ΤΡΑΧΙΝΙΑΙ
Δηιάνειρα Λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανεὶς
ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂν
θάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός·
ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,
ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,
ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως
ναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄκνον
ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.
Μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,
ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος
δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ τύπῳ
βούκρανος, ἐκ δὲ δασκίου γενειάδος
κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.
Τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεγμένη
δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,
πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.
Χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,
ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς,
ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης
ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων
οὐκ ἂν διείποιμʼ, οὐ γὰρ οἶδʼ, ἀλλʼ ὅστις ἦν
θακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·
ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.
Τέλος δʼ ἔθηκε Ζεὺς Ἀγώνιος καλῶς,
εἰ δὴ καλῶς· λέχος γὰρ Ἡρακλεῖ κριτὸν
ξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,
κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει
καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
Κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ·
τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
ἀεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.
Νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,
ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.
Ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοι
ξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου
βέβηκεν οὐδεὶς οἶδε, πλὴν ἐμοὶ πικρὰς
ὠδῖνας αὑτοῦ προσβαλὼν ἀποίχεται.
Σχεδὸν δʼ ἐπίσταμαί τι πῆμʼ ἔχοντά νιν·
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλʼ ἤδη δέκα
μῆνας πρὸς ἄλλοις πέντʼ ἀκήρυκτος μένει.
Κἄστιν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ
δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ
θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.
Δούλη τροφός Δέσποινα Δῃάνειρα, πολλὰ μέν σʼ ἐγὼ
κατεῖδον ἤδη πανδάκρυτʼ ὀδύρματα
τὴν Ἡράκλειον ἔξοδον γοωμένην·
νῦν δʼ, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν
γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τόσον·
πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ
ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,
μάλιστα δʼ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς
νέμοι τινʼ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;
Ἐγγὺς δʼ ὅδʼ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,
ὥστʼ, εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,
πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τʼ ἐμοῖς λόγοις.
Δηιάνειρα Ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα
μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ
δούλη μέν, εἴρηκεν δʼ ἐλεύθερον λόγον.
Ὕλλος Ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.
Δηιάνειρα Σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου
τὸ μὴ πυθέσθαι ποῦ ʼστιν αἰσχύνην φέρει.
Ὕλλος Ἀλλʼ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.
Δηιάνειρα Καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
Ὕλλος Τὸν μὲν παρελθόντʼ ἄροτον ἐν μήκει χρόνου
Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.
Δηιάνειρα Πᾶν τοίνυν, εἰ καὶ τοῦτʼ ἔτλη, κλύοι τις ἄν.
Ὕλλος Ἀλλʼ ἐξαφεῖται τοῦδέ γʼ, ὡς ἐγὼ κλύω.
Δηιάνειρα Ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;
Ὕλλος Εὐβοῖδα χώραν φασίν, Εὐρύτου πόλιν,
ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.
Δηιάνειρα Ἆρʼ οἶσθα δῆτʼ, ὦ τέκνον, ὡς ἔλειπέ μοι
μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;
Ὕλλος Τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.
Δηιάνειρα Ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν,
ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γʼ ὕστερον
τὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν.
Ἐν οὖν ῥοπῇ τοιᾷδε κειμένῳ, τέκνον,
οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθα
κείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα;
Ὕλλος Ἀλλʼ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ
βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·
νῦν δʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς
ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.
Νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ
πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.
Δηιάνειρα Χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖ
πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
Χορός Ὃν αἰόλα νὺξ ἐναριζομένα
τίκτει κατευνάζει τε φλογιζόμενον
Ἅλιον, Ἅλιον αἰτῶ
τοῦτο καρῦξαι τὸν Ἀλκμή-
νας, πόθι μοι πόθι μοι ναί-
ει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,
ἢ ποντίας αὐλῶνας, ἢ δισσαῖσιν ἀπείροις κλιθείς,
εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.
Ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι
τὰν ἀμφινεικῆ Δηϊάνειραν ἀεί,
οἷά τινʼ ἄθλιον ὄρνιν,
οὔποτʼ εὐνάζειν ἀδακρύ-
των βλεφάρων πόθον, ἀλλʼ εὔ-
μναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ
ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι κακὰν
δύστανον ἐλπίζουσαν αἶσαν.
Πολλὰ γὰρ ὥστʼ ἀκάμαντος
ἢ νότου ἢ βορέα τις
κύματʼ ἂν εὐρέϊ πόντῳ
βάντʼ ἐπιόντα τʼ ἴδοι·
οὕτω δὲ τὸν Καδμογενῆ
στρέφει, τὸ δʼ αὔξει βιότου
πολύπονον ὥσπερ πέλαγος
Κρήσιον· ἀλλά τις θεῶν
αἰὲν ἀναμπλάκητον Ἅι-
δα σφε δόμων ἐρύκει.
Ὧν ἐπιμεμφομένα σʼ αἰ-
δοῖα μέν, ἀντία δʼ οἴσω·
φαμὶ γὰρ οὐκ ἀποτρύειν
ἐλπίδα τὰν ἀγαθὰν
χρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ
ὁ πάντα κραίνων βασιλεὺς
ἐπέβαλε θνατοῖς Κρονίδας·
ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ
πᾶσι κυκλοῦσιν, οἷον Ἄρ-
κτου στροφάδες κέλευθοι.
Μένει γὰρ οὔτʼ αἰόλα
νὺξ βροτοῖσιν οὔτε Κῆρες οὔτε πλοῦτος,
ἀλλʼ ἄφαρ βέβακε, τῷ δʼ ἐπέρχεται
χαίρειν τε καὶ στέρεσθαι.
Ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω
τάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε
τέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν;
Δηιάνειρα Πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει
πάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ
μήτʼ ἐκμάθοις παθοῦσα, νῦν δʼ ἄπειρος εἶ.
Τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ,
οὐδʼ ὄμβρος, οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,
ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ
κληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος
ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη·
τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
Πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·
ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.
Ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ
ὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις
λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
ξυνθήμαθʼ ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτὲ
πολλοὺς ἀγῶνας ἐξιὼν οὕτω φράσαι,
ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
Νῦν δʼ, ὡς ἔτʼ οὐκ ὤν, εἶπε μὲν λέχους ὅ τι
χρείη μʼ ἑλέσθαι κτῆσιν, εἶπε δʼ ἣν τέκνοις
μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
χρόνον προτάξας, ὡς τρίμηνος ἡνίκα
χώρας ἀπείη κἀνιαύσιος βεβώς,
τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ,
ἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
Τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα
τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,
ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε
Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη.
Καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·
ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ
φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν
πάντων ἀρίστου φωτὸς ἐστερημένην.
Χορός Εὐφημίαν νῦν ἴσχʼ, ἐπεὶ καταστεφῆ
στείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων.
Ἄγγελος Δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων
ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον
καὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
ἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
Δηιάνειρα Τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;
Ἄγγελος Τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν
ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ.
Δηιάνειρα Καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
Ἄγγελος Ἐν βουθερεῖ λειμῶνι πρόσπολος θροεῖ,
Λίχας ὁ κῆρυξ, ταῦτα· τοῦ δʼ ἐγὼ κλύων
ἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε
πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
Δηιάνειρα Αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
Ἄγγελος Οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι·
κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς
κρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω·
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
οὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν.
Οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
ξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ.
Δηιάνειρα Ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις,
ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
Φωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγης
αἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
Χορός Ἀνολολύξεται δόμος ἐφεστίοι-
σιν ἀλαλαῖς ὁ μελλόνυμ-
φος, ἐν δὲ κοινὸς ἀρσένων
ἴτω κλαγγὰ τὸν εὐφαρέτραν
Ἀπόλλω προστάταν· ὁμοῦ δὲ
παιᾶνα, παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι,
βοᾶτε τὰν ὁμόσπορον
Ἄρτεμιν Ὀρτυγίαν,
ἐλαφαβόλον, ἀμφίπυρον,
γείτονάς τε Νύμφας.
Ἀείρομʼ οὐδʼ ἀπώσομαι
τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
Ἰδού μʼ ἀναταράσσει
εὐοῖ εὐοῖ μʼ
ὁ κισσὸς ἄρτι βακχίαν
ὑποστρέφων ἅμιλλαν.
Ἰὼ ἰὼ Παιάν· ἴδʼ, ὦ φίλα γύναι.
τάδʼ ἀντίπρῳρα δή σοι
βλέπειν πάρεστʼ ἐναργῆ.
Δηιάνειρα Ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματος
φρουρὰ παρῆλθε τόνδε μὴ λεύσσειν στόλον·
χαίρειν δὲ τὸν κήρυκα προὐννέπω, χρόνῳ
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
Λίχας Ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα,
γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς
πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
Δηιάνειρα Ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαι
δίδαξον, εἰ ζῶνθʼ Ἡρακλέα προσδέξομαι.
Λίχας Ἔγωγέ τοί σφʼ ἔλειπον ἰσχύοντά τε
καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.
Δηιάνειρα Ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.
Λίχας Ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεται
βωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί.
Δηιάνειρα Εὐκταῖα φαίνων ἢ ʼπὸ μαντείας τινός;
Λίχας Εὐχαῖς, ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶ
χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
Δηιάνειρα Αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες;
οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
Λίχας Ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν
ἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.
Δηιάνειρα Ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον
χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
Λίχας Οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον
κατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος,
ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον,
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
Κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει,
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
ὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν
ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
Κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
τὴν Εὐρυτείαν· τόνδε γὰρ μεταίτιον
μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·
ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,
λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
φώνει δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,
ἔρριψεν ἐκτὸς αὐτόν. Ὧν ἔχων χόλον,
ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν
πρὸς κλιτὺν ἵππους νομάδας ἐξιχνοσκοπῶν,
τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θἀτέρᾳ δὲ νοῦν
ἔχοντʼ, ἀπʼ ἄκρας ἦκε πυργώδους πλακός.
Ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ,
ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος,
πρατόν νιν ἐξέπεμψεν, οὐδʼ ἠνέσχετο
ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·
ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
Κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς,
αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,
πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς
ἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
Αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματα
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου
πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.
Χορός Ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
Δηιάνειρα Πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆ
κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.
Ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
ταρβεῖν τὸν εὖ πράσσοντα μὴ σφαλῇ ποτε.
Ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
χώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας,
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
Ὦ Ζεῦ Τροπαῖε, μή ποτʼ εἰσίδοιμί σε
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι·
οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.
Ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;
ἄνανδρος, ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν;
τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;
ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
βλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
Λίχας Τί δʼ οἶδʼ ἐγώ; τί δʼ ἄν με καὶ κρίνοις; ἴσως
γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.
Δηιάνειρα Μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
Λίχας Οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.
Δηιάνειρα Οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
Λίχας Ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
Δηιάνειρα Εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς· ἐπεὶ
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.
Λίχας Οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
χρόνῳ διοίσει γλῶσσαν, ἥτις οὐδαμὰ
προὔφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,
ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
διήνεμον λέλοιπεν. Ἡ δέ τοι τύχη
κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.
Δηιάνειρα Ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς
τοῖς οὖσι λύπην πρός γʼ ἐμοῦ διπλῆν λάβοι·
ἅλις γὰρ ἡ παροῦσα. Πρὸς δὲ δώματα
χωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλεις
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
Ἄγγελος Αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως
μάθῃς ἄνευ τῶνδʼ οὕστινάς τʼ ἄγεις ἔσω,
ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς γʼ ἃ δεῖ·
τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.
Δηιάνειρα Τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;
Ἄγγελος Σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος
μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
Δηιάνειρα Πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλιν
καλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;
Ἄγγελος Σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.
Δηιάνειρα Καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
Ἄγγελος Ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακός,
ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
Δηιάνειρα Τί φῄς; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς·
ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει.
Ἄγγελος Τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ,
πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι
τήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,
οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνων
λατρεύματʼ, οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος,
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
Ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόρον
τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,
ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσας,
ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ
τὸν Εὔρυτον τῶνδʼ εἶπε δεσπόζειν θρόνων,
κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
ἔπερσε. Καί νιν, ὡς ὁρᾷς, ἥκει δόμους
ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
Ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.
Καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.
Δηιάνειρα Οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος;
τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
λαθραῖον, ὤ, δύστηνος· ἆρʼ ἀνώνυμος
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
Ἄγγελος Ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν,
πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ
Ἰόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
Χορός Ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ
λαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.
Δηιάνειρα Τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις
τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
Χορός Πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆ
λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
Δηιάνειρα Ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
Ἄγγελος Ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;
Δηιάνειρα Μίμνʼ, ὡς ὅδʼ ἁνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων,
ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.
Λίχας Τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;
δίδαξον, ὡς ἕρποντος, εἰσορᾷς, ἐμοῦ.
Δηιάνειρα Ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν
ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
Λίχας Ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.
Δηιάνειρα Ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;
Λίχας Ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.
Δηιάνειρα Τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων;
Λίχας Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.
Ἄγγελος Οὗτος, βλέφʼ ὧδε. Πρὸς τίνʼ ἐννέπειν δοκεῖς;
Λίχας Σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;
Ἄγγελος Τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ.
Λίχας Πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως
κόρην, δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶ
λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.
Ἄγγελος Τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις
δέσποιναν εἶναι τήνδε σήν; Λίχας Δίκαια γάρ.
Ἄγγελος Τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,
ἤν γʼ εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
Λίχας Πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;
Ἄγγελος Οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
Λίχας Ἄπειμι· μῶρος δʼ ἦ πάλαι κλύων σέθεν.
Ἄγγελος Οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ.
Λίχας Λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Ἄγγελος Τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους,
κάτοισθα δήπου; Λίχας Φημί, πρὸς τί δʼ ἱστορεῖς;
Ἄγγελος Οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς,
Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;
Λίχας Ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν
σοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν παρών;
Ἄγγελος Πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων
ἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος.
Λίχας Ναί, κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεται
δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.
Ἄγγελος Ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων
δάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
Λίχας Ἐγὼ δάμαρτα; Πρὸς θεῶν, φράσον, φίλη
δέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ὁ ξένος.
Ἄγγελος Ὃς σοῦ παρὼν ἤκουσεν ὡς ταύτης πόθῳ
πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία
πέρσειεν αὐτήν, ἀλλʼ ὁ τῆσδʼ ἔρως φανείς.
Λίχας Ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω. Τὸ γὰρ
νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.
Δηιάνειρα Μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάπος
Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
Οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ,
οὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων ὅτι
χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
Ἔρωτι μὲν γοῦν ὅστις ἀντανίσταται
πύκτης ὅπως ἐς χεῖρας οὐ καλῶς φρονεῖ.
Οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,
κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ.
Ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳ
ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,
ἢ τῇδε τῇ γυναικί, τῇ μεταιτίᾳ
τοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.
Οὐκ ἔστι ταῦτʼ. Ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼν
ψεύδῃ, μάθησιν οὐ καλὴν ἐκμανθάνεις·
εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
θέλῃς γενέσθαι χρηστός, ὀφθήσῃ κακός.
Ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ
ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.
Ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·
πολλοὶ γάρ, οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.
Κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ
τὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·
τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας
πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;
κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸν
ἠνέγκατʼ οὐδʼ ὄνειδος ἥδε τʼ οὐδʼ ἂν εἰ
κάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼ
ᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτι
τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,
καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος
ἔπερσε κἀδούλωσεν. Ἀλλὰ ταῦτα μὲν
ῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸν
πρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.
Χορός Πείθου λεγούσῃ χρηστά, κοὐ μέμψῃ χρόνῳ
γυναικὶ τῇδε, κἀπʼ ἐμοῦ κτήσῃ χάριν.
Λίχας Ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνω
θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.
Ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει·
ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆ
διῆλθε, καὶ τῆσδʼ οὕνεχʼ ἡ πολύφθορος
καθῃρέθη πατρῷος Οἰχαλία δορί.
Καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ·
ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν
μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.
Ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον
κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν,
καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους
οὓς εἶπας ἐς τήνδʼ ἐμπέδως εἰρηκέναι·
ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖν
τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.
Δηιάνειρα Ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,
κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα
θεοῖσι δυσμαχοῦντες. Ἀλλʼ εἴσω στέγης
χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,
ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
καὶ ταῦτʼ ἄγῃς. Κενὸν γὰρ οὐ δίκαιά σε
χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.
Χορός Μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί·
καὶ τὰ μὲν θεῶν
παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,
οὐδὲ τὸν ἔννυχον Ἅιδαν,
ἢ Ποσειδάωνα τινάκτορα γαίας·
ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιν
τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων;
τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξ-
ῆλθον ἄεθλʼ ἀγώνων;
Ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
φάσμα ταύρου,
Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἄπο
ἦλθε παλίντονα Θήβας
τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,
παῖς Διός· οἳ τότʼ ἀολλεῖς
ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις
ῥαβδονόμει ξυνοῦσα.
Τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος,
ταυρείων τʼ ἀνάμιγδα κεράτων·
ἦν δʼ ἀμφίπλεκτοι κλίμακες,
ἦν δὲ μετώπων ὀλόεντα πλήγματα
καὶ στόνος ἀμφοῖν.
Ἁ δʼ εὐῶπις ἁβρὰ
τηλαυγεῖ παρʼ ὄχθῳ
ἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν.
Ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω·
τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφας
ἐλεινὸν ἀμμένει·
κἀπὸ ματρὸς ἄφαρ βέβαχʼ
ὥστε πόρτις ἐρήμα.
Δηιάνειρα Ἦμος, φίλαι, κατʼ οἶκον ὁ ξένος θροεῖ
ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπʼ ἐξόδῳ,
τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,
τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,
τὰ δʼ οἷα πάσχω συγκατοικτιουμένη.
Κόρην γάρ, οἶμαι δʼ οὐκέτʼ, ἀλλʼ ἐζευγμένην,
παρεισδέδεγμαι, φόρτον ὥστε ναυτίλος,
λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός·
καὶ νῦν δύʼ οὖσαι μίμνομεν μιᾶς ὑπὸ
χλαίνης ὑπαγκάλισμα· τοιάδʼ Ἡρακλῆς,
ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,
οἰκούριʼ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.
Ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι
νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·
τὸ δʼ αὖ ξυνοικεῖν τῇδʼ ὁμοῦ τίς ἂν γυνὴ
δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
Ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,
τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ
ὀφθαλμὸς ἄνθος, τῶν δʼ ὑπεκτρέπει πόδα·
ταῦτʼ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς
ἐμὸς καλῆται, τῆς νεωτέρας δʼ ἀνήρ.
Ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν
γυναῖκα νοῦν ἔχουσαν· ᾗ δʼ ἔχω, φίλαι,
λυτήριον λώφημα, τῇδʼ ὑμῖν φράσω.
Ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ
θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,
ὃ παῖς ἔτʼ οὖσα τοῦ δασυστέρνου παρὰ
Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,
ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς
μισθοῦ πόρευε χερσίν, οὔτε πομπίμοις
κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.
Ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον
ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,
φέρων ἐπʼ ὤμοις, ἡνίκʼ ἦν μέσῳ πόρῳ,
ψαύει ματαίαις χερσίν· ἐκ δʼ ἤϋσʼ ἐγώ,
χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν
ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας
στέρνων διερροίζησεν· ἐκθνῄσκων δʼ ὁ θὴρ
τοσοῦτον εἶπε· «Παῖ γέροντος Οἰνέως,
τοσόνδʼ ὀνήσῃ τῶν ἐμῶν, ἐὰν πίθῃ,
πορθμῶν, ὁθούνεχʼ ὑστάτην σʼ ἔπεμψʼ ἐγώ·
ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν
σφαγῶν ἐνέγκῃ χερσὶν ᾗ μελαγχόλους
ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,
ἔσται φρενός σοι τοῦτο κηλητήριον
τῆς Ἡρακλείας, ὥστε μήτινʼ εἰσιδὼν
στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.»
Τοῦτʼ ἐννοήσασʼ, ὦ φίλαι, δόμοις γὰρ ἦν
κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,
χιτῶνα τόνδʼ ἔβαψα, προσβαλοῦσʼ ὅσα
ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.
Κακὰς δὲ τόλμας μήτʼ ἐπισταίμην ἐγὼ
μήτʼ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ.
Φίλτροις δʼ ἐάν πως τήνδʼ ὑπερβαλώμεθα
τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφʼ Ἡρακλεῖ,
μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ
πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.
Χορός Ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,
δοκεῖς παρʼ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.
Δηιάνειρα Οὕτως ἔχει γʼ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν
ἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω.
Χορός Ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖς
ἔχειν ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
Δηιάνειρα Ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπω
θυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται.
Μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳ
κἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσῇ.
Λίχας Τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,
ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
Δηιάνειρα Ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,
ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,
ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον
δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
Διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶν
κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,
μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίου
μήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας,
πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς
δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
Οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμους
ἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως,
στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
Καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲς
σφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται.
Ἀλλʼ ἕρπε καὶ φύλασσε πρῶτα μὲν νόμον,
τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·
ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι
κἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ.
Λίχας Ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην
βέβαιον, οὔ τοι μὴ σφαλῶ γʼ ἐν σοί ποτε,
τὸ μὴ οὐ τόδʼ ἄγγος ὡς ἔχει δεῖξαι φέρων
λόγων τε πίστιν ὧν ἔχεις ἐφαρμόσαι.
Δηιάνειρα Στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι
τά γʼ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
Λίχας Ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
Δηιάνειρα Ἀλλʼ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν
προσδέγματʼ, αὐτὴν ὡς ἐδεξάμην φίλως.
Λίχας Ὥστʼ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.
Δηιάνειρα Τί δῆτʼ ἂν ἄλλο γʼ ἐννέποις; δέδοικα γὰρ
μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,
πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.
Χορός Ὦ ναύλοχα καὶ πετραῖα
θερμὰ λουτρὰ καὶ πάγους
Οἴτας παραναιετάοντες,
οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν,
χρυσαλακάτου τʼ ἀκτὰν Κόρας,
ἔνθʼ Ἑλλάνων ἀγοραὶ
Πυλάτιδες κλέονται,
ὁ καλλιβόας τάχʼ ὑμῖν
αὐλὸς οὐκ ἀναρσίαν
ἀχῶν καναχὰν ἐπάνεισιν,
ἀλλὰ θείας ἀντίλυρον μούσας.
Ὁ γὰρ Διός, Ἀλκμήνας κόρος,
σεῦται πάσας ἀρετᾶς
λάφυρʼ ἔχων ἐπʼ οἴκους·
ὃν ἀπόπτολιν εἴχομεν παντᾶ
δυοκαιδεκάμηνον ἀμμένουσαι
χρόνον, πελάγιον, ἴδριες οὐ-
δέν· ἁ δέ οἱ φίλα δάμαρ
τάλαιναν δυστάλαινα καρδίαν
πάγκλαυτος αἰὲν ὤλλυτο·
νῦν δʼ Ἄρης οἰστρηθεὶς ἐξέλυσʼ
ἐπιπόνων ἁμερᾶν.
Ἀφίκοιτʼ ἀφίκοιτο· μὴ σταίη
πολύκωπον ὄχημα ναὸς αὐτῷ,
πρὶν τάνδε πρὸς πόλιν ἀνύσει-
ε, νασιῶτιν ἑστίαν
ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·
ὅθεν μόλοι πανίμερος,
τῷ Πειθοῦς παγχρίστῳ συγκραθεὶς
ἐπὶ προφάνσει θηρός.
Δηιάνειρα Γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω
πεπραγμένʼ ᾖ μοι πάνθʼ ὅσʼ ἀρτίως ἔδρων.
Χορός Τί δʼ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;
Δηιάνειρα Οὐκ οἶδʼ· ἀθυμῶ δʼ εἰ φανήσομαι τάχα
κακὸν μέγʼ ἐκπράξασʼ ἀπʼ ἐλπίδος καλῆς.
Χορός Οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;
Δηιάνειρα Μάλιστά γʼ· ὥστε μήποτʼ ἂν προθυμίαν
ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.
Χορός Δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβῇ.
Δηιάνειρα Τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,
γυναῖκες, ὑμῖν, θαῦμʼ ἀνέλπιστον μαθεῖν.
Ὧι γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως
ἔχριον ἀργῆτʼ, οἰὸς εὐείρῳ πόκῳ,
τοῦτʼ ἠφάνισται διάβορον πρὸς οὐδενὸς.
τῶν ἔνδον, ἀλλʼ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,
καὶ ψῇ κατʼ ἄκρας σπιλάδος· ὡς δʼ εἰδῇς ἅπαν
ᾗ τοῦτʼ ἐπράχθη, μείζονʼ ἐκτενῶ λόγον.
Ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος πονῶν
πλευρὰν πικρᾷ γλωχῖνι προὐδιδάξατο,
παρῆκα θεσμῶν οὐδέν, ἀλλʼ ἐσῳζόμην,
χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.
Καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων·
τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶ
θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,
ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.
Κἄδρων τοιαῦτα· νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον,
ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇ
μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,
κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίου
κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
Εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτιν
ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
Τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως
τῆς οἰὸς ᾧ προὔχριον ἐς μέσην φλόγα,
ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο,
ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,
μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονος
ἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου.
Τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς ὅθεν
προὔκειτʼ ἀναζέουσι θρομβώδεις ἀφροί,
γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ
χυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου.
Ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω,
ὁρῶ δʼ ἔμʼ ἔργον δεινὸν ἐξειργασμένην.
Πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ
ἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ;
οὐκ ἔστιν· ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαι
χρῄζων ἔθελγέ μʼ· ὧν ἐγὼ μεθύστερον,
ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
Μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι
γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·
τὸν γὰρ βαλόντʼ ἄτρακτον οἶδα καὶ θεόν,
Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ
φθείρει τὰ πάντα κνώδαλʼ· ἐκ δὲ τοῦδʼ ὅδε
σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας
πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.
Καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,
ταὐτῇ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·
ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,
ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.
Χορός Ταρβεῖν μὲν ἔργα δείνʼ ἀναγκαίως ἔχει,
τὴν δʼ ἐλπίδʼ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.
Δηιάνειρα Οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν
οὐδʼ ἐλπὶς ἥτις καὶ θράσος τι προξενεῖ.
Χορός Ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίας
ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.
Δηιάνειρα Τοιαῦτα δʼ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ
κοινωνός, ἀλλʼ ᾧ μηδέν ἐστʼ οἴκοι βαρύ.
Χορός Σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,
εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ
πάρεστι μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.
Ὕλλος Ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σʼ ἓν εἱλόμην,
ἢ μηκέτʼ εἶναι ζῶσαν, ἢ σεσωσμένην
ἄλλου κεκλῆσθαι μητέρʼ, ἢ λῴους φρένας
τῶν νῦν παρουσῶν τῶνδʼ ἀμείψασθαί ποθεν.
Δηιάνειρα Τί δʼ ἐστίν, ὦ παῖ, πρός γʼ ἐμοῦ στυγούμενον;
Ὕλλος Τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δʼ ἐμὸν λέγω
πατέρα, κατακτείνασα τῇδʼ ἐν ἡμέρᾳ.
Δηιάνειρα Οἴμοι, τίνʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον;
Ὕλλος Ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ
φανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν;
Δηιάνειρα Πῶς εἶπας, ὦ παῖ; τοῦ πάρʼ ἀνθρώπων μαθὼν
ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φῄς;
Ὕλλος Αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν
πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.
Δηιάνειρα Ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;
Ὕλλος Εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.
Ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,
νίκης ἄγων τροπαῖα κἀκροθίνια,
ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον
Κήναιον ἔστιν, ἔνθα πατρῴῳ Διὶ
βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·
οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ.
Μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς
κῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας,
τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·
ὃν κεῖνος ἐνδύς, ὡς σὺ προὐξεφίεσο,
ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχων
λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦ
ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.
Καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενὶ
κόσμῳ τε χαίρων καὶ στολῇ κατηύχετο·
ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο
φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,
ἱδρὼς ἀνῄει χρωτὶ καὶ προσπτύσσετο
πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,
χιτὼν ἅπαν κατʼ ἄρθρον· ἦλθε δʼ ὀστέων
ὀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας
ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.
Ἐνταῦθα δὴ βόησε τὸν δυσδαίμονα
Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,
ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·
ὁ δʼ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης
δώρημʼ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.
Κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος
σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,
μάρψας ποδός νιν ἄρθρον ᾗ λυγίζεται
ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
κρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ.
Ἅπας δʼ ἀνηυφήμησεν οἰμωγῇ λεώς,
τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·
κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.
Ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος
βοῶν, ἰύζων· ἀμφὶ δʼ ἐκτύπουν πέτραι,
Λοκρῶν ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι.
Ἐπεὶ δʼ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ
ῥιπτῶν ἑαυτόν, πολλὰ δʼ οἰμωγῇ βοῶν,
τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος
σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον
οἷον κατακτήσαιτο λυμαντὴν βίου,
τότʼ ἐκ προσέδρου λιγνύος διάστροφον
ὀφθαλμὸν ἄρας εἶδέ μʼ ἐν πολλῷ στρατῷ
δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·
«Ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,
μηδʼ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·
ἀλλʼ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς
ἐνταῦθʼ ὅπου με μή τις ὄψεται βροτῶν·
εἰ δʼ οἶκτον ἴσχεις, ἀλλά μʼ ἔκ γε τῆσδε γῆς
πόρθμευσον ὡς τάχιστα, μηδʼ αὐτοῦ θάνω.»
Τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει
θέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλις
βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα
ἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως.
Τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷ
καὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
τείσαιτʼ Ἐρινύς τʼ· εἰ θέμις δʼ, ἐπεύχομαι·
θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προὔβαλες,
πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ
κτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.
Χορός Τί σῖγʼ ἀφέρπεις; οὐ κάτοισθʼ ὁθούνεκα
ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;
Ὕλλος Ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν
αὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλῶς·
ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν
μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;
Ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν
τὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι.
Χορός Ἴδʼ οἷον, ὦ παῖδες, προσέμειξεν ἄφαρ
τοὔπος τὸ θεοπρόπον ἡμῖν
τᾶς παλαιφάτου προνοίας,
ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι
δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων
τῷ Διὸς αὐτόπαιδι·
καὶ τάδʼ ὀρθῶς ἔμπεδα
κατουρίζει. Πῶς γὰρ ἂν ὁ μὴ λεύσσων
ἔτι ποτʼ ἔτʼ ἐπίπονον ἔχοι θανὼν λατρείαν;
Εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ
χρίει δολοποιὸς ἀνάγκα
πλευρά, προστακέντος ἰοῦ,
ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων,
πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,
δεινοτάτῳ μὲν ὕδρας
προστετακὼς φάσματι,
μελαγχαίτα τʼ ἄμμιγά νιν αἰκίζει
φόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα;
Ὧν ἅδʼ ἁ τλάμων ἄοκνος
μεγάλαν προσορῶσα δόμοις βλάβαν
νέων ἀϊσσόντων γάμων, τὰ μὲν οὔτι
προσέβαλεν, τὰ δʼ ἀπʼ ἀλλόθρου
γνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖς
ἦ που ὀλοὰ στένει,
ἦ που ἀδινῶν χλωρὰν
τέγγει δακρύων ἄχναν.
Ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολί-
αν καὶ μεγάλαν ἄταν.
Ἔρρωγεν παγὰ δακρύων,
κέχυται νόσος, ὦ πόποι, οἷον ἐξ
ἀναρσίων οὔπω ποτʼ ἄνδρʼ ἀγακλειτὸν
ἐπέμολεν πάθος οἰκτίσαι.
Ἰὼ κελαινὰ λόγχα προμάχου δορός,
ἃ τότε θοὰν νύμφαν
ἄγαγες ἀπʼ αἰπεινᾶς
τάνδʼ Οἰχαλίας αἰχμᾷ.
Ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανε-
ρὰ τῶνδʼ ἐφάνη πράκτωρ.
Ἡμιχόριον Αʹ Πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς
οἴκτου διʼ οἴκων ἀρτίως ὁρμωμένου;
Τί φημί·
Ἡμιχόριον Βʹ Ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ
κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.
Χορός Ξύνες δὲ
τήνδʼ ὡς ἀήθης καὶ συνωφρυωμένη
χωρεῖ πρὸς ἡμᾶς γραῖα σημαίνουσά τι.
Τροφός Ὦ παῖδες, ὡς ἄρʼ ἡμὶν οὐ σμικρῶν κακῶν
ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.
Χορός Τί δʼ, ὦ γεραιά, καινοποιηθὲν λέγεις;
Τροφός Βέβηκε Δῃάνειρα τὴν πανυστάτην
ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.
Χορός Οὐ δή ποθʼ ὡς θανοῦσα; Τροφός Πάντʼ ἀκήκοας.
Χορός Τέθνηκεν ἡ τάλαινα; Τροφός Δεύτερον κλύεις.
Χορός Τάλαινʼ ὀλεθρία, τίνι τρόπῳ θανεῖν σφε φῄς;
Τροφός Σχετλιώτατα πρός γε πρᾶξιν.
Χορός Εἰπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει.
Τροφός Αὑτὴν διηίστωσεν.
Χορός Τίς θυμός, ἢ τίνες νόσοι
τάνδʼ αἰχμᾷ βέλεος κακοῦ
ξυνεῖλε; Πῶς ἐμήσατο
πρὸς θανάτῳ θάνατον
ἀνύσασα μόνα; Τροφός Στονόεντος
ἐν τομᾷ σιδάρου.
Χορός Ἐπεῖδες, ὦ ματαία, τάνδʼ ὕβριν;
Τροφός Ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.
Χορός Τίς ἦν; πῶς; φέρʼ εἰπέ.
Τροφός Αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.
Χορός Τί φωνεῖς; Τροφός Σαφηνῆ.
Χορός Ἔτεκεν ἔτεκεν μεγάλαν
ἁ νέορτος ἅδε νύμφα
δόμοισι τοῖσδʼ Ἐρινύν.
Τροφός Ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησία
ἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.
Χορός Καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
Τροφός Δεινῶς γε· πεύσῃ δʼ, ὥστε μαρτυρεῖν ἐμοί.
Ἐπεὶ παρῆλθε δωμάτων εἴσω μόνη
καὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια
στορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί,
κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,
βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτι
γένοιτʼ ἐρήμη, κλαῖε δʼ ὀργάνων ὅτου
ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·
ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,
εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,
ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,
αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένη
καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οἰκίας.
Ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶ
τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
Κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένη
φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις
τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
Ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνω
καθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις,
καὶ δακρύων ῥήξασα θερμὰ νάματα
ἔλεξεν· «Ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά,
τὸ λοιπὸν ἤδη χαίρεθʼ ὡς ἔμʼ οὔποτε
δέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνήτριαν.»
Τοσαῦτα φωνήσασα συντόνῳ χερὶ
λύει τὸν αὑτῆς πέπλον ᾧ χρυσήλατος
προὔκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισεν
πλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον.
Κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον,
τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.
Κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα,
ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ
πλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην.
Ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας
τοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε,
ὄψʼ ἐκδιδαχθεὶς τῶν κατʼ οἶκον οὕνεκα
ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.
Κἀνταῦθʼ ὁ παῖς δύστηνος οὔτʼ ὀδυρμάτων
ἐλείπετʼ οὐδέν, ἀμφί νιν γοώμενος,
οὔτʼ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν
πλευρὰν παρεὶς ἔκειτο πόλλʼ ἀναστένων,
ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,
κλαίων ὁθούνεκʼ ἐκ δυοῖν ἔσοιθʼ ἅμα
πατρός τʼ ἐκείνης τʼ ὠρφανισμένος βίον.
Τοιαῦτα τἀνθάδʼ ἐστίν· ὥστʼ εἴ τις δύο
ἢ καί τι πλείους ἡμέρας λογίζεται,
μάταιός ἐστιν· οὐ γὰρ ἔσθʼ ἥ γʼ αὔριον,
πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.
Χορός Πότερα πρότερον ἐπιστένω;
πότερα τέλεα περαιτέρω,
δύσκριτʼ ἔμοιγε δυστάνῳ;
Τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,
τάδε δὲ μένομεν ἐπʼ ἐλπίσιν·
κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν.
Εἴθʼ ἀνεμόεσσά τις
γένοιτʼ ἔπουρος ἑστιῶτις αὔρα,
ἥτις μʼ ἀποικίσειεν ἐκ τόπων, ὅπως
τὸν Δῖον ἄλκιμον γόνον
μὴ ταρβαλέα θάνοι-
μι μοῦνον εἰσιδοῦσʼ ἄφαρ·
ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις
χωρεῖν πρὸ δόμων λέγουσιν
ἄσπετόν τι θαῦμα.
Ἀγχοῦ δʼ ἄρα κοὐ μακρὰν
προὔκλαιον, ὀξύφωνος ὡς ἀηδών.
Ξένων γὰρ ἐξόμιλος ἥδε τις στάσις·
πᾷ δʼ αὖ φορεῖ νιν, ὡς φίλου
προκηδομένα, βαρεῖ-
αν ἄψοφον φέρει βάσιν.
Αἰαῖ, ὅδʼ ἀναύδατος φέρεται.
Τί χρὴ θανόντα νιν ἢ καθʼ
ὕπνον ὄντα κρῖναι;
Ὕλλος Οἴμοι ἐγὼ σοῦ,
πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.
Τί πάθω; τί δὲ μήσομαι; οἴμοι.
Πρέσβυς Σίγα, τέκνον, μὴ κινήσῃς
ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος·
ζῇ γὰρ προπετής· ἀλλʼ ἴσχε δακὼν
στόμα σόν. Ὕλλος Πῶς φῄς, γέρον; ἦ ζῇ;
Πρέσβυς Οὐ μὴ ʼξεγερεῖς τὸν ὕπνῳ κάτοχον,
κἀκκινήσεις κἀναστήσεις φοιτάδα δεινὴν
νόσον, ὦ τέκνον.
Ὕλλος Ἀλλʼ ἐπί μοι μελέῳ
βάρος ἄπλετον· ἐμμέμονεν φρήν.
Ἡρακλῆς Ὦ Ζεῦ,
ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν
κεῖμαι πεπονημένος ἀλλήκτοις
ὀδύναις; Οἴμοι μοι ἐγὼ τλάμων·
ἡ δʼ αὖ μιαρὰ βρύκει. Φεῦ.
Πρέσβυς Ἆρʼ ἐξῄδησθʼ ὅσον ἦν κέρδος
σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
τῷδʼ ἀπὸ κρατὸς
βλεφάρων θʼ ὕπνον; Ὕλλος Οὐ γὰρ ἔχω πῶς ἂν
στέρξαιμι κακὸν τόδε λεύσσων.
Ἡρακλῆς Ὦ Κηναία κρηπὶς βωμῶν,
ἱερῶν οἵαν οἵων ἐπί μοι
μελέῳ χάριν ἠνύσω, ὦ Ζεῦ·
οἵαν μʼ ἄρʼ ἔθου λώβαν, οἵαν·
ἣν μή ποτʼ ἐγὼ προσιδεῖν ὁ τάλας
ὤφελον ὄσσοις, τόδʼ ἀκήλητον
μανίας ἄνθος καταδερχθῆναι.
Τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης
ἰατορίας, ὃς τήνδʼ ἄτην
χωρὶς Ζηνὸς κατακηλήσει;
θαῦμʼ ἂν πόρρωθεν ἰδοίμην.
Ἒ ἔ,
ἐᾶτέ με, ἐᾶτέ με δύσμορον
ὕστατον εὐνάσαι, ἐᾶτέ με δύστανον.
Πᾶ μου ψαύεις; ποῖ ποῖ κλίνεις;
Ἀπολεῖς μʼ, ἀπολεῖς.
Ἀνατέτροφας ὅ τι καὶ μύσῃ.
Ἧπταί μου, τοτοτοῖ, ἥδʼ αὖθʼ ἕρπει. Πόθεν ἔστʼ, ὢ
πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ
πολλὰ μὲν ἐν πόντῳ, κατά τε δρία πάντα καθαίρων
ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι
οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;
Ἒ ἔ,
οὐδʼ ἀπαράξαι τις κρᾶτα βίᾳ θέλει
μολὼν τοῦ στυγεροῦ; Φεῦ φεῦ.
Πρέσβυς Ὦ παῖ τοῦδʼ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει
ἢ κατʼ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε· σοί τε γὰρ ἅμμα
ἓν πλέον ἢ δύʼ ἐμοῦ σῴζειν. Ὕλλος Ψαύω μὲν ἔγωγε,
λαθίπονον δʼ ὀδυνᾶν οὔτʼ ἔνδοθεν οὔτε θύραθεν
ἔστι μοι ἐξανύσαι· βιότου τοιαῦτα νέμει Ζεύς.
Ἡρακλῆς Ἒ ἔ,
Ὦ παῖ, ποῦ ποτʼ εἶ; Τᾷδέ με, τᾷδέ με
πρόσλαβε κουφίσας. Ἒ ἔ, ἰὼ δαῖμον.
Θρῴσκει δʼ αὖ, θρῴσκει δειλαία
διολοῦσʼ ἡμᾶς
ἀποτίβατος ἀγρία νόσος.
Ὦ Παλλὰς Παλλάς, τόδε μʼ αὖ λωβᾶται. Ἰὼ παῖ,
τὸν φύτορʼ οἰκτίρας ἀνεπίφθονον εἴρυσον ἔγχος,
παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος ᾧ μʼ ἐχόλωσεν
σὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαν
αὕτως, ὧδʼ αὕτως, ὥς μʼ ὤλεσεν. Ἒ ἔ,
Ὦ Διὸς αὐθαίμων, ὦ γλυκὺς Ἀΐδας,
εὔνασον, εὔνασόν μʼ
ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.
Χορός Κλύουσʼ ἔφριξα τάσδε συμφοράς, φίλαι,
ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.
Ἡρακλῆς Ὦ πολλὰ δὴ καὶ θερμὰ καὶ λόγῳ κακὰ
καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·
κοὔπω τοιοῦτον οὔτʼ ἄκοιτις ἡ Διὸς
προὔθηκεν οὔθʼ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοὶ
οἷον τόδʼ ἡ δολῶπις Οἰνέως κόρη
καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων
ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.
Πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας
βέβρωκε σάρκας, πλεύμονός τʼ ἀρτηρίας
ῥοφεῖ ξυνοικοῦν· ἐκ δὲ χλωρὸν αἷμά μου
πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας
τὸ πᾶν ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.
Κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴς
στρατὸς Γιγάντων, οὔτε θήρειος βία,
οὔθʼ Ἑλλάς, οὔτʼ ἄγλωσσος, οὔθʼ ὅσην ἐγὼ
γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·
γυνὴ δέ, θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν,
μόνη με δὴ καθεῖλε φασγάνου δίχα.
Ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,
καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.
Δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν
ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα
εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης, ὁρῶν
λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.
Ἴθʼ, ὦ τέκνον, τόλμησον, οἴκτιρόν τέ με
πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος
βέβρυχα κλαίων· καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτε
τόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα,
ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς·
νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.
Καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,
σκέψαι δʼ ὁποίας ταῦτα συμφορᾶς ὕπο
πέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων·
ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,
ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.
Αἰαῖ, ὦ τάλας, αἰαῖ,
ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ,
διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν
ἔοικεν ἡ τάλαινα διάβορος νόσος.
Ὦναξ Ἀΐδη, δέξαι μʼ,
ὦ Διὸς ἀκτίς, παῖσον·
ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,
πάτερ, κεραυνοῦ. Δαίνυται γὰρ αὖ πάλιν,
ἤνθηκεν, ἐξώρμηκεν. Ὦ χέρες, χέρες,
ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες,
ὑμεῖς ἐκεῖνοι δὴ καθέσταθʼ οἵ ποτε
Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα,
λέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον,
βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν,
διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸν
θηρῶν, ὑβριστήν, ἄνομον, ὑπέροχον βίαν,
Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸς
Ἅιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας,
δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων
δράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις·
ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,
κοὐδεὶς τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν.
Νῦν δʼ ὧδʼ ἄναρθρος καὶ κατερρακωμένος
τυφλῆς ὑπʼ ἄτης ἐκπεπόρθημαι τάλας,
ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,
ὁ τοῦ κατʼ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.
Ἀλλʼ εὖ γέ τοι τόδʼ ἴστε, κἂν τὸ μηδὲν ὦ
κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε
χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,
ἵνʼ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι
καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτεισάμην.
Χορός Ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ
ἕξουσαν, ἀνδρὸς τοῦδέ γʼ εἰ σφαλήσεται.
Ὕλλος Ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,
σιγὴν παρασχών, κλῦθί μου νοσῶν ὅμως·
αἰτήσομαι γάρ σʼ ὧν δίκαια τυγχάνειν.
Δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνῃ
θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς
χαίρειν προθυμῇ κἀν ὅτοις ἀλγεῖς μάτην.
Ἡρακλῆς Εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν
οὐδὲν ξυνίημʼ ὧν σὺ ποικίλλεις πάλαι.
Ὕλλος Τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς
νῦν ἐστιν οἷς θʼ ἥμαρτεν οὐχ ἑκουσία.
Ἡρακλῆς Ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ
τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;
Ὕλλος Ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.
Ἡρακλῆς Οὐ δῆτα, τοῖς γε πρόσθεν ἡμαρτημένοις.
Ὕλλος Ἀλλʼ οὐδὲ μὲν δὴ τοῖς γʼ ἐφʼ ἡμέραν ἐρεῖς.
Ἡρακλῆς Λέγʼ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.
Ὕλλος Λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.
Ἡρακλῆς Πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.
Ὕλλος Αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.
Ἡρακλῆς Οἴμοι· πρὶν ὡς χρῆν σφʼ ἐξ ἐμῆς θανεῖν χερός;
Ὕλλος Κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.
Ἡρακλῆς Δεινοῦ λόγου κατῆρξας· εἰπὲ δʼ ᾗ νοεῖς.
Ὕλλος Ἅπαν τὸ χρῆμʼ, ἥμαρτε χρηστὰ μωμένη.
Ἡρακλῆς Χρήστʼ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;
Ὕλλος Στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν
ἀπήμπλαχʼ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.
Ἡρακλῆς Καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;
Ὕλλος Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν
τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.
Ἡρακλῆς Ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·
ὄλωλʼ ὄλωλα, φέγγος οὐκέτʼ ἔστι μοι.
Οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵνʼ ἕσταμεν.
Ἴθʼ, ὦ τέκνον· πατὴρ γὰρ οὐκέτʼ ἔστι σοι·
κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,
κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς
μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ
φήμην πύθησθε θεσφάτων ὅσʼ οἶδʼ ἐγώ.
Ὕλλος Ἀλλʼ οὔτε μήτηρ ἐνθάδʼ, ἀλλʼ ἐπακτίᾳ
Τίρυνθι συμβέβηκεν ὥστʼ ἔχειν ἕδραν,
παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσʼ αὐτὴ τρέφει
τοὺς δʼ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·
ἡμεῖς δʼ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,
πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.
Ἡρακλῆς Σὺ δʼ οὖν ἄκουε τοὔργον· ἐξήκεις δʼ ἵνα
φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλῇ.
Ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι
πρὸς τῶν πνεόντων μηδενὸς θανεῖν ὕπο,
ἀλλʼ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.
Ὅδʼ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν
πρόφαντον, οὕτω ζῶντά μʼ ἔκτεινεν θανών.
Φανῶ δʼ ἐγὼ τούτοισι συμβαίνοντʼ ἴσα
μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,
ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ
Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην
πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,
ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν
ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ
λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς·
τὸ δʼ ἦν ἄρʼ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ·
τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.
Ταῦτʼ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,
δεῖ σʼ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον,
καὶ μὴ ʼπιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,
ἀλλʼ αὐτὸν εἰκάθοντα συμπράσσειν, νόμον
κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.
Ὕλλος Ἀλλʼ, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν
τοιάνδʼ ἐπελθών, πείσομαι δʼ ἅ σοι δοκεῖ.
Ἡρακλῆς Ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι.
Ὕλλος Ὡς πρὸς τί πίστιν τήνδʼ ἄγαν ἐπιστρέφεις;
Ἡρακλῆς Οὐ θᾶσσον οἴσεις μηδʼ ἀπιστήσεις ἐμοί;
Ὕλλος Ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.
Ἡρακλῆς Ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα—
Ὕλλος Ἦ μὴν τί δράσειν; Καὶ τόδʼ ἐξειρήσεται;
Ἡρακλῆς Ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.
Ὕλλος Ὄμνυμʼ ἔγωγε, Ζῆνʼ ἔχων ἐπώμοτον.
Ἡρακλῆς Εἰ δʼ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.
Ὕλλος Οὐ μὴ λάβω, δράσω γάρ· εὔχομαι δʼ ὅμως.
Ἡρακλῆς Οἶσθʼ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;
Ὕλλος Οἶδʼ, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.
Ἡρακλῆς Ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε
σῶμʼ αὐτόχειρα, καὶ ξὺν οἷς χρῄζεις φίλων,
πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς
κείραντα, πολλὸν δʼ ἄρσενʼ ἐκτεμόνθʼ ὁμοῦ
ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,
καὶ πευκίνης λαβόντα λαμπάδος σέλας
πρῆσαι. Γόου δὲ μηδὲν εἰσίτω δάκρυ,
ἀλλʼ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ
τοῦδʼ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σʼ ἐγὼ
καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.
Ὕλλος Οἴμοι, πάτερ, τί εἶπας; Οἷά μʼ εἴργασαι.
Ἡρακλῆς Ὁποῖα δραστέʼ ἐστίν· εἰ δὲ μή, πατρὸς
ἄλλου γενοῦ του μηδʼ ἐμὸς κληθῇς ἔτι.
Ὕλλος Οἴμοι μάλʼ αὖθις, οἷά μʼ ἐκκαλῇ, πάτερ,
φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.
Ἡρακλῆς Οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ὧν ἔχω παιώνιον
καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.
Ὕλλος Καὶ πῶς ὑπαίθων σῶμʼ ἂν ἰῴμην τὸ σόν;
Ἡρακλῆς Ἀλλʼ εἰ φοβῇ πρὸς τοῦτο, τἄλλα γʼ ἔργασαι.
Ὕλλος Φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.
Ἡρακλῆς Ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;
Ὕλλος Ὅσον γʼ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·
τὰ δʼ ἄλλα πράξω κοὐ καμῇ τοὐμὸν μέρος.
Ἡρακλῆς Ἀλλʼ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι
χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.
Ὕλλος Εἰ καὶ μακρὰ κάρτʼ ἐστίν, ἐργασθήσεται.
Ἡρακλῆς Τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;
Ὕλλος Ἰόλην ἔλεξας, ὥς γʼ ἐπεικάζειν ἐμέ.
Ἡρακλῆς Ἔγνως. Τοσοῦτον δή σʼ ἐπισκήπτω, τέκνον·
ταύτην, ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν
βούλει, πατρῴων ὁρκίων μεμνημένος,
προσθοῦ δάμαρτα, μηδʼ ἀπιστήσῃς πατρί·
μηδʼ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ
κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβοι ποτέ,
ἀλλʼ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.
Πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντʼ ἐμοὶ
σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.
Ὕλλος Οἴμοι. Τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,
τὸ δʼ ὧδʼ ὁρᾶν φρονοῦντα τίς ποτʼ ἂν φέροι;
Ἡρακλῆς Ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.
Ὕλλος Τίς γάρ ποθʼ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη
μεταίτιος σοί τʼ αὖθις ὡς ἔχεις ἔχειν,
τίς ταῦτʼ ἄν, ὅστις μὴ ʼξ ἀλαστόρων νοσοῖ,
ἕλοιτο; κρεῖσσον κἀμέ γʼ, ὦ πάτερ, θανεῖν
ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.
Ἡρακλῆς Ἁνὴρ ὅδʼ ὡς ἔοικεν οὐ νεμεῖν ἐμοὶ
φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ
μενεῖ σʼ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.
Ὕλλος Οἴμοι, τάχʼ, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.
Ἡρακλῆς Σὺ γάρ μʼ ἀπʼ εὐνασθέντος ἐκκινεῖς κακοῦ.
Ὕλλος Δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.
Ἡρακλῆς Οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.
Ὕλλος Ἀλλʼ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;
Ἡρακλῆς Οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.
Ὕλλος Πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;
Ἡρακλῆς Ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.
Ὕλλος Τοιγὰρ ποήσω, κοὐκ ἀπώσομαι, τὸ σὸν
θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε
κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.
Ἡρακλῆς Καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν
ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν
σπαραγμὸν ἤ τινʼ οἶστρον, ἐς πυράν με θῇς.
Ἄγʼ ἐγκονεῖτʼ, αἴρεσθε· παῦλά τοι κακῶν
αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.
Ὕλλος Ἀλλʼ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,
ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.
Ἡρακλῆς Ἄγε νυν, πρὶν τήνδʼ ἀνακινῆσαι
νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος
λιθοκόλλητον στόμιον παρέχουσʼ,
ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον
τελέουσʼ ἀεκούσιον ἔργον.
Ὕλλος Αἴρετʼ, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ
τούτων θέμενοι συγγνωμοσύνην,
μεγάλην δὲ θεῶν ἀγνωμοσύνην
εἰδότες ἔργων τῶν πρασσομένων,
οἳ φύσαντες καὶ κλῃζόμενοι
πατέρες τοιαῦτʼ ἐφορῶσι πάθη.
Τὰ μὲν οὖν μέλλοντʼ οὐδεὶς ἐφορᾷ,
τὰ δὲ νῦν ἑστῶτʼ οἰκτρὰ μὲν ἡμῖν,
αἰσχρὰ δʼ ἐκείνοις,
χαλεπώτατα δʼ οὖν ἀνδρῶν πάντων
τῷ τήνδʼ ἄτην ὑπέχοντι.
Χορός Λείπου μηδὲ σύ, παρθένʼ, ἀπʼ οἴκων,
μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,
πολλὰ δὲ πήματα καὶ καινοπαθῆ·
κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.