---
title: Oedipus the King
title_greek: Οἰδίπους Τύραννος
author: Sophocles
eul_wid: buo-ad
eul_aid: buo
canonical: "https://eulogikon.org/works/sophocles-oedipus-king-buo-ad"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Oedipus the King

*Οἰδίπους Τύραννος*

**Author:** Sophocles

**eul_wid:** `buo-ad` · [HTML page](https://eulogikon.org/works/sophocles-oedipus-king-buo-ad)

## Text

### 1

ΟΙΔΙΠΟΥΣ

### 1.1

Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,

### 1.2

τίνας ποθ’ ἕδρας τάσδε μοι θοάζετε

### 1.3

ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;

### 1.4

Πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει,

### 5.1

ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·

### 5.2

ἁγὼ δικαιῶν μὴ παρ’ ἀγγέλων, τέκνα,

### 5.3

ἄλλων ἀκούειν αὐτὸς ὧδ’ ἐλήλυθα,

### 5.4

ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.

### 5.5

Ἀλλ’, ὦ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἔφυς

### 10.1

πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε,

### 10.2

δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν

### 10.3

ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν

### 10.4

εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.

### 10.5

ΙΕΡΕΥΣ

### 14

Ἀλλ’, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,

### 15.1

ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα

### 15.2

βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν

### 15.3

πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ’ ᾐθέων

### 15.4

λεκτοί· τὸ δ’ ἄλλο φῦλον ἐξεστεμμένον

### 20.1

ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς

### 20.2

ναοῖς, ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.

### 20.3

Πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν

### 20.4

ἤδη σαλεύει, κἀνακουφίσαι κάρα

### 20.5

βυθῶν ἔτ’ οὐχ οἵα τε φοινίου σάλου,

### 25.1

φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,

### 25.2

φθίνουσα δ’ ἀγέλαις βουνόμοις τόκοισί τε

### 25.3

ἀγόνοις γυναικῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς

### 25.4

σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,

### 25.5

ὑφ’ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ’

### 30.1

Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.

### 30.2

Θεοῖσι μέν νυν οὐκ ἰσούμενός ς’ ἐγὼ

### 30.3

οὐδ’ οἵδε παῖδες ἑζόμεσθ’ ἐφέστιοι,

### 30.4

ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου

### 30.5

κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς,

### 35.1

ὅς γ’ ἐξέλυσας ἄστυ καδμεῖον μολὼν

### 35.2

σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,

### 35.3

καὶ ταῦθ’ ὑφ’ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον

### 35.4

οὐδ’ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ

### 35.5

λέγῃ νομίζῃ θ’ ἡμὶν ὀρθῶσαι βίον.

### 40.1

Νῦν τ’, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,

### 40.2

ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι

### 40.3

ἀλκήν τιν’ εὑρεῖν ἡμίν, εἴτε του θεῶν

### 40.4

φήμην ἀκούσας εἴτ’ ἀπ’ ἀνδρὸς οἶσθά του·

### 40.5

ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς

### 45.1

ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.

### 45.2

Ἴθ’, ὦ βροτῶν ἄριστ’, ἀνόρθωσον πόλιν· ἴθ’, εὐλαβήθηθ’· ὡς σὲ νῦν μὲν ἥδε γῆ

### 45.3

σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·

### 45.4

ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα

### unit_13.1

στάντες τ’ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,

### unit_13.2

ἀλλ’ ἀσφαλείᾳ τήνδ’ ἀνόρθωσον πόλιν.

### unit_13.3

Ὄρνιθι γὰρ καὶ τὴν τότ’ αἰσίῳ τύχην

### unit_13.4

παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ·

### unit_13.5

ὡς, εἴπερ ἄρξεις τῆσδε γῆς ὥσπερ κρατεῖς,

### 55.1

ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·

### 55.2

ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς

### 55.3

ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.

### 55.4

ΟΙ.ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι

### 55.5

προσήλθεθ’ ἱμείροντες· εὖ γὰρ οἶδ’ ὅτι

### 60.1

νοσεῖτε πάντες, καὶ νοσοῦντες ὡς ἐγὼ

### 60.2

οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.

### 60.3

Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται

### 60.4

μόνον καθ’ αὑτόν, κοὐδέν’ ἄλλον, ἡ δ’ ἐμὴ

### 60.5

ψυχὴ πόλιν τε κἀμὲ καὶ ς’ ὁμοῦ στένει.

### 65.1

Ὥστ’ οὐχ ὕπνῳ γ’ εὕδοντά μ’ ἐξεγείρετε·

### 65.2

ἀλλ’ ἴστε πολλὰ μέν με δακρύσαντα δή,

### 65.3

πολλὰς δ’ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·

### 65.4

ἣν δ’ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην,

### 65.5

ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως

### 70.1

Κρέοντ’, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ

### 70.2

ἔπεμψα Φοίβου δώμαθ’, ὡς πύθοιθ’ ὅ τι

### 70.3

δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.

### 70.4

Καί μ’ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ

### 70.5

λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα

### 75.1

ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.

### 75.2

Ὅταν δ’ ἵκηται, τηνικαῦτ’ ἐγὼ κακὸς

### unit_19.1

μὴ δρῶν ἂν εἴην πάνθ’ ὅς’ ἂν δηλοῖ θεός.

### unit_19.2

ΙΕ.Ἀλλ’ εἰς καλὸν σύ τ’ εἶπας οἵδε τ’ ἀρτίως

### unit_19.3

Κρέοντα προσστείχοντα σημαίνουσί μοι.

### 80.1

ΟΙ.Ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ

### 80.2

σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι.

### 80.3

ΙΕ.Ἀλλ’ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα

### 80.4

πολυστεφὴς ὧδ’ εἷρπε παγκάρπου δάφνης.

### 80.5

ΟΙ.Τάχ’ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.

### 85.1

Ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,

### 85.2

τίν’ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;

### 85.3

ΚΡΕΩΝ

### 87.1

Ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ’, εἰ τύχοι

### 87.2

κατ’ ὀρθὸν ἐξελθόντα, πάντ’ ἂν εὐτυχεῖν.

### 87.3

ΟΙ.Ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς

### 90.1

οὔτ’ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.

### 90.2

ΚΡ.Εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,

### 90.3

ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.

### 90.4

ΟΙ.Ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω

### 90.5

τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.

### 95.1

ΚΡ.Λέγοιμ’ ἂν οἷ’ ἤκουσα τοῦ θεοῦ πάρα.

### 95.2

Ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ

### 95.3

μίασμα χῶρας ὡς τεθραμμένον χθονὶ

### 95.4

ἐν τῇδ’ ἐλαύνειν μηδ’ ἀνήκεστον τρέφειν.

### 95.5

ΟΙ.Ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;

### unit_25.1

ΚΡ.Ἀνδρηλατοῦντας, ἢ φόνῳ φόνον πάλιν

### unit_25.2

λύοντας, ὡς τόδ’ αἷμα χειμάζον πόλιν.

### unit_25.3

ΟΙ.Ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;

### unit_25.4

ΚΡ.Ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ’ ἡγεμὼν

### unit_25.5

γῆς τῆσδε, πρὶν σὲ τήνδ’ ἀπευθύνειν πόλιν.

### 105.1

ΟΙ.Ἔξοιδ’ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.

### 105.2

ΚΡ.Τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς

### 105.3

τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.

### 105.4

ΟΙ.Οἱ δ’ εἰσὶ ποῦ γῆς; ποῦ τόδ’ εὑρεθήσεται

### 105.5

ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;

### 110.1

ΚΡ.Ἐν τῇδ’ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον

### 110.2

ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον.

### 110.3

ΟΙ.Πότερα δ’ ἐν οἴκοις, ἢ ’ν ἀγροῖς ὁ Λάϊος,

### 110.4

ἢ γῆς ἐπ’ ἄλλης τῷδε συμπίπτει φόνῳ;

### 110.5

ΚΡ.Θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν πάλιν

### 115.1

πρὸς οἶκον οὐκέθ’ ἵκεθ’, ὡς ἀπεστάλη.

### 115.2

ΟΙ.Οὐδ’ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ

### 115.3

κατεῖδ’ ὅτου τις ἐκμαθὼν ἐχρήσατ’ ἄν;

### 115.4

ΚΡ.Θνῄσκουσι γάρ, πλὴν εἷς τις ὃς φόβῳ φυγὼν

### 115.5

ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ’ εἰδὼς φράσαι.

### 120.1

ΟΙ.Τὸ ποῖον; Ἓν γὰρ πόλλ’ ἂν ἐξεύροι μαθεῖν,

### 120.2

ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

### 120.3

ΚΡ.Λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ

### 120.4

ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

### 120.5

ΟΙ.Πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ

### 125.1

ἐπράσσετ’ ἐνθένδ’, ἐς τόδ’ ἂν τόλμης ἔβη;

### 125.2

ΚΡ.Δοκοῦντα ταῦτ’ ἦν· Λαΐου δ’ ὀλωλότος

### 125.3

οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.

### 125.4

ΟΙ.Κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος

### 125.5

οὕτω πεσούσης, εἶργε τοῦτ’ ἐξειδέναι;

### 130.1

ΚΡ.Ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν

### 130.2

μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.

### 130.3

ΟΙ.Ἀλλ’ ἐξ ὑπαρχῆς αὖθις αὔτ’ ἐγὼ φανῶ·

### 130.4

ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σύ,

### unit_32

πρὸς τοῦ θανότος τήνδ’ ἔθεσθ’ ἐπιστροφήν·

### 135.1

ὥστ’ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον,

### 135.2

γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ’ ἅμα.

### 135.3

Ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,

### 135.4

ἀλλ’ αὐτὸς αὑτοῦ τοῦτ’ ἀποσκεδῶ μύσος.

### 135.5

Ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανὼν τάχ’ ἂν

### 140.1

κἄμ’ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι·

### 140.2

κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.

### 140.3

Ἀλλ’ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων

### 140.4

ἵστασθε, τούσδ’ ἄραντες ἱκτῆρας κλάδους,

### 140.5

ἄλλος δὲ Κάδμου λαὸν ὧδ’ ἀθροιζέτω,

### 145.1

ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς

### 145.2

σὺν τῷ θεῷ φανούμεθ’ ἢ πεπτωκότες.

### 145.3

ΙΕ.Ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν

### 145.4

καὶ δεῦρ’ ἔβημεν ὧν ὅδ’ ἐξαγγέλλεται.

### 145.5

Φοῖβος δ’ ὁ πέμψας τάσδε μαντείας ἅμα

### unit_36

σωτήρ θ’ ἵκοιτο καὶ νόσου παυστήριος.

### unit_37

ΧΟΡΟΣ

### 151.1

Ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτεStr. 1.

### 151.2

τᾶς πολυχρύσου

### 152.1

Πυθῶνος ἀγλαὰς ἔβας

### 152.2

Θήβας; Ἐκτέταμαι φοβερὰν φρένα,

### 153.1

δείματι πάλλων,

### 153.2

ἰήιε Δάλιε Παιάν,

### 155.1

ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον

### 155.2

ἢ περιτελλομέναις ὥραις πάλιν

### 156.1

ἐξανύσεις χρέος·

### 156.2

εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος,

### 157.1

ἄμβροτε Φάμα.

### 157.2

Πρῶτά σε κεκλόμενος, θύγατερ Διός,Ant. 1.

### 157.3

ἄμβροτ’ Ἀθάνα,

### 160

γαιάοχόν τ’ ἀδελφεὰν

### 160.1

Ἄρτεμιν, ἃ κυκλόεντ’ ἀγορᾶς θρόνον

### 160.2

εὐκλέα θάσσει,

### 160.3

καὶ Φοῖβον ἑκαβόλον, ἰώ,

### 160.4

τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,

### 160.5

εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ

### 165.1

ὀρνυμένας πόλει

### 165.2

ἠνύσατ’ ἐκτοπίαν φλόγα πήματος,

### 165.3

ἔλθετε καὶ νῦν.

### 167.1

Ὦ πόποι, ἀνάριθμα γὰρ φέρωStr. 2.

### 167.2

πήματα· νοσεῖ δέ μοι πρόπας

### 170.1

στόλος, οὐδ’ ἔνι φροντίδος ἔγχος

### 170.2

ᾧ τις ἀλέξεται· οὔτε γὰρ ἔκγονα

### 170.3

κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν

### 170.4

ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·

### 175.1

ἄλλον δ’ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν

### 175.2

κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον

### 175.3

ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.

### 177

Ὧν πόλις ἀνάριθμος ὄλλυται·Ant. 2.

### 180.1

νηλέα δὲ γένεθλα πρὸς πέδῳ

### 180.2

θαναταφόρα κεῖται ἀνοίκτως·

### 180.3

ἐν δ’ ἄλοχοι πολιαί τ’ ἔπι ματέρες

### unit_52

ἀκτὰν παρὰ βώμιον ἄλλοθεν ἄλλαι

### 185.1

λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσι.

### 185.2

Παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος·

### 185.3

ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,

### 185.4

εὐῶπα πέμψον ἀλκάν.

### 188

Ἄρεά τε τὸν μαλερόν, ὃςStr. 3.

### 191.1

νῦν ἄχαλκος ἀσπίδων

### 191.2

φλέγει με περιβόατος ἀντιάζων,

### 191.3

παλίσσυτον δράμημα νωτίσαι πάτρας

### 191.4

ἄπουρον, εἴτ’ ἐς μέγαν

### 195.1

θάλαμον Ἀμφιτρίτας,

### 195.2

εἴτ’ ἐς τὸν ἀπόξενον ὅρμων

### 195.3

Θρῄκιον κλύδωνα·

### 195.4

τελεῖν γάρ, εἴ τι νὺξ ἀφῇ,

### 195.5

τοῦτ’ ἐπ’ ἦμαρ ἔρχεται·

### unit_57.1

τόν, ὦ 〈τᾶν〉 πυρφόρων

### unit_57.2

ἀστραπᾶν κράτη νέμων,

### unit_57.3

ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ.

### 202.1

Λύκει’ ἄναξ, τά τε σὰ χρυ‐Ant. 3.

### 202.2

σοστρόφων ἀπ’ ἀγκυλῶν

### 205.1

βέλεα θέλοιμ’ ἂν ἀδάματ’ ἐνδατεῖσθαι

### 205.2

ἀρωγὰ προσταθέντα, τάς τε πυρφόρους

### 205.3

Ἀρτέμιδος αἴγλας, ξὺν αἷς

### 205.4

Λύκι’ ὄρεα διᾴσσει·

### 205.5

τὸν χρυσομίτραν τε κικλήσκω,

### 210.1

τᾶσδ’ ἐπώνυμον γᾶς,

### 210.2

οἰνῶπα Βάκχον εὔιον,

### 210.3

Μαινάδων ὁμόστολον

### 210.4

πελασθῆναι φλέγοντ’

### 210.5

ἀγλαῶπι – –

### 215

πεύκᾳ ’πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.

### 215.1

ΟΙ.Αἰτεῖς· ἃ δ’ αἰτεῖς, τἄμ’ ἐὰν θέλῃς ἔπη

### 215.2

κλύων δέχεσθαι τῇ νόσῳ θ’ ὑπηρετεῖν,

### 215.3

ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν.

### 215.4

Ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ’ ἐξερῶ,

### 220.1

ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν

### 220.2

ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον·

### 220.3

νῦν δ’, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,

### 220.4

ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·

### 220.5

«Ὅστις ποθ’ ὑμῶν Λάϊον τὸν Λαβδάκου

### 225.1

κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,

### 225.2

τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·

### 225.3

κεἰ μὲν φοβεῖται, τοὐπίκλημ’ ὑπεξέλοι

### 225.4

αὐτὸς καθ’ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν

### 225.5

ἀστεργὲς οὐδέν, γῆς δ’ ἄπεισιν ἀσφαλής.

### 230.1

Εἰ δ’ αὖ τις ἄλλον οἶδεν ἢ ’ξ ἄλλης χθονὸς

### 230.2

τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ

### 230.3

κέρδος τελῶ ’γὼ χἠ χάρις προσκείσεται.

### 230.4

Εἰ δ’ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου

### 230.5

δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,

### 235.1

ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.

### 235.2

Τὸν ἄνδρ’ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς

### 235.3

τῆσδ’ ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω

### 235.4

μήτ’ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,

### unit_67

μήτ’ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν

### 240.1

κοινὸν ποιεῖσθαι, μήτε χέρνιβος νέμειν·

### 240.2

ὠθεῖν δ’ ἀπ’ οἴκων πάντας, ὡς μιάσματος

### 240.3

τοῦδ’ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ

### 240.4

μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.

### 240.5

Ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι

### 245.1

τῷ τ’ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·

### 245.2

κατεύχομαι δὲ τὸν δεδρακότ’, εἴτε τις

### 245.3

εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,

### 245.4

κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·

### 245.5

ἐπεύχομαι δ’, οἴκοισιν εἰ ξυνέστιος

### unit_70.1

ἐν τοῖς ἐμοῖς γένοιτ’ ἐμοῦ ξυνειδότος,

### unit_70.2

παθεῖν ἅπερ τοῖσδ’ ἀρτίως ἠρασάμην.

### unit_70.3

Ὑμῖν δὲ ταῦτα πάντ’ ἐπισκήπτω τελεῖν,

### unit_70.4

ὑπέρ τ’ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε

### unit_70.5

γῆς ὧδ’ ἀκάρπως κἀθέως ἐφθαρμένης.»

### 255.1

Οὐδ’ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,

### 255.2

ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,

### 255.3

ἀνδρός γ’ ἀρίστου βασιλέως ὀλωλότος,

### 255.4

ἀλλ’ ἐξερευνᾶν· νῦν δ’ ἐπεὶ κυρῶ τ’ ἐγὼ

### 255.5

ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,

### 260.1

ἔχων δὲ λέκτρα καὶ γυναῖχ’ ὁμόσπορον

### 260.2

κοινῶν τε παίδων κοίν’ ἄν, εἰ κείνῳ γένος

### 260.3

μὴ ’δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα—

### 260.4

νῦν δ’ ἐς τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη·

### 260.5

ἀνθ’ ὧν ἐγὼ τάδ’, ὡσπερεὶ τοὐμοῦ πατρός,

### 265.1

ὑπερμαχοῦμαι, κἀπὶ πάντ’ ἀφίξομαι,

### 265.2

ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,

### 265.3

τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ

### unit_74.1

τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ’ Ἀγήνορος·

### unit_74.2

καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς

### 270.1

μήτ’ ἀροτὸν αὐτοῖς γῆς ἀνιέναι τινά,

### 270.2

μήτ’ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ

### 270.3

τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ’ ἐχθίονι.

### 270.4

Ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις ὅσοις

### 270.5

τάδ’ ἔστ’ ἀρέσκονθ’ ἥ τε σύμμαχος Δίκη

### 275.1

χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.

### 275.2

ΧΟ.Ὥσπερ μ’ ἀραῖον ἔλαβες, ὧδ’, ἄναξ, ἐρῶ·

### 275.3

οὔτ’ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ’ ἔχω

### 275.4

δεῖξαι. Τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν

### 275.5

Φοίβου τόδ’ εἰπεῖν, ὅστις εἴργασταί ποτε.

### 280.1

ΟΙ.Δίκαι’ ἔλεξας· ἀλλ’ ἀναγκάσαι θεοὺς

### 280.2

ἃν μὴ θέλωσιν οὐδ’ ἂν εἷς δύναιτ’ ἀνήρ.

### 280.3

ΧΟ.Τὰ δεύτερ’ ἐκ τῶνδ’ ἂν λέγοιμ’ ἅ μοι δοκεῖ.

### 280.4

ΟΙ.Εἰ καὶ τρίτ’ ἔστι, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.

### 280.5

ΧΟ.Ἄνακτ’ ἄνακτι ταὔθ’ ὁρῶντ’ ἐπίσταμαι

### 285.1

μάλιστα Φοίβῳ Τειρεσίαν, παρ’ οὗ τις ἂν

### 285.2

σκοπῶν τάδ’, ὦναξ, ἐκμάθοι σαφέστατα.

### 285.3

ΟΙ.Ἀλλ’ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ’ ἐπραξάμην·

### 285.4

ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς

### 285.5

πομπούς· πάλαι δὲ μὴ παρὼν θαυμάζεται.

### 290.1

ΧΟ.Καὶ μὴν τά γ’ ἄλλα κωφὰ καὶ παλαί’ ἔπη.

### 290.2

ΟΙ.Τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.

### 290.3

ΧΟ.Θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.

### 290.4

ΟΙ.Ἤκουσα κἀγώ· τὸν δ’ ἰδόντ’ οὐδεὶς ὁρᾷ.

### 290.5

ΧΟ.Ἀλλ’ εἴ τι μὲν δὴ δείματός γ’ ἔχει μέρος,

### 295

τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ’ ἀράς.

### unit_81.1

ΟΙ.Ὧι μή ’στι δρῶντι τάρβος, οὐδ’ ἔπος φοβεῖ.

### unit_81.2

ΧΟ.Ἀλλ’ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ

### unit_81.3

τὸν θεῖον ἤδη μάντιν ὧδ’ ἄγουσιν, ᾧ

### unit_81.4

τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.

### unit_82.1

ΟΙ.Ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε

### unit_82.2

ἄρρητά τ’ οὐράνιά τε καὶ χθονοστιβῆ,

### unit_82.3

πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ’ ὅμως

### unit_82.4

οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην

### unit_82.5

σωτῆρά τ’, ὦναξ, μοῦνον ἐξευρίσκομεν.

### 305.1

Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,

### 305.2

πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν

### 305.3

μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,

### 305.4

εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ

### 305.5

κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.

### 310.1

Σὺ δ’ οὖν φθονήσας μήτ’ ἀπ’ οἰωνῶν φάτιν,

### 310.2

μήτ’ εἴ τιν’ ἄλλην μαντικῆς ἔχεις ὁδόν,

### 310.3

ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ’ ἐμέ,

### 310.4

ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος·

### 310.5

ἐν σοὶ γάρ ἐσμεν· ἄνδρα δ’ ὠφελεῖν ἀφ’ ὧν

### 315.1

ἔχοι τε καὶ δύναιτο κάλλιστος πόνων.

### 315.2

ΤΕΙΡΕΣΙΑΣ

### 316.1

Φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη

### 316.2

λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ

### 316.3

εἰδὼς διώλες’· οὐ γὰρ ἂν δεῦρ’ ἱκόμην.

### 316.4

ΟΙ.Τί δ’ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.

### 320

ΤΕ.Ἄφες μ’ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ

### unit_88.1

κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.

### unit_88.2

ΟΙ.Οὔτ’ ἔννομ’ εἶπας οὔτε προσφιλῆ πόλει

### unit_88.3

τῇδ’ ἥ ς’ ἔθρεψε, τήνδ’ ἀποστερῶν φάτιν.

### unit_88.4

ΤΕ.Ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ’ ἰὸν

### 325.1

πρὸς καιρόν· ὡς οὖν μηδ’ ἐγὼ ταὐτὸν πάθω—

### 325.2

ΟΙ.Μή, πρὸς θεῶν, φρονῶν γ’ ἀποστραφῇς ἐπεὶ

### 325.3

πάντες σε προσκυνοῦμεν οἵδ’ ἱκτήριοι.

### 325.4

ΤΕ.Πάντες γὰρ οὐ φρονεῖτ’· ἐγὼ δ’ οὐ μή ποτε

### 325.5

τἄμ’, ὡς ἂν εἴπω μὴ τὰ ς’, ἐκφήνω κακά.

### 330.1

ΟΙ.Τί φῄς; ξυνειδὼς οὐ φράσεις, ἀλλ’ ἐννοεῖς

### 330.2

ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;

### 330.3

ΤΕ.Ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε ς’ ἀλγυνῶ· τί ταῦτ’

### 330.4

ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.

### 330.5

ΟΙ.Οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου

### 335.1

φύσιν σύ γ’ ὀργάνειας, ἐξερεῖς ποτε,

### 335.2

ἀλλ’ ὧδ’ ἄτεγκτος κἀτελεύτητος φανῇ;

### 335.3

ΤΕ.Ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ’ ὁμοῦ

### 335.4

ναίουσαν οὐ κατεῖδες, ἀλλ’ ἐμὲ ψέγεις.

### 335.5

ΟΙ.Τίς γὰρ τοιαῦτ’ ἂν οὐκ ἂν ὀργίζοιτ’ ἔπη

### 340.1

κλύων ἃ νῦν σὺ τήνδ’ ἀτιμάζεις πόλιν;

### 340.2

ΤΕ.Ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.

### 340.3

ΟΙ.Οὐκοῦν ἅ γ’ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.

### 340.4

ΤΕ.Οὐκ ἂν πέρα φράσαιμι· πρὸς τάδ’, εἰ θέλεις,

### 340.5

θυμοῦ δι’ ὀργῆς ἥτις ἀγριωτάτη.

### 345.1

ΟΙ.Καὶ μὴν παρήσω γ’ οὐδέν, ὡς ὀργῆς ἔχω,

### 345.2

ἅπερ ξυνίημ’. Ἴσθι γὰρ δοκῶν ἐμοὶ

### unit_94.1

καὶ ξυμφυτεῦσαι τοὔργον, εἰργάσθαι θ’, ὅσον

### unit_94.2

μὴ χερσὶ καίνων· εἰ δ’ ἐτύγχανες βλέπων,

### unit_94.3

καὶ τοὔργον ἂν σοῦ τοῦτ’ ἔφην εἶναι μόνου.

### unit_95.1

ΤΕ.Ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι

### unit_95.2

ᾧπερ προεῖπας ἐμμένειν, κἀφ’ ἡμέρας

### unit_95.3

τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ’ ἐμέ,

### unit_95.4

ὡς ὄντι γῆς τῆσδ’ ἀνοσίῳ μιάστορι.

### unit_95.5

ΟΙ.Οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε

### 355.1

τὸ ῥῆμα, καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;

### 355.2

ΤΕ.Πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.

### 355.3

ΟΙ.Πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.

### 355.4

ΤΕ.Πρὸς σοῦ· σὺ γάρ μ’ ἄκοντα προὐτρέψω λέγειν.

### 355.5

ΟΙ.Ποῖον λόγον; λέγ’ αὖθις, ὡς μᾶλλον μάθω.

### 360.1

ΤΕ.Οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ’κπειρᾷ λέγειν;

### 360.2

ΟΙ.Οὐχ ὥστε γ’ εἰπεῖν γνωστόν· ἀλλ’ αὖθις φράσον.

### 360.3

ΤΕ.Φονέα σέ φημι τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.

### 360.4

ΟΙ.Ἀλλ’ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.

### 360.5

ΤΕ.Εἴπω τι δῆτα κἄλλ’, ἵν’ ὀργίζῃ πλέον;

### 365.1

ΟΙ.Ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.

### 365.2

ΤΕ.Λεληθέναι σέ φημι σὺν τοῖς φιλτάτοις

### 365.3

αἴσχισθ’ ὁμιλοῦντ’, οὐδ’ ὁρᾶν ἵν’ εἶ κακοῦ.

### 365.4

ΟΙ.Ἦ καὶ γεγηθὼς ταῦτ’ ἀεὶ λέξειν δοκεῖς;

### 365.5

ΤΕ.Εἴπερ τί γ’ ἔστι τῆς ἀληθείας σθένος.

### 370.1

ΟΙ.Ἀλλ’ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ’ οὐκ ἔστ’, ἐπεὶ

### 370.2

τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ.

### 370.3

ΤΕ.Σὺ δ’ ἄθλιός γε ταῦτ’ ὀνειδίζων ἃ σοὶ

### 370.4

οὐδεὶς ὃς οὐχὶ τῶνδ’ ὀνειδιεῖ τάχα.

### 370.5

ΟΙ.Μιᾶς τρέφῃ πρὸς νυκτός, ὥστε μήτ’ ἐμὲ

### 375.1

μήτ’ ἄλλον ὅστις φῶς ὁρᾷ βλάψαι ποτ’ ἄν.

### 375.2

ΤΕ.Οὐ γάρ με μοῖρα πρός γε σοῦ πεσεῖν, ἐπεὶ

### 375.3

ἱκανὸς Ἀπόλλων ᾧ τάδ’ ἐκπρᾶξαι μέλει.

### 375.4

ΟΙ.Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;

### 375.5

ΤΕ.Κρέων δέ σοι πῆμ’ οὐδέν, ἀλλ’ αὐτὸς σὺ σοί.

### 380.1

ΟΙ.Ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης

### 380.2

ὑπερφέρουσα, τῷ πολυζήλῳ βίῳ

### 380.3

ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται,

### 380.4

εἰ τῆσδέ γ’ ἀρχῆς οὕνεχ’, ἣν ἐμοὶ πόλις

### 380.5

δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,

### 385.1

ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,

### 385.2

λάθρᾳ μ’ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,

### 385.3

ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,

### 385.4

δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν

### 385.5

μόνον δέδορκε, τὴν τέχνην δ’ ἔφυ τυφλός.

### 390.1

Ἐπεί, φέρ’ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;

### 390.2

πῶς οὐχ, ὅθ’ ἡ ῥαψῳδὸς ἐνθάδ’ ἦν κύων,

### 390.3

ηὔδας τι τοῖσδ’ ἀστοῖσιν ἐκλυτήριον;

### 390.4

Καίτοι τό γ’ αἴνιγμ’ οὐχὶ τοὐπιόντος ἦν

### 390.5

ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·

### 395.1

ἣν οὔτ’ ἀπ’ οἰωνῶν σὺ προὐφάνης ἔχων

### 395.2

οὔτ’ ἐκ θεῶν του γνωτόν· ἀλλ’ ἐγὼ μολών,

### 395.3

ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,

### 395.4

γνώμῃ κυρήσας οὐδ’ ἀπ’ οἰωνῶν μαθών·

### 395.5

ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις

### unit_105.1

παραστατήσειν τοῖς Κρεοντείοις πέλας.

### unit_105.2

Κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε

### unit_105.3

ἁγηλατήσειν· εἰ δὲ μὴ ’δόκεις γέρων

### unit_106.1

εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.

### unit_106.2

ΧΟ.Ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ’ ἔπη

### 405.1

ὀργῇ λελέχθαι καὶ τὰ ς’, Οἰδίπου, δοκεῖ.

### 405.2

Δεῖ δ’ οὐ τοιούτων, ἀλλ’ ὅπως τὰ τοῦ θεοῦ

### 405.3

μαντεῖ’ ἄριστα λύσομεν, τόδε σκοπεῖν.

### 405.4

ΤΕ.Εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν

### 405.5

ἴς’ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ·

### 410.1

οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ,

### 410.2

ὥστ’ οὐ Κρέοντος προστάτου γεγράψομαι.

### 410.3

Λέγω δ’, ἐπειδὴ καὶ τυφλόν μ’ ὠνείδισας·

### 410.4

σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν’ εἶ κακοῦ,

### 410.5

οὐδ’ ἔνθα ναίεις, οὐδ’ ὅτων οἰκεῖς μέτα.

### 415.1

Ἆρ’ οἶσθ’ ἀφ’ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν

### 415.2

τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω.

### 415.3

Καί ς’ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς

### 415.4

ἐλᾷ ποτ’ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,

### 415.5

βλέποντα νῦν μὲν ὄρθ’, ἔπειτα δὲ σκότον.

### 420.1

Βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,

### 420.2

ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,

### 420.3

ὅταν καταίσθῃ τὸν ὑμέναιον ὃν δόμοις

### 420.4

ἄνορμον εἰσέπλευσας εὐπλοίας τυχών;

### 420.5

Ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνῃ κακῶν

### 425.1

ἅ ς’ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.

### 425.2

Πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα

### 425.3

προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν

### 425.4

κάκιον ὅστις ἐκτριβήσεταί ποτε.

### 425.5

ΟΙ.Ἦ ταῦτα δῆτ’ ἀνεκτὰ πρὸς τούτου κλύειν;

### 430.1

Οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν

### 430.2

ἄψορρος οἴκων τῶνδ’ ἀποστραφεὶς ἄπει;

### unit_113.1

ΤΕ.Οὐδ’ ἱκόμην ἔγωγ’ ἄν, εἰ σὺ μὴ ’κάλεις.

### unit_113.2

ΟΙ.Οὐ γάρ τί ς’ ᾔδη μῶρα φωνήσοντ’, ἐπεὶ

### unit_113.3

σχολῇ ς’ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.

### 435.1

ΤΕ.Ἡμεῖς τοιοίδ’ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,

### 435.2

μῶροι, γονεῦσι δ’ οἵ ς’ ἔφυσαν, ἔμφρονες.

### 435.3

ΟΙ.Ποίοισι; μεῖνον· τίς δέ μ’ ἐκφύει βροτῶν;

### 435.4

ΤΕ.Ἥδ’ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.

### 435.5

ΟΙ.Ὡς πάντ’ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.

### 440.1

ΤΕ.Οὔκουν σὺ ταῦτ’ ἄριστος εὑρίσκειν ἔφυς;

### 440.2

ΟΙ.Τοιαῦτ’ ὀνείδιζ’ οἷς ἔμ’ εὑρήσεις μέγαν.

### 440.3

ΤΕ.Αὕτη γε μέντοι ς’ ἡ τύχη διώλεσεν.

### 440.4

ΟΙ.Ἀλλ’ εἰ πόλιν τήνδ’ ἐξέσως’ οὔ μοι μέλει.

### 440.5

ΤΕ.Ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.

### 445.1

ΟΙ.Κομιζέτω δῆθ’· ὡς παρὼν σύ γ’ ἐμποδὼν

### 445.2

ὀχλεῖς, συθείς τ’ ἂν οὐκ ἂν ἀλγύναις πλέον.

### 445.3

ΤΕ.Εἰπὼν ἄπειμ’ ὧν οὕνεκ’ ἦλθον, οὐ τὸ σὸν

### 445.4

δείσας πρόσωπον· οὐ γὰρ ἔσθ’ ὅπου μ’ ὀλεῖς.

### 445.5

Λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον ὃν πάλαι

### unit_117.1

ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον

### unit_117.2

τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,

### unit_117.3

ξένος λόγῳ μέτοικος, εἶτα δ’ ἐγγενὴς

### unit_117.4

φανήσεται Θηβαῖος, οὐδ’ ἡσθήσεται

### unit_117.5

τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος

### 455.1

καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι

### 455.2

σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.

### 455.3

Φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν

### 455.4

ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ

### unit_119

γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς

### 460.1

ὁμοσπόρος τε καὶ φονεύς. Καὶ ταῦτ’ ἰὼν

### 460.2

εἴσω λογίζου· κἂν λάβῃς μ’ ἐψευσμένον,

### 460.3

φάσκειν ἔμ’ ἤδη μαντικῇ μηδὲν φρονεῖν.

### 462.1

ΧΟ.Τίς ὅντιν’ ἁ θεσπιέπει‐

### 462.2

α Δελφὶς εἶπε πέτραStr. 1.

### 465

ἄρρητ’ ἀρρήτων τελέσαν‐

### 465.1

τα φοινίαισι χερσίν;

### 465.2

Ὥρα νιν ἀελλάδων

### 465.3

ἵππων σθεναρώτερον

### 465.4

φυγᾷ πόδα νωμᾶν·

### 465.5

ἔνοπλος γὰρ ἐπ’ αὐτὸν ἐπενθρῴσκει

### 470.1

πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,

### 470.2

δειναὶ δ’ ἅμ’ ἕπονται

### 470.3

Κῆρες ἀναπλάκητοι.

### 472.1

Ἔλαμψε γὰρ τοῦ νιφόεν‐

### 472.2

τος ἀρτίως φανεῖσαAnt. 1.

### 475.1

φάμα Παρνασσοῦ τὸν ἄδη‐

### 475.2

λον ἄνδρα πάντ’ ἰχνεύειν·

### 475.3

φοιτᾷ γὰρ ὑπ’ ἀγρίαν

### 475.4

ὕλαν ἀνά τ’ ἄντρα καὶ

### 478.1

πέτρας ἅτε ταῦρος,

### 478.2

μέλεος μελέῳ ποδὶ χηρεύων,

### 480.1

τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων

### 480.2

μαντεῖα· τὰ δ’ αἰεὶ

### unit_129.1

ζῶντα περιποτᾶται.

### unit_129.2

Δεινὰ μὲν οὖν, δεινὰ ταράσ‐Str. 2.

### unit_129.3

σει σοφὸς οἰωνοθέτας,

### 485.1

οὔτε δοκοῦντ’ οὔτ’ ἀποφάσ‐

### 485.2

κονθ’· ὅ τι λέξω δ’ ἀπορῶ·

### 485.3

πέτομαι δ’ ἐλπίσιν οὔτ’ ἐν‐

### 485.4

θάδ’ ὁρῶν οὔτ’ ὀπίσω.

### 485.5

Τί γὰρ ἢ Λαβδακίδαις

### 490.1

ἢ τῷ Πολύβου νεῖκος ἔ‐

### 490.2

κειτ’; Οὔτε πάροιθέν ποτ’ ἔ‐

### 490.3

γωγ’ οὔτε τανῦν πω

### 490.4

ἔμαθον πρὸς ὅτου δὴ βασάνῳ – –

### 490.5

ἐπὶ τὰν ἐπίδαμον

### 495.1

φάτιν εἶμ’ Οἰδιπόδα Λαβδακίδαις

### 495.2

ἐπίκουρος ἀδήλων θανάτων.

### 496.1

Ἀλλ’ ὁ μὲν οὖν Ζεὺς ὅ τ’ Ἀπόλ‐Ant. 2.

### 496.2

λων ξυνετοὶ καὶ τὰ βροτῶν

### 496.3

εἰδότες· ἀνδρῶν δ’ ὅτι μάν‐

### unit_134.1

τις πλέον ἢ ’γὼ φέρεται,

### unit_134.2

κρίσις οὐκ ἔστιν ἀληθής·

### unit_134.3

σοφίᾳ δ’ ἂν σοφίαν

### unit_134.4

παραμείψειεν ἀνήρ·

### unit_134.5

ἄλλ’ οὔποτ’ ἔγωγ’ ἄν, πρὶν ἴ‐

### 505.1

δοιμ’ ὀρθὸν ἔπος, μεμφομέ‐

### 505.2

νων ἂν καταφαίην.

### 505.3

Φανερὰ γὰρ ἐπ’ αὐτῷ πτερόεσς’ ἦλθε κόρα

### 505.4

ποτέ, καὶ σοφὸς ὤφθη

### 510

βασάνῳ θ’ ἁδύπολις· τῷ ἀπ’ ἐμᾶς

### unit_137.1

φρενὸς οὔποτ’ ὀφλήσει κακίαν.

### unit_137.2

ΚΡ.Ἄνδρες πολῖται, δείν’ ἔπη πεπυσμένος

### unit_137.3

κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,

### 515.1

πάρειμ’ ἀτλητῶν. Εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς

### 515.2

ταῖς νῦν νομίζει πρός γ’ ἐμοῦ πεπονθέναι

### 515.3

λόγοισιν εἴτ’ ἔργοισιν εἰς βλάβην φέρον,

### 515.4

οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,

### 515.5

φέροντι τήνδε βάξιν. Οὐ γὰρ εἰς ἁπλοῦν

### 520.1

ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,

### 520.2

ἀλλ’ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,

### 520.3

κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.

### 520.4

ΧΟ.Ἀλλ’ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ’ ἂν

### 520.5

ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.

### 525.1

ΚΡ.Τοὔπος δ’ ἐφάνθη ταῖς ἐμαῖς γνώμαις ὅτι

### 525.2

πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;

### 525.3

ΧΟ.Ηὐδᾶτο μὲν τάδ’, οἶδα δ’ οὐ γνώμῃ τίνι.

### 525.4

ΚΡ.Ἐξ ὀμμάτων δ’ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς

### 525.5

κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;

### 530.1

ΧΟ.Οὐκ οἶδ’· ἃ γὰρ δρῶς’ οἱ κρατοῦντες οὐχ ὁρῶ.

### 530.2

Αὐτὸς δ’ ὅδ’ ἤδη δωμάτων ἔξω περᾷ.

### 530.3

ΟΙ.Οὗτος σύ, πῶς δεῦρ’ ἦλθες; ἢ τοσόνδ’ ἔχεις

### 530.4

τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας

### 530.5

ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς

### 535.1

λῃστής τ’ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;

### 535.2

Φέρ’ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν

### 535.3

ἰδών τιν’ ἔν μοι ταῦτ’ ἐβουλεύσω ποεῖν;

### 535.4

ἢ τοὔργον ὡς οὐ γνωρίσοιμί σου τόδε

### 535.5

δόλῳ προσέρπον κοὐκ ἀλεξοίμην μαθών;

### 540.1

Ἆρ’ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,

### 540.2

ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα

### 540.3

θηρᾶν, ὃ πλήθει χρήμασίν θ’ ἁλίσκεται;

### 540.4

ΚΡ.Οἶσθ’ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων

### 540.5

ἴς’ ἀντάκουσον, κᾆτα κρῖν’ αὐτὸς μαθών.

### 545.1

ΟΙ.Λέγειν σὺ δεινός, μανθάνειν δ’ ἐγὼ κακὸς

### 545.2

σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν ς’ εὕρηκ’ ἐμοί.

### 545.3

ΚΡ.Τοῦτ’ αὐτὸ νῦν μου πρῶτ’ ἄκουσον ὡς ἐρῶ.

### 545.4

ΟΙ.Τοῦτ’ αὐτὸ μή μοι φράζ’ ὅπως οὐκ εἶ κακός.

### 545.5

ΚΡ.Εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν

### unit_145.1

εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.

### unit_145.2

ΟΙ.Εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς

### unit_145.3

δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.

### unit_145.4

ΚΡ.Ξύμφημί σοι ταῦτ’ ἔνδικ’ εἰρῆσθαι· τὸ δὲ

### unit_145.5

πάθημ’ ὁποῖον φῂς παθεῖν δίδασκέ με.

### 555.1

ΟΙ.Ἔπειθες ἢ οὐκ ἔπειθες ὡς χρείη μ’ ἐπὶ

### 555.2

τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;

### 555.3

ΚΡ.Καὶ νῦν ἔθ’ αὑτός εἰμι τῷ βουλεύματι.

### 555.4

ΟΙ.Πόσον τιν’ ἤδη δῆθ’ ὁ Λάϊος χρόνον—

### 555.5

ΚΡ.Δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.

### 560.1

ΟΙ.ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;

### 560.2

ΚΡ.Μακροὶ παλαιοί τ’ ἂν μετρηθεῖεν χρόνοι.

### 560.3

ΟΙ.Τότ’ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;

### 560.4

ΚΡ.Σοφός γ’ ὁμοίως κἀξ ἴσου τιμώμενος.

### 560.5

ΟΙ.Ἐμνήσατ’ οὖν ἐμοῦ τι τῷ τότ’ ἐν χρόνῳ;

### 565.1

ΚΡ.Οὔκουν ἐμοῦ γ’ ἑστῶτος οὐδαμοῦ πέλας.

### 565.2

ΟΙ.Ἀλλ’ οὐκ ἔρευναν τοῦ θανόντος ἔσχετε;

### unit_149.1

ΚΡ.Παρέσχομεν, πῶς δ’ οὐχί; κοὐκ ἐκύρσαμεν.

### unit_149.2

ΟΙ.Πῶς οὖν τόθ’ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;

### unit_149.3

ΚΡ.Οὐκ οἶδ’· ἐφ’ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.

### 570.1

ΟΙ.Τοσόνδε γ’ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν—

### 570.2

ΚΡ.Ποῖον τόδ’; εἰ γὰρ οἶδά γ’, οὐκ ἀρνήσομαι.

### 570.3

ΟΙ.ὁθούνεκ’, εἰ μὴ σοὶ ξυνῆλθε, τὰς ἐμὰς

### 570.4

οὐκ ἄν ποτ’ εἶπεν Λαΐου διαφθοράς.

### 570.5

ΚΡ.Εἰ μὲν λέγει τάδ’, αὐτὸς οἶσθ’· ἐγὼ δὲ σοῦ

### 575.1

μαθεῖν δικαιῶ ταὔθ’ ἅπερ κἀμοῦ σὺ νῦν.

### 575.2

ΟΙ.Ἐκμάνθαν’· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.

### 575.3

ΚΡ.Τί δῆτ’; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;

### 575.4

ΟΙ.Ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.

### 575.5

ΚΡ.Ἄρχεις δ’ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;

### 580.1

ΟΙ.Ἃν ᾖ θέλουσα πάντ’ ἐμοῦ κομίζεται.

### 580.2

ΚΡ.Οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;

### 580.3

ΟΙ.Ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνῃ φίλος.

### 580.4

ΚΡ.Οὔκ, εἰ διδοίης γ’ ὡς ἔχω σαυτῷ λόγον.

### 580.5

Σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν’ ἂν δοκεῖς

### 585.1

ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ

### 585.2

ἄτρεστον εὕδοντ’, εἰ τά γ’ αὔθ’ ἕξει κράτη.

### 585.3

Ἐγὼ μὲν οὖν οὔτ’ αὐτὸς ἱμείρων ἔφυν

### 585.4

τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,

### 585.5

οὔτ’ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.

### 590.1

Νῦν μὲν γὰρ ἐκ σοῦ πάντ’ ἄνευ φόβου φέρω·

### 590.2

εἰ δ’ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.

### 590.3

Πῶς δῆτ’ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν

### 590.4

ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;

### 590.5

Οὔπω τοσοῦτον ἠπατημένος κυρῶ

### 595.1

ὥστ’ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.

### 595.2

Νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,

### 595.3

νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·

### 595.4

τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ’ ἔνι.

### 595.5

Πῶς δῆτ’ ἐγὼ κεῖν’ ἂν λάβοιμ’ ἀφεὶς τάδε;

### unit_156.1

οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.

### unit_156.2

Ἀλλ’ οὔτ’ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν,

### unit_156.3

οὔτ’ ἂν μετ’ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.

### unit_156.4

Καὶ τῶνδ’ ἔλεγχον, τοῦτο μὲν Πυθώδ’ ἰών,

### unit_156.5

πεύθου τὰ χρησθέντ’ εἰ σαφῶς ἤγγειλά σοι·

### 605.1

τοῦτ’ ἄλλ’, ἐάν με τῷ τερασκόπῳ λάβῃς

### 605.2

κοινῇ τι βουλεύσαντα, μή μ’ ἁπλῇ κτάνῃς

### 605.3

ψήφῳ, διπλῇ δὲ, τῇ τ’ ἐμῇ καὶ σῇ, λαβών,

### 605.4

γνώμῃ δ’ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.

### 605.5

Οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην

### 610.1

χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.

### 610.2

Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω

### 610.3

καὶ τὸν παρ’ αὑτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ.

### 610.4

Ἀλλ’ ἐν χρόνῳ γνώσῃ τάδ’ ἀσφαλῶς, ἐπεὶ

### 610.5

χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·

### 615.1

κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.

### 615.2

ΧΟ.Καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,

### 615.3

ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.

### 615.4

ΟΙ.Ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ

### 615.5

χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν.

### 620.1

Εἰ δ’ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν

### 620.2

πεπραγμέν’ ἔσται, τἀμὰ δ’ ἡμαρτημένα.

### 620.3

ΚΡ.Τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;

### 620.4

ΟΙ.Ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.

### 620.5

ΚΡ.Ὅταν προδείξῃς 〈γ’〉 οἷόν ἐστι τὸ φθονεῖν.

### 625.1

ΟΙ.Ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;

### 625.2

ΚΡ.Οὐ γὰρ φρονοῦντά ς’ εὖ βλέπω.

### 626.1

ΟΙ.Τὸ γοῦν ἐμόν.

### 626.2

ΚΡ.Ἀλλ’ ἐξ ἴσου δεῖ κἀμόν.

### 627.1

ΟΙ.Ἀλλ’ ἔφυς κακός.

### 627.2

ΚΡ.Εἰ δὲ ξυνίης μηδέν;

### 628.1

ΟΙ.Ἀρκτέον γ’ ὅμως.

### 628.2

ΚΡ.Οὔτοι κακῶς γ’ ἄρχοντος.

### 629

ΟΙ.Ὢ πόλις, πόλις.

### 630.1

ΚΡ.Κἀμοὶ πόλεως μέτεστιν, οὐχὶ σοὶ μόνῳ.

### 630.2

ΧΟ.Παύσασθ’, ἄνακτες· καιρίαν δ’ ὑμῖν ὁρῶ

### 630.3

τήνδ’ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ’ ἧς

### 630.4

τὸ νῦν παρεστὼς νεῖκος εὖ θέσθαι χρεών.

### 630.5

ΙΟΚΑΣΤΗ

### 634

Τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν

### 635.1

γλώσσης ἐπήρασθ’, οὐδ’ ἐπαισχύνεσθε γῆς

### 635.2

οὕτω νοσούσης ἴδια κινοῦντες κακά;

### 635.3

Οὐκ εἶ σύ τ’ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,

### 635.4

καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ’ οἴσετε;

### 635.5

ΚΡ.Ὅμαιμε, δεινά μ’ Οἰδίπους, ὁ σὸς πόσις,

### 640.1

δρᾶσαι δικαιοῖ, δυοῖν ἀποκρίνας κακοῖν,

### 640.2

ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.

### 640.3

ΟΙ.Ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς

### 640.4

εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.

### 640.5

ΚΡ.Μὴ νῦν ὀναίμην, ἀλλ’ ἀραῖος, εἴ σέ τι

### 645.1

δέδρακ’, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.

### 645.2

ΙΟ.Ὢ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,

### 645.3

μάλιστα μὲν τόνδ’ ὅρκον αἰδεσθεὶς θεῶν,

### unit_171.1

ἔπειτα κἀμὲ τούσδε θ’ οἳ πάρεισί σοι.

### unit_171.2

ΧΟ.Πιθοῦ θελήσας φρονήσας τ’, ἄναξ, λίσσομαι.Str.

### 651.1

ΟΙ.Τί σοι θέλεις δῆτ’ εἰκάθω;

### 651.2

ΧΟ.Τὸν οὔτε πρὶν νήπιον νῦν τ’ ἐν ὅρ‐

### 651.3

κῳ μέγαν καταίδεσαι.

### 651.4

ΟΙ.Οἶσθ’ οὖν ἃ χρῄζεις;

### 655

ΧΟ.Οἶδα.

### 655.1

ΟΙ.Φράζε δὴ τί φῄς.

### 655.2

ΧΟ.Τὸν ἐναγῆ φίλον μήποτ’ ἐν αἰτίᾳ

### 655.3

σὺν ἀφανεῖ λόγῳ 〈σ’〉 ἄτιμον βαλεῖν.

### 655.4

ΟΙ.Εὖ νυν ἐπίστω, ταῦθ’ ὅταν ζητῇς, ἐμοὶ

### 655.5

ζητῶν ὄλεθρον ἢ φυγεῖν ἐκ τῆσδε γῆς.

### 660.1

ΧΟ.Οὐ τὸν πάντων θεῶν θεὸν πρόμον

### 660.2

Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον

### 660.3

ὀλοίμαν, φρόνησιν εἰ τάνδ’ ἔχω.

### 665.1

Ἀλλά μοι δυσμόρῳ γᾶ φθίνουσα τρύχει

### 665.2

ψυχάν, τάδ’ εἰ κακοῖς κακὰ

### 665.3

προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.

### 665.4

ΟΙ.Ὁ δ’ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν

### 670.1

ἢ γῆς ἄτιμον τῆσδ’ ἀπωσθῆναι βίᾳ·

### 670.2

τὸ γὰρ σόν, οὐ τὸ τοῦδ’, ἐποικτίρω στόμα

### 670.3

ἐλεινόν· οὗτος δ’ ἔνθ’ ἂν ᾖ στυγήσεται.

### 670.4

ΚΡ.Στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ’, ὅταν

### 670.5

θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις

### 675.1

αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.

### 675.2

ΟΙ.Οὔκουν μ’ ἐάσεις κἀκτὸς εἶ;

### 675.3

ΚΡ.Πορεύσομαι,

### unit_179.1

σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ’ ἴσος.

### unit_179.2

ΧΟ.Γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ’ ἔσω;Ant.

### 680.1

ΙΟ.Μαθοῦσά γ’ ἥτις ἡ τύχη.

### 680.2

ΧΟ.Δόκησις ἀγνὼς λόγων ἦλθε, δά‐

### 680.3

πτει δὲ καὶ τὸ μὴ ’νδικον.

### 680.4

ΙΟ.Ἀμφοῖν ἀπ’ αὐτοῖν;

### 680.5

ΧΟ.Ναίχι.

### 684

ΙΟ.Καὶ τίς ἦν λόγος;

### 685.1

ΧΟ.Ἅλις ἔμοιγ’ ἅλις, γᾶς προπονουμένας,

### 685.2

φαίνεται ἔνθ’ ἔληξεν, αὐτοῦ μένειν.

### 685.3

ΟΙ.Ὁρᾷς ἵν’ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,

### 685.4

τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;

### 685.5

ΧΟ.Ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,

### 690.1

ἴσθι δὲ παραφρόνιμον ἄπορον ἐπὶ φρόνιμα

### 690.2

πεφάνθαι μ’ ἄν, εἴ σε νοσφίζομαι,

### 694

ὅς γ’ ἐμὰν γᾶν φίλαν ἐν πόνοις ἁλοῦσαν

### 695.1

– – κατ’ ὀρθὸν οὔρισας·

### 695.2

τανῦν δ’ εὔπομπος, εἰ δύνᾳ, γενοῦ.

### 695.3

ΙΟ.Πρὸς θεῶν δίδαξον κἄμ’, ἄναξ, ὅτου ποτὲ

### 695.4

μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.

### unit_186.1

ΟΙ.Ἐρῶ—σὲ γὰρ τῶνδ’ ἐς πλέον, γύναι, σέβω—

### unit_186.2

Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.

### unit_186.3

ΙΟ.Λέγ’, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.

### unit_186.4

ΟΙ.Φονέα μέ φησι Λαΐου καθεστάναι.

### unit_187

ΙΟ.Αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;

### 705.1

ΟΙ.Μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ

### 705.2

τό γ’ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.

### 705.3

ΙΟ.Σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι

### 705.4

ἐμοῦ ’πάκουσον καὶ μάθ’ οὕνεκ’ ἐστί σοι

### 705.5

βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης·

### 710.1

φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα·

### 710.2

χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ’, οὐκ ἐρῶ

### 710.3

Φοίβου γ’ ἀπ’ αὐτοῦ, τῶν δ’ ὑπηρετῶν ἄπο,

### 710.4

ὡς αὐτὸν ἥξοι μοῖρα πρὸς παιδὸς θανεῖν

### 710.5

ὅστις γένοιτ’ ἐμοῦ τε κἀκείνου πάρα.

### 715.1

Καὶ τὸν μέν, ὥσπερ γ’ ἡ φάτις, ξένοι ποτὲ

### 715.2

λῃσταὶ φονεύους’ ἐν τριπλαῖς ἁμαξιτοῖς·

### 715.3

παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι

### 715.4

τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν

### 715.5

ἔρριψεν ἄλλων χερσὶν εἰς ἄβατον ὄρος.

### 720.1

Κἀνταῦθ’ Ἀπόλλων οὔτ’ ἐκεῖνον ἤνυσεν

### 720.2

φονέα γενέσθαι πατρός, οὔτε Λάϊον,

### 720.3

τὸ δεινὸν οὑφοβεῖτο, πρὸς παιδὸς θανεῖν.

### 720.4

Τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,

### 720.5

ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς

### 725.1

χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.

### 725.2

ΟΙ.Οἷόν μ’ ἀκούσαντ’ ἀτίως ἔχει, γύναι,

### 725.3

ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.

### 725.4

ΙΟ.Ποίας μερίμνης τοῦθ’ ὑποστραφεὶς λέγεις;

### 725.5

ΟΙ.Ἔδοξ’ ἀκοῦσαι σοῦ τόδ’, ὡς ὁ Λάϊος

### 730.1

κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.

### 730.2

ΙΟ.Ηὐδᾶτο γὰρ ταῦτ’ οὐδέ πω λήξαντ’ ἔχει.

### unit_194.1

ΟΙ.Καὶ ποῦ ’σθ’ ὁ χῶρος οὗτος, οὗ τόδ’ ἦν πάθος;

### unit_194.2

ΙΟ.Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ’ ὁδὸς

### unit_194.3

ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.

### 735.1

ΟΙ.Καὶ τίς χρόνος τοῖσδ’ ἐστὶν οὑξεληλυθώς;

### 735.2

ΙΟ.Σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ’ ἔχων χθονὸς

### 735.3

ἀρχὴν ἐφαίνου, τοῦτ’ ἐκηρύχθη πόλει.

### 735.4

ΟΙ.Ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;

### 735.5

ΙΟ.Τί δ’ ἐστί σοι τοῦτ’, Οἰδίπους, ἐνθύμιον;

### 740.1

ΟΙ.Μήπω μ’ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν

### 740.2

τίν’ εἶχε φράζε, τίνα δ’ ἀκμὴν ἥβης ἔχων.

### 740.3

ΙΟ.Μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,

### 740.4

μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.

### 740.5

ΟΙ.Οἴμοι τάλας· ἔοικ’ ἐμαυτὸν εἰς ἀρὰς

### 745.1

δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.

### 745.2

ΙΟ.Πῶς φῄς; ὀκνῶ τοι πρὸς ς’ ἀποσκοποῦς’, ἄναξ.

### 745.3

ΟΙ.Δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ.

### 745.4

Δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.

### 745.5

ΙΟ.Καὶ μὴν ὀκνῶ μέν, ἃ δ’ ἂν ἔρῃ μαθοῦς’ ἐρῶ.

### unit_198.1

ΟΙ.Πότερον ἐχώρει βαιός, ἢ πολλοὺς ἔχων

### unit_198.2

ἄνδρας λοχίτας, οἷ’ ἀνὴρ ἀρχηγέτης;

### unit_198.3

ΙΟ.Πέντ’ ἦσαν οἱ ξύμπαντες, ἐν δ’ αὐτοῖσιν ἦν

### unit_198.4

κῆρυξ· ἀπήνη δ’ ἦγε Λάϊον μία.

### unit_198.5

ΟΙ.Αἰαῖ, τάδ’ ἤδη διαφανῆ. Τίς ἦν ποτε

### 755.1

ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;

### 755.2

ΙΟ.Οἰκεύς τις, ὅσπερ ἵκετ’ ἐκσωθεὶς μόνος.

### 755.3

ΟΙ.Ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;

### 755.4

ΙΟ.Οὐ δῆτ’· ἀφ’ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη

### 755.5

σέ τ’ εἶδ’ ἔχοντα Λάϊόν τ’ ὀλωλότα,

### 760.1

ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν

### 760.2

ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,

### 760.3

ὡς πλεῖστον εἴη τοῦδ’ ἄποπτος ἄστεως.

### 760.4

Κἄπεμψ’ ἐγώ νιν· ἄξιος γὰρ οἷ’ ἀνὴρ

### 760.5

δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.

### 765.1

ΟΙ.Πῶς ἂν μόλοι δῆθ’ ἡμὶν ἐν τάχει πάλιν;

### 765.2

ΙΟ.Πάρεστιν. Ἀλλὰ πρὸς τί τοῦτ’ ἐφίεσαι;

### 765.3

ΟΙ.Δέδοικ’ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ’ ἄγαν

### 765.4

εἰρημέν’ ᾖ μοι, δι’ ἅ νιν εἰσιδεῖν θέλω.

### 765.5

ΙΟ.Ἀλλ’ ἵξεται μέν· ἀξία δέ που μαθεῖν

### 770.1

κἀγὼ τά γ’ ἐν σοὶ δυσφόρως ἔχοντ’, ἄναξ.

### 770.2

ΟΙ.Κοὐ μὴ στερηθῇς γ’ ἐς τοσοῦτον ἐλπίδων

### 770.3

ἐμοῦ βεβῶτος· τῷ γὰρ ἂν καὶ μείζονι

### 770.4

λέξαιμ’ ἂν ἢ σοὶ διὰ τύχης τοιᾶσδ’ ἰών;

### 770.5

Ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,

### 775.1

μήτηρ δὲ Μερόπη Δωρίς. Ἠγόμην δ’ ἀνὴρ

### 775.2

ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη

### 775.3

τοιάδ’ ἐπέστη, θαυμάσαι μὲν ἀξία,

### 775.4

σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.

### 775.5

Ἀνὴρ γὰρ ἐν δείπνοις μ’ ὑπερπλησθεὶς μέθῃ

### 780.1

καλεῖ παρ’ οἴνῳ πλαστὸς ὡς εἴην πατρί.

### 780.2

Κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν

### 780.3

μόλις κατέσχον, θἀτέρᾳ δ’ ἰὼν πέλας

### 780.4

μητρὸς πατρός τ’ ἤλεγχον· οἱ δὲ δυσφόρως

### 780.5

τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.

### 785.1

Κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ’

### 785.2

ἔκνιζέ μ’ αἰεὶ τοῦθ’· ὑφεῖρπε γὰρ πολύ.

### 785.3

Λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι

### unit_206.1

Πυθώδε, καί μ’ ὁ Φοῖβος ὧν μὲν ἱκόμην

### unit_206.2

ἄτιμον ἐξέπεμψεν, ἄλλα δ’ ἀθλίῳ

### 790.1

καὶ δεινὰ καὶ δύστηνα προὐφάνη λέγων,

### 790.2

ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ’

### 790.3

ἄτλητον ἀνθρώποισι δηλώσοιμ’ ὁρᾶν,

### 790.4

φονεὺς δ’ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.

### 790.5

Κἀγὼ ’πακούσας ταῦτα τὴν Κορινθίαν

### 795.1

ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα

### 795.2

ἔφευγον, ἔνθα μήποτ’ ὀψοίμην κακῶν

### 795.3

χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.

### 795.4

Στείχων δ’ ἱκνοῦμαι τούσδε τοὺς χώρους ἐν οἷς

### 795.5

σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.

### unit_209.1

Καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. Τριπλῆς

### unit_209.2

ὅτ’ ἦ κελεύθου τῆσδ’ ὁδοιπορῶν πέλας,

### unit_209.3

ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς

### unit_209.4

ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῄς,

### unit_209.5

ξυνηντίαζον· κἀξ ὁδοῦ μ’ ὅ θ’ ἡγεμὼν

### 805.1

αὐτός θ’ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.

### 805.2

Κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,

### 805.3

παίω δι’ ὀργῆς· καί μ’ ὁ πρέσβυς ὡς ὁρᾷ

### 805.4

ὄχον παραστείχοντα, τηρήσας μέσον

### 805.5

κάρα διπλοῖς κέντροισί μου καθίκετο.

### 810.1

Οὐ μὴν ἴσην γ’ ἔτεισεν, ἀλλὰ συντόμως

### 810.2

σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος

### 810.3

μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·

### 810.4

κτείνω δὲ τοὺς ξύμπαντας. Εἰ δὲ τῷ ξένῳ

### 810.5

τούτῳ προσήκει Λαΐῳ τι συγγενές,

### 815.1

τίς τοῦδέ γ’ ἀνδρὸς νῦν ἔτ’ ἀθλιώτερος;

### 815.2

τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ’ ἀνήρ;

### 815.3

ᾧ μὴ ξένων ἔξεστι μηδ’ ἀστῶν τινα

### 815.4

δόμοις δέχεσθαι, μηδὲ προσφωνεῖν τινα,

### 815.5

ὠθεῖν δ’ ἀπ’ οἴκων. Καὶ τάδ’ οὔτις ἄλλος ἦν

### 820.1

ἢ ’γὼ ’π’ ἐμαυτῷ τάσδ’ ἀρὰς ὁ προστιθείς.

### 820.2

Λέχη δὲ τοῦ θανόντος ἐν χεροῖν ἐμαῖν

### 820.3

χραίνω, δι’ ὧνπερ ὤλετ’. Ἆρ’ ἔφυν κακός;

### 820.4

ἆρ’ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,

### 820.5

καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν

### 825.1

μήτ’ ἐμβατεῦσαι πατρίδος, ἢ γάμοις με δεῖ

### 825.2

μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν,

### 825.3

Πόλυβον, ὃς ἐξέθρεψε κἀξέφυσέ με.

### 825.4

Ἆρ’ οὐκ ἀπ’ ὠμοῦ ταῦτα δαίμονός τις ἂν

### 825.5

κρίνων ἐπ’ ἀνδρὶ τῷδ’ ἂν ὀρθοίη λόγον;

### 830.1

Μὴ δῆτα, μὴ δῆτ’, ὦ θεῶν ἁγνὸν σέβας,

### 830.2

ἴδοιμι ταύτην ἡμέραν, ἀλλ’ ἐκ βροτῶν

### 830.3

βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ’ ἰδεῖν

### 830.4

κηλῖδ’ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.

### 830.5

ΧΟ.Ἡμῖν μέν, ὦναξ, ταῦτ’ ὀκνήρ’· ἕως δ’ ἂν οὖν

### 835.1

πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ’ ἐλπίδα.

### 835.2

ΟΙ.Καὶ μὴν τοσοῦτόν γ’ ἐστί μοι τῆς ἐλπίδος,

### 835.3

τὸν ἄνδρα, τὸν βοτῆρα, προσμεῖναι μόνον.

### 835.4

ΙΟ.Πεφασμένου δὲ τίς ποθ’ ἡ προθυμία;

### 835.5

ΟΙ.Ἐγὼ διδάξω ς’· ἢν γὰρ εὑρεθῇ λέγων

### 840.1

σοὶ ταὔτ’, ἔγωγ’ ἂν ἐκπεφευγοίην πάθος.

### 840.2

ΙΟ.Ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;

### 840.3

ΟΙ.Λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν

### unit_218.1

ὥς νιν κατακτείνειαν. Εἰ μὲν οὖν ἔτι

### unit_218.2

λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ’κτανον·

### 845.1

οὐ γὰρ γένοιτ’ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·

### 845.2

εἰ δ’ ἄνδρ’ ἕν’ οἰόζωνον αὐδήσει, σαφῶς

### 845.3

τοῦτ’ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.

### 845.4

ΙΟ.Ἀλλ’ ὡς φανέν γε τοὔπος ὧδ’ ἐπίστασο,

### 845.5

κοὐκ ἔστιν αὐτῷ τοῦτό γ’ ἐκβαλεῖν πάλιν·

### unit_220.1

πόλις γὰρ ἤκους’, οὐκ ἐγὼ μόνη, τάδε.

### unit_220.2

Εἰ δ’ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,

### unit_220.3

οὔτοι ποτ’, ὦναξ, τόν γε Λαΐου φόνον

### unit_220.4

φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας

### unit_220.5

διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.

### 855.1

Καίτοι νιν οὐ κεῖνός γ’ ὁ δύστηνός ποτε

### 855.2

κατέκταν’, ἀλλ’ αὐτὸς πάροιθεν ὤλετο.

### 855.3

Ὥστ’ οὐχὶ μαντείας γ’ ἂν οὔτε τῇδ’ ἐγὼ

### 855.4

βλέψαιμ’ ἂν οὕνεκ’ οὔτε τῇδ’ ἂν ὕστερον.

### 855.5

ΟΙ.Καλῶς νομίζεις. Ἀλλ’ ὅμως τὸν ἐργάτην

### 860.1

πέμψον τινὰ στελοῦντα, μηδὲ τοῦτ’ ἀφῇς.

### 860.2

ΙΟ.Πέμψω ταχύνας’· ἀλλ’ ἴωμεν ἐς δόμους·

### 860.3

οὐδὲν γὰρ ἂν πράξαιμ’ ἂν ὧν οὔ σοι φίλον.

### 862.1

ΧΟ.Εἴ μοι ξυνείη φέροντι μοῖρα τὰνStr. 1.

### 862.2

εὔσεπτον ἁγνείαν λόγων

### 865.1

ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται

### 865.2

ὑψίποδες, οὐρανίαν

### 865.3

δι’ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος

### 865.4

πατὴρ μόνος, οὐδέ νιν

### 868.1

θνατὰ φύσις ἀνέρων

### 868.2

ἔτικτεν, οὐδὲ μήποτε λά‐

### 870

θα κατακοιμάσῃ·

### unit_227.1

μέγας ἐν τούτοις θεός, οὐδὲ γηράσκει.

### unit_227.2

Ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰAnt. 1.

### 873-874

πολλῶν ὑπερπλησθῇ μάταν

### 875.1

ἃ μὴ ’πίκαιρα μηδὲ συμφέροντα,

### 875.2

ἀκρότατα γεῖς’ ἀναβᾶς’

### 875.3

〈ἄφαρ〉 ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,

### 875.4

ἔνθ’ οὐ ποδὶ χρησίμῳ

### 875.5

χρῆται. Τὸ καλῶς δ’ ἔχον

### 879

πόλει πάλαισμα μήποτε λῦ‐

### 880.1

σαι θεὸν αἰτοῦμαι·

### 880.2

θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.

### 881.1

Εἰ δέ τις ὑπέροπτα χερ‐Str. 2.

### 881.2

σὶν ἢ λόγῳ πορεύεται,

### 885.1

Δίκας ἀφόβητος οὐδὲ

### 885.2

δαιμόνων ἕδη σέβων,

### 885.3

κακά νιν ἕλοιτο μοῖρα,

### 885.4

δυσπότμου χάριν χλιδᾶς,

### 885.5

εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως

### 890.1

καὶ τῶν ἀσέπτων ἔρξεται,

### 890.2

ἢ τῶν ἀθίκτων ἕξεται ματᾴζων.

### 890.3

Τίς ἔτι ποτ’ ἐν τοῖσδ’ ἀνὴρ θυμοῦ βέλη

### 890.4

εὔξεται ψυχᾶς ἀμύνειν;

### 895.1

Εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,

### 895.2

τί δεῖ με χορεύειν;

### 896

Οὐκέτι τὸν ἄθικτον εἶ‐Ant. 2.

### 897.1

μι γᾶς ἐπ’ ὀμφαλὸν σέβων,

### 897.2

οὐδ’ ἐς τὸν Ἀβαῖσι ναόν,

### 897.3

οὐδὲ τὰν Ὀλυμπίαν,

### unit_238

εἰ μὴ τάδε χειρόδεικτα

### unit_239

πᾶσιν ἁρμόσει βροτοῖς.

### 902-903

Ἀλλ’, ὦ κρατύνων, εἴπερ ὄρθ’ ἀκούεις,

### 904

Ζεῦ, πάντ’ ἀνάσσων, μὴ λάθοι

### 905.1

σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.

### 905.2

Φθίνοντα γὰρ 〈τοῦ παλαιοῦ〉 Λαΐου

### 905.3

θέσφατ’ ἐξαιροῦσιν ἤδη,

### 905.4

κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·

### 910

ἔρρει δὲ τὰ θεῖα.

### 910.1

ΙΟ.Χώρας ἄνακτες, δόξα μοι παρεστάθη

### 910.2

ναοὺς ἱκέσθαι δαιμόνων, τάδ’ ἐν χεροῖν

### 910.3

στέφη λαβούσῃ κἀπιθυμιάματα.

### 910.4

Ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν

### 915.1

λύπαισι παντοίαισιν; οὐδ’ ὁποῖ’ ἀνὴρ

### 915.2

ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,

### 915.3

ἀλλ’ ἔστι τοῦ λέγοντος, ἢν φόβους λέγῃ.

### 915.4

Ὅτ’ οὖν παραινοῦς’ οὐδὲν ἐς πλέον ποῶ,

### 915.5

πρὸς ς’, ὦ Λύκει’ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,

### 920.1

ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,

### 920.2

ὅπως λύσιν τιν’ ἡμὶν εὐαγῆ πόρῃς·

### 920.3

ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον

### 920.4

κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.

### 920.5

ΑΓΓΕΛΟΣ

### 924

Ἆρ’ ἂν παρ’ ὑμῶν, ὦ ξένοι, μάθοιμ’ ὅπου

### 925.1

τὰ τοῦ τυράννου δώματ’ ἐστὶν Οἰδίπου;

### 925.2

μάλιστα δ’ αὐτὸν εἴπατ’, εἰ κάτισθ’, ὅπου.

### 925.3

ΧΟ.Στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·

### 925.4

γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.

### 925.5

ΑΓ.Ἀλλ’ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ

### 930.1

γένοιτ’, ἐκείνου γ’ οὖσα παντελὴς δάμαρ.

### 930.2

ΙΟ.Αὕτως δὲ καὶ σύ γ’, ὦ ξέν’· ἄξιος γὰρ εἶ

### 930.3

τῆς εὐεπείας οὕνεκ’. Ἀλλὰ φράζ’ ὅτου

### 930.4

χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.

### 930.5

ΑΓ.Ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.

### 935.1

ΙΟ.Τὰ ποῖα ταῦτα; παρὰ τίνος δ’ ἀφιγμένος;

### 935.2

ΑΓ.Ἐκ τῆς Κορίνθου. Τὸ δ’ ἔπος οὑξερῶ τάχα,

### 935.3

ἥδοιο μέν—πῶς δ’ οὐκ ἄν; —ἀσχάλλοις δ’ ἴσως.

### 935.4

ΙΟ.Τί δ’ ἔστι; ποίαν δύναμιν ὧδ’ ἔχει διπλῆν;

### 935.5

ΑΓ.Τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς

### 940.1

τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ’ ἐκεῖ.

### 940.2

ΙΟ.Τί δ’; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;

### 940.3

ΑΓ.Οὐ δῆτ’, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.

### 940.4

ΙΟ.Πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος;

### 943.1

ΑΓ.Εἰ δὲ μὴ

### 943.2

λέγω γ’ ἐγὼ τἀληθές, ἀξιῶ θανεῖν.

### 945.1

Ὦ πρόσπολ’, οὐχὶ δεσπότῃ τάδ’ ὡς τάχος

### 945.2

μολοῦσα λέξεις; Ὦ θεῶν μαντεύματα,

### 945.3

ἵν’ ἐστέ; Τοῦτον Οἰδίπους πάλαι τρέμων

### 945.4

τὸν ἄνδρ’ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε

### 945.5

πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ’ ὕπο.

### unit_254.1

ΟΙ.Ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,

### unit_254.2

τί μ’ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;

### unit_254.3

ΙΟ.Ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων

### unit_254.4

τὰ σέμν’ ἵν’ ἥκει τοῦ θεοῦ μαντεύματα.

### unit_254.5

ΟΙ.Οὗτος δὲ τίς ποτ’ ἐστί, καὶ τί μοι λέγει;

### 955.1

ΙΟ.Ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν

### 955.2

ὡς οὐκέτ’ ὄντα Πόλυβον, ἀλλ’ ὀλωλότα.

### 955.3

ΟΙ.Τί φῄς, ξέν’; αὐτός μοι σὺ σημήνας γενοῦ.

### 955.4

ΑΓ.Εἰ τοῦτο πρῶτον δεῖ μ’ ἀπαγγεῖλαι σαφῶς,

### unit_256

εὖ ἴσθ’ ἐκεῖνον θανάσιμον βεβηκότα.

### 960.1

ΟΙ.Πότερα δόλοισιν; ἢ νόσου ξυναλλαγῇ;

### 960.2

ΑΓ.Σμικρὰ παλαιὰ σώματ’ εὐνάζει ῥοπή.

### 960.3

ΟΙ.Νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.

### 960.4

ΑΓ.Καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.

### 960.5

ΟΙ.Φεῦ φεῦ, τί δῆτ’ ἄν, ὦ γύναι, σκοποῖτό τις

### 965.1

τὴν Πυθόμαντιν ἑστίαν, ἢ τοὺς ἄνω

### 965.2

κλάζοντας ὄρνις, ὧν ὑφηγητῶν ἐγὼ

### 965.3

κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν

### 965.4

κεύθει κάτω δὴ γῆς, ἐγὼ δ’ ὅδ’ ἐνθάδε

### 965.5

ἄψαυστος ἔγχους—εἴ τι μὴ τὠμῷ πόθῳ

### 970.1

κατέφθιθ’· οὕτω δ’ ἂν θανὼν εἴη ’ξ ἐμοῦ.

### 970.2

Τὰ δ’ οὖν παρόντα συλλαβὼν θεσπίσματα

### 970.3

κεῖται παρ’ Ἅιδῃ Πόλυβος ἄξι’ οὐδενός.

### 970.4

ΙΟ.Οὔκουν ἐγώ σοι ταῦτα προὔλεγον πάλαι;

### 970.5

ΟΙ.Ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.

### 975.1

ΙΟ.Μὴ νῦν ἔτ’ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.

### 975.2

ΟΙ.Καὶ πῶς τὸ μητρὸς λέκτρον οὐκ ὀκνεῖν με δεῖ;

### 975.3

ΙΟ.Τί δ’ ἂν φοβοῖτ’ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης

### 975.4

κρατεῖ, πρόνοια δ’ ἐστὶν οὐδενὸς σαφής;

### 975.5

εἰκῇ κράτιστον ζῆν, ὅπως δύναιτό τις.

### 980.1

Σὺ δ’ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·

### 980.2

πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν

### 980.3

μητρὶ ξυνηυνάσθησαν· ἀλλὰ ταῦθ’ ὅτῳ

### 980.4

παρ’ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.

### 980.5

ΟΙ.Καλῶς ἅπαντα ταῦτ’ ἂν ἐξείρητό σοι,

### 985.1

εἰ μὴ ’κύρει ζῶς’ ἡ τεκοῦσα· νῦν δ’ ἐπεὶ

### 985.2

ζῇ, πᾶς’ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.

### 985.3

ΙΟ.Καὶ μὴν μέγας 〈γ’〉 ὀφθαλμὸς οἱ πατρὸς τάφοι.

### unit_263.1

ΟΙ.Μέγας, ξυνίημ’· ἀλλὰ τῆς ζώσης φόβος.

### unit_263.2

ΑΓ.Ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ’ ὕπερ;

### 990.1

ΟΙ.Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.

### 990.2

ΑΓ.Τί δ’ ἔστ’ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;

### 990.3

ΟΙ.Θεήλατον μάντευμα δεινόν, ὦ ξένε.

### 990.4

ΑΓ.Ἦ ῥητόν; ἢ οὐ〈χὶ〉 θεμιτὸν ἄλλον εἰδέναι;

### 990.5

ΟΙ.Μάλιστά γ’· εἶπε γάρ με Λοξίας ποτὲ

### 995.1

χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ, τό τε

### 995.2

πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.

### 995.3

Ὧν οὕνεχ’ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι

### 995.4

μακρὰν ἀπῳκεῖτ’· εὐτυχῶς μέν, ἀλλ’ ὅμως

### 995.5

τὰ τῶν τεκόντων ὄμμαθ’ ἥδιστον βλέπειν.

### unit_266.1

ΑΓ.Ἦ γὰρ τάδ’ ὀκνῶν κεῖθεν ἦσθ’ ἀπόπτολις;

### unit_266.2

ΟΙ.Πατρός γε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.

### unit_266.3

ΑΓ.Τί δῆτ’ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου ς’, ἄναξ,

### unit_266.4

ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;

### unit_266.5

ΟΙ.Καὶ μὴν χάριν γ’ ἂν ἀξίαν λάβοις ἐμοῦ.

### 1005.1

ΑΓ.Καὶ μὴν μάλιστα τοῦτ’ ἀφικόμην, ὅπως

### 1005.2

σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.

### 1005.3

ΟΙ.Ἀλλ’ οὔποτ’ εἶμι τοῖς φυτεύσασιν γ’ ὁμοῦ.

### 1005.4

ΑΓ.Ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.

### 1005.5

ΟΙ.Πῶς, ὦ γεραιέ; πρὸς θεῶν, δίδασκέ με.

### 1010.1

ΑΓ.Εἰ τῶνδε φεύγεις οὕνεκ’ εἰς οἴκους μολεῖν—

### 1010.2

ΟΙ.Ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.

### 1010.3

ΑΓ.Ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;

### 1010.4

ΟΙ.Τοῦτ’ αὐτό, πρέσβυ· τοῦτό μ’ εἰσαεὶ φοβεῖ.

### 1010.5

ΑΓ.Ἆρ’ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;

### 1015.1

ΟΙ.Πῶς δ’ οὐχί, παῖς γ’ εἰ τῶνδε γεννητῶν ἔφυν;

### 1015.2

ΑΓ.Ὁθούνεκ’ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.

### 1015.3

ΟΙ.Πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;

### 1015.4

ΑΓ.Οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ’ ἴσον.

### 1015.5

ΟΙ.Καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;

### 1020.1

ΑΓ.Ἀλλ’ οὔ ς’ ἐγείνατ’ οὔτ’ ἐκεῖνος οὔτ’ ἐγώ.

### 1020.2

ΟΙ.Ἀλλ’ ἀντὶ τοῦ δὴ παῖδά μ’ ὠνομάζετο;

### 1020.3

ΑΓ.Δῶρόν ποτ’, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.

### 1020.4

ΟΙ.Κᾆθ’ ὧδ’ ἀπ’ ἄλλης χειρὸς ἔστερξεν μέγα;

### 1020.5

ΑΓ.Ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεις’ ἀπαιδία.

### 1025.1

ΟΙ.Σὺ δ’ ἐμπολήσας, ἢ τυχών μ’ αὐτῷ δίδως;

### 1025.2

ΑΓ.Εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.

### 1025.3

ΟΙ.Ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;

### 1025.4

ΑΓ.Ἐνταῦθ’ ὀρείοις ποιμνίοις ἐπεστάτουν.

### 1025.5

ΟΙ.Ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;

### 1030.1

ΑΓ.Σοῦ δ’, ὦ τέκνον, σωτήρ γε τῷ τότ’ ἐν χρόνῳ.

### 1030.2

ΟΙ.Τί δ’ ἄλγος ἴσχοντ’ ἐν κακοῖς με λαμβάνεις;

### 1030.3

ΑΓ.Ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά.

### 1030.4

ΟΙ.Οἴμοι, τί τοῦτ’ ἀρχαῖον ἐννέπεις κακόν;

### 1030.5

ΑΓ.Λύω ς’ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.

### 1035.1

ΟΙ.Δεινόν γ’ ὄνειδος σπαργάνων ἀνειλόμην.

### 1035.2

ΑΓ.Ὥστ’ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.

### 1035.3

ΟΙ.Ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.

### 1035.4

ΑΓ.Οὐκ οἶδ’· ὁ δοὺς δὲ ταῦτ’ ἐμοῦ λῷον φρονεῖ.

### 1035.5

ΟΙ.Ἦ γὰρ παρ’ ἄλλου μ’ ἔλαβες οὐδ’ αὐτὸς τυχών;

### 1040

ΑΓ.Οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.

### unit_275.1

ΟΙ.Τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;

### unit_275.2

ΑΓ.Τῶν Λαΐου δήπου τις ὠνομάζετο.

### unit_275.3

ΟΙ.Ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;

### unit_275.4

ΑΓ.Μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.

### 1045.1

ΟΙ.Ἦ κἄστ’ ἔτι ζῶν οὗτος, ὥστ’ ἰδεῖν ἐμέ;

### 1045.2

ΑΓ.Ὑμεῖς γ’ ἄριστ’ εἰδεῖτ’ ἂν οὑπιχώριοι.

### 1045.3

ΟΙ.Ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,

### 1045.4

ὅστις κάτοιδε τὸν βοτῆρ’ ὃν ἐννέπει,

### 1045.5

εἴτ’ οὖν ἐπ’ ἀγρῶν εἴτε κἀνθάδ’ εἰσιδών;

### unit_277.1

σημήναθ’, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε.

### unit_277.2

ΧΟ.Οἶμαι μὲν οὐδέν’ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν

### unit_277.3

ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ

### unit_277.4

ἥδ’ ἂν τάδ’ οὐχ ἥκιστ’ ἂν Ἰοκάστη λέγοι.

### unit_277.5

ΟΙ.Γύναι, νοεῖς ἐκεῖνον ὅντιν’ ἀρτίως

### 1055.1

μολεῖν ἐφιέμεσθα τόν θ’ οὗτος λέγει—

### 1055.2

ΙΟ.Τί δ’ ὅντιν’ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ

### 1055.3

ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.

### 1055.4

ΟΙ.Οὐκ ἂν γένοιτο τοῦθ’, ὅπως ἐγὼ λαβὼν

### 1055.5

σημεῖα τοιαῦτ’ οὐ φανῶ τοὐμὸν γένος.

### 1060.1

ΙΟ.Μή, πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου

### 1060.2

κήδῃ, ματεύσῃς τοῦθ’· ἅλις νοσοῦς’ ἐγώ.

### 1060.3

ΟΙ.Θάρσει· σὺ μὲν γὰρ οὐδ’ ἐὰν τρίτης ἐγὼ

### 1060.4

μητρὸς φανῶ τρίδουλος, ἐκφανῇ κακή.

### 1060.5

ΙΟ.Ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.

### 1065.1

ΟΙ.Οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ’ ἐκμαθεῖν σαφῶς.

### 1065.2

ΙΟ.Καὶ μὴν φρονοῦσά γ’ εὖ τὰ λῷστά σοι λέγω.

### unit_281.1

ΟΙ.Τὰ λῷστα τοίνυν ταῦτά μ’ ἀλγύνει πάλαι.

### unit_281.2

ΙΟ.Ὦ δύσποτμ’, εἴθε μήποτε γνοίης ὃς εἶ.

### unit_281.3

ΟΙ.Ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;

### 1070.1

ταύτην δ’ ἐᾶτε πλουσίῳ χαίρειν γένει.

### 1070.2

ΙΟ.Ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ ς’ ἔχω

### 1070.3

μόνον προσειπεῖν, ἄλλο δ’ οὔποθ’ ὕστερον.

### 1070.4

ΧΟ.Τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ’ ἀγρίας

### 1070.5

ᾄξασα λύπης ἡ γυνή; δέδοιχ’ ὅπως

### 1075.1

μὴ ’κ τῆς σιωπῆς τῆσδ’ ἀναρρήξει κακά.

### 1075.2

ΟΙ.Ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ’ ἐγώ,

### 1075.3

κεἰ σμικρόν ἐστι, σπέρμ’ ἰδεῖν βουλήσομαι.

### 1075.4

Αὕτη δ’ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,

### 1075.5

τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.

### 1080.1

Ἐγὼ δ’ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων

### 1080.2

τῆς εὖ διδούσης, οὐκ ἀτιμασθήσομαι.

### 1080.3

Τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς

### 1080.4

μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.

### 1080.5

Τοιόσδε δ’ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ’ ἔτι

### 1085

ποτ’ ἄλλος, ὥστε μὴ ’κμαθεῖν τοὐμὸν γένος.

### 1085.1

ΧΟ.Εἴπερ ἐγὼ μάντις εἰμὶStr.

### 1085.2

καὶ κατὰ γνώμαν ἴδρις,

### 1089

οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,

### 1090.1

οὐκ ἔσῃ τὰν αὔριον

### 1090.2

πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπου

### 1090.3

καὶ τροφὸν καὶ ματέρ’ αὔξειν,

### 1093-1094

καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπίηρα φέροντα

### 1095

τοῖς ἐμοῖς τυράννοις.

### unit_291

Ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ’ ἀρέστ’ εἴη.

### 1097-1098

Τίς σε, τέκνον, τίς ς’ ἔτικτεAnt.

### 1099

τῶν μακραιώνων ἄρα

### unit_294.1

Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖς’,

### unit_294.2

ἢ σέ γ’ εὐνάτειρά τις

### 1102-1103

Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·

### 1104

εἴθ’ ὁ Κυλλάνας ἀνάσσων,

### 1105

εἴθ’ ὁ Βακχεῖος θεὸς ναίων ἐπ’ ἄκρων ὀρέων εὕ‐

### 1106-1107

ρημα δέξατ’ ἔκ του

### 1108-1109

Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.

### 1110.1

ΟΙ.Εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,

### 1110.2

πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ’ ὁρᾶν δοκῶ,

### 1110.3

ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ

### 1110.4

γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,

### 1110.5

ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας

### 1115.1

ἔγνωκ’ ἐμαυτοῦ· τῇ δ’ ἐπιστήμῃ σύ μου

### 1115.2

προὔχοις τάχ’ ἄν που, τὸν βοτῆρ’ ἰδὼν πάρος.

### 1115.3

ΧΟ.Ἔγνωκα γάρ, σάφ’ ἴσθι· Λαΐου γὰρ ἦν,

### 1115.4

εἴπερ τις ἄλλος, πιστὸς ὡς νομεὺς ἀνήρ.

### 1115.5

ΟΙ.Σὲ πρῶτ’ ἐρωτῶ, τὸν Κορίνθιον ξένον·

### 1120

ἦ τόνδε φράζεις;

### 1120.1

ΑΓ.Τοῦτον, ὅνπερ εἰσορᾷς.

### 1120.2

ΟΙ.Οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων

### 1120.3

ὅς’ ἄν ς’ ἐρωτῶ. Λαΐου ποτ’ ἦσθα σύ;

### 1120.4

ΘΕΡΑΠΩΝ

### 1123.1

Ἦ δοῦλος, οὐκ ὠνητός, ἀλλ’ οἴκοι τραφείς.

### 1123.2

ΟΙ.Ἔργον μεριμνῶν ποῖον ἢ βίον τίνα;

### 1125.1

ΘΕ.Ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.

### 1125.2

ΟΙ.Χώροις μάλιστα πρὸς τίσιν ξύναυλος ὤν;

### 1125.3

ΘΕ.Ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.

### 1125.4

ΟΙ.Τὸν ἄνδρα τόνδ’ οὖν οἶσθα τῇδέ που μαθών;

### 1125.5

ΘΕ.Τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;

### 1130.1

ΟΙ.Τόνδ’ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πως;

### 1130.2

ΘΕ.Οὐχ ὥστε γ’ εἰπεῖν ἐν τάχει μνήμης ὕπο.

### 1130.3

ΑΓ.Κοὐδέν γε θαῦμα, δέσποτ’· ἀλλ’ ἐγὼ σαφῶς

### 1130.4

ἀγνῶτ’ ἀναμνήσω νιν. Εὖ γὰρ οἶδ’ ὅτι

### 1130.5

κάτοιδεν, ἦμος τὸν Κιθαιρῶνος τόπον

### 1135.1

ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ’ ἑνὶ

### 1135.2

ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους

### 1135.3

ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·

### 1135.4

χειμῶνα δ’ ἤδη τἀμά τ’ εἰς ἔπαυλ’ ἐγὼ

### 1135.5

ἤλαυνον οὗτός τ’ εἰς τὰ Λαΐου σταθμά.

### 1140.1

Λέγω τι τούτων, ἢ οὐ λέγω πεπραγμένον;

### 1140.2

ΘΕ.Λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.

### 1140.3

ΑΓ.Φέρ’ εἰπὲ νῦν, τότ’ οἶσθα παῖδά μοί τινα

### 1140.4

δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;

### 1140.5

ΘΕ.Τί δ’ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;

### 1145.1

ΑΓ.Ὅδ’ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ’ ἦν νέος.

### 1145.2

ΘΕ.Οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσῃ;

### 1145.3

ΟΙ.Ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ’, ἐπεὶ τὰ σὰ

### 1145.4

δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ’ ἔπη.

### 1145.5

ΘΕ.Τί δ’, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;

### unit_310.1

ΟΙ.Οὐκ ἐννέπων τὸν παῖδ’ ὃν οὗτος ἱστορεῖ.

### unit_310.2

ΘΕ.Λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ’ ἄλλως πονεῖ.

### unit_311.1

ΟΙ.Σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ’ ἐρεῖς.

### unit_311.2

ΘΕ.Μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ’ αἰκίσῃ.

### unit_311.3

ΟΙ.Οὐχ ὡς τάχος τις τοῦδ’ ἀποστρέψει χέρας;

### 1155.1

ΘΕ.Δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;

### 1155.2

ΟΙ.Τὸν παῖδ’ ἔδωκας τῷδ’ ὃν οὗτος ἱστορεῖ;

### 1155.3

ΘΕ.Ἔδωκ’· ὀλέσθαι δ’ ὤφελον τῇδ’ ἡμέρᾳ.

### 1155.4

ΟΙ.Ἀλλ’ εἰς τόδ’ ἥξεις μὴ λέγων γε τοὔνδικον.

### 1155.5

ΘΕ.Πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.

### 1160.1

ΟΙ.Ἁνὴρ ὅδ’, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.

### 1160.2

ΘΕ.Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ εἶπον ὡς δοίην πάλαι.

### 1160.3

ΟΙ.Πόθεν λαβών; οἰκεῖον ἢ ’ξ ἄλλου τινός;

### 1160.4

ΘΕ.Ἐμὸν μὲν οὐκ ἔγωγ’, ἐδεξάμην δέ του.

### 1160.5

ΟΙ.Τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;

### 1165.1

ΘΕ.Μὴ πρὸς θεῶν, μή, δέσποθ’, ἱστόρει πλέον.

### 1165.2

ΟΙ.Ὄλωλας, εἴ σε ταῦτ’ ἐρήσομαι πάλιν.

### 1165.3

ΘΕ.Τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.

### 1165.4

ΟΙ.Ἦ δοῦλος, ἢ κείνου τις ἐγγενὴς γεγώς;

### 1165.5

ΘΕ.Οἴμοι, πρὸς αὐτῷ γ’ εἰμὶ τῷ δεινῷ λέγειν.

### 1170.1

ΟΙ.Κἄγωγ’ ἀκούειν· ἀλλ’ ὅμως ἀκουστέον.

### 1170.2

ΘΕ.Κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ’· ἡ δ’ ἔσω

### 1170.3

κάλλιστ’ ἂν εἴποι σὴ γυνὴ τάδ’ ὡς ἔχει.

### 1170.4

ΟΙ.Ἦ γὰρ δίδωσιν ἥδε σοι;

### 1173.1

ΘΕ.Μάλιστ’, ἄναξ.

### 1173.2

ΟΙ.Ὡς πρὸς τί χρείας;

### 1174

ΘΕ.Ὡς ἀναλώσαιμί νιν.

### 1175

ΟΙ.Τεκοῦσα τλήμων;

### 1175.1

ΘΕ.Θεσφάτων γ’ ὄκνῳ κακῶν.

### 1175.2

ΟΙ.Ποίων;

### 1176.1

ΘΕ.Κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.

### 1176.2

ΟΙ.Πῶς δῆτ’ ἀφῆκας τῷ γέροντι τῷδε σύ;

### 1176.3

ΘΕ.Κατοικτίσας, ὦ δέσποθ’, ὡς ἄλλην χθόνα

### 1176.4

δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ

### 1180.1

κάκ’ εἰς μέγιστ’ ἔσωσεν· εἰ γὰρ οὗτος εἶ

### 1180.2

ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.

### 1180.3

ΟΙ.Ἰοὺ ἰού· τὰ πάντ’ ἂν ἐξήκοι σαφῆ.

### 1180.4

Ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,

### 1180.5

ὅστις πέφασμαι φύς τ’ ἀφ’ ὧν οὐ χρῆν, ξὺν οἷς τ’

### 1185

οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ’ οὐκ ἔδει κτανών.

### 1185.1

ΧΟ.Ἰὼ γενεαὶ βροτῶν,Str. 1.

### 1185.2

ὡς ὑμᾶς ἴσα καὶ τὸ μη‐

### 1185.3

δὲν ζώσας ἐναριθμῶ.

### 1185.4

Τίς γάρ, τίς ἀνὴρ πλέον

### 1190.1

τᾶς εὐδαιμονίας φέρει

### 1190.2

ἢ τοσοῦτον ὅσον δοκεῖν

### 1190.3

καὶ δόξαντ’ ἀποκλῖναι;

### 1190.4

Τὸν σόν τοι παράδειγμ’ ἔχων,

### 1193.1

τὸν σὸν δαίμονα, τὸν σόν, ὦ

### 1193.2

τλᾶμον Οἰδιπόδα, βροτῶν

### 1195

οὐδὲν μακαρίζω·

### 1195.1

ὅστις καθ’ ὑπερβολὰνAnt. 1.

### 1195.2

τοξεύσας ἐκράτησε τοῦ

### 1195.3

πάντ’ εὐδαίμονος ὄλβου,

### 1195.4

ὦ Ζεῦ, κατὰ μὲν φθίσας

### 1199

τὰν γαμψώνυχα παρθένον

### unit_329

χρησμῳδόν, θανάτων δ’ ἐμᾷ

### unit_330

χώρᾳ πύργος ἀνέστα·

### 1201.1

ἐξ οὗ καὶ βασιλεὺς καλῇ

### 1201.2

ἐμὸς καὶ τὰ μέγιστ’ ἐτι‐

### 1202.1

μάθης ταῖς μεγάλαισιν ἐν

### 1202.2

Θήβαισ〈ιν〉 ἀνάσσων.

### 1203

Τανῦν δ’ ἀκούειν τίς ἀθλιώτερος;Str. 2.

### 1205.1

τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις

### 1205.2

ξύνοικος ἀλλαγᾷ βίου;

### 1208.1

Ἰὼ κλεινὸν Οἰδίπου κάρα,

### 1208.2

ᾧ μέγας λιμὴν αὑτὸς ἤρκεσεν

### 1210.1

παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν,

### 1210.2

πῶς ποτε πῶς ποθ’ αἱ πατρῷ‐

### 1211.1

αί ς’ ἄλοκες φέρειν, τάλας,

### 1211.2

σῖγ’ ἐδυνάθησαν ἐς τοσόνδε;

### 1212.1

Ἐφηῦρέ ς’ ἄκονθ’ ὁ πάνθ’ ὁρῶν χρόνος·Ant. 2.

### 1212.2

δικάζει τὸν ἄγαμον γάμον πάλαι

### 1215.1

τεκνοῦντα καὶ τεκνούμενον.

### 1215.2

Ἰώ, Λαΐειον 〈ὦ〉 τέκνον·

### 1215.3

εἴθε ς’ εἴθ’ ἐ〈γὼ〉 μήποτ’ εἰδόμαν·

### 1215.4

δύρομαι γὰρ ὡς περίαλλ’ ἰα〈κ〉χέων

### 1215.5

ἐκ στομάτων. Τὸ δ’ ὀρθὸν εἰ‐

### 1220

πεῖν, ἀνέπνευσά τ’ ἐκ σέθεν

### unit_341.1

καὶ κατεκοίμησα τοὐμὸν ὄμμα.

### unit_341.2

ΕΞΑΓΓΕΛΟΣ

### 1222.1

Ὦ γῆς μέγιστα τῆσδ’ ἀεὶ τιμώμενοι,

### 1222.2

οἷ’ ἔργ’ ἀκούσεσθ’, οἷα δ’ εἰσόψεσθ’, ὅσον δ’

### 1225.1

ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι

### 1225.2

τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.

### 1225.3

Οἶμαι γὰρ οὔτ’ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν

### 1225.4

νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα

### 1225.5

κεύθει, τὰ δ’ αὐτίκ’ εἰς τὸ φῶς φανεῖ κακὰ

### 1230.1

ἑκόντα κοὐκ ἄκοντα· τῶν δὲ πημονῶν

### 1230.2

μάλιστα λυποῦς’ αἳ φανῶς’ αὐθαίρετοι.

### 1230.3

ΧΟ.Λείπει μὲν οὐδ’ ἃ πρόσθεν ᾔδεμεν τὸ μὴ οὐ

### 1230.4

βαρύστον’ εἶναι· πρὸς δ’ ἐκείνοισιν τί φῄς;

### 1230.5

ΕΞ.Ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ

### 1235.1

μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.

### 1235.2

ΧΟ.Ὦ δυστάλαινα, πρὸς τίνος ποτ’ αἰτίας;

### 1235.3

ΕΞ.Αὐτὴ πρὸς αὑτῆς. Τῶν δὲ πραχθέντων τὰ μὲν

### 1235.4

ἄλγιστ’ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.

### 1235.5

Ὅμως δ’, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,

### 1240.1

πεύσῃ τὰ κείνης ἀθλίας παθήματα.

### 1240.2

Ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ’ ἔσω

### 1240.3

θυρῶνος, ἵετ’ εὐθὺ πρὸς τὰ νυμφικὰ

### 1240.4

λέχη, κόμην σπῶς’ ἀμφιδεξίοις ἀκμαῖς.

### 1240.5

Πύλας δ’ ὅπως εἰσῆλθ’ ἐπιρράξας’ ἔσω,

### 1245.1

κάλει τὸν ἤδη Λάϊον πάλαι νεκρόν,

### 1245.2

μνήμην παλαιῶν σπερμάτων ἔχους’, ὑφ’ ὧν

### 1245.3

θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι

### 1245.4

τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν·

### 1245.5

γοᾶτο δ’ εὐνάς, ἔνθα δύστηνος διπλοῦς

### unit_348.1

ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν’ ἐκ τέκνων τέκοι.

### unit_348.2

Χὤπως μὲν ἐκ τῶνδ’ οὐκέτ’ οἶδ’ ἀπόλλυται·

### unit_348.3

βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ’ οὗ

### unit_348.4

οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,

### unit_348.5

ἀλλ’ εἰς ἐκεῖνον περιπολοῦντ’ ἐλεύσσομεν·

### 1255.1

φοίτα γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,

### 1255.2

γυναῖκά τ’ οὐ γυναῖκα, μητρῴαν δ’ ὅπου

### 1255.3

κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.

### 1255.4

Λυσσῶντι δ’ αὐτῷ δαιμόνων δείκνυσί τις·

### 1255.5

οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.

### 1260.1

Δεινὸν δ’ ἀΰσας, ὡς ὑφηγητοῦ τινος

### 1260.2

πύλαις διπλαῖς ἐνήλατ’, ἐκ δὲ πυθμένων

### 1260.3

ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.

### 1260.4

Οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ’ ἐσείδομεν,

### 1260.5

πλεκταῖς ἐώραις ἐμπεπλεγμένην· ὁ δὲ

### 1265.1

ὅπως ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας,

### 1265.2

χαλᾷ κρεμαστὴν ἀρτάνην· ἐπεὶ δὲ γῇ

### 1265.3

ἔκειθ’ ὁ τλήμων, δεινὰ δ’ ἦν τἀνθένδ’ ὁρᾶν.

### 1265.4

Ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους

### 1265.5

περόνας ἀπ’ αὐτῆς, αἷσιν ἐξεστέλλετο,

### 1270.1

ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,

### 1270.2

αὐδῶν τοιαῦθ’, ὁθούνεκ’ οὐκ ὄψοιντό νιν

### 1270.3

οὔθ’ οἷ’ ἔπασχεν οὔθ’ ὁποῖ’ ἔδρα κακά,

### 1270.4

ἀλλ’ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει

### 1270.5

ὀψοίαθ’, οὓς δ’ ἔχρῃζεν οὐ γνωσοίατο.

### 1275

Τοιαῦτ’ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ

### unit_354.1

ἤρασς’ ἐπαίρων βλέφαρα· φοίνιαι δ’ ὁμοῦ

### unit_354.2

γλῆναι γένει’ ἔτεγγον, οὐδ’ ἀνίεσαν

### unit_354.3

φόνου μυδώσας σταγόνας, ἀλλ’ ὁμοῦ μέλας

### unit_354.4

ὄμβρος χαλάζης αἵματός τ’ ἐτέγγετο.

### 1280.1

Τάδ’ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου, κακά,

### 1280.2

ἀλλ’ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.

### 1280.3

Ὁ πρὶν παλαιὸς δ’ ὄλβος ἦν πάροιθε μὲν

### 1280.4

ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ

### 1280.5

στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν

### 1285.1

ὅς’ ἐστὶ πάντων ὀνόματ’, οὐδέν ἐστ’ ἀπόν.

### 1285.2

ΧΟ.Νῦν δ’ ἔσθ’ ὁ τλήμων ἔν τινι σχολῇ κακοῦ;

### 1285.3

ΕΞ.Βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα

### 1285.4

τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,

### 1285.5

τὸν μητρὸς—αὐδῶν ἀνόσι’ οὐδὲ ῥητά μοι,

### 1290.1

ὡς ἐκ χθονὸς ῥίψων ἑαυτόν, οὐδ’ ἔτι

### 1290.2

μενῶν δόμοις ἀραῖος ὡς ἠράσατο.

### 1290.3

Ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος

### 1290.4

δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.

### 1290.5

Δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε

### 1295.1

διοίγεται· θέαμα δ’ εἰσόψει τάχα

### 1295.2

τοιοῦτον οἷον καὶ στυγοῦντ’ ἐποικτίσαι.

### 1296.1

ΧΟ.Ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,

### 1296.2

ὦ δεινότατον πάντων ὅς’ ἐγὼ

### 1296.3

προσέκυρς’ ἤδη· τίς ς’, ὦ τλῆμον,

### unit_360.1

προσέβη μανία; τίς ὁ πηδήσας

### unit_360.2

μείζονα δαίμων τῶν μακίστων

### unit_361.1

πρὸς σῇ δυσδαίμονι μοίρᾳ;

### unit_361.2

Φεῦ φεῦ, δύσταν’· ἀλλ’ οὐδ’ ἐσιδεῖν

### unit_361.3

δύναμαί σε, θέλων πόλλ’ ἀνερέσθαι,

### 1305.1

πολλὰ πυθέσθαι, πολλὰ δ’ ἀθρῆσαι·

### 1305.2

τοίαν φρίκην παρέχεις μοι.

### 1305.3

ΟΙ.Αἰαῖ, αἰαῖ, δύστανος ἐγώ,

### 1305.4

ποῖ γᾶς φέρομαι τλάμων; πᾶ μοι

### 1310.1

φθογγὰ διαπωτᾶται φοράδην;

### 1310.2

ἰὼ δαῖμον, ἵν’ ἐξήλου.

### 1310.3

ΧΟ.Ἐς δεινὸν οὐδ’ ἀκουστὸν οὐδ’ ἐπόψιμον.

### 1312.1

ΟΙ.Ἰὼ σκότουStr. 1.

### 1312.2

νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,

### 1315.1

ἀδάματόν τε καὶ δυσούριστόν 〈μοι〉.

### 1315.2

Οἴμοι,

### 1315.3

οἴμοι μάλ’ αὖθις· οἷον εἰσέδυ μ’ ἅμα

### 1315.4

κέντρων τε τῶνδ’ οἴστρημα καὶ μνήμη κακῶν.

### 1315.5

ΧΟ.Καὶ θαῦμά γ’ οὐδὲν ἐν τοσοῖσδε πήμασιν

### 1320

διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.

### 1320.1

ΟΙ.Ἰὼ φίλος,Ant. 1.

### 1320.2

σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ

### 1320.3

ὑπομένεις με τὸν τυφλὸν κηδεύων.

### 1320.4

Φεῦ φεῦ,

### 1325.1

οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,

### 1325.2

καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.

### 1325.3

ΧΟ.Ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς

### unit_369.1

ὄψεις μαρᾶναι; τίς ς’ ἐπῆρε δαιμόνων;

### unit_369.2

ΟΙ.Ἀπόλλων τάδ’ ἦν, Ἀπόλλων, φίλοι,Str. 2.

### 1330.1

ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ’ ἐμὰ πάθεα.

### 1330.2

Ἔπαισε δ’ αὐτόχειρ νιν οὔ‐

### 1330.3

τις, ἀλλ’ ἐγὼ τλάμων.

### 1334

Τί γὰρ ἔδει μ’ ὁρᾶν,

### 1335.1

ὅτῳ γ’ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;

### 1335.2

ΧΟ.Ἦν ταῦθ’ ὅπωσπερ καὶ σὺ φής.

### 1335.3

ΟΙ.Τί δῆτ’ ἐμοὶ βλεπτὸν ἦν

### 1335.4

στερκτόν; ἢ προσήγορον

### 1335.5

ἔτ’ ἔστ’ ἀκούειν ἡδονᾷ, φίλοι;

### 1340.1

Ἀπάγετ’ ἐκτόπιον ὅτι τάχιστά με,

### 1340.2

ἀπάγετ’, ὦ φίλοι, τὸν ὄλεθρον μέγαν,

### 1340.3

τὸν καταρατότατον,

### 1345

ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν.

### 1347.1

ΧΟ.Δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,

### 1347.2

ὥς ς’ ἠθέλησα μηδαμὰ γνῶναί ποτ’ ἄν.

### 1348

ΟΙ.Ὄλοιθ’ ὅστις ἦν ὃς ἀγρίας πέδαςAnt. 2.

### unit_377.1

νομάδος ἐπὶ πόας ἔλαβέ μ’ ἀπό τε φόνου

### unit_377.2

ἔρυτο κἀνέσωσεν, οὐ‐

### unit_377.3

δὲν εἰς χάριν πράσσων.

### unit_377.4

Τότε γὰρ ἂν θανὼν

### 1355.1

οὐκ ἦν φίλοισιν οὐδ’ ἐμοὶ τοσόνδ’ ἄχος.

### 1355.2

ΧΟ.Θέλοντι κἀμοὶ τοῦτ’ ἂν ἦν.

### 1355.3

ΟΙ.Οὔκουν πατρός γ’ ἂν φονεὺς

### 1355.4

ἦλθον, οὐδὲ νυμφίος

### unit_379

βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.

### 1360.1

Νῦν δ’ ἄθεος μέν εἰμ’, ἀνοσίων δὲ παῖς,

### 1360.2

ὁμογενὴς δ’ ἀφ’ ὧν αὐτὸς ἔφυν τάλας.

### 1360.3

Εἰ δέ τι πρεσβύτερον

### 1365.1

ἔτι κακοῦ κακόν, τοῦτ’ ἔλαχ’ Οἰδίπους.

### 1365.2

ΧΟ.Οὐκ οἶδ’ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς.

### 1365.3

κρείσσων γὰρ ἦσθα μηκέτ’ ὢν ἢ ζῶν τυφλός.

### 1367

ΟΙ.Ὡς μὲν τάδ’ οὐχ ὧδ’ ἔστ’ ἄριστ’ εἰργασμένα,

### 1370.1

μή μ’ ἐκδίδασκε, μηδὲ συμβούλευ’ ἔτι.

### 1370.2

Ἐγὼ γὰρ οὐκ οἶδ’ ὄμμασιν ποίοις βλέπων

### 1370.3

πατέρα ποτ’ ἂν προσεῖδον εἰς Ἅιδου μολών,

### 1370.4

οὐδ’ αὖ τάλαιναν μητέρ’, οἷν ἐμοὶ δυοῖν

### 1370.5

ἔργ’ ἐστὶ κρείσσον’ ἀγχόνης εἰργασμένα.

### 1375.1

Ἀλλ’ ἡ τέκνων δῆτ’ ὄψις ἦν ἐφίμερος,

### 1375.2

βλαστοῦς’ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;

### 1375.3

Οὐ δῆτα τοῖς γ’ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·

### 1375.4

οὐδ’ ἄστυ γ’, οὐδὲ πύργος, οὐδὲ δαιμόνων

### 1375.5

ἀγάλμαθ’ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ

### 1380.1

κάλλιστ’ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς

### 1380.2

ἀπεστέρης’ ἐμαυτόν, αὐτὸς ἐννέπων

### 1380.3

ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν

### 1380.4

φανέντ’ ἄναγνον καὶ γένους τοῦ Λαΐου.

### 1380.5

Τοιάνδ’ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν

### 1385.1

ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;

### 1385.2

Ἥκιστά γ’· ἀλλ’ εἰ τῆς ἀκουούσης ἔτ’ ἦν

### 1385.3

πηγῆς δι’ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην

### 1385.4

τὸ μἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,

### unit_387

ἵν’ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ

### 1390.1

τὴν φροντίδ’ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.

### 1390.2

Ἰὼ Κιθαιρών, τί μ’ ἐδέχου; τί μ’ οὐ λαβὼν

### 1390.3

ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε

### 1390.4

ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;

### 1390.5

Ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια

### 1395.1

λόγῳ παλαιὰ δώμαθ’, οἷον ἆρά με

### 1395.2

κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·

### 1395.3

νῦν γὰρ κακός τ’ ὢν κἀκ κακῶν εὑρίσκομαι.

### 1395.4

Ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη,

### 1395.5

δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,

### unit_390.1

αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο

### unit_390.2

ἐπίετε πατρός, ἆρά μου μέμνησθ’ ὅτι

### unit_390.3

οἷ’ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ’ ἰὼν

### unit_390.4

ὁποῖ’ ἔπρασσον αὖθις; Ὦ γάμοι, γάμοι,

### unit_390.5

ἐφύσαθ’ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν

### 1405.1

ἀνεῖτε ταὐτὸν σπέρμα, κἀπεδείξατε

### 1405.2

πατέρας, ἀδελφούς, παῖδας, αἷμ’ ἐμφύλιον,

### 1405.3

νύμφας γυναῖκας μητέρας τε, χὠπόσα

### 1405.4

αἴσχιστ’ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.

### 1405.5

Ἀλλ’, οὐ γὰρ αὐδᾶν ἔσθ’ ἃ μηδὲ δρᾶν καλόν,

### 1410.1

ὅπως τάχιστα, πρὸς θεῶν, ἔξω μέ που

### 1410.2

καλύψατ’, ἢ φονεύσατ’, ἢ θαλάσσιον

### 1410.3

ἐκρίψατ’, ἔνθα μήποτ’ εἰσόψεσθ’ ἔτι.

### 1410.4

Ἴτ’, ἀξιώσατ’ ἀνδρὸς ἀθλίου θιγεῖν·

### 1410.5

πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ

### 1415.1

οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.

### 1415.2

ΧΟ.Ἀλλ’ ὧν ἐπαιτεῖς ἐς δέον πάρεσθ’ ὅδε

### 1415.3

Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ

### unit_394.1

χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.

### unit_394.2

ΟΙ.Οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ’ ἔπος;

### 1420.1

τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ

### 1420.2

πάρος πρὸς αὐτὸν πάντ’ ἐφεύρημαι κακός.

### 1420.3

ΚΡ.Οὔθ’ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,

### 1420.4

οὔθ’ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.

### 1420.5

Ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ’ ἔτι

### 1425.1

γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα

### 1425.2

αἰδεῖσθ’ ἄνακτος Ἡλίου, τοιόνδ’ ἄγος

### 1425.3

ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ

### 1425.4

μήτ’ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.

### 1425.5

Ἀλλ’ ὡς τάχιστ’ ἐς οἶκον ἐσκομίζετε·

### 1430.1

τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ’ ὁρᾶν

### 1430.2

μόνοις τ’ ἀκούειν εὐσεβῶς ἔχει κακά.

### 1430.3

ΟΙ.Πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ’ ἀπέσπασας,

### 1430.4

ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ’ ἐμέ,

### 1430.5

πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ’ ἐμοῦ, φράσω.

### 1435.1

ΚΡ.Καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;

### 1435.2

ΟΙ.Ῥῖψόν με γῆς ἐκ τῆσδ’ ὅσον τάχισθ’, ὅπου

### 1435.3

θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.

### 1435.4

ΚΡ.Ἔδρας’ ἄν, εὖ τοῦτ’ ἴσθ’, ἄν, εἰ μὴ τοῦ θεοῦ

### 1435.5

πρώτιστ’ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέον.

### 1440.1

ΟΙ.Ἀλλ’ ἥ γ’ ἐκείνου πᾶς’ ἐδηλώθη φάτις,

### 1440.2

τὸν πατροφόντην, τὸν ἀσεβῆ μ’ ἀπολλύναι.

### 1440.3

ΚΡ.Οὕτως ἐλέχθη ταῦθ’· ὅμως δ’, ἵν’ ἕσταμεν

### 1440.4

χρείας, ἄμεινον ἐκμαθεῖν τί δραστέον.

### 1440.5

ΟΙ.Οὕτως ἄρ’ ἀνδρὸς ἀθλίου πεύσεσθ’ ὕπερ;

### 1445.1

ΚΡ.Καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.

### 1445.2

ΟΙ.Καὶ σοί γ’ ἐπισκήπτω τε καὶ προστρέψομαι·

### unit_401.1

τῆς μὲν κατ’ οἴκους αὐτὸς ὃν θέλεις τάφον

### unit_401.2

θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·

### unit_401.3

ἐμοῦ δὲ μήποτ’ ἀξιωθήτω τόδε

### unit_402.1

πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν·

### unit_402.2

ἀλλ’ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται

### unit_402.3

οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι

### unit_402.4

πατήρ τ’ ἐθέσθην ζῶντε κύριον τάφον,

### unit_402.5

ἵν’ ἐξ ἐκείνων οἵ μ’ ἀπωλλύτην, θάνω.

### 1455.1

Καίτοι τοσοῦτόν γ’ οἶδα, μήτε μ’ ἂν νόσον

### 1455.2

μήτ’ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε

### 1455.3

θνῄσκων ἐσώθην, μὴ ’πί τῳ δεινῷ κακῷ.

### 1455.4

Ἀλλ’ ἡ μὲν ἡμῶν μοῖρ’ ὅποιπερ εἶς’ ἴτω·

### 1455.5

παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,

### 1460.1

προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ

### 1460.2

σπάνιν ποτὲ σχεῖν, ἔνθ’ ἂν ὦσι, τοῦ βίου·

### 1460.3

ταῖν δ’ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,

### 1460.4

αἷν οὔποθ’ ἡμὴ χωρὶς ἐστάθη βορᾶς

### 1460.5

τράπεζ’ ἄνευ τοῦδ’ ἀνδρός, ἀλλ’ ὅσων ἐγὼ

### 1465.1

ψαύοιμι, πάντων τῶνδ’ ἀεὶ μετειχέτην·

### 1465.2

αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν

### 1465.3

ψαῦσαί μ’ ἔασον κἀποκλαύσασθαι κακά.

### 1465.4

Ἴθ’, ὦναξ,

### 1465.5

ἴθ’, ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν

### 1470.1

δοκοῖμ’ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ’ ἔβλεπον.

### 1470.2

Τί φημί;

### 1470.3

οὐ δὴ κλύω που, πρὸς θεῶν, τοῖν μοι φίλοιν

### 1470.4

δακρυρροούντοιν, καί μ’ ἐποικτίρας Κρέων

### 1470.5

ἔπεμψέ μοι τὰ φίλτατ’ ἐγγόνοιν ἐμοῖν;

### 1475.1

λέγω τι;

### 1475.2

ΚΡ.Λέγεις· ἐγὼ γάρ εἰμ’ ὁ πορσύνας τάδε,

### 1475.3

γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ ς’ εἶχεν πάλαι.

### 1475.4

ΟΙ.Ἀλλ’ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ

### 1475.5

δαίμων ἄμεινον ἢ ’μὲ φρουρήσας τύχοι.

### 1480.1

Ὦ τέκνα, ποῦ ποτ’ ἐστέ; δεῦρ’ ἴτ’, ἔλθετε

### 1480.2

ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,

### 1480.3

αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ’ ὁρᾶν

### 1480.4

τὰ πρόσθε λαμπρὰ προὐξένησαν ὄμματα·

### 1480.5

ὃς ὑμίν, ὦ τέκν’, οὔθ’ ὁρῶν οὔθ’ ἱστορῶν,

### 1485.1

πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.

### 1485.2

Καὶ σφὼ δακρύω, προσβλέπειν γὰρ οὐ σθένω,

### 1485.3

νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,

### 1485.4

οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.

### 1485.5

Ποίας γὰρ ἀστῶν ἥξετ’ εἰς ὁμιλίας,

### 1490.1

ποίας δ’ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι

### 1490.2

πρὸς οἶκον ἵξεσθ’ ἀντὶ τῆς θεωρίας;

### 1490.3

Ἀλλ’ ἡνίκ’ ἂν δὴ πρὸς γάμων ἥκητ’ ἀκμάς,

### 1490.4

τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,

### 1490.5

τοιαῦτ’ ὀνείδη λαμβάνων ἃ τοῖς ἐμοῖς

### 1495.1

γονεῦσιν ἔσται σφῷν θ’ ὁμοῦ δηλήματα;

### 1495.2

Τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ

### 1495.3

ὑμῶν ἔπεφνεν· τὴν τεκοῦσαν ἤροσεν,

### 1495.4

ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων

### 1495.5

ἐκτήσαθ’ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.

### unit_412.1

Τοιαῦτ’ ὀνειδιεῖσθε. Κᾆτα τίς γαμεῖ;

### unit_412.2

οὐκ ἔστιν οὐδείς, ὦ τέκν’, ἀλλὰ δηλαδὴ

### unit_412.3

χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.

### unit_412.4

Ὦ παῖ Μενοικέως, ἀλλ’ ἐπεὶ μόνος πατὴρ

### unit_413

ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ’φυτεύσαμεν,

### 1505.1

ὀλώλαμεν δύ’ ὄντε, μή σφε περιίδῃς

### 1505.2

πτωχὰς ἀνάνδρους ἐγγενεῖς ἀλωμένας,

### 1505.3

μηδ’ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.

### 1505.4

Ἀλλ’ οἴκτισόν σφας, ὧδε τηλικάσδ’ ὁρῶν

### 1505.5

πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.

### 1510.1

Ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.

### 1510.2

Σφῷν δ’, ὦ τέκν’, εἰ μὲν εἰχέτην ἤδη φρένας,

### 1510.3

πόλλ’ ἂν παρῄνουν· νῦν δὲ τοῦτ’ εὔχεσθέ μοι

### 1510.4

οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος

### 1510.5

ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.

### 1515.1

ΚΡ.Ἅλις ἵν’ ἐξήκεις δακρύων· ἀλλ’ ἴθι στέγης ἔσω.

### 1515.2

ΟΙ.Πειστέον, κεἰ μηδὲν ἡδύ.

### 1516.1

ΚΡ.Πάντα γὰρ καιρῷ καλά.

### 1516.2

ΟΙ.Οἶσθ’ ἐφ’ οἷς οὖν εἶμι;

### 1517.1

ΚΡ.Λέξεις, καὶ τότ’ εἴσομαι κλύων.

### 1517.2

ΟΙ.Γῆς μ’ ὅπως πέμψεις ἄποικον.

### 1518.1

ΚΡ.Τοῦ θεοῦ μ’ αἰτεῖς δόσιν.

### 1518.2

ΟΙ.Ἀλλὰ θεοῖς γ’ ἔχθιστος ἥκω.

### 1519

ΚΡ.Τοιγαροῦν τεύξῃ τάχα.

### 1520

ΟΙ.Φῂς τάδ’ οὖν;

### 1520.1

ΚΡ.Ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.

### 1520.2

ΟΙ.Ἄπαγέ νύν μ’ ἐντεῦθεν ἤδη.

### 1521.1

ΚΡ.Στεῖχέ νυν, τέκνων δ’ ἀφοῦ.

### 1521.2

ΟΙ.Μηδαμῶς ταύτας γ’ ἕλῃ μου.

### 1522.1

ΚΡ.Πάντα μὴ βούλου κρατεῖν·

### 1522.2

καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.

### 1523

ΧΟ.Ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ’, Οἰδίπους ὅδε,

### 1525.1

ὃς τὰ κλείν’ αἰνίγματ’ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,

### 1525.2

οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,

### 1525.3

εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν,

### 1525.4

ὥστε θνητὸν ὄντ’ ἐκείνην τὴν τελευταίαν ἰδεῖν

### 1525.5

ἡμέραν ἐπισκοποῦντα μηδέν’ ὀλβίζειν, πρὶν ἂν

### 1530

τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: buo-ad`.
