eul_wid: buo-ad
Οἰδίπους ΤύραννοςOedipus the King
Sophocles Oedipus the King PDF
| 1 | ΟΙΔΙΠΟΥΣ |
| 1.1 | Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, |
| 1.2 | τίνας ποθ’ ἕδρας τάσδε μοι θοάζετε |
| 1.3 | ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι; |
| 1.4 | Πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει, |
| 5.1 | ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· |
| 5.2 | ἁγὼ δικαιῶν μὴ παρ’ ἀγγέλων, τέκνα, |
| 5.3 | ἄλλων ἀκούειν αὐτὸς ὧδ’ ἐλήλυθα, |
| 5.4 | ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος. |
| 5.5 | Ἀλλ’, ὦ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἔφυς |
| 10.1 | πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε, |
| 10.2 | δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν |
| 10.3 | ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν |
| 10.4 | εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν. |
| 10.5 | ΙΕΡΕΥΣ |
| 14 | Ἀλλ’, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, |
| 15.1 | ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα |
| 15.2 | βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν |
| 15.3 | πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ’ ᾐθέων |
| 15.4 | λεκτοί· τὸ δ’ ἄλλο φῦλον ἐξεστεμμένον |
| 20.1 | ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς |
| 20.2 | ναοῖς, ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. |
| 20.3 | Πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν |
| 20.4 | ἤδη σαλεύει, κἀνακουφίσαι κάρα |
| 20.5 | βυθῶν ἔτ’ οὐχ οἵα τε φοινίου σάλου, |
| 25.1 | φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, |
| 25.2 | φθίνουσα δ’ ἀγέλαις βουνόμοις τόκοισί τε |
| 25.3 | ἀγόνοις γυναικῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς |
| 25.4 | σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, |
| 25.5 | ὑφ’ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ’ |
| 30.1 | Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. |
| 30.2 | Θεοῖσι μέν νυν οὐκ ἰσούμενός ς’ ἐγὼ |
| 30.3 | οὐδ’ οἵδε παῖδες ἑζόμεσθ’ ἐφέστιοι, |
| 30.4 | ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου |
| 30.5 | κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς, |
| 35.1 | ὅς γ’ ἐξέλυσας ἄστυ καδμεῖον μολὼν |
| 35.2 | σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, |
| 35.3 | καὶ ταῦθ’ ὑφ’ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον |
| 35.4 | οὐδ’ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ |
| 35.5 | λέγῃ νομίζῃ θ’ ἡμὶν ὀρθῶσαι βίον. |
| 40.1 | Νῦν τ’, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, |
| 40.2 | ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι |
| 40.3 | ἀλκήν τιν’ εὑρεῖν ἡμίν, εἴτε του θεῶν |
| 40.4 | φήμην ἀκούσας εἴτ’ ἀπ’ ἀνδρὸς οἶσθά του· |
| 40.5 | ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς |
| 45.1 | ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. |
| 45.2 | Ἴθ’, ὦ βροτῶν ἄριστ’, ἀνόρθωσον πόλιν· ἴθ’, εὐλαβήθηθ’· ὡς σὲ νῦν μὲν ἥδε γῆ |
| 45.3 | σωτῆρα κλῄζει τῆς πάρος προθυμίας· |
| 45.4 | ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα |
| unit_13.1 | στάντες τ’ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον, |
| unit_13.2 | ἀλλ’ ἀσφαλείᾳ τήνδ’ ἀνόρθωσον πόλιν. |
| unit_13.3 | Ὄρνιθι γὰρ καὶ τὴν τότ’ αἰσίῳ τύχην |
| unit_13.4 | παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ· |
| unit_13.5 | ὡς, εἴπερ ἄρξεις τῆσδε γῆς ὥσπερ κρατεῖς, |
| 55.1 | ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν· |
| 55.2 | ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς |
| 55.3 | ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω. |
| 55.4 | ΟΙ.ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι |
| 55.5 | προσήλθεθ’ ἱμείροντες· εὖ γὰρ οἶδ’ ὅτι |
| 60.1 | νοσεῖτε πάντες, καὶ νοσοῦντες ὡς ἐγὼ |
| 60.2 | οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. |
| 60.3 | Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται |
| 60.4 | μόνον καθ’ αὑτόν, κοὐδέν’ ἄλλον, ἡ δ’ ἐμὴ |
| 60.5 | ψυχὴ πόλιν τε κἀμὲ καὶ ς’ ὁμοῦ στένει. |
| 65.1 | Ὥστ’ οὐχ ὕπνῳ γ’ εὕδοντά μ’ ἐξεγείρετε· |
| 65.2 | ἀλλ’ ἴστε πολλὰ μέν με δακρύσαντα δή, |
| 65.3 | πολλὰς δ’ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις· |
| 65.4 | ἣν δ’ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην, |
| 65.5 | ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως |
| 70.1 | Κρέοντ’, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ |
| 70.2 | ἔπεμψα Φοίβου δώμαθ’, ὡς πύθοιθ’ ὅ τι |
| 70.3 | δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν. |
| 70.4 | Καί μ’ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ |
| 70.5 | λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα |
| 75.1 | ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. |
| 75.2 | Ὅταν δ’ ἵκηται, τηνικαῦτ’ ἐγὼ κακὸς |
| unit_19.1 | μὴ δρῶν ἂν εἴην πάνθ’ ὅς’ ἂν δηλοῖ θεός. |
| unit_19.2 | ΙΕ.Ἀλλ’ εἰς καλὸν σύ τ’ εἶπας οἵδε τ’ ἀρτίως |
| unit_19.3 | Κρέοντα προσστείχοντα σημαίνουσί μοι. |
| 80.1 | ΟΙ.Ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ |
| 80.2 | σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι. |
| 80.3 | ΙΕ.Ἀλλ’ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα |
| 80.4 | πολυστεφὴς ὧδ’ εἷρπε παγκάρπου δάφνης. |
| 80.5 | ΟΙ.Τάχ’ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν. |
| 85.1 | Ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, |
| 85.2 | τίν’ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων; |
| 85.3 | ΚΡΕΩΝ |
| 87.1 | Ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ’, εἰ τύχοι |
| 87.2 | κατ’ ὀρθὸν ἐξελθόντα, πάντ’ ἂν εὐτυχεῖν. |
| 87.3 | ΟΙ.Ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς |
| 90.1 | οὔτ’ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. |
| 90.2 | ΚΡ.Εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, |
| 90.3 | ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω. |
| 90.4 | ΟΙ.Ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω |
| 90.5 | τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι. |
| 95.1 | ΚΡ.Λέγοιμ’ ἂν οἷ’ ἤκουσα τοῦ θεοῦ πάρα. |
| 95.2 | Ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ |
| 95.3 | μίασμα χῶρας ὡς τεθραμμένον χθονὶ |
| 95.4 | ἐν τῇδ’ ἐλαύνειν μηδ’ ἀνήκεστον τρέφειν. |
| 95.5 | ΟΙ.Ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς; |
| unit_25.1 | ΚΡ.Ἀνδρηλατοῦντας, ἢ φόνῳ φόνον πάλιν |
| unit_25.2 | λύοντας, ὡς τόδ’ αἷμα χειμάζον πόλιν. |
| unit_25.3 | ΟΙ.Ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην; |
| unit_25.4 | ΚΡ.Ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ’ ἡγεμὼν |
| unit_25.5 | γῆς τῆσδε, πρὶν σὲ τήνδ’ ἀπευθύνειν πόλιν. |
| 105.1 | ΟΙ.Ἔξοιδ’ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. |
| 105.2 | ΚΡ.Τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς |
| 105.3 | τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. |
| 105.4 | ΟΙ.Οἱ δ’ εἰσὶ ποῦ γῆς; ποῦ τόδ’ εὑρεθήσεται |
| 105.5 | ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας; |
| 110.1 | ΚΡ.Ἐν τῇδ’ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον |
| 110.2 | ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον. |
| 110.3 | ΟΙ.Πότερα δ’ ἐν οἴκοις, ἢ ’ν ἀγροῖς ὁ Λάϊος, |
| 110.4 | ἢ γῆς ἐπ’ ἄλλης τῷδε συμπίπτει φόνῳ; |
| 110.5 | ΚΡ.Θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν πάλιν |
| 115.1 | πρὸς οἶκον οὐκέθ’ ἵκεθ’, ὡς ἀπεστάλη. |
| 115.2 | ΟΙ.Οὐδ’ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ |
| 115.3 | κατεῖδ’ ὅτου τις ἐκμαθὼν ἐχρήσατ’ ἄν; |
| 115.4 | ΚΡ.Θνῄσκουσι γάρ, πλὴν εἷς τις ὃς φόβῳ φυγὼν |
| 115.5 | ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ’ εἰδὼς φράσαι. |
| 120.1 | ΟΙ.Τὸ ποῖον; Ἓν γὰρ πόλλ’ ἂν ἐξεύροι μαθεῖν, |
| 120.2 | ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος. |
| 120.3 | ΚΡ.Λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ |
| 120.4 | ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν. |
| 120.5 | ΟΙ.Πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ |
| 125.1 | ἐπράσσετ’ ἐνθένδ’, ἐς τόδ’ ἂν τόλμης ἔβη; |
| 125.2 | ΚΡ.Δοκοῦντα ταῦτ’ ἦν· Λαΐου δ’ ὀλωλότος |
| 125.3 | οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο. |
| 125.4 | ΟΙ.Κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος |
| 125.5 | οὕτω πεσούσης, εἶργε τοῦτ’ ἐξειδέναι; |
| 130.1 | ΚΡ.Ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν |
| 130.2 | μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο. |
| 130.3 | ΟΙ.Ἀλλ’ ἐξ ὑπαρχῆς αὖθις αὔτ’ ἐγὼ φανῶ· |
| 130.4 | ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σύ, |
| unit_32 | πρὸς τοῦ θανότος τήνδ’ ἔθεσθ’ ἐπιστροφήν· |
| 135.1 | ὥστ’ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον, |
| 135.2 | γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ’ ἅμα. |
| 135.3 | Ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, |
| 135.4 | ἀλλ’ αὐτὸς αὑτοῦ τοῦτ’ ἀποσκεδῶ μύσος. |
| 135.5 | Ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανὼν τάχ’ ἂν |
| 140.1 | κἄμ’ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι· |
| 140.2 | κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. |
| 140.3 | Ἀλλ’ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων |
| 140.4 | ἵστασθε, τούσδ’ ἄραντες ἱκτῆρας κλάδους, |
| 140.5 | ἄλλος δὲ Κάδμου λαὸν ὧδ’ ἀθροιζέτω, |
| 145.1 | ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς |
| 145.2 | σὺν τῷ θεῷ φανούμεθ’ ἢ πεπτωκότες. |
| 145.3 | ΙΕ.Ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν |
| 145.4 | καὶ δεῦρ’ ἔβημεν ὧν ὅδ’ ἐξαγγέλλεται. |
| 145.5 | Φοῖβος δ’ ὁ πέμψας τάσδε μαντείας ἅμα |
| unit_36 | σωτήρ θ’ ἵκοιτο καὶ νόσου παυστήριος. |
| unit_37 | ΧΟΡΟΣ |
| 151.1 | Ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτεStr. 1. |
| 151.2 | τᾶς πολυχρύσου |
| 152.1 | Πυθῶνος ἀγλαὰς ἔβας |
| 152.2 | Θήβας; Ἐκτέταμαι φοβερὰν φρένα, |
| 153.1 | δείματι πάλλων, |
| 153.2 | ἰήιε Δάλιε Παιάν, |
| 155.1 | ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον |
| 155.2 | ἢ περιτελλομέναις ὥραις πάλιν |
| 156.1 | ἐξανύσεις χρέος· |
| 156.2 | εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, |
| 157.1 | ἄμβροτε Φάμα. |
| 157.2 | Πρῶτά σε κεκλόμενος, θύγατερ Διός,Ant. 1. |
| 157.3 | ἄμβροτ’ Ἀθάνα, |
| 160 | γαιάοχόν τ’ ἀδελφεὰν |
| 160.1 | Ἄρτεμιν, ἃ κυκλόεντ’ ἀγορᾶς θρόνον |
| 160.2 | εὐκλέα θάσσει, |
| 160.3 | καὶ Φοῖβον ἑκαβόλον, ἰώ, |
| 160.4 | τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι, |
| 160.5 | εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ |
| 165.1 | ὀρνυμένας πόλει |
| 165.2 | ἠνύσατ’ ἐκτοπίαν φλόγα πήματος, |
| 165.3 | ἔλθετε καὶ νῦν. |
| 167.1 | Ὦ πόποι, ἀνάριθμα γὰρ φέρωStr. 2. |
| 167.2 | πήματα· νοσεῖ δέ μοι πρόπας |
| 170.1 | στόλος, οὐδ’ ἔνι φροντίδος ἔγχος |
| 170.2 | ᾧ τις ἀλέξεται· οὔτε γὰρ ἔκγονα |
| 170.3 | κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν |
| 170.4 | ἰηίων καμάτων ἀνέχουσι γυναῖκες· |
| 175.1 | ἄλλον δ’ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν |
| 175.2 | κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον |
| 175.3 | ἀκτὰν πρὸς ἑσπέρου θεοῦ. |
| 177 | Ὧν πόλις ἀνάριθμος ὄλλυται·Ant. 2. |
| 180.1 | νηλέα δὲ γένεθλα πρὸς πέδῳ |
| 180.2 | θαναταφόρα κεῖται ἀνοίκτως· |
| 180.3 | ἐν δ’ ἄλοχοι πολιαί τ’ ἔπι ματέρες |
| unit_52 | ἀκτὰν παρὰ βώμιον ἄλλοθεν ἄλλαι |
| 185.1 | λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσι. |
| 185.2 | Παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος· |
| 185.3 | ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός, |
| 185.4 | εὐῶπα πέμψον ἀλκάν. |
| 188 | Ἄρεά τε τὸν μαλερόν, ὃςStr. 3. |
| 191.1 | νῦν ἄχαλκος ἀσπίδων |
| 191.2 | φλέγει με περιβόατος ἀντιάζων, |
| 191.3 | παλίσσυτον δράμημα νωτίσαι πάτρας |
| 191.4 | ἄπουρον, εἴτ’ ἐς μέγαν |
| 195.1 | θάλαμον Ἀμφιτρίτας, |
| 195.2 | εἴτ’ ἐς τὸν ἀπόξενον ὅρμων |
| 195.3 | Θρῄκιον κλύδωνα· |
| 195.4 | τελεῖν γάρ, εἴ τι νὺξ ἀφῇ, |
| 195.5 | τοῦτ’ ἐπ’ ἦμαρ ἔρχεται· |
| unit_57.1 | τόν, ὦ 〈τᾶν〉 πυρφόρων |
| unit_57.2 | ἀστραπᾶν κράτη νέμων, |
| unit_57.3 | ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ. |
| 202.1 | Λύκει’ ἄναξ, τά τε σὰ χρυ‐Ant. 3. |
| 202.2 | σοστρόφων ἀπ’ ἀγκυλῶν |
| 205.1 | βέλεα θέλοιμ’ ἂν ἀδάματ’ ἐνδατεῖσθαι |
| 205.2 | ἀρωγὰ προσταθέντα, τάς τε πυρφόρους |
| 205.3 | Ἀρτέμιδος αἴγλας, ξὺν αἷς |
| 205.4 | Λύκι’ ὄρεα διᾴσσει· |
| 205.5 | τὸν χρυσομίτραν τε κικλήσκω, |
| 210.1 | τᾶσδ’ ἐπώνυμον γᾶς, |
| 210.2 | οἰνῶπα Βάκχον εὔιον, |
| 210.3 | Μαινάδων ὁμόστολον |
| 210.4 | πελασθῆναι φλέγοντ’ |
| 210.5 | ἀγλαῶπι – ⏑ – |
| 215 | πεύκᾳ ’πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. |
| 215.1 | ΟΙ.Αἰτεῖς· ἃ δ’ αἰτεῖς, τἄμ’ ἐὰν θέλῃς ἔπη |
| 215.2 | κλύων δέχεσθαι τῇ νόσῳ θ’ ὑπηρετεῖν, |
| 215.3 | ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν. |
| 215.4 | Ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ’ ἐξερῶ, |
| 220.1 | ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν |
| 220.2 | ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον· |
| 220.3 | νῦν δ’, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, |
| 220.4 | ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε· |
| 220.5 | «Ὅστις ποθ’ ὑμῶν Λάϊον τὸν Λαβδάκου |
| 225.1 | κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, |
| 225.2 | τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί· |
| 225.3 | κεἰ μὲν φοβεῖται, τοὐπίκλημ’ ὑπεξέλοι |
| 225.4 | αὐτὸς καθ’ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν |
| 225.5 | ἀστεργὲς οὐδέν, γῆς δ’ ἄπεισιν ἀσφαλής. |
| 230.1 | Εἰ δ’ αὖ τις ἄλλον οἶδεν ἢ ’ξ ἄλλης χθονὸς |
| 230.2 | τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ |
| 230.3 | κέρδος τελῶ ’γὼ χἠ χάρις προσκείσεται. |
| 230.4 | Εἰ δ’ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου |
| 230.5 | δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, |
| 235.1 | ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. |
| 235.2 | Τὸν ἄνδρ’ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς |
| 235.3 | τῆσδ’ ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω |
| 235.4 | μήτ’ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, |
| unit_67 | μήτ’ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν |
| 240.1 | κοινὸν ποιεῖσθαι, μήτε χέρνιβος νέμειν· |
| 240.2 | ὠθεῖν δ’ ἀπ’ οἴκων πάντας, ὡς μιάσματος |
| 240.3 | τοῦδ’ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ |
| 240.4 | μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί. |
| 240.5 | Ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι |
| 245.1 | τῷ τ’ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· |
| 245.2 | κατεύχομαι δὲ τὸν δεδρακότ’, εἴτε τις |
| 245.3 | εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, |
| 245.4 | κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον· |
| 245.5 | ἐπεύχομαι δ’, οἴκοισιν εἰ ξυνέστιος |
| unit_70.1 | ἐν τοῖς ἐμοῖς γένοιτ’ ἐμοῦ ξυνειδότος, |
| unit_70.2 | παθεῖν ἅπερ τοῖσδ’ ἀρτίως ἠρασάμην. |
| unit_70.3 | Ὑμῖν δὲ ταῦτα πάντ’ ἐπισκήπτω τελεῖν, |
| unit_70.4 | ὑπέρ τ’ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε |
| unit_70.5 | γῆς ὧδ’ ἀκάρπως κἀθέως ἐφθαρμένης.» |
| 255.1 | Οὐδ’ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, |
| 255.2 | ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, |
| 255.3 | ἀνδρός γ’ ἀρίστου βασιλέως ὀλωλότος, |
| 255.4 | ἀλλ’ ἐξερευνᾶν· νῦν δ’ ἐπεὶ κυρῶ τ’ ἐγὼ |
| 255.5 | ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, |
| 260.1 | ἔχων δὲ λέκτρα καὶ γυναῖχ’ ὁμόσπορον |
| 260.2 | κοινῶν τε παίδων κοίν’ ἄν, εἰ κείνῳ γένος |
| 260.3 | μὴ ’δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα— |
| 260.4 | νῦν δ’ ἐς τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη· |
| 260.5 | ἀνθ’ ὧν ἐγὼ τάδ’, ὡσπερεὶ τοὐμοῦ πατρός, |
| 265.1 | ὑπερμαχοῦμαι, κἀπὶ πάντ’ ἀφίξομαι, |
| 265.2 | ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, |
| 265.3 | τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ |
| unit_74.1 | τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ’ Ἀγήνορος· |
| unit_74.2 | καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς |
| 270.1 | μήτ’ ἀροτὸν αὐτοῖς γῆς ἀνιέναι τινά, |
| 270.2 | μήτ’ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ |
| 270.3 | τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ’ ἐχθίονι. |
| 270.4 | Ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις ὅσοις |
| 270.5 | τάδ’ ἔστ’ ἀρέσκονθ’ ἥ τε σύμμαχος Δίκη |
| 275.1 | χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. |
| 275.2 | ΧΟ.Ὥσπερ μ’ ἀραῖον ἔλαβες, ὧδ’, ἄναξ, ἐρῶ· |
| 275.3 | οὔτ’ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ’ ἔχω |
| 275.4 | δεῖξαι. Τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν |
| 275.5 | Φοίβου τόδ’ εἰπεῖν, ὅστις εἴργασταί ποτε. |
| 280.1 | ΟΙ.Δίκαι’ ἔλεξας· ἀλλ’ ἀναγκάσαι θεοὺς |
| 280.2 | ἃν μὴ θέλωσιν οὐδ’ ἂν εἷς δύναιτ’ ἀνήρ. |
| 280.3 | ΧΟ.Τὰ δεύτερ’ ἐκ τῶνδ’ ἂν λέγοιμ’ ἅ μοι δοκεῖ. |
| 280.4 | ΟΙ.Εἰ καὶ τρίτ’ ἔστι, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. |
| 280.5 | ΧΟ.Ἄνακτ’ ἄνακτι ταὔθ’ ὁρῶντ’ ἐπίσταμαι |
| 285.1 | μάλιστα Φοίβῳ Τειρεσίαν, παρ’ οὗ τις ἂν |
| 285.2 | σκοπῶν τάδ’, ὦναξ, ἐκμάθοι σαφέστατα. |
| 285.3 | ΟΙ.Ἀλλ’ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ’ ἐπραξάμην· |
| 285.4 | ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς |
| 285.5 | πομπούς· πάλαι δὲ μὴ παρὼν θαυμάζεται. |
| 290.1 | ΧΟ.Καὶ μὴν τά γ’ ἄλλα κωφὰ καὶ παλαί’ ἔπη. |
| 290.2 | ΟΙ.Τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον. |
| 290.3 | ΧΟ.Θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. |
| 290.4 | ΟΙ.Ἤκουσα κἀγώ· τὸν δ’ ἰδόντ’ οὐδεὶς ὁρᾷ. |
| 290.5 | ΧΟ.Ἀλλ’ εἴ τι μὲν δὴ δείματός γ’ ἔχει μέρος, |
| 295 | τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ’ ἀράς. |
| unit_81.1 | ΟΙ.Ὧι μή ’στι δρῶντι τάρβος, οὐδ’ ἔπος φοβεῖ. |
| unit_81.2 | ΧΟ.Ἀλλ’ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ |
| unit_81.3 | τὸν θεῖον ἤδη μάντιν ὧδ’ ἄγουσιν, ᾧ |
| unit_81.4 | τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ. |
| unit_82.1 | ΟΙ.Ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε |
| unit_82.2 | ἄρρητά τ’ οὐράνιά τε καὶ χθονοστιβῆ, |
| unit_82.3 | πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ’ ὅμως |
| unit_82.4 | οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην |
| unit_82.5 | σωτῆρά τ’, ὦναξ, μοῦνον ἐξευρίσκομεν. |
| 305.1 | Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, |
| 305.2 | πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν |
| 305.3 | μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, |
| 305.4 | εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ |
| 305.5 | κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. |
| 310.1 | Σὺ δ’ οὖν φθονήσας μήτ’ ἀπ’ οἰωνῶν φάτιν, |
| 310.2 | μήτ’ εἴ τιν’ ἄλλην μαντικῆς ἔχεις ὁδόν, |
| 310.3 | ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ’ ἐμέ, |
| 310.4 | ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος· |
| 310.5 | ἐν σοὶ γάρ ἐσμεν· ἄνδρα δ’ ὠφελεῖν ἀφ’ ὧν |
| 315.1 | ἔχοι τε καὶ δύναιτο κάλλιστος πόνων. |
| 315.2 | ΤΕΙΡΕΣΙΑΣ |
| 316.1 | Φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη |
| 316.2 | λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ |
| 316.3 | εἰδὼς διώλες’· οὐ γὰρ ἂν δεῦρ’ ἱκόμην. |
| 316.4 | ΟΙ.Τί δ’ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας. |
| 320 | ΤΕ.Ἄφες μ’ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ |
| unit_88.1 | κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. |
| unit_88.2 | ΟΙ.Οὔτ’ ἔννομ’ εἶπας οὔτε προσφιλῆ πόλει |
| unit_88.3 | τῇδ’ ἥ ς’ ἔθρεψε, τήνδ’ ἀποστερῶν φάτιν. |
| unit_88.4 | ΤΕ.Ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ’ ἰὸν |
| 325.1 | πρὸς καιρόν· ὡς οὖν μηδ’ ἐγὼ ταὐτὸν πάθω— |
| 325.2 | ΟΙ.Μή, πρὸς θεῶν, φρονῶν γ’ ἀποστραφῇς ἐπεὶ |
| 325.3 | πάντες σε προσκυνοῦμεν οἵδ’ ἱκτήριοι. |
| 325.4 | ΤΕ.Πάντες γὰρ οὐ φρονεῖτ’· ἐγὼ δ’ οὐ μή ποτε |
| 325.5 | τἄμ’, ὡς ἂν εἴπω μὴ τὰ ς’, ἐκφήνω κακά. |
| 330.1 | ΟΙ.Τί φῄς; ξυνειδὼς οὐ φράσεις, ἀλλ’ ἐννοεῖς |
| 330.2 | ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν; |
| 330.3 | ΤΕ.Ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε ς’ ἀλγυνῶ· τί ταῦτ’ |
| 330.4 | ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου. |
| 330.5 | ΟΙ.Οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου |
| 335.1 | φύσιν σύ γ’ ὀργάνειας, ἐξερεῖς ποτε, |
| 335.2 | ἀλλ’ ὧδ’ ἄτεγκτος κἀτελεύτητος φανῇ; |
| 335.3 | ΤΕ.Ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ’ ὁμοῦ |
| 335.4 | ναίουσαν οὐ κατεῖδες, ἀλλ’ ἐμὲ ψέγεις. |
| 335.5 | ΟΙ.Τίς γὰρ τοιαῦτ’ ἂν οὐκ ἂν ὀργίζοιτ’ ἔπη |
| 340.1 | κλύων ἃ νῦν σὺ τήνδ’ ἀτιμάζεις πόλιν; |
| 340.2 | ΤΕ.Ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω. |
| 340.3 | ΟΙ.Οὐκοῦν ἅ γ’ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί. |
| 340.4 | ΤΕ.Οὐκ ἂν πέρα φράσαιμι· πρὸς τάδ’, εἰ θέλεις, |
| 340.5 | θυμοῦ δι’ ὀργῆς ἥτις ἀγριωτάτη. |
| 345.1 | ΟΙ.Καὶ μὴν παρήσω γ’ οὐδέν, ὡς ὀργῆς ἔχω, |
| 345.2 | ἅπερ ξυνίημ’. Ἴσθι γὰρ δοκῶν ἐμοὶ |
| unit_94.1 | καὶ ξυμφυτεῦσαι τοὔργον, εἰργάσθαι θ’, ὅσον |
| unit_94.2 | μὴ χερσὶ καίνων· εἰ δ’ ἐτύγχανες βλέπων, |
| unit_94.3 | καὶ τοὔργον ἂν σοῦ τοῦτ’ ἔφην εἶναι μόνου. |
| unit_95.1 | ΤΕ.Ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι |
| unit_95.2 | ᾧπερ προεῖπας ἐμμένειν, κἀφ’ ἡμέρας |
| unit_95.3 | τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ’ ἐμέ, |
| unit_95.4 | ὡς ὄντι γῆς τῆσδ’ ἀνοσίῳ μιάστορι. |
| unit_95.5 | ΟΙ.Οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε |
| 355.1 | τὸ ῥῆμα, καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; |
| 355.2 | ΤΕ.Πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω. |
| 355.3 | ΟΙ.Πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης. |
| 355.4 | ΤΕ.Πρὸς σοῦ· σὺ γάρ μ’ ἄκοντα προὐτρέψω λέγειν. |
| 355.5 | ΟΙ.Ποῖον λόγον; λέγ’ αὖθις, ὡς μᾶλλον μάθω. |
| 360.1 | ΤΕ.Οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ’κπειρᾷ λέγειν; |
| 360.2 | ΟΙ.Οὐχ ὥστε γ’ εἰπεῖν γνωστόν· ἀλλ’ αὖθις φράσον. |
| 360.3 | ΤΕ.Φονέα σέ φημι τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. |
| 360.4 | ΟΙ.Ἀλλ’ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. |
| 360.5 | ΤΕ.Εἴπω τι δῆτα κἄλλ’, ἵν’ ὀργίζῃ πλέον; |
| 365.1 | ΟΙ.Ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται. |
| 365.2 | ΤΕ.Λεληθέναι σέ φημι σὺν τοῖς φιλτάτοις |
| 365.3 | αἴσχισθ’ ὁμιλοῦντ’, οὐδ’ ὁρᾶν ἵν’ εἶ κακοῦ. |
| 365.4 | ΟΙ.Ἦ καὶ γεγηθὼς ταῦτ’ ἀεὶ λέξειν δοκεῖς; |
| 365.5 | ΤΕ.Εἴπερ τί γ’ ἔστι τῆς ἀληθείας σθένος. |
| 370.1 | ΟΙ.Ἀλλ’ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ’ οὐκ ἔστ’, ἐπεὶ |
| 370.2 | τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ. |
| 370.3 | ΤΕ.Σὺ δ’ ἄθλιός γε ταῦτ’ ὀνειδίζων ἃ σοὶ |
| 370.4 | οὐδεὶς ὃς οὐχὶ τῶνδ’ ὀνειδιεῖ τάχα. |
| 370.5 | ΟΙ.Μιᾶς τρέφῃ πρὸς νυκτός, ὥστε μήτ’ ἐμὲ |
| 375.1 | μήτ’ ἄλλον ὅστις φῶς ὁρᾷ βλάψαι ποτ’ ἄν. |
| 375.2 | ΤΕ.Οὐ γάρ με μοῖρα πρός γε σοῦ πεσεῖν, ἐπεὶ |
| 375.3 | ἱκανὸς Ἀπόλλων ᾧ τάδ’ ἐκπρᾶξαι μέλει. |
| 375.4 | ΟΙ.Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα; |
| 375.5 | ΤΕ.Κρέων δέ σοι πῆμ’ οὐδέν, ἀλλ’ αὐτὸς σὺ σοί. |
| 380.1 | ΟΙ.Ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης |
| 380.2 | ὑπερφέρουσα, τῷ πολυζήλῳ βίῳ |
| 380.3 | ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται, |
| 380.4 | εἰ τῆσδέ γ’ ἀρχῆς οὕνεχ’, ἣν ἐμοὶ πόλις |
| 380.5 | δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, |
| 385.1 | ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, |
| 385.2 | λάθρᾳ μ’ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, |
| 385.3 | ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, |
| 385.4 | δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν |
| 385.5 | μόνον δέδορκε, τὴν τέχνην δ’ ἔφυ τυφλός. |
| 390.1 | Ἐπεί, φέρ’ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής; |
| 390.2 | πῶς οὐχ, ὅθ’ ἡ ῥαψῳδὸς ἐνθάδ’ ἦν κύων, |
| 390.3 | ηὔδας τι τοῖσδ’ ἀστοῖσιν ἐκλυτήριον; |
| 390.4 | Καίτοι τό γ’ αἴνιγμ’ οὐχὶ τοὐπιόντος ἦν |
| 390.5 | ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει· |
| 395.1 | ἣν οὔτ’ ἀπ’ οἰωνῶν σὺ προὐφάνης ἔχων |
| 395.2 | οὔτ’ ἐκ θεῶν του γνωτόν· ἀλλ’ ἐγὼ μολών, |
| 395.3 | ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν, |
| 395.4 | γνώμῃ κυρήσας οὐδ’ ἀπ’ οἰωνῶν μαθών· |
| 395.5 | ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις |
| unit_105.1 | παραστατήσειν τοῖς Κρεοντείοις πέλας. |
| unit_105.2 | Κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε |
| unit_105.3 | ἁγηλατήσειν· εἰ δὲ μὴ ’δόκεις γέρων |
| unit_106.1 | εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς. |
| unit_106.2 | ΧΟ.Ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ’ ἔπη |
| 405.1 | ὀργῇ λελέχθαι καὶ τὰ ς’, Οἰδίπου, δοκεῖ. |
| 405.2 | Δεῖ δ’ οὐ τοιούτων, ἀλλ’ ὅπως τὰ τοῦ θεοῦ |
| 405.3 | μαντεῖ’ ἄριστα λύσομεν, τόδε σκοπεῖν. |
| 405.4 | ΤΕ.Εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν |
| 405.5 | ἴς’ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ· |
| 410.1 | οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ, |
| 410.2 | ὥστ’ οὐ Κρέοντος προστάτου γεγράψομαι. |
| 410.3 | Λέγω δ’, ἐπειδὴ καὶ τυφλόν μ’ ὠνείδισας· |
| 410.4 | σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν’ εἶ κακοῦ, |
| 410.5 | οὐδ’ ἔνθα ναίεις, οὐδ’ ὅτων οἰκεῖς μέτα. |
| 415.1 | Ἆρ’ οἶσθ’ ἀφ’ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν |
| 415.2 | τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω. |
| 415.3 | Καί ς’ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς |
| 415.4 | ἐλᾷ ποτ’ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, |
| 415.5 | βλέποντα νῦν μὲν ὄρθ’, ἔπειτα δὲ σκότον. |
| 420.1 | Βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, |
| 420.2 | ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα, |
| 420.3 | ὅταν καταίσθῃ τὸν ὑμέναιον ὃν δόμοις |
| 420.4 | ἄνορμον εἰσέπλευσας εὐπλοίας τυχών; |
| 420.5 | Ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνῃ κακῶν |
| 425.1 | ἅ ς’ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. |
| 425.2 | Πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα |
| 425.3 | προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν |
| 425.4 | κάκιον ὅστις ἐκτριβήσεταί ποτε. |
| 425.5 | ΟΙ.Ἦ ταῦτα δῆτ’ ἀνεκτὰ πρὸς τούτου κλύειν; |
| 430.1 | Οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν |
| 430.2 | ἄψορρος οἴκων τῶνδ’ ἀποστραφεὶς ἄπει; |
| unit_113.1 | ΤΕ.Οὐδ’ ἱκόμην ἔγωγ’ ἄν, εἰ σὺ μὴ ’κάλεις. |
| unit_113.2 | ΟΙ.Οὐ γάρ τί ς’ ᾔδη μῶρα φωνήσοντ’, ἐπεὶ |
| unit_113.3 | σχολῇ ς’ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην. |
| 435.1 | ΤΕ.Ἡμεῖς τοιοίδ’ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, |
| 435.2 | μῶροι, γονεῦσι δ’ οἵ ς’ ἔφυσαν, ἔμφρονες. |
| 435.3 | ΟΙ.Ποίοισι; μεῖνον· τίς δέ μ’ ἐκφύει βροτῶν; |
| 435.4 | ΤΕ.Ἥδ’ ἡμέρα φύσει σε καὶ διαφθερεῖ. |
| 435.5 | ΟΙ.Ὡς πάντ’ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις. |
| 440.1 | ΤΕ.Οὔκουν σὺ ταῦτ’ ἄριστος εὑρίσκειν ἔφυς; |
| 440.2 | ΟΙ.Τοιαῦτ’ ὀνείδιζ’ οἷς ἔμ’ εὑρήσεις μέγαν. |
| 440.3 | ΤΕ.Αὕτη γε μέντοι ς’ ἡ τύχη διώλεσεν. |
| 440.4 | ΟΙ.Ἀλλ’ εἰ πόλιν τήνδ’ ἐξέσως’ οὔ μοι μέλει. |
| 440.5 | ΤΕ.Ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με. |
| 445.1 | ΟΙ.Κομιζέτω δῆθ’· ὡς παρὼν σύ γ’ ἐμποδὼν |
| 445.2 | ὀχλεῖς, συθείς τ’ ἂν οὐκ ἂν ἀλγύναις πλέον. |
| 445.3 | ΤΕ.Εἰπὼν ἄπειμ’ ὧν οὕνεκ’ ἦλθον, οὐ τὸ σὸν |
| 445.4 | δείσας πρόσωπον· οὐ γὰρ ἔσθ’ ὅπου μ’ ὀλεῖς. |
| 445.5 | Λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον ὃν πάλαι |
| unit_117.1 | ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον |
| unit_117.2 | τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε, |
| unit_117.3 | ξένος λόγῳ μέτοικος, εἶτα δ’ ἐγγενὴς |
| unit_117.4 | φανήσεται Θηβαῖος, οὐδ’ ἡσθήσεται |
| unit_117.5 | τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος |
| 455.1 | καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι |
| 455.2 | σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται. |
| 455.3 | Φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν |
| 455.4 | ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ |
| unit_119 | γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς |
| 460.1 | ὁμοσπόρος τε καὶ φονεύς. Καὶ ταῦτ’ ἰὼν |
| 460.2 | εἴσω λογίζου· κἂν λάβῃς μ’ ἐψευσμένον, |
| 460.3 | φάσκειν ἔμ’ ἤδη μαντικῇ μηδὲν φρονεῖν. |
| 462.1 | ΧΟ.Τίς ὅντιν’ ἁ θεσπιέπει‐ |
| 462.2 | α Δελφὶς εἶπε πέτραStr. 1. |
| 465 | ἄρρητ’ ἀρρήτων τελέσαν‐ |
| 465.1 | τα φοινίαισι χερσίν; |
| 465.2 | Ὥρα νιν ἀελλάδων |
| 465.3 | ἵππων σθεναρώτερον |
| 465.4 | φυγᾷ πόδα νωμᾶν· |
| 465.5 | ἔνοπλος γὰρ ἐπ’ αὐτὸν ἐπενθρῴσκει |
| 470.1 | πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, |
| 470.2 | δειναὶ δ’ ἅμ’ ἕπονται |
| 470.3 | Κῆρες ἀναπλάκητοι. |
| 472.1 | Ἔλαμψε γὰρ τοῦ νιφόεν‐ |
| 472.2 | τος ἀρτίως φανεῖσαAnt. 1. |
| 475.1 | φάμα Παρνασσοῦ τὸν ἄδη‐ |
| 475.2 | λον ἄνδρα πάντ’ ἰχνεύειν· |
| 475.3 | φοιτᾷ γὰρ ὑπ’ ἀγρίαν |
| 475.4 | ὕλαν ἀνά τ’ ἄντρα καὶ |
| 478.1 | πέτρας ἅτε ταῦρος, |
| 478.2 | μέλεος μελέῳ ποδὶ χηρεύων, |
| 480.1 | τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων |
| 480.2 | μαντεῖα· τὰ δ’ αἰεὶ |
| unit_129.1 | ζῶντα περιποτᾶται. |
| unit_129.2 | Δεινὰ μὲν οὖν, δεινὰ ταράσ‐Str. 2. |
| unit_129.3 | σει σοφὸς οἰωνοθέτας, |
| 485.1 | οὔτε δοκοῦντ’ οὔτ’ ἀποφάσ‐ |
| 485.2 | κονθ’· ὅ τι λέξω δ’ ἀπορῶ· |
| 485.3 | πέτομαι δ’ ἐλπίσιν οὔτ’ ἐν‐ |
| 485.4 | θάδ’ ὁρῶν οὔτ’ ὀπίσω. |
| 485.5 | Τί γὰρ ἢ Λαβδακίδαις |
| 490.1 | ἢ τῷ Πολύβου νεῖκος ἔ‐ |
| 490.2 | κειτ’; Οὔτε πάροιθέν ποτ’ ἔ‐ |
| 490.3 | γωγ’ οὔτε τανῦν πω |
| 490.4 | ἔμαθον πρὸς ὅτου δὴ βασάνῳ – ⏑ ⏑ – |
| 490.5 | ἐπὶ τὰν ἐπίδαμον |
| 495.1 | φάτιν εἶμ’ Οἰδιπόδα Λαβδακίδαις |
| 495.2 | ἐπίκουρος ἀδήλων θανάτων. |
| 496.1 | Ἀλλ’ ὁ μὲν οὖν Ζεὺς ὅ τ’ Ἀπόλ‐Ant. 2. |
| 496.2 | λων ξυνετοὶ καὶ τὰ βροτῶν |
| 496.3 | εἰδότες· ἀνδρῶν δ’ ὅτι μάν‐ |
| unit_134.1 | τις πλέον ἢ ’γὼ φέρεται, |
| unit_134.2 | κρίσις οὐκ ἔστιν ἀληθής· |
| unit_134.3 | σοφίᾳ δ’ ἂν σοφίαν |
| unit_134.4 | παραμείψειεν ἀνήρ· |
| unit_134.5 | ἄλλ’ οὔποτ’ ἔγωγ’ ἄν, πρὶν ἴ‐ |
| 505.1 | δοιμ’ ὀρθὸν ἔπος, μεμφομέ‐ |
| 505.2 | νων ἂν καταφαίην. |
| 505.3 | Φανερὰ γὰρ ἐπ’ αὐτῷ πτερόεσς’ ἦλθε κόρα |
| 505.4 | ποτέ, καὶ σοφὸς ὤφθη |
| 510 | βασάνῳ θ’ ἁδύπολις· τῷ ἀπ’ ἐμᾶς |
| unit_137.1 | φρενὸς οὔποτ’ ὀφλήσει κακίαν. |
| unit_137.2 | ΚΡ.Ἄνδρες πολῖται, δείν’ ἔπη πεπυσμένος |
| unit_137.3 | κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, |
| 515.1 | πάρειμ’ ἀτλητῶν. Εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς |
| 515.2 | ταῖς νῦν νομίζει πρός γ’ ἐμοῦ πεπονθέναι |
| 515.3 | λόγοισιν εἴτ’ ἔργοισιν εἰς βλάβην φέρον, |
| 515.4 | οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, |
| 515.5 | φέροντι τήνδε βάξιν. Οὐ γὰρ εἰς ἁπλοῦν |
| 520.1 | ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, |
| 520.2 | ἀλλ’ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, |
| 520.3 | κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. |
| 520.4 | ΧΟ.Ἀλλ’ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ’ ἂν |
| 520.5 | ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. |
| 525.1 | ΚΡ.Τοὔπος δ’ ἐφάνθη ταῖς ἐμαῖς γνώμαις ὅτι |
| 525.2 | πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι; |
| 525.3 | ΧΟ.Ηὐδᾶτο μὲν τάδ’, οἶδα δ’ οὐ γνώμῃ τίνι. |
| 525.4 | ΚΡ.Ἐξ ὀμμάτων δ’ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς |
| 525.5 | κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου; |
| 530.1 | ΧΟ.Οὐκ οἶδ’· ἃ γὰρ δρῶς’ οἱ κρατοῦντες οὐχ ὁρῶ. |
| 530.2 | Αὐτὸς δ’ ὅδ’ ἤδη δωμάτων ἔξω περᾷ. |
| 530.3 | ΟΙ.Οὗτος σύ, πῶς δεῦρ’ ἦλθες; ἢ τοσόνδ’ ἔχεις |
| 530.4 | τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας |
| 530.5 | ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς |
| 535.1 | λῃστής τ’ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; |
| 535.2 | Φέρ’ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν |
| 535.3 | ἰδών τιν’ ἔν μοι ταῦτ’ ἐβουλεύσω ποεῖν; |
| 535.4 | ἢ τοὔργον ὡς οὐ γνωρίσοιμί σου τόδε |
| 535.5 | δόλῳ προσέρπον κοὐκ ἀλεξοίμην μαθών; |
| 540.1 | Ἆρ’ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, |
| 540.2 | ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα |
| 540.3 | θηρᾶν, ὃ πλήθει χρήμασίν θ’ ἁλίσκεται; |
| 540.4 | ΚΡ.Οἶσθ’ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων |
| 540.5 | ἴς’ ἀντάκουσον, κᾆτα κρῖν’ αὐτὸς μαθών. |
| 545.1 | ΟΙ.Λέγειν σὺ δεινός, μανθάνειν δ’ ἐγὼ κακὸς |
| 545.2 | σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν ς’ εὕρηκ’ ἐμοί. |
| 545.3 | ΚΡ.Τοῦτ’ αὐτὸ νῦν μου πρῶτ’ ἄκουσον ὡς ἐρῶ. |
| 545.4 | ΟΙ.Τοῦτ’ αὐτὸ μή μοι φράζ’ ὅπως οὐκ εἶ κακός. |
| 545.5 | ΚΡ.Εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν |
| unit_145.1 | εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. |
| unit_145.2 | ΟΙ.Εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς |
| unit_145.3 | δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. |
| unit_145.4 | ΚΡ.Ξύμφημί σοι ταῦτ’ ἔνδικ’ εἰρῆσθαι· τὸ δὲ |
| unit_145.5 | πάθημ’ ὁποῖον φῂς παθεῖν δίδασκέ με. |
| 555.1 | ΟΙ.Ἔπειθες ἢ οὐκ ἔπειθες ὡς χρείη μ’ ἐπὶ |
| 555.2 | τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα; |
| 555.3 | ΚΡ.Καὶ νῦν ἔθ’ αὑτός εἰμι τῷ βουλεύματι. |
| 555.4 | ΟΙ.Πόσον τιν’ ἤδη δῆθ’ ὁ Λάϊος χρόνον— |
| 555.5 | ΚΡ.Δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ. |
| 560.1 | ΟΙ.ἄφαντος ἔρρει θανασίμῳ χειρώματι; |
| 560.2 | ΚΡ.Μακροὶ παλαιοί τ’ ἂν μετρηθεῖεν χρόνοι. |
| 560.3 | ΟΙ.Τότ’ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ; |
| 560.4 | ΚΡ.Σοφός γ’ ὁμοίως κἀξ ἴσου τιμώμενος. |
| 560.5 | ΟΙ.Ἐμνήσατ’ οὖν ἐμοῦ τι τῷ τότ’ ἐν χρόνῳ; |
| 565.1 | ΚΡ.Οὔκουν ἐμοῦ γ’ ἑστῶτος οὐδαμοῦ πέλας. |
| 565.2 | ΟΙ.Ἀλλ’ οὐκ ἔρευναν τοῦ θανόντος ἔσχετε; |
| unit_149.1 | ΚΡ.Παρέσχομεν, πῶς δ’ οὐχί; κοὐκ ἐκύρσαμεν. |
| unit_149.2 | ΟΙ.Πῶς οὖν τόθ’ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε; |
| unit_149.3 | ΚΡ.Οὐκ οἶδ’· ἐφ’ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ. |
| 570.1 | ΟΙ.Τοσόνδε γ’ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν— |
| 570.2 | ΚΡ.Ποῖον τόδ’; εἰ γὰρ οἶδά γ’, οὐκ ἀρνήσομαι. |
| 570.3 | ΟΙ.ὁθούνεκ’, εἰ μὴ σοὶ ξυνῆλθε, τὰς ἐμὰς |
| 570.4 | οὐκ ἄν ποτ’ εἶπεν Λαΐου διαφθοράς. |
| 570.5 | ΚΡ.Εἰ μὲν λέγει τάδ’, αὐτὸς οἶσθ’· ἐγὼ δὲ σοῦ |
| 575.1 | μαθεῖν δικαιῶ ταὔθ’ ἅπερ κἀμοῦ σὺ νῦν. |
| 575.2 | ΟΙ.Ἐκμάνθαν’· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. |
| 575.3 | ΚΡ.Τί δῆτ’; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις; |
| 575.4 | ΟΙ.Ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. |
| 575.5 | ΚΡ.Ἄρχεις δ’ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων; |
| 580.1 | ΟΙ.Ἃν ᾖ θέλουσα πάντ’ ἐμοῦ κομίζεται. |
| 580.2 | ΚΡ.Οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος; |
| 580.3 | ΟΙ.Ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνῃ φίλος. |
| 580.4 | ΚΡ.Οὔκ, εἰ διδοίης γ’ ὡς ἔχω σαυτῷ λόγον. |
| 580.5 | Σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν’ ἂν δοκεῖς |
| 585.1 | ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ |
| 585.2 | ἄτρεστον εὕδοντ’, εἰ τά γ’ αὔθ’ ἕξει κράτη. |
| 585.3 | Ἐγὼ μὲν οὖν οὔτ’ αὐτὸς ἱμείρων ἔφυν |
| 585.4 | τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, |
| 585.5 | οὔτ’ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. |
| 590.1 | Νῦν μὲν γὰρ ἐκ σοῦ πάντ’ ἄνευ φόβου φέρω· |
| 590.2 | εἰ δ’ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. |
| 590.3 | Πῶς δῆτ’ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν |
| 590.4 | ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ; |
| 590.5 | Οὔπω τοσοῦτον ἠπατημένος κυρῶ |
| 595.1 | ὥστ’ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. |
| 595.2 | Νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, |
| 595.3 | νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με· |
| 595.4 | τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ’ ἔνι. |
| 595.5 | Πῶς δῆτ’ ἐγὼ κεῖν’ ἂν λάβοιμ’ ἀφεὶς τάδε; |
| unit_156.1 | οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. |
| unit_156.2 | Ἀλλ’ οὔτ’ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν, |
| unit_156.3 | οὔτ’ ἂν μετ’ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. |
| unit_156.4 | Καὶ τῶνδ’ ἔλεγχον, τοῦτο μὲν Πυθώδ’ ἰών, |
| unit_156.5 | πεύθου τὰ χρησθέντ’ εἰ σαφῶς ἤγγειλά σοι· |
| 605.1 | τοῦτ’ ἄλλ’, ἐάν με τῷ τερασκόπῳ λάβῃς |
| 605.2 | κοινῇ τι βουλεύσαντα, μή μ’ ἁπλῇ κτάνῃς |
| 605.3 | ψήφῳ, διπλῇ δὲ, τῇ τ’ ἐμῇ καὶ σῇ, λαβών, |
| 605.4 | γνώμῃ δ’ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. |
| 605.5 | Οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην |
| 610.1 | χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. |
| 610.2 | Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω |
| 610.3 | καὶ τὸν παρ’ αὑτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ. |
| 610.4 | Ἀλλ’ ἐν χρόνῳ γνώσῃ τάδ’ ἀσφαλῶς, ἐπεὶ |
| 610.5 | χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος· |
| 615.1 | κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. |
| 615.2 | ΧΟ.Καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, |
| 615.3 | ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. |
| 615.4 | ΟΙ.Ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ |
| 615.5 | χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν. |
| 620.1 | Εἰ δ’ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν |
| 620.2 | πεπραγμέν’ ἔσται, τἀμὰ δ’ ἡμαρτημένα. |
| 620.3 | ΚΡ.Τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν; |
| 620.4 | ΟΙ.Ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι. |
| 620.5 | ΚΡ.Ὅταν προδείξῃς 〈γ’〉 οἷόν ἐστι τὸ φθονεῖν. |
| 625.1 | ΟΙ.Ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; |
| 625.2 | ΚΡ.Οὐ γὰρ φρονοῦντά ς’ εὖ βλέπω. |
| 626.1 | ΟΙ.Τὸ γοῦν ἐμόν. |
| 626.2 | ΚΡ.Ἀλλ’ ἐξ ἴσου δεῖ κἀμόν. |
| 627.1 | ΟΙ.Ἀλλ’ ἔφυς κακός. |
| 627.2 | ΚΡ.Εἰ δὲ ξυνίης μηδέν; |
| 628.1 | ΟΙ.Ἀρκτέον γ’ ὅμως. |
| 628.2 | ΚΡ.Οὔτοι κακῶς γ’ ἄρχοντος. |
| 629 | ΟΙ.Ὢ πόλις, πόλις. |
| 630.1 | ΚΡ.Κἀμοὶ πόλεως μέτεστιν, οὐχὶ σοὶ μόνῳ. |
| 630.2 | ΧΟ.Παύσασθ’, ἄνακτες· καιρίαν δ’ ὑμῖν ὁρῶ |
| 630.3 | τήνδ’ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ’ ἧς |
| 630.4 | τὸ νῦν παρεστὼς νεῖκος εὖ θέσθαι χρεών. |
| 630.5 | ΙΟΚΑΣΤΗ |
| 634 | Τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν |
| 635.1 | γλώσσης ἐπήρασθ’, οὐδ’ ἐπαισχύνεσθε γῆς |
| 635.2 | οὕτω νοσούσης ἴδια κινοῦντες κακά; |
| 635.3 | Οὐκ εἶ σύ τ’ οἴκους σύ τε, Κρέων, κατὰ στέγας, |
| 635.4 | καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ’ οἴσετε; |
| 635.5 | ΚΡ.Ὅμαιμε, δεινά μ’ Οἰδίπους, ὁ σὸς πόσις, |
| 640.1 | δρᾶσαι δικαιοῖ, δυοῖν ἀποκρίνας κακοῖν, |
| 640.2 | ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών. |
| 640.3 | ΟΙ.Ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς |
| 640.4 | εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ. |
| 640.5 | ΚΡ.Μὴ νῦν ὀναίμην, ἀλλ’ ἀραῖος, εἴ σέ τι |
| 645.1 | δέδρακ’, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. |
| 645.2 | ΙΟ.Ὢ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε, |
| 645.3 | μάλιστα μὲν τόνδ’ ὅρκον αἰδεσθεὶς θεῶν, |
| unit_171.1 | ἔπειτα κἀμὲ τούσδε θ’ οἳ πάρεισί σοι. |
| unit_171.2 | ΧΟ.Πιθοῦ θελήσας φρονήσας τ’, ἄναξ, λίσσομαι.Str. |
| 651.1 | ΟΙ.Τί σοι θέλεις δῆτ’ εἰκάθω; |
| 651.2 | ΧΟ.Τὸν οὔτε πρὶν νήπιον νῦν τ’ ἐν ὅρ‐ |
| 651.3 | κῳ μέγαν καταίδεσαι. |
| 651.4 | ΟΙ.Οἶσθ’ οὖν ἃ χρῄζεις; |
| 655 | ΧΟ.Οἶδα. |
| 655.1 | ΟΙ.Φράζε δὴ τί φῄς. |
| 655.2 | ΧΟ.Τὸν ἐναγῆ φίλον μήποτ’ ἐν αἰτίᾳ |
| 655.3 | σὺν ἀφανεῖ λόγῳ 〈σ’〉 ἄτιμον βαλεῖν. |
| 655.4 | ΟΙ.Εὖ νυν ἐπίστω, ταῦθ’ ὅταν ζητῇς, ἐμοὶ |
| 655.5 | ζητῶν ὄλεθρον ἢ φυγεῖν ἐκ τῆσδε γῆς. |
| 660.1 | ΧΟ.Οὐ τὸν πάντων θεῶν θεὸν πρόμον |
| 660.2 | Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον |
| 660.3 | ὀλοίμαν, φρόνησιν εἰ τάνδ’ ἔχω. |
| 665.1 | Ἀλλά μοι δυσμόρῳ γᾶ φθίνουσα τρύχει |
| 665.2 | ψυχάν, τάδ’ εἰ κακοῖς κακὰ |
| 665.3 | προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν. |
| 665.4 | ΟΙ.Ὁ δ’ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν |
| 670.1 | ἢ γῆς ἄτιμον τῆσδ’ ἀπωσθῆναι βίᾳ· |
| 670.2 | τὸ γὰρ σόν, οὐ τὸ τοῦδ’, ἐποικτίρω στόμα |
| 670.3 | ἐλεινόν· οὗτος δ’ ἔνθ’ ἂν ᾖ στυγήσεται. |
| 670.4 | ΚΡ.Στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ’, ὅταν |
| 670.5 | θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις |
| 675.1 | αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. |
| 675.2 | ΟΙ.Οὔκουν μ’ ἐάσεις κἀκτὸς εἶ; |
| 675.3 | ΚΡ.Πορεύσομαι, |
| unit_179.1 | σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ’ ἴσος. |
| unit_179.2 | ΧΟ.Γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ’ ἔσω;Ant. |
| 680.1 | ΙΟ.Μαθοῦσά γ’ ἥτις ἡ τύχη. |
| 680.2 | ΧΟ.Δόκησις ἀγνὼς λόγων ἦλθε, δά‐ |
| 680.3 | πτει δὲ καὶ τὸ μὴ ’νδικον. |
| 680.4 | ΙΟ.Ἀμφοῖν ἀπ’ αὐτοῖν; |
| 680.5 | ΧΟ.Ναίχι. |
| 684 | ΙΟ.Καὶ τίς ἦν λόγος; |
| 685.1 | ΧΟ.Ἅλις ἔμοιγ’ ἅλις, γᾶς προπονουμένας, |
| 685.2 | φαίνεται ἔνθ’ ἔληξεν, αὐτοῦ μένειν. |
| 685.3 | ΟΙ.Ὁρᾷς ἵν’ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ, |
| 685.4 | τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ; |
| 685.5 | ΧΟ.Ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, |
| 690.1 | ἴσθι δὲ παραφρόνιμον ἄπορον ἐπὶ φρόνιμα |
| 690.2 | πεφάνθαι μ’ ἄν, εἴ σε νοσφίζομαι, |
| 694 | ὅς γ’ ἐμὰν γᾶν φίλαν ἐν πόνοις ἁλοῦσαν |
| 695.1 | – – κατ’ ὀρθὸν οὔρισας· |
| 695.2 | τανῦν δ’ εὔπομπος, εἰ δύνᾳ, γενοῦ. |
| 695.3 | ΙΟ.Πρὸς θεῶν δίδαξον κἄμ’, ἄναξ, ὅτου ποτὲ |
| 695.4 | μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις. |
| unit_186.1 | ΟΙ.Ἐρῶ—σὲ γὰρ τῶνδ’ ἐς πλέον, γύναι, σέβω— |
| unit_186.2 | Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει. |
| unit_186.3 | ΙΟ.Λέγ’, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς. |
| unit_186.4 | ΟΙ.Φονέα μέ φησι Λαΐου καθεστάναι. |
| unit_187 | ΙΟ.Αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα; |
| 705.1 | ΟΙ.Μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ |
| 705.2 | τό γ’ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα. |
| 705.3 | ΙΟ.Σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι |
| 705.4 | ἐμοῦ ’πάκουσον καὶ μάθ’ οὕνεκ’ ἐστί σοι |
| 705.5 | βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης· |
| 710.1 | φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα· |
| 710.2 | χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ’, οὐκ ἐρῶ |
| 710.3 | Φοίβου γ’ ἀπ’ αὐτοῦ, τῶν δ’ ὑπηρετῶν ἄπο, |
| 710.4 | ὡς αὐτὸν ἥξοι μοῖρα πρὸς παιδὸς θανεῖν |
| 710.5 | ὅστις γένοιτ’ ἐμοῦ τε κἀκείνου πάρα. |
| 715.1 | Καὶ τὸν μέν, ὥσπερ γ’ ἡ φάτις, ξένοι ποτὲ |
| 715.2 | λῃσταὶ φονεύους’ ἐν τριπλαῖς ἁμαξιτοῖς· |
| 715.3 | παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι |
| 715.4 | τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν |
| 715.5 | ἔρριψεν ἄλλων χερσὶν εἰς ἄβατον ὄρος. |
| 720.1 | Κἀνταῦθ’ Ἀπόλλων οὔτ’ ἐκεῖνον ἤνυσεν |
| 720.2 | φονέα γενέσθαι πατρός, οὔτε Λάϊον, |
| 720.3 | τὸ δεινὸν οὑφοβεῖτο, πρὸς παιδὸς θανεῖν. |
| 720.4 | Τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν, |
| 720.5 | ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς |
| 725.1 | χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. |
| 725.2 | ΟΙ.Οἷόν μ’ ἀκούσαντ’ ἀτίως ἔχει, γύναι, |
| 725.3 | ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν. |
| 725.4 | ΙΟ.Ποίας μερίμνης τοῦθ’ ὑποστραφεὶς λέγεις; |
| 725.5 | ΟΙ.Ἔδοξ’ ἀκοῦσαι σοῦ τόδ’, ὡς ὁ Λάϊος |
| 730.1 | κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. |
| 730.2 | ΙΟ.Ηὐδᾶτο γὰρ ταῦτ’ οὐδέ πω λήξαντ’ ἔχει. |
| unit_194.1 | ΟΙ.Καὶ ποῦ ’σθ’ ὁ χῶρος οὗτος, οὗ τόδ’ ἦν πάθος; |
| unit_194.2 | ΙΟ.Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ’ ὁδὸς |
| unit_194.3 | ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει. |
| 735.1 | ΟΙ.Καὶ τίς χρόνος τοῖσδ’ ἐστὶν οὑξεληλυθώς; |
| 735.2 | ΙΟ.Σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ’ ἔχων χθονὸς |
| 735.3 | ἀρχὴν ἐφαίνου, τοῦτ’ ἐκηρύχθη πόλει. |
| 735.4 | ΟΙ.Ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι; |
| 735.5 | ΙΟ.Τί δ’ ἐστί σοι τοῦτ’, Οἰδίπους, ἐνθύμιον; |
| 740.1 | ΟΙ.Μήπω μ’ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν |
| 740.2 | τίν’ εἶχε φράζε, τίνα δ’ ἀκμὴν ἥβης ἔχων. |
| 740.3 | ΙΟ.Μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα, |
| 740.4 | μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ. |
| 740.5 | ΟΙ.Οἴμοι τάλας· ἔοικ’ ἐμαυτὸν εἰς ἀρὰς |
| 745.1 | δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι. |
| 745.2 | ΙΟ.Πῶς φῄς; ὀκνῶ τοι πρὸς ς’ ἀποσκοποῦς’, ἄναξ. |
| 745.3 | ΟΙ.Δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ. |
| 745.4 | Δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι. |
| 745.5 | ΙΟ.Καὶ μὴν ὀκνῶ μέν, ἃ δ’ ἂν ἔρῃ μαθοῦς’ ἐρῶ. |
| unit_198.1 | ΟΙ.Πότερον ἐχώρει βαιός, ἢ πολλοὺς ἔχων |
| unit_198.2 | ἄνδρας λοχίτας, οἷ’ ἀνὴρ ἀρχηγέτης; |
| unit_198.3 | ΙΟ.Πέντ’ ἦσαν οἱ ξύμπαντες, ἐν δ’ αὐτοῖσιν ἦν |
| unit_198.4 | κῆρυξ· ἀπήνη δ’ ἦγε Λάϊον μία. |
| unit_198.5 | ΟΙ.Αἰαῖ, τάδ’ ἤδη διαφανῆ. Τίς ἦν ποτε |
| 755.1 | ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι; |
| 755.2 | ΙΟ.Οἰκεύς τις, ὅσπερ ἵκετ’ ἐκσωθεὶς μόνος. |
| 755.3 | ΟΙ.Ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών; |
| 755.4 | ΙΟ.Οὐ δῆτ’· ἀφ’ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη |
| 755.5 | σέ τ’ εἶδ’ ἔχοντα Λάϊόν τ’ ὀλωλότα, |
| 760.1 | ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν |
| 760.2 | ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς, |
| 760.3 | ὡς πλεῖστον εἴη τοῦδ’ ἄποπτος ἄστεως. |
| 760.4 | Κἄπεμψ’ ἐγώ νιν· ἄξιος γὰρ οἷ’ ἀνὴρ |
| 760.5 | δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν. |
| 765.1 | ΟΙ.Πῶς ἂν μόλοι δῆθ’ ἡμὶν ἐν τάχει πάλιν; |
| 765.2 | ΙΟ.Πάρεστιν. Ἀλλὰ πρὸς τί τοῦτ’ ἐφίεσαι; |
| 765.3 | ΟΙ.Δέδοικ’ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ’ ἄγαν |
| 765.4 | εἰρημέν’ ᾖ μοι, δι’ ἅ νιν εἰσιδεῖν θέλω. |
| 765.5 | ΙΟ.Ἀλλ’ ἵξεται μέν· ἀξία δέ που μαθεῖν |
| 770.1 | κἀγὼ τά γ’ ἐν σοὶ δυσφόρως ἔχοντ’, ἄναξ. |
| 770.2 | ΟΙ.Κοὐ μὴ στερηθῇς γ’ ἐς τοσοῦτον ἐλπίδων |
| 770.3 | ἐμοῦ βεβῶτος· τῷ γὰρ ἂν καὶ μείζονι |
| 770.4 | λέξαιμ’ ἂν ἢ σοὶ διὰ τύχης τοιᾶσδ’ ἰών; |
| 770.5 | Ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος, |
| 775.1 | μήτηρ δὲ Μερόπη Δωρίς. Ἠγόμην δ’ ἀνὴρ |
| 775.2 | ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη |
| 775.3 | τοιάδ’ ἐπέστη, θαυμάσαι μὲν ἀξία, |
| 775.4 | σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία. |
| 775.5 | Ἀνὴρ γὰρ ἐν δείπνοις μ’ ὑπερπλησθεὶς μέθῃ |
| 780.1 | καλεῖ παρ’ οἴνῳ πλαστὸς ὡς εἴην πατρί. |
| 780.2 | Κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν |
| 780.3 | μόλις κατέσχον, θἀτέρᾳ δ’ ἰὼν πέλας |
| 780.4 | μητρὸς πατρός τ’ ἤλεγχον· οἱ δὲ δυσφόρως |
| 780.5 | τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον. |
| 785.1 | Κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ’ |
| 785.2 | ἔκνιζέ μ’ αἰεὶ τοῦθ’· ὑφεῖρπε γὰρ πολύ. |
| 785.3 | Λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι |
| unit_206.1 | Πυθώδε, καί μ’ ὁ Φοῖβος ὧν μὲν ἱκόμην |
| unit_206.2 | ἄτιμον ἐξέπεμψεν, ἄλλα δ’ ἀθλίῳ |
| 790.1 | καὶ δεινὰ καὶ δύστηνα προὐφάνη λέγων, |
| 790.2 | ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ’ |
| 790.3 | ἄτλητον ἀνθρώποισι δηλώσοιμ’ ὁρᾶν, |
| 790.4 | φονεὺς δ’ ἐσοίμην τοῦ φυτεύσαντος πατρός. |
| 790.5 | Κἀγὼ ’πακούσας ταῦτα τὴν Κορινθίαν |
| 795.1 | ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα |
| 795.2 | ἔφευγον, ἔνθα μήποτ’ ὀψοίμην κακῶν |
| 795.3 | χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα. |
| 795.4 | Στείχων δ’ ἱκνοῦμαι τούσδε τοὺς χώρους ἐν οἷς |
| 795.5 | σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις. |
| unit_209.1 | Καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. Τριπλῆς |
| unit_209.2 | ὅτ’ ἦ κελεύθου τῆσδ’ ὁδοιπορῶν πέλας, |
| unit_209.3 | ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς |
| unit_209.4 | ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῄς, |
| unit_209.5 | ξυνηντίαζον· κἀξ ὁδοῦ μ’ ὅ θ’ ἡγεμὼν |
| 805.1 | αὐτός θ’ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. |
| 805.2 | Κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην, |
| 805.3 | παίω δι’ ὀργῆς· καί μ’ ὁ πρέσβυς ὡς ὁρᾷ |
| 805.4 | ὄχον παραστείχοντα, τηρήσας μέσον |
| 805.5 | κάρα διπλοῖς κέντροισί μου καθίκετο. |
| 810.1 | Οὐ μὴν ἴσην γ’ ἔτεισεν, ἀλλὰ συντόμως |
| 810.2 | σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος |
| 810.3 | μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται· |
| 810.4 | κτείνω δὲ τοὺς ξύμπαντας. Εἰ δὲ τῷ ξένῳ |
| 810.5 | τούτῳ προσήκει Λαΐῳ τι συγγενές, |
| 815.1 | τίς τοῦδέ γ’ ἀνδρὸς νῦν ἔτ’ ἀθλιώτερος; |
| 815.2 | τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ’ ἀνήρ; |
| 815.3 | ᾧ μὴ ξένων ἔξεστι μηδ’ ἀστῶν τινα |
| 815.4 | δόμοις δέχεσθαι, μηδὲ προσφωνεῖν τινα, |
| 815.5 | ὠθεῖν δ’ ἀπ’ οἴκων. Καὶ τάδ’ οὔτις ἄλλος ἦν |
| 820.1 | ἢ ’γὼ ’π’ ἐμαυτῷ τάσδ’ ἀρὰς ὁ προστιθείς. |
| 820.2 | Λέχη δὲ τοῦ θανόντος ἐν χεροῖν ἐμαῖν |
| 820.3 | χραίνω, δι’ ὧνπερ ὤλετ’. Ἆρ’ ἔφυν κακός; |
| 820.4 | ἆρ’ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν, |
| 820.5 | καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν |
| 825.1 | μήτ’ ἐμβατεῦσαι πατρίδος, ἢ γάμοις με δεῖ |
| 825.2 | μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν, |
| 825.3 | Πόλυβον, ὃς ἐξέθρεψε κἀξέφυσέ με. |
| 825.4 | Ἆρ’ οὐκ ἀπ’ ὠμοῦ ταῦτα δαίμονός τις ἂν |
| 825.5 | κρίνων ἐπ’ ἀνδρὶ τῷδ’ ἂν ὀρθοίη λόγον; |
| 830.1 | Μὴ δῆτα, μὴ δῆτ’, ὦ θεῶν ἁγνὸν σέβας, |
| 830.2 | ἴδοιμι ταύτην ἡμέραν, ἀλλ’ ἐκ βροτῶν |
| 830.3 | βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ’ ἰδεῖν |
| 830.4 | κηλῖδ’ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην. |
| 830.5 | ΧΟ.Ἡμῖν μέν, ὦναξ, ταῦτ’ ὀκνήρ’· ἕως δ’ ἂν οὖν |
| 835.1 | πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ’ ἐλπίδα. |
| 835.2 | ΟΙ.Καὶ μὴν τοσοῦτόν γ’ ἐστί μοι τῆς ἐλπίδος, |
| 835.3 | τὸν ἄνδρα, τὸν βοτῆρα, προσμεῖναι μόνον. |
| 835.4 | ΙΟ.Πεφασμένου δὲ τίς ποθ’ ἡ προθυμία; |
| 835.5 | ΟΙ.Ἐγὼ διδάξω ς’· ἢν γὰρ εὑρεθῇ λέγων |
| 840.1 | σοὶ ταὔτ’, ἔγωγ’ ἂν ἐκπεφευγοίην πάθος. |
| 840.2 | ΙΟ.Ποῖον δέ μου περισσὸν ἤκουσας λόγον; |
| 840.3 | ΟΙ.Λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν |
| unit_218.1 | ὥς νιν κατακτείνειαν. Εἰ μὲν οὖν ἔτι |
| unit_218.2 | λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ’κτανον· |
| 845.1 | οὐ γὰρ γένοιτ’ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος· |
| 845.2 | εἰ δ’ ἄνδρ’ ἕν’ οἰόζωνον αὐδήσει, σαφῶς |
| 845.3 | τοῦτ’ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον. |
| 845.4 | ΙΟ.Ἀλλ’ ὡς φανέν γε τοὔπος ὧδ’ ἐπίστασο, |
| 845.5 | κοὐκ ἔστιν αὐτῷ τοῦτό γ’ ἐκβαλεῖν πάλιν· |
| unit_220.1 | πόλις γὰρ ἤκους’, οὐκ ἐγὼ μόνη, τάδε. |
| unit_220.2 | Εἰ δ’ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου, |
| unit_220.3 | οὔτοι ποτ’, ὦναξ, τόν γε Λαΐου φόνον |
| unit_220.4 | φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας |
| unit_220.5 | διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν. |
| 855.1 | Καίτοι νιν οὐ κεῖνός γ’ ὁ δύστηνός ποτε |
| 855.2 | κατέκταν’, ἀλλ’ αὐτὸς πάροιθεν ὤλετο. |
| 855.3 | Ὥστ’ οὐχὶ μαντείας γ’ ἂν οὔτε τῇδ’ ἐγὼ |
| 855.4 | βλέψαιμ’ ἂν οὕνεκ’ οὔτε τῇδ’ ἂν ὕστερον. |
| 855.5 | ΟΙ.Καλῶς νομίζεις. Ἀλλ’ ὅμως τὸν ἐργάτην |
| 860.1 | πέμψον τινὰ στελοῦντα, μηδὲ τοῦτ’ ἀφῇς. |
| 860.2 | ΙΟ.Πέμψω ταχύνας’· ἀλλ’ ἴωμεν ἐς δόμους· |
| 860.3 | οὐδὲν γὰρ ἂν πράξαιμ’ ἂν ὧν οὔ σοι φίλον. |
| 862.1 | ΧΟ.Εἴ μοι ξυνείη φέροντι μοῖρα τὰνStr. 1. |
| 862.2 | εὔσεπτον ἁγνείαν λόγων |
| 865.1 | ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται |
| 865.2 | ὑψίποδες, οὐρανίαν |
| 865.3 | δι’ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος |
| 865.4 | πατὴρ μόνος, οὐδέ νιν |
| 868.1 | θνατὰ φύσις ἀνέρων |
| 868.2 | ἔτικτεν, οὐδὲ μήποτε λά‐ |
| 870 | θα κατακοιμάσῃ· |
| unit_227.1 | μέγας ἐν τούτοις θεός, οὐδὲ γηράσκει. |
| unit_227.2 | Ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰAnt. 1. |
| 873-874 | πολλῶν ὑπερπλησθῇ μάταν |
| 875.1 | ἃ μὴ ’πίκαιρα μηδὲ συμφέροντα, |
| 875.2 | ἀκρότατα γεῖς’ ἀναβᾶς’ |
| 875.3 | 〈ἄφαρ〉 ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν, |
| 875.4 | ἔνθ’ οὐ ποδὶ χρησίμῳ |
| 875.5 | χρῆται. Τὸ καλῶς δ’ ἔχον |
| 879 | πόλει πάλαισμα μήποτε λῦ‐ |
| 880.1 | σαι θεὸν αἰτοῦμαι· |
| 880.2 | θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων. |
| 881.1 | Εἰ δέ τις ὑπέροπτα χερ‐Str. 2. |
| 881.2 | σὶν ἢ λόγῳ πορεύεται, |
| 885.1 | Δίκας ἀφόβητος οὐδὲ |
| 885.2 | δαιμόνων ἕδη σέβων, |
| 885.3 | κακά νιν ἕλοιτο μοῖρα, |
| 885.4 | δυσπότμου χάριν χλιδᾶς, |
| 885.5 | εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως |
| 890.1 | καὶ τῶν ἀσέπτων ἔρξεται, |
| 890.2 | ἢ τῶν ἀθίκτων ἕξεται ματᾴζων. |
| 890.3 | Τίς ἔτι ποτ’ ἐν τοῖσδ’ ἀνὴρ θυμοῦ βέλη |
| 890.4 | εὔξεται ψυχᾶς ἀμύνειν; |
| 895.1 | Εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, |
| 895.2 | τί δεῖ με χορεύειν; |
| 896 | Οὐκέτι τὸν ἄθικτον εἶ‐Ant. 2. |
| 897.1 | μι γᾶς ἐπ’ ὀμφαλὸν σέβων, |
| 897.2 | οὐδ’ ἐς τὸν Ἀβαῖσι ναόν, |
| 897.3 | οὐδὲ τὰν Ὀλυμπίαν, |
| unit_238 | εἰ μὴ τάδε χειρόδεικτα |
| unit_239 | πᾶσιν ἁρμόσει βροτοῖς. |
| 902-903 | Ἀλλ’, ὦ κρατύνων, εἴπερ ὄρθ’ ἀκούεις, |
| 904 | Ζεῦ, πάντ’ ἀνάσσων, μὴ λάθοι |
| 905.1 | σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν. |
| 905.2 | Φθίνοντα γὰρ 〈τοῦ παλαιοῦ〉 Λαΐου |
| 905.3 | θέσφατ’ ἐξαιροῦσιν ἤδη, |
| 905.4 | κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής· |
| 910 | ἔρρει δὲ τὰ θεῖα. |
| 910.1 | ΙΟ.Χώρας ἄνακτες, δόξα μοι παρεστάθη |
| 910.2 | ναοὺς ἱκέσθαι δαιμόνων, τάδ’ ἐν χεροῖν |
| 910.3 | στέφη λαβούσῃ κἀπιθυμιάματα. |
| 910.4 | Ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν |
| 915.1 | λύπαισι παντοίαισιν; οὐδ’ ὁποῖ’ ἀνὴρ |
| 915.2 | ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται, |
| 915.3 | ἀλλ’ ἔστι τοῦ λέγοντος, ἢν φόβους λέγῃ. |
| 915.4 | Ὅτ’ οὖν παραινοῦς’ οὐδὲν ἐς πλέον ποῶ, |
| 915.5 | πρὸς ς’, ὦ Λύκει’ Ἄπολλον, ἄγχιστος γὰρ εἶ, |
| 920.1 | ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, |
| 920.2 | ὅπως λύσιν τιν’ ἡμὶν εὐαγῆ πόρῃς· |
| 920.3 | ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον |
| 920.4 | κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς. |
| 920.5 | ΑΓΓΕΛΟΣ |
| 924 | Ἆρ’ ἂν παρ’ ὑμῶν, ὦ ξένοι, μάθοιμ’ ὅπου |
| 925.1 | τὰ τοῦ τυράννου δώματ’ ἐστὶν Οἰδίπου; |
| 925.2 | μάλιστα δ’ αὐτὸν εἴπατ’, εἰ κάτισθ’, ὅπου. |
| 925.3 | ΧΟ.Στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε· |
| 925.4 | γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων. |
| 925.5 | ΑΓ.Ἀλλ’ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ |
| 930.1 | γένοιτ’, ἐκείνου γ’ οὖσα παντελὴς δάμαρ. |
| 930.2 | ΙΟ.Αὕτως δὲ καὶ σύ γ’, ὦ ξέν’· ἄξιος γὰρ εἶ |
| 930.3 | τῆς εὐεπείας οὕνεκ’. Ἀλλὰ φράζ’ ὅτου |
| 930.4 | χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων. |
| 930.5 | ΑΓ.Ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι. |
| 935.1 | ΙΟ.Τὰ ποῖα ταῦτα; παρὰ τίνος δ’ ἀφιγμένος; |
| 935.2 | ΑΓ.Ἐκ τῆς Κορίνθου. Τὸ δ’ ἔπος οὑξερῶ τάχα, |
| 935.3 | ἥδοιο μέν—πῶς δ’ οὐκ ἄν; —ἀσχάλλοις δ’ ἴσως. |
| 935.4 | ΙΟ.Τί δ’ ἔστι; ποίαν δύναμιν ὧδ’ ἔχει διπλῆν; |
| 935.5 | ΑΓ.Τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς |
| 940.1 | τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ’ ἐκεῖ. |
| 940.2 | ΙΟ.Τί δ’; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι; |
| 940.3 | ΑΓ.Οὐ δῆτ’, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει. |
| 940.4 | ΙΟ.Πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος; |
| 943.1 | ΑΓ.Εἰ δὲ μὴ |
| 943.2 | λέγω γ’ ἐγὼ τἀληθές, ἀξιῶ θανεῖν. |
| 945.1 | Ὦ πρόσπολ’, οὐχὶ δεσπότῃ τάδ’ ὡς τάχος |
| 945.2 | μολοῦσα λέξεις; Ὦ θεῶν μαντεύματα, |
| 945.3 | ἵν’ ἐστέ; Τοῦτον Οἰδίπους πάλαι τρέμων |
| 945.4 | τὸν ἄνδρ’ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε |
| 945.5 | πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ’ ὕπο. |
| unit_254.1 | ΟΙ.Ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα, |
| unit_254.2 | τί μ’ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων; |
| unit_254.3 | ΙΟ.Ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων |
| unit_254.4 | τὰ σέμν’ ἵν’ ἥκει τοῦ θεοῦ μαντεύματα. |
| unit_254.5 | ΟΙ.Οὗτος δὲ τίς ποτ’ ἐστί, καὶ τί μοι λέγει; |
| 955.1 | ΙΟ.Ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν |
| 955.2 | ὡς οὐκέτ’ ὄντα Πόλυβον, ἀλλ’ ὀλωλότα. |
| 955.3 | ΟΙ.Τί φῄς, ξέν’; αὐτός μοι σὺ σημήνας γενοῦ. |
| 955.4 | ΑΓ.Εἰ τοῦτο πρῶτον δεῖ μ’ ἀπαγγεῖλαι σαφῶς, |
| unit_256 | εὖ ἴσθ’ ἐκεῖνον θανάσιμον βεβηκότα. |
| 960.1 | ΟΙ.Πότερα δόλοισιν; ἢ νόσου ξυναλλαγῇ; |
| 960.2 | ΑΓ.Σμικρὰ παλαιὰ σώματ’ εὐνάζει ῥοπή. |
| 960.3 | ΟΙ.Νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο. |
| 960.4 | ΑΓ.Καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ. |
| 960.5 | ΟΙ.Φεῦ φεῦ, τί δῆτ’ ἄν, ὦ γύναι, σκοποῖτό τις |
| 965.1 | τὴν Πυθόμαντιν ἑστίαν, ἢ τοὺς ἄνω |
| 965.2 | κλάζοντας ὄρνις, ὧν ὑφηγητῶν ἐγὼ |
| 965.3 | κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν |
| 965.4 | κεύθει κάτω δὴ γῆς, ἐγὼ δ’ ὅδ’ ἐνθάδε |
| 965.5 | ἄψαυστος ἔγχους—εἴ τι μὴ τὠμῷ πόθῳ |
| 970.1 | κατέφθιθ’· οὕτω δ’ ἂν θανὼν εἴη ’ξ ἐμοῦ. |
| 970.2 | Τὰ δ’ οὖν παρόντα συλλαβὼν θεσπίσματα |
| 970.3 | κεῖται παρ’ Ἅιδῃ Πόλυβος ἄξι’ οὐδενός. |
| 970.4 | ΙΟ.Οὔκουν ἐγώ σοι ταῦτα προὔλεγον πάλαι; |
| 970.5 | ΟΙ.Ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην. |
| 975.1 | ΙΟ.Μὴ νῦν ἔτ’ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. |
| 975.2 | ΟΙ.Καὶ πῶς τὸ μητρὸς λέκτρον οὐκ ὀκνεῖν με δεῖ; |
| 975.3 | ΙΟ.Τί δ’ ἂν φοβοῖτ’ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης |
| 975.4 | κρατεῖ, πρόνοια δ’ ἐστὶν οὐδενὸς σαφής; |
| 975.5 | εἰκῇ κράτιστον ζῆν, ὅπως δύναιτό τις. |
| 980.1 | Σὺ δ’ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα· |
| 980.2 | πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν |
| 980.3 | μητρὶ ξυνηυνάσθησαν· ἀλλὰ ταῦθ’ ὅτῳ |
| 980.4 | παρ’ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει. |
| 980.5 | ΟΙ.Καλῶς ἅπαντα ταῦτ’ ἂν ἐξείρητό σοι, |
| 985.1 | εἰ μὴ ’κύρει ζῶς’ ἡ τεκοῦσα· νῦν δ’ ἐπεὶ |
| 985.2 | ζῇ, πᾶς’ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν. |
| 985.3 | ΙΟ.Καὶ μὴν μέγας 〈γ’〉 ὀφθαλμὸς οἱ πατρὸς τάφοι. |
| unit_263.1 | ΟΙ.Μέγας, ξυνίημ’· ἀλλὰ τῆς ζώσης φόβος. |
| unit_263.2 | ΑΓ.Ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ’ ὕπερ; |
| 990.1 | ΟΙ.Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. |
| 990.2 | ΑΓ.Τί δ’ ἔστ’ ἐκείνης ὑμὶν ἐς φόβον φέρον; |
| 990.3 | ΟΙ.Θεήλατον μάντευμα δεινόν, ὦ ξένε. |
| 990.4 | ΑΓ.Ἦ ῥητόν; ἢ οὐ〈χὶ〉 θεμιτὸν ἄλλον εἰδέναι; |
| 990.5 | ΟΙ.Μάλιστά γ’· εἶπε γάρ με Λοξίας ποτὲ |
| 995.1 | χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ, τό τε |
| 995.2 | πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν. |
| 995.3 | Ὧν οὕνεχ’ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι |
| 995.4 | μακρὰν ἀπῳκεῖτ’· εὐτυχῶς μέν, ἀλλ’ ὅμως |
| 995.5 | τὰ τῶν τεκόντων ὄμμαθ’ ἥδιστον βλέπειν. |
| unit_266.1 | ΑΓ.Ἦ γὰρ τάδ’ ὀκνῶν κεῖθεν ἦσθ’ ἀπόπτολις; |
| unit_266.2 | ΟΙ.Πατρός γε χρῄζων μὴ φονεὺς εἶναι, γέρον. |
| unit_266.3 | ΑΓ.Τί δῆτ’ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου ς’, ἄναξ, |
| unit_266.4 | ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην; |
| unit_266.5 | ΟΙ.Καὶ μὴν χάριν γ’ ἂν ἀξίαν λάβοις ἐμοῦ. |
| 1005.1 | ΑΓ.Καὶ μὴν μάλιστα τοῦτ’ ἀφικόμην, ὅπως |
| 1005.2 | σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι. |
| 1005.3 | ΟΙ.Ἀλλ’ οὔποτ’ εἶμι τοῖς φυτεύσασιν γ’ ὁμοῦ. |
| 1005.4 | ΑΓ.Ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς. |
| 1005.5 | ΟΙ.Πῶς, ὦ γεραιέ; πρὸς θεῶν, δίδασκέ με. |
| 1010.1 | ΑΓ.Εἰ τῶνδε φεύγεις οὕνεκ’ εἰς οἴκους μολεῖν— |
| 1010.2 | ΟΙ.Ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής. |
| 1010.3 | ΑΓ.Ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς; |
| 1010.4 | ΟΙ.Τοῦτ’ αὐτό, πρέσβυ· τοῦτό μ’ εἰσαεὶ φοβεῖ. |
| 1010.5 | ΑΓ.Ἆρ’ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων; |
| 1015.1 | ΟΙ.Πῶς δ’ οὐχί, παῖς γ’ εἰ τῶνδε γεννητῶν ἔφυν; |
| 1015.2 | ΑΓ.Ὁθούνεκ’ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει. |
| 1015.3 | ΟΙ.Πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με; |
| 1015.4 | ΑΓ.Οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ’ ἴσον. |
| 1015.5 | ΟΙ.Καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί; |
| 1020.1 | ΑΓ.Ἀλλ’ οὔ ς’ ἐγείνατ’ οὔτ’ ἐκεῖνος οὔτ’ ἐγώ. |
| 1020.2 | ΟΙ.Ἀλλ’ ἀντὶ τοῦ δὴ παῖδά μ’ ὠνομάζετο; |
| 1020.3 | ΑΓ.Δῶρόν ποτ’, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών. |
| 1020.4 | ΟΙ.Κᾆθ’ ὧδ’ ἀπ’ ἄλλης χειρὸς ἔστερξεν μέγα; |
| 1020.5 | ΑΓ.Ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεις’ ἀπαιδία. |
| 1025.1 | ΟΙ.Σὺ δ’ ἐμπολήσας, ἢ τυχών μ’ αὐτῷ δίδως; |
| 1025.2 | ΑΓ.Εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς. |
| 1025.3 | ΟΙ.Ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους; |
| 1025.4 | ΑΓ.Ἐνταῦθ’ ὀρείοις ποιμνίοις ἐπεστάτουν. |
| 1025.5 | ΟΙ.Ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης; |
| 1030.1 | ΑΓ.Σοῦ δ’, ὦ τέκνον, σωτήρ γε τῷ τότ’ ἐν χρόνῳ. |
| 1030.2 | ΟΙ.Τί δ’ ἄλγος ἴσχοντ’ ἐν κακοῖς με λαμβάνεις; |
| 1030.3 | ΑΓ.Ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά. |
| 1030.4 | ΟΙ.Οἴμοι, τί τοῦτ’ ἀρχαῖον ἐννέπεις κακόν; |
| 1030.5 | ΑΓ.Λύω ς’ ἔχοντα διατόρους ποδοῖν ἀκμάς. |
| 1035.1 | ΟΙ.Δεινόν γ’ ὄνειδος σπαργάνων ἀνειλόμην. |
| 1035.2 | ΑΓ.Ὥστ’ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ. |
| 1035.3 | ΟΙ.Ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον. |
| 1035.4 | ΑΓ.Οὐκ οἶδ’· ὁ δοὺς δὲ ταῦτ’ ἐμοῦ λῷον φρονεῖ. |
| 1035.5 | ΟΙ.Ἦ γὰρ παρ’ ἄλλου μ’ ἔλαβες οὐδ’ αὐτὸς τυχών; |
| 1040 | ΑΓ.Οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι. |
| unit_275.1 | ΟΙ.Τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ; |
| unit_275.2 | ΑΓ.Τῶν Λαΐου δήπου τις ὠνομάζετο. |
| unit_275.3 | ΟΙ.Ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ; |
| unit_275.4 | ΑΓ.Μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ. |
| 1045.1 | ΟΙ.Ἦ κἄστ’ ἔτι ζῶν οὗτος, ὥστ’ ἰδεῖν ἐμέ; |
| 1045.2 | ΑΓ.Ὑμεῖς γ’ ἄριστ’ εἰδεῖτ’ ἂν οὑπιχώριοι. |
| 1045.3 | ΟΙ.Ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας, |
| 1045.4 | ὅστις κάτοιδε τὸν βοτῆρ’ ὃν ἐννέπει, |
| 1045.5 | εἴτ’ οὖν ἐπ’ ἀγρῶν εἴτε κἀνθάδ’ εἰσιδών; |
| unit_277.1 | σημήναθ’, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. |
| unit_277.2 | ΧΟ.Οἶμαι μὲν οὐδέν’ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν |
| unit_277.3 | ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ |
| unit_277.4 | ἥδ’ ἂν τάδ’ οὐχ ἥκιστ’ ἂν Ἰοκάστη λέγοι. |
| unit_277.5 | ΟΙ.Γύναι, νοεῖς ἐκεῖνον ὅντιν’ ἀρτίως |
| 1055.1 | μολεῖν ἐφιέμεσθα τόν θ’ οὗτος λέγει— |
| 1055.2 | ΙΟ.Τί δ’ ὅντιν’ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ |
| 1055.3 | ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην. |
| 1055.4 | ΟΙ.Οὐκ ἂν γένοιτο τοῦθ’, ὅπως ἐγὼ λαβὼν |
| 1055.5 | σημεῖα τοιαῦτ’ οὐ φανῶ τοὐμὸν γένος. |
| 1060.1 | ΙΟ.Μή, πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου |
| 1060.2 | κήδῃ, ματεύσῃς τοῦθ’· ἅλις νοσοῦς’ ἐγώ. |
| 1060.3 | ΟΙ.Θάρσει· σὺ μὲν γὰρ οὐδ’ ἐὰν τρίτης ἐγὼ |
| 1060.4 | μητρὸς φανῶ τρίδουλος, ἐκφανῇ κακή. |
| 1060.5 | ΙΟ.Ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε. |
| 1065.1 | ΟΙ.Οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ’ ἐκμαθεῖν σαφῶς. |
| 1065.2 | ΙΟ.Καὶ μὴν φρονοῦσά γ’ εὖ τὰ λῷστά σοι λέγω. |
| unit_281.1 | ΟΙ.Τὰ λῷστα τοίνυν ταῦτά μ’ ἀλγύνει πάλαι. |
| unit_281.2 | ΙΟ.Ὦ δύσποτμ’, εἴθε μήποτε γνοίης ὃς εἶ. |
| unit_281.3 | ΟΙ.Ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι; |
| 1070.1 | ταύτην δ’ ἐᾶτε πλουσίῳ χαίρειν γένει. |
| 1070.2 | ΙΟ.Ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ ς’ ἔχω |
| 1070.3 | μόνον προσειπεῖν, ἄλλο δ’ οὔποθ’ ὕστερον. |
| 1070.4 | ΧΟ.Τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ’ ἀγρίας |
| 1070.5 | ᾄξασα λύπης ἡ γυνή; δέδοιχ’ ὅπως |
| 1075.1 | μὴ ’κ τῆς σιωπῆς τῆσδ’ ἀναρρήξει κακά. |
| 1075.2 | ΟΙ.Ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ’ ἐγώ, |
| 1075.3 | κεἰ σμικρόν ἐστι, σπέρμ’ ἰδεῖν βουλήσομαι. |
| 1075.4 | Αὕτη δ’ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα, |
| 1075.5 | τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται. |
| 1080.1 | Ἐγὼ δ’ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων |
| 1080.2 | τῆς εὖ διδούσης, οὐκ ἀτιμασθήσομαι. |
| 1080.3 | Τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς |
| 1080.4 | μῆνές με μικρὸν καὶ μέγαν διώρισαν. |
| 1080.5 | Τοιόσδε δ’ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ’ ἔτι |
| 1085 | ποτ’ ἄλλος, ὥστε μὴ ’κμαθεῖν τοὐμὸν γένος. |
| 1085.1 | ΧΟ.Εἴπερ ἐγὼ μάντις εἰμὶStr. |
| 1085.2 | καὶ κατὰ γνώμαν ἴδρις, |
| 1089 | οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών, |
| 1090.1 | οὐκ ἔσῃ τὰν αὔριον |
| 1090.2 | πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπου |
| 1090.3 | καὶ τροφὸν καὶ ματέρ’ αὔξειν, |
| 1093-1094 | καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπίηρα φέροντα |
| 1095 | τοῖς ἐμοῖς τυράννοις. |
| unit_291 | Ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ’ ἀρέστ’ εἴη. |
| 1097-1098 | Τίς σε, τέκνον, τίς ς’ ἔτικτεAnt. |
| 1099 | τῶν μακραιώνων ἄρα |
| unit_294.1 | Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖς’, |
| unit_294.2 | ἢ σέ γ’ εὐνάτειρά τις |
| 1102-1103 | Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι· |
| 1104 | εἴθ’ ὁ Κυλλάνας ἀνάσσων, |
| 1105 | εἴθ’ ὁ Βακχεῖος θεὸς ναίων ἐπ’ ἄκρων ὀρέων εὕ‐ |
| 1106-1107 | ρημα δέξατ’ ἔκ του |
| 1108-1109 | Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει. |
| 1110.1 | ΟΙ.Εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, |
| 1110.2 | πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ’ ὁρᾶν δοκῶ, |
| 1110.3 | ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ |
| 1110.4 | γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος, |
| 1110.5 | ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας |
| 1115.1 | ἔγνωκ’ ἐμαυτοῦ· τῇ δ’ ἐπιστήμῃ σύ μου |
| 1115.2 | προὔχοις τάχ’ ἄν που, τὸν βοτῆρ’ ἰδὼν πάρος. |
| 1115.3 | ΧΟ.Ἔγνωκα γάρ, σάφ’ ἴσθι· Λαΐου γὰρ ἦν, |
| 1115.4 | εἴπερ τις ἄλλος, πιστὸς ὡς νομεὺς ἀνήρ. |
| 1115.5 | ΟΙ.Σὲ πρῶτ’ ἐρωτῶ, τὸν Κορίνθιον ξένον· |
| 1120 | ἦ τόνδε φράζεις; |
| 1120.1 | ΑΓ.Τοῦτον, ὅνπερ εἰσορᾷς. |
| 1120.2 | ΟΙ.Οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων |
| 1120.3 | ὅς’ ἄν ς’ ἐρωτῶ. Λαΐου ποτ’ ἦσθα σύ; |
| 1120.4 | ΘΕΡΑΠΩΝ |
| 1123.1 | Ἦ δοῦλος, οὐκ ὠνητός, ἀλλ’ οἴκοι τραφείς. |
| 1123.2 | ΟΙ.Ἔργον μεριμνῶν ποῖον ἢ βίον τίνα; |
| 1125.1 | ΘΕ.Ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. |
| 1125.2 | ΟΙ.Χώροις μάλιστα πρὸς τίσιν ξύναυλος ὤν; |
| 1125.3 | ΘΕ.Ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος. |
| 1125.4 | ΟΙ.Τὸν ἄνδρα τόνδ’ οὖν οἶσθα τῇδέ που μαθών; |
| 1125.5 | ΘΕ.Τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις; |
| 1130.1 | ΟΙ.Τόνδ’ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πως; |
| 1130.2 | ΘΕ.Οὐχ ὥστε γ’ εἰπεῖν ἐν τάχει μνήμης ὕπο. |
| 1130.3 | ΑΓ.Κοὐδέν γε θαῦμα, δέσποτ’· ἀλλ’ ἐγὼ σαφῶς |
| 1130.4 | ἀγνῶτ’ ἀναμνήσω νιν. Εὖ γὰρ οἶδ’ ὅτι |
| 1130.5 | κάτοιδεν, ἦμος τὸν Κιθαιρῶνος τόπον |
| 1135.1 | ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ’ ἑνὶ |
| 1135.2 | ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους |
| 1135.3 | ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους· |
| 1135.4 | χειμῶνα δ’ ἤδη τἀμά τ’ εἰς ἔπαυλ’ ἐγὼ |
| 1135.5 | ἤλαυνον οὗτός τ’ εἰς τὰ Λαΐου σταθμά. |
| 1140.1 | Λέγω τι τούτων, ἢ οὐ λέγω πεπραγμένον; |
| 1140.2 | ΘΕ.Λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου. |
| 1140.3 | ΑΓ.Φέρ’ εἰπὲ νῦν, τότ’ οἶσθα παῖδά μοί τινα |
| 1140.4 | δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ; |
| 1140.5 | ΘΕ.Τί δ’ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς; |
| 1145.1 | ΑΓ.Ὅδ’ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ’ ἦν νέος. |
| 1145.2 | ΘΕ.Οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσῃ; |
| 1145.3 | ΟΙ.Ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ’, ἐπεὶ τὰ σὰ |
| 1145.4 | δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ’ ἔπη. |
| 1145.5 | ΘΕ.Τί δ’, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω; |
| unit_310.1 | ΟΙ.Οὐκ ἐννέπων τὸν παῖδ’ ὃν οὗτος ἱστορεῖ. |
| unit_310.2 | ΘΕ.Λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ’ ἄλλως πονεῖ. |
| unit_311.1 | ΟΙ.Σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ’ ἐρεῖς. |
| unit_311.2 | ΘΕ.Μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ’ αἰκίσῃ. |
| unit_311.3 | ΟΙ.Οὐχ ὡς τάχος τις τοῦδ’ ἀποστρέψει χέρας; |
| 1155.1 | ΘΕ.Δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; |
| 1155.2 | ΟΙ.Τὸν παῖδ’ ἔδωκας τῷδ’ ὃν οὗτος ἱστορεῖ; |
| 1155.3 | ΘΕ.Ἔδωκ’· ὀλέσθαι δ’ ὤφελον τῇδ’ ἡμέρᾳ. |
| 1155.4 | ΟΙ.Ἀλλ’ εἰς τόδ’ ἥξεις μὴ λέγων γε τοὔνδικον. |
| 1155.5 | ΘΕ.Πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι. |
| 1160.1 | ΟΙ.Ἁνὴρ ὅδ’, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. |
| 1160.2 | ΘΕ.Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ εἶπον ὡς δοίην πάλαι. |
| 1160.3 | ΟΙ.Πόθεν λαβών; οἰκεῖον ἢ ’ξ ἄλλου τινός; |
| 1160.4 | ΘΕ.Ἐμὸν μὲν οὐκ ἔγωγ’, ἐδεξάμην δέ του. |
| 1160.5 | ΟΙ.Τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης; |
| 1165.1 | ΘΕ.Μὴ πρὸς θεῶν, μή, δέσποθ’, ἱστόρει πλέον. |
| 1165.2 | ΟΙ.Ὄλωλας, εἴ σε ταῦτ’ ἐρήσομαι πάλιν. |
| 1165.3 | ΘΕ.Τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων. |
| 1165.4 | ΟΙ.Ἦ δοῦλος, ἢ κείνου τις ἐγγενὴς γεγώς; |
| 1165.5 | ΘΕ.Οἴμοι, πρὸς αὐτῷ γ’ εἰμὶ τῷ δεινῷ λέγειν. |
| 1170.1 | ΟΙ.Κἄγωγ’ ἀκούειν· ἀλλ’ ὅμως ἀκουστέον. |
| 1170.2 | ΘΕ.Κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ’· ἡ δ’ ἔσω |
| 1170.3 | κάλλιστ’ ἂν εἴποι σὴ γυνὴ τάδ’ ὡς ἔχει. |
| 1170.4 | ΟΙ.Ἦ γὰρ δίδωσιν ἥδε σοι; |
| 1173.1 | ΘΕ.Μάλιστ’, ἄναξ. |
| 1173.2 | ΟΙ.Ὡς πρὸς τί χρείας; |
| 1174 | ΘΕ.Ὡς ἀναλώσαιμί νιν. |
| 1175 | ΟΙ.Τεκοῦσα τλήμων; |
| 1175.1 | ΘΕ.Θεσφάτων γ’ ὄκνῳ κακῶν. |
| 1175.2 | ΟΙ.Ποίων; |
| 1176.1 | ΘΕ.Κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος. |
| 1176.2 | ΟΙ.Πῶς δῆτ’ ἀφῆκας τῷ γέροντι τῷδε σύ; |
| 1176.3 | ΘΕ.Κατοικτίσας, ὦ δέσποθ’, ὡς ἄλλην χθόνα |
| 1176.4 | δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ |
| 1180.1 | κάκ’ εἰς μέγιστ’ ἔσωσεν· εἰ γὰρ οὗτος εἶ |
| 1180.2 | ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. |
| 1180.3 | ΟΙ.Ἰοὺ ἰού· τὰ πάντ’ ἂν ἐξήκοι σαφῆ. |
| 1180.4 | Ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, |
| 1180.5 | ὅστις πέφασμαι φύς τ’ ἀφ’ ὧν οὐ χρῆν, ξὺν οἷς τ’ |
| 1185 | οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ’ οὐκ ἔδει κτανών. |
| 1185.1 | ΧΟ.Ἰὼ γενεαὶ βροτῶν,Str. 1. |
| 1185.2 | ὡς ὑμᾶς ἴσα καὶ τὸ μη‐ |
| 1185.3 | δὲν ζώσας ἐναριθμῶ. |
| 1185.4 | Τίς γάρ, τίς ἀνὴρ πλέον |
| 1190.1 | τᾶς εὐδαιμονίας φέρει |
| 1190.2 | ἢ τοσοῦτον ὅσον δοκεῖν |
| 1190.3 | καὶ δόξαντ’ ἀποκλῖναι; |
| 1190.4 | Τὸν σόν τοι παράδειγμ’ ἔχων, |
| 1193.1 | τὸν σὸν δαίμονα, τὸν σόν, ὦ |
| 1193.2 | τλᾶμον Οἰδιπόδα, βροτῶν |
| 1195 | οὐδὲν μακαρίζω· |
| 1195.1 | ὅστις καθ’ ὑπερβολὰνAnt. 1. |
| 1195.2 | τοξεύσας ἐκράτησε τοῦ |
| 1195.3 | πάντ’ εὐδαίμονος ὄλβου, |
| 1195.4 | ὦ Ζεῦ, κατὰ μὲν φθίσας |
| 1199 | τὰν γαμψώνυχα παρθένον |
| unit_329 | χρησμῳδόν, θανάτων δ’ ἐμᾷ |
| unit_330 | χώρᾳ πύργος ἀνέστα· |
| 1201.1 | ἐξ οὗ καὶ βασιλεὺς καλῇ |
| 1201.2 | ἐμὸς καὶ τὰ μέγιστ’ ἐτι‐ |
| 1202.1 | μάθης ταῖς μεγάλαισιν ἐν |
| 1202.2 | Θήβαισ〈ιν〉 ἀνάσσων. |
| 1203 | Τανῦν δ’ ἀκούειν τίς ἀθλιώτερος;Str. 2. |
| 1205.1 | τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις |
| 1205.2 | ξύνοικος ἀλλαγᾷ βίου; |
| 1208.1 | Ἰὼ κλεινὸν Οἰδίπου κάρα, |
| 1208.2 | ᾧ μέγας λιμὴν αὑτὸς ἤρκεσεν |
| 1210.1 | παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν, |
| 1210.2 | πῶς ποτε πῶς ποθ’ αἱ πατρῷ‐ |
| 1211.1 | αί ς’ ἄλοκες φέρειν, τάλας, |
| 1211.2 | σῖγ’ ἐδυνάθησαν ἐς τοσόνδε; |
| 1212.1 | Ἐφηῦρέ ς’ ἄκονθ’ ὁ πάνθ’ ὁρῶν χρόνος·Ant. 2. |
| 1212.2 | δικάζει τὸν ἄγαμον γάμον πάλαι |
| 1215.1 | τεκνοῦντα καὶ τεκνούμενον. |
| 1215.2 | Ἰώ, Λαΐειον 〈ὦ〉 τέκνον· |
| 1215.3 | εἴθε ς’ εἴθ’ ἐ〈γὼ〉 μήποτ’ εἰδόμαν· |
| 1215.4 | δύρομαι γὰρ ὡς περίαλλ’ ἰα〈κ〉χέων |
| 1215.5 | ἐκ στομάτων. Τὸ δ’ ὀρθὸν εἰ‐ |
| 1220 | πεῖν, ἀνέπνευσά τ’ ἐκ σέθεν |
| unit_341.1 | καὶ κατεκοίμησα τοὐμὸν ὄμμα. |
| unit_341.2 | ΕΞΑΓΓΕΛΟΣ |
| 1222.1 | Ὦ γῆς μέγιστα τῆσδ’ ἀεὶ τιμώμενοι, |
| 1222.2 | οἷ’ ἔργ’ ἀκούσεσθ’, οἷα δ’ εἰσόψεσθ’, ὅσον δ’ |
| 1225.1 | ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι |
| 1225.2 | τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων. |
| 1225.3 | Οἶμαι γὰρ οὔτ’ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν |
| 1225.4 | νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα |
| 1225.5 | κεύθει, τὰ δ’ αὐτίκ’ εἰς τὸ φῶς φανεῖ κακὰ |
| 1230.1 | ἑκόντα κοὐκ ἄκοντα· τῶν δὲ πημονῶν |
| 1230.2 | μάλιστα λυποῦς’ αἳ φανῶς’ αὐθαίρετοι. |
| 1230.3 | ΧΟ.Λείπει μὲν οὐδ’ ἃ πρόσθεν ᾔδεμεν τὸ μὴ οὐ |
| 1230.4 | βαρύστον’ εἶναι· πρὸς δ’ ἐκείνοισιν τί φῄς; |
| 1230.5 | ΕΞ.Ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ |
| 1235.1 | μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. |
| 1235.2 | ΧΟ.Ὦ δυστάλαινα, πρὸς τίνος ποτ’ αἰτίας; |
| 1235.3 | ΕΞ.Αὐτὴ πρὸς αὑτῆς. Τῶν δὲ πραχθέντων τὰ μὲν |
| 1235.4 | ἄλγιστ’ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα. |
| 1235.5 | Ὅμως δ’, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι, |
| 1240.1 | πεύσῃ τὰ κείνης ἀθλίας παθήματα. |
| 1240.2 | Ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ’ ἔσω |
| 1240.3 | θυρῶνος, ἵετ’ εὐθὺ πρὸς τὰ νυμφικὰ |
| 1240.4 | λέχη, κόμην σπῶς’ ἀμφιδεξίοις ἀκμαῖς. |
| 1240.5 | Πύλας δ’ ὅπως εἰσῆλθ’ ἐπιρράξας’ ἔσω, |
| 1245.1 | κάλει τὸν ἤδη Λάϊον πάλαι νεκρόν, |
| 1245.2 | μνήμην παλαιῶν σπερμάτων ἔχους’, ὑφ’ ὧν |
| 1245.3 | θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι |
| 1245.4 | τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν· |
| 1245.5 | γοᾶτο δ’ εὐνάς, ἔνθα δύστηνος διπλοῦς |
| unit_348.1 | ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν’ ἐκ τέκνων τέκοι. |
| unit_348.2 | Χὤπως μὲν ἐκ τῶνδ’ οὐκέτ’ οἶδ’ ἀπόλλυται· |
| unit_348.3 | βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ’ οὗ |
| unit_348.4 | οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν, |
| unit_348.5 | ἀλλ’ εἰς ἐκεῖνον περιπολοῦντ’ ἐλεύσσομεν· |
| 1255.1 | φοίτα γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, |
| 1255.2 | γυναῖκά τ’ οὐ γυναῖκα, μητρῴαν δ’ ὅπου |
| 1255.3 | κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων. |
| 1255.4 | Λυσσῶντι δ’ αὐτῷ δαιμόνων δείκνυσί τις· |
| 1255.5 | οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν. |
| 1260.1 | Δεινὸν δ’ ἀΰσας, ὡς ὑφηγητοῦ τινος |
| 1260.2 | πύλαις διπλαῖς ἐνήλατ’, ἐκ δὲ πυθμένων |
| 1260.3 | ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ. |
| 1260.4 | Οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ’ ἐσείδομεν, |
| 1260.5 | πλεκταῖς ἐώραις ἐμπεπλεγμένην· ὁ δὲ |
| 1265.1 | ὅπως ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας, |
| 1265.2 | χαλᾷ κρεμαστὴν ἀρτάνην· ἐπεὶ δὲ γῇ |
| 1265.3 | ἔκειθ’ ὁ τλήμων, δεινὰ δ’ ἦν τἀνθένδ’ ὁρᾶν. |
| 1265.4 | Ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους |
| 1265.5 | περόνας ἀπ’ αὐτῆς, αἷσιν ἐξεστέλλετο, |
| 1270.1 | ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, |
| 1270.2 | αὐδῶν τοιαῦθ’, ὁθούνεκ’ οὐκ ὄψοιντό νιν |
| 1270.3 | οὔθ’ οἷ’ ἔπασχεν οὔθ’ ὁποῖ’ ἔδρα κακά, |
| 1270.4 | ἀλλ’ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει |
| 1270.5 | ὀψοίαθ’, οὓς δ’ ἔχρῃζεν οὐ γνωσοίατο. |
| 1275 | Τοιαῦτ’ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ |
| unit_354.1 | ἤρασς’ ἐπαίρων βλέφαρα· φοίνιαι δ’ ὁμοῦ |
| unit_354.2 | γλῆναι γένει’ ἔτεγγον, οὐδ’ ἀνίεσαν |
| unit_354.3 | φόνου μυδώσας σταγόνας, ἀλλ’ ὁμοῦ μέλας |
| unit_354.4 | ὄμβρος χαλάζης αἵματός τ’ ἐτέγγετο. |
| 1280.1 | Τάδ’ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου, κακά, |
| 1280.2 | ἀλλ’ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά. |
| 1280.3 | Ὁ πρὶν παλαιὸς δ’ ὄλβος ἦν πάροιθε μὲν |
| 1280.4 | ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ |
| 1280.5 | στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν |
| 1285.1 | ὅς’ ἐστὶ πάντων ὀνόματ’, οὐδέν ἐστ’ ἀπόν. |
| 1285.2 | ΧΟ.Νῦν δ’ ἔσθ’ ὁ τλήμων ἔν τινι σχολῇ κακοῦ; |
| 1285.3 | ΕΞ.Βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα |
| 1285.4 | τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον, |
| 1285.5 | τὸν μητρὸς—αὐδῶν ἀνόσι’ οὐδὲ ῥητά μοι, |
| 1290.1 | ὡς ἐκ χθονὸς ῥίψων ἑαυτόν, οὐδ’ ἔτι |
| 1290.2 | μενῶν δόμοις ἀραῖος ὡς ἠράσατο. |
| 1290.3 | Ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος |
| 1290.4 | δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν. |
| 1290.5 | Δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε |
| 1295.1 | διοίγεται· θέαμα δ’ εἰσόψει τάχα |
| 1295.2 | τοιοῦτον οἷον καὶ στυγοῦντ’ ἐποικτίσαι. |
| 1296.1 | ΧΟ.Ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις, |
| 1296.2 | ὦ δεινότατον πάντων ὅς’ ἐγὼ |
| 1296.3 | προσέκυρς’ ἤδη· τίς ς’, ὦ τλῆμον, |
| unit_360.1 | προσέβη μανία; τίς ὁ πηδήσας |
| unit_360.2 | μείζονα δαίμων τῶν μακίστων |
| unit_361.1 | πρὸς σῇ δυσδαίμονι μοίρᾳ; |
| unit_361.2 | Φεῦ φεῦ, δύσταν’· ἀλλ’ οὐδ’ ἐσιδεῖν |
| unit_361.3 | δύναμαί σε, θέλων πόλλ’ ἀνερέσθαι, |
| 1305.1 | πολλὰ πυθέσθαι, πολλὰ δ’ ἀθρῆσαι· |
| 1305.2 | τοίαν φρίκην παρέχεις μοι. |
| 1305.3 | ΟΙ.Αἰαῖ, αἰαῖ, δύστανος ἐγώ, |
| 1305.4 | ποῖ γᾶς φέρομαι τλάμων; πᾶ μοι |
| 1310.1 | φθογγὰ διαπωτᾶται φοράδην; |
| 1310.2 | ἰὼ δαῖμον, ἵν’ ἐξήλου. |
| 1310.3 | ΧΟ.Ἐς δεινὸν οὐδ’ ἀκουστὸν οὐδ’ ἐπόψιμον. |
| 1312.1 | ΟΙ.Ἰὼ σκότουStr. 1. |
| 1312.2 | νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον, |
| 1315.1 | ἀδάματόν τε καὶ δυσούριστόν 〈μοι〉. |
| 1315.2 | Οἴμοι, |
| 1315.3 | οἴμοι μάλ’ αὖθις· οἷον εἰσέδυ μ’ ἅμα |
| 1315.4 | κέντρων τε τῶνδ’ οἴστρημα καὶ μνήμη κακῶν. |
| 1315.5 | ΧΟ.Καὶ θαῦμά γ’ οὐδὲν ἐν τοσοῖσδε πήμασιν |
| 1320 | διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά. |
| 1320.1 | ΟΙ.Ἰὼ φίλος,Ant. 1. |
| 1320.2 | σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ |
| 1320.3 | ὑπομένεις με τὸν τυφλὸν κηδεύων. |
| 1320.4 | Φεῦ φεῦ, |
| 1325.1 | οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, |
| 1325.2 | καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως. |
| 1325.3 | ΧΟ.Ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς |
| unit_369.1 | ὄψεις μαρᾶναι; τίς ς’ ἐπῆρε δαιμόνων; |
| unit_369.2 | ΟΙ.Ἀπόλλων τάδ’ ἦν, Ἀπόλλων, φίλοι,Str. 2. |
| 1330.1 | ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ’ ἐμὰ πάθεα. |
| 1330.2 | Ἔπαισε δ’ αὐτόχειρ νιν οὔ‐ |
| 1330.3 | τις, ἀλλ’ ἐγὼ τλάμων. |
| 1334 | Τί γὰρ ἔδει μ’ ὁρᾶν, |
| 1335.1 | ὅτῳ γ’ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; |
| 1335.2 | ΧΟ.Ἦν ταῦθ’ ὅπωσπερ καὶ σὺ φής. |
| 1335.3 | ΟΙ.Τί δῆτ’ ἐμοὶ βλεπτὸν ἦν |
| 1335.4 | στερκτόν; ἢ προσήγορον |
| 1335.5 | ἔτ’ ἔστ’ ἀκούειν ἡδονᾷ, φίλοι; |
| 1340.1 | Ἀπάγετ’ ἐκτόπιον ὅτι τάχιστά με, |
| 1340.2 | ἀπάγετ’, ὦ φίλοι, τὸν ὄλεθρον μέγαν, |
| 1340.3 | τὸν καταρατότατον, |
| 1345 | ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν. |
| 1347.1 | ΧΟ.Δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, |
| 1347.2 | ὥς ς’ ἠθέλησα μηδαμὰ γνῶναί ποτ’ ἄν. |
| 1348 | ΟΙ.Ὄλοιθ’ ὅστις ἦν ὃς ἀγρίας πέδαςAnt. 2. |
| unit_377.1 | νομάδος ἐπὶ πόας ἔλαβέ μ’ ἀπό τε φόνου |
| unit_377.2 | ἔρυτο κἀνέσωσεν, οὐ‐ |
| unit_377.3 | δὲν εἰς χάριν πράσσων. |
| unit_377.4 | Τότε γὰρ ἂν θανὼν |
| 1355.1 | οὐκ ἦν φίλοισιν οὐδ’ ἐμοὶ τοσόνδ’ ἄχος. |
| 1355.2 | ΧΟ.Θέλοντι κἀμοὶ τοῦτ’ ἂν ἦν. |
| 1355.3 | ΟΙ.Οὔκουν πατρός γ’ ἂν φονεὺς |
| 1355.4 | ἦλθον, οὐδὲ νυμφίος |
| unit_379 | βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο. |
| 1360.1 | Νῦν δ’ ἄθεος μέν εἰμ’, ἀνοσίων δὲ παῖς, |
| 1360.2 | ὁμογενὴς δ’ ἀφ’ ὧν αὐτὸς ἔφυν τάλας. |
| 1360.3 | Εἰ δέ τι πρεσβύτερον |
| 1365.1 | ἔτι κακοῦ κακόν, τοῦτ’ ἔλαχ’ Οἰδίπους. |
| 1365.2 | ΧΟ.Οὐκ οἶδ’ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς. |
| 1365.3 | κρείσσων γὰρ ἦσθα μηκέτ’ ὢν ἢ ζῶν τυφλός. |
| 1367 | ΟΙ.Ὡς μὲν τάδ’ οὐχ ὧδ’ ἔστ’ ἄριστ’ εἰργασμένα, |
| 1370.1 | μή μ’ ἐκδίδασκε, μηδὲ συμβούλευ’ ἔτι. |
| 1370.2 | Ἐγὼ γὰρ οὐκ οἶδ’ ὄμμασιν ποίοις βλέπων |
| 1370.3 | πατέρα ποτ’ ἂν προσεῖδον εἰς Ἅιδου μολών, |
| 1370.4 | οὐδ’ αὖ τάλαιναν μητέρ’, οἷν ἐμοὶ δυοῖν |
| 1370.5 | ἔργ’ ἐστὶ κρείσσον’ ἀγχόνης εἰργασμένα. |
| 1375.1 | Ἀλλ’ ἡ τέκνων δῆτ’ ὄψις ἦν ἐφίμερος, |
| 1375.2 | βλαστοῦς’ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί; |
| 1375.3 | Οὐ δῆτα τοῖς γ’ ἐμοῖσιν ὀφθαλμοῖς ποτε· |
| 1375.4 | οὐδ’ ἄστυ γ’, οὐδὲ πύργος, οὐδὲ δαιμόνων |
| 1375.5 | ἀγάλμαθ’ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ |
| 1380.1 | κάλλιστ’ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς |
| 1380.2 | ἀπεστέρης’ ἐμαυτόν, αὐτὸς ἐννέπων |
| 1380.3 | ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν |
| 1380.4 | φανέντ’ ἄναγνον καὶ γένους τοῦ Λαΐου. |
| 1380.5 | Τοιάνδ’ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν |
| 1385.1 | ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; |
| 1385.2 | Ἥκιστά γ’· ἀλλ’ εἰ τῆς ἀκουούσης ἔτ’ ἦν |
| 1385.3 | πηγῆς δι’ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην |
| 1385.4 | τὸ μἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας, |
| unit_387 | ἵν’ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ |
| 1390.1 | τὴν φροντίδ’ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. |
| 1390.2 | Ἰὼ Κιθαιρών, τί μ’ ἐδέχου; τί μ’ οὐ λαβὼν |
| 1390.3 | ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε |
| 1390.4 | ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς; |
| 1390.5 | Ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια |
| 1395.1 | λόγῳ παλαιὰ δώμαθ’, οἷον ἆρά με |
| 1395.2 | κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε· |
| 1395.3 | νῦν γὰρ κακός τ’ ὢν κἀκ κακῶν εὑρίσκομαι. |
| 1395.4 | Ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη, |
| 1395.5 | δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς, |
| unit_390.1 | αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο |
| unit_390.2 | ἐπίετε πατρός, ἆρά μου μέμνησθ’ ὅτι |
| unit_390.3 | οἷ’ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ’ ἰὼν |
| unit_390.4 | ὁποῖ’ ἔπρασσον αὖθις; Ὦ γάμοι, γάμοι, |
| unit_390.5 | ἐφύσαθ’ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν |
| 1405.1 | ἀνεῖτε ταὐτὸν σπέρμα, κἀπεδείξατε |
| 1405.2 | πατέρας, ἀδελφούς, παῖδας, αἷμ’ ἐμφύλιον, |
| 1405.3 | νύμφας γυναῖκας μητέρας τε, χὠπόσα |
| 1405.4 | αἴσχιστ’ ἐν ἀνθρώποισιν ἔργα γίγνεται. |
| 1405.5 | Ἀλλ’, οὐ γὰρ αὐδᾶν ἔσθ’ ἃ μηδὲ δρᾶν καλόν, |
| 1410.1 | ὅπως τάχιστα, πρὸς θεῶν, ἔξω μέ που |
| 1410.2 | καλύψατ’, ἢ φονεύσατ’, ἢ θαλάσσιον |
| 1410.3 | ἐκρίψατ’, ἔνθα μήποτ’ εἰσόψεσθ’ ἔτι. |
| 1410.4 | Ἴτ’, ἀξιώσατ’ ἀνδρὸς ἀθλίου θιγεῖν· |
| 1410.5 | πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ |
| 1415.1 | οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν. |
| 1415.2 | ΧΟ.Ἀλλ’ ὧν ἐπαιτεῖς ἐς δέον πάρεσθ’ ὅδε |
| 1415.3 | Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ |
| unit_394.1 | χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ. |
| unit_394.2 | ΟΙ.Οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ’ ἔπος; |
| 1420.1 | τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ |
| 1420.2 | πάρος πρὸς αὐτὸν πάντ’ ἐφεύρημαι κακός. |
| 1420.3 | ΚΡ.Οὔθ’ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, |
| 1420.4 | οὔθ’ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. |
| 1420.5 | Ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ’ ἔτι |
| 1425.1 | γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα |
| 1425.2 | αἰδεῖσθ’ ἄνακτος Ἡλίου, τοιόνδ’ ἄγος |
| 1425.3 | ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ |
| 1425.4 | μήτ’ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. |
| 1425.5 | Ἀλλ’ ὡς τάχιστ’ ἐς οἶκον ἐσκομίζετε· |
| 1430.1 | τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ’ ὁρᾶν |
| 1430.2 | μόνοις τ’ ἀκούειν εὐσεβῶς ἔχει κακά. |
| 1430.3 | ΟΙ.Πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ’ ἀπέσπασας, |
| 1430.4 | ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ’ ἐμέ, |
| 1430.5 | πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ’ ἐμοῦ, φράσω. |
| 1435.1 | ΚΡ.Καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν; |
| 1435.2 | ΟΙ.Ῥῖψόν με γῆς ἐκ τῆσδ’ ὅσον τάχισθ’, ὅπου |
| 1435.3 | θνητῶν φανοῦμαι μηδενὸς προσήγορος. |
| 1435.4 | ΚΡ.Ἔδρας’ ἄν, εὖ τοῦτ’ ἴσθ’, ἄν, εἰ μὴ τοῦ θεοῦ |
| 1435.5 | πρώτιστ’ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέον. |
| 1440.1 | ΟΙ.Ἀλλ’ ἥ γ’ ἐκείνου πᾶς’ ἐδηλώθη φάτις, |
| 1440.2 | τὸν πατροφόντην, τὸν ἀσεβῆ μ’ ἀπολλύναι. |
| 1440.3 | ΚΡ.Οὕτως ἐλέχθη ταῦθ’· ὅμως δ’, ἵν’ ἕσταμεν |
| 1440.4 | χρείας, ἄμεινον ἐκμαθεῖν τί δραστέον. |
| 1440.5 | ΟΙ.Οὕτως ἄρ’ ἀνδρὸς ἀθλίου πεύσεσθ’ ὕπερ; |
| 1445.1 | ΚΡ.Καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις. |
| 1445.2 | ΟΙ.Καὶ σοί γ’ ἐπισκήπτω τε καὶ προστρέψομαι· |
| unit_401.1 | τῆς μὲν κατ’ οἴκους αὐτὸς ὃν θέλεις τάφον |
| unit_401.2 | θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ· |
| unit_401.3 | ἐμοῦ δὲ μήποτ’ ἀξιωθήτω τόδε |
| unit_402.1 | πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν· |
| unit_402.2 | ἀλλ’ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται |
| unit_402.3 | οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι |
| unit_402.4 | πατήρ τ’ ἐθέσθην ζῶντε κύριον τάφον, |
| unit_402.5 | ἵν’ ἐξ ἐκείνων οἵ μ’ ἀπωλλύτην, θάνω. |
| 1455.1 | Καίτοι τοσοῦτόν γ’ οἶδα, μήτε μ’ ἂν νόσον |
| 1455.2 | μήτ’ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε |
| 1455.3 | θνῄσκων ἐσώθην, μὴ ’πί τῳ δεινῷ κακῷ. |
| 1455.4 | Ἀλλ’ ἡ μὲν ἡμῶν μοῖρ’ ὅποιπερ εἶς’ ἴτω· |
| 1455.5 | παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων, |
| 1460.1 | προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ |
| 1460.2 | σπάνιν ποτὲ σχεῖν, ἔνθ’ ἂν ὦσι, τοῦ βίου· |
| 1460.3 | ταῖν δ’ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν, |
| 1460.4 | αἷν οὔποθ’ ἡμὴ χωρὶς ἐστάθη βορᾶς |
| 1460.5 | τράπεζ’ ἄνευ τοῦδ’ ἀνδρός, ἀλλ’ ὅσων ἐγὼ |
| 1465.1 | ψαύοιμι, πάντων τῶνδ’ ἀεὶ μετειχέτην· |
| 1465.2 | αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν |
| 1465.3 | ψαῦσαί μ’ ἔασον κἀποκλαύσασθαι κακά. |
| 1465.4 | Ἴθ’, ὦναξ, |
| 1465.5 | ἴθ’, ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν |
| 1470.1 | δοκοῖμ’ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ’ ἔβλεπον. |
| 1470.2 | Τί φημί; |
| 1470.3 | οὐ δὴ κλύω που, πρὸς θεῶν, τοῖν μοι φίλοιν |
| 1470.4 | δακρυρροούντοιν, καί μ’ ἐποικτίρας Κρέων |
| 1470.5 | ἔπεμψέ μοι τὰ φίλτατ’ ἐγγόνοιν ἐμοῖν; |
| 1475.1 | λέγω τι; |
| 1475.2 | ΚΡ.Λέγεις· ἐγὼ γάρ εἰμ’ ὁ πορσύνας τάδε, |
| 1475.3 | γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ ς’ εἶχεν πάλαι. |
| 1475.4 | ΟΙ.Ἀλλ’ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ |
| 1475.5 | δαίμων ἄμεινον ἢ ’μὲ φρουρήσας τύχοι. |
| 1480.1 | Ὦ τέκνα, ποῦ ποτ’ ἐστέ; δεῦρ’ ἴτ’, ἔλθετε |
| 1480.2 | ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, |
| 1480.3 | αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ’ ὁρᾶν |
| 1480.4 | τὰ πρόσθε λαμπρὰ προὐξένησαν ὄμματα· |
| 1480.5 | ὃς ὑμίν, ὦ τέκν’, οὔθ’ ὁρῶν οὔθ’ ἱστορῶν, |
| 1485.1 | πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. |
| 1485.2 | Καὶ σφὼ δακρύω, προσβλέπειν γὰρ οὐ σθένω, |
| 1485.3 | νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, |
| 1485.4 | οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών. |
| 1485.5 | Ποίας γὰρ ἀστῶν ἥξετ’ εἰς ὁμιλίας, |
| 1490.1 | ποίας δ’ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι |
| 1490.2 | πρὸς οἶκον ἵξεσθ’ ἀντὶ τῆς θεωρίας; |
| 1490.3 | Ἀλλ’ ἡνίκ’ ἂν δὴ πρὸς γάμων ἥκητ’ ἀκμάς, |
| 1490.4 | τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, |
| 1490.5 | τοιαῦτ’ ὀνείδη λαμβάνων ἃ τοῖς ἐμοῖς |
| 1495.1 | γονεῦσιν ἔσται σφῷν θ’ ὁμοῦ δηλήματα; |
| 1495.2 | Τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ |
| 1495.3 | ὑμῶν ἔπεφνεν· τὴν τεκοῦσαν ἤροσεν, |
| 1495.4 | ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων |
| 1495.5 | ἐκτήσαθ’ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ. |
| unit_412.1 | Τοιαῦτ’ ὀνειδιεῖσθε. Κᾆτα τίς γαμεῖ; |
| unit_412.2 | οὐκ ἔστιν οὐδείς, ὦ τέκν’, ἀλλὰ δηλαδὴ |
| unit_412.3 | χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών. |
| unit_412.4 | Ὦ παῖ Μενοικέως, ἀλλ’ ἐπεὶ μόνος πατὴρ |
| unit_413 | ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ’φυτεύσαμεν, |
| 1505.1 | ὀλώλαμεν δύ’ ὄντε, μή σφε περιίδῃς |
| 1505.2 | πτωχὰς ἀνάνδρους ἐγγενεῖς ἀλωμένας, |
| 1505.3 | μηδ’ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς. |
| 1505.4 | Ἀλλ’ οἴκτισόν σφας, ὧδε τηλικάσδ’ ὁρῶν |
| 1505.5 | πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος. |
| 1510.1 | Ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. |
| 1510.2 | Σφῷν δ’, ὦ τέκν’, εἰ μὲν εἰχέτην ἤδη φρένας, |
| 1510.3 | πόλλ’ ἂν παρῄνουν· νῦν δὲ τοῦτ’ εὔχεσθέ μοι |
| 1510.4 | οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος |
| 1510.5 | ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός. |
| 1515.1 | ΚΡ.Ἅλις ἵν’ ἐξήκεις δακρύων· ἀλλ’ ἴθι στέγης ἔσω. |
| 1515.2 | ΟΙ.Πειστέον, κεἰ μηδὲν ἡδύ. |
| 1516.1 | ΚΡ.Πάντα γὰρ καιρῷ καλά. |
| 1516.2 | ΟΙ.Οἶσθ’ ἐφ’ οἷς οὖν εἶμι; |
| 1517.1 | ΚΡ.Λέξεις, καὶ τότ’ εἴσομαι κλύων. |
| 1517.2 | ΟΙ.Γῆς μ’ ὅπως πέμψεις ἄποικον. |
| 1518.1 | ΚΡ.Τοῦ θεοῦ μ’ αἰτεῖς δόσιν. |
| 1518.2 | ΟΙ.Ἀλλὰ θεοῖς γ’ ἔχθιστος ἥκω. |
| 1519 | ΚΡ.Τοιγαροῦν τεύξῃ τάχα. |
| 1520 | ΟΙ.Φῂς τάδ’ οὖν; |
| 1520.1 | ΚΡ.Ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην. |
| 1520.2 | ΟΙ.Ἄπαγέ νύν μ’ ἐντεῦθεν ἤδη. |
| 1521.1 | ΚΡ.Στεῖχέ νυν, τέκνων δ’ ἀφοῦ. |
| 1521.2 | ΟΙ.Μηδαμῶς ταύτας γ’ ἕλῃ μου. |
| 1522.1 | ΚΡ.Πάντα μὴ βούλου κρατεῖν· |
| 1522.2 | καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο. |
| 1523 | ΧΟ.Ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ’, Οἰδίπους ὅδε, |
| 1525.1 | ὃς τὰ κλείν’ αἰνίγματ’ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ, |
| 1525.2 | οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων, |
| 1525.3 | εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν, |
| 1525.4 | ὥστε θνητὸν ὄντ’ ἐκείνην τὴν τελευταίαν ἰδεῖν |
| 1525.5 | ἡμέραν ἐπισκοποῦντα μηδέν’ ὀλβίζειν, πρὶν ἂν |
| 1530 | τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών. |