ἔδοξε δὲ τοῖς Δαναοῖς πρῶτον ἀγωνίσασθαι ἐπὶ τὰς πλησίον τοῦ Ἰλίου καὶ τῆς Τροίας πόλεις, ὡς συμμαχούσας τῶι Πριάμωι. διὸ καὶ ἀφωρίσθησαν παρὰ τοῖς βασιλεῦσιν Αἴας ὁ Τελαμώνιος καὶ Ἀχιλλεύς· καὶ πολλὰς πόλεις τῆς Φρυγίας σκυλεύσαντες πλεῖστον λαφύρων πλῆθος ἤγαγον ἐν τῶι στρατῶι. πολλῶν δὲ συμβιλῶν πολέμων γενομένων μεταξὺ Ἑλλήνων καὶ βαρβάρων, ἐκπορθεῖται ὁ Ἴλιος πόλις· καθὼς ἐν τῆι τοῦ Δίκτυος ἐκφέρεται πρώτηι ῥαψωιδίαι.
Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς πρὸς θεραπείαν τῶν τῆς πόλεως καὶ τῆς συγκλήτου ὅτι ἐφίλουν τὸν Ὀρέστην καὶ αὐτὸν ἠβούλοντο βασιλεῦσαι, οἱ ἱερεῖς ἁγνεύσαντες τὸν Ὀρέστην καὶ ἀποκαθαρίσαντες ἐξιλεώσαντο αὐτὸν τοῦ μητρώιου φόνου τοῦ μαίνεσθαι· καὶ ἀπαγαγόντες ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τὸν Ὀρέστην, ἐφʼ ὧι ὁ Ἄρειος πάγος ὑπῆρχε, τῆς δίκης ἀκούσαντος Μενεσθέως μεταξὺ Οἴακος τοῦ μετὰ τοῦ Τυνδαρίου ἐλθόντος καὶ Ἠριγόνης τῆς Κλυταιμνήστρας καὶ τοῦ Ὀρέστου. ὅστις Μενεσθεὺς ἐξεῖπε ψῆφον δικαίως τὸν Ὀρέστην ἐκδικῆσαι τὸν φόνον τοῦ ἰδίου πατρός, μάλιστα καὶ διὰ τὰς ἄλλας γυναῖκας ὅπως μή τις ἑτέρα γυνὴ τοιοῦτόν τι δεινὸν ἐργάσηται. ταῦτα Δίκτυς ἐν τῆι ἕκτηι αὐτοῦ ῥαψωιδίαι ἐξέθετο.
Ἰωάννης ὁ Ἀντιοχεύς ὅτι Πρίαμος ὁ Φρυγῶν βασιλεὺς συνελθὼν Ἑκάβηι ἔσχεν ἐξ αὐτῆς Πάριν τὸν καὶ Ἀλέξανδρον. ἥτις ἔγκυος οὖσα ἔδοξε λαμπάδα πυρὸς τίκτειν. καὶ ἐπερωτήσας εἰς τὸ μαντεῖον ὁ Πρίαμος ἔλαβε χρησμόν, ὅτι τριακονταέτης γενόμενος ἀπολέσει τὴν Τροίαν. καὶ τοῦτον ἀπέπεμψεν εἰς τὸ Πάριον λεγόμενον. παρελθόντος δὲ τοῦ τριακοστοῦ ἐνιαυτοῦ μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἐν τῆι Τροίαι ἑορτὴν ἐπετέλεσε. ὁ δὲ Μενέλαος ὑποστραφεὶς σὺν Ἀγαμέμνονι τῶι βασιλεῖ περιήιει τοὺς τοπάρχας τῆς χώρας παρακαλῶν μὴ παριδεῖν τὴν ὕβριν τῆς Ἑλλάδος, ἀλλὰ συμμαχεῖν αὐτῶι καὶ συναγωνίσασθαι κατὰ τῶν ταῦτα τολμησάντων βαρβάρων. καὶ συνήγαγον βασιλεῖς καὶ τοπάρχας, καθώς φησιν Ὅμηρος καὶ Δίκτυς.
Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς Πολυξένη μακρή, καθαρία, λευκὴ πάνυ, μεγαλόφθαλμος ....... ὡραία πολύ· οὖσα ἐνιαυτῶν ιη ἐσφάγη, καθὼς ὁ σοφώτατος Δίκτυς .... ὅστις ἐξέθετο καὶ τοὺς προτραπέντας ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου βασιλέων καὶ τοὺς ὁπλισαμένους καὶ κατελθόντας μετὰ τοῦ στόλου ἐπὶ τὸ Ἴλιον, ἕκαστον ἔχοντα ἴδιον στρατὸν καὶ ναῦς. ὅστις πρὸ πάντων ἐξώρμησεν Ἀγαμέμνων, υἱὸς Ἀτρέως, Μυκηναίων βασιλεύς, σὺν νηυσὶν ρ, καὶ εἰς λόγον ἀποτροφῆς τῶν στρατοπέδων νῆας λ· Πηνέλεως καὶ Λήιτος καὶ Ἀρκεσίλαος καὶ Προθοήνωρ καὶ Κλονίος σὺν νηυσὶν ν· Ἐλεφήνωρ ἐξ Εὐβοίας σὺν νηυσὶν ξ· Μενέλαος δὲ υἱὸς Πλεισθένους, ὁ τῆς Σπάρτου βασιλεύς, σὺν νηυσὶν ξ· Διομήδης ἐξ Ἄργους νηυσὶν π· Ἀσκάλαφος καὶ Ἰάλμενος σὺν νηυσὶν λ· Σχεδίος καὶ Ἐπίστροφος σὺν νηυσὶν μ· Μέγης ἐκ Δολίχης τῆς Ἑλλάδος σὺν νηυσὶ μ· Αἴας Τελαμώνιος ἐκ τῆς Σαλαμῖνος σὺν νηυσὶ ιβ· Ἀντίμαχος καὶ Θάλπιος καὶ Δόρης σὺν νηυσὶ μ· Νέστωρ σὺν νηυσὶν Ϟ· Θόας σὺν νηυσὶ μ· Ἀγήνωρ καὶ Τευθίδης σὺν νηυσὶν ξ· Πρόθοος καὶ Μαγνίτωρ σὺν νηυσὶ μ· Εὔμενος σὺν νηυσὶν ια· Νηρεὺς ἐκ Μυκήνης σὺν νηυσὶ γ· Χαλίας ἐκ Τρίκκης σὺν νηυσὶ λ· Εὐρύπυλος ἐξ Ἀστερίου σὺν νηυσὶ μ· Λεοντεὺς καὶ Πολυπήτης σὺν νηυσὶ μ· Ἀμφιγενείας ἐξ Ἰλίου σὺν νηυσὶ μγ· Μενεσθεὺς ἐξ Ἀθηνῶν σὺν νηυσὶ ν· Ἰδομενεὺς καὶ Μηριόνης ἐκ Κρήτης σὺν νηυσὶν π· Ὀδυσσεὺς ἐκ Κεφαληνίας Ἰθάκης σὺν νηυσὶν ιβ· Τληπόλεμος σὺν νηυσὶν θ· Αἴας ὁ Λοκρὸς σὺν νηυσὶν θ· Ἀχιλλεὺς ἐκ τοῦ Ἄργους τῆς Ἑλλάδος σὺν Πατρόκλωι σὺν νηυσὶ ν· Πρωτεσίλαος καὶ Ποδάρκης σὺν νηυσὶ μ· Παλαμήδης σὺν νηυσὶ ιβ· Φιλοκτήτης ἐκ Μεθώνης σὺν νηυσὶν φ· Νερεὺς ἐκ Περαιβῶν σὺν νηυσὶν κβ· Σώρθης, Φίλιππος, Ἄντιφος σὺν νηυσὶν κ. αἱ πᾶσαι νῆες τῶν Ἑλλήνων ασν. οἳ ἀπέπλευσαν κατὰ τὰ ἴδια μανδᾶτα πρῶτον εἰς τὴν Αὐλίδα χώραν, κἀκεῖθεν ἐπιστάντες τῆι χώραι τῶν Φρυγῶν ἐξεπόρθησαν τὰ αὐτῶν βασίλεια, ὡς προγέγραπται, παραλαβόντες Πρίαμον βασιλέα καὶ φονεύσαντες αὐτὸν καὶ Ἑκάβην βασιλίδα .... ὑπέστρεψαν εἰς τὰς ἰδίας χώρας. κατέσχεν οὖν ἡ βασιλεία Ἐφέσου τῆς Ἀσίας πάσης καὶ Τροίης τῆς Φρυγίας τὰ πάντα ἔτη ωιθ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἐσθλὸν δʼ οὔτε τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλήνων ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας ἀθροισθέντων καὶ ἀπλοίαι κατασχεθέντων, Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλλως ἐκπλεῦσαι αὐτούς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα αὑτοῦ σφαγιάσηι Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν τρεφομένην ἐν τῶι ἄλσει αὐτῆς, καὶ πρὸς τούτωι καυχησάμενον εἰπεῖν ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῶι βωμῶι, κατοικτειρήσασαν τὴν θεὰν καὶ ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφθῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς μὲν τῶν νεωτέρων καὶ παρὰ Δίκτυι τῶι γράψαντι τὰ Τρωικά.
Ἰωάννης ὁ Σικελιώτης, Ἰωάννης ὁ Ἀντιοχεύς καὶ ταύτας μὲν ὁ Ἀχιλλεὺς ἐπόρθησεν τὰς πόλεις· ὁ δὲ Αἴας ... Χερρόνησον ἐπολιόρκει καὶ τὸν αὐτῶν βασιλέα Πολυμνήστορα. ὁ δὲ Πολυμνήστωρ φοβηθεὶς τὴν τοῦ ἀνδρὸς δύναμιν συνθήκας ἐποιήσατο πρὸς αὐτόν, ὥστε παρασχεῖν αὐτῶι χρυσίον καὶ σῖτον ἑνὸς ἐνιαυτοῦ καὶ Πολύδωρον τὸν υἱὸν Πριάμου· αὐτῶι γὰρ ὁ βασιλεὺς Πρίαμος παρέθηκεν μικρὸν ὄντα μετὰ τῶν χρημάτων, ἵνα αὐτὸς περισωθῆι τῆς πόλεως αὐτοῦ μελλούσης καταστρέψεσθαι. ἐκεῖθεν τοίνυν ὁ Τελαμώνιος Αἴας τὴν Τεύθραντος παραλαμβάνει πόλιν καὶ τὴν Τέκμησσαν τὴν τούτου θυγατέρα καὶ ποιεῖται γυναῖκα. φέρονται δὲ γράμματα παρὰ Πριάμου γενόμενα πρὸς Ταυτάνην τὸν βασιλέα Ἀσσυρίων καὶ πρὸς Δαυὶδ τὸν βασιλέα Ἱερουσαλήμ, ἐν οἷς περὶ βοηθείας ἐδεήθη. καὶ ὁ μὲν Δαυὶδ οὐ προσίετο ὁ δὲ Ταυτάνης τὸν Τιθωνὸν ἔπεμψε καὶ τὸν Μέμνονα μετὰ πλήθους Ἰνδῶν. ὁ δὲ Ἀχιλλεὺς κρατήσας τινὰς τῶν κατασκόπων καὶ γνοὺς ἐξ αὐτῶν, ὡς ὑπαντήσει διὰ νυκτὸς Ἕκτωρ τῆι βασιλίδι Πενθεσιλείαι εἰς βοήθειαν αὐτῆς ἐρχόμενος, λαθὼν αὐτὸς καὶ ὑποκρύψας τοὺς ἰδίους μέλλοντι περᾶσθαι Ἕκτορι ποταμὸν ἐπιβαίνει, καὶ ἀπογνοὺς κτείνας τοῦτον καὶ τοὺς σὺν αὐτῶι ἕνα μόνον κατέλιπεν, ὃν ἀκρωτηριάσας ἔπεμψε τῶι Πριάμωι. τὸ δὲ τούτου λείψανον ἑλκύσας διὰ τῶν ἵππων ἤγαγε ἐπὶ τὰς σκηνὰς καὶ μυρίας πληγὰς αὐτῶι προσενεγκὼν ἀνήρτησεν ἐπὶ τοῦ δίφρου. ἀκούσας δὲ Πρίαμος ὁ βασιλεὺς τοσοῦτον ὠλόλυξε μετὰ τῆς πόλεως, ὡς καὶ τὰ πετεινὰ ταραχθῆναι, καὶ τοὺς Ἕλληνας ἀκοῦσαι τῆς ἀπὸ τοῦ θρήνου κραυγῆς. ὁ δὲ Ἀχιλλεὺς τοῦτον ἐάσας κεῖσθαι τὸν ἐπιτάφιον ἐπετέλεσε Πατρόκλωι, καὶ πολλοὺς παρασκευάσας ἀγῶνας πυρὶ παρέδωκε τὸ τοῦ Πατρόκλου σῶμα. ὁ δὲ Πρίαμος τῆι ἑξῆς ἡμέραι πένθιμον φορῶν σχήμα καὶ ἐπιβὰς ἁμάξης ἅρματος τετρατρόχου χρυσὸν καὶ ἄργυρον πολὺν καὶ κόσμον καὶ ἐσθῆτα λαμπράν, ἐπαγόμενος δὲ καὶ Πολυξένην τὴν ἰδίαν θυγατέρα παραγίνεται νυκτὸς εἰς τὴν τοῦ Ἀχιλλέως καλύβην, πάντων ἐκθαμβουμένων ἐπὶ τῆι τούτου τόλμηι, καὶ ῥίψας ἑαυτὸν τοῖς ποσὶ τοῦ Ἀχιλλέως ἱκέτευσεν λαβεῖν τὸ τοῦ Ἕκτορος σῶμα. Πολυξένη δὲ περιπλακεῖσα τοῖς ποσὶ τοῦ Ἀχιλλέως ἐδέετο δουλεύειν αὐτῶι καὶ παραμένειν τῶι τοῦ Ἕκτορος σώματι. οἱ δὲ περὶ τὸν Ἰδομενέα καὶ Νέστορα παρεκάλουν τὸν Ἀχιλλέα δέξασθαι τὰ δῶρα καὶ τὸν Πρίαμον μετὰ τῶν ἱκετῶν· οἷς τοίνυν πεισθεὶς ὁ Ἀχιλλεὺς ἔφη πρὸς τὸν Πρίαμον ταῦτα· «ἔδει σε κρατεῖν ἐξ ἀρχῆς τῶν σῶν παίδων καὶ μὴ συνεξαμαρτάνειν αὐτοῖς, ἀλλʼ εἶχε μᾶλλον ἔρως σε καὶ τῶν ἀλλοτρίων πραγμάτων. δότε οὖν δίκας ἀνθʼ ὧν ἠσεβήσατε· σωφρονιζέσθωσαν διʼ ὑμῶν Ἕλληνές τε καὶ βάρβαροι.» οὕτως εἰπὼν τὸν Πρίαμον ἅμα τῆι Πολυξένηι ἀνίστησι τοῦ ἐδάφους καὶ προσετράπη γεύσασθαι σὺν αὐτῶι, καὶ τὸν νεκρὸν αὐτοῖς ἐπαγγέλλεται δοθῆναι. ὁ δὲ Πρίαμος τῶι φόβωι κεκρατημένος μετέλαβε βρωμάτων, καὶ πολλῶν ἐν μέσωι λαληθέντων ἔπεισε τὸν Ἀχιλλέα δέξασθαι τὰ λύτρα καὶ δοθῆναι τὸ λείψανον, παρεκάλει δὲ καὶ τὴν Πολυξένην καταλιπεῖν αὐτῶι δουλεύειν. ὁ δὲ Ἀχιλλεὺς ἀνεβάλλετο αἰσχυνόμενος τοὺς Ἕλληνας κρατῆσαι τότε τὴν Πολυξένην, εἰπὼν μετʼ ὀλίγον αὐτὴν ὄψεσθαι. οὕτω δὲ Πρίαμος λαβὼν τὸ τοῦ Ἕκτορος σῶμα ἐπανῆλθεν εἰς τὴν Ἴλιον· καὶ κηδεύσας τὸν νεκρὸν καὶ τὰς νενομισμένας τοῦ πένθους τελέσας ἡμέρας ἔμαθε τὴν Πενθεσίλειαν καταλαβεῖν τὴν Τροίαν μετὰ πλήθους Ἀμαζόνων, οὔπω τὸν τοῦ Ἕκτορος ἐγνωκυῖαν θάνατον. ὁ δὲ Πάρις ὑπήντησεν ταύτηι μετὰ δώρων πολλῶν, καὶ πείθει ταύτην εἰσελθεῖν ἐν τῆι Τροίαι, ἐλπίδι τοῦ διὰ αὐτῆς περισωθῆναι τὴν πόλιν. ταῦτα πάντα ὁ Δίκτυος ἱστορεῖ. ἐν δὲ τῶι μέλλειν τὴν Πενθεσίλειαν καταλαμβάνειν τὴν πόλιν οἱ Ἀχαιοὶ τὸν Πολύδωρον πρὸ τοῦ τείχους τῆς πόλεως ἀναγαγόντες διεκηρυκεύοντο πρὸς τοὺς βαρβάρους ἀποδοῦναι τὴν Ἑλένην καὶ λαβεῖν τὸν Πολύδωρον. ὡς οὖν οὐκ ἠβουλήθησαν, ὁρώντων αὐτῶν κατετόξευσαν τὸν νέον.
… υσε οὐ τούτοις ἀλκή. ἡμερῶν δὲ διαδραμουσῶν οὐ πάνυ πολλῶν οἱ Ἕλληνες καθωπλισμένοι … εἰς τὸ πεδίον ἔρχονται προκαλούμενοι αὐτοὺς εἰς πόλεμον … ἡγεῖτο δʼ αὖ τῶν βαρβάρων Ἀλέξανδρος Μέμνονος μηκέτι ὄντος. ἑπομένων δὲ τῶν στρατῶν καὶ μήπω ἐπελθόντων ἑαυτοῖς τῶν βαρβάρων φυγόντων βάλλονται πολλοὶ πάνυ αὐτῶν εἰς ποταμὸν Σκάμανδρον, ζῶντες δὲ λαμβάνονται τῶν παίδων Πριάμου Λυκάων τε καὶ Τρωίλος, οὓς ἐν μέσωι τῶν Ἀχαιῶν εὐθὺς προηγούμενος Ἀχιλλεὺς σφάζειν κελεύει … ἀγανακτήσας μήπω αὑτῶι τοῦ πατρὸς πέμψαντος ὑπὲρ ὧν συνωμολόγησεν. πένθος δὲ οὐ μικρὸν τοῖς ἐν Ἰλίωι ἐγένετο Τρωίλου ἀπολομένου· ἦν γὰρ ἔτι νέος καὶ γενναῖος … του ἁπάντων τῶν … ικων ε … αν … αλ … σ … εσεν οὔτε ετως … τ … ε τοὺς νεκροὺς ε … διαγενομένων δὲ ὀλίγων ἡμερῶν ἐνίσταται ἑορτὴ Ἀπόλλωνος Θυμβραίου, καὶ ἀνοχὴ γίνεται τοῦ πολέμου, ἐν δὲ τῶι θ … υ … ι … ν … Πρίαμος ὑπὲρ Πολυξένης Ἰδαῖον πέμπει λόγους φέροντα πρὸς Ἀχιλλέα. οὗ ἐν ἄλσει πρὸς τοῦτον ἰδιάζοντος θόρυβος πολὺς ἐν τοῖς Ἕλλησι ἐγένετο ὡς Ἀχιλλέως προδιδόντος τὸν στρατόν … του πολὺ Ἀλεξανδρ … εχων συν … ον … Αἴας σὺν Διομήδει καὶ Ὀδυσσεῖ … τὸν λόγον ἔμειναν αὐτὸν. … οὓς ἰδὼν εἶπεν Ὀδυσσεὺς· οὐκ ἀγαθὸν οὗτοι … ἐπιχειρησάμενοι. εἰσελθόντες οὖν εἰς τὸ ἄλσος καὶ τὸ ὅλον περισκοπούμενοι ὁρῶσι τὸν Ἀχιλλέα κείμενον ἐντὸς τῆς εἱρκτῆς τοῦ βωμοῦ καθηιμαγμένον μέν, ἔτι δὲ καὶ ἐμπνέοντα. πρὸς ὃν Αἴας εἶπεν· «ἦν ἄρα ἀληθὲς ὅτι οὐδεὶς ἄλλος σε ἀνθρώπων ἠδύνατο κτεῖναι ἀλκῆι διαφέροντα πάντων, ἀλλʼ ἡ σὴ προπέτεια ἀπώλεσέ σε.» ὁ δʼ εἶπε· «διὰ Πολυξένην ταῦτά με εἰργάσαντο Ἀλέξανδρος καὶ Δηίφοβος δόλωι.» συμπλακέντες δʼ αὐτῶι ἠσπάσαντο αὐτὸν τὸ τελευταῖον οἱ ἡγεμόνες. νεκρὸν δὲ γενόμενον ὁ Αἴας … ἐπʼ ὤμω φέρειν α … ευκ … οἱ δὲ Τρῶες ἰδόντες ταῦτα τὸν νεκρὸν … λή … ιτ … αἰκίσωσιν … οἱ Ἕλληνες δὲ συνιδόντες τὸ γενόμενον ἀναλαμβάνουσιν τὰ ὅπλα καὶ τοῖς τὸν Ἀχιλλέα κομίζουσιν συναπήντων. συναψάντων δʼ ἀλλήλοις παραδοὺς Αἴας τοῖς περὶ τὸν Διομήδην φυλάσσειν τὸν νεκρὸν βάλλει πρῶτον Ἄσιον Δύμαντος Ἑκάβης ἀδελφόν, μετὰ δὲ τοῦτο Νάστην καὶ Ἀμφίμαχον, Καρῶν ἡγεμόνας. παρίστανται δʼ αὐτῶι Αἴας Ὀιλέως καὶ Σθένελος κτείνοντες τοὺς πρωτοστάτας. γειτόνων δὲ ἀκόσμως πολλῶν φυγ … ται τῶν βαρβάρων καὶ ἀμαχεὶ ἀνηρημένων καὶ μηκέτι ἀνθίστασθαι δυναμένων διώκουσιν αὐτοὺς ἕως ἐν τείχεσιν ἐγένοντο. ἐπεὶ δʼ ἐνεγκόντες ἦλθον εἰς τὰς σκηνὰς τὸν νεκρὸν Ἀχιλλέως, οὐδεὶς τῶν λαῶν πάθους συνεστέναξε … ἐξαπέφερον … τὸν Ἀχιλλέα, ἐφʼ ὃν καὶ τὸν Πάτροκλον ἐξέφερον, καὶ ἐπὶ τρεῖς ἡμέρας … βαλλο … φος. τῆι δὲ πυρᾶι παρήδρευσεν Αἴας καὶ … υδ … διανυκτερεύσας τὰς πάσας ἡμέρας … π … α … ι … τιτω καὶ φίλον καὶ συγγενῆ καὶ … πάντας τοὺς λοιποὺς ἥρωας ἀλκῆι ὑπερβάλλοντα. χαρὰ δʼ ἦν πολλὴ ἐπὶ τοῖς Τρωσὶν καὶ εὐφημία τοῦ Ἀχιλλέως πεσόντος. οὐ γὰρ ἤλπιζον ε … α … υ μηδὲ περιοντ … τὴν Ἀλεξάνδρου ἐπίνοιαι ον … αν … μὴ δυνάμενος ἐπ … δρον … μ … ντων ἄγγελοι παραγίνονται Πριάμωι ἀπαγγέλλοντες Εὐρύπυλον τὸν Τηλέφου παρεῖναι. Πρίαμος γὰρ αὐτὸν πρὶν Ἕκτορα πεσεῖν παρεκάλεσε ὁμολογήσας καὶ Κασσάνδραν αὐτῶι δοῦναι καὶ πέμψας αὐτῶι τὴν χρυσῆν ἄμπελον. ἦν δὲ διαβεβοημένος ἐπʼ ἀνδρείαι· καὶ παραγείνεται ἐπαγόμενος τοὺς Μυσοὺς καὶ Κητέους. εχοντο δὲ … γ … εὐφρόνως ὑπαντήσαντες τῶν μελλόντων ἀμείνους ἐλπίδας Ἀχιλλέως καταβληθέντος. οἱ δὲ Ἕλληνες συνλέξαντες τὰ ὀστέα Ἀχιλλέως εἰς ὑδρίαν φέρουσιν θάπτοντες ἐν Σιγείωι, σὺν δʼ αὐτῶι καὶ Πατρόκλουν νε … υ … κ … ι … μ … ε … ο … ν … τ … ο … ς … τοὺς λαοὺς Αἴαντος, ἐπεὶ μηδὲν α … λ … ηστου … Ἀχιλλεῖ ποιήσασθαι θανόντι γείνεται ἔκδοσις ναοῦ Ἀχιλλέως ὑπὸ Αἴαντος τῶν ἐν Σιγείωι κατασκευάσαι μισθὸν λαβόντων. ἐν δὲ τῶι αὐτῶι χρόνωι Πύρρος ὃν Νεοπτόλεμον ἐκάλουν καταντήσας εὑρίσκει τὸν τάφον καὶ τὸν ναὸν γινόμενον· καὶ πάντα πυθόμενος τὸν γενόμενον αὐτοῦ θάνατον καθοπλίσας τοὺς σὺν αὐτῶι λαοὺς —ἦσαν δὲ Μυρμιδόνες οὗτοι, μάχιμόν τι ἔθνος—ἀπολείπει ἐπιμελητὴν τῶν ἔργων Φοίνικα. ἐλθὼν δὲ εἰς τὰς τοῦ πατρὸς νῆας καὶ τὴν σκηνὴν εὑρίσκει Ἱπποδάμειαν φύλακα τῶν Ἀχιλλέως πάντων. προσελθόντες δʼ οἱ βασιλεῖς πάντες παρακαλοῦσι τὸν Νεοπτόλεμον γενναίως φέρειν. ὁ δὲ τοὺς αὐτὸν ποικίλως παραμυθησαμένους …
Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς περὶ ἧς Κίρκης ἐξέθεντο ταῦτα οἱ σοφώτατοι Σίσυφος Κῶιος καὶ Δίκτυς ἐκ τῆς Κρήτης.
Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς ἀπὸ δὲ τῆς νήσου τῆς Κίρκης ἐξορμήσας ὁ Ὀδυσσεὺς ἀνήχθη εἰς τὴν ἄλλην νῆσον, ὑπὸ ἀνέμων ἐναντίων ἐκριφείς. ὅντινα ἐδέξατο καὶ ἡ Καλυψὼ ἡ ἀδελφὴ τῆς Κίρκης καὶ πολλῆς θεραπείας ἠξίωσεν αὐτόν, συμμιγεῖσα αὐτῶι καὶ πρὸς γάμον. κἀκεῖθεν ἀνήχθη, ἔνθα λίμνη ὑπῆρχε μεγάλη πλησίον τῆς θαλάσσης, λεγομένη ἡ Νεκυόποντος· καὶ οἱ οἰκοῦντες ἐν αὐτῆι ἄνδρες μάντεις· οἵτινες ἐξεῖπον αὐτῶι πάντα τὰ συμβάντα αὐτῶι καὶ τὰ μέλλοντα. καὶ ἀναχθεὶς ἐκεῖθεν χειμῶνος μεγάλου γενομένου θαλάσσης ἐκρίπτεται εἰς τὰς Σειρηνίδας οὕτω καλουμένας πέτρας, αἳ ἐκ τῶν κρουσμάτων τῶν κυμάτων ἦχος ἀποτελοῦσιν ἴδιον· κἀκεῖθεν ἐξειλήσας ἦλθεν εἰς τὴν καλουμένην Χάρυβδιν, εἰς τόπους ἀγρίους καὶ ἀποτόμους, κἀκεῖ πάσας τὰς ὑπολειφθείσας αὐτῶι ναῦς καὶ τὸν στρατὸν ἀπώλεσεν, αὐτὸς δὲ ὁ Ὀδυσσεὺς μόνος ἐν σανίδι τοῦ πλοίου ἐν τῶι πελάγει ἐφέρετο, ἀναμένων τὸν μετὰ βίας θάνατον. τοῦτον δὲ ἑωρακότες τινὲς ἀποπλέοντες ναῦται Φοίνικες νηχόμενον ἐν τοῖς ὕδασιν ἐλεήσαντες διέσωσαν, καὶ ἤγαγον αὐτὸν ἐν τῆι Κρήτηι νήσωι πρὸς τὸν Ἰδομενέα, ἔξαρχον Ἑλλήνων. καὶ ἑωρακὼς τὸν Ὀδυσσέα ὁ Ἰδομενεὺς γυμνὸν καὶ δεόμενον, συμπαθῶς φερόμενος καὶ δῶρα αὐτῶι πλεῖστα δεδωκὼς ὡς συστρατήγωι αὐτοῦ καὶ δύο νῆας καὶ διασώζοντας αὐτόν τινας, ἐξέπεμψεν αὐτὸν εἰς Ἰθάκην … ἅτινα καὶ ὁ σοφὸς Δίκτυς παρὰ τοῦ Ὀδυσσέως ἀκηκοὼς συνεγράψατο.
ὁ δὲ Ὀδυσσεὺς ἀναχθεὶς ἀπὸ τῆς Κρήτης καὶ παραγενόμενος πρὸς Ἀλκίνοον εἰς Φαιακίαν ὑποδοχῆς ἀξιοῦται λαμπρᾶς. ὁ δὲ Ὀδυσσεὺς τοῖς οἰκείοις ἐδόκει τεθνάναι διὰ τὸν τοσοῦτον χρόνον τῆς ἀποδημίας. πέμπει οὖν κατασκόπους εἰς τὴν Ἰθάκην, οἵτινες ἐν τοῖς τοῦ Ὀδυσσέως εὑρίσκουσι μνηστῆρας τῆς Πηνελόπης τριάκοντα· τῶν δὲ ἐκ τῆς πόλεως συντυχόντων αὐτοῖς καὶ πυνθανομένων περὶ τοῦ Ὀδυσσέως ἔφασαν οἵδε πάλαι αὐτὸν τεθνάναι. ταῦτα ἀκούσαντες οἱ μνηστῆρες τὸ λοιπὸν εὐωχοῦντο πεπαυμένοι τοῦ φόβου. ἡ δὲ Πηνελόπη οὐκ ἐπίστευεν. ἐπαναλύσαντες δὲ οἱ ἀποσταλέντες εἰς Φαιακίαν ἀπαγγέλλουσι πάντα τὰ κατὰ τοὺς μνηστῆρας. ὁ δὲ Ὀδυσσεὺς ἀκούσας ἀποπλέει ἀγόμενος εἰς τὴν Ἰθάκην σὺν τῶι Ἀλκινόωι. τῶν δὲ Ἰθακησίων ἰδόντων τὰ πλοῖα καὶ πυνθανομένων τίνες εἶεν καὶ πόθεν, εἶπον πρὸς Τηλέμαχον «ἥκομεν παραμυθήσασθαι διὰ τὸν Ὀδυσσέως θάνατον.» ἦν δὲ ὁ Τηλέμαχος υἱὸς Ὀδυσσέως, ὃς ἐζήτει μαθεῖν τὴν ἀληθῆ αἰτίαν τῆς τῶν πλοίων παρουσίας· καὶ πλησιάσας τινὶ τῶν μετὰ Ὀδυσσέως λάθρα ἔμαθε παρʼ ἐκείνου, ὅτι ὁ πατὴρ αὐτοῦ ἐστι. τῶν δὲ μνηστήρων εὐωχουμένων ἐν τῶι οἴκωι οἱ περὶ Ὀδυσσέα ἐλθόντες σὺν ὅπλοις ἐπιπίπτουσιν ἄφνω· ἐκείνων δὲ τῆι μέθηι κατεχομένων ἀναιροῦνται πάντες. θορύβου δὲ γενομένου ἐν τῆι πόλει κῆρυξ περιελθὼν μηνύει τὴν Ὀδυσσέως παρουσίαν. λαμβάνει δὲ Τηλέμαχος γαμετὴν θυγατέρα Ἀλκινόου Ναυσικάαν ὀνόματι. μετὰ δὲ τοῦτο οἱ τῶν μνηστήρων ἴδιοι καὶ φίλοι ἀκηκοότες τὸ γεγονὸς καὶ θυμοῦ πλησθέντες ἐπιστρατεύουσι κατὰ Ὀδυσσέως καὶ Τηλεμάχου ἐν τῆι Ἰθάκηι. οἱ δὲ περὶ Ὀδυσσέα καὶ Τηλέμαχον ὁπλισάμενοι ἀπαντῶσιν ἔξω τῆς πόλεως, καὶ γενομένης μάχης κραταιᾶς πίπτουσιν οἱ ὑπὲρ τῶν μνηστήρων πολεμήσαντες ἀριστεύοντος τοῦ Τηλεμάχου. χρόνου δὲ διεληλυθότος ὁρᾶι Ὀδυσσεὺς ἐνύπνια τὴν αὐτοῦ τελευτὴν σημαίνοντα· καὶ διυπνισθεὶς συγκαλεῖ πάντας τοὺς πεῖραν ἔχοντας, ὅπως διακρίνωσι τὰ ὀνείρατα, ὧν ἦν καὶ Κλειτοφῶν ὁ Ἰθακήσιος καὶ ὁ Ἀργεῖος Πολύφημος. τούτοις ἀπαγγέλλει τὸ ὄναρ καί φησι «νομίζειν με ἐπὶ τῆς ἰδίας εὐνῆς με κατακεῖσθαι, … εὔμορφόν τι καὶ φοβερὸν ζῶον θεοειδές, οὐκ ἀνθρώπου τελείου σχῆμα σώζειν δυνάμενον, ὅπερ ἑώρων ἡδέως· καὶ εἶχον αὐτοῦ δυσνοήτως. τὸ δὲ λέχος ἐκεῖνο ὅθεν ἐζωογονήθη οὐκ οὖν μοι φανερὸν οὔτε τῆι συνηθείαι τῆι ἐμῆι οὔτε τῆι γνώσει. γνοὺς οὖν ἠβουλήθην τὰς χεῖρας αὐτῶι περιπλέξαι σπουδαίως· τὸ δὲ ἀνθρωπίνηι φωνῆι χρηματισάμενον ἔφη θεσμὸν εἶναι καὶ σύνδεσμον οἰκειότητος ἀμφοτέρων ἡμῶν, καὶ εἱμαρμένον εἶναι ὑπʼ ἐκείνου με ἀφανισθῆναι. ἐμφροντίστως δέ μου ἔχοντος περὶ αὐτοῦ αἰφνίδιόν τι κέντρον ἐκ τῆς θαλάσσης ὑπὸ τῆς ἐκείνου ἐπιταγῆς ἀοράτως ἀναδειχθὲν ἐπʼ ἐμὲ ἦλθεν· ἐγὼ δὲ ὑπὸ πολλῆς ἐκπλήξεως ἐγενόμην ἀδρανής, καὶ μετʼ ὀλίγον ἔθανον. ταῦτά ἐστιν ἅπερ ἐθεασάμην· ὑμεῖς δὲ διακρίνατε μηδὲν δεδιότες· ἐπίσταμαι γὰρ ὡς οὐκ αἴσιον τὸ ὅραμα.» οἱ δὲ καθʼ ἑαυτοὺς γενόμενοι ἐσκόπουν τὴν διήγησιν καὶ ἔφασαν ἵνα ἐκ ποδῶν γένηται ὁ Τηλέμαχος· τοῦ δὲ ὑποχωρήσαντος ἔφησαν ὑπὸ ἰδίου παιδὸς πληγέντα τελευτήσειν. ὁ δὲ εὐθὺς ὥρμησεν ἐπὶ τὸν Τηλέμαχον ἀνελεῖν αὐτὸν βουλόμενος. θεασάμενος δὲ τὸν υἱὸν δακρύοντα καὶ δεόμενον, εἰς ἔννοιαν πατρικὴν ἐλθών, προέκρινεν ἀφεῖναι τὸν παῖδα, ἐκέλευσε δὲ αὐτὸν φυλάττεσθαι· εἶτα μετώικισεν αὐτὸν εἰς τὰ ἔσχατα τῆς Κεφαληνίας χωρία, ῥυσάμενος αὐτὸν τῆς ὑπονοίας τοῦ θανάτου. μετὰ δὲ οὐ πολλὰς ἡμέρας· πάλιν Ὀδυσσεὺς τὸ αὐτὸ ὄναρ ἐθεάσατο, καὶ καταγνοὺς τῆς κρίσεως εὐθυμότερος διῆγε τοῦ λοιποῦ. ἀλλʼ ἦν αὐτῶι ἕτερος παῖς ὃν ἠγνόει, τὸν ἐκ τῆς Κίρκης αὐτῶι γεγενημένον, ὀνόματι Τηλέγονον, ὃν πάντα τέλεια ἔχοντα τοῦ γεγενηκότος ἰδυῖα ἡ Κίρκη εἰς ἡλικίαν ἐλθόντα ὃ ἦν λαβοῦσα παρὰ τοῦ Ὀδυσσέως θαλασσίας τρυγόνος κέντρον δεδορατισμένον δόρυ δίδωσιν αὐτῶι, ἵνα τοῦτο σύμβολον καὶ γνώρισμα γένηται αὐτῶι τῆς πατρικῆς ἀσφαλείας. ὁ οὖν Τηλέγονος λαβὼν τὸ δοράτιον παρῆν εἰς τὴν Ἰθάκην νυκτὸς τὸν πατέρα ἐπιζητῶν, καὶ μαθὼν αὐτὸν εἶναι κατʼ ἀγρὸν παραγίνεται ἐκεῖσε βιαζόμενος τοὺς φυλάσσοντας ἰδεῖν τὸν πατέρα· οἱ δὲ ἀγνοοῦντες αὐτὸν μᾶλλον ἀνθίσταντο. τοῦ δὲ Τηλεγόνου θεοὺς καλοῦντος μάρτυρας, ὅτι ὁ πατὴρ αὐτοῦ ἐστι, καὶ τοῦτον ἰδεῖν κωλύεται, ἔτι μᾶλλον ἀνθίσταντο τὸν Τηλέμαχον ὑπολαμβάνοντες εἶναι καὶ διὰ νυκτὸς ἐληλυθέναι, ἵνα ἀποκτείνηι τὸν πατέρα· οὐδεὶς γὰρ ἠπίστατο ἕτερον παῖδα τὸν Ὀδυσσέα ἔχειν. ταραχῆς δὲ γενομένης ἐγνώρισαν τῶι Ὀδυσσεῖ, ὅτι «Τηλέμαχος ἐσθῆτα ξένην ἠμφιεσμένος νυκτὸς ἐλθὼν βιάζεται ἡμᾶς.» ὁ δὲ ταῦτα μαθὼν καὶ ὑπερζέσας τῶι θυμῶι ἐξῆλθε μετὰ δόρατος καὶ εὐθέως ἀκοντίζει τὸ δόρυ κατʼ αὐτοῦ· καὶ τοῦ μὲν ἀποτυγχάνει, τῆι δὲ παρακειμένηι μελίαι πήγνυσι· καὶ ὁ Τηλέγονος μὴ εἰδὼς ὅτι ὁ πατὴρ αὐτοῦ ἦν ὁ τὸ δόρυ ἀκοντίσας ῥίπτει καὶ αὐτός, καὶ δυστυχεστάτην εὐτυχήσας εὐτυχίαν τιτρώσκει τὸν Ὀδυσσέα κατὰ τοῦ πλευροῦ. τοῦ δὲ Ὀδυσσέως τὴν τόλμαν πυνθανομένου μεμάθηκεν ἐκ Τηλεγόνου, ὅτι παῖς αὑτοῦ ἐστιν ἐκ Κίρκης, ἐπιδεικνύντος καὶ ὅπερ ἔδωκε κέντρον θαλάσσιον τῆι Κίρκηι ὡς καὶ Τηλεγόνου αὐτὸν εἶναι τὸν πατέρα πεπίστευκε, καὶ ῥίπτει ἑαυτὸν εἰς τὸ ἔδαφος πολλαῖς κεχρημένος οἰμωγαῖς. ὁ δὲ Ὀδυσσεὺς μαθὼν μὴ εἶναι τὸν Τηλέμαχον, ἐμέμφετο τοῖς ὀνειροπόλοις. οἱ δὲ ἐπυνθάνοντο τοῦ Τηλεγόνου πόθεν εἴη καὶ τίνων γονέων, ὅτι τοιοῦτον ἄνδρα, ὃν οὐδεὶς ἐν Ἰλίωι ἔτρωσε, πολλὰ θαύματα διαπραξάμενον κατὰ τὸν βίον οὗτος ἀνεῖλεν. ἡμιθανὴς οὖν ὢν ὁ Ὀδυσσεὺς ἐκομίσθη εἰς τὴν Ἰθάκην καὶ μετʼ ὀλίγον τελευτᾶι τὸν βίον. κατέλιπε δὲ τὴν δυναστείαν Τηλεμάχωι καὶ Πτολιπόρθωι τῶι ἐκγόνωι· ὁ δὲ Τηλέμαχος διαιρεῖ τὴν ἡγεμονίαν, καὶ αὐτὸς μὲν πάσης Ἰθάκης κρατεῖ, Τηλεγόνωι δὲ τὰ πορρωτέρω δίδωσι, τῆς δὲ μέσης χώρας Πτολίπορθον ἡγεμόνα κατέστησε. τοὺς δὲ ὀνειροπόλους ἤθελε ἀνελεῖν· τοῦ δὲ Τηλεγόνου παραιτουμένου ταύτην τὴν γνώμην ἐκέλευσεν αὐτοὺς μένειν ἐν τῆι Σπάρτηι. οἵτινες παραγενόμενοι ἅπαντα ἐξηγήσαντο τῶι Δίκτυι. καὶ ταῦτα μὲν περὶ Ὀδυσσέως.
Συνέσιος ὁ Κυρηναῖος Ἕκτορος γὰρ ἄντικρυς καταψεύδεται μᾶλλον δὲ Ὁμήρου τὰ περὶ Ἕκτορος. ... ὁ μὲν γὰρ παραδέδοται τὰ περὶ τὴν κουρὰν ὁμοιότατα τοῖς πάνυ σώφροσι διακείμενος, καὶ δείκνυσιν ὁ τἀληθέστατα περὶ τῶν ἡρώων συγγεγραφώς, ἅτε — οἶμαι — τῶν μὲν συστρατιώτης γενόμενος, ἐπὶ δὲ τοὺς στρατευσάμενος, ὃς αὐτὰ ταῦτά φησι περὶ Ἕκτορος.