eul_wid: ise-aa

Ἀποσπάσματα
Thessalian Antiquities and Myths

Cineas of Thessaly Thessalian Antiquities and Myths PDF

t1-4 ΘΕΣΣΑΛΙΚΑ. Stephan.
1 Byz.: Ἐφύρα, πόλις Ἠπείρου ... Ἔστι καὶ ἄλλη Ἐφύρη Κρανὼν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. Schol.
2 [5] Pind. Pyth. X, 85: [ ἔλπομαι δ ’ Ἐφυραίω ν] Δῆλον ... ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ, οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας. Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. Οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. Μαρτυρεῖ δὲ τούτῳ Κινέας. Φησὶ γὰρ ἄρχεσθαι αὐτὴν ὑπὸ τῷ Κρανῶνι, καὶ [αὐτὸν] ἐλθεῖν εἰς τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ· εἶτα ἐκεῖ καταστρέψαντος τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἐφύραν καλουμένην πόλιν εἰς τιμὴν τοῦ τεθνηκότος Κρανῶνα μετωνόμασαν. Strabo VII: Σουίδας δὲ τοῖς Θετταλοῖς μυθώδεις λόγους προσχαριζόμενος, ἐκεῖθέν τε φησιν εἶναι τὸ ἱερὸν μετενηνεγμένον ἐκ τῆς περὶ Σκοτοῦσσαν Πελασγίας· ἔστι δ’ ἡ Σκοτοῦσσα τῆς Πελασγιώτιδος Θετταλίας· συνακολουθῆσαι δὲ γυναῖκας τὰς πλείστας, ὧν ἀπογόνους εἶναι τὰς νῦν προφήτιδας· ἀπὸ δὲ τούτου καὶ Πελασγικὸν Δία κεκλῆσθαι.
3 Κινέας δ’ ἔτι μυθωδέστερον Stephan.
4 [10] Byz.: Δωδώνη: Τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ [Βωδω]ναῖον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο. Καὶ Σουίδας δέ φησι Φηγοναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. Ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται. Κινέας δέ φησι, πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ Φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ... ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης.