς, ἀπὸ Αἰγῶν τῆς Ἀσίας· κεῖται δὲ πλησίον Μα‐ γνησίας καὶ Σμύρνης· φιλόσοφος. ἔγραψε κατὰ στοιχεῖον Συμβολικὰ ἐν βιβλίοις βʹ, Οἰωνοσκοπικὰ ἐν βιβλίοις ηʹ, Ἀριθμητικὰ ἐν βιβλίοις βʹ, Ἰήματα ἐν βιβλίοις βʹ, Περὶ τῆς καθ’ Ὅμηρον οἰωνοπολίης, Περὶ τῆς παρὰ Τυρρηνοῖς μαντικῆς, Ἰατροσυμβολικά, Περὶ δρυοκολάπτου, Ἱερὸν λόγον, Κατοικιδίων αʹ, Θηρευτικόν, Συμπαθειῶν καὶ ἀντιπαθειῶν γʹ Περὶ κεραυνῶν καὶ τῆς αὐτῶν παρατηρήσεως· καὶ ἄλλα.

### π 1899

Πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.

### π 1900

Πολιὰ τοῦ γήρους. καὶ Πολιάς, ἡ Ἀθηνᾶ.

### π 1901

Πολίζω: τὸ κτίζω.

### π 1902

Πολίειον: πόλις.

### π 1903

Πολιήτης: ἀρσενικόν. καὶ Πολιῆτις θηλυκόν. Λαΐδ’ ἔχω πολιῆτιν ἁλιζώνοιο Κορίνθου.

### π 1904

Πόλιν· ἐρώτησις· γλῶσσα ποῖ πορεύῃ; ἀπόκρισις· πόλιν ἀνορθώσουσα καὶ πόλιν καταστρέψουσα. ἡ παροιμία ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων.

### π 1905

Πολιοκροτάφοιο γέροντος.

### π 1906

Πολιόν: τὸ λευκόν. οὔτ’ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον οὔτε πολιὸν πέλαγός ἐστιν, ὃ δέξεται τοῦτον φυγόντα.

### π 1907

Πολιορκῆσαι: τὸ μόνον τῇ πόλει προσκαθεσθῆναι πολεμίους, ἐκπολιορκῆσαι δὲ τὸ τελέως καταλαβεῖν τὴν πόλιν καὶ εἰσελθεῖν.

### π 1908

Πολιορκῶ· αἰτιατικῇ. καὶ Πολιορκία: φυλακή.

### π 1909

Πολίοχος καὶ Πολυάκης: ὀνόματα κύρια.

### π 1910

Πολιούχοις: τοῖς τῶν πόλεων ἄρχουσι.

### π 1911

Πόλις: εἶδος παιδιᾶς. καὶ παροιμία· Πόλεις παίζομεν.

### π 1912

Πόλις· πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων: παρ’ ὅσον οἱ μὲν μηδὲν πεπονθότες ἐπὶ ἀπο‐ τροπῇ τοῦ κακοῦ θύουσι καὶ παιᾶνας ᾄδουσιν, οἱ δὲ ἑαλωκότες ἐπ’ οἰκείοις κακοῖς ἀποιμώζουσι.

### π 1913

Πόλλις: ὄνομα κύριον.

### π 1914

Πολιτεύω· αἰτιατικῇ. καὶ Πολιτεύμασι: ταῖς πολιτείαις· ἢ ταῖς ἄλλαις αἱρέσεσι.

### π 1915

Πολιτεία: ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας. καὶ Ἰσοκράτης ἐν Πανηγυρικῷ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς. πολιτεῖαι καὶ αἱ ὁδοί· ζήτει ἐν τῷ βίος.

### π 1916

Πολίτης: δῆμος ὁ τῆς πόλεως. καὶ πολῖται.

### π 1917

Πολιτικός: ἀστεῖος, μετά τινος τέχνης. γνωμικόν· πολιτικὴν ἀρετὴν ἱερωσύνῃ συνάπτειν, συγκλώθειν ἐστὶ τὰ ἀσύγκλωστα. ὅτι πολιτεύεσθαι δεῖ τὸν σοφόν. καὶ γὰρ κακίαν ἐφέξειν, καὶ ἐπ’ ἀρετὴν παρορμῆσαι ἱκανὸς ἔσται.

### π 1918

Πολιτισμός· τὸν πολιτισμὸν ἐκτοπίζων ἐν Ἀκαδημίᾳ διέτριβε.

### π 1919

Πολιτοκοπεῖν· Δίφιλος.

### π 1920

Πολλόν: ὡς ἐπὶ τὸ πλεῖστον. ἐν Μύθοις· τὸ δὲ πολλὸν ἀγηνόρα μέμφετο τίγριν.

### π 1921

Λύσις ὀνείρου· πόλον βλέπειν θέοντα, μυστικὸν τόδε.

### π 1922

Πόλος: οὐρανός. καὶ Πόλου, οὐρανοῦ ἢ κόσμου. Ἀρι‐ στοφάνης· ὀρνίθων πόλος. τὸ μέν τι παραφράζει τὸ προειρημένον τῶν ὀρνίθων, ὅτι τόπος αὐτῶν, ἐν ᾧ διατρίβουσι· τὸ δὲ καὶ πρὸς τὸν σχηματισμὸν τοῦ ὀνόματος παίζει, τόπος καὶ πόλος. ἑξῆς δὲ ἐτυμο‐ λογεῖ αὐτὸν ἀπὸ τοῦ πολεῖσθαι. πόλον δὲ οἱ παλαιοί, οὐχ ὡς οἱ νεώτεροι, σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐρι‐ πίδης Πειρίθῳ· καὶ τὸν Ἀτλάντειον φρουρῶν πόλον. αὐτοῦ τε περι‐ πολουμένου, καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων. ὥσπερ εἴποι τις τόπος. ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα, διὰ τοῦτο καλεῖται νῦν πόλος.

### π 1923

Πολλός: ἀρσενικόν. ἀντὶ τοῦ πολύς. Ἀρριανός· Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει, Ἡρακλέους δὲ πέρι οὐ πολλός.

### π 1924

Πολλοστημόριον: τὸ ἔσχατον μέρος τῆς γῆς.

### π 1925

Πολλοστόν: ἐπὶ τάξεως, καὶ μορίου. Δημοσθένης, καὶ ἄλλοι.

### π 1926

Πολλοστῷ: ἐσχάτῳ. οὔτε καθ’ ἡλικίαν σου οὔτε ἐς τὰ ἄλλα προὔχοντος, ἀλλὰ τοῖς πᾶσι πολλοστῷ ὄντι.

### π 1927

Πολλοῦ: ἀντὶ τοῦ πάνυ. θρασὺς εἶ πολλοῦ. καί, πολλοῦ γε δεῖ.

### π 1928

Πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι: ἐπὶ τῶν ἐκ παντὸς τρόπου νικήσειν ἐπαγγελλομένων.

### π 1929

Πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλως.

### π 1930

Πολλοῦ δὴ δέω καὶ λέγειν: σιωπῶ, πόρρω λίαν εἰμὶ τοῦ λέγειν, οὐ βούλομαι λέγειν.

### π 1931

Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα.

### π 1932

Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες: θρίαι καλοῦνται αἱ μαντικαὶ ψῆφοι καὶ τὸ μαντεύεσθαι θριάσαι.

### π 1933

Πολλοὶ μὲν ἐχθροί, παῦροι δ’ ὠφελήσιμοι.

### π 1934

Πολλοί σε μισήσουσιν, ἐὰν σαυτὸν φιλῇς: τοῦτό φασι τὰς Νύμφας πρὸς τὸν Νάρκισσον εἰπεῖν, ἀποβλέποντα εἰς τὰς πηγὰς διὰ τὴν οἰκείαν μορφήν.

### π 1935

Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν καὶ τὴν Ἁλι‐ καρνασσοῦ πολιορκίαν: ἐπὶ τῶν μὴ ὁμογνωμονούντων.

### π 1936

Πολύ: πλεῖστον.

### π 1937

Πολυάϊξ: πολυόρμητος.

### π 1938

Πολυάκης: ὄνομα κύριον.

### π 1939

Πολυάνδριον: μνῆμα, τάφον. τὸ θρυλλούμενον παρὰ πολ‐ λοῖς ξενοτάφιον. ὁ δὲ Γαινᾶς ἐξεχώρει τῆς πόλεως, καταλιπὼν αὐτὴν πολυάνδριον καὶ πολυτελῆ τάφον, οὔπω τεθαμμένων τῶν ἐν‐ ῳκηκότων. καὶ Αἰλιανός· θάψαντες δὲ τοὺς νεκροὺς εἰργάσαντο κοινὸν πολυάνδριον.

### π 1940

Πολυαύλακος: μεγάλου, πλατέος. οὐ πεδίου πολυαύλακός εἰμ’ ὁ γεραιός.

### π 1941

Πολύβιος, Λύκου υἱός, ἀπὸ Μεγάλης πόλεως τῆς Ἀρκαδίας, καθηγησάμενος Σκηπίωνος τοῦ Ἀφρικανοῦ, ὅτε καὶ Παναίτιος ὁ φιλό‐ σοφος· γεγονὼς κατὰ Πτολεμαῖον τὸν ἐπικληθέντα Εὐεργέτην. οὗτος ἔγραψε τὴν μακρὰν ἱστορίαν Ῥωμαϊκὴν ἐν βιβλίοις μʹ. ἄρχεται δὲ ἀπὸ τῆς φυγῆς Κλεομένους τοῦ Σπαρτιάτου καὶ τῆς Φιλίππου τοῦ Περσέως υἱοῦ διαδοχῆς τῶν Μακεδόνων, τὰ ἑξῆς ἐπισυνάπτων Ῥωμαίων. ἰστέον, ὅτι διαδέχεται τὴν Πολυβίου ἱστορίαν Ποσειδώνιος Ὀλβιοπολίτης, σοφιστής. ἔγραψε δὲ καὶ Στράβων Ἀμασεὺς τὰ μετὰ Πολύβιον, ἐν βιβλίοις μγʹ.

### π 1942

Πόλυβος: ὄνομα κύριον.

### π 1943

Πολυβότειρα: πολλοὺς τρέφουσα.

### π 1944

Πολύβοτον: ὄνομα τόπου, ἢ τὸ πολλοὺς τρέφον, λιπαρόν.

### π 1945

Πολυγηθής: πολυχαρής.

### π 1946

Πολυγλεύκου: πολυοίνου. οὐδὲ πολυγλεύκου γειομόρος βό‐ τρυος.

### π 1947

Πολύγληνον: πολυόμματον. οἷα πολύγληνον βουκόλον Ἰναχίης. ἐν Ἐπιγράμμασι.

### π 1948

Πολύγνωτος· οὗτος ζωγράφος μὲν ἦν τὴν τέχνην, Θάσιος δὲ τὸ γένος, υἱὸς δὲ καὶ μαθητὴς Ἀγλαοφῶντος, τυχὼν δὲ τῆς Ἀθηναίων πολιτείας, ἢ ἐπεὶ τὴν Ποικίλην στοὰν ἀνέγραψε προῖκα, ἢ ὡς ἔνιοι, τὰς ἐν τῷ θησαυρῷ καὶ τὰς ἐν Ἀνακείῳ γραφάς.

### π 1949

Πολυδάμας, Σκοτουσσαῖος, παγκρατιαστής· ὃς ἐγένετο μέγιστος τῶν κατ’ αὐτὸν πάντων ἀνθρώπων· ὃς καὶ νέος ὢν ἀπέκτεινε λέοντα ἐν τῷ Ὀλύμπῳ Μακεδονίας, οὐδενὶ ἐσκευασμένος ὅπλῳ. εἰς ἀγέλην δὲ βοῶν εἰσελθὼν ὁ αὐτὸς τὸν μέγιστον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὀπισθίων ποδῶν τῆς χηλῆς κατεῖχεν ἄκρας καὶ οὐκ ἀνίει· ὁ ταῦρος πηδῶν ἀφῆκε τε τῷ Πολυδάμαντι τὴν ὁπλήν. ὁ αὐτὸς ἄνδρα ἡνίοχον ἐλαύνοντα σπουδῇ τὸ ἅρμα ἐπέσχε τοῦ πρόσω, λαβό‐ μενος τῇ ἑτέρᾳ τῶν χειρῶν τὸ ἅρμα καὶ στήσας τοὺς ἵππους. τούτου Δαρεῖος ὁ νόθος Ἀρταξέρξου υἱὸς ἀκούσας τὰ ἔργα δώροις ἐλθεῖν παρ’ αὐτὸν ἔπεισε. τρεῖς δὲ τῶν Ἀθανάτων καλουμένων κατὰ πρόσ‐ κλησιν μονομαχήσαντας ὁ Πολυδάμας ἀπέκτεινε. ταῦτα τὰ ἔργα ἐπὶ τοῦ ἀνδριάντος ἐδηλοῦτο ἐν Ὀλυμπίᾳ. ἔμελλε δ’ ὑπὸ τῆς ἑαυτοῦ ῥώμης ἀπολέσθαι, ὡς καὶ ἄλλοι οἱ ἐπὶ ἰσχύϊ μέγα φρονήσαντες· ὡς καὶ Ὅμηρος περὶ Ἕκτορος, δαιμόνιε, φθίσει σε τὸ σὸν μένος. ἐσελθόντων γὰρ ἐς σπήλαιον ὥρᾳ θέρους ἅμα τοῖς συμπόταις καὶ τῆς κορυφῆς τοῦ σπηλαίου κατὰ τύχην διαρρηγνυμένης καὶ θάνατον ἀπειλούσης, οἱ μὲν ἄλλοι δρόμῳ φεύγουσιν, αὐτὸς δὲ ἔμεινε, τὰς χεῖρας ἀνασχών, ὡς ἀνθέξων ἐπιπίπτοντι τῷ σπηλαίῳ· καὶ αὐτόθι ἐτελεύτησε.

### π 1950

Πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντος.

### π 1951

Πολυδεύκης, Ναυκρατίτης. τινὲς δὲ Ἀρδουέννας σοφιστὴν γράφουσι, παίζοντες· πόλις δὲ Φοινίκης ἡ Ἀρδούεννα. ἐπαίδευσε γὰρ ἐν Ἀθήναις ἐπὶ Κομόδου τοῦ βασιλέως καὶ ἐτελεύτησεν ἔτη βιοὺς ηʹ καὶ νʹ, συντάξας βιβλία ταῦτα· Ὀνομαστικὸν ἐν βιβλίοις ιʹ· ἔστι δὲ συναγωγὴ τῶν διαφόρως κατὰ τοῦ αὐτοῦ λεγομένων· Διαλέξεις ἤτοι λαλιάς, Μελέτας, Εἰς Κόμοδον Καίσαρα Ἐπιθαλάμιον, Ῥωμαϊκὸν λόγον, Σαλπιγκτὴν ἢ ἀγῶνα μουσικόν, Κατὰ Σωκράτους, Κατὰ Σινωπέων, Πανελλήνιον, Ἀρκαδικόν· καὶ ἕτερα. ζήτει ἀγάλματα Κάστορος καὶ Πο‐ λυδεύκους ἐν τῷ Διόσκουροι.

### π 1952

Πολυδίψιον: ἢ τὸ πολλοῖς ἔτεσι διψῆσαν· ἀπὸ ἱστορίας· ἢ τὸ ἐπιπόθητον.

### π 1953

Πολύδωρος: ὄνομα κύριον.

### π 1954

Πολύαινος: πολλοῦ ἐπαίνου ἄξιος.

### π 1955

Πολύαινος, Σαρδιανός, σοφιστής, γεγονὼς ἐπὶ τοῦ πρώτου Καίσαρος Γαΐου. λόγους δικανικοὺς καὶ δικῶν ἤτοι συνηγοριῶν ὑπο‐ τυπώσεις· Θριάμβου Παρθητικοῦ βιβλία γʹ· καὶ ἄλλα.

### π 1956

Πολύαινος, Μακεδών, ῥήτωρ. Περὶ Θηβῶν, Τακτικὰ βιβλία γʹ.

### π 1957

Πολύενος: ὁ πολυχρόνιος.

### π 1958

Πολύευκτον: τίμιον, πολυπόθητον.

### π 1959

Πολύευκτος, κωμικός. τούτου δράματα ἐστιν Ἡνίοχος, ὡς Ἀθή‐ ναιός φησιν ἐν Δειπνοσοφισταῖς. κατὰ Πολυεύκτου πατριάρχου· ἐγένετο καὶ καθ’ ἡμᾶς Πολύευκτος, ἀποφράς, ἡμιγύναιος, θεοστυγής, βαρυόργητος, Κωκυτοῦ καὶ Στυγὸς δεινὸν καὶ ὀλέθριον τῷ βίῳ ἐκλόχευμα.

### π 1960

Πολύζηλος· ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερ‐ φέρουσα τῷ πολυζήλῳ βίῳ· ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται.

### π 1961

Πολύζηλος, κωμικός. δράματα αὐτοῦ Νίπτρα, Δημοτυνδάρεως, Μουσῶν γοναί, Διονύσου γοναί, Ἀφροδίτης γοναί.

### π 1962

Πολύζηλος· οὗτος πηρωθείς, ὡς φάσμα θεασάμενος μεῖζον ἢ ὥστε τοῖς ὀφθαλμοῖς ἐνεγκεῖν τῷ Πανὶ κρύπτον τὴν ἀσπίδα (σύμμαχον τὸν Πᾶνα δ’ εἰκάζουσιν εἶναι) ἐμάχετο ὡς ὁρῶν καὶ διέκρινε τῇ φωνῇ τοὺς ἰδίους καὶ τοὺς πολεμίους.

### π 1963

Πολυζύγῳ: πολυκαθέδρῳ.

### π 1964

Πολυειδής: πολύμορφος. καὶ Πολυειδία, ἡ ποικιλία.

### π 1965

Πολύϊδος: ὄνομα κύριον.

### π 1966

Πολυήκοος· οὐδὲ ἦν τῶν βιβλίων πολυήκοος, ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου ἐν ταῖς ἐξηγήσεσιν ἦν θαυμάσιος. εἶπεν οὖν τις τῶν φοιτητῶν, ὡς οὗτος ὁ ἀνὴρ οὐ φθέγγοιτο λόγους, ἀλλὰ πραγμάτων οὐσίας.

### π 1967

Πολύθρονον: πολυφάρμακον. θρόνα γὰρ τὰ ἄνθη. Ὅμηρος· ἐν δὲ θρόνα ποικίλ’ ἔπασσε. τάττεται δὲ καὶ ἐπὶ τοῦ πανούργου.

### π 1968

Πολυθρύλητον: πεφημισμένον, διαβεβοημένον, ὀνομαστότατον.

### π 1969

Πολυκαγκής: ὁ κατάξηρος τόπος.

### π 1970

Πολύκαρπος, Ἰωάννου τοῦ Εὐαγγελιστοῦ καὶ Θεολόγου ἀκροα‐ τής, διάδοχος δὲ Βουκόλου, τοῦ πρώτου ἐπισκοπήσαντος τῆς Σμυρναίων ἐκκλησίας· ὃς καὶ μετ’ αὐτὸν τῆς ἐπισκοπῆς δεύτερος ἐκράτησε καὶ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ τετελείωται ἐπὶ Μάρκου Ἀντωνίνου. ἔγραψεν ἐπιστολὴν πρὸς Φιλιππησίους πάνυ θαυμαστὴν καὶ πρὸς τὸν μέγαν Διονύσιον τὸν Ἀρεωπαγίτην, καὶ πρὸς ἄλλας ἐκκλησίας. οὗτος διά τινας αἰτίας τοῦ πάσχα, βασιλεύοντος Ἀντωνίνου τοῦ Πίου καὶ ἐπισκοποῦντος τῆς ἐκκλησίας Ῥώμης Ἀνικήτου, ἐπέστη τῇ Ῥώμῃ, ἐν ᾗ καὶ πολλοὺς τῷ δόγματι Μαρκίωνος καὶ Βαλεντίνου πιστεύσαντας ἀνεκαλέσατο ἀπαντήσαντος δὲ αὐτῷ ἐξ αὐτομάτου Μαρκίωνος καὶ εἰρηκότος· γνώριζε ἡμᾶς, Πολύκαρπε, ἀπεκρίθη· γνωρίζω σε πρωτότοκον τοῦ Διαβόλου υἱόν.

### π 1971

Πολυκαρπότατος: τόπος εὔγειος.

### π 1972

Πολύκεστος: πολυκέντητος.

### π 1973

Πολυκηδέος: πολυφροντίστου.

### π 1974

Πολύκλειτος: πάνυ ἔνδοξος. Πολύκλητοι δὲ ἐκ πολλῶν κεκλημένοι τόπων.

### π 1975

Πολυκλῇσι: πολυκαθέδραις. καὶ Πολυκληΐσιν ὁμοίως.

### π 1976

Πολύκμητος: πολυκάματος.

### π 1977

Πολυκράτης, Ἀθηναῖος, ῥήτωρ, δεινός τε καὶ τοὺς κατὰ Σωκράτους λόγους βʹ Ἀνύτῳ καὶ Μελήτῳ γράψας.

### π 1978

Πολυκράτης, ὁ τῆς Κύπρου ἄρχων ἐπὶ Πτολεμαίου τοῦ παιδὸς τυγχάνων πίστιν εἶχε καὶ βίον ἐνάρετον. μετὰ δὲ ταῦτα προβαινούσης ἤδη τῆς ἡλικίας ὁλοσχερῶς εἰς ἀσέλγειαν ἐξώκειλε καὶ βίον ἀπρεπῆ. καὶ κλίνεται Πολυκράτους.

### π 1979

Πολύκρημνον: δύσβατον, ὀρεινόν.

### π 1980

Πολυκτόριος: ὄνομα τόπου.

### π 1981

Πολύκτωρ: ὄνομα κύριον.

### π 1982

Πολυκύμονος θαλάσσης.

### π 1983

Πολυλήϊος: πολλὰ κτήματα ἔχων.

### π 1984

Πολύλιστος: πολυλιτάνευτος.

### π 1985

Πολυμάθεια.

### π 1986

Πολυμήλη: πολυθρέμματος γῆ.

### π 1987

Πολύμητις: πολύβουλος.

### π 1988

Πολύμνηστος καὶ Ἀριφράδης καὶ Οἰώνιχος ἀρρητοποιοί. καὶ Πολυμνήστεια δὲ καὶ αὕτη κωμῳδεῖται ἐπὶ αἰσχρότητι. Κρατῖνος· καὶ Πολυμνήστει’ ἀείδει μουσικήν τε μανθάνει. Ἀριστοφάνης· ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα λυμαίνεται, οὔ ποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου. ζήτει Πολύμνηστον ἕτερον ἐν τῷ Βάττος.

### π 1989

Πολυωδυνία· καὶ Πολυώδυνος, ὁ ἐν μεγάλῃ θλίψει ὤν.

### π 1990

Πολυωπόν: τὸ πολύτρητον δίκτυον. Πολυοπὸν δὲ ἱμάτιον.

### π 1991

Πολυωρήσεις: πολλὴν φροντίδα ποιήσεις, φυλάξεις. καὶ Πολυωρία, ἡ ἐπιμέλεια. καὶ αὖθις· ὁ δὲ ἐδεῖτο τοῦ θεοῦ πο‐ λυωρίας τυχεῖν τῆς ἐξ αὐτοῦ. καὶ αὖθις Αἰλιανός· δεομένῳ δὲ πο‐ λυωρίας τυχεῖν καὶ ῥοπῆς τῆς ἐς τὸ κρεῖττον οὐκ ἐπένευσε.

### π 1992

Πολυπάμμονος: πλουσίου.

### π 1993

Πολυπίδακα: πολλὰς ἀναβολὰς ἔχουσαν. τουτέστιν ἀνα‐ βλύσεις.

### π 1994

Πολυπλήθεια.

### π 1995

Πολύποδος δίκην: αὐτὸς ἑαυτὸν καταφαγών.

### π 1996

Πολύπους· ὅτι ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι. καὶ παροιμία· δὶς ἑπτὰ πληγαῖς πουλύπους πιλούμενος.

### π 1997

Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντάς τισιν ἑαυτούς.

### π 1998

Πολυπραγμοσύνη καὶ Πολυπράγμων· ὁ σπουδαῖος οὐκ ἔστι πολυπράγμων. τοῦτο βουλόμενοι δεῖξαι, τὴν πολυπραγμοσύνην μεταλαβόντες εἰς φιλοπραγμοσύνην, ἀνασκευάζομεν τὸ προκείμενον. ὁ μὲν γὰρ πολυπράγμων οὐδέπω φανερὰν ἁμαρτίαν σημαίνειν δοκεῖ, εἴγε πολυπράγμων μέν ἐστιν ὁ ἐν πολλοῖς κυλιόμενος πράγμασι, δύναται δὲ τοῦτο καὶ ἀπὸ τύχης τινι περιγενέσθαι· ὁ δὲ φιλοπράγμων διάθεσιν ἤδη καὶ οἰκειότητα τὴν πρὸς τὰ πράγματα δηλοῖ καὶ σπουδὴν καὶ αἵρεσιν, ὃ ἀλλότριον τοῦ σπουδαίου.

### π 1999

Πολυπτύχου: πολλὰς ἀποκλείσεις ἔχοντος, οἷον πτύχας.

### π 2000

Πολυποικιλώτατος.

### π 2001

Πολυποίτης: ὄνομα κύριον.

### π 2002

Πολύρρηνες: πολλὰ θρέμματα ἔχοντες. τὸ Πολύρρηνον, τόπος Κρήτης, ἔνθα τοῖς θεοῖς ἔθυον. καὶ ζήτει ἐν τῷ οἱ Κρῆτες.

### π 2003

Πολύς: σφοδρός.

### π 2004

Πολυσμαράγοις: ἠχητικοῖς.

### π 2005

Πολυσπαθής: ὁ πλειστάκις ὑπὸ σπάθης ἐνεργηθείς. ἐν Ἐπι‐ γράμμασι· πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων.

### π 2006

Πολύστρατος· οὗτος αἰτίαν ἔχων τοῦ Ἑρμᾶς περικόψαι ἀνῃ‐ ρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται. ἕτερος δέ ἐστιν, ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας. ἄλλος δ’ ἂν εἴη, οὗ μνημονεύει Δημο‐ σθένης ἐν Φιλιππικοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου. παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησά‐ μενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ, τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι.

### π 2007

Πολυσχιδής: πολυμερής. καὶ Πολυσχιδῆ ζῷα, ἄνθρω‐ πος, κύων, λέων καὶ εἴ τι ἄλλο, οἷς συμβέβηκε πολυτοκεῖν.

### π 2008

Πολυτελές: δαπανηρόν. Θουκυδίδης. τὸ γὰρ ἔχειν αὐτοὺς πρὸς τὸν ἐκ τῆς Δεκελείας πόλεμον πολυτελὲς ἐφαίνετο. καὶ Πολυτελέσι, πολυδαπάνοις. τέλος γὰρ τὸ δαπάνημα. καὶ Πο‐ λυτέλεια. ὅτι πολυτελῆ τὰ πολυδάπανα, ὡς ἀτελῆ τὰ ἀδάπανα.

### π 2009

Πολυτιμητιζόμενος: θεραπευόμενος.

### π 2010

Πολυτίμητος· ἐψηλάφων τοὺς ὑπομνηματισμούς, οὓς ὁ πολυ‐ τίμητος Ἡρακλείδης ἧκεν ἔχων. ὁ πολυτιμώρητος.

### π 2011

Πολύτλας: πολλὰ ὑπομένων.

### π 2012

Πολυφασίας: πολυλογίας.

### π 2013

Πολυφλοίσβου: πολυταράχου.

### π 2014

Πολυφόρβη: γῆ ἡ πολλοὺς τρέφουσα.

### π 2015

Πολυφόρῳ· Ἀριστοφάνης· οὕτω πολυφόρῳ συγκέκραμαι δαί‐ μονι. ἀντὶ τοῦ πολλά μοι κακὰ ὑφ’ ἕνα καιρὸν φέροντι· ἢ ποικίλῳ. ἀπὸ τοῦ πολὺ ὕδωρ ἐπιδεχομένου οἴνου. τουτέστιν ἀκράτῳ καὶ ἰσχυρῷ πρὸς τὸ κακόν· πολυφόρον γὰρ ἔλεγον τὸν πολλὴν κρᾶσιν δεχόμενον, ὀλιγοφόρον δὲ τὸν ὀλίγην. ἢ μεταφορικῶς ἀπὸ τῶν ἀνθέων τῶν δένδρων.

### π 2016

Πολυφραδέστερον: συνετὸν ἐν λόγοις.

### π 2017

Πολύφρονος.

### π 2018

Πολύχουν: πολυφόρητον, ἢ πολυειδῆ.

### π 2019

Πολύχους: πεπλουτισμένος. ὁ δὲ Εὐνόμιος ὀλιγομαθῶς μὲν εἶχε περὶ τὰ μαθήματα, πολύχους δὲ ἦν περὶ τὴν λέξιν καὶ τὰ αὐτὰ στρέφων ἀεὶ καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ· ὡς δεικνύουσιν οἱ δʹ τόμοι, οὓς ἐματαιοπόνησεν εἰς τὰς Ἐπιστολάς· πολλοὺς γὰρ λόγους ἐς αὐτὰς ἀναλώσας τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται.

### π 2020

Πόμα κεκραμένον τρία καὶ δύο: τρία μέρη ὕδατος ἐπι‐ δεχόμενον, οἴνου δὲ δύο. ἀρίστη κρᾶσις, οἴνου δύο μέρη καὶ ὕδατος τρία. Ἀριστοφάνης· ἔχε πιεῖν κεκραμένον τρία καὶ δύο. ἡ Τριτογενὴς αὐτὸν ἐνετριτώνισε. βούλεται δηλοῦν, ὅτι ἡ Ἀθηνᾶ τοιοῦτον αὐτὸν ἐποίησεν, ὡς δύνασθαι τρία μέτρα φέρειν ὕδατος.

### π 2021

Πομπεύει: ὡς νενικηκὼς μεγαληγορεῖ.

### π 2022

Πομπεία: λοιδορία. καὶ οἱ δικανικοὶ χρῶνται τῷ ὀνόματι. λέγεται πομπεῖα καὶ τὰ εἰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τοῖς κατὰ Ἀνδροτίωνος ὑποσημαίνει. Φιλόχορος δέ φησιν, ὡς πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν. ὀψὲ δὲ καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασε.

### π 2023

Πομπείας καὶ Πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις. Μέναν‐ δρος Περινθίᾳ· ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι.

### π 2024

Πομπήϊος· ὅτι Πομπήϊος ὁ Μέγας ἐπικληθείς, ὕπατος καὶ στρατηγὸς Ῥωμαίων, τὸν πρὸς Μιθριδάτην καὶ Τιγράνην πόλεμον ἀνεδέξατο. καὶ τὸν μὲν Μιθριδάτην κατὰ τὴν μικρὰν Ἀρμενίαν νυκτο‐ μαχίᾳ κατηγωνίσατο, ὡς τὸ στρατόπεδον αὐτοῦ διαρπάσαι καὶ τρεῖς μυριάδας ὁπλιτῶν καταβαλεῖν. ὁ οὖν Μιθριδάτης γυμνωθεὶς παντάπασι τῆς δυνάμεως διαφεύγειν ἀγαπητῶς ἅμα τῇ γαμετῇ καὶ δύο τισὶν ἀκολούθοις ἱκανὸς γέγονεν· εἶτα καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις καὶ πρὸς θάνατον ἀναγκαῖον ἐλαθείς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. ὁ δὲ δὴ παῖς αὐτῷ Φαρνάκης γίνεται διάδοχος τῆς ἀρχῆς. ὁ δὲ Πομ‐ πήϊος ἐπὶ Τιγράνην ἄγει τὴν στρατιάν. ὁ δὲ Ἀρμένιος διὰ μάχης ἐλθεῖν τοῖς Ῥωμαίοις οὐ λυσιτελὲς ἡγησάμενος, ἐνδιδοὺς ἑαυτὸν ἀφίκετο πρὸς Πομπήϊον καὶ πρὸς τοῖς γόνασιν αὐτοῦ πεσὼν καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελῶν ἐν ταῖς ἐκείνου χερσὶ κατέθετο. οἷς δὴ καμφθεὶς τὸν θυμὸν ὁ Πομπήϊος ἀνίστησί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀπο‐ δίδωσιν, αὐτὸς τῇ τοῦ Ἀρμενίου τοῦτο περιθεὶς κεφαλῇ τά τε ἄλλα διὰ τιμῆς τὸν ἄνδρα ἦγεν, ἀφαιρέσει δὲ ὅμως μέρους τινὸς τῆς ἀρχῆς καὶ χρήμασι πολλοῖς ἐζημίωσε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκην ἀπετέμετο καὶ πεντακισχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων δικαίῳ, ἅτε χειρῶν ἀδίκων ἀρξάμενον, προσηνάγκασε. μετὰ ταῦτα Ἀλβανοὺς ὑπέταξε καὶ τὸν βασιλέα τῶν Ἰβήρων Ἀρσάκην φεύγειν ἠνάγκασε καὶ τὴν μικρὰν Ἀρμενίαν Δηϊοτάρῳ τῷ δυνάστῃ τῆς Γαλατίας ἐδωρήσατο Ἄτταλόν τε καὶ Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆς Παφλαγονίας κατήγαγεν, ἐξεληλαμένους πρὸς τοῦ Μιθριδάτου, Κόλχοις τε ἐφίστησιν ἡγεμόνα. ἐφ’ οἷς Σύρους τε καὶ Ἄραβας κατεστρέψατο καὶ Ἰουδαίους τρίτῳ μηνὶ παρεστήσατο. ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀνα‐ θημάτων οὐδὲν διήρπασεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιησάμενος Ἀριστοβούλῳ παρέδωκεν· Ὑρκανὸν γὰρ ἐς τὴν Ῥωμαίων ἐξέπεμψε δέσμιον.

### π 2025

Πομπήϊος, Ῥωμαίων στρατηγός· περὶ οὗ φασιν ὅτι μετὰ τὰς σπονδὰς δειπνεῖν τὸν Καίσαρα καὶ Ἀντώνιον παρὰ Πομπηΐῳ τῷ παιδὶ Πομπηΐου ἐν τῇ στρατηγίδι νηῒ παρασκευασαμένῳ τὸ δεῖπνον· τοῦτον γὰρ ἔφη μόνον αὐτῷ καταλελεῖφθαι πατρῷον οἶκον. ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης, Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηΐῳ ὑπηρετοῦντα καὶ τότε προσελθεῖν αὐτῷ ἡσυχῆ καί, βούλει, φάναι, τὰς ἀγκύρας τῆς νηὸς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον; τὸν δὲ Πομπήϊον ἀποκρίνασθαι· ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. νῦν δέ, (οὐ πρὸς ἡμῶν γὰρ ἐπιορκεῖν) τὰ παρόντα στέργωμεν.

### π 2026

Πομπήν: τὴν πέμψιν, ἀποστολήν. Θουκυδίδης δʹ· ξύλων τε ναυπηγησίμων πομπῇ. καὶ Αἰλιανός· καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα. καὶ ἅμα τῇ κόρῃ παρεσκεύασε πομπὴν ἐπι‐ φανῆ, ἁρμάμαξάν τε λαμπρὰν καὶ ἐσθῆτα σοβαρὰν καὶ θεραπείαν συχνήν.

### π 2027

Πομπίλιος: ὄνομα κύριον. καὶ Πομπίλος, ἰχθύς.

### π 2028

Πομπόν: συνοδοιπόρον, καὶ προπέμποντα.

### π 2029

Πομποστολεῖ: ἐκπέμπει τῇ νηῒ τὸν στόλον.

### π 2030

Πομπώνιος: ὄνομα κύριον.

### π 2031

Πομφόλυγες: αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλως καταφερόμεναι. ὁ δὲ δίκην πομφολύγων ἐκ φύσεως διαλύει τὸ ὕπουλον.

### π 2032

Πομφόλυξ: ἐκβρασμὸς ὕδατος.

### π 2033

Πομφολυγοπαφλάσμασιν: ἐν ταῖς δίναις τῶν ὑδάτων. πομ‐ φόλυγες γὰρ αἱ φλυκταινώδεις δῖναι. ἀπὸ τοῦ παφλάζειν. ὥσπερ πομφόλυξ ῥαγεῖσα ἀφανίζεται, οὕτω μνήμη ὑπερηφάνου ὄλλυται μετὰ θάνατον.

### π 2034

Πονεύμενον: ἐνεργοῦντα.

### π 2035

Πονεῖν: ἐνεργεῖν.

### π 2036

Πονεῖσθαι: ἐνεργεῖν. Τραιανὸς ὁ βασιλεὺς δίκαιος ἦν καὶ τῷ σώματι ἐρρωμένος μʹ ἄγων ἔτος ἦρξε καὶ ἠβούλετο ἐξίσου πάντα τοῖς ἄλλοις τρόπον τινὰ πονεῖσθαι.

### π 2037

Πονηρὰ κατὰ τρυγόνα ψάλλεις: ἐπὶ τῶν μοχθηρῶς καὶ ἐπιπόνως ζώντων. καὶ γὰρ ἡ τρυγών, ἐπειδὰν πεινᾷ, τότε μάλιστα ψάλλει.

### π 2038

Πονηρία: ὁ ἐκ κατασκευῆς εἴς τινα παρά του πόνος γινόμενος, παρὰ τῷ Ἀποστόλῳ.

### π 2039

Πονηρόπολις· ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι, τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηρούς, ὡς δισχιλίους· ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν.

### π 2040

Πόνηρος: ἐπίπονος. ἡ πρώτη ὀξεῖα. ἐπὶ σώματος προ‐ παροξύνεται· ἕλκει πονήρῳ. ἐπὶ δὲ ψυχῆς ὀξυτόνως. λέγεται δὲ καὶ Πονηρὸν ὕδωρ. πονηροῖς κἀκ πονηρῶν εἰς πάντα χρώμεθα, οἷσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκῆ ῥᾳδίως χρήσαιτ’ ἄν. τουτ‐ έστι τοῖς λεγομένοις καθάρμασι πόλεως. οὐδὲν πονηρόν, ἀλλ’ ὅπερ καὶ Καλλικῶν. ὁ Καλλικῶν οὗτος προὔδωκε Σάμον, οἱ δὲ Μίλητον. ὡσεὶ εἶπεν, οὐδὲν κακὸν ποιῶ, ἀλλ’ ἱεροσυλῶ. ἐπὶ πονηρίᾳ γὰρ τεθρύλληται ὁ Καλλικῶν οὗτος, ὃς προὔδωκε Μίλητον Πριηνεῦσι. πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινων, τί μέλλει ποιεῖν, ἔλεγε, πάντα ἀγαθά. πάντα οὖν ἀγαθά, φησί, ποιῶ, ὡς ἔλεγε Καλλικῶν. ὕστερον μέντοι παρὰ Θεαγένους τινὸς εἰσῆλθεν ὠνησόμενος κρέα. κἀκεῖνος ὑποδεῖξαι ἐκέ‐ λευσε, πόθεν κόψαι θέλει. προτείναντος δὲ τὴν χεῖρα, ἀπέκοψε καὶ εἶπε· ταύτῃ τῇ χειρὶ οὐ προδώσεις πόλιν ἑτέραν. μέμνηται δὲ καὶ Καλλίμαχος· μὴ σύ γε, Θειόγενες, κόψας χέρα Καλλικόωντος. προδοὺς δὲ Μίλητον τοῖς πολεμίοις, πυνθανομένου τινός, ὅ τι τοῦτο ἐποίησεν, ἀποκρίνασθαι, ἀγαθὰ Καλλικῶν. καὶ Ἀριστοφάνης φησὶ τοῦ πονηροῦ κόμματος. ἀπὸ τοῦ παρακεκομμένου ἀργυρίου.

### π 2041

Πόνηρος· ἔστι παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· πονήρους γ’ εἶπας ἡμῖν συμμάχους. ἀντὶ τοῦ μοχθηροὺς καὶ ἐπιπόνους, ἀσθενεῖς, ἀπράκτους. ὥς φαμεν, πονήρως ἔχει ἡμῖν τὰ πράγματα. ἢ ἀτυχής, ἄθλιος. ἐπὶ ὄνου πονήρας ὀχούμενος. πόνηρον δὲ λέγει ὁ Ἀπόστολος τὸν ἐκ κατασκευῆς εἴς τινα παρά του πόνον γινόμενον. λέγεται δὲ καὶ Πονηρὸν ὕδωρ, τὸ νοσοποιόν. Πονηροὶ λέγονται καὶ ἐπίπονοι. καὶ παροιμία· Πόνῳ πονηρός, μοχθηρός, σφόδρα πονηρός. διὰ τὸν πόνον κατ’ ἐνέργειαν ὁ ἐπίπονος.

### π 2042

Πονήσαντα: ἀντὶ τοῦ παλαιωθέντα. Ἀρριανός· τὰ δὲ πονή‐ σαντα αὐταῖς οὐ χαλεπῶς ἐπεσκευάσθη. καὶ αὖθις· πονουμένῳ αὐτῷ περὶ τῆς βασιλείας τῶν Πάρθων ξυμβάλλουσι δύο τινές.

### π 2043

Πόνον: Ὅμηρος ἐπὶ τῆς ἐνεργείας τίθησι. καὶ Πονεῖν, τὸ ἐνεργεῖν.

### π 2044

Πόνον σπείρειν: παροιμία ἐπὶ τῶν μάτην πονούντων.

### π 2045

Πόνος: σπουδή, ἐπίτασις. καὶ ἦν πόνος μυρίος ἑκάστοις ἐπειγομένοις δρᾶσαι τὸ προσταχθέν, καὶ ἀγώνισμα ἐτίθεντο ἕκαστος ἑαυτοῦ τῆς Περσῶν προθυμίας τε καὶ σπουδῆς.

### π 2046

Πόνος πόνῳ πόνον φέρει: λείπει ἡ πρός, ἵν’ ᾖ, ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει. καί ἐστι τὸ μὲν πόνος πόνῳ ἀρχαϊκόν, ὡς ἔργον ἐπ’ ἔργῳ, τὸ δὲ δεύτερον πόνον κοινῶς, οἷον κάματον. καὶ Ὅμηρος· πάντη δὲ κακὸν κακῷ ἐστήρικται. ὁ αὐτὸς Ἀριστοφάνης ἐν Τραχινίαις· νὺξ γὰρ εἰσάγει, καὶ νὺξ ἀπωθεῖται δεδεγμένον πόνον.

### π 2047

Ποντίφιξ: ὁ μέγας παρὰ Ῥωμαίοις ἱερεύς, ὃν Νομᾶς ὁ Ῥω‐ μαίων νομοθέτης κατέστησεν, ἡνίκα βιαίῳ ῥεύματι φερόμενος ὁ Θύβρις τὸ πρεσβύτατον ζεῦγμα ἐλάμβανεν. εὐχὰς οὗτος πρὸς τῷ ποταμῷ μειλικτηρίους ποιησάμενος, μὴ διαξῆναι τὴν γέφυραν, ἔπεισε τὸν ποταμὸν ἡσυχῆ καὶ εὐτάκτως ἀνασχέσθαι τοῦ πράγματος. καὶ τοὺς λεγομένους Ποντίφικας καὶ Φλαμινίους τοῖς ἱερεῦσιν ἐπέστησε.

### π 2048

Ποντοβρύχους: ὑπὸ θαλάσσης βρεχομένους.

### π 2049

Πόντος: κυρίως μὲν ὁ ἔνδον τῆς Χερρονήσου καὶ Εὐξείνου καλούμενος, καταχρηστικῶς δὲ πᾶσα ἡ θάλασσα. καὶ παροιμία. Πόντος ἀγαθῶν, ἐπὶ τῶν πολλῶν ἀγαθῶν καὶ μεγάλων· ὥσπερ ἀγαθῶν θάλασσα. Ἀριστοφάνης· Ποντοπόσειδον. ἀντὶ τοῦ μέγιστε Πό‐ σειδον. ἀπὸ τοῦ πόντου μεταφορικῶς.

### π 2050

Ποπάδες· ἡ δὲ μελισσῶν ἀμβροσίη, πυκναί τ’ ἰτρίνεαι ποπάδες.

### π 2051

Πόπανα: πλακούντια πλατέα καὶ λεπτὰ καὶ περιφερῆ. ὅτι ἐπὶ τέσσαρσι ποπάνοις ἔθυον βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν. Πό‐ πανα εἰδικόν, προθύματα γενικόν.

### π 2052

Ποπλικόλας: ὄνομα κύριον. παρὰ Ῥωμαίοις.

### π 2053

Πόπλιος· οὗτος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν τοῖς ὄχλοις εὔνοιαν, παρὰ δὲ τῷ συνεδρίῳ πίστιν, ὥστε ἐν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλλομένου κατὰ τὰ Ῥωμαίων ἔθη, καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς, ἄλλο μὲν οὐθὲν εἶπε προελθών, οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ Ῥωμαίων δήμῳ οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, δι’ ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατηγοροῦντες. ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον.

### π 2054

Πόπλιος· περὶ τούτου τοῦ στρατηγοῦ ζητοῦσί τινες, τίνι τρόπῳ ἐγένετο ἐπιφανέστατος, ἀπὸ ποίας φύσεως ἢ τριβῆς ὁρμηθείς. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ τῷ αὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι, νομίζοντες ὡσανεὶ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες, ὅτι τὸ μὲν ἐπαινετόν, τὸ δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων. καὶ τὸ μὲν κοινόν ἐστι καὶ τοῖς τυχοῦσι, τὸ δὲ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχειν τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον. ἐμοὶ δοκεῖ Πόπλιος, φησὶν ὁ Πολύβιος, Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν. οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισι‐ δαιμονοῦντα καὶ παντὰ προσέχοντα τῇ Πυθίᾳ συστήσασθαι τὸ Λακε‐ δαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην τῇ πατρίδι περιποιῆσαι δυναστείαν· ἀλλ’ ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας παραβάλλεσθαι χωρὶς τῆς τῶν θεῶν ἐλπίδος, Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπι‐ βολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαραδεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας, Πόπλιος δὲ παραπλησίως ὡς μετὰ τῆς θείας ἐπιπνοίας ποιούμενος τὰς ἐπιβολὰς εὐθαρσεστέρους παρεσκεύαζε τοὺς ὑποταττομένους πρὸς τὰ δεινὰ τῶν ἔργων. καὶ μετὰ λογισμοῦ καὶ προνοίας ἔπραττε καὶ πάντα κατὰ λόγον ἐξέβαινε τὰ τέλη τῶν πράξεων αὐτῷ. ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλόψυχος, ὁμολογεῖται, διότι δ’ ἀγχίνους καὶ νήπτης, τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐδεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβιωκότων καὶ τεθεαμένων ὑποστὰς αὐτοῦ τὴν φύσιν. ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ δόξαν ἐργασάμενος διὰ τὸ δοκεῖν εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπ’ ἐκείνου πεπραγμένοις. ὅτι πρώτῳ Ποπλίῳ ἐλλοχήσεως ἀμοιβῆς δεξιῶς γενομένης, ὑπὸ Ῥωμαίων ἐδόθη στέφανος ἀγρώστεως χλωρᾶς. ὅτι ποτὲ νεανίσκοι τινες τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον ἧκον αὐτὴν ἄγοντες καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι τὴν κόρην. ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλλος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἂν ἥδιον ἔφη δέξασθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δ’ ὑπάρχων οὐδ’ ὁποίαν ἧττον, τοῦτ’ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται κατὰ ψυχὴν καὶ κατὰ σῶμα ἐμπόδια τοῖς χρωμένοις. τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτ’ ἂν προαιρῆται τῶν πολιτῶν. δι’ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν εἰργάζετο τοῖς ὑποταττομένοις.

### π 2055

Πόπλιος Σκιπίων, Λευκίου κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέσιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις ἐδόκει πολυχρημονέστατος τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτ’ ὠνη‐ σάμενος οὔτ’ ἄλλῳ τρόπῳ κτησάμενος οὐδέν, καίπερ οὐχ ὅλως εὐπο‐ ρούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος, οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἴασε βίον. τοῦτο ἀναμφισβήτητον παρὰ Ῥωμαίοις.

### π 2056

Πόπλιος Σκιπίων Ἀφρικανός, τὴν στρατιὰν εὑρὼν διεφθαρ‐ μένην ἐπανώρθωσεν. ὃς καὶ τὴν Καρχηδόνα εἰς ἔδαφος καθεῖλε. προ‐ σημᾶναι δὲ αὐτῷ τοῦ πολέμου τὸ πέρας τὴν τοῦ ξίφους λαβήν, αἵματι πολλῷ ῥεομένην καὶ πολλάκις μὲν ἀποματτομένην, πλέον δὲ ἀνιεῖσαν ἀεὶ τοῦ αἵματος· τοὺς γὰρ μάντεις πολὺν φόνον τῶν ἐναντίων σημαίνειν τὸ τέρας ὑποκρίνασθαι.

### π 2057

Πόπλιος Οὐαλέριος, ὁ συνύπατος Βρούτου, ἄξιος μὲν πολ‐ λῶν καὶ ἄλλων ἐπιτηδευμάτων χάριν ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι, μάλιστα δὲ τῆς αὐταρκείας τοῦ βίου. ἢ φιλοσοφία τις αὐτοδίδακτος ἐγένετο περὶ αὐτόν, ἣν ἐν πολλοῖς ἐπεδείξατο πράγμασι.

### π 2058

Πόππυζε· ἐν Ἐπιγράμμασι· παῖζε μόνη τὸ φίλημα· μάτην πόππυζε σεαυτῇ. ἀντὶ τοῦ κολάκευε, κήλει.

### π 2059

Ποππύσματα: κολακεῖαι εἰς τοὺς ἀδαμάστους ἵππους.

### π 2060

Πόρδαλις: τὸ ζῷον.

### π 2061

Πορεῖα: τὰ εἰς πορείαν χρήσιμα.

### π 2062

Πόριες: νέοι βόες, μόσχοι.

### π 2063

Πορίζω· δοτικῇ.

### π 2064

Πορίμῳ: ἄνυσιν καὶ ἐπίνοιαν ἔχοντι. ἐγχειρεῖν χρὴ ἔργῳ πορίμῳ.

### π 2065

Ποριμώτατος. ταύτην ἔδοξεν εἶναι ποριμωτάτην ἐπιβολήν. ἀντὶ τοῦ ἐπικερδῆ. καὶ Πορίσονται, ἀντὶ τοῦ κερδήσουσι.

### π 2066

Πορισταί: οἱ τοὺς πόρους εἰσηγούμενοι δημαγωγοὶ ἐπὶ τῷ ἑαυτῶν λυσιτελεῖ.

### π 2067

Πορθήσειας: ἕλοις, λάβοις.

### π 2068

Πόρθησις: ἐρήμωσις.

### π 2069

Πορθμεύειν. εὑρίσκει Νέσσον πορθμεύοντα μισθοῦ καὶ πείθει αὐτόν, ὡς πορθμεύσειεν Ἀλκμήνην καὶ Δηϊάνειραν.

### π 2070

Πορθμεῖον: τὸ πλοῖον. Πόρθμιον δὲ τὸ ναῦλον.

### π 2071

Πορθμεῖς: οἱ περάται. Ἀριστοφάνης· χαλεπαί γ’ ἂν ἦτε γενόμεναι πορθμεῖς. ἕλκοντες τοὺς πλωτῆρας ἀπεκναίετε. ἐπειδὴ οἱ πορθμεῖς τοὺς παριόντας ἀναγκάζουσιν εἰς τὰ ἴδια πλοῖα ἐμβαίνειν.

### π 2072

Πορθμήϊον: ὁ μισθὸς τοῦ ναύτου. Καλλίμαχος· τοὔνεκα καὶ νέκυες πορθμήϊον οὔτι φέρονται. ἐν Αἰγιαλῷ γὰρ καταβάσιόν ἐστιν εἰς ᾅδου, εἰς ὃ ἀπελθοῦσα ἡ Δημήτηρ ἔμαθε παρὰ τῶν περιοίκων περὶ τῆς Κόρης καὶ ἐδωρήσατο αὐτοῖς, ὡς λέγει, ἄφεσιν τοῦ πορθμηΐου.

### π 2073

Πορθμὶς καὶ Πορθμίδιον. τοῦ δ’ Ἀχέροντος ὕδωρ, ὃς πλώεις πορθμίδι κυανέῃ.

### π 2074

Πορθμός· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Εὐβοίας.

### π 2075

Πορθμός: πέραμα, ἀμφίγειος θάλασσα. ἰσθμὸς γάρ ἐστι γῆ στενή, ἑκατέρωθεν ἔχουσα θάλασσαν, πορθμὸς δὲ θάλασσα ὑπὸ γῆς περιεχομένη. πορθμὼ δύο ἐστόν, ὁ μὲν ἐφ’ Ἑλλησπόντου ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ στόματος τοῦ Εὐξείνου Πόντου, οὗ τὸ Ἱερὸν ὀνομάζεται. ἐν μὲν δὴ τῷ Ἑλλησπόντῳ τελωνεῖον ἥκιστα ἦν, ἄρχων δέ τις ἐκ βασιλέως στελλόμενος ἐν Ἀβύδῳ καθῆστο, διερευνώμενος ἕκαστα· ὁ δὲ ἐπὶ πορθμοῦ τοῦ ἑτέρου στελλόμενος μισθὸν ἀεὶ πρὸς βασιλέως κεκομισμένος ἤει, οὐδὲν πρὸς τῶν τῇδε ναυτιλλομένων κομιζόμενος.

### π 2076

Πόρκης: ὁ ἐπιδακτύλιος τῆς ἐπιδορατίδος, ὁ περιεργνύων αὐτὴν πρὸς τὸ ξύλον. καὶ κλίνεται πόρκου.

### π 2077

Πόρκος: κύρτος θαλάσσιος, ὁ εἰς ἄγραν ἰχθύων.

### π 2078

Πορνεῖα: τόπος, ἔνθα αἱ πόρναι διάγουσιν. ἐς τὰ πορνεῖα ἐσιόνθ’ ἑκάστοτε. Ἀριστοφάνης.

### π 2079

Πορνεία: ἡ εἰδωλολατρεία. καὶ Πόρνος, ὁ εἰδωλολάτρης. παρὰ τὸ πόρρω νεύειν. ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ· ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι. Πορνεία καὶ ἡ ἀκολασία. παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν.

### π 2080

Πορνεύω.

### π 2081

Πορνίδιον: ἡ μικρὰ παῖς.

### π 2082

Πόρον: διέξοδον, τρίβον καὶ περαίωσιν ποταμοῦ.

### π 2083

Πόρος: πέρας, ἢ ποταμός, ἢ ὁδός, ἢ φυσήματα ὑδάτων, ἢ μηχανή, ἢ τεχνάσματα. ἢ διάβασις. Ἀριστοφάνης· τίς πόρος σοὶ τῆς ὁδοῦ γενήσεται. ἀντὶ τοῦ διάβασις. καὶ Πόροι ἁλιρρόθιοι, ποταμοὶ εἰς θάλασσαν ῥέοντες. ὅτι πόρος κυρίως ἐπὶ ὑγρῶν λέγεται. καὶ εὔπορος, ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ ὑδατικοῦ πόρου.

### π 2084

Πόρος· Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. δῆμός ἐστι τῆς Ἀκαμαντίδος ὁ Πόρος. καὶ ὁ δημότης Πόριος.

### π 2085

Πόρρω: ἐπὶ χρόνου τάσσεται. ὡς δὲ πόρρω ἦσαν τοῦ πίνειν, τότε δὴ μύρον μέν τις περιήνεγκεν· οἱ δὲ ἐχρίοντο.

### π 2086

Πόρρω Διός τε καὶ κεραυνοῦ: διὰ τὸ τοὺς ἐπιβούλους τοῖς συνοῦσι χρωμένους, ἀδεέστερον εἶναι λέγουσα τὴν μετ’ ἀπραγμο‐ σύνης ἀσφάλειαν τῶν ἐν ἐπιφανεῖ βίῳ κινδυνευόντων.

### π 2087

Πορρωτέρω.

### π 2088

Πόρρω τῶν νυκτῶν: περὶ τὸ μεσονύκτιον. τινὲς δὲ τῶν αὐτῷ παρόντων πόρρω που τῶν νυκτῶν, δηλονότι οἷσπερ ἐν καθαρῷ ἦν ἡ ψυχή, φάσμα θεάσασθαι δαιμόνιον.

### π 2089

Πόρπαξ· Σοφοκλῆς· ἀλλ’ αὐτός μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος ἑπτάβοιον ἄρρητον σάκος. καὶ Ἀριστοφάνης· ἀλλ’ ἐμός γα, κἂν ἐκ τῆς ταγᾶς ἔλθῃ πόκα, πορπακησάμενος. ὁ ἐμός, φησίν, ἀνήρ, οἷον περονησάμενος. ἀντὶ τοῦ ἀποβαλὼν τὴν ἀσπίδα, ἅμα τῷ παρὼν εἶναι ἄπεισιν εἰς τὸν πόλεμον.

### π 2090

Πόρπαξ: ᾧ τὴν ἀσπίδα κατέχουσιν ὁ λεγόμενος ὄχανος· ἀνε‐ τίθεσαν γὰρ τὰ ἐκ τῶν πολέμων ὅπλα ἄνευ ὀχάνων, ἵνα μὴ ἑτοίμως αὐτοῖς ἔχωσι χρῆσθαι. οὐ γάρ ς’ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι. Πόρπαξ, κατά τινας μὲν ὁ ἀναφορεὺς τῆς ἀσπίδος· ὡς δέ τινες τὸ διῆκον μέσον τῆς ἀσπίδος σιδήριον, ᾧ κρατεῖ τὴν ἀσπίδα ὁ στρατιώτης.

### π 2091

Πόρπη: ἡ παρὰ Ῥωμαίοις φίβλα. ὁ δὲ τὴν πόρπην αὐτοῦ σπάσας, ἀεί, φησίν, ὑμεῖς οἱ παρὰ τῶν Ἀχαιῶν ἐστὲ τοιοῦτοι κήρυκες. καὶ Πορποῦσθαι, φιβλοῦσθαι.

### π 2092

Πορπηδόν.

### π 2093

Πόρπωμα: εἶδος ὅπλου.

### π 2094

Πορσύνω: ἑτοιμάζω.

### π 2095

Πορφύρεος: ὁ πορφυροῦς. καὶ Πορφύρεον κῦμα.

### π 2096

Πορφύρειος ἐσθής.

### π 2097

Πορφύρῃ: ταράσσηται. καὶ ἐν Μυθικοῖς· καὶ οἱ πορφύροντι διακριδὸν ἀμφὶς ἕκαστα.

### π 2098

Πορφύριος, ὁ κατὰ Χριστιανῶν γράψας· ὃς κυρίως ἐκαλεῖτο Βασιλεύς· Τύριος, φιλόσοφος, μαθητὴς Ἀμελίου τοῦ Πλωτίνου μαθητοῦ, διδάσκαλος δὲ Ἰαμβλίχου, γεγονὼς ἐπὶ τῶν χρόνων Αὐρηλιανοῦ καὶ παρατείνας ἕως Διοκλητιανοῦ τοῦ βασιλέως. ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. ἦν δὲ καὶ Λογγίνου τοῦ κριτικοῦ ἀκροασάμενος. Περὶ θείων ὀνομάτων αʹ, Περὶ ἀρχῶν βʹ, Περὶ ὕλης ϛʹ, Περὶ ψυχῆς πρὸς Βόηθον εʹ, Περὶ ἀποχῆς ἐμψύχων δʹ, Περὶ τοῦ Γνῶθι σαυτὸν δʹ, Περὶ ἀσωμάτων, Περὶ τοῦ μίαν εἶναι τὴν Πλάτωνος καὶ Ἀριστοτέλους αἵρεσιν ζʹ, Εἰς τὴν Ἰουλιανοῦ τοῦ Χαλ‐ δαίου φιλοσόφον ἱστορίαν ἐν βιβλίοις δʹ, Κατὰ Χριστιανῶν λόγους ιεʹ, Περὶ τῆς Ὁμήρου φιλοσοφίας. Πρὸς Ἀριστοτέλην τοῦ εἶναι τὴν ψυχὴν ἐντελέχειαν, Φιλολόγου ἱστορίας βιβλία εʹ, Περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος, Περὶ τῶν κατὰ Πίνδαρον τοῦ Νείλου πηγῶν, Περὶ τῆς ἐξ Ὁμήρου ὠφελείας τῶν βασιλέων βιβλία ιʹ, Συμμίκτων ζητημάτων ζʹ, Εἰς τὸ Θουκυδίδου προοίμιον, Πρὸς Ἀρι‐ στείδην ζʹ, Εἰς τὴν Μινουκιανοῦ τέχνην, καὶ ἄλλα πλεῖστα, καὶ μάλιστα ἀστρονομούμενα· ἐν οἷς καὶ Εἰσαγωγὴν ἀστρονομουμένων ἐν βιβλίοις τρισί· καὶ Γραμματικὰς ἀπορίας. οὗτός ἐστιν ὁ Πορφύριος ὁ τὴν κατὰ Χριστιανῶν ἐφύβριστον γλῶσσαν κινήσας.

### π 2099

Πορφύριος, ὁ τῶν Χριστιανῶν πολέμιος, ἀπὸ Φοινίκης πόλεως Τύρου.

### π 2100

Πορφυρίων, πορφυρίωνος: εἶδος ὀρνέου, παρὰ Ἀριστοφάνει.

### π 2101

Πορφυρόπωλις: ἡ τὰ πορφυρᾶ πωλοῦσα.

### π 2102

Ποσαπλῶς: ποσαχῶς, ἀναριθμήτως. ἓν μέρος λόγου ἐστὶ καὶ ἐπίτασιν τοῦ πόθου σημαίνει· συμφωνεῖ γὰρ τῷ ἔρωτι τῆς ψυχῆς καὶ ἡ σὰρξ καὶ τοῖς ἐκείνης οὐκ ἀντιτείνει βουλεύμασι.

### π 2103

Ποσειδώνειον: διὰ διφθόγγου, ὡς Δωριαῖον. ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσει‐ δώνιον, τὸ τοῦ Ποσειδῶνος· ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς, καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσει‐ δάνειον, δῆλον ὅτι Δωριαῖον.

### π 2104

Ποσειδεών: ἕκτος μὴν παρὰ Ἀθηναίοις οὕτω καλούμενος. ὁ Αὔγουστος.

### π 2105

Ποσειδεῶνος. ὅτι ἐν τῷ Ποσειδεῶνι μηνὶ διαμεμετρημένη ἐλέγετο ἡμέρα. ἡ δὲ ἦν μέτρον τι ὕδατος, πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς δὴ τούτῳ γὰρ ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. ὅτι Ποσειδῶν καὶ Ἀθηνᾶ ἐφιλονείκησαν περὶ τῆς Ἀττικῆς. καὶ ζήτει ἐν τῷ γεραίτερος.

### π 2106

Ποσειδῶν· καὶ Πόσειδον, ἡ κλητική. Ποσείδιον δὲ ὄνομα τόπου.

### π 2107

Ποσειδώνιος, Ἀπαμεὺς ἐκ Συρίας ἢ Ῥόδιος, φιλόσοφος Στωϊκός· ἐπεκλήθη Ἀθλητής· σχολὴν δ’ ἔσχεν ἐν Ῥόδῳ, διάδοχος γεγονὼς καὶ μαθητὴς Παναιτίου. ἦλθε δὲ καὶ εἰς Ῥώμην ἐπὶ Μάρκου Μαρκέλλου. ἔγραψε πολλά.

### π 2108

Ποσειδώνιος, Ἀλεξανδρεύς, φιλόσοφος Στωϊκός, μαθητὴς Ζή‐ νωνος τοῦ Κιτιέως. ἔγραψεν ἱστορίαν τὴν μετὰ Πολύβιον ἐν βιβλίοις νβʹ ἕως τοῦ πολέμου τοῦ Κυρηναϊκοῦ καὶ Πτολεμαίου, καὶ μελέτας ῥη‐ τορικάς, ὑποθέσεις εἰς Δημοσθένην· καὶ οἶμαι ταῦτα μᾶλλον Ποσει‐ δωνίου τοῦ σοφιστοῦ εἶναι, τοῦ Ὀλβιοπολίτου.

### π 2109

Ποσειδώνιος, Ὀλβιοπολίτης, σοφιστὴς καὶ ἱστορικός. Περὶ τοῦ Ὠκεανοῦ καὶ τῶν κατ’ αὐτόν, Περὶ τῆς Τυρικῆς καλουμένης χώρας, Ἀττικὰς ἱστορίας ἐν βιβλίοις δʹ, Λιβυκὰ ἐν βιβλίοις ιαʹ, καὶ ἄλλα τινά.

### π 2110

Ποσειδώνιος: ὄνομα κύριον. ὃς συνέγραψε τὸ παλμικὸν οἰώνισμα· ὅτι, ἐὰν πάλλῃ ὁ δεξιὸς ὀφθαλμός, τόδε σημαίνει.

### π 2111

Ποσίδιππος, Κασανδρεύς, υἱὸς Κυνίσκου, τρίτῳ ἔτει μετὰ τὸ τελευτῆσαι τὸν Μένανδρον διδάξας, κωμικός. ἔστι δὲ τὰ δράματα αὐτοῦ ἕως τῶν λʹ.

### π 2112

Πόσις: ἀνήρ.

### π 2113

Πόσθη: τὸ αἰδοῖον τοῦ ἀνδρός.

### π 2114

Πόσθιον: τὸ αἰδοῖον. λέων, λέων σοι γέγονεν ἔκμαγμα σόν. τά τ’ ἄλλ’ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, ὥσπερ κύτταρον στρεβλόν. κύτταρος δὲ τὸ πῶμα τῆς βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλανος. Ἀριστοφάνης· νὴ τὴν Ἀφροδίτην, ἡδύ γ’ ὄζει ποσθίου.

### π 2115

Πόσθωνος.

### π 2116

Ποσόν: τοῦτο κατὰ μέγεθος θεωρεῖται, οἷον μέγα, ἢ μικρόν· ποιὸν δὲ κατὰ τὴν ὕλην θεωρεῖται.

### π 2117

Πόσου πρίωμαί σοι τὰ χοιρίδια· λέγε. τὸ μὲν ἕτερον τούτων σκορόδων τροφαλλίδος, τὸ δ’ ἅτερον, χοίνικος μόνης ἁλῶν.

### π 2118

Ποστόμιος ὕπατος· οὗτος μέγα φρονῶν ἐφ’ ἑαυτῷ τῆς τάξεως τοῦ γένους ἕνεκα καὶ ὅτι διτταῖς ὑπατείαις ἤδη κεκοσμημένος ἦν. ἐφ’ οἷς ὁ συνύπατος αὐτοῦ καταρχὰς μὲν ὡς ἀπελαυνόμενος τῶν ἴσων ἠγανάκτει καὶ πολλάκις ἐπὶ τῆς βουλῆς τὰ δίκαια πρὸς αὐτὸν ἔλεγεν· ὕστερον δὲ συγγνοὺς ἑαυτῷ κατά τε προγόνων ὄγκον καὶ φίλων καὶ κατὰ τὰς ἄλλας δυνάμεις ἐλάττονα ἰσχὺν ἔχοντι (δημοτικὸς γὰρ ἦν καὶ τῶν νεωστὶ παρελθόντων ἐς γνῶσιν) εἶξέ τε τῷ συνυπάτῳ καὶ παρεχώρησε τοῦ πολέμου τὴν ἡγεμονίαν. καὶ τοῦτο ἤνεγκε δια‐ βολὴν τῷ Ποστομίῳ κατὰ πολλὴν αὐθάδειαν γενόμενον, ἕτερον δὲ βαρύτερον ἢ ὡς κατὰ Ῥωμαίων ἡγεμόνα γενόμενον. ἐπιλεξάμενος γὰρ ἐκ τῆς ἑαυτοῦ στρατιᾶς περὶ τοὺς δισχιλίους ἄνδρας ἐς τοὺς ἰδίους ἀγροὺς ἀπήγαγεν, οἷς ἄνευ σιδήρου δρυμὸν ἐκέλευσε κείρειν. καὶ κατέσχε τοὺς ἄνδρας ἐν τοῖς ἀγροῖς, θητῶν ἔργα καὶ θεραπόντων ὑπηρετοῦντας. καὶ ἄλλα πλεῖστα ὅσα βαρύτατα διαπραξάμενος παρέσχε τῷ δήμῳ μίσους ἀφορμὰς δικαίου.

### π 2119

Πόστος: ἀπὸ τοῦ πόσατος, κατὰ συγκοπήν. τάσσεται δὲ ἐπὶ ποσότητος. οἷον, πόστον ἄγει ἔτος; καί, πόστη ὥρα τῆς ἡμέρας;

### π 2120

Πόστουμος, Ῥωμαῖος, ἀπὸ Ναπύης, τά τε Ἑλλήνων ἐπαιδεύθη, ἐρασθεὶς αὐτῶν μετὰ ἔτη λʹ. τὰ δὲ πρῶτα χρυσοχόος ἦν. ἐπεὶ δὲ ἅπαξ αὐτὸν εἰσῆλθεν ὅδε ὁ φιλόλογος ἔρως, ἐς τὰς Ἀθήνας ὥρμησε καὶ ἐξεμουσώθη τὰ Ἑλλήνων ἐκεῖθι. καὶ ἐς γῆρας βαθὺ ἤλασε, πολλὰ καὶ καλὰ εἰδώς. οὔκουν ἀπεικὸς ἦν καὶ τόνδε τὸν Ποστοῦμον λέγειν λόγον ἐκεῖνον, ὅνπερ οὖν Ἡράκλειτος εἶπεν ἐφ’ ἑαυτοῦ· ἐμεωϋτὸν ἐδιζησάμην.

### π 2121

Ποταμηδόν: δίκην ποταμοῦ.

### π 2122

Ποτάμιοι: οἱ Ἀχαρνεῖς. καὶ ζήτει ἐν τῷ Δραχαρνεῦ.

### π 2123

Ποταμοδάρτης: ὁ περῶν ἀεὶ τὸν ποταμόν.

### π 2124

Ποταμὸς θαλάττῃ ἐρίζεις: ἐπὶ τῶν διατεινομένων πρὸς κρείττονας. καὶ Ποταμοί, δῆμος τῆς Λεοντίδος, οὗ ὁ δημότης Ποτάμιος. ἐκωμῳδοῦντο δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους. λύσις ὀνείρου· ῥύσις ποταμοῦ δυσμενῆ δηλοῖ καράν.

### π 2125

Ποταμῷ μεγάλῳ ὀχετὸν ἐπάγεις: ἐπὶ τῶν τοῖς οὖσι προσφερόντων.

### π 2126

Ποτάμων, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς πρὸ Αὐγούστου, καὶ μετ’ αὐτόν. εἰς τὰς Πλάτωνος Πολιτείας ὑπόμνημα.

### π 2127

Ποτάμων, Μιτυληναῖος, υἱὸς Λεσβώνακτος, ῥήτωρ. ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπὶ Καίσαρος Τιβερίου. καί ποτε αὐτοῦ ἐς τὴν πατρίδα ἐπανιόντος, ὁ βασιλεὺς ἐφοδιάζει τοιοῖσδε γράμμασι· Ποτάμωνα Λεσβώ‐ νακτος εἴ τις ἀδικεῖν τολμήσοι, σκεψάσθω, εἴ μοι δυνήσεται πολεμεῖν. ἔγραψε περὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος, Ὅρους Σαμίων, Βρούτου ἐγκώμιον, Καίσαρος ἐγκώμιον, Περὶ τελείου ῥήτορος.

### π 2128

Ποτάμωνος.

### π 2129

Ποταίνιον: τὸ ξένιον.

### π 2130

Πότε: λέγεται πρὸς νῦν κατ’ ἄμφω, καὶ κατὰ τὸ παρεληλυθός, καὶ κατὰ τὸ μέλλον. κατὰ μὲν τὸ παρεληλυθός, πότε ἐγένετο; κατὰ δὲ τὸ μέλλον, πότε ἔσται;

### π 2131

Πότερον: ἆρα, ποῖον, ποταπόν.

### π 2132

Ποτή: ἡ πτῆσις.

### π 2133

Πότης λύχνος· Ἀριστοφάνης Νεφέλαις· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον; παρὰ Ἀττικοῖς ὁ πολὺ ἔλαιον ἀναλίσκων.

### π 2134

Ποτίδαια: ὄνομα πόλεως. καὶ Ποτιδαιάτης.

### π 2135

Ποτινίσεται: ἐπέρχεται.

### π 2136

Πότμον: μόρον, θάνατον. καὶ Εὔποτμος, ὁ καλῶς τὸν βίον καταστρέφων. ὃς οἰκτρῶς καὶ ἐλεεινῶς ἐς γῆρας ἦλθεν οὐδαμῆ εὔποτμον.

### π 2137

Πότνα: δέσποινα.

### π 2138

Πότνια: σέμνη, ἔντιμος.

### π 2139

Ποτνιᾶσθαι: παρακαλεῖν. καὶ Ποτνιᾶται, παρακαλεῖ, ἐπι‐ καλεῖται θεούς. καὶ Ποτνιώμενος, δυσφορῶν, μετ’ οἰμωγῆς παρα‐ καλῶν.

### π 2140

Ποτώμεναι: διατρίβουσαι. Ποτῶνται δὲ πέτονται.

### π 2141

Ποτόν· ζήτει ἐν τῷ ἄγευστος θοίνης.

### π 2142

Ποτός: τὸ πινόμενον. Πότος δὲ τὸ συμπόσιον. σφοδροῦ δὲ πότου γενομένου, ἐνεδρεύων ὁ ἑστιάτωρ αὐτὸς μὲν ὀλίγον ἔπινεν, αὐτοῖς δὲ πολὺ ἐγχεῖν τοῖς θεράπουσιν ἐκέλευε.

### π 2143

Ποτώνη: ἀδελφὴ Πλάτωνος τοῦ φιλοσόφου.

### π 2144

Ποῦ γῆς· ποῦ γῆς πέφευγεν; ἀντὶ τοῦ εἰς ποίαν γῆν, Ἀττικῶς.

### π 2145

Πουλχερία, Ἀρκαδίου θυγάτηρ καὶ βασιλίς, ιεʹ ἐτῶν οὔπω τυγχάνουσα ἄριστα τὴν βασιλείαν διῴκει· ἐπαίδευσε δὲ καὶ τὸν ἀδελφὸν Θεοδόσιον. σοφωτάτη γὰρ οὖσα καὶ θεῖον νοῦν κεκτημένη τήν τε ἰδίαν παρθενίαν θεῷ προσανέθηκε καὶ τὰς ἀδελφὰς τὸ ὅμοιον πρᾶξαι ἐδί‐ δαξεν. εἰς πάντα δὲ τὸν ἀδελφὸν ἐκανόνιζεν, ἦθός τε καὶ λόγον, βάδισμα καὶ γέλωτα καὶ ἐνδυμάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσεως βασιλικῶς ἐξεπαίδευσε· πρὸ δέ γε ἁπάντων, τὴν εἰς τὸ θεῖον εὐσέβειαν αὐτὸν ἐπιμελῶς ἐδίδασκεν· ὡσαύτως δὲ καὶ περὶ τὰς ἀδελφὰς διεγένετο. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα καὶ ξενῶνας καὶ μονα‐ στήρια αὐτὴ κτίσασα καὶ προσόδους ἀφώρισε, καὶ πρὸς ἄλλοις μυρίοις κατορθώμασι πολλάκις αὐτῇ καὶ τὸ θεῖον ἐφαίνετο. αἱ δὲ ἀδελφαὶ Ἀρκαδία καὶ Μαρίνα. ὁ δὲ φύσει νωθρός τε καὶ ἀπερίσκεπτος ἐς πάντα μὲν ὑπῆρχε, μάλιστα δὲ ἐς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας ἀπαραναγνώστως ὑπέγραφεν. ὅπερ ἡ σοφωτάτη γνοῦσά ποτε Πουλχερία σοφῶς ὑπῆλθεν αὐτόν, δωρεὰν ὑποβαλοῦσα δῆθεν πρὸς δουλείαν τὴν ἑαυτοῦ γαμετὴν Εὐδοκίαν. ἣν καὶ καθυπογράψας μὴ πρότερον ἀναγνοὺς ὕστερον δεινῶς ὠνειδίζετο παρὰ τῆς Πουλχερίας. ὅτι Πουλχερία ἐπὶ τοσοῦτον ἐμίσει τὸν Νεστόριον, ὡς τοὺς φιλοῦντας ἐκεῖνον δια‐ θρυλεῖν, ὅτι πορνείαν πρὸς τὸν ἀδελφὸν αὐτῆς Θεοδόσιον τὸν βασιλέα διέβαλε Πουλχερίας Νεστόριος, καὶ διὰ τοῦτο οὕτως ὑπ’ αὐτῆς ἐμισεῖτο· ἐλοιδόρει γὰρ αὐτὴν εἰς τὸν τότε μάγιστρον Παυλινὸν λεγόμενον.

### π 2146

Πουλχερία· Πουλχερίας τῆς ἀοιδίμου στήλη ἵστατο ἐν τῇ Χαλκῇ, πλησίον τοῦ παλατίου, ὡς πρὸς τὸν περίπατον.

### π 2147

Ποῦ μήν: ποῦ δὴ οὖν;

### π 2148

Ποῦς· ὁ ποῦς ἔχει δακτύλους ιϛʹ.

### π 2149

Ποῦ σχήσειν δοκεῖς: ἀντὶ τοῦ ποῦ ἀπάξαι τὴν ναῦν;

### π 2150

Πώγων, πώγωνος: Τροιζήνιος λιμὴν οὕτω καλούμενος· ὅθεν καὶ παροιμία ἐπὶ τῶν κακογενείων· ἐς Τροιζῆνα δὲ βαδίζειν. καὶ Ἀριστοφάνης· κἀγώ γ’ Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα πώγων’ ἔχω. οὗτος γὰρ μέγαν πώγωνα ἔχων ἐκαλεῖτο Σακεσφόρος καὶ ἐκωμῳδεῖτο εἰς δασύτητα. ἦν δὲ ῥήτωρ καὶ δημαγωγός. καὶ Ἀριστοφάνης φησίν· ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε.

### π 2151

Πωγωνίας: ὁ μέγας πώγων.

### π 2152

Πωγωνιήτης: ὁ Ζεύς. καὶ Πωγωνίτης.

### π 2153

Πώεα: ποίμνια.

### π 2154

Πωλάς: ἀντὶ τοῦ πρᾶσις. Ὑπερίδης. ἔστι τὸ ὄνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις.

### π 2155

Πωλέσκετο: ἀνεστρέφετο. καὶ Ὅμηρος· πωλεῖταί τις γέρων.

### π 2156

Πωλευτικός.

### π 2157

Πωλεία χαίτη.

### π 2158

Πώλης: ὁ Ἀριστοφάνης τὸ τέλος τοῦ ὀνόματος παίζων λέγει, παρὰ τὸ ἀποδίδοσθαι καὶ πωλεῖν τοὺς πολιτευομένους τὰ τῆς πόλεως πράγματα, οἷον προβατοπώλης, στυππειοπώλης, ἀλλαντοπώλης.

### π 2159

Πωλητής: ὁ πιπράσκων. ἦν γὰρ ἐνταφίων πωλητής. καὶ Πωληταί· οὗτοι τῶν ὀφειλόντων τῷ δημοσίῳ κατὰ προθεσμίαν καὶ μὴ ἀποδιδόντων ἐπίπρασκον τὰς οὐσίας. ὑπέκειντο δὲ τοῖς Πω‐ ληταῖς καὶ ὅσοι τὸ διαγραφὲν ἀργύριον ἐν πολέμῳ μὴ εἰσέφερον, ἔτι καὶ οἱ ξενίας ἁλόντες καὶ ὁ μέτοικος καὶ προστάτην οὐκ ἔχων καὶ ὁ ἀποστασίου γραφείς· τούτων γὰρ τὰς οὐσίας πωλοῦντες παρεκατέβαλον εἰς τὸ δημόσιον.

### π 2160

Πωληταὶ καὶ Πωλητήριοι· οἱ μὲν Πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, δέκα τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης. δοκοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τὰ τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα. Πωλητηρὸν δὲ καλεῖται ὁ τόπος, ἔνθα συνεδρεύουσιν οἱ Πωληταί.

### π 2161

Πωλητήριον: τὸ πρατήριον. οὕτως Ὑπερίδης.

### π 2162

Πωλικῆς ἀπήνης: ὑπὸ πώλων ἐζευγμένης. κἀπὶ πωλικῆς ἀνὴρ ἀπήνης ἐμβεβώς, ξυνηντίαζε. καὶ Πωλικόν, τὸν τοῦ πώλου. ἐν Ἐπιγράμμασι· πάϊς δ’ ἴσον ἀστέρι λάμπει, πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος.

### π 2163

Πωλικός: ὁ γενναῖος. καὶ Πωλικὸν δῆγμα καὶ [τὸ] φρύαγμα.

### π 2164

Πωλίον: πῶλοι κυρίως τὰ γεννήματα τῶν ἵππων, καὶ τῶν ἄλλων κτηνῶν, ἅπερ ἔθος ἔχομεν καταψᾶν καὶ κολακεύειν. λύσις ὀνείρου· στρουθὸν κρατῶν φεύγοντα προσδόκα βλάβην.

### π 2165

Πωλίων, ὁ Ἀσίνιος χρηματίσας, Τραλλιανός, σοφιστὴς καὶ φι‐ λόσοφος· σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ δια‐ δεξάμενος τὴν σχολὴν Τιμαγένους. ἔγραψεν ἐπιτομὴν τῆς Φιλοχόρου Ἀτθίδος, Ἀπομνημονεύματα Μουσωνίου τοῦ φιλοσόφου, ἐπιτομὴν τῶν Διοφάνους Γεωργικῶν ἐν βιβλίοις βʹ, πρὸς Ἀριστοτέλην περὶ ζῴων βιβλία ιʹ, περὶ τοῦ ἐμφυλίου τῆς Ῥώμης πολέμου, ὃν ἐπολέμησαν Καῖσάρ τε καὶ Πομπήϊος.

### π 2166

Πωλίων, Ἀλεξανδρεύς, ὁ Οὐαλέριος χρηματίσας, φιλόσοφος, γεγονὼς ἐπὶ Ἀδριανοῦ· οὗ παῖς Διόδωρος φιλόσοφος, ὁ γράψας ἐξ‐ ήγησιν τῶν ζητουμένων παρὰ τοῖς ιʹ ῥήτορσιν. ἔγραψε Συναγωγὴν Ἀττικῶν λέξεων κατὰ στοιχεῖον, καὶ ἄλλα τινὰ φιλόσοφα.

### π 2167

Πωλίων. ἢ Πωλίων, γραμματικός. Περὶ τῶν παρὰ γράμμα ἁμαρτανομένων.

### π 2168

Πωλοδάμνης: πωλοδαμαστής. γυμναστής.

### π 2169

Πωλοδαμνῶ: τοὺς πώλους δαμάζω.

### π 2170

Πῶλος, Ἀκραγαντῖνος, ῥήτωρ, μᾶλλον δὲ σοφιστὴς τῶν πάλαι, διδάσκαλος Λικυμνίου. ἔγραψε Γενεαλογίαν τῶν ἐπὶ Ἴλιον στρατευσάν‐ των Ἑλλήνων καὶ βαρβάρων καὶ πῶς ἕκαστος ἀπήλλαξε· τινὲς δὲ αὐτὸ Δαμάστου ἐπιγράφουσι· Νεῶν κατάλογον, Περὶ λέξεως.

### π 2171

Πῶλος: τὸ ζῷον.

### π 2172

Πωλῶ: τὸ πιπράσκω.

### π 2173

Πωλῶ· γενικῇ. τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πω‐ λοῦνται.

### π 2174

Πωλῶσι: Δίδυμος φησὶν ἀντὶ τοῦ πορνεύουσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὸν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνᾶν. ἐγὼ δέ φημι, ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύτης μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀπο‐ πεφασμένως. Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἢ ἐν τῇ ἀγορᾷ.

### π 2175

Πῶμα: σκέπασμα.

### π 2176

Πώμαλα: ἀντὶ τοῦ πόθεν. οἷον οὐδαμῶς. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μαλα ἢ παρέλκει, ἢ ἐν συνηθείᾳ λεγόμενον ἐν τῷ πώμαλα, οἷον οὐ μάλα. ἀντὶ τοῦ οὐ ἢ ἀντὶ τοῦ οὐδόλως. ἔστι δὲ Ἀττικόν. Λυσίας ἐν τῇ πρὸς Ἀσύβαρον ἐπιστολῇ· γενναίως γὰρ αἱ γυναῖκες πώμαλα ἔφασαν ὠρχῆσθαι αὐτάς, δέον οὐδὲ πιούσας ἀπηλλάχθαι τοῦ συμποσίου. ἐγένοντο.

### π 2177

Πώμαλα: κεῖται καὶ παρὰ Δημοσθένει ἡ λέξις· οὐχ ἵνα ἐξέλθητε. πώμαλα. καὶ παρ’ Ἀριστοφάνει ἐν Κωκάλῳ. δεῖ δὲ ἀναγινώσκειν ὑφ’ ἓν πώμαλα.

### π 2178

Πωμήριον: τὸ τοῦ τείχους εἰκόνισμα.

### π 2179

Πώποτε.

### π 2180

Πῶρος, βασιλεὺς Ἰνδῶν· ὃς ἐγένετο κάλλιστος Ἰνδῶν καὶ μῆκος ὅσον οὔπω τις ἀνθρώπων τῶν μετὰ τοὺς Τρωϊκοὺς ἄνδρας. ἦν δὲ κομιδῇ πάνυ νέος, ὅτε συνῆν Ἀλεξάνδρῳ καὶ τούτῳ ἐπολέμει. τοῦτον ἤρετο περὶ διαίτης ὁ Ἀπολλώνιος. ὁ δέ, οἴνου μέν, ἔφη, πίνω τοσοῦτον, ὅσον τῷ ἡλίῳ σπένδω· ἃ δ’ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δὲ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα μοι ὁ ποταμὸς κηπεύει· πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες. ταῦτα ἀκούων ὁ Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δᾶμιν θαμὰ ἑώρα.

### π 2181

Πῶρος: ἀπολίθωσις ὑγροῦ. καὶ Πωρῶ, ῥῆμα, τὸ σκληρύνω, καὶ λιθοποιῶ. Πισίδης· καὶ τὰς ἰκμάδας πωροῦντα καὶ σφίγγοντα λιθώδει τρόπῳ. καὶ Πώρινος λίθος.

### π 2182

Πῶρος: πάθος τί ἐστιν, ὥς φησιν Ἀντίμαχος. πῶρόν τιν’ ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἔθεντο. καὶ πωρεῖν Ἠλεῖοι τὸ πενθεῖν φασι. παρὰ τοῦτο οὖν τὸ ταλαίπωρος ἐτυμολογεῖται.

### π 2183

Πωρός: ὁ τυφλός. καὶ Πώρωσις, ἡ τύφλωσις.

### π 2184

Πωρύτης.

### π 2185

Πῶς δοκεῖς: θαυμαστικῶς τοῦτο λέλεκται παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς; καί, πῶς ἔγωγε χ’ οὑτοσὶ ξυνεσόμεθ’ ὑμῖν πετομένοις οὐ πετομένω; καλῶς; ὅρα νῦν, ὡς ἐν Αἰσώπου λόγοις ἔστιν λεγόμενον δή τι, τὴν ἀλώπεχ’ ὡς φλαύρως ἐκοινώνησεν αἰετῷ ποτε. μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον, ὃ διατραγόντες ἐστὸν ἐπτερωμένω.

### π 2186

Πῶϋ: τὸ ποίμνιον. καὶ Πώεα.

### π 2187

Πῶϋγξ, πώϋγγος.

### π 2188

Πράγματα: ἐπὶ κακῷ χρῶνται τῇ λέξει οἱ παλαιοί. καὶ Μέναν‐ δρος· ἐν πράγμασιν, ἐν μάχαις. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ· ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ’ ἐρῶ. καὶ αὖθις· καὶ δή ποτε εἷς πορφυρίων αὐτῷ παρέσχε πράγματα. καὶ αὖθις· ἀλλά σοι παρέξω πράγματα. ἀντὶ τοῦ ἐνοχλήσω. καὶ παροιμία· Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν ἐπρίατο.

### π 2189

Πράγματα: κακοπάθειαι. ὀρεία τε ἦν καὶ στενὴ ἡ ὁδός, καὶ πολλὰ πράγματα εἶχον ἀμφὶ τοῖς ζεύγεσιν οἱ στρατιῶται. ἀντὶ τοῦ κόπους.

### π 2190

Πράγματ’ ἐξ ἀπραξίας: ἐπὶ τῶν παρὰ δόξαν καὶ παρ’ ἐλπίδα συμβαινόντων. ὅτι πραγματευτικὸς ἄνθρωπος λέγεται ὁ ἔμπορος· καὶ ἐμπο‐ λαῖος ὁμοίως.

### π 2191

Πραγματεία: οὐχ ὡς ἐν τῇ συνηθείᾳ ἐπὶ τῆς πραγματείας, οὕτω καὶ ὑπὸ τῶν ῥητόρων τέτακται ἐπὶ τῶν ἐργασίας τινὰς μετα‐ χειριζομένων, ἀλλ’ ἐπὶ τῶν πράγματα συνίστασθαι ἐπιχειρούντων. ὡς Δείναρχος ἐν τῷ κατὰ Μεναίχμου· αἱ γὰρ ἀπὸ τῶν κοινῶν ἔχθραι καὶ πραγματεῖαι αἰτίαι τῶν ἰδίων διαφορῶν καθεστήκασι.

### π 2192

Πραγματεία: πολυπραγμοσύνη, κακοπάθεια. πόλιν πολυ‐ άνθρωπον καὶ στρατῷ μεγάλῳ πεφραγμένην εἷλεν ἄνευ πραγματείας ὁ βασιλεύς.

### π 2193

Πραγματικώτατον: ἐνεργητικώτατον. ὃ δὴ καὶ πραγματι‐ κώτατον γεγονέναι τὸ διαβούλιον. καὶ αὖθις· τοῦτο δὲ ἐποίει νουνεχῶς ἅμα καὶ πραγματικῶς.

### π 2194

Πραγματοδίφης: ὁ δικολόγος. καὶ πραγματοδίφης. ὦ μακάριε τῆς τέχνης.

### π 2195

Πραγματομαθής· ὁ δὲ ὢν ἀγχίνους, καὶ τριβῇ κινδύνων πραγματομαθής. καὶ Πραγματομαθεῖς, οἱ τῶν πραγμάτων εἰδή‐ μονες. διὸ καὶ οἱ Ῥωμαῖοι πραγματομαθεῖς ὑπάρχοντες ὑφεωρῶντο τὰ τῆς τύχης ἄδηλα.

### π 2196

Πραγματωδεστέρα τάξις: ἡ δυσχερεστέρα.

### π 2197

Πραγμάτων καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς. Λάμαχος, στρατηγὸς Ἀθηναίων ῥιψοκίνδυνος.

### π 2198

Πρᾶγος: ἡ πρᾶξις. πρᾶγος δ’ ἀτίζειν οὐδεμ’ ἀνθρώπων χρεών. ἄνθρωπον ὄντα, φησίν, οὐ δεῖ πρᾶγμα κακίζειν.

### π 2199

Πραέων γῆν.

### π 2200

Πραεῖα.

### π 2201

Πρακτέα· καὶ τὰ πρακτέα ὀρθῶς διατάττων.

### π 2202

Πρακτέον: δεῖ πράττειν.

### π 2203

Πρακτικαί· ὅτι οὔτε αἱ πρακτικαὶ νοήσεις ἄπειροι οὔτε αἱ θεω‐ ρητικαί, ἐπεὶ μηδὲ οἱ τούτων λόγοι ἄπειροι. ἄγγελοι δέ εἰσι τῶν νοημάτων οἱ λόγοι· οἵτινες κἂν ὕστεροί εἰσι τῶν πρακτικῶν νοήσεων καὶ θεω‐ ρητικῶν, ἀλλ’ ἡμῖν γε ἐμφανέστεροι καὶ γνωριμώτεροί εἰσιν. ὡς οὖν ἔχουσιν οἱ περὶ τῶν ...

### π 2204

Πρακτικόν: ἀνυστικόν.

### π 2205

Πράκτορα: ἔκδικον. φόνου ποτ’ αὐτὸν πράκτορ’ ἵξεσθαι πατρός.

### π 2206

Πράκτωρ: ὁ τὸν ἐπικείμενον εἰσπραττόμενος φόρον.

### π 2207

Πράμνιος οἶνος· Ἀρίσταρχος ἐπιμελῶς τὸν ἡδὺν οἶνον Πράμνιον ἔλεγε· τινὲς τὸν ὤνιον οἶνον παραμόνιμον, τινὲς ἀπὸ ἀμπέλου Πραμνίας ὀνομαζομένης, οἱ δὲ ἰδίως τὸν μέλανα· ἔνιοι τὸν πραΰνοντα τὸ μένος, ὃν καὶ φαρμακίτην φασί. Σῆμος ὁ Δήλιος ἐν γʹ, ἐν Νικαίῳ Πράμνον πέτραν εἶναι, ἀφ’ ἧς τὸν οἶνον εἶναι.

### π 2208

Πρανές: κάταντες.

### π 2209

Πρανής: ὁδὸς κατωφερής. ἐν δέ τινι πρανεῖ, στενῷ καὶ ἐπιμήκει καὶ ὀλίσθου γέμοντι, πολλοὶ παρεφέροντο.

### π 2210

Πραξάμενος: ἀπαιτήσας, λαβών. Μάλλιος ὁ ἀνθύπατος τʹ τάλαντα πραξάμενος παρὰ Ἀριαράθου φίλον αὐτὸν ἐποιήσατο Ῥωμαίων.

### π 2211

Πράξαντες· Θουκυδίδης· οἱ δὲ μετ’ Ἀθηναίων πράξαντες (τουτέστι βουλευθέντες) ἔφασαν χρῆναι ἀνοίγειν τὰς πύλας. ἔμελλον δὲ ἀνοιχθεισῶν εἰσπίπτειν τοῖς Ἀθηναίοις.

### π 2212

Πραξιδίκη: θεός, ἧς κεφαλὴν μόνον ἱδρύοντο. Μνασέας δὲ ἐν τῷ περὶ Εὐρώπης Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν, ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι. Διονύσιος δὲ ἐν Κτίσεσιν Ὠγύγου θυγατέρας, Ἀλκομένειαν, Θελξίνειαν, Αὐλίδα, ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι.

### π 2213

Πραξίλλης: ὄνομα κύριον.

### π 2214

Πραξικοπήσας: ἐξ ἐπιβουλῆς βουλευσάμενος, δολιευσάμενος. Πολύβιος· ὁ δὲ στρατηγὸς πρῶτον μὲν πραξικοπήσας κατέσχε τὴν τῶν Ἐρεβησέων πόλιν καὶ παρείλετο τὰς ἀγοράς.

### π 2215

Πραξικοπήσας: δωροδοκηθείς. ὁ δὲ Οὔρβιος πραξικοπήσας νυκτὸς κατέλαβε τὸ μέρος τῆς ἀκροπόλεως καὶ τοὺς Ῥωμαίους εἰσή‐ γαγε. πολλὰς πόλεις ἠνδραποδίσατο, πραξικοπήσας μετὰ δόλου καὶ βίας.

### π 2216

Πρᾶξις: κοινότερον μὲν πᾶσα λογικὴ ἐνέργεια, ἰδίως δὲ καὶ κυριώτερον ἡ κατὰ προαίρεσιν, τουτέστιν ἡ κατ’ ἀρετὴν ἢ κακίαν ἐν‐ έργεια γινομένη. ὧν οὖν αἱ πράξεις αἱρετώτεραι, ταῦτα αἱρετώτερα· οἷον εἰ τὸ τὰ δίκαια πράσσειν τοῦ τὰ ἀνδρεῖα πράσσειν αἱρετώτερον, καὶ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα. ἔστι δὲ πρᾶξις μὲν ἡ πρὸς τὸ τέλος τείνουσα ἐνέργεια, ἔργον δὲ τὸ τέλος.

### π 2217

Πρᾶξις: ἡ προσοδία. Πολύβιος· μετὰ τῶν ἐν τῇ πατρίδι φίλων τρίτον πρᾶξιν κατασκευασαμένου καὶ προσενεγκόντος τῷ Φαβίῳ τὸν λόγον. καὶ αὖθις Πολύβιος· ὁ δὲ συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος· ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι.

### π 2218

Πραξιτέλης, Πραξιτέλους· ὄνομα κύριον.

### π 2219

Πραόνως· Ἀριστοφάνης· σὺ δὲ μὴ πρὸς ὀργήν, Αἰσχύλε, ἀλλὰ πραόνως ἔλεγχ’, ἐλέγχου. λοιδορεῖσθαι δ’ οὐ πρέπει ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.

### π 2220

Πρᾶος· ὅτι τὸν πρᾶον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον μεταλαμβάνουσι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια.

### π 2221

Πραότης: ἀοργησία. ἂν δέ τις τῆς πραότητος γένος ἀποδῷ τὴν ἐγκράτειαν καὶ ὁρίσηται αὐτὴν ἐγκράτειαν ὀργῆς, οὐκ ὀρθῶς ἀποδίδωσιν· οὐ γὰρ τὸ ἐξ ὑποθέσεώς τινι ἀκολουθοῦν εἴη ἂν καὶ γένος. τὸ γὰρ γένος ἀχώριστον. Πραότης, ἐπὶ θεοῦ ἡ μικρὰ τιμωρία. Δαβίδ· ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς, καὶ παιδευθησόμεθα. Πρᾶος δὲ ἀπὸ τοῦ ῥᾷον, ῥᾷος, καὶ πρᾶος.

### π 2222

Πραπίς: ἡ φρήν. Ὅμηρος· εἰδύεσι πραπίδεσσι.

### π 2223

Πράσις.

### π 2224

Πρασιανός· ὅτι Πρασιανὸς λέγεται καὶ Βενετιανὸς καὶ Παλ‐ μουλάριος καὶ Σκουτάριος παρὰ Μάρκῳ Ἀντωνίνῳ,

### π 2225

Πρασιαί: πόλις Λακωνική. Ἀριστοφάνης: ἰὼ Πρασιαὶ τρισ‐ άθλιαι καὶ πεντάκις καὶ πολλῷ δεκάκις· ἀπολεῖσθε σήμερον.

### π 2226

Πρασιαί: αἱ τοῦ κήπου λαχανίαι. καὶ Πράσιον, τὸ λάχανον.

### π 2227

Πράσιον χρῶμα. ἄλλοις στάσεως ἀφορμὴν ἢ μέρους Πρασίου στοργὴν Ἰουστινιανὸς ἐπενεγκὼν ἀνῄρει.

### π 2228

Πράσου φύλλῳ τὸ τῶν ἐρώτων δέδεται βαλάντιον: ἐπὶ τῶν δι’ ἔρωτα πολλὰ ἀναλισκόντων, καὶ ἀσωτευομένων. ζήτει ἐν τῷ βασανίσας.

### π 2229

Πράττεσθαι: ἀπαιτεῖσθαι. τῶν δὲ Ἰταλικῶν μηδένα πράττεσθαι τέλος.

### π 2230

Πρατίνας, Πυρρωνίδου ἢ Ἐγκωμίου, Φλιάσιος, ποιητὴς τρα‐ γῳδίας· ἀντηγωνίζετο δὲ Αἰσχύλῳ τε καὶ Χοιρίλῳ ἐπὶ τῆς οʹ Ὀλυμ‐ πιάδος, καὶ πρῶτος ἔγραψε Σατύρους. ἐπιδεικνυμένου δὲ τούτου συνέβη τὰ ἰκρία, ἐφ’ ὧν ἑστήκεσαν οἱ θεαταί, πεσεῖν, καὶ ἐκ τούτου θέατρον ᾠκοδομήθη Ἀθηναίοις. καὶ δράματα μὲν ἐπεδείξατο νʹ, ὧν Σατυρικὰ λβʹ· ἐνίκησε δὲ ἅπαξ.

### π 2231

Πραττόμενοι· δοτικῇ. μηδὲν αἴσχιστον τῇ πόλει πραττόμενοι. αἰτιατικῇ δέ· καὶ φόρους καὶ ἀρχὰς πραττόμενοι.

### π 2232

Πραττομένους: ἀπαιτουμένους. Ἰσοκράτης· καὶ τοὺς μαθη‐ τὰς μικρὸν πραττομένους. πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους, τέλους δὲ οὐδενὶ αἴσθησιν παρεχόμενος.

### π 2233

Πράττω: τὸ ἐνεργῶ. ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτῷ ἐνόσει.

### π 2234

Πραῖδα.

### π 2235

Πραινεστός: ὄνομα τόπου.

### π 2236

Πραιπόσιτος: εἶδος ἀξιώματος.

### π 2237

Πραιπόσιτος· ζήτει ἐν τῷ Σαλούστιος.

### π 2238

Πραιτούρα.

### π 2239

Πραίτωρ: μετὰ τοὺς χιλιάρχους αὖθις ἐπὶ τοὺς ὑπάτους ἐπανῆλθον οἱ Ῥωμαῖοι, καὶ πρῶτος στρατηγὸς ἀπεδείχθη Φρούριος Κάμιλλος, παῖς Καμίλλου τοῦ πολλάκις μοναρχήσαντος· ὃν πραίτωρα τῇ ἰδίᾳ γλώττῃ οἱ Ῥωμαῖοι ὠνόμασαν, ἤγουν στρατηγόν.

### π 2240

Πραιτώριον.

### π 2241

Πραίφεκτος: ναύαρχος.

### π 2242

Πραίφεκτοι: ιβʹ ἄρχοντες προβεβλημένοι ὑπὸ τῶν ὑπάτων, οἳ τοῖς ὑπάτοις τοὺς ἐπιτηδειοτάτους πρὸς τὴν ἀληθινὴν χρείαν ἐκ τῶν παραγεγονότων συμμάχων ἱππεῖς τε καὶ πεζοὺς ἐξέλεγον, τοὺς καλουμένους ἐκτραορδιναρίου, ὃ μεθερμηνευόμενον ἐπιλέκτους δηλοῖ.

### π 2243

Πρέμνον: στέλεχος δένδρου. Ἀριστοφάνης· ἥκεις ἔχων πρέμνον πράγματος πελωρίου. ὅ ἐστι χρήσιμόν τι εἰσηγούμενος. ὅτι οἱ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα ἄριστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγάλας πέριξ τοῦ πρέμνου. καὶ ζήτει ἐν τῷ χάραξ.

### π 2244

Πρεών, πρεόνος, ὡς πρών. πρωνός. αἱ τόσσον ὕδωρ εἴβου‐ σαι σκολιοῦ τοῦδε κατὰ πρεόνος.

### π 2245

Πρέσβα: ἐντιμοτάτη.

### π 2246

Πρεσβεύεσθε: πρέσβεις πέμπετε. καὶ Πρεσβεύω. παρὰ Σοφοκλεῖ· ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς, καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. ὁ Ἡρακλῆς φησι ψυχορραγῶν.

### π 2247

Πρεσβεύω· δοτικῇ. αἰτιατικῇ δέ· καὶ πρὸς αὐτῆς τῆς ὀργάδος ἣν πρε‐ σβεύεις.

### π 2248

Πρεσβεῖα: τιμάς, γέρα. καὶ χρηστὰ πρεσβεῖα τούτῳ τῆς μνήμης νῦν τε καὶ ἀεὶ νέμει.

### π 2249

Πρεσβεῖον. ὁ δὲ Περίανδρος, ὁ Κυψέλου υἱὸς τοῦ βασιλέως Κορίνθου, τὴν βασιλείαν κατὰ πρεσβεῖον λαμβάνει.

### π 2250

Πρέσβειρα: ἔντιμος.

### π 2251

Πρέσβεις· ὅτι οὗτοι ἦσαν οἱ φιλόσοφοι οἱ ἐς Περσίδα δια‐ πρεσβευσάμενοι σὺν Ἀρεοβίνδῳ· Δαμάσκιος ὁ Σύρος, Σιμπλίκιος ὁ Κίλιξ Εὐλάλιος τε ὁ Φρύξ, Πρισκιανὸς ὁ Λυδός, Ἑρμείας τε καὶ Διογένης οἱ ἐκ Φοινίκης, Ἰσίδωρος ὁ Γαζαῖος. οὗτοι πάντες οἴκαδε ἀπενόστησαν, χαίρειν εἰπόντες τῇ τοῦ βαρβάρου φιλοξενίᾳ· καὶ ἀπώναντο δὲ ὅμως τῆς ἐκδημίας οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος ἐς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ὡς γὰρ οἱ Ῥωμαῖοι καὶ Πέρσαι σπονδὰς ἔθεντο καὶ συνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγραμμένων τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας ἐς τὰ σφέ‐ τερα ἤθη κατιόντας βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους.

### π 2252

Πρέσβις, πρέσβεως, προπαροξυτόνως. οὐχὶ δὲ ἀπὸ τῆς πρε‐ σβεὺς εὐθείας· οἱ γὰρ λέγοντες ἁμαρτάνουσι. λέγεται δὲ καὶ Πρέσβεων καὶ Πρεσβευτῶν, ἑκατέρως παρὰ τοῖς ῥήτορσιν. ἔστι δὲ τὸ μὲν καθωμιλημένον καὶ Ἑλληνικὴν ἀναλογίαν σῷζον, ὅταν εἴπωσι πρέσβεις. εὑρίσκομεν δὲ καὶ πρεσβευτάς.

### π 2253

Πρεσβυγένεια: παλαιοτέρα γένεσις. καὶ συγκριτικῶς.

### π 2254

Πρεσβυγενής.

### π 2255

Πρεσβυτάτην: ἐντιμοτάτην.

### π 2256

Πρεσβυτερεῖον.

### π 2257

Πρεσβύτερος: τιμιώτερος, μείζων. ὁ δὲ τὴν κατασκευὴν τοῦ νεὼ πρεσβυτέραν τῆς ἑαυτοῦ ῥᾳστωνεύσεως ποιησάμενος. ἀντὶ τοῦ μείζονα, τιμιωτέραν. καὶ τοὺς βωμοὺς κατέστρεψεν, ἐφ’ ὧν ὤμοσαν ἡ στρατιὰ τὰ αὐτοῦ πρεσβύτερα ποιήσασθαι.

### π 2258

Πρεσβύτερος Κόδρου: ἀντὶ τοῦ παλαιότερος. παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν. ἀπὸ τοῦ βασιλεύσαντος Ἀθήνησι Κόδρου. λέγεται δὲ καὶ Πρεσβύτερα, τὰ τιμιώτερα. ἡ δὲ στρατιὰ ἔλεγε τὰ ἑαυτῆς πρεσβύτερα ποιήσασθαι.

### π 2259

Πρευμενής: πρᾶος.

### π 2260

Πρηγορεῶνος: τοῦ λαιμοῦ.

### π 2261

Πρήθω: τὸ καίω.

### π 2262

Πρημαινούσας τε θυέλλας· Ἀριστοφάνης Νεφέλαις. θύελλα, συστροφὴ τοῦ ἀνέμου. πρημαινούσας δὲ μαινομένας, καὶ λάβρως φυσώ‐ σας· πρῆσαι γὰρ τὸ φυσῆσαι. Ὅμηρος· ἐν δ’ ἄνεμος πρῆσε μέσον ἱστίον.

### π 2263

Πρηνές: ἐπὶ πρόσωπον. καὶ Πρηνής.

### π 2264

Πρῆνες: οἱ προνενευκότες τόποι τῶν ὀρέων. ἢ γὰρ ἴσον πρηῶνι Μαλείης, ᾧ ἐκυκήθη κῦμα, πολυψάμμους ὦσεν ἐπὶ ψαμάθους.

### π 2265

Πρηξῖνος: ὄνομα κύριον. καὶ Πρήξωνος.

### π 2266

Πρῆσαι: καῦσαι. Πρῆσε δὲ ἐφύσησε.

### π 2267

Πρήσσουσα: διαπερῶσα.

### π 2268

Πρηστήρ: ἀστραπή, κεραυνός. ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δ’ ἐπὶ μάνδραν ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν.

### π 2269

Πρηστήρ: πῦρ ἀπ’ οὐρανοῦ. ἢ νέφος περισχεθὲν πυρὶ μετὰ πνεύματος βιαιοτάτου. πνεύματος μετὰ βροντῶν καὶ πρηστή‐ ρων ἐξαναστάντος Λιβυκοῦ καὶ ταραχὴν τοῦ κλύδωνος εἰργασμένου κακωθῆναι τὰς ναῦς. καὶ αὖθις· πολλὰ δὲ φυσήματα ἀπροόρατα ἐμπίπτει, πολλοὶ δὲ πρηστῆρες βιαιότατοι καὶ μεγέθη κυμάτων.

### π 2270

Πρῆστις: εἶδος κήτους θαλασσίου. ἡ λεγομένη μάλη· ὃ καὶ δυσανταγώνιστόν ἐστι.

### π 2271

Πρίαμαι· αἰτιατικῇ.

### π 2272

Πριάμενος: ἀγοράσας. Σοφοκλῆς· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτόν, ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.

### π 2273

Πριαμωθῆναι: ξυρηθῆναι· τὸ γὰρ τοῦ Πριάμου πρόσωπον ξυρίας ἐστί.

### π 2274

Πρίαμος: ὄνομα κύριον.

### π 2275

Πρίαπος: ὁ αὐτός ἐστι τῷ Διονύσῳ. ἐν Ἐπιγράμμασι· Ἀγροιώτᾳ τῷδε μονοστόρθυγγι Πριήπῳ θῆκεν ὁ καρποφύλαξ δενδρια‐ κὴν θυσίαν. καὶ αὖθις· Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν δῶρα.

### π 2276

Πρίαπος: τὸ ἄγαλμα τοῦ Πριάπου τοῦ Ὥρου παρ’ Αἰγυπτίοις κεκλημένου ἀνθρωποειδὲς ποιοῦσιν, ἐν τῇ δεξιᾷ σκῆπτρον κατέχον, ὡσανεὶ παρ’ αὐτοῦ φανεῖσαν τὴν ξηρὰν καὶ τὴν θάλασσαν· ἐν δὲ τῇ εὐωνύμῳ κρατοῦν τὸ αἰδοῖον αὑτοῦ ἐντεταμένον, διότι τὰ κεκρυμμένα ἐν τῇ γῇ σπέρματα φανερὰ καθίστησι. τὰ δὲ πτερὰ τὴν ταχυτῆτα τῆς κινήσεως· τὸν δὲ κύκλον τοῦ δίσκου τὴν περιφέρειαν· ταυτὸν γὰρ τῷ ἡλίῳ δοξάζουσι.

### π 2277

Πρίαπος ἐκ τοῦ Διὸς καὶ τῆς Ἀφροδίτης συνελήφθη· ἡ δὲ Ἥρα ζηλοτυπήσασα μαγγανείᾳ τινὶ ἥψατο τῆς κοιλίας τῆς Ἀφροδίτης καὶ παρεσκεύασεν ἄμορφον καὶ αἰσχρὸν τεχθῆναι τὸ βρέφος καὶ περισσόσαρκον. ἡ δὲ μήτηρ ἔρριψεν αὐτὸ εἰς ὄρος· ποιμὴν δὲ ἀνε‐ θρέψατο. εἶχε δὲ τὸ αἰδοῖον ἐπάνω εἰς τὴν πυγήν. ἐκλήθη δὲ Περίαπος κατὰ τὴν Ἰταλῶν γλῶτταν καὶ τιμᾶται παρὰ ποιμέσι. τὸ δὲ ἀφίδρυμα αὐτοῦ ἐστι παιδίον, μόριον ἔχον μέγα καὶ ἐντεταμένον.

### π 2278

Πριβάτον: Ῥωμαία ἡ λέξις.

### π 2279

Πρίγκιπες: οὕτω καλοῦσι Ῥωμαῖοι τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις· τοὺς γὰρ νεωτέρους καὶ πενιχροτέρους γροσφομάχους καλοῦσιν, εἶτα τοὺς πρίγκιπας· τοὺς δὲ πρεσβύτας τριαρίους· καὶ τοὺς ἁστάτους καλουμένους, οἵ εἰσι πρότεροι τῶν πριγκίπων. καὶ αὗται μὲν αἱ ὀνομασίαι. ἡ δὲ ἐξόπλισις τοὺς μὲν τριαρίους εἶναι χʹ, τοὺς δὲ πρίγκιπας ͵ασʹ, ἴσους δὲ τούτοις τοὺς ἁστάτους, τοὺς δὲ γροσφομάχους πλείους τῶν τετρακισχιλίων· φορεῖν δὲ μάχαιραν καὶ γρόσφον.

### π 2280

Πρίγκιψ: ὁ ἔξαρχος τῆς τάξεως παρὰ Ῥωμαίοις.

### π 2281

Πρίεται: σχίζεται.

### π 2282

Πριηνεύς· καὶ Πριήνη, ὄνομα πόλεως.

### π 2283

Πρίημι: ἀγοράζω.

### π 2284

Πρίηπος: ὁ Πρίαπος. κατὰ τροπὴν τοῦ α εἰς η.

### π 2285

Πριμιγγιλίων: τιμῶν· ἤτοι βασιλικῶν δωρεῶν· ἢ προνομίων.

### π 2286

Πριμικήριος: ὁ πρῶτος τάξεως τῆς τυχούσης.

### π 2287

Πριμολοκάριος: ὁ τὸν ἀκρότατον βαθμὸν τῆς στρατιᾶς ἔχων, ὕστατος δὲ τῇ τιμῇ.

### π 2288

Πριμοπιλάριος: ὁ τὸ μεῖζον ἀξίωμα τῶν στρατιωτῶν ἔχων παρὰ Ῥωμαίοις.

### π 2289

Πρὶν ἢ πτίσαι τὰ ἄλευρα: παροιμία. καί, πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾷς. ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων. καί, πρὶν ἐσφάχθαι, δέρεις.

### π 2290

Πρίνινοι ἄνθρακες: στερεοί, καὶ σκληροί; ἰσχυρὸν γὰρ τὸ τῆς πρίνου ξύλον. Ἡσίοδος· πρίνου δὲ γύην. καὶ πάλιν· πρίνινος γὰρ βουσὶν ὀχυρώτατός ἐστι. Πρῖνος, ξύλον πικρότατον. Ἀριστο‐ φάνης· σὺ δ’ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς. καιομένη γὰρ ἡ πρῖνος ψόφον ποιεῖ.

### π 2291

Πρὶν καὶ λύκος ὄϊν ποιμαινεύσει: ἐπὶ τοῦ ἀδυνάτου. ἢ οὕτω, πρίν κεν ὄϊν λύκος ποιμαινεύσει.

### π 2293

Πρὶν λαχεῖν τὰ κοινὰ κατεσθίεις: τουτέστι πρὶν κληρω‐ θῆναι πρὸ διανομῆς ἁρπάζεις. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς δείπνοις ἁρπαζόντων πρὸ διανομῆς.

### π 2294

Πρῖνος: ξύλον πικρότατον, ἥτις καιομένη ψόφον ποιεῖ.

### π 2295

Πριόνωτοι: ὄφεις οὕτω λεγόμενοι.

### π 2296

Πρίου: ἐλευθέρωσον.

### π 2297

Πρίω: ἀγοράσω.

### π 2298

Πρίων: τὸ τεκτονικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασιν· ἰθύδρομόν τε πρίονα, μιλτίῳ βάμματι πειθόμενον. καὶ αὖθις· καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα. καὶ Βάβριος· κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων. ἀντὶ τοῦ βρύκων. ὁ πρίων ἀπῆν, οὐδ’ ᾔδειν πρίω. Ἀριστο‐ φάνης. ἀντὶ τοῦ οὐδὲ ἐγίνωσκον τὸ πρίω ῥῆμα. οὐδὲ γὰρ ἐδεῖτο ἀγοράσαι, οἴκοι ἔχων. πάντα οὖν φησι· τοῦ ἀγροῦ φέροντος, οὐδὲν ἔδει μοι τοῦ πρίασθαι.

### π 2299

Πρισθείς: ἐξαφθείς, δεσμηθείς. ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων, ἐκνάπτετ’ αἰέν, ἔς τ’ ἀπέψυξε βίον.

### π 2300

Πρίσκιλλα: ὄνομα κύριον.

### π 2301

Πρίσκος, Πανίτης, σοφιστής, γεγονὼς ἐπὶ τῶν χρόνων Θεο‐ δοσίου τοῦ μικροῦ. ἔγραψεν ἱστορίαν Βυζαντιακήν, καὶ τὰ κατὰ Ἄτταλον ἐν βιβλίοις ηʹ· μελέτας τε ῥητορικάς, καὶ ἐπιστολάς.

### π 2302

Πρίσκος, υἱὸς τοῦ μεγάλου Κωνσταντίνου. καὶ ζήτει αὐτὸν πλατύτερον ἐν τῷ Κρίσκος.

### π 2303

Πρίσκος, Ἐμεσηνός· ὅσπερ ἀλλότρια γράμματα μιμεῖσθαι ὑπερ‐ φυῶς ἐξηπίστατο τεχνίτης τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸς ἄγαν. ἐτύγχανε δὲ ἡ τῶν Ἐμεσηνῶν ἐκκλησία τῶν τινὸς ἐπιφανῶν κληρο‐ νόμος γεγενημένη χρόνοις τισὶ πολλοῖς ἔμπροσθεν. ἦν δὲ οὗτος ἀνήρ, πατρίκιος μὲν τὸ ἀξίωμα, Μαμιανὸς δὲ ὄνομα, γένει λαμπρὸς καὶ περιουσίᾳ χρημάτων. ἐπὶ δὲ Ἰουστινιανοῦ ὁ Πρίσκος διαριθμησάμενος πόλεως τῆς εἰρημένης τὰς οὐσίας πάσας, εἴ τινας εὗρε πλούτῳ περιακμάζοντας, καὶ πρὸς ζημίαν χρημάτων μεγάλην διαρκῶς ἔχοντας, τούτων διερευνησάμενος ἐς τὸ ἀκριβὲς τοὺς προπάτορας, γράμμασιν αὐτῶν παλαιοῖς ἐντυχών, βιβλίδια πολλὰ ὡς παρ’ ἐκείνων γεγραμμένα πεποίηται, ὁμολογούντων πολλὰ χρήματα τῷ Μαμιανῷ ἀποδώσειν ἅτε παραθήκης λόγῳ ταῦτα παρ’ ἐκείνου κεκομισμένοι. τό τε ὡμολο‐ γημένον ἐν τούτοις δὴ τοῖς καταπλάστοις γραμματείοις ξυνίει οὐχ ἧσσον ἢ ἐς ρʹ κεντηνάρια. καὶ ἀνδρὸς δέ τινος, ὅσπερ ἐπὶ τῆς ἀγορᾶς τηνικάδε χρόνου καθήμενος, ἡνίκα ὁ Μαμιανὸς περιῆν, δόξαν τε πολλὴν ἐπί τε ἀληθείᾳ καὶ ἀρετῇ ἔχων, ἅπαντα ἐπετέλει τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον αὐτῶν οἰκείοις ἐπισφαγίζων αὐτὸς γράμμασιν, ὅνπερ ταβελλίωνα καλοῦσι Ῥωμαῖοι, τὰ γράμματα δαιμο‐ νίως μιμησάμενος, τοῖς διοικουμένοις τὰ πράγματα τῆς τῶν Ἐμεσηνῶν ἐκκλησίας παρέδωκεν, ὡμολογηκόσι, μοῖραν αὐτῷ τινὰ κεῖσθαι τῶν ἐνθένδε πορισθησομένων χρημάτων. ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας πάσας μʹ ἐνιαυτῶν μήκει ἐκκρούων, ἐς Βυζάντιον ἀφικόμενοι καὶ χρήματα τῷ βασιλεῖ Ἰουστινιανῷ προ‐ έμενοι, μελλήσει οὐδεμιᾷ ἔπεισαν γράψαι νόμον, οὐ χρόνοις τὰς ἐκκλήτους τοῖς καθήκουσιν, ἀλλ’ ἐνιαυτῶν ρʹ πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι. κεφάλαιον Ἰουστινιανοῦ ρʹ ἐτῶν πλήθει κρατυνόμενον.

### π 2304

Πριστηροειδὴς αἰχμή: ἐκ τοῦ πρίζω.

### π 2305

Πρό: ἀντὶ τοῦ ἀντί. Φιλήμων Παγκρατιαστῇ· δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου. ἀθλεύων πρὸ ἄνακτος. Ὅμηρος.

### π 2306

Προάγω· αἰτιατικῇ.

### π 2307

Προαγωγός: διδάσκαλος κακῶν.

### π 2308

Προαγωγεία.

### π 2309

Προάγωνος.

### π 2310

Προαγρυπνῶ· γενικῇ.

### π 2311

Προαλάμενος: προπηδήσας. καὶ προαλάμενος· τῆς πληθύος μετεχώρησεν ὡς Ναρσῆν. ὁ δὲ ἐνηγκαλίσατο αὐτόν.

### π 2312

Προαλέστατον: προπετέστατον.

### π 2313

Προαλίσαντας: προαθροίσαντας. Ἰώσηπος· τὸν ἐπὶ ταῖς μελ‐ λούσαις συμφοραῖς θυμὸν προαλίσαντας, ἐναφεῖναι τοῖς δράσουσιν αὐτάς.

### π 2314

Προαναθρώσκειν: προπηδᾶν.

### π 2315

Προαναλώθη.

### π 2316

Προαναρπάζω· γενικῇ.

### π 2317

Προανάσχοι: προανατείλοι.

### π 2318

Προανατάξωμαι· Δαβίδ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερου‐ σαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.

### π 2319

Προανεκρούετο· ἄποινον ὁ θεόπτης Μωϋσῆς τῷ Ἰσραὴλ προανεκρούετο. ἀντὶ τοῦ προκατήρχετο τῆς ᾠδῆς, προανεβάλλετο.

### π 2320

Προαποθνήσκω· γενικῇ.

### π 2321

Προασπίζομαι· γενικῇ.

### π 2322

Προάστειον, προαστείου. ὁ δὲ Σοφοκλῆς προαστίου, διὰ τοῦ ι. τὸν ἄνδρ’ ἐφ’ ἡμῖν; οὗτος ἐκ προαστίου.

### π 2323

Προαύλιον: τὸ ἔμπροσθεν τοῦ αὐλείου.

### π 2324

Προβάλλεσθαι: ἀντὶ τοῦ προτείνεσθαι. Θουκυδίδης· τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ τάξονται δι’ ὄχλου μάλλον ἔσται ἀεὶ προβαλ‐ λομένοισι. καὶ ὁ Ῥήτωρ· τὴν ἀειλογίαν ὁρῶ ἀεὶ προβαλλομένους.

### π 2325

Προβάλιθος: ὄνομα κύριον.

### π 2326

Προβαλίσιος: ὄνομα κύριον.

### π 2327

Προβαλλομένους: ἀντὶ τοῦ ὑποτιθεμένους. οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους. ὁ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τῷ κατ’ Αἰσχίνου, τὴν προαίρεσιν, φησί, τῆς πολι‐ τείας προβεβλημένην καὶ ἄπιστον εἰπεῖν. ἀντὶ τοῦ ἐλαφρῶς ἔχουσαν. ἐν δὲ τῷ κατὰ Μειδίου· καὶ προυβαλόμην, φησίν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν. ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. ἐν δὲ τοῖς Φιλιππικοῖς φησι· προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλοι. ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην.

### π 2328

Προβαλόντες κυσὶν ἄρνας: ἐπὶ τῶν τοὺς ἀπράγμονας τοῖς συκοφάνταις παραδιδόντων.

### π 2329

Πρόβασις: ἡ τῶν βοσκημάτων κτῆσις. Ὅμηρος· κειμήλιά τε πρόβασίν τε. καὶ παροιμία· Προβάτων οὐδὲν ὄφελος, ἐὰν ὁ ποιμὴν ἀπῇ· ἐπὶ τοῦ ἀναγκαίου.

### π 2330

Πρόβατα: πάντα τὰ τετράποδα.

### π 2331

Προβατεύς: ὁ τῶν προβάτων ποιμήν. καὶ Προβατέων, χωρικῶν ἀνθρώπων.

### π 2332

Προβατίου βίον ζῆν: ἐπὶ τῶν μωρῶν καὶ ἀνοήτων. τὰ γὰρ πρόβατα οὐδὲν ἐργάζεται, καὶ ζῇ. ἢ διὰ τὸ ἀδρανές.

### π 2333

Προβατοπώλης: ὁ Καλλίας καὶ ἡ ἐπ’ αὐτοῦ πολιτεία· ἢ Λυσικλῆς, υἱὲ Ἀσπασία. στυππειοπώλης δὲ ὁ Εὐκράτης, ὃς καὶ Στύπ‐ παξ ἐκαλεῖτο. βυρσοπώλης δὲ ὁ Κλέων. οὐκ ἐπὶ τοῦ πωλεῖν τὰς βύρσας παρείληπται, ἀλλ’ ἐπὶ τοῦ τῆς πόλεως ἀποδίδοσθαι τὰ πράγ‐ ματα.

### π 2334

Πρόβαινε: τοῦτο ὡς ἐπὶ ὄχλου πομπευόντων τινά.

### π 2335

Προβεβηκόσι: παλαιοτέροις. προσήκειν τὸ φιλόθεον τοῖς ἤδη προβεβηκόσι καὶ πόρρω ἐλαύνουσι, τοῦτο μὲν ἡλικίας, τοῦτο δὲ φιλο‐ σοφίας.

### π 2336

Προβέβουλα: προέκρινα.

### π 2337

Προβήμασιν: ἀντὶ τοῦ πηδήμασι. καὶ ζήτει ἐν τῷ ἐμβάς.

### π 2338

Προβιβάζεις: παραινεῖς, πείθεις. εὖ προβιβάζεις.

### π 2339

Προβιβάσαντες: προάρξαντες.

### π 2340

Πρόβλημα: θεώρημα συντεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς.

### π 2341

Πρόβλημα καὶ ὁ παροιμιακὸς λόγος.

### π 2342

Πρόβλημα· ἐπὶ παντὸς πράγματος τέσσαρά ἐστιν· εἰ ἔστιν; τί ἐστιν; ὁποῖον τί ἐστιν; καὶ διὰ τί ἐστι; τὸ μέν, ὅτι ἐστὶ τάδε συμβεβη‐ κότα, λαμβάνομεν ἐκ τῆς ἐναργείας, καὶ τὸ τί ἐστι τοῦ ὁρισμοῦ ἐξ αὐτῶν τεκμαιρόμεθα· ἐκ δὲ τοῦ ὁρισμοῦ, οὐχ ὅτι ἐστὶ τὰ συμβεβηκότα γινώσκομεν, ἀλλὰ τὸ τί ἐστι καὶ ὁποῖον καὶ διὰ τί. ὥστε διὰ μὲν τοῦ ὅτι ἐστὶ τὰ συμβεβηκότα, τὸ τί ἐστι τοῦ ὁρισμοῦ γινώσκομεν· διὰ δὲ τοῦ τί ἐστι τοῦ ὁρισμοῦ, τὰ λοιπὰ προβλήματα τῶν συμβεβηκότων.

### π 2343

Προβλῆτας: ἔξω προβεβλημένας ὑπὲρ ἀσφαλείας· οἱ δὲ τὰς πρώτας προβεβλημένας· ὃ καὶ μᾶλλον. Πρόβλημα δὴ καὶ ἡ ἀσφάλεια. πρόβλημα δὲ οὐδὲν ἦν πρὸ τῆς στρατοπεδείας.

### π 2344

Προβλῆτες· Φιλοκτήτης φησίν· ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσία θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι· οἷ’ ἔργ’ ὁ παῖς μ’ ἔδρασε.

### π 2345

Προβολάς: ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἢ τινῶν ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γινομένων. οὕτως Δημοσθένης. παρὰ δὲ Αἰσχίνῃ ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν.

### π 2346

Προβολή: γραφὴ κατὰ τῶν συκοφαντούντων. φέρε νῦν, ὁρισώμεθα τὴν προβολὴν αὐτοῦ τῆς αἱρέσεως, ἐφ’ ᾗ τὸν παρόντα τοῦτον ἐποιήσατο βίον.

### π 2347

Προβόλιον: εἶδός τι δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν.

### π 2348

Πρόβολον: πρόμολον, πρόμαχον. καὶ Πρόβολος ἐμός, προβαλλόμενος, προστάτης, τεῖχος, ἀσφάλεια. Ἀριστοφάνης Νεφέλαις· πρόβολος ἐμός, σωτὴρ δόμοις.

### π 2349

Προβούλευμα: τὸ ὑπὸ τῆς βουλῆς ψηφισθέν, πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου.

### π 2350

Πρόβολος: τὸ τῶν σιτίων δοχεῖον.

### π 2351

Πρόβολος: ἔξαρχος τοῦ βουλευτηρίου. Εὐνάπιος· ὁ δὲ βασιλεὺς τούτους δεξάμενος κτήματά τε αὐτοῖς καὶ χώραν ἀπένειμε καὶ προβόλους τε ὑπελάμβανε γενναίους καὶ ἀδαμαντίνους ἔχειν πρὸς τὰς ἐκείνῃ τῶν Οὔννων ἐμβολάς.

### π 2352

Προβόλῳ: προβεβλημένῃ εἰς θάλασσαν πέτρᾳ.

### π 2353

Πρόβολοι: αἱ εἰς θάλασσαν προκείμεναι πέτραι, καὶ οἷον ἀκταί τινες. Δημοσθένης ἐν Φιλιππικοῖς.

### π 2354

Πρόβος: ὄνομα κύριον.

### π 2355

Πρόβουλοι: πρὸς τοῖς οὖσι διῃρέθησαν ἄλλοι κʹ εἰσηγησόμενοι τὰ δοκοῦντα τῇ πολιτείᾳ μετὰ τὴν ἐν Σικελίᾳ συμφοράν.

### π 2356

Προβοσκίς: ἡ τοῦ ἐλέφαντος προνομαία.

### π 2357

Πρὸ βραχέος. πρὸ ὀλίγου.

### π 2358

Πρὸ γῆς· ἐγὼ δὲ φεύγω γῆν πρὸ γῆς φοβούμενος τὸν ἄγριον δεσπότην, ᾧ μᾶλλον ἵππων ἢ ἀνθρώπων μέλει. ὁ δὲ οὐκ ἀφῆκε διαξαίνειν αὐτόν, ἀλλ’ εἴασε γῆν πρὸ γῆς ἀφιέναι, ἵνα μή, φησίν, ὢν ἐνθάδε τολμήσῃ παραπλήσια πάλιν.

### π 2359

Προγινώσκω· αἰτιατικῇ.

### π 2360

Προγράμματα· οἷς καὶ δῶρα συνέθηκε καὶ προγράμματα, δι’ ὧν παρεκάλει ἑτοιμάζειν τὰς δυνάμεις.

### π 2361

Προγραφαί· αἱ προγραφαὶ ἐκεῖναι αἱ κεκηρυγμέναι λέγονται βουλήσει Ἀντωνίου γενέσθαι. καὶ Αἰλιανὸς λέγει· ἐπανελθόντες γοῦν προγραφὰς καὶ τῶν ἐκ βουλῆς καὶ τῶν εἰς τὴν ἱππάδα τελούν‐ των εἰργάσαντο, τούτους ἀποκτιννύντες. ἀντὶ τοῦ κατηγορίας.

### π 2362

Προδείκτης. ἔχαιρε γὰρ μίμοις καὶ προδείκταις καὶ καθόλου πᾶσι τοῖς θαυματοποιοῖς.

### π 2363

Προδήλως: φρονίμως, ἀνδρείως. Σοφοκλῆς· καλόν μοι τοῦδ’ ὑπερπονουμένῳ θανεῖν προδήλως μᾶλλον.

### π 2364

Προδικασία: οἱ τὰς ἐπὶ φόνῳ δίκας ἐγκαλούμενοι ἐν πρυ‐ τανείῳ πρὸ τῆς δίκης διατελοῦσιν ἐπὶ τρεῖς μῆνας· ἐν οἷς ἐξ ἑκατέρου μέρους λόγοι προάγονται. τοῦτό φασι προδικασίαν.

### π 2365

Πρόδικος, Κεῖος, ὁ ἀπὸ Κέω τῆς νήσου, πόλεως δὲ Ἰουλίδος, φιλόσοφος φυσικὸς καὶ σοφιστής, σύγχρονος Δημοκρίτου τοῦ Ἀβδη‐ ρίτου καὶ Γοργίου, μαθητὴς Πρωταγόρου τοῦ Ἀβδηρίτου. ἐν Ἀθήναις κώνειον πιὼν ἀπέθανεν, ὡς διαφθείρων τοὺς νέους.

### π 2366

Πρόδικον: δικαστὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριστοφάνης Κενταύρῳ· ἐγὼ γάρ, εἴ τι ς’ ἠδίκηκ’, ἐθέλω δίκην δοῦναι πρόδικον ἑνὶ τῶν φίλων τῶν σῶν ἑνί. καὶ παροιμία· Προδίκου σοφώ‐ τερος. Ἀριστοφάνης Νεφέλαις· οὔτε γὰρ ἄλλῳ γ’ ὑπακούσαιμεν πλὴν ἢ Προδίκῳ σοφίας καὶ γνώμης ἕνεκα. σοφιστὴς δὲ ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνη‐ μονεύμασιν. οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικος ἢ τῶν ἀδολέσχων εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισι· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν. διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃς τῆς τῶν λʹ τυραννίδος μετέσχε. κόθορνος δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτοῦ, προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν.

### π 2367

Πρόδομος: ὁ νάρθηξ. ἐτύγχανε γὰρ ἐν τοῖς προδόμοις τοῦ ἱεροῦ.

### π 2368

Προδόμῳ: τῇ πρὸ τοῦ οἴκου παστάδι.

### π 2369

Προδότᾳ. Πολύβιος· δυσθεώρητόν τι ὁ τόπος ἔχει δυσπα‐ ράγραφον· τίνα γὰρ ὡς ἀληθῶς προδότην νομίζειν, οὐ ῥᾴδιον ἀπο‐ φήνασθαι. δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συμπειθομένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ περιστάσεις μετατιθέντας τὰς αὐτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμ‐ μαχίας, οὐδὲ τούτους· πολλοῦ γε δεῖ· ἐπείτοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς πατρίσιν· ἀλλ’ ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς δυσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις, ἢ ὅσοι φρουρὰς εἰσδεχόμενοι καὶ συγχρώ‐ μενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλειόνων δυνατῶν ἐξουσίαν. τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάτ‐ τοι πάντας· οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ κακὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησεν, οὐδὲ ἐναντία πᾶσιν ὁμολογουμένως.

### π 2370

Προδότις· θηλυκὸν δὲ διὰ τοῦ ι. ὦ προδότι καὶ παράγωγε καὶ μύραινα σύ.

### π 2371

Προδωσίκομπος: ὁ ὑποσχετικός, ὁ τὰς ἑαυτοῦ ὑποσχέσεις ἐν οὐδενὶ τιθέμενος, ἀλλὰ προδιδούς.

### π 2372

Πρόδρομος: ὁ προτρέχων.

### π 2373

Πρὸ δουλείας· ὁ δὲ κατεκρήμνισεν ἑαυτόν, θάνατον πρὸ δουλείας ὑπομένων.

### π 2374

Προαιρεῖσθαι· αἰτιατικῇ.

### π 2375

Προαιρέσιος, Παγκρατίου, Καππαδόκης ἀπὸ Καισαρείας, σοφιστής, μαθητεύσας ἐν Ἀντιοχείᾳ παρὰ Οὐλπιανῷ. γέγονε δὲ πρὸ Λιβανίου κατὰ τὰς Ἀθήνας σοφιστεύων καὶ τιμῶν ἔτυχε τῶν μεγίστων τοῦ αὐτοκράτορος Κωνσταντίνου. μελέτας ῥητορικάς. οὗτος ἐπὶ Ἰουλιανοῦ ἤκμαζε, σύγχρονος Λιβανίῳ τῷ σοφιστῇ· καὶ ὅπως λυποίη τοῦτον ὁ Ἰουλιανός, τὸν Λιβάνιον μεγάλως ἐθαύμαζεν.

### π 2376

Προαίρεσις· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει· δεῖξαι θέλον‐ τες ὅτι μή ἐστιν ἐν ἀλόγῳ προαίρεσις, ληψόμεθα τὸν λόγον τῆς προαιρέσεως· ἔστι δὲ οὗτος πρὸ ἑτέρου αἵρεσις· ἀλλὰ μὴν τὸ ἄλλο πρὸ ἄλλου αἱρεῖσθαι ἐν τούτοις ἐστίν, ἐν οἷς καὶ τὸ βουλεύεσθαι· τὸ γὰρ ἄλλο ἄλλου προκρῖναι μετὰ λόγου γίνεται· οὐδὲν δὲ τῶν ἀλόγων βουλεύεται· ὥστε οὐδὲ προαιρεῖται. Προαίρεσίς ἐστιν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν, ἢ βούλευσις ὀρεκτικὴ τῶν ἐφ’ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλεύσεως ἐφιέμενος προαιροῦμαι. βουλὴ δὲ ἐστὶν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν γινομένη. βουλεύεται γάρ τις, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα, ἢ οὔ. εἶτα κρίνει τὸ κρεῖττον, καὶ γίνεται κρίσις. εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθὲν καὶ λέγεται γνώμη. ἐὰν δὲ κρίνῃ καὶ μὴ δια‐ τεθῇ πρὸς τὸ κριθὲν ἤγουν ἀγαπήσει αὐτό, οὐ λέγεται γνώμη. εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή. προαίρεσις γάρ ἐστι δύο προκειμένων, τὸ αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερόν, ὅτι βουλή ἐστι μετ’ ἐπικρίσεως ἡ προ‐ αίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας. προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν. οὐδεὶς δὲ προκρίνει τι, μὴ βουλευσά‐ μενος· οὐδὲ προαιρεῖται, μὴ προκρίνας. ζήτει προαίρεσις καὶ βούλησις ἐν τῷ βούλησις.

### π 2377

Προεγκεῖσθαι: ἐπικεῖσθαι.

### π 2378

Πρόεγμα: στήριγμα.

### π 2379

Προεδρία: διὰ τοῦ ι. ἄλλοις περισπούδαστον ἡ προεδρία. Προσεδρεία δὲ διὰ διφθόγγου. ἀπὸ τοῦ προσεδρεύω.

### π 2380

Προεδρεύω· γενικῇ.

### π 2381

Προεδρία: τιμῆς οὗτος ὁ τρόπος. ἐξῆν δὲ τῆς τιμῆς ταύτης τυχοῦσι καὶ ἐν βουλευτηρίῳ καὶ ἐν ἐκκλησίᾳ καὶ ἐν ἄλλῳ παντὶ συλλόγῳ τοὺς προλαμβάνοντας οἵτινες ἢ ἐξεγείραντας αὐτοὺς εἰς τὸν ἐκείνων καθίσαι τόπον. πεποίηται δὲ τὸ ὄνομα ἀπὸ τοῦ τὴν πρώτην αὐτοὺς ἕδραν ἔχειν. Ἀριστοφάνης· νῦν δ’ ἂν μὴ προεδρίαν φέρωσι, καὶ τὰ σιτία. ἀντὶ τοῦ λάβωσιν, ἀποφέρωσι. σιτία δὲ ἀντὶ τοῦ τὴν ἐν Πρυτανείῳ σίτησιν.

### π 2382

Πρόεδρος: ὁ τῆς πολιτεῖας ἀρχηγὸς καὶ ἡγεμών. Πρό‐ εδροι ἐκληροῦντο τὴν τῶν πρυτανέων καθ’ ἑκάστην πρυτανείαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης· οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. ὅτι δὲ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

### π 2383

Προέηκε: προέπεμψε.

### π 2384

Προεκαλινδοῦντο τοῦ Καίσαρος καὶ ἱκέτευον. προ‐ εκυλινδοῦντο δὲ κρεῖττον. ἀντὶ τοῦ ἔμπροσθεν τῶν ποδῶν ἐκυλίοντο. καὶ προ‐ εκυλινδεῖτο.

### π 2385

Προέμβολα: τὰ πρὸς τῇ πρώρᾳ τῆς νηός. ὥσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησάμενοι.

### π 2386

Προέμεν: πέμπειν.

### π 2387

Προέμενος: ἐκδιδούς, προδούς, περιφρονήσας· προαφείς. ὁ δὲ τῶν φίλων ἐχρῆτο τοῖς βουλεύμασι, τὰ οἰκεῖα προέμενος· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτως ἐσπούδακεν ὡς περὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν.

### π 2388

Προεμπίπτειν· τὸν βασιλέα πάντων θεραπευόντων, αὐτὸς ἡσύχαζε, μὴ βουλόμενος προεμπίπτειν εἰς γνῶσιν.

### π 2389

Προέντες: προδόντες.

### π 2390

Προεξειρεσία: τοῦ πλοίου τόπος, ἐν ᾧ ἐρέττουσι. κωπω‐ τῆρας δὲ ἐφ’ ἑκατέραις πλευραῖς καὶ οἷον προεξειρεσίας τινὰς ἐμη‐ χανήσαντο.

### π 2391

Πρὸ ἔργου ἐτίθετο: προτιμότερον ἐτίθει. καὶ ἅμα φίλια τὰ κατὰ νώτου ἑαυτῷ τε καὶ τῇ στρατιᾷ καταλείπειν πρὸ ἔργου ἐτίθετο. καὶ αὖθις· τὴν Σποράκου χώραν κατασχεῖν τοῖς ὅπλοις πρὸ ἔργου εἶναι ἔλεγε.

### π 2392

Προερρέθη: προελαλήθη.

### π 2393

Πρόες: πρόπεμψον.

### π 2394

Προέσθαι: προδοῦναι. λαβὼν δὲ τὸ ξίφος Πόρκιος Μάρκος καὶ καταληφθεὶς ὑπὸ τῶν πολεμίων ἐφονεύετο, κρίνων τὴν ψυχὴν προέσθαι μᾶλλον ἢ τὴν μάχαιραν καὶ πολλὰ λαβὼν τραύματα παρα‐ δόξως ἐσώθη.

### π 2395

Προέσθαι: προτιμήσασθαι. αἰτιατικῇ. οὔτε γὰρ πρὸ ἐμοῦ οὔτε πρὸ ἄλλου ἀνδρὸς ἀγαθοῦ οὐδέ ἐστι προέσθαι τι τῶν κοινῇ συμφερόντων.

### π 2396

Προεστέρνισα: περιεπτυξάμην. καὶ Προστερνισάμενος.

### π 2397

Προετικός: χαριστικός.

### π 2398

Προέτω: προπεμψάτω.

### π 2399

Προεφήτευσεν.

### π 2400

Προεχειρίσατο· αἰτιατικῇ.

### π 2401

Προέχω· γενικῇ.

### π 2402

Προεχώμεθα: ὑποβαλλώμεθα, ἢ προβαλλώμεθα.

### π 2403

Προεύχομαι· γενικῇ.

### π 2404

Προειδόμενοι: προγνῶσται.

### π 2405

Προειδῶ· γενικῇ.

### π 2406

Προείλαντο: ἠθέλησαν.

### π 2407

Προειλόμεθα: προήκαμεν.

### π 2408

Προείμεθα: προδίδομεν.

### π 2409

Πρόεισι: προπέμπει.

### π 2410

Προεῖται. λαβὼν εἰς τὰς χεῖρας προεῖται αὐτόν. τουτέστιν ἀφήσει, καταλείψει.

### π 2411

Προηγγελκέναι: προμεμηνυκέναι.

### π 2412

Προηγορεῶνας: τοὺς βρόγχους τῶν ὀρνέων, κυρίως τοὺς λεγομένους προλόγους, ὅτι συλλέγεται ἐν αὐτοῖς τὰ σιτία. λέγεται δὲ καὶ ἐπὶ ἀνθρώπων προηγορεὼν πάλιν ὁ βρόγχος. ἑκάτερον δὲ ἀπὸ τοῦ ἀθροίζειν ἐκεῖ τὴν τροφήν. ἢ φάρυγγας ὀρνέων.

### π 2413

Προηγορεών: ὁ λεγόμενος γαργαρεών, ὁ λαιμός. προηγορεὼν δὲ κυρίως ὁ ἐχῖνος τῶν ὀρνίθων, ὅπου προαγείρεται ἡ τροφή.

### π 2414

Προηγόρει: προηγόρευε, προέλεγε. Ξενοφῶν· ἧκον πρέσβεις ἐκ Σινώπης διὰ τοὺς Κοτυωρίτας εἰς τοὺς Ἕλληνας. προηγόρει δὲ Ἑκατώνυμος, δεινὸς νομιζόμενος εἶναι λέγειν.

### π 2415

Προηγοῦμαι· αἰτιατικῇ. τῇ τιμῇ ἀλλήλους προηγούμενοι.

### π 2416

Προῄει. προήρχετο.

### π 2417

Προήκατο: προέδωκε. καὶ Προήκουσιν, ἀντὶ τοῦ αὐξη‐ θεῖσι, προελθοῦσιν. Αἰλιανός· καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσιν. ἀντὶ τοῦ πλουσίοις οὖσι. καὶ Προήκων, προελθών.

### π 2418

Προήκτης: ὁ πένης, μεταίτης, οἰκουρὸς οἱ αὐτοί εἰσι.

### π 2419

Προηρόσια: ὄνομα θυσίας.

### π 2420

Προηροσίαι: αἱ πρὸ τοῦ ἀρότρου γινόμεναι θυσίαι περὶ τῶν μελλόντων ἔσεσθαι καρπῶν, ὥστε τελεσφορεῖσθαι· ἐγίνετο δὲ ὑπὸ Ἀθηναίων ὑπὲρ πάντων Ἑλλήνων εϛʹ Ὀλυμπιάδι. Λυκοῦργός φησιν ἐν τῷ κατὰ Μενεσαίχμου· καὶ γὰρ νῦν πολλὰς καὶ μεγάλας ὑμῖν τιμὰς ὀφείλω καὶ ζηλῶ παρὰ πᾶσιν Ἕλλησι μαντευομένοις τὸν Δία προ‐ ηροσίαν ποιήσασθαι.

### π 2421

Πρόησθε: προπέμψητε.

### π 2422

Προήσομαι: προδώσω, προπέμψω.

### π 2423

Προήχθην: προετράπην, ὡς καὶ ἐξήχθην καὶ ἐξετράπην.

### π 2424

Προΐαψε: προέπεμψε.

### π 2425

Προϊαίτατος.

### π 2426

Προϊέμενος: προδιδούς. καὶ Προΐενται, ἀντὶ τοῦ ἀπορ‐ ριπτοῦσι, μεταδιδοῦσιν. ὅσα ὁ στρατιώτης ὅμιλος ἐν ταῖς πορείαις προΐενται.

### π 2427

Προϊέναι: ῥίψαι, ἀπολέσαι. ἄνδρα τῶν αὑτοῦ τι οὐ χρὴ προϊέναι. οὐδὲ γὰρ χειρίσασθαι ἔφη ἢ δανεῖσαι, ἀλλὰ προϊέναι, ἀσχάλ‐ λων ὁ δανειστὴς ἐπὶ τῷ μὴ κεκομίσθαι ἅπερ ἐδάνεισε χρήματα. φησὶν οὖν, ὅτι οὐ χρὴ ῥᾳδίως ἄλλοις προΐεσθαι τὰ ἑαυτοῦ χρήματα.

### π 2428

Προΐεσθαι: προδιδόναι. ὁ δὲ βασιλεὺς οὔτε προΐεσθαι ἠξίου τὰ παρὰ τῶν πόλεων δῶρα.

### π 2429

Προΐει: ἀντὶ τοῦ προέπεμπε.

### π 2430

Πρόϊζα· ζήτει ἐν τῷ πρω μεγάλῳ.

### π 2431

Προΐζω: τὸ καταγινώσκω.

### π 2432

Προΐκτης: ὁ ἐπαίτης. προΐκτας καὶ γόητας καὶ βωμολόχους ἀποκαλοῦσι.

### π 2433

Προΐσταμαι· γενικῇ.

### π 2434

Προΐστορες: οἱ μαρτυροῦντες.

### π 2435

Προΐσχεται: προβάλλεται.

### π 2436

Προϊσχομένου: προειπόντος.

### π 2437

Προθανόντα: ἡ προ ἀντὶ τῆς ὑπερ. Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα.

### π 2438

Προθέλυμνα: συνεχῆ, ἄλλα ἐπ’ ἄλλοις. παρὰ τὸ τέλος τέλυμνος, καὶ θέλυμνος. ὁ πρόρριζος.

### π 2439

Προθελύμνους: ἄλλας ἐπ’ ἄλλαις.

### π 2440

Προθέλυμνοι: τὰ ἐπαλλήλους κλάδους ἔχοντα δένδρη, ἀπὸ τοῦ θηλυμανεῖν.

### π 2441

Προθέματα: προγραφάς. καὶ ἔθηκεν ὁ Οὐαλεντινιανὸς ὁ βα‐ σιλεὺς προθέματα, ἵνα, εἴ τις τι ἠδίκηται παρὰ Σαλουστίου τοῦ ἐπάρχου, προσέλθῃ τῷ βασιλεῖ. οὗτος ὁ βασιλεὺς καὶ τὸν πραιπόσιτον ἔκαυσε Χρυσάφιον.

### π 2442

Πρόθεσις: προαίρεσις. ἀλλ’ οὐδὲ ἐλύπησέ τινα κατὰ πρόθεσιν, οὐδὲ προσποιηθείς, οὐδὲ πολυπραγμονήσας ἁπλῶς οὐδὲν περὶ τῶν προ‐ γεγονότων.

### π 2443

Πρόθεσις: βουλή, γνώμη. Πολύβιος· ἦν δὲ τοῖς Ῥωμαίοις πρόθεσις ναυμαχῆσαι. σημαίνει δὲ καί.

### π 2444

Προθεσμία: ἀπὸ τοῦ προθεῖναι τὴν ἡμέραν, ἐν ᾗ τόδε γενέσθαι δεῖ, οὐκ ἀπὸ τοῦ προθεσπίζειν, ἐὰν ἡμεῖς προτιθῶμεν προθεσμίαν τινά· εἰ δὲ ὁ θεὸς ὁ προτιθείς, ἀπὸ τοῦ προθεσπίζειν εἴρηται τὸ ὄνομα· προθεσπίζοντος τοῦ θεοῦ καὶ προστάττοντος καὶ προνομοθετοῦντος περὶ τῆς ἡμέρας, ἐν ᾗ τυχὸν τόνδε δεῖ τῆς ζωῆς ταύτης ὑπεξελθεῖν ἢ τόνδε καταλυθῆναι τὸν σύμπαντα κόσμον. καὶ θεσπίζειν μὲν ἐπὶ θεοῦ κυρίως, καταχρηστικῶς δὲ καὶ ἐπὶ βασιλέως.

### π 2445

Προθεσμίας νόμος· Δημοσθένης ὑπὲρ Φορμίωνος τὴν τῶν εʹ ἐτῶν ἂν λέγοι προθεσμίαν.

### π 2446

Προθεῖναι: προεργάσασθαι. διὰ τὸ προθεῖναι καὶ ἄλλους τὴν ἑρμηνείαν τῶν Ψαλμῶν.

### π 2447

Προθοήνωρ: ὄνομα κύριον. καὶ συστέλλει.

### π 2448

Προθύματα: αἱ ὄλυραι. παρὰ τὸ προθύεσθαι τῶν ἱερείων, ἢ αἱ κριθαί, ἢ ὁ λιβανωτός.

### π 2449

Πρόθυμος: ἐπιθυμῶν, ὀρεγόμενος. παρόντι λεύσσειν, ὧν πρό‐ θυμος ἦσθ’ ἀεί.

### π 2450

Προθυμοῦμαι· αἰτιατικῇ.

### π 2451

Προθύομαι· γενικῇ.

### π 2452

Πρόκα: εὐθύς, παραχρῆμα. Ἡρόδοτος· καὶ πρόκα τε φρίκης αὐτὸν ἐπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι.

### π 2453

Προκαθέζομαι· γενικῇ.

### π 2454

Προκαθείς: προπέμψας. προκαθεὶς δέ τινας τῶν στρατιωτῶν ἐς ἐλπίδας τῶν σπονδῶν ὑπηγάγετο.

### π 2455

Προκάθημαι· γενικῇ.

### π 2456

Προκαθήμενον: ἐξάρχοντα. Μενεκλέα τὸν προκαθήμενον τῶν τόπων. τουτέστι τὸν φυλάττοντα τοὺς τόπους.

### π 2457

Προκαλεῖσθαι: οὐ τὸ εἰς ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰς συμβάσεις καὶ συνθήκας. Θουκυδίδης. οἱ δὲ δικανικοὶ ἐπὶ πάσης προ‐ κλήσεως. Ἀρχέλαος παρεκάλει τὸν Σύλλαν διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην· δεξαμένου δὲ τούτου τὴν πρόκλησιν, ἐγένοντο συνθῆκαι.

### π 2458

Προκαλινδοῦμαι· γενικῇ.

### π 2459

Προκαλίζετο: προεκαλεῖτο.

### π 2460

Προκάρηνος: ἐπὶ κεφαλήν. ἐν Μύθοις· ἠχήεις ἐτάνυσσε βαλὼν προκάρηνον ἀήτης.

### π 2461

Προκαταβολὴ καὶ Προσκαταβόλημα: τῶν τελῶν πιπρασκο‐ μένων, δύο προθέσεις ἐδίδοντο τοῖς ὠνουμένοις, ἐν αἷς ἐχρῆν εἰσε‐ νεχθῆναι τὸ ἀργύριον. ὅπερ οὖν μέρος χρημάτων, πρὶν ἄρξασθαι τοῦ ἔργου, εἰσφέρουσιν εἰς τὸ δημόσιον, τοῦτο προκαταβολὴ καλεῖται, τὸ δὲ τῇ δευτέρᾳ προθεσμίᾳ διδόμενον προσκατάβλημα.

### π 2462

Προκατεύχομαί σου.

### π 2463

Πρόκενσον.

### π 2464

Προκέφαλος· προκέφαλος ἦν ὁ Φιλοκλῆς, ὡς ἔποψ. ἦν δὲ κωμῳδίας ποιητής. εἴρηται ἐπὶ τῶν ὀξυκεφάλων.

### π 2465

Προκεχωρηκότος: προεληλυθότος. Θουκυδίδης.

### π 2466

Προκείμενον: τὸ ἐνεστηκός. ὁ δὲ τοιούτοις χρώμενος λογισμοῖς μένειν ἠξίου τὸν Τιβέριον ἐπὶ τῶν προκειμένων. καὶ αὖθις· ἐμοὶ δὲ τὸ προκείμενον ἤνυστο.

### π 2467

Προκινδυνεύω· γενικῇ.

### π 2468

Προκληδί.

### π 2469

Πρόκλησις: εἰώθεσαν, ὁπότε δικάζοιντό τινες, ἐξαιτεῖν ἐνίοτε θεραπαίνας ἢ θεράποντας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος· καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι. τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον ὠνομάζετο πρόκλησις.

### π 2470

Πρόκλος, Μαλλώτης ἐκ Κιλικίας, φιλόσοφος Στωϊκός. ἔγραψεν ὑπόμνημα τῶν Διογένους σοφισμάτων, καὶ Πρὸς Ἐπίκουρον.

### π 2471

Πρόκλος, δεύτερος Μαλλώτης, φιλόσοφος καὶ αὐτὸς Στωϊκός.

### π 2472

Πρόκλος, ὁ Προκλήϊος χρηματίσας, Θεμεσίωνος, Λαοδικείας τῆς Συρίας, ἱεροφάντης. ἔγραψε Θεολογίαν, Εἰς τὸν παρ’ Ἡσιόδῳ τῆς Πανδώρας μῦθον, Εἰς τὰ χρυσᾶ ἔπη, Εἰς τὴν Νικομάχου Εἰσαγωγὴν τὴν ἀριθμητικήν· καὶ ἄλλα τινὰ γεωμετρικά.

### π 2473

Πρόκλος, ὁ Λύκιος, μαθητὴς Συριανοῦ, ἀκουστὴς δὲ καὶ Πλουτ‐ άρχου τοῦ Νεστορίου φιλοσόφου, καὶ αὐτὸς φιλόσοφος Πλατωνικός. οὗτος προέστη τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς, καὶ αὐτοῦ μαθητὴς καὶ διάδοχος χρηματίζει Μαρῖνος ὁ Νεαπολίτης. ἔγραψε πάνυ πολλά, φιλόσοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰς ὅλον τὸν Ὅμηρον, ὑπό‐ μνημα εἰς τὰ Ἡσιόδου Ἔργα καὶ Ἡμέρας, Περὶ χρηστομαθείας βιβλία γʹ, Περὶ ἀγωγῆς βʹ, Εἰς τὴν πολιτείαν Πλάτωνος βιβλία δʹ, Εἰς τὴν Ὀρ‐ φέως Θεολογίαν, Συμφωνίαν Ὀρφέως, Πυθαγόρου, Πλάτωνος περὶ τὰ Λόγια βιβλία ιʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ θεῶν, Ἐπιχειρήματα κατὰ Χριστιανῶν ιηʹ. οὗτός ἐστι Πρόκλος, ὁ δεύτερος μετὰ Πορφύριον κατὰ Χριστιανῶν τὴν μιαρὰν καὶ ἐφύβριστον αὐτοῦ γλῶσσαν κινήσας· εἰς ὃν ἔγραψεν Ἰωάννης, ὁ ἐπικληθεὶς Φιλόπονος, πάνυ θαυμασίως ὑπαντήσας κατὰ τῶν ιʹ καὶ ηʹ ἐπιχειρημάτων αὐτοῦ καὶ δείξας αὐτὸν κἀν τοῖς Ἑλληνικοῖς, ἐφ’ οἷς μέγα ἐφρόνει, ἀμαθῆ καὶ ἀνόητον. ἔγραψε Πρόκλος Μητρῳακὴν βίβλον, ἣν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφηνεν ἅπασαν, ὥστε μηκέτι θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων.

### π 2474

Πρόκλος, τοῦ βασιλέως Ἰουστίνου κοιαίστωρ, ἀνὴρ δίκαιος καὶ χρημάτων διαφανῶς ἀδωρότατος· διὸ δὴ οὔτε νόμον τινὰ εὐπε‐ τῶς ἔγραφεν, οὐδέ τι τῶν καθεστώτων κινεῖν ἤθελε.

### π 2475

Πρόκνη: ὄνομα κύριον.

### π 2476

Προκόλπιον: πρὸ τοῦ κόλπου. λαμβάνεται δὲ καὶ ἐπὶ δωροδόκων.

### π 2477

Προκόμιον: κόμην.

### π 2478

Προκόννησος: ὄνομα νήσου.

### π 2479

Προκόπιος, Ἰλλούστριος, Καισαρεὺς ἐκ Παλαιστίνης, ῥήτωρ καὶ σοφιστής. ἔγραψεν Ἱστορίαν Ῥωμαϊκήν, ἤγουν τοὺς πολέμους Βελισαρίου πατρικίου, τὰ κατὰ Ῥώμην καὶ Λιβύην πραχθέντα. γέγονεν ἐπὶ τῶν χρόνων Ἰουστινιανοῦ τοῦ βασιλέως, ὑπογραφεὺς χρηματίσας Βελισαρίου καὶ ἀκόλουθος κατὰ πάντας τοὺς συμβάντας πολέμους τε καὶ πράξεις τὰς ὑπ’ αὐτοῦ συγγραφείσας. ἔγραψε καὶ ἕτερον βιβλίον, τὰ καλούμενα Ἀνέκδοτα, τῶν αὐτῶν πράξεων· ὡς εἶναι ἀμφότερα βιβλία θʹ. ὅτι τὸ βιβλίον Προκοπίου τὸ καλούμενον Ἀνέκδοτα ψόγους καὶ κωμῳδίαν Ἰουστινιανοῦ βασιλέως περιέχει καὶ τῆς αὐτοῦ γυναικὸς Θεοδώρας, ἀλλὰ μὴν καὶ αὐτοῦ Βελισαρίου καὶ τῆς γαμετῆς αὐτοῦ.

### π 2480

Προκόπιος· ὅτι ἐν τῷ ναῷ τοῦ ἁγίου μεγαλομάρτυρος Προ‐ κοπίου ἐν τῇ Χελώνῃ ἵστατο εὐνούχου τινὸς στήλη, ἧς ἐν τῷ στήθει ἔγραφεν· ὁ μετατιθεὶς θεμάτια τῷ βρόχῳ παραδοθήτω. ἦν δὲ ἡ στήλη Πλάτωνος κουβικουλαρίου, ὃς ἐν ταῖς ἡμέραις τοῦ Βασιλίσκου πυρίκαυστος γέγονε. τῶν δὲ γονέων αὐτοῦ αἰτησάντων τῷ βασιλεῖ εἰς μνημόσυνον τοῖς ἀνταίρουσι βασιλεῖ στηλωθῆναι τὸν εὐνοῦχον Πλάτωνα, οὐκ ἐκώλυσεν. ἐν δὲ τῷ ἀνακαινίζεσθαι τὸν τοῦ μεγαλομάρτυρος νεὼν μετετέθη εἰς τὸ Ἱπποδρόμιον. οἱ δὲ οἶκοι τοῦ εὐνούχου σῴζονται ἐν τῇ Χελώνῃ.

### π 2481

Προκόπτοντα: διερχόμενον. ὀχήματι κεχρημένον καὶ διὰ τῆς λεωφόρου προκόπτοντα καταλαμβάνειν τὸ ἕβδομον.

### π 2482

Προκώνια· Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος δέ, προ‐ κώνια, φησί, πυροὶ μέλιτι κεχρημένοι· Ἀριστοφάνης δέ, ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι. Δήμων δὲ φησὶν ἐν τῷ περὶ θυσιῶν· καὶ προκώνια ἐστὶ κάχροις κατηριγμένα μετὰ ἀρωμάτων.

### π 2483

Πρόκωπον· ὁ δὲ ὀργισθεὶς κατὰ τοῦ βασιλέως πρόκωπον ἔχων τὸ ξίφος. ἀντὶ τοῦ γυμνόν. καὶ αὖθις· ἀλλὰ γεννικὸν ὁρῶν εἶχε πρόκωπον τὸ ξίφος.

### π 2484

Πρόκριδος ἄκοντα: ἐπὶ τῶν πάντων τυγχανόντων· τοιοῦτον γὰρ ἔχουσα ἡ Πρόκρις πάντα ἐθήρα.

### π 2485

Πρόκριμα: ἡ προτίμησις. ὁ δὲ Μακεδόνιος οὐδὲ τῶν ἑτέρων μνήμην ἐποίησε, λογισάμενος μηδαμῶς πρόκριμα γίνεσθαι τῇ ἐν Χαλκη‐ δόνι συνόδῳ, ὡς καὶ τῆς ἐν Ἐφέσῳ σὺν αὐτῇ παρασιωπηθείσης.

### π 2486

Πρόκριμα· ὡς μὴ πρόκριμα εἴη κατ’ αὐτοῦ, καὶ αἰσχύνην ἐκώλυσαν γενέσθαι.

### π 2487

Πρόκριναι.

### π 2488

Πρόκρις: ὄνομα κύριον, θηλυκοῦ γένους.

### π 2489

Πρόκριτον: ἐκλεκτόν, ἢ πονηρόν.

### π 2490

Πρόκροσσαι: ἄλλη ἐπ’ ἄλλῃ. Ἡρόδοτος· αἱ δὲ νῆες πρό‐ κροσσαι ὡρμαίνοντο ἐς πόντον, ἐπὶ νʹ νέας.

### π 2491

Πρόκοιτος καὶ Προκοιτία: ἡ προφυλακή. καὶ προφύλαξ. ἢ Πρόκοιτος, ὁ ἔμπροσθεν κοιμώμενός τινος.

### π 2492

Προκυλινδεῖσθαι: τὸ ἐπὶ γόνυ πεσόντα προσκυνεῖν τῷ βασιλεῖ. ἴδιον γὰρ τοῦ βασιλέως τὸ γονυπετεῖσθαι ἐξ ἀνθρώπων. καὶ προκυλινδεῖσθαι ἰκτίνοις· ἔαρος ἴκτινοι φαίνονται, ἐφ’ ᾧ ἡδόμενοι ἐκυλινδοῦντο, ὡς ἐπὶ γόνυ πίπτοντες.

### π 2493

Προλάλος: ὁ προαλὴς ἐν τῷ λέγειν. καὶ τοῦτον κατεσί‐ γασαν τηνάλλως προλάλον τε καὶ ἰταμὸν ὄντα.

### π 2494

Πρόληψις: γνῶσις. καὶ αὖθις· ἀχανεῖς ἔμειναν τῷ πρό‐ ληψιν ἐσχηκέναι τοῦ μέλλοντος λέγεσθαι.

### π 2495

Περὶ προλήψεως· διαφορά ἐστιν ἀληθείας καὶ συνηθείας· ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη πάντως εὑρίσκεται. τὸ δὲ ἔθος, ὁποῖον ἂν παραληφθείη, εἴτε ἀληθὲς εἴθε ψευδές, ἀκρίτως ὑφ’ ἑαυτοῦ κρατύνεται· καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκε, γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ’ ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστι ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολὴν, κἂν πάνυ αὐτῷ δείκνυται λυπρὰ καὶ καταγέλαστος οὖσα. ὁ δὲ Χρύσιππος ἐν τῷ ιβʹ φυσικῷ λόγῳ δύο φησὶν εἶναι κριτήρια, αἴσθησιν, γνῶσιν καὶ πρόληψιν. ἔστι δὲ πρόληψις ἔννοια φυσικὴ τῶν καθόλου. Ἐπίκουρος δὲ ὁ φιλόσοφος πρόληψιν λέγει, οἱονεὶ κατάληψιν ἢ δόξαν ὀρθὴν ἢ ἔννοιαν ἢ καθολικὴν νόησιν ἐναποκειμένην, τουτέστι μνήμην τοῦ πολλάκις ἔξωθεν φανέντος. οἷον τὸ τοιοῦτόν ἐστιν ἄνθρωπος· ἅμα γὰρ τῷ ῥηθῆναι ἄνθρωπος, εὐθὺς κατὰ πρόληψιν καὶ ὁ τύπος αὐτοῦ νοεῖται, προηγουμένων τῶν αἰσθήσεων. παντὶ οὖν ὀνόματι τὸ πρώτως ἐπιτε‐ τευγμένον ἐναργές ἐστι· καὶ οὐκ ἂν ἐζητήσαμεν τὸ ζητούμενον, εἰ μὴ πρότερον ἐγνώκειμεν αὐτό. οἷον τὸ πόρρω ἑστώς, βοῦς ἐστιν ἢ ἵππος; δεῖ γὰρ κατὰ πρόληψιν ἐγνωκέναι ποτὲ ἵππου καὶ βοὸς μορ‐ φήν. οὐδ’ ἂν οὖν ὠνομάσαμέν τι, μὴ πρότερον αὐτοῦ κατὰ πρό‐ ληψιν τὸν τύπον μαθόντες. Ἐναργεῖς οὖν εἰσὶν αἱ προλήψεις· καὶ τὸ δοξαστὸν ἀπὸ προτέρου τινὸς ἐναργοῦς ἤρτηται· ἐφ’ ὃ ἀναφέροντες λέγομεν, οἷον πόθεν ἴσμεν εἰ τοῦτό ἐστιν ἄνθρωπος. τὴν δὲ δόξαν καὶ ὑπόληψιν λέγουσι.

### π 2496

Πρὸ λιμοῦ καὶ δίψης τὸν ἐν τῷ πολέμῳ θάνατον ᾑροῦντο οἱ Ἰουδαῖοι.

### π 2497

Πρόλοβος: ἐπὶ τῶν πτητικῶν ὀρνέων λέγεται πρόλοβος ὁ μετὰ τὸν στόμαχον κόλπος νευρώδης, ὅμοιος σκύτει, εἰς ὃν ἡ τροφὴ ἀκατέργαστος μένει· ὃ καὶ τοῖς ἀλεκτρυόσι πᾶσιν ἔνεστιν· ὃ καὶ ὑπ’ ἐνίων καλεῖται φῦσα.

### π 2498

Προλογίζω: πρότερον λέγω. Προλοχίζω δὲ τὸ ἐνεδρεύω.

### π 2499

Προμάχιζε: πρωταγωνιστὴς ἦν.

### π 2500

Προμάχομαι· γενικῇ.

### π 2501

Προμαχῶνος: τοῦ τείχους, τῆς ἐπάλξεως.

### π 2502

Προμέρου κύνες: τοῦτον φασὶ βασιλικὸν δοῦλον ὄντα μισήσαι Εὐριπίδην καθ’ ὑπερβολήν, ὥστε καὶ κύνας ἀγρίους ἐπαφεῖναι αὐτῷ, οἵτινες αὐτὸν κατεθοινήσαντο.

### π 2503

Προμετωπίδιον: τὸ ἔμπροσθεν.

### π 2504

Προμετρητής· ὁ τοὺς πιπρασκομένους πυροὺς ἐν τῇ ἀγορᾷ καὶ τῶν ἄλλων σπερμάτων ἕκαστον διαμετρῶν, καὶ ὁ τούτου τοῦ ἔργου μισθὸν λαμβάνων προμετρητὴς ἐκαλεῖτο. Δείναρχος· ὁ Σκύθου τοῦ προμετρητοῦ υἱὸς ἐν δημόταις γέγονε, καὶ ὁ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκε, καὶ ὑμεῖς ἐκλαβόμενοι παρ’ αὐτοῦ τοὺς πυροὺς διατελεῖτε.

### π 2505

Προμηθεύομαι: τὸ προνοοῦμαι· γενικῇ.

### π 2506

Προμηθεύς· ὅτι ἐπὶ τῶν Κριτῶν τῶν Ἰουδαίων παρ’ Ἕλλησιν ἐγνωρίζετο Προμηθεύς, ὃς εὗρε πρῶτος τὴν γραμματικὴν φιλοσοφίαν. περὶ οὗ λέγουσιν, ὅτι ἀνθρώπους ἔπλασε, καθό τινας ἰδιώτας ὄντας ἐποίησεν ἐπιγινώσκειν σοφίαν. καὶ Ἐπιμηθεύς, ὃς ἐξεῦρε τὴν μουσικήν· καὶ Ἄτλας, ὃς τὴν ἀστρονομίαν ἡρμήνευσε· διὸ λέγουσιν, ὅτι τὸν οὐρανὸν βαστάζει. καὶ ὁ πολυόμματος Ἄργος, διὸ περίβλεπτος ἦν, καθότι τὴν τεχνικὴν ἐπιστήμην αὐτὸς ἐπενόησε πρῶτος. ἦν δὲ τότε καὶ μάντις Σιβύλλα. βασιλεύοντος παρ’ Αἰγυπτίοις Φαραὼ τοῦ καὶ Παραχώ, παρ’ Ἕλλησιν ἐν Ἀθήναις ἐβασίλευε Κέκροψ, ὃς ἐκλήθη Διφυὴς διὰ τὸ τοῦ σώματος μέγεθος, ἢ ὅτι νόμον ἐξέθετο, ὥστε τὰς γυναῖκας παρθένους ἔτι οὔσας ἑνὶ ἐκδίδοσθαι ἀνδρί, καλέσας αὐτὰς νύμφας· πρότερον γὰρ αἱ τῆς χώρας ἐκείνης γυναῖκες θηριώδη μίξιν ἐμίγνυντο· οὐδενὸς γὰρ ἦν γυνή, ἀλλὰ ἐδίδου ἑαυτὴν εἰς πορνείαν ἑκάστῳ. οὐδεὶς οὖν ᾔδει, τίνος ἦν υἱὸς ἢ θυγάτηρ, ἀλλ’ ὡς ἂν ἔδοξε τῇ μητρί, ἔλεγε καὶ ἐδίδου τὸ τεχθὲν ᾧ ἐβούλετο ἀνδρί. τοῦτο δὲ ἐποίησεν ὁ Κέκροψ, ὡς ἐξ Αἰγύπτου καταγόμενος καὶ τὴν νομοθεσίαν Ἡφαίστου τοῦ βασιλεύσαντος ἐκεῖ οὐκ ἀγνοήσας. ἔλεγε γάρ, ὅτι διὰ τὴν τοιαύτην τῆς ἀσελγείας συνήθειαν κατεκλύσθη ἡ Ἀττική. ἀπὸ τότε οὖν ἐσωφρονίσθησαν οἱ κατοικοῦντες τὴν τῶν Ἑλλήνων χώραν. ἐβασίλευσε δὲ Κέκροψ ἔτη νʹ. ἐλέγετο δὲ Διφυὴς καὶ διὰ τὸ ἀπὸ Αἰγύπ‐ του γενέσθαι καὶ εἰς Ἑλλάδα ἐλθεῖν καὶ βασιλεῦσαι.

### π 2507

Προμηθεύσασθαι: προνοήσασθαι.

### π 2508

Προμήθεια: πρόνοια.

### π 2509

Προμηθεῖσθαι: προβουλεύεσθαι, προνοεῖσθαι.

### π 2510

Πρὸ μικροῦ.

### π 2511

Προμνηστῖνοι: κατὰ τάξιν, ἐφεξῆς.

### π 2512

Προμνήστρια: ἡ προνοήσασα γάμον, ἣν νῦν προξενήτριαν φασί.

### π 2513

Προμνῶμαι: προξενῶ, προμνηστεύομαι.

### π 2514

Πρόμολε: πρόελθε.

### π 2515

Προμολῇσιν: ἀκρωρείαις, ἐξοχαῖς. Ὀρφέα Θρηϊκίῃσι παρὰ προμολῇσιν Ὀλύμπου τύμβος ἔχει.

### π 2516

Πρόμος: πρόμαχος.

### π 2517

Προμώτης: προκόπτων παρὰ Ῥωμαίοις.

### π 2518

Προμοίροις: πρὸ τῆς μοίρας, ἀώροις. προμοίροις δὲ θανάτοις ἐφθείρετο ἡ νεολαία.

### π 2519

Προμυλαία: θεὸς προμύλιος, ἣν ἀφιδρύοντο ἐν τοῖς μυλῶσιν, ὡς Εὔνοστον.

### π 2520

Προνκομισάριος: ὁ ἐκ συναινέσεως δύο μερῶν μεταξὺ ληφ‐ θεὶς διαιτητής.

### π 2521

Προνομαία: ἡ τοῦ ἐλέφαντος προβοσκίς.

### π 2522

Προνομεύω: τὸ ληΐζω, καὶ αἰχμαλωτίζω.

### π 2523

Προνομεία· ἡ σκύλευσις. Προνομίας δὲ τιμῆς πλείονος.

### π 2524

Προνομή: διαρπαγή.

### π 2525

Προνόμιον.

### π 2526

Προνομίων: προλημμάτων. προπετῶς σαυτῷ τὰ προνόμια τῶν ἀλλοτρίων ἐπαρχιῶν διεκδικῶν.

### π 2527

Πρόνομος: ὄνομα κύριον. αὐλητής, ὃς μέγαν πώγωνα εἶχεν. ἔνθεν καὶ τό, Ἀγύρριος Προνόμου πώγων’ ἔχων ἐλάνθανε.

### π 2528

Προνόμων: δικαιωμάτων, θεσμῶν. τί δέ μοι φύσεως μέλει καὶ προνόμων;

### π 2529

Προνοούμαι· γενικῇ. ἔστι καὶ Προνοῶν καὶ Προνοούμενος.

### π 2530

Προνούστερος: προμηθέστερος, προνοητικώτερος. Σοφο‐ κλῆς. Ἀθηνᾶ· ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση; τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος, ἢ δρᾶν ἀμείνων εὑρέθη τὰ καίρια; τουτέστι τοῦ Αἴαντος.

### π 2531

Προνώπιον: προεκκείμενον.

### π 2532

Ἀριστοφάνης Πλούτῳ· Προντούλων· οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρα, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον προντούλων. ὡς ἂν λέγων, μηκέτι πατῆσαι ἐκεῖ με.

### π 2533

Πρόνοια: πρόγνωσις. Σοφοκλῆς· πείθου. προνοίας δ’ οὐδὲν ἔφυ βροτοῖς κέρδος λαβεῖν ἄμεινον, οὐδὲ νοῦ σοφοῦ.

### π 2534

Πρόνοια· ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Πρόνοια, διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει.

### π 2535

Πρόνοια Ἀθηνᾶ: οἱ μὲν διὰ τὸ πρὸ τοῦ ναοῦ τοῦ ἐν Δελφοῖς ἑστάναι αὐτήν, οἱ δὲ ὅτι προὐνόησεν, ὅπως τέκῃ ἡ Λητώ. ὅτι ἡ τοῦ θεοῦ πρόνοια κατὰ τρεῖς τρόπους γίνεται· κατ’ οἰκονομίαν, κατ’ εὐδοκίαν, κατὰ συγχώρησιν.

### π 2536

Πρόξ: ἐλάφου γέννημα.

### π 2537

Προξένει: λέγε. ὦ φίλταθ’, ὡς νῦν πᾶν τελοῦντι προξένει. ἢ ὅτι, ὡς φῄς, προξένει μοι καὶ πάρεχε τὰ χρήσιμα.

### π 2538

Προξενία: ἡ τῶν ξένων ὑποδοχή. καὶ αὐτῷ προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι.

### π 2539

Πρόξενος: ὁ νέηλυς πόλεως ξένης. ὁ δὲ Εὐθυκράτη ἀτιμωθέντα παρὰ Ἀθηναίοις ἐψηφίσατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίων.

### π 2540

Πρόξενος: ὁ προστάτης. καὶ σὺ ξυνέξευρ’ αὐτόν, ὡς ἂν τὴν χάριν αὐτήν τε κἀκείνην ἔχῃς, ὦ πρόξενε. καὶ Πρόξενοι, οἱ προστάται τῶν πόλεων καὶ φροντισταὶ καὶ ξενίαις ὑποδεχόμενοι. Προξένους ἐκάλουν τοὺς τεταγμένους εἰς τὸ ὑποδέχεσθαι τοὺς ξένους τοὺς ἐξ ἄλλων πόλεων ἥκοντας.

### π 2541

Προξενῶ θ’ ὑμᾶς ἀεί: ἀντὶ τοῦ προΐσταμαι. Ἀριστοφάνης.

### π 2542

Προξενῶ: ἀντὶ τοῦ ἐπιτάττω· γενικῇ.

### π 2543

Προοδοποιῶ· γενικῇ.

### π 2544

Πρόοπτος: προφανής, πρόδηλος. Ἡρόδοτος· ἡμέας οὗτοι οἱ ἄνθρωποι προόπτως θανάτῳ μέλλουσι προδώσειν.

### π 2545

Προορῶ· αἰτιατικῇ.

### π 2546

Προώλης: ὁ πανώλης.

### π 2547

Πρόωμαι: παραχωρήσω.

### π 2548

Πρόωνες: οἱ προνενευκότες τόποι τῶν ὀρῶν.

### π 2549

Πρόωνται: αὐθυπότακτον. προδώσουσιν, ἀμελήσουσιν. ὁ δὲ τοὺς περιχώρους παρεκάλει, λέγων ὅτι ἐὰν αὐτὸν πρόωνται, καὶ αὐτοὶ κινδυνεύσουσι.

### π 2550

Πρόωρος: πρὸ τῆς ὥρας.

### π 2551

Πρόωσις: ὤθησις.

### π 2552

Προπαρεγγυηθέν: προπαραγγελθέν. προπαρεγγυηθέν οἱ τοῦτο ἐκ βασιλέως.

### π 2553

Προπάροιθεν: ἔμπροσθεν.

### π 2554

Πρόπας στόλος: πᾶσα ἡ δύναμις. νοσεῖ δέ μοι πρόπας στόλος.

### π 2555

Προπαιδεύματα· ὁ δὲ Ὠριγένης οὐκ ἐπαύετο παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαιδεύματα.

### π 2556

Προπαιδεία: τὰ πρῶτα μαθήματα.

### π 2557

Πρόπεμπτα: Δίδυμός φησι μήποτε ἄλλα τινά εἰσιν ἐπιτίμια τὰ πρὸ τῆς καταβολῆς. εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαι φασίν. εἰ μὴ ἄρα πρόπεμπτα, ὡς Δημοσθένης, πρὸς ἡμέρας εʹ· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν.

### π 2558

Προπεπωκότες: ἀντὶ τοῦ προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. προπεπωκέναι δὲ παρὰ τὴν συνουσίαν πολλὰ μὲν ἀργυ‐ ρώματα τὸν προειρημένον, πολλὰ δὲ χρυσώματα τῷ Προυσίᾳ.

### π 2559

Προπέρυσι καὶ Πέρυσι.

### π 2560

Προπέτεια: ἡ ἀχαλίνωτος γλῶσσα.

### π 2561

Προπετής: εἰς τοὔμπροσθεν νενευκώς. προπετὴς τῷ βάρει γενόμενος πίπτει. Προπετὴς δὲ καὶ ὁ πρόγλωσσος.

### π 2562

Προπηλακίζων: ἀδικῶν, ὑβρίζων, διασύρων, ἐξουθενῶν. καὶ Προπηλακισμός, ὕβρις. εἴρηται δὲ ἀπὸ τοῦ πηλὸν ἐπιχρίεσθαι τὰ πρόσωπα τῶν ἀτιμίαν καὶ ὕβριν καταψηφιζομένων, οὓς ἀρτίως ἀσβόλῳ χρίουσι.

### π 2563

Προπίνει: διὰ τοῦ οἴνου τιμᾷ καὶ προδίδωσι. καὶ Δημοσθένης δὲ τοὺς προδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς προπίνειν ἔφη τοῖς ἐχθροῖς. καὶ Ἀριστοφάνης· φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν. τί δὲ μετὰ τοῦτο δεύτερον; προὐπίνομεν. ἀντὶ τοῦ ἀλλή‐ λους δεξιούμεθα. καὶ αὖθις· ταῖς θυγατράσι φάρμακον ὤρεξε καὶ αὐτὸς ἔπιε, δυστυχοῦς κοινωνήσας προπόσεως καὶ φιλοτησίας.

### π 2564

Προπίνειν: οἱ ἀρχαῖοι βασιλεῖς ἐπιτελοῦντες ἑορτὴν πάνδη‐ μον, ἐν φιάλαις χρυσαῖς ἢ ἀργυραῖς κιρνῶντες ἐδέχοντο μὲν παρὰ τοῦ οἰνοχόου αὐτοί, ἀπέπινον δὲ μικρὸν τῆς κύλικος, ὡς συμβόλου ὄντος τούτου φιλίας πολλῆς, καὶ τότε παρεῖχον ᾧ ἂν ἐβούλοντο καὶ τὴν κύλικα· καὶ ἐκαλεῖτο προπίνειν. ἡ δὲ ἡμέρα φιλοτησία.

### π 2565

Πρόπιον: μάντευμα. καὶ Θεοπρόπιον, τὸ τῶν θεῶν μάν‐ τευμα.

### π 2566

Πρόποδες: μεγάλους πόδας ἔχοντες.

### π 2567

Πρὸ ποδῶν: τὸ παρατυχὸν οἱονδήποτε.

### π 2568

Πρὸ ποδῶν: ἔμπροσθεν τῶν ποδῶν.

### π 2569

Προπολεμῶ· γενικῇ.

### π 2570

Προπόλεος. τὸν προπόλεον κόσμον τοῦ ἄστεος ἀποκεί‐ ραντες.

### π 2571

Πρόπολος: δούλη, προπολεύουσα. ἢ θεράπων. καὶ θεράπαινα, πρόσφυξ. Ἀριστοφάνης Νεφέλαις· ἀλλὰ σαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισι. παρὰ δὲ Ἡροδότῳ Πρόπο‐ λος, ὁ νεωκόρος.

### π 2572

Πρὸ πολλοῦ.

### π 2573

Προπόλῳ: θεράποντι.

### π 2574

Προπόλων: θείων ἑρμηνέων.

### π 2575

Πρόπολοί τε καὶ θεραπευταί. μέλλων Εὐρυμέδων πότ’ Ἀριστοτέλη γράψασθαι, Δηοῦς μύστιδος ὢν πρόπολος.

### π 2576

Πρόπομα: ἐκ τοῦ προπίνω.

### π 2577

Προπομπία: ἐν συνθέσει διὰ τοῦ ι· Πομπεία δὲ ἁπλοῦν, διὰ διφθόγγου.

### π 2578

Προποντίς.

### π 2579

Προπύλαια ταῦτα· Δημοσθένης Φιλιππικοῖς. δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πνυκός. βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεώς φησιν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη ͵βιβʹ, πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασι.

### π 2580

Πρόρριζον: ἐκ ῥιζῶν. καὶ Πρόρριζος, ἀντὶ τοῦ παντά‐ πασι. Σοφοκλῆς· Μυρτίλος πρόρριζος ἐκριφείς. Πρὸ ῥιζῶν δὲ ἐξ αὐτῆς τῆς ῥίζης.

### π 2581

Πρός· εἰς μῆκος δὲ ὅσον πόδας ξʹ καὶ πρός. ἀντὶ τοῦ πλεῖον, περισσότερον. καὶ ὁ Θεολόγος· καὶ μικρόν τι πρός.

### π 2582

Προσαγγελία. Πολύβιος· ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκοντες συνωρμηκέναι τινὰς αὐτοῖς· τούτους δ’ ἀπαγ‐ γέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκάς. ὁ δὲ διαταραχθεὶς ἐκ τῆς προσαγγελίας ἔφυγε. καὶ αὖθις· τῷ δὲ Πτολε‐ μαίῳ γενομένης προσαγγελίας, παρεῖναι τὸν Ἀρχίαν.

### π 2583

Προσαγγέλλει· ὁ δὲ ἑαυτὸν προσαγγέλλει (ἀντὶ τοῦ μηνύει) ἑαυτὸν ἄξιον θανάτου.

### π 2584

Προσάγειν καὶ Παράγειν διαφέρει. προσάγουσι μὲν γὰρ πάντες οἱ παραταξάμενοι ᾗ ἂν ἄριστοι εἶεν μάχεσθαι· παράγουσι δὲ οἱ σώφρονες ᾗ ἂν ἀσφαλέστατα, οὐχ ᾗ ἂν τάχιστα ἀπέλθοιεν. παριέναι ἀνάγκη δὲ ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειργμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπιπολύ. οὕτως φησὶ Ξενοφῶν. καὶ Προσ‐ άγειν, ἀντὶ τοῦ οἰκειοῦσθαι, ἰδιοποιεῖσθαι. ὁ δὲ ἐμήνυε διὰ τῶν πρέσβεων, ὡς προσάγοιτο μὲν τὰ ἔθνη χρήμασι καὶ δώροις, καταγγέλλοι δὲ κοινὰ τὰ κερδαλέα τὰ ἀπὸ τοῦ πολέμου.

### π 2585

Προσάγομαι· δοτικῇ.

### π 2586

Προσαγορεύω· αἰτιατικῇ.

### π 2587

Προσαγώγιον: τὸ τῶν τεκτόνων ὄργανον, ὃ προσάγοντες εὐθύνουσι τὰ στρεβλὰ ξύλα.

### π 2588

Προσᾴδω· δοτικῇ.

### π 2589

Πρὸς ἀκτῖνα: ἀνατολήν.

### π 2590

Πρὸς ἄλληλα.

### π 2591

Προσαλισκόμεθα: ἀντὶ τοῦ πρὸς τούτοις καταδικαζόμεθα καὶ ζημιούμεθα. κᾆτα προσαλισκόμεθα.

### π 2592

Προσαμφιῶ: πρὸς οἷς ἔχεις ἐνδύσω.

### π 2593

Προσανανεωσάμενος: ἀνακαινίσας, καὶ ἀνεγείρας. ὁ δὲ Μάρκος προσανανεωσάμενος τὴν τοῦ τείχους ταπεινότητα ἐπεβάλετο καταπειράζειν τῆς ἐλπίδος.

### π 2594

Προσαναταθείς: ὀργισθείς, ἐπαρθείς. ὁ δὲ βραχέα προσ‐ αναταθεὶς κατένευσε ποιήσειν. ἀντὶ τοῦ κατεπαρθείς.

### π 2595

Προσανατεινόμενος: ἀπειλῶν. τὰ μὲν παρακαλῶν, τὰ δὲ προσανατεινόμενος.

### π 2596

Προσαναφωνῶ· δοτικῇ.

### π 2597

Προσανέχων: προσέχων, προσκεκολλημένος. Πολύβιος· ὁ δὲ πᾶν ὑπομένειν ἐδόκει, προσανέχων ταῖς τῶν Αἰγυπτίων ἐπαρ‐ χίαις. καὶ αὖθις· ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν. καὶ Προσανέχοντι, ἐξέχοντι.

### π 2598

Προσανίσχοντα.

### π 2599

Πρόσαντες, δυσχερές, καὶ ἐναντίον. καὶ ζήτει ἐν τῷ ἄναντες.

### π 2600

Προσάντης· καὶ ἡ δοτικὴ προσάντει.

### π 2601

Προσάντως: ἐπίρρημα. μήτε ἀκαίρως παρακαλεῖν, μήτε προσ‐ άντως.

### π 2602

Πρὸς ἀπαλέξησιν: πρὸς βοήθειαν.

### π 2603

Προσάπτομαι· γενικῇ· Προσάπτω δὲ δοτικῇ.

### π 2604

Προσαρασσόμενα: προσρηγνύμενα, προσκρουόμενα.

### π 2605

Προσαστειασάμενος: ἀστεῖόν τι προσειπών. ὁ δὲ παρακα‐ λέσας αὐτὸν καί τι προσαστειασάμενος τοιοῦτον, αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.

### π 2606

Προσαυδῶ· δοτικῇ.

### π 2607

Πρὸς αὐτοῦ: ἀντὶ τοῦ ὑπὲρ αὐτοῦ. ὁ δὲ οὐ κατ’ αὐτοῦ, ἀλλὰ πρὸς αὐτοῦ εἶναι νομίσας τὰ συμβαίνοντα περὶ τοὺς ἐναντίους ἐγίνετο περὶ τὸν Μάρκον, σπουδάζων τὴν τόλμαν ἀφελέσθαι καὶ προ‐ καταλαβεῖν αὐτοῦ τὴν ὁρμήν.

### π 2608

Προσβάλλει· δοτικῇ. προσέρχεται. προσέβαλε δὲ ταῖς ἀκοαῖς αὐτῶν ἦχος τις ἐμμελὴς θείων ὕμνων. δι’ ἑνὸς λ δεύτερος ἀόριστος. προσ‐ έβαλλε δὲ ἀεὶ διὰ δύο λλ, παρατατικός.

### π 2609

Προσβαίνω· δοτικῇ.

### π 2610

Πρὸς βίαν: βιαίως, ἀναγκαστῶς. ὁ δὲ οὐκ ἐφείσατο αὐτῆς ὁ ἐραστὴς ὁ ἐναγής, ἀλλ’ ἐξαγαγὼν αὐτὴν τοῦ νεὼ πρὸς βίαν διέφθειρε μάλα ἀνοίκτως.

### π 2611

Προσβλέπω· δοτικῇ.

### π 2612

Προσβολή: ζημία, δαίμονος ὀργή, παρὰ Ἀριστοφάνει. ἀντὶ γὰρ τοῦ εἰπεῖν ζῷον ζημίαν εἶπε, καταρώμενος αὐτῷ. χὤτου ποτ’ ἐστὶ δαιμόνων ἡ προσβολή, οὐκ οἶδα. περὶ τοῦ κανθάρου.

### π 2613

Προσγεγόνει: συνεμίχθη, συνηριθμήθη. ὁ δὲ τοῦ βασιλέως Ἀρμενίας παῖς προσεγεγόνει αὐτῷ ξὺν δυνάμει ἱππικῇ οὐκ ὀλίγῃ.

### π 2614

Πρόσγειον: τὸ πρὸς γῆν.

### π 2615

Προσγράφει: προσκρίνει.

### π 2616

Προσδέδεμαι· δοτικῇ.

### π 2617

Προσδέξασθαι· προσδέξασθαι δέ, τὸ δὴ λεγόμενον, εἰς τὰς πλευρὰς τοὺς πολεμίους. ἀντὶ τοῦ σύνεγγυς.

### π 2618

Προσδέχω· αἰτιατικῇ καὶ Προσδεχόμενοι· αἰτιατικῇ· προσ‐ δοκῶντες.

### π 2619

Προσδεῖσθαι καὶ ἐνδεῖσθαι διαφέρει· τὸ μὲν γὰρ δηλοῖ ὀλίγων τινῶν κτῆσιν, τὸ δὲ παντελῶς ἀπορίαν τοῦ ὅλου δηλοῖ.

### π 2620

Προσδιαλέγομαι· δοτικῇ.

### π 2621

Προσδίδωμι· αἰτιατικῇ. ὅτι διαφέρει προσδοκία ἐλπίδος· ἐλπὶς μὲν γάρ ἐστι προσδοκία ἀγαθῶν. καὶ ὁ φοβούμενος προσδοκᾷ, ἀλλ’ οὐκ ἀγαθά· κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, ἀγαθῶν δὲ ἡ ἐλπίς. ἐπεὶ οὖν οὐχ ὑφεστώτων πραγμά‐ των οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλλυται αὐτῶν ἡ ἐλπίς, ὡς μένουσι τοῖς ἡδέσι χρῶνται.

### π 2622

Πρὸς δύο οὐδ’ Ἡρακλῆς: παροιμία. ζήτει ἐν τῷ οὐδὲν Ἡρακλῆς πρὸς δύο.

### π 2623

Πρὸς αἵματος: τοὺς συγγενεῖς. Σοφοκλῆς· ἆρ’ ὧδ’ ἄριστος ἐξ ἀριστέοιν δυοῖν βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος;

### π 2624

Προσαίτης: ὁ ἐπαίτης. Προσαῖτις δὲ θηλυκὸν διὰ τοῦ ι.

### π 2625

Προσαιτῶν: πολλὰ αἰτῶν.

### π 2626

Προσεδρεία· Προεδρία δέ.

### π 2627

Προσεδρεύω σοι.

### π 2628

Πρόσεδρος. τότ’ ἐκ προσέδρου λιγνύος διάστροφον ὀφθαλ‐ μὸν ἄρας, εἶδεν ἐν πολλῷ στρατῷ.

### π 2629

Προσέκειτο: ἀντὶ τοῦ προσεῖχε. Θουκυδίδης ἐν αʹ.

### π 2630

Προσέκοψεν: ἀντὶ τοῦ προσέπταισεν. Ἄλεξις.

### π 2631

Προσέκοψε τῷ ἀνθρώπῳ: ἀντὶ τοῦ ἠλλοτριώσατο. οὕτως Ποσείδιππος.

### π 2632

Προσεκτικώτατα· ἐδόκει γὰρ Ῥωμαίων ἐπιμελέστατα καὶ προσεκτικώτατα κατὰ τοὺς πατρίους θεσμοὺς τελεῖν τὰς θυσίας. ἀντὶ τοῦ πολυτελῶς, νουνεχῶς.

### π 2633

Προσέλευσις.

### π 2634

Προσέληνοι: Ἡρόδοτος τοὺς Ἀρκάδας οὕτως λέγει, τουτέστιν ἀρχαίους, πρὸ τῆς σελήνης.

### π 2635

Προσελοῦμεν: ἀντὶ τοῦ προπηλακίζομεν, ἐλαύνομεν, εἰσβάλ‐ λομεν.

### π 2636

Προσέμαξε: προσπαρέθηκε, προσεκόλλησε· μάττειν γὰρ λέγεται τὸ ἀναμιγνύναι καὶ φυρᾶν καὶ εἰς ἓν συνάγειν τὰ ἄλευρα. Ἀριστο‐ φάνης· τὸν Πειραιᾶ προσέμαξε.

### π 2637

Πρὸς ἐμοῦ εἶ: οἰκεῖός μου, ἐγγύς μου, φίλος μου, παρ’ ἐμοί.

### π 2638

Προσένεγκε· Προσενέγκαι δέ.

### π 2639

Προσέπαισε: προσέπαιξε. Πλάτων τῷ ς ἀντὶ τοῦ ξ κέχρηται.

### π 2640

Προσεπιμετρῶν: πλείω τοῦ μεμετρημένου διδούς. προσεπι‐ μετρῶν ἀεὶ τῷ δεομένῳ, πρὸς τὸ παρὰ πάντων ὁμολογουμένως γίνεσθαι τὴν ἐπὶ τούτοις χάριν.

### π 2641

Προσεπιτραγῳδήσουσι: δεινολογήσουσι. δεδιὼς μὴ πολλα‐ πλασιάσαντες τὸ προτέρημα καὶ προσεπιτραγῳδήσαντες καταπλήξωνται τοὺς ἐν τοῖς Τυάνοις.

### π 2642

Προσεποιήθη· ὁ δὲ ὠργίζετο μὲν ἀθετηθείς, οὐ μὴν προσ‐ εποιήθη κατὰ τὸ παρόν. ἀντὶ τοῦ ἐφανέρωσεν, ἐνεδείξατο. Δα‐ μάσκιος· ᾐσθάνετο μὲν οὖν ἡμῶν ταύτῃ πη διακειμένων, οὐ μέντοι προσεποιήθη τὸν νοῦν προσέχειν. καὶ αὖθις· ὁ δὲ πολλάκις ἀκούων οὐ προσεποιεῖτο.

### π 2643

Προσεποιήσαντο: Ἰσαῖος. ἀντὶ τοῦ ἀντεποιήσαντο.

### π 2644

Προσεποίσω: προσεπάξω.

### π 2645

Προσερήσομαι: ἐρωτήσω.

### π 2646

Πρὸς ἐρρωγυῖαν ᾄδεις: ἐπὶ τοῦ μάτην πονοῦντος.

### π 2647

Προσερρύη: προσεφοίτησε, προσῆλθεν, οὐ προσέρρευσεν.

### π 2648

Προσέσθαι· Ἀριστοφάνης· ἀλλ’ ὅτι σιγᾷ κοὐδὲν γρύζει, τοῦτ’ οὐ δύναταί με προσέσθαι. ἐφελκύσασθαι. καὶ αὖθις Αἰλιανός· ἡ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβάλλειν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι. καὶ αὖθις· ὥστε μηκέτι αὐτὸν προσέσθαι εἰς ὁμιλίαν.

### π 2649

Προσέσχεν: ἐξώκειλε. Σοφοκλῆς· τίς ς’, ὦ τέκνον, προσ‐ έσχε; τίς προσήγαγε χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος; καὶ αὖθις· τίνι στόλῳ προσέσχες τήνδε γῆν; πόθεν πλέων; λέγεται καὶ κατέσχεν. ὁ αὐτὸς Σοφοκλῆς· ἡνίκ’ ἐκ τῆς ποντίας Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.

### π 2650

Προσέσχε: κατῆρεν, ἐπλησίασεν. Αἰλιανός· εἶτα τῆς ὑστεραίας προσέσχε τῇ Χίῳ καὶ ἀποβάντες ἐντυγχάνουσι τῇ κόρῃ πιπρασκομένῃ.

### π 2651

Προσεταιρισάμενος: ἑταίρους προσλαβόμενος.

### π 2652

Προσέτι: ἐπίρρημα.

### π 2653

Προσετρίψατο: ἐπέβαλε, κατέχεε. τῷ βίῳ τῶν ἀνθρώπων κηλῖδα προσετρίψατο.

### π 2654

Προσεύξῃ τὸν θεόν: οὕτως Ἀριστοφάνης ἐν Πλούτῳ.

### π 2655

Προσευσχολεῖν: ἐπιμελῶς βλέπειν. ἀφιέναι δὲ τὸ σπουδα‐ ζόμενον καὶ τῇ θεωρίᾳ προσευσχολεῖν αὐτοῦ.

### π 2656

Προσεφθέγγετο· αἰτιατικῇ.

### π 2657

Προσεχές: ἐγγύς. ἐπὶ τάδε τῆς πόλεως ὁρμεῖν οὐκ ἠδύ‐ ναντο διὰ τὸ προσεχεῖς εἶναι ἀκτὰς τοῖς ἐτησίαις. ἀλίμενος γάρ ἐστι καὶ προσεχὴς ὁ τῇδε αἰγιαλός.

### π 2658

Προσέχεια: ἡ προσοχή.

### π 2659

Προσέχω· δοτικῇ.

### π 2660

Προσέχοιεν: ἐπιμελῶς τηρεῖν. ὅπως οἱ πολέμιοι ταύτῃ προσ‐ έχοιεν τὸν νοῦν. καὶ αὖθις· οὐδὲ πάνυ τι προσεῖχε τοῖς βιβλίοις.

### π 2661

Πρὸς ζόφον: πρὸς δυσμάς.

### π 2662

Πρόσει: προσέρχῃ.

### π 2663

Προσειλήφεσαν: ὑπέλαβον, ἐνενόησαν. Ἰώσηπος· προσειλή‐ φεσαν γὰρ ἐκ τοῦ σχήματος μηδὲν αὐτὸν ἀρνήσασθαι τῶν ὑπονοηθέν‐ των, ἀλλ’ ἐπὶ συγγνώμης πορισμῷ πάντα πεποιηκέναι.

### π 2664

Πρόσειλος: πρὸς τὴν εἴλην, ἤτοι θερμασίαν.

### π 2665

Προσείλου: προσελάβου, συνηρίθμησας. Αἰλιανός· εἶτα, ἀσελ‐ γέστατε, τοσοῦτοι ἐχθροὶ γεγενήμενοι οὐκ ἤρκεσαν, ἀλλ’ ἄρα καὶ ἐμὲ εἰς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν;

### π 2666

Προσειπών· καὶ τοὺς ἀδελφοὺς τὰ ἔσχατα προσειπών. καί, προσειπὼν οὖν τὸν Δανιήλ.

### π 2667

Προσείρων: προσάπτων.

### π 2668

Πρόσεισι· δοτικῇ:

### π 2669

Προσεῖχε.

### π 2670

Προσηγάγου: ἀντὶ τοῦ περιεπλέξω, παρὰ σεαυτὸν ἔλαβες. Ἀριστοφάνης Ὄρνισιν· οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου. ἀντὶ τοῦ πρὸς σεαυτὸν ἔλαβες εἰς συνουσίαν.

### π 2671

Προσηγάσθησαν: ὑπερεθαύμασαν. τοῦτον ἀπεδέξαντο τὸν λόγον τοῦ νεανίσκου καὶ προσηγάσθησαν, πῶς οἴει, σφόδρα τὸν Πρόκλον.

### π 2672

Προσηγγελμένοις: τοῖς ἤδη ἀγγελθεῖσι. τοῖς προσηγγελμένοις ἐπαρκέσας οὐδὲν προυργιαίτερον ποιήσεται μετὰ ταῦτα τοῦ βοηθεῖν σφίσι κατὰ δύναμιν.

### π 2673

Προσηγλάϊστο: ἐλαμπρύνετο.

### π 2674

Προσηγορία: προσφώνησις.

### π 2675

Προσήγορος· ὅπου θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.

### π 2676

Προσήκαντο· αἰτιατικῇ. κατεδέξαντο, ἠθέλησαν. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. καὶ αὖθις· Μωϋσῆς μὲν προσήκατο τὴν συμβουλίαν.

### π 2677

Προσήκει: πρέπει. προσήκει γε μὲν Ῥωμαίοις μετὰ ἀσφα‐ λείας τὸ νικᾶν, ὡς ἂν οὐκ ἐξ ἀνάγκης πολεμοῦσιν, ἀλλὰ προσκτω‐ μένοις.

### π 2678

Προσήκων· δοτικῇ. κατὰ γένος ἀγχιστεύων. ἦν δὲ ὁ παῖς προσήκων κατὰ γένος. καὶ αὖθις· καὶ οἱ τούτοις προσήκοντες τοὺς οἰνοχόους τούσδε ἡγησάμενοι φαρμακεῖς ἀπέκτειναν.

### π 2679

Προσήλιος.

### π 2680

Προσηλῶ· αἰτιατικῇ.

### π 2681

Προσήλυτοι: οἱ ἐξ ἐθνῶν προσεληλυθότες, καὶ κατὰ νόμον ποθήσαντες πολιτεύεσθαι. καὶ οἱ ξένοι.

### π 2682

Προσήλυτοι: οἱ ἐξ ἐθνῶν προσεληλυθότες καὶ κατὰ τοὺς θείους πολιτευόμενοι νόμους. Δαβίδ· καὶ προσήλυτον ἐφόνευσαν.

### π 2683

Πρὸς σῆμα μητρυιᾶς κλαίεις: ἐπὶ τοῦ ἀφροντίστου, ἢ προσποιουμένου. ἐπὶ τῶν ἀδυνάτων.

### π 2684

Προσημπόλησα: προσέλαβον.

### π 2685

Πρὸς ἠῶ: πρὸς ἀνατολήν.

### π 2686

Προσήραξε.

### π 2687

Προσηρεικότος: προσαρμόσαντος. ὁ δὲ κατεσκεύασε στοάς, καὶ διὰ τούτων προσηρεικότος τῷ τείχει τὰς κριοφόρους μηχανάς.

### π 2688

Προσηρτημένος: προσκεκολλημένος.

### π 2689

Προσηρτῆσθαι: ἀπῃωρῆσθαι.

### π 2690

Προσήσεσθαι: ἀρεσθῆναι, δέξασθαι. Ἀππιανός· οἱ ὕπατοι τὰ ὅρκια προὔτεινον καὶ ἐς πάντας ἔφασαν ἐνδώσειν μᾶλλον ἢ Ταρκύνιον προσήσεσθαι.

### π 2691

Προσήσεται· αἰτιατικῇ.

### π 2692

Προσηταιρίσατο: φιλικὰ ἐποίησεν. οὐκ ὀλίγους τε ἀπὸ τούτων προσηταιρίσατο.

### π 2693

Προσῆχεν: ἀντὶ τοῦ προῆγεν.

### π 2694

Προσίασι: προσέρχονται.

### π 2695

Προσίενται: προσάγονται.

### π 2696

Προσίεται· αἰτιατικῇ. ἀρέσκεται, προσδέχεται. Ἀριστοφάνης· τὰ μὲν ἄλλα μ’ ἤρεσε τῶν πραγμάτων, ἓν δ’ οὐ προσίεταί με (ἀντὶ τοῦ οὐ πείθει με), ὅτι ὡς μόνος τὸν ζωμὸν ἐκροφήσεις.

### π 2697

Προσιζήσαντες: προσκαθίσαντες.

### π 2698

Προσίημι· δοτικῇ.

### π 2699

Πρόσιμεν: προσερχόμεθα.

### π 2700

Προσιών: προσερχόμενος.

### π 2701

Προσίστατο: ἐνεπόδιζεν.

### π 2702

Πρόσισχε: τὸ πρόσεχε. Κρατῖνος· καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις. καὶ Εὔπολις· πρόσισχε τὸν νοῦν τῇδε. καὶ Θουκυδίδης γʹ· παρανίσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως. οὕτως δὲ καὶ ὑπίσχομαι, τὸ ὑπισχνοῦμαι οἵ τε τραγικοί, καὶ Ἀριστοφάνης· τὸ πρᾶγμα τοῦτο συλ‐ λαβεῖν ὑπίσχομαι.

### π 2703

Προσιτόν: προσδεχόμενον.

### π 2704

Πρόσθεμα: ἡ προσθήκη.

### π 2705

Προσθέσθαι: συμπολεμῆσαι. καὶ Πομπηΐῳ τῷ μεγάλῳ προσθέσθαι οὐ κατὰ δέος τὸ Ῥωμαίων, ἀλλὰ κατ’ εὐνοίαν τὴν ἐς βασιλέα τε καὶ αὐτοὺς Ῥωμαίους.

### π 2706

Προσθεῖναι τὰς θύρας: ἀντὶ τοῦ ἐπικλεῖσαι. Ἡρόδοτος γʹ.

### π 2707

Προσθίγω· δοτικῇ.

### π 2708

Πρὸς θυμοῦ: ἐπιμελέστερον. εἶναι δὲ Ῥωμαίοις ἐκ παλαιοῦ πάτριον, καὶ μάλιστα δὴ πρὸς θυμοῦ Ἀντωνίῳ. ἀντὶ τοῦ ἠγαπᾶτο.

### π 2709

Πρὸς θυμοῦ αὐτοῖς ἐγένετο: ἀντὶ τοῦ ἀρεστὸν καὶ θυ‐ μῆρες. καὶ αὖθις· τοῖς δὲ οὐ πρὸς θυμοῦ ὁ πόλεμος ἐγίγνετο.

### π 2710

Προσκαθεδοῦμαι· δοτικῇ.

### π 2711

Προσκαθῆσθαι: ἐνυπάρχειν. τῷ γὰρ μηδεμίαν ἔννοιαν μηδενὶ προσκαθῆσθαι τοῦ μέλλοντος, πάντας εἰς ἔκπληξιν ἤγαγε τοὺς φονικούς.

### π 2712

Προσκαθίστη· ὅπη ὕποπτοι ἦσαν ἐπελεύσεσθαι οἱ πολέμιοι, προσκαθίστη. ἀντὶ τοῦ ἐπολυπλασίαζε.

### π 2713

Προσκακοπαθῶ· δοτικῇ.

### π 2714

Προσκαλέσαι: ἀντὶ τοῦ προσκαλέσασθαι.

### π 2715

Προσκαλοῦμαι· αἰτιατικῇ.

### π 2716

Πρὸς καλοῦ ἐγένετο αὐτῷ.

### π 2717

Πρὸς Κᾶρα καρίζεις: ἐπὶ τοῦ ὁμοίου. ὡς καὶ τὸ πρὸς Κρῆτα κρητίζεις.

### π 2718

Προσκαρτερῶ· δοτικῇ.

### π 2719

Προσκαταθείην: ἀντὶ τοῦ ζημιωθείην. Ἀριστοφάνης· καὶ προσκαταθείην γ’ ὥστ’ ὀμόσαι τριώβολον. τουτέστι ζημιωθείην ἂν τρεῖς ὀβολούς, ἵνα ἐπιτρέψῃς μοι ὀμόσαι τοὺς θεούς· οὕτω καταφρονῶ τῶν ὅρκων.

### π 2720

Προσκαύσασα: ἐπὶ τῆς χύτρας. προσκαύσασα ἡ Θρᾷττα πρῴην τὴν χύτραν.

### π 2721

Πρὸς καιρὸν ποιῶ: ἀντὶ τοῦ ἀληθῶς.

### π 2722

Προσκεκλήσεσθαι: τουτέστιν εἰς δικαστήριον κληθήσεσθαι. σὺ δέ, νὴ τὸν Ἑρμῆν, προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ ἀποδώσεις τἀργύριον. Ἀριστοφάνης Νεφέλαις.

### π 2723

Προσκεκρουκώς: ἐχθρὸς γεγονώς. ὁ δὲ Σεβαστιανὸς προσ‐ κεκρουκὼς διὰ γνώμης ὀρθότητα τοῖς κατακοιμισταῖς εὐνούχοις τοῦ βασιλέως, εὔκολος ὢν διὰ πενίαν καὶ κοῦφος ἐς μετανάστασιν διεδέχθη τῆς στρατηγίας.

### π 2724

Πρὸς κενὴν ᾄδεις: πρὸς ἐρρωγυῖαν ᾄδεις, ἐπὶ τοῦ μάτην πονοῦντος.

### π 2725

Πρὸς κέντρα λακτίζεις.

### π 2726

Προσκεφάλαιον. οὕτω φησὶν Ἀριστοφάνης.

### π 2727

Προσκέχηνα· δοτικῇ.

### π 2728

Προσκέψομαι: περισκοπήσω. περιεργάσομαι, εἰσελθὼν καὶ κατανοήσας.

### π 2729

Προσκείμενοι: οἷον κολλώμενοι, προσεγγίζοντες. καὶ Προσ‐ κειμένων τῶν θυρῶν, τουτέστιν ἠσφαλισμένων. ὁ δὲ ἐντυχὼν προσκειμέναις ταῖς θύραις (ἀντὶ τοῦ κεκλεισμέναις) καὶ τῶν ἐπισπαστήρων λαβόμενος ἀπρὶξ εἴχετο, καρτερικῶς καὶ μάλα ἐγκρατῶς. ἐπεὶ δὲ ἀπο‐ σπώντων βίᾳ ἀπέκοψαν τὸ πᾶν σῶμα τῶν χειρῶν.

### π 2730

Προσκινήσομαι· Ἀριστοφάνης· κακῶς παρέξω κοὐχὶ προσ‐ κινήσομαι. συνουσιάσαι αὐτῷ δηλονότι.

### π 2731

Προσκήνιον: τὸ πρὸ τῆς σκηνῆς παραπέτασμα. ἡ δὲ τύχη παρελκομένη τὴν πρόφασιν καθάπερ ἐπὶ προσκήνιον παρεγύμνωσε τὰς ἀληθεῖς ἐπινοίας.

### π 2732

Προσκληδονιζόμενος: ἐπ’ ἀγαθῷ ὀττευόμενος. Ἰώσηπος· ταῦτά τε δὴ προσκληδονιζόμενος καὶ σταθερὰν μετ’ ἐμπειρίας τὴν ἡλικίαν ὁρῶν.

### π 2733

Προσκλήσεις: πρὸς ἃς καλεῖ τις 〈εἰσ〉 δικαστήριον ἢ βουλήν, κλητῆρας ἔχων· πρόκλησις δέ, χωρὶς τοῦ ς, καὶ προκαλεῖσθαι ἐπὶ δι‐ αιτητὴν καὶ οἷον ἐπὶ βάσανόν τινος ἀνδραπόδου ἢ μαρτυρίαν τοῦδέ τινος βαλέσθαι.

### π 2734

Πρόσκλησις: ἡ εἰς δικαστήριον κλῆσις. καὶ προσκαλέσαι τὸ παραγγέλλειν εἰς δίκην. Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου.

### π 2735

Πρόσκλισις: ἑτερομέρεια. μὴ διαπράξασθαί τι κατ’ ἔχθραν ἢ κατὰ πρόσκλισιν.

### π 2736

Προσκλιτόν: ἐν ᾧ ἀκουμβίζομεν.

### π 2737

Πρόσκομμα: ζημία, βλάβη, σκάνδαλον.

### π 2738

Προσκομιστέον: προσενεκτέον.

### π 2739

Προσκοπήν: πρόσκρουσιν. ὁ δὲ τῶν τοῦ βασιλέως φίλων ἐπὶ τοσοῦτον ἐς διαφορὰν ἥκοι καὶ προσκοπήν, ὥστε σπεύδειν αὐτοὺς περι‐ βαλεῖν αὐτὸν ἀνηκέστῳ τινὶ κακῷ.

### π 2740

Προσκοπῶ· δοτικῇ.

### π 2741

Πρὸς κώρυκον γυμνάζεσθαι: ἐπὶ τῶν διακενῆς μοχθούντων.

### π 2742

Προσκόπων: προφυλάκων. ὁ δὲ Τραιανός τινας ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἀεὶ καθιεὶς εἴθιζεν ἅμα μὲν ἐν κόσμῳ πορεύεσθαι, ἅμα δὲ πρὸς τὰ φοβερὰ μὴ ταράττεσθαι.

### π 2743

Προσκόψῃς πρὸς λίθον τὸν πόδα σου: ἀντὶ τοῦ προσ‐ πταίσεις. τὸ σμικρότατον δὲ διὰ τοῦ προσκόψαι τῷ λίθῳ δεδήλωκεν.

### π 2744

Προσκώπους: τοὺς πρὸς ταῖς κώπαις ναύτας, τοὺς κωπηλάτας.

### π 2745

Πρὸς Κρῆτα κρητίζων: παροιμία ἐπὶ τῶν μάτην πονούν‐ των. Πολύβιος· ὁ δὲ ἠγνόει τὸ δὴ λεγόμενον πρὸς Κρῆτα κρητίζων.

### π 2746

Προσκρούειν· δοτικῇ. ἐναντιοῦσθαι, ἐκμηχανᾶσθαι. οἱ Σικε‐ λιῶται τὸν στόλον ἰδόντες οὐκ ἐν τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτούς, οὐκ ἄλλο προσκρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν.

### π 2747

Προσκυνεῖ: προσεγγίζει.

### π 2748

Προσκυνεῖ· δοτικῇ, καὶ αἰτιατικῇ δέ. καὶ σὲ προσκυνεῖν τὸν ἥλιον τῆς δικαιοσύνης.

### π 2749

Πρόσκυσον: προσκύνησον.

### π 2750

Προσλαλῶ· δοτικῇ.

### π 2751

Πρὸς λέοντα δορκάδες ἅπτουσι μάχην: ἐπὶ τῶν πρὸς κρείττονας ἐριζόντων.

### π 2752

Πρὸς λύραν ᾄδειν. τὰ κατὰ τὸν ἑταῖρον ἡμῶν μετρίως ἐπράχθη, καὶ οὐχ ὡς ἂν κινῆσαι θεοῦ τε καὶ ἀνθρώπων νέμεσιν. αὕτη μέντοι σαφῶς ἐστι, περὶ ἧς πρὸς λύραν ᾄδομεν.

### π 2753

Προσμαρτυρῶ· αἰτιατικῇ καὶ δοτικῇ. προσμαρτυρῶ σοι τόδε, καὶ προσ‐ μαρτυρῶ σε τόδε.

### π 2754

Προσμειδιῶ· δοτικῇ.

### π 2755

Πρὸς νῦν σε μητρὸς πρός τε πατρός, ὦ τέκνον, πρός τ’, εἴ τις σοι κατ’ οἶκόν ἐστι προσφιλές, ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ’ οὕτω μόνον, ἔρημον ἐν κακοῖσι τοῖσδε γ’, οἷς ὁρᾷς, ὅσοις τ’ ἐξήκουσας ἐν‐ ναίοντά με.

### π 2756

Προσόδια: ἀπὸ τῶν προσόδων. οὕτω δὲ ἔλεγον τὰς προσαγο‐ μένας τοῖς θεοῖς πομπάς. καὶ προσόδια τὰ εἰς πανηγύρεις θεῶν ποιήματα παρὰ τῶν λυρικῶν λεγόμενα.

### π 2757

Προσόδια: ὕμνοι. ἀρχὴ προσοδίου· τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοισιν ἢ θοῶν ἵππων ἐλατῆρας ἀείδειν;

### π 2758

Πρόσοδος: εἰσφορά, εἴσοδος, ἢ παρουσία, ὡς Θουκυδίδης καὶ ἕτεροι. ὁ δὲ Καῖσαρ ἐκ τῆς προσόδου μόνης τούτους κατέπληξε. τουτέστι παρουσίας.

### π 2759

Προσοδώδασι: προσώζεσαν.

### π 2760

Προσοκέλλω: τῷ αἰγιαλῷ προσεγγίζω. καὶ Προσοκεί‐ λαντες, προσορμίσαντες.

### π 2761

Προσομιλῶ· δοτικῇ.

### π 2762

Πρὸς ὄνομα: κατὰ ὄνομα δηλονότι.

### π 2763

Προσουδίζει: τῷ ἐδάφει προσκρούει. ἐκ τοῦ ἵππου ῥίψας προσουδίζει χαμαί.

### π 2764

Προσουδίζει: πρὸς τὸ ἔδαφος ῥιπτεῖ. ὁ δὲ ἄρας μετέωρον προσουδίζει τε καὶ ἀποκτείνει.

### π 2765

Προσουρίου: ἐπιτηδείου.

### π 2766

Προσοχή: ἀκριβὴς ἐπιμέλεια διαίτης. τοῦ ἰδίου σώματος ἐπιμελητικῶς δεῖ ἔχειν ἐμμέτρως, οὔτε ὡς ἄν τις φιλόζῳος οὔτε πρὸς καλλωπισμὸν οὔτε μὴν ὀλιγώρως, ἀλλ’ ὥστε διὰ τὴν ἰδίαν προσοχὴν εἰς ὀλίγιστα ἰατρικῆς χρῄζειν φαρμάκων καὶ ἐπιθεμάτων ἐντὸς καὶ ἐκτός.

### π 2767

Προσοχθίζω· δοτικῇ.

### π 2768

Προσοχθίσματα: ἡ Γραφὴ καλεῖ τὰ εἴδωλα. καὶ Προσ‐ ώχθισα, δυσηρεστήθην, ἐβδελυξάμην.

### π 2769

Πρὸς ὄψιν: πρὸς θεωρίαν. Σοφοκλῆς· τὸ δ’ εὐχλόου Δή‐ μητρος εἰς προσόψιον πάγον μολούσα τάσδ’ ἐπιστολὰς πατρὶ ταχεῖ πόρευσον ξὺν χρόνῳ.

### π 2770

Πρόσω: ἔμπροσθεν. Ἰωτόμην δὲ καίπερ οὐ πρόσω τοῦ τεθνάναι ὄντα ἀποτμηθῆναι τὴν κεφαλὴν κελεύει, ὡς μὴ ἐκφύγῃ τὸν τῶν κακούργων θάνατον.

### π 2771

Πρόσω: ἀντὶ τοῦ ἀπωτέρω. εὐθεῖαν ἐδόκει ἐλαύνειν ὡς ἐπὶ Σελεύκειαν. εἶναι γὰρ οὐ πρόσω σφῶν τὴν Σελεύκειαν, ἅτε εἴκοσι τῶν πλείστων ἡμερῶν ὁδὸν ἀπέχουσαν. καὶ αὖθις· εἶχε δὲ καὶ πεζοὺς οὐ πρόσω τῶν δισμυρίων. ἀντὶ τοῦ οὐ πλείους.

### π 2772

Προσῳδία· καὶ Προσῴδιον: ὁ ὕμνος.

### π 2773

Προσώκειλαν: προσώρμισαν.

### π 2774

Προσωπεῖον: πρόσχημα. Πρόσωπον ἐπὶ θεοῦ ἡ ἐπι‐ φάνεια αὐτοῦ. Δαβίδ· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. καὶ ἡ λύσις τῶν πονηρῶν καὶ τῶν ἀγαθῶν ἡ χορηγία.

### π 2775

Προσωτέρω: περαιτέρω.

### π 2776

Προσώχθικε: προσκέκρουκε, προσκέκοφεν. ἀπὸ τοῦ τὰ ἐπι‐ νηχόμενα ταῖς ὄχθαις προσκρούεσθαι.

### π 2777

Προσώχθισα: ἐβδελυξάμην, δυσηρεστήθην. καὶ Πισίδης· εἰ δ’ αὖ σχολάζει καὶ προσοχθεῖ τῇ μέθῃ.

### π 2778

Προσπαλαίω· δοτικῇ.

### π 2779

Προσπαθῶ σε· αἰτιατικῇ.

### π 2780

Προσπάλτιοι· Πρόσπαλτα, δῆμος τῆς Ἀκαμαντίδος. ζήτει ἐν τῷ Δραχαρνεῦ.

### π 2781

Προσπατταλεύσω: προσπήξω. Ἀριστοφάνης Πλούτῳ· ὥσπερ κοτίνῳ προσπατταλεύσω. εἰώθασι γὰρ κοτίνῳ καὶ ἄλλοις δένδροις προσπατταλεύειν τὰ ἀναθήματα καὶ κωλὰς καὶ κρανία πρὸς ἀποτρο‐ πὴν βασκανίας οἱ γεωργοί, πρὸς τὸ μὴ ξηρανθῆναι αὐτά.

### π 2782

Προσπαίζω· δοτικῇ.

### π 2783

Προσπαίω· δοτικῇ.

### π 2784

Προσπελάζει: προσεγγίζει.

### π 2785

Προσπέσῃ: συμβῇ. αὐθυπότακτον.

### π 2786

Προσπεσόντων: ἀγγελθέντων. Πολύβιος· προσπεσόντων δὲ τούτων ἐς Τάραντα καὶ τοὺς Θουρίους, ἠγανάκτει τὰ πλήθη.

### π 2787

Προσπηδῶ· δοτικῇ.

### π 2788

Προσπίπτουσαι: συναντῶσαι. κατὰ τὰς διόδους προσπίπτουσαι τοῖς ἀπὸ τοῦ δείπνου.

### π 2789

Προσπιπτούσης: ἀντὶ τοῦ ἀγγελλομένης.

### π 2790

Προσπίπτω· δοτικῇ.

### π 2791

Προσπεφυκότος: ἀπρὶξ οὖν, ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς. καὶ ἀπρίξ, προσπεφυκότος, ὃ οὐχ οἷόν τε πρίσαι διὰ τὴν σύγχυσιν.

### π 2792

Προσπορευομένων: προσερχομένων μεθ’ ἱκετηρίας. προσ‐ πορευομένων δ’ αὐτῷ τῶν ἠδικημένων, τοὺς μὲν διέσυρε χλευάζων, τῶν δὲ κατανίστατο, τοὺς δὲ ἐξέπληττε λοιδορῶν.

### π 2793

Προσπορισθέν: ἐπινοηθέν, προσοδευθέν.

### π 2794

Προσπταίω· δοτικῇ.

### π 2795

Προσπτύξομαι: προσκυνήσω.

### π 2796

Προσπτύσσω· δοτικῇ.

### π 2797

Προσποιεῖται· αἰτιατικῇ. οἰκειοποιεῖται, ἢ πλάττεται, καὶ ὑποκρίνεται. γνόντες οἱ Φράγκοι ὡς Βελισάριος εὐτυχεῖ καὶ προσ‐ ποιεῖσθαί τε τὴν Ἰταλίαν ἐθέλοντες περὶ συμμαχίας βουλεύονται. καὶ Προσποιούμενος· καὶ οὐδ’ ὁτιοῦν ἐν ἑαυτῷ ἔχειν προσ‐ ποιούμενος. οἱ δὲ οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους, καίπερ αὐτῶν φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες.

### π 2798

Προσρῆξαν: προσαράξαν.

### π 2799

Προσρήσεσι: προσηγορίαις. καὶ Πρόσρησις, προσηγορία, λόγος κατ’ ἐπαγγελίαν λεγόμενος. ἐσήμηνε Σιζίβουλος ὁ Τούρκων ἡγεμὼν ὡς ὁ Ῥωμαίων φίλος οὐχ ἧττον καὶ αὐτῷ ἐπιτήδειος, καὶ ὁ δυσμενὴς ὁμοίως· ἐπειδὴ τηνικαῦτα Ῥωμαῖοι Πέρσαις ἐπολέμουν ἐπὶ τῇ προσρήσει, δέον εἶναι ἐν καιρῷ καὶ αὐτὸν ἐπιθέσθαι Πέρσαις.

### π 2800

Πρόσριζα: σὺν ταῖς ῥίζαις. Ἀππιανός· τὰ δένδρα ἔκοπτε πρόσριζα, τοῦ μὴ πάλιν φῦναι.

### π 2801

Πρόσταξις· πρόσταξίς ἐστιν, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι, κατευθὺ τοῦ μετώπου τῆς τάξεως.

### π 2802

Προστασία: βοήθεια. ὁ δὲ ἐξέπεμπε τὸν Πόπλιον μετὰ μεγάλης προστασίας. δυνάμεως, ἐξουσίας. καὶ αὖθις· καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν.

### π 2803

Προστασία· Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος· ταῦτα οὐχ ὁμολογουμένη προστασία. ἀντὶ τοῦ βοήθεια, προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς παραπρεσ‐ βείας· ὡς δεῖ τὰ τῆς τῶν Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγ‐ κεῖν εἰς τὴν προστασίαν τῆς Καδμείου. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ’ ἐνίων προστάδος καλουμένης.

### π 2804

Προστάσσω· δοτικῇ.

### π 2805

Προστατεύω· γενικῇ.

### π 2806

Προστατεῖ· αἰτιατικῇ. προηγεῖται, προέστηκε, παρακολουθεῖ.

### π 2807

Προστατεία· Προστασία δέ.

### π 2808

Προστάτης: ἱκέτης, ὁ προεστηκὼς τῶν βωμῶν. ἔξοιδ’ ἀκούων τῶνδ’, ὅς ἐστιν ὁ προστάτης. βούλομαι.

### π 2809

Προστάτης: οἱ τῶν μετοίκων Ἀθήνησι προεστηκότες προ‐ στάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἑκάστῳ τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην. ἐμοὶ δ’ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα, ὅσον περ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω βάρεως τὰ τῆς πόλεως πράγματα· ὁρῶ γὰρ αὐτὴν προστάταις χρωμένην ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται. Προσ‐ τάτις δὲ θηλυκόν, διὰ τοῦ ι· προστάτιδος ἡ γενική.

### π 2810

Προστατῶν: ὁ ἐπιγινόμενος. ἀλλ’ ὁ προστατῶν χρόνος διῆγέ μ’ αἰὲν ὡς θανουμένην. νῦν δ’ ἡμέρᾳ γὰρ τῇδ’ ἀπηλλάγην φόβου.

### π 2811

Προστεθέντος: συνευδοκήσαντος. τοῦ δὲ Εὐθυμίου προσ‐ τεθέντος τῷ ἀνδρὶ καὶ δεδωκότος αὐτῷ τὴν τῶν ὑπηρετῶν ὑπουργίαν.

### π 2812

Προστέτηκε: προσκεκόλληται.

### π 2813

Προστηθιδίων· ἐξελθόντες μεγάλοι δύο μετὰ τύπων καὶ προστηθιδίων ἐδέοντο μηδὲν ἀνήκεστον βουλεύεσθαι περὶ τῆς πόλεως. τουτέστιν εἰκόνες μέχρι στήθους.

### π 2814

Πρόστηθί μου· Προστίθεμαι δὲ δοτικῇ.

### π 2815

Πρὸς τῇ πυλίδι Ἑρμῆς· Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου. Φιλόχορός φησι περὶ τοῦ πρὸς τῇ πυλίδι Ἑρμοῦ, ὡς ἀρξάμενοι τειχίζειν τὸν Πειραιᾶ οἱ θʹ ἄρχοντες, τοῦτον ἀναθέντες ὑπέγραψαν οὕτως· πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν, βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι.

### π 2816

Προστήσας: προαγαγών.

### π 2817

Πρόστητ’ ἀναγκαίας τύχης: ἐπίκουροι γίνεσθε τῆς κατ‐ επειγούσης συντυχίας.

### π 2818

Προστιβάδες· ὁ δὲ κατῴκει ἐν σπηλαίῳ, προστιβάδας ἐν‐ τετμημένας ἔχοντι κατὰ τὴν πέτραν.

### π 2819

Πρὸς τιμῆς· ἦν δὲ ὁ φιλόσοφος πρὸς τιμῆς τῷ βασιλεῖ.

### π 2820

Πρόστιμα: ἐπίχειρα. τοιάδε μὲν τοῖς κακῶς βουλευομένοις δίδωσι τὰ πρόστιμα ἡ δίκη. καὶ Πρόστιμον, ζημία, ἐπιτίμιον, παραγραφή. Πολύβιος· παρὰ Ῥωμαίοις θάνατος ἦν πρόστιμον τῆς ἐφεδρείας λιπόντι τὴν τάξιν. καὶ αὖθις· οἱ δὲ ἔδωκαν τῷ βασιλεῖ νʹ τάλαντα πρόστιμον τῆς ἁμαρτίας.

### π 2821

Προστιμήματα: ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ἡ ἐπωβελία· ἔστι δὲ καὶ ἄλλα, ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

### π 2822

Προστρέπεσθαι: ἀποπέμπεσθαι, τρέπεσθαι ἐφ’ ἑαυτοῦ.

### π 2823

Προστρέπω: παρὰ Σοφοκλεῖ. ἀντὶ τοῦ ἱκετεύω. μή μ’ ἀτιμάσῃς, τοιόνδ’ ἀλήτην, ὧν σε προστρέπω φράσαι.

### π 2824

Πρὸς τὸν σωρὸν ἀμᾶσθαι: πρὸς τοὺς μεγάλοις ἔργοις ἐπιτιθεμένους. ἢ ἐπὶ τῶν παρεγγυώντων.

### π 2825

Πρόστῳον: τὸ ἔμπροσθεν τῆς στοᾶς.

### π 2826

Προστρέχω· δοτικῇ.

### π 2827

Προστρίβεται· Ἀριστοφάνης· πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. τουτέστιν ὕβρεις καὶ κακὰ πράγματα κατασκευάζει καὶ μηχανᾶται καὶ περιποιεῖται.

### π 2828

Προστρόπαιον· ἡ δὲ ζῶσα βίον τὸν προστρόπαιον γυναικί. ἀντὶ τοῦ ἱκετικόν.

### π 2829

Προστρόπαιον: τὸ ἄγος, μίασμα. οὕτως Αἰσχίνης. καὶ προσ‐ τροπὴ δὲ λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ.

### π 2830

Προστρόπαιος: προστετραμμένος, ἱκέτης παρακαλῶν. Σοφο‐ κλῆς· θάκει δὲ προστρόπαιος, ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν. ἱκέσιον κτῆμα· ὅ ἐστι τὰς τρίχας. καὶ αὖθις· καὶ προστροπαίους τῶν δι’ ἐκεῖνον ἠτυχηκότων.

### π 2831

Πρὸς τρόπον αὐτῷ· Πολύβιος· ὁ δ’ Ἀντίοχος πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας ὑπερχαρὴς ὢν πάνθ’ ὑπισχνεῖτο.

### π 2832

Πρόστροποι: προσπεπτωκότες, προστετραμμένοι. Σοφοκλῆς· ἱκετεύομέν σε πάντες ὧδε πρόστροποι, ἀλκήν τιν’ εὑρεῖν ἡμῖν.

### π 2833

Προστυχής: ὁ κατὰ τύχην ἐντυχών.

### π 2834

Πρόσοικος: οἰκειότερον μᾶλλον τὸ ὅμορος· ἐπὶ γὰρ ὅρων τοῦτο λαμβάνεται.

### π 2835

Πρὸς οἰωνοῦ δεξιοῦ τιθέμενος ἐν πολεμίῳ χάρακι σταθμεῦσαι.

### π 2836

Πρόσοιτο: προσδέξαιτο, ἐπισπάσοιτο. οὐδὲ γὰρ πρόσοιτο ἀναβάτην ἡ κάμηλος οὐδένα ὑπ’ αὐθαδείας καὶ ἀσυνηθείας. καὶ αὖθις Δαμάσκιος· ἦν δὲ ἱκανὸς ἰδεῖν ὅπη τε σαθρὸν φθέγγεται ὁ λόγος, καὶ ὅπη ὑγιές, ἵνα τὸ μὲν πρόσοιτο, τὸ δὲ ἐξελέγξειε. καὶ αὖθις· εἰ μετάνοιαν ἁμαρτωλοῦ πρόσοιτο.

### π 2837

Προσύμβολα· ἀλλὰ ταῦτα μὲν εἰρήσθω προσύμβολα, ὥς φασι.

### π 2838

Προσφερεῖς: ὁμοίας. ὁ δὲ ἀπαντήσας τοῖς βαρβάροις πυρὶ προσφερὴς ἔργα ἐπεδείκνυτο χεῖράς τε ἀνθρώπου καὶ τόλμαν παρα‐ τρέχοντα.

### π 2839

Προσφέρωνται: ἀντὶ τοῦ προστεθῶσι.

### π 2840

Προσφέρω· δοτικῇ.

### π 2841

Προσφεύγω· δοτικῇ.

### π 2842

Προσφθέγγομαι· αἰτιατικῇ.

### π 2843

Προσφορά: προσθήκη, πρόσδοσις. ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται.

### π 2844

Προσφορά: πρόσοδος. Ἀντιφῶν.

### π 2845

Πρόσφορα: χρήσιμα. δράσω καὶ τάδε καὶ πάνθ’ ὅσα πρόσ‐ φορα ὑμῖν πρὸς χάριν.

### π 2846

Πρόσφορον: οἰκεῖον, ἁρμόδιον, ἐπιτήδειον. οὐ γὰρ διὰ τὴν τύχην τῶν συμβεβηκότων ἀθετήσεις τῆς ἀξίας ἢ τῆς προσηγορίας τὸ πρόσφορον. Χοσρόης φησὶ πρὸς Μαυρίκιον.

### π 2847

Προσφυές: προσοικειούμενον.

### π 2848

Προσφυῶς: οἰκείως, ἀκολούθως.

### π 2849

Πρόσφυξ: ὁ αὐτόμολος.

### π 2850

Προσφύς: προσπλακείς. καὶ Προσφῦναι καὶ Προσφύντος.

### π 2851

Προσχαιρητήρια: ἑορτὴ παρ’ Ἀθηναίοις γραφομένη, ὅτε δοκεῖ ἀπιέναι ἡ Κόρη.

### π 2852

Πρόσχημα: παρακάλυμμα τοῦ ἤθους, ἢ πρόφασις. οὐδὲν ἄλλο σοι πρόσχημ’ ἀεί, ὡς ἐξ ἐμοῦ τέθνηκεν. αὐτὸν γὰρ ἐν προ‐ σχήματος μοίρᾳ ἐξιόντα, μήτε Οὔννοις μήτε τοῖς ἐκείνων συμμάχοις ἐς χεῖρας ἰέναι.

### π 2853

Πρόσχημα: παρακάλυμμα. Σοφοκλῆς· πρόσχημ’ ἀγῶνος, Δελφικῶν ἄθλων χάριν. ὡς οὔπω ὄντος τοῦ γυμνικοῦ ἀγῶνος. προσχήματι οἰκονομίας βαρβαρικῆς ἐχόμενοι σμικρολογίας.

### π 2854

Πρόσχορδα: σύμφωνα.

### π 2855

Προσχών.

### π 2856

Προσχωρῶ· δοτικῇ.

### π 2857

Πρόσχωροι: περίοικοι.

### π 2858

Προσψαύσασαι αἱ σάρκες τοῦ μάρτυρος τῷ πυρί.

### π 2859

Προταλαιπωρῶ· γενικῇ.

### π 2860

Προταμών: κόψας.

### π 2861

Πρόταξις ψιλῶν: ὅταν τῶν ἄλλων ἐν πολέμῳ οὗτοι προ‐ τάττωνται, ὑπόταξις δὲ ὅταν ὑποτάττωνται· προσένταξις δὲ ὅταν καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παρ’ ἄνδρα τάττωνται. λέγεται δὲ καὶ παρένταξις τοῦτο.

### π 2862

Πρότασις· ὅτι πρότασις ἐστὶ λόγος ἐξ ὅρων δύο, τῷ σημαι‐ νομένῳ τι περί τινος δηλῶν, ἢ ὡς ὑπάρχον ἢ ὡς οὐχ ὑπάρχον. τρόπος δὲ ἁπλῶς δύο προτάσεων ἁπλῆ κοινωνία τρεῖς ὅρους ἐχουσῶν, ἐξ ὧν ἀνάγκη τὸν ἕνα δίς τε εἰλῆφθαι καὶ ἐν ἀμφοτέραις ὑπάρχειν. σχῆμα δὲ τρόπος ὡδὶ τὸ μέσον ἔχων.

### π 2863

Πρότασις: ἡ προτεινομένη ἐρώτησις. πρόβλημα τὸ προβληθὲν ἐρώτημα. διαφέρει δὲ τῷ τρόπῳ μόνον· συνίστανται δὲ ἐξ ἀντιφάσεων. ὅτι πρόβλημα καὶ πρότασις τῶν αὐτῶν εἰσι δηλωτικὰ καὶ ἐν τοῖς αὐτοῖς· τῷ δὲ τρόπῳ τῆς ἐκφορᾶς τῆς κατὰ τὴν λέξιν μόνον αὐτοῖς ἡ διαφορά. τὸ γὰρ αὐτὸ ἐρώτημα μετὰ μὲν τοῦ πρότερον λεγόμενον πρόβλημά ἐστι, μετὰ δὲ τοῦ ἆρά γε πρότασις. καί εἰσιν αὐτὰ διαλεκτικὰ προβλήματα καὶ αἱ διαλεκτικαὶ προτάσεις. πρόβλημα μὲν οἷον, πότερον ὁ κόσμος σφαιροειδὴς ἢ οὔ; πρότασις δέ, ἆρά γε ὁ κόσμος σφαιροειδής ἐστι; τοῦ ἢ οὐ οὐ προστιθεμένου.

### π 2864

Προτέγειον.

### π 2865

Προτέλεια: ἡμέραν οὕτως ὀνομάζουσιν, ἐν ᾗ εἰς τὴν ἀκρό‐ πολιν τὴν γαμουμένην παρθένον ἄγουσιν οἱ γονεῖς εἰς τὴν θεὸν καὶ θυσίας ἐπιτελοῦσι.

### π 2866

Προτέλεια. Πρωτόλεια δέ. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γιγνόμενα ἢ διδόμενα.

### π 2867

Προτέλειον: ἡ προπαιδεία. καὶ ὅστις δὲ οὐ προτέλειον ἡγεῖται τὰς Μούσας, ἀλλὰ τὸ κράτος αὐτῷ τῆς σοφίας ἐν ταύταις ἐστί, καὶ οὐδ’ εἴ τι περιττὸν αἰνίττονταί ποτε, συνιέναι βούλεται, καὶ ὑπὸ τούτου κατέχεται, πολλὰ καὶ ἀγαθὰ αὐτῷ γένοιτο. Τέλος λέγεται καὶ ὁ γάμος. καὶ προτέλεια, τὰ ὑπὲρ τοῦ γάμου θύματα. ἀλλὰ καὶ τῶν Σινωνίδος γάμων προθυσάσθω καὶ προτέλεια τοῦ μοιχοῦ ὁ ἀνὴρ γενέσθω.

### π 2868

Προτεμενίσματα: προπύλαια, ἢ προάστεια.

### π 2869

Προτένθαι: οἱ πρὸ καιροῦ τῶν προσφαγίων ἀπογευόμενοι, ἢ οἱ προαρπάζοντες καὶ μεταπιπράσκοντες πλείονος, οἱ νῦν μετάβολοι καλούμενοι· οἱ προλαμβάνοντες τὰ ὄψα, πρὶν εἰς τὴν ἀγορὰν κομι‐ σθῆναι. Προὐτένθευσαν δὲ προελιχνεύσαντο, προέλαβον τὴν προ‐ θεσμίαν, ὑπὸ τοῦ ἐπιθυμητικῶς ἔχειν ἢ ὑπὸ τοῦ κερδαίνειν ἡττώμενοι.

### π 2870

Προτένθης: ὁ λίχνος. Αἰλιανός· προτένθης καὶ ὀψοφάγος.

### π 2871

Πρό τε παίδων καὶ πρὸ γυναικῶν: ἀντὶ τοῦ ὑπὲρ παί‐ δων καὶ ὑπὲρ γυναικῶν.

### π 2872

Προτεραία: ἡ πρώτη. καὶ Προτεραῖος.

### π 2873

Προτεραίτερος: ἀντὶ τοῦ πρότερος.

### π 2874

Προτερήσαντες: πρότεροι γεγονότες. οἱ δὲ Ῥωμαῖοι προ‐ τερήσαντες τοῖν δυοῖν ποταμοῖν κοντοὺς ἔπηξαν ὑποβρυχίους. καὶ αὖθις· παρὸν ἡμῖν ἢ ἄρδην ἀπολωλέναι ἢ προτερήσασι δόξαν μέν τινα προπεταίας ἀπενέγκασθαι, βιοτεύειν δὲ ὅμως ἔτι κατ’ ἐξουσίαν.

### π 2875

Πρότερον χελώνη παραδραμεῖται τὸν δασύπουν: ἐπὶ τῶν ἀδυνάτων. καὶ πρότερον αἷμα ὕσει.

### π 2876

Προτέρωσε: μακροτέρω.

### π 2877

Προτέταγμαι· γενικῇ.

### π 2878

Προτείνειν: δωρεῖσθαι, χαρίζεσθαι. προτείνειν αὐτῷ φʹ τάλαντα παραχωρήσαντι τῆς Κύπρου, καὶ τἄλλα συνακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρ’ αὐτῷ συνεπιδεικνύειν, προσενεγκαμένῳ τὴν χρείαν ταύτην.

### π 2879

Πρὸ τῆς δίκης: προτιμότερον τῆς δίκης. οἱ θεοσύλαι κολά‐ ζονται, τὸ κέρδος πρὸ τῆς δίκης τιθέμενοι.

### π 2880

Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις: ἐπὶ τῶν τὰ πράγματα προλαμβανόντων.

### π 2881

Πρὸ τῆς πόλεως: ἔμπροσθεν τῆς πόλεως. οἱ δὲ βάρβαροι παρετάξαντο οὐ πρὸ τῆς πόλεως, ἀλλὰ παρὰ τὴν πόλιν ἐπὶ μίαν εὐθεῖαν, βλέποντες μὲν πρὸς ἀνατολὰς καὶ τὴν ἡμετέραν παρουσίαν, ἔχοντες δὲ τὸ μὲν δεξιὸν κέρας παρὰ τὴν πόλιν πρὸς αὐτῷ τῷ τείχει, τὸ δὲ λαιὸν ἀνῆκον πρὸς τὰς ἄρκτους.

### π 2882

Προτιάπτω: προσάπτω.

### π 2883

Προτιειλεῖν: συστρέφειν.

### π 2884

Προτίκτωρ: εἶδος ἀξιώματος Ῥωμαϊκοῦ· καὶ φυλάττει.

### π 2885

Προτιμᾶν: τὸ φροντίζειν. καὶ Δημοσθένης ἐν Φιλιππικοῖς καὶ Ἀριστοφάνης. οὐδὲν προτιμῶ σου· φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρ’ Εὐδάμου δραχμῆς.

### π 2886

Προτιμῶ· γενικῇ. γράψας ἀναιδῶς, εἴ τινι προτετίμηται δεσμοῦ. καὶ Ταραντῖνοι μὲν οὐδὲν ἐκείνου προτιμήσαντες. αἰτιατικῇ δέ· θεοῦ καὶ ἀνθρώπων ἐξεταζομένων, προτιμήσεις τὰ τῶν ἀνθρώπων τοῦ θεοῦ.

### π 2887

Προτιόσσομαι: προβλέπω. ἀπὸ τῶν ὄσσων ἡ μεταφορά.

### π 2888

Πρότμησις: ὀμφαλός, τὸ παρ’ ἡμῖν ἴτρον. διὰ τὸ πρῶτον τέμνεσθαι ἐν τοῖς βρέφεσι.

### π 2889

Προτολμίζεσθαι: προέρχεσθαι.

### π 2890

Προτομαὶ βασιλικαί: εἰκόνες βασιλικαί. καὶ προτομαὶ λεόν‐ των, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων. κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζῴων ἡ προτομὴ λέγεται. τοῖς δὲ τῶν πλοίων ἄκροις τετραπόδων προ‐ τομὰς ἀποτυπώσας χαλκῷ περιέλαβε, διὰ τὸ τῶν ἐμβόλων χρειῶδες.

### π 2891

Προτομή: ἐπὶ ζῴων ἀλόγων οὕτω λέγεται, ὡς ἐπὶ ἀνθρώπου πρόσωπον. καὶ ἐπὶ κριοῦ μηχανικοῦ προτομὴ λέγεται τὸ πρόσθεν μέρος. ἔστι δὲ τοῦ κριοῦ ἡ κατασκευὴ τοιάδε. δοκὸς ὑπερμεγέθης, ἱστῷ νηὸς παραπλησία, ἐστόμωται δὲ παχεῖ σιδήρῳ κατ’ ἄκρον ἐς κριοῦ προτομήν, ἀφ’ οὗ καὶ καλεῖται, τετυπωμένος. καταιωρεῖται δὲ κάλοις μέσος ὥσπερ ἀπὸ πλάστιγγος ἑκατέρας δοκοῦ, σταυροῖς ἑκα‐ τέρωθεν ἑδραίοις ὑπεστηριγμένος, ἀνωθούμενος ὑπὸ πλήθους ἀνδρῶν ἐς τὸ κατόπιν, τῶν αὐτῶν πάλιν ἀθρόως ἐς τοὔμπροσθεν ἐπιβρισάν‐ των, τύπτει τὰ τείχη τῷ προσανέχοντι σιδήρῳ· καὶ οὐδεὶς οὕτω καρτερὸς πύργος ἢ περίβολος πλατύς, ὃς κἂν τὰς πρώτας πληγὰς ἐνεγκεῖν κατισχύσειε· τῆς γὰρ ἐπιμονῆς κρατούσης, καθαιρεῖ τὰ τείχη.

### π 2892

Προτόνιον: ἱματίδιον, ὃ ἱέρεια ἀμφιέννυται. ἐπιτίθεται δὲ ἀπὸ τῆς ἱερείας τῷ σφάττοντι. προτόνιον δὲ ἐκλήθη, ὅτι πρώτη Παν‐ δώρα μετὰ τῶν ἀδελφῶν κατεσκεύασε τοῖς ἀνθρώποις τὴν ἐκ τῶν ἐρίων ἐσθῆτα.

### π 2893

Πρότονος: ὁ προτεταμένος κάλως.

### π 2894

Πρὸ τῶν ὅλων: πρότερος τῶν ὅλων. καὶ πάντα πράττων ἄνθ’ ὅλων πρὸ τῶν ὅλων.

### π 2895

Προτρέπω: εὐκτικῶς παρακαλῶ. προτρόπαιοι γὰρ οἱ ἱκέται. Σοφοκλῆς. τοσαῦτά ς’, ὦ Ζεῦ, προτρέπω· καλῶ δ’ ἅμα πομπαῖον Ἑρμῆν. καὶ Προτρέπομαί σε· αἰτιατικῇ.

### π 2896

Πρότριτα: τῇ τρίτῃ ἐπάνω ἡμέρᾳ. Θουκυδίδης ἐν βʹ. τὴν τρίτην πρὸ τῆς ἐκφορᾶς.

### π 2897

Προτροπάδην: προθύμως, ἀμεταστρεπτί· ἢ εἰς τοὔμπροσθεν. Ἀγαθίας· παραδόντες δὲ τὰ νῶτα τοῖς πολεμίοις ἔφευγον προτρο‐ πάδην, ἀλκῆς ἁπάσης ἐπιλελησμένοι.

### π 2898

Προτρυγαῖος.

### π 2899

Προοίμιον: πρόλογος.

### π 2900

Προὐγράφη: κατηγορήθη. Μάρκος τῶν εὖ γεγονότων, τὴν ἀξίωσιν ἀγορανόμος, προὐγράφη. εἶτα μέντοι λαθεῖν βουλόμενος ξυρεῖται τὴν κεφαλὴν καὶ τὸ γένειον, στολὴν Αἰγυπτίαν ἀναλαβών.

### π 2901

Προὐκινδύνευεν: ὑπεραπέθνησκεν. ὁ δὲ προὐκινδύνευε τοῦ πλήθους οὐ στρατηγικῶς, ἀλλὰ στρατιωτικῶς. ἀντὶ τοῦ εὐτελῶς.

### π 2902

Προὔκειτο καὶ Προὔθεντο: ἐπὶ τῶν τετελευτηκότων χρῶν‐ ται τῇ λέξει οἱ ῥήτορες, τῶν πρὸ τοῦ τεθάφθαι κειμένων ἐπὶ τῆς οἰκίας, παρόντων τῶν οἰκείων. Λυσίας ἐν τῷ πρὸς Γλαύκωνα· καὶ μὲν δὴ οὐδὲ τοῦτο ἂν ἔχοι Γλαύκων εἰπεῖν ἢ ἄλλος τις τῶν Δικαιο‐ γένους συγγενῶν, ὡς, ὅτε μὲν προὔκειτο, ὤκνουν καὶ ᾐσχύνοντο λόγους περὶ αὐτοῦ ποιεῖσθαι, ἐξενεχθέντος δὲ ἢ περὶ τῶν χρημάτων τινὰ μνείαν ἔχετε ἢ τὰς θυγατέρας ἀξιοῦτε διαιτᾶσθαι.

### π 2903

Προὐμάχουν· γενικῇ.

### π 2904

Προύνεικος: δρομαῖος, γοργός. φασὶ δὲ Ξενοκράτη, εἴ ποτε μέλλοι ἐς ἄστυ ἀπιέναι, τοὺς θορυβώδεις πάντας καὶ προυνείκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ.

### π 2905

Προυνούστερος: ἀντὶ τοῦ προνοητικώτερος. Σοφοκλῆς.

### π 2906

Προυπίνω· δοτικῇ.

### π 2907

Προὔπινεν αὐτῷ· αὐτὸς δὲ πάλιν ἐκουφίζετο καὶ τὸν Δάμαν ἐπῄνει. καὶ προὔπινεν αὐτῷ καὶ μεστὸς ἦν ἐλπίδων ἐρωτικῶν.

### π 2908

Προὖπτον: φανερόν.

### π 2909

Προὐργιαίτατον καὶ Προὐργιαίτερον: ἀναγκαιότατον, προτιμότατον. θέσθαι προὐργιαίτερον τοῦ πρὸς Ῥωμαίους πολέμου τὴν ἐξ αὐτῶν παλαμήσασθαι σωτηρίαν. ὅπερ ἕπεται φύσει ἀνθρώ‐ που ἐν τοῖς τελευταίοις κινδύνοις τὰ σφέτερα προὐργιαίτερα τιθεμέ‐ νων, ἀνεχώρησαν.

### π 2910

Προὐργιαίτερον: πρὸ παντὸς ἄλλου ἔργου γινόμενον.

### π 2911

Προὐργιαίτερον: ἀναγκαιότερον. τὸ πρὸ τοῦ ἔργου αἱρε‐ τώτερον ἀναγκαιότερον· τὸ γὰρ προῦργόν ἐστιν οἷον πρόεργον. Πολύβιος· οὐδὲν προὐργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν. λέγεται δὲ καὶ πρὸ ἔργου. Ἀρριανός· μάλιστα δὲ φίλια τὰ κατὰ νώτου ἑαυτῷ τε καὶ τῇ στρατιᾷ καταλιπεῖν πρὸ ἔργου ἐτίθετο ὁ στρατηγός. ὁ δὲ αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος.

### π 2912

Προὔργου: πρὸ ἔργου, συμφέρον, πλέον. Ἰσοκράτης φησίν· ἵνα προὔργου τι γένηται. ἀντὶ τοῦ πλέον. προὔργου νενόμικα, καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγών, ὅσα προσῆκε ταῖς παλαιαῖς ἱστορίαις, ταῦτα προσαρμόσαι.

### π 2913

Προυσίας ὁ βασιλεύς, εἰδεχθὴς ὢν κατὰ τὴν ἔμφασιν, καίπερ ἐκ συλλογισμοῦ βελτίων ὑπάρχων, ἥμισυς ἀνὴρ κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς καὶ γυναικώδης. οὐ γὰρ μόνον δειλὸς ἦν, ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος καὶ συλ‐ λήβδην ἐκτεθηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρ’ ὅλον τὸν βίον· ὅπερ ἥκιστα βούλονται περὶ τοὺς βασιλεῖς ὑπάρχειν ἅπαντες μὲν γάρ, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος. πολλὴ δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυμίας αὐτῷ συνεξηκολούθει. παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν, καὶ τοῦ καλοῦ, ὅ τι ποτέ ἐστιν, οὐδ’ ἔννοιαν εἶχε, Σαρδαναπάλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ· καὶ γὰρ οὖν ἅμα τῷ βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος λαβέσθαι, ἀμετά‐ κλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι παρ’ αὐτοῦ λαμβάνειν.

### π 2914

Προυσίας ὁ βασιλεύς· οὗτος μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον, μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον, παρασκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τοῦ Ἀσκληπιοῦ καὶ βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν ἐσύλησε καὶ τοὺς ἀνδριάντας καὶ τὰ λίθινα τῶν ἀγαλμάτων. τὸ δὲ τελευταῖον καὶ τὸ τοῦ Ἀσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυλομάχου κατε‐ σκευασμένον, ἀπήνεγκεν ὡς αὐτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος, ὅπερ εἰκός, ἵλεων αὐτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον. αἱ δὲ τοιαῦται διαθέσεις μανικαί· τὸ γὰρ ἅμα μὲν θύειν καὶ ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τοὺς βωμοὺς ἐξάλλως, ὅπερ εἴωθε Προυσίας ποιεῖν γονυ‐ πετῶν καὶ γυναικιζόμενος, ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθεσθαι, πῶς οὐκ ἂν εἴποι τις θυμοῦ λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας καὶ λογισμῶν;

### π 2915

Προὔτυψαν: προήρξαντο.

### π 2916

Προὔχειν: προέχειν. τί λέγειν ἢ τί πράττειν χρή, φράζε μοι. τέχνα γὰρ τέχνας ἑτέρας προὔχει.

### π 2917

Προὔχοντο: προέβαλον. οὕτως καὶ Θουκυδίδης ἐχρήσατο ἐν αʹ ἱστοριῶν, λέγων· εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα προὔχονται. ἀντὶ τοῦ προβάλλουσι, προτείνουσι.

### π 2918

Πρόφερε: ὀνείδιζε, ὑπομίμνησκε. Ὅμηρος· μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης. καὶ Αἰλιανός· καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς. καὶ αὖθις Ἡσίοδος· Ἠώς, ἣ προ‐ φέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου. ἀντὶ τοῦ πρωῒ λίαν.

### π 2919

Προφερέστατον: βέλτιον.

### π 2920

Προφερεῖς: οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου.

### π 2921

Προφέρω· αἰτιατικῇ.

### π 2922

Προφητεύω· ὁ εὐαγγελίστης Ματθαῖός φησι· κύριε, κύριε, οὕτω τῷ ὀνόματι ἐπροφητεύσαμεν. μή πως ἐσφαλμένως γέγραπται.

### π 2923

Προφητεία: ἡ μέν ἐστι πνευματική, ἡ δὲ διαβολική, λέγονται γὰρ καὶ παρ’ ἐκείνοις ὁμωνύμως προφητεῖαι, ἡ δὲ μέση τούτων φυσική τις ἢ τεχνική, ἡ δὲ κοινὴ καὶ δημώδης. τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστι· δι’ οἰκονομίαν δὲ καὶ τοῖς μὴ τοιούτοις, ὡς τῷ Φαραῷ καὶ τῷ Βαλαὰμ καὶ Καϊάφᾳ. τῆς δὲ διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοῦ γὰρ οἱ ἀλευρομάν‐ τεις καὶ κριθομάντεις καὶ ἡ διὰ δρυὸς Πυθία καὶ ἡ Δωδώνης ἱέρεια καὶ ἡ διὰ σπλάγχνων καὶ πτησέων ὀρνέων καὶ κλαγγῶν συμβόλων τε καὶ πταρμῶν καὶ κληδόνων καὶ βροντῶν μυῶν τε καὶ γαλῆς καὶ τρισμῶν ξύλων καὶ ὤτων ἤχων καὶ παλμῶν σώματος καὶ δι’ ὀνομά‐ των νεκρῶν τε καὶ ἄστρων καὶ ὑδάτων καὶ ἄλλων μυρίων. ἡ γὰρ δι’ ὀνείρων καὶ παρ’ ἡμῖν, διὰ κατοχῆς μὲν καὶ αὕτη, ἡ δὲ πρόγνωσις αὐτοῖς οὐ δι’ ἀρετῆς, ὡς ἡμῖν, ἀλλὰ διά τινος κακοτεχνίας. καὶ ὁ μὲν θεὸς προλέγων καὶ τὴν λύσιν ὑποτίθεται, καὶ τὸ πέρας μετὰ πάσης ἀκριβείας γίνεται, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀλη‐ θεύουσιν, ἐν τοῖς πλείστοις διαμαρτάνοντες. φυσικὴ δὲ ἡ τῶν ἀλόγων· χελιδόνες γὰρ καὶ γέρανοι καὶ μύρμηκες ἐπιόντος χειμῶνος αἰσθάνον‐ ται, ἐχῖνοι τε καὶ ἀλκυόνες, φύσει τοῦτο κτησάμενοι. ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς καὶ συμβόλοις καὶ κυβερνήταις· οἱ μὲν γὰρ ἀρρωστίας καὶ τὰς λύσεις τούτων προλέγουσιν, οἱ δὲ πνευμάτων μετα‐ βολάς, οἱ δὲ τοῦ μέλλοντος συνέσει καταστοχαζόμενοι. ἡ δὲ κοινὴ καὶ δημώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ μῆνας γʹ ὁ χειμὼν γίνεται· πάντες γὰρ ἔχουσι τὰς ἐκ περιόδων προρρήσεις. οὐδὲν οὖν μέγα καὶ δαίμονας πρόγνωσιν ἔχειν, ὅπου γε καὶ μύρμηκες ἔχουσι, καὶ δεινοὶ ἄνθρωποι τοῦ μέλλοντος καταστοχασταί εἰσιν, ἀλλ’ οὐχ ὡς πάντως ἢ πάντα εἰδέναι, ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ ἐγένετο. καὶ ὁ Βαλαὰμ προεῖπεν, ὅτι πόρνας στῆσον, καὶ προδοθήσεται δι’ αὐτὰς ὁ Ἰσραήλ, καὶ γέγονεν οὕτως. ὅπερ στοχασμός ἐστι μᾶλλον ἢ πρόρρησις· οὐδὲν γὰρ παρά‐ δοξον αἱ τοιαῦται προφητεῖαι ἔχουσι. προφητείας δὲ ἴδιον, τὸ τὴν γλῶτταν παρέχειν ὑπουργὸν τῇ τοῦ πνεύματος χάριτι.

### π 2924

Προφθάνω· αἰτιατικῇ.

### π 2925

Προφορουμένω: δεῦρο κἀκεῖσε πορευόμενοι εἰς τἀναντία. προφορεῖσθαι γὰρ λέγεται τὸ παραφέρειν τὸν στήμονα τοῖς διαζομέ‐ νοις. Ἀριστοφάνης Ὄρνισι.

### π 2926

Πρόφρων: πρόθυμος, φρόνιμος.

### π 2927

Προφυλακὴ τῷ κυρίῳ: εἰς τέσσαρας φυλακὰς διαιρεῖται ἡ νύξ, ἑκάστη τρεῖς ὥρας ἔχουσα.

### π 2928

Προχαριστήρια: ἡμέρα ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες ἀρχο‐ μένων καρπῶν φύεσθαι, λήγοντος ἤδη τοῦ χειμῶνος, ἔθυον τῇ Ἀθηνᾷ. τῇ δὲ θυσίᾳ ὄνομα Προχαριστήρια. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερωσύνης· τὴν τοίνυν ἀρχαιοτάτην θυσίαν διὰ τὴν ἄνοδον τῆς θεοῦ, ὀνομασθεῖσαν δὲ Προχαριστήρια, διὰ τὴν βλάστησιν τῶν καρπῶν τῶν φυομένων.

### π 2929

Προχειρίζω.

### π 2930

Πρόχειρον: τὸ κατημαξευμένον, τὸ πᾶσι γνώριμον. αἰνίττεται κατὰ τὸ πρόχειρον.

### π 2931

Πρόχειρος: ἀκρατής. ὁ δὲ πρόχειρος ὢν τὴν γνώμην διὰ τὴν ἐμπειρίαν οὐ μέλλειν ἔφη δεῖν, ἀλλ’ ἀπαντᾶν καὶ ναυμαχεῖν τοῖς πολεμίοις. καὶ ὁ ἕτοιμος λέγεται πρόχειρος.

### π 2932

Πρόχειρος: ὁ ἁπλοῦς καὶ ἀφύλακτος. Πολύβιος· ἀλλ’ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ’ Ἐπιχάρμῳ καλῶς εἰρημένον, νῆφε καὶ μέμνησο ἀπιστεῖν· ἄρθρα ταῦτα 〈τῶν〉 φρενῶν.

### π 2933

Προχειροτονία: ἔοικεν Ἀθήνησι τοιοῦτόν τι γίγνεσθαι. ὁπόταν τῆς βουλῆς βουλευσάσης εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη, πρότερον γίνεται χειροτονία ἐν τῇ ἐκκλησίᾳ, πότερον δοκεῖ περὶ τῶν προβουλευθέντων σκέψασθαι τὸν δῆμον ἢ ἀρκεῖ τὸ προβούλευμα.

### π 2934

Πρόχνυ: ἐπὶ γόνυ.

### π 2935

Προχοαί: αἱ τῶν ποταμῶν ἐξοδευτικαὶ ἀφέσεις εἰς τὴν θάλασσαν· καὶ ἡ παντὸς ὕδατος ἐκροή.

### π 2936

Προχόῳ: τῇ ἐπιχύσει, καὶ ἀγγείῳ τινὶ εἰς τοῦτο ἐπιτηδείῳ, κωθωνοειδεῖ. ἐν Ἐπιγράμμασι· Πριάπῳ νεβρίδα καὶ χρυσέην τήνδε θέτο προχόην.

### π 2937

Πρόχους: ξέστης, τὸ μέτρον. καὶ ἐμβαλὼν ἐς πρόχουν ἀργυρᾶν τὰ ὀστᾶ ἐξέπεμψε τῷ παιδὶ τοῦ πατρὸς κειμήλιον ἔχειν.

### π 2938

Πρόχυσις: παρὰ Ἡροδότῳ τὸ ἀποσπεῖσαι.

### π 2939

Πρῴ: οὕτω μονοσυλλάβως. ἔτι ὄρθρου βαθέος. ἴσον τῷ ἐν ὥρᾳ. τοῦ πρωΐ συναίρεσίς ἐστι τὸ πρῴ, διὸ ὀξύνεται· τὸ δὲ πρῷν περισπᾶται. οὐ πρῷν μὲν ἡμῖν ὁ τραγῳδὸς ἤγειρε. Καλλίμαχος.

### π 2940

Πρῷ: μονοσύλλαβον. σημαίνει δὲ τὸ πρὸ καιροῦ, καὶ τὸ ἕωθεν. Ἀριστοφάνης· λουσάμενος πρῴ. μέλλω γὰρ ἑστιᾶν γάμους. ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος. μονοσυλλάβως.

### π 2941

Πρῴ. καὶ Πρῴων· Ἀριστοφάνης· σικύων πρῴων. οἱ γὰρ πρώϊμοι σίκυοι καλοὶ καὶ ἀβλαβεῖς. ὅτι δὲ καλοὶ οἱ πρώϊμοι σίκυοι, δηλοῖ καὶ ἡ παροιμία· ἀρχομένων σικύων καὶ ληγουσῶν κολοκυνθῶν.

### π 2942

Πρωθήβας· Ἀππιανός· ὁ δὲ φειδοῖ τῶν ἀνδρῶν τῶν ἐκ τοῦ πολέμου ἐληλυθότων κατέλεγε πρωθήβας, οὐ πρὶν πολέμου πεπει‐ ραμένους, ἐς βʹ τέλη.

### π 2943

Πρωθήβης: ἄρτι ἀκμάζων, νέος.

### π 2944

Πρωΐ: παρὰ τῇ θείᾳ γραφῇ αἱ τῶν συμφορῶν μεταβολαί. Δαβίδ· ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, κύριε. Πρωῒ δὲ ἐστὶ πᾶν τὸ διάστημα τὸ μετὰ τὴν ἀλεκτοροφωνίαν. ὅτε δὲ λέγει, ἀναστὰς πρωΐ, ὡς ἂν μὴ ἐναντία δόξῃ λέγειν, ἀδήλου τῆς ἀναστά‐ σεως καὶ ἀγνώστου οὔσης, στικτέον, ἀναστὰς δέ· καὶ οὕτως ἐπαγαγεῖν· πρωΐ, πρώτῃ σαββάτων, ἐφάνη Μαρίᾳ.

### π 2945

Πρωΐ, πρωΐ: οὕτως ὁ Δαβὶδ τὸ ταχὺ καὶ ὀξὺ προσηγόρευσε. βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωΐ, πρωΐ.

### π 2946

Πρωΐα: ἡ πρωϊνὴ κατάστασις.

### π 2947

Πρωϊαίτερον: θᾶττον. ἢ ἀντὶ τοῦ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον.

### π 2948

Πρωϊζόν: πρὸ ὀλίγου.

### π 2949

Πρώϊμος, Πρωϊνόν. καὶ πρωϊνῶς καὶ Πρώϊον.

### π 2950

Πρωκτός: ὁ κόλος. παρὰ τὸ προωθεῖν τὰ τῆς γαστρός. καὶ παροιμία· εἰς πρωκτὸν κυνὸς βλέπε. τοῦτο ἐπέλεγον τοῖς ὀφθαλ‐ μιῶσιν. Ἀριστοφάνης Ἀχαρνεῦσι· τοῖς ὀστίνοις φυσᾶτε τὸν πρωκτὸν κυνός. καὶ αὖθις Ἀριστοφάνης· Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ· οὗτος γὰρ ἀνὴρ ἕνεκά γε στεναγμάτων οἶδε τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνι’ Εἰλείθυια, μή με περιΐδῃς διαρραγέντα, μηδὲ βεβαλανωμένον. ἀντὶ τοῦ κατεχόμενον ὑπὸ τῆς κόπρου. ὁ δὲ Ἀντι‐ σθένης ἰατρὸς θηλυδρίας. περὶ Κλέωνός φησιν Ἀριστοφάνης· πρωκτὸν δ’ εἶχε καμίνου. ὁ κόλος. παρὰ τὸ προϊέναι.

### π 2951

Πρωκτὸς λουτροῦ περιγίνῃ: παροιμία, ὅταν τις μὴ δύνη‐ ται κἂν ἀπονίψασθαι, ἀλλὰ ἡ κοιλία ἐπιφέρηται. ἐπὶ τῶν ἀνωφελῶν οὖν καὶ εἰκῆ πραττομένων ἐλέγετο. καὶ Ἀριστοφάνης· δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενὸν ὑπὸ δεξιότητος τῆς ἐμῆς. χὠ πρωκτὸς οὑμὸς τουτίγε σοφίζεται.

### π 2952

Πρωκτοτηρεῖν: τοὺς πρωκτοὺς τῶν πορνευόντων τηρεῖν. ἀπείρητο δὲ τοῖς τοιούτοις δημηγορεῖν.

### π 2953

Πρωλαίτης.

### π 2954

Πρῶνες: ὀρῶν ἐξοχαί, βουνοί. ἐν Ἐπιγράμμασι· ὅς τε καὶ Οἴτην καὶ βαθὺν εὐδένδρου πρῶνα πατεῖς Φολόης. καὶ αὖθις· λάσιον παρὰ πρῶνα Χαρικλῆς ἄνθετο τράγον. καὶ αὖθις· εὐδένδρου πρῶνας ἐβουνοβάτει. λέγεται δὲ καὶ Πρεών, πρεόνος. αἱ τόσσον ὕδωρ εἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος.

### π 2955

Πρώρα: τὸ ἔμπροσθεν τῆς νεώς. καὶ Πρώραθεν. καὶ Πρωράτας τῆς νηός· καὶ Πρωρεύς.

### π 2956

Πρωταγωνιστήν. πρῶτον ἀγωνίζεσθαι.

### π 2957

Πρωταγωνιστῶ· γενικῇ.

### π 2958

Πρωταγόρας, Ἀβδηρίτης, υἱὸς Ἀρτέμωνος ἢ καὶ Μαιανδρίδου ἢ Νεανδρίου. τινὲς δὲ αὐτὸν καὶ Τήϊον ἔγραψαν. οὗτος πρότερον ἦν φορτοβαστάκτης, ἐντυχὼν δὲ Δημοκρίτῳ ἠράσθη λόγων καὶ φιλο‐ σοφήσας ἐπὶ ῥητορείαν ἐτράπη. καὶ ἐπεκλήθη πρῶτος οὗτος σοφιστής, πρῶτος τε οὗτος τοὺς ἐριστικοὺς λόγους εὗρε καὶ ἀγῶνα λόγων ἐποιήσατο καὶ μισθὸν ἔπραξε τοὺς μαθητὰς μνᾶς ρʹ· διὸ καὶ ἐπεκλήθη Λόγος ἔμμισθος. διδάσκαλος δὲ γέγονε καὶ τοῦ ῥήτορος Ἰσοκράτους. διεῖλέ τε πάντα λόγον πρῶτος οὗτος εἰς τέσσαρα· εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν· μετὰ δὲ τοῦτον ἕτεροι εἰς ζʹ διεῖλον ταῦτα· διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, εἰσαγγελίαν, εὐχωλήν, κλῆσιν. Ἀλκιδάμας δὲ τέσσαρας εἶναί φησιν ἰδέας λόγων· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. τοῦ δὲ Πρωταγόρου τὰ βιβλία ὑπὸ Ἀθηναίων ἐκαύθη, διότι λόγον ποτὲ εἶπεν οὕτως ἀρξάμενος· περὶ θεῶν οὐκ ἔχω εἰδέναι, οὔτε ὥς εἰσιν, οὔτε ὡς οὐκ εἰσί. καὶ πρεσ‐ βύτερός ἐστι Πλάτωνος τοῦ φιλοσόφου· διδάσκαλος δὲ Προδίκου τοῦ Κείου καὶ ἄλλων πολλῶν.

### π 2959

Πρῶτα στοιχεῖα: ὁ ἀλφάβητος. καὶ ταῦτα μέντοι κακὰ κακῶς. περὶ γραμμάτων φησὶν, ὅτι οὐδὲ αὐτὰ καλῶς διὰ δυσγένειαν.

### π 2960

Πρῶτα φύσει αἱ ἀρχαί, ἔσχατα δὲ φύσει τὰ πολὺ τῶν ἀρχῶν ἀφεστῶτα. ἔστι δὲ ταῦτα προβλήματα τοῖς μὲν ἐπιχειροῦσι χαλεπὰ δειχθῆναι, τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια· τὰ μὲν γὰρ πρῶτα τὸ χαλεπὸν ἔχει, ὅτι μὴ οἷόν τε αὐτὰ δι’ ἄλλων δεικνύναι, τῷ τὰ μὲν δεικνύμενα δείκνυσθαι διὰ πρώτων, τῶν δὲ πρώτων μὴ εἶναι τι πρῶτον. γίνεται γὰρ ἡ τῶν ἀρχῶν γνῶσις οὐ δι’ ἀποδείξεως, ἀλλὰ δι’ ὁρισμοῦ. ὡρίσθαι γὰρ δεῖ πρῶτον τὴν ἀρχήν, τί ποτέ ἐστι, καὶ τοῦτο αὐτὴν ὑποθέμενος εἶναι χρῆσθαι αὐτῇ εἰς τὴν δεῖξιν τὴν μετ’ αὐτήν. διὰ τοῦτο δυσεπιχείρητοι αἱ ἀρχαὶ καὶ οὐ ῥᾴδιαι δειχθῆναι. τὰ δὲ ἔσχατα, ὅτι διὰ πολλῶν μέσων δείκνυται. πρῶτον δὲ λέγεται σχῆμα ἐπὶ τῶν συλλογισμῶν, οὐχ ὡς αἴτιον, οὐδὲ ὡς γεννητικὸν ἐκείνων, ἀλλὰ τῇ τάξει καὶ τελειότερον οὐ τῷ γεννᾶν ἐκεῖνα καὶ παράγειν, ἀλλὰ τῷ πλέον δύνασθαι καὶ ταῖς ἀποδεικτικαῖς οἰκειότατον ἐφόδοις εἶναι.

### π 2961

Πρωτεσίλαος: ὄνομα κύριον. καὶ Πρωτεσίλεως.

### π 2962

Πρωτείων.

### π 2963

Πρωτογένης, ζωγράφος, Ξάνθιος ἐκ Λυκίας· ὁ κατὰ τὴν γραφικὴν διαβόητος ἐπιστήμην, ὁ τὸ ἐν Ῥόδῳ Διονύσιον ἱστορήσας, τὸ ξένον καὶ θαυμαστὸν ἔργον, ὃ καὶ Δημήτριος ὁ Πολιορκητὴς μεγάλως ἐθαύμασεν, ὅτε τὴν Ῥόδον ἐπολιόρκησεν ὅλοις ἐν δυσὶν ἔτεσι, χιλίας ναῦς ἐπαγόμενος καὶ στρατὸν ὁπλίτην μυριάδας ὑπὲρ τὰς πέντε καὶ πεντακισχιλίους. Περὶ γραφικῆς καὶ σχημάτων βιβλία βʹ.

### π 2964

Πρωτοκλισία: ἡ πρώτη καθέδρα.

### π 2965

Πρωτόλεια: ἡ πρώτη λεία.

### π 2966

Πρωτόλειον: ἀπαρχήν.

### π 2967

Πρωτολογία. πάσης κατηγορίας αὐτοῦ ἀποφαίνει πρω‐ τολογίαν.

### π 2968

Πρῶτον ἀποστόλους, δεύτερον προφήτας· ἐρώτησις· πῶς τίθησι πρώτους τοὺς ἀποστόλους ὁ Παῦλος; πρώτους κατὰ ἀνα‐ λογίαν τῶν ἀγώνων καὶ τὴν παρὰ τοῦ θεοῦ δόξαν, ἔσχατοι δὲ διὰ τὸ εἰς τὰ τέλη τῶν αἰώνων καταντῆσαι. ὥστε εἶναι αὐτοὺς καὶ πρώ‐ τους καὶ ἐσχάτους· ἵνα καὶ ἐν τούτῳ τὸν διδάσκαλον μιμήσωνται, λέγοντα· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος.

### π 2969

Πρώτονος: πρῶτος νέος.

### π 2970

Πρωτόνεω: οἱ πρῶτον πλέοντες, ἢ πρῶτον εἴς τινα τόπον καταπεπλευκότες. Πρωτόνεως καὶ ἀρχένεως καὶ ἄλλα πολλὰ ὁμοίως· καὶ περίνεως Θουκυδίδης αʹ.

### π 2971

Πρωτοπαγῆ: πρώτως πεπηγότα.

### π 2972

Πρωτόπειρος· ὁ δὲ νέος ὢν κομιδῇ καὶ πρωτόπειρος τῶν κατὰ πόλεμον ἔργων καὶ νεωστὶ γενόμενος τῆς ἐπὶ πλεῖον προαγωγῆς φιλόνεικος καὶ φιλότιμος καὶ φιλόπρωτος ἦν.

### π 2973

Πρωτοπείρωνος.

### π 2974

Πρωτοπορία.

### π 2975

Πρωτοπραξία: τὸ πρῶτον ἀπαιτούμενον, τὸ πρῶτον εἰσπρατ‐ τόμενον.

### π 2976

Πρώτους: ἀκμάζοντας, νέους.

### π 2977

Πρώτῳ ποδί: ὃ οἰωνιζόμενοι λέγειν εἰώθασι.

### π 2978

Πρωτότοκος: ὁ πρῶτος τεχθείς. Πρωτοτόκος δὲ ἡ θεοτόκος.

### π 2979

Προῖκα: δωρεάν, ἄνευ μισθοῦ. καὶ τοπικὸν ἐπίρρημα ἀντὶ τοῦ ὅπου. τὰ δὲ καὶ προῖκα πολλαχῆ τοῖς ἑαυτοῦ τέλεσι πεπο‐ ρισμένα. ἀντὶ τοῦ ἄνευ κόπου.

### π 2980

Προικίας: ὄνομα κύριον.

### π 2981

Προίκιος: ἄνευ μισθοῦ. προίκιος ἀνθρώποισι κελευθήτῃσιν ἀοιδός. ὁ τέττιξ φησὶν ἐν Ἐπιγράμμασι.

### π 2982

Προικόνησος.

### π 2983

Προικός: δόσεως· ἀντὶ τοῦ δωρεᾶς. πᾶν γὰρ δῶρον οὕτως καλεῖ ὁ ποιητής. ἡ εὐθεῖα Προίξ.

### π 2984

Πρύλις: ὁ πεζός.

### π 2985

Πρύμναν ἐκρούοντο: πρύμναν ἀνακρούεσθαι ἐστὶ τὸ κατ’ ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀνα‐ χωρῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ. τοῦτο δὲ ποιοῦσιν, ἵνα δόξωσι μὴ φανερῶς φεύγειν, κατ’ ὀλίγον ὑπαπιόντες, ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες τιτρώσκωνται.

### π 2986

Πρύμνην: κάτωθεν, ἐκ ῥιζῶν.

### π 2987

Πρυμνήσιον: τὸ ἀπόγειον σχοινίον.

### π 2988

Πρυμνήτης κάλως.

### π 2989

Πρυμνόν: τὸ ἔσχατον.

### π 2990

Πρυμνώρειαν: τὸ κάτω μέρος τοῦ ὄρους.

### π 2991

Πρυτανεύεται: διοικεῖται. τῇ τοῦ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια.

### π 2992

Πρυτανεύοντα: κυρίως μὲν ἀντὶ τοῦ πρυτανέα ὄντα. ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς.

### π 2993

Πρυτανευούσης· τῆς τοῦ χωρίου φύσεως οὐκ ἐφιείσης σφίσι περαιτέρω ἰέναι, ἀλλὰ τὸ τῆς διώρυχος μῆκος συμμετρούσης αὐτοῖς καὶ πρυτανευούσης εἰκότως. καὶ αὖθις· οἱ δὲ πρέσβεις ἧκον τοῦ πρυτανεύσειν Πάρθοις τε καὶ Ῥωμαίοις τὰς διαλλαγάς.

### π 2994

Πρυτανεύω· αἰτιατικῇ.

### π 2995

Πρυτανεύσητε: σκέψησθε, πράξητε, χρηματίσητε· πάντα γὰρ ὑπὸ τῶν πρυτάνεων διεπράττετο. ἐχρήσατο δὲ τῇ λέξει καὶ Δη‐ μοσθένης.

### π 2996

Πρυτανεία: ἐκτεταμένως μὲν καὶ θηλυκῶς ἀριθμός τις ἡμε‐ ρῶν· οὐδετέρως δὲ σαφῶς μὲν οὐδεὶς εἶπε τί δηλοῖ. τινὲς δὲ ἀργύ‐ ριόν τι ἔφασαν εἶναι, ὃ κατετίθεσαν οἱ δικαζόμενοι, ἐξ ὧν τὸ δικα‐ στικὸν ἐδίδοτο τοῖς ἑξακισχιλίοις. πρυτανεῖαι δὲ ὁ τῶν ἡμερῶν ἀριθμός. δέκα ἐγίνοντο κατ’ ἐνιαυτὸν, ὅτι καὶ δέκα αἱ φυλαί. ἐνιαυτὸν δὲ οἱ Ἀθηναῖοι τὸν σεληνιακὸν ἦγον· ἐπέβαλε δὲ ἑκάστη φυλὴ τῶν δέκα λεʹ ἡμέρας, καὶ ἐπερίττευον ἐκ τοῦ σεληνιακοῦ ἐνιαυτοῦ ἡμέραι δʹ, ἃς ἐπεμέριζον ταῖς πρῶταις λαχούσαις πρυτανεύειν τέσσαρσι φυλαῖς. καὶ τῶν μὲν τεσσάρων πρῶτον ἑκάστη εἶχε τὴν πρυτανείαν ἀπαρ‐ τιζομένην εἰς λϛʹ ἡμέρας, αἱ δὲ λοιπαὶ ϛʹ ἀνὰ λεʹ. Πρυτανείας οὖν ἐστιν ἀριθμὸς ἡμερῶν, ἤτοι λϛʹ ἢ λεʹ. καὶ ἑκάστη φυλὴ πρυ‐ τανεύει. παρὰ δὲ τοῖς ἄλλοις Ἀττικοῖς πρυτανεῖα ἀργύριον, ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων.

### π 2997

Πρυτανεῖα: τὰ διδόμενα ἀπὸ τῶν δικαζομένων ἐν τῷ δημο‐ σίῳ ἀργύρια. πρυτανεῖα, μέταλλα, ἀγοράς, λιμένας, μισθούς, δημιό‐ πρατα, τούτων πλήρωμα τάλαντ’ ἐγγὺς δισχίλια.

### π 2998

Πρυτανεῖα: πρόσοδος εἰς τὰ δημόσια κατατασσομένη, ἣν οἱ δικασάμενοί τισι καὶ ἡττηθέντες κατέβαλλον, ὡρισμένην ζημίαν κατα‐ τιθέντες ἕκαστος.

### π 2999

Πρυτανεῖον: θεσμοθέτιον, θόλος. παρὰ δὲ τοῖς Ἀθηναίοις οἰκίσκος δημόσιος, ἔνθα ἐσιτοῦντο δημοσίᾳ τῆς τοιαύτης τιμῆς παρ’ αὐτοῖς τυχόντες. περισπούδαστον δὲ ἦν τῆς τοιαύτης δωρεᾶς τυχεῖν· ἐπὶ γὰρ μεγάλοις κατορθώμασι τὴν τοιαύτην ἀπεδίδοντο χάριν. ἢ πυρὸς ταμεῖον, ἔνθα ἦν ἄσβεστον πῦρ, καὶ ηὔχοντο. Ἀριστοφάνης Νεφέλαις· πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω, θείς μοι πρυ‐ τανεῖ’, ἀπολεῖν μέ φησι, κἀξολεῖν. τὰ παρὰ Ῥωμαίοις καλούμενα σπόρτουλα. τὰς γὰρ δεκάτας τοῦ χρέους καταβάλλοντες τοῖς πρυ‐ τάνεσιν εἰσῆγον τοὺς χρεώστας.

### π 3000

Πρυτάνεις: τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ. νʹ ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττό‐ μενα. ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλοις αἱ ιʹ φυλαὶ κλήρῳ λαχοῦσαι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διαπιστοῦντες δὲ οἱ πρυτάνεις ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ κακοπραγ‐ μοσύνην καὶ τότε Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι.

### π 3001

Πρύτανις: διοικητής, προστάτης, φύλαξ, βασιλεύς, ἄρχων, ταμίας, ἔξαρχος.

### π 3002

Πτάμενος: διελθών.

### π 3003

Πτανῶν· ζήτει ἐν τῷ ἄποθεν.

### π 3004

Πταρμός· Ἀριστοφάνης· κᾆτα πῶς οὐκ ἔπταρον; ἀντὶ τοῦ οὐκ ᾐσθόμην· ὁ πταρμὸς γὰρ κεφαλῆς αἴσθησις· ἐπεὶ οἱ θιγόντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται ἢ ὀσφραίνονται προσενεγκόντες. οὕτω, φησίν, ἥψατό μου πληγή, ὃν τρόπον ἅπτεται κάρφος μυκτῆρος.

### π 3005

Πταίειν· δοτικῇ. προσκρούειν. καὶ παροιμία· μὴ πολλάκις πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἔχοντα καιρὸν ὁμολογούμενον.

### π 3006

Πτελέα: εἶδος δένδρου.

### π 3007

Πτερίνη. καὶ πτερίναν ῥιπίδα. πρὸς τὸ λαθεῖν καὶ μηδὲν παθεῖν τοὺς ἐνεδρεύσαντας εὐφυέστεροι τυγχάνουσιν ὄντες οἱ ψιλοὶ καὶ ἐπίπεδοι τόποι τῶν ὑλωδῶν διὰ τὸ δύνασθαι ἐκ πολλοῦ προορᾶν πάντας τοὺς ἐνεδρεύοντας, εἶναι δ’ ἐπιπροσθήσεις ἱκανὰς ἐν τοῖς πλείστοις τόποις. τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείας ὀφρύος, ποτὲ δὲ κάλαμοι καὶ πτέρεις καὶ τὸ γένος ἀκανθῶν, οὐ μόνον πεζοὺς ἀλλὰ καὶ ἱππεῖς δύναται κρύπτειν, ἐὰν βραχέα τις προνοηθῇ τοῦ τὰ μὲν ἐπίσημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸς τὴν γῆν, τὰς δὲ περι‐ κεφαλαίας ὑποτιθέναι τοῖς ὅπλοις.

### π 3008

Πτερίνῳ: πτερωτῷ. Πολύβιος· ἐπικοσμοῦνται οἱ Ῥωμαῖοι πτερίνῳ στεφάνῳ, πτεροῖς φοινικίοις ἢ μελαινόρθοις τρισίν, ὡς πηχυ‐ αίοις τὸ μέγεθος ὧν προστεθέντων καὶ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δὲ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις.

### π 3009

Πτέρνα: ὁ δόλος. καὶ ἡ ἐπιβουλή. καὶ Πτερνίζω, τὸ καταβάλλω. ἐκ μεταφορᾶς τῶν περὶ τάχους ἀγωνιζομένων, καὶ τῇ πτέρνῃ τοὺς συνθέοντας προσπταίειν ὁμοῦ καὶ πίπτειν μηχανωμένους. ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο.

### π 3010

Πτερνίζει: ἀπατᾷ, ἢ λακτίζει.

### π 3011

Πτεροδόνητος: πτεροῖς πληχθείς.

### π 3012

Πτερόεντα: ταχῆ, κοῦφα.

### π 3013

Πτερόεντι: ταχεῖ. ταῖς τοῦ ἀνέμου ὠκείαις συστροφαῖς ἐοικότι. ἡ δὲ ὅλη σύστασις, ὅτι ἐκ τοῦ πτεροῦ τοῦ Ἔρωτος τὰ ὄρνεά ἐστιν. ἄτοπος δὲ καὶ ἀπίθανος ἡ γενεαλογία. Ἀριστοφάνης Ὄρνισι. καὶ Πτερόεις, ὁ ἐπτερωμένος.

### π 3014

Πτεροφοίτωρ. τάχους ὡς ἔχει τις πτεροφοίτορος ἀτεχνῶς ἐς τὸν ὑπερουράνιον ἱέμενον τόπον, ὅπου τὸ τῶν ἐπτερωμένων νέμε‐ ται γένος.

### π 3015

Πτερωτὰ ζῷα: ἀετός, ἀλεκτρυών, καὶ τὰ ἄλλα τὰ γινωσκό‐ μενα πᾶσι.

### π 3016

Πτέρυγες περιστερᾶς: αἱ τοῦ πνεύματος δωρεαί. ταύτης δὲ τὰς μὲν πτέρυγας περιηργυρῶσθαι, τὰ δὲ μετάφρενα κεκοσμῆσθαι χρυσίῳ. τὰ μὲν γὰρ ἁπλούστερα καὶ λευκότερα τοῖς ἁπλουστέροις, τὰ δὲ βαθύτερα τοῖς ἐντελεστέροις. τὰ γὰρ μυστήριά μου ἐμοὶ καὶ τοῖς ἐμοῖς.

### π 3017

Πτερυγίζειν: ἀντὶ τοῦ μηδὲν ἀνύειν. ἀπὸ τῶν ἐπιβαλλομέ‐ νων πέτεσθαι νεοσσῶν. Ἀριστοφάνης Πλούτῳ. ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. ἀντὶ τοῦ θορυβῇ. τὸ γὰρ πτερὸν ἠχῶδες καὶ θορυβητι‐ κόν. ἢ κοῦφα λαλεῖς. ἢ ματαιοπονεῖς. ἀπὸ μεταφορᾶς τῶν νεοσσῶν τῶν μὴ δυναμένων πέτεσθαι διὰ τὸ βραχὺ τῆς ἡλικίας. ἢ μάταια διαλέγῃ. ἀπὸ τῶν νεοττῶν, οἳ πειράζουσι μὲν τὰς πτέρυγας, ἵπτασθαι δὲ οὐ δύνανται. οὕτω καὶ σὺ θέλεις μὲν ἀντειπεῖν καὶ πειράζεις, ἀνύεις δὲ οὐδέν.

### π 3018

Πτερυγίζων: πετόμενος. Ἀριστοφάνης περὶ Μάγνητος, ὅτι Ὄρνιθας ἐποίησε δρᾶμα καὶ Ψῆνας καὶ Λυδούς.

### π 3019

Πτερύγιον: ἀκρωτήριον.

### π 3020

Πτερυλλίδων: τῶν ἀκρίδων. παρὰ τὸ τέσσαρα ἔχειν πτερά. ὀρταλίχων δέ τινες τῶν ἀλεκτρυόνων, κατὰ τὴν Βοιωτῶν διάλεκτον.

### π 3021

Πτείρω.

### π 3022

Πτῆμα: πτῆσις οἰωνῶν. περιφερὲς δὲ ἦν τὸ πτῆμα τῶν οἰωνῶν.

### π 3023

Πτηνόν: τὸ ὄρνεον.

### π 3024

Πτήσσει: πτοεῖται. καὶ Πτήξωμεν, κρυβῶμεν. κυρίως δὲ πτήσσειν ἐστὶ τὸ φεύγειν καὶ φοβεῖσθαι. ἀλλ’ ἐκποδὼν πτήξωμεν. Ἀριστοφάνης. Πτίσσω δὲ τὸ τύπτω.

### π 3025

Πτῆσις τῶν ὀρνίθων.

### π 3026

Πτῆται: πέτεται. καὶ Πτητικὰ ζῷα, τὰ πετόμενα.

### π 3027

Πτίλον: πτερὸν ἁπαλώτερον. καὶ Ἄπτιλα, τὰ ἀπτέρωτα. εἰώθασι δὲ οἱ δυσεμεῖς πτερῷ χρῆσθαι πρὸς τὸ ἐξεμέσαι. τῶν πτερῶν τὰ μὲν καλεῖται πτίλα, τὰ δὲ πτερά, τὰ δὲ ὠκύπτερα. Ἀριστοφάνης Ὄρνισιν· ἐγὼ μὲν πρᾶγμά πω γελοιότερον οὐκ εἶδον οὐδὲ πώποτε. ἐπὶ τῷ γελᾷς; ἐπὶ τοῖς σοῖς ὠκυπτέροις. οἶσθ’ ᾧ μάλιστ’ ἔοικας ἐπτερωμένος; εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ. ἀντὶ τοῦ εὐτελῶς γεγραμμένῳ χηνί.

### π 3028

Πτίλλος: ὁ μαδαρὸς τοῖς βλεφάροις.

### π 3029

Πτισάνη: ἡ κεκομμένη καθαρά. Ἀριστοφάνης· ἴσχνανα ἐπυλλίοις. οὐκ ἀπὸ πτισάνης, ἀλλ’ ἀπὸ ἠθῶν ἀνδρῶν καὶ βιβλίων.

### π 3030

Πτίσσεσθαι: τὸ δίκην πτισάνης τύπτεσθαι. καὶ Πτίσσω, τὸ τύπτω.

### π 3031

Πτολεμαῒς δίκη: πρεσβύτις ἦν ἡ Πτολεμαῒς ἀρχαία, ἄχρις οὗ ἀποθάνοι δίκας λέγουσα, διὰ τὸ ἀεὶ ὑπερτίθεσθαι καὶ μήποτε βούλεσθαι ἀπαλλαγῆναι τοῦ δικάζεσθαι.

### π 3032

Πτολεμαῖος, Κυθήριος, ἐποποιός. οὗτος ἔγραψε περὶ ψαλα‐ κάνθης. ἐν τούτῳ δέ φησιν, ὅτι βοτάνη ἐστί, θαυμαστήν τινα δύναμιν ἔχουσα.

### π 3033

Πτολεμαῖος, ὁ Κλαύδιος χρηματίσας, Ἀλεξανδρεύς, φιλόσο‐ φος, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου τοῦ βασιλέως. οὗτος ἔγραψε Μηχανικὰ βιβλία γʹ, Περὶ φάσεων καὶ ἐπισημασιῶν ἀστέρων ἀπλανῶν βιβλία βʹ, Ἅπλωσιν ἐπιφανείας σφαίρας, Κανόνα πρόχειρον, τὸν Μέγαν ἀστρονόμον ἤτοι Σύνταξιν· καὶ ἄλλα.

### π 3034

Πτολεμαῖος, Ἀλεξανδρεύς, γραμματικός, ὃς ἐπεκαλεῖτο Πιν‐ δαρίων· υἱὸς δὲ ἦν Ὀροάνδου, μαθητὴς Ἀριστάρχου. ἔγραψεν Ὁμηρι‐ κῶν ὑποδειγμάτων βιβλία γʹ, Περὶ τοῦ Ὁμηρικοῦ χαρακτῆρος, Πρὸς Νεοθαλίδην περὶ λέξεως, Περὶ τοῦ παρ’ Ὁμήρῳ Οὔτιδος, Περὶ Ἀστεροπαίου τοῦ παρ’ Ὁμήρῳ μνημονευομένου· καὶ ἕτερα.

### π 3035

Πτολεμαῖος, γραμματικός, ὁ Ἐπιθέτης κληθείς, διότι εἵπετο τῷ Ἀριστάρχῳ. διηκηκόει δὲ Ἑλλανίκου τοῦ γραμματικοῦ, ὁ δὲ Ἀγαθοκλέους, ὁ δὲ Ζηνοδότου τοῦ Ἐφεσίου. ἔγραψε Περὶ τῶν παρ’ Ὁμήρῳ πληγῶν, Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν.

### π 3036

Πτολεμαῖος, Ἀριστονίκου τοῦ γραμματικοῦ πατήρ, καὶ αὐτὸς γραμματικός· ἄμφω δὲ ἐπεδείκνυντο ἐν Ῥώμῃ. Τὰ ὁμοίως εἰρημένα τοῖς Τραγικοῖς, Εἰς Ὅμηρον βιβλία νʹ, Τὰ παρὰ τῷ ποιητῇ ξένως ἱστορημένα, Τὰ περὶ Μουσῶν καὶ Νηρηΐδων.

### π 3037

Πτολεμαῖος, Ἀλεξανδρεύς, γραμματικός, ὁ τοῦ Ἡφαιστίωνος, γεγονὼς ἐπί τε Τραιανοῦ καὶ Ἀδριανοῦ τῶν αὐτοκρατόρων, προσαγο‐ ρευθεὶς δὲ Χέννος. Περὶ παραδόξου ἱστορίας, Σφίγγα (δρᾶμα δέ ἐστιν ἱστορικόν), Ἀνθόμηρον (ἔστι δὲ ποίησις ῥαψῳδιῶν εἰκοσιτεσσάρων)· καὶ ἄλλα τινά.

### π 3038

Πτολεμαῖος, ὁ Ἀσκαλωνίτης, γραμματικός, ὃς ἐπαίδευσεν ἐν Ῥώμῃ. ἔγραψε Προσῳδίαν Ὁμηρικήν, Περὶ Ἑλληνισμοῦ ἤτοι ὀρθο‐ επίας βιβλία ιεʹ, Περὶ μέτρων, Περὶ τῆς ἐν Ὀδυσσείᾳ Ἀριστάρχου διορθώσεως, Περὶ διαφορᾶς λέξεως. καὶ ἕτερα γραμματικά.

### π 3039

Πτολεμαῖος, ὁ Φιλοπάτωρ. οὗτος ἕκαστα τῶν πραγμάτων ὀλιγώρως χειρίζων διὰ τοὺς ἀπρεπεῖς ἔρωτας καὶ τὰς ἀλόγους καὶ συνεχεῖς μέθας εἰκότως ἐν πάνυ βραχεῖ χρόνῳ καὶ τῆς ἀρχῆς ἅμα καὶ τῆς ψυχῆς ἐπιβούλους εὗρε καὶ πλείους, ὧν ἐγένετο Κλεομένης καὶ Θεόδοτος καὶ ἄλλοι πολλοί.

### π 3040

Πτολεμαῖος, ὁ βασιλεὺς Αἰγύπτου. ὅτι Ὑρκανοῦ συνδειπνοῦν‐ τος Πτολεμαίῳ τῷ βασιλεῖ καὶ πάντων τῶν συνανακειμένων τὰς σάρκας ἐσθιόντων καὶ τὰ ὀστᾶ ἔμπροσθεν τοῦ Ὑρκανοῦ σωρευόντων, Τρύφων ὁ γελωτοποιὸς τοῦ βασιλέως, ὁρᾷς, εἶπεν, ὦ δέσποτα, παρα‐ κείμενα Ὑρκανῷ ὀστᾶ; ἐκ τούτου στόχασαι, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν περιέδυσεν, ὡς οὗτος ταῦτα σαρκῶν ἐγύμνωσε. γελάσαντος δὲ πρὸς τὸν τοῦ Τρύφωνος λόγον τοῦ βασιλέως καὶ ἐρομένου τὸν Ὑρκανόν, πῶς τοσαῦτα αὐτῷ παράκειται ὀστᾶ· εἰκότως, εἶπεν, ὦ δέσποτα· τοὺς μὲν γὰρ κύνας τὰ ὀστᾶ σὺν τοῖς κρέασι κατεσθίειν, ὥσπερ οὗτοι· πρὸς τοὺς συνανακειμένους εἰπών, ὅτι μηδὲν ἔμπροσθεν αὐτῶν ἔκειτο· οἱ δὲ ἄνθρωποι τὸ κρέας ἐσθίουσι, τὰ δὲ ὀστᾶ ῥίπτου‐ σιν· ὅπερ ἄνθρωπος ὢν κἀγὼ πεποίηκα. θαυμάζει τὴν ἀπόκρισιν αὐτοῦ σοφὴν οὕτω γενομένην καὶ πάντας ἐκέλευσεν ἀνακροτῆσαι, τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν.

### π 3041

Πτολεμαῖος, στρατηγὸς κατὰ Κύπρον· ὃς οὐδαμῶς Αἰγυπτια‐ κὸς γέγονεν, ἀλλὰ νουνεχὴς καὶ πρακτικός· παραλαβὼν γὰρ τὴν νῆσον ἔτι νηπίου τοῦ βασιλέως ὄντος ἐγίνετο μὲν ἐπιμελὴς περὶ συναγωγὴν χρημάτων, ἐδίδου δ’ ἁπλῶς οὐδὲν οὐδενί, καίπερ αἰτούμενος πολλάκις ὑπὸ τῶν βασιλικῶν διοικητῶν καὶ καταλαλούμενος πικρῶς ἐν τῷ μηδὲν προΐεσθαι. τοῦ δὲ βασιλέως εἰς ἡλικίαν παραγεγονότος, συνθεὶς πλῆθος ἱκανὸν χρημάτων ἐξαπέστειλεν, ὥστε καὶ τὸν Πτολεμαῖον καὶ τοὺς περὶ τὴν ... εὐδοκῆσαι ... τῇ πρότερον αὐτοῦ συστολῇ καὶ τῷ μηδὲν προΐεσθαι.

### π 3042

Πτολίπορθος: ἀνδρεῖος, πόλεις πορθῶν.

### π 3043

Πτόλισμα: πόλις.

### π 3044

Πτόρθους καὶ κλῶνας: τὰς ἐκφύσεις τῶν δένδρων. οἱ δ’ Ἀττικοὶ πρέμνα καὶ κλάδους καλοῦσι.

### π 3045

Πτῶκα: δειλόν. καὶ πτῶκας, δορκάδας, ἢ ἐλάφου νεβροὺς ἢ λαγῳούς.

### π 3046

Πτῶμα: σῶμα. ἄνευ τῆς κεφαλῆς.

### π 3047

Πτώματα ἐλαιῶν: Λυσίας ἐν τῷ κατὰ Νικίδου λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα, κατά τινα τύχην πεπτωκότα.

### π 3048

Πτώξ: λαγῳός. ἐν Ἐπιγράμμασι· εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης Βακχιάδος πολὺν βότρυν ἀμελγόμενον.

### π 3049

Πτώσεις: οὕτω λέγουσι κοινότερον οἱ φιλόσοφοι καὶ τὰς ὁπωσοῦν ἐγκλίσεις τε καὶ ἐκφοράς, οὐ μὴν καὶ νῦν οὕτως, ἀλλ’ ἐστὶ σύστοιχα καὶ πτώσεις καὶ παρώνυμα, παρακεῖσθαι μὲν ἀλλήλοις δο‐ κοῦντα, διαφέροντα δέ. καὶ πτώσεις λέγουσι τὰ ἰδίως οὐ παρά τινα ἐσχηματισμένα, ὡς τὸ γραμματικῶς· πτῶσις γὰρ τοῦτο τοῦ γραμματι‐ κόν· ὁμοίως τῷ δικαίως καὶ μουσικῶς καὶ φρονίμως καὶ ἀνδρείως· πτώσεις γὰρ ταῦτα τοῦ δίκαιον, μουσικόν, ἀνδρεῖον, φρόνιμον. ἔστι δὴ ὁ παραδιδόμενος τόπος τοιοῦτος· ἂν ἡ πτῶσις τινὸς ᾖ ὁπωσοῦν λεγομένη πλεοναχῶς, καὶ αὐτὸ πλεοναχῶς, καὶ εἰ αὐτό, καὶ ἡ πτῶσις. οἷον ἐπεὶ τοῦ δικαίου τὸ δικαίως πτῶσις, ἂν τὸ δικαίως πλεοναχῶς, καὶ τὸ δίκαιον, καὶ ἔμπαλιν. λέγεται δὲ τὸ δικαίως πλεοναχῶς· ὅ τε γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην κρίνας καὶ τὸ δόξαν αὐτῷ δίκαιον εἶναι ἀποφηνάμενος δικαίως λέγεται κεκρικέναι, κἂν μὴ οὕτως δίκαιον ᾖ τοῦτο. λέγεται δικαίως κεκρικέναι καὶ ὁ ὡς δεῖ κρίνας· ἀλλὰ καὶ ὁ τῷ νόμῳ πεισθείς, κἂν μὴ τὸ ταῖς ἀληθείαις δίκαιον οὕτως ἔχῃ. καὶ τὸ δίκαιον οὖν τῶν πλεοναχῶς λεγομένων καὶ τοσαυταχῶς· καθ’ ἕκαστον γὰρ τῶν δικαίως· τό τε γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην καὶ τὸ ὡς δεῖ δίκαιον τοιοῦτον καὶ τὸ νόμιμον. καὶ δῆλον, ὅτι ἀντι‐ στρέφει ὁ τόπος· καὶ γὰρ εἰ αὐτὸ πάλιν πλεοναχῶς τὸ δίκαιον, καὶ ἡ πτῶσις ἡ ἀπ’ αὐτοῦ, τὸ δικαίως, πλεοναχῶς. κατὰ γραμματικοὺς πτῶσις ἐστὶν ὀνόματος ἢ ὀνοματικοῦ τινος κατὰ τὸ τέλος κίνησις γενομένη. καὶ Πτώσσοντες, δειλιῶντες. καὶ Πτώσσουσαν, δειλιῶσαν, κρυπτομένην. πᾶν δὲ κατ’ εὔδενδρον στείβων δρυός, εἴρυσα χειρὶ πτώσσουσαν Βρομίας οἰνάδος ἐν πετάλοις.

### π 3050

Πτωσκαζέμεν: δειλιᾶν.

### π 3051

Πτωχεύω· αἰτιατικῇ.

### π 3052

Πτωχεία πενίας διενήνοχεν: ἧς· ἡ μὲν πενία μεμετρημένη ἐστὶν ἔνδεια, πόνῳ τὰ χρειώδη θηρῶσα, ἡ δὲ πτωχεία παντελὴς τῆς κτήσεως ἔκπτωσις. καὶ ὁ μὲν πένης παρὰ τὸ πένεσθαι, ὅ ἐστι ἐνερ‐ γεῖν καὶ ἐκ τούτου πορίζειν τὰ χρειώδη εἴρηται· ὁ δὲ πτωχὸς παρὰ τὸ πτώσσειν πάντας. εἴρηται δὲ πενία παρὰ τὸ διὰ τοῦ πονεῖν ἔχειν τὸ ζῆν, πτωχεία δὲ παρὰ τὸ πτώσσειν πάντας ἀνθρώπους. τῆς πτω‐ χείας πενίαν φαμὲν εἶναι ἀδελφήν· ὑμεῖς γ’ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιόν φατε εἶναι ὁμοῖον. ὁ μὲν γὰρ τύραννος, ὁ δὲ τυραν‐ νοκτόνος.

### π 3053

Πτωχίστερος: ὡς λαλίστερος.

### π 3054

Πτωχός: ὁ ἐκπεπτωκὼς τοῦ ἔχειν. ἐπαίτης. παρὰ τὸ πτώσ‐ σειν, ὅ ἐστι ταπεινοῦσθαι.

### π 3055

Πτωχοτροφεῖον.

### π 3056

Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀπλήστων εἴρηται. καί, Πτωχῶν οὐλαὶ ἀεὶ κεναί. καί, Πτωχότερος λεβηρίδος καὶ κιγκάλου.

### π 3057

Πτοία: πτόησις. φόβος. οἱ δὲ Σκύθαι ἐς τοῦτο δείματος καὶ πτοίας ἅπαντα περιέστησαν, ὥστε εἷς καὶ μυρίους ἐδίωκεν, εἰ καὶ ἦν ἄνοπλος, ὅπλα ἔχοντας καὶ χεῖρας οὐκ ἀνταιρομένους.

### π 3058

Πτοίαν: πτόησιν, θόρυβον, τάραχον, συναθροισμόν, πτυρμόν. καὶ πτοία μέν τις διὰ τὸ ἀδόκητον ἐπέσχε τὸ στρατόπεδον, οἷα μὴ συντεταγμένους.

### π 3059

Πτοιόδωρος: ὄνομα κύριον.

### π 3060

Πτύγμα: δίπλωμα. ἐν Ἐπιγράμμασι· καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη.

### π 3061

Πτυκτίον: βιβλίον.

### π 3062

Πτυκτῷ: πτυσσομένῳ.

### π 3063

Πτύξωμαι· Ἀριστοφάνης Νεφέλαις· πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ. ἀντὶ τοῦ καλύψομαι, σκεπάσομαι. καὶ Σοφοκλῆς· ὁ δ’, ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, πτύξας ἐπ’ αὐταῖς χεῖρας εἶπεν, ὦ τέκνα.

### π 3064

Πτυόδωρος: ὄνομα κύριον.

### π 3065

Πτύον: πτυάριον.

### π 3066

Πτύσσω: τὸ ἀσφαλίζω.

### π 3067

Πτυχαί: αἱ τῶν ὀρῶν ἀποκλίσεις. καὶ τὰ διάφορα τῆς ἀσπίδος ἐπ’ ἀλλήλοις ἐλάσματα. καί, ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν, μύ‐ στης ὁρᾷ.

### π 3068

Ποῖ ποτε. Ἀριστοφάνης· ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; καὶ παρὰ Σοφοκλεῖ, ἀντὶ τοῦ εἰς τίνα χρόνον. ποῖ γὰρ μενεῖς ῥᾴθυμος, ἐς τίν’ ἐλπίδων βλέψας’ ἔτ’ ὀρθήν;

### π 3069

Ποῖ: ἀντὶ τοῦ ποῦ. Σοφοκλῆς. Τεῦκρος πρὸς τὸν νεκρὸν Αἴαντος· ποῖ γὰρ μολεῖν με δυνατόν, εἰς ποίους βροτούς, τοῖς σοῖς ἀρήξαντ’ ἐν πόνοισι μηδαμοῦ; ἦπου Τελαμών, ὁ σὸς πατὴρ ἐμός τ’ ἴσως, δέξαιτ’ ἂν εὐπρόσωπος, ἵλεως τ’ ἴσως, χωροῦντ’ ἄνευ σοῦ. πῶς γὰρ οὐχ; ὅτῳ πάρα μηδ’ εὐτυχοῦντι μηδὲν ἵλεων γελᾶν.

### π 3070

Ποῖ γῆς ἀπεδήμεις· ὁ Διόνυσος λέγει, ποῖ γῆς; ὁ δέ φησιν, ἐπεβάτευον Κλεισθένει. τὸ ἐπιβατεύειν ἐπὶ συνουσίας, ἀπὸ μεταφορᾶς τῶν ζῴων, ἃ ἐπιβαίνοντα συνουσιάζει. ὁ δὲ Κλεισθένης ἐπ’ αἰσχρότητι κωμῳδεῖται. ἦν δὲ λεῖος τὸ γένειον, καὶ εὐνούχῳ εἰκάζει αὐτόν. τὸν δὲ Κλεισθένην καὶ ἐπὶ τοῦ πασχητιᾶν κωμῳδεῖ. ἐμφαίνει οὖν, ὅτι εἰ καὶ κατὰ στρατείαν ἀπεδήμουν, Κλεισθένει ἂν ἐστρατευσάμην.

### π 3071

Ποιά: ἡ πεποιημένη φωνή.

### π 3072

Ποιάντειον πεδίον.

### π 3073

Ποιεῦμεν: ποιοῦμεν.

### π 3074

Ποίη: ὁ ἐνιαυτὸς παρὰ Καλλιμάχῳ· παρὰ τὸ ἅπαξ καὶ μόνον ἐν τῷ ἐνιαυτῷ τὴν βοτάνην φύεσθαι. μῆλον ἐγὼ στρούθιον ἀπὸ προ‐ τέρης ἔτι ποίης.

### π 3075

Ποιήεσαν: σιτοφόρον. βοτανώδη.

### π 3076

Ποίην: πόαν, βοτάνην. καὶ Ποιηφάγον, τὴν σταφυλο‐ λόγον· ἢ τὴν τοὺς ἀστάχυας ὄπισθεν τῶν θεριζόντων σωρεύουσαν.

### π 3077

Ποιητέον: ἀντὶ τοῦ ἃ δεῖ ποιεῖν.

### π 3077b

Ποιητική· ζήτει ἐν τῷ ἀρχή.

### π 3078

Ποίθιοι: τέσσαρες ἄνδρες αἱρετοὶ παρὰ Λάκωσι, δύο καθ’ ἕκαστον βασιλέα σύσσιτοι.

### π 3079

Ποικίλη: στοὰ ἐν Ἀθήναις, ἔνθα ἐγράφησαν οἱ ἐν Μαραθῶνι πολεμήσαντες· εἰς οὕς ἐστιν ἐπίγραμμα τόδε· Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι ἔκτειναν Μήδων εἴκοσι μυριάδας.

### π 3080

Ποικιλία.

### π 3081

Ποικιλομήτης: ποικιλόβουλος. Ποικιλόμητις δέ.

### π 3082

Ποικίλος καὶ Ποικιλώτατος.

### π 3083

Ποικιλῳδός: ἡ Σφίγξ. ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.

### π 3084

Ποικιλώτερος ὕδρας: ἐπὶ τῶν δολερῶς ἤτοι θαυμαζομένων.

### π 3085

Ποικιλτικήν: πολυμιταρικήν.

### π 3086

Ποικινὸς λόγος: ὁ πυκνός.

### π 3087

Ποιμαίνειν· αἰτιατικῇ.

### π 3088

Ποιμένων: κηδεμόνων· ἐπεὶ καὶ ποιμαίνειν, τὸ φροντίζειν.

### π 3089

Ποιμνήϊον.

### π 3090

Ποιμνίωνος.

### π 3091

Ποιναὶ τιμωροὶ τοῖς κακῶς ποιοῦσιν ἀκολουθοῦσιν, οὐχ ὡς σκιαὶ σώμασι πλησίον, ἀλλὰ καὶ ὀψὲ τοῦ χρόνου.

### π 3092

Ποινή· ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων. ποινήν, ἢ οὗ παιδὸς ἐδέξατο τεθνειῶτος. καὶ αὖθις· ἀλλ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας· τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ, ποινὴν δεξαμένῳ. λέγεται δὲ καὶ ἡ ἀντέκτισις καὶ τιμωρία. Σοφοκλῆς· οἷς θεὸς μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι. καὶ Δίκη μεταποίνιος. ἐν Ἐπιγραμμάσι· μή, λίτομαι, δέσποινα, τοίην μὴ λάμβανε ποινήν. καὶ Αἰλιανός· ὁ Ἀπόλλων φησὶ πρὸς Λοκρούς, μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφήσειν, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποινήν, ἕως ἂν ἱλεώσητε τὴν θεόν. καὶ Ποίνιμοι, αἱ τιμωρητικαὶ Ἐριννύες. Σοφοκλῆς. ἴτε, ὦ ταχεῖαι ποίνιμοί τ’ Ἐριννύες, γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ. καὶ αὖθις· πάντων τῶν ἀσεβημάτων καὶ παρα‐ νομημάτων ὧν εἰργάσατο, παρέστησαν αὐτῷ τινας ἐριννῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν δι’ ἐκεῖνον ἠτυχηκότων.

### π 3093

Ποινήλατον· τοῦτον ὡς ποινήλατον ὁ φιλόσοφος ἐξετρέπετο.

### π 3094

Ποινήν: τιμωρίαν, ἀντέκτισιν, πρόστιμον.

### π 3095

Ποινήν· οὓς δὲ λάβοι Σάκας αἰχμαλώτους, ἀνεσκολόπιζε καὶ ᾐκίζετο, καὶ αὖθις ποινὰς τοῦ πατρὸς φόνου πράξασθαι θέλων.

### π 3096

Ποινηλατούμενος.

### π 3097

Ποιούντων: ἀντὶ τοῦ ποιήτωσαν. ὡς τὸ δρώτων ἀντὶ τοῦ δρώτωσαν. καὶ ζήτει ἐν τῷ δρώντων.

### π 3098

Ποιῶ· δοτικῇ· αἰτιατικῇ δέ· ὁμοῦ σπαρεὶς καὶ ἀναδοθείς, ὡς ὁ μύθος ποιεῖ τοὺς Γίγαντας.

### π 3099

Ποιπνύω: τὸ ἐνεργῶ.

### π 3100

Ποῖ πορεύῃ γλῶσσα· ζήτει ἐν τῷ πόλιν· γλῶσσα ποῖ πορεύῃ.

### π 3101

Ποιοίη: εὐκτικῶς, ποιοῖ.

### π 3102

Ποίφυγμα.

### π 3103

Ποιφύσσω: σφοδρῶς καὶ μετὰ ἤχου τὴν πνοὴν ἐκπέμπω. οὐδὲ περὶ σκαρθμοῖσι νεὼς περικαλλέα χείλη ποιφύσσω, τἀμᾷ τερπό‐ μενος προτομᾷ. ὁ δελφίς φησι. καὶ Ποιφύξαι, φυγεῖν.

### π 3104

Πυανεψιῶνος: ὄνομα μηνός. καὶ Πυανοψία· Λυκοῦργος ἐν τῇ κατὰ Μεσαίχμου. καὶ ἡμεῖς Πυανοψίαν ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δὲ ἄλλοι Ἕλληνες Πανοψίαν, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει. Πυανεψιῶνος δὲ ὅτι ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλ‐ λωνι ἄγεσθαι φασί. δεῖν δὲ φασὶ λέγειν Πυανέψια καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς, καὶ ἡ εἰρεσιώνη ἄγεται.

### π 3105

Πύανθος: ὄνομα κύριον.

### π 3106

Πύγαργος: εἶδος ἀετοῦ. παρὰ τὸ πυγὴν ἔχειν ἀργὴν καὶ λευκήν.

### π 3107

Πύγελλα: τόπος, ὁ παρ’ ἡμῖν λεγόμενος Φύγελλα· ὅθεν ἐστὶ περαιώσασθαι τὸν πρὸς Κρήτην κατάγοντα πορθμόν.

### π 3108

Πυγαῖα: τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν. καὶ Πυγαῖος, ὁ ἀκόλαστος.

### π 3109

Πύγελα· πόλις ἐν τῇ Ἰωνίᾳ τὰ Πύγελα. λαβεῖν δὲ τὸ ὄνομα, ἐπειδὴ τῶν μετὰ Ἀγαμέμνονά τινες νοσήσαντες τὰς πυγὰς ἐνταῦθα κατέμειναν.

### π 3110

Πυγή: τὸ περὶ τὸν πρωκτὸν μέρος. Ἀριστοφάνης· γυμνά‐ ζομαί γε καὶ ποτὶ πυγὴν ἅλλομαι. ἐν γὰρ τῷ γυμνάζεσθαι πηδᾶν εἰώθασι καὶ οἱ πόδες τοῦ πηδῶντος ἅπτεσθαι τῆς πυγῆς. καὶ παρ‐ οιμία· ἐς κυνὸς πυγὴν ὁρᾷν. ἐπὶ τῶν λημώντων τοὺς ὀφθαλμούς, ἤτοι ὀφθαλμιώντων ἐπέλεγον, ἐς κυνὸς πυγὴν ὁρᾶν καὶ τριῶν ἀλω‐ πέκων.

### π 3111

Πυγιδίων: ὀνύχων. Ἀριστοφάνης· εἰ γάρ τις εἴποι ἰοστε‐ φάνους, εὐθὺς ἐπ’ ἄκρων πυγιδίων κάθησθε. ἀντὶ τοῦ ἐπ’ ἄκρων τῶν ὀνύχων. οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσθαι.

### π 3112

Πυγμαλῖνος: ὄνομα κύριον. καὶ Πυγμαλίωνος.

### π 3113

Πυγμή: πάλη, σύγκλεισις δακτύλων, γρόνθος.

### π 3114

Πυγοστόλος: προαγωγός· μαυλίστρια. Ἡσίοδος· μηδέ σε γυνὴ πυγοστόλος ἐξαπατάτω.

### π 3115

Πυδαλίζω: πηδῶ.

### π 3116

Πυδναίους: ὄνομα ἔθνους.

### π 3117

Πυελίδα: τὸ ὑφ’ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον. οὕτως Λυσίας καὶ Ἀριστοφάνης.

### π 3118

Πύελος: ὄρυγμα, ἐμβατή, ἔνθα ἀπολούονται.

### π 3119

Πύελος: θήκη. ἐπιστολὴν πέμπει ἐν Βυζαντίῳ, τῇ πυέλῳ τῶν ἱερῶν λειψάνων τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου τὸν τοιοῦτον χάρτην ἐπιτεθεικὼς κἀκεῖθεν τοῦτον ταῖς χερσὶ τοῦ ἀποστα‐ λέντος ἀρθῆναι ποιήσας. θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε καὶ ἄκρη‐ τον ἔσπασεν· εἶτ’ ἀΐδην ψυχρὸν ἐπεσπάσατο.

### π 3120

Πυθαγόρας, Σάμιος, φύσει δὲ Τυρρηνός, Μνησάρχου υἱὸς δακτυλιογλύφου. νέος δὲ ὢν σὺν τῷ πατρὶ ἐκ Τυρρηνίας ᾤκησεν εἰς Σάμον. οὗτος ἤκουσε πρῶτος Φερεκύδου τοῦ Συρίου ἐν Σάμῳ, εἶτα Ἑρμοδάμαντος ἐν τῇ αὐτῇ Σάμῳ, ὃς ἦν ἀπόγονος Κρεοφύλου, εἶτα Ἀβάριδος τοῦ Ὑπερβορέου καὶ Ζάρητος τοῦ μάγου· παιδευθεὶς δὲ καὶ παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις ἦλθεν εἰς Σάμον καὶ εὑρὼν αὐτὴν τυραννουμένην ὑπὸ Πολυκράτους ἀπῇρεν εἰς Κρότωνα τῆς Ἰταλίας καὶ σχολὴν συστησάμενος πλεῖον ἢ χʹ ἔσχε γνωρίμους. ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ δύο, πρεσβύτερος μὲν Εὔνομος, μέσος δὲ Τυρρηνός. δοῦλος δὲ ἦν αὐτῷ Ζάμολξις, ᾧ Γέται ὡς Κρόνῳ θύουσι. γαμετὴν δ’ ἐποιήσατο Θεανώ, τὴν Βροτίνου τοῦ Κροτωνιάτου θυγατέρα· ἐξ ἧς καὶ παῖδες αὐτῷ ἐγένοντο δύο, Τηλαύγης καὶ Δάμων ἢ ὥς τινες Μνήσαρχος. κατὰ δέ τινας καὶ θυγάτηρ, Μυῖα ὄνομα, κατὰ δὲ ἄλλους καὶ Ἀριγνώτη. συνέγραψε δὲ ὁ Πυθαγόρας μόνα τρία βιβλία, Παιδευτικόν, Πολιτικόν· τὸ δὲ φερόμενον τρίτον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου, μαθητοῦ αὐτοῦ γενομένου καὶ φυγόντος εἰς Θήβας καὶ καθηγησαμένου Ἐπα‐ μινώνδα. τινὲς δὲ ἀνατιθέασιν αὐτῷ καὶ τὰ Χρυσᾶ ἔπη. πρῶτος δὲ ὁ Πυθαγόρας ἐμψύχων ἀπέχεσθαι τροφῆς παρέδωκε καὶ κυάμων. ἐτελεύτα δὲ ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον· συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μήλωνος οἰκίᾳ, τούτου ὑπό τινος τῶν μὴ παρα‐ δοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη. τινὲς δὲ αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλα‐ βουμένους, τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα καὶ πρός τινι χωρίῳ γενόμενον πλήρει κυάμων, ἵνα διήρχετο, αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι μᾶλλον ἢ πατῆσαι, ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι· καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὲ καὶ τοὺς πλείστους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς μʹ.

### π 3121

Πυθαγόρας· περὶ τούτου φησὶ Φιλόστρατος· οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ’ αὐτῷ φασιν, ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος ἀναβιῴη τε ἀποθανών, ἀποθάνοι δ’, ὡς ᾠδαὶ Ὁμήρου· ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ τοῦ θῦσαι· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς· ἀλλ’ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου· γινώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη συνάχθονται. περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίας ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν, ὁμολογοῦντα ὡς αὐτὸς εἴη· ξυνεῖναι δ’ αὖ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν, μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γάρ, χαίρετ’, ἐγὼ ὃ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκ ἔτι θνητός· καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε· καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν Πυθαγόρου τρόπων, σπεύδοντα ἐπὶ τὸν λόγον.

### π 3122

Πυθαγόρας, Ἐφέσιος, καταλύσας δι’ ἐπιβουλῆς τὴν τῶν Βα‐ σιλιδῶν καλουμένην ἀρχὴν ἀνεφάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πληθύϊ ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσι, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν. καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε καὶ ἀφειδέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε γὰρ εἰς ταῦτα· ἔρως τε χρημάτων ἄμετρος· καὶ διαβολαῖς ταῖς ἐς τοὺς πλησίους ἐκριπισθῆναι κουφότατος ἦν. ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώπων ἀπολέσαι αὐτόν, ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. τῶν γοῦν προειρημένων, οἷς ἐπέθετο, παμπόλλους ἐν τοῖς ναοῖς ἀπέκτεινεν, ἑνὸς δὲ τὴν θυγατέρα καταφυγούσαν εἰς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησε, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχωσεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι. οὐκοῦν ἠκολούθησε δημοσίᾳ νόσος καὶ τροφῶν ἀπορία, καὶ σαλεύων ὑπὲρ ἑαυτοῦ ὁ Πυθαγόρας εἰς Δελφοὺς ἀπέστειλε καὶ ᾔτει λύσιν τῶν κακῶν. ἡ δὲ ἔφη νεὼν ἀναστῆσαι καὶ κηδεῦσαι τοὺς νεκρούς. ἦν δὲ πρὸ Κύρου τοῦ Πέρσου, ὥς φησι Βάτων.

### π 3123

Πυθαγόρας ὁ Σάμιος, φιλόσοφος, διότι τὴν ἀλήθειαν ἠγόρευεν οὐχ ἧττον τοῦ Πυθίου. ὃς παρηγγύα τοῖς μαθηταῖς ἑκάστοτε ταῦτα λέγειν εἰς τὸν οἶκον εἰσιοῦσι· πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;

### π 3124

Πυθαγόρας: ὄνομα κύριον. καὶ Πυθαγόρειος λόγος. καὶ Πυθαγόρειοι ἄνδρες. ὅτι Πυθαγόρα τὰ σύμβολα ἦν τάδε· πῦρ μαχαίρᾳ μὴ σκαλεύειν· ζυγὸν μὴ ὑπερβαίνειν· ἐπὶ χοίνικος μὴ καθίζειν· καρδίαν μὴ ἐσθίειν· φορτίον συγκαθαιρεῖν, μηδὲ συνεπιτιθέναι· τὰ στρώματα ἀεὶ συνδεδεμένα ἔχειν· ἐν δακτυλίῳ θεοῦ εἰκόνα μὴ περι‐ φέρειν· χύτρας ἴχνος συγχεῖν ἐν τῇ τέφρᾳ· λαδίῳ εἰς θάκον μὴ ὀμόργνυσθαι· πρὸς ἥλιον τετραμμένον μὴ ὀμιχεῖν· ἐκτὸς λεωφόρου μὴ βαδίζειν· μὴ ῥᾳδίως δεξιὰν ἐμβάλλειν· ὁμωροφίους χελιδόνας μὴ ἔχειν· γαμψώνυχα μὴ τρέφειν· ἀπονυχίσμασι καὶ κουραῖς μὴ ἐπουρεῖν μηδὲ ἐφίστασθαι· ὀξεῖαν μάχαιραν ἀποστρέφειν· ἀποδημοῦντα ἐν τοῖς ὅροις ἀνεπιστρεπτεῖν. ἤθελε δὲ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, ὅτι δυναστῶν ὀργὴν καὶ οἰδούντων θυμὸν μὴ κινεῖν· τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι τὸ ἴσον καὶ δίκαιον μὴ ὑπερβαίνειν· ἐπί τε χοίνικος μὴ καθίζειν ἐν ἴσῳ τῷ φροντίδα ποιεῖσθαι καὶ τοῦ μέλλοντος· ὁ γὰρ χοίνιξ ἡμερήσιος τροφή. διὰ δὲ τοῦ καρδίαν μὴ ἐσθίειν, ἐδήλου, μὴ τὴν ψυχὴν ἀνίαις καὶ λύπαις κατατήκειν· διὰ δὲ τοῦ εἰς ἀποδημίαν βαδίζοντα μὴ ἐπιστρέφεσθαι, παρῄνει τὸ ἀπαλλαττομένοις τοῦ βίου μὴ ἐπιθυμητικῶς ἔχειν τοῦ ζῆν, μηδ’ ὑπὸ τῶν ἐνθάδε ἡδονῶν ὑπάγεσθαι. καὶ τἄλλα πρὸς ταῦτα λοιπόν ἐστιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν. παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτε ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον, καρδίας τε ἀπέχεσθαι καὶ κυάμων καὶ μήτρας καὶ τρίγλης. ἐνίοτε αὐτὸν ἀρκεῖσθαι μέλιτι μόνῳ ἢ κηρῷ ἢ ἄρτῳ· οἴνου δὲ μεθ’ ἡμέραν μὴ γεύεσθαι, ὄψῳ τε τὰ πολλὰ λαχάνοις ἑφθοῖς καὶ ὠμοῖς, τοῖς δὲ θαλαττίοις σπανίως. στολὴ δὲ αὐτῷ λευκὴ καὶ καθαρά, καὶ στρώματα λευκὰ ἐξ ἐρίων· τὰ γὰρ λινᾶ οὔπω εἰς ἐκείνους ἀφίκετο τοὺς τόπους. οὐδὲ πώποτε δὲ ἐγνώσθη οὔτε διαχωρῶν οὔτε ἀφροδισιάζων οὔτε μεθυσθείς. ἀπείχετο δὲ καταγέλωτος καὶ πάσης ἀρεσκείας, οἷον σκωμ‐ μάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τε οὔτε οἰκέτην ἐκό‐ λαζεν οὔτε ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πελαργᾶν. μαντικῇ τε ἐχρῆτο τῇ διὰ τῶν κληδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου· θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ, ἀλεκτορίσι μόνον καὶ ἐρίφοις καὶ γαλαθηνοῖς. φασὶ δ’ αὐτὸν συγχωρεῖν πάντα τὰ ἔμψυχα ἐσθίειν, μόνου δ’ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ. τὰ δὲ δόγματα ἔλαβε παρὰ τῆς ἀδελφῆς Θεοκλείας. φασὶ δ’ αὐτὸν κατελθόντα εἰς ᾅδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτήν, ἀνθ’ ὧν εἶπον περὶ θεῶν· κολα‐ ζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς ἑαυτῶν γυναιξί. σφάγια δὲ θεοῖς προσφέρειν ἐκώλυε· βωμὸν δὲ προσκυνεῖν τὸν ἀν‐ αίμακτον. μηδὲ ὀμνύναι θεούς· ἀσκεῖν δὲ ἑαυτὸν δεῖν ἀξιόπιστον παρ‐ έχειν. τοὺς πρεσβυτέρους τιμᾶν δεῖν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους· ὡς ἐν κόσμῳ ἀνατολὴν δύσεως, ἐν βίῳ τὴν ἀρχὴν τελευτῆς, ἐν ζωῇ γένεσιν φθορᾶς. καὶ θεὸν μὲν δαιμόνων προτιμᾶν, ἥρωας δὲ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα γονέας. ἀλλήλοις τε ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δὲ ἐχθροὺς φίλους ἐργάσασθαι· ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν. φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μήτε ζῷον, ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι, μήτε καταγέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν. ὁδοιπορίας ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι. μνήμην ἀσκεῖν. ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν. μαντικὴν πᾶσαν τιμᾶν. ᾠδαῖς χρῆσθαι πρὸς λύραν· ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον ἔχειν χάριν. τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ, καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι μὴ παραληφθέντας τὰς γαστέρας· καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ὕπνους φαντασίας λείας τε καὶ ἀταράχους ἀποτελεῖν. ἐν ὑπομνήμασι δὲ Πυθαγορικοῖς καὶ ταῦτα εὕρηται· ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα, ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι. ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς, ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα, ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα, ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα· ὧν καὶ τὰ στοιχεῖα εἶναι δʹ, πῦρ, ὕδωρ, γῆν, ἀέρα· ἃ μετα‐ βάλλειν καὶ τρέπεσθαι δι’ ὅλων καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν, καὶ αὐτὴν σφαιροειδῆ καὶ οἰκουμένην. εἶναι δὲ καὶ ἀντίποδας· καὶ τὰ ἡμῖν κάτω, ἐκείνοις ἄνω. ἰσόμοιρά τε εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν· ὧν κατ’ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα. ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους· οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερόν, καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητον εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ, καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. καὶ ἀνθρώπων εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τε ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος, τοῦ τε ψυχροῦ καὶ παχέος· ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. τὰ λοιπὰ παρήκαμεν, ἵνα μὴ παρέλκωμεν. ὅτι τὰ πίπτοντα ἀπὸ τῆς τραπέζης μὴ ἀναιρεῖσθαι παρεκελεύετο Πυθαγόρας, ἢ διὰ τὸ μὴ ἐθίζεσθαι ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος· Ἀριστοφάνης γὰρ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, μήτε δὲ τὰ ἐντὸς τῆς τραπέζης πίπτοντα ἀναιρεῖσθαι. μήτε λευκὸν ἀλεκτρυόνα ἐσθίειν, ὡς ἱερὸν τοῦ ἡλίου καὶ τὰς ὥρας μηνύοντα. τοὺς κυάμους δὲ ἀποτρέπεσθαι, ὅτι αἰδοίοις ἐοίκασι· καὶ τοὺς ἅλας παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου· οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι καὶ παραλάβωσι, καὶ γεγόνασιν ἐκ τῶν καθαρῶν ὑδάτων καὶ θαλάσσης. ἄρτον δὲ μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ παλαιοὶ ἐφοίτων· καὶ μὴ διαιρεῖν, ὃς συνάγει ἐφ’ ἑαυτόν· ἢ ὅτι εἰς πόλεμον δειλίαν ἐμποιεῖ. Ἀριστοφῶν λέγει περὶ τῶν Πυθαγοριστῶν· καταβὰς εἰς τὴν δίαιταν αὐτῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη δι’ εὐσέβειαν. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖς ἥδεται ξυνών. λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τ’ ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων. καὶ παροιμία· σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. πενταετῆ γὰρ χρόνον ἤσκουν σιωπήν. τῶν δὲ Πυθαγορείων οἱ μὲν περὶ θεωρίαν καταγινόμενοι ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ μαθήματα γεω‐ μετρικοὶ καὶ μαθηματικοί. καὶ οἱ μὲν τῷ Πυθαγόρᾳ συγγινόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. ἐμψύχων δὲ ἀπείχοντο. ὅτι ἀπὸ τῶν Αἰγυπτίων ὁ Πυθαγόρας ἐξήνεγκε τὰ τῆς αὐτοῦ δόξης εἰς Ἕλληνας.

### π 3125

Πυθέας, Ἀθηναῖος, ῥήτωρ, υἱὸς δὲ ἦν μυλωθροῦ, καὶ θρασὺς σφόδρα· φυγών τε Ἀθήνηθεν ἐκ τοῦ δεσμωτηρίου διὰ ὄφλημα εἰς Μακεδονίαν ἦλθεν, εἶτα ἐπανῆκε πάλιν. ἔγραψε λόγους δημηγορικοὺς καὶ δικανικοὺς καὶ ἄλλα τινά. ἀλλ’ οὐκ ἐκρίθη μετὰ τῶν λοιπῶν ῥητόρων, ὡς θρασὺς καὶ διεσπασμένος. ὅτι μύλωθρος λέγεται ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος. καὶ ἐξ αὐτοῦ ῥῆμα μυλωθρῶ. οἱ δὲ ἰδιῶται μυλωνᾶν.

### π 3126

Πυθέσθαι: τὸ ἐρωτῆσαι. μέσος ἀόριστος βʹ· ἀπὸ τοῦ πεύθω. Πυθέσθαι δὲ τὸ ἀκούειν.

### π 3127

Πυθία: ἡ μαντεία.

### π 3128

Πύθια καὶ Δήλια: φασὶ Πολυκράτη, τὸν Σάμου τύραννον, Πύθια καὶ Δήλια ποιήσαντα ἅμα ἐν Δήλῳ πέμψαι εἰς θεοῦ, χρησό‐ μενον εἰ τὰ τῆς θυσίας ἄγει κατὰ τὸ ὡρισμένον· τὴν δὲ Πυθίαν ἀνελεῖν· ταῦτά σοι καὶ Πύθια καὶ Δήλια· βουλομένην δηλοῦν ὅτι ἔσχατα· μετ’ ὀλίγον γὰρ χρόνον αὐτὸν ἀπολέσθαι συνέβη. Ἐπίκουρος δὲ ἔν τινι τῶν πρὸς Ἰδομενέα ἐπιστολῶν ταῦτα. λέγεται δὲ καὶ Πυθοῖ, τουτέστιν ἐν τοῖς Πυθίοις. Ἀριστοφάνης· Ὀλυμπιᾶσιν, ἐν Πύλαις, Πυθοῖ.

### π 3129

Πυθιὰς βοά: ἡ μετ’ αὐλοῦ γινομένη βοή. τὸ Πύθιον μέλος. ἔνθεν καὶ πυθαύλης λέγεται. οὕτω δὲ ἔλεγον τὸν παιᾶνα.

### π 3130

Πύθιον: ἱερὸν Ἀπόλλωνος Ἀθήνησιν, ὑπὸ Πεισιστράτου γε‐ γονός, εἰς ὃ τοὺς τρίποδας ἐτίθεσαν οἱ τῷ κυκλίῳ χορῷ νικήσαντες τὰ Θαργήλια. καὶ Πύθιος, ὁ Ἀπόλλων.

### π 3131

Πυθιονίκης: ὄνομα κύριον.

### π 3132

Πυθμήν: τὸ ἔσχατον μέρος καὶ τελευταῖον παντὸς οὑτινοσοῦν σκεύους. καὶ Πυθμένας λόγων ἐκάλει Πρωταγόρας ὁ φιλόσοφος τὰς τῶν λόγων διαιρέσεις· οὗτος γὰρ διεῖλε πρῶτος τὸν λόγον εἰς δʹ, εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν. ἄλλοι δὲ εἰς ζʹ, διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, ἐπαγγελίαν, εὐχωλήν, κλῆσιν. Ἀλκιδάμας δὲ δʹ λόγους φησί· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν.

### π 3133

Πυθόληπτος: ὑπὸ τοῦ Πυθίου ληφθείς.

### π 3134

Πυθόμενος: ἐρωτήσας.

### π 3135

Πύθοντο: ἠρώτων καὶ ἤκουον.

### π 3136

Πυθοῦ Χελιδόνος: παροιμία ἀπό τινος Χελιδόνος, θεολόγου καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡς Μνασέας ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ. οἱ δέ, ὅτι τὸ ἔαρ προσημαίνει.

### π 3137

Πυθώ: Φωκὶς χώρα ἐστὶ τῆς Ἑλλάδος, περὶ ἣν πόλις ἡ καλου‐ μένη Δελφοί· περὶ ἣν πόλιν ἦν ἱερὸν τοῦ Ἀπόλλωνος, ὃ ἐκαλεῖτο Πυθώ· ἐν ᾧ χαλκοῦς τρίπους ἵδρυτο καὶ ὕπερθεν φιάλη, ἣ τὰς μαντικὰς εἶχε ψήφους, αἵτινες ἐρομένων τῶν μαντευομένων ἥλλοντο, καὶ ἡ Πυθία ἐμφορουμένη, ἤτοι ἐνθουσιῶσα, ἔλεγεν ἃ ἐξέφερεν ὁ Ἀπόλλων. ὅτι Δελφοὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκλήθη διὰ τὸ τὸν Δελφύνην δράκοντα ἐκεῖ εὑρεθῆναι, ὃν ἀπέκτεινεν ὁ Ἀπόλλων· Πυθὼ δὲ διὰ τὸ ἐκεῖ σαπῆναι.

### π 3138

Πύθω: σήπω. καὶ τὸ πυθόμενος, σηπόμενος. ἔνθεν καὶ ἡ Πυθία, διὰ τὸ ἐν ἐκείνῳ τῷ τόπῳ σαπῆναι τὸ τοῦ δράκοντος σῶμα. Λύκος δὲ ὁ Νεαπολίτης καὶ τὸ πῦον ἐντεῦθεν ὀνομασθῆναί φησιν· ἔστι γὰρ σεσηπὸς αἷμα.

### π 3139

Πύθων, Βυζάντιος, ῥήτωρ· ὃς φυγὼν ἐν Μακεδονίᾳ διέτριβε καὶ πολλοὺς προδότας ἔπεισε γενέσθαι καὶ συνεργοὺς πρὸς πάντα, καὶ πρὸς τὰς διαφθορὰς τῶν πολεμίων ἐχρῆτο.

### π 3140

Πύθωνος: δαιμονίου μαντικοῦ. τάς τε πνεύματι Πύθωνος ἐνθουσιώσας καὶ φαντασίαν κυήσεως παρεχομένας τῇ τοῦ δαιμονίου περιφορᾷ ἠξίου τὸ ἐσόμενον προαγορεῦσαι. οἱ δὲ τῶν δαιμόνων κάτοχοι ἔφασκον τὴν νίκην Μήδοις παρέσεσθαι.

### π 3141

Πυθοίατο: μάθοιεν.

### π 3142

Πύκα: συχνῶς, ἐπιμελῶς.

### π 3143

Πύκαζε· Σοφοκλῆς· πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.

### π 3144

Πυκάζεται: σκεπάζεται, κοσμεῖται.

### π 3145

Πυκάζει: καλύπτει, σκεπάζει. καὶ Πυκάζουσι, σκιάζουσι, στεφανοῦσι. καὶ ἐν Ἐπιγράμμασι· λουσάμενοι, Προδόκη, πυκασώμεθα καὶ τὸν ἄκρατον ἕλκωμεν.

### π 3146

Πυκάζουσι: τουτέστι πεπυκνωμένοις, στενοχωρουμένοις. Δαβίδ· ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.

### π 3147

Πύκασεν: ἐκόσμησε.

### π 3148

Πυκασμός: δασύτης.

### π 3149

Πυκινή: πυκνή. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ δυνατή. ταῦτα διαιτῆσαι πυκινή.

### π 3150

Πυκνάζεις: συχνάζεις.

### π 3151

Πύκνη: ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. Κλείδημος δέ φησι Πυκνὰν ὀνομασθῆναι διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι.

### π 3152

Πυκνί: ὡς ἐν τῷ Ἀριστοφάνει· πλὴν μὴ ’ν τῇ Πυκνί. καὶ Πυκνίτης· δῆμος πυκνίτης. Πνύξ, τόπος Ἀθήνησιν, ἔνθα ἐκκλησίαζον οἱ Ἀθηναῖοι. ὥσπερ δὲ πολίτην τῆς Πυκνὸς Πυκνίτην εἶπε. Πνὺξ δὲ λέγεται παρὰ τὸ πυκνοῦσθαι. καὶ τὸ ἐν Ἀθήναις δὲ δικαστήριον Πνὺξ ἐκαλεῖτο.

### π 3153

Πυκνός: ὁ δυνατός.

### π 3154

Πυκνότης: σύνεσις, φρόνησις. χοὔτω μὲν ἂν εὖ ποιοῖς, εἴ σοι πυκνότης ἔνεστι.

### π 3155

Πύκνωσις κατὰ παραστάτην καὶ ἐπιστάτην. τουτέστι πύκνωσις κατὰ μῆκος καὶ βάθος. κατέχει δὲ ὁ πεπυκνωμένος ἀνὴρ πήχεις βʹ, ὁ δὲ ἁπλῶς ταττόμενος πήχεις δʹ.

### π 3156

Πυκτεύειν: εἶδος γυμνασίου καὶ παλαίστρας.

### π 3157

Πύκτης: παγκρατιαστής, ἀθλητής. καὶ Πυκτεῖον, ἐν ᾧ οἱ πύκται ἀγωνίζονται. Πυκτίον δὲ τὸ πινακίδιον. καὶ Πυκτίζω.

### π 3158

Πυλαγόραι: οἱ πεμπόμενοι εἰς τὴν σύνοδον τῶν Ἀμφικτυόνων εἰς τὴν Πυλαίαν. καὶ κατὰ πόλιν δὲ ἔπεμπον τοὺς θύσοντας καὶ συνεδρεύσοντας. ἦσαν δὲ οἱ πεμπόμενοι Πυλαγόραι καὶ Ἱερομνήμονες. λέγουσι δέ, ὅτι Πυλάδης πρῶτος ἐκρίθη ἐπὶ τῷ Κλυταιμνήστρας φόνῳ, καὶ ἐξ αὐτοῦ τὸ ὄνομα εἶναι. ἀπῄεσαν δὲ καὶ εἰς Δελφούς, ἐπίσκοποι τῶν ἀναλισκομένων ἐν ταῖς θυσίαις.

### π 3159

Πυλάδης, Κίλιξ ἀπὸ κώμης Μησταρνῶν. ἔγραψε περὶ ὀρχή‐ σεως τῆς Ἰταλικῆς, ἥτις καὶ ὑπ’ αὐτοῦ εὑρέθη, ἀπὸ τῆς κωμικῆς καλουμένης ὀρχήσεως, ἣ ἐκαλεῖτο κόρδαξ· καὶ τῆς τραγικῆς, ἣ ἐκα‐ λεῖτο σίκιννις· καὶ τῆς σατυρικῆς, ἥτις ἐμμέλεια.

### π 3160

Πυλάρτου: τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος. καὶ Πυ‐ λάρταο, ὁμοίως.

### π 3161

Πύλαι καὶ Πυλαία καὶ Πυλαγόρας: Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι. ἐκλήθησαν δὲ οὕτως διὰ τὸ στενὴν εἶναι ταύτην εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δὲ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων. ἐπέμποντο δὲ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινές, οἵπερ ἐκαλοῦντο Πυλαγόραι.

### π 3162

Πύλαι δικαιοσύνης: αἱ διάφοροι τῆς ἀρετῆς ἰδέαι· δι’ ἐκείνων γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων θεόν. καὶ Δαβίδ· ἀνοίξατέ μοι πύλας δικαιοσύνης.

### π 3163

Πυλαῖος: ὄνομα κύριον.

### π 3164

Πυλαιμένης: ὄνομα κύριον.

### π 3165

Πυλαιστάτους: τοὺς μηδὲν ὑγιὲς μήτε λέγοντας μήτε πράσ‐ σοντας· διὰ τὸ παραγενέσθαι τοιούτους τινὰς ἀνθρώπους εἰς τὸν προ‐ ειρημένον τόπον.

### π 3166

Πυλεῶνος: τοῦ πυλῶνος.

### π 3167

Πύλιος: ἐκ Πύλου.

### π 3168

Πύλη: ἐπὶ τείχους παρὰ Θουκυδίδῃ· θύρα δὲ ἐπὶ οἴκου.

### π 3169

Πύλη ἱππήλατος: δι’ ἧς εἰσεληλύθεισαν. Πύλας οὐρα‐ νοῦ Ὅμηρος τὰ νέφη λέγει.

### π 3170

Πύλῳ: πὰρ Ὁμήρῳ ἀντὶ τοῦ ἐν πύλῃ. ἐν πύλῳ, ἐν νεκύεσσιν. ὡς δείελον τὴν δείλην· καὶ ἕσπερον τὴν ἑσπέραν.

### π 3171

Πυλωρεῖ: φυλάσσει. Πυλωρὸς γὰρ ὁ φύλαξ.

### π 3172

Πύματος: ἔσχατος.

### π 3173

Πυνθάνεσθαι: ἀκούειν, μανθάνειν, διδάσκεσθαι, ἱστορεῖν, ἐρω‐ τᾶν ἢ ἕτερόν τι σημαίνει, παραπλήσιον μὲν τοῦ ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφορὰ μάλιστα παρὰ τοῖς δια‐ λεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. τὸ πυνθάνεσθαι παρὰ τοῖς ῥήτορσι καὶ παρ’ Ὁμήρῳ ἐπὶ τοῦ ἀκούειν καὶ μανθάνειν. πυν‐ θανόμην Ἰθάκης γε. καὶ πάλιν· αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομέ‐ νοισι πυθέσθαι. καί, πεύθετο γὰρ Κύπρονδε μέγα κλέος. καί, πευθό‐ μενος, ᾗχι ἕκαστος ἀπώλετο. καί, κείνου δ’ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. ἐν γὰρ τούτοις ἅπασιν ἐπὶ τοῦ ἀκούειν κεῖται τὸ πυνθάνεσθαι. καὶ Αἰσχίνης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· τούτῳ συμβαλεῖν πυνθανόμενος. καὶ Δείναρχος ἐν τῷ κατὰ Φιλοκλέους· εὐτυχεῖτε, ὅτι οὐκ ἐν μείζονι καιρῷ ἐπύθεσθε τὴν αὐτοῦ αἰσχροκέρ‐ δειαν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας· οὗτος ἀπήγ‐ γειλε τὰ ψευδῆ· ὑμεῖς ἐπιστεύσατε· οἱ Φωκεῖς ἐπύθοντο.

### π 3174

Πυνθάνομαι· γενικῇ. ἐρωτῶ. καὶ Πυνθανόμενος· αἰτιατικῇ. ἀντὶ τοῦ ἀκούων.

### π 3175

Πυνθάνομαι: τὸ μανθάνω· γενικῇ. ἡδέως δ’ ἂν πυθοίμην τῶν οὕτω διακειμένων. πυνθάνομαι δὲ τὸ ἐρωτῶ· αἰτιατικῇ.

### π 3176

Πύξ: πυγμήν, γρόνθον. ὁ δὲ πὺξ παίει αὐτὸν κατὰ τῶν προσώπων. οἱ δὲ Φράγκοι, ἵνα ἐσκηνημένοι ἐτύγχανον, πύξ τε καὶ ἐπὶ πολὺ βόθρους ὀρύξαντες ταύτῃ ἀσφαλέστατα ἔμενον.

### π 3177

Πυξίς: τὸ πινακίδιον.

### π 3178

Πύον: τὸ ἕλκος.

### π 3179

Πῦος: τὸ πρὸ τοῦ γάλακτος ἀμελχθέν, τὸ μεταβεβληκὸς αἷμα. αὐτὸ τὸ γάλα, τὸ γαλακτῶδες ὑγρόν. γάλα νέον μετὰ χθεσινοῦ γάλακτος ἑψηθὲν ἔνιοι. Ἀριστοφάνης· ἔστι δὲ καὶ πῦος τις ἔνδον καὶ λαγῷα τέτταρα.

### π 3180

Πῦρ· ὅτι οἱ Πέρσαι τὸ πῦρ ὡς θεὸν ἐσέβοντο. καὶ ζήτει ἐν τῷ Κάνωπος.

### π 3181

Πῦρ· ὅτι τὰ φύσει τρεφόμενα καὶ διὰ τοῦτο αὐξόμενα ὅρον ἔχει τῆς αὐξήσεως, καὶ ὥρισται αὐτῶν ἡ ἐπὶ τὸ μέτρον αὔξησις· τοῦ δὲ πυρὸς οὐχ ὥρισται οὔτε ἡ τροφὴ οὔτε ἡ αὔξησις. οὐκ ἄρα τὸ πῦρ ὁμοίως τοῖς ἐμψύχοις τρέφεται καὶ αὔξεται. εἰ δὲ μὴ ὁμοίως, οὐκ ἄρα οὐδὲ τοῖς ἐμψύχοις αἴτιον εἴη τῆς τροφῆς ἢ τῆς αὐξήσεως. ἡ δὲ τοιαύτη τοῦ πυρὸς κίνησις γένεσις ἂν μᾶλλον εἴη ἢ αὔξησις ἢ τροφή. ὑπενοήθη δὲ τοῦτο μόνον τῶν στοιχείων τρέφεσθαί τε καὶ αὔξεσθαι, διότι ἐπὶ μὲν τῶν ἄλλων ἐναργῶς ὁ πλεονασμὸς πρόθεσίς ἐστι· προστιθεμένου γὰρ ὕδατος ὕδατι καὶ γῆς γῇ, οὕτως γίνεται ὁ πλεονασμός. τὸ δὲ πῦρ πλεονάζει οὐ πυρὸς προστιθεμένου, ἀλλ’ ἀνομοιοειδοῦς ὕλης, οἷον ξύλων ἢ τῶν τοιούτων, καὶ τούτων ὑπὸ τῆς τοῦ πυρὸς δυνάμεως μεταβληθέντων εἰς τὴν αὐτὴν οὐσίαν, οὕτως ὁ πλεονασμὸς τοῦ πυρὸς γίνεται.

### π 3182

Πυρά: καύματα.

### π 3183

Πύρρα: μία πόλις τῶν ἐν Λέσβῳ.

### π 3184

Πυράγρα: ἐργαλεῖον χαλκευτικόν. ζήτει ἐν τῷ περίγρα σα‐ φέστερον.

### π 3185

Πυράγραν: καρκίνον, πάγουρον. παρὰ τὸ ἐκ τοῦ πυρὸς ἄγειν καὶ ἀγρεύειν, ὅ ἐστι λαμβάνειν.

### π 3186

Πυρράζει ὁ οὐρανός.

### π 3187

Πυρράκης: ξανθός. καὶ Πυρράκων, ὁμοίως.

### π 3188

Πυρακτῶν: ἐμπυρσεύων, σφοδρῶς καίων.

### π 3189

Πυραμειδής: πυροειδής.

### π 3190

Πυραμίς: οἰκία τις. ὅτι τὴν πυράμην ἄμην λέγομεν ἡμεῖς, οὐκ ὀρθῶς.

### π 3191

Πύραμος: ὄνομα τόπου. καὶ ὁ ποταμὸς Κιλικίας, οὗ τὸ εὖρος στάδιον.

### π 3192

Πυραμοῦς: εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυροῦ πεφρυγμένου, ὡς σησαμοῦς ὁ διὰ σησαμῆς. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς ἐν τοῖς συμποσίοις, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἔω ταῦτα ἐλάμβανεν ἔπαθλον. ἡμέτερος ὁ πυραμοῦς.

### π 3193

Πυράνδρου μηχανήματα: οὗτος ἐγένετο πονηρὸς καὶ συκο‐ φάντης.

### π 3194

Πυραύστου μόρον: πτηνόν ἐστι ζωΰφιον, ὃ προσιπτάμενον τοῖς λύχνοις καίεται. καὶ Αἰσχύλος· δέδοικα μόρον κάρτα πυραύστου. μόρον δὲ εἴρηται ἐπὶ τῶν ὀλιγοχρονίων.

### π 3195

Πυράφλεκτος: ὅτε δηλοῖ τὸ περὶ τὴν θεοτόκον θαῦμα λέγεται πυρ‐ άφλεκτος· ὡς ἐν τῷ, βάτος ἐν ὄρει πυράφλεκτος. ὅτε δὲ τὴν ἐξαφθεῖσαν Χαλδαϊκὴν κάμινον, λέγεται πυρίφλεκτος· ὡς ἐν τῷ, κάμινον παῖδες πυρίφλεκτον πάλαι δροσοβολοῦσαν ἀπέδειξαν.

### π 3196

Πυργαῖος.

### π 3197

Πυργηδόν: στοιχηδόν, κατὰ τάξιν.

### π 3198

Πυργηρούμενοι: τὰ τείχη φυλάττοντες.

### π 3199

Πυργιώτης: ἀπὸ τόπου.

### π 3200

Πυργίσκοι καὶ Θησαυροφυλάκια: σκεύη κατ’ οἶκον. καὶ Ἀποπυργίζω. Διαγόρας ἔγραψε τοὺς Ἀποπυργίζοντας λόγους, ἀναχώρησιν αὐτοῦ καὶ ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης· ἄθεος γὰρ ἦν τὸ πρότερον.

### π 3201

Πυργοβάρεις: προμαχῶνες, οἱ ὀχυρώτεροι τῶν πύργων. λύσις ὀνείρου· πύργος πεσὼν δείκνυσιν· ἄνω ζήτει.

### π 3202

Πυργοῦται: ὑψοῦται. Δαμάσκιος· τοῖς ἐπὶ μήκιστον εὖ μάλα πυργώσασι τὴν φιλοσοφίαν, τοῖς περὶ Πυθαγόραν, Πλάτωνα· τοῖς δὲ νεωστὶ Πορφυρίῳ, Ἰαμβλίχῳ, Συριανῷ.

### π 3203

Πυργοφόρος: ἡ Ῥέα. ἐν Ἐπιγράμμασι· Ῥείης πυργοφόρου δείκελον εἰσορόων. ἐν Ἐπιγράμμασι· ὁ τραγικὸν φρόνημα καὶ ὀφρυόεσ‐ σαν ἀοιδὴν πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ, Αἰσχύλος.

### π 3204

Πυργώσας: ὑψώσας, αὐξήσας, μεγαλύνας, ἐπὶ τὸ σεμνότερον ἀγαγὼν τὰ ποιήματα.

### π 3205

Πυργώτης: ὄνομα κύριον.

### π 3206

Πύργοι: τάξεις.

### π 3207

Πύργοι· ζήτει ἐν τῷ Βυζάντιον.

### π 3208

Πυραί: πυρκαϊαί.

### π 3209

Πυρραῖς γένυσι: ξανθαῖς θριξί.

### π 3210

Πυραίχμης.

### π 3211

Πῦρ ἐπὶ πυρί: παροιμία, ἧς μέμνηται καὶ Πλάτων. κακὸν ἐπὶ κακῷ.

### π 3212

Πυρεῖον: θυμιατήριον. οἱ δὲ Ἕλληνες κατέλιπον πυρεῖα καὶ δᾷδα, δόντες Σίνωνι σκοπὸν ἐσόμενον· ὁ δὲ τὰ πυρεῖα καὶ τὸν πυρσὸν ἀνίσχει τοῖς πολεμίοις. ὁ δὲ Ἡράκλειος τάς τε πόλεις καθῄρει καὶ τὰ πυρεῖα διέστρεφε τῶν Περσῶν. καὶ Σοφοκλῆς· πυρεῖ’ ὁμοῦ τάδε. κείνου τὸ θησαύρισμα σημαίνει τόδε. τὰ δακτυ‐ λικὰ διὰ τοῦ ι.

### π 3213

Πυρήνη: ὄρος παρῆκον ἑσπερίαν Ἰβηρίαν, ὅπερ ἐστιν ἀσφάλεια τοῦ τόπου. καὶ Πυρηναῖα ὄρη.

### π 3214

Πυρηφόρον καὶ Πυρφόρον.

### π 3215

Πυρρίας· Πυρρίαις, δούλοις· ὄνομα γὰρ δούλου ὁ Πυρρίας.

### π 3216

Πυρίβια: τὰ εἰς τὸ πῦρ πίπτοντα ζωΰφια. τῶν γὰρ ζῴων τὰ μὲν χωρὶς μίξεως γίνονται, ὡς τὰ πυρίβια καὶ ὁ φοίνιξ τὸ ὄρνεον καὶ αἱ εὐλαί.

### π 3217

Πυριήτης: λίθος.

### π 3218

Πυριλαμπίς: πτηνόν τι μικρόν, ὃ ἐν τῷ σκότει λάμπει, καλεῖται δὲ ὑπ’ ἐνίων λαμπυρίς.

### π 3219

Πυριλάμπης: ὄνομα κύριον.

### π 3220

Πύρινος πόλεμος: ὁ Ῥωμαίων πρὸς Κελτίβηρας συσταθείς· θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε συνέχειαν τῶν ἀγώνων· τοὺς γὰρ κατὰ τὴν Ἑλλάδα πολέμους καὶ τοὺς κατὰ τὴν Ἀσίαν, ὡς ἐπίπαν μία μάχη κρίνει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμπτωσιν τῆς δυνάμεως· κατὰ δὲ τοῦτον τὸν πόλεμον τἀναντία συνέβαινε τοῖς προειρημένοις. τοὺς μὲν γὰρ κινδύνους ὡς ἐπίπαν ἡ νὺξ διέλυε, τῶν ἀνδρῶν οὔτ’ εἴκειν τῆς ψυχῆς οὔτε παρακαθιέναι τοῖς σώμασι βουλομένων διὰ τὸν κόπον, ἀλλ’ ἐξ ὑποστροφῆς καὶ μεταμελείας αὖθις ἄλλας ἀρχὰς ποι‐ ουμένων· τόν γε μὴν ὅλον πόλεμον καὶ τὴν συνέχειαν τῶν ἐκ διατάξεως διακρίσεων ὁ χειμὼν ἐπὶ ποσὸν διεῖργε. καθόλου γὰρ εἴ τις διανοηθείη πύρινον πόλεμον, οὐκ ἂν ἕτερον ἢ τοῦτον νοήσειεν.

### π 3221

Πυρίνῳ σίτῳ· γέρανοι γεωργοῦ κατενέμοντο χώρην ἐσπαρμέ‐ νην νεωστὶ πυρίνῳ σίτῳ. Πυρὸς γὰρ ὁ σῖτος. Ὅμηρος· πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲς κρῖ λευκόν. ἔζων ἐν πᾶσι λαγῴοις καὶ πύῳ καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου.

### π 3222

Πυρίτης ἄρτος: ὁ τοῦ σίτου. καὶ θηλυκῶς Πυρῖτις λίθος. ὅτι τὸ ἐκ πυρίτου λίθου φῶς ἄφαντον λέγεται καὶ ζήτει ἐν τῷ ἄφαντον φῶς.

### π 3223

Πυρίφλεκτος· ὡς ἐν τῷ, κάμινον παῖδες πυρίφλεκτον πάλαι. πυρ‐ άφλεκτος δέ, ὡς ἐν τῷ, βάτος ἐν ὄρει πυράφλεκτος. ἐφλέγετο γάρ, οὐ κατε‐ φλέγετο δέ.

### π 3224

Πυρρίχαις: ταῖς ἐνοπλίοις ὀρχήσεσι.

### π 3225

Πυρρίχη: εἶδος ὀρχήσεως. τρία δέ εἰσιν εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις καὶ κορδακισμός. Βάβριος· ἐμοὶ γένοιτο κἂν ὁδῷ βαίνειν μὴ καταγέλαστον μήτι πυρρίχην παίζειν. ἡ κάμηλος. πυρ‐ ρίχην ἔμαθε τὴν Κινησίου. οὗτος ὁ Κινησίας διθυραμβοποιὸς ἦν, ἐποίησε δὲ πύρριχον. ἢ ὅτι ἐν τοῖς χοροῖς πολλῇ κινήσει ἐχρῆτο. καὶ ἐπραγματεύσατο κατὰ τῶν κωμικῶν, ὡς εἶεν ἀχορήγητοι. ἦν δὲ καὶ περὶ τὸ σῶμα ὀκνηρὸς ἅμα καὶ κατεσκελετευκώς. δοκεῖ δὲ καὶ κατησχημονηκέναι τοῦ τῆς Ἑκάτης ἀγάλματος, ἤγουν κατατῖλαι. ἦν δὲ Θηβαῖος. Ἀγαθίας· ὁ δὲ Ναρσῆς συνεκρότει τὰς δυνάμεις καὶ ἐπερρώννυε τὸν θυμὸν ταῖς καθημέραν μελέταις, τροχάζειν ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι ἔς τε πυρρίχην τινὰ ἐνόπλιον περιδινεῖσθαι καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυά‐ λιον ἠχούσῃ. καὶ Πυρριχίζειν, μετὰ ὅπλων ὀρχεῖσθαι. καὶ Πυρρίχιος ὄρχησις.

### π 3226

Πυρκαϊά: ἡ φλόξ.

### π 3227

Πύρνος: τὸ ἀπόκλασμα τοῦ ἄρτου.

### π 3228

Πυρόεσσαν: ἐπίπνουν, πῦρ πνέουσαν.

### π 3229

Πυρόεις: ὁ πυρρός.

### π 3230

Πυροπίπας: ὁ Κλέων· διεβάλλετο γὰρ ὡς παιδεραστής. ἢ διὰ τὴν ἐν τῷ πρυτανείῳ σίτησιν. Πυρὸς γὰρ ὁ σῖτος.

### π 3231

Πυρορραγής: σαθρός, ἄχρηστος. ἀπὸ τοῦ ἐν ταῖς καμίνοις διαρρησσομένου κεράμου. Πυρορραγῆ κεράμια καλεῖται, ὅσα ἐν τῷ πυρὶ ῥήγνυνται ἐν τῷ ὀπτᾶσθαι. Κρατῖνος ἐν Ὥραις· ἴσως πυρορ‐ ραγὲς καὶ κακῶς ὠπτημένον. ὁ δὲ κέραμος πυρορραγὴς γενόμενος σαθρὸν ἠχεῖ.

### π 3232

Πύρρος· οὗτος διέβη τὸ δεύτερον ἐς Ἰταλίαν, οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν, διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν, ἀλλὰ δεσποτικὴν ταῖς πόλεσιν. ἐσαχθεὶς γὰρ ἐς Συρακούσας ὑπό τε Σωσιστράτου κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρ’ ἐκείνων χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι σʹ καὶ πᾶσαν ὑφ’ ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, ἐς αὐθάδειαν τυραννικὴν ἐτρέπετο. ἀμηχανοῦντα δὲ αὐτὸν καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες αὐτὸν οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρ‐ χος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς· ἦν γὰρ ἱερὸν πολύχρυσον, ἐκ παντὸς τοῦ χρόνου πεφυλαγ‐ μένον ἄθικτον ἔχον· ἐν ᾧ χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος. ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων καὶ τὴν ἀνάγκην κρείττονα παντὸς ἡγησάμενος τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο καὶ τὸν χρυσὸν ναυσὶν ἐνθέμενος ἀπέστειλεν ἐς Τάραντα. ἡ δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο· ἐναυάγησαν γὰρ αἱ νῆες, καὶ ὁ χρυσὸς ἀπεδόθη εἰς τὸ ἱερόν.

### π 3233

Πύρρος: ὄνομα κύριον.

### π 3234

Πυρός: ὁ σῖτος. Ὅμηρος· πυροί τε ζειαί τε. οἱ δὲ ἑφθοὶ πυροὶ πρὸς συνουσίαν εἰσὶν ἐγερτικοί.

### π 3235

Πυρρός: ὁ ξανθός. καὶ παροιμία· ἅπαξ πυρρὸς καὶ μὴ δέκατον χλωρός. ἐπὶ τῶν δανειζόντων.

### π 3236

Πυρὸς μένος: πῦρ περιφραστικῶς.

### π 3237

Πυροφόρον: σιτοφόρον.

### π 3238

Πύρρων, Πλειστάρχου, Ἠλεῖος, φιλόσοφος· ὃς ἦν ἐπὶ Φιλίπ‐ που τοῦ Μακεδόνος, κατὰ τὴν ριαʹ Ὀλυμπιάδα καὶ ἐπέκεινα. καὶ πρότερον μὲν ἦν ζωγράφος, ὕστερον δὲ ὥρμησεν ἐπὶ φιλοσοφίαν καὶ διήκουσε Βρύσωνος, τοῦ Κλεινομάχου μαθητοῦ, εἶτα Ἀλεξάνδρου, τοῦ Μητροδώρου μαθητοῦ, τοῦ Χίου, οὗ διδάσκαλος ἦν Μητρόδωρος ὁ Ἀβδηρίτης. ἐδόξασε δὲ μηδὲν φύσει αἰσχρὸν ἢ καλόν, ἀλλὰ ἔθει καὶ νόμῳ.

### π 3239

Πύρρων, Φλιάσιος, Τιμάρχου παῖς, μαθητὴς Τίμωνος φιλο‐ σόφου.

### π 3240

Πυρῶν: φλέγων, ἢ καίων.

### π 3241

Πυρρώνειοι: οἱ τὰ τοῦ Πύρρωνος φρονοῦντες αἱρετικοὶ οὕτως ἐκαλοῦντο ἀπὸ τοῦ διδασκάλου, ἀπορητικοί τε καὶ σκεπτικοί, ἐφεκτικοί τε καὶ ζητητικοί. ζητητικοὶ μὲν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν ἀλήθειαν, σκεπτικοὶ δὲ ἀπὸ τοῦ σκέπτεσθαι ἀεὶ καὶ μηδέποτε εὑρίσκειν, ἐφεκτικοὶ δὲ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν πάθους, λέγω δὴ τὴν ἐποχήν· ἀπορητικοὶ δὲ ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς. Θεοδόσιος δὲ ἐν τοῖς Σκεπτικοῖς οὔ φησι Πυρρώνειον καλεῖσθαι τὸν σκεπτικόν· εἰ γὰρ τὸ καθ’ ἕτερον κίνημα τῆς διανοίας ἄληπτόν ἐστιν, οὐκ εἰσόμεθα τὴν Πύρρωνος διάθεσιν· μὴ εἰδότες δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθ’ ἄν. πρὸς τῷ μηδὲ πρῶτον εὑρηκέναι τὴν σκεπτικὴν Πύρρωνα μηδὲ ἔχειν τι δόγμα. λέγοιτο δ’ ἂν Πυρρώνειος ὁμότροπος ταύτης τῆς αἱρέσεως. κατῆρξεν οὖν πρῶτος τῆς σκεπτικῆς Ὅμηρος· οὐ γὰρ ὁριστικῶς δογματίζει περὶ τὴν ἀπόφασιν. καὶ οἱ ζʹ δὲ σοφοὶ σκεπτικοί εἰσιν· οἷον τὸ μηδὲν ἄγαν, καὶ τὰ λοιπά. ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Εὐριπίδης. ἐν οἷς Ἀρχίλοχός φησι· τοῖος ἀνθρώ‐ ποις νοῦς γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἡμέρην ἄγει. καὶ Εὐριπίδης· τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτή‐ μεθα· δρῶμέν τε τοιαῦθ’ ἃ δὴ τυγχάνεις θέλων.

### π 3242

Πυρρώνιος: ὄνομα κύριον.

### π 3243

Πύρρωνος: ὄνομα κύριον.

### π 3244

Πύρωσον τοὺς νεφρούς μου: ἀντὶ τοῦ ...

### π 3245

Πῦρ παλάμη: ὁ ταχέως τι ἐπινοῶν, καὶ παλαμώμενος ἴσα πυρί.

### π 3246

Πυρπολεῖται: καίεται, ἐμπυρίζεται.

### π 3247

Πυρσεύει: πῦρ ἐξάπτει. καὶ Πυρσεύω σοι τὴν σωτη‐ ρίαν, ἀντὶ τοῦ ἐμφαίνω καὶ ἀνάπτω καὶ ἄνωθεν δεικνύω τὸ κάλλι‐ στον, οἷά τις πυρσὸς καὶ φρυκτωρία ἄνωθεν ἐπιδεικνύουσα τὸ σῷζον τοῖς εἰς λιμένα καὶ ὅρμον ἐπειγομένοις. καὶ φρυκτωρία μέν ἐστιν αὐτὴ ἡ τοῦ δεικνύειν ἐνέργεια, πυρσὸς δὲ καὶ φρυκτὸς καὶ φρυκτω‐ ρήμενον αὐτὸ τὸ δεικνυόμενον, ὁ δὲ δεικνὺς καὶ ἐνεργῶν φρυκτωρός. τὸ δὲ ῥῆμα φρυκτωρεῖ, ἐξ οὗ ἡ μετοχὴ φρυκτωρῶν.

### π 3248

Πυρσεύσασαν: φλέξασαν.

### π 3249

Πυρσοί: λαμπάδες, πυρκαϊαί, λαμπτῆρες, φρυκτωρίαι.

### π 3250

Πυρσουρίδας· ὅτι Περσεὺς ὁ Μακεδὼν κατὰ πᾶσαν Μακε‐ δονίαν κατασκευασάμενος πυρσουρίδας διὰ τούτων ὀξέως ἐμάνθανε τὰ πανταχῆ γινόμενα. οὕτως οἱ νῦν φανοὶ οἱ τὴν τῶν βαρβάρων ἔφοδον προσημαίνοντες.

### π 3251

Πυρφόρος: πῦρ φέρων. πυρφόρους δὲ ἔλεγον τοὺς ἱερέας τοὺς ἐπιβώμιον πῦρ ἀνάπτοντας. ἐν τοῖς οὖν πολέμοις εἰώθασι τῶν ἱερέων οἱ νενικηκότες φείδεσθαι. ἐπὶ δὲ τῶν παντελῶς ἡττηθέντων καὶ συμπατηθέντων ἐν τῷ πολέμῳ, εἰώθασιν ὑπερβολῇ χρώμενοι οὕτως λέγειν, ὅτι οὕτως ἀπώλοντο, ὥστε οὐδὲ πυρφόρος (ταὐτὸν δὲ εἰπεῖν ἱερεύς) ὑπελείφθη τῷ στρατῷ.

### π 3252

Πυρφόρος: ᾧ ἐχρήσατο Πασιστράτης ὁ τῶν Ῥοδίων ναύαρχος. ἦν δὲ κημός· ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς πρώρας ἀγκύλαι δύο παρέκειντο παρὰ τὴν ἐντὸς ἐπιφάνειαν τῶν τοίχων, εἰς ἃς ἐνηρμό‐ ζοντο κοντοὶ προτείνοντες τοῖς κύμασιν εἰς θάλατταν· ἐπὶ δὲ τὸ τούτων ἄκρον ὁ κημὸς ἁλύσει σιδηρᾷ προσήρτητο πλήρης πυρὸς, ὥστε κατὰ τὰς ἐμβολὰς καὶ παραβολὰς εἰς μὲν τὴν πολεμίαν ναῦν ἐκταράτ‐ τεσθαι πῦρ, ἀπὸ δὲ τῆς οἰκείας πολὺν ἀφεστάναι τόπον, διὰ τὴν ἔγκλισιν.

### π 3253

Πύσει: σήψει. Ὅμηρος· σέο δ’ ὀστέα πύσει ἄρουρα, κειμένου ἐν Τροίῃ. σημειωτέον, ὅτι τῶν ἐπὶ ξένης τελευτώντων οὐκ ἀπεκομί‐ ζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας.

### π 3254

Πύσμα: ἐρώτημα. ὅτι διαφέρει πύσμα καὶ ἐρώτημα καὶ ἀξίωμα. καὶ ζήτει ἐν τῷ ἀξίωμα.

### π 3255

Πύσματα· ὅτι τὰς ἐρωτήσεις, τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, πύσματα ἔθος λέγειν τοῖς νεωτέροις. οἷον, τί ἐστιν ἄνθρωπος. διαλεκτικὴ δὲ πρότασίς ἐστι, πρὸς ἣν ὁ ἐρωτώμενος δύναται ἀποκρίνασθαι ναὶ ἢ οὔ.

### π 3256

Πύστεις: ἐρωτήσεις. πάσης ἐρωτήσεως καὶ πύστεως ὁ χρησμὸς ἀνέστελλεν αὐτούς. Πύστις καὶ ἡ φήμη. πύστιν κατ’ ἐσθλὴν ὕδατος παιωνίου ἦλθε πόθ’ ἑρπύζουσα σὺν δρυὸς ξύλῳ. μαθὼν τὸν ἀδελφὸν αὐτοῦ κατὰ τὴν τῆς ἐπιστρατείας αὐτοῦ πύστιν προσιόντα. κατὰ φήμην ἢ ἐρώτησιν.

### π 3257

Πυτακίδῃ.

### π 3258

Πυτίζω: πταίω.

### π 3259

Πυτιναῖα· ὡς Διϊτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ ᾑρέθη φύλαρχος. καὶ αὖθις· Διϊτρέφης ἀνεπτέρωκεν, ἐπὶ τῶν ἀναπειθόντων ἐπί τι πρᾶγμα. δεινῶς τέ μου τὸ μειράκιον ὁ Διϊτρέφης λέγων ἀνεπτέρωκεν, ὥσθ’ ἱππηλατεῖν. ὁ Διϊτρέφης οὗτος πλούσιος ἦν καὶ δυνάμενος ἱπποτροφεῖν, πρότερον πυτινοπλοκῶν γέγονε φύλαρχος. ὃς εὐτυχήσας συνεβούλευε καὶ ἄλλοις ἱππαρχεῖν.

### π 3260

Πυτίνη: πλέγμα ἀπὸ θαλλῶν, ἅπερ Διϊτρέφης ὁ νεόπλουτος ἔπλεκε. καὶ ἀλλαχοῦ φησι. Διϊτρέφης πυτιναῖα ἔχων πτερά. Πυ‐ τίνη οὖν, ὅπερ λέγεται παρ’ ἡμῖν φλασκίον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-ap`.
