eul_wid: ppu-agc
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Pindar (Selections/Glosses): Nemean Odes by Pindar Commentary

Single-word glosses run through all eleven Nemean odes, ode by ode, with an occasional longer note: on the fourth, that the Iolaia were held at Amphitryon's tomb; on the sixth, the difference between the great periodic games and local festivals such as the Heraia at Argos, the Iolaia at Thebes and the Basileia in Euboea. The tenth ode's Argos and Hera Teleia are explained with a quotation from Aristophanes's Women at the Thesmophoria.

Part of Scholia on Pindar (Selections/Glosses)

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Αʹ.

Ὕμνος ὁρμᾶται Τὸ προοίμιον. —Θέμεν Λαμβάνει.

Δαιμονίαις Θείαις.

Ἵππαιχμον Ἱππόμαχον, πολεμικόν.

Κεκόσμηται Ἡτοίμασται.

Τρόπῳ Φύσει.

Χρήσιες Ἐνέργειαι.

Εὖ τε παθεῖν Ἀπολαβεῖν.

Ἐξαρκέων Μεταδιδούς.

Ὠκείας Λάβρας.

Ἀμφελίξασθαι Περιβαλεῖν.

Πειρᾶτο Ἐγεύετο, ἥπτετο.

Ἀρήγοισαι Ὑπηρετοῦσαι. —Λέχει

Ταχὺ Ταχέως. —Καδμείων Τῶν Θηβαίων. — Ἀγοὶ Ἡγεμόνες.

Ἀθρόοι Ἅμα πάντες.

Κολεοῦ Τῆς θήκης.

Ὀξείαις Σφοδραῖς. —Τυπεὶς Πληγείς.

Κᾶδος Πῆμα, κακόν.

Λῆμα Τρόπον.

Ῥῆσιν Λόγον.

Σὺν πλαγίῳ Ἤγουν μετὰ ἀδικίας.

Κόρῳ στείχοντα Ὕβρει προσέχοντα καὶ ἀδικίᾳ. — Ἐχθρότατον Ἤγουν ὑβριστὴν καὶ ἄδικον.

Μάχαν Κατὰ τὴν μάχην.

Ἀντιάζωσιν Ἐναντίοι ἔλθωσιν. —Ὑπὸ ῥιπαῖσι Ἡ ὑπὸ ἀντὶ τῆς μετά.

Πεφύρσεσθαι Κονιοῦσθαι.

Λαχόντʼ Λαβόντα.

Δαίσαντα Ἑστιάσαντα.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Βʹ.

Νεῖσθαι Πορεύεσθαι.

Ἀέξει Ὑψοῖ, δοξάζει.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Γʹ.Πότνια Ἐντιμοτάτη.

Ἐμίανε ᾜσχυνε.

Καματωδέων Ἐπιπόνων.

Βαθυπεδίῳ Μεγάλῃ.

Μοῖσαν Τὸ ποίημα.

Εἷλεν Ἐπόρθησεν.

Ἔπρασσεν Κατειργάζετο.

Ἔναιρεν Ἐφόνευε.

Ἀσθμαίνοντα Πνευστιῶντα.

Ἑρκέων Βρόχων.

Πεμφθεὶς Σταλείς, πλεύσας.

Τάνδε νᾶσον εὐκλεεῖ προσέθηκε λόγῳ Ἡ φράσις ὡς τὸ ἐν ὈλυμπίοιςΚράτει δὲ προσέμιξε δεσπόταν ἀντὶ τοῦ νίκην τῷ δεσπότῃ προὐξένησεν· οὕτω κἀνταῦθα ἀντὶ τοῦ λόγον καὶ ἔπαινον εὐκλεᾶ τῇ νήσῳ προσέθηκε.

Πνοαῖσιν Φθόγγοις.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Δʹ.

Ἐξέλοι Ἐξείποι.

Ἀλεξάνδρου Φορτίου.

Οὕνεκʼ Ἀμφιτρύωνος Παρὰ τῷ τοῦ Ἀμφιτρύωνος τάφῳ ἐτελεῖτο τὰ Ἰολάεια, ὡς καὶ Πίνδαρος αὐτός φησιν ἐν Πυθιονίκαις, Εἴδει ΘʹἜγνων ποτὲ καὶ Ἰόλαον Οὐκ ἀτιμάσαντά νιν ἑ-πτάπυλοι Θῆβαι. Τόν, Εὐρυσθῆοςἐπὶ κεφαλὰν Ἔπραθεν ἐν φασγάνου ἀκμᾷ, Κρύψαν ἔνερθʼ ὑπὸ γᾶν Διφρηλάτα Ἀμφιτρύωνος Σάματι ............. Οὐκ ἔστιν οὖν τὸ Ἀμφιτρύωνος ἀντὶ τοῦ Ἀμφιτρυωνίδου, ὥς τινές φασιν, ἀλλʼ ἐκ τοῦ εἰπεῖν: παρὰ τύμβον Ἀμφιτρύωνος ἐδήλωσε τὰ Ἰολάεια, ὡς ἡ ἄνω ῥῆσις τοῦ ποιητοῦ μαρτυρεῖ. Ταῦτα δὲ καὶ Ἡράκλεια λέγεται.

Λόγον Ὃ λέγω.

Χρόνος ἕρπων Ἤγουν προϊών.

Ἰόνιον πόρον Κόλπον καὶ πέλαγος.

Πὰρ ποδὶ Καὶ τοῖς τέρμασι.

Προστραπὼν Ἤγουν πορθήσας.

Τᾷ Δαιδάλου δὲ μαχαίρᾳ Ὁ Πηλεὺς Φῶκον τὸν ἀδελφὸν κατὰ πατρίδα σὺν Τελαμῶνι δολοφονήσας φεύγει εἰς Φθίαν πρὸς Εὔρυτον τὸν Ἄκτορος, ὑφʼ οὗ καὶ καθαίρεται. Ἐκεῖθεν δὲ ἐπὶ τὴν θήραν τοῦ Καλυδωνίου κάπρου ἐλθών, Εὐρύτῳ ἐντυγχάνει καὶ κτείνει τοῦτον ἄκων. Πάλιν οὖν ὁ Πηλεὺς ἐκ Φθίας φυγών, εἰς Ἰωλκὸν πρὸς Ἄκαστον ἀφικνεῖται καὶ καθαίρεται ὑπʼ αὐτοῦ. Ἀστυδάμεια δὲ ἡ Ἀκάστου γυνή, ἣν ὁ Πίνδαρος Ἱππολύτην καλεῖ, ἐρασθεῖσα Πηλέως καὶ μὴ δυνηθεῖσα πεῖσαι αὐτόν, διὰ τὴν ἄγαν σωφροσύνην τοῦ ἀνδρός, συνελθεῖν αὑτῇ, καταψεύδεται αὐτοῦ πρὸς Ἄκαστον ὡς ἀποπειραθέντος αὑτῆς καὶ βίαν ἐπαγαγεῖν ἐπιχειρήσαντος. Ὁ δὲ Ἄκαστος κτεῖναι μέν, ὃν καθῇρεν, οὐκ ἠβουλήθη, ἄγει δὲ αὐτὸν προφάσει θήρας εἰς τὴν κατὰ τὸ Πήλιον ἐρημίαν. Ἀποκοιμηθέντα δὲ αὐτὸν Ἄκαστος καταλιπὼν καὶ τὴν μάχαιραν ὑπὸ τὴν κόπρον τῶν βοῶν κρύψας, ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν, εἰπών, εἰ δίκαιος εἶ, σωθήσῃ. Ὁ δὲ ἐξαναστὰς καὶ μὴ εὑρὼν τὴν μάχαιραν, ἔμελλεν ἀπόλλυσθαι καταληφθεὶς ὑπὸ τῶν Κενταύρων· σώζεται δὲ ὑπὸ Χείρωνος, ὃς καὶ τὴν μάχαιραν ἐκζητήσας δίδωσιν αὐτῷ. Ἕτεροι δέ φασιν ὡς μέλλοντι αὐτῷ ὑπὸ Θηρίων διαφθείρεσθαι οἱ θεοὶ μάχαιραν ἡφαιστότευκτον ἐχαρίσαντο διʼ Ἑρμοῦ καὶ οὕτως ἔφυγε τὸν κίνδυνον.

Φύτευεν Ἤρτυεν.

Γαδείρων τὸ πρὸς Ζόφον οὐ περατὸν Ἤγουν ἀπέρατον καὶ ἀδιόδευτον. Τὰ Γάδειρα γάρ ἐστι τόπος περὶ τὰ ἑσπέρια μέρη, ἀποτελεύτησιν ἔχων τῆς πλεομένης θαλάσσης, ὧν τὸ ἐπέκεινα ἄπλωτον ὡς βραχῶδες καὶ σκοτεινὸν καὶ θηρότροφον. Παρήχθη τοίνυν ἐκεῖθεν ἡ παροιμία καὶ λέγεται, ὅταν τις ἐκεῖνο φθάσῃ τὸ μέτρον, οὗπερ τὸ πλέον οὐ χωρεῖ, ὥς φασιν, πρὸς ὃ οὐ δύναταί τις ὑπεραρθῆναι. —Τὸ πρὸς ζόφον Τὴν δύσιν.

Κάρυξ Ὑμνητής.

Ὕμνος δὲ τῶν ἀγαθῶν ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει Ἤγουν ἡ εὐφημία τῶν λαμπρῶν κατορθωμάτων ἴσον βασιλεῦσι τὸν ἄνδρα ποιεῖ.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Εʹ.

Διαγγέλοισʼ Διαιωνίζουσα, διαβιῶσα.

Θέσσαντο Ηὔξαντο.

Πατέρος Ἑλλανίου Διὸς Ἑλληνίου.

Κεκινδυνευμένον Ἤγουν τετολμημένον καὶ πεπραγμένον.

Ἀποινώσας

Οὔτοι ἅπασα κερδίων φαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκὴς Γνωμικόν.

Ξεινίου πατρὸς Τοῦ Διός.

Εὐφράσθη

Πράξειν Παρασχεῖν.

Ποιάεντα Φαιδρά.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ ϛʹ.

Στάθμαν Γραμμήν, τέρμονα.

Ἀμειβόμεναι Ἤγουν ἐκ διαλειμμάτων.

Ἐναγώνιος Ἤγουν ἀγῶνος πειραθεὶς καὶ γευσάμενος.

Μεθέπων Κληρωθεὶς καὶ μετερχόμενος. —Διόθεν Ἐκ θεῶν.

Ἔρεψʼ Ἔστεψε.

Πέταται Διϊκνεῖται.

Ἐπᾶλτο Διέπτη.

Ἑλισσόμενον Κυλινδούμενον.

Μεθέπων Βαστάζων.

Ἐνέποισιν ἱεροὺς Ἱεροὶ ἀγῶνες οἱ ἐπίσημοι καὶ ἐκτροπὰς ἔχοντες· περιχώριοι δὲ οἱ μὴ τοιοῦτοι, οἷα τὰ ἐν Ἄργει Ἥραια, τὰ ἐν Θήβαις Ἰόλαια, τὰ ἐν Εὐβοίᾳ Βασίλεια, καὶ ἕτεροι ἀγῶνες τοιοῦτοι. —Ἱεροὺς Ἤγουν τοὺς περιοδικούς.

Ἐπάρκεσε Προσέθηκε, παρέσχεν.

Ἄνθεʼ Ἤγουν στεφάνους.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Ζʹ.

Εἰ δὲ τύχῃ τις ἕρδων

Δεόμεναι Ὑστερούμεναι.

Ἄποινα Ἀμοιβή.

Βάλον Ἑαυτοὺς δηλονότι.

Ἔλπομαι Ὑπολαμβάνω.

Σοφία Ἡ ποίησις.

Κομίσαι Ἀνακομίσαι καὶ ἀνακτήσασθαι.

Ἁβρὸν Ἀνθηρόν.

Εὐρυκόλπου Εὐρυχώρου.

Ἀποπλέων Ἀπονοστῶν, ἀπαίρων.

Βάρυνθεν Ἐβαρύνθησαν.

Ἄλσει Ναῷ.

Θρασὺ Τολμηρόν.

Ἀπέχων Ἄπωθεν ἔχων.

Ὧτε Ὥσπερ.

Ἀγαθοῖσι Ἀνδρείοις.

Ἔν τε δαμόταις Καὶ ἐν τοῖς ἰδίοις δημόταις καταφανής εἰμι, ὡς ἂν οὐδενὶ ἐνεχόμενος ἀτόπῳ πράγματι.

Προβὰς Ὑπερβάς.

Ἀδίαντον Ἄβρεκτον.

Λύριον

Γεύεται

Δυσβάτων Δυσκόλων.

Ἀμπολεῖν Ἀναδιηγεῖσθαι.

Μαψυλάκας Ἐπὶ ματαίῳ ὑλακτῶν καὶ φλυαρῶν. Ἀπὸ τῶν κυνῶν εἴληπται τοῦτο τῶν οὕτως ὑλακτούντων καὶ ἐπʼ οὐδεμιᾷ προφάσει.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Ηʹ.

Ἀντέταται Ἀνάκειται.

Ἀντείνει Ὑψοῦται.

Ἐφαπτοίμαν Ἐχοίμην.

Χρυσὸν εὔχονται Προσευχόμενοι αἰτοῦσι.

Ἐπισπείρων Προστρίβων.

Κομίξαι Ἤγουν ἀναστῆσαι.

Ὑπερεῖσαι Ὑποβαλεῖν.

Δὶς δὴ δυοῖν Τοῦτό φησιν, ὅτι διαυλοδρόμος ὁ νικηφόρος, καθὰ καὶ προεῖπε...... Δείνιδος δισσῶν σταδίων Χαίρω δὲ ἐνιεὶς καὶ ἐμβάλλων κόμπον, ἤγουν τὸ ἀξίωμα τὸ διὰ τῶν ὕμνων, πρόσφορον καὶ ἁρμόδιον τῷ ἔργῳ καὶ τῇ νίκῃ, τουτέστι χαίρω ἄξια τῆς ὑποθέσεως λέγων.

Κάματον Κακοπάθειαν.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Θʹ.

Δίκαν Τὴν ἔριν καὶ μάχην.

Ἀνδρομέδαν

Ἔντεσιν Ἤγουν ἅρμασιν.

Σχίσεν Διέστησεν, ἠνέῳξεν.

Κτεάνων Ἤγουν τοῦ πλούτου.

Ψυχὰς Γνώμας.

Ἔκρινας Ἔγνως.

Παρποδίου Ἐπικειμένου.

Ποδὶ

Ψυχᾷ Βουλῇ.

Ἐὼν

Οὐκ ἔτʼ ἐστὶ πόρσω Ἤγουν ἔξεστιν, ἢ οὐ δυνατόν ἐστιν· ἀθάνατος γὰρ γενέσθαι οὐ δύναται. Τοῦτο γὰρ ἐννοεῖν δίδωσιν, ὡς καὶ ἐν ἄλλοις διαῤῥήδην φησί.

Θνατὸν Ὄντα αὐτόν. —Σκοπιᾶς Ἀκρότητος.

Ἐφάψασθαι Ἐφικνεῖσθαι.

Αὔξεται Ἀντὶ τοῦ χαίρει.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ Ιʹ.

Ἀριστεύει Τουτέστιν ὑπερτερεῖ καὶ προέχει τῶν ἄλλων πόλεων, τὸ Ἄργος δηλονότι. Καλλικόμοισι δὲ ἀπὸ μέρους, καλαῖς καὶ εὐμόρφοις γυναιξὶ πρωτεύει τὸ Ἄργος.

Τελείᾳ παρὰ ματέρι Ἤγουν τῇ Ἥρᾳ. Ἀριστοφάνης ἐν ΘεσμοφοριαζούσαιςἭραν τε τὴν Τελείαν Μέλψωμεν, ὥσπερ εἰκός· Ἣ πᾶσι τοῖς χοροῖσιν ἐμ-παίζει τε καὶ κλῇδας γάμου φυλάττει. ἤγουν ἡ Γαμηλία.

Ἀργεῖον τέμενος Ἡ πόλις τὸ Ἄργος.

Ἀμφὶ βουσὶν Ἕνεκα τῶν βοῶν.

Ταϋγέτου πόδʼ Σκοπῶν.

Ἔμβαλον Προσέῤῥηξαν.

Ὄρθιον Ἐξάκουστον.

Μεταλαμβάνειν Κοινωνεῖν.

ΝΕΜΕΩΝ ΕΙΔΟΣ ΙΑʹ.

Περιστέλλων Περιβεβλημένος καὶ φορῶν.

Μελιγδούποισι Ἡδυτάτοις. —Δαιδαλθέντα Κοσμηθέντα.

Ὄχθῳ Ὄρει καὶ λόφῳ.

Ἑορτὰν Πανήγυριν.

Τέθμιον Διάταξιν καὶ νόμον οὖσαν.

Προμαθείας Προγνώσεως.