Ἡδυπάθεια
ἱστορίης ἐπίδειγμα ποιούμενος Ἑλλάδι πάσῃ
ὅπου ἐστὶν ἕκαστον
κάλλιστον βρωτόν τε
πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο
Δήμητρος, φίλε Μόσχε· σὺ δʼ ἐν φρεσὶ βάλλεο σῇσιν.
ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων,
εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,
ἐν Λέσβῳ, κλεινῆς Ἐρέσου περικύμονι μαστῷ,
λευκότερʼ αἰθερίης χιόνος· θεοὶ εἴπερ ἔδουσιν
ἄλφιτʼ, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει.
ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ
κἀν Θάσῳ ἔν τʼ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα
φαίνονται πρὸς ἐκεῖνα· σαφεῖ τάδʼ ἐπίστασο δόξῃ.
στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα
κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι
κεῖνοι κριμνίτην, οἱ δʼ ἄλλοι χόνδρινον ἄρτον.
εἶτα τὸν ἐν Τεγέαις σεμιδάλεος υἱὸν ἐπαινῶ
ἐγκρυφίην. τὸν δʼ εἰς ἀγορὴν ποιεύμενον ἄρτον
αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι.
ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν
λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον.
ἔστω δʼ ἤ σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ,
ὅστις ἐπιστήμων ἔσται σίτοιο κατʼ ἦμαρ
παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.
βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
ταῖς τʼ ἄλλαις πάσῃσι παροψίσιν
ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι
ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δʼ ἐστὶ κρατίστη
Ῥηγίου ἀντιπέρας πορθμῷ ληφθεῖσα θαλάσσης.
ἔνθα σὺ τῶν ἄλλων πάντων, Μεσσήνιε, θνητῶν
βρῶμα τιθεὶς τοιόνδε διὰ στόματος πλεονεκτεῖς.
οὐ μὴν ἀλλὰ κλέος γʼ ἀρετῆς μέγα κάρτα φέρουσι
Κωπαῖαι καὶ Στρυμόνιαι, μεγάλαι τε γάρ εἰσι
καὶ τὸ πάχος θαυμασταί. ὅλως δʼ οἶμαι βασιλεύει
πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει
ἔγχελυς, ἣ φύσει ἐστὶν ἀπύρηνος μόνος ἰχθύς.
τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις·
τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες.
καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποιο Φαλήρου
ἀγκῶσιν ληφθένθʼ ἱεροῖς· κἀν τῇ περικλύστῳ
ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ.
ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ
κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας.
εἰς ταὐτὸν μίξας δʼ αὐτὰς ἐπὶ τηγάνου ὄπτα,
εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.
τὸν δʼ ἔλοπʼ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς,
τόν γε κρατιστεύονθʼ· οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν
τὴν ἀρχὴν γεγονώς, ὥσθʼ ἡνίκʼ ἂν ἢ περὶ νήσους
ἢ περὶ τὴν Ἀσίην που ἁλῷ γῆν ἢ περὶ Κρήτην,
λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται.
χρύσοφρυν ἐξ Ἐφέσου τὸν πίονα μὴ παράλειπε,
ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δʼ αὐτὸν
θρέμμα Σελινοῦντος σεμνοῦ, πλῦνον δέ νιν ὀρθῶς,
εἶθʼ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.
καὶ σκάρον ἐν παράλῳ Καλχηδόνι τὸν μέγαν ὄπτα,
πλύνας εὖ· χρηστὸν δὲ καὶ ἐν Βυζαντίῳ ὄψει
κεὐμεγέθη, κυκλίῃ ἴσον ἀσπίδι σῶμα φοροῦντα.
τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε· λαβών νιν,
ἡνίκʼ ἂν εὖ τυρῷ καὶ ἐλαίῳ πάντα πυκασθῇ,
κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα·
πάσσειν δʼ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ
ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν.
τὸν δʼ ὄνον Ἀνθηδών, τὸν καλλαρίην καλέουσιν
ἐκτρέφει εὐμεγέθη, σομφὴν δὲ φορεῖ τινα σάρκα,
κἄλλως οὐχ ἡδεῖαν ἔμοιγʼ, ἄλλοι δ …
αἰνοῦσιν· χαίρει γὰρ ὁ μὲν τούτοις, ὁ δʼ ἐκείνοις.
αὐτὰρ ἐς Ἀμβρακίην ἐλθὼν εὐδαίμονα χώρην
τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε,
κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ
δεινὴ ἀπʼ ἀθανάτων· τὸ γάρ ἐστιν νέκταρος ἄνθος.
τούτου δʼ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν
οὐδʼ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα
σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες
εἰώθασι δονεῖν ψήφους αἴθωνι λογισμῷ
ἄρθρων μηλείων ἐπὶ γῆν δωρήματα βάλλειν.
Ἰταλίης δὲ μεταξὺ κατὰ στενοκύμονα πορθμὸν
ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ,
ὠνοῦ· τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.
αὐτὰρ τὸν σινόδοντα μόνον ζήτει παχὺν εἶναι·
ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε.
ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέανδρε.
γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι
πίονος ἰσχυροῦ μεγάλου καὶ πάντα τὰ κοῖλα·
εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ.
καὶ γόγγρος σπουδαῖος ἁλίσκεται ὅς τε τοσοῦτον
τῶν ἄλλων πάντων ὄψων κρατεῖ αὐτός, ὅσον περ
θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων.
ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ
καὶ Μεγάροις· σεμνὸς γὰρ ἁλίσκεται ἐκ τεναγιστῆς.
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα, κἂν ἀποθνῄσκειν
μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν,
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα, κᾆτα
ὕστερον ἤδη πάσχʼ ὅ τί σοι πεπρωμένον ἐστίν.
ἐν δʼ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε,
ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν.
ταύτης τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν
ἥδυσμʼ, ἀλλʼ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν
ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς
δριμὺ διεὶς ὄξος, κᾆτʼ ἔμβαπτʼ εὖ καὶ ἐπείγου
οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.
τὴν λοφιὴν δʼ ὀπτᾶν αὐτῆς καὶ τἆλλα τὰ πλεῖστα.
ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ
τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν,
εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα.
ἄλλο δʼ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς,
εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δʼ ὀπτὰ γένηται,
ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνο μετʼ αὐτοῦ.
ὅσσα δʼ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς,
μήθʼ ὕδατος πηγὴν μήτʼ οἴνινον ὄξος
συμμίξῃς, ἀλλʼ αὐτὸ μόνον κατάχευον ἔλαιον
αὐχμηρόν τε κύμινον, ὁμοῦ δʼ εὐώδεα φύλλα.
ἕψε δʼ ἐπʼ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν
καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε.
ἀλλʼ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα
οὐδʼ ἔσθειν ἐθέλουσιν ὅσοι κεπφαττελεβώδη
ψυχὴν κέκτηνται θνητῶν εἰσίν τʼ ἀπόπληκτοι,
ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ
ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ·
ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι
τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας
τὸν σοφὸν ἐγκρατέως μετʼ ἐκείνου πυθαγορίζειν.
ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ
τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,
τοὺς δὲ πόδας μικρούς, βραδέως δʼ ἐπὶ γαῖαν ὀρούει.
εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι
ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.
ἢν δέ ποτʼ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι,
καρῖδʼ εὐμεγέθη λήψει, σπανίην δὲ πρίασθαι·
ἐν δὲ Μακηδονίῃ τε καὶ Ἀμβρακίῃ μάλα πολλαί.
Σειρίου ἀντέλλοντος … φάγρον …
Δήλῳ τʼ Εἰρετρίῃ τε κατʼ εὐλιμένους ἁλὸς οἴκους.
τὴν κεφαλὴν δʼ αὐτοῦ μόνον ὠνοῦ καὶ μετʼ ἐκείνης
οὐραῖον· τὰ δὲ λοιπὰ δόμον μηδʼ εἰσενέγκῃς.
καὶ λεβίην λαβέ, Μόσχε, τὸν ἥπατον, ἐν περικλύστῳ
Δήλῳ καὶ Τήνῳ
σάλπην δὲ κακὸν μὲν ἔγωγε
ἰχθὺν εἰς ἀεὶ κρίνω· βρωτὴ δὲ μάλιστα
ἐστὶ θεριζομένου σίτου· λαβὲ δʼ ἐν Μυτιλήνῃ
αὐτήν.
ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν ᾖ
μὴ μείζων πυγόνος· μεγάλου δʼ ἀπὸ χεῖρας ἴαλλε.
τὸν χρόμιν ἐν Πέλλῃ λήψει μέγαν—ἔστι δὲ πίων,
ἂν θέρος ᾖ—καὶ ἐν Ἀμβρακίῃ.
κίθαρον δὲ κελεύω
ἂν μὲν λευκὸς ἔῃ στερεός τε πεφύκῃ,
ἕψειν εἰς ἅλμην καθαρὴν τρία φύλλα καθέντα·
ἂν δʼ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίην μέγας, ὀπτᾶν
ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρῃ.
καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε·
χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἔστιν δʼ ἀκόλαστος.
εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
βούγλωσσον, ταύτην δὲ θέρευς περὶ Χαλκίδα κεδνήν.
καὶ νεαροῦ μεγάλου τʼ αὐλωπία ἐν θέρει ὠνοῦ
κρανίʼ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ·
καὶ παράθες θερμὸν ταχέως καὶ τρῖμμα μετʼ αὐτοῦ·
ὄπτα δʼ ἀμφʼ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.
ἀμφὶ δὲ τὴν ἱερήν τε καὶ εὐρύχορον Σάμον ὄψει
θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν
ὄρκυν, ἄλλοι δʼ αὖ κῆτος. τούτου δὲ θέρευς χρὴ
ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς
δηριάαν
ἔστι δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ,
ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους
πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή.
ἂν δέ ποτʼ Ἰταλίης ἱερῆς Ἱππώνιον ἔλθῃς,
ἕρπε τότʼ εἰς ὕδατος στεφάνους, πολὺ δὴ πολὺ πάντων
ἐνταῦθʼ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης.
οἱ δʼ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν
πολλὰ περήσαντες πελάγη βρυχίου διὰ πόντου·
ὥστʼ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.
τὴν δʼ ἀμίην φθινοπώρου, ὅταν Πλειὰς καταδύνῃ,
πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω;
οὐ γὰρ μὴ σὺ διαφθείρῃς γʼ, οὐδʼ ἂν ἐπιθυμῇς.
εἰ δʼ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε,
ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα,
ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ.
μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δʼ οὕτως θεραπεύσας
ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν,
εἶθʼ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν
γινώσκων ὁπότʼ ἐστʼ ὀπτή, καὶ μὴ κατακαύσῃς.
ἔστω δʼ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ,
εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις· κἂν ἐγγὺς ἁλῷ που
τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης
Ἑλλησποντιάδος χείρων, κἂν κλεινὸν ἀμείψῃς
Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκέθʼ ὁμοίη
γίνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.
ἡνίκα δʼ ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος
μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ,
τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον,
εὐμεγέθη, θερμόν, δριμεῖ δεδαϊγμένον ὄξει.
σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε
τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν.
τὸν δʼ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας·
πληθώρην γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.
καὶ θύννης οὐραῖον ἔχειν, τὴν θυννίδα φωνῶ
τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν,
εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας,
θερμά τʼ ἔδειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην.
καὶ ξήρʼ ἂν ἐθέλῃς ἔσθειν, γενναῖα πέλονται,
ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια·
ἂν δʼ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
καὶ Σικελοῦ θύννου τέμαχος …
τμηθέν, ὅτʼ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν.
σαπέρδῃ δʼ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,
καὶ τοῖς κεῖνον ἐπαινοῦσιν· παῦροι γὰρ ἴσασιν
ἀνθρώπων, ὅ τι φαῦλον ἔφυ καὶ κεδνὸν ἔδεσμα.
ἀλλὰ τριταῖον ἔχειν σκόμβρον πρὶν ἐς ἁλμυρὸν ὕδωρ
ἐλθεῖν ἀμφορέως ἐντὸς νέου ἡμιτάριχον.
ἂν δʼ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν,
ὡραίου φάγε μοι τέμαχος πάλιν· ἔστι γὰρ ἐσθλὸν
καὶ μαλακόν.
Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατʼ, ἀλλὰ προσέστω
μηδὲν ἐκεῖ στερεῆς σαρκὸς Μαιώτιδι λίμνῃ
ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν.
ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθών,
οὐραίου γʼ αὐτὸν τὸν σφόνδυλον. ἔστι δὲ κεδνὸς
κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι.
τὸν σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλην
ἔσθιʼ ἐνὶ ψαφαρῇ ληφθεῖσαν Τειχιοέσσῃ
Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων.
κἀν Θάσῳ ὀψώνει τρίγλην, κοὐ χείρονα λήψει
ταύτης· ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὕτη.
ἐν δʼ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις.
κεστρέα δʼ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε,
ἀνδράσι τʼ ἀστείοισιν ὁμιλήσεις …
κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται.
λάμβανε δʼ ἐκ Γαίσωνος, ὅταν Μίλητον ἵκηαι,
κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα.
εἰσὶ γὰρ ἐνθάδʼ ἄριστοι, ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος.
πιότεροι δʼ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ
Ἀμβρακίῃ τʼ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τʼ ἐνὶ λίμνῃ,
ἀλλʼ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν
οὐδʼ οὕτω δριμεῖαν. ἐκεῖνοι δʼ εἰσίν, ἑταῖρε,
τὴν ἀρετὴν θαυμαστοί. ὅλους δʼ αὐτοὺς ἀλεπίστους
ὀπτήσας μαλακοὺς χρηστῶς προσένεγκε διʼ ἅλμης.
μηδὲ προσέλθῃ σοί ποτε τοὖψον τοῦτο ποιοῦντι
μήτε Συρακόσιος μηθεὶς μήτʼ Ἰταλιώτης·
οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευαζέμεν ἰχθῦς,
ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα
ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ·
τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων
πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι
καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται
ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.
καὶ σελάχη μέντοι κλεινὴ Μίλητος ἄριστα
ἐκτρέφει. ἀλλὰ τί χρὴ ῥίνης λόγον ἢ πλατυνώτου
λειοβάτου ποιεῖσθαι; ὁμῶς κροκόδειλον ἂν ὀπτὸν
δαισαίμην ἀπʼ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων.
βάτραχον ἔνθʼ ἂν ἴδῃς, ὀψώνει …
καὶ γαστρίον αὐτοῦ
σκεύασον.
καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ
καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ.
καὶ βατίδʼ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ,
καὶ ταύτῃ τυρὸν καὶ σίλφιον. ἅττα τε σάρκα
μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ
σκευάζειν. ἤδη σοι ἐγὼ τάδε δεύτερον αὐδῶ.
ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος.
ἄλλως τʼ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.
τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ
ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα.
μόρμυρος αἰγιαλεύς, κακὸς ἰχθὺς οὐδέ ποτʼ ἐσθλός.
πούλυποι ἔν τε Θάσῳ καὶ Καρίῃ εἰσὶν ἄριστοι.
καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ πλῆθος.
πουλύποδες γαλεοί τε κύνες
τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα
Βαφύρα· καὶ ἐν Ἀμβρακίῃ παμπληθέας ὄψει.
σηπίαι Ἀβδήροις τε Μαρωνείῃ τʼ ἐνὶ μέσσῃ.
τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δʼ Ἄβυδος,
τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη,
πλείστους δʼ Ἀμβρακίη παρέχει καὶ ἄπλατα μετʼ αὐτῶν
Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔτι πονηράς.
τήθεα Καλχηδών, τοὺς κήρυκας δʼ ἐπιτρίψαι
ὁ Ζεὺς τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,
πλὴν ἑνὸς ἀνθρώπου, κεῖνος δέ μοί ἐστιν ἑταῖρος
Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.
τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέμιστες
σκευασίης εἰσίν. κεῖνος δʼ οὖν ἐστιν ἄριστος
ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ,
θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου
μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ σʼ ὁρῶντα
ἰχῶρα στάζοντα κρεῶν, ἀλλʼ ἔσθιε λάβρως.
αἱ δʼ ἄλλαι περίεργοι ἔμοιγʼ εἰσὶν διὰ παντὸς
σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα
καὶ κατέλαια λίην, ὥσπερ γαλῇ ὀψοποιούντων.
σιτευτὸν καὶ χηνὸς ὁμοῦ σκεύαζε νεοττόν,
ὀπτὸν ἁπλῶς καὶ τόνδε.
εἶθʼ ὁπόταν πλήρωμα Διὸς Σωτῆρος ἕλησθε,
ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα
οἶνον, ὑγρὴν χαίτην λευκῷ πεπυκασμένον ἄνθει
πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.
τόν τʼ ἀπὸ Φοινίκης ἱερῆς τὸν Βύβλινον αἰνῶ,
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι
μᾶλλον, ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον·
πινόμενος δʼ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ὅμοιον ἔχειν γέρας, ἀμβροσίῃ δέ.
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
ὡς ἥδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς …
ἔστι δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις.
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθʼ ὀνομῆναι.
ἀλλʼ οὐθὲν τἆλλʼ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρʼ αὑτοῖς.
πρὸς δὲ μιῇ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ·
ἔστωσαν δʼ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες
ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη
μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.
ἀεὶ δὲ στεφάνοισι κάρη παρὰ δαῖτα πυκάζου
παντοδαποῖς, οἷς ἂν γαίης πέδον ὄλβιον ἀνθῇ,
καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε,
καὶ σμύρνην λίβανόν τε πυρὸς μαλερὴν ἐπὶ τέφρην
βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν.
ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα,
γαστέρα καὶ μήτρην ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ
ἔν τʼ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν
ὀρνίθων τʼ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ
ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον,
οἳ πίνουσι μόνον βατράχων τρόπον, οὐδὲν ἔδοντες.
ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δʼ ἐγὼ λέγω ἔσθε
βρώματα· τἆλλα δʼ ἐκεῖνα τραγήματα πάντα πέφυκε
πτωχείης παράδειγμα κακῆς, ἑφθοί τʼ ἐρέβινθοι
καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα
αἰνῶ Ἀθήνησιν γεγενημένον· εἰ δὲ μὴ αὐτοῦ
αὐτὸν ἔχῃς, ἑτέρωθι μέλι ζήτησον ἀπελθὼν
Ἀττικόν, ὡς τοῦτʼ ἔστιν ὃ ποιεῖ κεῖνον ὑβριστήν.
οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς
καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον
ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.