Scholia-PindarΣχόλια εἰς Πίνδαρον Ἰσθμιακά
Pindar Commentary Scholia Pindar PDF
The Scholia to Pindar is an extensive collection of ancient and medieval explanatory notes on the victory odes of the Greek lyric poet Pindar. This compilation is not a unified work but an aggregation of thousands of individual comments, known as scholia, which were written in the margins of Pindar's manuscripts over many centuries, from the Hellenistic period to the Byzantine era. Composed primarily in Koine Greek, these marginal notes function as a detailed scholarly commentary. They elucidate Pindar's complex Doric dialect, identify historical figures and geographical references, summarize mythological narratives, and analyze aspects of poetic style and meter.
The tradition originated with the philological work of Hellenistic scholars, particularly those associated with institutions like the Library of Alexandria, who produced comprehensive commentaries to facilitate the study of classical poetry. These original, often voluminous, studies were subsequently condensed, interwoven with notes from other grammarians and critics, and transmitted into the manuscript tradition of the medieval period. The scholia survive in their complete form as marginal annotations within these later codices, though they represent only a selective preservation of a far more extensive body of ancient scholarship that is now lost. Modern scholarship regards the collection as an indispensable resource, essential not only for interpreting Pindar's dense and allusive poetry but also for recovering fragments of lost historical and literary works. The scholia thus constitute a vital conduit for the transmission of ancient literary criticism and exegetical practice.
| O 1 metr (t) [45] | Scholia in Olympionicarum carmen I Πινδάρου ἐπίνικοι Ὀλυμπιονίκαις. Ἱέρωνι Συρακουσίῳ κέλητι. Τῶν ἐν τοῖς ἐπινίκοις τοῖς ὑπὸ Πινδάρου γεγραμμένοις εἰς τοὺς Ὀλυμπιονίκας πρώτη ᾠδὴ ἐπῳδική ἐστι τριαδικὴ περικοπῶν δʹ. καὶ ἔστιν ἡ πρώτη στροφὴ καὶ ἀντίστροφος κώλων ιζʹ, ἡ δὲ ἐπῳδὸς κώλων ιγʹ. τῆς στροφῆς καὶ ἀντιστρόφου τὸ αʹ Γλυκώνειον. τὸ Γλυκώνειον μέτρον, τὸ καὶ ἀντισπαστικὸν, ἐστὶ τετρασύλλαβον, συγκείμενον ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας, οἷον Ἀρίσταρχος· ὠνόμασται δὲ διὰ τὸ οἷον ἀντεσπασμένον καὶ οἱονεὶ ἐναντίος διίαμβος εἶναι. τὸ βʹ Φερεκράτειον. τὸ γʹ ἰθυφαλλικὸν λελυμένου τοῦ αʹ τροχαίου. τὸ δʹ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν εἰς συλλαβήν. τὸ εʹ Εὐριπίδειον, τροχαικὸν δίμετρον καταληκτικὸν, ὅμοιον τῷ (Phoen. 239)· νῦν δέ μοι πρὸ τειχέων. τὸ ϛʹ Φερεκράτειον ὅμοιον τῷ βʹ. τὸ ζʹ τροχαικὸν δίμετρον ὅμοιον τῷ εʹ. τὸ ηʹ Φερεκράτειον λεῖπον μιᾷ συλλαβῇ. τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον, ὅ ἐστιν Ἀλκμανικόν. τὸ ιʹ τροχαικὴ περίοδος ἀπὸ ἰάμβου. τὸ ιαʹ τροχαικὸν δίμετρον ἀκατάληκτον πλεονάζον τοῦ Εὐριπιδείου συλλαβῇ. τὸ ιβʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιγʹ πενθημιμερὲς κοινὴν λύσιν ἔχον ἰαμβικοῦ καὶ τροχαικοῦ. τὸ ιδʹ τροχαικὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον ἑφθημιμερές. τὸ ιεʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἀπὸ δακτύλου τῆς ἰαμβικῆς ἀρξαμένης ἑπτασήμου. τὸ ιϛʹ περίοδος ἀπὸ ἰάμβου· καὶ καλεῖται βακχεῖος ἀπὸ τροχαίου. τὸ ιζʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τῆς δὲ ἐπῳδοῦ κώλων ιγʹ τὸ αʹ τροχαϊκὸν δίμετρον 〈ἀπὸ〉 ἰάμβου ὁμοίως τῷ ιʹ τῆς στροφῆς. τὸ βʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ γʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον τροχαικὸν πενθημιμερές. τὸ δʹ ἐκ διμέτρου βραχυκαταλήκτου. τὸ εʹ ἐπιωνικὸν τρίμετρον καταληκτικὸν, 〈ὃ〉 καὶ Φαλαίκειον. τὸ ϛʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ ζʹ ὅμοιον τῷ ἕκτῳ. τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θʹ Ἱππωνάκτειον, ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιʹ ὅμοιον τῷ (Archil. fr. 94, 2), τίς σὰς παρήειρε φρένας; τὸ ιαʹ ἰωνικὸν παροξύτονον ἀκατάληκτον. τὸ ιβʹ προσοδιακὸν ἐξ ἀντισπάστου καὶ ἰωνικοῦ ... τὸ ιγʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ αʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον Γλυκώνειον. τὸ βʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον ἰθυφαλλικόν. τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν περαιούμενον εἰς ἰαμβικὴν ἢ βακχείαν κατακλεῖδα κατὰ τὴν παράδοσιν. τὸ δʹ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν, τὸ λεγόμενον παροιμιακόν. τὸ εʹ ὅμοιον τῷ δευτέρῳ. τὸ ϛʹ ὅμοιον τῷ αὐτῷ. τὸ ζʹ τροχαικὸν δίμετρον καταληκτικὸν, Εὐριπίδειον ἢ ληκύθιον. τὸ ηʹ τροχαικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιʹ ἐπιωνικὸν ἀντισπαστικὸν δίμετρον καταληκτικὸν τοῦ ἰωνικοῦ ἀπὸ τροχαίου ἀρχομένου. τὸ ιαʹ τροχαικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ὅμοιον τῷ τρίτῳ. |
| O 1 metr (50) [85] | τὸ ιγʹ προκελευσματικὸν δίμετρον καταληκτικόν· ἐν οἷς ὅρα καὶ τὸ θαυμάσιον. ὁ τοιόσδε ῥυθμὸς ταχυτῆτι ἁρμόττει· ὅθεν καὶ προκελευσματικός. βλέπε τοίνυν τὸν σοφώτατον Πίνδαρον πῶς ἥλω ἐν οἷς τὸν τοιοῦτον ῥυθμὸν εὔσημον διὰ τοῦ λόγου ἀποκαθίστησιν, ἐν τῇ ἐννοίᾳ ταχυτῆτα κατωρθωκὼς ἐν οἷς λέγει· ὅθεν ὁ πολύφατος, διὰ τὸ τῆς φήμης ταχύ· καὶ, νόον ὑπὸ γλυκυτάταις, διὰ τὸ τοῦ νοὸς ὀξυκίνητον· καὶ, ὁπότ’ ἐκάλεσε πατὴρ, διὰ τὸ τῆς κλήσεως ταχύ· καὶ, ὕδατος ὅτι τε πυρὶ, διὰ τὸ τῶν στοιχείων εὐκίνητον, τοῦ μὲν ἀνωφεροῦς ὄντος, τοῦ δὲ κατωφεροῦς· καὶ πάλιν, μετὰ τὸ ταχύποτμον· καὶ, ἐμὲ δ’ ἐπὶ ταχυτάτων· καὶ, Πέλοπος ἵνα ταχυτής· καὶ ἐπὶ τούτοις τὸ, θεὸς ἐπίτροπος ἐὼν, διὰ τὴν καὶ ὑπὲρ ῥιπὴν ὀφθαλμοῦ ὀξυκινησίαν τοῦ θείου. τὸ ιδʹ ὅμοιον τῷ ζʹ. τὸ ιεʹ ἔκ τε ἀντισπάστου καὶ αʹ παίωνος κατ’ ἀντιπάθειαν καὶ συλλαβῆς. τὸ ιϛʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν κατ’ ἀντιπάθειαν. τὸ ιζʹ ἀντισπαστικὸν, Φαλαίκειον συλλαβῆς δεούσης. ἡ δὲ ἐπῳδὸς κώλων ιγʹ. τὸ αʹ παίων δεύτερος καὶ ἰαμβικὸν πενθημιμερές. τὸ βʹ ἰαμβικὸν πενθημιμερές. τὸ γʹ ἀντισπαστικὸν ἑκατέρωθεν ἔχον τὰς ἰαμβικάς. ἐν δὲ τῷ εὐάνορος ἐκτείνει τὸ ρ . τὸ δέ γε κλέος, κοινὴ συλλαβή. τὸ δʹ ἰαμβικὸν πενθημιμερὲς καὶ ἐφεξῆς τρεῖς ἴαμβοι· ὡς εἶναι τρίμετρον μιᾶς δεούσης μέσον συλλαβῆς. τὸ εʹ παιωνικὸν τρίμετρον τοῦ μέσου ὄντος ἐπιτρίτου τρίτου, τοῦ δὲ τελευταίου βακχείου, ὃς εἶδός ἐστι τοῦ παιωνικοῦ. τὸ ϛʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ταῖς ἰαμβικαῖς ἀναμεμιγμένον. τὸ ζʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐπίμικτον πρὸς τὰς τροχαικάς. τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον βραχυκατάληκτον. τὸ ιʹ ἰαμβικὸν δίμετρον Ἀνακρεόντειον. τὸ ιαʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον παρατετηρημένον· τὴν γὰρ πρώτην συζυγίαν ἀπὸ βραχείας ἀρχομένην ἐποίησεν. [ἤγουν παίωνα δεύτερον.] τὸ ιβʹ ἐπιωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου· τὴν δὲ κατακλεῖδα ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου. τὸ ιγʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν εἰς ἰαμβικὴν κατακλεῖδα περαιούμενον, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὸ ἀδιάφορον τῆς τελευταίας. Ὑπόθεσις τῶν Ὀλυμπιονίκων Γέγραπται μὲν ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν οϛʹ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. |
| O 1 inscr a [10] | ὁ δὲ αὐτὸς νικᾷ καὶ τὴν οζʹ Ὀλυμπιάδα κέλητι, τῇ δὲ οηʹ Ὀλυμπιάδι τεθρίππῳ, ἐν ᾗ Ὀλυμπιάδι ἐτελεύτα. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστι· μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως (V, 37)· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ’ εὐρυδίναν πῶλον ἀελλοδρόμαν εἶδε νικάσαντα. ἦν δὲ Ἱέρων Δεινομένους παῖς· Δεινομένους δὲ παῖδες τέσσαρες· Γέλων Ἱέρων Πολύζηλος Θρασύβουλος· τὸ γένος τύραννος Συρακουσίων τῶν ἐπὶ Σικελίᾳ· υἱὸν δὲ ἔσχε Δεινομένη. νικήσας δὲ τὰ Ὀλύμπια ἀνεκήρυξεν ἑαυτὸν Συρακούσιον καὶ Αἰτναῖον, κτίσας τὴν παρακειμένην [πόλιν τῇ Σικελίᾳ] πόλιν Αἴτνην ὁμώνυμον τῷ ὄρει. 1 d Q a ἄλλως. |
| O 1 inscr b [5] | γέγραπται ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν οϛʹ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. συνέβη δὲ αὐτὸν νικήσαντα καὶ τὴν οηʹ Ὀλυμπιάδα ἐν ταύτῃ τελευτῆσαι. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστιν. μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ’ εὐρυδίναν πῶλον ἀελλοδρόμον νικήσαντα. 1 d D ἄριστον μὲν ὕδω ρ : τρία ἐν ἀνθρώποις ὁ Πίνδαρος ἄριστα εἶναι λέγει· ἄριστον μὲν ὕδωρ εἰς τὸ ζῆν, οὗ ἄνευ βιοτεύειν ἀδύνατον· εἶτα χρυσὸν ἐν πλούτῳ τῶν ἄλλων χρημάτων ἐκπρέποντα καθάπερ ἐν νυκτὶ πῦρ· πρὸς δὲ δόξαν τὴν Ὀλυμπίασι νίκην. |
| O 1 1a | 1 d AC ὁ [δὲ] νοῦς τοῦ προοιμίου ὅλου τοιοῦτος· ὥσπερ τὸ μὲν ὕδωρ τῶν ἄλλων στοιχείων χρησιμώτερον, ὁ δὲ χρυσὸς τῆς λοιπῆς ὕλης προτιμότερος, οὕτως καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν προτιμότερος τῶν ἄλλων. |
| O 1 1b [10] | καὶ δευτέραν ἀπόδειξιν συγκριτικὴν ποιεῖται, τῶν τοῦ πλούτου χρημάτων ἀξιολογώτερον καὶ τιμιώτερον ἀποδεικνὺς τὸν χρυσόν. εἰ δὲ μὴ ἐβράδυνεν, ἠρκέσθη ἂν εἰς τὸν περὶ τῶν στοιχείων λόγον, καίτοι κεφαλαιωδέστερον ὄντα. ἀλλὰ πολύς ἐστιν ἐγκωμιάζων τὸν πλοῦτον, καί φαμεν ἡττᾶσθαι αὐτὸν τῆς ἑαυτοῦ φύσεως φιλοχρημάτου τυγχανούσης. ὁ δὲ νοῦς· ὁ δὲ χρυσὸς ἐν ἅπασι τοῖς κτήμασι τοῦ δυνατοῦ πλούτου οὕτω διαλάμπει ὡς ἐν νυκτὶ πῦρ καιόμενον. |
| O 1 1c | 1 e AC 1 g D 4E ἄριστον μὲν ὕδω ρ : ἀρχὴ γὰρ τῶν ὅλων κατὰ Θαλῆν τὸ ὕδωρ. |
| O 1 1d | τὸ δὲ ἑξῆς τοῦ λόγου· ὁ δὲ χρυσὸς διαπρέπει μεγάνορος ἔξοχα πλούτου, ἅτε αἰθόμενον πῦρ ἐν νυκτί. διάδηλός ἐστιν ὁ ἐν πλούτῳ χρυσός. 1 b AC 1 a D inscr. b q a 1 f HQ b ἄλλως. |
| O 1 1e [25] | οὐδὲν ἕτερόν τι αὐτῷ τὸ προοίμιον βούλεται ἢ τεσσάρων ὄντων τῶν ἱερῶν ἀγώνων συγκριτικῶς ἐπιδοξότερον τὸν Ὀλυμπιακὸν ἀποφῆναι. οἰκειότατα δὲ καὶ τὴν εἰκόνα τῆς συγκρίσεως παρείληφε. τεσσάρων ὄντων ὡς ἔφην τῶν ἱερῶν ἀγώνων, καὶ αὐτὰ τὰ κοσμικὰ στοιχεῖα ἰσάριθμα ὄντα τοῖς ἀγῶσι παραλαμβάνει, εἶτα τούτων τῶν στοιχείων χρειωδέστερον τὸ ὕδωρ ἀποδείκνυσι, τῇ τῶν φιλοσόφων ἑπόμενος γνώμῃ, οἳ φυσικώτερον κινηθέντες ἐκ τοῦ ὕδατος ἔφασαν καὶ τὰ ἄλλα τρία στοιχεῖα συνίστασθαι. λέγουσι μὲν γὰρ αὐτοῦ τὸ λεπτομερὲς ἀέρα γίνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ συνιστάμενον γῆν· ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον τὸν διάπυρον αἰθέρα πῦρ. διὰ τοῦτο ἄριστον εἶπε τὸ ὕδωρ, ἐπεὶ δοκεῖ τῆς τῶν ἄλλων γενέσεως αἴτιον εἶναι. τὸ γὰρ αἴτιον τῶν δι’ ἑαυτοῦ γινομένων, τοῦτο προὔχον τῶν ἄλλων. ἔνιοι δὲ καὶ τοῦτο προστιθέασι λέγοντες, ὅτι καὶ πρὸς τὰ λογικὰ καὶ ἄλογα ζῷα ἀναγκαιότερόν ἐστι τὸ ὕδωρ, μάλιστα πρὸς θάλπος, καὶ ὅτι τὰ φυτὰ ἐκ τοῦ ὕδατος τρέφεται, ἡμεῖς δὲ ἐκ τῶν σπερμάτων ζῶμεν, τὰ δὲ σπέρματα οὐκ ἄλλως δύναται ζῳογονηθῆναι εἰ μὴ ἀπὸ ὕδατος. εἰκότως τοίνυν τὸ ὕδωρ μεῖζον τῶν ἄλλων στοιχείων. τινὲς δὲ καὶ τὸ Ὁμηρικὸν παραλαμβάνουσιν (Ξ 201)· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. εἰ δὲ ὁ Ὠκεανὸς ποταμὸς καὶ ἡ Τηθὺς πηγὴ, ἡ δὲ τῶν θεῶν γένεσις ἐκ τοῦ Ὠκεανοῦ γεννᾶται, εἰκότως καὶ τὸ ὕδωρ τῶν ἄλλων στοιχείων προτιμότερον. ἀπεδείξαμεν οὖν διὰ πολλῶν τῶν τεσσάρων στοιχείων προτιμότερον τὸ ὕδωρ· πρὸς ταύτην τὴν ἀπόδειξιν τὸν Ὀλυμπιακὸν ἀγῶνα ἐπιτιμότερον ἀποδείκνυσιν. 5C; IX lyr. (p. 11, 7) D; 5, dein 18E; inscr. a HQ ἄλλως· σύγκρισις τῶν ἀγώνων πρὸς τὰ στοιχεῖα γράφεται ἐξ αὐτοῦ τοῦ προοιμίου. |
| O 1 1f [5] | καὶ γὰρ ὃν τρόπον ἐκεῖνα αἴτια τοῦ ζῆν τοῖς ἀνθρώποις εἰσὶ, τὸν αὐτὸν καὶ τοῦ καλῶς ζῆν τοὺς ἀγῶνάς φησιν. ἐπεὶ δὲ πρώτιστον καὶ τῶν ἄλλων στοιχείων ἄμεινον· τὸ ὕδωρ ἐστὶ, παραβάλλει αὐτὸ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὡς καὶ αὐτῇ προὐχούσῃ τῶν ἄλλων τεσσάρων. ἄλλως· ἄριστον μὲν ὕδωρ· ὁ δὲ χρυσὸς διαπρέπει τοῦ μεγάλως δυναμένου πλούτου, ἅτε τὸ αἰθόμενον πῦρ ἐν νυκτὶ, ἤγουν ὁ πυρσός. |
| O 1 1g | ἀπὸ κοινοῦ τὸ διαπρέπει. τέσσαρες ἔπαινοι τοῦ ὕδατος· λευκὸν, λεπτὸν, ψυχρὸν καὶ γλυκύ. |
| O 1 1h [5] | διαφοραὶ δὲ τοῦ ὕδατος πέντε· ὄμβριον, πηγαῖον, ποτάμιον, φρεάτιον καὶ λιμναῖον· ὥσπερ καὶ ἐπὶ τοῦ οἴνου· ὁ ἐρυθρὸς, ὁ μέλας καὶ γλυκὺς, ὁ αὐστηρὸς, ὁ κιρρὸς, ὁ λεπτὸς καὶ [ὁ] λευκός. τὸ ὕδωρ παχυνόμενον ποιεῖ τὴν γῆν· λεπτυνόμενον, τὸν ἀέρα· πάνυ δὲ λεπτυνόμενον, τὸ πῦρ· καὶ κατὰ τοῦτο ἄριστον. |
| O 1 1i | 10 e E μεγάνορος ἔξοχ α : μεγάνορα εἶπε τὸν πλοῦτον, ὡς μὲν ἔνιοι διὰ τὸ παρασκευάζειν τοὺς κεκτημένους αὐτὸν αὐχητικοὺς καὶ ὑπερόπτας. |
| O 1 4b | ἢ ὅτι αὐτός ἐστι μεγαλήνωρ, διὰ τὸ πολλὰ δύνασθαι κατεργάσασθαι. νεῦρα γὰρ πολέμου χρυσός. 9E 13 b C ἄλλως· μεγάνορο ς : ἤτοι τοῦ αὐξάνοντος τὰς τύχας τῶν ἀνθρώπων καὶ ποιοῦντος μείζονα φρονεῖν τῶν καθηκόντων· ἢ ὅτι αὐτὸς μεγάνωρ ἐστὶ, διὰ τὸ πολλὰ δύνασθαι κατεργάσασθαι. |
| O 1 5a | εἰ δ ’ ἄεθλα γαρύει ν : ἆθλα νῦν εἴρηκε τὰ ἀγωνίσματα. ἢ καὶ τὰ ἔπαθλα· Ὅμηρος (Ψ 273)· ἱππῆας τάδ’ ἄεθλα δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι. |
| O 1 5c | ἄλλως· ἄεθλα ἀγωνίσματα, περιφραστικῶς τοὺς ἀγῶνας. πρὸς ἑαυτὸν δὲ ἐκφέρων εἶπεν· ὦ φίλον ἦτορ, εἰ δὲ καταλέγειν ἆθλα βούλει, νόμιζε ὡς ἐν ἄστροις ἥλιον φαεινότερον, οὕτως ἐν ἄθλοις τὸν Ὀλυμπιακὸν ἀγῶνα πρωτεύειν. |
| O 1 5e | γαρύε ν : φωνεῖν. καταλέγειν. διακρίνειν. ὑμνεῖν. Δωρικῶς δὲ τὸ γαρύεν, τοῦ ι ἐκλείψαντος. τὸ δὲ γαρύεν γαρύειν λέγει, καὶ ἔστιν ἀποβολὴ τοῦ ι , ὅπερ ἔθος Δωριέων. |
| O 1 5f | ἡ δὲ γῆρυς ὅτι ἐπὶ τῆς φωνῆς εἴρηται, εὑρήσομεν καὶ παρ’ Ὁμήρῳ (Δ 437)· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς. ἔθος δέ ἐστι Πινδάρῳ, μὴ οἷς προοιμιάζεται συγκριτικοῖς, τούτοις τὰ συγκρινόμενα εὐθέως ἐπάγειν, ἀλλὰ μεταξύ τινα εἰκόνα ἀποδεικτικὴν τῆς βελτιότητος παρεντιθέναι καὶ οὕτω τὴν σύγκρισιν ἐπιφέρειν. |
| O 1 5g [5] | ποιεῖ δὲ τοῦτο θερμός τις ὢν καὶ πολύνους περὶ τὰ νοήματα. 16 b E θαλπνότερο ν : θερμότερον, φανερώτερον, φαεινότερον· τῇ γὰρ θέρμῃ καίει τὸν ἀέρα καὶ φωτίζειν ποιεῖ. |
| O 1 8 | 13A ἐν ἁμέρᾳ φαεννὸν ἄστρο ν : εὖ καὶ ἐκ τοῦ καιροῦ τὸ ἄγαν λαμπρὸν τοῦ ἡλίου βούλεται δεῖξαι ὡς πρὸς τὰ ἄλλα ἄστρα, ἅτινα κατ’ αὐτὸν τὸν καιρὸν ἐξασθενεῖ φαίνεσθαι· διὸ καὶ ἁρμοδίως ἄστρον ἐπήγαγεν. |
| O 1 9b | ἔρημον εἶπε τὸν αἰθέρα διὰ τὸ ἄγαν πυρῶδες καὶ τὸ μὴ πλησιάζειν αὐτῷ ζῷον ἐν τῷ ἀσφαλεῖ ἢ ὅτι τὸ ἐρι μόριον λέγουσιν ἀντὶ τοῦ μεγάλου, ὡς καὶ Ὅμηρος (Κ 305)· ἐριαύχενας ἵππους. τὸ δὲ σαφὲς οὕτως ἔχει· εἰ δὲ, ὦ προσφιλεστάτη ψυχὴ, ἀγῶνας φωνεῖν καὶ διακρίνειν θέλεις, μηκέτι τοῦ ἡλίου σκόπει ἕτερον ἄστρον. |
| O 1 9c [5] | μήτε θερμότερον μήτε λαμπρότερον διὰ τῆς ἐρήμου αἰθέρος φερόμενον ἐν ἡμέρᾳ, μηδὲ τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἕτερον βελτίονα. 14AE 4C ἄστρο ν : κακῶς εἶπεν ἄστρον· ἔδει γὰρ εἰπεῖν ἀστέρα. |
| O 1 9d | τὰ γὰρ ἐκ πολλῶν συγκείμενα ἀστέρων ζῴδια λέγονται ἄστρα, ὁ δὲ ἥλιος ἀστήρ. τὸ δὲ ὅλον εἰπεῖν· ὥσπερ ἐν ἄστροις ἥλιον εἴποις θαλπνότερον, οὕτως ἐν ἀγῶσι προκρίναις Ὀλυμπίαν. |
| O 1 10a | αἰθέρος ἐρήμα ς : ἡ μὲν θάλασσα ἔχει τοὺς ἰχθῦς, ἡ δὲ γῆ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ, ὁ δὲ ἀὴρ τὰ πτηνά· ὁ μέντοι αἰθὴρ πυρώδης ὢν οὐκ ἔχει. ἢ ἐρήμης, τῆς μὴ ἐχούσης νέφος· οὐ γὰρ συνίσταται εἰς θερμασίαν. |
| O 1 10c | ἢ διὰ τὸ μὴ φαίνεσθαι οἰκούμενον. ἢ ὡς πρὸς ἡμᾶς ἐρήμης, διὰ τὸ ἡσύχιον καὶ ἤρεμον. |
| O 1 10d | 14 a διαφέρει ὁ αἰθὴρ καὶ ἡ αἰθὴρ, διότι ἡ αἰθὴρ λέγεται τοῦτο τὸ στερέωμα, ὁ αἰθὴρ δὲ ἀρσενικῶς ἡ ἔναστρος σφαῖρα, ὁ πόλος ἐκεῖνος. |
| O 1 10e | insor. E ὅθε ν : ἀπὸ τῆς Ὀλυμπίας. |
| O 1 13b | πολύφατο ς : ὁ ὑπὸ πολλῶν φημιζόμενος. τοῦτέστι πολυθρύλλητος, ὑπὸ πολλῶν λεγόμενος. |
| O 1 13d | ἢ ἐν ᾧ πολλοὶ φημίζονται καὶ κλεΐζονται. 15A πολύφατο ς : πολύφημος. |
| O 1 13f | ὁ ὑπὸ πολλῶν φημιζόμενος καὶ λεγόμενος. πολυθρύλλητος. 16 ὁ ὕμνος ἐκ τῆς Ὀλυμπίας περιβάλλεται ταῖς τῶν σοφῶν μητίεσσι καὶ ὑπὸ πάντων τούτων κατασκευάζεται. |
| O 1 14b | ἀμφιβάλλεται δὲ, ἤτοι κοσμεῖται, ἢ περιγράφεται καὶ περιλαμβάνεται· ὥσπερ καὶ Ὅμηρος (Ψ 255)· τορνώσαντο δὲ σῆμα. ὕμνος ἀμφιβάλλετα ι : οἱονεὶ περιγράφεται. |
| O 1 14c | περιβάλλεται. ἔνιοι δὲ κοσμεῖται ὁ ὕμνος. |
| O 1 14e | ἡ μεταφορὰ ἀπὸ τῶν στεφάνων. 16A 19C 5E 19 a [D]HQ κελαδεῖ ν : ὑμνεῖν. |
| O 1 15 | 17 Κρόνου παῖ δ ’ ἐς ἀφνεά ν : ἰστέον ὅτι τὸ ἱπποτροφεῖν πλουσίων. |
| O 1 16b | [τὸ δὲ ἱκομένους] ἀντὶ τοῦ παραγενόμενοι· τῇ γὰρ αἰτιατικῇ ἀντὶ τῆς ὀρθῆς χρῆται. [ὅπερ οὐκ οἶμαι λόγον ἔχειν.] ἔστι μὲν τὴν ἑστίαν δέξασθαι Κρόνου, καθότι πρόκειται· βέλτιον δὲ οὕτως δέξασθαι· εἰς τὴν τοῦ Ἱέρωνος ἐλθόντας ἑστίαν τὸν τοῦ Κρόνου παῖδα Δία ὑμνεῖν. |
| O 1 16c [5] | πιθανώτερον γὰρ τῆς νίκης Ὀλυμπιακῆς οὔσης τὸν Ὀλύμπιον Δία παρὰ τῷ Ὀλυμπιονίκῃ ὑμνεῖσθαι. 19AE 29C οἱονεὶ τοῦτο κατασκευάζει, ὅτι τοῦ ὑμνεῖσθαι τὸν Δία οὐδείς ἐστιν ἕτερος 〈αἴτιοσ〉 ἢ ὁ Ἱέρων. |
| O 1 17 | μάκαιρα ν : εὐδαίμονα. πλουσίαν. θεμίστεῖο ν : Ἡρωδιανὸς (I 137, 5) προπαροξύνει, ἀναλογώτερον γάρ· ἀλλ’ ἡ χρῆσις προπερισπᾷ. |
| O 1 18a | 9A 20 f C ἄλλως· θεμιστεῖον τὸ δίκαιον, παρὰ τὸ θέμις. |
| O 1 18c | ἀμφέπε ι : περιέπει. οἱονεὶ θεραπεύει. 20E σκᾶπτον τὸ σκῆπτρον. |
| O 1 19a | ἔκθλιψις, ἧς ἐν αἰτίᾳ παρέμπτωσις. σκᾶπτον ἐν πολυμάλ ῳ : κατὰ Δωριέας τὸ σκῆπτρον, ἀποβολῇ τοῦ ρ γενόμενον. |
| O 1 19b [5] | φησὶ δὲ τὴν βασιλείαν. A περιπέφρασται δὲ ὁ λόγος. βούλεται γὰρ εἰπεῖν· ὃς μετὰ δικαιοσύνης βασιλεύει τῆς εὐδαίμονος Σικελίας. ἡ γὰρ πολύμηλος ἀπὸ μέρους εὐδαίμων νοοῖτο ἄν. 18C 1 e E 20 c H τουτέστι πλουσίᾳ. |
| O 1 19d | 〈 πολυμάλ ῳ : 〉 ἤτοι πολυθρεμμάτῳ· ἢ ἀπὸ τοῦ καρποῦ τῶν μήλων· ἐκεῖ γὰρ περισσῶς λέγεται φυῆναι. ἢ πολυκάρπῳ. καὶ Ὅμηρος (Ι 542)· καὶ αὐτοῖς’ ἄνθεσι μήλων. δρέπων μέ ν : ἀντὶ τοῦ δρεπόμενος, ἀπανθιζόμενος πασῶν τῶν ἀρετῶν τὸ τέλειον, ἀνδρείας καὶ δικαιοσύνης καὶ τῶν ἑξῆς. |
| O 1 20b | αὐτὸ τὸ ἄκρον δρεπόμενος ἀπὸ πασῶν τῶν ἀρετῶν· οἱονεὶ ἀφ’ ἑκάστης τὸ ὠφέλιμον καρπούμενος. 20 g CE 20 d H ἀκαταλλήλως δὲ τῷ δρέπων τὸ ἀγλαΐζεται ἐπενήνοχεν. |
| O 1 20c | ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος, ἵν’ ᾖ καλλωπιζόμενος ἐπὶ τῷ τῆς μουσικῆς κάλλει, τουτέστι τῆς ᾠδῆς. 19 d H ἄλλως· ἀγλαΐζεται δ ὲ : ἀκαταλλήλως τῷ δρέπων τὸ ἀγλαΐζεται. |
| O 1 20d | ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος ἐν τῷ τῆς μουσικῆς ἄνθει καὶ τῇ ᾠδῇ, ἤτοι μουσικὸς ὢν ἢ περὶ τὴν μουσικὴν διακείμενος. φίλην δὲ τράπεζαν, ἢ ὅτι κατὰ τὸ ἀναγκαῖον συνεστιῶνται· ἢ ὅτι ἐκ ταύτης αἱ φιλίαι. |
| O 1 20f [5] | δρέπων μέ ν : ἀντὶ τοῦ δρεπόμενος, ἀπανθιζόμενος καὶ οἷον συλλέγων ὁ Ἱέρων τὰς ἀκρότητας ἀπὸ πασῶν τῶν ἀρετῶν. 20 k ἄλλως· ἀγλαΐζεται δ έ : ἐπαγωγικῶς ἀπὸ τῶν καταριθμηθέντων· εἰρηκὼς γὰρ ἀφνεὸς, ἀγαθὸς, δίκαιος, βασιλεὺς, ἐν τῇ ἀρετῇ τὸ δίκαιον, ἐν τῷ πλουτεῖν τὸ νικᾶν, φησὶν ὅτι κέκτηται καὶ μουσικὴν, ἵνα πάσας τὰς βιωτικὰς ἀρετὰς εἴπῃ. |
| O 1 20g | 20 i C ἄλλως· τῷ εἶναι μουσικὸς, ἢ τῷ διακεῖσθαι περὶ μουσικὴν, ὥσπερ φιλίατρος οὐ τῷ εἶναι, ἀλλὰ τῷ διακεῖσθαι. |
| O 1 20h | 24 e C ἀώτῳ δὲ τῆς ᾠδῆς ἄνθει, τουτέστιν ἐν ταῖς ᾠδαῖς. |
| O 1 20i | οὐδὲν γὰρ ἕτερον ἢ μουσικῆς ἄνθος αἱ ᾠδαί. οἷα δὲ ἔφη, 〈ἐν〉 τοῖς παρὰ τὸν πότον εἰωθόσι λέγεσθαι. |
| O 1 20j | 24 a AC ἀγλαΐζετα ι : ἀγάλλεται καὶ σεμνύνεται καὶ ἐν τῷ τῆς μουσικῆς ἀπανθίσματι, οἱονεὶ πεπαίδευται μουσικήν. |
| O 1 20k | 26 f A 16C οἷα παίζομεν φίλα ν : τὴν φιλοποιόν. |
| O 1 24a | οὐ γὰρ ἐχθροὶ εἰς τράπεζαν συνέρχονται. τὸ δὲ παίζομεν ὡς πρὸς τράπεζαν, οὔτι σπουδαῖον· ἄκαιρον γάρ. |
| O 1 24b | 20 h C ἢ τὴν προσφιλεστάτην. |
| O 1 24d [5] | ὁ δὲ νοῦς· οἷα παίζομεν φίλαν ἄνδρε ς : ὁποῖα μάλιστα μουσικὰ οἱ ἄνθρωποι συνεχῶς κατὰ τὰ συμπόσια περὶ τὴν προσφιλῆ τράπεζαν παίζομεν. καλῶς καὶ μετὰ τὴν εὐωχίαν εἶπεν· οὐ γὰρ ἦν σπουδαίου ἄνευ τοῦ εὐωχεῖσθαι κιθαρίζειν. ἀμφίβολον οὖν πότερον ἀγλαΐζεται μουσικᾶς ἐν ἀώτῳ μουσικὰ συζητῶν παρὰ τὸ δεῖπνον, ἢ ἐπεὶ λύρα περιεφέρετο τοῖς δειπνοῦσιν, ὡς ἀπαρχομένων παιδιᾷ μουσικῇ τοῦ εἰς Ἱέρωνα ὕμνου. |
| O 1 26a | ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγ α : παρόσον οἱ ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντες Δωριεῖς πρῶτοι λέγονται τὸ ὄργανον ἐσκευακέναι. οἱ δὲ παρὰ τὸ δῶρον ἀκούουσιν, ὅτι δὴ τὴν λύραν Ἑρμῆς ἀντὶ τῆς τῶν βοῶν κλοπῆς Ἀπόλλωνι παρέσχεν. |
| O 1 26c | οἱ δὲ ὅτι Δωρικῇ ἁρμονίᾳ ἥρμοστο τῷ Πινδάρῳ ἡ λύρα. ἁρμονίαι δὲ πλείονες· Δώριος, Φρύγιος, Λύδιος. τὸ δὲ ἀπὸ δύναται μὲν ἀκούεσθαι καὶ πρὸς τὸ [ἀπὸ] πασσάλου, ἵν’ ᾖ ἀπὸ πασσάλου, δύναται δὲ καὶ πρὸς τὸ λάμβανε, ἵν’ ᾖ ἀπολάμβανε. |
| O 1 26e | ἐκ τούτου τὸ ἀκμαῖον τῆς τοῦ ἐγκωμίου γραφῆς ὑποφαινόμενον εἴη. 20 k A 33C ἄλλως· ἀλλὰ Δωρίαν ἀπ ὸ : ὅτι Δωριστὶ συντέτακται ὁ ἐπίνικος. |
| O 1 26f | 29A περὶ δὲ τῆς Δωριστὶ ἁρμονίας εἴρηται ἐν παιᾶσιν (fr. |
| O 1 26g | 67), ὅτι Δώριον μέλος σεμνότατόν ἐστιν. πασσάλου δὲ, ὅτι ἐπὶ πασσάλων ἔκειντο αἱ κιθάραι· καὶ Ὅμηρος (α 440)· πασσάλῳ ἐγκρεμάσας· διὰ τὸ ἕτοιμον εἶναι εἰς τὸ ἀναλαβεῖν. |
| O 1 26i | ἢ ὅτι ὡς ἀνάθημα ἔν τινι τόπῳ τοῦ οἴκου ἀνάκειται. τὸ Πίσας δὲ συσταλτέον διὰ τὸ ἀντίστροφον· οὕτω δὲ οἱ περὶ Πίνδαρον καὶ Σιμωνίδην (fr. |
| O 1 28a | 247). περὶ δὲ τῆς Πίσης, ὅτι τόπος ἐν Ἤλιδι ὑπὸ ὑψηλῶν ὄχθων περιεχόμενος, Πολέμων (FHG II 121) φησίν. |
| O 1 28c | ἔνιοι δὲ ὑποσυγχέουσι τὴν Πίσαν καὶ τὴν Ἦλιν, οὐκ ὀρθῶς δέ· διέστηκε γὰρ ἀπ’ ἀλλήλων τὰ χωρία σταδίων πεντήκοντα. DHQ ὠνόμασται δὲ Πίσα ἀπὸ τῆς Πίσης τῆς Ἐνδυμίωνος θυγατρός. |
| O 1 28e | ἀναλάμβανε, ὦ Πίνδαρε, τὴν Δωρίαν φόρμιγγα, καὶ ὕμνει τὸν Φερένικον ἵππον τοῦ Ἱέρωνος καὶ τὴν Πίσαν εἰ ἄρα σοι ἡ τούτων χάρις τὸν νοῦν ηὔφρανεν. εἴ τινά σοι ἡ Πίσα καὶ ὁ Φερένικος νικήσας παρέσχε λόγων εὐπορίαν. |
| O 1 29a | καὶ Φερενίκου χάρι ς : ὄνομα τοῦ νικήσαντος ἵππου. ὁ δὲ νοῦς· εἴ τί σοι, ὦ θυμὲ, ἡ τοῦ ἵππου καὶ τῆς Πίσης χάρις τὸν νοῦν ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν. |
| O 1 29b | 33E χάρις δὲ ἡ ἐπὶ τῇ νίκῃ ἡδονή· φροντίδα δὲ λέγει τοῦ ἐπινικόυ τὴν σκέψιν. |
| O 1 32a | ὅτε πα ρ ’ Ἀλφε ῷ : ἐν Ἤλιδι· ὁ γὰρ Ἀλφεὸς ἐν Ἀρκαδίᾳ τὰς πηγὰς ἔχει, καὶ ἀπ’ αὐτῆς ἀρχόμενος περιρρεῖ καὶ τὴν Ἦλιν. σύτο δὲ, ὥρμα πρὸς τὸν δρόμον. |
| O 1 32b | 36A 20C 34E ( σύτ ο:) ὥρμα. |
| O 1 33a | ἀκέντητον ἐν δρόμοισι ν : ἀμάστικτον αὐτῷ τῷ κατὰ φύσιν τάχει τὸ σῶμα κατὰ τὸν ἀγῶνα διαφυλάξας. ἐκ δὲ τούτου τὸ ταχὺ καὶ πρόθυμον τοῦ ἵππου δηλοῖ. καὶ παρὰ τῷ Ὁμήρῳ (Ψ 387)· ἄνευ κέντροιο θέουσαι. 32E ἔσυτο δὲ, οὕτως ὥρμησεν ὡς μὴ δεῖσθαι κέντρου καὶ μάστιγος. |
| O 1 33c | κράτει ἀντὶ τοῦ νίκῃ. 35D ὁ δὲ νοῦς· ὁ δὲ Φερένικος ταχύνας ἑαυτὸν κατὰ τὸν ἀγῶνα τῇ νίκῃ προσέμιξε τὸν ἑαυτοῦ δεσπότην Ἱέρωνα. |
| O 1 33d | 36D ( κράτε ι:) τῇ νίκῃ. |
| O 1 35a | ἱππιοχάρμα ν : τὸν τῇ ἱππικῇ χαίροντα. καλῶς τὸ ἐπίθετον τῷ βασιλεῖ διὰ τὸ ἱπποτροφεῖν, ἵνα δείξῃ ὅτι οὐ τύχης γέγονεν ἔργον τὸ τῷ Φερενίκῳ χρήσασθαι, ἀλλ’ ἐπιστήμης καὶ τῆς περὶ τὸ πρᾶγμα ἐπιμελείας. |
| O 1 35c [10] | ἔνιοι δὲ ἀναγινώσκουσι παροξύνοντες τὴν παραλήγουσαν συλλαβὴν τοῦ Συρακουσίων καὶ τὴν ἐσχάτην τοῦ ἱππιοχαρμᾶν περισπῶσιν, ἵν’ ᾖ Συρακοσίων ἱππιοχαρμῶν. τὸν γὰρ Ἱέρωνα DHQ οὐκ εἶναι Συρακούσιον ὅτε ἐνίκα. κτίσαντα γὰρ αὐτὸν τὴν Κατάνην καὶ προσαγορεύσαντα Αἴτνην ἀπ’ αὐτῆς Αἰτναῖον αὐτὸν λέγουσιν. εὐήθεις δέ φησι Δίδυμος τούτους· τότε γὰρ ὁ Ἱέρων ἦν Συρακούσιος καὶ οὐδὲ ἦν Αἰτναῖος, ὥς φησιν Ἀπολλόδωρος. ὁ δὲ Ἀριστόνικος ἀξιοπίστως Αἰτναῖον ὄντα Συρακούσιον ὀνομάζεσθαι. 37A 33 d D γράφεται καὶ ἱππιοχαρμὴν Συρακουσίων καὶ συντάσσεται οὕτως. |
| O 1 35d | ἐτυμολογεῖται δὲ ἢ ἀπὸ τοῦ ἵππου καὶ τοῦ χαίρω ἢ ἀπὸ τοῦ χάρμη ἡ μάχη. λάμπει δέ οἱ κλέο ς : τῷ ἵππῳ. |
| O 1 36 [5] | ἢ τῷ Ἱέρωνι· ὃ καὶ βέλτιον. 38A ἐν εὐάνορι Λυδοῦ Πέλοπο ς : Πίνδαρος μὲν τὸν Πέλοπα Λυδόν φησιν [εἶναι], Ἴστρος δὲ (FHG I 426) Παφλαγόνα, Αὐτεσίων δὲ (FHG IV 345) Ἀχαιὸν ἀπ’ Ὠλένου πόλεως, ἧς καὶ Ὅμηρος μνημονεύει (Β 639)· καὶ Ὤλενον ἠδὲ Πυλήνην. |
| O 1 37a | 40ADQ εὐάνορ ι : ἐν τῇ εὐάνορος ἀποικίᾳ, τοῦ Πέλοπος· τουτέστιν ἐν τῇ Πελοποννήσῳ. |
| O 1 37c | γράφεται καὶ ἐποικίᾳ· ταὐτὸν δὲ δι’ ἀμφοτέρων. ἀποικίαν δὲ, οὐχ ἣν αὐτὸς ἔστειλεν, ἀλλ’ ἣν αὐτὸς ἐστείλατο. |
| O 1 37e | τινὲς εὐάνορι, δοτικῇ ἀντὶ γενικῆς τοῦ εὐάνορος. ἐξ ἀνδρείας γὰρ νικήσας ἔσχε τὴν Ἦλιν. 40 d Πέλοπος ἀποικί ᾳ : τῇ Πελοποννήσῳ. |
| O 1 38b | τοῦ δὲ ἀντὶ τοῦ Πέλοπος. 42 ( ἀποικί ᾳ:) κατοικίᾳ. |
| O 1 40a [10] | [ ἐπεί νιν καθαροῦ λέβητο ς:] λόγος τις παρὰ τοῖς ἱστορικοῖς ἐπὶ τὸ μυθικώτερον πέπλασται, ὡς οἱ θεοὶ ἐπὶ ἑστίασιν ἐκάλεσαν τὸν Τάνταλον [εἰς] ἔρανον [ὅ ἐστι τὴν εὐωχίαν] παρασκευάσαντες. ἐπειδὴ οὖν καὶ αὐτὸς ὁ Τάνταλος τῷ τοῦ ἐράνου τρόπῳ ἀντεισφέρειν τε τοῖς θεοῖς εὐωχίαν ἠπόρησεν, ἀσεβοῦς ἐπιχειρήματος πρόφασιν τὸ ἄπορον ἔσχε· διακόψας γὰρ τὸν Πέλοπα ἐγκαθῆκε λέβητι καὶ ἑψήσας τοῖς θεοῖς παρέθηκε τῶν κρεῶν. μόνην δὲ τὴν Δήμητραν ἀγνοίᾳ μεταλαβεῖν λέγουσι· τινὲς δὲ τὴν Θέμιν. γνωρίσαντα δὲ τὸν Δία Ἑρμῇ προστάξαι ἐγκαθεῖναι πάλιν λέβητι τὰ κρέα καὶ ὑγιῆ τὸν παῖδα ἀποδοῦναι. ὁ δὲ Βακχυλίδης (fr. 42) τὸν Πέλοπα τὴν Ῥέαν λέγει ὑγιάσαι καθεῖσαν διὰ λέβητος. τοῦ δευτέρου οὖν ἀκουστέον, ἀφ’ οὗ καὶ ὑγιὴς ἀνεδόθη. |
| O 1 40b | 48B 37 b DHQ ἄλλως· λέγεται τῆς Δήμητρος ἀπογευσαμένης τῶν τοῦ Πέλοπος ὠμείων κρεῶν ἐλεφάντινον τὸν Ἑρμῆν ὦμον προσαρμόσαι τῷ Πέλοπι. |
| O 1 40c [5] | τούτου φασὶ καὶ ὑπόμνημα τοὺς Πελοπίδας φέρειν λευκότητά τινα κατὰ τὸν ὦμον. τὸ ἐπὶ τοῦ ὤμου τοῦ Πέλοπος οἱ μὲν λευκόν τι ὡς διὰ τὸν ἐλέφαντα ἔφασαν, οἱ δὲ λόγχην ἐπὶ τὸν βραχίονα, οἱ δὲ ἐπὶ τὸν ἀριστερὸν βραχίονα Γοργόνα, οἱ δὲ ἐπὶ τῆς ὠμοπλάτης τρίαιναν μαρτυροῦσαν τῷ τοῦ Ποσειδῶνος ἔρωτι. 44C καθαροῦ λέβητο ς : ἐν ᾧ συνετίθετο ὁ Πέλοψ. |
| O 1 40e | ἀφ’ οὗ καὶ ὑγιὴς ἐγένετο, ὅτε τῆς Δήμητρος τὸν ὠμοπλάτην αὐτοῦ φαγούσης κατ’ ἄγνοιαν ἐλεφάντινος ὦμος ἐτέθη αὐτῷ ὑπ’ αὐτῆς. ἐπεί νιν καθαροῦ λέβητο ς : οἷον ἀφ’ οὗ αὐτόν. |
| O 1 40f | οἱ δὲ, ἐπειδὴ αὐτόν. Κλωθὼ μία τῶν Μοιρῶν· εἴρηται δὲ παρὰ τὸ ἐπικλώθειν ἑκάστῳ τὸ εἱμαρμένον. |
| O 1 41 | 44 κεκαδμένο ν : κεκοσμημένον. |
| O 1 42a | 33A κεκοσμημένον. |
| O 1 42b | ἀπὸ τοῦ κάζω τὸ καλλωπίζω. γράφεται δὲ καὶ κεκασμένον. σύγκειται δὲ τὸ ζ ἐκ τοῦ ς καὶ δ . διὰ τοῦτο γράφεται κεκαδμένον. ἦ θαύματὰ πολλ ά : ἄπιστον εἶναι βούλεται τὸν τῆς ἱστορίας λόγον Πίνδαρος, ὅτι ἐκρεουργήθη ὁ Πέλοψ. |
| O 1 43a | ὁ δὲ ἦ βεβαιωτικός. τινὲς δὲ ὀξυτόνως ἀναγινώσκουσιν, ὡς κατὰ ἀποβολὴν τοῦ ς , ἵν’ ᾖ θαυμαστὰ ἔργα· ὡς καὶ Ἡσίοδος (scut. |
| O 1 43b | 165)· θαυματὰ ἔργα. ἔνιοι δὲ παράδοξα ἤκουσαν. |
| O 1 43c | 48 b A 48 a C γράφεται καὶ οὕτως· ἦ θαυματὰ πολλά· ἀντὶ τοῦ ὄντως θαυμαστὰ καὶ ἄξια θαύματος. |
| O 1 43e [5] | γράφεται θαυματά, ἀντὶ τοῦ θαυμαστά. γράφεται δὲ καὶ θαύματα πολλά. καὶ πού τι καὶ βροτῶν φάτι ς : τὸ σαφές· καὶ δὴ οἱ λόγοι εἰσὶ τῶν ἀνθρώπων, φησὶν, οἵτινες ποικίλων λόγων τεχνάσμασιν εἰς τὸ ἀπατῆσαι τοὺς ἀκούοντας πεποικιλμένοι ὑπὲρ τὸν ἀληθῆ λόγον, ἐξαπατᾶν δύνανται. |
| O 1 44b | ἔνιοι δὲ φάτιν, ἀντὶ τοῦ τὰς φρένας τῶν ἀνθρώπων ἀπατῶσιν οἱ ψευδεῖς λόγοι. 43AC 58B 48 a DQ γράφεται καὶ φασί. |
| O 1 44c | ἐν τῷ συντάγματι συντάσσεται γὰρ καὶ τὰς φάτις· συντάσσεται δὲ καὶ φασὶν ἀντὶ τοῦ λέγουσιν. ἄλλως· οἱ μῦθοι ὑπὲρ τὸν ἀληθῆ λόγον ἰσχύουσι καὶ ἐξαπατῶσι τοῖς δεδαιδαλμένοις ψεύδεσι καὶ ποικίλοις· πολλὰ γὰρ ἀληθῆ νομίζεται ἐκ τῆς φήμης, ὅτε τὸ ψεῦδος προσλάβῃ. |
| O 1 44d | 48 b ( ἐξαπατῶντ ι:) ἀντὶ τοῦ ἐξαπατῶσι. |
| O 1 48a [5] | ἡ τῆς ποιητικῆς, φησι, χάρις καὶ τὰ ἄπιστα ποιεῖ πιστά. 50A 44 d DQ Χάρις δ ’ ἅπερ ἅπαντα τεύχε ι : ἡ δὲ χάρις τῆς ποιητικῆς γραφῆς καὶ τῆς κατὰ τὸν μῦθον ποικιλίας τε καὶ ψυχαγωγίας, ἥτις καὶ τοῖς ἀνθρώποις ἅπαντα εἶναι τὰ πράγματα ἡδέα παρασκευάζει, τὴν παρ’ ἑαυτῆς τιμὴν καὶ χάριν ἐπιφέρουσα, πολλάκις καὶ τὸ ἄπιστον πιστὸν νομισθῆναι παρεσκεύασεν. |
| O 1 48b | 53A ἄλλως· τὸ ποίημα τὸ πεπλασμένον διαδεχθὲν ὑπὸ πολλῶν πιστὸν ἐγένετο. |
| O 1 50 | ἐπιφέρουσα τιμά ν : τιμὴν προσφέρουσα τῷ ἐγκωμιαζομένῳ. 59 καὶ ἄπιστον ἐμήσατο πιστό ν : δηλονότι ὁ ποιητὴς διὰ τῆς οἰκείας πιθανολογίας, ἐξ ἧς τὸ ἄπιστον παριστᾷ ὡς πιστὸν, τὴν ἑαυτοῦ δεικνύει δύναμιν. |
| O 1 51b | καὶ δὴ καὶ ἡ φάτις τῶν βροτῶν ὑπὲρ τὸν ἀληθῆ ἰσχύει λόγον, ἵνα ἐξαπατῶσιν οἱ μῦθοι πεποικιλμένοι ψεύδεσι ποικίλοις. ἢ καὶ δὴ καὶ τὰς φάτις καὶ τὰς διανοίας τῶν βροτῶν ἐξαπατῶσιν οἱ μῦθοι δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ὑπὲρ τὸν ἀληθῆ λόγον ἰσχύοντες. |
| O 1 53a | ἁμέραι δ ’ ἐπίλοιπο ι : ὁ δὲ χρόνος, φησὶ, καὶ τὴν ἀλήθειαν προϊὼν ἀπογυμνοῖ. ἀξιόπιστος ἔλεγχος. |
| O 1 53b | Δημοσθένης (2, 10)· τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ. ἐοικὸς δέ ἐστι καὶ προσῆκον ἀνθρώπῳ τὰ καλὰ περὶ θεῶν λέγειν· ἐλάττων γὰρ αἰτία. |
| O 1 55a | διὰ δὲ τούτου εὐσεβὲς τὸ ἦθος χαρακτηρίζει. ὡς ὅτι δεῖ μηδὲ ὅλως ἐγκαθιέναι τινὰ εἰς τὸν περὶ τῶν θεῶν λόγον. |
| O 1 55c [5] | ἔνιοι δὲ μείων ἀντὶ τοῦ οὐδὲ ὀλίγη· ὡς Ὅμηρος (Ε 800)· ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς· ἀντὶ τοῦ οὐδὲ ὀλίγον· ἵν’ ᾖ, οὐδὲ ὀλίγη ἐστὶν αἰτία τῷ καλὰ λέγοντι περὶ θεῶν. 44B ἄλλως· ἔστι δὲ εἰκὸς ἀνθρώπῳ εὔφημα περὶ θεῶν λέγειν καὶ μὴ βλασφημοῦντα λέγειν αὐτοὺς ἀνθρωποφάγους καὶ γαστριμάργους. |
| O 1 58a | υἱὲ Ταντάλο υ , σὲ δ ’ ἀντία προτέρων φθέγξομα ι : ἐγὼ δὲ σὲ, ὦ Πέλοψ, ἐναντία ταῖς τῶν προτέρων δόξαις ἐγκωμιάσω. ἀντὶ τοῦ ἐναντία καὶ ἕτερα οἷς εἶπον οἱ πρότεροι ποιηταὶ δοξάσω σε καὶ ἐρῶ. |
| O 1 58b | οἱ μὲν γάρ σε ἔθεντο τεθνεῶτα, ἐγὼ δὲ κλαπέντα. 69A οἱ δὲ τὸ σέ ἀντὶ τοῦ σοῦ, ἵν’ ᾖ· ἐγὼ περὶ σοῦ ἐναντία εἴπω ταῖς 〈τῶν〉 προτέρων δόξαις. |
| O 1 58d | ἄλλως· γράψω εἰς σὲ παλινῳδίαν καὶ ἐναντία τοῖς λέγουσί σε κρεανομεῖσθαι. προτέρων φθέγξομα ι : δοξάσω. |
| O 1 62a | φίλαν τε Σίπυλο ν : οἱ μὲν πόλεως ὄνομα, οἱ δὲ ὄρους περὶ τὴν Λυδίαν[, ὅθεν ὁ Πέλοψ]. ἐλλειπτικὸν δέ ἐστι πρὸς τὴν σύνταξιν τὸ ὅλον χωρίον, καὶ ληπτέον ἔξωθεν τὸ ᾄδεται ἢ τὸ λέγω. |
| O 1 62c | ( Σίπυλο ν:) ὄρος περὶ τὴν Λ〈υδίαν.〉 ἀγλαοτρίαινα ν : τὸν Ποσειδῶνα. |
| O 1 66a | χρυσέαισι ν : ἀντὶ τοῦ ἐπὶ χρυσῶν ἵππων. μεταβιβάσαι, μεταγαγεῖν. |
| O 1 67 | ὕπατον εὐρυτίμο υ : ὕπατον τὸ ὑπεροχώτατον. 71 ποτὶ δῶμα Διό ς : καθ’ ὑπερβατὸν νοείσθω· Γανυμήδης γὰρ πρεσβύτερος Πέλοπος. |
| O 1 68 | καὶ ἔστι τὸ ὑπερβατὸν οὕτω· Διὸς δῶμα μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦν καὶ Γανυμήδης· ἔξωθεν τὸ πρότερον προσληπτέον. ἔνθα δευτέρῳ χρόν ῳ : δευτέρῳ ἀντὶ τοῦ ὑστέρῳ. |
| O 1 69 [10] | προτέρῳ δὲ ἐχρῆν εἰπεῖν· πρεσβύτερος γὰρ Γανυμήδης Πέλοπος, ὡς ἔστιν ἐκ τῶν ἐπιγόνων τεκμήρασθαι. Ἕκτωρ γὰρ καὶ Ἀγαμέμνων· Ἀτρεὺς καὶ Πρίαμος· Πέλοψ καὶ ACDEHQ Λαομέδων. καὶ πάλιν Λαομέδων, οὗ Πρίαμος, οὗ Ἕκτωρ· Πέλοπος δὲ Ἀτρεὺς, οὗ Ἀγαμέμνων ὁ κατὰ τὸν Ἕκτορα. προανήρπασται οὖν Γανυμήδης Πέλοπος. καθ’ ὑπερβατὸν οὖν αὐτὸ ἀκουστέον, ὅπως ἐπὶ τοῦ Πέλοπος λέγηται, καὶ ἔστι τὸ ὑπερβατὸν οὕτως· Διὸς δῶμα μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦν καὶ Γανυμήδης· ἔξωθεν τὸ πρότερον προσληπτέον. |
| O 1 69,col 1 (9) [10] | 75A 72C οὕτως· ὁπότ’ ἐκάλεσε πατὴρ ἐπὶ τὸν εὐνομώτατον ἔρανον φίλαν τε Σίπυλον, τότε ἀγλαοτρίαιναν μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦλθε καὶ Γανυμήδης. |
| O 1 69,col 2 (9) | 72 Q Ζηνὶ τωὔ τ ’ ἐπὶ χρέο ς : διὰ τὴν αὐτὴν χρείαν καὶ ἐπιθυμίαν. |
| O 1 71 [5] | 75Q ὡς δὲ ἄφαντος ἔπελε ς : ὡς δὲ ἀφανὴς ἐγένου, καὶ οἱ ζητοῦντές σε κενοὶ καὶ ἄπρακτοι ὑπέστρεψαν, μὴ ἀγαγόντες σε τῇ μητρὶ Εὐρυανάσσῃ τὸ ὄνομα, οἱ γείτονες διαδεδώκασιν ὑπὸ τοῦ πατρός σε κατακεκόφθαι τοῖς θεοῖς εἰς εὐωχίαν, ψευδῆ λέγοντες. |
| O 1 72a | 71Q ὡς δὲ ἄφαντο ς : ἀφανὴς ὑπὸ τοῦ Ποσειδῶνος. |
| O 1 72b | 77 ἔννεπε κρυφᾷ τις αὐτίκ α : ἕνα φησὶ τῶν γειτόνων φθονοῦντα διασκευάσαι τοῦτον τὸν μῦθον, ὅτι ἐκρεουργήθη. |
| O 1 75a | 48 a A κρυφ ᾶ : Δωρικῶς ἀντὶ τοῦ κρύφα. |
| O 1 75c | ἁρπαγῆναι δέ φησι Πέλοπα ὑπὸ Ποσειδῶνος, εἶτα ἕνα τῶν γειτόνων φθονοῦντα διασκευάσαι τοῦτον τὸν μῦθον, ὅτι ἐκρεουργήθη. ὕδατος ὅτι σε πυρὶ ζέοισα ν : τουτέστιν εἰς ὕδωρ ἀκμαίως ζέον, εἰς θερμὸν, κατὰ μέλη τεμόντες ἐμβεβλήκασι, καὶ τὸ τελευταῖον ἐν ταῖς τραπέζαις παραθέντες καὶ μερίδας ποιήσαντες βεβρώκασιν. |
| O 1 77b | ἄλλως· ζέοισαν 〈ἀκμάν 〉 , τὴν ζέσιν τοῦ ὕδατος· ἐπεὶ τὴν αὐτὴν ἔχει δύναμιν τῷ σιδήρῳ τὸ πῦρ. 84 e E μαχαίρᾳ τάμο ν : οἱ Ταντάλου δορυφόροι ἔταμον τῇ μαχαίρᾳ, καὶ μέρος ἑκάστῳ τῶν θεῶν μέλος ἀποδιδόντες, ἐν τῇ τραπέζῃ τὰ δεύτερα μέλη ἔθηκαν καὶ ἔφαγον. |
| O 1 80a | 〈 δεύτατ α : 〉 δεύτατα ὄντα τοῦ σώματος· τουτέστι μετὰ τὸ σῶμα μέλη δεύτερα ἔθηκαν, χεῖρας καὶ πόδας καὶ τὴν κεφαλήν. ἄλλως· δεύτατ α , ἢ τὰ ἔσχατα, ἢ τὰ βεβρεγμένα τῷ αἵματι. |
| O 1 80b | 84 e ἀφίσταμα ι : μακρὰν καὶ πόρρω γίνομαι τοῦ τοιαῦτα περὶ θεῶν λέγειν. |
| O 1 84a | 85DEHQ ἀκέρδεια λέλογχε θαμινὰ κακᾱγόρο ς : τοὺς κακηγόρους ἀκέρδεια καὶ βλάβη ἐκλήρωσεν. |
| O 1 84b | ἀκέρδεια δέ ἐστιν ἡ κακηγορία καὶ βλάβη, ἣ τοὺς κακηγόρους περιέχει. τοῦ δὲ κακᾱγόρος Δωρικὴ ἡ ἀνάγνωσις· ἀεὶ γὰρ ἡ αἰτιατικὴ παρ’ αὐτοῖς κατὰ ἀφαίρεσιν τοῦ υ προφέρεται διὰ μόνου τοῦ ο . |
| O 1 84c | 84 a DEHQ κακηγόρους δὲ λέγει τοὺς ἀσεβεῖς καὶ βλασφήμους. |
| O 1 84d | 84 b DEHQ ὁ δὲ νοῦς· ἀκέρδεια εἴληχε πυκνῶς τοὺς κακηγόρους· ὅ ἐστιν, οἱ κακήγοροι τῶν ἀνθρώπων πυκνῶς ἐν ἀκερδείᾳ εἰσίν. |
| O 1 84f | ἢ οὕτως· οἱ κακήγοροι οὐδὲν λελόγχασιν ἢ ἀκέρδειαν· οἷον οὐδὲν κερδαίνουσι κακηγοροῦντες. τινὲς δὲ τῇ ἐκλείψει τοῦ υ ἐχρήσαντο. |
| O 1 84g | 84 d DENQ εἰ δὲ δή τιν α : εἰ δὲ δή τινα ἄνδρα ἄλλον οἱ θεοὶ ἐτίμησαν, καὶ μάλιστα τὸν Τάνταλον. |
| O 1 87a | ἀλλὰ γὰρ καταπέψα ι : κατασχεῖν καὶ ἐναπολαῦσαι τῇ εὐτυχίᾳ. ἀλλ’ εὐδαιμονῶν καρτερεῖν οὐκ ἠδυνήθη. |
| O 1 87b | 89 e C κόρῳ δ ’ ἕλεν ἄταν ὑπέροπλο ν : διὰ δὲ τὸν κόρον μεγάλως ἐβλάβη λίθῳ παλαίσας. |
| O 1 89b | ἄλλως· κόρῳ τῇ ὕβρει καὶ τῇ ἀλαζονείᾳ. ὑγιῶς δὲ τῇ τροπῇ διόλου ἐχρήσατο, τῷ καταπέψαι τὸν κόρον ἐφαρμόσας. διὰ γὰρ τοῦ κόρου, φησὶ, προσείληφε τὴν ἄτην, ἀδυνατήσας κατασχεῖν τὴν εὐδαιμονίαν. |
| O 1 89d | τίκτει τοι κόρος ὕβριν (paroem. I, 308. II, 218). 91 C ἔνιοι δὲ κόρ ῳ , τῇ πλησμονῇ τῆς τροφῆς. |
| O 1 89e [5] | 89 a C 91 b περὶ τῆς τοῦ Ταντάλου κολάσεως ἕτεροι ἑτέρως λέγουσιν· οἱ μὲν γὰρ αὐτόν φασιν ὑποκεῖσθαι Σιπύλῳ τῷ Λυδίας ὄρει, αἰτίαν τινὰ προστιθέντες, ὡς Πανδάρεως ὁ Μιλήσιος ἀποκλέψας τὸν κύνα τῆς Κρήτης, ὃν ὁ Ζεὺς φύλακα τοῦ ἱεροῦ κατέστησε, παρατεθειμένος εἴη τῷ Ταντάλῳ. |
| O 1 91a [40] | τὸν δὲ Δία ἀποστεῖλαι Ἑρμῆν πειρώμενον τοῦ ὑποδεξαμένου· τὸν δὲ μᾶλλον ψευδόμενον καὶ ἑλέσθαι ἐπιορκῆσαι, ὡς οὐκ ὄντος παρ’ αὐτῷ τοῦ κυνός· καὶ οὕτω τὸν Δία ἐπιθεῖναι κατ’ αὐτοῦ Σίπυλον τὸ ὄρος, ὅπερ ἐστὶ τὸν λίθον. οἱ δὲ, ὧν ἐστι καὶ Εὐριπίδης (Or. 10)· ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. Ὅμηρος δὲ αὐτὸν ἑτέρως ὑποτίθεται τιμωρεῖσθαι (λ 582)· ἑσταότ’ ἐν λίμνῃ, ἡ δὲ προσέπλαζε γενείῳ· στεῦτο δὲ διψάων, πιέειν δ’ οὐκ εἶχεν ἑλέσθαι, καὶ τὰ ἑξῆς· πλὴν εἰ μὴ κατὰ τὸν Ἀρίσταρχον νόθα εἰσὶ τὰ ἔπη ταῦτα. καὶ Ἀλκαῖος δὲ καὶ Ἀλκμὰν λίθον φασὶν ἐπαιωρεῖσθαι τῷ Ταντάλῳ (Alcae. fr. 93)· κεῖσθαι πὰρ κεφαλᾶς μέγας, ὦ Αἰσιμίδα, λίθος· ὁ δὲ Ἀλκμάν (fr. 87)· ὅπως ἀνὴρ δ’ ἐν ἀσμένοισιν ἀλιτηρὸς ἧστ’ ἐπὶ θάκας κατὰ πέτρας ὁρέων μὲν οὐδὲν, δοκέων δέ. ἐπέστησε δὲ καὶ Ἀρχίλοχος (fr. 53)· μηδ’ ὁ Ταντάλου λίθος τῆσδ’ ὑπὲρ νήσου κρεμάσθω. ἔνιοι δὲ ἀκούουσι τὸν πέτρον ἐπὶ τοῦ ἡλίου· τὸν γὰρ Τάνταλον φυσιολόγον γενόμενον καὶ μύδρον ἀποφήναντα τὸν ἥλιον ἐπὶ τούτῳ δίκας ὑποσχεῖν, ὥστε καὶ ἐπαιωρεῖσθαι αὐτῷ τὸν ἥλιον. ὑφ’ οὗ δειματοῦσθαι καὶ καταπτήσσειν. περὶ δὲ τοῦ ἡλίου οἱ φυσικοί φασιν ὡς λίθος καλεῖται ὁ ἥλιος· καὶ Ἀναξαγόρου δὲ γενόμενον τὸν Εὐριπίδην μαθητὴν πέτρον εἰρηκέναι τὸν ἥλιον διὰ τῶν προεκκειμένων (Or. 4)· ὁ γὰρ μακάριος, κοὐκ ὀνειδίζω τύχας, Διὸς πεφυκὼς, ὡς λέγουσι, Τάνταλος κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην. καὶ πάλιν δι’ ἄλλων βῶλον λέγοντα οὕτως (Or. 982)· μόλοιμι τὰν οὐρανοῦ μέσον χθονὸς τεταμέναν αἰωρήμασι πέτραν ἁλύσεσι χρυσέαις φερομέναν δίναισι βῶλον ἐξ Ὀλύμπου, ἵν’ ἐν θρήνοισιν ἀναβοάσω γέροντι πατρὶ Ταντάλῳ. 97 a τάν οἱ πατὴ ρ : τὴν ἄτην, φησὶν, ἐπεκρέμασεν αὐτῷ. |
| O 1 91b [5] | ἄτην δὲ εἶπε τὸν λίθον, ὃς ἦν ἄτη· δὶς δὲ παρείληφε τὴν ἀντωνυμίαν· τὸ γὰρ οἱ ἰσοδυναμεῖ τῷ αὐτῷ. ἄλλως· δι’ ἥντινα ἄτην ὁ Ζεὺς ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ λίθον ἐπήρτησεν· ὥστε τῇ προσδοκίᾳ τοῦ καταπίπτειν τὸν λίθον ἐφ’ ἑαυτὸν τιμωρεῖσθαι αὐτόν· ὅντινα ἐπηρτημένον λίθον ἐπιθυμῶν ἑαυτοῦ ἐκ τῆς κεφαλῆς ἀπώσασθαι καὶ μὴ δυνάμενος, εὐφροσύνης πλανᾶται, ἀντὶ τοῦ ἔξω τῆς εὐφροσύνης ἐστίν. |
| O 1 91d | ἄλλως· τάν οἱ πατή ρ : ἐπικρέμαται αὐτῷ λίθος· εἶτα τοῦτο μενοινῶν καὶ κατὰ ψυχὴν ἔχων, ὡς ἐπιπεσὼν ὁ λίθος διαφθερεῖ αὐτὸν, τῆς εὐφροσύνης ἀλᾶται, προσδοκῶν ἀεὶ τὴν κεφαλὴν αὐτοῦ βληθήσεσθαι. 96E ἔχει δ ’ ἀπάλαμνον βίο ν : ἀπάλαμνον τὸν δεινὸν, πρὸς ὃν οὐκ ἔστι παλαμήσασθαι. |
| O 1 95b | περὶ οὗ οὐδεὶς δύναται χεῖρα αὐτῷ ἐπαγαγεῖν βοηθόν. 91 a E ἐμπεδόμοχθο ν : διηνεκῶς μοχθηρόν. |
| O 1 96 | ἠσφαλισμένον τῷ μόχθῳ καὶ τῇ λύπῃ. 97 g C 95E 91 a DHQ μετὰ τριῶν τέταρτο ν : ἢ ὅτι ἐν Ἅιδου μετὰ τριῶν τετάρτος κολάζεται, Σισύφου, Τιτυοῦ, Ἰξίονος. |
| O 1 97b | ἢ ὅτι μετὰ τριῶν, τοῦ πεινῆν, διψῆν, ἑστάναι, τέταρτον πόνον ἔχει τοῦτον, τὸ τῷ λίθῳ κολάζεσθαι. ἢ μετὰ τριῶν κατὰ ἕνα· ἔστι δὲ τὸ περὶ σῶμα, περὶ ψυχὴν, περὶ τὰ ἐκτός. |
| O 1 97d | ἢ μετὰ τριῶν κολάζεται, οἷς μετέδωκε τοῦ νέκταρος καὶ ἐξεῖπε τὰ μυστήρια τῶν θεῶν. ὁ οὖν Εὐριπίδης φησίν (l. c.)· ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. ACEHQ ἢ ὅτι τριῶν οὐσῶν πρὸ τούτου βασάνων δι’ ὧν τις ἀπώλλυτο, βρόχου, κωνείου, βαράθρου, οὗτος μετὰ τὸ ἀποθανεῖν καὶ διελθεῖν τὰ τρία διὰ τοῦ θανάτου, καὶ ἐν Ἅιδου κρίνεται. |
| O 1 97f [5] | ἔνιοι δὲ ὅτι τρία λέγεται καὶ κοινῶς τὰ πρὸς τὸν θάνατον συνεργοῦντα, ξίφος, ἀγχόνη, κρημνός· Σοφοκλῆς (fr. 822)· λύσω γὰρ εἰ καὶ τῶν τριῶν ἓν οἴσομαι. τέταρτον οὖν τοῦτον μετὰ τῶν τριῶν ὁ Τάνταλος τῶν εἰς τὸν θάνατον συνεργούντων προσείληφε πόνον τὸν τοῦ ὑπερκειμένου λίθου. 105C ἢ ὅτι τριῶν μερίδων οὐσῶν κατὰ τῆς ἀνθρωπίνης φύσεως κατὰ τοὺς ποιητὰς, καὶ τοῖς μὲν εὐδαίμοσι μίαν ἕπεσθαι ἀγαθὴν, δύο δὲ κακὰς, τοῖς δὲ δυσδαίμοσι τὰς τρεῖς φαύλας· ὅθεν καὶ τρισκακοδαίμονας καὶ τρισαθλίους ἐν τῷ βίῳ τινὰς λέγεσθαι· ἵν’ ᾖ οὖν ὁ νοῦς οὕτως, ὅτι δὴ ὁ Τάνταλος καὶ μετὰ τὰς τρεῖς ταύτας δυστυχίας ἃς ὑπέστη κατὰ τὸν ἀνθρώπινον βίον, ἐξ ἀνθρώπων γεγονὼς, καὶ τετάρτην ὑφίσταται. |
| O 1 97g [10] | καὶ ὅτι ἡ τοιαύτη γνώμη ἀσφαλής ἐστι, μαρτυρεῖ ἡμῖν καὶ αὐτὸς ὁ Πίνδαρος ἐν ἑτέροις λέγων (P. III 81)· οἶσθα προτέρων ὅτι ἓν παρ’ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι. [ἐν Πυθιονίκαις.] 105 d EHQ 97 a C τοὔνεκά οἱ προῆκα ν : τοὔνεκά [οἱ] ἀντὶ τοῦ οὕνεκα, ὥστε ἴσον εἶναι τῷ διὸ δή. |
| O 1 105b | ἀνήρπαστο μὲν ὑπὸ Ποσειδῶνος, τῷ δὲ τὸν Τάνταλον κλέψαι ταῦτα, τούτου χάριν ἐξέβαλον τὸν υἱὸν εἰς τὸ τῶν θνητῶν γένος· ἡ γὰρ μετά ἀντὶ τῆς εἰς. τουτέστι διὰ τοῦτο τὸν Πέλοπα πάλιν οἱ θεοὶ ἐξ οὐρανοῦ μετέστησαν εἰς ἀνθρώπους Ταντάλου δυσσεβήσαντος. |
| O 1 105c [5] | 109E 106Q τοὔνεκά ο ἱ : δαιμονίως τὴν ἱστορίαν μετεχειρίσατο, καί φησιν ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Ταντάλου οἱ θεοὶ πάλιν ἐξ οὐρανοῦ τὸν Πέλοπα ἀπέστειλαν εἰς ἀνθρώπους, αὐτάρκη εἶναι ταύτην ἡγούμενοι τῷ Πέλοπι τιμωρίαν. |
| O 1 105d | καὶ ὅτι πρὸς τοῦτο ὁ λόγος, ἐξαρκέσει τὸ ἐπὶ τῶν ἀνθρώπων ἐπίθετον, τῆς δυστυχίας τὸ ἀκρότατον ἐμφανίζον. 109 a A 111C 105 aEQ ACEHQ ἀθάνατοι πάλι ν : εἰς τοὐπίσω. |
| O 1 106 | εἰς τὴν ἐξ ἀρχῆς πάλιν τῶν ἀνθρώπων ταλαιπωρίαν. 109 c A πρὸς εὐάνθεμον δ ’ ὅτε φυά ν : τὸ τῆς ἀκμῆς ἀνθηρὸν λέγει. |
| O 1 109b | ὁ δὲ λόγος· πρὸς τὴν ἀνθηρὰν ἐλθόντι αὐτῷ ἡλικίαν, ὅτε καὶ αἱ τρίχες αὐτοῦ ἔστεφον τὸ γένειον· ἀντὶ τοῦ ὅτε ἠνδρώθη καὶ τέλειος γέγονεν. 111A ὅτε φυὰν λάχναι νι ν : ὅτε αἱ τρίχες αὐτοῦ τὸ γένειον ἐστεφάνουν μελαίνουσαι· ὅ ἐστιν ὅτε ἤρχετο γενειᾶν ὁ Πέλοψ. |
| O 1 109c | 112A 113C μέλαν δὲ, τὸ μελανθησόμενον ὑπὸ τῆς λάχνης. |
| O 1 110b | ( ἔρεφο ν:) ἐστεφάνουν. ἑτοῖμον ἀνεφρόντισε γάμο ν : ἑτοῖμον, ἐπεὶ πᾶσι παρέκειτο· ἆθλον γὰρ ἦν τῷ νικῶντι. |
| O 1 111a | 111 f CD ἢ ὃν αὐτὸς ἑαυτῷ ἡτοίμασεν. |
| O 1 111c | ἢ τὸν ὑπὸ τῶν Μοιρῶν αὐτῷ ἡτοιμασμένον. ἢ τὸν τοῖς ᾑρημένοις κινδυνεύειν ἐκκείμενον. |
| O 1 111e | ἀνεφρόντισε δὲ, ἐπεὶ ἠθέλησε γῆμαι τὴν Οἰνομάου Ἱπποδάμειαν. 117 b DQ 111 g C ἄλλως· τὸν πᾶσιν ἀδεῶς τοῖς βουλομένοις κινδυνεύειν ἐκκείμενον. |
| O 1 111f | 111 b CD ἢ τὸν παρὰ τῶν Μοιρῶν ἡτοιμασμένον αὐτῷ. |
| O 1 111g | 117 a Πισάτα παρὰ πατρό ς : τοῦ Οἰνομάου τῆς Πίσης βασιλεύοντος. |
| O 1 112 | 118 CD εὔδοξο ν : ἤτοι τὴν ἔνδοξον· ἢ τὴν συνετὴν, ἀπὸ τοῦ εὖ δοξάζειν. |
| O 1 113 | 112 CD ἐγγὺς δ ’ ἐλθώ ν : ἀντὶ τοῦ τὲ τὸν δέ παρέλαβεν. |
| O 1 115 | ἐν ὄρφν ᾳ : ἐν νυκτί. ἄπυε ν : ἐφώνει. |
| O 1 116a | προσεκαλεῖτο. τουτέστιν ηὔξατο τῷ Ποσειδῶνι ὁ Πέλοψ. 118ABE βαρύκτυπον δὲ εἶπε τὸν Ποσειδῶνα ἀπὸ τοῦ κτύπου τῆς θαλάσσης. |
| O 1 116b | 118 PQ ὁ δ ’ αὐτῷ παρὰ ποδὶ σχεδὸν φάν η : τὸ ἕτοιμον τῆς τοῦ θεοῦ ἀκοῆς δεδήλωκεν. |
| O 1 117a | 112 Q εἴποιμεν δ’ ἂν αὐτὸν προσκαλεῖσθαι τὸν Ποσειδῶνα ἤτοι ὡς ἐραστὴν ἢ ὡς τῆς ἱππικῆς προεστῶτα καὶ δυνατῶς ἔχοντα τέχνῃ πρὸς τὸν ἆθλον συμβαλέσθαι. |
| O 1 116b | 106 A 109 c C 112 BE 113 D 111 f Q σχεδὸν φάν η : οὐ τοπικῶς τὸ σχεδὸν, ἀλλὰ τοπικῶς πρὸς τὴν φωνὴν ἀκούσας τοῦ Πέλοπος. |
| O 1 118 | 122 c A 127 b E τῷ μὲν εἶπε ν : ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ ἀνταποδίδοται πρὸς αὐτό· ὁ μὲν εἶπεν, ὁ δὲ ἤκουσεν. |
| O 1 119b | φίλια δὲ δῶρα Κυπρία ς , τὰ προσφιλῆ δῶρα τῆς Ἀφροδίτης εἰ εἰς χάριν τινὰ γίνεται· ἀντὶ τοῦ εἰ χάρις ἐραστοῦ πρὸς ἐρώμενον. ἢ Κυπρία ς , τοῦ γάμου, ἵν’ ᾖ· εἴ τίς σοι χάρις ἐστὶ τοῦ ἐμὲ γῆμαι, σύμπραξον ἡμῖν. |
| O 1 119d | ἄλλως· εἴ σοι κεχαρισμένος ἐστὶ τῆς Ἱπποδαμείας ..... καὶ εἰ μὴ μέλλεις ἐναντιοῦσθαι τῷ ἔρωτι τῷ πρὸς τὴν Ἱπποδάμειαν. ταύτην γὰρ φίλια δῶρα Ἀφροδίτης εἶπεν. ὁ νοῦς· εἰ τὰ τῆς Ἀφροδίτης δῶρα εἰς χάριν γίνεται, ἄγε τὸ τοῦ Οἰνομάου δόρυ πέδασον. |
| O 1 122a | ( τέλλετα ι:) ὑπάρχει. πέδασον ἔγχο ς : κάτασχε. |
| O 1 122b [10] | ἐμπόδισον τὸ τοῦ Οἰνομάου δόρυ. δόρυ γὰρ μεταχειριζόμενος ἐπεδίωκε προηγουμένους τοὺς μνηστῆρας καὶ συμποδίσας ἀνῄρει. ὥς που καὶ Ἀπολλώνιος μαρτυρεῖ (I, 752)· Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντε, καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε τινάσσων ἡνία· σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δ’ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπώς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πίπτεν ἐπεσσυμένος Πελοπήια νῶτα δαΐξαι. 127 A πέδασον ἔγχο ς : Ἀμμώνιος ἔγχος Οἰνομάου τὸ ἅρμα ἤκουσεν. |
| O 1 122c | 119A ἐς Ἆλι ν : εἰς Ὀλυμπίαν· ὅτι τὸ χωρίον τῆς Ἤλιδος. |
| O 1 126a | 135 κράτει δὲ πέλασο ν : τῇ νίκῃ δὲ πέλασον, ἵνα. |
| O 1 126b | κρατήσω αὐτοῦ. 127 b Q ἐπεὶ τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσσα ς : καὶ ἐν θρήνοις τὸν αὐτὸν ἀριθμὸν τίθησι τῶν ὑπὸ τοῦ Οἰνομάου ἀναιρεθέντων μνηστήρων (fr. |
| O 1 127a [5] | 135). πέφνε δὲ τρεῖς καὶ δέκα ἄνδρας· τετράτῳ δ’ αὐτὸς πεδάθη. 129 EQ [ τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσα ς:] οἱ ἀναιρεθέντες οὗτοί εἰσι· Μέρμνης· Ἱππόθοος· Πέλοψ ὁ Ὀπούντιος· Ἀκαρνάν· Εὐρύμαχος· Εὐρύλοχος· Αὐτομέδων· Λάσιος· Χάλκων· Τρικόρωνος· Ἀλκάθους ὁ Πορθάονος· Ἀριστόμαχος· Κρόκαλος. |
| O 1 127b | τούτῳ τῷ ἀριθμῷ τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος (fr. 165) καὶ Ἐπιμενίδης (FHG IV, 405) μαρτυρεῖ. τινὲς δὲ οὕτως αὐτούς φασι ιεʹ· Μέρμνην· Ἱππόστρατον· Αἰολοπέα· Πείραντα· Ἀκαρνᾶνα· Ἱππομέδοντα· Ἀλκάθουν· Εὐρύαλον· Εὐρύμαχον· Κρόκαλον· Ἀκρόκομον· Σκόπελον· Λυκούριον· Λάσιον· Χάλκωνα. |
| O 1 127d | τινὲς δὲ τοὺς ιγʹ οὕτως· Μέρμνωνα· Ἱππόθοον· Πέλοπα τὸν Ὀπούντιον· Εὐρύμαχον· Εὐρύλοχον· Ἱππομέδοντα· Λάσιον· Χάλκωνα· Αἰόλιον· Τρικόρωνον· Ἀκαρνᾶνα· Ἀλκάθουν· Ἀριστόμαχον. ἄλλοι δὲ ἓξ εἶναι λέγουσιν οὕτως· Τρικόρωνον· Ἀριστόμαχον· Κυριάνοντα· Αἴολον· Πελάγοντα· Κρόνιον. |
| O 1 127e | 119 E 127 a Q ὁ μέγας δὲ κίνδυνο ς : ὁ περὶ τῆς ψυχῆς δηλονότι. |
| O 1 129b [5] | οἷον, οὐδεὶς ἄναλκις ὑπομένει περὶ τῆς ψυχῆς κινδυνεύειν, ἀλλ’ ἔστι τὸ τοιοῦτον ἀνδρὸς ἀλκίμου. ὅμοιον τῷ παρ’ Ὁμήρῳ (Μ 246)· σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι· οὐ γάρ τοι κραδίη μενεδήιος οὐδὲ μαχήμων. ἄλλως· τὰ δὲ ἐπικίνδυνα τῶν πραγμάτων οὐ δεῖται ἀτόλμων καὶ ἀθλίων ἀνθρώπων. |
| O 1 129d [5] | ἢ οὕτως· τὸν ἀνδρεῖον μέγας κίνδυνος καταλαμβάνει. θανεῖν δ ’ οἷς ἀνάγκ α : ἐν δὲ τοῖς ἀνθρώποις, οἷς ἐξ ἀνάγκης τὸ θανεῖν, διὰ τί δή τις ἄδοξον τὸ γῆρας ἐν ἀφανείᾳ καὶ ἀδοξίᾳ καθεζόμενος τήκει καὶ καταναλίσκει μάτην, πάντων τῶν καλῶν ἀμέτοχος ὑπάρχων; ἄλλως· οἷς ἀποθανεῖν ἀνάγκη, τί καί τις καθεζόμενος ὑπὸ τοῦ ἀνωνύμου γήρως ἕψοιτο; τὸ δὲ ἐν σκότῳ καθήμενο ς , ἀντὶ τοῦ ἀκινησίᾳ καὶ ἀκλείᾳ καθεστώς. |
| O 1 131c | ἄλλως· εἰ δεῖ ἀποθανεῖν τὸν ἄνθρωπον, ἄξιον αὐτὸν γενναίως ἢ ἀγεννῶς βιώσαντα τελευτᾶν. ἕψοι δὲ, ἀντὶ τοῦ ἕψοιτο· οὐ γὰρ ἕψει τις τὸ γῆρας, ἀλλ’ ἕψεται ὑπ’ αὐτοῦ. |
| O 1 131e | ἀνώνυμον δὲ, τὸ ἐν ἀπραξίᾳ καὶ ἀκλεὲς ὑπάρχον. ἄλλως· ἐπειδὴ πρόκειται τὸ ἀποθανεῖν, διὰ τί μὴ μετὰ δόξης τελευτῶμεν, γενναῖόν τι τολμῶντες; ἀλ λ ’ ἐμοὶ μὲν οὗτος ἄεθλο ς : ἀλλ’ ἐμοὶ μὲν ὑπὲρ τοῦ γάμου κινδυνεῦσαι πρόκειται, σοὶ δὲ τῇ γνώμῃ τὸ πέρας ἐπιθεῖναι. |
| O 1 134b | ἄλλως· ἐάν τε συμπράσσῃς, ὦ Πόσειδον, ἐάν τε μὴ, ἐγὼ ὑπομενῶ τοῦτον τὸν ἆθλον τοῦ γάμου. 137 A τὺ δὲ πρᾶξιν φίλα ν : σὺ μέντοι δίδου τὴν νίκην καὶ τὴν εὐπραξίαν. |
| O 1 135 | 142 ὣς ἔνεπε ν : οὕτως εἶπεν. |
| O 1 137b | οὐ δ ’ ἀκράντοις ἐφάψατο ἔπεσ ι : ἀντὶ τοῦ, οὐδὲ ἀκράντων ἐπῶν. οὐδὲ ἀτελειώτοις ἐφήψατο λόγοις· παρέσχε γὰρ αὐτῷ ἃ ἐβούλετο· ἐνίκησε γὰρ καὶ ἔλαβε τὴν Ἱπποδάμειαν πρὸς γάμον. |
| O 1 139a | τὸν μὲν ἀγάλλων θεό ς : τοῦτον μὲν οὖν, φησι, τὸν Πέλοπα, κοσμῶν καὶ αὔξων, ἔδωκεν αὐτῷ τό τε χρυσοῦν ἅρμα καὶ τοὺς ταχεῖς ἵππους. ἀγάλλω ν : κοσμῶν, ὡς ἤδη, ἅτε θεὸς, πεπεισμένος περὶ τῆς νίκης. |
| O 1 139b | 144A ( ἀγάλλω ν:) ποιῶν ἀγάλλεσθαι ἢ ἀγαλλόμενος. |
| O 1 139c | B gl ἕλεν δ ’ Οἰνομάο υ : ἐνίκησεν. |
| O 1 142b | .... 〈Οἰν〉όμαον. ἕλ ε : ἐφόνευσε. ἢ ἔλαβε τὴν Ἱπποδάμειαν, ὡς τὸ ἔχω οἰκῶ καὶ συνοικῶ. παρθένον τε σύνευνο ν : ἀπὸ κοινοῦ τὸ ἕλεν. |
| O 1 143 | 145 A ἃ τέκε λαγέτας ἓ ξ : ἥτις Ἱπποδάμεια. |
| O 1 144b | λαγέτα ς , ἡγεμόνας. τῶν λαῶν ἡγουμένους. λέγει δὲ Ἀτρέα· Θυέστην· Πιτθέα· Ἀλκάθουν· Πλεισθένην· Χρύσιππον. |
| O 1 144d | ἄλλως· Ἀτρεύς· Θυέστης· Ἀλκάθους· Ἵππαλκμος· Πιτθεύς· Δίας· ἢ Χρύσιππος, ἐξ Ἀξιόχης νύμφης· καὶ Πλεισθένης, ἐξ ἄλλης. τινὲς δὲ οὕτως· Ἀτρέα· Θυέστην· Ἵππαλκμον· Πλεισθένην· Πιτθέα· Πέλοπα τὸν νεώτερον. |
| O 1 144e | 126A ( λαγέτα ς:) ἡγεμόνας. |
| O 1 145 | ἀρεταῖσι μεμαότα ς : ἐπιθυμοῦντας τῆς ἀρετῆς καὶ ταύτης ἀντεχομένους. 148 νῦν δ ’ ἐν αἱμακουρίαι ς : Βοιωτικὴ ἡ φωνή. |
| O 1 146a | Βοιωτοὶ γὰρ αἱμακουρίας τὰ τῶν νεκρῶν ἐναγίσματα λέγουσιν. ὁ δὲ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος ὁ Πέλοψ ἐναγισμοῖς καὶ θυσίαις τελευτήσας τιμᾶται παρὰ τοῖς τοῦ Ἀλφειοῦ ῥεύμασι περισημότατον ἔχων μνῆμα παρὰ τῷ πολυξένῳ βωμῷ. |
| O 1 146c | περιφραστικῶς οὖν ταῦτά φησιν ἀντὶ τοῦ ἀπέθανεν. 149A ἄλλως· αἱμακουρίαι ς : τοῖς μεθ’ αἱμάτων γινομένοις ἐναγισμοῖς. |
| O 1 146d | κατ’ ἐνιαυτὸν δὲ ἐγίνοντο τῷ Πέλοπι, ὡς καὶ τοῖς λοιποῖς. ἡ δὲ ἐτυμολογία ἀπὸ τοῦ κορέννυσθαι τὰς ψυχὰς αἵματος. πόρῳ κλιθεί ς : τῷ ῥεύματι. |
| O 1 148 | 146 τύμβον ἀμφίπολον ἔχω ν : τινές φασι μὴ μνῆμα, ἀλλ’ ἱερὸν εἶναι τοῦ Πέλοπος, καὶ πρὸ τοῦ Διὸς αὐτῷ τοὺς Ἠλείους θύειν, τοῦ Ἡρακλέους πρώτου κατὰ τιμὴν τοῦτο πεποιηκότος. |
| O 1 149b | ἀμφίπολον δέ τινες τὸν περιπολούμενον, διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει· οἱ γὰρ οἰκισταὶ ἐν μέσαις ταῖς πόλεσιν ἐθάπτοντο ἐξ ἔθους. ἄλλοι δὲ πολούμενον ὑπὸ τῶν ἀγωνιζομένων· ἐν γὰρ τῷ σταδίῳ ἐστὶν αὐτῷ ὁ τάφος. |
| O 1 149d | περιπολούμενον, ὡς τῶν ἐπιφοιτώντων διὰ τὸ ἄγαν τῆς κατασκευῆς ἐκπρεπὲς κύκλῳ περιιόντων καὶ θεωμένων. ἔνιοι δὲ ὅτι οἱ δρομεῖς εἰς τὸν τάφον τοῦ Πέλοπος ἔκαμπτον. |
| O 1 149f [5] | 〈 ἀμφίπολο ν : 〉 διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει. πολυξενωτάτῳ παρὰ βωμ ῷ : ἔνιοι μὲν οὖν ἐνόησαν, ὅτι πολύξενόν φησι τὸν βωμὸν τὸν παρὰ τῷ τάφῳ τοῦ Πέλοπος ἑστῶτα διὰ τὸ πλῆθος τῶν εἰς τὴν Ὀλυμπίαν στελλομένων ἀγωνιστῶν τε καὶ θεατῶν, καί φασι τὸν ἑστῶτα παρὰ τῷ Πέλοπος τάφῳ βωμὸν Πέλοπος εἶναι, ἔνθα αὐτῷ τὰ ἐναγίσματα γίνεται. |
| O 1 150b [5] | οἱ δὲ οὕτως· ὅτι Ἴαμος Ἀπόλλωνος παῖς παρὰ τοῦ πατρὸς τὴν μαντικὴν λαβὼν περὶ τῆς ἱερωσύνης ἔλεγε τοῖς ἐρωτῶσι. διὰ τὸ πλείστους οὖν ξένους τῆς μαντικῆς ἕνεκεν ἀφικνεῖσθαι, πολυξενώτατον εἶπε τὸν βωμόν. καὶ τοῦτον τὸν βωμὸν Διὸς καὶ Πέλοπος λέγουσιν ABEQ οἱ ταύτην τὴν ἐξήγησιν ἐκδεξάμενοι. ἐπεὶ πολλοὶ ξένοι εἰσρέουσιν εἰς τὸν Ὀλυμπιακὸν ἀγῶνα· βωμὸς γὰρ ἐν Πίσῃ, ἐφ’ ὃν θύουσι πάντες οἱ ξένοι. |
| O 1 151a | τὸ δὲ κλέος τηλόθεν δέδορκε ν : ὁ νοῦς· τὸ δὲ τῆς Ὀλυμπίας κλέος ἄνωθεν ἀπὸ τῆς τοῦ Πέλοπος οἰκήσεως ὁρᾶται· ὡς ἐκείνου τὸ τέλειον τῷ Ὀλυμπιακῷ ἀγῶνι περιθέντος. τὸ τηλόθεν χρονικῶς ἀκουστέον. |
| O 1 151c | τὸ δὲ δέδορκε ν, ἀντὶ παθητικοῦ τοῦ δέρκεται· ἵν’ ᾖ, ὁρᾶται. τουτέστι πανταχῆ βλέπεται καὶ ὁρᾶται ὁ Ὀλυμπιακὸς ἀγών. |
| O 1 151d | ἰδίως δὲ τὸ δέδορκεν ἐξενήνοχεν ἀντὶ παθητικοῦ τοῦ βλέπεται. ὅτι μακρόθεν ὁρᾶται τὸ κλέος καὶ εἰς δεῖξιν πίπτει. |
| O 1 151f | ἄλλως· τηλόθεν δέδορκ ε : τουτέστι πανταχῆ βλέπεται καὶ βοᾶται ὁ Ὀλυμπιακὸς ἀγών. τὸ γὰρ δέδορκεν, ἀντὶ παθητικοῦ τοῦ βλέπεται. ἵνα ταχυτὰς ποδῶ ν : πρῶτον γὰρ εὑρέθη δρόμου τὸ ἄσκημα, καὶ ἡ πρώτη θέσις τῶν Ὀλυμπίων δρόμου ἦν τὸ σχῆμα. |
| O 1 154b | ταχυτὰς ποδῶν ἐρίζεται ἀκμαί τ ’ ἰσχύο ς : ἀπὸ κοινοῦ τὸ ἐρίζεται. ὁ δὲ νοῦς· ἔνθα πρὸς ἀλλήλας ἐρίζουσι καὶ φιλονεικοῦσιν αἱ τῶν ἀκμαίων ἰσχύες, αἳ γενναίως πρὸς τοὺς πόνους χωροῦσι. |
| O 1 154d | τὸ δὲ ἀκόλουθον, αἱ ἀκμαῖαι ἰσχύες. ἀντὶ τοῦ, ἔνθα γίνονται καὶ δρόμοι καὶ πάλαι καὶ παγκράτια καὶ πυγμαί· τοῦτο γάρ ἐστι τὸ θρασύπονοι ἀκμαὶ ἰσχύος. |
| O 1 154e | ABCEQ ὁ νικῶν δ ὲ : ἔξωθεν ἀκουστέον τὸν Ὀλυμπιακὸν ἀγῶνα. |
| O 1 157b | ὁ νικῶν εὔδιον καὶ ἡδὺν τὸν λοιπὸν ἔχει βίον· ὡς τοῦ τέλους τῶν ἀγωνισμάτων ἐν τῷ Ὀλυμπιακῷ ὄντος ἀγῶνι, καὶ τοῦ νικήσαντος ἔχοντος τὸ τέλειον τῆς δόξης. ἄλλως· ὁ νικῶν δὲ τὸν λοιπὸν αὐτοῦ βίον διάγει ἐν τῇ γῇ μέλι ῥεούσῃ. |
| O 1 157d [5] | 〈 μελιτόεσσαν εὐδία ν : 〉 ἀντὶ τοῦ, [ἔχει] ἡδεῖαν ἀνάπαυσιν. ἄλλως· ἀμφίβολον πότερον ὁ νικῶν τὰ Ὀλύμπια εἰς τὸν μετὰ ταῦτα χρόνον ἐν εὐδίᾳ ἐστὶν ἕνεκα τῶν ἄθλων· οἷον, ἕνεκα τοῦ νικῆσαι τὰ Ὀλύμπια ἐν εὐθυμίᾳ ἐστὶ, πολλάκις μέντοι εἴωθε δι’ ἑτέρας συμφορὰς λυπεῖσθαι· ἢ οὕτως· ὁ νικήσας τὰ Ὀλύμπια ἕνεκα τῶν ἄλλων ἄθλων ἐν εὐδίᾳ ἐστίν· οὐκέτι γὰρ φιλοδοξεῖ οὐδὲ ἐπιθυμεῖ νικῆσαι ἕτερον ἀγῶνα. |
| O 1 157f | ἄλλως· ὁ νικῶν ἐν εὐδίᾳ διάγει ἡδόμενος ταῖς νίκαις. ( μελιτόεσσαν εὐδία ν:) ἡδεῖαν ἀνάπαυσιν. |
| O 1 159a [5] | τὸ δ ’ αἰεὶ παράμερον ἐσλό ν : οἱ ἄνθρωποι τῶν ἔμπροσθεν πεπραγμένων ἀγαθῶν οὐκ εἰώθασι μεμνῆσθαι, ἀλλὰ τὸ παρ’ ἡμέραν ἢ καλὸν ἢ κακὸν σκοποῦσιν· ἑκάστῳ οὖν, φησι, τῶν ἀνθρώπων τὸ παρ’ ἡμέραν γινόμενον κρίνεται μέγιστον εἶναι. ἄλλως· τὸ διὰ τῶν ἄθλων παραγινόμενον ἀγαθὸν παρ’ ἐκείνην τὴν ἡμέραν τὴν ἐνεστῶσαν, ἐν ᾗ τις ἐνίκησεν, ὕπατον δοκεῖ καὶ μέγιστον ἀγαθὸν τῷ τετυχηκότι. |
| O 1 159c | ἢ οὕτω· τὸ παρ’ ἡμέραν γινόμενον· τὰ γὰρ ἐνεστῶτα τῶν μελλόντων προκρίνεται. ἄλλως· τὸ δὲ καθ’ ἡμέραν καὶ ἀδιαλείπτως παρὸν τοῖς ἀνθρώποις ἀγαθὸν, τοῦτο ἔξοχον καὶ ὑπεράνθρωπον γίνεται ἀγαθόν. |
| O 1 159e | ἢ οὕτω· τὸ δὲ παρὰ τὴν τοῦ στεφάνου ἡμέραν ἀγαθὸν ὕπατον γίνεται παντὶ ἀνθρώπῳ. ἡ δὲ ἡμέρα καθ’ ἥν τις στέφεται τιμιωτάτη ἐστίν. ἄλλως· ἐάν τις πρότερον εὐτυχῇ ἐν τῷ ἄλλῳ βίῳ καὶ πάλιν εὐτυχήσας νικήσῃ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνίκησεν ἐπιλέλησται τῶν προτέρων εὐτυχημάτων. |
| O 1 159g [5] | ἄλλως· τὸ γὰρ κατὰ προαίρεσιν συμβαῖνον ἀγαθὸν ὕπατον καὶ μέγιστον γίνεται παντὶ ἀνθρώπῳ· ὥσπερ καὶ ὁ Ἱέρων ἐπιθυμήσας νίκης ἐνίκησε καὶ ἐγένετο αὐτῷ τοῦτο τὸ παρ’ ἡμέραν ἀγαθὸν κατὰ προαίρεσιν τελεσθὲν ὕπατον καὶ μέγιστον. Αἰοληίδι μολπ ᾷ : ἤτοι ποικίλῃ· ποικίλα γὰρ τὰ λυρικά· ἢ Θηβαίᾳ· οἱ γὰρ Αἰολεῖς ᾤκησαν τὰς Θήβας. |
| O 1 164b | τινὲς δέ φασιν ὅτι ἄνωθεν Αἰολεὺς τὸ γένος ὁ Πίνδαρος· οἱ δὲ ὅτι Αἰολίῳ ῥυθμῷ διὰ τῆς μουσικῆς χρῆται τῶν ποιημάτων. πέποιθα δὲ ξένο ν : ἐμαυτῷ. |
| O 1 165a [5] | τὸν Ἱέρωνα. ἐμπεριέχοντα καὶ δύο τῶν καλῶν· ὅ ἐστιν, ἀγαθὸν καὶ δυνάμενον ὃ βούλεται συντελεῖν. ἐνίοις γὰρ τὸ ἕτερον ἠκολούθηκεν, οὐ τὰ δύο. ἄλλως· πεπίστευκα δὲ καὶ πέπεισμαι ἀκριβῶς, μηδένα με ἔτι φίλον τῶν νῦν ἀνθρώπων ἐγκωμιάσαι τοῖς ὕμνοις ἀμφότερα ἔχοντα, καὶ ἐπιστήμονα τὰ κατὰ ψυχὴν καὶ σώματος ἰσχὺν τούτου ἀνδρειότερον· ἅπερ τὰ δύο τῷ Ἱέρωνι πάρεστιν. |
| O 1 165c [5] | ἔνιοι δὲ κατὰ τοῦ Πινδάρου αὐτὸ ἀκούουσιν, ὅπερ καὶ μᾶλλον διὰ τὰ ἑξῆς ἐπαγόμενα· ἵν’ ᾖ τὸ ἐγκώμιον ἐφ’ αὑτῷ κινῶν ὁ Πίνδαρος, καὶ ὁ νοῦς τοιοῦτος· πιστεύω δὲ μηδένα ἄλλον ποιητὴν ἐπιστήμονά τε εἶναι καὶ ἀνδρεῖον καὶ οὕτω δύνασθαι τοὺς φίλους ἐγκωμιάζειν ὥσπερ ἐμαυτόν. ἄλλως· πεπίστευκα δὲ ὅτι οὐδένα ὕμνησα ἀμφότερα ἔχοντα, ἐμπειρίαν τε καλῶν καὶ δύναμιν· ἀναφέρεται δὲ τοῦτο εἰς Ἱέρωνα. |
| O 1 165e | ἄλλως· τεθάρρηκά, φησιν, ὅτι κυρίως ὑμνῶ τὸν εὐδύναμον καὶ φιλάρετον καὶ δίκαιον καὶ γενναῖον. δαιδαλωσέμεν ὕμνων πτυχαῖ ς : κοσμήσειν. |
| O 1 169a | πτυχαῖ ς , ταῖς ποιήσεσιν· ἐπεὶ διαιρεῖται εἰς στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδάς. ἄλλως· ὕμνων πτυχαῖ ς : τοῖς ὕμνοις κατὰ περίφρασιν. |
| O 1 169b | οἰκείως δὲ πρὸς τὸ δαιδαλωσέμεν καὶ τὸ ποικίλλειν, ὥσπερ ἐπὶ κατασκευάσματος, τὸ πτυχαῖς ἐπήγαγεν. θεὸς ἐπίτροπο ς : οἱ μὲν, φροντιστὴς τῆς σῆς εὐδαιμονίας, ὦ Ἱέρων, ἀδιάπταιστόν σοι τὴν εὐδαιμονίαν φυλάττει. |
| O 1 171a | οἱ δὲ πάλιν ἐπὶ τοῦ Πινδάρου· ἐπίτροπος θεὸς ἐπὶ τῷ ἐμῷ τρόπῳ· καὶ λέγει τὴν Μοῦσαν. θεὸς ἐπόπτης καὶ διοικητὴς τεαῖσι μήδεται μερίμναις, κῆδος ἔχων τοῦτο, εἰς τοῦτο σπουδάζων τὸ σοῦ προνοεῖσθαι. |
| O 1 171c | ἄλλως· θεὸς ἐπίτροπός σου ὢν ἔχει τε καὶ φυλάσσει τοῦτο ταῖς σαῖς μερίμναις, τὸ νικᾶν σε. ἢ ὅτι θεὸς ἐπίτροπός σου ὢν τοῦτο ἐργάζεται· τὸ γὰρ μήδεται νῦν τοῦτο σημαίνει. |
| O 1 171e | ταῖς τεαῖσι μερίμναι ς : ἔμπειρόν τε εἶναι καὶ δυνατὸν τῶν καλῶν καὶ δραστήριον. γράφεται καὶ κῦδος ἔχων ἀντὶ τοῦ συνέχων τοῦτο κῦδος. |
| O 1 174a [5] | εἰ δὲ μὴ ταχὺ λίπο ι : εἰ δὲ μὴ ταχέως με ἐπιλίποι ἡ Μοῦσα· καὶ φανερώτερον τὸν λόγον ἐφ’ ἑαυτοῦ τίθησι Πίνδαρος. οὐκ ἦν γὰρ προσῆκον περὶ τοῦ ἐγκωμιαζομένου λέγειν, ἐὰν μή σε ἐπιλίποι ἡ εὐδαιμονία, ἀλλὰ EHQ μετριώτερον ἔστιν αὐτὸ λαμβάνειν, ἐὰν ἐπὶ τοῦ Πινδάρου ἀκούωμεν· ἐὰν οὖν, φησι, μή με ἐπιλίποι ἡ Μοῦσα, δυνήσομαί σοι καὶ αὖθις τεθρίππῳ νικήσαντι γλυκερώτερον καὶ ἡδύτερον ὕμνον γράψαι καὶ ἐγκωμιάσαι σε, βοηθὸν τῶν ἐμαυτοῦ ποιημάτων εὑρίσκων τὴν σὴν νίκην· σοῦ γὰρ νικήσαντος ἔσται μοι πρόφασις καὶ ὁδὸς ἀφ’ ἧς με δεῖ ἐγκωμιάσαι. ἄλλως· εἰ δὲ μὴ ταχὺ λίπο ι : ἔνιοι οὕτως συνέθηκαν τὸν λόγον· ἐὰν μή με ὁ βίος ταχέως ἐπιλείψῃ, ἀντὶ τοῦ, ἐὰν μὴ τελευτήσω, ἀλλὰ ζῶ, σὺν τῷ ταχεῖ τεθρίππῳ παραγεγονὼς εἰς τὸν εὐδείελον Κρόνιον, τουτέστι τὴν Ὀλυμπίαν, ἐλπίζω γλυκυτέραν σοι καὶ ἡδίω τῆς νῦν ἆσαι ᾠδὴν, ὁδὸν καὶ πρόφασιν τῶν λόγων μου τὴν σὴν εὑρίσκων νίκην. |
| O 1 174c | τὸ δὲ σὺν ἅρματι παραγεγονὼς, οἱονεὶ σοῦ τεθρίππῳ νικήσαντος ἐν τῇ Ὀλυμπίᾳ καὶ ἐμοῦ ἐπὶ τῇ τοιαύτῃ νίκῃ γράφοντός σοι τὸν ὕμνον. ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι, ἔλπομαι πρὸς εὐδείελον ἐλθὼν Κρόνιον καὶ ἐπίκουρον εὑρὼν λόγων ὁδὸν, ἔτι γλυκυτέραν σὺν ἅρματι θοῷ κλεΐξαι σου τὴν νίκην, ὦ Ἱέρων. |
| O 1 174e | ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι ὁ αἰὼν, ὦ Ἱέρων, καὶ ἅρματί σε νικήσαντα ἐλπίζω ὑμνήσειν. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· εἰ δὲ μὴ ταχὺ λίποι ὁ ἐπίτροπός σου δαίμων, ἔλπομαι ἐπίκουρον εὑρὼν ὁδὸν λόγων, ποιήσειν ἐγκώμιον βοηθῶν σου τῇ δόξῃ. |
| O 1 174f | 179 b HQ Κρόνιο ν : ἀκρωτήριον τῆς Πίσης· περὶ γὰρ τὸν Κρόνιον λόφον ἄγεται [τὰ Ὀλύμπια] ὁ ἀγών. |
| O 1 179a | 180 b HQ ἐμοὶ μὲν ὦν Μοῖσ α . |
| O 1 179b | ἐμοὶ μὲν οὖν δυνάμει ἡ Μοῦσα ἰσχυρότατα βέλη τρέφει τῶν λόγων, ὥστε βάλλειν καιρίως τοῖς ὕμνοις τοὺς νικηφόρους. ἄλλως· ἐγὼ μὲν ἐπὶ μουσικῇ πέποιθα· τὸ ἐμὸν βέλος ὑπὸ Μούσης τρέφεται· σὺ δὲ ἐν τῷ πλουτεῖν μέγας εἶ. |
| O 1 179c | 179 a HQ βέλος ἀλκᾷ τρέφε ι : τρέφει εἴρηκεν ἀντὶ τοῦ ἀλκὴν αὔξει. |
| O 1 180b | ἄλλοισι δ ’ ἄλλοι μεγάλο ι : ἐκ ταύτης τῆς προφάσεως αἰτεῖ τὸν Ἱέρωνα. τὸ δ ’ ἔσχατον κορυφοῦτα ι : τὸ δὲ τελευταῖον καὶ τὸ πλῆρες, οὗπερ οὐκ ἔστιν ὑπερβολὴν τοῖς ἀνθρώποις εὑρεῖν, ὑψοῦται καὶ ἔστι τοῖς βασιλεῦσιν. |
| O 1 182a | μηκέτι πάπταιν ε : μηκέτι περιβλέπου καὶ ζήτει τῆς οὔσης εὐδαιμονίας ἐν σοὶ μείζονα· ἔχεις γὰρ τὸ τέλειον. μηκέτι περαιτέρω τούτων ζήτει ὧν ἔχεις, βασιλεὺς γενόμενος. |
| O 1 182b | 185 CD ( πόρσιο ν:) μεγαλώτερον. |
| O 1 184a [5] | εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖ ν : ὁ νοῦς· εἴη σὲ μὲν τὸν χρόνον τοῦτον ὃν ζῶμεν ἐν ὕψει καὶ εὐδαιμονίᾳ διαζῆν, ἐμὲ δὲ τοσαῦτα τοῖς νικηφόροις προσδιαλέγεσθαι τοῖς ἐγκωμίοις, προφανῆ καὶ ἐπίσημον ὄντα διὰ τὴν σοφίαν ἐν τοῖς Ἕλλησιν. ἄλλως· εἴη σέ τε τοῦτον τὸν χρόνον ὃν ζῶμεν μὴ ἀποβαλεῖν τὴν βασιλείαν, ἐμέ τε ἐπινίκους γράφειν καὶ ὑμνεῖν τοὺς νικῶντας. |
| O 1 184b | fin. sch. CD ὑψο ῦ : τῷ μὲν ὑψοῦ τὴν εὐδαιμονίαν ᾐνίξατο, τῷ δὲ πατεῖν τὸ ζῆν ᾐνίξατο πάλιν. |
| O 1 185 | 184 CD τοσσάδε νικαφόροι ς : ἀντὶ τοῦ, τοσούτοις νικηφόροις ὁμιλεῖν, οἷος εἶ σύ. |
| O 1 186 | χαίρω δὲ γράφων τοιάδε, καὶ ἔσται τοιαῦτα οἷα ἐπὶ σοῦ. πρόφαντο ν : φανερὸν καὶ ἔξοχον ἐν τῇ σοφίᾳ πανταχῆ κατὰ τοὺς Ἕλληνας ὄντα. |
| O 1 187 [1] | τέλος τοῦ Θηβαίου Ἱέρωνος. Scholia in Olympionicarum carmen II Θήρωνι Ἀκραγαντίνῳ ἅρματι. |
| O 2 metr (t) [20] | sch. inscr. A 1C Τῆς δευτέρας ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ ιδʹ. τὸ αʹ περιοδικὸν, διπλοῦς ἴαμβος. τὸ βʹ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς. τὸ γʹ ἀντισπαστικὸν ἀπ’ ἀδιαφόρου τοῦ πρώτου ποδὸς δίμετρον ἀκατάληκτον ἰαμβικῇ κατακλειόμενον. τὸ δʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἀπὸ ἰαμβικῆς συζυγίας. τὸ εʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἀντίσπαστος καὶ συλλαβή. τὸ ζʹ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς. τὸ ηʹ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ θʹ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ιʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιαʹ ὁμόχρονον τῷ ϛʹ τῆς στροφῆς. τὸ ιβʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγʹ ἑφθημιμερὲς ἰαμβικόν. τὸ ιδʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ δὲ ἐπῳδὸς κώλων ἐστὶν ηʹ. τὸ αʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἀπὸ ἰαμβικῆς. τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ δʹ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ μικτὸν τροχαϊκὸν ἀπὸ συζυγίας ἰαμβικῆς. ἡ δὲ ἀπόδοσις ἐν τῷ Λάιον τοῦ ι πάσχει ὑφίζησιν. τὸ ζʹ ἐπιωνικὸν ἰαμβικῆς ἐπιφερομένης. τὸ ηʹ ἰαμβικὸν μικτὸν ἀπὸ τροχαϊκῆς. 15A 23C 1E Γέγραπται Θήρωνι Ἀκραγαντίνῳ ἅρματι νικήσαντι τὴν οζʹ Ὀλυμπιάδα. |
| O 2 inscr [5] | ἦν δὲ ὁ Θήρων τὸ ἀνέκαθεν ἀπὸ Οἰδίποδος. ἐκήδευσε δὲ Γέλωνι τῷ τυράννῳ, δοὺς αὐτῷ τὴν θυγατέρα Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον ὠνομάσθη νόμισμα. καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου τοῦ ἀδελφοῦ Ἱέρωνος [θυγατέρα] ἔγημε, καθά φησι Τίμαιος (FHG I, 213). ἦν δὲ ὁ Θήρων υἱὸς Αἰνησιδάμου. 8 BD a EHQ 11 CD b BCD ab EHQ Ἀναξιφόρμιγγε ς : ἤτοι 〈οἱ〉 τῶν φορμίγγων ἀνάσσοντες· ἕπονται γὰρ τοῖς ὕμνοις καὶ φόρμιγγες, δι’ οὓς καὶ ἀπεδείχθησαν· ἢ οἱ ἀνασσόμενοι ὑπὸ φορμίγγων ὕμνοι· πρότερον γὰρ ἐνδίδωσι 〈τὸ〉 μέλος ὁ κιθαριστής, ἔπειτα ἡ ᾠδὴ λέγεται· ὡς καὶ ἐν Πυθιονίκαις (P. |
| O 2 1a | I, 1)· χρυσέα φόρμιγξ Ἀπόλλωνος καὶ ἰοπλοκάμων σύνδικον Μοισᾶν κτέανον. Ἀναξιφόρμιγγες ὕμνο ι : οἱ τῆς φόρμιγγος ἀνάσσοντες. |
| O 2 1b | πρῶτον γὰρ τὰ ᾄσματα συντίθενται, εἶθ’ οὕτω πρὸς αὐτὰ καὶ ἡ λύρα ἁρμόζεται. ἢ οὕτως· ὦ ὕμνοι οἱ ὑπὸ τῆς φόρμιγγος ἀνασσόμενοι. |
| O 2 1c [5] | πρῶτον γὰρ ἔκρουον, εἶτα ἐπῇδον. καὶ τούτου μάρτυς Ὅμηρος (α 155)· ἦτοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. ἐμφανίζει δὲ τὸν μουσόληπτον. ὡς ἐπιζητῶν γὰρ τίνα ὀφείλει ὑμνῆσαι, εἶτα καθ’ ἑαυτὸν δοκιμάζων .... ἄλλως· ἀναξιφόρμιγγες ὕμνο ι : τὴν αἰτίαν αὐτὸς παρέστησε παρ’ ἣν τοὺς τρεῖς δεῖ ἐπαινεῖν· Δία ὅτι τούτου ἱερὸς ὁ τόπος· Ὀλυμπιάδα δ’ ἔστησεν Ἡρακλῆς· διὸ ὑμνητέον αὐτὸν ὡς ἥρωα· ἄνθρωπον δὲ Θήρωνα. |
| O 2 1d | τυποῖ δὲ ὁ Πίνδαρος ὅτι δεῖ καθ’ ἕκαστον ἐπίνικον ὑμνεῖν θεὸν, ἥρωα, ἄνδρα. ( κελαδήσομε ν:) ὑμνήσομεν. |
| O 2 4a [5] | ἤ τοι Πίσα μὲν Διό ς : τὴν αἰτίαν παρέστησε, παρ’ ἣν τοὺς τρεῖς ἐπαινεῖ· Δία μὲν γὰρ ὅτι τούτου ἱερὸς ὁ τόπος· Ὀλυμπιάδα δὲ ἔστασεν Ἡρακλέης· ὅτι τὰς ... μέμνηται ὡς ἥρωος· Θήρωνος δὲ 〈ὡσ〉 ἀνθρώπου. τυποῖ δὲ ὁ Πίνδαρος ὅτι δεῖ καθ’ ἕκαστον ἐπίνικον τοὺς τρεῖς ὑμνεῖν, θεὸν, ἥρωα, ἄνθρωπον. ἤτοι Πίσα μὲν Διό ς : ἡ μὲν Πίσα τοῦ Διός ἐστιν ἱερά· δι’ ἣν ὑμνεῖν τὸν θεὸν δεῖ· τὸν δὲ Ὀλυμπιακὸν ἀγῶνα ἔστησεν Ἡρακλῆς· ἦν γὰρ κατά τινας παραμεληθείς. |
| O 2 7a [5] | ἀκρόθινα πολέμο υ : Ζηνόδοτος μετὰ τοῦ ι γράφει ἀκροθίνια, ἅπερ κυρίως λέγεται παρὰ τὰς τῶν καρπῶν θῖνας, τουτέστι σωροὺς, [ἢ] οἷον τὰ τῆς θινὸς ἀπάργματα καὶ ἄκρα· λέγεται δὲ ἡ λέξις μεταφορικῶς ἐπὶ παντὸς ἀπάργματος ... κορυφαῖον καὶ κάλλιστον. ἀκρόθινα πολέμο υ : τὰς ἀπαρχὰς τῶν λαφύρων. |
| O 2 7c | πρὸς Αὐγέαν πολεμήσας τὸν Ἤλιδος τύραννον καὶ νικήσας ἐκ τῆς λαφυραγωγίας [τὰς ἀπαρχὰς τῶν λαφύρων προσαγαγὼν ἔκτισε] τὸν ἀγῶνα διέθηκεν. 12B 8D b 11 EHQ ἀκροθίνια δὲ καὶ τὰ ἀπάργματα. |
| O 2 8a | Θήρων α : Θήρων υἱὸς ἦν Αἰνησιδάμου· εἶχε δὲ συγγενεῖς Κάπυν καὶ Ἱπποκράτην, οἵτινες ἦσαν ἀδελφοί· περὶ ὧν Καλλιστράτης (FHG IV, 433) ἐν τῷ ζʹ φησίν. τετραορία ς : τοῦ ἅρματος. |
| O 2 8b | ἡ λέξις παρὰ τὸ ἀρηρέναι καὶ ἡρμόσθαι τοὺς ἵππους ἑαυτοῖς. τὸν δὲ Θήρωνα νικήσαντα τεθρίππῳ ὑμνήσωμεν. |
| O 2 8c | 1D a ὁ δὲ νοῦς αὐτῷ· σεμνύνεται μὲν ὁ Ὀλυμπιακὸς ἀγὼν τῷ Διὶ καὶ τῷ καταβεβληκότι τὴν ἀρχὴν Ἡρακλεῖ, οὐδὲν δὲ ἧττον καὶ τρίτον σεμνύνεται Θήρωνι νενικηκότι. |
| O 2 8d | 1 BH inscr. CD b 12E 13 b Q ( τετραορία ς:) τεθρίππου ἅρματος. |
| O 2 11a | δίκαιον ξένο ν : τὸν μετὰ δικαιοσύνης τοὺς ξένους ὑποδεχόμενον. 1 d ἄνθρωπον—ἄνδρα, dein inscr. E ( δίκαιον ξένο ν: ) ξενοδοχικόν. |
| O 2 11b | ἀντὶ τοῦ δίκαιον καὶ εἰς τοὺς ξένους· οὐ γὰρ αὐτὸς ἦν ξένος. ἔρεισ μ ’ Ἀκράγαντο ς : ἕδρασμα ὄντα καὶ τείχισμα τῆς Ἀκράγαντος. |
| O 2 12a | καὶ Ὅμηρος (Γ 229 etc.)· ἕρκος Ἀχαιῶν. Ἀκράγας δὲ καὶ ποταμὸς καὶ πόλις ἐν Σικελίᾳ. 13 c HQ ἔρεισμα δὲ τὸν ὄντα ἕδρασμα καὶ τείχισμα. |
| O 2 13a | εὐωνύμων τε πατέρω ν : τῶν καλῶς ὀνομαζομένων πατέρων ἀπάνθισμα. εὐωνύμων τε πατέρω ν : προγόνων. |
| O 2 13b | πάνυ δὲ ὑπερβαλλόντως ἐπαίρει τὸ ἐγκώμιον, καὶ ἐνδόξων προγόνων ἔτι κατ’ ἐπίτασιν αὐτὸν ἄνθος λέγων. 1 Q a 14 HQ b εὐωνύμω ν : ἐνδόξων· ἐπεὶ ὁ Θήρων ἀπὸ Κάδμου εἶχε τὸ γένος. |
| O 2 13c | 13 b HQ ὀρθόπτολι ν : ὅτι συνέκτισε καὶ αὐτὸς τὴν Ἀκράγαντα. |
| O 2 14a | ἢ ὀρθὸν ἐν τῇ πόλει ἢ ὀρθὴν πόλιν ἔχοντα. metr. A ὀρθόπολι ν : τὸν τῇ ἑαυτοῦ δικαιοσύνῃ ὀρθοῦντα καὶ σώζοντα τὰς πόλεις, ὡς ἐρυσίπολιν καὶ σωζόπολιν. |
| O 2 14b | ἐνταῦθα διὰ τὸ ἐνοικίσαι τὴν Ἀκράγαντα, ὁμώνυμον οὖσαν τῷ ὁμωνύμῳ ποταμῷ Ἀκράγαντι. 15 c B καμόντε ς : ἀναστροφή ἐστιν ἐπὶ τοῦ καμόντες οἱ πολλὰ θυμῷ, κατὰ τὸ ἄρθρον τὸ οἱ· ἵνα ἀναστρέψωμεν καὶ προτάξωμεν· οἱ πολλὰ θυμῷ . |
| O 2 15a [10] | .... οἱ πρόγονοι τοῦ Θήρωνος ἔσχον τὴν Ἀκράγαντα· οἴκημα γὰρ ποταμοῦ .... τοῦ Ἀκράγαντος καὶ τὴν πόλιν ὁμοίως καλεῖσθαι. οἱ δὲ Ἀκραγαντῖνοι Γελῴων εἰσὶν ἄποικοι· ὥστε τὸ πατέρων ἄωτον λέγει ἐπὶ τῶν Θήρωνος προγόνων, οἳ οὐχ ἁπλῶς εἰς τὴν Γέλαν μετῆραν, ἀλλὰ εὐθὺς ἀπὸ Ῥόδου εἰς τὴν Ἀκράγαντα. καὶ τοῦτο ἐξ αὐτοῦ Πινδάρου σαφηνίζεται, ὡς καὶ Τίμαιός (FHG I, 214) φησι. καμόντες οἳ πολλὰ θυμ ῷ : οἱ πατέρες, φησὶ, οἱ τοῦ Θήρωνος. |
| O 2 15b | Ῥόδιοι γὰρ ὄντες ἄνωθεν, καὶ στάσιν ἐμφύλιον ἀποφεύγοντες μετῴκησαν τὴν Σικελίαν, καὶ αὐτόθι πρός τινας βαρβάρους πολεμήσαντες ἔκτισαν τὴν πόλιν. 16 B καμόντες οἳ πολλ ὰ : ὁ λόγος καθολικὸς ἐπὶ τῶν προγόνων τοῦ Θήρωνος, οἳ πρῶτον μὲν ἦλθον εἰς Γέλαν, κἀκεῖθεν εἰς Ἀκράγαντα. |
| O 2 15c [5] | οὐ γὰρ λέγει ὁ Πίνδαρος ὅτι καμόντες τὴν Ἀκράγαντα ἔκτισαν, ἀλλ’ ὅτι καθόλου καμόντες πολλὰ τοῦ Θήρωνος οἱ πρόγονοι ἔσχον τὴν Ἀκράγαντα. ἱερὸν δὲ εἶπεν οἴκημα τὴν Ἀκράγαντα, διὰ τὸ Ἀθηνᾶς αὐτόθι νεὼν εἶναι περιττῶς ἁγιστευόμενον· ἢ διὰ τὸ τὴν Ἀκράγαντα τῇ Περσεφόνῃ εἰς τὰ ἀνακαλυπτήρια ὑπὸ Διὸς δοθῆναι. |
| O 2 15d [15] | ὅτι δὲ περὶ Ἀκράγαντός ἐστι τῷ Πινδάρῳ ὁ λόγος, σαφὲς ἐξ ὧν περὶ τοῦ πλούτου τοῦ Θήρωνος διεξιών φησιν (vs. 90 sqq.)· ἐπί τοι Ἀκράγαντι τανύσας αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ, τεκεῖν μή τινα ἑκατόν τ’ ἐτέων πόλιν φίλοις μᾶλλον εὐεργέταν πραπίσιν ἀφθονέστερον χεῖρα Θήρωνος. Ἱππόστρατος δὲ (FHG IV, 433) ἱστοBEHQ ρεῖ αὐτὸν πλούτῳ διενηνοχέναι. ἀλλ’ οἵ γε πρόγονοι τῶν Ἀκραγαντίνων Γελῷοι οὐχ οὕτως ηὐπορήκεσαν, ἀλλὰ καὶ πᾶν τοὐναντίον μόγις καὶ ταπεινῶς διέζων, ἐπὶ φυλακῇ τῆς πόλεως μισθαρνοῦντες. ἔνιοι δέ φασιν ὅτι οἱ τοῦ Θήρωνος πρόγονοι οὐδόλως εἰς τὴν Γέλαν κατῆραν, ἀλλ’ εὐθὺς εἰς τὴν Ἀκράγαντα ἀπὸ Ῥόδου· ὡς καὶ ὁ Πίνδαρος λέγει (fr. 119)· ἂν δὲ Ῥόδον κατῳκίσθεν· ἔνθεν δ’ ἀφορμαθέντες ὑψηλὰν πόλιν ἀμφινέμονται, πλεῖστα μὲν δῶρ’ ἀθανάτοις ἀνέχοντες, ἕσπετο δ’ ἀενάου πλούτου νέφος. 15 b B ἱερὸν ἔσχον οἴκημ α : Ἀρίσταρχος τὴν πόλιν οἴκημα ποταμοῦ προσηγορεῦσθαί φησι διὰ τὸ ὁμώνυμον εἶναι τῷ ποταμῷ Ἀκράγαντι· τὴν γὰρ ὀνομασίαν ἡ πόλις ἀπὸ τοῦ ποταμοῦ ἔσχεν. |
| O 2 16b [10] | Ἀρτέμων δὲ ὁ ἀπὸ Περγάμου (FHG IV, 341) τὴν Γέλαν οἴεται δεῖν ἀκούειν. καὶ γὰρ ταύτην ὁμώνυμον εἶναι Γέλᾳ τῷ ποταμῷ, τοὺς δὲ Ἀκραγαντίνους Γελῴων εἶναι ἀποίκους· ὥστε τὸ πατέρων ἄωτον ἐν Γέλᾳ ἐπὶ τῶν τοῦ Θήρωνος προγόνων συντετάχθαι. κεφαλαιώσει δὲ χρῆται τῇδε· τὸ καμόντες ἔφη προσήκειν μᾶλλον ἀκούειν ἐπὶ τῶν τὴν Γέλαν ἐκτικότων, ἀλλ’ οὐ τὴν Ἀκράγαντα. οἱ μὲν γὰρ ἀπὸ τοῦ ῥᾴστου συνῳκίσθησαν, οἱ δὲ χαλεπῶς καὶ μόλις. Ἀντίφημος γὰρ ὁ Ῥόδιος καὶ Ἔντιμος ὁ Κρὴς, οἱ τὴν εἰς Γέλαν στείλαντες ἀποικίαν, πρῶτον μὲν περὶ τὴν συναγωγὴν ἔκαμον οὐ μετρίως, συναθροίζοντες τοὺς ἐκ Πελοποννήσου καὶ Ῥόδου καὶ Κρήτης, εἶτα περὶ τὸν διάπλουν, εἶτα περὶ τὸν κατοικισμὸν, καὶ πάλιν διαγωνισάμενοι πρὸς τοὺς Σικανούς. Μενεκράτης δέ (FHG II, 344) φησι ληρεῖν τὸν Ἀρτέμωνα· μὴ γὰρ καμεῖν τοὺς περὶ Ἀντίφημον περὶ τὴν ἀποικίαν, ἀλλὰ μᾶλλον κατὰ εὐπέτειαν πολλὴν αὐτοῖς πάντα συμβεβηκέναι. |
| O 2 16c [10] | περὶ τίνων οὖν λέγει· καμόντες οἳ πολλά; περὶ τῶν Θήρωνος προγόνων. τούτους γὰρ Θηβαίους ἀνέκαθεν ἀπὸ Κάδμου εἶναι. Κάδμου γὰρ .... Πολύδωρος· τοῦ δὲ Αἵμων· τοῦτον δὲ ἐν κυνηγεσίῳ ἐμφύλιόν τινα ἀποκτείναντα Ἀθήναζε ἀποστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐξ Ἀθηνῶν ἀποστάντας σὺν τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι, καὶ μετὰ ταῦτα ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος ἑπτὰ πρὸς ταῖς ὀκτὼ γενεὰς συναριθμεῖσθαι. ἴσως οὖν πρὸς ταῦτα ἀφορῶν ὁ Πίνδαρός φησι· καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ. οἴκημα δὲ ποταμοῦ τὴν πόλιν εἶπε διὰ τὴν ὁμωνυμίαν. |
| O 2 16e | λείπει δὲ ἡ ἐπὶ, ἵνα ᾖ, τὸ ἐπὶ τοῦ ποταμοῦ οἴκημα ἔσχον, τὴν πόλιν. ὀφθαλμό ς : ἀντὶ τοῦ περίβλεπτοι ἦσαν ἐν Σικελίᾳ· ἀπὸ τοῦ θαυμαστοῦ μέρους τοῦ σώματος τοῦ ὀφθαλμοῦ. |
| O 2 18b | Σικελίας τ ’ ἔσαν ὀφθαλμό ς : οἱονεὶ τὸ ἐξαίρετον καὶ λαμπρότερον ἦσαν τῆς Σικελίας· ἀξιολογώτερον γὰρ ἐν σώματι ὀφθαλμός. ἵν’ εἴπῃ ὅτι περίβλεπτοι ἦσαν. |
| O 2 19a | μόρσιμο ς : οὐχ ὁ μεμοιραμένος, ἀλλ’ ἀντὶ τοῦ εὔμοιρος. 〈Ὅμηροσ〉 (Γ 182)· μοιρηγενὲς ὀλβιόδαιμον. βούλεται δὲ λέγειν ὅτι ὁ βίος αὐτοῖς ἐπηκολούθησεν ἐκ πεπρωμένης τινὸς τὴν εὐδαιμονίαν αὐτοῖς καὶ τὴν χάριν ἐπιπέμπων ἐπὶ ταῖς γνησίαις αὐτῶν ἀρεταῖς. |
| O 2 19c | αἰών τ ’ ἔφεπε μόρσιμο ς : ἐπηκολούθησε δὲ τὴν εὐδαιμονίαν ἄνωθεν ἐπιπέμπων ταῖς γνησίαις αὐτῶν ἀρεταῖς. ἢ οὕτως· εὔμοιρος βίος ἐπηκολούθησεν αὐτοῖς ἐκ πεπρωμένης τινός. |
| O 2 19e | ὡς καὶ παρ’ Ὁμήρῳ (Γ 182)· μοιρηγενὲς ὀλβιόδαιμον. γνησίαι ς : ἰδίαις. |
| O 2 21a | γνήσια γὰρ τὰ ἴδια πονήματα, καὶ τὰ ἐκ καμάτων, καὶ οὐκ ἐξ ἐπεισάκτων. ἢ γνησίαις ἀρεταῖς, ταῖς ἐκ γένους συγγεγενημέναις αὐτοῖς. |
| O 2 21b | 22 e Κρόνι ε : οὐ μόνον ὅτι Κρόνου παῖς, ἀλλ’ ὅτι Κρόνιος λόφος καλεῖται ὁ ἐν Ὀλυμπίᾳ. |
| O 2 22b [5] | ἀλ λ ’ ὦ Κρόνι ε : ὁ νοῦς· ὦ Ζεῦ τὸν οὐρανὸν κατοικῶν καὶ τὸ καὶ τὸ, ἡσθεὶς τούτοις τοῖς ὕμνοις αὔξησον ἔτι καὶ ἐπιπλέον ἀβλαβῆ αὐτοῖς τὴν πατρῴαν γῆν διαφύλαξον. ὁ δὲ νοῦς· ἀλλ’ ὦ τοῦ Κρόνου καὶ τῆς Ῥέας παῖ Ζεῦ, τὸν οὐρανὸν κατοικῶν, ὅστις τοῦ Ὀλυμπιακοῦ ἀγῶνος διοικεῖς τὸ ἔδαφος καὶ τὸν πόρον τοῦ Ἀλφειοῦ, ἡσθεὶς τούτοις τοῖς ὕμνοις ἔτι καὶ ἐπιπλέον ἀβλαβῆ αὐτοῖς τὴν πατρῴαν γῆν διαφύλαξον. |
| O 2 22d | τοῖς περὶ Θήρωνα. metr. C 27 DEHQ ἀλ λ ’ ὦ Κρόνιε πα ῖ : οὐ πατρωνυμικῶς, ἀλλ’ ἀπὸ τοῦ λόφου. |
| O 2 22e | εὔχεται δὲ τῷ Διὶ, ἐπειδὴ καὶ τοῦ ἀγῶνος καθ’ ὃν νενίκηκε προστάτης ὁ Ζεύς. 25C ἕδος Ὀλύμπου νέμω ν : ἀντὶ τοῦ οἰκῶν. |
| O 2 23a | Ὅμηρος (Β 499)· οἵ τ’ ἀμφ’ Ἅρμ’ ἐνέμοντο, ἀντὶ τοῦ ᾤκουν. ἵν’ ᾖ· ἐν τῷ Ὀλύμπῳ οἰκῶν. |
| O 2 23b | δύναται δὲ καὶ τὸ νέμων νοεῖσθαι ἐπὶ τοῦ διοικῶν καὶ διέπων. ἕδος Ὀλύμπο υ : τὴν Ὀλυμπίαν φησί. |
| O 2 23c | τὸ δὲ νέμων ἀντὶ τοῦ διοικῶν, διέπων. ἀέθλων τε κορυφά ν : τῶν ἀγωνισμάτων τῶν ἐν Ὀλυμπίᾳ γινομένων· αὐτῷ γὰρ ὁ ἀγὼν οὗτος ἀνάκειται. |
| O 2 24a | 27C κορυφά ν : 〈τὸν〉 Ὀλυμπικὸν ἀγῶνα, καθὰ ἐξέχει τῶν ἄλλων ἀγώνων. |
| O 2 24c | ἀπὸ κοινοῦ τὸ νέμων. πόρον Ἀλφεο ῦ : τὴν Ἦλιν. |
| O 2 25 | ἀπὸ κοινοῦ δὲ συναπτέον τὸ οἰκῶν ἢ διοικῶν. 22 c εὔφρω ν : καλῶς διανοούμενος. |
| O 2 27a | εὐμενὴς ὤν. ἔτι καὶ ἐπιπλέον τὴν πατρῴαν γῆν αὔξησον τῷ λοιπῷ γένει· λέγει δὲ αὐτῷ τῷ Θήρωνι. |
| O 2 27c | ἔτι, ἵνα τῇ προσούσῃ εὐδαιμονίᾳ ἔτι καὶ τοῦτο ὁ Ζεὺς παράσχῃ. κόμισο ν : ἀπὸ μεταφορᾶς τῶν κομῶν, τουτέστι τῶν τριχῶν, αἳ ἐπιμελείας ἀξιοῦνται. |
| O 2 28a | οἱ δὲ, ἐπιμελείας ἀξίωσον· ὡς γάρ τινες, φυγὰς ἦν· ἀνακόμισον οὖν αὐτὸν εἰς τὴν πατρίδα. κόμισο ν : αὔξησον. |
| O 2 28b | εὔχεται τοὺς ἀπογόνους Θήρωνος ἄρχειν τῶν Ἀκραγαντίνων. λοιπῷ γένε ι : τοῖς περὶ Θήρωνα καὶ Ξενοκράτην ἀδελφούς. |
| O 2 29a | συγγενεῖς δὲ οὗτοι Ἱέρωνος τοῦ Αἰτναίων βασιλέως. 31C τῶν δὲ πεπραγμένω ν : Δεινομένους παῖδες δʹ ἐγένοντο, Γέλων, Ἱέρων, Πολύζηλος, Θρασύβουλος· κηδεστὴς δὲ ἐγένετο Θήρων τῷ Πολυζήλῳ καὶ τῷ Γέλωνι. |
| O 2 29b [5] | κηδεστὴν οὖν ὄντα, φησὶν ὁ Δίδυμος, τὸν Θήρωνα τῷ Πολυζήλῳ παραμυθεῖται ὁ Πίνδαρος, γράφων κατὰ λέξιν οὕτως· Πολυζήλῳ τοίνυν τῷ τοῦ Ἱέρωνος ἀδελφῷ [Ἱέρωνι καὶ Θρασυβούλῳ Θήρων κηδεστής] Γέλωνος [μετὰ] τὴν στρατηγίαν καὶ τὴν γυναῖκα Δημαρέτην κατὰ τὴν τελευτὴν ἐγγυήσαντος, ὥστε ἥνπερ εἶχε Γέλων πρὸς Θήρωνος, ταύτην εἶχε ὁ Πολύζηλος πρὸς Γέλωνος, ..... γαμβρῶν οὖν γεγονότων αὐτῶν Ἱέρων λαμπροῦ τινος τοῦ Πολυζήλου ὑπάρχοντος καὶ σφόδρα παρὰ τοῖς Σικελικοῖς εὐδοκιμοῦντος ὑπὸ φθόνου τὸ μὲν πρῶτον εἰς ἀνοικισμὸν αὐτὸν Συβάρεως ἐξέπεμψε, τῷ μὲν λόγῳ χρηστὴν αὐτῷ καὶ λαμπρὰν ἐλπίδα τιθεὶς, τοῖς δὲ ἔργοις μεταστὰς αὐτὸν ἐκ τῆς Σικελίας ....... τῶν δὲ πεπραγμένω ν : ὁ Θήρων θυγατέρα ἑαυτοῦ ἐξέδωκε πρὸς γάμον Πολυζήλῳ τῷ ἀδελφῷ Ἱέρωνος, ὃς πεμφθεὶς ὑπὸ Ἱέρωνος πολεμῆσαι τοῖς περιοίκοις Σικελιώταις βαρβάροις, ἔπαυσε τὸν πόλεμον χωρὶς τῆς τοῦ Ἱέρωνος γνώμης, καὶ διὰ τοῦτο ἐν ὑφοράσει ἦν. |
| O 2 29c [15] | Θρασυδαίου δὲ τοῦ Θήρωνος υἱοῦ πείσαντος τὸν Πολύζηλον ἐπιθέσθαι τῷ Ἱέρωνι, ὑπισχνουμένου αὐτοῦ τοῖς πράγμασι συναντιλήψεσθαι, γνοὺς ὁ Ἱέρων ἔκρινεν αἱρήσειν τὴν Ἀκράγαντα καὶ Θήρωνα καὶ Θρασυδαῖον. μελλόντων δὲ τῶν φίλων .... ἔπεμψε Σιμωνίδης ὁ λυρικὸς πρὸς αὐτὸν συμβουλεύων, ἐκταράξαι μᾶλλον βουλόμενος τῷ μηνύειν τὴν μέλλουσαν αὐτῶν προδοσίαν ἔσεσθαι καὶ τοὺς προδιδόντας. ὁ δὲ εὐλαβηθεὶς ἐξεχώρησε τῶν πραγμάτων τῷ Ἱέρωνι, ὕστερον δὲ ἀπέλαβεν ἀπ’ αὐτοῦ τὴν τυραννίδα, καὶ διελύθησαν τῆς ἔχθρας, ὡς καὶ κηδείαν τινὰ πρὸς ἀλλήλους ποιήσασθαι, ἀδελφιδῆν Θήρωνος Ἱέρωνος λαβόντος γυναῖκα. ὅθεν ὁ Πίνδαρος παραπέμψασθαι παραινεῖ τὰ προγεγενημένα. 31 DEH [ἄλλως· τῶν δὲ πεπραγμένω ν:] ζητεῖται, δι’ ἣν αἰτίαν εὐξάμενος τῷ Θήρωνι τὰ κάλλιστα, κατάπαυσιν τῶν πραχθέντων δεινῶν αἰτεῖται τὸν Δία. |
| O 2 29d [30] | καὶ ὁ μὲν Ἀρίσταρχός φησι, διὰ τὸ κεκμηκέναι τοὺς τοῦ Θήρωνος πατέρας κατὰ τὴν Ῥόδον, τῶν πραγμάτων στασιαζομένων, καὶ οὕτω τὴν μετοικίαν εἰς τὴν Σικελίαν στειλαμένων. ὁ δὲ Δίδυμος τὸ ἀκριβέστερον τῆς ἱστορίας ἐκτίθεται, μάρτυρα Τίμαιον (FHG I, 214) τὸν συντάξαντα τὰ περὶ τῆς Σικελίας προφερόμενος. ἡ δὲ ἱστορία οὕτως ἔχει· Θήρων ὁ τῶν Ἀκραγαντίνων βασιλεὺς Γέλωνι τῷ Ἱέρωνος ἀδελφῷ ἐπικηδεύσας γάμῳ συνάπτει τὴν ἑαυτοῦ θυγατέρα Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον νόμισμα ἐν Σικελίᾳ. τοῦ δὲ Γέλωνος τελευτᾶν τὸν βίον μέλλοντος, Πολύζηλος ὁ ἀδελφὸς τὴν στρατηγίαν καὶ τὴν γαμετὴν τοῦ ἀδελφοῦ διαδέχεται κατὰ BCDEHQ τὰς Γέλωνος προστάξεις, ὥστε τὸ Θήρωνος εἰς Γέλωνα κῆδος εἰς τὸν Πολύζηλον μετατεθεῖσθαι. λαμπρῷ δὲ αὐτῷ καὶ περιβλέπτῳ τυγχάνοντι κατὰ τὴν Σικελίαν Ἱέρων φθονήσας ὁ ἀδελφὸς καὶ πρόφασιν σκηψάμενος τὸν πρὸς Συβαρίτας πόλεμον, ἀπελαύνει τῆς πατρίδος. ἀλλὰ καὶ τοῦτον κατώρθωσε τὸν πόλεμον ὁ Πολύζηλος. ὁ δὲ μὴ φέρων γυμνότερον αὐτοῦ κατηγορεῖν ἐπειρᾶτο νεωτερισμοῦ. καὶ οὕτω τὸν Θήρωνα, ὑπεραγανακτήσαντα θυγατρὸς ἅμα καὶ γαμβροῦ, συρρῆξαι πρὸς Ἱέρωνα πόλεμον παρὰ Γέλᾳ τῷ Σικελιωτικῷ ποταμῷ, οὗ Καλλίμαχος μέμνηται (fr. 361)· οἱ δὲ Γέλᾳ ποταμῷ ἐπικείμενον ἄστυ. μή γε μὴν εἰς βλάβην, μηδὲ εἰς τέλος προχωρῆσαι τὸν πόλεμον· φασὶ γὰρ τότε Σιμωνίδην τὸν λυρικὸν περιτυχόντα διαλῦσαι τοῖς βασιλεῦσι τὴν ἔχθραν. τούτοις οἰκείως τοῖς φθάσασιν εὔχεσθαι τῷ Διί φησι τὸν Πίνδαρον ὁ Δίδυμος, ὥστε λοιπὸν αὐτοῖς εἰρηναῖον εἶναι τὸν βίον. ἡ οὖν διάνοια αὕτη· σὺ μὲν, ὦ Ζεῦ, παράσχοις πάντα τὰ κάλλιστα, καὶ πρὸς τῇ οὔσῃ εὐδαιμονίᾳ πλείονα δοίης ἀγαθά. |
| O 2 29e [5] | εἰ δέ τι ἐν τοῖς φθάσασι χρόνοις συμβέβηκεν ἄτοπον, εἴτε δικαίως εἴτε μὴ, τοῦτο οὐχ οἷόν τέ ἐστιν, οὐδὲ αὐτῷ τῷ χρόνῳ, ὥστε μὴ γεγενημένον ποιῆσαι. τὸ γὰρ γενόμενον ἀγένητον ποιῆσαι ἀδύνατον· ἴσως δὲ λήθη ἄν τις γένοιτο τῶν κακῶν, ἀγαθῆς μοίρας διαδεξαμένης. 34 CDEHQ ὁ πάντων πατή ρ : τὸ φθάσαν γενέσθαι ἀδύνατον ἀπαλειφθῆναι. |
| O 2 32a | ἄλλως· οὐ δυνατὸν γὰρ ἀποίητον γενέσθαι ... . |
| O 2 32b [5] | .. τὰ πραχθέντα εἴτε δικαίως εἴτε ἀδίκως οὐδ’ ἂν ὁ πάντων πατὴρ δυνηθείη χρόνος· λήθην μέντοι ἱκανὸς ἐμβαλεῖν τύχῃ σὺν ἀγαθῇ· φθερεῖ δὲ τῶν ἀγαθῶν πραγμάτων ἡ χαρὰ τῶν ἀτόπων τὰς βλάβας, ὅταν πάλιν εὐδαιμονία παραγένηται. οὐ δ ’ ἂν χρόνος ὁ πάντων πατή ρ : τῶν δὲ πεπραγμένων ἔργων τὸ τέλος ἀποίητον καὶ ἀγένητον θέμεν οὐδ’ ἂν ὁ πάντων πατὴρ χρόνος δύναιτο, ἀλλ’ ἔστιν ἀδύνατον. |
| O 2 31 [5] | καὶ Ὅμηρος (Ι 249)· BCEH οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν φράζεσθαί ς’ ἄνωγα. 29 d CDEH λάθα δ έ : τοῦ δὲ κακοῦ λήθη γένοιτ’ ἂν ὑπ’ ἀγαθοῦ τινος ἐπιγινομένου· τὸ γὰρ παλίγκοτον πῆμα οὕτως ἂν μόνως ἀποθνήσκοι χάρματός τινος ἐπιγινομένου. |
| O 2 34b [5] | λάθα δὲ γένοι τ ’ ἄ ν : τῶν δὲ κακῶν γένοιτο ἂν λήθη, διαδεξαμένης εὐδαιμονίας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ περὶ Θήρωνα τὸ ἀνέκαθεν δεδυστυχήκασιν, ἀλλ’ εἰς λήθην αὐτῶν ἐξέπεσεν ἡ δυστυχία διὰ τὴν ἐπισυμβᾶσαν εὐτυχίαν. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκε ι : ὑπὸ γὰρ τῆς χαρᾶς τῶν γεγενημένων ἀγαθῶν τὸ κακὸν ἀφανίζεται καὶ τὸ παλίγκοτον καὶ ἄτοπον δαμασθὲν καὶ ἀναιρεθὲν ὑφ’ ἡδονῆς θνήσκει, μάλιστα ὄλβου ἐπιγινομένου ὑψηλοῦ ἐκ θείας μοίρας. |
| O 2 35b | ἄλλως· τὸ δὲ τραχὺ πῆμα νικᾶται ὑπὸ τῆς ἀγαθῆς χαρᾶς καὶ ἀφανίζεται, ὁπόταν εἰς ὕψος τὴν εὐδαιμονίαν ἀναφέρῃ ἡ μοῖρα [καὶ ὅταν τὴν εὐδαιμονίαν εἰς ὕψος ἄγῃ]. παλίγκοτο ν : τὸ χαλεπὸν καὶ ἐναντίον τῷ ἀγαθῷ. |
| O 2 36a | δαμασθέ ν : ἀντὶ τοῦ ἡττηθέν. 〈 παλίγκοτο ν : 〉 εἰς τοὐπίσω τὸν κότον ἀποβαλὼν καὶ εἰς λήθην ἐμπίπτειν τῶν κακῶν. |
| O 2 36c | ἢ παλίγκοτον ἵνα εἴπῃ τὸ ἰσχυρὸν παρὰ τὸ δὶς ἐπιφοιτᾶν δύνασθαι. ἀνεκά ς : ἄνωθεν· ἢ ἄνω. |
| O 2 38b | ὅταν ἡ τοῦ θεοῦ μοῖρα τὸν ὄλβον ἄνω αὐξήσῃ. ( ἀνεκά ς:) πόρρω. |
| O 2 38c | ἤγουν ἄνω. ἐξ ὕψους. ἀνεκά ς : ἄνω. |
| O 2 38e | εἰς ὕψος πολύ. ἕπεται δὲ λόγο ς : οὗτος ὁ λόγος ἀκολουθεῖ ταῖς τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐπειράσθησαν. |
| O 2 39a [5] | εὖ δὲ τὸ τῶν Κάδμου θυγατέρων μεμνῆσθαι, ἵνα οἰκείῳ παραδείγματι χρήσηται· τὸ γὰρ τοῦ Θήρωνος γένος ἐνθένδε κατάγεσθαί φησιν ὁ Πίνδαρος ἐν ἐγκωμίῳ οὗ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων. ἕπεται δὲ λόγος εὐθρόνοις Κάδμοιο κούραι ς : οἰκειότατα πρὸς τὴν γνώμην ἑαυτοῦ καὶ τὸ παράδειγμα λαμβάνει, ὅτι τοὺς προδυστυχήσαντας καὶ εὐδαιμονία διαδέχεται, ὥσπερ καὶ τὰς Κάδμου θυγατέρας. |
| O 2 39b [5] | ὁ αὐτὸς γὰρ λόγος διαδέχεται αὐτὰς καὶ ἐπ’ αὐτῶν ἁρμόζει. αὗται γὰρ τὸ μὲν πρότερον εἰς τοσαύτην δυστυχιῶν ὑπερβολὴν ἐληλύθασιν ὥστε καὶ τραγικαῖς ὑποθέσεσι χορηγίαν παρασχεῖν· ἀλλ’ ἐφάμιλλος καὶ εὐδαιμονία τὰς κόρας διεδέξατο· τούτων δὲ μέμνηται, ἐπεὶ ὁ Θήρων εἰς Λάιον ἀνάγει τὸ γένος. ἄλλως· ἕπεται δὲ λόγο ς : οὗτος ὁ λόγος ἀκολουθεῖ καὶ ταῖς τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι, πάλιν ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐκοινώνησαν. |
| O 2 39c [5] | εὖ δὲ τῶν Κάδμου θυγατέρων τὸ παράδειγμα φέρει· ἄνωθεν γὰρ Θηβαῖος ὁ Θήρων. εὐθρόνοι ς : τοῦτο πρὸς τὴν διαδεξαμένην εὐτυχίαν ἀκουστέον. |
| O 2 40 | ἔπαθον αἳ μεγάλ α : Ἰνὼ, Σεμέλη, Αὐτονόη, Ἀγαυή· ἐπεὶ καὶ αὗται παθοῦσαι ἐν ἀρχῇ, ὕστερον ἔτυχον τῆς ἐκ θεῶν τιμῆς. πιτνε ῖ : ἢ πίπτει ἢ προκατάρχει. |
| O 2 42b | πιτνε ῖ : καταπίπτει. τὸ δὲ βαρὺ πένθος πιτνεῖ καὶ ἀφανίζεται τῶν κρεισσόνων διαδεξαμένων ἀγαθῶν. |
| O 2 42d | ἄλλως· ἡττᾶται γὰρ τὸ κακὸν ὑπὸ τῶν ἀγαθῶν, καὶ λύσις ἐστὶ τῆς συμφορᾶς ὅταν ἀγαθόν τι ἐπιγίνηται. ἐὰν δὲ χωρὶς τοῦ ς γράφηται, ἔσται τὸ νόημα τοιοῦτον· πρὸ τῶν ἀγαθῶν τοῖς ἀνθρώποις τὰ κακά· ὅπερ καὶ ἐν ἑτέρῳ φησίν (fr. |
| O 2 42e | 225)· ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ, πάρος μέλαιναν καρδίαν ἐστυφέλιξεν. ζώει μὲν ἀποθανοῖσ α : ἠστειεύσατο πρὸς τὴν τῆς εὐτυχίας ὑπερβολὴν, ὅτι δοκήσει μὲν τέθνηκεν ἡ Σεμέλη τῷ βρόμῳ τοῦ πυρὸς τοῦ κεραυνίου, ζῇ δὲ νῦν συνδιατρίβουσα τοῖς οὐρανίοις θεοῖς. |
| O 2 45 | βρόμ ῳ : ἤχῳ πυρός· ἐκεραυνώθη γάρ. Παλλά ς : Ἀθηνᾶ ἡ πολιοῦχος τῶν Θηβαίων· οὐκ εἶπε δὲ τὴν Ἥραν, ὅτι μητρυιά. |
| O 2 48b | φιλέοντι δὲ Μοῦσα ι : ὡς Θηβαίαν οὖσαν· φιλόλογοι δὲ Θηβαῖοι. [ καὶ Ζεὺς πατή ρ:] τὸ κῶλον τοῦτο ἀθετεῖ Ἀριστοφάνης· περιττεύειν γὰρ αὐτό φησι πρὸς 〈τὰσ〉 ἀντιστρόφους. |
| O 2 48d | φιλεῖ δέ νιν Παλλά ς : τοῦτο οἱ μὲν ἁπλῶς διὰ τὴν ἐν θεοῖς διατριβὴν λέγουσιν· οἱ δὲ ὅτι ὡς ἐπιχωρία θεός. ἄγαλμα γὰρ αὐτῆς ὁ Κάδμος ἱδρύσατο ἐν Ὄγκαις, κώμῃ τῆς Βοιωτίας. Ὀγκαία οὖν ἡ Ἀθηνᾶ τιμᾶται. φιλέοντι δὲ Μοῖσα ι : οἱ μὲν διὰ τὰ περὶ αὐτῆς τοῖς ποιηταῖς εἰρημένα· οἱ δὲ διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι τῆς Βοιωτίας. |
| O 2 48e | καὶ αὗται οὖν ἐπιχώριοι. φιλέοντι δὲ Μοῖσα ι : περισσόν ἐστι κῶλον ὡς πρὸς τὴν ἀντίστροφον ὅθεν καὶ ὀβελίσκος αὐτῷ παράκειται. |
| O 2 48f [5] | πᾶσαι γάρ εἰσι δεκατεσσάρων [ὁμοῦ] κώλων, αὕτη δὲ μόνη δεκαπέντε εὑρίσκεται ἔχουσα. φιλέοντι δ έ : καὶ τοῦτο ὡς θεαὶ ἐπιχώριοι διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι Βοιωτίας ὄρος· οἱ δὲ, διὰ τὸ ἐν ταῖς ποιήσεσι τὴν Σεμέλην ᾄδεσθαι. |
| O 2 50 | ὁ κισσοφόρο ς : ἐπιθετικῶς ὁ Διόνυσος. παῖς δὲ ἤτοι ὁ νεαρὸς, ἢ πρὸς αὐτὴν τὴν Σεμέλην [λέγει]. λέγοντι δ έ : ἀντὶ τοῦ καὶ ἐν θαλάσσῃ· πρῶτος γὰρ ὁ σύνδεσμος, εἶτα ἡ πρόθεσις. |
| O 2 51b [5] | λέγοντι δ ’ ἐν καὶ θαλάσσ ᾳ : φασὶ δὲ καὶ τὴν Ἰνὼ Κάδμου θυγατέρα μετὰ τῶν θυγατέρων τοῦ Νηρέως ἐν τῇ θαλάσσῃ διὰ παντὸς τοῦ χρόνου ἄφθαρτον οὖσαν διάγειν καὶ τετάχθαι. αὕτη δὲ ἡ Λευκοθέα Νηρηὶς γενομένη. οὕτως γὰρ, ἤγουν Λευκοθέα, καλεῖται. |
| O 2 51c [5] | ἡ γὰρ Ἰνὼ μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς φυγοῦσα ἦλθεν εἰς τὸν Ἰσθμὸν καὶ ἐκεῖθεν ἥλατο εἰς τὴν θάλασσαν. μαρτυρεῖ δὲ καὶ Ὅμηρος (Ε 333)· τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, νῦν δ’ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς. |
| O 2 52a | Νηρέω ς : Δωρίδος καὶ Νηρέως αἱ Νηρηίδες. καὶ ἡ Ἰνώ ποτε κακωθεῖσα ὕστερον εἰς ἀθανασίαν μετέβαλεν, ἐνάλιος γενηθεῖσα θεός. |
| O 2 52b | τὸν δὲ ἴδε cett. usque ad τιμῆς. ἦτοι βροτῶ ν : ἀντὶ τοῦ δὴ, ἵνα ᾖ ἡ ἀρχὴ τοῦ λόγου· τῶν δὴ βροτῶν οὐκ ἔστιν οὐδὲν κεκριμένον πέρας θανάτου· ἄδηλον γὰρ πότε συμβήσεται ὁ θάνατος τοῖς ἀνθρώποις. |
| O 2 55b | ἄλλως· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ θανάτου κατ’ οὐδὲν σαφές ἐστιν. ἢ οὕτω· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ βίου κατ’ οὐδὲν σαφὲς, οὐδὲ ποδαπὴν τὴν ἐπιοῦσαν ἕξουσιν ἡμέραν ἴσασιν. |
| O 2 56a | πέρας οὔτι κέκριτα ι : οὐδὲ τοῦτο διακεκριμένον ἐστὶν οὐδὲ ἀναμφισβητήσιμον καὶ ἑστηκὸς, ποίαν ἡμέραν εἰρηναίαν καὶ ἀγαθὴν διάξομεν. παῖδα δὲ ἡλίου τὴν ἡμέραν, ἐπεὶ ὁ ἥλιος τὴν ἡμέραν γεννᾷ ἀνατέλλων. |
| O 2 56b | ἀὴρ γὰρ ὑπὸ ἡλίου φωτιζόμενος ποιεῖ τὴν ἡμέραν. οὐ δ ’ ἁσύχιμο ν : λέγει ὅτι ἄδηλος ἡ τύχη τῶν ἀνθρώπων. |
| O 2 58a [5] | τὴν δὲ ἡμέραν θυγατέρα τοῦ Ἡλίου ἔφη ἐναντίως Ἡσιόδῳ· ἐκεῖνος γάρ φησι (Theog. 124)· 〈Νυκτὸς δ’ αὖτ’〉 Αἰθήρ τε καὶ Ἡμέρα ἐξεγένοντο· καθὸ ἐκ τῆς ἐπιτολῆς αὐτοῦ ἡ ἡμέρα γεννᾶται. ἀμφίβολον δὲ πότερον αὐτῷ ὁ λόγος καὶ ἐπὶ τοῦ θανάτου· οὐδὲ ὁπότε τελευτήσομεν τὴν ἐσχάτην ἡμέραν . |
| O 2 58b | ... ὅτι ἀθορύβως ἐν τῷ τοῦ ζῆν χρόνῳ. οὕτω δὲ καὶ Ἀρίσταρχος ἀκούει. οὐ δ ’ ἁσύχιμο ν : ἥσυχον. |
| O 2 58c | ἀπράγμονα. εὐτυχῆ. οὐδ’ ὁπότε ἐν ἡσυχίᾳ ἐσόμεθα ἀθορύβως καὶ ἀταράχως ἐν τῷ τοῦ ζῆν χρόνῳ. |
| O 2 58e | οὐδ’ ὁπότε διατελέσομεν ἡμέραν ἥσυχον. ἡμέρα δὲ ἡσύχιος, ἡ τοῦ θανάτου· ἐπεὶ ἐν αὐτῇ θανόντες ἡσυχάζομεν. |
| O 2 58g | ( ἁσύχιμο ν:) θανάσιμον. ἀτειρεῖ σὺν ἀγαθ ῷ : ἀβλαβεῖ. |
| O 2 60a | ἀκαταπονήτῳ. ἀνεμποδίστῳ. ὁπότε σὺν τῷ ἀβλαβεῖ ἀγαθῷ τελευτήσομεν. |
| O 2 61 | ( τελευτάσομε ν : πληρώσομεν. ῥοαὶ δ ’ ἄλλο τ ’ ἄλλα ι : ῥεύματα δὲ ἀλλοῖα καὶ ἀλλοῖα μετὰ εὐθυμιῶν τε καὶ μόχθων εἰς τοὺς ἀνθρώπους ἔρχονται. |
| O 2 62b | θέλει δὲ εἰπεῖν ὅτι οὐχ οἷόν τέ ἐστιν ἀνθρώπους ὄντας ἀεὶ ἐν εὐθυμίᾳ διάγειν, ἀλλὰ πάντως καὶ ἀτόποις ἐντυγχάνειν ἀνάγκη. ἄλλως· ῥεύματα. |
| O 2 62c | μεταβολαί. αἱ τῆς τύχης φοραὶ ἄλλοτε εἰς ἄλλους ἀνθρώπους μεταβαίνουσιν ἢ εὐθυμίαν ἢ πόνον παρέχουσαι. |
| O 2 65a | οὕτω δ ὲ : οὕτω δὲ ἐπὶ τούτων τῶν περὶ τὸν Θήρωνα ἡ πατρικὴ μοῖρα κακὸν φέρει καὶ πάλιν ἀγαθόν. ἡ ἐξ ἀρχῆς τοῦ γένους τούτου μοῖρα. |
| O 2 65c [15] | οὕτω δὲ μοῖρα ἕως τοῦ ἄλλῳ χρόν ῳ : ἐνταῦθα ἡ ἀνταπόδοσις τῆς διανοίας καὶ ἧς ἐξέθετο γνώμης. οὕτω δὴ καὶ τὸν αὐτὸν τρόπον τὰ ῥεύματα τῆς τύχης ἄλλως καὶ ἄλλως φέρεται ἐπί τε καλῶν καὶ κακῶν, καὶ οὐκ ἔστιν ἐπίμονα, ὥστε δείκνυσθαι ἐκ τοῦ κατὰ Θήρωνα γένους. τούτου μὲν γὰρ εὔφρονα καὶ καλλίστην γένεσιν ἀπέδειξεν ἀπὸ προγόνων ἐκ τοῦ τοὺς θεοὺς ἀνωρθωκέναι αὐτοῦ τὴν εὐδαιBCEQ μονίαν· ἐπάγει δέ τι καὶ πῆμα ἐναντιώτατον τῷ ἀγαθῷ ἔστιν ὅτε· ἀφ’ οὗ πήματος ἔστι θεάσασθαι κακῶς διατεθὲν BCDEQ καὶ τὸ Λαΐου γένος. ὃν δὴ συμβέβηκεν ὑπὸ τοῦ ἰδίου παιδὸς φονευθῆναι Οἰδίποδος, ἐν ὁδῷ περιτυχόντα κατὰ τὴν Φωκίδα, καὶ ἐπὶ πέρας ἀγαγεῖν τὸ πρότερον αὐτῷ χρησμῳδηθέν (Eur. Phoen. 18)· μὴ σπεῖρε παίδων ἄλοκα δαιμόνων βίᾳ. ὁ δὲ Θήρων τὴν συγγένειαν ἔχει πρὸς τὸ γένος τὸ τοῦ Οἰδίποδος, καὶ διὰ τοῦτο οἰκείως τοῖς περὶ αὐτὸν ἐχρήσατο λόγοις. πῶς δὲ συγγενής ἐστιν, ἐροῦμεν ἑξῆς. ἑρμηνεύεται δὲ καὶ οὕτως· οὕτω δὲ ἅτε πατρῷο ν · ὃν τρόπον κατὰ τῶν προγόνων τῶν περὶ τὸν Θήρωνα κατέχει τὸν εὔφρονα πότμον ἡ τύχη, καθάπερ τὸ πατρῷον κατέσχε. τουτέστι τῶν Καδμιδῶν. |
| O 2 65d | 68 a D οὕτω δὲ μοῖ ρ ’ ἅτε πατρώιο ν : ἡ ἐξ ἀρχῆς ἀπὸ γένους μοῖρα ἅμα τοῖς ἀγαθοῖς καὶ πήματα ἄγει, ἀφ’ οὗ ἀνεῖλεν ὁ Οἰδίπους τὸν Λάιον. |
| O 2 65e | 68 f D 65 g Q ὅτι ἐκ πλούτου κακὸν ἄγει ἡ μοῖρα ἐν ἄλλῳ χρόνῳ, τεκμήριον ὁ Λαΐου παῖς. |
| O 2 65f | 68 e Q ἄλλως· οὕτω δὲ καὶ ἐπὶ τούτων τῶν περὶ τὸν Θήρωνά, φησιν, ἡ πατρῴα κακὸν ἄγει μοῖρα καὶ πάλιν ἀγαθόν. |
| O 2 65g | 65 f Q ἐπί τι καὶ πῆ μ ’ ἄγε ι : ἐπάγει καί τι. |
| O 2 68b | χρόνος ἀντὶ χρόνου, ἀντὶ τοῦ ἐπήγαγεν. παλιντράπελο ν : ἢ τὸ ἐναντίον τῷ κακῷ· ἢ τὸ ἀηδές. |
| O 2 68d | ἐπί τι καὶ πῆ μ ’ ἄγε ι : ἐπάγει δὲ ἡ μοῖρα καὶ κακόν τι ἐναντίον ἑτέρῳ χρόνῳ· ἵν’ ᾖ· ἔστιν ὅτε καὶ κακῶν πεῖραν ἡ μοῖρα δίδωσιν. εἶτ’ ἐκ παραδείγματος· τοιγαροῦν καὶ τὸ γένος Λαΐου τάδε ἔπαθεν. 68 f Q θεόρτ ῳ : ὑπὸ θεοῦ ὀρθουμένῳ. |
| O 2 68e | ἀσφαλεῖ. θεοδωρήτῳ. 65 d Q παλιντράπελο ν : ἀντεστραμμένον. |
| O 2 68g [5] | ἡ δὲ ὅλη διάνοια οὕτως ἔχει· ἡ ἀπὸ τοῦ γένους μοῖρα 〈ἐπὶ〉 τὸν περὶ τὸν Θήρωνα εὔφρονα πότμον καὶ ὄλβον ὃν ὁ θεὸς ὀρνύει καὶ δίδωσιν, ἐπάγει τι καὶ ἀντεστραμμένον πῆμα ἐν ἄλλῳ χρόνῳ. ἐν ἄλλῳ δὲ χρόνῳ καὶ ἐπί τινα βλάβην ἄγει ἀντεστραμμένως καὶ ἐναντίως τοῖς πρῴην ἀγαθοῖς. |
| O 2 70a | ( ἀ φ ’ οὗπε ρ:) ἀφ’ οὗ πήματος ἔκτεινεν ὁ παῖς τὸν πατέρα. μόρσιμος υἱό ς : ὁ ἀναγκαῖος 〈καὶ〉 κατὰ μοῖραν αὐτῷ γεγονώς. |
| O 2 70b | γράφεται καὶ μόριμος, ὁ μόρον ἐπενεγκών. ἢ ὁ εἱμαρμένος, διὰ τοῦ ς . |
| O 2 70d [5] | μόρσιμον υἱὸν τὸν Οἰδίπουν, καθὸ μοῖραν ἐπήνεγκε τῷ πατρὶ Λαΐῳ· ἐν δὲ τοῖς παιᾶσιν (fr. 68) εἴρηται περὶ τοῦ χρησμοῦ τοῦ ἐκπεσόντος Λαΐῳ· καθὰ καὶ Μνασέας ἐν τῷ περὶ χρησμῶν (FHG III, 157) γράφει· Λάιε Λαβδακίδη, ἀνδρῶν περιώνυμε πάντων. ἐξ οὗπε ρ · ἀφ’ οὗ χρόνου Λάιον ἐφόνευσεν Οἰδίπους. |
| O 2 70e | εἰσὶ γὰρ ἀπόγονοι τούτων οἱ περὶ Θήρωνα. ἄλλως· περὶ τῶν Θήρωνος προγόνων, ὅτι οὗτοι τὸ γένος ἀπὸ Θηβαίων εἶχον, ἀπὸ Κάδμου τὸ ἀνέκαθεν. |
| O 2 70f [15] | Κάδμου γὰρ Πολύδωρον· τοῦ δὲ Λάβδακον· τοῦ δὲ Λάιον· τοῦ δὲ Οἰδίποδα· εἶτα Ἐτεοκλέα· τοῦ δὲ Πολύδωρον· τοῦ δὲ Αἵμονα. τοῦτον δὲ τῶν ἐμφυλίων ἀνδρῶν ἀποκτείναντά τινα τῷ κυνηγεσίῳ Ἀθήναζε μεταστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐκ τῶν Ἀθηνῶν μεταστάντας ἅμα τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι μέχρι τινῶν γενεῶν κἀκεῖ μείναντας ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος τὰς ἁπάσας γενεὰς ζʹ πρὸς ταῖς ηʹ ἀριθμεῖσθαι. ταῦτα ἱστορεῖ ἐν ἐγκωμίῳ οὗ ἡ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων. ἐν δὲ τοῖς προεκκειμένοις καὶ ταύτην τὴν πολλὴν ἄλην αὐτῶν ἀποκλαίοντα τὸν Πίνδαρον φάναι (vs. 15 vulg.)· καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ. ἵνα λέγῃ τὴν Γέλαν, οὕτω καλουμένην πόλιν ἐν Σικελίᾳ παρὰ τῷ ποταμῷ τῷ Γέλᾳ, ὡς Καλλίμαχος (fr. |
| O 2 70g [5] | 361)· οἱ δὲ Γέλα ποταμοῦ κεφαλῇ ἐπικείμενον ἄστυ. οἱ δὲ τὴν Ἀκράγαντα· πάλιν γὰρ αὕτη πόλις ἐστὶ Σικελίας ὁμώνυμος τῷ ποταμῷ. ἔχοι δ’ ἂν μᾶλλον τὸ βʹ λόγον. μετὰ γὰρ καμάτου ἐκτίσθη Ἀντιφήμου τοῦ Ῥοδίου καὶ Ἐντίμου τοῦ Κρητὸς κατὰ χρησμὸν Ἀπόλλωνος μαχεσαμένων Σικελιώταις περὶ τοῦ χωρίου. ἱερὸν δὲ οἴκημα ἡ Ἀκράγας ὅτι Ζεὺς ἔδωκεν αὐτὴν Περσεφόνῃ. |
| O 2 70i | μόριμος υἱό ς : ἤτοι ὁ κατὰ μοῖραν αὐτῷ γενόμενος, ἢ ὁ μόρον ἐπενεγκών. ὁ δὲ χρησμὸς ὁ δοθεὶς Λαΐῳ δημώδης· Λάιε Λαβδακίδη καὶ τὰ ἑξῆς. |
| O 2 70l | μόρσιμος υἱό ς : ὁ μεμοιραμένος. ἢ ὁ μόρου αἴτιος τῷ πατρί. τὸ δὲ χρησθὲν παλαίφατο ν : τὸ δὲ μαντεῖον τὸ δοθὲν Λαΐῳ κατὰ τὴν Πυθῶνα παρ’ Ἀπόλλωνος, τοῦτο πατροκτονήσας ἐπὶ πέρας ἤγαγεν ὁ Οἰδίπους. |
| O 2 72b | ἄλλως· παλαίφατο ν : τὸ πάλαι πεφατισμένον καὶ ῥηθὲν Λαίῳ. ἐν δὲ Πυθῶν ι : τὸ δὲ χρησθὲν τῷ Λαΐῳ ἐν Πυθοῖ, τὸ (Eur. |
| O 2 72c | Phoen. 18) μὴ σπεῖρε, Λάιε Λαβδακίδα, ἄλοκα δαιμόνων βίᾳ, εἰς γὰρ κακόν σου τοῦτ’ ἔσται, ἐξεπλήρωσεν Οἰδίπους. ( τελέσα ς:) γράφεται καὶ τέλεσε. |
| O 2 73a | ἰδοῖσα δ ’ ὀξε ῖ ’ Ἐρινύ ς : ἤτοι ὀξέως βλέπουσα, ἢ ὀξέως τιμωρουμένη. ἐστύγησεν ὥστε ἀλληλοφονίαν γενέσθαι τοῦ γένους αὐτοῦ. |
| O 2 73b | Ἐτεοκλῆς γὰρ καὶ Πολυνείκης ἀλλήλους ἀνεῖλον. τοῦτο δὲ ὀξέως θεασαμένη ἡ Ἐριννὺς τὸ γεγονὸς ὑπὸ Οἰδίποδος, ἀνεῖλεν αὐτοῦ τὸ γένος καὶ δι’ ἀλλήλων χωρῆσαι ἐποίησεν. |
| O 2 73c bis | λέγει δὲ Ἐτεοκλέα καὶ Πολυνείκην. 81C γένος ἀρήιο ν: ἤτοι γενναῖον τὰ πολεμικὰ, ἢ ὅτι ἀπὸ Ἄρεος τὸ γένος κατῆγε δι’ Ἁρμονίαν. |
| O 2 76a | Θέρσανδρο ς: Θέρσανδρος ἔγημε Δαμώνασσαν τὴν Ἀμφιαράου· ἀδελφοὶ δὲ αὐτοῦ Τιμέας καὶ Ἀλάστωρ. τὸ δὲ ἑξῆς τοῦ λόγου· λείφθη δὲ ὁ Θέρσανδρος τοῦ Πολυνείκους πεσόντος οὐκ ἦν . |
| O 2 76b | .. λείφθη δὲ Θέρσανδρο ς : τὸ ἑξῆς· ἐλείφθη δὲ τοῦ Πολυνείκους πεσόντος Θέρσανδρος, Ἀνδρότιμος, Ἄλαστος. |
| O 2 76c | ὁ δὲ Θέρσανδρος ἐν Μυσίᾳ τρωθεὶς ὑπὸ Τηλέφου τελευτᾷ. ἄλλως· ἐλείφθη δὲ λοιπὸν ὁ υἱὸς Πολυνείκους ἀναιρεθέντος Θέρσανδρος, ὅστις αὐτῷ ἐξ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς γέγονεν. |
| O 2 78 | νέοις ἐν ἀέθλοι ς : ἐν τοῖς ἀκινδύνοις ἀγωνίσμασι καὶ πρέπουσι νέοις· λέγει δὲ τοῖς δι’ ἀγῶνος· [ ἐν μάχαις τ ε:] καὶ ἐν πολέμοις ὁ τίμιος καὶ γενναῖος τυγχάνων. Ἀδραστεΐδα ν : ἐνταῦθα ἀντὶ ἑνικοῦ πληθυντικῶς ἐξήνεγκεν· ἔστι γὰρ Ἀδραστεΐδος· ἐκ μιᾶς γὰρ τῆς Ἀδράστου θυγατρὸς Ἀργείας γέγονε. |
| O 2 80b | τὸ δὲ Ἀδραστεΐδαν οὐ περισπαστέον· ἔστι γὰρ θηλυκὸν καὶ ἔχει τὴν εὐθεῖαν Ἀδραστεῒς, τῶν Ἀδραστεΐδων· τὸ γὰρ ἀρσενικὸν περισπᾶται, οἱ Ἀδραστεῖδαι, τῶν Ἀδραστειδῶν. 87C θάλος ἀρωγὸν δόμοι ς : [ τιμώμενο ς:] ὁ Θέρσανδρος. |
| O 2 81a | γίνεται γὰρ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς καὶ Πολυνείκους, εἰς ὃν ἀναφέρει τὸ γένος ὁ Θήρων. Ἀδραστεΐδων δὲ εἶπε κατὰ τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀδραστίδος· μιᾶς γὰρ ἐγένετο τῆς Ἀργείας ὁ Θέρσανδρος. |
| O 2 81c | οὐ δεῖ περισπᾶν τὸ Ἀδραστεΐδαν· εἴρηται γὰρ ἀπὸ τοῦ Ἀδραστίδες· Δαναίδες. θάλος ἀρωγὸν δόμοι ς : τὸ βλάστημα τοῦ Ἀδράστου γένους. |
| O 2 81e | ἀπὸ γὰρ Θερσάνδρου καὶ Κάδμου οἱ πρόγονοι τοῦ Θήρωνος. ἐπεὶ Θέρσανδρος καὶ Διομήδης οἱ ἐπίγονοι ἐπιστρατεύσαντες ταῖς Θήβαις τῶν προαναιρεθέντων πατέρων ἐξεδίκησαν τὸν φόνον. |
| O 2 82a [10] | ὅθεν σπέρματο ς : ἔστι μὲν καὶ οὕτως διαστεῖλαι· ὅθεν σπέρματος ἔχοντι ῥίζαν· εἶτα ἀπ’ ἄλλης ἀρχῆς· πρέπει τὸν Αἰνησιδάμου· ἣν καὶ ὁ Δίδυμος ἀποδέχεται. Ἀρίσταρχος δὲ οὕτως· ὅθεν σπέρματος ἔχοντι ῥίζαν τὸν Αἰνησιδάμου· ὥστε ἴσον εἶναι τῷ, ἀφ’ ὧν ἔχοντι τὸ σπέρμα τῷ Αἰνησιδάμου υἱῷ πρέπει λυρῶν καὶ ἐγκωμίων τυγχάνειν. γίνεται δέ, φησιν ὁ Δίδυμος, κατὰ τὴν ἐκφορὰν ταύτην παρέλκον τὸ τυγχανέμεν. τὴν δὲ αἰτιατικὴν πτῶσιν τοῖς ἄνω συναπτέον ὡς προείρηκα, καὶ τὸ πρέπει τὸν Αἰνησιδάμου ἀπὸ ἄλλης ἀρχῆς· ὁ δὲ Θήρων τοῦ σπέρματος ἔχει ῥίζαν ἀπὸ τούτων. ὅθεν σπέρματο ς · ἀπὸ γὰρ Οἰδίποδος οἱ περὶ Θήρωνα. |
| O 2 82c | Αἰνησιδάμου γὰρ παῖδες Θήρων καὶ Ἱέρων. ὅθεν σπέρματος ἔχοντ ι : ἀφ’ οὗ γένους, τοῦ Θερσάνδρου, ἔχουσι τὴν ῥίζαν οἱ περὶ Θήρωνα. |
| O 2 82d [5] | τὸ δὲ γένος Λαΐου καὶ Οἰδίποδος ὁ Θήρων οὕτω κατάγει· Λαΐου Οἰδίπους· τούτου Πολυνείκης· οὗ Θέρσανδρος· οὗ Τισαμενός· οὗ Αὐτεσίων· οὗ Θήρας· οὗ Σάμος. οὗτος ἔσχεν υἱοὺς δύο, Τηλέμαχον καὶ Κλύτιον· ὧν ὁ μὲν Κλύτιος ἔμεινεν ἐν Θήρᾳ τῇ νήσῳ, ὁ δὲ Τηλέμαχος ἐν χώρᾳ ...., ὅθεν συλλέξας δύναμιν ἔρχεται εἰς Σικελίαν καὶ κρατεῖ τῶν τόπων· ἐξ οὗ Χαλκιοπεύς· οὗ Αἰνησίδαμος· οὗ Θήρων. 76 C Ὀλυμπίᾳ μὲν γά ρ : εἰς μὲν τὰ Ὀλύμπια ἐνίκησε μόνος, εἰς δὲ τὰ Πύθια μετὰ Ἱέρωνος τοῦ ἀδελφοῦ. |
| O 2 87a [5] | τὸ γὰρ παλαιὸν ποιοῦντες ἀμφότεροι τὰς δαπάνας ἴσας, ἔπεμπον ἅρματα εἰς τὸν ἀγῶνα, καὶ νικώντων αὐτῶν κοινῶς τὰς δαπάνας καὶ τὴν νίκην εἶχον. Ὀλυμπίᾳ μὲν γὰρ αὐτό ς : Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς καθ’ ἑαυτὸν γέρας εἴληφεν· ἀντὶ τοῦ ἐν Ὀλυμπίᾳ ἐνίκησεν· ἔσχε δὲ καὶ κοινὰς πρὸς τὸν ἀδελφὸν Ξενοκράτην νίκας ἐν Ἰσθμῷ καὶ Πυθοῖ. |
| O 2 87b [5] | ἐξ ἑνὸς γὰρ οἴκου πρὸς ἱπποτροφίαν διδόντες καὶ ἀπὸ κοινῶν χρημάτων, ἀμφότεροι καὶ ταῖς νίκαις ἀνεγράφοντο. καὶ οἱ μὲν βούλονται ἀκούειν οὕτως· οἱ κοινοὶ αὐτῶν ἵπποι νικήσαντες ἀμφοτέροις παρεσχήκασι κοινὴν καὶ τὴν δόξαν· οἱ δὲ ὅτι ἐν τοῖς κοινοῖς ἵπποις ἀμφότεροι, ἕκαστος ἰδίᾳ ἐν τοῖς αὐτοῖς ἵπποις ἐνίκησε τέθριππον· ὃ καὶ μᾶλλον. |
| O 2 87d [5] | ἄλλως· Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτ ο : ἀντὶ τοῦ μόνος· Πύθια δὲ καὶ Ἴσθμια Ξενοκράτης. κατὰ δὲ τοὺς Ἀριστοτέλους Πυθιονίκας μόνος Θήρων ἀναγέγραπται· ἤτοι οὖν συλληπτικῶς εἴρηκεν, ἢ ἐπεὶ Θήρωνος ἵπποις ὁ Ξενοκράτης ἐνίκησε, διὸ καὶ συνανεκήρυξε Θήρωνα. |
| O 2 87f | ὁμόκληρον δὲ τὸν ἀδελφὸν ἢ διὰ τὸ τοῦ αὐτοῦ κλήρου καὶ φύσεως μετέχειν, ἢ ὅτι Ἴσθμια καὶ Πύθια ὁμοίως ἐνίκησε, διὰ τοὺς δύο στεφάνους μετασχὼν καὶ τῆς αὐτῆς δόξης. ἄλλως· Ξενοκράτης ἦν Θήρωνος ἀδελφός. |
| O 2 87g [5] | οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Πύθια καὶ Ἴσθμια, καὶ γέγραφε Πίνδαρος εἰς τὰς τούτου νίκας· κοινὰς οὖν φησιν αὐτῶν εἶναι τὰς νίκας διὰ τὸ ἐκ τοῦ αὐτοῦ οἴκου εἶναι τὰς χορηγίας καὶ τὰς ἐπιμελείας τῆς ἱπποτροφίας. τὴν γοῦν Ἰσθμικὴν νίκην ὑμνῶν Θρασύβουλον προσεφώνησε τὸν τοῦ Θήρωνος υἱόν [οὗτος τοῦ Ξενοκράτους] (J. II, 1)· οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες. οὕτω κοινὰς ἡγοῦντο τὰς νίκας. EQ ἐν Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας καὶ τιμὴν ἐδέξατο· ἐν τῇ Πυθοῖ δὲ καὶ Ἰσθμοῖ πρὸς τὸν ὁμόκληρον ἀδελφὸν Ξενοκράτην καὶ αὐτὸν αἱ κοιναὶ χάριτες τὰ ἄνθη τῶν ἁρμάτων τῶν δωδεκαδρόμων, ἤγουν τὰς νίκας, ἤγαγον. |
| O 2 87h [5] | οἱ κοινοὶ ἵπποι αὐτοῖς δόξαν ἔφερον· ἢ ἐν τοῖς ἰδίοις ἵπποις ἕκαστος ἰδίᾳ ἐνίκησε τέθριππον. ὁμόκλαρο ν : ἤτοι τῆς αὐτῆς τύχης κεκοινωνηκότα, ἢ τοῦ αὐτοῦ κλήρου καὶ [τῆς] φύσεως μετέχοντα. |
| O 2 89a [5] | τὸν Ξενοκράτην δὲ λέγει· ἦν γὰρ Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Ἴσθμια καὶ Πύθια, καὶ γράφει ὁ Πίνδαρος εἰς τὰς νίκας τούτου. κοινὰς οὖν αὐτοῖς τὰς νίκας φησὶ γεγονέναι διὰ τὸ ἐκ τοῦ 〈αὐτοῦ〉 οἴκου τὰς χορηγίας τῆς ἱπποτροφίας γεγονέναι. ὁμόκλαρον ἐς ἀδελφεό ν : ἤτοι διὰ τὴν συγγένειάν φησιν, ἢ ὡς ὁμοῦ ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζομένων καὶ ὁμοῦ νικησάντων Ἴσθμια τεθρίππῳ. |
| O 2 89c | φησὶν οὖν ὅτι ἐν Ἰσθμῷ αἱ χάριτες τῆς νίκης τῆς ἐν τῷ τεθρίππῳ κοιναὶ ἤγαγον αὐτοῖς τὰ ἄνθη τῶν στεφάνων. ἀπὸ σελίνων γὰρ τὸ στέμμα. ἢ οὕτως· αἱ δὲ χάριτες αἱ ἐν Πυθῶνι καὶ Ἰσθμῷ τὰ ἄνθη τῶν τεθρίππων εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἤνεγκαν. |
| O 2 89e | ( ἀδελφεό ν:) εἰς τὸν Πράξανδρον ἀδελφὸν τοῦ Θήρωνος ὄντα. Ἰσθμοῖ τ ε : ἐπιρρηματικῶς λέγεται· οἴκοι. |
| O 2 90b | 〈 κοινα ί : 〉 ὡς ἅμα ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζομένων, καὶ ἅμα νικώντων. ( ἄνθε α:) νίκας. |
| O 2 92a | δυωδεκαδρόμω ν : ὅτι δώδεκα δρόμους ἔτρεχον τὰ τέλεια ἅρματα, τουτέστιν ιʹ καὶ βʹ καμπτῆρας. τὸ γὰρ παλαιὸν οὐκ ἔκαμπτον οἱ ἵπποι ζʹ καμπτοὺς, ἀλλὰ δώδεκα. |
| O 2 93a | τὸ δὲ τυχεῖ ν : τὸ τυχεῖν πειρώμενον ἀγῶνος καὶ λύπην λύει καὶ τὴν ἀθυμίαν ἐκβάλλει. τῷ ἀποτυγχάνοντι κοινὸν ἔγκλημα ἡ ἄνοια καὶ ἡ ἀφροσύνη. |
| O 2 93c | ὁ νοῦς· πρῶτον μὲν τὸ πειρᾶσθαι ἀγῶνος παρέχει κάματον τοῖς ἀγωνιζομένοις, ὕστερον δὲ πόνων λύσιν καὶ εὔκλειαν ἔχει. τὸ δὲ τυχεῖν πειρώμενο ν : οὕτως· 〈ὁ〉 ἐπιτυχὼν οὐκέτι ἐν ἀγωνίᾳ ἐστὶ, παρόσον ἄφρονας μὲν λέγουσι τοὺς ἀγωνιζομένους, τοὺς δὲ νικήσαντας οὐκέτι. |
| O 2 93e | ἢ οὕτως τὸ πειρώμενον τοῦ ἀγωνίσματος τυχεῖν λύσιν ποιεῖ τῆς ἀφροσύνης, ὥσπερ τὸ μὴ νικῆσαι ἄφρονα ποιεῖ. ἄλλως· τὸ δὲ ἐπιτυχεῖν καὶ νικῆσαι ἀποπειρώμενον ἀγῶνος τῶν δυσκόλων φροντίδων τῶν ἐπὶ τῇ νίκῃ ἀπολύει. |
| O 2 93g | ἄλλως· τὸ νικῆσαι δέ, φησι, τὸν ἀγωνιζόμενον παράλυσιν ποιεῖ τῆς ἀφροσύνης καὶ τῆς λύπης. δύναται δὲ καὶ κυρίως κεῖσθαι ἡ ἀφροσύνη, ἵν’ ᾖ· ὁ νικήσας νομίζεται ἐκτὸς ἀφροσύνης εἶναι· κρίνουσι γὰρ οὐ τὸ εὖ βεβουλεῦσθαι διὰ τὸ ἐλθεῖν ἐπὶ τὸν ἀγῶνα. |
| O 2 96a [5] | ὁ μά ν : ἀντὶ τοῦ ὅταν. ὁ δὲ νοῦς· ὅταν ᾖ πεποικιλμένος ὁ πλοῦτος σὺν ἀρετῇ, πορίζει τὰ εὐφραίνοντα, καὶ τὰ ἑαυτοῦ καὶ τὰ ἀπὸ τῆς ἀρετῆς περιγινόμενα ἑαυτῷ· ἀρετὴν μὲν γάρ τις ἔχων, ἀχόρηγος δὲ ὢν διὰ τὸ πένης εἶναι, πολλῶν στέρεται τῶν εὐφραινόντων· πλούσιος δὲ ὢν ἀρετὴν μὴ ἔχων οὐ χρῆται τοῖς εὐφραίνουσι. |
| O 2 96b | καὶ 〈ἡ Σαπφώ·〉 (fr. 80) πλοῦτος ἄνευ ἀρετῆς 〈οὐκ ἀσινὴς πάροικος. ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖσ〉 κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονήν. |
| O 2 96c | πολλὴν καὶ συνετὴν διάνοιαν πρότερον παρασχὼν, μετὰ ταῦτα καὶ τὰς ἰδίας ὁ πλοῦτος καὶ τὰς τῆς ἀρετῆς εὐφροσύνας παρέχει. προπαρασχὼν τὴν μέριμναν δι’ ἧς πάντα ἀγρεύεται. |
| O 2 96e [5] | ὁ μὰν πλοῦτος ἀρεταῖ ς : οἱ μετὰ ἀρετῆς πλουτοῦντες εὐγενῶς τὰ δύο φέρουσι τά τε ἀγαθὰ καὶ τὰ κακά· οὔτε γὰρ τὸν πλοῦτον ἀποδέχεται οὔτε τὴν ἀρετὴν, ἀλλὰ τὰ δύο ἡνωμένα. φησὶ γάρ· ὁ πλοῦτος κοινωνῶν τῇ ἀρετῇ ποιεῖ τοὺς ἀνθρώπους εὐγενῶς φέρειν τὰ ἀγαθὰ καὶ τὰ κακὰ ὑπὸ τὸν αὐτὸν καιρὸν, τὴν βαθεῖαν αὐτοῦ ὑπέχων μέριμναν, ὅ ἐστιν ὑπεράνω ὢν τῶν προσπιπτόντων ἀγαθῶν τε καὶ κακῶν. τὸ δὲ ἀγροτέραν σημαίνει ἀγρευτικὴν καὶ ἐρευνητικήν. 98 (C)E ὁ μὰν πλοῦτο ς : ὁ νοῦς· ὁ δὲ πλοῦτος οὐ μόνος ὢν καθ’ ἑαυτὸν, ἀλλὰ καὶ ἀρετῇ κεκοσμημένος, καιρίως τῶν τε ἑαυτοῦ ἀγαθῶν καὶ τῆς ἀρετῆς ἀπολαύει, συνετὴν ἔχων τὴν φροντίδα πρὸς τὸ ἀγρεύειν τὰ καλά. |
| O 2 96f [5] | τούτων γὰρ τὸ ἕτερον καθ’ ἑαυτὸ οὐχ ἡδύ· ὡς καὶ Καλλίμαχος (H. in Jov. 95)· οὔτ’ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν, οὔτ’ ἀρετὴ ἀφένοιο· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον. καὶ ἡ Σαπφώ (fr. 80)· πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πάροικος. ἡ δὲ ἐξ ἀμφοτέρων κρᾶσις εὐδαιμονίας ἔχει τὸ ἄκρον. τοῦτο προσεῖναι τῷ Θήρωνι μαρτυρεῖ. 104B ἄλλως· ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν, τὴν πολλὴν καὶ βαθεῖαν καὶ συνετὴν διάνοιαν εὔκολον καὶ εὔληπτον καὶ ἀγροτέραν διδούς. |
| O 2 96h | βαθεῖα ν : τὴν συνετήν. ὑπέχω ν : ὑποτιθείς. |
| O 2 96k | ἀγροτέρα ν : ἀγρευτικὴν τῶν ἡδέων, θηρευτικωτέραν πρὸς τὸ πορίζειν τὰ ἀγαθά. 101CE φέρει τῶν τε καὶ τῶ ν : τῶν αὐτοῦ καλῶν καὶ τῆς ἀρετῆς. |
| O 2 98b | ἢ τῶν ἐπὶ τῇ ἀθλήσει καμάτων. ἐκείνων, φησὶ, καὶ τούτων τῶν καλῶν. |
| O 2 98c | 102B 96 f (C)E βαθεῖα ν : τὴν συνετὴν, ἀπὸ τῶν ἐν βάθει ὑδάτων. |
| O 2 100a | τὴν ἅπαντα ἀγρεύουσαν. ἀγροτέρα ν : ἀντὶ τοῦ εὐαγροτέραν, καὶ θηρευτικὴν εἰς τὸ πορίζειν. |
| O 2 100c | ( ἀγροτέρα ν:) φροντιστικήν. ἀστὴρ ἀρίζηλο ς : ὁ τοιοῦτος πλοῦτος ὁ μετὰ ἀρετῆς ἀστὴρ ἀρίζηλός ἐστι καὶ ἐτυμώτατον ἀνδρὶ φέγγος. |
| O 2 101b [5] | ἀστὴρ ἀρίζηλο ς : ὁ μετὰ ἀρετῆς πλοῦτος ὡς ἀστήρ ἐστιν ἔκδηλος, ἀληθινὸν φῶς τοῖς ἀνθρώποις. 98B εἰ δέ νιν ἔχω ν : ἤτοι καθόλου [καὶ] ἐξαιρετέον τὸν δέ σύνδεσμον ἢ μεταληπτέον εἰς τὸν δή· ὁ γὰρ λόγος τοιοῦτος· ὁ μετὰ τῆς ἀρετῆς πλοῦτος ἀστήρ ἐστιν ἀρίζηλος καὶ ἀληθινώτατον ἀνδρὶ φέγγος, εἰ δή τις αὐτῷ χρήσεται εἰς δέον καὶ οὐκ εἰς ἀδικίαν κατατιθέμενος τὴν δύναμιν αὐτοῦ, ἀλλὰ τοὐναντίον εἰς δικαιοσύνην. |
| O 2 102b [5] | Ἀρίσταρχος ἐξηγεῖται οὕτως· εἴ τις οἶδε τὸ μέλλον, ὅτι ποινὴν τίνουσιν οἱ ἐν Ἅιδου παρανομήσαντες· ὁ γὰρ λόγος ὡς τῶν αὐτῶν πλεονάκις ἀναβιούντων καὶ ἢ ἐνθάδε ἢ καὶ ἐκεῖ δίκας διδόντων τῶν ἁμαρτημάτων. ἔνιοι δὲ ἁπλούστερον ἀκούουσι τοῦ λόγου οὕτως· εἰ ἔχων τις τὸν πλοῦτον οἶδεν ὅτι ἐν τῷ ὑστέρῳ χρόνῳ οἱ ἀποθανόντες καθ’ Ἅιδου δίκας διδόασιν. |
| O 2 102d [5] | εἰ δέ νιν ἔχω ν : εἰ δέ τις τοῦτον ἔχων τὸν πλοῦτον ὁρᾷ καὶ πρὸς τὸ μέλλον, ὅτι τῶν ἀδίκων τελευτησάντων τὸν βίον τιμωρία καὶ κρίσις παρὰ τοῖς ἀποιχομένοις πᾶσίν ἐστιν, οὐκ ἂν αὐτῷ εἰς ἀδικίαν ἐχρήσατο. 106B 105C ὅτι θανόντων μὲν ἕως ἐχθρᾷ λόγον φράσαις ἀνάγκ ᾳ : ἐγκρίνει τὴν παλιγγενεσίαν. |
| O 2 104a [10] | λέγει οὖν· εἴ τις οἶδε τὸ μέλλον, ὅτι οἱ μὲν ἐν τῷ ζῆν ἁμαρτάνοντες, ἐν Ἅιδου κολάζονται, οἱ δὲ ἐν Ἅιδου, ἐν τῷ ἡμετέρῳ βίῳ ἐν τῇ τοῦ Διὸς ἀρχῇ· ταύτην γὰρ εἶπε τὸν ὑποκείμενον τῷ οὐρανῷ τόπον· καὶ ἐάν τις ἐν ταῖς τρισὶν ἀναβιώσεσιν αἷς ὑφίσταται ἀναμάρτητος εἰς τρὶς ἑκατέρωθεν μένῃ, τοῦτόν φησιν εἰς τὰς τῶν μακάρων νήσους προπέμπεσθαι. τὸ δὲ περὶ τῆς παλιγγενεσίας ἀρχαιότερόν ἐστι· παραδέδοται γὰρ ἔτι ἀνέκαθεν, ὡς Ὅμηρός φησιν (ς 79)· νῦν μὲν μήτ’ εἴης, βουγάιε, μήτε γένοιο. πρῶτος δὲ δοκεῖ τούτῳ τῷ δόγματι χρῆσθαι Πυθαγόρας. 113C ἄλλως· ὅτι θανόντων μὲν ἐνθάδ ε : Χρύσιππος οὕτως ἀκούει ἐνθάδε μὲν ὑπὸ τῶν θανόντων ἐτιμωρήθησαν, κάτω δὲ ὑπὸ τῶν κάτω δικαζόντων, εἴτε Ἅιδης ἐστὶν εἴτε ἕτερός τις. |
| O 2 104b [5] | οὐκ ἀπίθανον δέ, φησιν, ὑπὸ τῶν τελευτησάντων τιμωρεῖσθαι τοὺς ζῶντας· μεστὴ γὰρ τούτων ἐστὶν ἡ τραγῳδία, ὅτι οἱ ἀδικούμενοι εὐχὰς τοῖς καταχθονίοις ἥρωσι ποιοῦνται, ἵνα ἐπικουρήσωσιν αὐτοῖς, οἷον Ἠλέκτρα τῷ Ἀγαμέμνονι. ἔνιοι δέ φασι τῆς κατὰ Πυθαγόραν παλιγγενεσίας μνημονεύειν· τὰς γὰρ ψυχὰς εἰς ἕτερα σώματα εἰσδυνούσας ἀνανεοῦσθαι, ὥστε ὅσοι μὲν ὑπὲρ γῆς ὄντες ἐπλημμέλουν, τούτους ἐν Ἅιδου δίκην ὑπέχειν· ὅσοι δὲ ἀνάπαλιν ἐν Ἅιδου ἐνεωτέρισαν, ὑπὲρ γῆς γενόμενοι δίκας τίνουσιν, ὥστε μηδαμόθεν αὐτοὺς ἀποφυγεῖν τὴν προσήκουσαν τοῖς ἡμαρτημένοις δοῦναι δίκην. |
| O 2 104c | 104 a C τῷ ἀπάλαμνοι φρένες συναπτέον τὸ ἐνθάδε· ὅτι τῶν ἐνταῦθα ἀδίκων ἀπάλαμνοι φρένες αὐτίκα καὶ εὐθέως τελευτησάντων ποινὰς καὶ τιμωρίας ἐκεῖ δεδώκασιν. |
| O 2 105b | ἔξωθεν οὖν· χρῆσθαι αὐτῷ πρὸς εὐσέβειαν δεῖ. 101B Διὸς ἀρχ ᾷ : 〈Ἀρίσταρχοσ〉 τὸν δέ, φησι, σύνδεσμον ἀντὶ τοῦ γάρ δεῖ ἀκούειν 〈καὶ οὕτω〉 καθιστάναι τὸν λόγον· τὰ γὰρ 〈ἐν〉 τῇ τοῦ Διὸς ἀρχῇ ἀλιτρά. |
| O 2 106a [5] | λέγει γὰρ τοῦτο ὁ Πίνδαρος· ἐπεὶ οἱ ἐν τῷ ζῆν ἁμαρτάνοντες μετὰ τὸν θάνατον δίκας ὑπέχουσιν· οἱ δὲ καθ’ Ἅιδου ἄδικοι τῶν κατὰ τὸν τοῦ ζῆν χωρισμὸν, ὅταν ἀναβιώσωσιν, ἐν μέρει πάλιν δίκας ὑπέχουσιν ἐν τῷ ζῆν τοῖς Ὀλυμπίοις θεοῖς. οἴεται γὰρ ἀναβιοῦν τὰς ψυχὰς Πυθαγορικῇ δόξῃ χρώμενος. Διὸς ἀρχὴν τοὺς ἐπιγείους βούλεται εἶναι· λέγει δὲ τοὺς ζῶντας. |
| O 2 106c | Διὸς ἀρχ ᾷ : Διὸς ἀρχὴν τὴν ζωὴν καὶ τὴν ἄνω διαγωγήν. φησὶν οὖν ὅτι τὰ ἐν τοῖς ζῶσιν ἁμαρτήματα κατὰ γῆς δικάζει τις. λέγει δὲ τὸν Πλούτωνα τιμωρεῖσθαι αὐτούς. 108 BDEQ κατὰ γᾶ ς : ὑπὸ γῆς, τουτέστι καθ’ Ἅιδου. |
| O 2 107 | ὑφίσταται δὲ ἐν Ἅιδου 〈δαίμονά〉 τινα Ἀνάγκην ὀνόματι, καὶ ταύτῃ παραδίδοσθαι τοὺς ἀσεβεῖς. 110 BDEQ λείπει τὸ διδοὺς, τῇ ἐχθρᾷ ἀνάγκῃ. |
| O 2 108b | εἰπὼν τὸν λόγον τῆς τιμωρίας. ἐχθρᾷ δὲ τοῖς πονηροῖς. |
| O 2 108c | (113) ταῦτα δὲ τῶν ἀσεβῶν, σκάπτειν ἐν λίμναις τε πελαγίζεσθαι. 107 BDEQ 104 b C φράσας ἀνάγκ ᾳ : τὸν τῆς τιμωρίας λόγον. |
| O 2 108e | σωματοποιεῖ ἐνταῦθα δαίμονά τινα Ἀνάγκην, ᾗ τὰς ἁμαρτίας λέγουσιν οἱ ἀκούοντες. ἴσαις δὲ νύκτεσσι ν : ἴσον ἡμῖν τοῖς ζῶσι χρόνον ἐπιβάλλει ὁ ἥλιος καὶ τοῖς καθ’ Ἅιδου δικαίοις. |
| O 2 110a [5] | ἴσαις δ ’ ἐν ἁμέραι ς : οὐκέτι περὶ τῶν ἀδίκων ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῶν δικαίων· φησὶ δὲ ὅτι τοῖς ζῶσιν ἡμῖν τὸν ἴσον χρόνον ἐπιβάλλει καὶ τοῖς ἐν Ἅιδου ἀγαθοῖς ὁ ἥλιος, καὶ τόπον ἔχουσι τοιοῦτον καθ’ ὃν ἐπιλάμπει αὐτοῖς ὁ ἥλιος· ἀπονέστερον δὲ ἡμῶν διάγουσι τὸν χρόνον. ἴσαις δ ’ ἐν ἁμέραι ς : ἴσον ἡμῖν αὐτοῖς χρόνον ἐπιβάλλει ὁ ἥλιος καὶ τοῖς ἐν Ἅιδου δικαίοις. |
| O 2 110b [5] | οὐκ ἐπὶ τῶν ἀδίκων δὲ ὁ λόγος, ἀλλ’ ἐπὶ τῶν δικαίων. φησὶν οὖν ὅτι τὸν ἥλιον ἔχουσι τοῦτον καθ’ ὃν ἐπιβάλλει αὐτοῖς χρόνον ἀπονέστερον διάγοντες. ἄλλως· τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατ’ ἴσον ἡμῖν ἀπολαύειν ἐν Ἅιδου φησὶ τοῦ ἡλίου μηδὲν κακοπαθοῦντας. |
| O 2 110c | 117 C οὐ χθόνα ταράσσοντε ς : τουτέστιν οὐκ ἐργαζόμενοι τὴν γῆν. |
| O 2 113b | χερὸς δὲ ἀκμῇ ἀντὶ τοῦ τῷ καρπῷ νῦν, καθὸ καὶ Ἀρίσταρχος. ἔνιοι δὲ χερὸς ἀκμῇ ἀντὶ τοῦ τῇ αἰχμῇ [οἳ] ἀλληγορικῶς ἀκούουσιν· οὐ χθόνα ταράσσοντε ς , οἷον οὐ πολεμοῦντες κατὰ τὴν γῆν· οὐδὲ πόντιον ὕδω ρ , οὐδὲ στόλους κατ’ ἀλλήλων ἐπάγοντες. |
| O 2 113c [5] | κενεὰν δὲ παρὰ δίαιτα ν , παρὰ τὰ κενὰ ἑαυτῶν κρίματα. ἄμεινον δὲ Ἀρίσταρχος, παρὰ τὰ μὴ πλήρη τὰ τῆς διαγωγῆς ἐκεῖ, οἷον εἴ τις λέγοι· μὴ ἐργαζόμενοι οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν δι’ ἔνδειαν. |
| O 2 113e | οὐ χθόνα ταράσσοντε ς : οὔτε γεωργοῦντες οὔτε πλέοντες διὰ τὸ κενὰ αὐτοῖς εἶναι τὰ τῆς διαίτης. ἐν χερὸς δὲ ἀκμ ᾷ , τῷ καρπῷ τῷ ἀπὸ τῆς χειρός. |
| O 2 113g | ἢ οὕτως· οὐκ ἀροῦντες οὐδὲ σκάπτοντες τῇ ἀκμαζούσῃ χειρὶ τῶν νέων καὶ δυναμένων ἐργάζεσθαι. τινὲς δὲ ἀλληγορικῶς ἀκούουσιν· οὔτε πολεμοῦντες κατὰ γῆν οὔτε ἀλλήλοις στόλους ἐπάγοντες κατὰ θάλασσαν. |
| O 2 113h | [οὔτε ναυμαχοῦσιν.] ἄλλως· οὐ χθόνα ταράσσοντε ς : οὐ διὰ μόχθου καὶ καμάτου τὴν ἐπιθυμίαν καρπούμενοι. |
| O 2 113i [5] | οὐδὲ γὰρ γεωργίᾳ προσέχουσιν ἀναταράσσοντες τὴν γῆν (τινὲς δὲ χερὸς ἀκμᾷ τὸ ἄροτρον ἢ τὸ δόρυ)· οὐδὲ πόντιον ὕδω ρ · ἀπὸ κοινοῦ τὸ ταράσσοντες· ἀντὶ τοῦ, οὐδὲ κατὰ θάλασσαν κινδυνεύοντες ἔχουσι τὴν ζωήν. 110 C κενεὰν παρὰ δίαιτα ν : διὰ τὴν κενὴν καὶ ἄπορον δίαιταν· λέγει δὲ τὴν πενίαν· οὐδὲ γὰρ παρὰ τὴν αἰτίαν τῆς πενίας. |
| O 2 117a | τιμίοι ς : τοῖς τιμωμένοις θεοῖς. τιμίοις θεῶν: τῷ Πλούτωνι καὶ τῇ Περσεφόνῃ. |
| O 2 117c [5] | οἵτινες οὖν, φησιν, ἔχαιρον τοῖς δικαίοις, ἀπόνως καὶ ἀβασανίστως καὶ ἀδακρυτὶ διάγουσι τὸν ὅλον αἰῶνα πρὸς τῷ μήτε ἀροτριᾶν μήτε ἐνθαλαττεύειν, ἀλλ’ ἐν ταῖς μακάρων νήσοις διάγειν. παρὰ τούτοις γὰρ διατρίCDEQ βουσι τοῖς τιμωμένοις ὑπὸ θεῶν, οἵτινες δίκαιοι ἦσαν ζῶντες. τοὶ δ ’ ἀπροσόρατο ν : οἱ ἀσεβεῖς. |
| O 2 121a | ἀπροσόρατον δὲ, ἤτοι ὃν οὐκ ἄν τις ὑπομείνειε, δεινόν· ἢ ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, οὐδὲ ὑπὸ θεῶν δυνάμενον προσοραθῆναι. τοὶ δ ’ ὀκχέοντι πόνο ν : οἱ ἄδικοι πόνον ὑφίστανται καὶ βαστάζουσιν ἀπροόρατον καὶ ἀπροσδόκητον, ὃν οὐδὲ προϊδεῖν οἷόν τέ ἐστιν. |
| O 2 121c | ἢ ὃν οὐδεὶς ἰδεῖν ἐθελήσει. λέγει δὲ ὅτι οἱ δυσσεβεῖς ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, ὅ ἐστιν οὐδὲ ὑπὸ θεῶν προσοραθῆναι δυνάμενον. |
| O 2 121e | ἄλλως· τοὶ δ ’ ἀπροσόρατο ν : φοβερὸν, ὃν οὐ τολμᾷ τις προσβλέψαι. ( ἀπροόρατο ν:) ἀπροσδόκητον. |
| O 2 122 [5] | ( ὀκχέοντ ι:) ὑφίστανται. ὅσοι δ ’ ἐτόλμασα ν : τοῦτο Πυθαγόρου φήσαντος ἐπῄνεσε Πλάτων τὸ ῥῆμα, ὅτι τρίτον ἡ ψυχὴ δικαζομένη ἐν Ἅιδῃ, τρίτον εἰς σῶμα μετεμψυχοῦται, καὶ τοὺς τοσαυτάκις δικαιοπραγήσαντας ἐν βίῳ ἄγειν εἰς τὰς μακάρων νήσους καὶ παρὰ τὴν τύρσιν τοῦ Κρόνου, τουτέστι τὰ τείχη καὶ τὴν τοῦ Κρόνου βασιλείαν. |
| O 2 123a | λέγει δὲ τὰς μακάρων νήσους περιφραστικῶς. εἰς τρί ς : ἤτοι ἀριθμῷ, ἢ ἀντὶ τοῦ πολλάκις. |
| O 2 123c [5] | ὅσοι ἐδυνήθησαν ἐν γῇ καὶ ἐν Ἅιδῃ ..... ὡς παρὰ Πλάτωνι (Phaedr. 249 a?)· ἡ ἐς τρὶς ἀδόλως φιλοσοφήσασα ψυχή. ὅσοι δ ’ ἐτόλμασαν ἐς τρί ς : ὅσοι δὲ τρίτον ὑπέμειναν ἐν ἑκατέρῳ τόπῳ μείναντες, ἔν τε τῷ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν, ἀπέχεσθαι τῶν ἀδίκων ἔργων καὶ δίκαια πράττειν, ἐστάλησαν ἣν ὁδὸν ἔταξεν ὁ Ζεὺς, ἣν μακάρων νῆσον ὀνομάζουσιν· ἣν δὴ Κρόνου τύρσιν προσηγόρευσεν. |
| O 2 123e [15] | ἄλλως· ὅσοι δὲ ἐκαρτέρησαν μέχρι τριῶν μετεμψυχώσεων εἰς ἑκάτερα τὰ μέρη, εἴς τε τὸν ἐν Ἅιδου μετὰ θάνατον εἴς τε τὸν τῆς ζωῆς χρόνον, δίκαιοι γενέσθαι δικαίως καὶ τὴν ψυχὴν ὁσίαν φυλάξαι, οὗτοι ἐστάλησαν εἰς ἣν ἔταξεν ὁ Ζεὺς, ὅ ἐστιν εἰς τὰς μακάρων νήσους, ἔνθα Κρόνος ἔχει τὴν ἐκεῖ κατοίκησιν· ἐν αἷς νήσοις πλησίον οὔσαις τοῦ ὠκεανοῦ αἱ πλεῖσται καὶ ἡδεῖαι αὖραι τέρπουσαι πνέουσι, καὶ τὰ ἐν αὐταῖς ἄνθη ὡς χρυσὸς στίλβει, τὰ μὲν ὄντα ἐκ τῆς γῆς, τὰ [δὲ] ἐκ τῶν δένδρων τῶν ἐν τῇ χέρσῳ, τὰ δὲ ἐκ τῆς τῶν ὑδάτων ἀπορροίας τρεφόμενα, οἱονεὶ ῥόδα, ὑάκινθος, ἴα· ταῦτα γὰρ ὕδατι τρέφεται· ἐξ ὧν ἀνθέων οἱ δίκαιοι ταῖς ἑαυτῶν χερσὶν ὅρμους πλέκουσι καὶ στεφάνους. ἐνδείκνυται δὲ τὸ ὑπερβάλλον τῆς τέρψεως. τὴν δὲ τῆς μετεμψυχώσεως γνώμην Πυθαγόρας πρῶτος εἰσηγήσατο, ᾧ νῦν ὁ Πίνδαρος ἀκολουθεῖ. ( ἑκατέρωθ ι:) ἔνθεν κἀκεῖθεν. |
| O 2 124 | ἄνωθεν .... ψυχὰ ν , ἔστειλα ν : ἐτελείωσαν. |
| O 2 126b | παρὰ τὴν Κρόνου βασιλείαν ἐτελείωσαν, ἤνυσαν, ἐπορεύθησαν. Διὸς δὲ ὁδὸ ν , ἣν ἔταξε τοῖς δικαίοις. |
| O 2 126d | τὴν ὑπὸ Διὸς δεδειγμένην αὐτοῖς. ἢ τὴν ὑπὸ τοῦ Διὸς νομοθετηθεῖσαν. |
| O 2 126f | λέγει δὲ πρὸς τοῦ Διὸς κρίνεσθαι τοῦτον· τὸν γὰρ ἑκατέρωθεν μείναντα ἀναμάρτητον εἰς τὰς τῶν μακάρων νήσους πέμπεσθαι. ( ἔτειλα ν:) ἐτελείωσαν. |
| O 2 127a | ὁδὸν παρὰ Κρόνο υ : ἐτελείωσαν. παρὰ τὴν τοῦ Κρόνου βασιλείαν. κυρίως δὲ τύρσιν τὸ τεῖχος. τύρσι ν : πόλιν. |
| O 2 127b | κυρίως δὲ τὸ τεῖχος. λέγονται δὲ πρῶτοι Τυρσηνοὶ τὴν τῶν τειχῶν κατασκευὴν εὑρηκέναι. μακάρω ν : παρὰ τὸ Ὁμηρικόν (δ 567)· ἀλλ’ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας. |
| O 2 129 | ὅτι ἐν τῷ ὠκεανῷ αἱ τῶν μακάρων νῆσοι λέγονται καθ’ Ὅμηρον· φησὶ γάρ (δ 568)· ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους. ἄνθεμα δὲ χρυσο ῦ : λείπει τὸ ὡς, ἵν’ ᾖ· ὡς χρυσοῦ φλέγει ἄνθη. |
| O 2 130b | ἢ οὕτως· τὰ δὲ ἄνθη λάμπει ὡς ἀπὸ χρυσοῦ. τὰ μὲν χερσόθε ν : διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ τὴν γῆν βλαστήματα. |
| O 2 132b | ἄνθη ἀπὸ δένδρων· ἐλαίας, μυρσίνης, κισσοῦ. κατὰ γῆν ἄνθη· ἴα καὶ κρόκος. τὰ μὲν γὰρ ἀπὸ στελέχους καὶ χωρὶς ὕδατος ἀνθεῖ, τὰ δὲ χαμαίζηλα ἐπαρδευόμενα διατηρεῖται θάλλοντα καὶ ἀκμαῖα. |
| O 2 132d | τὰ μὲν χερσόθε ν : διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ γῆν βλαστήματα, τουτέστι τὰ χρείαν ἔχοντα ἀρδεύεσθαι. ὅρμοισι ν : ἐν τοῖς ὅρμοις, τοῖς ἑλίγμασιν τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας. |
| O 2 135b | κατ’ ἐναλλαγὴν δὲ πτώσεως εἶπεν, ἀντὶ τοῦ χερσὶν ἀναπλέκουσιν ὅρμους καὶ στεφάνους. ὅρμοισι τῶν χέρα ς : ὅρμους· ἀντὶ τῆς αἰτιατικῆς τῇ δοτικῇ ἐχρήσατο. |
| O 2 135d | ὅρμοις [οὖν] λέγει τοῖς ἑλίγμασιν, οἷς τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας. ὅρμοισι, τοῖς ἐνέρμασιν, οἷς τὰς χεῖρας στεφανοῦνται καὶ τὰς κεφαλάς. |
| O 2 135f | ἢ τῶν ἀνθῶν ταῖς χερσὶν ὅρμους ἀναπλέκουσι καὶ στεφάνους. βουλαῖς ἐν ὀρθαῖσ ι : βουλαῖς δικαίαις. |
| O 2 137a | τέτακται γὰρ οὗτος, ὡς καὶ Πλάτων λέγει (Gorg. 526 c), τοὺς δικαίους πέμπειν εἰς τὰς μακάρων νήσους. ἄλλως· βουλαῖς ἐν ὀρθαῖσι ν : ὡς τοῦ Ῥαδαμάνθυος τοῦτο τοῖς δικαίοις παρεχομένου· ὑφίσταται γὰρ αὐτὸν τῶν μακάρων ἄρχοντα νήσων. |
| O 2 137c | ἢ ὡς τούτων μεταλαβόντων φύσεως δαιμονίας, οἵτινες ὀρθοὶ κατὰ βουλὴν καὶ δίκην τὸν τρόπον ἔχοντες, ὡς καὶ ὁ Ῥαδάμανθυς. ἢ συγχωροῦντος τοῦ Ῥαδαμάνθυος· οὗτος γὰρ δικαιονομεῖ τοῖς ἐν Ἅιδου. |
| O 2 137e | ἢ οὕτω· βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυο ς · ὁ γὰρ Ῥαδάμανθυς δικαιονομεῖ τοῖς κάτω ὑπηρετῶν τῷ Κρόνῳ. ὃν πατὴρ ἔχει ἕτοιμο ν : τὸν δίχα τοῦ κληθῆναι ἐλθόντα. |
| O 2 138b [5] | ὅντινα Ῥαδάμανθυν ὁ πατὴρ πάντων Κρόνος, ὁ τῆς Γῆς παῖς, ὁ ἀνὴρ τῆς τὸν ὕπατον ἐχούσης θρόνον Ῥέας, ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον. συγκαταλέγονται δὲ ἐν τούτοις τοῖς δικαίοις ὅ τε Κάδμος καὶ ὁ Πηλεύς. πόσι ς : ὁ μὲν Ἀρίσταρχος πόσιος γράφει ὁ πάντων καὶ τὸν Δία ἀκούει συμπότην εἶναι τοῦ Ῥαδαμάνθυος. |
| O 2 140a [5] | ὁ δὲ Δίδυμος ἐπὶ τοῦ Κρόνου καθιστᾷ τὸν λόγον· ὃν ὁ πατὴρ πάντων ὁ Κρόνος ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον, πόσις ὢν Ῥέας, παῖς δὲ τῆς ὕπατον ἐχούσης θρόνον τῆς Γῆς· εἷς γὰρ τῶν Τιτάνων ὁ Κρόνος, οἳ Γῆς εἰσιν υἱοί. θρόνον δὲ αὐτὴν μέγιστον εἰληφέναι ὡς πάντα φέρουσαν καὶ τοῦ κόσμου νομιζομένην εἶναι [θεῶν] τροφόν· ὡς καὶ ὁ ποιητής· ζείδωρον ἄρουραν. ἔνιοι πόσιν ἤκουσαν τὸν συμπότην. |
| O 2 142 | ἐν τοῖσιν ἀλέγοντα ι : ἀριθμοῦνται. συγκαταλέγονται ἐν τοῖς εὐσεβέσι τοῖς κατοικοῦσι τὰς τῶν μακάρων νήσους. καὶ τὸν Ἀχιλλέα δὲ ἡ μήτηρ τεθνηκότα αὐτόθι ἤγαγεν, ἐπειδὴ τοῦ Διὸς τὴν ψυχὴν ἔπεισεν ἱκεσίαις. ἄμαχο ν : ἀκαταμάχητον. |
| O 2 146a | ἀκαταγώνιστον. 〈 ἀστραβ ῆ : 〉 ἀμετάτρεπτον. |
| O 2 146b | οὐ διδόντα εἰς φυγὴν τὰ νῶτα. ἀκίνητον. ἀσάλευτον. κίονα δὲ οὐ στύλον λέγει· ἀλλ’ ἔστι παντὶ οἴκῳ τόπος στύλος λεγόμενος, ἐφ’ οὗ κεῖνται οἱ πινσοὶ καὶ λέγεται ὅλην ἔχειν τὴν οἰκίαν. |
| O 2 146d | ἄμαχον ἀστραβῆ κίον α : μεταφορικῶς εἶπεν. ἀστραβὴς δὲ λέγεται ὁ ἰσχυρὸς καὶ μὴ ῥᾳδίως συστρεφόμενος. ἄστρεπτον καὶ ἀμετακίνητον· καὶ ἔστι κατὰ μετάθεσιν τοῦ ε εἰς τὸ α καὶ ἀποβολὴν τοῦ λ · ἔστι γὰρ ἀστρεβλῆ. |
| O 2 146f | οἷον ἄστρεπτον, ἀστραφῆ. Κύκνον τ ε : τὸν Ποσειδῶνος καὶ Ἁρπαλέης· τὸν γὰρ Ἄρεως ἀνεῖλεν ὁ Ἡρακλῆς. |
| O 2 147b | τὸν δὲ Κύκνον Σκαμανδροδίκης, ἄλλοι δὲ Καλυκίας φασί. Κύκνον τε θανάτ ῳ : παραδέδωκε. |
| O 2 147d [5] | τὸν Ποσειδῶνος καὶ Σκαμανδροδίκης· οἱ δὲ Ἁρπάλης. Κύκνοι δὲ δύο, ὁ μὲν Ἄρεος, ὁ δὲ Ποσειδῶνος· καὶ τὸν μὲν Ἄρεος κακῶς τὰ περὶ Θεσσαλίαν διαθέντα Ἡρακλῆς ἀπέκτεινε, τὸν δὲ Ποσειδῶνος Ἀχιλλεὺς στρατευσάμενον καὶ συμμαχοῦντα τοῖς Τρωσίν. |
| O 2 148 [5] | Ἀοῦς τε παῖ δ ’ Αἰθίοπ α : τὸν Μέμνονα, τὸν Τιθωνοῦ τοῦ Λαομέδοντος καὶ Ἡμέρας. ταῦτα δὲ λέγουσιν οἱ τὰ μεθ’ Ὅμηρον γράψαντες οὕτω· Τιθωνῷ γίνονται ἐξ Ἡμέρας παῖδες δύο, Μέμνων καὶ Ἠμαθίων. καὶ Μέμνων μὲν ἀνῃρέθη ὑπ’ Ἀχιλλέως, Ἠμαθίων δὲ ὑπὸ Ἡρακλέος κατὰ τὴν ἀπέλασιν τῶν Γηρυόνου βοῶν. ὠκέα βέλ η : ἀλληγορεῖ ἀπὸ τῶν τόξων μεταφέρων ἐπὶ τὰ ποιήματα· φαρέτρα μὲν γὰρ ἡ διάνοια, βέλη δὲ οἱ λόγοι. |
| O 2 150b | Σκυθικὰ δὲ βέλη τὰ ποιήματα λέγει· εἰώθασι γὰρ οἱ Σκύθαι ὑπὸ τὸν ἀγκῶνα τὰ βέλη βαστάζειν, οἱ δὲ ἐκεῖ Κρῆτες κατὰ τῶν ὤμων. ὠκέα βέλ η : τροπικὸς ὁ λόγος· βέλη δὲ τοὺς λόγους εἴρηκε διὰ τὸ ὀξὺ καὶ καίριον τῶν ἐγκωμίων· φαρέτρας δὲ, τῆς διανοίας. |
| O 2 150c [5] | τὸ δὲ ὑ π ’ ἀγκῶνος ὡς πρὸς τὸ φαρέτρας ἀκουστέον. οὕτω καὶ ὁ βουκόλος (17, 30) ὑπωλένιόν τε φαρέτρην λέγει. ἄλλως· πολλά μοι ὑ π ’ ἀγκῶνο ς : ἀντὶ τοῦ πολλὰ λέγειν ἔχω. |
| O 2 150d | βέλη δὲ εἴρηκε τὰ ποιήματα. φωνᾶντα συνετοῖσι ν : ἀκουστὰ τοῖς συνετοῖς. |
| O 2 152b [5] | ἀντὶ τοῦ φανερὰ, σαφῆ καὶ ἐκτιθέμενα. ὁ δὲ Ἀρίσταρχος οὕτω· διάδηλά φησιν ὁ Πίνδαρος τοῖς συνετοῖς τῶν ἀνθρώπων εἶναι, εἰς δὲ τὸ κοινὸν ἀγόμενα ἑρμηνέως χρῄζειν τοῦ σαφηνίζοντος αὐτὰ, ὡς οὐ πᾶσι καταδήλως φράζων· ὥστε τοῖς μὲν σοφοῖς σοφὰ διαλέγεσθαι καὶ μὴ ἔκθεσμα, τοῖς δὲ ἰδιώταις μὴ κατάδηλα γίνεσθαι. |
| O 2 152d | τινὲς δὲ ὅτι πολλὰ ἔχων λέγειν, εἰς τὸ πάντα εἰπεῖν καὶ διατίθεσθαι προσδεῖται ἑρμηνέων· ὡς Ὅμηρος (Β 488)· πληθὺν δ’ οὐκ ἂν ἔγωγε μυθήσομαι. φωνάεντ α : φωνὴν ἀφιέντα παρὰ σοφοῖς καὶ σαφῆ. |
| O 2 153a | ἐς δὲ τὸ πᾶν ἑρμηνέων χατίζε ι : εἰς δὲ τὸ κοινὸν καὶ εἰς τοὺς πολλοὺς καὶ χυδαιοτέρους ἐρχόμενοι ἑρμηνείας χρῄζουσιν. ἤτοι περὶ τῶν ποιημάτων ἑαυτοῦ διαλέγεται· οἶδε γὰρ ὅτι πολλῇ ἱστορίᾳ κέχρηται καὶ σχήμασιν ἐξηλλαγμένοις καὶ φράσει ποικίλῃ· ἔχει γὰρ ὑπερβατὰ πολλά. |
| O 2 153b | τὰ ποιήματα οὖν μου, φησὶν, ἑρμηνέων χρῄζει. οἷον, οὐδέν ἐστιν ὃ μὴ χρῄζει ἑρμηνέων· αὐτὸς γὰρ οὐ δύναται διὰ τὸ πλῆθος ἐξειπεῖν πάντα. |
| O 2 153c | ὅμοιον δέ ἐστι τῷ (Β 488)· πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω. ὁ πολλὰ εἰδώ ς : ὁ τῇ φύσει πολύπειρος καὶ εὑρετικὸς, οὗτός ἐστιν ὁ τῷ ὄντι σοφὸς, καὶ μὴ πάντα διδακτὰ ἔχων. |
| O 2 154b [5] | σοφὸς ὁ πολλὰ εἰδώ ς : ὁ λόγος γνωμικός· καί φησι, σοφός ἐστιν ὁ πλεῖστα ἐπιστάμενος ἐκ φύσεως, ὁ φύσει πρός τι ἔχων. τῶν γὰρ μανθανόντων οἱ ἐκ φύσεως ἔμπειροι βελτίους, ἐπειδὴ καὶ πρεσβυτέρα τῶν μαθημάτων φύσις. οἱ δὲ ἀπὸ μαθήσεως βουλόμενοι ἠχεῖν καὶ ἐκ πολλῶν συνείροντες, ὃν τρόπον καὶ οἱ κεκράκται κόρακες καὶ μάτην φλυαροῦντες, ἀτελῆ καὶ περιττὰ καὶ ἀσύνετα φθέγγονται πρὸς τὸν συνετὸν καὶ θεῖον ὄρνιν τοῦ Διὸς τὸν ἀετὸν ἀντιβοῶντες. |
| O 2 154c | ἀποτείνεται δὲ πρὸς τὸν Βακχυλίδην· γέγονε γὰρ αὐτῷ ἀνταγωνιστὴς τρόπον τινὰ καὶ εἰς τὰ αὐτὰ καθῆκεν. κόρακε ς : οἷον, ὡς κόρακες πρὸς ἀετὸν ἀντιβοῶντες, οὕτως οἱ μαθόντες πρὸς τὸν φύσει σοφόν. |
| O 2 157a | αἰνίττεται Βακχυλίδην καὶ Σιμωνίδην, ἑαυτὸν λέγων ἀετὸν, κόρακας δὲ τοὺς ἀντιτέχνους. τοὺς εὐφυεῖς ἀετοῖς παραβάλλει, τοὺς ἀφυεῖς κόραξιν. |
| O 2 157b | τὸ γὰρ γαρύετον δυικὸν οὐκ ὀρθῶς κεῖται, οὐδὲ τηροῦσι πάνυ τὸ τοιοῦτον οἱ ποιηταὶ οὗτοι. 164 ἄκραντα γαρύετο ν : οἱ φύσει χρώμενοι λαμπροί· οἱ δὲ μαθόντες ἄκραντα γαρύειν ἥσσονές εἰσι τῶν καθ’ αὑτοὺς ὅ τι δήποτε μαθόντων ἢ ἐπισταμένων. |
| O 2 158b | τὸ [δὲ] γαρύετον κακῶς· οὐδὲ γὰρ ἐπὶ δυϊκοῦ βούλεται ἡ λέξις, οὐδὲ ὑπὲρ δύο κοράκων, ἀλλ’ ὑπὲρ πολλῶν. ὥσπερ κόρακες πρὸς ἀετὸν φιλονεικοῦσιν, οἱ διδακτοὶ πρὸς τοὺς φύσει αὐτοδιδάκτους. |
| O 2 158c | αἰνίττεται δὲ εἰς Σιμωνίδην. 160 c E εἰ δέ πως εἰς Βακχυλίδην καὶ Σιμωνίδην αἰνίττεται, καλῶς ἄρα ἐξείληπται τὸ γαρύετον δυικῶς. |
| O 2 158d | καὶ οὕτως ὄντως ἔχει ὁ λόγος. σκοπῷ τόξο ν : μεθέλκων ἑαυτὸν ἐπὶ τοὺς ἐγκωμιαζομένους φησίν· ἐπὶ τὸν σκοπὸν ἐπίτεινον τὸ τόξον. |
| O 2 160b | ἔπεχε νῦν σκοπ ῷ : μεθέλκων ἑαυτόν φησιν· ἐπὶ τὸν σκοπὸν στῆσον τὸ τόξον. 161E ἔπεχε νῦν σκοπ ῷ : ἐπέστρεψε τὸν λόγον πρὸς ἑαυτὸν καί φησιν ὅτι, ἐπάνελθε εἰς τὸν ἐξ ἀρχῆς σου σκοπὸν καὶ τὴν σπουδὴν τὴν περὶ τοὺς Θήρωνος ἐπαίνους. |
| O 2 160c | δι’ ὅλου δὲ τὴν τοῦ τόξου ἐφύλαξε τροπήν. τὸ δὲ τίνα βάλλομε ν , τίνα ἔχομεν θαυμάσαι ἐκ τῆς ἰδίας διανοίας. |
| O 2 160d | 160 b E τίνα βάλλομε ν , δηλονότι σκοπόν; τὸν νικηφόρον. |
| O 2 161a | μήποτε δὲ βέλτιον ἀκούειν σκοπὸν, τὴν Ἀκράγαντα. καὶ γὰρ ἐπιφέρει· ἐπί τοι Ἀκράγαντι τανύσαι ς . ἐκ δὲ τούτου σημαίνει τὸν εὔκαιρον καὶ εὔστοχον λόγον. |
| O 2 162a | ἐκ μαλθακᾶ ς : ἀντὶ τοῦ εἰπεῖν μαλθακὴν φρένα, ἐπεὶ παρέβαλε τῷ τόξῳ καὶ τοῖς βέλεσι τὰ ποιήματα, κατὰ μέρος, ἵνα μὴ ᾖ ἐκ τραχύτητος, ἐκ προσηνοῦς φησι φρενὸς τὸν ὕμνον ἀφεθήσεσθαι. 166 ἐκ μαλθακᾶς αὖτε φρενό ς : τοῦτο εἶπε θεραπεύων τὸ σκληρὸν τοῦ λόγου. |
| O 2 162b | τὸ γὰρ ἀπὸ τόξου βάλλειν, ὥς φησι, δύσφρονός ἐστι κατὰ τοῦ βαλλομένου. τῆς [οὖν] προσηνοῦς καὶ οὐ πολεμικῆς διανοίας. |
| O 2 162c | 166 e C ( εὐκλέα ς:) τοὺς ἐγκωμιαστικοὺς ὕμνους. |
| O 2 164a | ἱέντε ς ; ἐπί το ι : ἐπὶ σκοπὸν τὴν Ἀκράγαντα τείνας τὸ τόξον μεθ’ ὅρκου λέξω τὸ ἀληθὲς καὶ ἀποφανοῦμαι. 160 ἐπί τοι Ἀκράγαντι τανύσσαι ς : τοῦτο ὡς ἐν συννοίᾳ γενόμενος καὶ μαθὼν τίνα ὀφείλει ἐγκωμιάσαι φησίν, ὅτι ἐπὶ τῇ Ἀκράγαντι τῇ πόλει τοῦ Θήρωνος λέγει τὸ τόξον, ὅ ἐστι τὸν λόγον, τείνειν. |
| O 2 166a | αὐδάσομαι μεθόρκιο ν : ἀποφανοῦμαι μεθ’ ὅρκου τὴν ἀλήθειαν, ὡς μήτε μεγαλοφρονέστερον μήτε εὐεργετικώτερον μήτε συνετώτερον ἀπὸ ἑκατὸν ἐτῶν ἐνηνοχέναι μᾶλλον Θήρωνος ἄλλον τινά. ἄλλως· ὄμνυμι ὅρκον ἀληθέστατον, μήτε εὐεργέτην ἀπὸ ἑκατὸν ἐτῶν γενέσθαι μήτε μεγαλόψυχον . |
| O 2 166b [5] | ...· ἀλλὰ φθόνος τις ταράξαι βουλόμενος ὕβριν ἐπήνεγκεν οὐ δικαίως αὐτῷ. λέγει δὲ τὴν ἔριν τὴν πρὸς τὸν ἀδελφὸν γενομένην. καὶ φιλικὸν ἄνδρα καὶ μεταδόσει χρημάτων εὐεργετικώτατον λέγει τὸν Θήρωνα. |
| O 2 166d [5] | αὐδάσομαι ἐνόρκιο ν : λόγον ὄμνυμι ἔνορκον καὶ ἀληθέστατον· ἵνα δείξῃ τὸ πιστὸν ὧν λέγει· περὶ γὰρ ὧν τις πέποιθεν, ὅρκοις διισχυρίζεται. τί δέ, φησιν, ὄμνυμι; μή τινα πόλιν ἄλλην πρὸ ὅλων ἑκατὸν ἐτῶν τεκεῖν τοιοῦτον ἄνδρα, μηδὲ ἄλλον εἰς εὐεργεσίαν τῶν φίλων πρόχειρον ἢ πρὸς ἐπίδοσιν χρημάτων ἀφθονέστερον τοῦ Θήρωνος. 173 i C 173 l EQ αὐδάσομαι ἐνόρκιο ν : Ἀκράγας πεντηκοστῇ Ὀλυμπιάδι ἐκτίσθη, ὁ δὲ Θήρων ἑβδομηκοστῇ ἕκτῃ ἐνίκησε. |
| O 2 166e [5] | γίνεται οὖν τὰ μεταξὺ ἀπὸ τῆς κτίσεως ἕως τῆς Θήρωνος νίκης ρδʹ ἔτη. ὁ δὲ Πίνδαρος τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο. Ἕλληνες δὲ κτίζουσιν Ἀκράγαντα. |
| O 2 166g | ἐξ οὗ, φησιν, ἐκτίσθη ἡ πόλις τῶν Ἀκραγαντίνων, οὐκ ἄλλος ἐγένετο ὅμοιος Θήρωνι, εὐεργετικὸς καὶ συνετὸς καὶ μεγαλόφρων οὕτως. 166 d C ἑκατόν γε ἐτέω ν : λέγεται τὴν Ἀκράγαντα πεντηκοστῇ Ὀλυμπιάδι ἐκτίσθαι, ἐκεῖθεν δὲ ἄχρι τῆς Θήρωνος νίκης ἔτη εἶναι ἑκατὸν ἐν Ὀλυμπιάσιν κεʹ· γίνονται δὲ πρὸς ταῖς νʹ Ὀλυμπιάσιν οεʹ. |
| O 2 168 [5] | ἐνίκα οὖν οϛʹ· κέχρηται οὖν τῷ ἀπηρτισμένῳ ἀριθμῷ εἰπὼν ρʹ. ἀλ λ ’ αἶνον ἐπέβασε κόρο ς : ἀλλὰ τὸν ἔπαινον κόρος ἐπέβη καὶ ὕβρις ἄδικος· κορεσθέντες γάρ τινες τῶν ἀγαθῶν αὐτοῦ αὐτοὶ κατ’ αὐτοῦ ἐγένοντο. |
| O 2 173a [5] | προσαγανακτῶν δὲ ταῦτά φησι διὰ τὸ εἰς ἔνια τὸν Θήρωνα ἐλαττωθῆναι, τύχαις χρησάμενον οὐκ ἐπιτηδείαις. ἄλλως· ὅτι κατακορεῖς γίνονται οἱ ἄνθρωποι τοῖς πολλοῖς ἀνθρώποις τῷ φθόνῳ. |
| O 2 173b | ἔστι δὲ καὶ παροιμία (Par. Gr. I, p. 308. II, p. 218. 774)· τίκτει γὰρ κόρος ὕβριν. ὁ κόρος τῶν ἀνθρώπων τῶν μάργων τῶν θορυβῆσαι θελόντων ἐπέβη τῷ τοῦ Θήρωνος ἐπαίνῳ, κρύψιν θέλων θεῖναι τοῖς τῶν ἀγαθῶν ἔργοις. |
| O 2 173d | ἀλ λ ’ αἶνον ἐπέβα κόρο ς : τὴν ᾠδὴν ταύτην ἔγραψεν ὁ Πίνδαρος τοῦ Θήρωνος πολεμοῦντος διὰ τὴν πρὸς Ἱέρωνα κηδείαν. κόρος δὲ, ὕβρις μετὰ ἀδικίας. |
| O 2 173f [5] | τὸ χαριστικόν, φησι, τοῦ Θήρωνος ἐπέβησε πολλοὺς εἰς ὕβριν[, δηλονότι αὐτοὺς προηγάγετο]· ἐπεὶ οἱ προδιδόντες αὐτὸν Ἱέρωνι φίλοι ἦσαν. δύναται δὲ τοῦτο καὶ εἰς τοὺς περὶ Κάπυν τείνειν, οἳ ἐπεστράτευσαν αὐτῷ, μὴ ὑπομένοντες αὐτὸν ὁρᾶν οὕτω λαμπρὸν ὄντα. ἐπέβη οὖν τῷ Θήρωνος ἐπαίνῳ ὁ φθόνος ὑπαντήσας οὐ κατὰ δίκην οὐδὲ ὃν δεῖ τρόπον. ἄλλω ς · Κάπυς καὶ Ἱπποκράτης Θήρωνος ἦσαν ἀνεψιοί. |
| O 2 173g [5] | οὗτοι πολλὰ ὑπ’ αὐτοῦ εὐεργετηθέντες ὡς ἑώρων ηὐξημένην αὐτοῦ τὴν τυραννίδα, φθονοῦντες πόλεμον ἤραντο πρὸς αὐτόν· ὁ δὲ συμβαλὼν αὐτοῖς περὶ τὴν Ἱμέραν ἐνίκησε. 176C ἐπέβα κόρο ς : τὸν ἔπαινον, τὴν δόξαν τοῦ Θήρωνος. |
| O 2 173h | κόρος δὲ ὕβρις. ἄλλως· τοῦτο ὥσπερ ἀγανακτῶν ἐφ’ οἷς ἀδίκως λελύπηταί φησιν ὁ Πίνδαρος. |
| O 2 173i [5] | καί φησιν ὅτι, ἀλλὰ τὸν ἔπαινον τοῦ Θήρωνος ἤδη ἐπέβη κόρος, ἀντὶ τοῦ ἱκανῶς ἤδη φθονηθεὶς ἐπὶ τοῖς θαύματος ἀξίοις. αἰνίττεται δὲ τὴν γενομένην αὐτῷ πρὸς Ἱέρωνα ἔχθραν. 176B 175EQ ἄλλως· διὰ τὴν μάχην τὴν πρὸς Ἱέρωνα ἕνεκα Πολυζήλου. |
| O 2 173k | ἐκβληθέντα γὰρ αὐτὸν ὑπὸ Ἱέρωνος ἀπὸ Συρακουσῶν ὑπεδέξατο ὁ Θήρων. fin. sch. EQ 173 d C 〈 αἶνο ν : 〉 τοῦτο αὐτὸ τὸ τῆς εὐδοξίας ἀγαθόν. |
| O 2 173l | 166 b EQ ( οὐ δίκᾳ συναντόμενο ς:) οὐ δικαίως συναντήσας καὶ ἐπ’ αὐτῷ γεγονώς. |
| O 2 175 | ἀλλὰ μάργω ν · ὑπὸ γὰρ μανιωδῶν τινων καὶ ἀνοήτων ἐφθονήθη, αὐτὸ τοῦτο θορύβῳ τινὶ καὶ ματαίᾳ φλυαρίᾳ κρύψαι καὶ σβέσαι βουληθέντων, τὸ ἐκ τῶν καλλίστων αὐτοῦ ἔργων ἀγαθόν. 178 B λαλαγῆσα ι : φλυαρῆσαι. |
| O 2 176a | λέγειν τι φθόνου ἐχόμενον. ἢ θορυβῆσαι, ἀπὸ τοῦ λαλεῖν. |
| O 2 176c | τὸ λαλαγῆσαι θέλω ν : λαλαγῆσαι λέγει τὸ θορυβῆσαι τῷ λόγῳ. ( λαλαγῆσα ι:) ταράξαι. |
| O 2 176d | θορυβῆσαι. ( θέλω ν:) ὁ κόρος. |
| O 2 177a | 〈 κρύφιο ν : 〉 ἡ λέξις ἐνίοις λέγεται χωρὶς τοῦ ι ἀρσενικῶς. ὃ δὲ βούλεται λέγειν ἔστι τοιοῦτον· τοῖς τῶν καλῶν ἀνδρῶν ἀγαθοῖς ἔργοις ἀφανισμὸν θέλων παρασκευάσαι. |
| O 2 174b | 〈 ο ὐ : 〉 δίχα. 〈 κρύφο ν : 〉 κρύψιν καὶ ἀφανισμόν. |
| O 2 177d | κρύφιο ν : Ἀρίσταρχος χωρὶς τοῦ ι γράφει κρύφον, καὶ ἀποδίδωσι κρύψιν· ὁ κόρος κρύψιν θέλων [καὶ ἀφανισμὸν] θεῖναι τοῖς τῶν ἐσθλῶν καλοῖς. καὶ ἡ ἀντίστροφος δὲ οὕτως ἀπαιτεῖ. 175 B ἐπεὶ ψάμμο ς : ἐπεὶ δὲ μετρεῖν ψάμμον ἀδύνατον, καὶ τὰς εὐεργεσίας τοῦ Θήρωνος μετρεῖσθαι ἀδύνατον. |
| O 2 178b [1] | ἐπεὶ ψάμμο ς · παραβολικῶς· λέγει γὰρ, ὥσπερ ἡ ψάμμος οὐκ ἂν ἀριθμῷ περιληφθείη, οὕτως ἀμέτρητος Θήρων ταῖς εὐποιίαις. 173 k EQ ὕμνου τῷ Θήρ〈ωνι τέλοσ〉. τέλος Θήρωνος Ἀκραγαντίνου. Scholia in Olympionicarum carmen III Τῷ αὐτῷ ἅρματι θεοξένια. |
| O 3 metr (t) [25] | Τῷ αὐτῷ εἰς θεοξένια. 1 c B Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα, καὶ ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ αʹ ἐγκωμιολογικὸν δίμετρον καταληκτικόν. τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ γʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον 〈ἐκ τοῦ〉 ἀπὸ μείζονος 〈καὶ〉 χοριάμβου καὶ ἑξῆς ὁμοίως ἀπὸ μείζονος ἰωνικοῦ. τὸ δʹ προσοδιακὸν 〈δίμετρον〉 ὑπερκατάληκτον 〈ἐκ τοῦ〉 ἀπὸ μείζονος ἰωνικοῦ 〈καὶ〉 χοριάμβου καὶ συλλαβῆς. τὸ εʹ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς 〈καὶ〉 χοριάμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος. τὸ ϛʹ ἰαμβικὸν πενθημιμερές. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ θʹ Στησιχόρειον. καὶ ἡ ἐπῳδὸς κώλων θʹ. τὸ αʹ τροχαικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ δακτυλικὸν πενθημιμερές. τὸ γʹ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς 〈καὶ〉 χοριάμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος. τὸ δʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ εʹ προσοδιακὸν δίμετρον ἀπὸ χοριάμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος. τὸ ϛʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ ζʹ ἐγκωμιολογικόν. τὸ ηʹ δακτυλικὸν πενθημιμερές. τὸ θʹ Στησιχόρειον ὁμοίως τῷ θʹ τῆς στροφῆς. Θεοξένι α . θεοξενίων ἑορταὶ παρ’ Ἕλλησιν οὕτως ἐπιτελοῦνται κατά τινας ὡρισμένας ἡμέρας, ὡς αὐτῶν τῶν θεῶν ἐπιδημούντων ταῖς πόλεσιν. ἄγοντος δὲ Θήρωνος τὴν ἑορτὴν τῶν Διοσκούρων καὶ Ἑλένης ἠγγέλθη ἡ νίκη· διὸ ἀπ’ αὐτῶν ἄρχεται. Τυνδαρίδαι ς : ζητεῖται τί δήποτε ὁ Πίνδαρος Ὀλυμπικὸν ὕμνον γράφων εὔχεται τοῖς Διοσκούροις προσηνεῖς τῇ ᾠδῇ γενέσθαι· ἐχρῆν γὰρ, εἴπερ ἄρα, Ἡρακλέα τὸν διαθέντα τὸν ἀγῶνα κατακαλεῖσθαι. |
| O 3 1a [5] | Ἀρίσταρχος μὲν οὖν τὴν ἀπορίαν διαλύων τοὺς θεοὺς τούτους σφόδρα ἐν Ἀκράγαντί φησι τιμᾶσθαι. οἱ δέ φασι θεοξενίων ὄντων καὶ κεκλημένων τῶν Διοσκούρων εἰς τὰ θεοξένια τὸν Θήρωνα νικῆσαι, ᾧ συγχρησάμενον τὸν Πίνδαρον εὔχεσθαι τοῖς Διοσκούροις. οἱ δὲ ὅτι Ἡρακλῆς ἀποθεούμενος τούτοις ἐπέτρεψε τὸν ἀγῶνα, ὡς καὶ αὐτὸς ὁ Πίνδαρός φησι (vs. 36). τῇ Ἀρισταρχείῳ ἀποδόσει ὁ Δίδυμος μᾶλλον προστίθεται. Τυνδαρίδαις τε φιλοξείνοις ἀδεῖ ν : ὁ νοῦς· τὴν ἔνδοξον Ἀκράγαντα τιμῶν καὶ ἐν αὐτῇ τὸν ὕμνον τελειῶν καὶ ὀρθῶν τὸν ἐπὶ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὅστις ὕμνος ἄωτόν ἐστι καὶ κόσμος τῶν ἀκαμαντοπόδων ἵππων τοῦ Θήρωνος, εὔχομαι ἀρέσαι τοῖς τε Διοσκούροις καὶ τῇ Ἑλένῃ. |
| O 3 1b [5] | διὰ τί δὲ τούτοις εὔχεται ἀρέσαι; διὰ τὸ εἰς θεοξένια γράφειν. ἀντέστραπται δὲ ἡ τάξις, καὶ δοκεῖ τῇ συγχύσει ἀσάφειαν εἰργάσθαι· ἐπεὶ ἡ ἀκόλουθος ἑρμηνεία οὕτως ἐστί· κλεινὰν Ἀκράγαντα γεραίρων, Ὀλυμπιονίκαν ὕμνον ὀρθώσας Θήρωνος ἀκαμαντοπόδων ἵππων ἄωτον, εὔχομαι ἀδεῖν Τυνδαρίδαις τε φιλοξένοις καλλιπλοκάμῳ θ’ Ἑλένᾳ. 7B Τυνδαρίδαις τε φιλοξείνοις ἀδεῖ ν : οἱ Διόσκουροι κατὰ ἐντολὴν Ἡρακλέος διατεθειμένοι τὸν Ὀλυμπιακὸν ἀγῶνα ὡς ἐνομοθέτησεν Ἡρακλῆς· τούτοις γὰρ εἰς θεοὺς ἀναχωρῶν Ἡρακλῆς τὴν τῶν Ὀλυμπιακῶν ἀγώνων φροντίδα καὶ ἐπιμέλειαν ἐνεχείρισεν· οὗτοι ἀφ’ ἑαυτῶν ἐπενόησαν πανήγυριν θεοξένια παρὰ τὸ δοκεῖν τότε ξενίζειν τοὺς θεούς. |
| O 3 1c | θύοντος οὖν τοῦ Θήρωνος εἰς θεοξένια, ἐν τοσούτῳ ἠγγέλθη αὐτῷ καὶ ἑτέρων αὐτοῦ ἵππων νίκη, καὶ εἰς τοῦτο γράφει ὁ ποιητής. ζητεῖται δὲ διὰ τί μὴ Διὶ ηὔξατο, ᾧ οὗτος ὁ ἀγὼν ἀνάκειται, ἢ Ἡρακλεῖ τῷ καταβολεῖ, ἀλλὰ Διοσκούροις. |
| O 3 1d [10] | καὶ φαμὲν πρῶτον ὅτι πρὸς τὸ παρόν εἰσιν αὐτοὶ οἱ διοικοῦντες τὸν ἀγῶνα· ἔπειτα ὅ τε Ζεὺς καὶ Ἡρακλῆς. ὁ δὲ Ἀρίσταρχός φησι παρὰ τοῖς Ἀκραγαντίνοις διὰ τιμῆς εἶναι τοὺς Διοσκούρους, καὶ πατρίῳ ἔθει καὶ νῦν αὐτοὺς χρῆσθαι. ὁ δὲ Δίδυμος ἱστορικώτερον λέγει καί φησι διὰ τὸ τὸν Θήρωνα ἄνωθεν Ἀργεῖον εἶναι· τιμῶνται δὲ κατὰ τὸ Ἄργος καὶ τὴν Πελοπόννησον οἱ Διόσκουροι. metr. B ὕμνον ὀρθώσαι ς : τὸν ὕμνον τῶν ἵππων ἄωτον προσηγόρευσεν ὡς ἄνθος καὶ στεφάνωμα αὐτῶν. |
| O 3 5b | τὸ δὲ ὀρθώσας εἶπε μετενεγκὼν ἀπὸ τιθεμένων ἀνδριάντων ἢ ἀγαλμάτων. ἣ ὀρθώσας καὶ ὑψώσας καὶ αὐξήσας τὸν ὕμνον. |
| O 3 5d | ἄωτον δὲ ἀντὶ τοῦ κόσμον αὐτοῦ καὶ στέφανον. ὑψώσας καὶ αὐξήσας ἐπινίκιον ὕμνον. |
| O 3 6 | ( ἄωτο ν:) ἀντὶ τοῦ κόσμησιν. Μοῖσα δ ’ οὕτω ποι παρέστ α : οὕτω μοι παρέστη ἡ Μοῦσα, ἐὰν τοῖς Διοσκούροις ἀρέσω. |
| O 3 7b | ἢ, οὕτω μοι ἐρχέσθω ἡ Μοῦσα, ὥστε με Δωρίδι διαλέκτῳ νεοποίκιλον ἐξαγγεῖλαι ὕμνον. 8C ἄλλως· οὕτω γάρ που ἡ Μοῦσα ἐπῆλθέ μοι τὸ εἰς θεοξένια γράψαι. |
| O 3 7c | 9C νεοσίγαλο ν : νεοποίκιλον. |
| O 3 8a | σιγαλῶσαι γὰρ τὸ ἐπιθεῖναι ἐπὶ πᾶσι τὸν κόσμον. ἀμφιβάλλεται δὲ ὁ λόγος. |
| O 3 8b [5] | ἤτοι γὰρ τοιοῦτόν ἐστιν· οὕτω μοι παρέστη ἡ Μοῦσα, ἵνα τοῖς Διοσκούροις ἀρέσω· ἢ, οὕτως μοι παρέστη ἡ Μοῦσα καὶ ἔρχεται ὥστε Δωρίδι διαλέκτῳ νεοποίκιλτον ἐπαγγεῖλαι ὕμνον. πέδιλον δὲ κυρίως μὲν τὸ ὑπόδημα, νῦν δὲ τὸ μέλος. |
| O 3 8c | 〈τὸ δὲ Δωρίῳ〉 ἐπὶ τοῦ πεδίλου τέταχεν, ἵνα †αἰνέσω τὸ Δώριον μέλος. τουτέστιν ὅπως διοδεύσω διὰ τοῦ Δωρίου μέλους. |
| O 3 8e | νεοσίγαλον τρόπο ν : νεοποίκιλτον ἐπινοήσαντι ὑπόθεσιν, τὸ γράψαι εἰς θεοξένια. 7 c C Δωρίῳ φωνά ν : τρεῖς ἁρμονίαι, Δωρία, Φρυγία, Λυδία. |
| O 3 9a | πεδίλῳ δὲ τῷ ῥυθμῷ. ἀπὸ [δὲ] τοῦ περιέχοντος τὸ περιεχόμενον. |
| O 3 9b | τὴν βάσιν οὖν εἶπε. πρὸς τῷ Δωρίῳ μέλει ἐναρμόσαι τὴν ἀγλαόκωμον φωνήν. |
| O 3 9c | γέγραπται γὰρ ἡ ᾠδὴ Δωριστί. 11E 14Q ( πεδίλ ῳ:) τῷ ῥυθμῷ. |
| O 3 10a | ἐπεὶ χαίταισι μέ ν : ἐπειδὴ ἐν ταῖς χαίταις τῶν ἵππων ἐπιζευχθέντες οἱ στέφανοι ἀπαιτοῦσί με τὸν ὕμνον αὐτοῖς προσφωνῆσαι, ὅ ἐστιν ἀγλαόκωμον χρέος. ἐκώμαζον γὰρ ὑμνοῦντες τὴν νίκην. τινὲς δὲ χαίταις οὐ τῶν ἵππων, ἀλλὰ τῶν μελλόντων στέλλειν τὸν κῶμον. |
| O 3 10c [5] | ἀγλαόκωμον ἐπεὶ χαίταισ ι : χαίταις οὐ ταῖς τῶν ἵππων διὰ τὸ νικᾶν, ἀλλὰ ταῖς τῶν μελλόντων στέλλειν τὸν κῶμον ὃν ἔμελλον ᾄδειν. ἐκώμαζον γὰρ ὑμνοῦντες τὴν νίκην. καὶ οὐκ ἀπιθάνως στοχάζονται, ὅτι ἴσως εἰς Διοσκούριον ὁ κῶμος ἤγετο καὶ ἡ πομπὴ διὰ τὴν πρὸς τοὺς Διοσκούρους τοῦ Θήρωνος οἰκειότητα. 17E ζευχθέντες ἔπι στέφανο ι : ζευχθέντες γὰρ οἱ στέφανοι ταῖς τῶν ἵππων θριξὶν ἀπαιτοῦσί με τὸν θεοκατασκεύαστον ὕμνον τὸν ἐκ Μουσῶν, ὥστε πρὸς τὴν ποικιλόφωνον κιθάραν καὶ τὴν ἡδεῖαν τῶν αὐλῶν ἠχὴν τοὺς ἐμοὺς εὐπρεπῶς ἁρμόσαι λόγους εἰς χάριν τοῦ Αἰνησιδάμου παιδὸς Θήρωνος. |
| O 3 11 | σύμψαλμα δὲ τὸ γινόμενον. 16DQ ( πράσσοντ ι:) ἀπαιτοῦσι. |
| O 3 12b | θεόδματον χρέο ς : ἢ τὸ ἀπὸ θεῶν μεριζόμενον, ἢ τὸ εἰς θεοὺς μεριζόμενον. θεόδματο ν · τὸ εἰς θεοὺς πεποιημένον. |
| O 3 12c | λέγει δὲ τὴν ᾠδήν. 17DQ τὴν ποίησιν ἐπέων θέσιν εἶπεν. |
| O 3 14a | 10 ἀπὸ κοινοῦ τὸ πράσσουσιν. |
| O 3 16 | συμμίξαι πρεπόντω ς : συμβαλεῖν τῇ λύρᾳ καὶ τῷ αὐλῷ τὸν Αἰνησιδάμου παῖδα Θήρωνα. 12DQ ἅ τε Πίσα με γεγωνεῖ ν : ἥ τε Πίσα με ἀπαιτεῖ μὴ ἠρεμεῖν, ἀλλὰ ὑμνεῖν καὶ βοᾶν. |
| O 3 17b | ἢ τὸ ἑξῆς· πράσσοντί με γεγωνεῖν. γεγωνεῖ ν : προσυπακουστέον τὸ πράσσει με ἐκ τοῦ προκειμένου. |
| O 3 17d | ἀπαιτεῖ τὸ θεόδματον χρέος. τὸ δὲ γεγωνεῖν οἱ μὲν ἀπὸ τῆς γεγωνώς μετοχῆς βαρύτονον Αἰολικῶς κλίναντες γεγώνειν ὡς ἀκούειν, γινώσκειν ἐκφέρουσι· γέγωνέ τε πᾶν κατὰ ἄστυ (Ω 703). |
| O 3 17e | εἰσὶ δὲ οἳ ἀπὸ τοῦ γεγωνέω σχηματίζουσιν, ὥστε δεῖ περισπᾶν. τὸ ἀπαρέμφατον 〈ἐνεστὼσ〉 ἀντὶ συντελικοῦ φησι παρειλῆφθαι τὸ †γεγωνήσειν. |
| O 3 17g | τᾶς ἄπ ο : τῆς Ὀλυμπίας. ἀφ’ ἧς δὴ Πίσης αἱ ἀπὸ θεῶν ἀπομεριζόμεναι [ἀοιδαὶ καὶ] ᾠδαὶ ἐπὶ τοὺς ἀνθρώπους παραγίνονται. |
| O 3 17i | ἐπὶ τοὺς νικῶντας [ἀνθρώπους]. θεόμοροι νίσοντα ι : ἀπὸ θεῶν μεριζόμεναι καὶ παρεχόμεναι τοῖς νενικηκόσιν. |
| O 3 18 | εἰ μὴ γὰρ θεῶν προνοίᾳ νικήσῃ τις, οὐδὲ ᾄδεται. ᾧτινι κραίνω ν : τὸ ἑξῆς τοῦ ὑπερβατοῦ οὕτως· ᾧτινι ἀμφὶ κόμαις βάλῃ γλαυκόχροα κόσμον ἐλαίας ὑψόθεν βλεφάρων ἀτρεκὴς Ἑλλανοδίκας Αἰτωλὸς ἀνὴρ Ἡρακλέους κραίνων ἐφετμὰς προτέρας. |
| O 3 19b | ἄλλως· τὸ ἑξῆς· βλεφάρων ὑψόθεν· οὕτως γὰρ ἐστέφοντο, ἐπὶ τοῦ μετώπου. Ἀνακρέων (fr. 54)· ἐπὶ δὲ ὀφρύσι σελίνων στεφάνους θέμενοι. ᾧτινι κραίνων ἐφετμά ς : ἀπὸ τοῦ πληθυντικοῦ μετέπεσεν εἰς τὸ ἑνικόν. |
| O 3 19d [5] | τούτῳ, φησὶν, ἀκολουθοῦσιν αἱ ᾠδαὶ, ᾧτινι τελειῶν τὰς ἐντολὰς καὶ τοὺς νόμους τοῦ Ἡρακλέος ὁ δίκαιος καὶ ἀληθὴς Ἑλλανοδίκης, ὁ Ἠλεῖος ἀνὴρ, ἐπὶ τῆς κεφαλῆς ἐπάνω τῶν ὀφθαλμῶν τὸν στέφανον περιβάλλει τὸν ἀπὸ τῆς ἐλαίας τοῦ κοτίνου. προτέρα ς : ὅτι μετὰ τὸν Ἡρακλέα πάλιν Ἴφιτος ἔθηκε τὸν ἀγῶνα τῶν Ὀλυμπίων, διὰ τοῦτο εἶπε προτέρας. |
| O 3 21a | Ἑλλανοδίκαι καλοῦνται οἱ προτεταγμένοι τοῦ ἀγῶνος, ἐπεὶ μόνοις Ἕλλησιν ἀγωνίζονται. ἀτρεκή ς : ἀτρεκὴς 〈Ἑλλανοδίκας . |
| O 3 21b-22a [5] | .... Αἰτωλὸς ἀνή ρ · τοὺσ〉 Ἑλλανοδίκας, μᾶλλον δὲ καὶ πάντας τοὺς Ἠλείους Αἰτωλοὺς εἶπεν· οὕτως γὰρ ὠνομάσθησαν ἄνωθεν ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, 〈ἢ〉 διὰ τὴν Ὀξύλου εἰς Ἦλιν ἄφιξιν, ὥσπερ Ἀσκληπιάδης ἀξιοῖ. περὶ δὲ τοῦ τῶν Ἑλλανοδικῶν ἀριθμοῦ Ἑλλάνικός (FHG I, 57) φησι καὶ Ἀριστόδημος (FHG III, 308), ὅτι τὸ μὲν πρῶτον 〈βʹ〉 ... ιβʹ, τὸ δὲ τελευταῖον ιʹ· τοσαῦται γὰρ αἱ τῶν Ἠλείων φυλαὶ, καὶ ἐφ’ ἑκάστης εἷς ἦν Ἑλλανοδίκης. Αἰτωλὸς ἀνὴρ ὑψόθε ν : Αἰτωλὸς ἀντὶ τοῦ Ἠλεῖος. |
| O 3 22b [5] | Ὄξυλος γάρ τις, εἷς τῶν Αἰτωλῶν, ἡνίκα ἐπὶ τὴν Πελοπόννησον οἱ Ἡρακλεῖδαι ἠπείγοντο, καθηγήσατο αὐτοῖς τῆς ὁδοῦ, ἀντιδόσεως δὲ τρόπῳ τινὶ τὴν Ἠλείων ἡγεμονίαν παρ’ αὐτῶν λαμβάνει· παρ’ οὗ λοιπὸν οἱ Ἠλεῖοι Αἰτωλοὶ ὠνομάσθησαν. διὰ τοῦτο οὖν Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος. ἄλλως· Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος, ἤτοι ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἦν Ἠλεῖος, ἀποκτείνας δὲ Ἄπιν ἐν τοῖς ἐπ’ Ἀζᾶνι ἄθλοις ἔφυγεν εἰς τὴν πρότερον Κουρῆτιν, Αἰτωλίαν δὲ ὕστερον ἀπ’ αὐτοῦ κληθεῖσαν. |
| O 3 22c [5] | ἢ ἀπὸ Ὀξύλου, ὃς ἦν Αἰτωλὸς τοῦ Ἀνδραίμονος, διεῖλε δὲ τοῖς Ἡρακλείδαις τὴν Πελοπόννησον, καὶ διὰ τοῦτο ἐδωρήσαντο αὐτῷ ἐξαίρετον τὴν Ἦλιν. ἄλλως· Αἰτωλοὶ πρῶτοι ἐγένοντο Ἑλλανοδίκαι ἐν Ὀλυμπίᾳ. |
| O 3 22d | καὶ ὅτι ὁ κτίστης τῆς Ἤλιδος Ὄξυλος Αἰτωλὸς ἦν. ( Αἰτωλό ς:) Ἠλεῖος. |
| O 3 24a | ( κόσμον ἐλαία ς:) περιφραστικῶς τὴν ἐλαίαν. ( τά ν:) τὴν ἐλαίαν. |
| O 3 24c | τάν ποτε Ἴστρο υ : ἥντινα ἐλαίαν ποτὲ ἀπὸ Ἴστρου ποταμοῦ τῶν συσκίων πηγῶν ἐκόμισεν ὁ τοῦ Ἀμφιτρύωνος παῖς Ἡρακλῆς μνημεῖον ἐσόμενον τῶν ἐν τῇ Ὀλυμπίᾳ ἄθλων. 28 b CDEQ Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶ ν : τὰς πηγὰς τοῦ Ἴστρου ἐν Ὑπερβορέοις ὑποτίθεται. |
| O 3 25b | Ἴστρος δὲ ποταμὸς διὰ πολλῶν ἐθνῶν τῆς Εὐρώπης χωρῶν· ἔχει δὲ τὰς πηγὰς ἐν τῇ τῶν Ὑπερβορέων χώρᾳ· ὃς νῦν Δάνουβις λέγεται. σκιερὰς δέ φησι πηγὰς ἤτοι τὰς βαθείας ἢ τὰς σκιαζομένας τῇ περὶ αὐτὰς τῶν ἐλαιῶν φυτείᾳ. |
| O 3 25c | 28 c E μνᾶμα τῶν Ὀλυμπί ᾳ : σύμβολον στέμμα τῶν ἱερῶν ἀγώνων, οἷον Ὀλυμπίων κότινος, Πυθίων δάφνη, Νεμέων σέλινον χλωρὸν, Ἰσθμίων σέλινον ξηρόν. |
| O 3 27 | 28 c CDQ 25E δᾶμον Ὑπερβορέω ν : ἀπὸ ἄλλης ἀρχῆς . |
| O 3 28a [5] | .... ὑπόνοιαν ἔχῃ ὡς τοῖς ἄνω συνηρτημένον. πανταχοῦ δὲ οἱ Ὑπερβόρεοι ἱεροὶ Ἀπόλλωνος. ἐκλήθησαν δὲ Ὑπερβόρεοι ἀπὸ Ὑπερβορέου τινὸς Ἀθηναίου, ὥς 〈φησι〉 Φιλόδημος. Φιλοστέφανος δὲ (FHG III, 33) τὸν Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι. ἄλλοι ἀπὸ Ὑπερβορέου Πελασγοῦ τοῦ Φορωνέως καὶ Περιμήδας τῆς Αἰόλου. ὁ δὲ Φανόδημος τοὺς Ὑπερβορέους ἀπὸ τοῦ Τιτανικοῦ γένους φησὶν εἶναι. ὁ δὲ Ἑκαταῖος (FHG II, 387) ἄλλως ἱστορεῖ. 33 δᾶμον Ὑπερβορέω ν : πείσας τὸν δῆμον τὸν τῶν Ὑπερβορέων δοῦναι τὸν κότινον· ὅστις δῆμος θεράπων ἦν τοῦ Ἀπόλλωνος καὶ θρησκευτὴς αὐτοῦ. |
| O 3 28b | 25CDQ 27E δᾶμον Ὑπερβορέων πείσα ς : τοὺς Ὑπερβορέους τοῦ Τιτανικοῦ γένους Φερένικός φησιν εἶναι γράφων οὕτως· ἀμφί θ’ Ὑπερβορέων, οἵτ’ ἔσχατα ναιετάουσι νηῷ ὑπ’ Ἀπόλλωνος, ἀπείρητοι πολέμοιο. |
| O 3 28c [5] | τοὺς μὲν ἄρα προτέρων ἐξ αἵματος ὑμνήσουσι Τιτήνων βλαστόντας ὑπὲρ δρόμον αἰθρήεντα νάσσασθαι Βορέαο γύην Ἀριμασπὸν ἄνακτα. πιστὰ φρονέω ν : φιλικῶς διανοούμενος καὶ πείθων λόγῳ. |
| O 3 30b | ἢ πιστὰ, πειστικά· οἷον πειθοῖ καὶ οὐ βίᾳ· διὸ καὶ ἔπεισεν αὐτούς. πανδόκ ῳ : τῷ πάντας ὑποδεχομένῳ, διὰ τὸ εἰς τοὺς ἀγῶνας πολλοὺς ἐπιέναι. |
| O 3 31a [5] | ἄλσε ι : οὐ θαυμαστὸν εἰ τὸ μήπω πεφυτευμένον ἄλσος εἶπεν. Ἀριστόνικος προληπτικῶς φησιν εἰρῆσθαι· οἱ δὲ ὅτι πάντα τὰ ἱερὰ, κἂν μήπω πεφυτευμένα ᾖ, ἄλση ἐκάλουν οἱ ἀρχαῖοι. καὶ Ὅμηρος (Β 506)· Ὀγχηστόν θ’ ἱερὸν, Ποσειδήιον ἄλσος. ἥκιστα γὰρ δενδρώδης Ὀγχηστὸς, ἐφ’ ὑψηλοῦ κείμενος. ἄλσε ι : οὐκ ἄν τις ἐνταῦθα ἐναντιωθείη τῷ Πινδάρῳ τὸ ἔτι ἀφύτευτον χωρίον ἄλσος ὀνομάζοντι. |
| O 3 31b [5] | ἔλεγον γὰρ πᾶν χωρίον ἀφιερωμένον θεῷ, κἂν ψιλὸν φυτῶν ᾖ, ἄλσος· ὡς καὶ Ὅμηρος (l. l.)· Ὀγχηστόν θ’ ἱερὸν, Ποσιδήιον ἀγλαὸν ἄλσος. οὐ γὰρ Ὀγχηστὸς δένδρεσι κομᾷ, ἀλλ’ ἱερός ἐστιν. ξυνὸν στέφανο ν : κοινὸν πᾶσιν ἀνθρώποις φύτευμα καὶ στέφανον τῶν ἀρετῶν. |
| O 3 32a | 35A ἄλλως· κοινὸν γενέσθαι φύτευμα τοῦ τε ἄλσους τοῦ Διὸς καὶ τῶν στεφάνων τῶν ἀρετὴν ἐχόντων ἀνδρῶν. |
| O 3 32b | 35 d C ἤδη γὰρ αὐτ ῷ : περὶ τοῦ χρόνου καθ’ ὃν ἄγεται τὰ Ὀλύμπια καθ’ ἑκάστην Ὀλυμπιάδα, καὶ Κώμαρχος ὁ τὰ περὶ Ἠλείων συντάξας φησὶν οὕτως· πρῶτον μὲν οὖν παντὸς περίοδον συνέθηκεν ἐν τῇ ἡμέρᾳ . |
| O 3 33a [5] | ... ἄρχειν νουμηνίαν μηνὸς ὃς Θωσυθιὰς ἐν Ἤλιδι ὀνομάζεται, περὶ ὃν τροπαὶ ἡλίου γίνονται χειμεριναί· καὶ π͂α Ὀλύμπια ἄγεται ηʹ μηνί· ἑνὸς δὲ ὄντος διαφέροντων τῇ ὥρᾳ, τὰ μὲν ἀρχομένης τῆς ὀπώρας, τὰ δὲ ὑπ’ αὐτὸν τὸν ἀρκτοῦρον. ὅτι δὲ καὶ ἄγεται ὁ ἀγὼν, καὶ αὐτὸς ὁ Πίνδαρος μαρτυρεῖ. 31 ἤδη γὰρ αὐτῷ καὶ περὶ τοὺς βωμοὺς τοὺς τοῦ Διὸς θυσία καὶ τὰ ἐναγίσματα ἐπεπλήρωτο καὶ ἡ σελήνη πλήρης οὖσα καὶ ὁλοκλήρῳ τῷ φωτὶ πρὸς τὴν ἑσπέραν καὶ τὴν νύκτα ἀντιλάμπουσα καὶ ἀντιφλέγουσα τὸν καιρὸν παρεῖχε τῆς κρίσεως τοῦ ἀγῶνος· ἐν γὰρ τῇ ἑκκαιδεκάτῃ τῆς σελήνης ὁ Ὀλυμπιακὸς ἀγὼν τελεῖται. |
| O 3 33c [5] | δεῖ δὲ τὸ πρότερον δεύτερον νοεῖν καὶ τὸ δεύτερον πρῶτον· οὐ γὰρ δὴ θυσίαι ἐγίνοντο πρότερον, εἶτα οὕτως ἡ διχόμηνις ἔλαμπεν, ἀλλὰ πρότερον ἡ ἡμέρα τῆς πανσελήνου παρεγίνετο, εἶτα οὕτως αἱ θυσίαι καὶ τὰ λοιπὰ τοῦ ἀγῶνος ἐτελοῦντο. ὁ δὲ λόγος· ἤδη γὰρ τῶν βωμῶν τοῦ πατρὸς αὐτοῦ Διὸς πληρωθέντων θυσιῶν, ἀντὶ τοῦ σεβασθέντων ταῖς θυσίαις καὶ ἐναγίσματα λαβόντων. |
| O 3 33d | 35 e CE ( αὐτ ῷ:) τῷ Ἡρακλεῖ. |
| O 3 35a | διχόμηνι ς : διχόμηνις 〈ὅτι〉 περὶ τὴν ιϛʹ πανσελήνου οὔσης ἄγεται τὰ Ὀλύμπια, τουτέστι διχομηνίᾳ Παρθενίου ἢ Ἀπολλωνίου μηνὸς, παρ’ Αἰγυπτίοις Θὼθ ἢ Μεσωρί. ἢ ὅτι ἀσκίαστος ἦν ὁ χῶρος, διὰ τοῦτο ὅλην λάμπει τὴν σελήνην. |
| O 3 35c | [ἡ ] μήν η : [οὖν] τὸν ὀφθαλμὸν τῆς ἑσπέρας ὅλον ἀντέφλεξεν ἡ μήνη ἡ διχόμηνις καὶ χρυσάρματος οὖσα. τουτέστι πανσέληνος ἦν. διχόμηνι ς : ἡ σελήνη, ἐπεὶ ἐν τῇ πανσελήνῳ ὁ Ὀλυμπιακὸς ἀγὼν ἄγεται, καὶ τῇ ἑκκαιδεκάτῃ γίνεται ἡ κρίσις. |
| O 3 35d | καὶ αὐτὴ εἰς δύο καταμερίζεται, εἴς τε τὴν αὔξησιν καὶ λεῖψιν τοῦ φωτός. 37C 38E διχόμηνι ς : ὅτι πανσελήνῳ ἄγεται ὁ Ὀλυμπιακὸς ἀγών. |
| O 3 35e | πρὸ δὲ τοῦ εἰς Ὑπερβορέους παραγενέσθαι Ἡρακλῆς διατέθεικε μίαν Ὀλυμπιάδα, μηδέπω ἀποδεδειγμένου τοῦ στεφάνου. βούλεται δὲ εἰπεῖν ὅτι ψιλὸς καὶ ἀσκίαστος ἦν ὁ τόπος, ὥστε ὅλον τὸν ὀφθαλμὸν τῆς σελήνης καταλάμψαι τοὺς βωμούς. |
| O 3 35g | γίνεται δὲ ὁ ἀγὼν ποτὲ μὲν διὰ μθʹ μηνῶν, ποτὲ δὲ διὰ νʹ, ὅθεν καὶ ποτὲ μὲν τῷ Ἀπολλωνίῳ μηνὶ, ποτὲ δὲ τῷ Παρθενίῳ ἐπιτελεῖται. χρυσάρματον δὲ εἶπε τὴν σελήνην πρὸς τὸ μεγαλοπρεπέστερον τὴν εἰκόνα διαθέμενος. |
| O 3 35h | 41C 35 d E ἄλλως· ὅλον ὀφθαλμό ν : τῆς νυκτὸς τὸ σκοτῶδες πληροῦσα ἡ σελήνη κατελάμπρυνεν. |
| O 3 35k | χρυσάρματο ς : †ἁμερίας οὕτω· 〈ἡ〉 χρυσάρματος μήνη τὸν αὑτῆς ὀφθαλμὸν ἑσπέρας ἀντέφλεξεν αὐτῷ. τουτέστι πανσέληνος. |
| O 3 35m | σελήνη δὲ ἑκκαιδεκαταία διὰ τὸ ἁβρὸν εἶναι τὸν τόπον καὶ μηδὲν ἐπιπροσθεῖναι ταῖς αὐγαῖς †τί δῆτα κατέχειν τὸν χῶρον. ὃ γὰρ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἐν γὰρ ταῖς ἔμπροσθεν ὑπ’ αὐτοῦ γενομέναις θυσίαις ἄδενδρος ἦν ὁ τόπος περὶ τὸ Κρόνιον. |
| O 3 35n [5] | 〈οἱ〉 γὰρ τῷ Διὶ ἁγισθέντες βωμοὶ τὴν θυηπολίαν νοοῦσι τοῦ Διός· ἁγισθέν〈των〉 γὰρ εἶπεν ἀντὶ τοῦ κατασεβασθέντων ταῖς θυσίαις. ἤδη οὖν, φησι, τῶν Ὀλυμπιονικῶν ἀγώνων τελουμένων, οὐδέπω 〈τοῖσ〉 νικήσασιν ὁ τῆς ἐλαίας στέφανος ἀπεδέδοτο, ὡς ἂν οὐδὲ αὐτῆς αὐτόθι πεφυτευμένης, ὥστε ἀπὸ τοῦ, ἀλλ’ οὐ καλὰ δένδρεα ἔθαλλεν, ἐκ τοῦ παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῦσθαι. |
| O 3 37 | καὶ μεγάλων ἀέθλω ν : ἢ διὰ τὴν τῶν Ἑλλανοδικῶν ἐπιμέλειαν, ἢ διὰ τὴν σύγκρισιν. 39C πενταετηρί δ ’ ἁμ ᾶ : ἰδίως τὰ κεφάλαια ἐκθεὶς ὁ Πίνδαρος τὸ κατὰ μέρος ἐπέξεισιν, ὥστε εἶναι τὸ ἑξῆς τοῦ λόγου τοιοῦτον· ἤδη γὰρ αὐτῷ πενταετηρίδα διαθέντι καὶ θύσαντι τῷ πατρὶ ἦν ὁ χῶρος ἄδενδρος. |
| O 3 38b | καὶ πενταετηρί δ ’ ἁμ ᾶ : ἔθηκε δὲ ὁμοῦ τοῖς εἰρημένοις καὶ χρόνον, πενταετηρικὸν αὐτὸν εἶναι τάξας. πάντων οὖν, φησι, γενομένων τῶν μεγάλων ἄθλων, λοιπὸν τὴν ἁγνὴν καὶ ἀδωροδόκητον κρίσιν ἔθηκε, τὸν ἀγῶνα, ὥστε διὰ τοσούτου τελεῖσθαι καὶ ἐν τόπῳ τῇ Ἤλιδι· ἐκεῖ γὰρ ὁ Ἀλφεὸς ποταμός. |
| O 3 38c | 33C ( κρημνοῖ ς:) ταῖς ὄχθαις. |
| O 3 39b | κρημνοὺς Ἀλφεοῦ τὰς ὄχθας λέγει τοῦ ποταμοῦ. 38C ἀλ λ ’ οὐ καλ ά : τὸ ἀλλά ἀντὶ τοῦ δέ. |
| O 3 40 | ἐκ δὲ τοῦ παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῖ, ὅτι μήπω ἦν. ἐν βάσσαις Κρονίου Πέλοπο ς : τότε. |
| O 3 41a | κατὰ τοῦ Κρονίου Πέλοπος βήσσας. Ἀρίσταρχος· χῶρος ὁ ἐν Κρονίου βήσσαις Πέλοπος. |
| O 3 41b | λόφος δέ ἐστιν ἐν Ὀλυμπίᾳ ὁ καλούμενος Κρόνιος. τινὲς δὲ Κρονίου Πέλοπος, ὅτι Πλουτὼ θυγάτηρ Κρόνου ἐγένετο, ᾗ συγκοιμηθεὶς ὁ Τάνταλος ἔσχε Πέλοπα. |
| O 3 41d | Κρονίου Πέλοπο ς : ἤτοι ὅτι ἀπὸ Κρόνου εἶχε τὸ γένος ὁ Πέλοψ· Πλουτὼ γὰρ θυγάτηρ Κρόνου, ἧς Τάνταλος ὁ πατὴρ Πέλοπος. ἵνα οὖν εἴπῃ ὅτι οὔπω ἦν τὸ τοῦ κοτίνου φυτὸν ἐν ταῖς βήσσαις καὶ τοῖς τόποις τοῦ Πέλοπος τοῦ Κρονίου· τῆς Πελοποννήσου γὰρ ἦν ἡ Ἦλις. |
| O 3 41f | ἢ ἁπλούστερον οὕτως· ὅτι ὁ χῶρος τοῦ Πέλοπος ὁ ἐν ταῖς βήσσαις τοῦ Κρονίου οὐδέπω εἶχε τὸ φυτόν. Κρόνιον δὲ ὄρος πλησίον 〈Ὀλυμπίασ〉. 43C τούτων ἔδοξε ν : ὁ χῶρος γυμνὸς ὢν ἔδοξεν ὑπακούειν ταῖς τοῦ ἡλίου αὐγαῖς, τουτέστι καταλάμπεσθαι ὑπὸ τοῦ ἡλίου. |
| O 3 42a | γυμνὸς δὲ ἀντὶ τοῦ ψιλός. τὸ δὲ ὑπακούειν μεταληπτικῶς εἶπεν ἀντὶ τοῦ αἰσθάνεσθαι. διὰ τὴν καῦσιν τοῦ ἡλίου. |
| O 3 42c | τούτων ἔδοξ ε : τούτων τῶν φυτῶν γυμνὸς ὢν ὁ κῆπος καὶ ὅλος ὁ τόπος [ἔδοξε καὶ] ἐδόκει ὑπακούειν ταῖς ὀξείαις αὐγαῖς τοῦ ἡλίου, ἀντὶ τοῦ εἶναι κατάθερμος καὶ πυρώδης καὶ ἀσκίαστος. 46C γυμνὸς αὐτῷ κᾶπο ς : κᾶπος κυρίως ὁ περιπνεόμενος [ἀνέμοις] τόπος· ὅθεν κάπας τὰς φάτνας [καλεῖσθαι], διὰ τὸ περιπνέεσθαι ὑπὸ τῶν ἵππων τῷ πνεύματι ἀνασπώντων τὴν τροφήν. |
| O 3 43 | 46E 42C δὴ τό τ ’ ἐς γαῖα ν : εἰς τὴν Σκυθίαν. |
| O 3 45b | ὁ θυμὸς αὐτὸν παρώρμησεν. Ἀρίσταρχος· εἰς τὴν γῆν ἐλθεῖν, ὅπου αὐτὸν ἡ Ἰστρία Ἄρτεμις ὑπεδέξατο. |
| O 3 45c [5] | δηλοῖ δὲ πάλιν τὴν εἰς Ὑπερβορέους ἐπὶ τὰς τοῦ Ἴστρου πηγὰς ἄφιξιν· ἐκεῖ γὰρ οὕτως τιμᾶται ἡ Ἄρτεμις ὅτι μάλιστα ἐκεῖ ἀπὸ Ταύρων τοῦ Σκυθικοῦ ἔθνους. ἔνιοι δὲ καὶ βʹ νν γράφουσι καὶ τὸν λόγον ἀπευθύνουσιν οὕτως· τότε δὴ ὁ θυμὸς παρώρμησε τὸν Ἡρακλέα ἐπὶ τὴν Ἰστρίαν γῆν πορεύεσθαι. |
| O 3 45e [5] | θυμὸς ὥρμαινε ν : διὰ τοῦτο προεθυμήθη παραγενέσθαι εἰς τὴν γῆν τοῦ Ἴστρου ποταμοῦ, εἰς τὴν Σκυθίαν· ἐν ᾗ Σκυθίᾳ ἡ Ἄρτεμις αὐτὸν ὑπεδέξατο ἐλθόντα, ἡνίκα αὐτὸν τοῖς προστάγμασι καὶ ταῖς ἀγγελίαις τοῦ Εὐρυσθέως ὑπουργεῖν ἡ πατρὸς ἀνάγκη παρεσκεύαζεν ἐπὶ τῷ τὴν ἔλαφον ἀγαγεῖν, ἥν ποτε ἡ Ταϋγέτη ἀνέθηκε τῇ Ὀρθωσίᾳ Ἀρτέμιδι. 50CE Ἰστρίαν νι ν : ἐὰν διὰ τῶν δύο νν Ἰστρίαν νι ν , τὴν Σκυθίαν ἀκουστέον. |
| O 3 46b [5] | ἔνθα ἡ Ἰστρία Ἄρτεμις αὐτὸν, τὸν Ἡρακλέα, ὑπεδέξατο. Ἰστρία δὲ ἡ Ἄρτεμις ἤτοι ἀπὸ τοῦ Ἴστρου, ὃν περιοικοῦσιν αἱ Ἀμαζόνες, αἳ τιμῶσι μάλιστα τὴν θεὸν, ἢ ἀπὸ Ταύρων ἔθνους Σκυθικοῦ περιοικοῦντος τὸν Ἴστρον, παρ’ οἷς ὁμοίως τιμᾶται ἡ Ἄρτεμις. τοὺς δὲ ἀναγινώσκειν Ἰστριανὴν, ἵν’ ᾖ τὴν Ἰστριανὴν γῆν. |
| O 3 46c | 45CE ( Ἰστρίαν νι ν:) γράφεται καὶ Ἰστριανήν. |
| O 3 50a | εὖτέ μιν ἀγγελίαι ς : ἡνίκα αὐτὸν ἡ πατρόθεν ἀνάγκη, τουτέστι τοῦ Διὸς, κατὰ τὰς Εὐρυσθέως ἀγγελίας παρεσκεύασεν ἀγαγεῖν τὴν ἔλαφον. θήλειαν δὲ εἶπε καὶ χρυσοκέρων ἀπὸ ἱστορίας· ὁ γὰρ 〈τὴν〉 Θησηίδα γράψας (p. |
| O 3 50b [5] | 217 K) τοιαύτην αὐτήν ..... καὶ Πείσανδρος ὁ Καμιρεὺς (fr. 3) καὶ Φερεκύδης (FHG I, 78). καὶ τὸ παρὰ Ἀνακρέοντι· κεροέσσης λειφθεὶς ἀπὸ μητρὸς [ληφθεὶς] ἐπτοήθη ..... ὅτι αἱ θήλειαι κέρατα οὐ φύουσιν. ἐκαλεῖτο δὲ ἡ ἔλαφος Κερυνία. εὖτέ μιν ἀγγελίαι ς : δι’ ἀγγέλου γὰρ καὶ κήρυκος ἐκέλευεν ὁ Εὐρυσθεὺς, τοῦ Κοπρῆος. |
| O 3 50c | Ὅμηρος (Ο 639)· ὃς Εὐρυσθῆος ἀέθλων ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. ( ἔντ υ’:) κατεσκεύαζεν. |
| O 3 51b | ἀνάγκα πατρόθε ν : παρὰ τὰ ἐν τῷ τʹ τῆς Ἰλιάδος (v. 103). ὁ Ζεὺς πρὸς τὴν Ἥραν· σήμερον ἄνδρα φόωσδε μογοστόκος Εἰλείθυια, καὶ τὰ ἑξῆς. διὰ τοῦτό φησι πατρόθεν ἀνάγκα. χρυσοκέρων ἔλαφο ν : ὅτι ἐπιμελῶς οἱ ποιηταὶ τὴν θήλειαν ἔλαφον κέρατα ἔχουσαν εἰσάγουσι, καθάπερ καὶ τὴν θηλάζουσαν τὸν Τήλεφον γράφουσι καὶ πλάττουσι. |
| O 3 52a [10] | τέτακται δὲ καὶ παρὰ Ἀνακρέοντι (fr. 51)· ἀγανῶς οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνὸν, ὅστ’ ἐν ὕλαις κεροέσσης ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη. Ζηνόδοτος δὲ μετεποίησεν ἐροέσσης διὰ τὸ ἱστορεῖσθαι τὰς θηλείας κέρατα μὴ ἔχειν, ἀλλὰ τοὺς ἄρρενας. οἱ μέντοιγε ποιηταὶ πάντες κέρατα ἐχούσας ποιοῦσιν. ὅτι δὲ συνέβαινε καὶ εἰκός ἐστιν ἐνίας ἔχειν, ἐκεῖθεν δῆλον, ὅτι τῶν ἐλεφάντων οἱ μὲν ἐξ Αἰθιοπίας καὶ Λιβύης πάντες σὺν ταῖς θηλείαις ὀδόντας ἔχουσιν, ἢ κέρατα, ὥς τινες· καθὰ καὶ Ἀμυντιανὸς (Script. rer. Alex. M. p. 162 M.) ἐν τῷ περὶ ἐλεφάντων φησί· τῶν δὲ Ἰνδικῶν αἱ θήλειαι χωρὶς ὀδόντων εἰσίν. 53 e CDQ 54E ἅν ποτ ε : ἥν ποτε. |
| O 3 53b | ἡ Τηϋγέτη ἡ θυγάτηρ τοῦ Ἄτλαντος. ταύτην Διὸς βουλομένου βιάσασθαι εἰς ἔλαφον ἐποίησεν ἡ Ἄρτεμις. |
| O 3 53c [5] | εἶτα πάλιν ἄνθρωπος γενομένη τὴν ἔλαφον τῇ Ἀρτέμιδι καθιέρωσε καὶ ἀνέθηκε χρυσοκέρων οὖσαν ὡς παράδοξον ὑπὲρ τῆς εὐεργεσίας διότι A χρυσᾶ ποιήσασα κέρατα διέβαλεν ἐν αὐτῇ· οἱ δὲ ὅτι αὐτοφυῆ ἦν τὰ τῆς ἐλάφου κέρατα χρυσᾶ, καὶ διὰ τοῦτο ὡς ἀξίαν θαύματος ἀνέθηκεν. 54CDQ 61E Ταϋγέτ α : ἡ Τηϋγέτη τῆς Ἀρτέμιδός ἐστι φίλη. |
| O 3 53d | ταύτης ἠράσθη Ζεὺς καὶ αὐτὴν Ἄρτεμις διωκομένην εἰς ἔλαφον μεταβάλλει· ὅθεν καὶ εἰς ὑπόμνημα τοῦ πραχθέντος τὴν ἔλαφον χρυσώσασα ἀνέθηκε γαμηθεῖσα Διί. 55A Ταϋγέτ α : ὄνομα κύριον, Ἄτλαντος θυγάτηρ. |
| O 3 53e [5] | αὕτη ἀφιέρωσε τῇ Ἀρτέμιδι τὴν ἔλαφον. λέγεται γὰρ ὅτι ἡνίκα Ἡρακλῆς παρέσχεν αὐτὴν Εὐρυσθεῖ, τότε εὑρέθη ἐπὶ τοῦ τραχήλου αὐτῆς γεγραμμένον· Ταυγέτη ἱερὰν ἀνέθηκεν Ἀρτέμιδι. 53 a CDEQ Ὀρθωσί ᾳ : τῇ Ἀρτέμιδι. |
| O 3 54a [5] | περὶ τῆς Ὀρθωσίας Ἀρτέμιδος Ἀπολλόδωρος γράφει. Ὀρθωσία δὲ ὅτι ὀρθοῖ εἰς σωτηρίαν· ἢ ὀρθοῖ τοὺς γεννωμένους. καὶ ἐν Ἀθήναις ἵδρυται· τὸ ἱερὸν δέ ἐστιν ἐν Κεραμεικῷ. καὶ παρ’ Ἠλείοις Ὀρθωσίας Ἀρτέμιδος ἱερὸν, ὥς φησι Δίδυμος. 56 ἀντιθεῖ ς ’ Ὀρθωσί ᾳ : Ὀρθωσία ἡ Ἄρτεμις παρὰ Ὀρθωσιεῦσιν [ὅπερ ἐστὶν ὄρος Ἀρκαδικόν]. |
| O 3 54b | ἔστι δὲ καὶ Ἀρκαδίας ὄρος Ὄρθιον, ἀφ’ οὗ καὶ ἡ θεὸς Ὀρθία καὶ Ὀρθωσία καλεῖται. ἤτοι τῇ ὀρθούσῃ τὰς γυναῖκας καὶ εἰς σωτηρίαν ἐκ τῶν τοκετῶν ἀγούσῃ. |
| O 3 54d | ( Ὀρθωσί ᾳ:) τῇ Ἀρτέμιδι. τὰν μεθέπω ν : ἥντινα διώκων εἰς Ὑπερβορέους ἦλθεν. |
| O 3 55a [5] | 51 τὰν μεθέπω ν : ταύτην ἐπιδιώκων τὴν ἔλαφον ἐθεάσατο καὶ τοὺς Ὑπερβορέους καὶ ψυχροτάτους τόπους καὶ τὴν Σκυθίαν· ἔνθα στὰς ἐξεπλάγη τὰ δένδρα τῆς ἐλαίας, καὶ αὐτὸν ἐπιθυμία ἔλαβε φυτεῦσαι ἀπ’ αὐτῶν περὶ τοὺς τοῦ σταδίου τόπους τοῦ ἱππικοῦ. |
| O 3 55b | 53 e E πνοιαῖς ὄπισθε ν : τὸ πνοιαῖς ἀντὶ τοῦ πνοιῶν. |
| O 3 56b | Βορέα δὲ ἀντὶ τοῦ Βορέου Δωρικῶς· οἱ γὰρ Δωριεῖς τὴν ου δίφθογγον εἰς α μεταβάλλουσιν. Βορέα ο : ὑπερβόρεος γὰρ ἡ χώρα διὰ τὸ ὄπισθεν †ἕρπον τῶν τοῦ Βορέου πνοῶν ἐν τοῖς Ῥιπαίοις ὄρεσιν. |
| O 3 58 | τῶν μιν γλυκύ ς : τούτων αὐτὸν τῶν δένδρων ἐπιθυμία ἔσχεν ὥστε μετενεγκεῖν εἰς τὴν Ὀλυμπίαν. δωδεκάγναμπτο ν : δώδεκα γὰρ ἐν Ὀλυμπίᾳ τρέχει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ. |
| O 3 60 | ἵππων φυτεῦσα ι : τὸ Πάνθειον, ἐν ᾧ πεφύτευται ἡ ἐλαία· ἣν δρέπει ἀμφιθαλὴς παῖς χρυσῷ δρεπάνῳ κλάδους ιζʹ τέμνων, ὅσα καὶ τὰ ἀγωνίσματα. καὶ νῦν εἰς ταύτα ν : νῦν τὴν εὐωχίαν ἑορτὴν εἶπε· λέγει γὰρ τὴν τῶν νικηφορίων τοῦ Θήρωνος εὐωχίαν, φάμενος εἰς ταύτην ἔρχεσθαι τὸν Ἡρακλέα μετὰ τῶν Διοσκούρων. |
| O 3 61b | εἰς τὰ θεοξένια. καὶ νῦν ἐς ταύταν ἑορτά ν : τὴν τοῦ νικηφόρου πανήγυριν καὶ εὐωχίαν· εἰώθεισαν γὰρ εὐωχεῖσθαι. |
| O 3 61c | τὴν εὐωχίαν γὰρ ἑορτὰν εἶπε. φησὶ γὰρ ἔρχεσθαι εἰς τὴν Θήρωνος ἑστίαν τόν τε Ἡρακλέα καὶ τοὺς Διοσκούρους, ἐπεὶ ἐξένιζεν αὐτοὺς ὁ Θήρων. |
| O 3 62a | ἀντιθέοισι ν : ἀντὶ τοῦ .... οἱ Διόσκουροι θνητοὶ ὄντες πρότερον ἀθανασίας ἔτυχον παρὰ τοῦ Διός. νίσετα ι : ἔρχεται Ἡρακλῆς σὺν τοῖς Διοσκούροις· τούτοις γὰρ ἀποθεούμενος ἐπέτρεψε διοικεῖν 〈τὸν ἀγῶνα〉. |
| O 3 62c | τὸ δὲ ἀντιθέοισιν πρὸς τοὺς Διοσκούρους, ὅτι καὶ θνητοὶ ὄντες ἀθάνατοι ἐγένοντο. καὶ νῦν νίσετα ι : ἥξει καὶ ἐπὶ τῇ παρούσῃ πανηγύρει τοῦ Θήρωνος ὁ Ἡρακλῆς ἅμα τοῖς ἰσοθέοις τῆς Λήδας παισὶ Διοσκούροις· τούτοις γὰρ ἐπέτρεψε διατιθέναι τὸν ἀγῶνα Ἡρακλῆς, αὐτὸς λοιπὸν εἰς θεοὺς ἀναχωρῶν. |
| O 3 66a | ἀνδρῶν τ ’ ἀρετᾶ ς : καὶ τὰ περὶ τῆς τῶν ἀνδρῶν ἀρετῆς διοικεῖν αὐτοῖς ἐπέτρεψε, τοῖς Τυνδαρίδαις. καὶ ῥιμφαρμάτο υ : Ἀρίσταρχος παρὰ τὴν ῥίψιν, φησὶ, γέγονε τὸ ῥίμφα· σημαίνει δὲ ἡ λέξις τὴν ταχεῖαν φοράν. |
| O 3 66c | ῥιμφαρμάτο υ : τῆς ταχέα καὶ ὀξέα ἅρματα ἐχούσης. ἐμὲ δὲ ὦ ν : ἐμὲ δὲ οὖν πως ὑμνεῖν τοὺς Ἐμμενίδας ἡ ψυχὴ παρακελεύεται λαχόντας νίκην παρὰ τῶν Διοσκούρων. |
| O 3 67b | φατρία [οὖν] οὕτω καλουμένη, ἐξ ἧς ἦν Θήρων καὶ ἀδελφὸς αὐτοῦ Ἱέρων. οἵτινες τούτους τοὺς θεοὺς ξενίζουσι πολλάκις εὐωχίαν ποιοῦντες. |
| O 3 67c | καὶ ἐκάλουν αὐτὴν θεοξένια. τὴν ἑορτὴν ἔνθεν τοὺς Διοσκούρους ξενίζειν ἐδόκουν. |
| O 3 67e | ἐμὲ δ ’ ὦν π α : ἀμφότεροι οἱ σύνδεσμοι παραπληρωματικοὶ, καὶ ἐν τῷ, Θήρωνί τ’ ἐλθεῖν, ὁ τέ. Ἐμμενίδαι ς : Ἐμμενίδαι λέγονται οἱ περὶ Θήρωνα, ὡς μὲν οἱ προὑπομνηματισάμενοι, ἀπὸ Ἐμμένους τινὸς τοῦ τὴν Φαλάριδος τυραννίδα καθελόντος. |
| O 3 68a [5] | ἦν δὲ ὁ Ἐμμένης Τηλεμάχου παῖς, οὗ γίνεται Αἰνησίδαμος, οὗ Θήρων, οὗ Θρασυδαῖος καὶ Φιλοκράτης. Ἐμμενίδαι ς : Ἐμμενίδαι φατρία Θήρωνος ἐν Σικελίᾳ. |
| O 3 68c [5] | λέγει δὲ τοῖς Ἀκραγαντίνοις. Τηλεμάχου καταλύσαντος τὸν τῶν Ἀκραγαντίνων τύραννον Φάλαριν παῖς γίνεται Ἐμμενίδης, οὗ Αἰνησίδαμος, οὗ Θήρων καὶ Ξενοκράτης· Θήρωνος δὲ Θρασυδαῖος, Ξενοκράτους δὲ Θρασύβουλος. |
| O 3 71 | ( πλείσταισ ι:) πεπληρωμέναις. ξενίαις ἐποίχοντα ι : ὅτι ἡ γινομένη θυσία τοῖς Διοσκούροις ξενισμὸς λέγεται. |
| O 3 72b | ταῖς γινομέναις [οὖν] θυσίαις τοῖς Διοσκούροις ὑπ’ αὐτῶν ὡς εὐσεβῶν ὄντων. ἀγαθῇ [οὖν] γνώμῃ καὶ συνειδήσει οἱ Ἐμμενίδαι τὰς θυσίας ἀεὶ πληροῦσιν. |
| O 3 72d | ἐποίχοντα ι : ἀντὶ τοῦ περιέπουσι, τιμῶσιν. οἱ Ἐμμενίδαι. |
| O 3 74a | τελετά ς : ἢ τῶν Διοσκούρων ἢ πάντων τῶν θεῶν. τελετὰς δὲ νῦν τὰς ἑορτάς· οὐ γὰρ τὰ ὄργια. |
| O 3 75a [5] | εἰ δ ’ ἀριστεύει μέ ν : εἰ ταῦτά, φησι, ἀνεπίληπτα καὶ φανερὰ, ὅτι τὸ μὲν ὕδωρ ἄριστόν ἐστι, τῶν δὲ ἄλλων κτεάνων ὁ χρυσὸς, καὶ τὸ περὶ τοῦ Θήρωνος λεγόμενον σαφές ἐστιν, ὅτι τοῦ Ὀλυμπικοῦ τετυχηκὼς στεφάνου νῦν ἐξ οἴκου ἅπτεται πρὸς αὐτὴν ἤδη τὴν ἐσχατιὰν μέχρι τῶν τοῦ Ἡρακλέος στηλῶν. ἀλληγορικῶς δὲ βούλεται εἰπεῖν ὅτι ἐπ’ ἄκρον τῆς ἀρετῆς ἐλήλυθεν. εἰ δ ’ ἀριστεύει μὲν ὕδω ρ : εἰ δὲ τὸ ὕδωρ μὲν τῶν λοιπῶν στοιχείων προτετίμηται καὶ τοῦ πλούτου ὁ χρυσὸς καὶ τῶν ἀγώνων ὁ Ὀλυμπιακὸς, δῆλόν ἐστιν ὅτι πρὸς τὸ τέλειον τῆς ἀρετῆς ὁ Θήρων παρεγένετο νικήσας καὶ αὐταῖς τρόπον τινὰ ταῖς τοῦ Ἡρακλέος στήλαις προσεπέλασεν. |
| O 3 75c | ἄλλως· καθολικῶς πάντων εἰπών. ὥσπερ οὖν, φησι, τὸ ὕδωρ ἀριστεύει τῶν πάντων, οὕτω καὶ Θήρων ἀριστεύει τῶν ἀνθρώπων. ἄλλως· εἰ δὲ τὸ ὕδωρ τῶν ἄλλων στοιχείων διαφέρει καὶ ὁ χρυσὸς τοῦ πλούτου, νῦν γε ὁ Θήρων πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς νίκης ἱκάνων ἅπτεται ταῖς οἴκοθεν ἀρεταῖς τῶν Ἡρακλέους στηλῶν. |
| O 3 75d | 77E καὶ τὸ πόρσω ἐστὶ βροτοῖς σοφοῖς ἄβατον καὶ ἀσόφοις. |
| O 3 75e | οὐδαμῶς οὖν αὐτὸ, τὸ πόρσω, διώξω καὶ τούτου μεῖζον ζητήσω, τοῦ Ὀλυμπιακοῦ ἀγῶνος. 81E νῦν δ έ : ἀντὶ τοῦ νῦν ἤδη. |
| O 3 77a | παρατηρητέον δὲ ὅτι οὐδὲν ἀτύχημα γέγονε περὶ τὸν οἶκον Θήρωνος. πρὸς ἐσχατιά ν : μέχρι τοῦ ἐφικτοῦ καὶ τοῦ ἐσχάτου τέλους τῆς ἀνθρωπίνης ἀρετῆς ἐρχόμενος. |
| O 3 77b | 81 πρὸς ἐσχατιὰν ἀρεταῖσι ν : εἰς ἄκρον ἥκει ἀρετῆς τοῦ Ὀλυμπιακοῦ ἀγῶνος στεφάνου τετυχηκώς. |
| O 3 77c | 79 d B ἀρεταῖσιν ἱκάνω ν : ἀντὶ τοῦ οὐκ ἔστι τούτων ἀρετὴ περαιτέρω, οὐδὲ τῶν στηλῶν 〈τῶν〉 Ἡρακλείων γῆ περαιτέρω. |
| O 3 78 [5] | τοῦτο δὲ φανερόν ἐστι καὶ σοφοῖς καὶ οὐ σοφοῖς· ὁ μὲν γὰρ σοφὸς εἰδὼς οὐκ ἐθελήσει περᾶν, ὁ δὲ ἄφρων, κἂν τολμήσῃ, τῆς ἐλπίδος στερήσεται· ὥστε πᾶσιν ἀδύνατον εἶναι. οἴκοθε ν : διὰ τῶν οἰκείων ἀρετῶν. |
| O 3 79b | τὸ πόρσ ω : τὸ ἐπέκεινα τῆς στήλης. ἄλλως· τὸ δὲ περαιτέρω τῶν Ἡρακλέους στηλῶν χωρεῖν οὔτε σοφὸς οὔτε μὴ σοφὸς ζητήσειεν ἄν· ἀλλ’ οὐδὲ αὐτὸς ἐγὼ τὸ τοιοῦτον διώξω· εἴην γὰρ ἂν κενός τις καὶ ἀπαίδευτος. |
| O 3 79c [5] | 81B [ Ἡρακλέος στηλᾶ ν:] ὁ Ἡρακλῆς ἡνίκα ἐπὶ τὰς Γηρυόνου βοῦς εἰς τὴν Ἐρύθειαν λεγομένην νῆσον πρὸς τῷ Ὠκεανῷ παρεγένετο, πᾶσαν διεξελθὼν τὴν πλεομένην θάλασσαν, ἐβούλετο προσωτέρω χωρεῖν· εἶτα χάος εὑρὼν καὶ ζόφον ἔστησε στήλας, δι’ ὧν ἐμήνυσε τὸ τέλος τῆς θαλάσσης, ὡς μηδὲν εἶναι περαιτέρω πλωτόν. |
| O 3 79d | πρὸς τοῦτο οὖν ἡ διάνοια ἀποδίδοται, ὅτι ὁ νικήσας Ὀλύμπια μηδὲν ζητείτω πλέον· ἔχει γὰρ τὸ τέλος τῆς εὐδαιμονίας, ὥσπερ τὸ τέλος τῆς θαλάσσης αἱ Ἡρακλέους στῆλαι. ἐν τόπῳ Γαδείροις. |
| O 3 79e | 79 a B 75 e E τὸ πόρσ ω : τὸ ἐπιπόρρω τούτων φησὶν ἄβατον εἶναι καὶ πᾶσιν ἀνέφικτον καὶ σοφοῖς καὶ ἀσόφοις. |
| O 3 79g | τὰ δὲ ὑπὲρ τὰ ἐκεῖ φράσαι καὶ τοῖς ποιηταῖς ἀδύνατα, ὡς εἶναι ἄγνωστα καὶ τοῖς σοφοῖς. o. IV ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸ ς , ὡς παρ’ Ὁμήρῳ (Γ 376)· κεινὴ δὲ τρυφάλεια, ἵν’ ᾖ κενή. |
| O 3 81a | κενὸς γὰρ ἂν εἴην, εἰ διώκοιμι πρόσω τῶν Ἡρακλείων στηλῶν, ὧν ὕπερ ἄγαν. 78 γράφε κεῖνος εἴη ν , ὁ τῶν δυνατῶν ἐφιέμενος καὶ μὴ ἀδυνάτων ἐρῶν. |
| O 3 81b [5] | ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς εἴη ν , ἵν’ ᾖ, ἐὰν διώξω τὰ ἀδύνατα, κεινὸς εἴην, οἷον ἄφρων, ὡς ἀδυνάτων ἐφιέμενος. ἄλλως· περὶ τοῦ κεινὸς εἴην ἐπιστήσας τις λογικὸς καὶ εὑρὼν ὅτι τὰ εὐκτικὰ τῶν ῥημάτων, ὅτε μὲν κυρίως εὐκτικά εἰσι καὶ εὐχὴν περιέχουσιν, ἄνευ συνδέσμου τινὸς προφέρονται, τοῦ ἄν δηλαδὴ ἢ τοῦ εἴ ἢ ἑτέρου ὑποτακτικοῦ μορίου, ὁπηνίκα δὲ ἀντὶ ὑποτακτικῶν λαμβάνονται, τὰ εἰρημένα μόρια συμπροφερόμενα ἔχουσι, τὸ κεινός ὥσπερ διορθούμενος κεῖνος ἔγραψεν, ἵν’ οὕτως εὐκτικῶς τὸ εἴην ἀποδοθῇ καὶ ἀναχθῇ τὸ νόημα πρὸς τὸν Θήρωνα, εὐχομένου δηλαδὴ τοῦ ποιητοῦ τὸ γενέσθαι κατὰ Θήρωνα καὶ μὴ πλέον τι. |
| O 3 81c [1] | καλῶς μὲν οὖν ὁ ἀνὴρ ἐπεστάτησεν ὡς ἐπήβολος ἄριστος τῆς γραμματικῆς τέχνης· τοῦτο δὲ μόνον ἠγνόησεν, ὅτι ἡ γραμματικὴ ἐπὶ μόνῃ τῇ κοινῇ διαλέκτῳ τὸ κράτος ἔχει καὶ δι’ αὐτὴν συνεστάθη. πρὸς γὰρ τὰς ἄλλας, τὴν Δωρίδα φημὶ καὶ Αἰολίδα καὶ Ἀττικὴν καὶ Ἰάδα, λίαν ἔχει ἀσυντελῶς. διὰ τοῦτο ἐπὶ μὲν τῆς κοινῆς κανόνας ἀπαιτούμεθα, ἐπὶ δὲ τῶν ἄλλων μόνα ἰδιώματα, οἷον, τόδε ἰδίωμα Δωριέων καὶ τόδε Ἀττικῶν. ἰστέον οὖν ὅτι τὸ κεινὸς εἴην Δωρικῶς κείμενον παρὰ τῷ Πινδάρῳ ἐστὶν, ὃς τὰ πλείω Δωριστὶ γράφει. οἱ δὲ Δωριεῖς ὀλιγοφραδεῖς καὶ συλληπτικοὶ, ὡς δῆλον ἀπὸ τοῦ χρή καὶ χρῆν, ὧν τὸ μὲν χρή ἀπὸ τοῦ χρεών ἐστι, συντεθέν· διὸ καὶ τοῦ ἐστί τὸν τόνον ἔχει· τὸ δὲ χρῆν ἀπὸ τοῦ χρεὼν ἦν· διὸ καὶ περισπᾶται. εἴπῃς οὖν καὶ τὸ εἴην ἄν συλληπτικῶς καὶ Δωρικῶς, ὡς τῆς συλλαβῆς τῆς ην ἐπελθούσης τῇ ἄν καὶ ἀρκούσης καθ’ ἑαυτῆς καὶ τοῦ συνδέσμου παρὰ τῷ Δωριεῖ. τέλος θεοξενίων. Scholia in Olympionicarum carmen IV Ψαύμιδι Καμαριναίῳ ἅρματι. |
| O 4 metr (t) [35] | inscr. Ψαύμιδι Καμαριναίῳ ἵπποις. Ψαύμιδι Καμαριναίῳ ἵπποις νικήσαντι τὴν ὀγδοηκοστὴν δευτέραν Ὀλυμπιάδα τεθρίππῳ, παιδὶ Ἄκρωνος. metr. E a b Καμάρινα δὲ πόλις Σικελίας. 1EQ τοῦ δʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ ιεʹ. τὸ αʹ ἀνακλώμενον ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ ἰθυφαλλικόν. τὸ δʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον τῆς αʹ μακρᾶς ἀναλυομένης. τὸ εʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἀδιαφόρου τῆς ἀρχούσης. τὸ ϛʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ζʹ λογαοιδικὸν ἐξ ἀναπαίστων καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ ηʹ Φερεκράτειον λεῖπον τῇ τελευταίᾳ συλλαβῇ. τὸ θʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιʹ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ιαʹ τροχαικὸν 〈δίμετρον〉 ἀκατάληκτον διαλυθέντων τῶν ποδῶν. τὸ ιβʹ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιγʹ ἰωνικὸν δίμετρον βραχυκατάληκτον τῆς ἀρχούσης ἀδιαφόρου. τὸ ιδʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· ἢ ἰωνικὸν τῆς αʹ ἀδιαφόρου οὔσης, διὰ τὴν ἀντίστροφον. τὸ ιεʹ ἰαμβικὸν πενθημιμερές. ἡ δὲ ἐπῳδὸς κώλων ιβʹ. τὸ αʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ προσοδιακὸν τῆς κεοι συνῃρημένης. τὸ εʹ δίμετρον ὑπερκατάληκτον ἐπιχοριαμβικὸν, ἀπὸ τροχαίου ἀναλυομένου. τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ δακτυλικὸν τρίμετρον καταληκτικὸν, ἢ προσοδιακὸν τοῦ ἰωνικοῦ βʹ ὄντος. τὸ ηʹ περίοδος, διπλοῦς ἴαμβος. τὸ θʹ περίοδος τροχαϊκὴ ἀπὸ ἰάμβου καταληκτικοῦ. τὸ ιʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιαʹ τροχαϊκὸν ἐπίτριτον τοῦ αʹ ποδὸς ἀναλυομένου. τὸ ιβʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. 1A inscr. DEQ Ψαύμιδ ι : ὁ Ψαῦμις ἐνίκησε τὴν πβʹ Ὀλυμπιάδα τεθρίππῳ. ἦν δὲ Σικελὸς ἀπὸ Καμαρίνης πόλεως, ᾗ ὁμώνυμος καὶ λίμην. metr. Ἐλατὴρ ὑπέρτατ ε : ἰδίως οἱ νεώτεροι τὴν βροντὴν ὄχημα καὶ ἵππον τοῦ Διὸς ὑποτίθενται. |
| O 4 1b | ὁ δὲ λόγος· ὑπέρτατε βροντᾶς ἐλατὴρ Ζεῦ· οἷον ἡνίοχε. ἀκαμαντόποδος δὲ, μὴ καμνούσης τοὺς πόδας. ἀκοπιάστου καὶ στερρόποδος. Ἐλατὴρ ὑπέρτατε βροντᾶ ς : ἐπειδὴ ὁ ἀγὼν Ὀλυμπιακὸς, τοῦτον δὲ ὁ Ψαῦμις ἐνίκησεν, εἰκότως ἐξ αὐτοῦ τοῦ Διὸς ποιεῖται τὸ προοίμιον τοῦ ἐπινίκου. |
| O 4 1d | οἱ νεώτεροι δὲ ἅρματα τὴν βροντὴν τῷ Διὶ εἶναι διδόασι, καὶ λέγουσιν, ὦ ἡνίοχε Ζεῦ. ἡ δὲ ἀκολουθία· ὦ Ζεῦ, ὃς Αἴτναν ἔχεις· καθ’ ὑπερβατόν. |
| O 4 1f | ἀλλ’ ὦ Ζεῦ, ὅστις τὴν Αἴτναν κατέχεις τὴν οὖσαν ἶπον καὶ πίεσμα καὶ βάρος τοῦ Τυφῶνος. Αἴτνα ὄρος Σικελίας· οἰκειότατα δὲ, Σικελιώτης γὰρ ὁ νικηφόρος. |
| O 4 1h | ὅτι καὶ ἡ Καμάρινα πόλις Σικελίας. καὶ ἡ Κατάνη ὕστερον Αἴτνη ἐκλήθη. |
| O 4 1i | 11Q b τὴν βροντὴν ὁ Πίνδαρος ὡς ἵππον ὑφίσταται τοῦ Διός· διὸ καὶ ἀκαμαντόποδα αὐτὴν εἶπεν. |
| O 4 1l | ἤτοι δὲ ὑπέρτατε Ζεῦ εἴρηκεν, ἢ ὑπέρτατε ἐλατὴρ τῆς βροντῆς. ἀκαμαντόποδος δὲ, τῆς στερρᾶς καὶ μὴ καμνούσης τοὺς πόδας. |
| O 4 1n | οὗτος δὲ ὁ Ψαῦμις ἐνίκησε τεθρίππῳ τὴν πβʹ Ὀλυμπιάδα. τεαὶ γὰρ ὧρα ι : αἱ γὰρ ὧραι ἑλίσσουσαι, τουτέστι περικυκλοῦσαι ἔπεμψάν με. |
| O 4 3b | Διὸς δὲ ὥρας τὰς Ὀλυμπιάδας νῦν λέγει. Ζε ῦ , τεαὶ γὰρ ὧρα ι : τὸ ἑξῆς· Ζεῦ, τεαὶ γὰρ ὧραι ἑλισσόμεναί με ἔπεμψαν ὑψηλοτάτων μάρτυρ’ ἀέθλων, ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς. |
| O 4 3d | ἵν’ ᾖ, αἱ γὰρ σαὶ ὧραι τῶν ἐνιαυτῶν ἔπεμψαν. Ὅμηρος (Β 551)· περιτελλομένων ἐνιαυτῶν. μάρτυρα δὲ ἀντὶ τοῦ ὑμνητήν· διὰ γὰρ τῶν ποιημάτων καὶ ὕμνων ἐκδηλότεροι οἱ νικῶντες καὶ ἀίδιος ἡ μαρτυρία. |
| O 4 3f | τὸ δὲ, ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς, τῇ ὑπό ἀντὶ τῆς μετά κέχρηται· ἵν’ ᾖ, μετὰ ποικιλοφορμίγγων ᾠδῶν ἔπεμψάν με αἱ τεαὶ ὧραι. ποικιλοφόρμιγγα δὲ εἶπεν, ἐπειδὴ σὺν μουσικοῖς ὀργάνοις, αὐλῷ τε καὶ κιθάρᾳ, ᾖδον. |
| O 4 3h | τῇ δὲ ὑπό ἀντὶ τῆς μετά καὶ Ὅμηρος κέχρηται (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων· ἀντὶ τοῦ μετὰ δαΐδων. Διὸς ὥρας τὰς Ὀλυμπιάδας λέγει. |
| O 4 3k | περισσὸς δὲ ὁ γάρ σύνδεσμος. 〈 ποικιλοφόρμιγγος ἀοιδᾶ ς : 〉 ὅτι αἰτία τοῦ ποικίλλειν τὴν φόρμιγγα. |
| O 4 6a | ὑψηλοτάτω ν : τῶν Ὀλυμπιακῶν λέγει. μάρτυρα δὲ ἀντὶ τοῦ ἑρμηνέα. |
| O 4 7a | ξείνων δ ’ εὖ πρασσόντω ν : τῶν φίλων εὖ πρασσόντων τὴν ἀγγελίαν τὴν περὶ αὐτῶν γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ προσδέχονται καὶ ἀφθόνως. ἔσανα ν : ἐχάρησαν. |
| O 4 7b | ἡ μεταφορὰ ἀπὸ τῶν σαινόντων κυνῶν τοὺς ἰδίους δεσπότας. ξείνων δ ’ εὖ πρασσόντω ν : ξείνων, φίλων. |
| O 4 7d | ἔσαναν ἀντὶ τοῦ ἐχάρησαν, ἀπὸ τῶν σαινόντων ζώων. ἤτοι δὲ τὸ ἑξῆς· προσέσαναν τὴν ἀγγελίαν· ἢ, πρὸς τὴν ἀγγελίαν ἔσαναν καὶ ἐχάρησαν. |
| O 4 7f | ἡ δὲ διάνοια· πρὸς τὴν τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν ἐχάρησαν οἱ ἀγαθοί. ἢ οὕτω· τὴν δὲ τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ φίλοι προσδέχονται. |
| O 4 7g | τοῦτο δὲ ὡς πρὸς ἑαυτόν. ὁ χορὸς ἥδεται ἐπὶ τῇ τοῦ νενικηκότος εὐπραγίᾳ, ὡς ἂν γνωρίμου. |
| O 4 71 | ἔσανα ν · ἐχάρησαν. ὁ δὲ νοῦς· τῶν γὰρ φίλων εὐδαιμονούντων εὐθέως οἱ γνήσιοι καὶ ἀγαθοὶ ἑταῖροι ἥσθησαν ὑπὸ τῶν γλυκειῶν ἀγγελιῶν μαθόντες. |
| O 4 7k | 1 e—i Q b ἵππο ν : ἀλλ’ ὦ Ζεῦ ὃς τὴν Αἴτναν ἔχεις τὴν παγίδα τὴν ἀνεμόεσσαν (Αἴτνα δὲ πόλις καὶ ὄρος Σικελίας), ὅπου κολάζεται ὁ Τυφὼν ὁ ἑκατὸν ἔχων κεφαλάς. |
| O 4 11b | γράφεται καὶ ἵππο ν . ἔστι δὲ ὄνομα ὄρους. ἶπον ἀνεμόεσσα ν : ὁ μὲν Πίνδαρος τῷ Τυφῶνι ἐπικεῖσθαί φησι τὴν Αἴτνην, ὁ δὲ Καλλίμαχος τῷ Ἐγκελάδῳ, οὕτως (fr. |
| O 4 11c [5] | 382)· τριγλώχιν ὀλοῷ νῆσος ἐπ’ Ἐγκελάδῳ. ἔνιοι δὲ ἐν Πιθηκούσαις φασὶ τὸν Τυφῶνα, ἄλλοι CDEHQ ἐν Φρυγίᾳ, οἱ δὲ ἐν Σικελίᾳ, οἱ δὲ ἐν Αἰγύπτῳ, ὡς Ἡρόδοτος (III, 5), οἱ δὲ ἐν τῷ ὄρει τῷ κατὰ Βοιωτίαν. δέξα ι : τοῦτον τὸν κῶμον καὶ ὕμνον δέξαι ὄντα Ὀλυμπιονίκην· ἐπειδὴ εἰς τὸν νικήσαντα λέγεται. |
| O 4 14a | δέξαι δὲ ἡδέως καὶ κεχαρμένως. δέξαι Χαρίτων θ ’ ἕκατι τόνδε κῶμο ν : ἀντὶ τοῦ κεχαριτωμένον. |
| O 4 14c [5] | ὁ δὲ τέ σύνδεσμος περισσός· ἔστι γὰρ τὸ ἑξῆς· ἀλλὰ Κρόνου παῖ, δέξαι Χαρίτων ἕκατι τόνδε κῶμον ἐπὶ τῇ Ὀλυμπικῇ νίκῃ γεγραμμένον, ὅστις ἐστὶ τῆς τῶν νικησάντων ἀρετῆς χρονιώτατον φάος· σβέννυται γὰρ τὰ καλὰ ἔργα, μὴ ἔχοντα ποιητικὴν φωνὴν μάρτυρα. τὸ δ’ ἑξῆς· Χαρίτων τ’ εὐρυσθενέων ἕκατι. |
| O 4 14e [5] | ἄλλως· τόνδε κῶμο ν : τοῦτον τὸν κῶμον δέξαι καὶ ὕμνον 〈ὄντα〉 Ὀλυμπιόνικον, ἐπειδὴ εἰς τὸν νικήσαντα λέγεται· δέξαι δὲ ἡδέως 〈καὶ〉 κεχαρισμένως ὡς ἐσόμενον φῶς πολυχρόνιον τῶν εὐρυσθενῶν, οἱονεὶ τῶν νικησάντων μετὰ ἀνδρείας καὶ ἐναρέτων γενομένων. ἐκ γὰρ τῶν ὀχημάτων τοῦ Ψαύμιδος ἦλθεν ὁ ὕμνος, ὅστις Ψαῦμις τῷ κοτίνῳ τῷ ἐν τῇ Πίσῃ στεφθεὶς δόξαν τῇ ἑαυτοῦ πατρίδι σπεύδει περιθεῖναι. χρονιώτατο ν : τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς ἐστι, δέξαι τὸν ἐπὶ χρόνον μένοντα. |
| O 4 16a | ἀθάνατος γάρ ἐστιν ὁ ὕμνος καὶ ἡ ἀρετή. φάο ς : τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς 〈ἐστι]· σβέννυται γὰρ τὰ καλὰ ἔργα, μὴ ἔχοντα τὴν ποιητικὴν φωνὴν μάρτυρα. |
| O 4 18a | Ψαύμιος γά ρ : ἀντὶ τοῦ ἥκει γὰρ ἐπὶ τῶν ὀχέων ὁ Ψαύμιος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ. ἢ οὕτως· ὁ τοῦ Ψαύμιος ὕμνος . |
| O 4 18b | ... 〈ὃσ〉 ἐλαίᾳ στεφανωθεὶς παραγίνεται, τῇ πατρίδι δόξαν περιποιῶν τῇ Καμαρίνῃ· ἔστι δὲ πόλις καὶ λίμνη τῆς Σικελίας. Ψαύμιος γὰρ ἵκε ι : ἥκει γὰρ ἐπὶ τῶν ὀχέων τοῦ Ψαύμιδος· τίς; ὁ ὕμνος· ὃς ἐλαίᾳ στεφανωθεὶς παραγίνεται τῇ ἑαυτοῦ πατρίδι Καμαρίνῃ στέφανον καὶ δόξαν φέρων. |
| O 4 18c | 24E Πισάτιδι κῦδο ς : τῇ ἑαυτοῦ πατρίδι. |
| O 4 20a | ἥκει γὰρ τῶν ὀχέων τοῦ Ψαύμιδος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ. ὃς ἐλαίᾳ στεφανωθεί ς : ὁ Ψαῦμις· ὃς τῇ ἑαυτοῦ πατρίδι στέφανον καὶ δόξαν θέλει περιποιήσασθαι. |
| O 4 21a | εὔφρων εἴ η : καὶ εἰς τὸν πάντα χρόνον εὔφρων ὁ θεὸς εἴη αὐτῷ. θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖ ς : εὐμενής. |
| O 4 21c [5] | μετὰ ταύτης οὖν αὐτοῦ τῆς δόξης εἴη αὐτῷ ταῖς λοιπαῖς εὐχαῖς εὐμενὴς ὁ θεός· ἐπειδὴ ἄξιος ἐπαίνου μοι δοκεῖ εἶναι διὰ τὸ εἶναι αὐτὸν λίαν πρόθυμον ἐπὶ τὸ ἱπποτροφεῖν, καὶ ὅτι φιλόξενός ἐστι πάντας δεξιούμενος. εἰς BDEQ τὸν μετὰ ταῦτα οὖν χρόνον θεὸς εὔφρων αὐτῷ γένοιτο. ἄλλως· εὐχαῖ ς : τοῦ νικηφόρου. |
| O 4 21e | ὁ Ζεύς, φησιν, εἴη εὔφρων καὶ ταῖς λοιπαῖς εὐχαῖς, ἐπειδὴ τὰς περὶ τῆς νίκης ἐτέλεσεν. 26E τροφαῖ ς : ταῖς ἐξ ἑτοίμου ἱπποτροφίαις αὐτὸν ἐπαινεῖ· χαίρει δὲ καὶ ξενίζων. |
| O 4 24b [5] | ἐξ ἑτοίμου ἱπποτροφεῖ· χαίρει δὲ καὶ ξενίζων· διὸ ἐπαινῶ αὐτόν. 21E χαίροντά τ ε : καὶ φιλόξενον ὄντα καὶ ἱππικὸν καὶ εἰρηνικὸν καὶ δίκαιον· ἱππικὸν μὲν, ὡς χαίροντα τροφαῖς ἵππων, φιλόξενον δὲ ὡς πάντα ξένον ὑποδεχόμενον καὶ ἐπὶ τούτῳ χαίροντα, εἰρηνικὸν δὲ ὡς ἡσυχίαν ἀγαπῶντα τὴν φιλοπόλιδα, δίκαιον δὲ ὡς τὴν γνώμην τρέποντα ἐπὶ τὸ καθαρώτατον καὶ ἀμόλυντον. |
| O 4 26 | φιλόπολι ν : εἰσὶ γάρ τινες οἱ ἐν ταῖς στάσεσι διάγοντες φιλοπόλιδες ὄντες· τὸν οὖν Ψαῦμιν φιλόπολίν φησιν εἶναι πρὸς τῷ καὶ ἥσυχον ὑπάρχειν. οὐ ψεύδεϊ τέγξ ω : οὐ καταβρέξω οὐδὲ ἀφεψήσω καθάπερ ὕδατι ψεύδει τὸν λόγον. |
| O 4 28a | οἷον οὐ ψεύσομαι. οὐ ψεύδεϊ τέγξ ω : οὐκ εἰς ὑπερβολὴν τραπήσομαι ψευσάμενος. |
| O 4 28c | ἤτοι οὐ κρύψω τὸν λόγον τῷ ψεύδει· κρύπτεται γὰρ τἀληθῆ ὑπὸ τῶν ψευδῶν. ἢ οὕτως· οὐ ποιήσω τὸν λόγον ἀσθενέστερον, ἀπὸ μεταφορᾶς τῶν βρεχομένων· ταῦτα γὰρ ἀσθενέστερα γίνεται. |
| O 4 28e | οὐ μιανῶ οὖν, φησιν, οὐδὲ βρέξω τὸν λόγον μου ψεύδει· ἀντὶ τοῦ οὐ ψεύσομαι περὶ τῶν ἐγκωμίων τῶν τοῦ Ψαύμιδος λέγων. διάπειρά το ι : τοῦτο ἐν τῷ καθόλου λέγει, ὅτι ἡ πεῖρα τῶν ἀνθρώπων ἔλεγχός ἐστι. |
| O 4 29a | καὶ τούτου οὖν εἶναι αὐτοῦ πείσεται ὅτι τοιοῦτός ἐστιν. διάπειρά τοι βροτῶν ἔλεγχο ς : πάρεστι διαπειρᾶσαι τὸν Ψαῦμιν καὶ γνῶναι. |
| O 4 29c | ἄλλως· ἡ πεῖρα τῶν ἀνθρώπων ἔλεγχος ἀκριβής· καὶ ὁ τούτου πειραθεὶς εἴσεται ὅτι οὕτως ἔχει. παράδειγμα δὲ τοῦ δεῖν τῇ πείρᾳ τἀληθὲς ἐξετάζειν τὸν Ἐργῖνον παρέλαβεν τὸν Μινυῶν βασιλέα, ἀγωνιζόμενον ἐν τῷ ἐπιταφίῳ ἀγῶνι Θόαντος μετὰ τῶν Ἀργοναυτῶν. |
| O 4 29d [5] | γέλωτας δὲ κινῶν ἐπὶ τῷ παρ’ ἡλικίαν ἀθλεῖν αὐτὸν, αὐτῇ τῇ πείρᾳ τοῦ ἀγῶνος ἔδειξε νικήσας ὡς εἶχεν ἰσχύος. ἐνίκησε δὲ τοὺς Βορεάδας. ἐλθόντων γὰρ εἰς τὴν Λῆμνον τῶν Ἀργοναυτῶν δοκεῖ Ὑψιπύλη ἡ Θόαντος θυγάτηρ θεῖναι τὸν γυμνικὸν ἀγῶνα, καὶ ὁ Ἐργῖνος ἠγωνίσατο· ὡς δὲ γελώμενος ὑπὸ τῶν Λημνιάδων ὅτι πολιὸς ὢν νέοις ἐσπούδασε διαγωνίσασθαι ἐνίκησε φύσει πολιὸς ὑπάρχων. |
| O 4 29e | ὅθεν δῆλον ὡς καὶ αὐτὸς ὁ Ψαῦμις ἤδη πολιὸς ὢν ἐνίκησεν. ἅπε ρ : ἀντὶ τοῦ εἴπερ. |
| O 4 31b [10] | ἡ πεῖρα ἤλεγξε καὶ τὸν Ἐργῖνον· ὃν ἔλαβεν εἰκόνα. δοκεῖ γὰρ παρ’ ἱστορίαν λέγειν· οὐ γὰρ ἐν Λήμνῳ τελευτᾷ Θόας ὁ πατὴρ Ὑψιπύλης, ἀλλ’ αὐτὴ μὴ ἀνελοῦσα αὐτὸν λάρνακι ξυλίνῳ βαλοῦσα κατέβαλεν ἐν θαλάσσῃ, ὡς Ἀπολλώνιος (I, 620)· οἴη δ’ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ Λῆμνον ἄνασσεν· λάρνακι δ’ ἐν κοίλῃ μιν ὕπερθ’ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν. πῶς οὖν λέγει αὐτὸν ἐν Λήμνῳ τεθάφθαι καὶ ἐπ’ αὐτῷ ἀγῶνα ποιῆσαι Ὑψιπύλην; ἀλλ’ ἔξεστι πλάττειν τοῖς ποιηταῖς ἃ βούλονται. Κλυμένοι ο : παράδειγμα τοῦ δεῖν 〈τῇ πείρᾳ〉 τὸ ἀληθὲς ἐξετάζειν τὸν Ἐργῖνον προσάγεται· οὗτος γὰρ παλαιὸς ὢν λίαν ἀγωνιούμενος τὸν ἐπὶ Θόαντι ἀγῶνα ἦλθεν· γελώντων δὲ ἐκείνων ἐπὶ τῷ παρ’ ἡλικίαν δοκεῖν . |
| O 4 31c [5] | .. αὐτῇ τῇ πείρᾳ 〈τοῦ〉 ἀγῶνος ἔδειξε νικήσας ἐνόπλιον δρόμον· ὥστε καὶ τοῦ Ψαύμιος †συμπονοῦντος παρέλαβεν ὡς ὅμοιον τὸ κατὰ τὸν Ἐργῖνον. Λαμνιάδω ν : καὶ ὁ Καλλίμαχος (fr. |
| O 4 32a | 197)· Ἐργῖνος Κλυμένου ἔξοχος ἐν σταδίῳ. ἥτις διάπειρα τὸν Κλυμένου παῖδα ἀπέλυσε τῆς ἀτιμίας τῶν ἐν Λήμνῳ γυναικῶν. |
| O 4 32c [10] | ἡ δὲ ἱστορία τοιαύτη· Ὑψιπύλης ἀγῶνα ἐπιτελούσης ἐπιτάφιον Θόαντι τῷ πατρὶ Λημνίων βασιλεῖ, συμβέβηκεν ἀπιόντας ἐπὶ τὸ χρυσοῦν δέρας τοὺς Ἀργοναύτας ἐκεῖσε γενέσθαι, καὶ προτραπέντας εἰς τὸν ἀγῶνα ἀγωνίσασθαι. εἷς ὢν οὖν αὐτῶν ὁ Ἐργῖνος νεώτερος μὲν τῷ χρόνῳ, προπόλιος δὲ τὴν κόμην, ὡς μὴ ἱκανὸς ἀγωνίσασθαι διὰ τὴν ὄψιν τῶν πολιῶν ἐγελᾶτο ὑπὸ τῶν γυναικῶν καὶ ἐπεκερτομεῖτο. ὡς δὲ διὰ τῶν ἔργων ἐδείχθη ὑπερβαλλόμενος τοὺς ἀγωνιστάς· ἦσαν δὲ οἱ τοῦ Βορέου παῖδες Ζήτης καὶ Κάλαϊς· ἐπαύσατο ἡ κατ’ αὐτοῦ γινομένη χλεύη, καὶ τοὐναντίον ἐθαυμάσθη. διὰ τοῦτο οὖν λέγει τὴν πεῖραν πεπαυκέναι τῆς ὕβρεως τῆς κατ’ αὐτοῦ τὰς Λημνιάδας γυναῖκας. χαλκέοισιν δὲ ἐν ἔντεσι ν : ὁπλῖται γὰρ ἔτρεχον. |
| O 4 34b | ὁ δὲ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ· ἵν’ ᾖ· χαλκέοις γὰρ ἐν ὅπλοις νικῶν. χαλκέοις δ ’ ἐν ἔντεσι ν : ὁ δέ ἀντὶ τοῦ γάρ. |
| O 4 34c | τὸν γὰρ ἔνοπλον δρόμον νικήσας ὁ Ἐργῖνος, εἶτα προσιὼν τῇ Ὑψιπύλῃ ἐπὶ τῷ στεφθῆναι εἶπε πρὸς αὐτὴν δεικτικῶς· οὗτος ἐγώ. μετὰ στέφανο ν : ἐπὶ τὸ στεφθῆναι ἀπιὼν εἶπε τῇ Ὑψιπύλῃ. |
| O 4 37 | οὗτος ἐγ ώ : τὸ οὗτος ἐγὼ ταχυτᾶτι δεικτικόν. χεῖρες δὲ καὶ ἦτο ρ : αἱ δὲ χεῖρές μου καὶ ἡ ψυχὴ κατάλληλοι. |
| O 4 38 | ἀλλ’ ὅμοιος ἔσομαι, ὅμοια ἐνθυμούμενος καὶ πράττων. φύονται καὶ νέοι ς : ὡς καὶ τοῦ Ψαύμιδος προπολιοῦντος καὶ νικήσαντος. |
| O 4 39b [1] | ἄλλως· πολλάκις τις νέος ὢν πολιοῦται καὶ παρὰ τὸν τῆς ἡλικίας ἐοικότα χρόνον. δηλονότι καὶ αὐτὸς ὁ Ψαῦμις πολιὸς ἦν καὶ οἷον προπόλιος. ὕμνου τέλος Ψαύμιδος ἐκ Καμαρίνης. Scholia in Olympionicarum carmen V Τῷ αὐτῷ ἀπήνῃ καὶ κέλητι καὶ τεθρίππῳ. |
| O 5 metr (t) | Τῷ αὐτῷ ἀπήνῃ καὶ κέλητι. inscr. b B Τὸ εʹ εἶδος γʹ ἔχει περιόδους ἁπλᾶς πάσας ἑαυταῖς συμφωνούσας· οὐ γάρ ἐστιν ἐπῳδὸς ἡ γʹ. |
| O 5 metr a [15] | ἐκ κώλων δέ εἰσιν ιθʹ. τὸ αʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ ἰωνικὸν ἀπ’ ἐλάττονος, τῆς αʹ συζυγίας τρίτον παίωνα ἐπιδεξαμένης· ὅπερ γίνεται ἐπὶ τῶν ἰωνικῶν. τὸ γʹ ἰθυφαλλικὸν παρὰ μίαν συλλαβήν. τὸ δʹ δακτυλικὸν πενθημιμερές. τὸ εʹ ἰθυφαλλικόν. τὸ ϛʹ ἀναπαιστικόν· σύγκειται δὲ ἐκ βʹ ἀναπαίστων καὶ βακχείου, ὅπερ πάσχει τὰ ἀναπαιστικὰ, καὶ ἑξῆς ἀναπαίστου καταληκτικοῦ. τὸ ζʹ ἰθυφαλλικόν. τὸ ηʹ Φερεκράτειον. τὸ θʹ προσοδιακὸν ἐκ τοῦ ἀπ’ ἐλάσσονος καὶ χοριάμβου. τὸ ιʹ δακτυλικὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ δακτυλικὸν πενθημιμερές. τὸ ιβʹ ἰθυφαλλικόν. τὸ ιγʹ ὅμοιον τῷ ϛʹ. τὸ ιδʹ ἰθυφαλλικόν. τὸ ιεʹ δίμοιρον ἔπους. τὸ ιϛʹ ἰθυφαλλικόν. τὸ ιζʹ δίμοιρον ἔπους. τὸ ιηʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ιθʹ ἰθυφαλλικόν. inscr. b DEQ ὅμοιον δέ ἐστι μονοστροφικῷ· ἐκ γʹ γὰρ περιόδων ἐστὶ τῶν αὐτῶν, ἐπῳδὸς δὲ οὐκ ἔστιν. |
| O 5 inscr a | Αὕτη ἡ ᾠδὴ ἐν μὲν τοῖς ἐδαφίοις οὐκ ἦν, ἐν δὲ τοῖς Διδύμου ὑπομνήμασιν ἐλέγετο Πινδάρου. 1B 6DEQ γέγραπται τῷ αὐτῷ Ψαύμιδι τεθρίππῳ καὶ ἀπήνῃ καὶ κέλητι νενικηκότι τὴν ὀγδοηκοστὴν δευτέραν Ὀλυμπιάδα. |
| O 5 inscr b | inscr. a περὶ δὲ τῆς ἀπήνης Πολέμων φησί· ἤγετο δὲ ἐν Ὀλυμπίᾳ ἀπήνης ἀγὼν, καί εἰσιν οἱ ἀγωνισάμενοι ἡμίονοι· καταλυθῆναι δὲ τοῦτο τὸ ἀγώνισμα κατὰ τὴν οδʹ Ὀλυμπιάδα καὶ εἶναι ιγʹ νίκας. |
| O 5 inscr c [5] | τὴν δὲ ἀπήνην λαμπήνην λεγέσθαι ὑπὸ Τεγεατῶν φησιν ὁ Πολέμων· οἱ δὲ, Θετταλῶν εἶναι τὴν λέξιν. ἐτυμολογεῖται δὲ ἀπήνη αἰπεινή τις οὖσα διὰ τὴν ὑπερτερίαν· διὸ καὶ ὑψηλᾶν ἀρετᾶν τὸν Πίνδαρον λέγειν ὁ λόγος. ὦ θύγατερ Ὠκεανοῦ Καμάρινα, δέχου τὸν γλυκὺν ἄωτον τῶν στεφάνων καὶ τῶν ἀρετῶν τῶν ἐν Ὀλυμπίᾳ καρδίᾳ γελανεῖ, τουτέστι γαληνιαζούσῃ, καὶ τῆς ἀκαμαντόποδος ἀπήνης καὶ τὰ δῶρα τοῦ Ψαύμιδος· σοὶ γὰρ αὐτὰ παρακομίζει. |
| O 5 1b [10] | Ὑψηλᾶν ἀρετᾶ ν : ὁ νοῦς· λέγει πρὸς τὴν Καμάριναν τὴν Ὠκεανοῦ, ᾗ ὁμώνυμος ἡ πόλις καὶ ἡ λίμνη, ὅτι δέξαι τῶν ἀρετῶν καὶ τῶν στεφάνων τῶν ἐν Ὀλυμπίᾳ καὶ τῆς ἀπήνης τὸ ἄωτον, ἀντὶ τοῦ τὸν ὕμνον, ὅς ἐστι δῶρα τοῦ Ψαύμιος νενικηκότος. τὸν ὕμνον δὲ ἄωτον τῶν στεφάνων καὶ τῶν ἀρετῶν εἶπεν, ἐπεὶ οἱ νικῶντες ἐκ τοῦ ὑμνεῖσθαι εὐκλεεῖς γίνονται. Ἀρίσταρχος δὲ ἀκούει Ὠκεανοῦ θυγατέρα Καμάριναν τὴν λίμνην, ἀφ’ ἧς καὶ τὴν πόλιν ὠνομάσθαι. Ἀρτέμων δὲ (FHG IV, 341) πρὸς τὴν Ἀρέθουσαν τὸν λόγον εἶναί φησιν. αὕτη δὲ ἐν Συρακούσαις κρήνη· ὑποτέτακται δὲ ἡ Καμάρινα ταῖς Συρακούσαις. ἔχει δὲ ἡ Ἀρέθουσα καὶ πᾶσα κρήνη τὰς πηγὰς ἀπὸ Ὠκεανοῦ. βέλτιον δὲ ὡς Ἀρίσταρχος. ἄλλως· Καμάρινα καὶ ἡ πόλις τοῦ Ψαύμιδος καλεῖται καὶ λίμνη πλησίον αὐτῆς κειμένη. |
| O 5 1c [5] | οἱ μὲν οὖν φασιν ὅτι τῇ πόλει τὸ ὄνομα ἐτέθη ἀπό τινος νύμφης οὔσης, οἱ δὲ ἔκ τινος Ὠκεανοῦ θυγατρὸς ἀμφοτέραις, ὡς Ἡσίοδος (th. 364)· τρὶς γὰρ μυρίαι εἰσὶ τανίσφυροι Ὠκεανῖναι. πρὸς θυγατέρα οὖν τοῦ Ὠκεανοῦ τὴν Καμάριναν λέγει. ὁ δὲ νοῦς· ὦ τοῦ Ὠκεανοῦ θύγατερ Καμάρινα, δέχου τὸν γλυκὺν ἄωτον (λέγει δὲ τὸν ὕμνον) τῶν ἐν Ὀλυμπίᾳ ὑψηλοτάτων ἀρετῶν καὶ τῶν στεφάνων τῆς τε ἀπήνης καὶ τοῦ Ψαύμιδος, δέχου δὲ τὸ τοιοῦτο δῶρον φαιδρῷ προσώπῳ. |
| O 5 1d | inscr. a DQ metr. b E καρδίᾳ γελανε ῖ : γαληνιώσῃ καὶ φαιδρᾷ. |
| O 5 6a | ἀκαμαντόποδος ἀπήνη ς : ἁμάξης. ἀπήνη δέ ἐστιν ἅρμα ἐξ ἡμιόνων ζευχθέν. |
| O 5 6b | εἰθισμένου δὲ ἵπποις ἀγωνίζεσθαι, Ἀσάνδραστος ἐπετήδευσε καὶ ἡμιόνοις ἀγωνίζεσθαι. χρόνος δέ τις οὐ μακρὸς, ἀλλὰ δεκαετὴς τοῦτο διέλυσε· διελύθη γὰρ περὶ πεʹ Ὀλυμπιάδα. ἀκαμαντόποδος δὲ, τῆς κατὰ τὸν δρόμον ἀκοπιάστου ἀπήνης. |
| O 5 7a [5] | Ψαύμιός τε δῶρ α : ὅστις Ψαῦμις, ὦ νύμφη Καμάρινα, τὴν σοὶ ὁμώνυμον πόλιν ἐπαίρων καὶ δοξάζων, τὴν εὐδαίμονα καὶ πολυάνθρωπον Καμάριναν, τοὺς λεγομένους διδύμους βωμοὺς ἐν τῇ Ἤλιδι ἓξ ἐκόσμησε βουθυσίαις ὑπὸ ταῖς ἑορταῖς τῶν θεῶν ταῖς μεγίσταις. οἱ γὰρ νικῶντες ἔθυον ἐν τοῖς ἓξ βωμοῖς. 10C ἄλλως· ὃς τὰν σὰν πόλιν αὔξω ν : πρὸς τὴν ἡρωΐδα ἀφ’ ἧς ἡ πόλις· ἀπὸ γὰρ τῆς κρήνης καὶ ἡ πόλις. |
| O 5 7b | 13C τὰν σὰν πόλι ν : τὴν Καμάριναν ὁμώνυμον τῇ πόλει λίμνην οὖσαν ἀκούουσιν, ἀφ’ ἧς καὶ αὐτὴ ἡ πόλις ὠνόμασται. |
| O 5 8a | διὸ καὶ Ὠκεανοῦ θυγατέρα αὐτὴν λέγει. σὰν πόλι ν : τὴν ἀπὸ σοῦ προσαγορευομένην καὶ χρηματίζουσαν, διὰ τὸ ἐν ἀξιώματι. |
| O 5 10a [10] | βωμοὺς ἕ ξ : ἀφ’ ἱστορίας τοῦτο εἴληφεν· ἱστορεῖ γὰρ περὶ τῶν ἓξ βωμῶν Ἡρόδωρος (FHG II, 36) γραμματικός· ἐλθὼν δὲ εἰς τὴν Ἦλιν τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν ἱδρύσατο Διὸς Ὀλυμπίου καὶ Ὀλυμπίαν τοῦ θεοῦ ὁμώνυμον τὴν χώραν ἔθεντο. ἔθηκε δὲ αὐτῷ αὐτόθι καὶ ἄλλοις θεοῖς βωμοὺς ἓξ τῷ ἀριθμῷ σύμβολον τῶν ιβʹ θεῶν, καὶ πρῶτον τὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ᾧ σύμβωμον ἐποίησε τὸν Ποσειδῶνα· δεύτερον Ἥρας καὶ Ἀθηνᾶς· τρίτον Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτον Χαρίτων καὶ Διονύσου· πέμπτον Ἀρτέμιδος καὶ Ἀλφειοῦ· ἕκτον Κρόνου καὶ Ῥέας. καὶ ἐπὶ πέντε ἡμέρας ἦγον τὴν ἑορτὴν βουθυσίας ποιοῦντες καὶ ἀγῶνας ἐπιτελοῦντες. βωμοὺς ἕ ξ : Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βωμοὺς κατασκευάσαντα. |
| O 5 10c [5] | ἄλλως· Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος· δεύτερος Ἥρας καὶ Ἀθηνᾶς· τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτος Χαρίτων καὶ Διονύσου· πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ· ἕκτος Κρόνου καὶ Ῥέας· ὥς φησιν Ἡρόδωρος. 7 b C ἀέθλων τε πεμπαμέροι ς : ὅτι πεμπάμερος ἢ πενθήμερος ὁ ἀγὼν λέγεται· πρὸς γὰρ εʹ ἡμέρας ἄγεται, ἀπὸ ιαʹ ἀρχόμενος 〈καὶ〉 λήγων εἰς ιεʹ· καὶ στεφάνους ἔχει κηʹ, οἷς στεφανοῦσι τοὺς νικῶντας. |
| O 5 13b | πεμπταμέροις ἁμίλλαι ς : ἐπειδὴ ἐπὶ πέντε ἡμέρας ἤγετο αὐτὰ τὰ ἀγωνίσματα [ἀπὸ ιαʹ μέχρις ιϛʹ]. ἡνίκα οὖν ἐτελεῖτο τὰ ἆθλα τῶν πενθημέρων ἀγώνων, ἐγέραιρε τοὺς βωμούς· ἐκόσμησε δὲ τοὺς βωμοὺς νικήσας ἵπποις [τεθρίππῳ] καὶ ἡμιόνοις καὶ κέλητι. |
| O 5 13d | πεμπταμέροι ς : ἐπεὶ ἐν πέντε ἡμέραις ἤγετο τὰ Ὀλύμπια, ἀπὸ ἑνδεκάτης μέχρις ἑξκαιδεκάτης. μοναμπυκίᾳ τ ε : καὶ ἵπποις καὶ ἡμιόνοις καὶ μοναμπυκίᾳ, ὅ ἐστι κέλητι· ἄμπυξ γὰρ κατὰ Θετταλοὺς ὁ χαλινός. |
| O 5 15b [5] | μοναμπυκί ᾳ : μονοχαλίνῳ. νοητέον δὲ ἑνὶ ἵππῳ τῷ λεγομένῳ κέλητι. ἄμπυξ μὲν γὰρ κυρίως ἀνάδημα τῆς κεφαλῆς τι, καὶ λῶρος χρυσῷ καὶ λίθοις πεποικιλμένος, ὃν περὶ τὰς κεφαλὰς αἱ γυναῖκες φοροῦσι· μεταφορικῶς δὲ καὶ οἱ διάχρυσοι χαλινοὶ ἄμπυκες λέγονται· ὡς Ὅμηρος (Ε 358)· χρυσάμπυκας ἵππους· καὶ ἀλλαχοῦ (Χ 469)· ἄμπυκα κεκρύφαλόν τ’ ἠδὲ πλεκτὴν ἀναδέσμην. τὶν δὲ κῦδο ς : σοὶ δὲ, ὦ νύμφη Καμάρινα, τὴν ἐκ τῆς νίκης δόξαν ἀνέθηκεν· ἀντὶ τοῦ, σοὶ χάριν ὁμολογεῖ ἐπὶ τῇ νίκῃ. |
| O 5 16 [10] | ἔτι γε μὴν καὶ τὸν αὑτοῦ πατέρα τὸν Ἄκρωνα ἀνεκήρυξεν· ἐν γὰρ τῷ ἀγῶνι οἱ νικῶντες καὶ ἀπὸ πατέρων ἀνηγορεύοντο καὶ ἀπὸ προγόνων καὶ πόλεων. καὶ τὴν νέοικον οὖν ἕδραν ἀνηγόρευσεν, τὴν πόλιν αὐτοῦ τὴν νεωστὶ ἱδρυθεῖσαν καὶ οἰκισθεῖσαν. κτίζεται μὲν γὰρ ἡ Καμάρινα μεʹ Ὀλυμπιάδι· ἐπικρατησάντων δὲ Συρακουσίων πορθεῖται τῇ νζʹ Ὀλυμπιάδι· εἶτα ἐν τῇ πεʹ Ὀλυμπιάδι τῷ μεταξὺ χρόνῳ καθ’ ὃν ἐνίκησεν ὁ Ψαῦμις ἀνακτίζεται. εἰκότως οὖν αὐτὴν νέοικον ὀνομάζει. ὃν πατέρα Ἄκρω ν ’ ἐκήρυξε ν : Ἄκρων ἐκαλεῖτο ὁ πατὴρ Ψαύμιδος. |
| O 5 18 | ὁ γὰρ νικῶν πατέρα καὶ πατρίδα ἀνακηρύσσει. τὰν νέοικον ἕδρα ν : νέοικον ἕδραν εἶπε τὴν Καμάριναν ὁ Πίνδαρος. |
| O 5 19a [5] | σαφηνίζει Τίμαιος ἐν τῇ δεκάτῃ· εἰσὶ δὲ οὗτοι οἱ Καμαριναῖοι .... ὑπὸ τοῦ Γέλωνος τυράννου ἀνῃρέθησαν· εἶτα ὑπὸ Γελώων συνῳκίσθησαν ἐπὶ τῆς ... Ὀλυμπιάδος. ἡ δὲ ἅλωσις ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Πέρσου διάβασιν. τὰν νέοικον ἕδρα ν : Ἱπποκράτης ὑπὸ τοῦ τῶν Γελώων τυράννου ἀνῃρέθη· εἶτα ὑπὸ Γελώων συνῳκίσθη ἡ Καμάρινα κατὰ τὴν †μβʹ Ὀλυμπιάδα, ὥς φησι Τίμαιος (FHG I, 214)· διὸ καὶ νέοικον ἕδραν εἶπε τὴν πόλιν. |
| O 5 19b [5] | ἡ δὲ ἅλωσις αὐτῆς ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Ὑστάσπου στρατείαν. Φίλιστος ἐν γʹ (FHG I, 187) φησὶν ὅτι Γέλων Καμάριναν κατέσκαψεν· Ἱπποκράτης δὲ πολεμήσας Συρακουσίοις καὶ πολλοὺς αἰχμαλώτους λαβὼν ὑπὲρ τοῦ τούτους ἀποδοῦναι ἔλαβε τὴν Καμάριναν καὶ συνῴκισεν αὐτήν. |
| O 5 19c [5] | ὁ γοῦν Πίνδαρος συνῳκισμένην οἶδε τὴν Καμάριναν. ὅτι δὲ περὶ τὴν πʹ ἐνίκησεν Ὀλυμπιάδα ὁ Ψαῦμις τῇ ἀπήνῃ, οὕτως συνορᾶται· καταλύεται γὰρ αὐτῇ τὸ ἀγώνισμα περὶ ὀγδοηκοστὴν εʹ Ὀλυμπιάδα· τῷ δὲ ἅρματι ἐνίκησε τὴν πβʹ· ὥστε τὴν παʹ Ὀλυμπιάδα ἐνίκησε τῇ ἀπήνῃ ὁ Ψαῦμις. |
| O 5 20a | ἱκὼν δ ’ Οἰνομάο υ : ἀπὸ τῆς Πίσης. περιφραστικῶς ἀπὸ τῆς Πελοποννήσου ἐλθών. |
| O 5 20c | ὅτι καὶ ὁ Οἰνόμαος ἐν Ὀλυμπίᾳ ᾤκει. ἱκὼν δὲ ἀντὶ τοῦ παραγενόμενος. |
| O 5 20e [25] | ἄλλως· ἱκὼν δ ’ Οἰνομάου ἕως τόνδε δᾶμον ἀστῶ ν : ὁ νοῦς· ἐλθὼν δὲ ἐκ τοῦ ἀγῶνος καὶ τῆς Πίσης νικήσας ὑμνεῖ μὲν τὸ σὸν ἄλσος, ὦ πολιοῦχε Ἀθηνᾶ· ἀντὶ τοῦ σὲ ὑμνεῖ· ὑμνεῖ δὲ καὶ τὸν ποταμὸν τὸν Ὄανον καλούμενον καὶ τὴν ἐγχωρίαν λίμνην Καμάριναν· ὑμνεῖ δὲ καὶ τοὺς ὀχετοὺς τοῦ Ἱππάριδος ποταμοῦ, ὅστις τοῖς μὲν ὀχετοῖς αὐτοῦ ἄρδει τὸν ὅλον ὄχλον τε καὶ τόπον, προσκολλᾷ δὲ καὶ προστίθησιν ἀδιαλείπτως ἄλσος μέγα καὶ τόπον πολύν τε καὶ ὑψηλὸν, ὡς δύνασθαι καὶ θαλάμους ἐξ αὐτοῦ καὶ μεγάλας ποιεῖν οἰκίας· ἄγει δὲ τὸν δῆμον αὐτὸν εἰς φῶς καὶ χαρὰν ἐξ ἀμηχανίας καὶ ἀπορίας, πάντα παρέχων. λέγεται γὰρ καὶ ναυσίπορος εἶναι καὶ πολύιχθυς. καὶ ὁ μὲν Ἀρίσταρχος βούλεται οὕτω, θαλάμων κατασκευὰς τὸν Ἵππαριν τῇ Καμαρίνῃ παρέχειν· φησὶ γὰρ ὅτι διὰ μέσης ῥέων τῆς Καμαρίνης τῇ πλημμυρίᾳ ἀναπλάσσει γῆν, ἀφ’ ἧς πλινθεύοντες οἱ Καμαριναῖοι οἰκοδομοῦσι τὰς οἰκίας. προσπλάσσει δὲ γῆν ὡς καὶ ὁ Ἀχελῷος ταῖς Ἐχινάσι καὶ ὁ Νεῖλος τῇ Αἰγύπτῳ. ὁ δὲ Δίδυμος οὐ τοῦτο βούλεται· οὐ γάρ φησι τοσοῦτον πλημμυρεῖν ὡς δύνασθαι τῇ νεωστὶ κατασκευασθείσῃ πόλει τοσοῦτον παρασχεῖν πηλὸν πρὸς πλινθοποιίαν. ἀλλὰ τοῦτό φησιν, ὅτι ὁ ποταμὸς διὰ μέσης τῆς ὕλης ῥεῖ· εἶτα κοπτόντων τῶν Καμαριναίων τὰ ξύλα εἰς κατασκευὴν οἴκων, ἀμηχανούντων δὲ πρὸς τὴν καταγωγὴν, ὑποδέχεσθαι καὶ τῷ πολλῷ ῥεύματι κατάγειν εἰς τὴν πόλιν. οὕτω καὶ τὸ ταχέως προσκεῖσθαι τῷ λόγῳ φαμέν. 27C πα ρ ’ εὐηράτων σταθμῶ ν : ἐπεράστων οἴκων· νῦν γὰρ καταχρηστικώτερον σταθμῶν τῶν οἴκων. |
| O 5 21a | λέγει δὲ ἀπὸ τῆς Ὀλυμπίας. γράφεται εὐηλάτω ν · ἔνθα αἱ ἱππηλασίαι γίνονται. |
| O 5 22 | πολιάοχ ε : Καμαριναίων θεὸς ἡ Ἀθηνᾶ καὶ διὰ πλείστης τιμῆς παρ’ αὐτοῖς οὖσα ἡ θεός. καὶ Ἀθήναιον ἐπίσημον ἐν Καμαρίνῃ. εἰς τοῦτο δὲ εἰώθει ὁ κῶμος ἄγεσθαι ἐπὶ τῇ νίκῃ καὶ ὁ ὕμνος ᾄδεσθαι. [ Ὄανο ν:] Ἀθηνᾶς ἱερὸν ἐπίσημον ἐν Καμαρίνῃ. |
| O 5 25b | ποταμόν τε Ὄανο ν : ποταμὸς ἐν Καμαρίνῃ Ὄανος. τοὺς δὲ ἱεροὺς τόπους ἄλση εἰώθασι λέγειν. |
| O 5 25c | 34C Ἵππαρι ς : ὁ Ἵππαρις λέγεται τὰς ῥύσεις τῶν ὑδάτων ἔχειν οὐχ ὁμοίας, ἀλλὰ τὴν μὲν γλυκεῖαν, τὴν δὲ πικράν· ὅπερ κρύπτων ὁ ποιητὴς σεμνοὺς ὀχετοὺς λέγει. |
| O 5 27a [5] | Ἵππαρις δὲ ποταμὸς Σικελίας· .... καὶ Καμάριναν, ἵν’ Ἵππαρις ἀγκύλον ἕρπει. Ἀρίσταρχος παριέναι φησὶ τὸν Ἵππαριν τὴν πόλιν καὶ προσχωννύντα ἰλὺν ἀναπλάσσειν αὐτῇ γῆν, καθάπερ τὸν Ἀχελῷον ταῖς Ἐχινάσι νήσοις καὶ τὸν Νεῖλον τῇ Αἰγύπτῳ· κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει γῆν. |
| O 5 27b [10] | τοῦτο δέ φησιν ὁ Δίδυμος ἀμάρτυρον εἶναι· οὐ γὰρ ἱστορεῖται περὶ τὸν Ἵππαριν καὶ τὴν Καμάριναν τοῦτο γενόμενον· οὐ γὰρ πλημμύρᾳ χρῆται ὁ ποταμὸς καταφερόμενος. βέλτιον οὖν οὕτως τινές· ἐπειδὴ ἐξ ὑπογυίου συνῴκισται ἡ Καμάρινα, καθὰ καὶ νέοικον αὐτὴν προσηγόρευσε, γειτνιᾷ δὲ Ἵππαρις αὐτῇ, κατὰ τοῦτο φάναι ἐπὶ τοῦ συνοικισμοῦ κολλᾶσθαι ὑπ’ αὐτοῦ σταδίων θαλάμων ταχέως ὑψίπυργον ἄλσος, ἐπεὶ τὰ ἐπιτήδεια πρὸς τὴν οἰκοδομὴν διὰ τοῦ κατάπλου προσεκομίζετο ὥστε ποιεῖν σταδίους θαλάμους. Ἵππαρι ς : ποταμὸς οὗτος ἐν Καμαρίνῃ. |
| O 5 27c | ἔστι δὲ αὐτοῦ τοῦ ῥεύματος τὸ μέν τι γλυκὺ, τὸ δὲ ἁλμυρόν· διὸ καὶ τὸν Πίνδαρον εἰρηκέναι σεμνοὺς ὀχετοὺς ἀναστέλλοντα. κολλᾷ τε σταδίω ν : εὖ ἑστώτων. |
| O 5 29a | ἑδραίων. ὅτι προσχώννυσι καὶ προστίθησί τινα τῇ πόλει γῆν. |
| O 5 29c | κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει. τὸ δὲ σταδίων θαλάμων ἄλσος ἀντὶ τοῦ πρὸς οἰκοδομὴν ἐπιτήδειον οἴκων. |
| O 5 29e [5] | ἄλλως· κολλᾷ τε σταδίω ν : Ἀρίσταρχός φησιν ἰλὺν καταφέρειν τὸν Ἵππαριν ὡς καὶ τὸν Νεῖλον· ἐκ δὲ τῆς ἰλύος κατασκευάζεσθαί φησιν ἄλση· κυρίως γὰρ ἀκούεσθαι τὰ ἄλση. οὐκ ἔστι δὲ, ἀλλ’ ὑψίγυια ἄλση τοὺς οἴκους φησὶ παρὰ τὸ ἑστάναι ὡς τὰ ἄλση. ἄλσος δὲ θαλάμων, τὸ πλῆθος τῶν οἴκων, τουτέστιν αὐτὴν τὴν πόλιν, ὡσεὶ ἔλεγε δένδρων ἄλσος. |
| O 5 29f | σταδίων δὲ οἷον ἑδραίων. DEHQ ὁ οὖν Ἵππαρις κολλᾶ καὶ προστίθησιν ἐπὶ τῇ πόλει τοὺς θαλάμους, καθὸ δι’ αὐτοῦ εἰσκομίζεται τὰ πρὸς τὴν κατασκευὴν ὑπουργήματα, καὶ διὰ τοῦτο αἴτιος τοῦ τὰς οἰκίας κατασκευάζεσθαι. |
| O 5 29g | μεσόγειος γάρ ἐστιν ἡ χώρα. ἄλλως· θάλαμος κυρίως ἐστὶν οἶκος ἐν ᾧ κατακλείονται αἱ νυμφευόμεναι, ὅτι θάλλουσαι τῇ ἡλικίᾳ συνέρχονται γάμῳ· καταχρηστικῶς δὲ νῦν ὅλας τὰς οἰκίας θαλάμους εἶπεν ὁ Πίνδαρος. |
| O 5 29h | 22C 37D ὑψίγυιον ἄλσο ς : ὑψηλὸν ἀπὸ τῆς γῆς. |
| O 5 31b | ἔχον μακροὺς κλάδους, τουτέστι ξύλα μακρὰ οἷς †λακτίζουσι καὶ ὀροφοῦσι τοὺς θαλάμους. ὑψίγυιο ν : ὑψηλόν. |
| O 5 31d | πρὸς οἰκοδομίαν χρήσιμον. ὑ π ’ ἀμηχανία ς : ὑπ’ ἀπορίας. |
| O 5 34a | αἰεὶ δ ’ ἀμ φ ’ ἀρεταῖσι ν : ὡμολόγηται ὅτι ἕνεκα τοῦ κτήσασθαι ἀρετὴν καὶ πόνους τις καὶ μεγάλας δαπάνας καταβάλλεται καὶ πρὸς πᾶν ἔργον ἐπικίνδυνον ἀπομάχεται ἡ δαπάνη καὶ ὁ πόνος. κινδύνῳ δὲ κεκαλυμμένον εἶπε νῦν, ἐπειδὴ οὐ μόνον ἄδηλός ἐστι τοῖς τὰ ἑαυτῶν δαπανῶσιν ἡ ἐν Ὀλυμπίᾳ νίκη, ἀλλ’ ὅτι καὶ πλεῖστοι τῶν ἀγωνιζομένων ἀπέθανον ἐν τῷ σταδίῳ. |
| O 5 34b [5] | τοῦτο δὲ οὐκ ἔστι πρόδηλον, οὐδὲ γὰρ πᾶσι συμβαίνει, ἀλλὰ κεκάλυπται ὁ τοιοῦτος κίνδυνος τῇ ἀδηλίᾳ. ἐνδείκνυται δὲ ὅτι οὐ μικρόν ἐστι νικῆσαι Ὀλύμπια. 41D πόνος δαπάν α : πονεῖν ἔφη καὶ δαπανᾶν τοὺς ὀρεγομένους ἀρετῆς· καὶ πόνον μὲν τὴν γυμνασίαν εἶπε, δαπάνην δὲ τὴν ἱπποτροφίαν. |
| O 5 34c | (Hes. O. et D. 289)· τῆς ἀρετῆς ἱδρῶτα θε[οὶ προπάροιθεν ἔθηκαν]. τὸ ἀγωνίζεσθαι οὐκ ἐκτός ἐστι κινδύνου διὰ τὸ ἄδηλον τῆς τύχης. |
| O 5 34d | οἱ δὲ λέγουσιν ὅτι μετὰ κινδύνου ἐνίκησεν ὁ ὑμνούμενος. κινδύνῳ κεκαλυμμένο ν : πρὸς τὴν νίκην· ἄδηλος γάρ ἐστιν αὕτη τοῖς ἀγωνιζομένοις. |
| O 5 36b | ἔργον κινδύν ῳ : τῇ ἀδηλίᾳ· ἄδηλος γὰρ ἡ τῆς νίκης ἔκβασις. πρὸς ἔργο ν : τὴν νίκην λέγει, ὅτι ἄδηλός ἐστιν. |
| O 5 37a | εὖ δὲ ἔχοντε ς : εὐδαιμονήσαντες δὲ καὶ σοφοὶ καὶ λόγιοι τοῖς πολίταις ἔδοξαν εἶναι. εὖ δὲ ἔχοντε ς : εὖ δὲ πράξαντες οἱ ἀρετῆς ἀντιποιούμενοι, ὅ ἐστιν ἐπιτυχόντες οἱ νικήσαντες, καὶ σοφίας δόκησιν ἔχουσιν. |
| O 5 37c | ἄλλως· οἱ ἐνάρετοι καὶ πονοῦσιν ἅμα καὶ ἀναλίσκουσιν ἕνεκα τοῦ ἀρετὴν κτήσασθαι. ἢ οὕτω· παρὰ σοὶ, Ψαῦμι, ἕνεκα τῶν ἀρετῶν ὁ πόνος τῇ δαπάνῃ μάχεται· καὶ γὰρ δαπανᾷς καὶ ταλαιπωρεῖς. |
| O 5 37e | σοφοὶ καὶ πολίται ς : οἱ γοῦν εὐδαιμονήσαντες καὶ καλῶς διάξαντες κατὰ τὸν βίον ἤδη που καὶ σοφοὶ καὶ λόγιοι ἔδοξαν εἶναι παρὰ τοῖς πολίταις. σωτὴρ ὑψινεφέ ς : Ἀττικῶς ἀντὶ τοῦ ὑψινεφής. |
| O 5 39b | Ζεῦ, ὅστις σωτὴρ τυγχάνεις καὶ τῶν ἐν ὕψει νεφελῶν κρατεῖς τόν τε λόφον οἰκεῖς τοῦ Κρόνου. Κρόνιον δὲ ὄρος ἐστὶν ἐν τῇ Πίσῃ ἱερὸν Κρόνου. |
| O 5 39c | 42C 34D τιμῶν τ ’ Ἀλφεό ν : καὶ τιμῶν καταξιῶν καὶ τὸν Ἀλφειὸν ποταμόν. |
| O 5 41b | ἀπὸ δὲ μέρους τὴν Ἦλιν λέγει, διὰ τὸν ἀγῶνα. 53C Ἰδαῖόν τε σεμνὸν ἄντρο ν : Ἰδαῖον ἄντρον ἐν Ἤλιδι Δημήτριος ὁ Σκήψιος νέων διακόσμου ἱερὸν Διός. |
| O 5 42a [5] | ἔνιοι δὲ νομίζοντες μὴ τῶν ἐν Ἤλιδι χωρίων αὐτὸν μεμνῆσθαι ὑπέλαβον μνημονεύειν Ἴδης τῆς ἐν Κρήτῃ ἢ τῆς ἐν Τροίᾳ. οὕτως Θέων φησίν. Ἰδαῖόν τε σεμνὸν ἄντρο ν : τὸ Κρητικὸν ὄρος, ἔνθα ἀνετράφη ὁ Ζεὺς ὑπὸ τῶν Κουρήτων φρουρούμενος. |
| O 5 42b | ἄντρον δὲ τὸ σπήλαιον λέγει. μέμνηται δὲ τῆς ἀνατροφῆς τοῦ Διὸς καὶ ὁ Καλλίμαχος ἐν ὕμνοις (I, 46 sqq.). ἱκέτας σέθε ν : παρακαλῶ σε, Ζεῦ, Λυδίαις ὑμνῶν εὐρυθμίαις φυλάττειν τὴν Καμάριναν ἐν νίκαις καὶ ἀνδρείαις. |
| O 5 44b | ἱκέτας σέθεν ἔρχομα ι : ἡ ἀνταπόδοσις τῆς ἐπικλήσεως· ὦ Ζεῦ, ἱκέτης σου ἔρχομαι· ἵν’ ᾖ· ἱκετεύω σε, Ζεῦ. Λυδίοις ἀπύω ν : Λυδιστὶ ἡρμοσμένοις. |
| O 5 44c | Πτολεμαῖος δὲ ὁ ἐπιθέτης τοὺς ἐν Λυδίᾳ αὐλούς φησι πρωτεύειν ἐν τῇ τέχνῃ. Λυδίοις ἀπύω ν : ἀντὶ τοῦ βοῶν, ᾄδων. |
| O 5 44e | αἰτήσω σέ, φησιν, ὦ Ὀλυμπιόνικε Ψαῦμι, καὶ σὲ τοῖς ἵπποις ἐπιτερπόμενον εὔθυμον ἔχειν γῆρας καὶ φέρειν σε ἐπὶ τελευτὴν υἱῶν παρισταμένων. ἄλλως· Λυδίοις ἀπύων ἐν αὐλοῖ ς : βοῶν. |
| O 5 44f | ᾄδων. ἢ ὅτι αἱ λεγόμεναι γλωσσίδες τῶν αὐλῶν ἐν Λυδίᾳ γίνονται, ἢ ὅτι τοὺς μετὰ Πέλοπος ἐλθόντας πρώτους αὐλητὰς οἱ Ἕλληνες ἐμιμήσαντο. |
| O 5 44g | γλυκὺ δὲ τὸ Λύδιον μέλος. ἔρχομαι οὖν αἰτήσων σε διὰ Λυδίου μελῳδίας ὥστε σε ταύτην τὴν πόλιν, τὴν Καμάριναν, ταῖς εὐανδρίαις καὶ ταῖς εὐφημίαις αὔξειν καὶ ἀγάλλειν. |
| O 5 44i [5] | εὐρυθμίαις δὲ Λυδίαις, Λυδιστὶ ἡρμοσμέναις. αἰτήσων πόλιν εὐανορίαι ς : αἰτήσω δὲ σέ, φησιν, Ὀλυμπιόνικε Ψαῦμι, σὲ τὸν ἵπποις τοῦ Ποσειδῶνος ἐπιτερπόμενον (τῆς γὰρ ἱππικῆς ἔφορος 〈ὁ θεόσ〉, εὔθυμον ἔχειν γῆρας καὶ φέρειν εἰς τὴν τελευτὴν, υἱῶν σου παρισταμένων. |
| O 5 48 [5] | σέ τ ’ Ὀλυμπιόνικ ε : πάλιν ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Ψαῦμιν· καὶ σὲ ἦλθον αἰτήσων, ὦ τὰ Ὀλύμπια νενικηκὼς, ταῖς ἵπποις ἐπιτερπόμενον· Ποσειδανίαισι δὲ, ἐπεὶ φίλιππος ὁ θεός· μέχρι τῆς τελευτῆς σου τοῦ βίου διάγειν ἐν εὐθυμίᾳ καὶ τὸ γῆρας τοῖς καλοῖς τέρπειν. 41C υἱῶν Ψαῦμ ι : ἢ εὔχεται παῖδας αὐτῷ γενέσθαι, ἢ ὑπὲρ τῶν ὄντων καὶ παρεστώτων αὐτῷ. |
| O 5 53b | υἱῶ ν , Ψαῦμ ι , παρισταμένω ν : παρεστώτων σοι, ὦ Ψαῦμι, καὶ υἱῶν. ἴσως δὲ ὡς πρὸς τέλεον ἄπαιδα· ἢ ὡς ἐπιθυμοῦντα ἀρρένων παίδων· ἢ ὡς λοιπὸν παρεστώτων αὐτῷ καὶ παίδων. ὑγίεντ α : τὸν μετὰ ὑγείας· ἢ τὸν ἄθραυστον καὶ ὑγιῆ. |
| O 5 54b | ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα· τινὲς δὲ ὡς χαρίεντα. εἰ δὲ πλοῦτον ἔχει τις μεθ’ ὑγιείας, διοικῶν αὐτὸν καὶ δαπανῶν ὅπως πρεπῶδές ἐστιν, τύχῃ δὲ καὶ ὕμνῳ εὐφημεῖσθαι, μὴ ζητείτω θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά. |
| O 5 54d | ὑγίεντα δ ’ εἴ τις ὄλβο ν : τὴν μεθ’ ὑγείας εὐδαιμονίαν. ὁ δὲ νοῦς· ὁ δὲ τὸν πλοῦτον καὶ τὴν εὐδαιμονίαν αὔξων ἐν ἑαυτῷ καὶ οὕτως ἐπαρκῶν τῇ περιουσίᾳ καὶ διοικῶν τὴν ὕπαρξιν ὥστε καὶ εὐφημίας αὐτῷ προσγενέσθαι, οὗτος μὴ ζητείτω ἔτι καὶ θεὸς γενέσθαι. |
| O 5 55a [5] | ὄλβο ν : τὸν ἐξ ὑγιοῦς ὄλβον. εἴ τις ἄρδο ι : οἷον εἴ τις ἐπιμελούμενος τοῦ ἀπὸ τῶν καλῶν συναγομένου πλούτου τοῦτον αὔξει ἱκανὸς ὢν τοῖς κτήμασι καὶ προσκτώμενος εὐλογίαν, μὴ ζητείτω θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά. |
| O 5 56 [1] | κτεάτεσσι ν : ἀπ’ εὐθείας τῆς κτέατος Δωρικῶς· τὰ γὰρ εἰς ον εἰς ος ποιοῦσιν, ὡς παρ’ Ὁμήρῳ (Η 475)· ἀνδραπόδεσσιν. τέλος. Scholia in Olympionicarum carmen VI Ἀγησίᾳ Συρακουσίῳ ἀπήνῃ. |
| O 6 metr (t) [20] | sch. inscr. A Ἀγησίᾳ Συρακουσίῳ υἱῷ Σωστράτου ἀπήνῃ. Ἀγησίᾳ Συρακουσίῳ ἀπήνῃ υἱῷ Σωστράτου. Τοῦ ϛʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ιαʹ. τὸ αʹ ἐστιν ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον, αʹ χοριάμβου, βʹ ἰωνικοῦ, γʹ χοριάμβου. τὸ δʹ ἐγκωμιολογικόν. τὸ εʹ Εὐριπίδειον. τὸ ϛʹ προσοδιακὸν ὑπερκατάληκτον δίμετρον. τὸ ζʹ ἰαμβέλεγος. τὸ ηʹ ἴαμβος τρίμετρος. τὸ θʹ ὅμοιον τῷ ἕκτῳ. τὸ ιʹ ἐγκωμιολογικόν. τὸ ιαʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. ἡ δὲ ἐπῳδὸς κώλων ιδʹ. τὸ αʹ ἐγκωμιολογικὸν παρὰ μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ Στησιχόρειον τῷ Πινδαρικῷ ἰδιώματι· ὁ γὰρ τελευταῖος ἀντὶ τροχαίου ἴαμβον ἔχει. τὸ δʹ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. τὸ εʹ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛʹ ἰωνικὸν μονόμετρον ὑπερκατάληκτον, [ἢ ἀναπαιστικὸν δίμετρον]. τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ ὅμοιον τῷ βʹ τῆς στροφῆς κατὰ τὸ ἔθος τῶν ἰωνικῶν ἀπὸ βραχείας. τὸ ιʹ δακτυλικὸν πενθημιμερές. τὸ ιαʹ ὅμοιον τῷ βʹ τῆς στροφῆς. τὸ ιβʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ ιγʹ προσοδιακὸν ἀπὸ χοριάμβου. τὸ ιδʹ Στησιχόρειον. 7A Τὸν Ἀγησίαν οἱ μὲν Συρακούσιον, οἱ δὲ Στυμφάλιον. |
| O 6 inscr a | οἱ δὲ χρόνοι τῆς ᾠδῆς οἱ πρὸ τῆς καταλύσεως τοῦ τῆς ἀπήνης ἀγωνίσματος· κατελύθη δὲ περὶ τὴν πεʹ Ὀλυμπιάδα. ἄπορον δὲ τὴν πόστην Ὀλυμπιάδα ἐνίκησεν. Ἀγησίᾳ Συρακουσί ῳ : ὡς μὲν ἔνιοι, Συρακουσίῳ, ὡς δὲ ἔνιοι, Στυμφηλίῳ, υἱῷ Σωστράτου, ἀπήνῃ. |
| O 6 inscr b | κατελύθη δὲ ἡ ἀπήνη, ὥς τινές φασιν, ὀγδοηκοστῇ πέμπτῃ Ὀλυμπιάδι, κατ’ ἐνίους δὲ ὀγδοηκοστῇ ἕκτῃ. 1 d Q Χρυσέα ς : ἀλληγορεῖ ὁ ποιητὴς, ὡς ἐπὶ οἰκίας μεγαλοπρεποῦς κατασκευαστὴς τὸν ἐπίνικον διατεθειμένος. |
| O 6 1a | παραβάλλει δὲ προπυλαίῳ μὲν τὸ προοίμιον, τῷ δὲ ὅλῳ οἴκῳ τὸν ὕμνον, ἑαυτὸν δὲ τῷ κατασκευάζοντι. ὁ δὲ νοῦς· χρυσέας ὑποστήσαντες κίονας πρὸ τοῦ θαλάμου, οὕτως τὸ λοιπὸν πήξομεν μέγαρον, τουτέστι τελειώσομεν τὴν ᾠδὴν προκαταβαλλόμενοι ἀρχὰς κεφαλαιώδεις. |
| O 6 1c [5] | ὁ δὲ νοῦς τοιοῦτος· ὕμνον πήξομεν ὥσπερ θαητὸν μέγαρον χρυσέας κίονας ὑποστήσαντες τῷ προθύρῳ τοῦ θαλάμου, ὅπερ ἐστὶ τὸ προοίμιον. καὶ ὥσπερ θαύματος ἄξιον μέγαρον ἢ οἶκον κατασκευάσαντες τὸ πρόθυρον ἀξιοπρεπὲς ποιοῦμεν, οὕτω καὶ τοῦ ὕμνου τὸ προοίμιον πήξομεν ἀξιόλογον. 3Q χρυσέα ς · τιμίας νῦν κίονας ὑπορθώσαντες. |
| O 6 1d | θηλυκῶς δὲ νῦν προήγαγεν, ὡς καὶ Ὅμηρος (α 53)· ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. 1 a Q ὡς ὅτε θαητό ν : θαυμαστὸν, παρὰ τὴν θέαν. |
| O 6 4a [5] | πάξομε ν : κυρίως μὲν τὸ πῆξαι ἐπὶ τῆς τῶν ξύλων ἁρμογῆς λέγεται, νῦν δὲ καταχρηστικῶς ἀντὶ τοῦ κατασκευάσομεν. ἀρχομένου δ ’ ἔργο υ : δύναται τῷ δέ συνδέσμῳ ἀντὶ τοῦ γάρ χρῆσθαι· ἵνα ᾖ ἡ ἀρχὴ οἷον, ὥσπερ ἄλλοι ἀρχόμενοι ἔργου κοσμοῦσι τὰ πρόθυρα, οὕτω κοσμήσομεν καὶ ἡμεῖς τὸ προοίμιον· χρὴ γὰρ παντὸς ἔργου πρόσωπον τηλαυγὲς εἶναι. |
| O 6 4b | τοῦτο δὲ λέγει ἐπειδὴ τὰ περὶ αὐτοῦ προτερήματα κατ’ ἀρχὴν τῆς ᾠδῆς λέγει. ἀρχομένου δ ’ ἔργο υ : ὁ δέ ἀντὶ τοῦ γάρ. |
| O 6 4c | ἡ γὰρ ἀκολουθία· παντὸς γὰρ ἔργου, φησὶν, ἀρχομένου περίβλεπτον καὶ ἐξαίρετον δεῖ ποιεῖν τὸ τῆς προσόψεως. τὴν εἰσβολὴν καὶ τὴν ἀρχήν. |
| O 6 4e | λαμπρὰν καὶ ἐπίσημον. Ὀλυμπιονίκα ς : ἐπισυνάγει πρῶτον μὲν 〈ὅτι〉 Ὀλυμπιονίκης, δεύτερον δὲ ὅτι τοῦ μαντείου τοῦ Διὸς διοικητὴς, τρίτον δὲ ὅτι ἀπ’ ἐκείνου τοῦ πρῶτον κτίσαντος τὰς Συρακούσας. |
| O 6 6a [5] | metr. A εἰ δ ’ εἴη μὲν Ὀλυμπιονίκα ς : λοιπὸν περὶ τοῦ Ἀγησίου φησίν· εἴ τις οὖν ὃν τρόπον οὗτος Ὀλυμπιονίκης εἴη καὶ προφήτης τοῦ κατὰ Πίσαν καὶ Ὀλυμπίαν μαντείου καὶ συνῳκικὼς τὰς Συρακούσας, τίνα διαφύγῃ ἂν ὁ τοιοῦτος ὕμνον; οὐχὶ δὲ παντὸς ἂν τύχῃ, τῶν πολιτῶν γε δὴ τυχὼν ἀφθόνων ἐν τῷ ὑμνεῖσθαι; τοῦτο δὲ προστίθησιν, ἐπειδὴ οἱ πολῖται κατὰ φύσιν ἀλλήλοις φθονοῦσιν. |
| O 6 7a | βωμ ῷ : ἀντὶ τοῦ βωμοῦ. δι’ ἐμπύρων ἐν Ἤλιδι Ἰαμίδαι ἐμαντεύοντο· ἀφ’ ὧν τὸ γένος εἶχεν Ἀγησίας. |
| O 6 7b | τοῦ δὲ μαντείου τοῦ ἐν Ἤλιδι καὶ Δικαίαρχος (FHG II, 239) μέμνηται. βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσ ᾳ : παρόσον ὁ Ἀγησίας ἱερεὺς ἦν τοῦ ἐν Πίσῃ μαντικοῦ βωμοῦ τοῦ τῷ Διὶ ἀνιερωμένου. |
| O 6 7d | μαντείῳ δὲ ἀντὶ τοῦ μαντικῷ. ( μαντεί ῳ:) μαντικῷ. |
| O 6 8a | συνοικιστήρ τ ε : ὅτι οἱ πρόγονοι αὐτοῦ σὺν Ἀρχίᾳ παρεγένοντο ἐν Συρακούσαις οἱ Ἰαμίδαι, ἀφ’ ὧν εἰκὸς παραλαβεῖν τινας. 14 συνοικιστήρ τ ε : τοῦτο δὲ οὐκ ἀληθῶς· οὐ γὰρ οὗτος συνῴκισε τὰς Συρακούσας. |
| O 6 8b | ἀλλὰ πρὸς ἐγκώμιον εἴληφεν· ἀπὸ γὰρ ἐκείνων ὁ Ἀγησίας τῶν συνοικισάντων. ἴστω γά ρ : οἷον ὅτι ἔχει τὰ προειρημένα τρία. |
| O 6 12b | ἢ ἐν τούτῳ τῷ πεδίλῳ, τῆς ἱμερτῆς ἀοιδῆς. τουτέστι περὶ πόδας ἑαυτοῦ πεποιημένος τὰ τρία καὶ συνῃρημένα αὐτὰ ἔχων ὁ Ἀγησίας. |
| O 6 12c | 18 ἴστ ω : γινωσκέτω. |
| O 6 12d | καὶ Ὅμηρος (Ο 217)· ἴστω τοῦθ’ ὅτι νῶιν ἀνήκεστον ἄλγος ἔσται. 14 a Q ( πεδίλ ῳ:) νῦν τῇ βάσει καὶ τῷ ῥυθμῷ. |
| O 6 12f | πεδίλῳ δὲ τῷ ὑποδήματι· νῦν δὲ τῇ βάσει καὶ τῷ ῥυθμῷ λέγει. 14 f Q Σωστράτου υἱό ς : ὁ Ἀγησίας. |
| O 6 14b | ὁ δὲ νοῦς· ἴστω δὲ ἐν τῷδε βεβηκὼς τῷ τρόπῳ ὁ τοῦ Σωστράτου παῖς Ἀγησίας τὰ προειρημένα τρία ἔχων, Ὀλυμπιονίκης καὶ ταμίας τοῦ Διὸς βωμοῦ καὶ συνοικιστὴς Συρακουσῶν. πεδίλῳ δὲ καὶ τὸ ἑξῆς εἶπεν, ἵν’ εἴπῃ ὅτι προσήρμοσται αὐτῷ τὰ προειρημένα δαιμονίως καὶ ἐξαιρέτως, ὡσανεὶ πέδιλον τῷ ποδί. |
| O 6 14d | τουτέστιν ὁ ὕμνος. 12 f Q ἀκίνδυνοι δ ’ ἀρετα ί : ἤτοι ὡς περὶ τὸν οἶκον αὐτοῦ πολλῶν κινδύνων γενομένων, ἢ αὐτοῦ μετὰ κινδύνου νικήσαντος. |
| O 6 14f [5] | ἀκίνδυνοι δ ’ ἀρετα ί : Ἡσίοδος λέγει (O. et D. 289)· τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. ὁ δὲ λέγει ὅτι αἱ ἀρεταὶ αἱ χωρὶς πόνων καὶ κινδύνων οὐκ εἰσὶ τίμιαι οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις οὔτε παρὰ τοῖς θαλαττεύουσιν ἁπλῶς, εἰ μὴ καὶ ναύμαχός τις εἴη. παραμυθεῖται δὲ αὐτὸν, ἐπειδὴ μετὰ μόχθου πολλοῦ ἐνίκησεν. πολλοὶ δὲ μέμναντα ι : τὸ διὰ πόνου γιγνόμενον πολλοὶ ἀπομνημονεύουσιν. |
| O 6 16b | ἢ οὕτως· πολλοὶ τοῦ καλοῦ μνημονεύουσιν ὅταν πονηθῇ. 12 καλὸν εἴ τι ποναθ ῇ : ταῦτα δὲ ὡς κάλλιστα παρὰ τοῖς πολλοῖς μνημονεύεται, τὰ μετὰ πόνων ἀγαθὰ συμβαίνοντα δικαίως. |
| O 6 17b | τὸ δὲ πονηθῇ ἀντὶ τοῦ μετὰ πόνου κατορθωθείη. Ἀγησί α : σοὶ δὲ, ὦ Ἀγησία, πάρεστιν ἕτοιμον ἔχειν τὸν ἔπαινον ὡς ἐπῄνεσεν ὁ Ἄδραστος εἰς Ἀμφιάραον. |
| O 6 18a [5] | οὗτος ὑπὸ γῆς κατεπόθη πολεμῶν ἐν Θήβαις. τίς οὖν τοῦ Ἀδράστου πρὸς τὸν Ἀμφιάραον ἔπαινος ἐοικώς σοι; ἐκεῖνος ἀγαθὸς ἦν πολεμεῖν καὶ μάντις, σὺ δὲ καὶ ἀνδρεῖος καὶ μάντις ἀγαθός. ἔχεις δὴ τὸν Ἀμφιαράου ἔπαινον ἑτοίμως. Οἰκλέους δὲ παῖς Ἀμφιάραος. |
| O 6 18c [5] | τὶν δ ’ αἶνος ἕτοιμο ς : σοὶ δὲ, ὦ Ἀγησία, πρόχειρος καὶ ἁρμόδιος ὁ ἔπαινος καὶ πρέπων ὁ ὑπὸ τοῦ Ἀδράστου ῥηθεὶς τοῦ Ταλαοῦ παιδὸς εἰς τὸν μάντιν Ἀμφιάραον τὸν Οἰκλέους υἱὸν, ὃν διαστᾶσα καὶ ἡ γῆ ἐδέξατο ἅμα τῷ ἅρματι ἐν Ὠρωπῷ τῆς Βοιωτίας κινδυνεύειν μέλλοντα· περὶ οὗ μάντεως Ἀμφιαράου ὁ τοῦ Ταλαοῦ παῖς Ἄδραστος εἶπεν ὅτε συνηθροίσθησαν οἱ τῶν ἑπτὰ πυλῶν νεκροὶ ἐν Θήβαις καὶ ἐγένοντο ἑπτὰ πυρκαϊαί· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, καὶ τὰ ἑξῆς. 23 e E ( ἑτοῖμο ς:) νῦν ἁρμόδιος. |
| O 6 21a | ( ἐπε ί:) ἀφ’ οὗ. ἐπεὶ κατὰ γα ῖ’ : κεραυνωθεὶς γὰρ Ἀμφιάραος κατέδυ μετὰ τοῦ ἅρματος ἐν τῷ Ὠρωπῷ τῆς Βοιωτίας καταποθεὶς ὑπὸ τῆς γῆς. |
| O 6 21c | αὐτόν τέ νι ν : ὅτι ἐκ παραλλήλου τέθεικε τὰς ἀντωνυμίας, καὶ ἔστιν ἡ μία αὐτῶν περισσή. κατεπόθη δὲ Ἀμφιάραος, οἱ μὲν περὶ Ὠρωπὸν, οἱ δὲ περὶ Κλεωνάς· τοὺς δὲ ἵππους αὐτοῦ φησιν Ἀντίμαχος (fr. |
| O 6 21d [5] | 31 K) εἶναι †ἀσυστάτους, οἱ δὲ Θεσσαλούς· ὀνόματα δὲ αὐτῶν Θόας καὶ Δίας· ὁ δὲ ἡνίοχος αὐτοῦ Βάτων ἐκαλεῖτο ἢ Σχοίνικος, συγκαταποθεὶς αὐτῷ. ὀνόματα τῶν ἵππων Δίας καὶ Θόας. |
| O 6 22b | ( ἔμαρψε ν:) ὑπεδέξατο. ἑπτὰ δ ’ ἔπειτα πυρᾶ ν : τῶν διαβεβοημένων ἐστὶ καὶ τοῦτο, πῶς ἑπτά φησι γενέσθαι πυρὰς, [τῶν] ἑπτὰ ἐπιστρατευσάντων καὶ οὐ πάντων καέντων. |
| O 6 23a [10] | Ἀμφιάραος μὲν κατεπόθη σὺν τοῖς ἵπποις ἐν Ὠρωπῷ· Πολυνείκης δὲ οὐκ ἐτάφη· ἄταφος γὰρ ἔμεινεν· Ἄδραστος δὲ ζῶν εἰς Ἄργος ἀπῆλθεν. καταλείπονται δʹ, Τυδεὺς, Καπανεὺς, Παρθενοπαῖος, Ἱππομέδων. ὁ μὲν οὖν Ἀρίσταρχός φησιν ὅτι ἰδιάζει καὶ ἐν τούτοις ὁ Πίνδαρος ὡς καὶ ἐν ἄλλοις. ὁ δὲ Ἀριστόδημός φησι τὰς ἑπτὰ πυρὰς ........ ἀπολομένων. οὕτως καὶ Ἱππομέδων καὶ Ἀρμενίδας (FHG IV, 339) γράφουσι· καὶ πυρὰς ποιεῦντες ἑπτὰ ἐπὶ τοῖς †ἕρμεσιν ἐνταῦθα ὅπου καλοῦνται Ἑπτὰ Πυραὶ, ἢ ἀπὸ τῶν ἑπτὰ ἐπὶ Θήβας, ἢ ἀπὸ τῶν ἑπτὰ παίδων Νιόβης ἐκεῖ καυθέντων ἀπὸ τῶν ιδʹ χωρισθεισῶν τῶν συζυγιῶν. ἑπτὰ δ ’ ἔπειτα πυρᾶν νεκρῶν τελεσθέντω ν : ἐπισωρευθέντων. |
| O 6 23c | ἤτοι καταριθμηθέντων, ἵνα καὶ τὸ ἑξῆς τοῦ λόγου οὕτως ἔχῃ· καταριθμήσας γὰρ ὁ Ἄδραστος τοὺς νεκροὺς καὶ λείποντα τὸν Ἀμφιάραον εὑρὼν, εἰκότως δυσφορήσας τὸν λόγον ἀπεφθέγξατο. ἄλλως· ἑπτὰ δ ’ ἔπειτ α : ζητεῖται πῶς ἑπτά φησι τὰς πυράς· ἀδύνατον γάρ. |
| O 6 23d [10] | ἠφάνιστο γὰρ Ἀμφιάραος· Ἄδραστος δὲ ζῶν εἰς Ἄργος ἀποφεύγει· Πολυνείκης δὲ ἄταφος ἔρριπτο, ὡς ἐπιστρατεύσας τῇ πατρίδι· ὥστε τῷ ἀληθεῖ λόγῳ τέσσαρας εἶναι πυρκαϊὰς τῶν τεθνηκότων. ἀλλ’ ἐπιλυτέον οὕτως, ὅτι τὰς πυρὰς ὁ Πίνδαρος καταριθμεῖται οὐ πρὸς αὐτοὺς τοὺς στρατηγοὺς, ἀλλὰ τὰ τούτων στρατεύματα. ἑπτὰ γὰρ τάξεις στρατευμάτων περὶ τὰς ἑπτὰ πύλας τῶν Θηβῶν μάχην συνεστήσαντο, καὶ οὕτω τῶν ἐν ἑκάστῃ πύλῃ τεθνηκότων στρατιωτῶν φησι γενέσθαι πυρκαϊάς. 27E ἄλλως· τὸ σημεῖον ὅτι ἑπτὰ πυράς φησι τῶν ἑπτὰ μὴ ἀποθανόντων· Ἀμφιάραος γὰρ κατεπόθη σὺν ταῖς ἵπποις ἐν Ὠρωπῷ πόλει τῆς Βοιωτίας. |
| O 6 23e | 23 b E ( τελεσθέντω ν:) συναχθέντων. |
| O 6 26 | ποθέ ω : ὁ Ἀσκληπιάδης φησὶ ταῦτα εἰληφέναι ἐκ τῆς κυκλικῆς Θηβαΐδος (fr. 5 K.). ὀφθαλμό ν : ὅτι ἔνδοξος, ὡς ὀφθαλμὸς τοῦ σώματος. |
| O 6 27b | ἢ ὅτι μάντις ὢν προέβλεπε καὶ διὰ τοῦτο διασημότατος ἦν. ὀφθαλμὸν ἐμᾶ ς : ὀφθαλμὸν στρατιᾶς τὸν Ἀμφιάραον ἐκάλεσεν ὡς δυνάμει προὔχοντα καὶ μάντιν ὄντα καὶ προορᾶν τὰ μέλλοντα δυνάμενον· ὀφθαλμὸς γὰρ προὔχει τοῦ σώματος. |
| O 6 27c [5] | τοῦτο οὖν καὶ ἐπὶ τούτου λέγει τοῦ νικηφόρου. στρατιᾶς ὀφθαλμό ν : ἤτοι τὸν ἐν πολέμῳ περίβλεπτον, ἢ τὸν προορᾶν δυνάμενον τὰ μέλλοντα ὡς μάντιν. |
| O 6 27d [5] | καὶ δι’ ἀμφότερά, φησιν οὖν, ποθῶ αὐτὸν, ὅτι τε μάντις ἀγαθὸς καὶ πολεμιστὴς (ἀπὸ κοινοῦ τὸ ἀγαθός)· ὅπερ ἔξεστιν εἰπεῖν καὶ τῷ Ἀγησίᾳ τῷ δεσπότῃ τοῦ ὕμνου. τί δὲ αὐτῷ πάρεστιν ὃ καὶ τῷ Ἀμφιαράῳ; καὶ μάντις καὶ ἀνδρεῖος τὰ ἐν μάχαις. 35Q ( τ ό:) τὸ ἐπὶ Ἀμφιαράου ῥηθέν. |
| O 6 30a | ἀνδρὶ κώμου δεσπότ ᾳ : τῷ ἐγκωμιαζομένῳ. οἷον τῷ Ἀμφιαράῳ ὑπῆρξεν, τοιοῦτόν φησι καὶ τούτῳ ἶσον ὑμνούμενον. |
| O 6 30b | ἦν γὰρ ἀνὴρ ἀγαθὸς καὶ μάντις ὁ Ἀγησίας. κώμου δεσπότ ᾳ : τῷ Ἀγησίᾳ. |
| O 6 30c | φησὶ γὰρ καὶ τὸν Ἀγησίαν μεθ’ Ἱέρωνος στρατευσάμενον πολλοὺς πολέμους κατωρθωκέναι μαντείᾳ καὶ ἀρετῇ. 35BDE οὔτε δύσερις ἐώ ν : ὁ γὰρ δύσερις καὶ ψευδῆ δύναται λέγειν πρὸς φιλονεικίαν. |
| O 6 32b [5] | ὁ δὲ νοῦς· ἐγὼ οὐκ ὢν φιλόνεικος καὶ ὀμόσαιμι τῷ Ἀγησίᾳ μαρτυρῶν ταῦτα, ἅπερ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνεργῆσαι. εἰκότως δὲ παρὰ τῶν Μουσῶν αἰτεῖ ἐπιτραπῆναι, ἐπειδὴ οἶδεν ἀνάρμοστον ὂν τὸ ὀμνύναι ποιητῇ ἐγκωμιάζοντι. οὔτε δύσερις ἐώ ν : ἐγὼ γάρ, φησιν, οὔτε δύσερις οὔτε φιλόνεικός τις πάνυ ὢν καὶ τὸν μέγιστον ὅρκον ὀμόσαιμι μαρτυρῶν τῷ Ἀγησίᾳ, ὃ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνεργῆσαι. |
| O 6 32c | εἰκότως δὲ ἐπιτραπῆναι παρὰ τῶν Μουσῶν αἰτεῖ, ἐπειδὴ οἶδεν ἀνάρμοστον 〈ὂν〉 ποιητῇ τὸ ὀμνύειν ἐγκωμιάζοντι. 37BDEQ [ τοῦτό γέ οἱ σαφέως μαρτυρήσ ω:] τοῦτο αὐτὸ μαρτυρήσω τὸ προδεδηλωμένον, ὅτι εἰς πάντα ὁ Ἀγησίας παραπλήσιος ἦν τῷ Ἀμφιαράῳ. |
| O 6 35 | 32BDE 30Q ὦ Φίντι ς : Δωριεῖς λ εἰς τὸ ν , ὅταν ἐπιφέρηται ἢ τὸ θ ἢ τὸ τ . |
| O 6 37a [5] | ὄνομα δὲ κύριον ὁ Φίντις Δωρικῶς λεγόμενον, οὗ τὸ κοινὸν ὁ Φίλτις ἐστίν. τῇ δὲ κλητικῇ οὐκ ἐχρήσατο ἀλλὰ τῇ εὐθείᾳ (Hom. Γ 277)· Ἠέλιος ὃς πάντ’ ἐφορᾷς. ἔστι δὲ ἡνίοχος Ἀγησίου τῆς ἀπήνης. |
| O 6 37c | ὦ Φίντι ς : οὗτος ἦν ἡνίοχος τῆς ἀπήνης. ὦ Φίντι ς , ἀλλὰ ζεῦξο ν : ὁ νοῦς· ἀλλ’ ὦ Φίντι, ζεῦξον ἤδη τὰς ἡμιόνους μοι. |
| O 6 37d [5] | τροπικῷ δὲ τῷ λόγῳ χρῆται. δοκῶν γὰρ προσκαλεῖσθαι τὸν ἡνίοχον, τὴν ἑαυτοῦ ψυχὴν σπουδάσαι πρὸς τὸν ὕμνον προτρέπεται, καί φησιν· ἀντὶ τοῦ, γενοῦ τοι πρόφασις. ἢ ἔστω μοι ἀφορμὴ τοῦ ὕμνου Φίντις [δὲ] ὁ ἡνίοχος καὶ τὰ ἅρματα τῶν ἡμιόνων. |
| O 6 37f | ὦ Φίντι ς : Δωρικῶς ἐσχημάτισται· εἴη δ’ ἂν κατὰ τὴν ἡμετέραν διάλεκτον Φίλτις. οἱ Δωριεῖς γὰρ τὸ λ εἰς ν μετατιθέασι, ὅταν ᾖ εἴτε τὸ τ εἴτε τὸ θ . ᾇ τάχο ς : ἀντὶ τοῦ ὡς τάχος. |
| O 6 39b | τῇ ὁδῷ δὲ τῇ καθαρᾷ, τῇ μὴ ἐχούσῃ ἐπίληψιν ἢ ψεῦδος, ἀλλὰ ἀλήθειαν. τὸ δὲ ὄκχον κατὰ τὸ πλεῖστον ἐπὶ τῶν ἡμιόνων τιθέασιν. |
| O 6 39d | ὄφρα κελεύθῳ τ ’ ἐν καθαρᾷ βάσομεν ὄκχο ν : ἵνα ἐπιβιβάσωμεν ἐν καθαρᾷ ὁδῷ τὸ ὄχημα. ἀλληγορεῖ δὲ νῦν, περὶ τοῦ ὕμνου λέγων· ἵνα διὰ καθαρᾶς λεωφόρου τὸν ὕμνον ἐπιβιβάσαντες τῷ ὀχήματι χρησώμεθα. τὸ δὲ βάσομεν ἀντὶ τοῦ βήσωμεν Ὁμηρικόν. |
| O 6 39f [5] | ὄφρα κελεύθ ῳ : ἀλληγορεῖ καί φησιν· ἵνα δικαίᾳ καὶ καθαρᾷ ὁδῷ, τῇ τῶν λόγων, ἐπιβήσωμεν τὸ ὄχημα, ἀντὶ τοῦ ὑμνήσωμεν .... καὶ προσηκόντως· καὶ ἵνα πρὸς τὸ γένος ἵκωμαι τῶν ἀνδρῶν, λέγει δὲ τῶν προγόνων τοῦ Ἀγησίου· ἵκωμαι δὲ ἐν αὐταῖς, διὰ τῶν ἐγκωμίων· ἐκεῖναι γὰρ, αἱ ἡμίονοι τοῦ Ἀγησίου, παρὰ τὰς ἄλλας πάσας ἐπίστανται καὶ δύνανται ἡγεμονεῦσαι ταύτην τὴν ὁδόν· ποίαν ὁδόν; τὴν τῶν ὕμνων· ἐπειδὴ τοὺς ἐν Ὀλυμπίᾳ στεφάνους ἐδέξαντο. γράφεται ἧ τάχος. |
| O 6 39h | ( καθαρ ᾷ:) τῇ μὴ ἐχούσῃ ἐπίληψιν. ( ὄκχο ν:) ὄχημα. |
| O 6 40b | ἵκωμαί τε πρὸς ἀνδρῶ ν : ἢ ὁ καί περισσός· ἢ ὅτι ἄλλος .... τὸν καί σύνδεσμον ὑπερβιβαστέον· ἢ περισσός ἐστιν. |
| O 6 40c | θέλει γὰρ εἰπεῖν· ὅπως παραγένωμαί τε πρὸς τὸ γένος καὶ τῶν ἀνδρῶν ........ μνημονεύσω καὶ τῶν προγόνων. ἵκωμαί τε πρὸς ἀνδρῶ ν : τὸν καί σύνδεσμον ὑπερβιβαστέον· καὶ πρὸς τὸ τῶν ἀνδρῶν γένος παραγένωμαι, τουτέστι μνημονεύσω καὶ τῶν προγόνων αὐτοῦ. |
| O 6 40d | ἀνέφερε δὲ ὁ Ἀγησίας εἰς τοὺς Ἰαμίδας τὸ γένος. ἔνιοι δὲ τὸν καί σύνδεσμον περισσὸν δέχονται, ἵν’ ᾖ, ἵκωμαί τε πρὸς τὸ τῶν ἀνδρῶν γένος. |
| O 6 41a | ( κα ί:) τὸ καί περισσὸν κατὰ ...... ἐξ ἄλλα ν : παρὰ τὰς ἄλλας πάσας. |
| O 6 41c | ἀντὶ τοῦ ὑπὲρ πάσας τὰς λοιπάς. αὗται γὰρ παρὰ τὰς ἄλλας πάσας τὰς ἀγωνισαμένας νικήσασαι προκαλοῦνται τὸν ὕμνον. |
| O 6 44a | ἐπεὶ δέξαντ ο : ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον πᾶσιν. ἐπειδὴ καὶ αὐταὶ αἱ ἡμίονοι στεφάνοις ἐβάλλοντο καὶ ἄνθεσιν. |
| O 6 44c | χρὴ τοίνυν πύλα ς : περὶ τῶν ἡμιόνων 〈ὁ〉 λόγος. αὗται γὰρ παρὰ τὰς ἄλλας 〈τὰσ〉 ἀγωνιζομένας νικήσασαι προκέκληνται τὸν ὕμνον. γράφεται καὶ 〈ἐπεδέξαντο, ἀντὶ τοῦ〉 ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον. |
| O 6 44e | πύλας ὕμνων ἀναπιτνάμε ν : ἐνέμεινε τῇ τροπῇ καί φησι· προσήκει τῶν ὕμνων τὰς πύλας ἀνοίγειν ταῖς ἡμιόνοις. ἄλλως· χρὴ τοίνυν πύλα ς : προσήκει καθάπερ πύλας, οὕτω τοὺς ὕμνους ἀναπετάσαι. |
| O 6 44f | εὖ δὲ τῇ παρασκευῇ παρίστησι τήν τε τοῦ ἐπαίνου μεγαλειότητα καὶ τὴν ἐν τῷ ἐπαινεῖν ἑαυτοῦ δύναμιν ὁ ποιητής. πρὸς Πιτάναν δ έ : Πιτάναν νῦν τὴν ὁμώνυμον πόλιν λέγει τῇ ἡρωίδι, ἐπικειμένην ταῖς ὄχθαις τοῦ Εὐρώτα ποταμοῦ. |
| O 6 46a [10] | προσέθηκε δὲ παρ’ Εὐρώτα πόρον, ἐπεὶ καὶ τῆς Αἰολίδος ἐστὶν ἡ Πιτάνη. αὕτη δὲ ἡ Πιτάνη ἡ τοῦ Εὐρώτα πρόγονός ἐστι τῶν Ἰαμιδῶν. ταύτης γὰρ καὶ Ποσειδῶνος Εὐάδνη, Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις. τῆς Πιτάνης δὲ ὁμώνυμος ἡ πόλις. Εὐάδναι δὲ δισσαὶ, μία μὲν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἴφιδος, ἣν καὶ Ἰάνειραν λεγομένην φασὶν Εὐάδνην ὠνομάσθαι διὰ τὸ πλῆθος τῶν ἕδνων ὧν ἔδωκε Καπανεύς. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι. |
| O 6 46c [10] | πρὸς Πιτάναν δὲ πα ρ ’ Εὐρώτα πόρο ν : ὁ Ἀγησίας γένει μὲν ἦν Ἀρκὰς καὶ Ἀργεῖος ὡς ἀπὸ Ἰάμου οὕτω· Πιτάνη γὰρ γέγονεν Εὐρώτα Λακωνικοῦ ποταμοῦ· ᾗ συνελθὼν Ποσειδῶν ἐγέννησεν Εὐάδνην τινά. αὕτη τὸ γεννηθὲν ἐκπέμπει λαθραίως εἰς Ἀρκαδίαν τρέφεσθαι παρὰ Αἰπύτῳ τῷ Ἐλάτου παιδί. ταύτην τὴν Εὐάδνην ἐν ἀκμῇ γενομένην διεκόρησεν ὁ Ἀπόλλων, καὶ ἔτεκεν Ἴαμον, ἀφ’ οὗ οἱ Ἰαμίδαι μάντεις κατὰ τὴν Πίσαν, εἰς οὓς τὸ γένος ἀνάγει ὁ Ἀγησίας· καὶ οὕτως εὑρίσκεται ὡς μὲν ἀπὸ τῆς Πιτάνης Ἀργεῖος, ὡς δὲ ἀπὸ Ἰάμου καὶ Εὐάδνης τῆς ἐν Ἀρκαδίᾳ Ἀρκάς. 48E 47 d Q πα ρ ’ Εὐρώτα πόρο ν : προσέθηκε τὸ παρ’ Εὐρώτα πόρον· ἔστι δὲ Πιτάνη πόλις Λακεδαίμονος, καὶ Εὐρώτας ποταμὸς καὶ Σπάρτης καὶ ἄλλος Ἰταλίας. |
| O 6 47a | δεῖ σάμερο ν : ἑαυτὸν λέγει ὁ ποιητής· ἀντὶ τοῦ σχολάσω τῷ ὕμνῳ. δεῖ σάμερον ἐλθεῖ ν : κατὰ τὸν ὡρισμένον καιρὸν τῶν ἐγκωμίων. |
| O 6 47c | δεῖ οὖν, φησι, ταχέως καὶ περὶ τῆς Πιτάνης εἰπεῖν τήμερον, τῆς τοῦ Εὐρώτα ποταμοῦ θυγατρός. 48 c BQ ἐν δέοντι καιρῷ. |
| O 6 47e | δεῖ αὐτῆς μνησθῆναι σήμερον. 55 d E 47 b Q [ ἅ τοι Ποσειδάων ι] : λάθρᾳ τεκοῦσα ἡ Πιτάνη ἀπέστειλεν εἰς Ἀρκαδίαν Αἰπύτῳ τῷ Ἐλάτου παιδί. |
| O 6 48a | τὸ δὲ ἐκ συντυχίας συμβεβηκὸς ἐκ προνοίας λέγει γεγενῆσθαι. τὴν γὰρ Εὐάδνην ἐκτεθεῖσαν Αἴπυτος εὑρὼν ἀνέλαβεν. 61B 55 d Q Πιτάνη γὰρ Εὐρώτα Λακωνικοῦ ποταμοῦ· ᾗ Ποσειδῶν μιχθεὶς λάθρᾳ . |
| O 6 48b | ... γεννῆσαι τὸν Ἴαμον, ἀφ’ οὗ Ἰαμίδαι. ἅ τοι Ποσειδάωνι μιχθεῖσ α : ἥτις μιχθεῖσα τῷ Ποσειδῶνι Πιτάνη λέγεται τὴν ἰοπλόκαμον (ἀπὸ μέρους τὴν καλὴν) Εὐάδνην τεκεῖν, καὶ διαλαθεῖν ἐγκυμονοῦσαν, καὶ κρύψαι τὴν ὠδῖνα τὴν ἑαυτῇ δοκοῦσαν παρθενίαν. |
| O 6 48c [5] | παρθένιοι δὲ λέγονται παῖδες οἱ κρύφα τικτόμενοι παρὰ τῶν ἔτι νομιζομένων εἶναι παρθένων. οὕτω που καὶ Ὅμηρος ἐν τῷ καταλόγῳ τῶν Ἀχιλλέως νηῶν φησι (Π 179)· τῆς δ’ ἑτέρης Εὔδωρος ἀρήιος ἡγεμόνευε παρθένιος. ἄλλως· ἅ τοι Ποσειδάον ι : πρὸς τὴν ἱστορίαν, ὅτι φησὶ τὸν Ποσειδῶνα Πιτάνῃ μιχθέντα λάθρᾳ γεννῆσαι Εὐάδνην. |
| O 6 48d | ἐκ ταύτης δὲ καὶ Ἀπόλλωνος Ἴαμος, ἀφ’ οὗ Ἰαμίδαι. ἰοπλόκαμο ν : ἡ Πιτάνη πρόγονός ἐστι τῶν Ἰαμιδῶν. |
| O 6 50a [5] | γίνεται γὰρ Ποσειδῶνος καὶ Πιτάνης Εὐάδνη· Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις, ἀφ’ οὗ καὶ Ἰαμίδαι. δύο δέ εἰσιν Εὐάδναι· μία μέν ἐστιν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἰφίτου, ἣν καὶ Ἰάνειραν· ἣν ἔγημε Καπανεύς. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται, ὡς Σωσίβιος (FHG II, 627). ἡ ἡρωίνη, ἀφ’ ἧς καὶ ἡ πόλις. |
| O 6 51a | 〈 παρθενία ν : 〉 καθ’ ὃ ἐδόκει ἔτι παρθένος εἶναι. διὸ καὶ οἱ ἐξ αὐτῶν παῖδες παρθένιοι. ἢ ὅτι λαθραίως ἡ Πιτάνη διεκορεύθη καὶ ἔτεκεν. |
| O 6 52a | κυρίῳ δ ’ ἐν μην ί : τῷ τὸ κῦρος ἔχοντι τοῦ τόκου. κυρίῳ δ ’ ἐν μην ί : τῷ τοῦ τοκετοῦ. |
| O 6 52c | ὁ νοῦς· τῷ κυρίῳ δὲ μηνὶ τοῦ τίκτειν ἀποστείλασα θεράποντας ἐκπέμπει τὸ βρέφος πρὸς τὸν βασιλέα τῶν Ἀρκάδων Αἴπυτον Ἐλάτου παῖδα. 47E ἄλλως· κύριον εἶπε τὸν μῆνα εἰς ὃν ἔδει τεκεῖν αὐτήν. |
| O 6 52d | 48 a Q πέμποι ς ’ ἀμφιπόλου ς : λάθρᾳ φησὶ τὴν Πιτάνην τεκοῦσαν ἀποστεῖλαι τὸ βρέφος τὴν Εὐάδνην εἰς τὴν Ἀρκαδίαν πρὸς Ἐλάτου υἱὸν τρέφεσθαι Αἴπυτον. |
| O 6 52e | τούτου καὶ Ὅμηρος μέμνηται (Β 604)· Αἰπύτιον παρὰ τύμβον. παρὼν δὲ καὶ ὁ Αἴπυτος ἐν Λακεδαίμονι ἔλαβεν αὐτὸ ἐκτεθέν· ὁ δὲ Πίνδαρος ποιητικῶς λέγει πεπέμφθαι τὸ βρέφος. |
| O 6 54a | ἥρωι πορσαίνει ν : τὸ ἑξῆς· ἥρωι Εἰλατίδᾳ δόμεν ὥστε πορσαίνειν καὶ τρέφειν τὸ βρέφος. ( πορσαίνει ν : τρέφειν. |
| O 6 55a [5] | ὃς ἀνδρῶν Ἀρκάδω ν : Δίδυμός φησιν ὅτι πάντες οἱ ὑπομνηματισάμενοι Φαισάναν τὴν τῆς Ἀρκαδίας πόλιν· αὐτὸς δέ φησιν εἶναι τῆς Ἠλιδίας, καὶ παρατίθεται Ἴστρον ἱστοροῦντα ἐν τῇ εʹ τῶν Ἠλιακῶν. ἤτοι οὖν Πίνδαρος ψεύδεται, ἢ διὰ τὸ τὴν Πίσαν ὑπὸ τοῖς Ἀρκάσι ποτὲ γενέσθαι βασιλεύειν φησὶ τῆς Φαισάνης τὸν Αἴπυτον. 57 ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάν ᾳ : τὴν Φαισάναν πάντες μὲν οἱ ὑπομνηματισταὶ τῆς Ἀρκαδίας εἶναι πόλιν ἐξεδέξαντο· ὁ δὲ Δίδυμός φησι τῆς Ἤλιδος αὐτὴν εἶναι καὶ ὑπεραπολογεῖται τοῦ ῥητοῦ οὕτως, ὅτι ποτὲ οἱ Ἀρκάδες καὶ τῆς Ἤλιδος ἐβασίλευον κατὰ τὸν χρόνον τοῦ Αἰπύτου. |
| O 6 55b | οἱ δὲ βουλόμενοι τὴν Φαισάναν Ἀρκαδικὴν εἶναι τὸ περὶ Ἀλφειοῦ οὕτως ἐπιλύονται, ὅτι διὰ Φαισάνης ἔχει ὁ ποταμὸς τὰ ῥεύματα. φέρεται γὰρ ἐξ Ἀσέας κώμης Ἀρκαδικῆς. ὅτι αἱ πηγαὶ τοῦ Ἀλφειοῦ ἐξ Ἀσέας τῆς Ἀρκαδικῆς εἰσι, καὶ μεταποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. |
| O 6 55c | 58EQ ἄνασσε Φαισάν ᾳ : ὁ νοῦς· ὅστις Αἴπυτος βασιλεύων τῆς Ἀρκαδίας καὶ ἔχων ὑφ’ ἑαυτὸν τὴν Φαισάναν ἔλαχε κατοικεῖν ἐν ταῖς ἀρχαῖς τοῦ ποταμοῦ· ἄρχεται γὰρ τὰ ῥεῖθρα ἐν Ἀρκαδίᾳ, ἐν Ἤλιδι δὲ ἐκλάμπει πολύς. |
| O 6 55d [5] | 48 a B 55 b EQ Ἀλφεὸν οἰκεῖ ν : τὸν Ἀλφεόν φησιν οἰκεῖν τὸν Αἴπυτον, ὅτι τῆς Ἠλιδίας ἐπῆρχον οἱ Ἀρκάδες· ἢ ὅτι 〈αἱ〉 πηγαὶ τοῦ Ἀλφεοῦ ἐν Ἀσέᾳ τῆς Ἀρκαδίας εἰσὶ, παρ’ ὃ καὶ ἀντιποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. |
| O 6 56 | 59 ὑ π ’ Ἀπόλλων ι : ἀντὶ τοῦ διεκορεύθη ὑπ’ Ἀπόλλωνος ἡ Εὐάδνη ἐκεῖ τρεφομένη. |
| O 6 57 | 56 ἔψαυ ς ’ Ἀφροδίτα ς : δαιμονίως τὸ ἔψαυσεν ὡς ἐπὶ θείας ἀφροδισίων συνόδου ἔταξε. |
| O 6 58b | τὸ δὲ ὅλον· διεφθάρη ὑπ’ Ἀπόλλωνος. ἄλλως· τῆς γλυκείας πρῶτον συνουσίας μετέσχε τοῦ Ἀπόλλωνος. |
| O 6 59a | οὐ δ ’ ἔλα θ ’ Αἴπυτο ν : οὐκ ἔλαθε τὸ ἐκ θεοῦ λαθραῖον ἀδίκημα κρύπτουσα τὸν πάντα χρόνον· ἔγνω γὰρ αὐτὴν ἔγκυον οὖσαν. τινὲς τὸν Ἴαμον οὐκ Ἀπόλλωνος, ἀλλὰ Ποσειδῶνος γεγονέναι. |
| O 6 60a | οὐκ ἠδυνήθη οὖν λαθεῖν τὸν αὐτὴν θρέψαντα Αἴπυτον ἤγουν κλέψασα ἤτοι δεξαμένη τὸν ἐξ Ἀπόλλωνος γινόμενον παῖδα. ( κλέπτοισ α:) συσκιάζουσα. |
| O 6 60c | θεοῖο γόνο ν : τὸν ἐξ Ἀπόλλωνος γινόμενον παῖδα. οὐκ ἠδυνήθη οὖν διαλαθεῖν τὸν αὐτὴν θρέψαντα Αἴπυτον δεξαμένη γόνον θεοῦ. |
| O 6 61a | ἀλ λ ’ ὁ μὲν Πυθῶν α : ἀλλ’ ὁ μὲν εἰς Πυθῶνα μαντευσόμενος ἀφίκετο. πιέσα ς : τὸν ἑαυτοῦ χόλον κατασχών. |
| O 6 61c [5] | ἐν θυμῷ πιέσα ς : κατὰ τὴν ψυχήν. καίτοι δεινὴν οὖσαν τὴν ὀργὴν λογισμῷ κατασχὼν καὶ πρὸ τῆς ἀληθοῦς γνώσεως οὐκ ἐκφῆναι τὸ δεινὸν βουληθεὶς, καίτοι καὶ πάνυ χαλεπαίνων, εἰς τὸ τοῦ Πυθίου Ἀπόλλωνος μαντεῖον ἐπορεύετο γνωσόμενος ὑπὲρ τοῦ ἀτλήτου καὶ ἀτόπου τῆς διαφθορᾶς πάθους. |
| O 6 62a | ( χόλο ν·) τὸν ὑπὲρ τοῦ τεκεῖν αὐτήν. ὀξείᾳ μελέτ ῃ , τῇ μεγάλῃ φροντίδι· μελέτας γὰρ τὰς φροντίδας λέγουσιν. |
| O 6 65a | ἀτλάτο υ : περὶ τοῦ προδεδηλωμένου ἀτολμήτου ὄντος. ἢ ἣν οὐκ ἄν τις ῥᾳδίως ἐνέγκοι διὰ τὴν ὕβριν. |
| O 6 66a | ἁ δὲ φοινικόκροκο ν : ἡ Εὐάδνη. φοινικόκροκο ν , τὴν ἐκ φοινικῆς κρόκης ὑφασμένην. |
| O 6 66c | ἢ τὴν ἐκ φοινικοῦ εἴδους κεκροτημένην ἤτοι κατεσκευασμένην. ζώνα ν : ὁ Αἴπυτος ἕως ᾤχετο πρὸς Δελφοὺς μαντευσόμενος, ἡ Εὐάδνη ἀφελομένη τὴν ζώνην τῆς γαστρὸς καὶ τὴν ὑδρίαν ἀποθεμένη ἔτεκε τὸν Ἴαμον. |
| O 6 68 | ἀργυρέα ν : ἔθος ἦν ταῖς ἡρωίσιν ἑαυταῖς ὑδρεύσασθαι, ὡς καὶ ἡ Εὐάδνη ὅτε τὸν παῖδα ἐγέννησεν. ἔθος δὲ καὶ ταῖς τικτούσαις λύειν τὰς ζώνας. λόχμας ὑπὸ κυανέα ς : τοῦ ἀνθηροῦ καὶ καταπύκνου τοῖς φυτοῖς τόπου. |
| O 6 69b | κυανέα ς , ἤτοι τῆς βαθείας, ἢ παρὰ τὴν τῶν ἴων χροιάν. θεόφρονα κοῦρο ν : ἢ θεῖα φρονοῦντα, καθὸ μάντις ὁ Ἴαμος· ἢ ὅτι θεῶν βουλαῖς ἐγένετο. |
| O 6 70b | τίκτε θεόφρονα κοῦρο ν : τὸν Ἴαμον, ὅτι μάντις τὴν τέχνην. ὁ δὲ νοῦς· ἡ δὲ Εὐάδνη τὴν ἐκ φοινικῆς κρόκης ζώνην λύσασα καὶ ἀποθεμένη, ἀποθεμένη δὲ καὶ τὴν κάλπιν, οὕτω λοιπὸν ἔτεκεν ἐν συσκίῳ τόπῳ τὸν ἐσόμενον θεόφρονα παῖδα. |
| O 6 70c [5] | φησὶ δὲ τὸν Ἴαμον, ἀφ’ οὗ τὸ γένος ἔχει ὁ Ἀγησίας. πραΰμητι ν : τὴν Εἰλείθυιαν πραΰμητιν εἶπεν, ὅτι αἱ τίκτουσαι πραότεραι γίνονται. |
| O 6 71b | ἢ ὅτι παρθένοι εἰσίν. πραΰμητίν τ ’ Εἰλείθυια ν : πραεῖαν. |
| O 6 71b bis | εὐμενῆ. τῇ Εὐάδνῃ ἀποκυούσῃ παρέστησεν ὁ χρυσοκόμης Ἀπόλλων τὴν Εἰλείθυιαν κεχαρισμένα φρονοῦσαν καὶ τὰς Μοίρας. |
| O 6 71c | ἡ δὲ ἔνδειξις οὐ μόνον περὶ εὐτοκίας, ἀλλὰ καὶ καλλίστης γενέσεως τοῦ παιδός. πραΰμητιν δὲ πραεῖαν καὶ εὐμενῆ. |
| O 6 72 | παρέστασέ τ ε : τοὺς συνδέσμους μεταθετέον· ὁ γὰρ λόγος οὕτως ἀπαιτεῖ· τῇ μὲν ὁ χρυσοκόμας πραΰμητιν Εἰλείθυιάν 〈τε〉 παρέστασεν Μοίρας τε κατὰ τὸν τόκον. ἦλθε δ ’ ὑπὸ σπλάγχνω ν , ἕως κηδόμενο ι : ὁ νοῦς τοιοῦτος· ἐγεννήθη δὲ ἐξ ἐπεράστου ὠδῖνος ὁ Ἴαμος καὶ ἦλθεν εἰς τὸ φῶς εὐθέως. |
| O 6 73a [5] | τοῦτον οὖν τίκτουσα καὶ ἐπιλυπουμένη καταλέλοιπεν ἐπὶ τῇ γῇ ἡ Εὐάδνη. δύο δὲ αὐτὸν φοβερώτατοι δράκοντες θεῶν βουλήσει ἀνέθρεψαν ἀβλαβῆ ἰὸν προσφερόμενοι· ἵνα λέγῃ τὸ μέλι. ὑ π ’ ὠδῖνο ς : ἡ δευτέρα ὑπό ἀντὶ τῆς μετά, ἡ πρώτη δὲ ἀντὶ τῆς ἀπό. |
| O 6 75 | ἐς φάος αὐτίκ α : εὐθέως. ἀκολούθως ὡς ἀπὸ εὐμενεστάτης Εἰλειθυίας ῥᾳδίαν καὶ ἄμοχθον τὴν ὠδῖνα ἐποιήσατο. κνιζομέν α : λυπουμένη ἐπὶ τῷ μὴ δύνασθαι τρέφειν αὐτόν. |
| O 6 76b | τὸν μὲν κνιζομέν α : δοκεῖ τὸ κνιζομένα ἐναντίον εἶναι πρὸς τὴν τῆς Εἰλειθυίας εὐμένειαν· καὶ ἴσως τὴν μετρίαν αἴσθησιν τῆς ἀλγηδόνος ὑποφαίνει [καὶ] κνισμὸν ὀνομάζων. ἢ λυπουμένη· ἤλγει μὲν γὰρ ὡς μήτηρ, στέργουσα τὸ τέκνον· κατελείπετο δὲ αὐτὸ ἐπὶ τῆς ἐρημίας βουλομένη λαθεῖν. |
| O 6 76d | γλαυκῶπες αὐτό ν : ἢ πυρώδεις· τὸ γὰρ γλαυκὸν ἐπὶ τοῦ πυρώδους ἔθεντο πολλοὶ καὶ τὴν σελήνην γλαυκὴν λέγουσιν. ἢ ἀπὸ τοῦ γλαύσσειν. δαιμόνων βουλαῖσι ν : ἤτοι καθόλου τῶν θεῶν ἀκουστέον, ἢ εἰς Ἀπόλλωνα καὶ Ποσειδῶνα ἀνακτέον, τὸν μὲν πατέρα, τὸν δὲ προπάτορα. |
| O 6 78a [5] | ἀμεμφε ῖ : ἀμεμφῆ ἰὸν προσηγόρευσε τὸ μέλι σκληρότερον· ὁ γὰρ ἰὸς μοχθηρόν τι ὑποφαίνει. ἐπειδὴ [δὲ] δράκοντές εἰσιν οἱ τρέφοντες, οὗτοι δὲ εἰώθασιν ἐμεῖν τὸν ἰόν· ὥστε τοὐναντίον ἐργάζεσθαι τὸν τῶν δρακόντων ἰὸν ὥσπερ εἰώθασι κατὰ φύσιν, τοῦ θεοῦ εἰς τοῦτο παραστήσαντος τὴν φύσιν τῶν δρακόντων. |
| O 6 78c | ἢ ἰῷ μελισσᾶν τῷ μέλιτι, διὰ τὴν δριμύτητα καὶ κατὰ μεταφοράν. ἐπεὶ δράκοντές εἰσιν, οὗτοι 〈δὲ〉 εἰώθεισαν ἐμεῖν τὸν ἰόν. |
| O 6 78e | [ ἐ ν ] ἀμεμφεῖ ἰῷ μελισσῶ ν : ἤγουν ἐν ἀμέμπτῳ ἰῷ καὶ παρὰ τῶν μελισσῶν· ἤτοι ἁπαλωτέρῳ καὶ γλυκυτέρῳ. ἀμεμφῆ ἰὸν εἶπε τὸ μέλι σκληρότερον· ὁ γὰρ ἰὸς μοχθηρίαν τινὰ ὑποφαίνει. |
| O 6 78g | ὡς ἐπὶ δρακόντων δὲ τὸν ἰὸν εἶπεν· ἀποβάλλει γὰρ ὁ δράκων ἰόν· βουλῇ δὲ θεῶν ὡς μελισσῶν ἄνθος ἡδὺ γίνεται καὶ οἷον ὡς μέλι. ἄλλως· ἠστειεύσατο εἰπὼν ἀντὶ τοῦ ἰοῦ μέλι προϊέναι. |
| O 6 78i | τὸ δὲ σημεῖον ὅτι ἰὸν μελισσᾶν εἶπε τὸ μέλι διὰ τὸ ἀφίεσθαι ὑπ’ αὐτῶν· φησὶ δὲ τὸν Ἴαμον ὑπὸ δρακόντων μέλιτι τραφῆναι. βασιλεὺς δ ’ ἐπεὶ πετραέσσα ς : τῆς τραχείας. |
| O 6 79b | τὸ δὲ ἑξῆς, πετραέσσας Πυθῶνος. ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ἦλθεν ἐκ τοῦ μαντείου ὁ βασιλεὺς Αἴπυτος, ἀνήρετο πάντας τοὺς ἐν τῇ οἰκίᾳ περὶ τοῦ γεννηθέντος παιδὸς ὑπὸ τῆς Εὐάδνης. |
| O 6 84a | περὶ θνατῶ ν : περισσῶς ὑπὲρ πάντας ἀνθρώπους. ἔλεγε γὰρ αὐτὸν ἐκ πατρὸς Ἀπόλλωνος γεγονέναι καὶ περισσῶς ὑπὲρ πάντας ἀνθρώπους γενέσθαι μάντιν καὶ μηδέποτε αὐτοῦ τὸ γένος διαλείπειν. |
| O 6 84c | τὸ ἔφη ἀπὸ κοινοῦ. τὴν μαντείαν οὐδέποτ’ ἐκλείψειν τὴν γενεὰν αὐτοῦ διὰ τὸ ἀπ’ αὐτοῦ τοὺς Ἰαμίδας εἶναι. |
| O 6 86a | οὐδέπο τ ’ ἐκλείψει ν : διὰ τὸ ἀπ’ αὐτοῦ τοὺς Ἰαμίδας εἶναι. τοὺς ἀπογόνους. |
| O 6 87a | οὔ τ ’ ὦν ἀκοῦσα ι : ἀντὶ τοῦ ἔλεγον μήτε ἀκηκοέναι παιδὸς μήτε ἰδεῖν παῖδα, ἤδη εʹ [γὰρ] ἡμερῶν διελθουσῶν τῆς γενέσεως τοῦ παιδός. τοὶ δ ’ οὔ τ ’ ὦ ν : οἱ κατ’ οἶκον τοῦ Αἰπύτου θεράποντες. |
| O 6 88a | 〈 εὔχοντ ο : 〉 εἶπον· τῷ γὰρ εὔχοντο ἀντὶ τοῦ εἶπον οἱ Λάκωνες χρῶνται. 89B ( εὔχοντ ο:) ἀντὶ τοῦ ἔλεγον. |
| O 6 88c [5] | πεμπταῖον γεγεναμένο ν : τοῦτο οὐχ ὡς ἀπὸ τῶν οἰκετῶν· δίδομεν γὰρ αὐτοῖς τὸ εἰδέναι, εἰ καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν ἀφ’ οὗ γέγονεν ἐπίστανται· ἀλλὰ ῥητέον ἐκ τοῦ ποιητικοῦ προσώπου τὸ τοιοῦτον λέγεσθαι. οἱ οὖν οἰκέται τοῦ Αἰπύτου ἐρωτώμενοι ἔλεγον μήτε ἑωρακέναι μήτε ἀκηκοέναι· εἶτα ὁ ποιητὴς ἀφ’ ἑαυτοῦ· καὶ ταῦτα πεμπταῖον ἤδη ὂν τὸ παιδίον. 90B [ οὔ τ ’ ἰδεῖν εὔχοντο ἕως τοῦ τ ’ ὄνο μ ’ ἀθάνατο ν:] ὁ νοῦς· ἔκειτο δὲ ὁ παῖς βεβρεγμένος καὶ κεκαλυμμένος ταῖς τῶν ἴων ἀκτῖσι [δεδροσισμένος]· διόπερ καὶ τὴν κλῆσιν τὴν τοῦ Ἰάμου αὐτῷ ἡ μήτηρ ἔθετο ἀπὸ τῆς τῶν ἴων αἰτίας. |
| O 6 89 | ἀθάνατον δὲ εἶπεν ὠνομάσθαι αὐτὸν ὡς ἐν τῷ χρησμῷ· εἶπε γὰρ ἀνωτέρω οὐδέποτε ἐκλείψειν τὴν γενεὰν αὐτοῦ. 88B βατείᾳ τ ’ ἐν ἀπειράτ ῳ : ἣν οὐκ ἔστι διὰ τὰ κέντρα διαπερᾶσαι. |
| O 6 90b | ἢ τὴν πολλὴν καὶ δύσβατον μετασχηματίσας βάτειαν εἶπεν. οἷον ἐν δρυμῷ μεγάλῳ. |
| O 6 90d | βατείᾳ τ ’ ἐν ἀπειράντ ῳ : ὅτι βάτειαν εἶπε τὴν βάτον, ὅ ἐστιν ἀκάνθης εἶδος. καὶ ὅτι τὸν Ἴαμον ἐτυμολογεῖ. ἀπειράντῳ δὲ, ἐν δρυμῷ μεγάλῳ. |
| O 6 90f | ἀπειράτῳ ἀπὸ πολλῶν. ἴων ξανθαῖς τ ε : ταῖς τῶν ἴων ἀκτῖσι καὶ λαμπηδόσι δεδροσισμένος. |
| O 6 91b | ἀκτῖσι δὲ παμπορφύροις εἶπεν, ἐπειδὴ τῶν ἴων τὰ μὲν ὑπολευκίζει, τὰ δὲ πορφυρᾶ ἐστιν. παμπορφύροις ἀκτῖσι ν : ἀκτῖνας λέγει τὰς ἀποπιπτούσας ἀπὸ τῶν ἀνθέων δρόσους. |
| O 6 91d | ἢ λαμπηδόνας τῶν ἀνθῶν. βεβρεγμένο ς : τουτέστι δεδροσισμένος ἐν αὐτοῖς. |
| O 6 92b | Ζηνόδοτος γράφει ἀντὶ τοῦ βεβρεγμένος .... ἀκτῖνας δὲ ἔφη τὰς ἀποπιπτούσας ἀπὸ τῶν ἀνθέων δρόσους (Hom. |
| O 6 92c | Ξ 351)· στιλπναὶ δ’ ἔπιπτον ἐέρσαι. ( βεβρεγμένο ς:) δεδροσισμένος. |
| O 6 93a | κατεφάμιξε ν : διὰ τὸ ἐν ἄνθεσι τετράφθαι Ἴαμος ἐκλήθη ἀπὸ τῶν ἴων τῶν περὶ αὐτῷ. τὸ καὶ κατεφάμιξε ν : ἀντὶ τοῦ διὰ τὸ τοῖς ἴοις δροσίζεσθαι αὐτὸν ἀστείως καὶ Ἴαμον καλεῖσθαι. |
| O 6 95a | τοῦ τ ’ ὄνυμ α : ἀντὶ τοῦ ὄνομα. τὸ ἀθάνατον ὅτι διαβόητος ἦν· ἢ ὅτι ἐξ αὐτοῦ πολὺ γένος ἐγένετο τῶν Ἰαμιδῶν. |
| O 6 95c | ἀθάνατο ν : διὰ τὸ ἀπ’ αὐτοῦ κεκλῆσθαι τοὺς Ἰαμίδας. τοῦ τ ’ ὄνυ μ ’ ἀθάνατο ν : διὰ τοῦτο. |
| O 6 95b | διὰ τὸ τοὺς Ἰαμίδας [ἀθανάτους] ἀπ’ αὐτοῦ καλεῖσθαι. τερπνᾶς δ ’ ἐπε ί : καλῶς εἶπε τερπνῆς χρυσοστεφάνου καρπόν· ἐν γὰρ τῇ ἀκμῇ τοῦ σώματος οἱ ἄνδρες τὰ τέλεια φρονοῦσι. |
| O 6 95d | τερπνὴν δὲ καὶ εὐστέφανον ἐκάλεσε τὴν ἀκμὴν τοῦ σώματος διὰ τὸ ἐπίχαρι αὐτῆς. τερπνᾶς ἥβα ς : ὅτι ἐν ταύτῃ μάλιστα τὰ ἡδέα τοῖς ἀνθρώποις γίνεται. |
| O 6 95f [5] | τερπνᾶς δ ’ ἐπεὶ χρυσοστεφάνοι ο : ὁ νοῦς· ἐπειδὴ δὲ ἐν ἀκμῇ ἡλικίας ἐγένετο καὶ τὸν καρπὸν τοῦ χρόνου ἤνεγκε, τὰ γένεια δὲ λέγει, τότε δὴ παραγενόμενος εἰς τὴν Ἐπίδαυρον ηὔξατο· ἐν μέσῳ γὰρ Ἤλιδος καὶ Ἀρκαδίας ἡ Ἐπίδαυρος, ὧν ἡ μὲν Ἀρκαδία τὴν ἀρχὴν, ἡ δὲ Ἦλις τὰ πρὸς ταῖς ἐκβολαῖς οἰκεῖται τοῦ ποταμοῦ. ἐνταῦθα οὖν, εἰς τὴν Ἐπίδαυρον, ἐπεκαλέσατο τόν τε ἑαυτοῦ πρόγονον Ποσειδῶνα καὶ τὸν τοξοφόρον καὶ ἔφορον τῆς θείας Δήλου τὸν Ἀπόλλωνα, τὸν ἑαυτοῦ πατέρα. 102 e Q BCDEQ ( χρυσοστεφάνοι ο:) τῆς τιμίας καὶ ἀνθηρᾶς. |
| O 6 97a | καρπὸν ἥβα ς : τῆς θεοῦ λέγει. ὡς ἥβησεν. |
| O 6 97c [5] | Ἀλφεῷ μέσ ῳ : ὁ Ἀλφεὸς ἐκ τῆς Ἀρκαδίας ῥέει ἐπὶ τὴν Ἦλιν. κατελθὼν ἐν τῷ ποταμῷ ὑπαίθριος· ἀντὶ τοῦ ὑπὸ τὸν ἀέρα· ἐν νυκτὶ ἐκάλεσε τὸν Ποσειδῶνα τὸν ἑαυτοῦ πρόγονον· ἀντὶ τοῦ πάππον κατὰ μητέρα· εἶπε γὰρ ἐν τοῖς προλαβοῦσιν ὅτι τῇ Πιτάνῃ τῇ νύμφῃ ἐμίγη ὁ Ποσειδῶν· ἐξ ἧς Εὐάδνη· καὶ ἀπὸ Εὐάδνης καὶ Ἀπόλλωνος Ἴαμος. |
| O 6 102a | λαοτρόφο ν : ἀντὶ τοῦ τὴν διατρέφουσαν αὐτὸν ἐκ τοῦ λαοῦ τιμήν· λέγει δὲ τὴν μαντικήν· οἱ γὰρ τοιοῦτοι ὑπὸ τοῦ πλήθους τρέφονται μαντευόμενοι. τινὲς δὲ λαοτρόφον φασὶ τὴν βασιλείαν τὴν τοὺς λαοὺς τρέφουσαν. |
| O 6 102c | λαότροφον οὖν προπαροξυτόνως τὸν διὰ τῆς μαντικῆς τρεφόμενον, παροξυτόνως δὲ τὴν τρέφουσαν τὸν λαὸν, τουτέστι τὸν ὄχλον. λαοτρόφο ν : τὴν τρεφομένην ὑπὸ τῶν λαῶν ἐπιστήμην ἑαυτῷ αἰτῶν. |
| O 6 102d | 104Q λαοτρόφον τιμά ν : βασιλικὴν ἀρχήν· ᾧ καὶ Ὅμηρος ὁμολογῶν τοὺς βασιλέας ποιμένας λαῶν ὀνομάζει. |
| O 6 102f | αἰτῶν οὖν τιμήν τινα τὴν ἀπὸ πολλῶν, ἐν πολλοῖς ὄχλοις, ὑπάρξαι αὐτοῦ τῇ κεφαλῇ. 102 d Q τιμάν τι ν’ : τιμὴν ἀπὸ τῶν λαῶν καὶ αὐξανομένην καὶ τρεφομένην. |
| O 6 104a | νυκτὸς ὑπαίθριο ς : τοῦτο συναπτέον τῷ πρώτῳ· καταβὰς ἐν μέσῳ Ἀλφειῷ νυκτὸς ὑπαίθριος. οἰκεῖος δὲ καὶ ὁ καιρὸς πρὸς θείαν ἐπίκλησιν. BCDEQ ηὔχετο οὖν, φησιν, αἰτῶν καὶ παρακαλῶν νυκτὸς ὑπαίθριος· ἀρχαιότατος δὲ ὁ τρόπος τῆς εὐχῆς. |
| O 6 105a | ἀρτιεπή ς : σαφὴς καὶ μηδὲν ἔχουσα ἀποκεκρυμμένον ὥσπερ οἱ χρησμοί. ἀρτιεπὴς πατρία ὄσσ α : ἡ ἀληθὴς καὶ ἀψευδής. |
| O 6 105c | ἡ δὲ ἀρτιεπὴς καὶ ἀληθὴς φωνὴ τοῦ πατρὸς αὐτοῦ πρὸς τὰς εὐχὰς ἀντεφθέγξατο. ὄσσα δὲ ἡ φωνή. |
| O 6 106a | μετάλλασε ν : ἰδίως κέχρηται τῇ λέξει· μεταλλῆσαι γὰρ λέγουσι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων· ἐπὶ δὲ τοῦ τοιούτου οὐ τέταχεν, ἀλλ’ ἀντὶ τοῦ ἐφθέγξατο καὶ προσεῖπεν αὐτόν. ἔνιοι οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων, ἐπεφάνη μὲν οὔ, προσέπιπτε δὲ αὐτῷ ἡ βοή. |
| O 6 106c [5] | μετάλλασέν τέ νι ν : ἐὰν μὲν ἐπὶ τοῦ Ἀπόλλωνος, νοεῖσθαι δεῖ οὕτως· ἐπεζήτησέ τε αὐτὸν καὶ ἐν φροντίδι ἔσχεν ὅπως ἂν τὰ μέλλοντα προλέγειν παράσχῃ αὐτῷ· ἐὰν δὲ ἐπὶ τοῦ Ἰάμου, ὅτι τῆς φωνῆς ἀκούσας τοῦ Ἀπόλλωνος ἐπεζήτησεν αὐτὸν, ὥστε καὶ κατ’ ὄψιν αὐτὸν εὐτυχῆσαι τῆς θέας τοῦ θεοῦ. τὸ δὲ μετάλλασεν, ἐὰν λάβωμεν ἀντὶ τοῦ ἀνηρώτησεν, ἀκύρως κεῖται· μεταλλῆσαι γάρ ἐστι τὸ ζητεῖν, ὡς ἐπὶ τῶν μετάλλων. |
| O 6 106e | ἄλλως· μετάλλασέ τέ νι ν : ἰδίως κέχρηται τῇ λέξει· μεταλλῆσαι γάρ ἐστι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων. νῦν δὲ ἐπ’ οὐδενὸς τοιούτου τέταχεν, ἀλλὰ ἀντὶ τοῦ ἐφθέγξατο καὶ προσεῖπε καὶ οἱονεὶ ἐφιλοφρονήσατο. ἔνιοι δὲ οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων τῷ Ἰάμῳ, μόνῃ δὲ φωνῇ προσεῖπεν αὐτὸν, ἐφθέγξατο μὲν ὁ Ἀπόλλων, ὁ δὲ Ἴαμος ἐζήτησε τὸν φθεγξάμενον τίς ἦν. |
| O 6 106g | τὸ δὲ ἑξῆς λεγόμενον· ἐφθέγξατο· ὄρσο τέκος. ὄρσο τέκνο ν : ὅρμα, τέκνον, τῆς ἐμῆς φωνῆς ὀπίσω· καθηγήσομαι μὲν ἐγὼ, σὺ δὲ ἀκολούθει εἰς τὴν ἐσομένην πάγκοινον χώραν, τὴν Ὀλυμπίαν. |
| O 6 107b [5] | ὄρσο τέκνον δεῦρ ο : ταῦτα παρὰ Ἀπόλλωνος πρὸς Ἴαμον· ἄγε δὴ ἀνίστασο, παῖ, ἀπέλθωμεν εἰς τὴν ἐσομένην ὕστερον πολύκοινον καὶ πολυπληθῆ χώραν· λέγει δὲ τὴν Ὀλυμπίαν. ὡς δὲ θεὸς, καὶ μάντις ἀκριβής ἐστιν εἰς τὰ μέλλοντα. πάγκοινον ἐς χώρα ν : κοινὴν χώραν τὴν Ἤλιδα, ὅτι πολλοὶ ξένοι ἐκεῖσε ἤρχοντο ἀγωνισόμενοι. |
| O 6 107d | φήμας δὲ ὄπισθεν, οἷον τῇ φωνῇ ἀκολουθῶν· ὡς Ὅμηρος (Υ 131)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. 111 φάμας ὄπισθε ν : τῇ ἐμῇ φωνῇ ἐπικατακολούθει. |
| O 6 108 | Ὁμηρικῶς δέ (l. l.)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. πέτρα ν : τὸν ἐν τῇ Ὀλυμπίᾳ λόφον φησίν. |
| O 6 109a | 116 πέτραν ἀλίβατο ν : τὴν ὑψηλήν. |
| O 6 109c | καὶ ἤτοι ἐφ’ ἧς βαίνοντά ἐστιν ἀλιτεῖν διὰ τὸ ὕψος, ἢ ἐφ’ ἧς ἀνατέλλων πρῶτον ὁ ἥλιος βαίνει. ὁ δὲ νοῦς· ὅρμησον, ὦ τέκνον, καὶ ἐλθὲ εἰς τὴν πολύκοινον ἐσομένην χώραν κατακολουθῶν τῇ ἡμετέρᾳ φωνῇ. |
| O 6 109d [5] | παρεγένοντο δὲ εἰς τὴν ὑψηλὴν πέτραν τοῦ Κρονίου, ἐν ᾧ Κρονίῳ παρέσχεν αὐτῷ διπλοῦν θησαυρὸν μαντείας. 116B θησαυρὸν δίδυμο ν : δίδυμον θησαυρὸν μαντείας αὐτῷ φησι δοθῆναι, ἕνα μὲν τὸ κατὰ τὸ παρὸν εὐθέως τότε φωνὴν ἀκούειν ψευδέων ἀνεπίγνωστον, οἷον ἀληθῆ· μετὰ δὲ ταῦτα τοῦ κατ’ Ὀλυμπίαν ἀγῶνος ὑπὸ τοῦ Ἡρακλέους τεθέντος τὸ μαντεῖον ἱδρύσασθαι. |
| O 6 111b [10] | θησαυρὸν δίδυμο ν : ἕνα μὲν, τὸ κατὰ τὸ παρὸν εὐθέως φωνὴν ἀκούειν ψευδῶν ἀνεπίγνωστον· ὕστερον δὲ καὶ παρὰ τῷ βωμῷ τοῦ Διὸς μαντεύεσθαι ἐκ τῆς τοῦ πυρὸς ἀναδόσεως. ἄλλως· ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον ἕως τὸ βωμ ῷ : ὁ δὲ νοῦς· ἐδίδου δὲ ὁ Ἀπόλλων τῷ Ἰάμῳ δίδυμον θησαυρὸν τῆς μαντείας, τότε μὲν φωνῆς κατακούειν ἀληθοῦς, ὅτε δὲ ὁ ἰσχυρὸς Ἡρακλῆς, τὸ τῶν Ἀλκαϊδῶν βλάστημα, τύχῃ ἐλθὼν εἰς Ὀλυμπίαν καὶ κτίσῃ τῷ αὑτοῦ πατρὶ περίβλεπτον καὶ πολυάνθρωπον πανήγυριν καὶ τὸν νόμον καὶ θεσμὸν τῶν μεγίστων Ὀλυμπιακῶν ἄθλων ἐπὶ τῷ τοῦ Διὸς ὑψηλοτάτῳ βωμῷ, τότε Ἴαμον ἐκέλευσεν ὁ Ἀπόλλων χρηστήριον θέσθαι καὶ μαντεῖον τὸ διὰ τῶν θυμάτων. |
| O 6 111d [5] | ἄλλως· μαντεῖον ἦν ἐν Ὀλυμπίᾳ, οὗ ἀρχηγὸς γέγονεν Ἴαμος τῇ διὰ τῶν ἐμπύρων μαντείᾳ· ᾗ καὶ μέχρι τοῦ νῦν οἱ Ἰαμίδαι χρῶνται. ἀναλαμβάνοντες γὰρ τὰ τῶν ἱερείων δέρματα ἐπιτιθέασιν εἰς τὸ πῦρ καὶ οὕτω μαντεύονται. ἔνιοι δὲ οὕτω φασὶ, τεμνομένοις δέρμασι μαντεύεσθαι αὐτούς· λαμβάνοντες γὰρ τὰς βύρσας τῶν ἱερείων ἔσχιζον, καὶ κατὰ τὰ σχίσματα ἐμαντεύοντο, ἀφορῶντες εἰς τὴν τομὴν, πότερον εὐθεῖά ἐστιν ἢ οὔ. |
| O 6 113a | ψευδέων ἄγνωστο ν : ἀληθῆ. ἄγνωστος δὲ ψευδέων ἡ τῶν θεῶν φωνή. |
| O 6 113b | ἄλλοι δέ φασιν ὄρνεων. σεμνὸν θάλο ς : Δίδυμός φησι μὴ σώζεσθαι τὸν λόγον· τὸν γὰρ Ἡρακλέα θάλος εἶπεν Ἀλκαϊδᾶν ἀπὸ Ἀμφιτρύωνος, ὃς ἦν Ἀλκαίου παῖς. |
| O 6 115a | ἔθος δὲ τῷ Πινδάρῳ κατὰ τοῦ ἑνὸς τάσσειν τὸ πληθυντικόν. ὅτι Ἀμφιτρύων Ἀλκαίου παῖς ἐστι, δῆλον· ἀφ’ οὗ καὶ Ἀλκείδης ὁ Ἡρακλῆς τὸ πρότερον ἐκαλεῖτο. |
| O 6 115b | 109 σεμνὸν θάλο ς : τὸ βλάστημα τῶν Ἀλκαϊδῶν· φησὶ δὲ τὸν τοῦ Ἀμφιτρύωνος· ἐκεῖνος γὰρ Ἀλκαίου παῖς. |
| O 6 115d | ἔνιοι μέντοι αὐτὸν τὸν Ἡρακλέα Ἀλκαῖον καλεῖσθαι βούλονται, μετωνομάσθαι δὲ Ἡρακλῆ, Ἀπόλλωνος τοῦτο χρησμοδοτήσαντος. 120B πλειστόμβροτο ν : παρ’ ἣν οἱ πολλοὶ τῶν ἀνθρώπων συνάγονται. |
| O 6 116b | πλειστόμβροτο ν : παρ’ ἣν πλεῖστοι τῶν ἀνθρώπων ἀθροίζονται. 111B 〈 βωμ ῷ : 〉 τῷ κατὰ τὴν Ὀλυμπίαν μαντικῷ βωμῷ τοῦ Διός. |
| O 6 119 [5] | τό τ ’ αὖ χρηστήριον θέσθα ι : τὸ διὰ τῶν ἐμπύρων μαντεύεσθαι. οὕτως δὲ μέχρι νῦν οἱ Ἰαμίδαι μαντεύονται, ἔμπυρα θύματα τιθέντες ἐν τῷ βωμῷ. Ἡρακλείδης δὲ ἐν τῷ περὶ χρηστηρίων (FHG II, p. 197 n. 2) τοῖς δέρμασί φησιν αὐτοὺς μαντεύεσθαι ἀφορῶντας 〈εἰς τὰσ〉 σχισμὰς τῶν δερμάτων, πότερον εὐθεῖαί εἰσιν ἢ οὔ. ἐξ οὗ ὄλβος Ἰαμιδᾶν ἕσπετ ο : ἰδίως τῇ φράσει ἐχρήσατο· ἀφ’ οὗ δὴ χρόνου τὸ ἐνδοξότατον γένος τῶν Ἰαμιδῶν εὐδαιμονία ἠκολούθησεν· ἀντὶ δοτικῆς τὴν ἀκολουθίαν ἐχούσης πρὸς τὸν λόγον· ἀφ’ οὗ τῷ τῶν Ἰαμιδῶν BDEQ γένει ὁ ὄλβος ἠκολούθησε καθ’ Ἕλληνας. |
| O 6 121 | Ἰαμιδᾶ ν : ἐκτεταμένον τὸ Ἰαμιδᾶν διὰ τὸ ἀντίστροφον. ὄλβος δ ’ ἅ μ ’ ἕσπετ ο : ὁμοίως τῷ σχήματι τῆς ἑρμηνείας κέχρηται· ἐξ οὗ τῶν Ἰαμιδῶν τὸ γένος ὄλβος ἅμ’ ἕσπετο· ἀντὶ τοῦ τῷ τῶν Ἰαμιδῶν γένει ὄλβος ἠκολούθησεν. |
| O 6 122b | ἄλλως· ὁμοίως τῷ (Ο 305)· ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο, τὸ, γένος τιμῶντες. τιμῶντες δ ’ ἀρετά ς : ἤτοι καθόλου γνωμικὸς ὁ λόγος, ἢ ἐπὶ τῶν Ἰαμιδῶν· οἱ δὲ Ἰαμίδαι τὰς ἀρετὰς τιμῶντες ἀεὶ εἰς ἐπίδοξον ὁδὸν βίου πορεύονται. |
| O 6 123a [5] | [ ἐς φανερὰν ὁδό ν:] ἀμφίβολον πότερον ἀρσενικόν ἐστι τὸ ἕκαστον ἢ οὐδέτερον. ἐὰν μὲν οὐδετέρως δεξώμεθα, οὕτως· σαφὲς δὲ ποιεῖ καὶ τεκμηριοῖ ἕκαστον ἔργον ..... 〈ἐὰν δὲ ἀρσενικῶς, οὕτως·〉 τὸ ἴδιον πρᾶγμα ἔκδηλον καὶ φανερὸν καθίστησι τῶν ἀνθρώπων 〈ἕκαστον. ἄλλως· ἕκαστον γὰρ τῶν ἀνθρώπων〉 τὸ ἴδιον πρᾶγμα φανερὸν ποιεῖ, ὡς Ὅμηρον ἡ ποίησις, ἡ ῥητορικὴ Δημοσθένην. |
| O 6 123c | τεκμαίρει χρῆ μ ’ ἕκαστο ν : ἕκαστον γὰρ τῶν ἀνθρώπων τεκμαίρει καὶ μηνύει τὸ οἰκεῖον πρᾶγμα, ὡς Ὅμηρον ἡ ποίησις, Δημοσθένην ἡ ῥητορική. λείπει· ἐγὼ τοίνυν διὰ τοῦτο ἐπαινῶ. |
| O 6 123e [5] | ὁ δὲ λόγος γνωμικός. μῶμος δ ’ ἐξ ἄλλω ν : φθόνος δὲ καὶ ψόγος ἐξ ἄλλων τινῶν, ἐκ τῶν φθονερῶν, ἐπικρέμαται τούτοις οἷς ἄν ποτε κατὰ τὴν Ὀλυμπίαν περὶ τὸν δωδεκάκυκλον δρόμον ἀγωνισαμένοις καὶ νικήσασιν [καὶ οἷς ἂν] ἡ ἐκ τῆς νίκης χάρις ἔνδοξον τὴν ὄψιν παράσχῃ. |
| O 6 124b | ἄλλως· ὁ νοῦς· ἐκ τῶν ἄλλων φθονούντων μῶμος ἐπικρέμαται τοῖς τετυχηκόσι τῶν τιμῶν τούτων· οἷον οἱ μὴ τετυχηκότες τοὺς τυχόντας διαμωμῶνται ὡς μηδενὸς ἀξιολόγου τετυχηκότας. οἷς ποτε πρώτοι ς : τὸ ἑξῆς τοῦ λόγου· οἷς ἄν ποτε πρῶτον ἁρματηλατήσασιν ἡ αἰδοία Χάρις ἐπιστάζῃ 〈εὐκλεᾶ〉 . |
| O 6 126a | .... εὐκλεᾶ μορφὰν δὲ εἶπε διὰ τὸ περιβλέπτους εἶναι τοὺς νικῶντας καὶ ἐπιχάριτας καὶ λαμπρούς. |
| O 6 127a | αἰδοία ποτιστάξ ῃ : ἐπεὶ οἱ νικῶντες δοκοῦσιν εὐειδεῖς εἶναι. ποτιστάξῃ δὲ, ἐπιχαρίτους ποιήσῃ τοὺς νικῶντας. |
| O 6 129a [5] | εἰ δ ’ ἐτύμως ὑπὸ Κυλλάνας ὅροι ς : Κυλλήνη ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ. φησὶ δὲ ὅτι εἰ δὴ ἀληθῶς οἱ τοῦ Ἀγησίου πρόγονοι τὴν Κυλλήνην κατοικοῦντες τὸ Ἀρκάδιον ὄρος ἐτίμησαν διὰ δώρων καὶ θυσιῶν πολλῶν πολλάκις τὸν κήρυκα τῶν θεῶν τὸν Ἑρμῆν τὸν τῶν ἀγώνων δεσπόζοντα καὶ τὰς μερίδας τῶν ἄθλων κεκληρωμένον, τὸν τὴν Ἀρκαδίαν τιμῶντα, τοῦτον ἂν εἴποιμεν καὶ νῦν, ὦ Σωστράτου παῖ, σὺν τῷ ἑαυτοῦ πατρὶ τελειοῦν σοι τὴν ἐπὶ τῇ νίκῃ εὐδαιμονίαν. |
| O 6 129b | 130BCEQ ἐτύμω ς : εἰ δὲ ἀληθῶς, φησι, οἱ τοῦ Ἀγησία κατὰ μητέρα πρόγονοι τὴν Ἀρκαδίαν οἰκοῦντες ἐδωρήσαντο θυσίας τῷ Ἑρμῇ. |
| O 6 129d | ὅροι ς · τῆς Ἀρκαδίας· τὸ δὲ Στύμφηλον ταύτῃ ὑπόκειται. Στύμφηλος ὑπόκειται τῇ Κυλλήνῃ· ἔστι δὲ τῆς Ἀρκαδίας. |
| O 6 129e [5] | οἱ δὲ κατὰ τὴν μητέρα πρόγονοι τοῦ Ἀγησίου Στυμφήλιοί εἰσιν. Φιλοστέφανος δὲ ἐν τῷ περὶ Κυλλήνης (FHG III, 30) φησὶ Κυλλήνην καὶ Ἑλίκην θρέψαι ...... ἐναγωνίου δὲ ὄντος τοῦ θεοῦ φησιν ὅτι οἱ περὶ τὸν Ἀγησίαν διὰ τὴν συγγένειαν, ἐπειδὴ καὶ ὁ Ἑρμῆς ἐν Ἀρκαδίᾳ, εἰκότως νικῶσιν. 144 i B 140C 144E 145 b Q Ἀγησί α : σημείωσαι ὅτι κατὰ μητέρα Ἀρκὰς ἦν Ἀγησίας. |
| O 6 130a | 129 e C μάτρωε ς : οἱ μητρὸς ἀδελφοί. |
| O 6 131 | δώρησαν θεῶν κάρυκ α : ἀντὶ τοῦ ἐδωρήσαντο τῷ κήρυκι τῶν θεῶν, ἢ χοροῖς ἐτίμησαν αὐτόν. ὃς ἀγῶνας ἔχε ι : ἐναγώνιος γὰρ ὁ θεός. |
| O 6 134b | δι’ ὃν νικῶσιν οἱ περὶ Ἀγησίαν. ὃς ἀγῶνας ἔχε ι : ἐναγώνιος ὁ θεός. |
| O 6 134d | ἢ ὅτι κῆρυξ· κῆρυξ δὲ καὶ ἐν ἀγῶσιν. ἢ ὅτι τῆς πάλης εὑρετής. |
| O 6 137 [5] | ὦ παῖ Σωστράτο υ : τῇ σῇ εὐτυχίᾳ, ὦ τοῦ Σωστράτου παῖ, τὴν εὐδοξίαν ἐπιστεφανοῖ. τὸ γὰρ κραίνειν καὶ ἐπ’ ἄλλων οὕτως τίθησιν. Ὅμηρος (δ 616)· χρυσὸς δ’ ἐπὶ χείλεσι κεκράανται. ἐπιτετερμάτισται. τινὲς δέχονται ὡς ἁπλῶς αὐτοῦ λέγοντος ἐστεφάνωται. δόξαν ἔχω τι ν’ : [δόξαν ἔχω τινά. |
| O 6 140a | ] δόκησιν ἔχω ἐπὶ τῆς γλώττης, ἥ με παραθήγει ὡς ἀκόνη ὑμνεῖν ὑμᾶς καίπερ διαπροαιρούμενον. ἀκόνην δὲ λιγυρὰν εἶπε τὴν τοῦ ὕμνου ᾠδήν, ὡς . |
| O 6 140b [5] | .... 〈ὃ δοκῶ〉 περὶ 〈τῶν〉 ἀνδρῶν, τοῦτό μοι ἡ ἀκόνη ἡ παροξύνουσα καὶ παρορμῶσα. δόξαν ἔχω ἕως ἔτικτε ν : ὁ νοῦς· ἔχω τινὰ καὶ ἑτέραν δόκησιν οὕτω με προτρεπομένην λέγειν περὶ σοῦ, ὡσανεὶ τῆς ἀκόνης τῆς ὀξύνειν δυναμένης τὸ παραθηγόμενον· ἥτις δόκησις θελοντί μοι καὶ βουλομένῳ προσέρπει καὶ προσπίπτει ὑπὸ ταῖς τῶν αὐλῶν πνοαῖς καὶ τῶν ἤχων· διὰ πνοῆς γὰρ ὁ ἦχος ἐκφέρεται· ἥτις δόκησίς ἐστι τοῦ ὑμνεῖν σε ἐκ τῆς ἐμῆς προγόνου Μετώπης ἀπὸ Στυμφήλου πόλεως Ἀρκαδικῆς. |
| O 6 140d [5] | ματρομάτορα δὲ τὴν Μετώπην λέγει ὁ Πίνδαρος οὕτω. Μετώπη θυγάτηρ μὲν ἦν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ. ἐκ ταύτης γέγονε νύμφη τις Θήβη, ἀφ’ BDEQ ἧς ἡ πόλις· Θηβαῖος δὲ ὁ Πίνδαρος. διὰ τοῦτο ματρομάτορα ἰδίαν λέγει τὴν Μετώπην. ἀκόνας λιγυρᾶ ς : ἀκόνην ὀξεῖάν φησι τὴν μουσικήν· λιγὺς γὰρ νῦν ὁ ὀξύς. |
| O 6 141a [5] | καὶ Ὅμηρος (Β 246)· Θερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο. οὐ γὰρ ἐγχωρεῖ τὸν ἄκριτα λέγοντα ἡδὺν εἶναι. ἄλλως· ἀκόνης τινὸς δόκησιν ἔχω ἐπὶ γλώσσης· ὅ ἐστι, παρακονῶμαι. |
| O 6 141b | 141 d Q ἢ οὕτως· ἡ δόκησις ἀκόνη μοι· ὃ δοκῶ περὶ τῶν ἀνδρῶν, τοῦτό μοι ἀκόνη ἐστὶν ἡ παροξύνουσά με καὶ παρορμῶσα. |
| O 6 141c | 143 b Q ἢ οὕτω· τῆς λιγυρᾶς ἀκόνης ἔχω δόκησιν ἐπὶ τῆς γλώσσης, ἥτις κραίνει τῆς εὐτυχίας τὴν δόκησιν. |
| O 6 141e | ὁ δὲ νοῦς· ὀξὺς ὢν ὀξύτερος γίνομαι παρ’ ἀκόνης τῆς δοκήσεως θηγόμενος. 141 c Q λιγυρᾶς νῦν τῆς ὀξείας. |
| O 6 142a | προσέρπε ι : προσάγει. παροξύνει καὶ αὐτόν με θέλοντα ταῖς καλλιρρόοις ῥοαῖς. |
| O 6 142c | καλλίροοι δὲ ῥοαὶ αἱ ἀπὸ τῶν ὀργάνων ἐκπεμπόμεναι. ( προσέρπε ι:) γράφεται προσέλκοι. |
| O 6 143a | καλλιρόοισι ῥοαῖ ς : ταῖς ἀπὸ τῶν ὀργάνων ἀναφερομέναις τῶν μετ’ αὐλῶν ὕμνων. 144 ματρομάτω ρ : ἡ τῆς μητρὸς τῆς ἐμῆς μήτηρ· πῶς δὲ, ἐπιόντες δείξομεν. |
| O 6 143b | 129 e E 141 f Q Στυμφαλί ς : ἀπὸ πατρίδος Ἀρκαδικῆς (Β 608)· Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο. |
| O 6 144b | ἡ Μετώπη δὲ Ἀσωποῦ μὲν ἦν γυνὴ, θυγάτηρ δὲ Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, μήτηρ δὲ Θήβης, ἀφ’ ἧς ἡ Πινδάρου πατρίς. προσέλκεταί με ἡ Μετώπη ὑμνεῖν σε διὰ τὴν οἰκειότητα· Ἀρκὰς γὰρ, ἐγὼ δὲ Θηβαῖος . |
| O 6 144c [5] | ...... ἦν, Θήβη δὲ Ἀσωποῦ καὶ Μετώπης τῆς Λάδωνος τοῦ ποταμοῦ Ἀρκάδος θυγάτηρ· ἀφ’ οὗ καὶ θηλυκῶς οὕτω ποταμὸς ἐν Ἀρκαδίᾳ Μετώπη. Στυμφαλὶς εὐανθὴς Μετώπ α : Μετώπη Ἀσωποῦ μὲν ἦν γυνὴ, μήτηρ δὲ Θήβης, ἀφ’ ἧς ἡ πόλις Θήβη προσηγορεύθη. |
| O 6 144d [5] | διὰ τὴν οἰκειότητα οὖν, φησὶν ὁ Πίνδαρος, τὴν πρὸς ἐμὲ τῆς Μετώπης, ὅτι Θήβης μήτηρ τῆς ἐμῆς πατρίδος, ἕλκεταί με ἡ Μετώπη Ἀρκὰς οὖσα. τὴν δὲ Μετώπην φασὶ γήμαντα Ἀσωπὸν τὸν Ὠκεανοῦ, Λάδωνος οὖσαν θυγατέρα, τεκνῶσαι Κέρκυραν, Αἴγιναν, Σαλαμῖνα, Θήβην, Ἅρπινναν, Νεμέαν, Κλεώνην. |
| O 6 144e | 129 e B εὐανθὴς δὲ Μετώπα ἡ ἀκμαία καὶ ἀνθηρὰ, ἵν’ ὁ λόγος ἐπὶ τῆς νύμφης ἀκούηται. |
| O 6 144f | 145 b E 129 e Q ἡ Μετώπη ἡ Ἀρκαδικὴ πόλις (τοῦτο γὰρ σημαίνει διὰ τὸ Στυμφαλίς· Στύμφηλος γὰρ Ἀρκαδίας μητρόπολις) προσέλκει με ἑκόντα ἐν καλλιρόοις πνοαῖς, ἤγουν πρὸς τὸ αὐλεῖν καὶ ὑμνεῖν τὴν Ἀρκαδίαν τὴν τῆς μητρός σου χώραν. |
| O 6 144h | ἄλλως· Στυμφαλὶς εὐανθὴς Μετώπ α : Ἀρκαδική. Στύμφηλος γὰρ πόλις Ἀρκαδίας. Ὅμηρος (Β 608)· Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο. ματρομάτορα δὲ λέγει τὴν Μετώπην ὁ Πίνδαρος οὕτω· Μετώπη θυγάτηρ μὲν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ. |
| O 6 145a | ἥτις Μετώπη ἐγέννησε τὴν ἱππικὴν Θήβην, κατὰ ἀναφορὰν τῶν ἐνοικούντων ἐν ταῖς Θήβαις. 147EQ πλάξιππον ἃ Θήβαν ἔτικτ ε · τᾶς ἐρατεινὸν ὕδω ρ : ταύτης οὖν, τῆς Μετώπης· λέγει δὲ νῦν τοῦ ὁμωνύμου ποταμοῦ τῇ ἡρωίδι. |
| O 6 145c | ὅτι δὲ ἡ Μετώπη τῆς Ἀρκαδίας ποταμὸς, Καλλίμαχος ἱστορεῖ ἐν ὕμνοις (in Jov. 26)· πολύστιόν τε Μετώπην. 144 g E 144 h Q πίομα ι : οὐ λέγει κυρίως ὅτι πίομαι τὸ ἀπὸ τῆς Μετώπης ὕδωρ, ἀλλὰ οἷον γεύσομαι αὐτῆς διὰ τὸν ὕμνον καὶ ταύτην εἰς τὸν ὕμνον συλλήψομαι. |
| O 6 147b | πίομαι ἀνδράσιν αἰχματαῖσιν ἕως τοῦ ὕμνο ν : ἀνδράσι νῦν τῷ τε Ἀγησίᾳ καὶ τοῖς τούτου προγόνοις. τὸ δὲ πλέκω ν , ἤτοι πρὸς τὸ ποικίλον καὶ διάφορον τῆς φθογγῆς· λέγουσι γὰρ καὶ στροφὰς ὧδε· ἢ ὡς ἐπὶ στεφάνου μουσικοῦ. |
| O 6 147d [5] | ὁ δὲ λόγος· ὦ τῆς ἐμῆς πατρίδος Ἀρκαδικῆς Μετώπη· λέγει δὲ τοῦ ποταμοῦ· γεύσομαι τῷ ὕμνῳ καὶ εἰς τὸ ἐγκώμιον ἀναλήψομαι, αὐτῷ τε τῷ Ἀγησίᾳ καὶ τοῖς τούτου ἀνδρείοις καὶ πολεμικωτάτοις προγόνοις τὸν ποικίλον καὶ πολύφθογγον ὕμνον διαπλέκων καὶ συντιθείς. ὄτρυνον νῦν ἑταίρου ς , Αἰνέ α : ἀποστρέφει τὸν λόγον πρὸς Αἰνέαν τὸν χοροδιδάσκαλον. |
| O 6 148a [5] | Αἰνέας γὰρ οὗτος χοροδιδάσκαλος, ᾧ ἐχρήσατο διὰ τὸ αὐτὸν ἰσχνόφωνον εἶναι καὶ μὴ δύνασθαι ἐν τῷ δημοσίῳ δι’ ἑαυτοῦ καταλέγειν τοῖς χοροῖς, ὅπερ οἱ πλείους καὶ μεγαλόφωνοι τῶν ποιητῶν ἀγωνιζόμενοι ἐποίουν, δι’ ἑαυτῶν διδάσκοντες τοὺς χορούς. ἀπέστρεψεν οὖν τὸν λόγον ὁ Πίνδαρος πρὸς τὸν Αἰνέαν λέγων· παρόρμησον νῦν, ὦ Αἰνέα, τοὺς ἑταίρους τοὺς ἐν τῷ χορῷ, ὥστε ὑμνῆσαι πρῶτον μὲν τὴν Ἥραν· ἔπειτα δὲ γνωρίσαι τοῖς λόγοις ποίησον αὐτοὺς, εἰ κατὰ τὸν ἀληθῆ λόγον ἐκφεύγομεν τὸ ὄνειδος τῶν Βοιωτῶν καὶ τὴν παροιμίαν τὴν λεγομένην Βοιωτία ὗς. ἡ δὲ παροιμία ἐντεῦθεν· Ὕαντες, ἔθνος βάρβαρον ἀρχαῖον, κατῴκησαν τὴν Βοιωτίαν· οὕστινας ἐκ παραφθορᾶς τοῦ ὀνόματος, ἀντὶ τοῦ Ὕαντας λέγειν, Ὗς ἐκάλουν· ὥστε καὶ τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι, διὰ πολλὴν ἀλογίαν καὶ ἀγροικίαν οὕτως ἐξ ἀρχαίου αὐτοὺς κεκλῆσθαι, τούς τε βουλομένους εἰς ἀπαιδευσίαν ἐπισκώπτειν τινὰς, τοῦτο λέγειν· Βοιωτία ὗς ὁ δὲ νοῦς· παρόξυνον ἐπὶ τοῦ παρόντος τοὺς χορευτὰς, ὦ Αἰνέα, πρῶτον μὲν τὴν Ἥραν τὴν ἐν τῷ Παρθενίῳ ὄρει Παρθενίαν ἀνυμνῆσαι, καὶ γνῶναι ἀληθέσι λόγοις διὰ τοῦ ὕμνου ποίησον τοὺς ἀκούοντας, εἰ ἀποφεύγομεν ἐκεῖνο τὸ ὄνειδος, ὃ ἀμουσίας ἕνεκεν ἡμῖν τοῖς Βοιωτοῖς προστρίβεται. |
| O 6 148c | ὑπάρχεις γὰρ τῶν Μουσῶν ἄγγελος ὀρθὸς καὶ ὑποφήτης, καὶ τρόπον τινὰ σκυτάλη καὶ σκῆπτρον τούτων τυγχάνεις καὶ κρατὴρ ἡδὺς τῶν ὕμνων· ἀντὶ τοῦ, μουσικώτατος γὰρ εἶ. Αἰνέ α : Αἰνέας ὁ τοῦ χοροῦ διδάσκαλος, ᾧτινι ὁ Πίνδαρος ἐχρῆτο διὰ τὸ ἰσχνόφωνον καὶ μὴ δι’ ἑαυτοῦ δύνασθαι τοῖς χοροῖς καταλέγειν· ὅπερ οἱ πλεῖστοι ἐποίουν, δι’ ἑαυτῶν ἀγωνιζόμενοι. |
| O 6 149b | πρῶτον μὲν Ἥρα ν : τὴν Σαμίαν Ἥραν. τινὲς δὲ τὸν Ἀγησίαν φασὶν ἱδρύσασθαι ἄγαλμα Ἥρας. |
| O 6 149d | οἱ δὲ ὅτι γαμήλιος καὶ αἰτία γενέσεων. καὶ ἐν Εὐβοίᾳ Παρθένος ἐκαλεῖτο. |
| O 6 149f | καὶ ποταμὸς Παρθένιος, ὃς Ἴμβρασος ἐκλήθη. Καλλίμαχος (fr. 213)· ἀντὶ γὰρ ἐκλήθης, Ἴμβρασε, Παρθενίου. Ἥραν Παρθενία ν : τὴν ἐν τῷ Παρθενίῳ ὄρει τῆς Ἀρκαδίας τιμωμένην [ὑμνῆσαι]· ἵν’ ᾖ, τὴν ἐν Ἀρκαδίᾳ. |
| O 6 149g | οὕτως δὲ καὶ ἐν Ἄργει τιμᾶται Ἥρα. εἰ φεύγομε ν , Βοιωτίαν ὗ ν : ὅτι διὰ τὴν ἀγροικίαν καὶ τὴν ἀναγωγίαν τὸ παλαιὸν οἱ Βοιωτοὶ ὗες ἐκαλοῦντο· καθάπερ καὶ αὐτὸς ἐν τοῖς διθυράμβοις (fr. |
| O 6 152 [5] | 83)· BEQ ἦν ὅτε σύας τὸ Βοιώτιον ἔθνος ἔλεγον. καὶ Κρατῖνος (fr. 310 K.)· οὗτοι δ’ εἰσὶν Συοβοιωτοὶ, κρουπεζοφόρον γένος ἀνδρῶν. 154 g Q ὗ ν : Ἀρίσταρχος· παρὰ τὸ λεγόμενον [ἐν] Βοιωτία ὗς. |
| O 6 153a [5] | πεποιθὼς δὲ ὁ Πίνδαρος τοῖς ἑαυτοῦ ποιήμασι κελεύει ἐπιγνῶναι τὸν Αἰνέαν καὶ γνῶναι τὴν τέχνην, εἰ φεύγουσιν οἱ Θηβαῖοι τὸ παλαιὸν ὄνειδος παιδείᾳ διαφέροντες καὶ μουσικῇ. τότε γὰρ ὡς ἀμαθεῖς ἐσκώπτοντο. Ὕαντες δὲ ᾤκησαν τὴν Θήβην, καὶ ἀπὸ τοῦ ὀνόματος μετετράπη τὸ καὶ Συοβοιωτοὺς αὐτοὺς λέγεσθαι. |
| O 6 153c [5] | ὗ ν : Ὕαντες ἔθνος Βοιωτίας, οὕστινας ἐκ παραφθορᾶς τοῦ ὀνόματος ἀντὶ τοῦ Ὕαντας λέγειν ἐκάλουν Ὗς· ὥστε τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι διὰ πολλὴν ἀγροικίαν καὶ ἀλογίαν οὕτως ἐξ ἀρχαίου αὐτοὺς κεκλῆσθαι, τούς τε βουλομένους τινὰς σκῶψαι ἐκάλουν Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελο ς : τυγχάνεις γὰρ, ὦ Αἰνέα, ἄγγελος ἀληθὴς καὶ τῶν καλλικόμων Μουσῶν κῆρυξ τῶν τε ἐπισήμων καὶ ἄγαν εὐφήμων ὕμνων κρατὴρ γλυκύτατος. |
| O 6 154a | ἠυκόμω ν : καὶ νῦν τοῦτο σημαίνει· οἷον Μουσῶν εἶ κῆρυξ, διὰ τὸ σκυταλοφορεῖν τοὺς κήρυκας. περὶ δὲ τῆς σκυτάλης καὶ ἐν τοῖς Ἀρχιλόχου ὑπομνήμασιν εἴρηται (fr. 86)· ἀχνυμένη σκυτάλη. . |
| O 6 154b [10] | ... παρὰ τοῖς Λακεδαιμονίοις. τινὲς δὲ δύο ἰσοπήχεις καὶ ἰσομήκεις· καὶ τούτων τὴν μίαν διδόασι τῷ ἁρμοστῇ, 〈ὃν〉 ἂν ἐκπέμπωσι πολιτικὴν χρείαν ἔχοντα, τὴν δὲ ἄλλην κατέχουσι· καὶ ὅταν δέῃ ἐπιστέλλειν ἀναγκαῖά τινα, ὑπὲρ τοῦ ἄγνωστα εἶναι τὰ ἐπιστελλόμενα τοῖς διακομίζουσιν ἑλίσσουσι παρ’ ἑαυτοῖς τὴν σκυτάλην δέρματι λευκῷ καὶ γράφουσι· ἔπειτα λύουσι καὶ διδόασι, μὴ φυλάττοντα τὴν λέξιν τῶν γεγραμμένων παρ’ ἑτέρῳ τινι ἢ παρ’ ἐκείνῳ, ὃς λαβὼν ἑλίσσει τὴν παρ’ ἑαυτῷ ῥάβδον καὶ οὕτως φανερῶν τῇ τάξει γενομένων μὴ νοεῖν τὰ γεγραμμένα. ἠυκόμων σκυτάλα Μοισᾶ ν : τῶν εὐκόμων Μουσῶν ἀξιόλογε [ἄγγελε καὶ] κῆρυξ. |
| O 6 154c | σκυτάλην γὰρ ἐκ τοῦ συμβεβηκότος λέγουσιν, ὡς καὶ Ἀρχίλοχος (fr. 86)· ἀχνυμένη σκυτάλη. ἡ δὲ σκυτάλη τοιοῦτόν ἐστι. |
| O 6 154d [5] | Λάκωνες κήρυκας διαπεμπόμενοι ξύλον μελαίνοντες περιείλισσον λευκῷ ἱμάντι καὶ περιέγραφον τῷ τε ἱμάντι καὶ τῷ ξύλῳ· εἶτα ὑπέλυον, ὥστε τὴν ἀκολουθίαν τῆς γραφῆς μὴ σώζεσθαι, εἰ μὴ προστεθείη πάλιν ὁ ἱμάς· καὶ οὕτω διὰ μὲν ἑτέρου τὸν ἱμάντα, διὰ δὲ ἑτέρου τὸ ξύλον ἀπέστελλον. οἱ δὲ ὅτι ξύλον διαπρίοντες ἔνδον ἐπέγραφον καὶ οὕτως ἀπέστελλον. |
| O 6 154f [5] | οἱ δὲ ὅτι ξύλον τι στρογγύλον, ὅπερ εἰς δύο ποιοῦντες τὸ μὲν ἥμισυ κατεῖχον αὐτοὶ, τὸ δὲ ἕτερον ἐδίδουν τῷ ἁρμοστῇ [τῷ στρατηγῷ] τῷ ἐκπεμπομένῳ εἴς τινα πόλιν· εἶτα εἰ ἐβούλοντο δηλῶσαι αὐτῷ περὶ ἀπορρήτων, ἱμάντι περιειλίσσοντες ὃ εἶχον αὐτοὶ ξύλον ἐπέγραφον· ὅντινα δεχόμενος ὁ ἁρμοστὴς περιείλει ᾧ εἶχεν ἐκείνου ἀποκόμματι καὶ οὕτως ἀνεγίνωσκεν. ἦσαν δὲ ἁρμοσταὶ Λακεδαιμονίων εἴκοσιν. 156Q ἄλλως· Μοισᾶ ν : ἀντὶ τοῦ Μουσῶν ἄγγελε καὶ κῆρυξ. |
| O 6 154h | ἐχρῶντο δὲ πλατείαις σκυτάλαις οἱ Λάκωνες, ἐγγράφοντες αὐταῖς τὰς ἐπιστολὰς καὶ ἐγκλείοντες εἰς σκύτινα ἀγγεῖα καὶ οὕτω σφραγίζοντες. 154 c Q Συρακοσσᾶν τε καὶ Ὀρτυγία ς : Ὀρτυγία νῆσος ταῖς Συρακούσαις παρακειμένη τὸ πρότερον· νῦν δὲ συνήφθη τῇ πόλει ταῖς Συρακούσαις. |
| O 6 156b | ἄλλως· νῆσος πρὸ τῶν Συρακουσῶν, ἧς ἄρχει ὁ Ἱέρων. ὅτι ἡ τῶν Συρακουσίων νῆσος Ὀρτυγία ἐκαλεῖτο, καὶ ὅτι Ἀγησίας ἐπολιτεύετο ἐν Συρακούσαις· ἦν δὲ τὸ ἀνέκαθεν Στυμφήλιος ἐξ Ἀρκαδίας. |
| O 6 156d | ἥντινά, φησι, τὴν τῶν Συρακουσῶν πόλιν Ἱέρων καθαρῷ σκήπτρῳ διοικῶν, ἴσα καὶ δίκαια βουλευόμενος τιμᾷ καὶ θεραπεύει τὴν Δήμητραν τὴν ἀνθηρὸν [καὶ ἐρυθρὸν] ἔχουσαν πόδα. ἢ φοινικόπεζαν, τὴν ἐρυθρόπουν, ἀπὸ μέρους καλήν· πέζα γὰρ ὁ ποῦς. |
| O 6 158a | τὰν Ἱέρω ν : ἱερωσύνην 〈εἶχεν〉 ὁ Ἱέρων Δήμητρος καὶ Κόρης καὶ Διὸς Αἰτναίου ἐν Σικελίᾳ ἐκ διαδοχῆς Τηλίνου τοῦ προγόνου αὐτῶν. σκάπτ ῳ : Ἀρίσταρχος· τοῖς κατὰ τὸν χορὸν εἰπεῖν ἐπικελεύει τῶν τε Συρακουσῶν μεμνῆσθαι καὶ τῆς Ὀρτυγίας· αὕτη δέ ἐστι προσεχὴς ταῖς Συρακούσαις νῆσος καὶ ἀχώματος. |
| O 6 158c | ὁ δὲ Δίδυμος· διὰ τὸν Ἱέρωνα, ἐπεὶ ἄνωθεν ἐκ προγόνων ἱεροφάντης τῶν θεῶν ἀποδέδεικται, τὰ προκείμενά φησιν ὁ Πίνδαρος· καὶ παρατίθεται τὰ Φιλίστου (FHG IV, 640) καὶ τὰ Τιμαίου (FHG I, 214). φοινικόπεζα ν : ἐπειδὴ οἱ λικμῶντες τὰ ἄχυρα ξανθοὶ γίνονται τὴν κεφαλήν. |
| O 6 159 | πᾶν δὲ ἄκρον πέζα καλεῖται. λευκίππου τ ε : ὅτι ἡ Δημήτηρ τὴν Κόρην εὗρε μετὰ τὴν ἁρπαγὴν καὶ λευκοὺς ἵππους ὑποζεύξασα ἀνήγαγεν αὐτήν. |
| O 6 160b [5] | λευκίππου τε θυγατρό ς : ἀπὸ κοινοῦ τὸ ἀμφέπει καὶ τῆς λευκοὺς ἵππους ἐχούσης θυγατρὸς αὐτῆς· λέγει δὲ τῆς Κόρης. λεύκιππον δὲ εἶπεν, ἐπειδὴ λέγεται μετὰ τὴν ἁρπαγὴν ἡ Κόρη, ἣν ὑπέστη ὑπὸ τοῦ Πλούτωνος, εὑρεθεῖσα λοιπὸν ὑπὸ τῆς μητρὸς αὐτῆς Δήμητρος, λευκοπώλῳ ἅρματι ἀνῆχθαι εἰς τὸν Ὄλυμπον πρὸς τὸν πατέρα τὸν Δία. |
| O 6 160d | λέγεται δὲ ὁ Ἱέρων τῆς Δήμητρος καὶ τῆς Κόρης ἱεροφάντης. Ζηνὸς Αἰτναίο υ : ἐν τῇ Αἴτνῃ Διὸς Αἰτναίου ἄγαλμα ἵδρυται, καὶ ἑορτὴ Αἰτναῖα καλεῖται. |
| O 6 162b | καὶ Ζηνὸς Αἰτναίο υ : ἀπὸ κοινοῦ τὸ ἀμφέπει. περιέπει δὲ καὶ θεραπεύει ὁ Ἱέρων καὶ τὸ κράτος τοῦ Διὸς τοῦ κατὰ τὴν Αἴτνην τιμωμένου. |
| O 6 162d | ἁδύλογοι δέ μιν λύρα ι : αἱ ἀπὸ τῶν ὀργάνων πνοαί. ὁ δὲ λόγος· αἱ δὲ ἡδύλογοι αὐτὸν πνοαὶ τῶν ὀργάνων καὶ ᾠδαὶ γνωρίζουσιν· ἤτοι ὡς πολυύμνητον διὰ τὰ κατορθώματα, ἢ ὡς καὶ αὐτὸν μουσικῆς ἔμπειρον· φησὶ γάρ που ἔμπροσθεν (O. |
| O 6 162e [5] | I 14)· ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ. μὴ θραύσο ι : ὁ ἐπιγινόμενος χρόνος τὸν ὄλβον αὐτῶν μὴ θραύοι, τοὐναντίον δὲ αὐτοὶ . |
| O 6 163a | ...· τοῦτο γάρ τινες συνεκδέχονται. μὴ ταράσσοι. |
| O 6 163c [5] | μὴ θραύσοι χρόνος ὄλβο ν : ὁ λόγος εὐκτικός· μὴ δὴ οὖν, ὦ θεοὶ, θραύσοι καὶ ἀφανίσοι αὐτοῦ τὴν εὐδαιμονίαν ὁ μακρὸς χρόνος, ἀλλὰ φιλοφροσύναις καὶ εὐθυμίαις ἐπεράστοις εἴη τὸν Ἱέρωνα τὸ τοῦ Ἀγησίου ἐγκώμιον δέξασθαι. σὺν δὲ φιλοφροσύναι ς : ὅτι φίλος Ἀγησίας Ἱέρωνος καὶ μάντις· ὃς ἀνῃρέθη Ἱέρωνος καταλυθέντος. |
| O 6 166 | δέξαιτο κῶμο ν : τὸ τοῦ Ἀγησίου ἐγκώμιον δέξαιτο ὁ Ἱέρων. οἴκοθεν οἴκαδ ε : ὅτι Ἀρκὰς καὶ Συρακούσιος ὁ Ἀγησίας. |
| O 6 167b | ὁ δὲ νοῦς· οἰκεῖον ὄντα καὶ οὐκ ἀλλότριον. ἴδιον ἐξ ἰδίων. |
| O 6 167c | εἰ γὰρ καὶ ἐν Σικελίᾳ οἰκεῖν δοκεῖ ὁ Ἀγησίας, ὅμως ἐκ μητρὸς Ἀρκάς ἐστιν, ὥσπερ ἐδείχθη ἀνωτέρω (129 e). ἀπὸ Στυμφαλίω ν : ἐκ τοῦ Στυμφήλου εἰς Συρακούσας πέμπει τὸν ὕμνον. |
| O 6 167d | μητρόπολις δὲ Ἀρκαδίας ἡ Στύμφηλος. ποτινισόμενο ν : παραγινόμενον. |
| O 6 168b [5] | ὁ δὲ νοῦς τοιοῦτος· δέξαιτο ὁ Ἱέρων ἀπὸ τῆς Ἀρκαδίας ἐρχόμενον τὸν ὕμνον καὶ καταλιπόντα τὴν Στύμφηλον πόλιν, ἥ ἐστι μητρόπολις τῆς εὐμήλου Ἀρκαδίας, καὶ εἰς Σικελίαν παραγινόμενον. ἀγαθαὶ δὲ πέλοντα ι : ἀγαθαὶ δέ, φησι, καὶ χρήσιμοι κατὰ χειμερίαν νύκτα δύο ἄγκυραι ἠρεισμέναι ἐκ μιᾶς νεώς. |
| O 6 170a | τοῦτο δέ φησι διὰ τὸ καὶ τὸν Ἀγησίαν δύο περιέχεσθαι πατρίσι, τῇ τε Ἀρκαδίᾳ καὶ ταῖς Συρακούσαις. ἄλλως· ἐν νυκτὶ δ’ ἄνεμοι χαλεποί· —δῆλον νηῶν· πρὸς οὓς χρηστέον δύο ἀγκύραις . |
| O 6 170b | .... . |
| O 6 170c [5] | .. 〈δύο ἄγκυραι〉 χρήσιμοι, οὕτω καὶ πρὸς τὰς γινομένας ταραχὰς αἱ δύο πόλεις. ἀγαθαὶ δὲ πέλοντα ι : ἀστείως ἀπολογεῖται τοῦ εἶναι τὸν νικηφόρον δύο πατρίδων, καί φησιν· ὥσπερ ἐστὶ λυσιτελὲς καὶ συμφέρον ἐν χειμῶνι καὶ νυκτὶ [τὴν νῆα] δύο ἀγκύραις ἐπερείδεσθαι, οὕτως ἐπικερδὲς καὶ δύο πατρίδας ἔχειν [τὸν νικηφόρον]. |
| O 6 170e | ἡ δὲ ἔμφασις ὅτι ἐκπίπτοντες τῆς ἑτέρας πόλεως ἐπὶ τὴν ἑτέραν δύνανται σώζεσθαι παραγινόμενοι. τῶν δ ’ ἐκείνων τ ε : ὁ νοῦς· θεὸς οὖν τῶν Ἀρκάδων τὴν μοῖραν καὶ τῶν Συρακουσίων παρέχοι τῷ Ἀγησίᾳ καλλίστην. |
| O 6 175 | φιλέων δὲ, θεὸς τὸν Ἀγησίαν. δέσποτα ποντόμεδο ν : σὺ δὲ, ὦ δέσποτα Πόσειδον, ἄνερ τῆς Ἀμφιτρίτης, πάρεχε αὐτῷ εὐθὺν πλοῦν καὶ ἄκμητον. |
| O 6 176 [5] | ἐν εὐθυμίᾳ καὶ εὐδαιμονίᾳ ὄντα παράσχες διανήξασθαι τὸν βίον· καὶ τὸν ἐμὸν δὲ ὕμνον εἰς ἄνθος καὶ τὸν καρπὸν εἰς δόξαν ἔπαιρε. εὔθυνε πλόο ν : μέλλει γὰρ ὁ Ἀγησίας εἰς Συρακούσας πέμπειν τὸν ὕμνον πλοΐ. |
| O 6 177b | τινὲς δὲ τὴν διαγωγὴν τοῦ βίου πλοῦν φασι ποιεῖσθαι. πόσι ς : τὸ πόσις ἐπὶ κλητικῆς κεῖται εὐθείας ὂν, ὡς τὸ Ἠέλιος ὃς πάντ’ ἐφορᾷς (Γ 277), καὶ Διὶ φίλος. |
| O 6 179b [1] | δίδου οὖν, φησιν, ὦ Πόσειδον, ὦ πόσις Ἀμφιτρίτης, εὐπλοῆσαι καμάτων ἐκτὸς ἐόντα. τέλος ἀπήνης Ἀγησίᾳ Συρακουσίῳ. Scholia in Olympionicarum carmen VII Διαγόρᾳ Ῥοδίῳ πύκτῃ υἱῷ Δαμαγήτου. |
| O 7 metr (t) [25] | Διαγόρᾳ Ῥοδίῳ πύκτῃ. Διαγόρᾳ Ῥοδίῳ πύκτῃ νικήσαντι ἑβδομηκοστὴν ἐννάτην Ὀλυμπιάδα. inscr. C metr. Q Ταύτην τὴν ᾠδὴν ἀνακεῖσθαί φησι Γόργων (FHG IV, 410) ἐν τῷ τῆς Λινδίας Ἀθηναίας ἱερῷ χρυσοῖς γράμμασιν. ἐνίκησε δὲ καὶ Πύθια καὶ Ἴσθμια. 5C inscr. Q Τοῦ ζʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ιαʹ. τὸ αʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ Εὐριπίδειον. τὸ εʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημιμερές. τὸ ζʹ ὅμοιον τῷ βʹ. τὸ ηʹ ἐγκωμιολογικόν. τὸ θʹ δακτυλικὸν πενθημιμερές. τὸ ιʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. ἡ δὲ ἐπῳδὸς κώλων ιγʹ. τὸ αʹ δακτυλικὸν πενθημιμερές. τὸ βʹ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς εἰς τροχαϊκήν. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ δακτυλικὸν τρίμετρον καταληκτικὸν ἢ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ ἀναπαιστικὸν μονόμετρον. τὸ ϛʹ περίοδος, διπλοῦς τροχαῖος. τὸ ζʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ θʹ δακτυλικὸν πενθημιμερές. τὸ ιʹ ἰαμβέλεγος τοῦ πρώτου ἰάμβου λελυμένου. τὸ ιαʹ ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον καταληκτικόν. τὸ ιβʹ προσοδιακὸν δίμετρον καταληκτικόν. τὸ ιγʹ Στησιχόρειον. p. 195, 13—15Q Διαγόρᾳ νικήσαντι τὴν οθʹ Ὀλυμπιάδα. |
| O 7 inscr a [5] | τοῦτον δὲ τὸν Διαγόραν οἱ Ῥόδιοι Ἑρμοῦ παῖδά φασιν. πορευομένῃ γὰρ τῇ μητρὶ αὐτοῦ εἰς ἀγρὸν καὶ ἀναπαυομένῃ πρὸς Ἑρμαίῳ τινὶ μιγῆναι τὸν θεὸν, καὶ ἐκ τούτου γενέσθαι τὸν Διαγόραν. περὶ τοῦ Διαγόρου εἶπε μὲν καὶ Ἀριστοτέλης . |
| O 7 inscr b [20] | ... καὶ Ἀπόλλας μαρτυροῦσιν ὅτι δʹ πηχῶν καὶ εʹ δακτύλων ἦν. ἔσχε δὲ καὶ Δαμάγητον υἱὸν πρεσβύτατον τῶν παίδων τετράπηχυν τὸ μέγεθος, τοῦ πατρὸς ἐλάττονα εʹ δακτύλων. ἔσχε δὲ καὶ ἄλλον ἀδελφὸν Ἀκουσίλαον, θυγατέρων δὲ υἱοὺς Εὐκλέα Καλλιάνακτος καὶ Πεισίρροδον. οὗτοι δὲ πολλὰς νίκας ἐκ τῶν Ὀλυμπίων ἔσχον, 〈ἔσχον〉 δὲ καὶ ἐκ Πυθίων .... δὲ ἔφη ὅτι παῖδες τούτου διαφόρους ἀγῶνας νικήσαντες καὶ περιβαλόντες τὸν Διαγόραν ἐξῆλθον μακαριζόμενοι, ἀφ’ οὗ Ἡρακλῆς συνέθηκε τὸν ἀγῶνα, μηδενί πω τοιαῦτα συμβῆναι ὥστε καὶ τὸν πατέρα καὶ τοὺς υἱοὺς Ὀλυμπιονίκας γενέσθαι. ἡ θυγάτηρ δὲ τούτου ἦλθεν εἰς τὰ Ὀλύμπια· ᾗ ὄνομα Καλλιπάτειρα. ἐκωλύετο δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν γυνὴ οὖσα θεωρῆσαι τὰ Ὀλύμπια. ἡ δὲ οὐχ ὁμοία ἔφη εἶναι ταῖς ἄλλαις γυναιξίν· ἔχειν γὰρ καὶ τὸν πατέρα Διαγόραν καὶ τοὺς τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας, Δαμάγητον, Δωριέα, Ἀκουσίλαον, καὶ πέμπτον ἀδελφῆς παῖδα Εὐκλέα καὶ αὐτῆς υἱὸν Πεισίρροδον, καὶ τούτων εἰκόνας εἶναι ἐν Ὀλυμπίᾳ. οἱ Ἑλλανοδίκαι δὲ ἡσθέντες συνεχώρησαν αὐτῇ θεωρεῖν. προοίμιο ν. |
| O 7 inscr c [10] | ὁ Διαγόρας υἱὸς μὲν ἦν Δαμαγήτου τοῦ Ῥοδίου· περὶ δὲ τούτου τοῦ Διαγόρου ἱστόρηται τοιαῦτα. κατὰ γὰρ τὴν Ὀλυμπίαν ἕστηκεν ὁ Διαγόρας μετὰ τὴν Λυσάνδρου εἰκόνα, πηχῶν τεσσάρων δακτύλων πέντε, τὴν δεξιὰν ἀνατείνων χεῖρα, τὴν δὲ ἀριστερὰν εἰς ἑαυτὸν ἐπικλίνων. μετὰ δὲ τοῦτον ἵσταται καὶ ὁ Δαμάγητος ὁ πρεσβύτερος τῶν παίδων αὐτοῦ, ὃς ἦν καὶ ὁμώνυμος τῷ πάππῳ, παγκράτιον προβεβλημένος, καὶ αὐτὸς πηχῶν τεσσάρων, ἐλάττων δὲ τοῦ πατρὸς δακτύλων τεσσάρων. ἐχόμενος δὲ τούτων ἕστηκε Δωριεὺς ἀδελφὸς πύκτης καὶ αὐτὸς προβεβλημένος. τρίτος δὲ μετ’ ἐκεῖνον Ἀκουσίλαος, τῇ μὲν ἀριστερᾷ ἱμάντα ἔχων πυκτικὸν, τὴν δὲ δεξιὰν ὥσπερ πρὸς εὐχὴν ἀνατείνων. καὶ οὗτοι μὲν οἱ τοῦ νικηφόρου παῖδες ἐν στήλαις ἵστανται σὺν τῷ πατρί· μετ’ ἐκείνους δὲ καὶ θυγατέρων αὐτοῦ νικηφόροι υἱοὶ δύο, Εὔκλων πυγμῇ νικήσας ἄνδρας καὶ μετ’ ἐκεῖνον Πεισίρροδος. καὶ λέγεται κατὰ τὴν Ὀλυμπίαν νικήσαντας τοὺς παῖδας κατὰ τὴν αὐτὴν ἡμέραν τῷ πατρί, περιβαλόντας [οὖν] τὸν Διαγόραν περιιέναι τὸ στάδιον μακαριζομένους ὑπὸ τῶν Ἑλλήνων. BCDEQ χρόνῳ δὲ ὕστερόν φασι καὶ τὴν τούτου θυγατέρα Ἀριστοπάτειραν ἐλθεῖν εἰς τὴν Ὀλυμπίαν καὶ αἰτεῖν παρὰ τῶν Ἑλλανοδικῶν ἐπιτρέψαι τὴν θέαν αὐτῇ· τοὺς δὲ κωλύειν φάσκοντας κατὰ νόμον γυναῖκα μὴ θεωρεῖν τὸν γυμνικὸν ἀγῶνα. τὴν δὲ φῆσαι πρὸς αὐτοὺς οὐκ ἴσην εἶναι ταῖς ἄλλαις γυναιξὶν, ἀλλὰ φέρειν πλέον τι, ταῖς προγονικαῖς ἀρεταῖς ἐπερειδομένην, καὶ δεῖξαι τάς τε τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν στήλας· καὶ οὕτω νικηθέντας τοὺς Ἑλλανοδίκας ἐπιχωρῆσαι καὶ συνήθειαν νόμου διαλῦσαι καὶ τῇ Ἀριστοπατείρᾳ τὴν θέαν ἐπιτρέψαι. καὶ τὰ μὲν περὶ αὐτῶν τοσαῦτα. ἱστόρηται δὲ ὁ Διαγόρας Ἑρμοῦ παῖς γεγενῆσθαι. φασὶ γὰρ αὐτοῦ τὴν μητέρα εἰς ἀγρόν που πορευομένην, εἶτα καύματος σφοδροῦ ἐπισχόντος ἐπικλιθῆναί τινι Ἑρμαίῳ τεμένει, καὶ οὕτω τὸν θεὸν αὐτῇ συνελθεῖν, τὸν δὲ Διαγόραν οὕτω τεκεῖν αὐτήν· ὃς πρῶτος ἀφ’ Ἡρακλέος λέγεται τοιοῦτος γενέσθαι. p. 195, 13—14C 5DE 3Q φιάλαν ὡς εἴ τι ς : ὡς εἴ τις φιάλην πάγχρυσον ἀπὸ πλουσίας χειρὸς λαβὼν πεπληρωμένην οἴνου δωρήσεται ἀκμαίῳ νυμφίῳ, ἅμα τὸν οἶνον προπίνων καὶ αὐτὴν τὴν φιάλην δωρούμενος, οὖσαν κεφάλαιον τῶν τοῦ πλούτου κτημάτων διὰ τὸ αὐτὴν χρυσῆν εἶναι· ἀπὸ τῶν οἴκων δὲ τοῦ πενθεροῦ δεξάμενος εἰς τὰ ἑαυτοῦ φέρει οἰκήματα· ἐχαρίσατο δὲ τοῦ τε συμποσίου διὰ τοῦ δώρου τὴν ὀφειλομένην χάριν ἀποσώσας καὶ τὴν ἑαυτοῦ συγγένειαν τὴν πρὸς τὸν ABEQ νεανίαν τιμήσας· ἔθηκε δὲ αὐτὸν ζηλωτὸν ἕνεκεν τῆς ὁμοφροσύνης πρὸς τὴν τοῦ δωρησαμένου θυγατέρα. |
| O 7 1a [5] | 5B 8 a DQ 12E ὥσπερ οὖν ὁ πενθερὸς δωρεῖται τῷ νεανίᾳ τὴν φιάλην οἴνου πεπληρωμένην, κἀγὼ τὸ ἄκρατον τὸ ἐκ Μουσῶν ὑπάρχον μοι νέκταρ, ὃ ἐκ τῆς ἐμαυτοῦ διανοίας ἐκαρπωσάμην, παρέχων τοῖς νικηταῖς ἀνδράσιν, ἱλαροὺς αὐτοὺς AB(C)EQ καὶ εὐχαρίστους ἀποτελῶ. |
| O 7 1b | 4A 12 b B(C)DE 12 d Q καγχλάζοισα ν : ἀντὶ τοῦ πληθύνουσαν. |
| O 7 3b | ἔνδον δὲ ὅτι ἔσω τῆς φιάλης ἔχεται ὁ οἶνος. ἀμπέλου δρόσ ῳ : ἤγουν τῷ οἴνῳ. |
| O 7 3c | 6 καχλάζοισα ν : ἀντὶ τοῦ πεπληρωμένην· πρὸς ὃ τὸ σημεῖον. |
| O 7 4 [5] | δωρήσετα ι : οὐ μόνον προπίνων, ἀλλὰ καὶ τὴν φιάλην χαρίσεται χρυσῆν οὖσαν. δηλοῖ γὰρ τὸ δωρεῖσθαι, ὡς καὶ Ἀνακρέων (fr. 66?)· ὡς καὶ προπίνων χρηστὰς φιάλου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὴν πατρίδα ... 3 προπίνω ν : προπίνειν ἐστὶ κυρίως τὸ ἅμα τῷ κράματι τὸ ἀγγεῖον χαρίζεσθαι. |
| O 7 5a [5] | Ἀνακρέων (fr. 66)· ἀλλὰ πρόπινε ῥαδινοὺς ὦ φίλε μηρούς· ἀντὶ τοῦ χαρίζου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς προπίνειν ἔφη τοῖς ἐχθροῖς. 8E ἄλλως· τινὲς προπέμπων λέγουσι, τὸ δὲ προπίνων παλαιὸν σφάλμα φασὶ τῶν γραψάντων. |
| O 7 5c | νεανίᾳ δὲ γαμβρῷ, τῷ ἀκμαίῳ νυμφίῳ· γαμβρὸν γὰρ κυρίως τὸν νυμφίον λέγουσι δηλονότι. οἴκοθε ν : διὰ γὰρ τὴν οἰκειότητα αἱ οἰκίαι κοιναί εἰσι τοῦ πενθεροῦ καὶ τοῦ γαμβροῦ. |
| O 7 6a | 10 πάγχρυσον κορυφά ν : τὸ μὲν πάγχρυσον ὡς πρὸς τὴν φιάλην, ἵν’ ᾖ ἡ φιάλη ὅλη χρυσῆ. |
| O 7 6c | τὸ δὲ κορυφὰν κτεάνω ν , ὅτι ἀξιοπρεπέστερος τῶν τοῦ πλούτου χρημάτων ὁ χρυσός. κορυφὰν οὖν τὸ κεφάλαιον καὶ ἄκρον ἀκουστέον. 1 a DEQ ἐξ Ὁμήρου τοῦτο παρέξεται φάσκοντος· τῷ κτέρας οὐδὲν ὅμοιον (Κ 216 cl. |
| O 7 6d | Ω 235). συμποσίου τε χάρι ν : ἀντὶ τοῦ τῶν ἐν τῷ συμποσίῳ. |
| O 7 8b | ὅπως καὶ δόξῃ χαριστικός τις εἶναι παρὰ τοῖς πίνουσιν. κᾶδός τ ε · τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα τιμῶν τῷ δώρῳ τῆς χρυσῆς φιάλης. |
| O 7 8c | ἔνθεν καὶ κηδεστής. 27 κᾶδός τε τιμάσας ἑό ν : τὸ κῆδος. |
| O 7 8d | τὴν συγγένειαν· ἔοικε γὰρ ὁ δωρούμενος πατὴρ εἶναι τῆς γαμηθείσης τῷ νεανίᾳ νύμφης. 6E ζαλωτό ν : ζηλωτὸν ἐκεῖνον αὐτοῖς ἐποίησεν ἕνεκεν τῆς ὁμοφροσύνης αὐτοῦ πρὸς τὴν σύνευνον. |
| O 7 10a | διὰ γὰρ αὐτὸ τοῦτο δηλονότι παρὰ τοῦ πατρὸς αὐτῆς ἐτιμᾶτο. προσληπτέον δὲ εἰς τὸν πλήρη λόγον τὴν ἕνεκα, ἵν’ ᾖ· φίλων δὲ παρόντων ἐποίησεν αὐτὸν ζηλωτὸν ἕνεκα τῆς ὁμόφρονος εὐνῆς. |
| O 7 10b | 15 καὶ ἐγὼ νέκταρ χυτό ν : αὐτόχυτον καὶ ἄκρατον. |
| O 7 12a | 1 b BCDEQ νέκταρ τὸ ποίημα εἶπε· Μοισᾶν δὲ δόσιν, τὴν μουσικὴν καὶ τοὺς ὕμνους. |
| O 7 12c | ἱλάσκομα ι , ἱλαροὺς ποιῶ. καρπὸν φρενό ς : τὴν ποίησιν καὶ τὴν ἐπίνοιαν τῶν ποιημάτων καρπὸν εἶπε φρενός. |
| O 7 12e | νέκταρ χυτό ν : καὶ ἐγὼ τὴν τῶν Μουσῶν δόσιν, ἥτις ἐστὶ νέκταρ χυτὸν καὶ αὐτὸ ἄκρατον· οὐ γὰρ ἐπιδέεται τοῦτο συγκράσεως, ὥσπερ οἶνος χωρὶς ὕδατος· .... 8 ἱλάσκομα ι : ἱλαροὺς ποιῶ τοὺς τὸν ὕμνον λαμβάνοντας νικηφόρους, ὡς ὁ προπίνων πενθερὸς τῷ γαμβρῷ τὴν φιάλην καὶ δωρούμενος λαμπρὸν κατασκευάζει τὸν λαμβάνοντα καὶ γεγηθότα. |
| O 7 15 | 19 ὁ δ ’ ὄλβιο ς : οὗτος δέ ἐστιν εὐδαίμων, ὃν ἀγαθὴ δόξα καὶ φήμη κατέχει. |
| O 7 17b | ἤτοι γνωμικῶς· ἢ ἰδίως, ὃν ἂν εὐφημήσω. ὄλβιο ς : καθόλου πᾶς ὁ καλῶς ἀκούων ὄλβιός ἐστιν . |
| O 7 17c | ....... φῆμαι ἀγαθαὶ κατέχουσιν ἐκ τῶν ἐμῶν ποιημάτων, οἷον τὸν ὑπ’ ἐμοῦ μνησθέντα. 12 ἄλλοτε δ ’ ἄλλο ν : τὸ ἑξῆς· ἄλλοτ’ ἄλλον ἡ Χάρις ἐποπτεύει. |
| O 7 19a | [τὸν] κομίζονται τῶν κακοπαθειῶν τὴν χάριν οἱ ὑμνηθέντες. δύναται δὲ καὶ ἡ χάρις ἐποπτεύειν ἅμα μὲν ἁδυμελεῖ φόρμιγγι παμφώνων τε ἐν ἔντεσιν αὐλῶν ὅπερ νικῶσι τοῖς νικηφόροις συμβαίνει ποιεῖν. |
| O 7 19c | περιφραστικῶς εἶπε τοὺς αὐλοὺς ἔντεα παρὰ τὸ ἔσω τὴν φωνὴν ἔχειν. ἄλλοτε δ ’ ἄλλον ἐποπτεύει χάρι ς : Ἀρίσταρχος χάριν ἀκούει τὴν τῆς εὐδαιμονίας· βέλτιον δὲ τὴν τῶν ποιημάτων. |
| O 7 19e | ζωθάλμιος δὲ, ἡ θάλλειν αὐτοὺς ποιοῦσα καὶ οἱονεὶ ζῆν διαπαντὸς μνημονευομένους. ἄλλως· ἐποπτεύει χάρι ς : ἡ τῶν ποιημάτων ἡδονή. |
| O 7 19g | ὁ δὲ νοῦς· [ἄλλοτε δ’ ἄλλον ἡ ζωθάλμιος χάρις, ἡ τῆς νίκης,] καταλαμβάνει δὲ καὶ ἐποπτεύει ἡ χάρις τοὺς νικηφόρους σύν τε κιθάρᾳ καὶ αὐλοῖς ποικίλως φθεγγομένοις. ζωθάλμιος ἀντὶ τοῦ ζῶσα καὶ θάλλουσα. |
| O 7 22 | ἔντεσιν αὐλῶ ν : περιφραστικῶς τοῖς αὐλοῖς, οὓς ἔντεα εἶπε παρὰ τὸ ἐντὸς ἔχειν τὴν φωνήν. καὶ νῦν ὑ π ’ ἀμφοτέρω ν : μετὰ αὐλῶν καὶ λύρας. |
| O 7 23b | ἡ δὲ ὑπό ἀντὶ τῆς μετά· καὶ Ὅμηρος (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων. κατῆλθον οὖν ἀπὸ Θήβης εἰς τὴν Ῥόδον, εἰς τὴν τοῦ νικηφόρου πατρίδα. |
| O 7 24a | τὰν ποντία ν : διὰ τὸ εἶναι αὐτὴν νῆσον, διὰ τοῦτο ποντίαν εἶπε. κατέβαν δὲ, κατῆλθον ἀπὸ Θήβης ἐπὶ τὴν Ῥόδον, ὑμνῶν αὐτὴν μετὰ αὐλῶν καὶ κιθάρας. |
| O 7 24c [10] | τὰν ποντίαν ὑμνέων παῖ δ ’ Ἀφροδίτα ς : σύνηθες τῷ Πινδάρῳ τὰ τῶν Νηρηίδων ὀνόματα κατὰ τῶν πόλεων τῶν ὁμωνύμως λεγομένων τάττειν, καὶ τοὔμπαλιν· ἔστι δὲ ὅτε καὶ συμπλέκειν, ὥσπερ καὶ νῦν. 〈παῖδα〉 Ἀφροδίτης μὲν γὰρ λέγει τὴν ἡρωίδα· ὅτι δὲ ποντίαν ὀνομάζει, τὴν νῆσον βούλεται δηλοῦν. ἐὰν δὲ γράφηται παῖδα Ἀμφιτρίτη ς , ὡς Ἀμφιτρίτης αὐτῆς καὶ Ποσειδῶνος οὔσης τῆς Ῥόδου θυγατρός. κατὰ δὲ ταύτην τὴν γραφὴν τὸ ποντία οὐκέτι ἐπὶ τῆς νήσου θετέον, ἀλλ’ ἐπὶ τῆς Ἀμφιτρίτης· καὶ γὰρ αὕτη ἐνάλιος δαίμων. Ἀσκληπιάδης δέ φησι γενεαλογεῖσθαι τὴν Ῥόδον Ἀφροδίτης καὶ Ἡλίου· τὸν γὰρ Ἥλιον αὐτῆς ἐρασθῆναι καὶ ἐν αὐτῇ τῇ νήσῳ μιγῆναι. |
| O 7 24e [5] | ἄλλως· ποντίαν παῖ δ ’ Ἀφροδίτα ς : τὴν Ῥόδον. διὰ τὸ εἶναι δὲ νῆσον ποντίαν εἶπεν. οὐχ ὥς τινες ἠβουλήθησαν, ἐξ Ἡλίου καὶ Ἀφροδίτης τὴν νύμφην γεγενῆσθαι· ἐναντίον γὰρ τὸ ἐπαγόμενον Ἀελίοιό τε νύμφαν· ἀλλ’ ἀκουστέον τὴν Ῥόδον Ἀφροδίτης παῖδα διὰ τὸ ἀνθηρὸν καὶ χαριέστατον, νύμφην δὲ Ἡλίου. |
| O 7 24c bis | λέγεται γὰρ θεασάμενος τὴν νύμφην καὶ ἐρασθεὶς, εἶτα ἁρπάσας ἐν τῇ ὁμωνύμῳ νήσῳ συγγενέσθαι· ἵνα τὸ μὲν ποντίαν παῖδ’ Ἀφροδίτας ἐπ’ αὐτῆς τῆς νήσου λάβωμεν, τὸ δὲ Ἀελίοιό τε νύμφαν ἐπ’ αὐτῆς τῆς ἡρωίδος ἀκούσωμεν. παῖδ’ Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰ τὸ κάλλος τῆς νήσου. |
| O 7 24f [5] | Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησι, Ἐπιμενίδης (FHG IV, 404) δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ· ἀφ’ ἧς τὴν πόλιν ὠνομάσθαι. τινὲς δὲ αὐτήν φασι κληθῆναι οὕτω διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱ δὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν. ἄλλως· ὅτι Ἀφροδίτης φησὶ γενέσθαι Ῥόδον θυγατέρα, ἀφ’ ἧς κληθῆναι τὴν νῆσον, Ἡλίου δὲ νύμφην. |
| O 7 24h | Ἡλίου καὶ Ῥόδης ἐγένοντο παῖδες ἑπτὰ καὶ θυγάτηρ Ἠλεκτρυώνη. 28 a Q Ἀφροδίτα ς : Ποσειδῶνος καὶ Ἀφροδίτης Ἡρόδωρος γενεαλογεῖ παρ’ Ἡροφίλῳ, οἱ δὲ Ποσειδῶνος καὶ Ἀμφιτρίτης. |
| O 7 25 | οἱ δὲ ὅτι εὐπρεπὴς ἡ Ῥόδος διὰ τὸ κάλλος. Ἀελίοιό τ ε : Ἥλιος ἰδὼν αὐτὴν ἥρπασε καὶ ἐμίγη αὐτῇ ἐν τῇ ἀπ’ αὐτῆς κληθείσῃ Ῥόδῳ. |
| O 7 26 | 17 εὐθυμάχα ν : ἤτοι μὴ ἐπιστρεφόμενον ἐν τῷ πυκτεύειν, ἢ ἐπ’ εὐθείας ἐρχόμενον ἐν μάχῃ. |
| O 7 27b | τὸ δὲ πελώριον οὐκ ἀργῶς, ἀλλ’ ἐπεὶ τετράπηχυς ἦν καὶ εʹ δακτύλων. εὐθυμάχαν δὲ τὸν ἐξ εὐθείας ἀγωνιζόμενον. |
| O 7 27c | 28 c Q πελώριον ἄνδρ α : οὐ παρὰ τὸ παρατυγχάνον ἐνεγκωμίασε τὸν ἄνδρα Διαγόραν, ἀλλὰ συμφώνως τοῖς προτέροις οἷς ἐξηγησάμεθα περὶ αὐτοῦ, ὅτι τεσσάρων πηχῶν καὶ πέντε δακτύλων ὁ Διαγόρας. |
| O 7 28a | 32 c BE 27Q ( πελώριο ν:) τεσσάρων γὰρ ἦν πηχῶν. |
| O 7 28c | πα ρ ’ Ἀλφει ῷ : ἤγουν ἐν Ὀλυμπίᾳ. ( ἄποιν α:) ἀντίδωρα. |
| O 7 31a | 〈 καὶ παρὰ Κασταλί ᾳ : 〉 οὐ μόνον γὰρ Ὀλύμπια ἐνίκησεν, ἀλλὰ καὶ Πύθια· Κασταλία γὰρ κρήνη ἐν Πυθοῖ. παρὰ Κασταλί ᾳ : ὡς καὶ Πύθια νικήσαντος τοῦ Διαγόρου. |
| O 7 31c | παρὰ Κασταλί ᾳ : ἐνίκησε γὰρ καὶ Πύθια· ἡ δὲ Κασταλία κρήνη ἐν Πυθῶνι. πρὸς δὲ τοῦτο κοινῶς συναπτέον τὸ στεφανωσάμενον, παρά τε Ἀλφειῷ καὶ Κασταλίᾳ. 36B 32 c CDQ 34E 〈 Δαμάγητο ν : 〉 τὸν τοῦ Διαγόρου πατέρα. |
| O 7 32b | 〈 ἁδόντα〉 δίκ ᾳ : ἀντὶ τοῦ δίκαιον ὄντα. πατέρα τε Δαμάγητον ἁδόντα δίκ ᾳ : ἀρέσαντα τῇ δικαιοσύνῃ, ἀντὶ τοῦ δίκαιον. |
| O 7 32c [10] | 34C ὁ δὲ νοῦς ὅλος οὕτως ἔχει· κἀγὼ τοίνυν ἐπὶ τοῦ παρόντος σὺν ἀμφοτέροις ἦλθον, τῇ τε λύρᾳ καὶ τοῖς αὐλοῖς, ὥστε ἅμα τῷ νικητῇ Διαγόρᾳ τὴν τοῦ Ἡλίου μὲν νύμφην, Ἀφροδίτης δὲ παῖδα Ῥόδον ὑμνῆσαι, ὅπως τοῦτον τὸν εὐθύμαχον ἄνδρα τὸν Διαγόραν τὸν πελώριον καὶ μέγιστον, τὸν παρὰ τῷ Ἀλφειῷ ἐν τῇ Ὀλυμπίᾳ στεφθέντα, διὰ τὴν πυγμὴν τοῖς ὕμνοις ὡς ἀποίνοις καὶ δώροις ὑμνήσω, στεφθέντα δὲ καὶ παρὰ τῇ Κασταλίᾳ τῇ ἐν Πυθοῖ· αἰνέσω δὲ καὶ τὸν πατέρα αὐτοῦ [Διαγόρα] τὸν Δαμάγητον, τὸν ἀρέσκοντα τῇ δίκῃ, τὸν ὅσιον καὶ εὐσεβῆ. |
| O 7 32d | 35 a DQ πατέρα τε Δαμάγητο ν : τὸν τοῦ Διαγόρου. |
| O 7 32e | πάλιν δὲ τούτῳ κοινῶς συναπτέον τὸ αἰνέσω, πατέρα τε Δαμάγητον πελώριόν τε ἄνδρα. 35 a BC 32 c DQ 35 d E ( ἁδόντ α : ἀρέσαντα. |
| O 7 33a [5] | Ἀσίας εὐρυχώρο υ : τινὲς τὴν Ῥόδον φασὶ κεῖσθαι καταντικρὺ τῶν Χελιδονίων νήσων, αἵ εἰσιν ἐπὶ τῆς Λυκίας. οἱ δὲ τὸν Κάρμηλον. Θεότιμος (FHG IV, 517) δὲ ἐν ... τῶν περὶ τοῦ Νείλου ὅρου ἱστοριῶν διὰ τοῦ υ γράφει εὔβολον, καὶ οὕτως προσαγορεύεσθαι διὰ τὸ ἐν καλῷ τόπῳ κεῖσθαι τὴν νῆσον· καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν εὐβόλως διακεῖσθαι τὰ πράγματα ὅταν ᾖ καλῶς διακείμενα· ὥστε τὴν μεταφορὰν ἀπὸ τῶν ἁλιέων εἶναι. ἢ ὅτι ἐν ἐξέχοντι τόπῳ κεῖται. |
| O 7 33c | ἢ ὥσπερ τριήρει οὖσα ὁμοία καὶ Ἀσίας εὐρυχώρου πέλας οὖσα. τρίπολιν νᾶσο ν : τὴν Ῥόδον κατὰ τρεῖς πόλεις ᾤκουν, ὥς φησιν ὁ ποιητής (Β 655)· οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον. |
| O 7 34a [5] | Δίδυμος δέ φησι καὶ τετάρτην εἶναι πόλιν τὴν νῦν Ἀχαΐαν καλουμένην. τρίπολιν νᾶσο ν : τὴν Ῥόδον· ὡς Ὅμηρος (l. |
| O 7 34b [5] | c.)· οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. ἔκγονοι δὲ Ἡλίου ἀφ’ ὧν αἱ πόλεις ὠνομάσθησαν· Λίνδος, Ἰηλυσὸς, Κάμειρος, παῖδες Κερκάφου τοῦ Ἡλίου καὶ Κυδίππης τῆς Ὀχίμου θυγατρός. 35 d BC 36D 35 b E ἄλλως· τρίπολιν εἶπε τὴν Ῥόδον διὰ τὸ ἔχειν τρεῖς πόλεις, Λίνδον, Ἰηλυσὸν καὶ Κάμειρον. |
| O 7 34e | 35 d Ἀσίας ἐμβόλ ῳ : τούτους δὲ ὑμνήσω τοὺς τὴν τρίπολιν νῆσον οἰκοῦντας Ῥόδον, τὴν οὖσαν πλησίον τοῦ ἐμβόλου τῆς εὐρυχώρου Ἀσίας. |
| O 7 35a [5] | ἔμβολος δὲ Ἀσίας ἡ Λυκία, διὰ τὸ οὕτω παρατετάσθαι τὴν γῆν ὡσεὶ πόλεως ἔμβολον ἢ τριήρους. ἔμβολα γὰρ τὰ τῶν πλοίων ὀξέα, ἃ δὴ καὶ σιμώματα καλοῦσιν. 35 c CDQ 36E [ Ἀσίας ἐμβόλ ῳ:] δύναται καὶ ἑτέρως ἑρμηνεύεσθαι τὸ πέλας ἐμβόλῳ ναίοντας. |
| O 7 35b [15] | ἡ γὰρ Ῥόδος ἀντικρὺ μὲν κεῖται τῆς Λυκίας καὶ πλησίον· ἐν Λυκίᾳ δέ ἐστι πόλις Ἀρύκανδα λεγομένη, ἧς πλησίον ἱερόν τι χωρίον, ὃ πρότερον μὲν Ἔμβολος ἐκαλεῖτο διὰ τὴν θέσιν τοῦ χωρίου· ἐκ γὰρ πολλῶν καὶ πλατέων τῶν παρακειμένων πετρῶν εἰς BCEQ ὀξὺ λήγει μέρος ἡ χώρα· νῦν δὲ προσονομάζεται Τριήρης ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐπεὶ ὥσπερ πλοίῳ προσέοικεν ἡ θέσις τοῦ τόπου. ἐπεὶ οὖν μάλιστα ἐν τούτῳ τῷ τόπῳ θρησκευτήριόν ἐστιν Ἡλίου, Ῥόδιοι δὲ ἐξ Ἠλίου, διὰ τοῦτο ὡς [Start of a diagram] Ἡράκλειαι στῆλαι Εὐρώπη πέλαγος Ῥόδος Ἀρύκανδα Ἀσία [End of a diagram] οἰκειοτέρου καὶ προσφόρου μέμνηται τοῦ τόπου. δύναται δὲ καὶ ἀπὸ τῆς ἐκ μέρους περιφράσεως νοεῖσθαι τῇ τῆς Λυκίας πλησίον ὑπαρχούσῃ. 34 BD 32 c C 35 a E σημείωσαι ὅτι εἰς Ῥόδον τόπος ἐστὶν ἀποτείνων εἰς ὀξὺ κατὰ Λυκίαν ἐμβόλῳ παραπλήσιος. |
| O 7 35c | 35 b CDQ a 31E 34Q b Ἀργείᾳ σὺν αἰχμ ᾷ : σὺν πλήθει Ἀργείων ναίοντας· διὰ τοὺς κατελθόντας σὺν Τληπολέμῳ. |
| O 7 35d | 31B 35 c E ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶ ς : ἐθελήσω, φησὶ, τοῖς Ἡρακλείδαις, τοῖς ἀπὸ Τληπολέμου Ῥοδίοις, κοινὸν ἐξ ἀρχῆς διορθῶσαι λόγον, τουτέστιν ἀκριβῶσαι καὶ διασημῆναι. |
| O 7 36b [5] | τρεῖς ἀμφιβολίας ἔχει· ἤτοι γὰρ καθόλου πάντων ἀνθρώπων κοινὸν λόγον, ἢ αὐτῶν τῶν Ῥοδίων, ἢ ἀνθρώποις εἰς μέσον ἀγαγεῖν. ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμο υ : βούλομαι οὖν τοῖς ἐξ ἀρχῆς οὖσιν ἀπὸ Τληπολέμου Ῥοδίοις κοινόν τινα καὶ προσήκοντα λόγον εἰπεῖν καὶ διακριβῶσαι· οἵτινές εἰσι Τληπολεμίδαι οἱ Ῥόδιοι ἐκ τῆς τοῦ Ἡρακλέος γέννης. |
| O 7 36c [20] | βούλεται δὲ τῆς τοῦ Τληπολέμου φυγῆς ὑπεραπολογήσασθαι. ὁ γὰρ Τληπόλεμος Λικύμνιον τὸν Ἠλεκτρύωνος παῖδα νόθον, ὃς ἐγένετο ἐκ Μιδέας Φρυγίας τινὸς γυναικὸς, ἀφ’ ἧς καὶ ἡ πόλις κέκληται, ἐλαΐνῳ σκυτάλῳ BCDEQ πλήξας ἄκων ἀναιρεῖ· ἐπὶ γὰρ βοῦν βουλόμενος ἀκοντίσαι τὸ σκύταλον ἔρριψε κατὰ τοῦ Λικυμνίου. ἀποφεύγοντι οὖν τὸ μύσος τοῦ φόνου καὶ χρηστηριαζομένῳ τῷ Τληπολέμῳ ἀνεῖλε τὸ λόγιον ἀποικίσαι τὸ Ἄργος καὶ εἰς τὴν Ῥόδον ἐλθεῖν. τούτοις καὶ Ὅμηρος μαρτυρεῖ (Β 661)· Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφη ἐν μεγάρῳ ἐυπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα. λέγεται δὲ κατὰ τὴν βασιλείαν Τληπολέμου μάλιστα εὐδαιμονῆσαι Ῥοδίους, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 670)· καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. ἔστι δὲ αὐτοῦ ἱερὸν καὶ τάφος ἐν Ῥόδῳ· οἱ γὰρ συστρατευσάμενοι αὐτῷ διήγαγον τὰ ὀστᾶ ἀπὸ τῆς Ἰλίου εἰς τὴν Ῥόδον, οὐκ εὖ ἔχειν κρίναντες τὸ ἄνευ τοῦ βασιλέως ἐπινοστῆσαι τῇ πατρίδι. τελεῖται δὲ καὶ ἀγὼν ἐπιτάφιος ἐν τῇ πόλει Τληπολέμου, κατὰ δὲ ἑτέρους ἱερὸς Ἡλίῳ· ἀγωνίζονται δὲ παίδων ἡλικίαι καὶ στέφονται ἐκ λεύκης. ἀπὸ Τλαπολέμο υ : ἐπεὶ ὁ Τληπόλεμος φυγὼν ἐξ Ἄργους διὰ τὸν Λικυμνίου τοῦ μήτρωος φόνον ἀπῄει μετὰ νεῶν καὶ κατὰ χρησμὸν ᾤκισε Ῥόδον. |
| O 7 37 [5] | Ὅμηρος (l. c.)· Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφεν ἐν μεγάρῳ ἐυπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος. διὸ καὶ ἔφυγεν. ξυνό ν : κοινῶς πᾶσι διηγήσασθαι. |
| O 7 38b | ὥστε ποιῆσαι κοινὸν πᾶσι καὶ εἰς πάντας ἀγαγεῖν. Ἡρακλέο ς : τοῖς Ῥοδίοις, ἀπὸ Τληπολέμου Ἡρακλείδαις οὖσιν. |
| O 7 40 | εὐρυσθενεῖ γένν ᾳ : παρόσον ἐκ μὲν Ἡρακλέος Τληπόλεμος, ἐκ δὲ Τληπολέμου Ῥόδιοί εἰσιν. 43E ( ἐκ Διό ς:) Διὸς Ἡρακλῆς· οὗ Τληπόλεμος. |
| O 7 41b | εὔχοντα ι : Ἡρακλῆς γὰρ Διὸς, τοῦ δὲ Τληπόλεμος, ὃς Ῥόδον ᾤκησεν. εὔχονται δὲ ἀντὶ τοῦ καυχῶνται. |
| O 7 42a [10] | τὸ δ ’ Ἀμυντορίδαι ματρόθε ν : ἐναντίως τῷ ποιητῇ τὰ περὶ τῆς μητρὸς Τληπολέμου ἱστορεῖ ὁ Πίνδαρος. Ὅμηρος μὲν γὰρ αὐτὴν Ἀστυόχην ἀποκαλεῖ καὶ Ἄκτορος εἶναι θυγατέρα βούλεται ἐν οἷς φησιν (Β 658)· ὃν τέκεν Ἀστυόχεια. ἔοικε δὲ ὁ Πίνδαρος ἐντετυχηκέναι τῷ Ἀχαιῷ ἱστοριογράφῳ (FHG IV, 286)· ἐκεῖνος γὰρ οὕτως γενεαλογεῖ· Ὑπερόχης Εὐρύπυλος· οὗ Ὄρμενος· οὗ Φέρης· οὗ Ἀμύντωρ· οὗ Ἀστυδάμεια ἡ Τληπολέμου μήτηρ. καὶ αὐτὸς δὲ Ἀμύντωρ εἰς Δία τὸ γένος ἀνάγει· ἔνιοι δὲ καὶ υἱὸν Ἀμύντορα τοῦ Διὸς εἶναι λέγουσιν. 46 e E Ἀστυδαμεία ς : Ὅμηρος ταύτην Ἀστυόχην φησὶν, οὐκ Ἀστυδάμειαν. |
| O 7 42b [10] | εἰκὸς δὲ τὸν Πίνδαρον ἀπαντῆσαι ταύτῃ τῇ γραφῇ (Β 658)· ὃν τέκεν Ἀστυδάμεια βίῃ Ἡρακληείῃ. καὶ Ἡσίοδος δὲ (fr. 134 Rz.) Ἀστυδάμειαν αὐτήν φησι, Φερεκύδης δὲ (FHG I, 82) Ἀστυγένειαν. ἦν δὲ Φύλαντος θυγάτηρ· τινὲς δὲ ἐξ Ἀντιγόνης αὐτῷ Τληπόλεμόν φασιν· ἐνταῦθα δὲ Ἀμύντορος αὐτήν φησιν ὁ Πίνδαρος, Ἡσίοδος δὲ (l. l.) καὶ Σιμωνίδης Ὀρμένου. εἰκὸς δὲ ὅτι ὁ Πίνδαρος παρὰ τῶν κατὰ τὴν πόλιν λογίων ἤκουσεν Ἀμυντορίδας εἶναι Ῥοδίους μητρόθεν. ἀμφὶ δ ’ ἀνθρώπων φρασί ν : ὑπεραπολογεῖται τοῦ φόνου ὃν δέδρακεν ὁ Τληπόλεμος, καί φησι· περὶ τὰς τῶν ἀνθρώπων φρένας μυρίαι καὶ ἀναρίθμητοι ἁμαρτίαι ἀπήρτηνται. |
| O 7 46a [5] | τοῦτο δ ’ ἀμήχανο ν : ἀμήχανον δέ ἐστι τοῦτο εὑρεῖν καὶ προγνῶναι, ὅπερ νῦν τε καὶ κατὰ τὸ παρὸν δυστύχημα φερόμενον πρὸς τὸ τέλος λυσιτελήσει. καὶ τοὐναντίον βούλεται λέγειν, ὅτι τῷ Τληπολέμῳ τὸ κατὰ φύσιν δυστύχημα εἰς ἀγαθὸν ἀπέβη, Ῥόδον οἰκήσαντι καὶ βασιλείας καὶ τιμῆς ἀξιωθέντι. ἄλλως· ἀδύνατόν ἐστι τοῦτο εὑρεῖν τὸ περιτυχεῖν ἀνδρὶ καὶ γνῶναι τὸ φέρτατον. |
| O 7 47c | ἀντὶ τοῦ τὸ ἀποβησόμενον ἀφ’ οὗ τις γεννηθῇ μέχρι τέλους. τοῦτο δ ’ ἀμήχανο ν : καὶ τὸ τοιοῦτον γνῶναι ἀδύνατόν ἐστι· τὸ ποῖον; ὁποῖόν τε νῦν καὶ ἐπὶ τοῦ παρόντος βέλτιστόν ἐστι καὶ ἐν ὑστέρῳ· οἷον εἰ καὶ ἐν τῇ τελευτῇ ἕξει τις καλόν. |
| O 7 46d | ἡ δὲ ἀπότασις πρὸς τὸν Τληπόλεμον. 42E τοῦτο δ ’ ἀμάχανον εὑρεῖ ν : τὴν παροῦσαν καὶ τὴν μέλλουσαν εὐδαιμονίαν ἀμήχανόν ἐστιν εὑρεῖν. |
| O 7 46e | ὁ γὰρ Τληπόλεμος ἐν ἀρχῇ ἀτυχήσας ὕστερον ἐβασίλευσε τῆς Ῥόδου. ( τυχεῖ ν:) συμβῆναι. |
| O 7 49a [5] | καὶ γὰρ Ἀλκμήνα ς : Ἀλκμήνης ἀδελφὸν νόθον Λικύμνιον ἐκ Φρυγίας Μιδέας †γενομένης γενόμενον Ἠλεκτρύωνι· ἀφ’ ἧς καὶ πόλις Μιδέα ἐν Ἄργει· ὃν ἀνεῖλεν ὁ Τληπόλεμος. οἱ γὰρ γνήσιοι παῖδες Ἠλεκτρύωνος ἀπὸ Λυσιδίκης ἐγένοντο ἕξ· Γοργοφόνος, Στρατοβάτης, Φυλονόμος, Κελαινεύς, Ἀμφίμαχος, Δηίμαχος. αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν· οἱ δὲ περὶ Ἀγίαν καὶ Δερκύλον (FHG IV, 386) φασὶν ἀκούσιον τὸν φόνον γενέσθαι. καὶ γὰρ Ἀλκμήνας νόθο ν : καὶ γὰρ τὸν Ἀλκμήνης νόθον ἀδελφὸν Λικύμνιον ῥοπάλῳ ἐλαίας τύπτων ἀπέκτεινεν ἐν τῇ Τίρυνθι παραγενόμενον ἐκ τῆς οἰκίας τῆς ἑαυτοῦ μητρὸς Μιδέας ὁ Τληπόλεμος ὁ παλαιὸς οἰκιστὴρ τῆς χώρας. |
| O 7 49b | πῶς δὲ νόθος ἀδελφὸς Λικύμνιος Ἀλκμήνης; Ἀλκμήνη μὲν ἐξ Ἠλεκτρύωνος καὶ Λυσιδίκης τῆς Πέλοπος θυγατρὸς γνησίας γυναικός· Λικύμνιος δὲ ἐξ Ἠλεκτρύωνος καὶ Μιδέας γυναικὸς Φρυγίας τὸ γένος. νόθο ν : ἀκουσίως αὐτόν φασιν ἀνῃρηκέναι. |
| O 7 50 | νόθον δὲ εἶπεν ὅτι ἐκ Μιδέας τῆς παλλακίδος ἦν, Ἀλκμήνη δὲ καὶ οἱ αὐτῆς ἀδελφοὶ ἐκ Λυσιδίκης. σκληρᾶς ἐλαία ς : ἀπεσκληκότι ξύλῳ καὶ ῥοπάλῳ ἐλαΐνῳ. |
| O 7 52a | ἐλθόν τ ’ ἐκ θαλάμω ν : παραγενόμενον εἰς Ἄργος ἐκ τῶν οἴκων τῆς Μιδέας· ἤτοι τῶν τῆς μητρὸς, ἢ καὶ τῆς ὁμωνύμου πόλεως· ἔστι δὲ αὕτη τοῦ Ἄργους ἡ πόλις. ( Μιδέα ς:) τῆς μητρός. |
| O 7 53 | ἐκ θαλάμω ν : δύναται ἑκατέρως ἀκούεσθαι· ἔκ τε τῶν τόπων τῆς πόλεως Μιδέας, καὶ ἐκ τῶν θαλάμων τῆς μητρὸς Μιδέας· ἀφ’ ἧς καὶ Ἠλεκτρύωνος [καὶ] Λικύμνιος. χθονὸς οἰκιστὴρ χολωθεί ς : τῇ δόξῃ ὁ Πίνδαρος ἕπεται τῶν ἱστορούντων διὰ τιμάς τινας καὶ ἀρχὰς τὸν Τληπόλεμον εἰργάσθαι τὸν φόνον· διὰ γὰρ τοῦ χολωθεὶς τὸ τοιοῦτον ὑποφαίνει. |
| O 7 55a | αἱ δὲ φρενῶν ταραχα ί : γνωμικῶς· αἱ δὲ ἀκρατόθυμοι καὶ προπετεῖς ὀργαὶ ἤδη που καὶ τοὺς σοφοὺς διασφάλλεσθαι ποιοῦσι. τοῦτο δὲ μέση παρεμβολή. |
| O 7 56a | παρέπλαγξα ν : αἱ γὰρ ταραχαὶ καὶ τὸν σοφὸν παράγουσιν εἰς τὸ πρᾶξαί τι ἄτοπον. μαντεύσατο δ ’ ἐς θεὸν ἐλθώ ν : ὡς οὖν ἀπέκτεινεν ὁ Τληπόλεμος τὸν Λικύμνιον, φεύγων τὸ μύσος εἰς Δελφοὺς ἐλθὼν ἐμαντεύσατο ὅποι χρὴ τραπέσθαι. |
| O 7 56b [5] | ὁ τοίνυν Ἀπόλλων ἔχρησεν αὐτῷ ὥστε ἀπὸ τῆς ἀκτῆς τῆς Λερναίας, τουτέστι τοῦ Ἄργους, ἰθύνειν καὶ ὁρμᾶν διὰ πλοίων ἐπὶ τὴν χώραν τῆς νήσου Ῥοδίων. ( θεό ν:) τὸν Ἀπόλλωνα. |
| O 7 59a | εὐώδεος ἐξ ἀδύτο υ : τοῦ τεθυμιαμένου ἀδύτου· λέγει δὲ τοῦ κατὰ τὴν Πυθῶνα. πλόο ν : πλεῖν ἐκέλευσεν αὐτὸν ἀπὸ τῆς Λερναίας ἀκτῆς (τουτέστιν ἀπὸ τοῦ Ἄργους· ἡ γὰρ Λέρνη κρήνη καὶ πόλις Ἄργους) εἰς Ῥόδον. |
| O 7 60a | Λερναίας ἀ π ’ ἀκτᾶ ς : τὴν Λέρνην οἱ μὲν λέγουσι κρήνην, οἱ δὲ λοχμῶδες χωρίον· ἐνταῦθα δὲ καὶ Ὕδραν καταδεδυκέναι μυθολογοῦσι. Φερεκύδης δὲ καὶ πόλιν φησίν· οἱ δὲ ἐπίνειον Ἄργους, ἣ νῦν καλεῖται Λάμπεια. Λερναίας ἀ π ’ ἀκτᾶ ς : ἀπὸ τοῦ Ἄργους. |
| O 7 60b [5] | ἡ γὰρ Λέρνη κατὰ μέν τινας κρήνη, κατὰ δέ τινας λοχμῶδες χωρίον· ἐν ᾗ μυθεύουσι καὶ τὴν Ὕδραν καταδεδυκέναι. φασὶ καὶ τὴν ἄβυσσον κρήνην αὐτόθι εἶναι. ἕτεροι δὲ καὶ πόλιν φασίν. ὁ δὲ νοῦς· εὐθῦναι τὴν ναῦν εἰς τὴν νῆσον τὴν Ῥόδον, ἐν ᾗ νήσῳ ὁ βασιλεὺς τῶν θεῶν Ζεὺς χρυσέαις σταγόσι τὴν πόλιν κατέβρεχε καὶ ἐπλουτοποίει τοὺς οἰκήτορας τῆς Ῥόδου. |
| O 7 61a | εὐθυν ἐς ἀμφιθάλασσο ν : οἱ μὲν ἀντὶ τοῦ εὐθῦναι, οἱ δὲ ἀντὶ τοῦ εὐθέως. ἀμφιθάλασσον δὲ τὴν ἑκατέρωθεν θαλάσσῃ περιχεομένην. |
| O 7 61c | νομὸν δὲ τὴν κατανομήν. ( εὔθυ ν’:) ἤγουν ὀρθὸν ποίησον. |
| O 7 61d | γράφεται καὶ εὐθὺν. ἀμφιθάλασσο ν : ἀμφιθάλασσον νομὸν τὴν Ῥόδον, καθὸ νῆσος οὖσα περιείργεται θαλάσσῃ. |
| O 7 61f | νομὸν δὲ, κατανέμησιν. ( νομό ν:) κατανομήν. |
| O 7 63a [5] | βρέχε θεῶν βασιλεύ ς : τοῦτο ἐκ τοῦ Ὁμηρικοῦ στίχου τοῦ ἀθετουμένου μετενήνεκται (Β 670)· καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. ὅτι ἄρα νεφέλην ἐπιστήσας τοῖς Ῥοδίοις χρυσὸν ἔχευε· ἢ ὅτι πολὺν χύδην πλοῦτον αὐτοῖς κατεσκεύασεν, ὁμοίως τῷ (ο 426)· κούρη δ’ εἴμ’ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο. βρέχε θεῶν βασιλεὺς ὁ μέγα ς : τοῦτο ἐκ τῶν Ὁμήρου ὁρμηθεὶς λέγει, ὅτι Ζεὺς χρυσὸν ἔβρεξε τοῖς Ῥοδίοις διὰ τὸ τὸν ποιητὴν εἰρηκέναι (l. |
| O 7 63b [5] | c.)· καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων· οὐκ εἰρηκότος Ὁμήρου ὅτι ἔβρεξε χρυσὸν, ἀλλὰ περιεποίησε χύδην αὐτοῖς τὸν πλοῦτον. χρυσέαις νιφάδεσσ ι : τοῦτο ἄντικρυς ἐκ τοῦ ἀθετουμένου Ὁμηρικοῦ στίχου εἴληφεν ὁ Πίνδαρος (l. |
| O 7 64 [5] | c.)· καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. ἁνί χ ’ Ἁφαίστου τέχναισ ι : τὸν καιρὸν καθ’ ὃν Ζεὺς ἐν Ῥόδῳ χρυσὸν ὗσε, διὰ τῆς ἱστορίας ἐπισημαίνεται καί φησιν ὅτι ἡνίκα ὁ Ζεὺς διαιρεθείσης αὐτοῦ τῆς κεφαλῆς ὑπὸ τοῦ πελέκεως τοῦ Ἡφαίστου ἀνέδωκεν ἐκ τῆς κορυφῆς τὴν Ἀθηνᾶν· ἡ δὲ ἀνορούσασα καὶ ἔκδηλος γενομένη μέγα ἐβόησεν. |
| O 7 66a [5] | χαλκελάτῳ πελέκε ι : ἐν τοῖς Μουσαίου Παλαμάων λέγεται πλῆξαι τοῦ Διὸς τὴν κεφαλὴν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα· ἔνιοι δὲ τὸν Προμηθέα λέγουσι· Σωσίβιος δὲ Ἑρμῆν φησι· Ἀριστοκλῆς δὲ νέφει συγκεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος ἐκφῆναι τὴν θεόν. χαλκελάτῳ πελέκε ι : οἱ μὲν Παλαμάονα λέγουσι ῥῆξαι τὴν τοῦ Διὸς κεφαλὴν ὅτε Ἀθηνᾶ ἐγεννᾶτο· οἱ δὲ Ἑρμῆν· οἱ δὲ Προμηθέα· Ἀριστοκλῆς δὲ ὑφίσταται τὴν γένεσιν Ἀθηνᾶς ἐν Κρήτῃ· νέφει γάρ φησι κεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος προφᾶναι αὐτήν. |
| O 7 68 | ἀλάλαξε ν : ὀξὺ ἀνεβόησε. διὰ δὲ τούτου τὸ φιλοπόλεμον τῆς θεοῦ ἐχαρακτήρισεν. ἡ γὰρ ἀλαλαγὴ κυρίως ἐπὶ τῆς τῶν πολεμίων συμβολῆς γίνεται· εἶτ’ οὖν λέγεται καὶ ἐπὶ τῶν ἐκβακχευμάτων. Οὐρανὸς δ ’ ἔφριξέ νι ν : διὰ τὸ σὺν ὅπλοις γεννηθῆναι ἐφοβήθησαν 〈ὁ〉 Οὐρανὸς καὶ ἡ Γῆ. |
| O 7 70b [5] | Οὐρανὸς δ ’ ἔφριξέ νι ν : ἤτοι διὰ τὸ σὺν ὅπλοις γεννηθῆναι· ἢ διὰ τὴν βοήν. τότε καὶ φαυσίμβροτο ς : ὁ νοῦς· τότε οὖν, ἡνίκα ἔμελλε τίκτεσθαι ἡ θεὸς, ὁ Ἥλιος τοῖς ἑαυτοῦ παισὶ τοῖς περὶ Ὄχιμον καὶ Κέρκαφον ἐπετείλατο τὸ μέλλον πρᾶγμα, τῆς Ἀθηνᾶς τὴν γένναν, παραφυλάξασθαι καὶ θυσίας ποιῆσαι, καὶ ὅπως τῇ θεῷ θυσίας πλήθοντα βωμὸν ἐναργῆ κτίσειαν, τοῦτόν τε πηξάμενοι ἐπιθύειν τήν τε ψυχὴν τοῦ πατρὸς αὐτῆς Διὸς τέρψαιεν καὶ αὐτῆς τῆς γεννηθείσης παρθένου τῆς πολεμικῆς. |
| O 7 71a | ἔγχος μὲν γὰρ τὸ δόρυ, βρόμος δὲ ὁ ἦχος. ἄλλως· ὁ Ἥλιός, φησι, παρεκελεύσατο τοῖς ἑαυτοῦ παισὶ καὶ Ῥόδης, μελλούσης γεννᾶσθαι τῆς Ἀθηνᾶς, ὅπως αὐτοὶ πρῶτοι θύσωσιν· ἐκεῖ γὰρ μέλλειν οἰκεῖν τὴν θεὸν, παρ’ οἷς ἂν πρῶτον θυσία αὐτῇ ἐπιτελεσθῇ. |
| O 7 71b [10] | ἀνερχόμενοι δὲ εἰς τὴν ἀκρόπολιν πρῶτοι οὗτοι ἐπελάθοντο πῦρ κομίσαι. συνέβη οὖν πρώτους Ἀθηναίους θῦσαι· διόπερ καὶ τὴν θεὸν αὐτόθι καθιδρυθῆναι, τιμῆσαι δὲ καὶ τὴν θεὸν τοὺς Ῥοδίους. διὰ τοῦτο δέ φασι τοὺς Ῥοδίους ἄπυρα θύειν, ὥσπερ οἱ πρῶτοι τῇ Ἀθηνᾷ ἔθυσαν· τινὲς δὲ ὅτι καὶ φυλαξάντων αὐτῶν ὑπερησθεὶς ὁ Ζεὺς πλοῦτον καὶ εὐδαιμονίαν παρέσχε, δωρησαμένης καὶ αὐτῆς τῆς Ἀθηνᾶς τὴν περὶ τὴν τέχνην ἀρετήν. φαυσίμβροτο ς : φαεσίμβροτος. |
| O 7 71c | τὸ ε καὶ τὸ α εἰς τὴν αυ δίφθογγον συνεῖλεν. ( φαυσίμβροτο ς:) ὁ τοῖς βροτοῖς φάος φέρων. |
| O 7 72 [5] | δαίμων Ὑπεριονίδα ς : ὁ Ὑπερίονος παῖς. Ὑπερίων δὲ εἷς τῶν Τιτάνων κατὰ τὴν Ἡσιόδου θεογονίαν (371)· Θεία δ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ’, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει, γείναθ’ ὑποδμηθεῖς’ Ὑπερίονος ἐν φιλότητι. οἱ δὲ αὐτὸ ἐπιθετικῶς ἀκούουσιν ἐν τύπῳ πατρωνυμικῷ· ὁ ὑπὲρ γῆν ἱέμενος, ἢ ὑπὲρ ἡμᾶς πορευόμενος. μέλλον ἔντειλε ν : τὸ μέλλον ἔσεσθαι ἐνετείλατό, φησιν, ὁ Ἥλιος, ἵνα πρῶτοι θύσωσι Ῥόδιοι τῇ Ἀθηνᾷ· ἐκεῖ γὰρ οἰκήσειν ὅπου θύσουσιν αὐτῇ πρῶτον. |
| O 7 73 [5] | Ῥοδίων δὲ ἐπιλαθομένων ἔμπυρα θῦσαι Ἀθηναῖοι ἔθυσαν· διὸ παρ’ αὐτοῖς ἡ θεὸς τιμᾶται. βωμὸν ἐναργέ α : ἤτοι τῇ κατασκευῇ πολυτελῆ τυγχάνοντα· ἢ τὸν ἐναργῶς γενόμενον παρὰ τὸν τῆς γεννήσεως καιρόν· πρῶτοι γὰρ ἔθυσαν τῇ Ἀθηνᾷ. |
| O 7 76 | διὸ ἔμελλεν ἐπίσημος εἶναι παρὰ τὸ πλῆθος τῆς τελουμένης θυσίας. σεμνὰν θυσίαν θέμενο ι : τοῦτο πρὸς τὸν τῆς Ἀθηνᾶς τρόπον. |
| O 7 77b | σεμνῶς φησι τὰ θύματα αὐτῆς τελεῖν. ἐγχειβρόμ ῳ : τῇ παρὰ τὸν πόλεμον βρεμούσῃ. |
| O 7 79a [5] | ἐν δ ’ ἀρετά ν : περιποιεῖ ἀρετὴν καὶ χαρὰν ἡ ἐκτὸς προμηθείας αἰδώς· οἷον εἴ τις ἐκ τοῦ προμηθεῖσθαι τὴν αἰδῶ μεταποιεῖται, τούτῳ ἀκολουθεῖ χαρὰ καὶ ἀρετή· ὡς τῶν προσκοπουμένων μηδὲν ἐχόντων. ὁ δὲ λόγος· οἱ τὴν προμήθειαν ἐπιστρεφόμενοι περί τινος καὶ προλαμβάνοντες τὸ ἐσόμενον διὰ τὸ προβουλεύσασθαι τοῦτο πράττουσι κατ’ ἐκτροπὴν καὶ ὕστερον χαίρουσι τοῦτο προβουλευσάμενοι. |
| O 7 79c | ἔνιοι δὲ ἀναγινώσκουσι περισπωμένως αἰδῶς, τῆς αἰδοῦς. ἐν δ ’ ἀρετὰν ἔβαλε ν : δύναται ὁ λόγος γνωμικὸς εἶναι· ἔχει δὲ τὸ σαφὲς οὕτως· ἐπέβαλε δὲ ἀρετὴν καὶ ἡδονὴν τοῖς ἀνθρώποις ἡ περὶ τὰ πράγματα πρόγνωσις. |
| O 7 79e | ὃ δέ φησι, τοιοῦτόν ἐστιν· οἱ περὶ τῶν μελλόντων πραγμάτων τὸ δέον προσκοπήσαντες καὶ τοῦτο προδιαθέντες, οὗτοι εἰς ἀρετὴν καὶ ἡδονὴν ἔρχονται. ἔνιοι δὲ οὕτως ἐνόησαν· ἐκ δὲ ταύτης τῆς αἰτίας καὶ αἰδὼς ἡ ὑπάρξασα εἰς τὴν θεὸν ἡ ἐκ τῆς προμηθείας καὶ τῆς προγνώσεως χαρὰν αὐτοῖς καὶ εὐθυμίαν καὶ ἀρετὴν παρέσχεν. |
| O 7 81a | Προμαθέος αἰδώ ς : ἡ προμήθεια τοῖς ἀνθρώποις αἰτία ἀγαθῶν καὶ ἀρετῆς γίνεται. Προμαθέος αἰδώ ς : τὸ προσκοπεῖν τὸ μέλλον. |
| O 7 81b | 83 ἐπὶ μὰν βαίνει τι καὶ λάθα ς : ἐνίοτε δὲ καὶ τοῖς ἀκούουσι τὴν προμήθειαν καὶ προσκοπουμένοις τὸ μέλλον ἐπιβαίνει τι καὶ λήθης ἴδιον νέφος. |
| O 7 82a [5] | ἐπὶ δὲ τῶν Ῥοδίων ὁ λόγος, ὅτι καίπερ προδιαστειλαμένου τοῦ Ἡλίου αὐτοῖς θῦσαι τῇ Ἀθηνᾷ κατὰ τὴν γένεσιν καὶ αὐτοὶ μεμνημένοι ταύτῃ συντελέσαι, συντελοῦντες τῶν πρὸς τὴν κατασκευήν τι ἔλιπον· ὅ ἐστι τὸ πῦρ. βαίνει τ ι : ἡ πρόνοια. |
| O 7 82c | ἐπιβαίνει γε μὴν καὶ λήθης τι ἀπροσδόκητον. 84 λάθας ἀτέκμαρτο ν : πολλάκις τὴν προμήθειαν τὸ τῆς λήθης ἀτέκμαρτον νέφος καὶ διέργεται. |
| O 7 83b [5] | ἐνίοτε καὶ τοῖς ἔχουσι τὴν προμήθειαν καὶ προσκοπουμένοις ἐπιβαίνει καὶ ἀνθιστᾷ ἕτερον μέρος. ὁ δὲ λόγος περὶ τῶν Ῥοδίων, ὅτι καίτοι καὶ τοῦ Ἡλίου προαναγγείλαντος αὐτοῖς θῦσαι τῇ Ἀθηνᾷ κατὰ τὴν γένεσιν καὶ αὐτοὶ μεμνημένοι ταύτῃ συντελέσαι, τῶν πρὸς τὴν παρασκευήν τι παραλειπόντων. 82 καὶ παρέλκει πραγμάτω ν : τῶν πραγμάτων τὴν ὀρθὴν ὁδὸν ἐκτὸς τῶν φρενῶν παρέλκει ἡ λήθη. |
| O 7 84b [5] | παρέλκει πραγμάτων ὀρθὰν ὁδό ν : ὁ νοῦς οὕτως ἔχει· καίτοι γὰρ οἱ Ῥόδιοι προμαθόντες παρὰ τοῦ Ἡλίου τὴν τῆς Ἀθηνᾶς γένεσιν καὶ κατακούσαντες παρ’ αὐτοῦ τὸ θῦσαι τῇ θεῷ, παρ’ αὐτὴν τὴν ἱερουργίαν τοῦ κυριωτάτου πρὸς τὰς θυσίας ἐπελάθοντο· οὐκ ἔχοντες γὰρ πῦρ ἀνῆλθον εἰς τὴν ἀκρόπολιν, ἔνθα οἱ βωμοί· καὶ ἄνευ πυρὸς θύοντες τὸ ἱερὸν ἐποίησαν τὸ ἐν τῇ ἀκροπόλει. ( παρέλκε ι:) παρατρέπει. |
| O 7 86a | καὶ τοὶ γὰρ αἰθούσα ς : καὶ γὰρ αὐτοί, φησιν, ἀνέβησαν ἐπὶ τὴν ἀκρόπολιν παραφυλάξαντες τὴν γένεσιν τῆς Ἀθηνᾶς. ἄλσος μὲν τὸ τέμενος εἴρηκεν· ἄπυρα δὲ [ὅτι] μέχρι νῦν οἱ Ῥόδιοι θύουσιν ἀπ’ ἐκείνης τῆς ἀρχῆς τῇ Ἀθηνᾷ. |
| O 7 86b [5] | καὶ Ἀπολλώνιος ὁ ποιητής (fr. 11 ap. Michaël. diss. Hal. 1875) φησιν ἄπυρα τοὺς Ῥοδίους ἱερὰ θύειν διὰ τὴν πρὸς Ἥφαιστον ἕνεκα τῶν γάμων ἔχθραν, ὅτι ἐπεδίωξε τὴν Ἀθηνᾶν βουλόμενος συμμιγῆναι. οὐ μόνον δὲ Ῥόδιοι ἀπύροις ἱεροῖς χρῶνται, ἀλλὰ καὶ Ἀθηναῖοι. ξανθὰν δὲ κατὰ τὴν ἔμφασιν ἔφη ὁ Πίνδαρος νεφέλην τὴν ἔγκυον οὖσαν χρυσοῦ, καθὸ καὶ τὴν ὕδωρ ἔχουσαν ζοφώδη (fr. |
| O 7 86c | 302). αἰθούσας ἔχοντε ς : καὶ οὗτοι γάρ, φησιν, ἀνῆλθον θῦσαι θέλοντες κατὰ τὴν γένεσιν τῆς θεᾶς κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς, οὐκ ἔχοντες ὑπέκκαυμα. |
| O 7 86d | ἔστι γὰρ τὸ ἑξῆς· οὐκ ἔχοντες [δέ]. πυρὸς σπέρμα τὸν ἄνθρακα [δὲ] λέγει ἢ τὸν σπινθῆρα. |
| O 7 86f | αἰθούσας δὲ τῆς αἰθομένης καὶ λαμπρᾶς καὶ καυστικῆς. τοὶ γὰρ αἰθούσα ς : τῆς καυστικῆς, παρὰ τὸ αἴθειν. |
| O 7 86h | τὸ δὲ οὔ ἐπίρρημα προσαπτέον τῷ ἔχοντες, ἵν’ ᾖ οὐκ ἔχοντες. φλογὸς δὲ σπέρμ α , τὸ πῦρ, ὡς καὶ Ὅμηρος (ε 490)· σπέρμα πυρὸς σῴζων. |
| O 7 89a | ἄλσος ἐν ἀκροπόλε ι : ἄλσος τέμενος εἶπεν. ἄπυρα δὲ μέχρι νῦν θύουσιν οἱ Ῥόδιοι τῇ Ἀθηνᾷ. |
| O 7 89c | ξανθὰν ἀγαγώ ν : εὖ κατὰ τὴν ἔμφασιν ὁ Πίνδαρός, φησιν, νεφέλην ὠνόμασε ξανθὰν, οἷον τὴν ἔγκυον χρυσοῦ· καθάπερ ὅταν ὕδωρ 〈ἔχῃ〉 ὁ ἀὴρ, ζοφώδης ἐστίν. αὐτὰ δέ σφισιν ὤπασε τέχνα ν : αὐτὴ δὲ ἡ Ἀθηνᾶ κατὰ πᾶσαν χειρουργικὴν τέχνην τὸ ἄριστον αὐτοῖς ἀπένειμεν. |
| O 7 91b | ὕστερον δὲ οἱ Ῥόδιοι πολλὰ τῶν πρὸς τὸν βίον ἀνηκόντων ἐργαλείων εὗρον. ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ ’ ὁμοῖ α : τὰ γὰρ ὑπ’ αὐτῶν δημιουργούμενα καὶ ἐργαζόμενα τοιαῦτα καὶ ὀφθῆναι ἐπὶ τῆς γῆς οἷα καὶ αὐτὰ τὰ ἔμψυχα κινούμενα. |
| O 7 95a [10] | ἄριστοι γὰρ περὶ τὴν τῶν ἀνδριάντων κατασκευὴν οἱ Ῥόδιοι. αὐτοὶ γὰρ πρῶτοι οἱ Ῥόδιοι τὴν τῶν ἀνδριάντων ἐξεῦρον δημιουργίαν, τὸ πρότερον οὐχ οὕτω τιμωμένων. Ἀρίσταρχος δὲ τὰ κατὰ Δαίδαλον αὐτόν φησι μεταφέρειν νῦν ἐπὶ τῶν κατὰ τὴν Ῥόδον τεχνιτῶν, ὅτι τοιαῦτα κατεσκεύαζον ἔργα. Πολέμων (FHG III, 146) μὲν γάρ φησι παρὰ Χίοις μὲν τὸν Διόνυσον δεδέσθαι, καὶ παρ’ Ἐρυθραίοις δὲ τὸ ἕδος τῆς Ἀρτέμιδος, καὶ ὅλως πολὺν κατεσπάρθαι λόγον περὶ τῶν ἀγαλμάτων ὡς μὴ μενόντων, ἀλλὰ πορευομένων ἄλλοσε πολλάκις. ἄλλως· ἔργα δὲ ζωοῖσ ι : παρὰ τὸ Ὁμηρικόν (Σ 418): χρύσειαι, ζωῇσι νεήνισιν ἔργ’ εἰκυῖαι. |
| O 7 95c | κέλευθοι δὲ νῦν τὰ ἐν τῇ πόλει ἄμφοδα. ἦν δὲ κλέος βαθ ύ : ἐκ δὲ τούτου βαθὺ κλέος καὶ πολλὴ δόξα προσῆν αὐτοῖς. |
| O 7 98a | δαέντι δ έ : τῷ μαθόντι δὲ ἡ σοφία μείζων καὶ φανερὰ γίνεται. ἀδύνατον γὰρ ἔν τινι ποιήσασθαι ἐπίδειξιν μὴ μαθόντα. βέλτιον δὲ οὕτως· οἱ προπαρατυγχάνοντες καὶ μαθόντες τὴν σοφίαν τεχνολογοῦσι. |
| O 7 98c | τοῦτο δὲ λέγει ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν· προσδεξάμενοι δὲ καὶ τὴν τέχνην, οὕτως ἐξ ἀμφοτέρων, τῶν μαθήσεων καὶ τῶν φύσεων, ἐχορήγησαν τὰ μέγιστα. δαέντι δὲ καὶ σοφί α : ἀντὶ τοῦ, δαέντος ἡ σοφία καὶ μείζων καὶ ἄδολος τελέθει. |
| O 7 98d | ἀδύνατον γὰρ ἔν τισι ποιήσασθαι ἐπίδειξιν μὴ μαθόντα. βέλτιον δὲ οὕτως· οἱ παρατυχόντες καὶ μαθόντες σοφίαν ἀπ’ αὐτῶν καὶ ἔντεχνον αὐτοῖς λέγουσι καὶ ἄδολον, ὅ ἐστιν ἁπλῆν. |
| O 7 98f [5] | ἢ οὕτω· τῷ μαθόντι καὶ ἡ ἄδολος σοφία μείζων γίνεται. τὸ δὲ σαφὲς οὕτως ἔχει· τῷ δὲ μετ’ εὐφυΐας μεμαθηκότι ἡ σοφία καὶ ἐπὶ τὸ μεῖζον ἀδόλως καὶ ἀνεμποδίστως ἐπαίρεται· ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν, προσδεξαμένων δὲ καὶ τὴν τέχνην, καὶ οὕτως ἐξ ἀμφοτέρων τῆς μαθήσεως αὐτοῖς ἐπὶ τὸ ἄκρον ἐλθούσης. |
| O 7 99 [5] | ( ἄδολο ς:) ἡ φυσική. φαντὶ δ ’ ἀνθρώπων παλαιαὶ ῥήσιε ς: οὔπω γὰρ τῶν ἱστοριογράφων ὄντων οἱ κατὰ καιροὺς ποιηταὶ παρὰ τῶν ἐν ταῖς πόλεσι λογίων καὶ γεγηρακότων, οἷς ὁ χρόνος τὸ ἀκριβὲς τῆς γνώσεως ἐμαρτύρει, τὰς ἱστορίας κατακούοντες ἐμάνθανον. |
| O 7 100b [5] | λέγει δὲ τοιοῦτόν τι· καθ’ ὃν χρόνον οἱ θεοὶ τὸν ὅλον κόσμον πρὸς ἑαυτοὺς διεμερίζοντο, ἀπόντος τοῦ Ἡλίου καὶ τὸν ἑαυτοῦ διανύοντος δρόμον, οὐδὲ εἷς τῶν θεῶν ὑπέμνησεν ὥστε καὶ αὐτῷ τοῦ κόσμου μερίδα φυλαχθῆναι. οὐδέπω δὲ ἡ Ῥόδος ἦν ἐκ θαλάσσης ἀναδοθεῖσα· διὸ καὶ ἀκλήρωτος μείνας ὁ θεὸς ταύτην εἵλετο τὴν μερίδα, ἱερὰν αὑτῷ τὴν νῆσον ἐπιτρεψάμενος. οὔπω ὅτε χθόν α : διὰ τὸ μηδέπω εἴναι τοὺς ἱστορικοὺς συγγραφέας, ἀπὸ τῶν κατὰ τὴν πόλιν λογίων πυνθάνονται τὰ ἐπιχώρια οἱ ποιηταί. |
| O 7 101 | πρὸ Πινδάρου δὲ τοῦτο οὐχ ἱστόρητο. ἁλμυροῖσ ι : ἁλί φησιν ἐνταῦθα αὐτὴν κεκρύφθαι. |
| O 7 106a | ἀπεόντο ς : ἀπόντος δὲ τοῦ Ἡλίου οὐδεὶς τῶν παρόντων θεῶν ἐνέδειξεν οὐδὲ ἐνεφάνισεν ὥστε ἀποκληρῶσαί τινα χώραν αὐτῷ. ἔνδειξε ν: ὑπέδειξεν. |
| O 7 106b | ἐνεφάνισεν. λάχο ς : κλῆρον. |
| O 7 107 | μερίδα. ἁγνὸν θεό ν : τὸν Ἥλιον, οὐχ ὅτι καθ’ ἑαυτὸν ἁγνὸς, ἀλλ’ ὁ ἀφαγνίζειν τῇ ἀκτῖνι δυνάμενος. |
| O 7 110a | μνασθέντι δ έ : μνησθέντι δὲ αὐτῷ περὶ τοῦ συμβεβηκότος ὁ Ζεὺς ἔμελλεν ἀνακληροῦν ἐξ ἀρχῆς καὶ 〈ἄκυρα〉 ποιεῖν τὰ κεκληρωμένα τοῖς θεοῖς. δύναται δὲ τὸ μνασθέντι ἀντὶ τοῦ μνασθέντος. |
| O 7 110c | ἢ μνησθέντι τῷ Ἡλίῳ. ἄμπαλον μέλλεν θέμε ν : ἀνακλήρωσιν· ἀπὸ τοῦ Ὁμηρικοῦ (Η 171)· κλήρῳ νῦν πεπάλαχθε. |
| O 7 110e [5] | ὁ δὲ νοῦς· ὑπομνησαμένῳ δὲ τῷ Ἡλίῳ ἀνακλήρωσιν ἔμελλε ποιῆσαι ὁ Ζεύς· ἀλλ’ οὐκ εἴασεν αὐτὸν τοῦτο ποιῆσαι ὁ Ἥλιος, ἐπειδὴ εἶπεν ἔνδον τῆς θαλάσσης καὶ ἐν τῷ βυθῷ [ὁρᾶν] παραυξομένην καὶ ἐγειρομένην ἐκ τοῦ πέδου ἐσομένην ταύτην γὰρ πρός τε ἀνθρώπων χρησιμωτάτην καὶ πρὸς πάντα τὰ ζῷα εὔβοτον καὶ εὔφρονα, ἀπὸ μέρους τῶν προβάτων. ( ἄμπαλο ν:) ἀνακλήρωσιν. |
| O 7 111a [5] | ἀλλά νιν οὐκ εἴασε ν : ἀλλὰ τοῦτο μὲν ὁ Ἥλιος οὐκ ἠβουλήθη, ἀνακλήρωσιν γενέσθαι καὶ τὸν ἀναδασμόν· ἑώρα γὰρ τὴν Ῥόδον ἀναβλαστῆσαι μέλλουσαν ἐν τῇ θαλάσσῃ καὶ πάσας ὑπερβαίνειν. διὸ τὴν Λάχεσιν τὴν μίαν τῶν Μοιρῶν τὴν πρὸς τὸν δασμὸν ἁρμόδιον ἐκέλευσεν αὑτῷ ἐπικρῖναι τὴν Ῥόδον, τοὺς δὲ θεοὺς ὀμόσαι πεποίηκε μηδένα παρερεῖν μηδὲ ἀναπείσειν τὸν Δία γενομένης τῆς χώρας ἄλλῳ τινὶ δοθῆναι αὐτήν. ( μι ν:) αὐτόν, τὸν Δία, ( πεδόθε ν:) κάτωθεν ἀπὸ τοῦ πέδου. |
| O 7 115a | πολύβοσκο ν : τὴν μεγάλην καὶ πολλοὺς θρέψαι δυναμένην. ἐν ἴσῳ δὲ τῷ Ὁμηρικῷ (Γ 265): πουλυβότειραν. |
| O 7 116a | μήλοι ς : καταχρηστικῶς πᾶσι τοῖς ἀλόγοις ζῴοις. ἀπὸ μέρους τὸ πᾶν. |
| O 7 117 | ἐκέλευσε δ ’ αὐτίκ α : Ἀρίσταρχος· ἐκέλευσε δ’ ὁ Ἥλιος παραχρῆμα τὴν μὲν Λάχεσιν ἐπιχειροτονῆσαι τῷ λόγῳ, τοὺς δὲ θεοὺς ὀμόσαι μηδένα παρερεῖν μηδὲ παραπείσειν τὸν Δία περὶ τῆς μελλούσης χώρας φαίνεσθαι ὑπ’ αὐτοῦ. Λάχεσι ν : πιθανῶς τὴν Λάχεσιν παρέλαβεν, ἐπεὶ περὶ κλήρου ὁ λόγος. |
| O 7 118a | 122C χρυσάμπυκα Λάχεσι ν : ἄμπυξ μὲν κυρίως κόσμος ἐπιτιθέμενος ταῖς τῶν γυναικῶν κεφαλαῖς· οὗ καὶ Ὅμηρος μνημονεύει (Χ 469)· ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην. |
| O 7 118b [5] | νῦν δὲ καταχρηστικῶς τὴν τιμίαν ἀκουστέον. Λάχεσις δὲ μία τῶν Μοιρῶν καλεῖται· τριῶν δὲ οὐσῶν τῶν πασῶν Ἡσίοδος μνημονεύει (th. |
| O 7 118c [5] | 218)· Κλωθώ τε Λάχεσίς τε καὶ Ἄτροπος. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν πεποιημένα· καὶ ἡ μὲν Κλωθὼ παρὰ τὸ συγκλώθειν τὰ ἀνθρώπινα, ἡ δὲ Λάχεσις παρὰ τὴν κλήρωσιν τὴν ποιὰν, ἣν ἕκαστος γεγονὼς κεκλήρωται· ἡ δὲ τρίτη Ἄτροπος παρὰ τὸ ἀμετάτρεπτον τῆς μοιριδίου ἀνάγκης. 124C χεῖρας ἀντεῖνα ι : ἀντὶ τοῦ χειροτονηθῆναι ποιῆσαι, κατὰ μετωνυμίαν. |
| O 7 119b [5] | θεῶν δ ’ ὅρκον μέγα ν : θεῶν ὅρκον τὴν Στύγα. ταύτην γὰρ καὶ Ὅμηρος καὶ Ἡσίοδος (th. 400) οἶδε, δι’ ὧν φησι (Ο 37)· καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος. μὴ παρφάμε ν : μὴ παραλογίσασθαι, τουτέστιν ἐπικυρῶσαι τὸν τῶν θεῶν ὅρκον. |
| O 7 120a | τοῦτο δὲ ὡς ὀμωμοκότων αὐτῶν φυλάξειν τὴν κρυπτομένην ἐν τῇ θαλάσσῃ νῆσον. ( παρφάμε ν:) παραβῆναι. |
| O 7 122a | φαενὸν ἐς αἰθέρ α : ἀντὶ τοῦ, ἀλλ’ εἰς τὸν λαμπρὸν αἰθέρα ἀναφανεῖσαν τὴν Ῥόδον αὐτῷ δοθῆναι τῷ Ἡλίῳ. φαενὸν κατὰ συγκοπὴν φαεινὸν, λαμπρόν. |
| O 7 122c | αἰθέρα νῦν καταχρηστικῶς τὸν ἀέρα. 118 b C ἑᾷ κεφαλ ᾷ : τῇ ἑαυτοῦ, τοῦ Ἡλίου, κεφαλῇ εἰς τὸ μετὰ ταῦτα μερίδα γενέσθαι. |
| O 7 124a | ( γέρα ς:) γράφεται μέρος. τελεύτασαν δὲ λόγω ν : ἀντὶ τοῦ ἀληθῆ ἐποίησαν τὰ δόξαντα. |
| O 7 124c | τελεύταθε ν : ἐτελειώθησαν. ὁ δὲ νοῦς· ἐτελειώθη δὲ τούτων τῶν λόγων τὰ κεφάλαια ἐν τῇ ἀληθείᾳ πεσόντα. |
| O 7 124e | ( τελεύτασα ν:) γράφεται τελεύταθεν. βλάστε μὲν νᾶσο ς : ὁ νοῦς· ἀνεβλάστησε καὶ ἀνεδόθη ἐκ τῆς θαλάσσης ἡ νῆσος, ἔχει δὲ αὐτὴν εἰς ἰδίαν μοῖραν ὁ Ἥλιος ὁ τῆς τῶν ὀξειῶν ἀκτίνων γενέσεως πατὴρ [Ἥλιος] καὶ τῶν πῦρ πνεόντων ἡγεμὼν ἵππων. |
| O 7 127b | ἐκ δὲ τοῦ ὀξειῶν, τῶν πυρωτικῶν ἀκουστέον· τὴν γὰρ ὀξύτητα καὶ ἐπὶ πυρώσεως λέγομεν. ἔχει τέ μι ν : αὐτὴν, τὴν νῆσον. |
| O 7 129 | ὁ γενέθλιος ἀκτίνω ν : ὁ Ἥλιος, ὁ ἔφορος τῆς γενέσεως πάντων. ἔνθα Ῥόδῳ ποτὲ μιχθεί ς : ὁ νοῦς· ἐν ᾗ νήσῳ τῇ νύμφῃ Ῥόδῳ μιχθείς ποτε ὁ Ἥλιος ἐγέννησεν ἑπτὰ παῖδας ἐπὶ τῶν παλαιῶν ἀνθρώπων τοὺς σοφώτατα νοήματα παραδεξαμένους [ἀντὶ τοῦ σοφωτάτους]. |
| O 7 131a [5] | εἰσὶ δὲ οἱ Ἡλίου ἑπτὰ παῖδες οὗτοι· Κέρκαφος, Ἀκτὶς, Μακαρεὺς, Τενάγης, Τριόπης, Φαέθων ὁ νεώτερος, Ὄχιμος. ἄλλως· Τενάγης ἤτοι Φαέθων [ὁ νεώτατος], Ἀκτὶς, Μάκαρ, Χρύσιππος, Κάνδαλος, Τριόπης. |
| O 7 131b | 132 b BQ ἄλλως· Ἡλίου παῖδες καὶ Ῥόδης ἑπτὰ γίνονται· Ὄχιμος, Κέρκαφος, Ἀκτὶς, Μακαρεὺς, Κάνδαλος, Τριόπης, Φαέθων ὁ νεώτερος, ὃν οἱ ἐν τῇ νήσῳ ὀνομάζουσι Τενάγην. |
| O 7 131c [5] | τοῦ δὲ Κερκάφου υἱοὶ Λίνδος, Ἰηλυσὸς, Κάμειρος, οἱ ὑπὸ Πινδάρου ὀνομαζόμενοι, ὥστε μὴ εἶναι αὐτοὺς υἱοὺς Ἡλίου, ἀλλ’ υἱωνούς. διὸ καί τινες γράφουσιν· ὧν εἷς μὲν Κάμειρον πρεσβύτατο ν · ὥστε τὸν λόγον εἶναι τοιοῦτον· ἀφ’ ὧν, τῶν Ἡλίου ἑπτὰ παίδων, εἷς Κέρκαφος ἐγέννησε τοὺς προκειμένους· ὥστε τὴν ἀπό πρόθεσιν ἔξωθεν λαμβάνειν ἡμᾶς. |
| O 7 131d | 138BQ τέκεν ἑπτ ά : Ἡλίου καὶ Ῥόδης (οὕτω γὰρ αὐτὴν Ἑλλάνικος καλεῖ) ἑπτὰ γίνονται παῖδες· Ὄχιμος, Κέρκαφος, Ἀκτὶς, Μάκαρος, Κάνδαλος, Τριόπης, Φαέθων ὁ νεώτερος, ὃν οἱ κατὰ τὴν νῆσον Τενάγην καλοῦσι. |
| O 7 132a [5] | περὶ δὲ τῶν ὀνομάτων αὐτῶν διαφωνοῦσι· πάντες δὲ ἑπτά φασιν αὐτούς. τέκεν ἑπτὰ σοφώτατα νοήματ α : τουτέστι σοφωτάτους γενομένους. |
| O 7 132b | ὁ γὰρ λέγων ὅτι Δημοσθένης ῥήτωρ ἐγένετο σοφώτατα νοήματα τῶν προτέρων ἀνδρῶν παραδεξάμενος, μηνύει ὅτι ῥήτωρ ἄριστος ἐγένετο. σοφώτατα νοήματ α : οἷον σοφωτάτους. |
| O 7 132d [5] | τὸ δὲ ἑξῆς· τέκεν ἑπτὰ παῖδας ἐπὶ τῶν προτέρων ἀνδρῶν παραδεξαμένους σοφὸν νόημα. τῶν ἑπτὰ τῶν προειρημένων εἷς ὁ Κέρκαφος ἐκ Κυδίππης τῆς Ὀχίμου τοῦ ἀδελφοῦ ὑπὸ Πινδάρου ἱστορεῖται πεποιηκέναι τρεῖς παῖδας, Λίνδον καὶ Ἰηλυσὸν καὶ Κάμιρον, οἳ οὔκ εἰσιν Ἡλίου υἱοὶ, ἀλλ’ υἱωνοί [ἤγουν υἱῶν υἱοί]. |
| O 7 135 [5] | ὧν εἷς μέ ν : ὧν, τούτων τῶν ἑπτὰ παίδων, εἷς, ὁ Κέρκαφος, ἐκ Κυδίππης τῆς Ὀχίμου θυγατρὸς ἐγέννησε τρεῖς υἱοὺς, ὧν τὰ ὀνόματα [ὁ Πίνδαρος] ἐξέθετο· Κάμειρον· Λίνδον· Ἰηλυσόν [τῶν δύο πρεσβύτερον]· ὡς εἶναι τούτους υἱωνοὺς καὶ οὐ παῖδας Ἡλίου. 131 d B 131 c Q ( τρίχ α:) τριχῶς. |
| O 7 138b | τριχθὰ δασσάμενο ι : διαδασάμενοι τριχῇ τὴν γῆν τὴν πατρῴαν καὶ τὴν μοῖραν τῶν ἄστεων. δασσάμενοι πατρῴαν ἄστεων μοῖρα ν : χωρὶς καὶ ἰδίᾳ ἕκαστος διαδασάμενοι καὶ διαμερισάμενοι. |
| O 7 138d | ὁ δὲ νοῦς· τούτων δὲ ἕκαστος κεχωρισμένως καὶ κατ’ ἰδίαν ἔχει πόλιν ὁμώνυμον· τὴν γὰρ πατρῴαν, αὐτὴν τὴν νῆσον, εἰς τρεῖς νειμάμενοι διεμερίσαντο, καὶ οὕτως ἐπωνόμασαν τὰς ἕδρας καὶ τὰς πόλεις· ὁμώνυμοι γάρ εἰσιν. κέκληνται δέ σφιν ἕδρα ι : 〈αἱ〉 ἕδραι, αἱ πόλεις αἱ τρεῖς, ἀπ’ αὐτῶν ὠνομάσθησαν. |
| O 7 140a | 〈Ὅμηροσ〉 (Β 656)· Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον. κέκληνται δέ σφιν ἕδρα ι : ἐπωνομάσθησαν δὲ αὐτῶν αἱ ἕδραι, τουτέστιν αἱ πόλεις· ἕδρας γὰρ νῦν ταύτας ὀνομάζει. |
| O 7 140c | τοῖς Ἡλίου υἱωνοῖς. τόθι λύτρον συμφορᾶ ς : τῆς κατὰ τὴν φυγὴν συμφορᾶς γλυκὺ λύτρον ἵσταται. |
| O 7 141a | τουτέστι γλυκερὰ νόσος ἵσταται. ἄλλως· λυτήριον τῆς φυγῆς τῆς διὰ Λικύμνιον. |
| O 7 141c | τόθ ι : ἔνθα καὶ τῷ Τληπολέμῳ, τῷ τῶν Ἀργείων ἡγεμόνι, τῆς οἰκτρᾶς συμφορᾶς λυτήριον γλυκὺ ἵσταται. ἵσταται δὲ αὐτῷ τὸ λυτήριον ὡς τοῖς θεοῖς· θυσίαι γὰρ αὐτῷ διάφοροι γίνονται καὶ ἀγῶνες τελοῦνται. λυτήριον δὲ τῆς συμφορᾶς τὴν μετοίκησίν φησι καὶ τὴν αὐτόθι τοῦ βίου διατριβήν. |
| O 7 145 | μήλων τε κνισσάεσσα πομπ ά : ἡ θυσία. ἐπεί φασιν ὅτι ἀγὼν ἐκεῖ ἄγεται Τληπολέμεια. οἱ δὲ Ἡράκλεια· ὅθεν αὐτῷ θυσίαι ἀξιοπρεπεῖς τελοῦνται αὐτόθι. κρίσις ἀμ φ ’ ἀέθλοι ς · κρίσιν εἶπε τὸν ἀγῶνα τῶν Ἡλιείων, ὃν τιθέασιν οἱ Ῥόδιοι. |
| O 7 146a | ἐψεύσατο δὲ ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ, τῷ δὲ Ἡλίῳ τιθέασι τὸν ἀγῶνα. διὸ καὶ ἡλιορόδιον τὸν ἀγῶνα. ἀμ φ ’ ἀέθλοι ς · τὸν ἀγῶνα τῶν Ῥοδίων ὃν τιθέασιν οἱ Ῥόδιοι Τληπολέμῳ. |
| O 7 146b [5] | καὶ τοῦτο δὲ ψεύδεται ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται· οὐ γὰρ Ἡλίῳ, ὡς Ἴστρος (FHG I, 427) φησὶν ἐν τῇ περὶ τῶν Ἡλίου ἀγώνων· Ῥόδιοι τιθέασιν Ἡλίου ἐν Ῥόδῳ γυμνικόν τε στεφανίτην· ἐν γὰρ Ῥόδῳ ἄγεται τὰ Τληπολέμια. τῶν ἄνθεσ ι : ἐκ τῶν τιμώντων Τληπολεμίων ἐν Ἰσθμῷ εἰς τὰ Τληπολέμια οὗτος ἐνίκησε τετράκις εὐτυχέων. |
| O 7 147b | τῶν ἄνθεσι Διαγόρα ς : τῶν παρὰ Ῥοδίοις ἄθλων. ἄνθεσι δὲ τοῖς στεφάνοις. |
| O 7 147c [5] | τελεῖται γὰρ αὐτόθι ἀγὼν Τληπολέμειος ἐπικαλούμενος. ἐγκωμιαστικῶς δὲ ὁ Πίνδαρος τὸν ἀγῶνα, Ἡλίῳ τελούμενον, εἰς τὸν Τληπόλεμον μετήγαγε. τελεῖται δὲ μηνὸς Γορπιαίου εἰκοστῇ τετάρτῃ ἡμέρᾳ. ἀπέχει δὲ τῶν Νεμέων ἡμέρας ἕξ. ἀγωνίζονται δὲ παῖδες καὶ ἄνδρες. ὁ δὲ στέφανος λεύκη δίδοται. κλεινᾷ τ ’ ἐν Ἰσθμ ῷ : θηλυκῶς τὴν Ἰσθμόν φησιν, ὡς καὶ ἐν ἄλλοις (O. |
| O 7 148 | XIV, 3) τὴν Ὀρχομενόν. λέγει δὲ τὸν Διαγόραν τετράκις Ἴσθμια νενικηκέναι. Νεμέᾳ τ ’ ἄλλαν ἐ π ’ ἄλλ ᾳ : καὶ ἐν τῇ Νεμέᾳ ἄλλην ἐπ’ ἄλλῃ νίκην ἔσχεν· οἷον δὶς ἐνίκησεν, οὐκ ἐκ διαλείμματος μέντοι, ἀλλὰ πρώτην Νέμεα νικήσας, καὶ τὴν ἑξῆς ἀγωνισάμενος ἐστέφθη. |
| O 7 151 | καὶ κρανααῖς ἐν Ἀθάναι ς : τὴν ὅλην Ἀττικὴν Ἀθήνας προσηγόρευσεν· εἴη δὲ τὰ Παναθήναια νενικηκὼς ἢ τὰ Ἡράκλεια ἢ τὰ Ὀλύμπια ἢ τὰ Ἐλευσίνια [ἢ τὰ Πανελλήνια], ἴσως δὲ καὶ πάντα· ἀδήλως γὰρ εἶπεν. ABCDEQ ὅ τ ’ ἐν Ἄργει χαλκό ς : τὰ Ἥραια, 〈ἃ〉 καὶ Ἑκατόμβαια λέγεται διὰ τὸ πλῆθος τῶν θυομένων βοῶν. |
| O 7 152a | λαμβάνουσι δὲ ἐντεῦθεν οὐκ ἀργὸν χαλκὸν, ἀλλὰ τρίποδας καὶ λέβητας καὶ ἀσπίδας καὶ κρατῆρας. ἔγνω νι ν : ἐγνώρισε δὲ αὐτὸν καὶ ὁ ἐν τῷ Ἄργει διδόμενος χαλκὸς ἆθλον τῷ νικήσαντι. |
| O 7 152c [5] | τελεῖται δὲ κατὰ τὸ Ἄργος τὰ Ἥραια ἢ τὰ Ἑκατόμβαια διὰ τὸ ἑκατὸν βοῦς θύεσθαι τῇ θεῷ. τὸ δὲ ἆθλον, ἀσπὶς χαλκῆ· οἱ δὲ στέφανοι ἐκ μυρσίνης. ἄλλως· ἐν Ἄργει, ἐν τῷ Ἑκατομβαίων ἀγῶνι, χαλκὸς τὸ ἆθλον δίδοται, ὅτι Ἀρχῖνος Ἀργείων γενόμενος βασιλεὺς, ὃς καὶ ἀγῶνα πρῶτος συνεστήσατο, ταχθεὶς ἐπὶ τῆς τῶν ὅπλων κατασκευῆς, ἀπὸ τούτων καὶ τὴν τῶν ὅπλων δόσιν ἐποιήσατο. |
| O 7 152d | Ἑκατόμβαια δὲ ὁ ἀγὼν λέγεται ὅτι πομπῆς μεγάλης προηγοῦνται ἑκατὸν βόες, οὓς νόμος κρεανομεῖσθαι πᾶσι τοῖς πολίταις. BC(D)EQ τὸ δὲ σημεῖον ὅτι Ἑκατόμβαια λέγει τὰ ἐν Ἄργει νενικηκέναι τὸν Διαγόραν. |
| O 7 153a | τά τ ’ ἐν Ἀρκαδί ᾳ : ἐν Ἀρκαδίᾳ πολλοὶ ἀγῶνες ἄγονται· Λύκαια· Κόρεια· Ἕρμαια. τά τ ’ ἐν Ἀρκαδί ᾳ : ἀπὸ κοινοῦ τὸ ἔγνω νιν· ἐγνώρισε δὲ αὐτὸν νικῶντα καὶ τὰ ἐν Ἀρκαδίᾳ ἆθλα. |
| O 7 153b | τελεῖται δὲ ἐν Ἀρκαδίᾳ τὰ Λύκαια ἀνακείμενα τῷ Λυκαίῳ Διί. τὰ δὲ ἔργα τινὲς οὕτως ἀκούουσιν· ἐπειδὴ οἱ αὐτόθι νικῶντες σκεύεσι τιμῶνται. |
| O 7 153d [5] | ἄλλως· Πολέμων (FHG III, 123) ἐν τῷ περὶ τῶν Θήβησιν Ἡρακλείων φησὶ χαλκὸν τὸ ἆθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις· ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸν χαλκὸν ληπτέον, ὅταν φησὶν ὁ Πίνδαρος· ὅ τ’ ἐν Ἄργει χαλκὸς ἔγνω νιν τά τε ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις. δίδοται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς. πολλοὶ δὲ ἄγονται ἀγῶνες ἐν Ἀρκαδίᾳ· Λύκαια· Κόρεια· Ἀλέαια. |
| O 7 153e | ἐν δὲ Θήβαις τὰ Ἡράκλεια· τὰ δὲ αὐτὰ καὶ Ἰολάεια καλεῖται. ἐν δὲ Βοιωτίᾳ, ἐν μὲν Θεσπιαῖς Ἐρώτια, ἐν δὲ Λεβαδείᾳ τὰ καλούμενα Βασίλεια. καὶ Θήβαι ς : ἐν μὲν Θεσπιαῖς Ἐρώτια· ἐν ταῖς Πλαταιαῖς τὰ Ἐλευθέρια. |
| O 7 154a | ταῦτα Ἀριστόνικος· ὁ δὲ Δίδυμος Βασίλεια καὶ Ἀμφιάρεια καὶ Δήλια ἐπὶ Δηλίῳ καὶ Τροφώνεια ἐν Λεβαδείᾳ. ἀγῶνές τ ’ ἔννομοι Βοιωτῶ ν : πάλιν ἀπὸ κοινοῦ τὸ ἔγνω νιν. |
| O 7 154c | τελοῦνται δὲ ἐν Βοιωτίᾳ διάφοροι ἀγῶνες· ἐν μὲν Θεσπιαῖς τὰ Ἐρωτίδια· ἐν δὲ Πλαταιαῖς τὰ Ἐλευθέρια· ἐν δὲ Λεβαδείᾳ τὰ Τροφώνια· ἐν δὲ Ὠρωπῷ τὰ Ἀμφιάραια. Πελλάνα τ ε : ἐν Πελλήνῃ τῇ Ἀχαϊκῇ ἐνίκησε. |
| O 7 156a | καλεῖται δὲ ὁ ἀγὼν Θεοξένια· ἐδίδοτο δὲ ἆθλον χλαῖνα. Πελλάνα τ ’ Αἴγινά τ ε : πάλιν τὸ ἔγνω νιν· ἐγνώρισε δὲ τὸν Διαγόραν ἥ τε Πελλήνη καὶ ἡ Αἴγινα ἑξάκις νενικηκότα. |
| O 7 156c [5] | τελεῖται δὲ ἐν μὲν Πελλήνῃ τῆς Ἀχαΐας ἀγὼν ὁ καλούμενος Θεοξένια· τινὲς δὲ, καὶ τὰ Ἕρμαια· τὸ δὲ ἆθλόν ἐστι χλαῖνα. ἐν δ’ Αἰγίνῃ τὰ Αἰάκεια· οἱ δὲ Οἰνώναια· ἀμφορίτης ἀγὼν, οὗ Καλλίμαχος μέμνηται ἐν τοῖς ἰάμβοις (fr. 80). ἐν Μεγάροισ ι : τὰ Διόκλεια· καὶ Πύθια· καὶ Νέμεα. |
| O 7 158 | λιθίν α : στήλη ἥτις οὐχ ἕτερον λόγον ἔχει ἐγκεκολαμμένον ἢ ὅτι νενίκηκε Διαγόρας. ἴσως γὰρ τοιοῦτον ἦν τὸ ἔθος αὐτῶν, τῶν Μεγαρέων, τὸ γράφειν ἐν στήλαις τὰ τῶν νικώντων ὀνόματα. ψᾶφος ἔχει λόγο ν : κατὰ τὰ Μέγαρα ἔθος ἐστὶ τῶν νικηφόρων τὰ ὀνόματα λίθοις ἐγκολάπτεσθαι. |
| O 7 159a [5] | φησὶν οὖν ὅτι καὶ ἐν τοῖς Μεγάροις ἡ λιθίνη ψῆφος οὐχ ἑτέρου τινὸς οὕτως ἐγκεκολαμμένον φέρει τὸ ὄνομα ὡς τὸ τοῦ Διαγόρα. τὸ σημεῖον ὅτι ψῆφον λιθίνην λέγει τὴν στήλην διὰ τὸ περιέχειν τὰ ψηφίσματα. |
| O 7 159c [5] | ὦ Ζε ῦ , νώτοισιν Ἀταβυρίο υ : ὁ νοῦς οὕτως ἔχει· ἀλλ’ ὦ Ζεῦ πάτερ τοῦ Ἀταβυρίου ὄρους βασιλεύων, ἐν τιμῇ ἔχε τὸν ὕμνον τὸν εἰς τὸν Ὀλυμπιονίκην καὶ τὸν ἄνδρα τὸν εὑρόντα καὶ τὸν κτησάμενον τὴν ἀρετὴν διὰ τῆς ἐν πυγμῇ νίκης. ἄλλως· νώτοισιν Ἀταβυρίο υ : ἐπάνω γὰρ τοῦ ὄρους ἵδρυται ὁ Ζεύς. |
| O 7 159e | νώτοισι δὲ ἀντὶ τοῦ νώτων. εἰσὶ δὲ χαλκαῖ βόες ἐν αὐτῷ, αἵτινες ὅταν μέλλῃ ἄτοπόν τι γενέσθαι, μυκῶνται. |
| O 7 159g | ἔστι δὲ καὶ ἐν Σικελίᾳ ὄρος Ἀταβύριον, ὥς φησι Τίμαιος. Ἀταβυρίο υ : ὄρος Ῥόδου. |
| O 7 160b | νώτοις δὲ ἀλλάξας πτῶσιν ἀντὶ τοῦ νώτων. τὸ πλάτος δὲ λέγει, ἀπὸ τοῦ σώματος, ὡς πόδας Ἴδης (Hom. Β 824) καὶ κεφαλὴ ὄρους. Δίδυμος δέ φησιν ἐν Σικελίᾳ εἶναι ὄρος Ἀταβύριον, ὡς Τίμαιός φησι· καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. |
| O 7 160c | εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῷ ὄρει τῆς Ῥόδου, οἳ ὅταν μέλλῃ τι τῇ πόλει γίνεσθαι κακὸν μυκῶνται. τίμα μὲν ὕμνο υ : περιφραστικῶς τὸν ὕμνον τὸν Ὀλυμπιόνικον. |
| O 7 161a | ἢ τὸν Διαγόραν· οὗτος γὰρ νόμος ἐγένετο νικήσας τοῦ ὕμνου. βέλτιον δὲ τὸ πρότερον· ἐπιφέρει γάρ· ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα. ( ὕμνου τεθμό ν:) περιφραστικῶς τὸν ὕμνον. |
| O 7 161c | τὸ σημεῖον ὅτι τὴν θέσιν δηλοῖ. ( ἄνδρα τ ε:) ἀπὸ κοινοῦ τὸ τίμα. |
| O 7 163b | πὺξ ἀρετά ν : τὸν τὴν ἀρετὴν εὑρόντα κατὰ τὴν πυκτικήν. Ὅμηρος (Ψ 634)· πὺξ μὲν ἐνίκησα, ἀντὶ τοῦ πυγμῇ. τὸν διὰ πυγμῆς ἀρετὴν εὑρόντα. |
| O 7 164 | δίδοι τέ οἱ αἰδοίαν χάρι ν : ὁ νοῦς· δίδου τε αὐτῷ αἰδοίαν χάριν καὶ παρὰ τῶν πολιτῶν καὶ παρὰ τῶν ξένων, ἐπειδὴ τὴν ἐχθρὰν τῆς ὕβρεως ὁδὸν βαδίζει, ἀντὶ τοῦ ἐπεὶ πάντας δι’ αἰδοῦς ἔχει καὶ τιμῆς. ( ὕβριος ἐχθρὰν ὁδό ν:) τὴν δικαιοσύνην λέγει. |
| O 7 168a | σάφα δαεί ς : σαφῶς μεμαθηκὼς ἃ οἱ πατέρες αὐτῷ ἐχρησμῴδησαν καὶ ὑπέθεντο. σάφα δαεί ς : ταῦτα λοιπὸν ὡς πρὸς ἑαυτόν φησιν ὁ ποιητής· σαφῶς γνοὺς ἅτινα αὐτῷ αἱ τῶν ἀγαθῶν αὐτοῦ πατέρων ὀρθαὶ φρένες ἐξέχραον, οἱονεὶ ἐχρησμῴδουν καὶ παρῄνουν. |
| O 7 168b | ὡς περὶ εὐσεβῶν δὲ λίαν ὑπαινίττεται. ἅ τέ οἱ πατέρω ν : τοῦτο παρὰ τὸ Ὁμηρικὸν εἴρηται (Ζ 209)· μηδὲ γένος πατέρων αἰσχυνέμεν. |
| O 7 168d | τουτέστι μὴ ἀπόκρυπτε τοὺς προγόνους, ὦ θυμὲ, ἀλλὰ ὕμνει. ἑαυτῷ δὲ ὁ Πίνδαρος παρακελεύεται. ( ἔχραο ν:) ἐπῆλθον μὴ κρύπτε κοινό ν : κοινὸν λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ ἔνδοξα, ἐξ ὧν πάντες μεταλαμβάνουσιν. |
| O 7 170c | μὴ κρύπτε κοινό ν : μὴ ἀπόκρυπτε τὸ κοινὸν καὶ διάδηλον τοῖς πολλοῖς τοῦ Καλλιάνακτος γένος (πρόγονος γὰρ τοῦ νικηφόρου οὗτος ἔνδοξος), ἀλλὰ ὕμνει. κοινὸν σπέρμα λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ τοιαῦτα ἐξ οὗ πάντως ἔχει. |
| O 7 170e | τὸ συγγενικόν. Ἐραστεϊδῶ ν : ὁ νοῦς· σὺν ταῖς τῶν Ἐραστιδῶν χάρισι καὶ ἡδοναῖς ἡ πόλις κοινωνεῖ. |
| O 7 172a | ὁ δὲ καί σύνδεσμος περιττεύει. Ἐραστεϊδᾶ ν : Ἐραστείδης πρόγονος τοῦ Διαγόρου, ἀφ’ οὗ καὶ φυλὴ ὁμώνυμος ἐν Ῥόδῳ. |
| O 7 172b [5] | φησὶν οὖν ὅτι σὺν ταῖς τῶν Ἐραστειδῶν χάρισι καὶ ἡδοναῖς (τῶν προγόνων δὲ αὐτοῦ λέγει) ....· ἐπεὶ καὶ πᾶσα ἡ Ῥόδος πλείστας εὐτυχίας ἐκ τῆς τούτου νίκης ἔχει. σὺν χαρίτεσσ ι : ἐκ τῶν χαρίτων τῶν Ἐραστιδῶν ἢ σὺν ταῖς τῶν Ἐραστιδῶν χάρισι κῦδος ἔχει ἡ πόλις καὶ θαλίας. |
| O 7 172c [5] | ὥστε τὸν μὲν Καλλιάνακτα πρόγονον εἶναι, Ἐραστίδας δὲ τὴν φατρίαν ἀπό τινος Ἐράστου καλεῖσθαι ἢ Ἐραστέος, ἀπὸ τοῦ Ἐραστεύς. φυλὴ δέ ἐστι τῶν Ἐραστιδῶν ἐν Ῥόδῳ, ἀφ’ ἧς ἦν Διαγόρας. |
| O 7 173a | ἐν δὲ μιᾷ μοίρᾳ χρόνο υ : ἐκ τούτου ἐμφαίνει ὅτι ἄνωθεν αὐτῷ περὶ τὸν οἶκον συμφορὰν συνέβη γενέσθαι, νῦν δὲ ἑτέρως αὐτοῖς πνέει τὰ πράγματα. παραμυθεῖται οὖν αὐτόν. ἐν δὲ μοίρᾳ μιᾷ χρόνο υ : ἐν τῷ βραχεῖ δὲ χρόνῳ τὰ πράγματα ἄλλοτε ἄλλως διατίθεται. |
| O 7 173b [5] | εἶπε δὲ ἀλληγορικῶς, ὡς πρὸ ὀλίγου τινὸς λυπηροῦ αὐτῷ συμβάντος, καὶ ὅτι λοιπὸν ὀφείλει, ἑτέρας αὔρας τὸ δὴ λεγόμενον πνευσάσης, τέρπεσθαι καὶ ἐν εὐτυχίᾳ πάσῃ καὶ χαρᾷ διαζῆν. ( διαιθύσσουσι ν:) ὁρμῶσιν. |
| O 7 175 [1] | τέλος Διαγόρου πύκτου. ὕμνου τέρμα Διαγόρα τοῦ πύκτου. τέλος Διαγόρα Ῥοδίου πύκτου. Scholia in Olympionicarum carmen VIII Ἀλκιμέδοντι παλαιστῇ καὶ Τιμοσθένει παλαιστῇ, καὶ Μελησίᾳ παγκρατιστῇ Νέμεα, Αἰγινήταις νικήσασιν 〈πʹ〉 Ὀλυμπιάδα. |
| O 8 metr (t) [5] | Ἀλκιμέδοντι παιδὶ παλαιστῇ, καὶ Τιμοσθένει παλαιστῇ Νέμεα. Μελησίᾳ ἀλείπτῃ. Ἀλκιμέδοντι παιδὶ παλαιστῇ καὶ Τιμοσθένει καὶ Μελησίᾳ παγκρατιστῇ. Τοῦ ηʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων θʹ. τὸ αʹ τροχαϊκὸν ἐπίτριτον, ἢ ἐπιχοριαμβικόν. τὸ βʹ ἰωνικὸν ἀπ’ ἐλάσσονος, τρίτου παίωνος ἀντὶ ἰωνικοῦ. τὸ γʹ ἰαμβέλεγος πλεονάζων συλλαβῇ. τὸ δʹ ἐπιχοριαμβικὸν Πινδαρικὸν, ἢ ἰαμβέλεγος. τὸ εʹ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛʹ προσοδιακὸν τρίμετρον καταληκτικὸν τοῦ ἰωνικοῦ μέσου ὄντος. τὸ ζʹ δακτυλικὸν πενθημιμερές. τὸ ηʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ θʹ Εὐριπίδειον. ἡ δὲ ἐπῳδὸς κώλων ιαʹ. τὸ αʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον. τὸ βʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ δʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ εʹ δακτυλικὸν τρίμετρον τελικὸν, ἢ προσοδιακόν. τὸ ϛʹ ὅμοιον τῷ αὐτῷ. τὸ ζʹ ὅμοιον τῷ αὐτῷ. τὸ ηʹ δακτυλικὸν πενθημιμερές. τὸ θʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· ὁ πρῶτος ἰωνικὸς ἀπ’ ἀδιαφόρου, ὁ δεύτερος χορίαμβος. τὸ ιʹ ἰωνικὸν ἀπ’ ἐλάσσονος, 〈ἐκ〉 τροχαϊκῆς συζυγίας πρώτης καὶ τρίτου παίωνος κατὰ τὸ ἔθος τῶν ἰωνικῶν, τρίμετρον βραχυκατάληκτον. τὸ ιαʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. Γέγραπται ὁ ἐπινίκιος προηγουμένως τῷ Ἀλκιμέδοντι παιδὶ παλαιστῇ νικήσαντι τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· μέμνηται δὲ ὁ Πίνδαρος καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Τιμοσθένους Νέμεα νικήσαντος καὶ τοῦ ἀλείπτου αὐτοῦ Μελησίου, ὥς τινες παγκρατιαστοῦ. |
| O 8 inscr a [5] | τοῖς γὰρ τρισί, φησιν ὁ Δίδυμος, μίαν ᾠδὴν γέγραφε. ζητοῦσι δέ τινες διατί ἐν τῷ ἑνὶ τούτῳ ἐπινικίῳ τοὺς τρεῖς ἐνεκωμίασε; καὶ οἱ μέν φασι, διὰ τὸ μὴ καθ’ ἕκαστον ἀξιολόγους ἀφορμὰς εὑρηκέναι· οἱ δὲ, ὅτι ἐκ τῆς πόλεως ἦσαν τῆς αὐτῆς οἱ τρεῖς. |
| O 8 1a | Ὁ Πίνδαρος πρὸς αὐτὴν τὴν Ὀλυμπίαν ποιεῖται τὸν λόγον, ὅ ἐστι πρὸς τὴν Πίσαν τὸν τόπον διαλέγεται· καὶ μητέρα αὐτὴν καλεῖ τῆς ἀληθείας, ἐπειδὴ μετὰ πάσης ἀληθείας ἐκρίνοντο οἱ ἀγωνιζόμενοι. Μᾶτερ ὦ χρυσοστεφάνω ν : μητέρα τῶν ἀγώνων τὴν Ὀλυμπίαν, οἷον μητρόπολιν, διὰ τὸ ἐπιφανέστατον εἶναι τὸν Ὀλυμπιακὸν ἀγῶνα. |
| O 8 1c | χρυσοστεφάνω ν : ἀντὶ τοῦ καλλιστεφάνων. Ὅμηρος (Ι 389)· οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι. ἢ ὅτι ἀληθῶς ἡ διδομένη τοῖς νικῶσιν ἐλαία καλλιστέφανος καλεῖται. |
| O 8 1e | δέσποινα δὲ ἀληθείας διὰ τὸ αὐτόθι τὸ τῶν Ἰαμιδῶν μαντεῖον ὑπάρχειν. μᾶτερ ὦ χρυσοστεφάνω ν : ἡ τῆς ἀρχῆς ἐξήγησις οὕτως ἔχει· ὦ Ὀλυμπία μῆτερ τῶν χρυσοστεφάνων ἄθλων. |
| O 8 1g | μῆτερ δ ὲ , ἐπεὶ δοκεῖ ὁ Ὀλυμπιακὸς ἀγὼν πρωτεύειν τῇ δόξῃ παρὰ τοὺς ἄλλου ς . ὡς οὖν λέγομεν μητρόπολιν τὴν πρώτην καὶ ἐνδοξοτέραν πόλι ν , οὕτω καὶ ἐνταῦθα μητέρα ἄθλω ν . |
| O 8 3a | δέσποι ν ’ ἀλαθεία ς : ὦ δέσποινα τῆς ἀληθείας· ἐπειδὴ τὸ μαντεῖόν ἐστιν ἐκεῖ τὸ τῶν Ἰαμιδῶν. ἵνα μάντιες ἄνδρε ς : διὰ τὸ τῶν Ἰαμιδῶν μαντεῖον. |
| O 8 3c | τὸ ἑξῆς· ὅπου μάντιες ἄνδρες τοῖς διὰ τοῦ πυρὸς ἱεροῖς σημειούμενοι διαπειρῶνται τοῦ Διός. ἀντὶ τοῦ ἀποπειρῶνται. |
| O 8 3e | ἵνα μάντιες ἄνδρε ς : ἔνθα, λέγει δὲ ἐν τῇ Ὀλυμπίᾳ, οἱ μάντιες ἄνδρες διὰ τῶν ἐμπύρων θυσιῶν ἀποπειρῶνταί, φησι, τοῦ Διὸς περὶ τῶν ἀνθρώπων, εἴ τινα λόγον αὐτῶν ἔχει καὶ φροντίδα. BEQ ἐμπύροις τεκμαιρόμενο ι : ἀντὶ τοῦ ἐμπείρων, φησὶ, γινώσκουσι, τίνα ὁ Ζεὺς ἐκ . |
| O 8 4a [5] | ... τῶν ἀνθρώπων τῶν τὴν ἀρετὴν φιλούντων· τὴν δὲ ἀρετὴν καὶ παραμυθίαν τῶν πόνων ζητοῦσιν, οἱ μὲν ἀγαθῶν, οἱ δὲ τῶν κακῶν ἀναβολήν. παραπειρῶντα ι : ἡ παρά περισσή· ἔστι γὰρ πειρῶνται. |
| O 8 4c | ἢ ἡ παρά ἀντὶ τῆς ἀπό· ἔστι γὰρ 〈ἀπο‐〉 πειράζουσιν. ἀποπειρῶνται οἱ μάντεις καὶ ἐπιζητοῦσι μαθεῖν διὰ τῶν ἐμπύρων τεκμαιρόμενοι καὶ εὑρίσκοντες τὰ σημεῖα. |
| O 8 4d [5] | περὶ ποίων δὲ ἀνθρώπων ἀποπειρῶνται; περὶ τῶν ζητούντων καὶ ἐπιθυμούντων μεγάλην ἀρετὴν κτήσασθαι ἐκ τῆς νίκης καὶ σπουδαζόντων ἀναπνοὴν λαβεῖν ἐκ τῶν κατεχόντων μόχθων. 10 h Q Διὸς ἀργικεραύνο υ : ἤτοι παρὰ Διός· ἐνταῦθα ἡ παρά συναπτέον· ὥστε εἶναι· παρὰ Διὸς ἀργικεραύνου πειρῶνται μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν μαιόμενοι. |
| O 8 5a [5] | ὁ δὲ λόγος· εἰ φροντίζει τῶν ἀνθρώπων ὃ ἡμεῖς λέγομεν ἀποπειρῶνται. ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀποπειρῶνται εἰ ἀντιποιεῖται περὶ ἀνθρώπων καὶ ἔχει λόγον τῶν ζητούντων ἀρετὴν κτήσασθαι. |
| O 8 10a | ἄνεται δὲ πρὸς χάρι ν · τουτέστιν οἱ εὐσεβεῖς ἀνύουσί 〈τι〉 ταῖς πρὸς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὐδαμῶς. ἢ οὕτως· τελευτᾷ δὲ πρὸς χάριν εὐσεβείας τὸ μαντεῖον. |
| O 8 10c | ἢ οὕτως· ἀνύεται τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν λιταῖς. βέλτιον δέ· τελειοῦται τὰ μαντεῖα πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας· οἷον οἱ εὐσεβεῖς ἀνύουσι ταῖς πρὸς θεοὺς λιταῖς καὶ λαμβάνουσι κεχαρισμένους χρησμοὺς, οἱ δὲ ἀσεβεῖς οὔ. |
| O 8 10e | Ἀσκληπιάδης δὲ χωρὶς τοῦ ς γράφει λιταί· δεήσει δὲ καὶ αὐτὸν λαμβάνειν τὸ ἄνεται ἀντὶ πληθυντικοῦ τοῦ ἄνονται, ἵνα ᾖ· τελειοῦνται δὲ αἱ λιταὶ πρὸς τὴν χάριν τῆς εὐσεβείας. ἄνεται δὲ πρὸς χάρι ν : ἀνύεται δὲ τὸ τοιοῦτον· τὸ ποῖον; τὸ φανερωθῆναι τὴν τοῦ Διὸς βουλήν. |
| O 8 10f [5] | ἀνύεται 〈δὲ〉 εἰς χάριν τῶν εὐσεβῶς καὶ ὁσίως εὐχομένων καὶ λιτανευόντων, ὅπερ ἐστὶ τῶν μάντεων καὶ ἱερέων. ἐπαινεῖ οὖν ἴσως τοὺς Ἰαμίδας ὡς εὐσεβεῖς· δύναται δὲ καὶ ἐπ’ αὐτῶν τούτων νοεῖσθαι τὸ εὐσεβείας. πρόσκειται δὲ τὸ σημεῖον ὅτι τὸ σημαινόμενόν ἐστι τοιοῦτον· ἐπιτελεῖται δὲ χάριν τῆς εὐσεβείας, ἢ διὰ τὴν εὐσέβειαν. |
| O 8 10g | 12Q ἄλλως· ἄνεται δὲ πρὸς χάρι ν : τουτέστιν οἱ εὐσεβεῖς ἀνύουσί τι ταῖς πρὸς τοὺς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὔ. |
| O 8 10i [5] | γράφει δὲ [κατ’ ἐνίους] ὁ Ἀσκληπιάδης ἄνευ τοῦ ς λιταί, καὶ οὕτω καθίστησι τὸν λόγον· πρὸς δὲ τὸ κεχαρισμένον τῇ εὐσεβείᾳ τῶν ἀνδρῶν ἀνύονται λιταί· ὡς ἂν αὐτῇ τῇ τῶν ἀνδρῶν εὐσεβείᾳ κεχαρισμένου τοῦ λιτανεύειν ὄντος. ἄλλως· τελειοῦται ἡ μαντεία πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας ταῖς τῶν ἀνδρῶν λιταῖς. |
| O 8 10l | ἢ οὕτω· τελειοῦνται δὲ τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν εὐσεβείαις, ὅτι πείθοντες λιταῖς τοὺς θεοὺς λαμβάνουσι χρησμούς. τοῦτο δὲ λέγει, ἐπεὶ οὐ παντὶ ἀνθρώπῳ μαντεύεται τὸ θεῖον, ἀλλὰ τοῖς εὐσεβέσιν. 10 f Q ἀλ λ ’ ὦ Πίσα ς : πρὸς αὐτὸ τὸ τῆς Πίσης ἄλσος διαλέγεται· ἢ πρὸς τὸ Πάνθειον, ὅπου αἱ ἐλαῖαι φύονται· ἢ πρὸς τὸν τόπον ὅπου οἱ ἀνδριάντες τῶν νικησάντων ἀνάκεινται. |
| O 8 12b | ἀλ λ ’ ὦ Πίσας εὔδενδρο ν : ἤτοι λείπει τὸ ἔχων ἢ φιλῶν, τὸ τῆς Πίσης ἄλσος, ἵν’ ᾖ πρὸς τὸν Δία λέγων· ἢ πρὸς αὐτὸ τὸ ἄλσος τῆς Ὀλυμπίας λέγει, ὅπερ ἀνάκειται τῷ Διὶ τῷ τῆς Πίσης. τὸ εὔδενδρον ἄλσος τὸ ὂν ἐπὶ τῷ Ἀλφειῷ. |
| O 8 12d | ὁ δὲ τρόπος περίφρασις. τοῦτον τὸν κῶμον καὶ τὸν ὕμνον καὶ τὴν ἐκ τῆς στεφανηφορίας πρόσδεξαι νίκην. |
| O 8 12f | ( ἄλσο ς:) λείπει τὸ ἔχων. μέγα τοι κλέο ς : ᾧτινι ἂν τὸ σὸν γέρας παρακολουθήσῃ, μέγα κλέος αὐτῷ ἐστιν. |
| O 8 14b | μέγα τοι κλέο ς : μεγίστη γὰρ ἐκείνῳ δόξα, ᾧ ἂν τὸ σὸν κλέος ἐπακολουθήσῃ τὸ ἡδὺ καὶ τερπνόν· ἀγλαΐα γὰρ ἡ τέρψις. ἄλλα δ ’ ἐ π ’ ἄλλον ἔβα ν : οὐ πάντες τὰ αὐτὰ ἔχουσιν ἀγαθὰ, ἀλλὰ ἄλλος ἄλλα. |
| O 8 16 [5] | λέγει ὅτι αὐτὸς ὁ Ἀλκιμέδων Ὀλύμπια νενίκηκεν, ὁ δὲ ἀδελφὸς Τιμοσθένης Νέμεα· διὸ οὐ πάντες πάντων κοινωνοῦσι τῶν ἀγαθῶν. Ὅμηρος (Δ 320)· ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν. σὺν θεοῖ ς : ἀντὶ τοῦ, τῶν θεῶν βουλομένων πολλαὶ ὁδοὶ γίνονται εἰς τὸ εὖ πράσσειν. |
| O 8 19a | ὔμμε δὲ κλάρωσε ν : ὑμᾶς μέντοι, ὦ Τιμόσθενες, ἐκλήρωσε καὶ προσῳκείωσεν ἡ μοῖρα καὶ τὸ δαιμόνιον τῷ Διὶ τῷ γενεθλίῳ· γενεθλίῳ δὲ τῷ τῆς γεννήσεως αἰτίῳ. τοῦτο δὲ εἶπεν ἐπειδὴ νεώτεροι ἐνίκησαν. ἐκλάρωσε ν : ὁ μοιρίδιος ὑμῶν πότμος καὶ ἡ τύχη ἀπεκλήρωσεν ὑμᾶς κατὰ τὴν γένεσιν τῷ Διὶ, σέ τε, ὦ Τιμόσθενες, καὶ τὸν ἀδελφὸν Ἀλκιμέδοντα. |
| O 8 21a | ἐν Νεμέ ᾳ : ὅτι Νέμεα νενίκηκεν· Ἀλκιμέδων δὲ Ὀλύμπια· ἀμφότερα δὲ Διὶ ἀνάκεινται. ἐν Νεμέᾳ πρόφαντο ν : ἐπιφανῆ καὶ ἐπίσημον ἐποίησεν. |
| O 8 21c | ἀμφοτέρους δὲ τοὺς ἀγῶνας τούτους ἀνάπτει τῷ Διὶ, παρόσον καὶ ἡ Ὀλυμπία καὶ ἡ Νεμέα Διός. καὶ ὁ Καλλίμαχός φησι (fr. 193)· Ζηνί τε καὶ Νεμέῃ τι χαρίσιον ἕδνον ὀφείλω. πρόφαντο ν · Ἀλκιμέδοντα δ έ : σὲ μὲν ἐπιφανῆ καὶ ἔνδοξον ὁ Ζεὺς ἐν τῇ Νεμέᾳ πεποίηκε, τὸν δὲ Ἀλκιμέδοντα Ὀλυμπιονίκην ἐν τῷ Κρονίῳ λόφῳ. |
| O 8 22 | Κρόνου λόφ ῳ : τῇ Ἤλιδι. οἱ δὲ ὅτι ὑπὸ τὸ ὄρος ἐκεῖνο Κρόνος ἵδρυται. ἦν δ ’ ἐσορᾶν καλό ς : καλὸς μὲν ἦν καὶ ὀφθῆναι ὁ Ἀλκιμέδων, οὐ κατῄσχυνε δὲ τὸ εἶδος τοῖς ἔργοις. |
| O 8 24a | ἀνεκήρυξε γὰρ τὴν Αἴγιναν τὴν ναυτικὴν κρατήσας καὶ νικήσας πάλῃ. οὐ κατὰ εἶδος ἐλέγχω ν : τῷ τῆς πάλης. |
| O 8 25b | [ἄλλως·] τὴν εὐμορφίαν, τὸ εἶδος, οὐ κατελέγχων. ὁ δὲ Ὅμηρος (ρ 454) ἐκ τοῦ ἐναντίου· οὐκ ἄρα σοί γε φρένες ἦσαν καὶ εἶδος. ἐξένεπ ε : ἀνακηρυχθῆναι ἐποίησεν. |
| O 8 26b | [καὶ] ἀνεκήρυξεν ἑαυτὸν Αἰγινήτην τῇ πάλῃ [καὶ] κρατήσας καὶ νικήσας. δολιχήρετμον δὲ τὴν Αἴγιναν, ὅτι ναυτικοὶ οἱ Αἰγινῆται· ὡς καὶ ἐν τῷ Περσικῷ πολέμῳ δεύτεροι Ἀθηναίων εὑρέθησαν. |
| O 8 26d | ἐξένεπε κρατέω ν : ἐξηγόρευσεν. ἀνεκήρυξε τὴν ναυτικὴν Αἴγιναν. |
| O 8 26e | Ἡσίοδος (fr. 100, 6)· οἳ δή τοι πρῶτον τεῦξαν νέας ἀμφιελίσσας, πρῶτοι δ’ ἱστία θέσαν νεὼς πτερὰ ποντοπόροιο. ἔνθα σώτειρ α : ἐν τῇ Αἰγίνῃ ἀσκεῖται ἡ Θέμις ἡ τοῦ ξενίου Διὸς πάρεδρος. |
| O 8 28b | τουτέστι φιλόξενοί εἰσιν, ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν. ἔνθα σώτειρα Διὸς ξενίου πάρεδρος ἀσκεῖται Θέμι ς : ἐν ᾗ Αἰγίνῃ ἡ Θέμις ἡ τοῦ Διὸς πάρεδρος ἀσκεῖται καὶ θρησκεύεται. |
| O 8 28c [15] | ἐπαινεῖ δὲ αὐτοὺς ὡς φιλοξένους, διὰ τὸ παρὰ τῷ πλῷ κεῖσθαι καὶ πολλοὺς ὑποδέχεσθαι. διὰ τοῦτο εἶπεν ἔξοχ’ ἀνθρώπων, ἵνα ἐξόχως καὶ ὑπὲρ πάντας ἀνθρώπους εἴπῃ τὴν Θέμιν ἀσκεῖσθαι ἕνεκα φιλοξενίας παρ’ Αἰγινήταις· ἐπειδὴ τὸ κεκριμένον τῆς πρὸς ἕκαστον ἀξίας αὐτοῖς προσμαρτυρεῖ. τοῦτο γὰρ μάλιστα ἀξιώματος ἄξιον, τὸ τῶν πλησιαζόντων ἑκάστῳ τὴν πρέπουσαν BCEQ καὶ πρόσφορον ἑκάστῳ ἀποδοῦναι τιμήν. διὰ τοῦτο οὖν φησι τιμᾶσθαι ἐξόχως τὴν τοῦ Διὸς ξενίου Θέμιν. ἐπειδὴ ἔνθα ἂν ᾖ πολύ τι καλὸν, ὡς καὶ ἐν Αἰγίνῃ τὸ τῆς φιλοξενίας, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων χρόνον ἢ πλῆθος ἀνθρώπων ἔχοι τὴν ῥοπὴν παραγινόμενον, τοῦτο διακρῖναι καὶ δοκιμάσαι ὀρθῷ λογισμῷ καὶ προσήκοντι, ἵνα ἑκάστῳ τὸ πρέπον παράσχῃ καὶ κατὰ καιρὸν, δύσκολόν ἐστι καὶ δυσανταγώνιστον· ὅπερ Αἰγινῆται ὑπὲρ πάντας κατώρθωσαν. πάρεδρος ἀσκεῖται Θέμι ς : Ἀσκληπιάδης ἀντὶ τοῦ τιμᾶται πρὸς τοῦ ξενίου Διός. |
| O 8 29b [5] | τουτέστι φιλόξενοί εἰσιν. ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν· ὅθεν τὸν ἐπὶ μεταβολῇ φόρτον Αἰγινητικὸν ἔλεγον καὶ τοὺς παντοπώλας Αἰγινοπώλας. ἔξο χ ’ ἀνθρώπω ν : ἵνα βεβαιώσῃ τὸ ἐξόχως, ἐπάγει· ἔνθα γάρ τι πολύ ἐστι καὶ ῥοπὴν ἔχει μεγάλην, ὡς καὶ ἐν Αἰγίνῃ τὸ τῆς φιλοξενίας, τοῦτο ὀρθῇ διανοίᾳ καὶ ἀσφαλεῖ κεκριμένως εἰπεῖν μὴ ἔξω τοῦ προσήκοντος, ἀλλ’ BCEQ εὐκαίρως, δύσκολόν ἐστι καὶ δυσπαλές. |
| O 8 30a | 33 d BCDEQ ἔξο χ ’ ἀνθρώπω ν : ὅπου γὰρ ἂν ᾖ πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, δυσχερές ἐστι κατὰ τρόπον προνοῆσαι. |
| O 8 30b | τοῦτο δέ φησιν, ὅτι φιλόξενοι ὄντες μετὰ κρίσεως παραδέχονται τοὺς ἀφικνουμένους. ἄλλως· γνωμικόν ἐστι τὸ λεγόμενον, τείνει δὲ εἰς τὸν περὶ φιλοξενίας τῶν Αἰγινητῶν λόγον. |
| O 8 30c [5] | σημαίνει δὲ τοῦτο· ἐὰν γὰρ ᾖ πολλὰ καὶ πολλαχῇ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι κατὰ τρόπον καὶ οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς. οὔκ εἰσιν οὖν ἄξενοι οἱ Αἰγινῆται, οὐδὲ μὴν ἄνδρα ἀκρίτως παραδέχονται, ὡς ἡ Πηνελόπη (υ 132)· ἐκπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τ’ ἀρείον’ ἀτιμήσας’ ἀποπέμπει. δύναται τὸ πολὺ καὶ πολλᾷ ῥέπον κατὰ τοῦ ὄχλου τίθεσθαι· ἐν ᾗ πόλει ἐστὶν ὄχλος, ἐν ταύτῃ τὸν κατοικοῦντα τῶν συμφερόντων τι νοῆσαι χαλεπόν ἐστιν· [ἀπὸ] ἀκριβοῦς γὰρ διανοίας ἔργον ἐστὶ τουτέστι τοῦτο. |
| O 8 30d [5] | οὕτως ἐπλήθυναν οἱ Αἰγινῆται ὡς μζʹ μυριάδας οἰκετῶν κτήσασθαι, ὥς φησιν Ἀριστοτέλης (fr. 472 R.). ἐπαινεῖ δὲ τοὺς Αἰγινήτας ὅτι πάντας δεχόμενοι ἐξαιρέτως τοὺς ἀγαθοὺς ἔχουσιν. |
| O 8 30f | ὅ ,τι γά ρ : πολλοὺς ξένους παραγίνεσθαί φησιν εἰς Αἴγιναν καὶ δυσχερὲς ὁμοῦ πολλῶν ὄντων διαγινώσκειν τοὺς Αἰγινήτας, χρηστὸς τίς ἢ τίς φαῦλος· καὶ ὅμως τοσούτους ὑποδεχόμενοι περὶ τοὺς ἀγαθοὺς μᾶλλον ἐσπουδάκασιν. τὸ δὲ πολὺ καὶ πολλᾷ ῥέπον, τὸ γένος τῶν ἀνθρώπων. |
| O 8 30g [5] | τὸ δὲ δυσπαλὲς ἀπὸ τῶν δοράτων ἔχει τὴν μεταφορὰν, καὶ τὸ ῥέπειν ἀπὸ τῶν ἱστάντων ἐπὶ ζυγοῦ. ὅταν γὰρ τὸ ἐν τῷ ζυγῷ ἐλαφρὸν ᾖ, εὐχερὲς τὴν ἰσότητα γνῶναι· ἐὰν δὲ βαρὺ, δυσχερές. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι εἰς ὑπερβολήν εἰσι διακρίνειν τὸ καλὸν καὶ τὸ δυσχερὲς, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις χαλεπὸν νομίζεται. |
| O 8 30i [5] | ὅ ,τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπο ι : γνωμικόν ἐστι τὸ λεγόμενον, συντείνει δὲ εἰς τὸ περὶ φιλοξενίας τῶν Αἰγινητῶν. σημαίνει δὲ τοῦτο· ὅπου γὰρ ἂν ᾖ τι πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι καὶ κατὰ τρόπον οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς γίνεται. οὐκ εἶναι οὖν φησιν ἀξένους τοὺς Αἰγινήτας καθάπαξ, οὐδὲ μὴν ἀκρίτως ὑποδέχονται τοὺς παραγινομένους οὗτοι πάντας, ὡς ὁ Τηλέμαχός φησιν ἐπὶ τῆς Πηνελόπης (υ 131)· τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· ἐμπλήγδην ἕτερον γε τιμᾷ. |
| O 8 30l [5] | δύναται [οὖν] τὸ πολὺ ἐπὶ τοῦ ὄχλου τίθεσθαι τοῦ ἐν τῇ πόλει, οἷον· ὅπου ἐστὶν ὄχλος, ἐνταῦθα τὸν κατοικοῦντα ὄχλον τῶν συμφερόντων τι νοῆσαι χαλεπόν ἐστιν. ἀκριβοῦς γὰρ διανοίας καὶ ἠρεμούσης καὶ ὀλίγων ἀνδρῶν τὸ ἐπὶ τοιαύτην ἐνεχθῆναι κρίσιν. πλήθειν γὰρ ἀνδρῶν οὕτω φασὶ τὴν Αἴγιναν ὡς εἶναι ἐν αὐτῇ μζʹ μυριάδας οἰκετῶν. 37BCDE τεθμὸς δὲ νόμος. |
| O 8 33a | κρίσις. δόγμα. δόκησις. ἁλιερκέα δὲ χώραν τὴν Αἴγιναν· νῆσος γάρ. |
| O 8 33b | 37Q τεθμὸς δέ τις ἀθανάτω ν : ἔτι πρὸς τὰ δεδηλωμένα τείνει περὶ τῆς εἰς τοὺς ξένους αὐτῶν εὐεργεσίας· φησὶ γὰρ ὅτι νόμος τις καὶ θεῶν θέμις καὶ ταύτην τὴν χώραν παντοδαποῖς ξένοις ἔστησε κίονα θεῖον καὶ ἔρεισμα. |
| O 8 33d | τὸ σημεῖον, ὅτι τεθμὸν νῦν τὸ δόγμα καὶ τὴν δόκησιν εἴρηκε. τὸ δὲ σαφὲς οὕτω· θεσμὸς δέ τις καὶ δικαία κρίσις τῶν θεῶν καὶ ταύτην τὴν τῇ θαλάττῃ περιτετειχισμένην Αἴγιναν τοῖς πανταχόθεν ἐπιφοιτῶσι ξένοις βάθρον ὥσπερ καὶ ἔρεισμα θεῖον ἐνομοθέτησεν. |
| O 8 33e | 30 i ὁ δ ’ ἐπαντέλλων χρόνο ς : ὁ δὲ ἐπιὼν χρόνος μὴ κάμοι διαφυλάσσων αὐτοὺς ἐν φιλοξενίᾳ. |
| O 8 37b [5] | ὁ δ ’ ἐπαντέλλων χρόνος μὴ κάμο ι : μήποτε οὖν ἐν παντὶ τῷ ἐπιόντι χρόνῳ λίποι τὸ τοιοῦτον, μηδὲ κάμοι αὐτὸς ὁ χρόνος τοῦτο πράττων. ἔστι δὲ τοῦτο μέσον παρεμβληθέν· ἐπεὶ ἡ ἀκολουθία· κίονα δαιμονίαν Δωριεῖ λαῷ, καὶ τὰ ἑξῆς· ἵν’ ᾖ· τὴν Αἴγιναν τὴν χώραν, ἥτις ἐστὶ κίων τῶν ξένων, ἡ κρίσις τῶν θεῶν ὑπέστησεν, ὑπὸ τοῦ Δωριέως λαοῦ βασιλευομένην μετὰ τὸν Αἰακόν. Δωριεῖ λα ῷ : τοῖς Αἰγινήταις. |
| O 8 39a | οἱ γὰρ ἀπὸ Δώρου Ἀργεῖοι ᾤκισαν Αἴγιναν, ἡγουμένου αὐτῶν τοῦ στόλου Τριάκοντος. Δωριεῖ λα ῷ : ὅτι 〈οἱ〉 μετὰ τὴν Αἰακοῦ βασιλείαν Δωριεῖς τῆς Αἰγίνης ἐκράτησαν. |
| O 8 39b [10] | Αἰακοῦ γὰρ καὶ Ψαμάθης Νηρηίδος Φῶκος ἐγένετο. τοῦτον ὡς νόθον ἀδελφὸν ἀπέκτειναν Πηλεὺς καὶ Τελαμὼν, καὶ φεύγει ὁ μὲν εἰς τὴν Θεσσαλίαν τὴν καλουμένην Φθίαν, Τελαμὼν δὲ εἰς τὴν Σαλαμῖνα. καὶ τελευτήσαντος οὖν τοῦ Αἰακοῦ ἔρημος ἡ νῆσος περιελείπετο βασιλέως, ἐν τούτῳ Τριάκων τις Ἀργεῖος συλλέξας πλῆθος Ἀργείων (οἱ δὲ Ἀργεῖοι τοῦ Δωρικοῦ γένους) εἰς τὴν Αἴγιναν ἦλθον καὶ κατῴκησαν. καὶ οὕτως BCEQ ἔδοξε μετὰ τὸν Αἰακὸν ἀποταμιεύεσθαι τοῖς Δωριεῦσιν ἡ τῆς Αἰγίνης ἀρχή. τὸν παῖς ὁ Λατοῦ ς : ἰδίως φησὶν ὁ Δίδυμος καὶ τούτοις χρήσασθαι τὸν Πίνδαρον· τὸν γὰρ Ποσειδῶνα καὶ Ἀπόλλωνα εἰς τὴν τοῦ τείχους κατασκευήν φησι τὸν Αἰακὸν προσλαβεῖν. |
| O 8 41a [5] | καὶ τὸν λόγον ἀποδίδωσί, φησιν, ἵνα διὰ τούτου τοῦ μέρους 〈τοῦ〉 ὑπὸ Αἰακοῦ οἰκοδομηθέντος ἁλώσιμος γένηται ἡ Ἴλιος. παρ’ οὐδενὶ δὲ πρεσβυτέρῳ Πινδάρου ἡ ἱστορία· ὁ δὲ Εὐφορίων φησίν (fr. 58 M.)· ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τ’ ἐκάλεσσαν Αἰακὸν, οὐκ ἀβοήθητα περὶ κρήδεμνα δέμοντες. τὸν παῖς ὁ Λατοῦ ς : ὅντινα Αἰακὸν ὁ Ἀπόλλων καὶ ὁ Ποσειδῶν, μέλλοντες τὸν στέφανον καὶ τὸ τεῖχος τῆς Ἰλίου κατασκευάζειν, συνεργὸν εἵλοντο καὶ συλλήπτορα. |
| O 8 41b [10] | τούτους γὰρ κατεδίκασεν ὁ Ζεὺς πρὸς τὴν τειχοποιίαν ὑπηρετῆσαι τῷ Λαομέδοντι, ἐπειδὴ ἐπεβούλευσαν αὐτῷ εἰς τὴν βασιλείαν· ἠθέλησαν γὰρ αὐτὸν μεταστῆσαι, ὡς καὶ Ὅμηρος μνημονεύει (Α 399)· ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων, οὐχ ὡς ἔνιοι, καὶ Παλλὰς Ἀθήνη. εὐρυμέδω ν : μεγάλως βασιλεύων. |
| O 8 42b | ἐπὶ στέφανο ν : στέφανον τείχεος περιφραστικῶς τὸ τεῖχος. ἐπὶ στέφανον τεῦξα ι : μεταφορικῶς τὸ τεῖχος· στέφανος γὰρ ὥσπερ τῶν πόλεων τὰ τείχη. |
| O 8 42c | καὶ Ἀνακρέων (fr. 72)· νῦν δ’ ἀπὸ μὲν πόλεως στέφανος ὄλωλεν. ἦν ὅτι νιν πεπρωμένο ν : αὐτὸ, τὸ τεῖχος. |
| O 8 44b [5] | οὗτοι [δὲ] συνεργὸν εἵλοντο τὸν Αἰακὸν, ἐπειδὴ ἦν αὐτῷ πεπρωμένον, τῷ τείχει, πολέμου γενομένου πυρὶ καταφλεχθῆναι πολλῷ. οὐ γὰρ ἦν δυνατὸν ἁλῶναι αὐτὸ, εἰ τὸ πᾶν ἔργον ἦν θεῶν. ἄλλως· ὅτι πέπρωτο δορυάλωτον γενομένην τὴν πόλιν ταύτην ἐμπυρισθῆναι, διὰ τοῦτό φησι τὸν Ποσειδῶνα καὶ τὸν Ἀπόλλωνα εἰς τὴν τῆς Ἰλίου τείχισιν προσλαβεῖν τὸν Αἰακὸν, διὰ τοῦ ὑπ’ αὐτοῦ οἰκοδομηθέντος ἵνα ἁλώσιμος γένηται καὶ μὴ διὰ τοῦ ὑπὸ τῶν θεῶν. |
| O 8 44d | πεπρωμένο ν : ὅτι πεπρωμένον ἦν δοριάλωτον γενηθεῖσαν τὴν Ἴλιον ἐμπυρισθῆναι· ὅπως κατὰ τὸ τοῦ Αἰακοῦ ἔργον ἁλῴη τὸ τεῖχος, καὶ μὴ κατὰ τὸ τῶν θεῶν. λάβρον ἀμπνεῦσαι καπνό ν : ἀντὶ τοῦ ἐμπυρισθῆναι. |
| O 8 48a | γλαυκοὶ δὲ δράκοντε ς : ἀκαταλλήλως εἶπεν· ἔδει γὰρ εἰπεῖν· γλαυκοτέρων δὲ δρακόντων εἰσαλλομένων, οἱ βʹ κάπετον, εἷς δὲ ὄρουσε βοήσας. τὸ δὲ σχῆμα ὅμοιον τῷ· οἱ δὲ δύο σκόπελοι (μ 73). γλαυκοὶ δὲ δράκοντε ς : φοβεροί. |
| O 8 48c [5] | ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ποτε ἐκτίσθη τὸ τεῖχος, εὐθέως καὶ παραχρῆμα τρεῖς δράκοντες ἐφάνησαν, ὧν οἱ μὲν δύο βουλόμενοι εἰσελθεῖν διὰ τοῦ πύργου εἰς τὸ ἐντὸς κατέπεσον καὶ ἀπέθανον, ὁ δὲ εἷς δράκων εἰσῆλθε μετὰ συριγμοῦ καὶ βοῆς. δηλοῖ δὲ τὴν ἅλωσιν τὴν τότε γενομένην· οἱ γὰρ ἐπιόντες πολέμιοι εἰώθασιν ἐφορμᾶν ἅμα βοῇ. ἔδει εἰπεῖν· γλαυκῶν δὲ δρακόντων εἰσαλλομένων τριῶν, οἱ δύο μὲν κατέπεσον, ὁ δὲ εἷς ἀνόρουσε. |
| O 8 48d | τὸ σχῆμα Ὁμήρου (μ 73)· οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει. 53 f B κτίσθη νέο ν : οἱ μὲν νεωστὶ κατασκευασθὲν, οἱ δὲ ἀντὶ τοῦ εὐθύς. |
| O 8 49a | εἰσαλλόμενοί γε τρεῖ ς : κτισθέντος, φησὶ, τοῦ τείχους τρεῖς εἰσεπήδησαν δράκοντες, ὧν τοὺς δύο ἀποθανεῖν, τὸν δὲ ἕτερον ἕνα περιγενέσθαι καὶ εἰσελθεῖν. ἐπειδὴ τρεῖς οἱ κατασκευάζοντες· οἱ μὲν οὖν τῶν θεῶν ἀπέθανον, ὁ δὲ τοῦ Αἰακοῦ εἰσῆλθεν. |
| O 8 50 | ( κάπετο ν:) κατέπεσον. ἀτυζόμενο ι : ἢ ταραττόμενοι· Ὅμηρος (Ζ 468)· πατρὸς φίλου ὄψιν ἀτυχθείς· ἢ παρὰ τὴν ἄτην, τουτέστιν ἐν ἄτῃ ἐγένοντο· ἀπέθανον γὰρ πεμέοι πότεμος. |
| O 8 52a | εἷς δ ’ ὄρουσε ν : δύο μὲν δράκοντας Ἀχιλλέα καὶ Αἴαντα· ὁ δὲ περιγενόμενος Ἀχιλλέως υἱός. βοάσα ς : καθ’ ὃ μέρος ᾠκοδόμει ὁ Αἰακὸς, εἰσῆλθεν ὁ δράκων, δι’ οὗ οἱ Ἕλληνες εἰσῆλθον διὰ τοῦ δουρείου λυσάντων αὐτῶν τῶν Τρώων. |
| O 8 53a [5] | ἔννεπε δ ’ ἀντίο ν : οὐχ ὑπερέθετο στοχάσασθαι, ἀλλ’ ἐξ ἐναντίας ὁρῶν εἶπε πρὸς τὸν Αἰακὸν ὁ Ἀπόλλων ὅτι κατὰ τὰς σὰς ἐργασίας ἁλίσκεται· οἷον ἁλώσιμόν ἐστιν. ὅμοιον τῷ (λ 116)· οἵ τοι βίοτον κατέδουσιν· οὐδέπω γὰρ πάρεισιν οἱ μνηστῆρες ὅτε ἐμαντεύσατο ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατέδονται κατέδουσιν εἶπεν. ἔννεπε δ ’ ἀντίον ὁρμαίνω ν : φροντίζων καὶ τὴν διάνοιαν ἐφιστάς. |
| O 8 53c [5] | ὁ δὲ λόγος· οὐχ ὑπερέθετο στοχάζεσθαί, φησιν, ἀλλ’ ἐξ ἐναντίου ὁρῶν ἔτι εἶπεν. ὡς δὲ συνέβαλε τὸ σημεῖον, καὶ οἰκείως ἔννεπεν· οἱ προσβαλοῦντες κατὰ τὰ ἡμέτερα τείχη ἀπολοῦνται καθάπερ οἱ δύο δράκοντες· ὁ δὲ κατὰ τὸ Αἰακοῦ τείχισμα ἐλθὼν δράκων κρατήσει, τουτέστιν οἱ προσβαλοῦντες κατ’ ἐκεῖνο τὸ μέρος· ὥστε ἀπὸ τῶν, ἐπειδὴ τὸ τρεῖς ἀρχὴ πλήθους ἐστὶ, τὸ πλῆθος τῶν Ἀχαιῶν εἰς σημείωσιν ἦχθαι. |
| O 8 53e [5] | τινὲς δὲ εἰς τὸ ἐγγὺς ἔτι τὸ αἴνιγμα θέλουσιν ἄγειν. ἐπειδὴ γὰρ οἱ δράκοντές εἰσι τρεῖς, ὧν δύο ἀπέθανον, εἷς δὲ εἰσῆλθεν, ἀνάγει πρὸς τοὺς ἐξ Αἰακοῦ καὶ λέγει· Τελαμὼν καὶ Πηλεὺς ἀδελφοί· δύο τούτων παῖδες προσβαλοῦσι μὲν, ἀπολοῦνται δὲ, Αἴας καὶ Ἀχιλλεύς· ὁ δὲ εἷς Νεοπτόλεμος, ὃς καὶ ἐντὸς τῆς πόλεως ἐγένετο, οὗτος κρατήσει τῆς πόλεως· ὥστε τὸ ἀνάλογον σώζεσθαι καὶ δράκοντι τῷ εἰσελθόντι καὶ σωθέντι. 61B ὁρμαίνω ν : διαλογιζόμενος. |
| O 8 53f | διανοούμενος. εἶπε δὲ ὁ Ἀπόλλων, ἐναντίον καὶ ἀδέξιον θεασάμενος τὸ γεγονὸς τέρας. |
| O 8 55a [5] | Πέργαμος ἀμφὶ τεαῖ ς : Πέργαμος, ἡ ἀκρόπολις. Ὅμηρος (Ε 446)· Περγάμῳ εἰν ἱερῇ. ἀποστρέφει δὲ τὸν λόγον πρὸς Αἰακόν· ἡ πόλις δὲ, ὦ ἥρως Αἰακὲ, τῶν Τρώων εὐάλωτος γενήσεται κατὰ τὴν ἐργασίαν τῶν σῶν χειρῶν, ὡς ἐμοὶ τὸ σημεῖον τὸ γεγενημένον ἐκ τοῦ Διὸς δηλοῖ. |
| O 8 55c [5] | ἄλλως· κατὰ τὰς σὰς ἐργασίας ἡ Πέργαμος ἁλίσκεται· οἷον ἁλώσιμος ἔσται· ὅμοιον τῷ (λ 115)· οἵ τοι βίοτον κατέδουσιν, ἀντὶ τοῦ καταβρώσονται. οὐδέπω γὰρ παρῆσαν οἱ μνηστῆρες ὅτ’ ἐσφαγίαζεν ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ BCEQ τοῦ κατεδοῦνται κατέδουσιν εἶπε. φάσμα τὸ φάντασμα καὶ σημεῖον. |
| O 8 57 [5] | εἴρηται δὲ παρὰ τὸ φαίνειν καὶ δηλοῦν. ἀλ λ ’ ἅμα πρώτοι ς : συμπεριλαμβάνει καὶ τὸν Αἰακόν· πρῶτοι γάρ εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλλεὺς καὶ Αἴας τούτων ὄντες υἱοί· τρίτος δὲ Νεοπτόλεμος· συγκαταριθμουμένου δὲ καὶ Αἰακοῦ γίνεται τέταρτος. |
| O 8 59 [10] | σὺν Ἡρακλεῖ δὲ ἐστράτευσε καὶ Πηλεὺς, οὐ μόνος Τελαμὼν, ὡς καὶ Εὐριπίδης φησὶν ἐν Ἀνδρομάχῃ (796 sqq.) ..... ὅτι μόνος Τελαμών. συγκαταριθμούμενος οὖν τέταρτος Νεοπτόλεμος. πρώτοις οὖν τοῖς περὶ Πηλέα πολεμήσασι, τετάρτοις Νεοπτολέμῳ, συναριθμουμένου καὶ Αἰακοῦ, εἰ καὶ μὴ ἐμαχέσατο. πρώτοις ἄρξεται καὶ τετράτοι ς : ἰδίως κατὰ τὴν φράσιν οὐ τῷ αὐτῷ ἀριθμῷ κέχρηται. |
| O 8 60a [5] | ὅτε μὲν γὰρ λέγει πρώτοι ς , οὐ συγκαταριθμεῖται Αἰακὸς, ὅτε δὲ λέγει τετράτοι ς , συμπεριλαμβάνει καὶ τὸν Αἰακόν. πρῶτοι μὲν οὖν εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλλεὺς καὶ Αἴας, τρίτος δὲ ὁ Νεοπτόλεμος· συγκαταριθμουμένου δὲ τοῦ Αἰακοῦ γίνεται τέταρτος. στρατευομένου εἰ δὲ μεθ’ Ἡρακλέους ἐπὶ τὸν Λαομέδοντα Πηλεὺς 〈καὶ Τελαμὼν〉 κατὰ τὸν Πίνδαρον, κατὰ δὲ τοὺς ἄλλους μόνος Τελαμών. δεύτεροι δὲ ποιοῦνται στρατείαν μετ’ Ἀγαμέμνονος Ἀχιλλεὺς καὶ Αἴας· μετὰ δὲ ταῦτα Νεοπτόλεμος στρατεύσας αἱρεῖ τὴν Ἴλιον. τὸ σημαινόμενον οὖν ἐστι, πρώτοις τοῖς περὶ Πηλέα, τετάρτῳ δὲ τῷ Νεοπτολέμῳ συγκαταριθμουμένου τοῦ Αἰακοῦ. ἄλλως· πρώτοις ἄρξεται καὶ τετράτοι ς : ἁλωθήσεται δὲ ἡ Τροία οὐ χωρὶς τῶν σῶν ἐκγόνων, ἀλλ’ ἀρχὴν μὲν ἕξει τοῦ πορθεῖσθαι ἀπὸ τῶν σῶν παίδων (τῶν περὶ τὸν Πηλέα λέγει καὶ Τελαμῶνα· οὗτοι γὰρ συνεστράτευσαν Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον διὰ τοὺς Λαομέδοντος ἵππους), ἁλωθήσεται δὲ ὑπὸ τῶν τετάρτων ἀπὸ σοῦ· ἔστι δὲ ὁ Πύρρος. |
| O 8 60c [5] | ἅμα οὖν πρώτοις ἄρξεται καὶ τετάρτοις· πρῶτοι γὰρ, ὡς προείπομεν, ἐπολέμησαν τοῖς Τρωσὶν 〈οἱ〉 συστρατεύσαντες Ἡρακλεῖ, ὡς καὶ Ὅμηρος μνημονεύει (Ε 638 sqq.)· καὶ τετάρτοι ς · Πύρρον λέγει τὸν καὶ Νεοπτόλεμον· τέταρτος γὰρ ἐξ Αἰακοῦ. Αἰακοῦ γὰρ Πηλεὺς, οὗ Ἀχιλλεὺς, οὗ Νεοπτόλεμος. τὸ τοίνυν τῶν δρακόντων σημεῖον πρὸς τοῦτο BCEQ ἔχει τὴν ἀναφοράν. 53 e B ὣς ἄρα θεὸς σάφα εἴπα ς : ταῦτα τὰ περὶ τῶν δρακόντων σημεῖα σαφῶς διαλύσας ὁ Ἀπόλλων εἰς τοὺς ἰδίους ἐστέλλετο κλήρους. |
| O 8 61b | ( εἴπα ς:) σημείωσαι τὸ εἴπας. Ξάνθον ἤπειγε ν : ποταμὸς Λυκίας· ἀφ’ οὗ δηλοῖ ὅτι εἰς Λυκίαν ἠπείγετο. |
| O 8 62b [5] | ἤπειγε δὲ ἀντὶ τοῦ ἠπείγετο, ἐνεργητικὸν ἀντὶ παθητικοῦ. Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνα ς : ἀπὸ κοινοῦ τὸ ἔσπευδεν, εἰς τὰς Ἀμαζόνας, οὔσας παρὰ τῷ Θερμώδοντι ποταμῷ τῆς Παφλαγονίας· ἵν’ ἔχῃ τὸ ἑξῆς οὕτω, κατὰ τὸν τῆς χωρογραφίας λόγον· πρῶτον μὲν εἰς Λυκίαν ἔσπευδεν· ἔπειτα εἰς τὰς Ἀμαζόνας· εἶτα ἐκεῖθεν διέβαινεν εἰς Σκυθίαν καὶ 〈ἐπὶ〉 τὸν Ἴστρον ποταμὸν (λέγει δὲ τοὺς Ὑπερβορέους) παρεγένετο. |
| O 8 62c | καὶ τὰ μὲν πρῶτα χωρία τῆς Ἀσίας εἰσὶ, τὰ δὲ δεύτερα τῆς Εὐρώπης. Ξάνθον 〈ἤπειγεν 〉 : ἔσπευδεν. |
| O 8 62e | ἐκ δὲ τούτου εἰς Λυκίαν· ἱερὰ γὰρ τῷ θεῷ. Ἴστρον ἐλαύνω ν : εἰς Ὑπερβορέους, ἔνθα Ἴστρος τὰς πηγὰς ἔχει. |
| O 8 63 | 64 d E ὀρσοτρίαιν α : ὁ μὲν οὖν Ἀπόλλων, φησὶν, εἰς τὸν Ξάνθον καὶ εἰς τὸν Ἴστρον ἠπείγετο· ὁ δὲ Ποσειδῶν εἰς Ἰσθμὸν ἤλαυνε χωριζόμενος ἐκ τῆς Τροίας καὶ ἀποπέμπων τὸν Αἰακὸν δεῦρο, τουτέστιν εἰς Αἴγιναν. |
| O 8 64a [5] | θηλυκῶς τὴν Ἰσθμὸν, ὡς ἐν ἄλλῳ (O. VII, 148 vulg.) ὀρσοτρίαινα δ ’ ἐ π ’ Ἰσθμῷ ποντί ᾳ : κλητικὴ ἀντὶ εὐθείας, ὡς καὶ παρ’ Ὁμήρῳ (Π 33)· ἱππότα Πηλεύς. |
| O 8 64c | ὁ δὲ νοῦς· ὁ δὲ ὀρσοτριαίνης Ποσειδῶν ἐπὶ Ἰσθμοῦ τοῦ παραθαλασσίου, ὅς ἐστι πλησίον τῆς Κορίνθου, ἠπείγετο [θεάσασθαι]. 69BDEQ ἐ π ’ Ἰσθμῷ ποντί ᾳ : ἐπίφορός ἐστι πρὸς τὰ θηλυκὰ, ὡς τὸ ἐν αἰνᾷ Ταρτάρῳ (P. |
| O 8 64d | I 15)· ὡς καὶ νῦν τῇ Ἰσθμῷ. 64 b E ἅρμα θοὸν τάνυε ν : εἰς δρόμον παρώξυνεν. |
| O 8 65a | Ὅμηρος (Π 375)· τανύοντο δὲ μώνυχες ἵπποι. τάνυε ν : ἀπὸ τοῦ παρακολουθοῦντος 〈ἀντὶ〉 τοῦ ἤλαυνεν. |
| O 8 65b | 〈Ὅμηροσ〉 (l. l.)· τανύοντο δὲ μώνυχες ἵπποι. ὅταν γὰρ τρέχωσι, τείνονται. 68 ἀποπέμπων Αἰακὸν δεῦρ ο : εἰς τοῦτον τὸν τόπον· ὑπόκειται γὰρ τὸ ἐγκώμιον ἐν Αἰγίνῃ. |
| O 8 66 | ἀπὸ τοῦ χοροῦ δὲ ὁ λόγος. 70BEQ δεῦ ρ ’ ἵπποι ς : δεῦρ ο , εἰς τοῦτον τὸν τόπον. |
| O 8 67 | ἐν Αἰγίνῃ. 69 Κορίνθου δειράδ α : ἐν γὰρ τῇ Κορίνθῳ τιμᾶται ὁ Ποσειδῶν. |
| O 8 68 | δειράδα δὲ κυρίως τὸν τράχηλον, καταχρηστικῶς δὲ πάντα τὰ ἆθλα. ὁ δὲ Ἰσθμὸς στενοῦται ὡς ἐπὶ σώματι τράχηλος. 67 〈 δαιτικλυτά ν : 〉 τὴν τὰς θυσίας αὐτῷ καὶ τὰς τιμὰς ἐνδόξως τελοῦσαν. |
| O 8 69 | 64 d BQ 66E τερπνὸν ἐν ἀνθρώποι ς : οἷον οὐ πάντες ἐπὶ τοῖς αὐτοῖς χαίρουσιν οὐδὲ τέρπονται· τάχα γὰρ ἂν ὑπό τινων φθονηθείην, εἰ παρεκβὰς τὸν ὕμνον Μελησίαν ἐπαινέσω. |
| O 8 70a | πράξω δὲ ὅμως τὸ τοιοῦτον, εἰ καὶ μὴ πᾶσι χαρίζομαι. σπουδάζουσιν εἰς ὑπεροχὴν ἔχειν· διὸ οὐδ’ ἓν παρ’ αὐτοῖς ἐστι τερπνόν. |
| O 8 70c [10] | τερπνὸν δ ’ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέ ν : διάφοροι τῶν παλαιῶν ἐξηγήσεις περὶ τοῦτο γεγόνασι τὸ ῥητόν. οἱ μὲν γὰρ οὕτως· ἐπειδή, φασι, διεχώρισε τοὺς θεοὺς καὶ ἕκαστον ἐπὶ τοὺς ἀρεσκομένους ἤγαγε τόπους, οἰκείως ἐπάγει τὸ κῶλον, ὅτι ἴσως οὐδὲν τερπνόν ἐστι τοῖς πᾶσιν, οὔτε μὴν ἀνθρώποις οὔτε θεοῖς. οἱ δὲ οὕτως· ἐπειδὴ καινοτέρῳ τῷ τρόπῳ τῶν ἐγκωμίων ἐπιβάλλει τρεῖς ἅμα καθ’ ἕνα ἐπίνικον ἐγκωμιάσας, φασὶ τὸν Πίνδαρον λέγειν ὑπεραπολογούμενον τοῦ ἐγχειρήματος ταῦτα· οὐδὲν ἴσως τερπνόν ἐστι τοῖς πᾶσιν· εἰ γὰρ ἀηδὲς τοῦτο τοῖς ἄλλοις δοκεῖ, ἀλλ’ οὖν ἐμοὶ προσφιλές. ὡς Ὅμηρος (ξ 228)· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. ἄλλως· οὐχ ὁμοίως ἐπὶ τοῖς αὐτοῖς τέρπονται ἅπαντες· ἄλλος γὰρ ἄλλο προκρίνει. |
| O 8 70d | οὐδὲν δὲ τοῦ νικᾶν τερπνότερον παρὰ τοῖς ἀνθρώποις. εἰ δ ’ ἐγὼ Μελησί α : εἰ δὲ ἐγὼ ἐκ τῶν ὕμνων τῶν ἀγενείων ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, μηδὲ εἷς φθόνον μέμψαιτό μου. |
| O 8 71b [5] | ἄλλως· εἰ δ’ ἐγώ, φησι, τὸ γενόμενον τῷ Μελησΐᾳ ἐκ τῶν ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ, τοῦ Ἀλκιμέδοντος ἀφέμενος· οἷον, παρεκβὰς ἦλθον ἐπ’ αὐτόν· ἀνέδραμον δὲ νῦν ἔφη διὰ τὸ προγενεστέραν εἶναι τὴν τοῦ Μελησίου νίκην τῆς ἐνεστώσης. ἔνιοι δὲ τὸ ἀνέδραμον ἀκούουσιν ἀντὶ τοῦ ἀναδραμοῦμαι· οἷον, εἰ τὸν ἀθλητὴν καταλιπὼν ἐπὶ τὸν ἀλείπτην ἐλεύσομαι καὶ ὑμνήσω, μηδεὶς [δέ] με μεμψάσθω. Ὅμηρος (ρ 14)· ὁ ξεῖνος εἴπερ μάλα μηνίει. εἰ δ ’ ἐγὼ Μελησί α : εἰ οὖν καὶ αὐτὸς τῷ Μελησίᾳ τὸν ὕμνον ἐφαρμόζων ἐπὶ τὴν δόξαν αὐτοῦ ἀνέδραμον, ἣν ἔσχεν ἀγωνιζόμενος [ἐξ] ἀγενείων, μηδείς με τοῦ φθόνου τῷ λίθῳ ἀκοντιζέτω, ἀντὶ τοῦ μηδείς με διὰ βασκανίαν κακῶς ἀγορευέτω. |
| O 8 71c [5] | Μελησίας δὲ ἀπὸ ἀθλητῶν νῦν ἀλείπτης τοῦ Ἀλκιμέδοντος. BCDEQ ἢ οὕτως· εἰ δὲ ἐκ τῶν ὕμνων τοῦ Ἀλκιμέδοντος ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, ὃ ἔσχεν ἐξ ἀγενείων, μηδείς μοι φθονείτω· ἐρῶ γὰρ καί φημι αὐτὸν ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν ἐσχηκέναι χάριν καὶ νίκην· ταύτην δὲ εἴποιμι ἂν ἣν μετὰ ταῦτα εἰς τὴν τῶν ἀνδρῶν μάχην ἐκ τοῦ παγκρατίου ἔσχεν. |
| O 8 71d | BDEQ ἄλλως· ὡς τοῦ Μελησίου προηθληκότος καὶ τανῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα· ὥστε οὐ τῷ Μελησίᾳ γράφεται ὁ ἐπίνικος, ἀλλὰ τῷ Ἀλκιμέδοντι. |
| O 8 71e | ὁ οὖν εἰδώς, φησι, ῥᾳδίως διδάσκει, οὐχ ὁ ἀγνοῶν. μὴ βαλέτω μ ε : μηδείς μοι φθονείτω, εἰ εἰς τὸ γεγενημένον τῷ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ ἀποσχόμενος τοῦ Ἀλκιμέδοντος. |
| O 8 74a | καὶ Νεμέᾳ γάρ ἕως τοῦ ἐν παγκρατί ῳ : ταύτην δὲ τὴν μάχην καὶ τὴν νίκην ἐπὶ τῶν ἀγενείων καὶ ἐν ἀνδράσιν ἔσχεν. ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν χάριν ἔσχε νίκης ἀγενείων κἀκεῖ παγκρατίου. |
| O 8 74c [5] | καὶ Νεμέᾳ γὰρ ὁμῶ ς : τὴν γὰρ αὐτὴν χάριν ὁμοίως ἐρῶ καὶ ἐν Νεμέᾳ γεγενημένην αὐτῷ· καὶ γὰρ ἐκεῖ νενίκηκε. δεύτερον ἐξ ἧς πάλιν Νεμεακὴν νίκην αὐτοῦ συνίστησι τοῦ ἀλείπτου τῶν νικηφόρων τούτων, εἰς οὓς τὸν ἐπίνικον ἔγραψεν. ἔστι δὲ καὶ αὐτὸς τῶν νενικηκότων τοὺς προεκκειμένους ἀγῶνας. τὰν δ ’ ἔπειτ α : τὴν τῶν ἀγενείων. |
| O 8 76b | τὸ ἔπειτα ἀντὶ τοῦ δή. τὰν δ ’ ἔπει τ ’ ἀνδρῶν μάχα ν : τὴν νίκην ἐξ ἧς ἐνίκησεν ἄνδρας παγκρατίῳ. |
| O 8 77a [5] | τὸ διδάξασθαι δέ το ι : ὡς τοῦ Μελησίου προηθληκότος, εἶτα νῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα, οὗ ἀλείπτης ἦν. διὸ καὶ ἔφη· τὸ διδάξασθαι δέ τοι εἰδότι ῥαΐτερον· ὁ γὰρ εἰδὼς ῥᾷον διδάσκει, οὐκ ἀγνοῶν. τὸ διδάξασθαι δέ τοι ῥαΐτερο ν : τὸ διδάξασθαι δέ τι ἐπιστάμενον βέλτιον καὶ εὔκολόν ἐστι, τὸ δὲ μὴ προμαθεῖν ἀπειρίαν ἔχει· τοιγαροῦν τῶν ἀπειράτων ἀνόητοί εἰσι καὶ κοῦφοι καὶ ὡς ἔτυχεν οἱ λογισμοὶ φερόμενοι. |
| O 8 77b [5] | ταῦτα δέ φησιν ἐπειδὴ διδάσκαλος ἐγένετο, ἀλείφων τὸν Ἀλκιμέδοντα, καὶ ἀπὸ τούτου αὐτὸν θαυμάζει ὡς ἀπὸ πείρας καὶ ἐπιστήμης διδάσκοντα. ἄγνωμον δ έ : ἀνόητον δὲ διδάσκειν ἄλλους ὃ μὴ αὐτὸς οἶδεν. |
| O 8 78a | οὕτως ὁ μὴ προμαθών. ἄλλως· οὐκ ἂν εἴη ἐπιγνώμων οὐδὲ τεχνίτης ὁ μὴ προμαθών. |
| O 8 80a | 〈 κουφότερα ι : 〉 ἀνόητοι, ἐλαφραὶ, κεναὶ τῶν ἀμαθῶν αἱ διάνοιαι. ἀπειράτων φρένε ς : τὰς τῶν μὴ πεπειραμένων φρένας κουφοτέρας λέγων ἐπὶ τὸ αὐτὸ σημαίνει. |
| O 8 81a | κεῖνα δὲ κεῖνο ς : ὁ μαθὼν καὶ προαθλήσας εὐκολώτερον ἂν διδάξοι ἄλλον, κατὰ ποῖον τρόπον προβαίνειν οἷόν τε, θέλοντα ἀπὸ τῶν ἱερῶν ἀγώνων δόξαν λαβεῖν. ἢ ὁ Μελησίας. |
| O 8 81a [5] | κεῖνα δὲ κεῖνος ἂν εἴπο ι : εἴποι δ’ ἂν ἀκριβῶς ἐκεῖνα τὰ ἔργα καὶ ἐμπειρότερον ἐκεῖνος ὁ μεμαθηκὼς καὶ τῇ πείρᾳ τὴν διδασκαλίαν ἀκριβώσας, τὰ τῶν ἀγωνισμάτων ἔργα, καὶ ποῖος τρόπος εἰς εὐδοξίαν ἄνδρα ὁδηγῆσαι δύναται ἐκ τῶν ἱερῶν ἀγώνων ποθεινὴν βουλόμενον δόξαν ἀποφέρεσθαι. τίς τρόπος ἄνδρ α : τίς τρόπος ἐκεῖνον τὸν ἄνδρα προάξει 〈τὸν〉 ἐκ τῶν ἱερῶν ἀθλημάτων μέλλοντα τὴν ποθεινοτάτην φέρεσθαι δόξαν. |
| O 8 86a [5] | νῦν μὲν γὰρ αὐτῷ γέρα ς : λείπει ἢ ἤνεγκεν ἢ περιεποίησεν. οὐ δεκτέον δὲ ὅτι τριακοντάκις Ἀλκιμέδων ἐνίκησεν, ἀλλ’ ὅτι Μελησίας γυμνάσας τριάκοντα ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο. ἦν δὲ τριακοστὸς Ἀλκιμέδων. δύναται δὲ τὸ ἑλών μετοχὴ ἀντὶ ῥήματος τοῦ ἑλεῖν. νῦν μὲν αὐτῷ γέρα ς : τῷ Μελησίᾳ. |
| O 8 86c | ἐπὶ τοίνυν τοῦ παρόντος δόξα αὐτῷ ἐστιν ὁ Ἀλκιμέδων τριακοστὸς νικητὴς ἀναδειχθείς. λέγεται γὰρ σὺν τούτῳ ἀλεῖψαι τριάκοντα μαθητάς. ἄλλως· νῦν τῷ ἀλείπτῃ Μελησίᾳ γέρας ὁ Ἀλκιμέδων περιεποίησε· τὸ γὰρ περιεποίησεν ἔξωθεν προσληπτέον. |
| O 8 86e [5] | οὐ δεκτέον [δὲ] πάντως ὅτι ὁ Ἀλκιμέδων τριάκοντα νίκας ἔσχεν· ἀλλ’ ὁ Μελησίας γυμνάσας ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο τριάκοντα. ὃς τύχᾳ μὲν δαίμονο ς : ὅστις Ἀλκιμέδων τύχῃ μὲν ἀγαθῇ δαίμονος χρησάμενος ἀνδρείας οὐ διαμαρτὼν ἐν τέτρασι παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον, τουτέστι δʹ ἐποίησε παῖδας οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι τῆς νίκης στερήσας· ὡς δʹ παῖδας αὐτοῦ καταβεβληκότος. |
| O 8 88b [5] | ὃς τύχᾳ μὲν δαίμονο ς : ὅστις Ἀλκιμέδων τῆς τοῦ δαίμονος εὐτυχίας καὶ τῆς· ἀνδρείας τῆς ἰδίας οὐ διαμαρτὼν ἐν τέτρασι παίδων μέλεσιν ἐναποθέμενος τὴν ἑαυτοῦ ἰσχὺν, τοῖς ἡττηθεῖσι τὴν ἐπὶ τὴν πατρίδα ἀνακομιδὴν ἐχθροτάτην εἶναι παρεσκεύασε, καὶ τὴν γλῶτταν αὐτῶν τῆς παρρησίας ἀφείλετο, καὶ τὸ βάδισμα κρύφιον καὶ ἀπαρρησίαστον πεποίηκε· τοιαῦτα γὰρ τὰ τῶν ἡττωμένων ἀτυχήματα. ἄλλως· ὅστις τῆς τοῦ δαίμονος εὐτυχίας οὐχ ἁμαρτήσας, οὐκ ἀποτυχὼν δὲ οὐδὲ τῆς ἰδίας ἀνδρείας, ἐνίκησεν. |
| O 8 90a [5] | ἐν τέτρασι παίδω ν : τουτέστι τέσσαρας παῖδας ἐνίκησε καὶ ἐποίησεν οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι, τῆς νίκης στερήσας· οἱονεὶ κακῶς ἀπέπεμψεν· ὡς τέσσαρας αὐτοῦ καταβεβληκότος. ἀπεθήκατο οὖν εἰς τὰ γυῖα αὐτῶν τῶν ἀγωνισαμένων αὐτῷ τὴν ἰδίαν δύναμιν· ἀπὸ τοῦ παρακολουθοῦντος, ἐνίκησεν αὐτοὺς, καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον· οἱ γὰρ νικηθέντες ὅταν οἴκαδε ἀπίωσιν, ἐν κατηφείᾳ εἰσίν. |
| O 8 90c | ἐχθρὰ οὖν αὐτοῖς ἡ ἀνακομιδή· οὐ γὰρ τὸν κατ’ εὐχὴν νόστον ἔχουσιν, ἀλλ’ ἀπεχθῆ. ἀπεθήκατο γυίοι ς : ἀπεθήκατο τοῖς γυίοις τῶν ἀνταγωνιστῶν τὴν ἰδίαν δύναμιν, τουτέστιν ἀπὸ τοῦ παρακολουθοῦντος τὸ ἐνίκησε δʹ καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον. |
| O 8 91a | νόστον ἔχθιστο ν : ἀντὶ τοῦ φήμην κακὴν ἐποίησε παρ’ αὐτοῖς· ἕκαστος γὰρ τῶν ὁρώντων ἐπὶ τῆς γλώττης· οὗτός ἐστιν ὁ νενικηκώς, ἐπιφέρει. ἀτιμοτέραν γλῶσσα ν : οἱ γὰρ ἡττώμενοι καὶ σιωπῶσι καὶ λάθρᾳ ἀναχωροῦσιν ὡς ἀπαρρησίαστοι καὶ ἄγνωστοι τῇ πατρίδι. |
| O 8 91c | ἢ ὅτι οὐχ ὑμνοῦνται. ἀτιμοτέραν γλῶσσα ν : ἀπαρρησίαστον. |
| O 8 92 | καὶ ἐπίκρυφον οἶμο ν : οἱ γὰρ νενικημένοι οὐ φανερὰς ὁδοὺς ἀπίασιν, ἀλλ’ ἐκτρεπόμενοι διὰ τὸ ἐπονείδιστον τῆς ἥττης. καὶ ἀλλαχοῦ (fr. 229)· νικώμενοι γὰρ ἄνδρες ἀγρυξίᾳ δέδενται· οὐ φίλων ἐναντίον ἐλθεῖν. B(C)EQ πατρὶ δὲ πατρό ς : τῷ δὲ προπάτορι αὐτοῦ μένος ἐνέπνευσεν ἐναντίον τῷ γήρᾳ, τουτέστιν ἀντὶ γέροντος νέον αὐτὸν ἐποίησε καὶ εὔθυμον. |
| O 8 93a | καὶ Ὅμηρος (τ 360)· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. ἢ ἐκ τοῦ ἐναντίου· ἡ γὰρ εὐθυμία τοὺς γέροντας νεάζειν ποιεῖ. |
| O 8 93c | πατρὶ δὲ πατρό ς : τῷ δὲ πάππῳ αὐτοῦ ἡ τῆς νίκης ἡδονὴ ἐνέβαλε δύναμιν τὴν τοῦ γήρως ἐναντίαν οὖσαν· οἱονεὶ ταῖς εὐφροσύναις καὶ ταῖς ἡδοναῖς ἀνανεάζειν πεποίηκε τὸν γεγηρακότα ἡ χαρά. 100E ἀντίπαλο ν : ἐτυμολογεῖται 〈παρὰ〉 τὸ πάλος, ἀπὸ τῶν κατὰ συζυγίαν κληρουμένων ἐν τοῖς ἀγῶσιν ἐν τῷ παλαίειν ἢ παγκρατιάζειν. |
| O 8 95a [5] | Ἀίδα τοι λάθετα ι : πᾶς γάρ τις ἁρμόδια καὶ καταθύμια πράξας τοῦ Ἅιδου λήθην ποιεῖται, τουτέστιν ἀθάνατα φρονεῖ διὰ τὴν παρεστῶσαν εὐφροσύνην. Ἀίδα τοι λάθετα ι : πᾶς γὰρ ἀνὴρ ἁρμόδια πράξας τῇ ἑαυτοῦ προαιρέσει Ἅιδου, τουτέστι τοῦ θανάτου, λήθην λαμβάνει· ἤ πού γε τῶν ἁπλῶς κατὰ φύσιν ὀχλούντων οἱονεὶ τὸ φρόνημα· τοιαύτη γὰρ ἡ τῆς φαντασίας εὐπραξία τοῖς εὖ πράττουσιν. |
| O 8 97 [5] | ἀλ λ ’ ἐμὲ χρὴ μναμοσύνα ν : ἐμὲ τοίνυν χρὴ τὴν μνήμην ἀνεγείροντα ὥσπερ κοιμηθεῖσαν καὶ σιωπηθεῖσαν λοιπὸν (λέγει δὲ τῶν προγόνων αὐτοῦ, οἵτινές εἰσι Βλεψιάδαι οὕτω καλούμενοι ...) οὕτω τὸν εἰς αὐτοὺς ὕμνον πληρῶσαι διηγούμενον τὸν τῶν χειρῶν αὐτῶν καρπὸν, ὅ ἐστιν ἡ νίκη· ἀνεγεῖραι δὲ τὴν μνήμην τῶν προγόνων διὰ τῶν τοῦ Ἀλκιμέδοντος νικητηρίων. Βλεψιαδῶν δὲ φυλὴ ἐν Αἰγίνῃ ἀπὸ Βλεψιάδου προγόνου Ἀλκιμέδοντος. 101E Βλεψιάδαι ς : Βλεψιάδαι ἡ φατρία αὐτῶν ἐστιν, ὧν εἷς ἀπόγονος ὁ νικήσας. |
| O 8 100 | ἕκτος οἷς ἤδη στέφανο ς : οἷστισι Βλεψιάδαις καὶ ᾧ γένει ἕκτος ὑπῆρξε στέφανος ἤδη ἐκ τῶν ἱερῶν τούτων ἀγώνων. 95E φυλλοφόρων ἀ π ’ ἀγώνω ν : ἤτοι καθὸ οἱ νικῶντες ἐφυλλοβολοῦντο· ἢ φύλλα τοὺς στεφάνους εἶπε, διακρίνων αὐτοὺς πρὸς τοὺς δωρίτας καὶ χρηματίτας. |
| O 8 101b | φυλλίναι οἱ στεφανῖται· δωρῖται οἱ θέματα διδόντες· ἀργυρῖται οἱ ἔχοντες χρυσᾶ ἆθλα. ἔστι δὲ καί τι θανόντεσσι ν : ἔστι δὲ καὶ τοῖς τετελευτηκόσιν ἔννομον καὶ δίκαιον μέρος ἀποδιδόμενον, τὸ τῶν ἐπαίνων λέγει. |
| O 8 102b | θανόντεσσι μέρο ς : καὶ τοῖς ἀποθανοῦσι μεμέρισται, καὶ οἱ ἀποθανόντες κοινωνοῦσι τῆς τῶν ἐγκωμίων γραφῆς. ( καννόμο ν:) ἤτοι κατὰ νόμον. |
| O 8 104 [5] | κατακρύπτει δ ’ οὐ κόνις κεδνὰν χάρι ν : τὴν τῶν συγγενῶν ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλ’ ἐν φανερῷ κειμένη καὶ τῶν τεθνεώτων ἐφικνεῖται. πρὸς γὰρ τοῦτο τὸ πᾶν λέγει, τὸν μὲν λόγον ἐν τῷ καθόλου τιθεὶς, τείνων δὲ πρὸς ἐκεῖνο, διὸ τῆς νίκης τούτου ὁ προθανὼν Ἰφίων μετέχει καὶ συνήδεται. συγγόνων κεδνὰν χάρι ν : τὴν τῶν συγγόνων ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλὰ ἐν φανερῷ κειμένη καὶ εἰς τεθνεῶτας ἀφικνεῖται· πρὸς γὰρ 〈τοῦτο〉 τὸ πᾶν λέγει. |
| O 8 105b | καὶ γὰρ οἱ προαποθανόντες συγγενεῖς τοῦ Ἀλκιμέδοντος μετειλήφασι τῆς ἐπὶ τῇ νίκῃ δόξης, ὡς εἶναι διὰ τὴν τούτου δόξαν ἀθανάτους αὐτούς. Ἑρμᾶ δὲ θυγατρό ς : Ἰφίων πρόγονος Ἀλκιμέδοντος· οἱ δὲ ὅτι πατὴρ αὐτοῦ. |
| O 8 106b [5] | εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ οὗτος καὶ διάκτωρ. ὅθεν ἀκούσας ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας εἴποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι. κόσμον δὲ Ὀλυμπί ᾳ , τὴν νίκην. |
| O 8 106d | Ἰφίων πατὴρ Ἀλκιμέδοντος τεθνεώς· Καλλίμαχος δὲ εἷς τῶν συγγενῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἀκούσας Ἰφίων τὴν ἀγγελίαν εἴποι ἂν Καλλιμάχῳ. ἄλλως· ποιητικῶς ἀναπλάττει τῆς ἀγγελίας. |
| O 8 106e | ἢ ἴσως ὡς αἴσθησιν ἐχόντων τῶν τεθνεώτων λέγει. ὁ δὲ νοῦς· παρὰ δὲ τῆς τοῦ Ἑρμοῦ θυγατρὸς ἀκούσας ὁ Ἰφίων εἴποι ἂν Καλλιμάχῳ τῷ συγγενεῖ αὐτοῦ . |
| O 8 106f [5] | ... ἐκ τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ὁ Ζεύς. Ἰφίων δὲ καὶ Καλλίμαχος κατὰ μέν τινας 〈ἁπλῶς συγγενεῖσ〉 τοῦ Ἀλκιμέδοντος, κατὰ δὲ ἐνίους ὁ Ἰφίων μὲν πατὴρ, Καλλίμαχος δὲ θεῖος. ὅτι δὲ ὁ Ἑρμῆς καὶ ἐπουράνιος καὶ ἐπίγειος καὶ ὑποχθόνιος δηλονότι καὶ κῆρυξ θεῶν ἐν οὐρανῷ καὶ ἐν γῇ· καὶ ὅτι ὑποχθόνιος, μαρτυρεῖ Ὅμηρος (ω 1)· Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο. |
| O 8 106g [5] | Ἀγγελία δὲ ὄνομα κύριον τῆς θυγατρὸς Ἑρμοῦ. ἀκούσας Ἰφίω ν : ὁ Ἰφίων πρόγονός ἐστιν Ἀλκιμέδοντος [οὗτος]. |
| O 8 106i [5] | εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ ὁ θεὸς οὗτος. ἀκούσας οὖν, φησιν, ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας ἐννέποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι. τί ἂν οὖν ἐννέποι; τὸν κόσμον τὸν ἐν Ὀλυμπίᾳ, τουτέστι τὴν νίκην. ἡ γὰρ ἑνὸς νίκη πᾶν τὸ γένος κοσμεῖ. Ἰφίων καὶ Καλλίμαχος κατὰ μέν τινας ἁπλῶς συγγενεῖς τοῦ Ἀλκιμέδοντος, κατὰ δέ τινας Ἰφίων μὲν πατὴρ αὐτοῦ, Καλλίμαχος δὲ θεῖος. |
| O 8 106k | 113 g D ἐσλὰ δ ’ ἐ π ’ ἐσλοῖ ς : ἀγαθὰ ἐξ ἀγαθῶν καὶ καλλίστων παρέχειν αὐτοῖς βούλοιτο ὁ Ζεύς. |
| O 8 110 | τὸ δὲ θέλοι εὐκτικῶς. ὀξείας δὲ νόσου ς : διὰ τὰς ἀλγηδόνας. |
| O 8 111a | Ὅμηρος (Λ 269)· ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα. ἢ ὀξείας διὰ τοὺς πυρετούς. |
| O 8 111b | Ἄρατος (Ph. 333)· ὀξέα σειριάει. καὶ ἀποκωλύοι αὐτῶν τὰς ἐπιπόνους καὶ ὀξείας νόσους. |
| O 8 111d | ὀξεῖαι δέ εἰσιν αἱ ἐπικίνδυνοι. εὔχομα ι : εὔχομαι μὴ γενέσθαι νέμεσιν αὐτοῖς μηδὲ φθονηθῆναι περὶ τῶν καλῶν μηδὲ νέμεσιν παρακολουθῆσαι. |
| O 8 113b | εὔχομαι τῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν αὐτῶν μοίρᾳ μὴ ἐπιθεῖναι διχόβουλον καὶ ἐναντίαν νέμεσιν. εὔχομαι ἀμφὶ καλῶ ν : εὔχομαι μὴ γενέσθαι νέμεσιν αὐτοῖς, τουτέστι μὴ φθονηθῆναι περὶ τῶν καλῶν. |
| O 8 113d | διχόβουλον δὲ τὴν νέμεσιν τὴν ἐπιφθονοῦσαν καὶ ἐναντία ποιοῦσαν οἷς βουλευόμεθα. οἷον τὴν διχάζουσαν ἀφ’ ἡμῶν καὶ χωρίζουσαν τὰς βουλάς. |
| O 8 113f | ἢ τὴν ἐναντία βουλευομένην τοῖς ἤδη προκατωρθωμένοις ὑφ’ ἡμῶν. 115D ἄλλως· εὔχομαι δὲ τῷ αὐτῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν μοίρᾳ νέμεσιν καὶ βασκανίαν μὴ ἐπιβαλεῖν. |
| O 8 113g | 110D διχόβουλο ν : τὴν ἐπίφθονον καὶ ἐναντίαν οὖσαν οἷς βουλόμεθα. |
| O 8 114b | τουτέστι τὴν διχάζουσαν ἀφ’ ἡμῶν καὶ χωρίζουσαν τὰς βουλάς. ἀλ λ ’ ἀπήμαντο ν : ἀλλ’ ἵνα ἀβλαβῆ τὸν βίον αὐτῶν διάγων ὁ Ζεὺς καὶ φυλάττων, αὐτοὺς ἐπαίροι εἰς δόξαν καὶ τὴν πατρίδα αὐτῶν Αἴγιναν. |
| O 8 115b [1] | ἀπήμαντο ν : ὁ Ζεὺς ἐπάγων ἀπήμαντον βίον αὐτούς τε αὔξοι καὶ τὴν Αἴγιναν. Τέλος Ἀλκιμέδοντος. Scholia in Olympionicarum carmen IX Ἐφαρμόστῳ Ὀπουντίῳ παλαιστῇ. |
| O 9 metr (t) [20] | Τοῦ θʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιϛʹ. τὸ αʹ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ βʹ ἰωνικὸν δίμετρον καταληκτικὸν εἰς τροχαϊκὴν συζυγίαν. τὸ γʹ Φαλαίκειον ἀντισπαστικόν. τὸ δʹ Γλυκώνειον, οἷόν ἐστιν ἀντισπαστικόν. τὸ εʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ϛʹ ὅμοιον τῷ δʹ. τὸ ζʹ ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ ὅμοιον τῷ δʹ καὶ ϛʹ. τὸ θʹ ὅμοιον τῷ ζʹ. τὸ ιʹ περιοδικὸν, ἐπίτριτος τροχαῖος. τὸ ιαʹ ὅμοιον τῷ ζʹ καὶ τῷ θʹ. τὸ ιβʹ Γλυκώνειον. τὸ ιγʹ ὅμοιον τῷ ζʹ καὶ θʹ καὶ ιαʹ. τὸ ιδʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιεʹ ἐπιωνικὸν ἄτακτον, βʹ σπονδεῖον ἔχον. τὸ ιϛʹ ἐπιωνικὸν καθαρὸν δίμετρον ἀκατάληκτον. ἡ δὲ ἐπῳδὸς κώλων ιʹ. τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ γʹ ἀναπαιστικὸν δίμετρον καταλῆγον μιᾷ συλλαβῇ. τὸ δʹ ἰωνικὸν καταλῆγον εἰς τροχαϊκὴν συζυγίαν δίμετρον ὑπερκατάληκτον. τὸ εʹ δακτυλικὸν ἑφθημιμερές. τὸ ϛʹ προσοδιακὸν τρίμετρον καταληκτικόν· αʹ ἰωνικὸς ἀπὸ μείζονος, βʹ χορίαμβος, γʹ ἰωνικὸς ἀπ’ ἐλάσσονος. τὸ ζʹ τρίμετρον ἐπιωνικὸν βραχυκατάληκτον. τὸ ηʹ διπλοῦς τροχαῖος 〈καὶ διπλοῦς ἴαμβοσ〉. τὸ θʹ ἰωνικὸν δίμετρον βραχυκατάληκτον ἀδιάφορον κατὰ τὴν ἄρχουσαν. τὸ ιʹ ἀντισπαστικὸν ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ. τὸ μὲν Ἀρχιλόχου μέλο ς : Ἀρχίλοχος ἐλθὼν εἰς Ὀλυμπίαν μέλος ἐποίησεν εἰς Ἡρακλέα ἔχον οὕτως (fr. |
| O 9 1a | 119)· τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο. τὸ ἑξῆς τοῦ λόγου· τὸ μὲν Ἀρχιλόχου μέλος τὸ φωνᾶεν ἐν τῇ Ὀλυμπίᾳ ἤρκεσεν ἡγεμονεῦσαι παρὰ τὸν Κρόνιον λόφον κωμάζοντι Ἐφαρμόστῳ. |
| O 9 1e [10] | Ἀρχίλοχος τῷ Ἡρακλεῖ ὕμνον ... ἀπορήσας κιθαρῳδοῦ διά τινος λέξεως τὸ μέλος ἐμιμήσατο. συντάξας οὖν τοῦτο τὸ κόμμα· τήνελλα, οὕτως τὰ ἑξῆς ἀνεβάλλετο, καὶ αὐτὸς μὲν τὸ μέλος τῆς κιθάρας ἐν μέσῳ τῷ χορῷ ἔλεγε, τὸ τήνελλα, ὁ δὲ χορὸς τὰ ἐπίλοιπα. ἐκ τούτου τὸ λοιπὸν οἱ ἀποροῦντες κιθαρῳδῶν τούτῳ τῷ κόμματι ἐχρῶντο τῷ τήνελλα. τὸ δὲ ὅλον οὕτως· τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο. τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις. τριπλόον δὲ διὰ τοῦτο εἶπεν, ἐπειδὴ τρὶς ἐλέγετο τοῦτο τὸ κομμάτιον τοῖς νικῶσι. |
| O 9 1d | κωμάζει δὲ πρὸς τὸν τοῦ Διὸς βωμὸν ὁ νικήσας μετὰ τῶν φίλων, αὐτὸς τῆς ᾠδῆς ἐξηγούμενος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ μὲν τοῦ Ἀρχιλόχου πεποιημένος ὕμνος ἐδυνάστευσε ῥηθῆναι κατὰ τοῦτον τὸν ἀγῶνα· ὁ δὲ ὑπ’ ἐμοῦ γενόμενος ῥηθήσεται. |
| O 9 1f [5] | τὸ μὲν Ἀρχιλόχου μέλο ς : ὁ Ἀρχίλοχος πρὸ τούτων τῶν λυρικῶν γενόμενος, θελήσας ὕμνον ἀναβαλέσθαι εἰς Ἡρακλέα ἐν τῇ Ὀλυμπίᾳ, ἀπορήσας κιθαρῳδοῦ διά τινος λέξεως μιμήσασθαι τὸν ῥυθμὸν καὶ τὸν ἦχον τῆς κιθάρας ἐπεχείρησε. συντάξας οὖν τοῦτο τὸ τήνελλα οὕτω τὰ ἑξῆς ἀνεβάλλετο. καὶ αὐτὸς μὲν τὸν ἦχον τῆς κιθάρας ὑποκρινόμενος ἔλεγεν ἐν μέσῳ τὸ τήνελλα καὶ τὰ ἐπίλοιπα, οἷον καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, καὶ εἴ τι ἕτερον, οἷον αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο, τήνελλα. τὸ λοιπὸν οἱ ἀποροῦντες κιθαρῳδοῦ τούτῳ τῷ κόμματι ἐχρῶντο, τρὶς αὐτὸ ἐπιφωνοῦντες. κεκράτηκεν οὖν ἐπὶ πάντων νικηφόρων παρ’ αὐτὸν τὸν καιρὸν τῆς νίκης ἐπᾴδεσθαι τὸ κόμμα. καὶ τοίνυν ἐπὶ τοῦ Ἐφαρμόστου νικήσαντος τοῦτο ἐλέχθη. ὁ δὲ λόγος· τὸ μὲν τοῦ Ἀρχιλόχου μέλος, οἷον τὸ τήνελλα καλλίνικε, φωνηθὲν καὶ προλεχθὲν ἐν τῇ Ὀλυμπίᾳ, ὅπερ μέλος ἔχον τὸ καλλίνικος τρίτον ἐλέγετο μετὰ πλήθους καὶ χοροῦ, ἐξήρκεσε παρὰ τὸ Κρόνιον ὄρος ἐν τῇ Ὀλυμπίᾳ καθηγήσασθαι καὶ προρρηθῆναι τότε χορεύοντι καὶ κωμάζοντι σὺν τοῖς ἑταίροις τῷ Ἐφαρμόστῳ. |
| O 9 1h [5] | ἄλλως· ὁ μὲν ὑπ’ Ἀρχιλόχου, φησὶ, λεχθεὶς ὕμνος ἤρκεσεν· ὁ δ’ ὑπ’ ἐμοῦ νῦν γεγονὼς ῥηθήσεται. ἔθος δὲ ἦν κωμάζειν τὴν νίκην ἑσπέρας τοῖς νικηφόροις μετ’ αὐλητοῦ· μὴ παρόντος δὲ αὐλητοῦ εἷς τῶν ἑταίρων ἀνακρουόμενος ἔλεγε· τήνελλα καλλίνικε. ἄλλως· τὸ μὲν Ἀρχιλόχου μέλος, ὃ τοῖς νικῶσι τὰ Ὀλύμπια ἐπῄδετο, ἦν τρίστροφον, κοινῶς δυνάμενον ἁρμόζειν ἐπὶ παντὸς νικηφόρου διὰ τὸ κατὰ τῆς πράξεως αὐτῆς ψιλὸν ἔχειν τὸν λόγον, μήτε δὲ ὄνομα μήτε ἰδίωμα ἀγωνίσματος. |
| O 9 1i | ἐφυμνίῳ δὲ κατεχρῶντο τούτῳ· τήνελλα καλλίνικε. τῷ οὖν Ἐφαρμόστῳ, φησὶν, ἐπήρκεσε παραχρῆμα κατὰ τὴν Ὀλυμπίαν τοῦτο τὸ μέλος κωμάζοντι σὺν τοῖς ἑταίροις. τὸ δὲ τριπλόος ὅτι τρὶς ἐπεκελάδουν τὸ καλλίνικε. |
| O 9 1k [10] | οὐ καθόλου δὲ τρὶς, ἀλλ’ ὅτι τριπλῆν ἔχει τὴν στροφὴν καὶ πάλιν ἀναλαμβάνεται. Ἐρατοσθένης δέ (p. 226 Bernh.) φησι μὴ ἐπινίκιον εἶναι τὸ Ἀρχιλόχου μέλος, ἀλλ’ ὕμνον εἰς Ἡρακλέα· τριπλόον δὲ οὐ διὰ τὸ ἐκ τριῶν στροφῶν συγκεῖσθαι, ἀλλὰ διὰ τὸ τρὶς ἐφυμνιάζεσθαι τὸ καλλίνικε. περὶ δὲ τοῦ τήνελλα Ἐρατοσθένης φησὶν ὅτι ὅτε ὁ αὐλητὴς ἢ ὁ κιθαριστὴς μὴ παρῆν, ὁ ἔξαρχος αὐτὸ μεταλαβὼν ἔλεγεν ἔξω τοῦ μέλους, ὁ δὲ τῶν κωμαστῶν χορὸς ἐπέβαλλε τὸ καλλίνικε, καὶ οὕτω συνειρόμενον γέγονε τὸ τήνελλα καλλίνικε. ἡ δὲ ἀρχὴ τοῦ μέλους ἐστίν· ὦ καλλίνικε χαῖρε ἄναξ Ἡράκλεες. φωνᾶεν Ὀλυμπί ᾳ : οἱ μὲν προσγράφουσι τῷ α τὸ ι καὶ ἀκούουσι φωνῇ, τὸ τῇ φωνῇ λεχθέν· οἱ δὲ ἀπόστροφον τιθέντες ἐν τῷ α τὸ φωνηθὲν καὶ πολυθρύλλητον ἀκούουσιν. |
| O 9 3a | καλλίνικος ὁ τριπλόος κεχλαδώ ς : τρὶς ὑμνοῦντο οἱ νικηφόροι, ἅμα τῇ νίκῃ καὶ ἐν τῷ γυμνασίῳ καὶ ἐν τῇ πατρίδι. ἢ ὁ πολλάκις λεγόμενος τῇ νίκῃ. |
| O 9 3c | ἢ ἐπειδὴ τρία ἰαμβεῖᾳ εἰσιν. ἄλλως· τριπλόο ς , ὁ πλήθων, οἱονεὶ πλήθει λεγόμενος, ὑπὸ τοῦ πλήθους ᾀδόμενος. |
| O 9 3e | ἢ ὁ ἁβρυνόμενος καὶ πολλάκις ᾀδόμενος. τοῦτο λέγει κεχλαδώς. ἄλλως· τριπλόο ς : ἀκαταλλήλως τῷ μέλος τὸ τριπλόος ἐπήγαγεν ὁ Πίνδαρος, οὐδετέρῳ προσπλέξας τὸ ἀρσενικόν. |
| O 9 3f [5] | ἀλλὰ ῥητέον πρὸς τὴν διάνοιαν αὐτὸν ἀπηντηκέναι· Ἀρχιλόχου μέλος ὁ ὕμνος, εἶτα ὕμνος ὁ τριπλοῦς. τριπλόος δὲ ἤτοι ὁ τρὶς ἐπᾳδόμενος, ἢ τρίστροφος ὢν κατὰ Ἀρίσταρχον. |
| O 9 3h | στροφῇ δὲ καὶ ἀντιστρόφῳ τὰ τῶν λυρικῶν σύγκειται ποιήματα. ὁ τριπλόος κεχλαδώ ς : ὁ μετὰ πλήθους κελάδων· ἢ πληθύει τὰ μέλη. |
| O 9 3k [5] | [ κωμάζοντι φίλοι ς:] πλειόνων οὐσῶν ἀντιστρόφων καθ’ ἑκάστην στροφὴν ἔφη ὅτι τρὶς ἐπεκελάδουν καλλίνικε λέγοντες. οὐ καθόλου δὲ τρὶς, ἀλλὰ καὶ τριπλῆν ἔχειν τὴν τροπὴν καὶ πάλιν ἀναλαμβάνεσθαι τοῦτον τὸν τρόπον. βέλτιον δὲ ὅτι τρὶς ἐπῇδον λέγειν τὸ ἐφύμνιον οἱ κωμασταί· λέγω δὲ τὸ τήνελλα καλλίνικε. |
| O 9 3m | ( κεχλαδώ ς:) ὁ λεγόμενος. ὁ ὑπὸ ὄχλου ᾀδόμενος. ἢ κεκλαδὼ ς , ὁ κελάδων. |
| O 9 8a | ἀλλὰ νῦν ἑκαταβόλω ν : τότε μὲν οὖν καὶ παρὰ τὸν καιρὸν τῆς νίκης ἐκεῖνα ἐλέχθη ἐν Ὀλυμπίᾳ· νυνὶ δὲ ἀπὸ τῶν τὰ πόρρω βαλλόντων τόξων μουσικῶν. τὸ δὲ ὅλον τροπή· τόξῳ μὲν γὰρ τὴν ποίησιν, βέλεσι δὲ τὰ ἐγκώμια παραβάλλει. |
| O 9 8c | ἄλλως· ἑαυτῷ παρακελεύεται· ἀλλὰ κατὰ τὸν ἐνεστῶτα χρόνον, φησὶν, ἀπὸ τῶν μουσικῶν τόξων ἐπινεμήθητι τοῖς ὕμνοις τὸν Δία καὶ τὴν Ὀλυμπίαν. ἑκαταβόλων δὲ, τῶν εἰς ἅπαντα τόπον διικνεῖσθαι ποιούντων τὰ ποιήματα. |
| O 9 11a | ἐπίνειμα ι : ἤτοι τῷ χορῷ ἢ ἑαυτῷ παρακελεύεται ὁ ποιητής. σεμνόν τ ’ ἐπίνειμα ι : ὕμνει, ἢ ὑμνηθῆναι ποίησον τὴν Πίσαν τὴν πρωτεύουσαν τῶν πόλεων. |
| O 9 11b | ἢ διὰ τὸν ἀγῶνα, οἷον τὴν τὸν ἀκρότατον καὶ κάλλιστον τῶν ἀγώνων ἔχουσαν. τὸ δὲ ἐπίνειμαι ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν χορόν. |
| O 9 11d | ἄλλως· ἐπίνειμα ι : ἔπελθε. ἡ δὲ παρακέλευσις ἢ ὡς πρὸς ἑαυτὸν ἢ ὡς πρὸς τὸν χορόν. ἔπελθε οὖν, φησι, τὸ ἀκρωτήριον τῆς Ἤλιδος, ὅπερ ποτὲ ὁ Πέλοψ ἐξαίρετον εἴληφε παρὰ τῆς Ἱπποδαμείας νικήσας τὸν Οἰνόμαον ἕδνον. |
| O 9 11f | ( ἐπίνειμα ι:) ἔπελθε. ὕμνησον. ἀκρωτήριον Ἄλιδο ς : τὴν Πίσαν λέγει. |
| O 9 12b | ἢ τὴν ἐξέχουσαν τῇ θέσει, ἢ τὴν ἐνδοξοτάτην καὶ πρωτεύουσαν. ( Ἄλιδο ς:) τῆς Ὀλυμπίας. |
| O 9 13 | τοιοῖσδε μέλεσι ν : τοιοῖσδε ποιήμασι. τοιούτοις ὕμνοις, τοῖς νῦν, καὶ μὴ οἵοις οἱ πρότερον. Πέλοψ ἐξάρατ ο : ὁ Πέλοψ κατὰ μέν τινας Λυδὸς, κατὰ δέ τινας Φρὺξ ἢ Παφλαγών· κατὰ δὲ Αὐτεσίωνα (FHG IV, 345) Ἀχαιός. |
| O 9 15b | κάλλιστον ἕδνο ν : ἕδνον νῦν οὐ τὸ παρὰ τοῦ ἀνδρὸς διδόμενον τῇ γαμουμένῃ λέγει, ἀλλ’ ὃ αὐτὸς ἐκείνην λαβὼν προσεκτήσατο. φησὶ τῶν ἐκ τῆς Ἱπποδαμείας αὐτῷ περιγενομένων δώρων, ὅτε ἔγημεν αὐτὴν, τοῦτο κάλλιστον ἕδνον εἶναι, τὴν τῆς χώρας κτῆσιν. |
| O 9 15d | ἄλλως· ἄκυρόν ἐστιν ἐπὶ τῆς Ἱπποδαμείας τὸ ἕδνον· ἕδνα γὰρ διδόασιν οἱ ἄνδρες, φερνὴν δὲ αἱ γυναῖκες, παρὰ τὸ φέρειν μεθ’ ἑαυτῶν. πτερόεντα δ ’ ἵε ι : ἄφιε τὸν γλυκὺν ὀιστὸν καὶ ἐπὶ τὴν Πυθίαν, φησὶ, τὸν ὕμνον ἀπὸ τῆς Ὀλυμπίας μεθιστάς. |
| O 9 17a | καὶ γὰρ ἐν Πυθίᾳ ἐνίκησε, λγʹ Πυθιάδι. πτερόεντα δ ’ ἵει γλυκὺν ὀιστό ν : τροπικῶς τὸν ὕμνον. |
| O 9 17b | πάλιν δὲ ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν χορὸν λέγει. καὶ εἰς τὴν Πυθῶνα δὲ ἵει καὶ πρόπεμπε τὸν πτερόεντα ὀιστόν. |
| O 9 17c [5] | πάλιν δὲ τῇ τροπῇ κέχρηται. παρακελεύεται δ’ ἑαυτὸν ἀπὸ τῆς Ὀλυμπίας βαλεῖν τοῖς τῶν ἐγκωμίων βέλεσι καὶ τὴν Πυθῶνα κατὰ σκοποῦ. ἐνίκησε δὲ ὁ Ἐφάρμοστος καὶ Ὀλύμπια, ὡς προεῖπον, καὶ Πύθια, ἑβδομηκοστῇ ὀγδόῃ Ὀλυμπιάδι. ( ἵε ι:) πέμπε. |
| O 9 18a | Πυθῶνά δ ’ ὀιστό ν : ἀντὶ τοῦ καὶ τὴν Πυθῶνα ὕμνει. καὶ πρὸς τὴν Πυθῶνά, φησιν, ἀφίει τὸν γλυκὺν ὀιστὸν, ὅ ἐστι τὸν ὕμνον, ἀπὸ τῆς Ὀλυμπίας μεταβάς. |
| O 9 18b | καὶ γὰρ Πύθια ἐνίκησεν ὁ Ἐφάρμοστος τὴν λʹ Πυθιάδα. οὔτοι χαμαιπετέω ν : οὐ γὰρ δὴ εὐτελῶν οὐδὲ μικρῶν λόγων ἀπάρξῃ περὶ τῶν τοῦ ἀνδρὸς παλαισμάτων λέγων καὶ τῇ κιθάρᾳ ἐπὶ τούτοις χρώμενος. |
| O 9 18d | οὐ τοιούτων λόγων ἐφάψῃ κατὰ τοῦτον τὸν ὕμνον, οἳ ἂν πέσοιεν χαμαὶ, ἀλλὰ τοὐναντίον ἐνδόξων καὶ δυναμένων πανταχοῦ διικνεῖσθαι. χαμαιπετῆ δὲ κυρίως ἐστὶ δόρατα ἢ βέλη, ὅταν ἀποτυχόντα τοῦ σώματος χαμαὶ πέσῃ. |
| O 9 21 | φόρμιγ γ ’ ἐλελίζω ν : ἀντὶ τοῦ τῇ κιθάρᾳ τὸν ἐπίνικον προσᾴδων. κλεινᾶς ἐξ Ὀπόεντο ς : ποίου, φησὶν, ἀνδρός; τοῦ ἐκ τῆς Ὀποῦντος· ἵν’ ᾖ, τοῦ Ἐφαρμόστου· ἐκεῖθεν γὰρ τὸ γένος ἔχει. |
| O 9 22b [5] | αἰνήσαις ἓ καὶ υἱό ν : τῇ διαιρέσει οὕτω· τὸ αἰνήσαις, ἐχόμενον δὲ τὸ ἕ· τοῦτο δὲ τὸ ἕ προενεκτέον ἐγκλίσει καὶ δασυντέον, ἵνα σημαίνῃ· ἐπαινέσας αὐτὴν, τὴν Ὀποῦντα, καὶ τὸν υἱὸν δὲ αὐτῆς τὸν Ἐφάρμοστον, καθὸ πατρὶς αὐτοῦ ἐστιν. δύναται δὲ καὶ τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ τὸν Ὀποῦντα. |
| O 9 22d | αἰνήσαις ἓ καὶ υἱό ν : ἕ ἀντωνυμία· κεῖται γὰρ ἀντὶ τοῦ αὐτὴν, τὴν Ὀποῦντα· υἱὸν δὲ τὸν πολίτην λέγει. ἄλλως· τὴν πόλιν Ὀποῦντα καὶ τὸν υἱὸν αὐτῆς τὸν νικηφόρον· υἱὸν δὲ ἀντὶ τοῦ πολίτην. |
| O 9 22f | δύναται καὶ αὐτὴν τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ Ὀποῦντα. (ἕ:) αὐτὴν, τὴν Ὀποῦντα. |
| O 9 23b | ( υἱό ν:) ἤγουν τὸν πολίτην. ἃν Θέμι ς : ἣν ἡ Θέμις λέλογχεν [ἀντὶ τοῦ ἥντινα] καὶ ἡ θυγάτηρ αὐτῆς Εὐνομία. |
| O 9 24a | ἐνήλλαχε δὲ τὴν πτῶσιν. Θέμιδος δὲ θυγατέρα καὶ Ἡσίοδος (th. |
| O 9 24b | 901)· δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν. ὁ δὲ λόγος ἐπὶ τῆς Ὀποῦντος, ὅθεν ἦν ὁ νικηφόρος. |
| O 9 24d | ἃν Θέμι ς : ἥντινα Ὀποῦντα ἥ τε Θέμις καὶ ἡ θυγάτηρ ταύτης Εὐνομία ἡ τὰς πόλεις σώζουσα κεκλήρωται κατέχειν· ἥτις Εὐνομία μεγάλην δόξαν ἔχει. 27 d CDQ θάλλει δ ’ ἀρεταῖ ς : ἡ Ὀποῦς θάλλει ταῖς ἀρεταῖς ἔν τε Πυθοῖ καὶ Ὀλυμπίᾳ. |
| O 9 27a | τὸ δὲ ἶσον ἀντὶ τοῦ κοινῶς. παρά τε τὸ σὸν ῥέεθρον, Κασταλία, καὶ τὸ τοῦ Ἀλφεοῦ. |
| O 9 27c [5] | θάλλει δ ’ ἀρεταῖ ς : βρύει δὲ καὶ αὔξεται ταῖς τῆς νίκης ἀρεταῖς [ἡ Ὀποῦς] ἔν τε τῇ Κασταλίᾳ πηγῇ ἐν Πυθοῖ καὶ ἐν ταῖς τοῦ Ἀλφειοῦ ποταμοῦ ....., τουτέστιν ἐν τῇ Ὀλυμπίᾳ· ἀφ’ ὧν, ἤτοι ποταμῶν ἢ τόπων, αἱ νῖκαι καὶ τὰ ἄνθη τῶν στεφάνων τὴν ἔνδοξον τῶν Λοκρῶν μητέρα τὴν Ὀποῦντα ἐπέρχονται καὶ ὑψοῦσι τὴν καλλίδενδρον· ἀφ’ οὗ δηλοῖ τὴν εὔγειον. 32D 31Q 34C θάλλει δ ’ ἀρεταῖ ς : ἡ Ὀποῦς θάλλει ταῖς ἀρεταῖς τῆς Κασταλίας, ἀντὶ τοῦ τῆς Πυθοῦς· κρήνη γάρ ἐστιν ἐν Πυθῶνι. |
| O 9 27d | τὰ γὰρ Πύθια ἐνίκησε καὶ τὰ Ὀλύμπια. 27 c CDQ ἐπαείροντ ι : ὑψοῦσι. |
| O 9 31 | μετεωροῦσιν. ὑμνοῦσιν. ματέ ρ ’ ἀγλαόδενδρο ν : μητέρα τοῦ Ἐφαρμόστου τὴν Ὀποῦντα, καθὸ μητέρας τὰς πατρίδας λέγουσι. |
| O 9 32a | Μᾶτερ ἐμὰ, τὸ τεὸν, χρύσασπι, φησὶ τὴν Θήβην (J. I, 1). μητρόπολις δὲ τῶν Λοκρῶν ἡ Ὀποῦς. |
| O 9 32c | ματέ ρ ’ ἀγλαόδενδρο ν : ματέρα τὴν Ὀποῦντα τοῦ Ἐφαρμόστου πατρίδα. μητρόπολιν δὲ τὴν Ὀποῦντα τῶν Λοκρῶν λέγει. |
| O 9 33 [5] | ἐγὼ δέ τοι φίλαν πόλι ν : ὁ νοῦς τοιοῦτος· ἐγὼ δὴ οὖν ταύτην τὴν προσφιλεστάτην Ὀποῦντα ἐκδήλοις καταυγάζων ὕμνοις πανταχοῦ ἐκπέμπω ταύτην τὴν ἀγγελίαν καὶ ἵππου παντὸς ταχυτάτου καὶ ναὸς ταχείας θᾶττον, εἴπέρ τινι θείᾳ μοίρᾳ καὶ μετά τινος θείας χειρὸς τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον, τὸν ποιητικὸν λέγει, νέμομαι. τοῦτον δὲ νέμομαι εἶπεν, ὅτι οἶδεν αὑτὸν εὐφυῶς καὶ δυνατῶς φράζοντα, εἰ δὲ καὶ χάρις τοῖς ποιήμασιν ἐφέψεται, ὡς ἄνθρωπος ἀγνοεῖ. μαλεραῖ ς : ταῖς λαμπραῖς, παρόσον τὸ πῦρ λαμπρὸν καὶ μαλερὸν λέγεται· ὡς ἐκ μὲν τοῦ ἐπιθέτου τὸ πῦρ δηλοῦσθαι, ἐκ δὲ τοῦ πυρὸς τὸ λαμπρόν. |
| O 9 34a | ὁ δὲ τρόπος μετάληψις. λαμπρὰς δὲ τὰς ᾠδὰς διὰ τὸ διικνεῖσθαι ὡς τὸ πῦρ. |
| O 9 34c | ὁ δὲ Δίδυμος ἀντὶ τοῦ μαλακαῖς· καὶ γὰρ ἑτέρωθι (J. R, 8) μαλακοφώνους τὰς ᾠδάς φησιν. μαλεραῖς ἐπιφλέγων ἀοιδαῖ ς : λαμπραῖς, κατὰ μετωνυμίαν. |
| O 9 34e | ἄλλως· ταῖς λαμπραῖς καὶ ἐκδήλοις. ἐπιφλέγων δὲ ἀντὶ τοῦ ἐπαυγάζων· διόλου γὰρ τῇ τροπῇ ὡς ἐπὶ πυρὸς ἐπέμεινε. |
| O 9 34g | λαμπρύνων. ἐγὼ οὖν, φησιν, ὑμνῶν τὴν πόλιν ταύτην τὴν ἀγγελίαν πανταχοῦ πέμψω ταχύτερον ὀξέος ἵππου καὶ νεὼς οὐριοδρομούσης, εἰ σὺν θεοῦ βουλήσει κεχαριτωμένα ποιήματα γράφω. |
| O 9 36a | ναὸς ὑποπτέρο υ : ἢ τῆς ταχείας, ἢ τῆς εὐτρεπισθείσης ἀρμένοις. 〈Ὅμηρος·〉 τὰ πτερὰ νηυσὶ πέλονται (λ 124). ναὸς ὑποπτέρο υ : ταχείας. |
| O 9 36c | ἢ διὰ τὰς κώπας. Ὅμηρος (λ 124)· τὰ πτερὰ νηυσὶ πέλονται. ἀγγελίαν δὲ τὴν περὶ τῆς νίκης. |
| O 9 38a | εἰ σύν τινι μοιριδί ῳ : εἰ σύν τινι μηχανῇ παρὰ Μοιρῶν δεδομένῃ μοι τῶν Χαρίτων ἐπινέμομαι κῆπον καὶ μὴ παρὰ φύσιν βιάζομαι. ἄλλως· εἴπέρ τινι θείᾳ μοίρᾳ τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον (τὸν ποιητικὸν λέγει) καρποῦμαι τοῦτον. |
| O 9 38b | οἶδε γὰρ αὑτὸν εὐφυῶς μὲν γράφοντα, εἰ δὲ χάρις τοῖς ποιήμασιν ἐπακολουθήσει, ἀγνοεῖ. μοιριδίῳ παλάμ ᾳ : δαιμονίᾳ μηχανῇ καὶ τέχνῃ. |
| O 9 39a | Χαρίτων κᾶπο ν : τὴν ποιητικὴν λέγει, δι’ ἧς ἔστι χαρίσασθαι. ἄλλως: κᾶπο ν : τὸν ποιητικόν. |
| O 9 39c | ὅτι δὲ πάροικοι ταῖς Μούσαις αἱ Χάριτες, καὶ Ἡσίοδος μαρτυρεῖ (th. 64)· πὰρ δ’ αὐταῖς Χάριτές τε καὶ Ἵμερος οἰκί’ ἔχουσιν. κεῖναι γὰρ ὤπασα ν : αἱ Χάριτες τὰ ἐν τῷ βίῳ τερπνὰ τοῖς ἀνθρώποις παρέσχον· ἀγαθοὶ δὲ καὶ σοφοὶ καὶ ἀνδρεῖοι ἄνθρωποι κατὰ βούλησιν τοῦ δαιμονίου καὶ θεῶν γίνονται. |
| O 9 40 [5] | Χαρίτων μὲν γὰρ ἔργον οἶδε τὸ τὰ πράγματα χαριέντως ἀποτερματίζειν, Μοιρῶν δὲ καὶ εἱμαρμένης τὸ δυνατούς τινας κατὰ ἀνδρείαν καὶ συνετοὺς κατὰ φρόνησιν γίνεσθαι. λεληθότως δὲ ὁ Πίνδαρος διὰ τὸ ἀνεπαχθὲς τὰ ἴδια ἐπεξεργάζεται ἐγκώμια. κατὰ δαίμο ν ’ ἄνδρε ς : ἀγαθοί, φησιν, ἄνδρες κατὰ ἀνδρείαν καὶ σοφοὶ κατὰ σύνεσιν ἐκ θεοῦ μοίρας ἐγένοντο. |
| O 9 42 [5] | τοῦτο δὲ παραδεικνὺς παραβάλλει τὸν Ἡρακλέα, ὅτι εἰ μὴ κατὰ θεοῦ μοῖραν ἐγεγόνει τοιοῦτος, οὐκ ἄν ποτε ὑπέστη ἀντιστῆναι Ἀπόλλωνι καὶ Ποσειδῶνι καὶ Ἅιδῃ Ἡρακλῆς. ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος ἕως θνᾳσκόντω ν : τίνες εἰσὶν αἱ αἰτίαι δι’ ἃς ἐπολέμησε τοῖς τρισὶ θεοῖς ὁ Ἡρακλῆς; πρὸς τὸν Ποσειδῶνα μὲν προϊστάμενον Πυλίων. |
| O 9 43 [15] | ἐπολέμει γὰρ Ἡρακλῆς τοῖς Πυλίοις διὰ ταύτην τὴν αἰτίαν. ἀνελών τινα Τραχίνιον καὶ φεύγων τοῦ φόνου τὸ μύσος ἔρχεται πρὸς Νηλέα ἐπὶ τῷ καθαρθῆναι τοῦ φόνου. ὡς οὖν οὐκ ἐπέτρεψεν, ἐκίνησε πρὸς Νηλέα πόλεμον. ὁ οὖν Ποσειδῶν ὡς ὑπὲρ παιδὸς ἐμαχέσατο τῷ Ἡρακλεῖ· Νηλεὺς γὰρ καὶ Πελίας Ποσειδῶνος υἱοί. πρὸς δὲ Ἀπόλλωνα οὕτω καὶ διὰ τοιαύτην αἰτίαν. εἰς γὰρ τὴν Πυθῶνα παρεγένετο μαντευσόμενος περί τινος. ἔφησεν οὖν αὐτῷ ἡ Πυθία μὴ παρεῖναι τὸν θεὸν μηδὲ χρησμῳδεῖν. ὀργισθεὶς δὲ ἐπὶ τούτῳ Ἡρακλῆς ἥρπασε τὸν μαντικὸν τρίποδα καὶ πρὸς αὐτὸν εἵλετο τὴν μάχην. πρὸς δὲ τὸν Ἅιδην διὰ τοῦτο. ἐπιταχθεὶς γὰρ ὑπὸ τοῦ Εὐρυσθέως τὸν Κέρβερον κύνα ἀγαγεῖν, εἶτα διακωλυόμενος ἐτόλμησε καὶ πρὸς τὸν Ἅιδην. αἱ δὲ μάχαι αἱ πρὸς τοὺς θεοὺς ἐν διαφόρῳ χρόνῳ τῷ Ἡρακλεῖ γεγόνασιν. πῶς ἂν τριόδοντο ς : ἰδίως κἀν τούτοις ὁ Πίνδαρος Ἡρακλέα γράφει τοῖς τρισὶ πολεμῆσαι θεοῖς. |
| O 9 44a [5] | δεδόσθω γὰρ αὐτῷ, φησιν ὁ Δίδυμος, περὶ τὴν ὑπὸ Νέστορι Πύλον συστῆναι τὴν μάχην, Ὁμήρου τὴν ἐν Ἅιδου πύλην νεκύων πύλον εἰρηκότος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι βαλών. εἴη δ’ ἂν ὁ Πίνδαρος τὰ καὶ τόποις καὶ χρόνοις διεστῶτα εἰς ἕνα καιρὸν ἄγων ἕνεκα τοῦ μειζόνως ἢ ὡς ἔσχε ταῖς ἀληθείαις τὸν Ἡρακλέα ἐπαινεῖν. Ἀπόλλωνι μὲν γὰρ Ἡρακλῆς ἐν Πυθῶνι περὶ τοῦ τρίποδος μάχεται, τῷ Ἅιδῃ δὲ ὅτε τὸν Κέρβερον ἀνήγαγε, Ποσειδῶνι δὲ ἀμύνοντι Πύλῳ. ἄλλως· ἐπεὶ ἀντίον πῶ ς : ἐπεὶ εἰ μὴ ἐκ θεῶν ὑπῆρχε τὰ κάλλιστα τοῖς ἀνθρώποις, πότε ἂν ἠδυνήθη Ἡρακλῆς τῷ ῥοπάλῳ ἀντιμάχεσθαι πρὸς τὴν τοῦ Ποσειδῶνος τρίαιναν καὶ νικῆσαι; ἡνίκα ὁ Ποσειδῶν στὰς περὶ τὴν Πύλον διεκώλυε τὸν Ἡρακλέα καὶ ἐπολέμει. |
| O 9 44c [5] | τὸν Ἡρακλέα φασί τινα Τραχίνιον πεφονευκέναι, εἶτα εἰς Πύλον ἀποδημήσαντα τῆς πατρίδος πρὸς τὸ τοῦ μιάσματος καθαρθῆναι μὴ παραδεχθῆναι 〈ὑπὸ〉 τοῦ τῆς Πύλου τοῦ Νέστορος Νηλέως ἄρχοντος. ἐπὶ τούτῳ διωκόμενον ἆραι χεῖρας κατὰ τοῦ ἄρχοντος. τοῦ δὲ Νηλέως υἱοῦ Ποσειδῶνος τυγχάνοντος, ἐπὶ ἐκδικήσει τοῦ παιδὸς ἐλθεῖν, καὶ οὕτως Ἡρακλέα θάρσους ἐμπλησθέντα τολμῆσαι καὶ κατ’ αὐτοῦ καίπερ θεοῦ τυγχάνοντος τῇ οἰκείᾳ δυνάμει χρήσασθαι. ἁνί κ ’ ἀμφὶ Πύλο ν : ὅτι παρακήκοεν Ὁμήρου λέγοντος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι. |
| O 9 46 [5] | διὸ καὶ μεμυθολόγηκε τὰ περὶ τὴν Πύλον τοῦ Νέστορος. Ὅμηρος δὲ οὐκ ἐν Πύλῳ λέγει τῇ πόλει, ἀλλ’ ἐν πύλῃ τῇ τοῦ Ἅιδου φησὶν αὐτὸν μάχεσθαι. ἤρειδε ν : εἰ μὴ γὰρ ἦν ἐκ θεῶν τοῖς ἀνθρώποις τὰ ἀγαθὰ, πότε ἂν Ἡρακλῆς τῷ ῥοπάλῳ πρὸς τὴν τρίαιναν ἐμάχετο Ποσειδῶνι, ὅτε Ποσειδῶν ἐκώλυεν Ἡρακλέα ἐν τῇ Πύλῳ μαχέσασθαι; πρὸς δὲ Ἀπόλλωνα Ἡρακλῆς ἐμαχέσατο ὅτε ἐπελθόντι Ἡρακλεῖ πυθέσθαι ἡ Πυθία ἔφη μὴ ἐνδημεῖν τὸν θεὸν, ὁ δὲ ἀνήρπασεν αὐτοῦ τὸν τρίποδα. |
| O 9 48 [5] | πρὸς δὲ τὸν Ἅιδην ἐμαχέσατο ὅτε ἀπεστάλη τοῦ Κερβέρου χάριν παρὰ τοῦ Εὐρυσθέως. οὐ δ ’ Ἀίδας ἀκινήταν ἔχε ῥάβδο ν : τῇ ῥάβδῳ κέχρηται καθάπερ ὅπλῳ τινὶ, βίαν μὲν οὐδεμίαν παρεχομένῃ, καθάπερ ἢ τριόδους ἢ ξίφος ἢ δόρυ, ἀλλὰ δυνάμει συνεχρῆτο θελκτικῇ καὶ μαλακτικῇ τῆς ψυχῆς· ταύτῃ γοῦν φησι καὶ τὰς ψυχὰς αὐτὸν κατάγειν. |
| O 9 50a [5] | ἐπὶ τοῦ Ἡρακλέους οὖν ὁ Ἅιδης ἐργωδίᾳ τῆς ῥάβδου ταύτης οὐδὲν ἠδύνατο δρᾶσαι διὰ τὸ τὴν δύναμιν αὐτῆς ὑπὸ τοῦ Διὸς ἀμβλύνεσθαι. ἀπὸ κοινοῦ δὲ τὸ εἰ μὴ κατὰ δαίμονα ἄνδρες ἐγένοντο, οὐκ ἂν οὐδὲ ὁ Ἅιδης ἀσθενῆ καὶ ἀκίνητον διαμαχόμενος Ἡρακλεῖ εἶχε τὴν ῥάβδον, ἐν ᾗ ῥάβδῳ τὰ τῶν ἀνδρῶν σώματα ἀσθενῆ ποιῶν οὕτως εἰς τὸν κοῖλον τόπον [τοῦ Ἅιδου] κατάγει τῶν τελευτώντων. CEQ ὅτι [δὲ] κηλητικὴ ἡ ῥάβδος καὶ κατεργάσασθαι δύναται, Ὅμηρός φησιν ἐπὶ τοῦ Ἑρμοῦ (ε 47)· εἵλετο δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει CDEQ ὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει. |
| O 9 53 | κοίλαν ἐς ἀγυιά ν : ὡς παρὰ τὸ αἴθω αἴθυια καὶ παρὰ τὸ μύω μυῖα, οὕτω καὶ παρὰ τὸ ἄγω ἀγυιά. λέγοι δ’ ἂν οὖν τὸν Ἅιδην, ὅτι ἐκεῖ ἄγονται οἱ ἄνδρες. ἀπ ὸ , στόμ α , ῥῖψο ν : ἀπόρριψόν μοι τοῦτον τὸν λόγον, ὦ στόμα. |
| O 9 54a | παῦσαι τοῦ λέγειν τοιαῦτα περὶ θεῶν· τὸ γὰρ βλασφημίας ἐχόμενα λέγειν περὶ θεῶν ἀλλότριον τοῖς σοφοῖς, ἀνοήτοις δὲ οἰκεῖον. σοφία μὲν [γὰρ] οἶδε τὸ γινώσκειν τὰ παλαιὰ καὶ ταῦτα ἑρμηνεύειν τεχνικῶς διασκευάζουσα, τὸ δὲ πρὸς λοιδορίαν ἕλκειν τὰ διηγήματα οὐχ ὅσιόν ἐστιν, ὡς διορίζεται. |
| O 9 54b | διὸ ἐχθρὰν σοφίαν αὐτὴν ὀνομάζει. ἐπεὶ τό γε λοιδορῆσα ι : διότι ἄντα τὸν Ἡρακλέα τριῶν θεῶν ἀπέδειξεν ὄντα βελτίονα. |
| O 9 57a | ἐχθρὰ σοφί α : τὸ ἄκρᾳ ἐπὶ σοφίᾳ καυχᾶσθαι πάντα μανίας μετέχει. τὸ δὲ ὑποκρέκει ὑποτερετίζει· οὕτω γὰρ ἔνιοι διηγήσαντο, ἀπὸ 〈τῶν〉 τῆς κιθαρίσεως κρεγμῶν. |
| O 9 57b | πρότερον γὰρ ἐπαφώμενοι τῆς κιθάρας ὑποκρέκουσιν, ἔπειτα τέλεον κιθαρίζουσιν. τὸ καυχᾶσθαι παρὰ καιρό ν : τὸ γοῦν ἐπὶ ταῖς οὕτως ἀκαίροις 〈καὶ〉 οὐκ ἀναγκαίαις διηγήσεσι καυχᾶσθαι καὶ σεμνύνεσθαι μανίας ὅμοιόν ἐστιν. |
| O 9 58 [5] | τοῦτο δὲ εἴρηκε παρόσον ἀσεβεῖν δόξει, ἐὰν τὸν Ἡρακλέα ἐγκωμιάζῃ ἐπὶ τῷ τοὺς θεοὺς νενικηκέναι. μανίαισιν ὑποκρέκε ι : συμφωνεῖ. |
| O 9 59a | οἷον ἐνδόσιμόν ἐστιν. ἄλλως· ὑποκρέκε ι : ὑπηχεῖ. |
| O 9 59b | προσέοικεν. ὑποκρέκειν γὰρ κυρίως ἐστὶ τὸ ἠρεμαίως ὑπηχεῖν ἐν τῷ ἁρμόζειν τὴν κιθάραν. ὑποτερετίζει οὖν, ἐνδόσιμόν ἐστι μανίᾳ. |
| O 9 59c | ἡ μεταφορὰ οὖν ἀπὸ τῶν τῆς κιθάρας κρεγμῶν. πρότερον γὰρ τῆς κιθάρας ἐφαπτόμενοι ὑποκρέκουσιν. μὴ νῦν λαλάγε ι : μὴ λέγε τοῦτο ὅτι οἱ θεοὶ μετέχουσι τῶν πόνων καὶ μάχης. |
| O 9 60a | φιλόθεος γὰρ ὁ Πίνδαρος. μὴ λαλάγε ι : ἀντὶ τοῦ θορύβει. |
| O 9 60c | μὴ τοίνυν τὰ τοιαῦτα φλυάρει, ἀλλ’ ἀπόρριψον καὶ ἔα καὶ μὴ μέμνησο πολέμων καὶ μαχῶν. τὰ γὰρ τοιαῦτα κεχώρισται τῶν θεῶν καὶ πόρρω ἐστίν. φέροις δὲ Πρωτογενεία ς : ὑμνοῖς τὸ τῆς Πρωτογενείας ἄστυ τὴν Ὀποῦντα. |
| O 9 62b [10] | Πρωτογενείας καὶ Λοκροῦ κατ’ ἐπίκλησιν Ὀποῦς· ἡ δὲ Πύρρα καὶ Δευκαλίων ἐκ τοῦ Παρνασσοῦ ἐλθόντες ἐν τῇ λάρνακι πρῶτον ᾤκησαν ἐν τῇ Ὀποῦντι πλησίον Παρνασσοῦ. ἔνιοι οὐκ ἐν Ὀποῦντί φασι Πύρραν οἰκῆσαι. ὁ γὰρ Ἀπολλόδωρος οὕτως γράφει· οἰκῆσαι δὲ ἐν Κύνῳ τὸν Δευκαλίωνα λέγεται, καὶ τὴν Πύρραν ἐκεῖ τετάφθαι φασίν· ἱστορεῖ δὲ ταῦτα καὶ Ἑλλάνικος (FHG I, 48). δυσχεραίνοι δὲ ἄν τις, πῶς τινές φασι Πύρρας καὶ Δευκαλίωνος εἶναι Πρωτογένειαν, τοῦ Πινδάρου ἐξ Ὀποῦντός τινος Ἠλείου λέγοντος αὐτὴν γεγενῆσθαι. ὁ δὲ Ἑλλάνικος (l. c.) καὶ τὴν λάρνακα οὐ τῷ Παρνασσῷ φησι προσενεχθῆναι, ἀλλὰ περὶ τὴν Ὄθρυν τῆς Θεσσαλίας. φέροις δὲ Πρωτογενεία ς : φέροις δὲ μᾶλλον, ὦ στόμα, καὶ λέγοις τὰ περὶ τῆς πόλεως τῆς ἀπὸ Πρωτογενείας· λέγει δὲ τῆς Ὀποῦντος. |
| O 9 62d [5] | ὑμνοίης δέ, φησι, τὸ τῆς Πρωτογενείας ἄστυ. ταύτης γὰρ καὶ Λοκροῦ κατ’ ἐπίκλησιν μὲν Ὀποῦς, γόνῳ δὲ Διός· Πρωτογένεια δὲ Δευκαλίωνος καὶ Πύρρας. ὁ μέντοι Πίνδαρος Πρωτογένειαν Ὀποῦντος ἱστορεῖ ἐν τοῖς ἑξῆς. αἰολοβρόντα Διὸς αἴσ ᾳ : καλῶς τοῦ κατακλυσμοῦ μεμνημένος αἰολοβρόνταν εἶπε τὸν Δία. |
| O 9 64b [5] | ἵνα οὖν ἐν Ὀποῦντι λέγει· ἐκεῖ γάρ [φησι] Δευκαλίωνα καὶ Πύρραν οἰκῆσαι, ὧν θυγάτηρ Πρωτογένεια. Ἀπολλόδωρος δέ (FHG I, 453) φησιν οὐκ ἐν Ὀποῦντι ἀλλ’ ἐν Κύνῳ τὸν ΔευB καλίωνα καὶ τὴν Πύρραν οἰκῆσαι. ἄλλως· ἵ ν ’ αἰολοβρόντ α : ἔνθα, ἐν ᾗ Ὀποῦντι κατὰ βούλησιν τοῦ Διὸς ὅ τε Δευκαλίων καὶ ἡ Πύρρα ἀπὸ τοῦ ὄρους τοῦ Παρνασοῦ καταβάντες κατῴκισαν ἑαυτοῖς οἰκίαν. |
| O 9 64c [10] | ὅτε γὰρ ὁ κατακλυσμὸς, ἀνῆλθον εἰς τὸν Παρνασόν· ὄρος δέ ἐστι πάντων ὑψηλότατον. Πρωτογένεια δὲ κατὰ μέν τινας Προμηθέως, κατὰ δὲ ἐνίους Ὀποῦντος τοῦ ἐν Ἤλιδι ποταμοῦ. ἐκ ταύτης καὶ Διὸς Ὀποῦς ἡ πόλις τῶν Ὀπουντίων. ἵν’ οὖν δείξῃ τὸ εὐγενὲς τῆς μητρὸς, λέγει τὴν πόλιν τῆς Ὀποῦντος Πρωτογενείας. ἄτερ δὲ εὐνᾶς ὁμόδαμον κτησάσθην λίθινον γόνο ν : οἱ προειρημένοι Δευκαλίων τε καὶ Πύρρα χωρὶς κοίτης καὶ μίξεως ὅμοιον καὶ ἶσον γένος δήμου ἐποιήσαντο ἐκ λίθων βολῆς. |
| O 9 68a [5] | οἱ γὰρ πεμπόμενοι εἰς τὰ ὄπισθεν λίθοι παρ’ αὐτῶν ἄνθρωποι ἐγένοντο. διὰ τοῦτο καὶ λαοὶ οἱ ὄχλοι ἀπὸ τοῦ λᾶας. Πύρρα δὲ ἡ γυνὴ Δευκαλίωνος. |
| O 9 68b [5] | ἐξάδελφοι οὗτοι· Ἰαπετοῦ γὰρ παῖδες Προμηθεὺς καὶ Ἐπιμηθεὺς δύο ἀδελφοί· καὶ ἐκ μὲν Προμηθέως Ἕλλην, ἀφ’ οὗ καὶ Ἕλληνες, καὶ Δευκαλίων· Πύρρα δὲ [ἡ Δευκαλίωνος γυνὴ] θυγάτηρ Ἐπιμηθέως. λίθινον γόνο ν : κοινὰ τὰ περὶ Δευκαλίωνα καὶ Πύρραν. |
| O 9 70a | καὶ ὅτι τοὺς λίθους κατόπιν ῥίπτοντες ἀνθρώπους ἐποίουν, μαρτυρεῖ Ἀκουσίλαος (FHG I, 100). [ ἐπέων σφίσιν οἶμο ν:] Ἐπίχαρμος (fr. |
| O 9 70b [5] | 122K.) ἀπὸ τῶν λάων τῶν λίθων ὠνομάσθαι λαούς φησιν. ὁ δὲ Φιλόχορος (FHG I, 386) ἀπὸ Κέκροπος· οὗτος γὰρ βουλόμενος τὸ τῶν Ἀθηναίων γένος πληθυνθῆναι ἐκέλευσεν αὐτοὺς λίθους λαβεῖν καὶ ἐνεγκεῖν εἰς τὸ μέσον· ἐξ ὧν ἔγνω δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους 〈λαοὺσ〉 ὠνομάσθαι. (72.) ἐπέων οἶμον δὲ τὸν ὕμνον. κτησάσθαν λίθινον γόνο ν : Ἐπίχαρμος (l. |
| O 9 70c [5] | c.) ἀπὸ τῶν λίθων λαοὺς τοὺς ὄχλους ὠνομάσθαι φησίν. Φιλόχορος (l. c.) δέ φησι Κέκροπα βουλόμενον τὸ τῶν Ἀθηναίων γένος ἐπιγνῶναι κελεῦσαι αὐτοὺς λίθους εἰσφέρειν καὶ βάλλειν εἰς τὸ μέσον, ἐξ ὧν ἐπιγνῶναι δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους λαοὺς ὀνομασθῆναι. ἄλλως· ὅτι κατηκολούθησε τοῖς μυθογράφοις εἰρηκόσι λαοὺς τοὺς ἀνθρώπους προσωνομάσθαι διὰ τὸ ἐκ λίθων γενέσθαι· ἐκ δὲ λίθων ἐγένοντο βροτοὶ, λαοὶ δὲ καλέονται. |
| O 9 70e | διό φησιν ὁ Πίνδαρος ἄνευ συνουσίας αὐτοὺς κτήσασθαι λίθινον γόνον. ἔγει ρ ’ ἐπέων σφιν οἶμον λιγύ ν : τὸν τῶν ἐπέων λιμένα. |
| O 9 72a | καθόρμισον εἰς τὸν ὕμνον τοῦτον. τοῖς ἀπὸ Δευκαλίωνος καὶ τοῖς Λοκροῖς. |
| O 9 72c | ὡς τοῦ νικηφόρου ἀπογόνου ὄντος Δευκαλίωνος. ἄλλως· ἐπέων οἶμο ν : ὁδόν. |
| O 9 72e [5] | τὸν δὲ κατὰ Δευκαλίωνα λόγον ὡς κοινὸν ὄντα παραιτεῖται λέγειν. φησὶν οὖν· ἔγειρε καὶ ἵστα καὶ παῦε τὴν ὁδὸν ταύτην τὴν ἡδεῖαν τῆς μυθολογίας (λιγὺν δὲ εἶπε τῇ ἀκοῇ μόνῃ)· προσήκει γὰρ ἐπαινεῖν οὐ τὰ παλαιὰ διηγήματα, ἀλλὰ παλαιὸν μὲν οἶνον ἐπαίνει, λόγων δὲ νεαρῶν καὶ προκειμένων τὰς ὑποθέσεις καὶ τὰ ἄνθη (ἄνθη δὲ νῦν τὰς πράξεις). εἶτα πάλιν ὃ παρῃτήσατο ἐκ περιουσίας λέγει. 75B ἄνθεα δ ’ ὕμνω ν : παρὰ τὸ Ὁμηρικόν (α 35)· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείους’ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. |
| O 9 74b [5] | δοκεῖ δὲ τοῦτο πρὸς τὸ Σιμωνίδειον εἰρῆσθαι· ἐπεὶ ἐκεῖνος ἐλασσωθεὶς ὑπὸ Πινδάρου λοιδορίας ἔγραψε κατὰ τοῦ κρίναντος ἀγαθῶν εἰδέου ἐπειδὴ ἐκεῖνος εἶπεν (fr. 75)· ἐξελέγχει ὁ νέος οἶνος οὔπω πέρυσι δῶρον ἀμπέλου· ὁ δὲ μῦθος ὅδε κενεόφρων: κούρων δὲ, διὰ τοῦτο ὁ Πίνδαρος ἐπαινεῖ παλαιὸν οἶνον. ἄνθεα δ ’ ὕμνων νεωτέρων αἴνε ι · Ὅμηρος (α 351)· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείους’ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. |
| O 9 74c | 79 a B ἄλλως· ἄνθεα ὕμνων τὰς ὑποθέσεις. |
| O 9 74d | ταῦτα δὲ αἰνίττεται πρὸς Σιμωνίδην. 74 c B 79 a EQ νεωτέρω ν · λέγοντ ι : ἐπανάληψιν ποιεῖται τοῦ λόγου· λέγει γὰρ τὴν πρώτην πλημμύραν τοῦ ὕδατος Δευκαλίωνος. |
| O 9 75 | 74 d B 79 a CD 78 c E 79 b Q ἄμπωτιν ἐξαίφνα ς : ἄμπωτιν λέγει τὸ πεδίον τὸ γενόμενον ἐκ τῆς πλημμύρας τοῦ ὕδατος ἀναποθέντος, ἄντλον δὲ τὸ ὕδωρ καὶ τὴν χύσιν τοῦ ὕδατος, ἣν ἡ ἄμπωτις ἐξήρανεν. |
| O 9 78a | Ὅμηρος (ο 479)· ἄντλῳ δ’ ἐνδούπησε. τὸν δὲ κατακλυσμὸν γενέσθαι τινὲς διὰ Πέλοπος ἀνελόντος Ἄζανα, τινὲς δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα ἀσέβημα ὑπὸ Λυκάονος δὲ διὰ τὴν κρεουργίαν. |
| O 9 78b | τὸν δὲ Δία βουλόμενον καθᾶραι τὴν γῆν τοῦ ἄγους κατακλύσαι. ἄμπωτι ς : ἄμπωτιν νῦν λέγει τὸ γενόμενον πεδίον ἐκ τῆς τότε πλημμυρίδος ἀναποθέντος τοῦ ὕδατος. |
| O 9 78d | τὸν δὲ κατακλυσμὸν γεγενῆσθαι οἱ μὲν διὰ τὸ Πέλοπος ἄγος ὅτε ἐκρεουργήθη· οἱ δὲ διὰ 〈τὸ περὶ〉 τὸν Λυκάονος παῖδα Ἄζανα ἀσέβημα ὑπ’ αὐτοῦ τοῦ Λυκάονος, τοῦ Διὸς βουλομένου πάντα τῆς γῆς ἀποκαθᾶραι ἀσεβήματα. 79 c BQ 79 b E ἄμπωτι ν : ἀνάποσιν. |
| O 9 78f | ἄμπωτις δὲ κυρίως ἡ αἰφνίδιος ὑποχώρησις ἡ ἐκ πλημμύρας τῶν ἐν θαλάσσῃ ὑδάτων, ὡς ἐν Λιβύῃ λέγεται. τέχναις δὲ μηχαναῖς καὶ βουλήσεσι Διός. |
| O 9 78g | 78 c BQ 79 b CD 79 c E ὕδατος σθένο ς : τὴν ῥύσιν λέγει τοῦ ὕδατος, ἣν ἡ ἄμπωτις ἀνεξήρανε. |
| O 9 79a | Ὅμηρος (ο 479)· ἄντλῳ δ’ ἐνδούπησε πεσοῦσα. 78 e B 78 c CD 75EQ ἄντλο ν : τὸ πλῆθος τοῦ ὕδατος, τὴν χύσιν, παρὰ τὸ ἀντλεῖσθαι. |
| O 9 79b | 78 e EQ κείνων δ ’ ἔσαν χαλκάσπιδες ὑμέτεροι πρόγονο ι : λοιπὸν ὡς πρὸς τὸν Ἐφάρμοστον· ἀπ’ ἐκείνων δὴ ἦσαν οἱ πρόγονοι ὑμῶν οἱ πολεμικώτατοι, ἐξ ἀρχῆς γενόμενοι ἐκ τῆς γενεᾶς τοῦ Προμηθέως. |
| O 9 79c [10] | Ἰαπετοῦ γὰρ Προμηθεὺς, ἐξ οὗ [καὶ Κλυμένης] Δευκαλίων, ἐξ οὗ Πρωτογένεια. [πάλιν Ἰαπετοῦ Ἐπιμηθεὺς, ἐξ οὗ καὶ Πανδώρας Πύρρα· Πύρρας δὲ καὶ Δευκαλίωνος Πρωτογένεια], ἧς καὶ Διὸς Ὀποῦς· ἐξ οὗ Ὀποῦντος οἱ ὄντες ἀπόγονοι τῆς κόρης τῆς Πρωτογενείας καὶ τοῦ ἀρίστου Κρονίδου [τουτέστι] τοῦ Διὸς, διὰ παντὸς τῆς αὑτῶν γῆς βασιλεύοντες. 82 g B ἐναντίωμα δὲ κατὰ τὴν γενεαλογίαν ἐμπίπτει. |
| O 9 79d [10] | τὴν γὰρ Πρωτογένειαν οἱ μὲν Δευκαλίωνός φασιν, οἱ δὲ Ὀποῦντος, καὶ δοκεῖ συμφωνεῖν μήτε ἡ γενεαλογία μήτε ἡ ἱστορία. ἄλλο γάρ τι ποταμὸς Ὀποῦς καὶ ἄλλο ἀνὴρ ἐξ Ἰαπετοῦ. ἵν’ οὖν τὸ ἀσύμφωνον ἀπὸ τούτων λυθῇ, φασί τινες τὸν Δευκαλίωνα διώνυμον εἶναι καὶ τὸν αὐτὸν λέγεσθαι Ὀποῦντα· ὥσπερ καὶ ἐπὶ τῆς Πηνελόπης. λέγεται γὰρ Ἀρναία πρότερον καλουμένη παρὰ τῶν φύντων εἰς τὴν θάλασσαν ἐκριφῆναι, εἶτα ὑπό τινων ὄρνεων πηνελόπων λεγομένων εἰς τὴν χέρσον ἐξενεχθῆναι, καὶ οὕτως ἀναληφθεῖσαν ὑπὸ τῶν γεννησάντων ὀνομασθῆναι Πηνελόπην ἀπὸ τῆς τῶν ὀρνίθων ὁμωνυμίας, καὶ τραφεῖσαν διώνυμον εἶναι τὸ λοιπόν. 86 d B ὑμέτεροι πρόγονο ι : ὡς ἀπὸ Δευκαλίωνος ὄντων τῶν προγόνων Ἐφαρμόστου. |
| O 9 80 [5] | τινὲς δὲ οὕτω τὰ γένη αὐτῶν· Ἰαπετοῦ καὶ .... Ἐπιμηθεὺς, οὗ καὶ Πανδώρας Πύρρα Δευκαλίωνος γυνή. τούτων φησὶν εἶναι τοὺς προγόνους τῷ Ἐφαρμόστῳ. Ἰαπετιονίδο ς : Ἰαπετοῦ Προμηθεὺς, οὗ καὶ Κλυμένης γίνεται ὁ Δευκαλίων. |
| O 9 81 | Ἰαπετοῦ δὲ πάλιν ὁ Ἐπιμηθεὺς, οὗ καὶ Πανδώρας Πύρρα. Πύρρας δὲ καὶ Δευκαλίωνος Πρωτογένεια. κοῦροι κουρᾶ ν : πληθυντικῶς εἶπεν· ἐχρῆν γὰρ ἑνικῶς εἰπεῖν· κοῦροι γὰρ κούρης τῆς Πρωτογενείας λέγει. |
| O 9 82a | 85 b CDEQ κοῦρο ι : ὦ Ὀπούντιοι. |
| O 9 82e | καὶ φερτάτων Κρονιδᾶ ν : τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ ἐξενήνοχεν. ἀντὶ 〈τοῦ〉 φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν. |
| O 9 82d | κουρᾶν δὲ πάλιν τῆς κόρης, τῆς Πρωτογενείας. ἢ ὡς καὶ Ἕλληνα φέρειν τὸ γένος ἢ ἀπὸ Δευκαλίωνος. |
| O 9 82e | δύναται δὲ καὶ ἀπὸ τοῦ Ὀποῦντος· Διὸς γὰρ ἦν, ὥς φησι Πίνδαρος, θέσει δὲ Λοκροῦ. φερτάτων Κρονιδᾶ ν : ἀντὶ τοῦ ἀπὸ φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν. |
| O 9 82f | 85 a B τὸ δὲ Ἰαπετιονίδος φησὶ φύτλας καὶ φερτάτων Κρονιδᾶ ν , ἀντὶ τοῦ τῆς Πρωτογενείας καὶ τοῦ Διὸς, ἀφ’ ὧν τοὺς Ὀπουντίους λέγει γεγενῆσθαι. |
| O 9 82g | 82 a B 86CDEQ πρὶν Ὀλύμπιος ἁγεμώ ν : πρόσθες σύνδεσμον γάρ, ἵν’ ᾖ συναρμοστέος ὁ λόγος τοῖς ἄνωθεν, καὶ εἰπέ· πρὶν γὰρ Ὀλύμπιος ἁγεμών. |
| O 9 85b [5] | τὸ γὰρ παλαιὸν ὁ Ζεὺς ἀναρπάσας τὴν Πρωτογένειαν ἥσυχος αὐτῇ ἐμίγη ἐν τῷ Μαινάλῳ ὄρει τῆς Ἀρκαδίας, καὶ μετὰ ταῦτα ἐγκύμονα ποιήσας ἤνεγκε τῷ Λοκρῷ, ἵνα μὴ ὁ αἰὼν καὶ ὁ χρόνος αὐτὸν ἐξέλῃ τῆς ζωῆς ἔρημον ὄντα παίδων [καὶ γονῆς] καὶ γένους. 79 d B 82 f CDEQ Ἐπειῶ ν : Ἐπειοὺς τοὺς Ἠλείους, ἀπὸ Ἐπειοῦ τοῦ Ἐνδυμίωνος κληθέντας. |
| O 9 86a | τινὲς δὲ τὸν Ἐπειὸν Ἀεθλίου φασίν. ἀπὸ γᾶς Ἐπειῶ ν : διὰ τούτων ὁ Πίνδαρος τὴν Πρωτογένειάν φησιν ἐξ Ἤλιδος ἁρπασθεῖσαν εἰς Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι ὑπὸ Διός. |
| O 9 86b | 88B ἐξήλλαχε δὲ τὴν ἱστορίαν ὁ Πίνδαρος. |
| O 9 86c | τὴν γὰρ Πρωτογένειαν οὐκ Ὀποῦντός φασιν οἱ πλείους, ἀλλὰ Δευκαλίωνος καὶ Πύρρας. 92B Ἐπειῶν τῶν Ἠλείων, ἀπὸ Ἐπειοῦ τοῦ Ἐνδυμίωνος, ἢ τοῦ Ἀεθλίου τοῦ Ἐνδυμίωνος. |
| O 9 86e [5] | Ὀποῦντος ἦν θυγάτηρ Ἠλείων βασιλέως, ἣν Ἀριστοτέλης (fr. 561) Καμβύσην καλεῖ. 86 b B ἁρπάσαι ς : ὁ Πίνδαρος τὴν Πρωτογένειαν ἀναρπασθεῖσαν ὑπὸ τοῦ Διὸς εἰς τὸ Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι, τὴν δὲ Πρωτογένειαν Ὀποῦντος τοῦ Ἠλείων βασιλέως φησὶ θυγατέρα, ἄλλων τὴν Πρωτογένειαν Πύρρας καὶ Δευκαλίωνος λεγόντων, ὡς Φερεκύδης φησὶν ἐν τῷ εʹ (FHG I, 85). |
| O 9 87b [5] | ἁρπάσας οὖν τὴν Πρωτογένειαν καὶ ἔγκυον αὐτὴν ποιήσας, ἵνα μὴ ὁ Λοκρὸς ἄτεκνος διατελοίη, δέδωκε τῷ Λοκρῷ. ὁ δὲ Λοκρὸς τὸν ἀπὸ Διὸς καὶ Πρωτογενείας παῖδα ὡς ἴδιον σχὼν ὠνόμασεν αὐτὸν Ὀποῦντα ὁμώνυμον τῷ κατὰ μητέρα πάππῳ. ( ἕκαλο ς:) ἥσυχος. |
| O 9 87c | νύκτωρ. μίχθ η : μετὰ γὰρ τὸ φθαρῆναι αὐτὴν ἐγάμησεν ὁ Λοκρός. |
| O 9 88b | μίχθη Μαιναλίαισι ν : Μαίναλον ὄρος Ἀρκαδίας καὶ πόλις. ἐνταῦθα μιχθεὶς αὐτῇ ὁ Ζεὺς ἤνεγκε τῷ Λοκρῷ, ἵν’ ὡς ἑαυτοῦ ἀναθρέψῃ τὸν γεννηθέντα. Μαίναλος υἱὸς Λυκάονος, ἀφ’ οὗ τὸ ὄρος τὸ ἐν Ἀρκαδίᾳ ἱερὸν Διός. |
| O 9 89 | ἔνεικε Λοκρ ῷ : Λοκρὸς ἔσχε τὸ γένος ἐκ Διός· ἀφ’ οὗ ἡ τῶν Λοκρῶν χώρα, ἧς Λοκρίδος μητρόπολις ἡ Ὀποῦς. 86 c B μὴ καθέλοι μι ν : μιχθεὶς ὁ Ζεὺς Πρωτογενείᾳ καὶ ἔγκυον αὐτὴν ποιήσας δέδωκε Λοκρῷ. |
| O 9 90b | ἵνα μὴ καθέλοι μιν αἰώ ν : ἵνα μὴ ἄτεκνος τελευτήσῃ. δέδωκεν αὐτῷ, μὴ ὀρφανεύσῃ τοῦ γένους, ἵνα ὡς ἑαυτοῦ θρέψῃ τὸν γεννηθέντα. |
| O 9 90c | ἐξ αὐτῆς γίνεται Ὀποῦς, ἐπίκλησιν Λοκροῦ, γένει Διὸς ὤν. ὀρφανὸν γενεᾶ ς : ἄτεκνον. |
| O 9 92a | 94 a B ὀρφανὸν γενεᾶ ς : λέγεται γὰρ ὁ Λοκρὸς ἄπαις γεγενῆσθαι καὶ τὸν ἐκ Διὸς συλληφθέντα ὑπὸ τῆς Πρωτογενείας ἴδιον νενομικέναι παῖδα. |
| O 9 92b | προεῖχε μέντοι ἡ γυνὴ ἡ Πρωτογένεια τὸ σπέρμα τοῦ Διός. 94 b B CDEQ εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱό ν : εὐφράνθη δὲ ὁ Λοκρὸς θεασάμενος τὸν παῖδα, ὃς ἦν μὲν θετὸς αὐτοῦ κατὰ φύσιν, ἐκ δὲ τῆς ἀγνοίας ἴδιος αὐτοῦ ἐνομίζετο. |
| O 9 94a | 92 b B BCDEQ θετὸν δὲ λέγει ὁ ποιητὴς ἐκ τοῦ ἰδίου προσώπου. |
| O 9 94b | [προειρήκει γὰρ ὅτι, εἶχε δὲ σπέρμα μέγιστον ἄλοχος, ἐκ Διός.] ὁ γὰρ Λοκρὸς ἴδιον αὐτὸν ἐνόμιζεν. θετὸν υἱό ν : ὁ Λοκρὸς δηλονότι τὸν Ὀποῦντα οὐκ ἐνόμιζεν εἶναι θετὸν υἱὸν (Διὸς γὰρ), ἀλλὰ ἴδιον. |
| O 9 96a | μάτρωος δ ’ ἐκάλεσέ νι ν : κυρίως μήτρωες οἱ μητρὸς ἀδελφοί· νῦν δὲ τὸν τῆς μητρὸς πατέρα Ὀποῦντα μήτρωα. ἦν γὰρ Πρωτογενείας καὶ Διὸς, ἐπίκλησιν δὲ Λοκροῦ. μάτρωος δ ’ ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμε ν : ἡσθεὶς οὖν ἐκάλεσεν αὐτὸν τοῦ πρὸς μητρὸς πάππου τὸ ὄνομα. |
| O 9 96b [5] | καὶ νῦν μὲν ὁ Πίνδαρος τὸν ἐκ μητρὸς πάππον μήτρωα ὀνομάζει· Ὅμηρος δὲ καὶ οἱ λοιποὶ τὸν τῆς μητρὸς ἀδελφὸν μήτρωα καλοῦσιν. φησὶν οὖν ἐν τῇ Ἰλιάδι (Π 717)· Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο, αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος. μάτρωος δ ’ ἐκάλεσσέ μι ν : ὁ Λοκρὸς τὸν Ὀποῦντα. |
| O 9 96c | ἦν δὲ ὁ Λοκρὸς Ἀμφικτύονος τοῦ Διὸς. καὶ ἐκάλεσε τοῦ μητροπάτορος τὸ ὄνομα. Ὀποῦς γὰρ ἐκαλεῖτο ὁ βασιλεὺς τῶν Ἠλείων, ᾧ καὶ οὗτος ὁμώνυμός ἐστιν. 99B ὑπέρφατο ν : ὑπερφυᾶ καὶ μέγαν καὶ τῷ εἴδει καὶ τοῖς πράγμασιν. |
| O 9 98 | 101B πόλιν δ ’ ὤπασε ν : ἐνεχείρισεν αὐτῷ. |
| O 9 99b | ὥστε ἀπὸ Ὀποῦντος υἱοῦ τοῦ Διὸς ἡ πόλις ὠνόμασται. πόλιν δ ’ ὤπασε ν : ὄντι δὲ τῷ παιδὶ ἐξαιρέτῳ καὶ ἀνδρωθέντι ὁ Λοκρὸς τὴν πόλιν ἐνεχείρισε καὶ τὸν ὄχλον διαιτᾶν καὶ διοικεῖν. |
| O 9 99c | 98B ἀφίκοντο δέ οἱ ξένο ι : διαβοήτου δὲ τῆς τοῦ Ὀποῦντος ἀρετῆς τυγχανούσης πανταχόθεν τὰς ἰδίας αὐτῶν πατρίδας οἱ περίοικοι καταλελοιπότες πρὸς αὐτὸν ἔσπευδον. |
| O 9 101 [5] | παρεγένοντο μὲν οὖν μέτοικοι πρὸς αὐτὸν ἀπό τε τοῦ Ἄργους καὶ Θηβῶν, καὶ οἱ μὲν ἐξ Ἀρκαδίας, οἱ δὲ Πισᾶται. υἱὸν δ ’ Ἄκτορο ς : τὸν Μενοίτιον. |
| O 9 104a [5] | τοῦτον δέ φησιν Ἄκτορος καὶ Αἰγίνης· ὃς [οὐκ] ἐκ Θεσσαλίας μετῴκησεν εἰς Ὀποῦντα. Πυθαίνετος δὲ (FHG IV, 487) Διὶ συνελθοῦσαν Αἴγιναν γεννῆσαι Αἰακὸν καὶ Δαμοκράτειαν, ἣν γαμηθῆναι Ἄκτορι ἐν Θετταλίᾳ καὶ τεκεῖν Μενοίτιον· ὕστερον δὲ τοῦτον εἰς Ὀποῦντα ....· συγγενὴς γὰρ ὑπῆρχε τοῦ Λοκροῦ. υἱὸν δ ’ Ἄκτορο ς : τὸν Μενοίτιον λέγει τὸν Πατρόκλου πατέρα. |
| O 9 104c | ὑπὲρ πάντας τοὺς ἐνοικοῦντας ξένους ἐτίμησε τὸν Ἄκτορος παῖδα, τὸν ἐξ Αἰγίνης μητρὸς Μενοίτιον. Αἴγινα δὲ μήτηρ Αἰακοῦ, θυγάτηρ δὲ αὕτη γίνεται Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ. ἀφίκοντο δέ οἱ ξένοι συνοικήσοντες αὐτῷ. |
| O 9 105 | ἐποίκω ν : πάντων τῶν προειρημένων. 106 b Αἰγίνας τε Μενοίτιο ν : Αἴγινα μετὰ τὸ τεκεῖν τὸν Αἰακὸν ἦλθεν εἰς Θεσσαλίαν καὶ ἐγαμήθη Ἄκτορι, ἐξ οὗ ἔσχε Μενοίτιον, ὃς ἐπῴκησε τὴν Ὀποῦντα ἀναστὰς ἀπὸ Θεσσαλίας. |
| O 9 106a | 107BDEQ τινὲς ἐκ Δαμοκρατείας τῆς Αἰγίνης καὶ Ἄκτορός φασι τὸν Μενοίτιον· ὁ δὲ Πάτροκλος Μενοιτίου ἦν καὶ Σθενέλης. |
| O 9 106b | 106 a B 108DEQ τοῦ παῖ ς : τοῦ Μενοιτίου παῖς ὁ Πάτροκλος ἀπὸ Σθενέλης. |
| O 9 107a [5] | καὶ Μυρμιδόνα δὲ αὐτόν φησιν [αὐτὸν] Ὅμηρος (Σ 10)· Μυρμιδόνων τὸν ἄριστον. ὁ δὲ νοῦς· τούτου οὖν [φησι] τοῦ Μενοιτίου παῖς συστρατεύσας τοῖς Ἀτρέως παισὶν εἰς Μυσίαν κατήντησε, καὶ τῶν ἄλλων Ἑλλήνων εἰς φυγὴν τραπέντων μόνος αὐτὸς Ἀχιλλεῖ συμπαρέστη, ἡνίκα τοὺς γενναιοτάτους Ἕλληνας τρέψας καὶ νικήσας μέχρι τῶν νεῶν καὶ τοῦ πελάγους συνήλασεν ὁ Τήλεφος. |
| O 9 107b | 106 b DEQ Τεύθραντο ς · τὴν Μυσίαν λέγει. |
| O 9 108a | βασιλεὺς γάρ τις τῶν ἐκεῖσε Τεύθρας γενόμενος ἀφ’ ἑαυτοῦ ὠνόμασε τὴν πόλιν. ἦν δὲ ὁ Τήλεφος θετὸς παῖς Τεύθραντος· τῇ 〈δὲ〉 ἀληθείᾳ Αὔγης ἦν καὶ Ἡρακλέους ὁ Τήλεφος. Τεύθραντος πεδίον τὴν Μυσίαν λέγει. |
| O 9 108b [5] | ὁ γὰρ Τεύθρας ἐβασίλευσε τῆς Μυσίας. ὅτε δὲ οἱ Ἕλληνες εἰς τὴν Μυσίαν παρεγένοντο κἀκεῖ νομίσαντες εἶναι τὴν Ἴλιον ἐπολέμουν τοῖς Μυσοῖς, ὁ Τήλεφος πάντας εἰς φυγὴν ἐτρέψατο καὶ μέχρι τῶν νεῶν ἤλασε πλὴν Ἀχιλλέως καὶ Πατρόκλου. διὰ τοῦτο [οὖν] μέμνηται τοῦ γένους τούτου ὡς ἀνδρείου. 115Q ὅ τ ’ ἀλκάεντα ς : τὸν Μενοίτιον τὸν πατέρα Πατρόκλου ἀπὸ Αἰγίνης μητρὸς Ἀσωποῦ θυγατρός. |
| O 9 110b [5] | θέλει οὖν εἰπεῖν ὅτι τούτου τοῦ Μενοιτίου παῖς σὺν τοῖς Ἀτρέως παισὶ συστρατεύσας εἰς Μυσίαν κατήντησε, καὶ Τηλέφου τοῦ Μυσῶν βασιλέως πάντας τρέψαντος εἰς φυγὴν μόνος Ἀχιλλεὺς καὶ Πάτροκλος ἔμειναν. ὡς ἀνδρείου οὖν νῦν τοῦ γένους μέμνηται. ὥσ τ ’ ἔμφρονι δεῖξα ι : ὥστε παραστῆσαι τῷ φρονίμῳ ᾗ ἐκέχρητο ἀνδρείᾳ ὁ Πάτροκλος. |
| O 9 113b | ὥστε γνῶναι τὸν ἔμφρονα ὅτι γενναῖος ἦν ὁ Πάτροκλος ἀνθιστάμενος Τηλέφῳ. ὥσ τ ’ ἔμφρονι δεῖξα ι : οὗτος ἔστη μόνος ἅμα τῷ Ἀχιλλεῖ. |
| O 9 113d | ὥστε δυνατὸν εἶναι δεῖξαι παντὶ φρονίμῳ πρὸς τὸ γνῶναι τὴν τοῦ Πατρόκλου ἐπὶ τῇ ἀνδρείᾳ διάνοιάν τε καὶ σπουδὴν καὶ θάρσος. 119Q μαθεῖν Πατρόκλο υ : οὕτως ἔστη ἐντῷ πολέμῳ ὥστε παντὶ ἀνθρώπῳ νοῦν ἔχοντι δειχθῆναι τὴν ἰσχὺν καὶ φανερὰν γενέσθαι. |
| O 9 114bis | βιατά ν : ἰσχυρὸν, ἀνδρεῖον. ἐξ οὗ Θέτιος γόνο ς : ἐξ ἐκείνου, φησὶ, τοῦ χρόνου παρῄνει αὐτὸν Ἀχιλλεὺς μήποτε ἐν τῷ ὀλεθρίῳ πολέμῳ χωρὶς τῆς ἑαυτοῦ παρουσίας παρατάττεσθαι, ἀλλ’ ἅμα αὐτῷ πολεμεῖν. |
| O 9 115b | ἐξ οὗ Θέτιος γόνο ς : θαυμάσας, φησὶν, ὁ Ἀχιλλεὺς ἐν τῇ προσβολῇ τὴν βίαν τοῦ Πατρόκλου ἀρχὴν ἔλαβε τοῦ θαυμάζειν, καὶ παρῄνει μηδέποτε χωρὶς τάττεσθαι τῆς πολεμικῆς αὐτοῦ τάξεως. ἰδίως δὲ τοῦτο τάσσει χαριζόμενος τῷ Πατρόκλῳ· Ὅμηρος γὰρ διὰ παντὸς λέγει αὐτὸν θεράποντα Ἀχιλλέως. |
| O 9 115d | Ὅμηρος (Π 89)· μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις. 113Q ἢ οὕτως· ἐκ τῆς πρὸς τὸν Τήλεφον μάχης παρηγορεῖτο κατὰ ψυχὴν καὶ τεθαρσήκει, ὅτι τὸν Πάτροκλον εἶχε διαπαντὸς παραστάτην. |
| O 9 118a | σφετέρα ς : ἀντὶ τοῦ τῆς ἑᾶς. ταξιοῦσθα ι : παρατάττεσθαι. |
| O 9 118c | Ὅμηρος (Π 89)· μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν. εἴην εὑρεσιεπή ς : τοῦτό φησιν ὅτι ἔπλασε τὰ περὶ Πατρόκλου εἰρημένα εἰς ἔπαινον τοῦ Ἐφαρμόστου Ὀπουντίου ὄντος. |
| O 9 119b | γενοίμην, φησὶ, διαπαντὸς εὑρίσκειν δυνάμενος τρόπους καὶ διηγεῖσθαι τὰς πράξεις τῶν ἀρχαίων. εἴην εὑρεσιεπή ς : ὡς σεμνυνόμενος τοῖς διηγήμασί φησιν· εἴην δὲ λόγων καινοπρεπῶν εὑρετὴς ἐπὶ τῷ διηγεῖσθαι καὶ πρόσφορος ποιητικῇ μούσῃ καὶ τρόπῳ Μουσῶν ἁρμόδιος. |
| O 9 119d | ἄλλως· γενοίμην, φησὶ, διὰ παντὸς δυνάμενος εὑρίσκειν λόγους καὶ διηγεῖσθαι πράξεις. 122 b B ταῦτα δὲ λέγει διὰ τὸ πλάσασθαι αὐτὸν τὸ ἐπὶ Πατρόκλου προειρημένον ἐπαινεῖν βουλόμενος τὸν Ἐφάρμοστον Ὀπούντιον ὄντα Πατρόκλου πολίτην. |
| O 9 119e | 122 c B εὑρεσιεπή ς : καινολόγος. |
| O 9 120b | ἀναγεῖσθα ι : διηγεῖσθαι. πρόσφορο ς : κατάλληλος ἐν ποιητικῇ. |
| O 9 121a | ἐπιτήδειος. αἴτιος. πρόσφορο ς : μέγας. |
| O 9 121b | διαφέρων. πρόσφορο ς : εὐεπίφορος ἐν ποιήμασιν. |
| O 9 121c | ἐπιτήδειος. ἱκανός. 123B ταῦτα δέ φησιν ἐπειδὴ εἶπε τὴν περὶ Πατρόκλου ἱστορίαν, ἣν οὐδεὶς εἴρηκε. |
| O 9 122a | τόλμα δὲ καὶ ἀμφιλαφή ς : εἴη μοι τολμᾶν καὶ ἀποκινδυνεύειν διαπλάσσοντι τὰ τοιαῦτα. ἀμφιλαφὴς δὲ δύναμις ἕσποιτ ο : ἐμοὶ δὲ παρέποιτο ἐν τοῖς λόγοις ὁμοῦ μὲν εὐτολμία, ὁμοῦ δὲ καὶ δαψίλειά τις δυναμέως. |
| O 9 122b | 119 e B τὸ δὲ ἀμφιλαφής κατὰ ἀντιστοιχίαν εἴρηται κατὰ ἔθος τῶν Μακεδόνων μεταθέσει τοῦ β εἰς φ · ἔστι γὰρ ἀμφιλαβής, ὃ ἔστιν ἀμφοτέραις λαβεῖν ταῖς χερσίν. |
| O 9 122c | τοῦτο δὲ ἐπὶ πλήθους συμβαίνει. 120B ξενίᾳ δ ’ ἀρετ ᾷ : ὡς οἰκείου ὄντος τοῦ Λαμπρομάχου πρὸς τὸν Ἐφάρμοστον διὰ Λαμπρόμαχόν φησι γεγονέναι τὸν ἐπίνικον καὶ δι’ ἣν εἶχον προξενίαν πρὸς αὐτόν. |
| O 9 123b [5] | τιμάορος δὲ εἶπεν ἀντὶ τοῦ τιμητὴς ἐσόμενος καὶ τιμῶν διὰ τῆς ἀρετῆς τοῦ ὕμνου, ὡς τοῦ Λαμπρομάχου καὶ Ἐφαρμόστου νενικηκότων Ἴσθμια τῇ αὐτῇ ἡμέρᾳ καὶ Νέμεα. μετὰ δὲ ταῦτα καὶ ἄλλα δὶς ἐνίκησεν Ἴσθμια ὁ Ἐφάρμοστος. προξενίᾳ δ ’ ἀρετᾷ τ ’ ἤλυθο ν : πρόξενος ἦν Θηβαίων Λαμπρόμαχος, δι’ ὃν ἔγραψε τὴν ᾠδὴν ταύτην· ἦν δὲ καὶ Ἰσθμιονίκης. |
| O 9 123c [5] | δύναται δὲ καὶ τοῦ Πινδάρου πρόξενος εἶναι. ὁμοῦ δὲ νενικήκασιν Ἴσθμια καὶ Νέμεα τῇ αὐτῇ ἡμέρᾳ αὐτὸς καὶ ὁ Ἐφάρμοστος. μετὰ δὲ ταῦτα ἄλλα δὶς νενίκηκεν Ἴσθμια ὁ Ἐφάρμοστος. προξενίᾳ τῇ φιλίᾳ. |
| O 9 123e [5] | τὸ δὲ ἑξῆς οὕτως ἔχει· διὰ δὲ τὴν προξενίαν, τουτέστι τὴν φιλίαν, καὶ τὴν ἀρετὴν τοῦ Λαμπρομάχου ἦλθον ἐπαινέτης τῶν ἐν τῷ Ἰσθμῷ μιτρῶν, ὅτι κατὰ μίαν ἡμέραν οἱ δύο ἐνίκησαν, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ Λαμπρόμαχος Ἴσθμια. ἔνιοι δέ φασιν ὅτι οἱ δύο Ἴσθμια ἐν μιᾷ ἡμέρᾳ ἐνίκησαν. |
| O 9 125a | Λαμπρομάχο υ : τὰ βʹ μία ἐστὶ περίοδος. μίτραισι δὲ ταῖς νίκαις. |
| O 9 125c | Ἰσθμίαισι Λαμπρομάχο υ : Λαμπρόμαχος συγγενὴς τοῦ Ἐφαρμόστου, κατὰ μίαν ἡμέραν Ἴσθμια σὺν αὐτῷ νικήσας. μίτραις νῦν τοῖς στεφάνοις καὶ ταῖς νίκαις. |
| O 9 125d | μίτρας γὰρ ἔνδοθεν τῶν στεφάνων καὶ διαδήματα ποικίλα εἰώθασι συνδεῖν. ἄλλαι δὲ δύο ἐν Κορίνθου πύλαι ς : ἐν δὲ Ἰσθμῷ ἄλλαι δύο νῖκαι ἐγένοντο Ἐφαρμόστῳ ἑξῆς. |
| O 9 128a | 130EQ χάρμαι νῦν χαραὶ καὶ ἡδοναί· καθ’ Ὅμηρον δὲ (Η 218) αἱ μάχαι. |
| O 9 128c | ἄλλως· ἤτοι μάχαι, ἢ χαραὶ καὶ νῖκαι ἐγένοντο αὐτῷ ἐν τῷ Ἰσθμῷ· Κορίνθου γὰρ πύλαι ὁ Ἰσθμός. 132E 134Q ἔπειτα χάρμ α : νῦν ἀντὶ τοῦ χαρά· Ὅμηρος δὲ ἐπὶ τῆς μάχης· οἱ δὲ περὶ Ἴβυκον (fr. |
| O 9 129 | 62) καὶ Στησίχορον (fr. 94) χάρμην τὴν ἐπιδορατίδα φασίν. τὰ δὲ καὶ Νεμέα ς : καὶ ἐν τῇ Νεμέᾳ Ἐφάρμοστος ἐνίκησε· ἐν Ἀθήναις δὲ τὰ Παναθήναια. |
| O 9 130b | καὶ ἄλλαι δὲ χαραὶ ἐγένοντο τῷ Ἐφαρμόστῳ ἐν τῷ κόλπῳ τῆς Νεμέας. ἔστι δὲ περίφρασις ἀντὶ τοῦ ἐν Νεμέᾳ. κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ ἐγένοντο χάρμαι. 128 b EQ κατὰ κόλπο ν : κατὰ κόλπον Νεμέας. |
| O 9 131 | ἐξυπακουστέον δὲ τὸ χάρμα. Ἄργει τ ’ ἔσχεθ ε : τὰ Ἑκατόμβαια νικήσας καὶ τὰ Ἥραια ἐνίκησεν. |
| O 9 132a | οὗτος δὲ ἐν Ἄργει ἐτελεῖτο ὁ ἀγών. Ἄργει τ ’ ἔσχεθε κῦδος ἀνδρῶ ν : ἀντὶ τοῦ, καὶ ἐν Ἄργει δὲ δόξαν προσείληφεν ἀνδρῶν νικήσας τὰ Ἥραια. |
| O 9 132c | ἀντὶ τοῦ ἐν ἀνδράσι νικᾷ ἐν Ἄργει. 134CDE 137Q ἀπὸ κοινοῦ [δὲ] τὸ κῦδος ἔσχε. |
| O 9 133b | ἢ τὰ Παναθήναια ἢ τὰ Ὀλύμπια. 137CD 134 e E 132Q οἷον ἐν Μαραθῶν ι : τὰ βʹ μία ἐστὶ περίοδος. |
| O 9 134b | τὸ οἷον θαυμαστικῶς. ἀγωνιζόμενος γὰρ ἐν Μαραθῶνι ἔκκριτος γενόμενος ἐκ τῶν ἀγενείων προβὰς ἄνδρας ἐνίκησε. δύναται δὲ τὸ οἷον καὶ ψιλῶς ἀντὶ τοῦ μόνον τὸν ἀγῶνα. |
| O 9 134d [10] | οἷον δ ’ ἐν Μαραθῶνι συλαθεί ς : [νῦν τὰ Ἡράκλεια λέγει. τοῦ δὲ οἷον] διπλῆ ἡ ἐκδοχή. τινὲς γὰρ τὸ οι ψιλῶς ἀναγινώσκουσιν, ἵν’ ᾖ· μόνον ἐν Μαραθῶνι ἀγενείων ἀγωνισάμενος ἡττήθη· καὶ μετεγγράψας ἑαυτὸν εἰς τοὺς ἄνδρας ἐνίκησεν. ἄτοπον δὲ τοῦτο· οὐ γὰρ ἂν ἐγκωμιάζων περὶ ἥττης ἔμελλε λέγειν. οἱ δὲ θαυμαστικῶς, ὃ καὶ βέλτιον· ὅπως δὲ καὶ οἵως ὑπέμεινεν ἐν Μαραθῶνι ἀγωνιζόμενος πρὸς τοὺς προβεβηκότας ἄνδρας, ἀποσυληθεὶς τῶν ἀγενείων καὶ ὑπεξελθὼν καὶ εἰς τοὺς ἄνδρας χωρήσας, ἡνίκα περὶ ἀργυρῶν φιαλῶν προέκειτο ἀγωνίζεσθαι. 133CDEQ τὰ Ἡράκλεια. |
| O 9 134f | τὸ δὲ οἷον θαυμαστικόν. ἀμ φ ’ ἀργυρίδεσσ ι : ἀργύρειαι φιάλαι ἆθλα ἦσαν ἐν Μαραθῶνι ἐν τοῖς Ἡρακλείοις. |
| O 9 137b | ἀμ φ ’ ἀργυρίδεσσ ι : τοῖς ἐν Μαραθῶνι ἀγωνιζομένοις φιάλαι ἀργυραῖ δίδονται τὸ ἔπαθλον. Ἀθηναίοις δὲ ἔθος χρυσίδας καὶ ἀργυρίδας λέγειν. ὀξυρεπεῖ δόλ ῳ : ὀξυτάτῃ ἐπιμελείᾳ καὶ τέχνῃ. |
| O 9 138a | δόλῳ, παλαίσματι δολίῳ. καταγωνισάμενος τῇ παλαιστικῇ ὀξύτητι. τὸ δὲ ἀπτωτὶ ἐπιρρηματικῶς. |
| O 9 138c | φῶτας δ ’ ὀξυρρεπεῖ δόλ ῳ : τῇ ὀξυτάτῃ καὶ ἐπιμελεῖ τέχνῃ. ὁ νοῦς· τοὺς δὲ ἄνδρας τοὺς ἀνταγωνιστὰς αὐτοῦ τέχνῃ νικήσας ὀξυτάτῃ, [αὐτὸς] μὴ πεσὼν μήτε ὑποστὰς πτῶμα διέβαινε τὸν κύκλον τοῦ σταδίου μεθ’ ὅσης βοῆς. |
| O 9 138e | ἤτοι τὸν ἀγῶνα. μεθ’ ὅσων ἐπαίνων. |
| O 9 140a | διήρχετο κύκλο ν : τὸν τοῦ σταδίου ἔνθα ἠγωνίζοντο κύκλον. σὺν βοῇ τῇ τῶν θαυμαζόντων. |
| O 9 140c | διήρχετο κύκλον ὅσσ ᾳ : ἀντὶ τοῦ μεγάλῃ. ὁ νοῦς· αὐτὸς κατὰ τὴν ἄθλησιν οὐ πεσὼν (θαυμαστικῶς) μεθ’ ὅσης δὲ βοῆς κύκλον, τὸν τοῦ σταδίου φησὶ, διήρχετο. |
| O 9 140e | ὅσσᾳ βο ᾷ : μετὰ πάσης βοῆς παριόντι αὐτῷ ἐπήχουν πάντες καὶ ἐθαύμαζον. ὡραῖος ἐώ ν : τὸ ἄκρον τῆς ὥρας καὶ τῆς ἀκμῆς ἔχων. |
| O 9 141b | οἷον καλὸς ὢν καλὰ ἔπραξεν. ὡραῖος ἐὼν καὶ καλό ς : νεανίας μὲν ὢν καὶ θαυμαστὸς τῷ ὀφθῆναι, ταῖς δὲ πράξεσιν οὐ καταισχύνων τὸ εἶδος. |
| O 9 141d | ὅσσᾳ δὲ βο ᾷ , μεγάλῃ βοῇ. τὸ γὰρ ὅσσᾳ θαυμαστικῶς. τὰ δὲ Παρρασίῳ στρατ ῷ : Κλεοφάνης ἐν τῷ περὶ ἀγώνων (FHG IV, 366). |
| O 9 143a | τῷ Ἀρκαδικῷ, ὡς ἐν Ἀρκαδίᾳ τὰ Λύκαια νενικηκότος. ἐν τῇ Ἀρκαδίᾳ γὰρ ἤγοντο τῷ Διὶ τὰ Λύκαια. τὰ δὲ Παρρασίῳ στρατ ῷ : ἐν τῷ δήμῳ τῆς Ἀρκαδίας. |
| O 9 143b | Παρρασία δὲ μέρος Ἀρκαδίας, ἔνθα τελεῖται Λυκαίου Διὸς ἀγών. τὰ δὲ ἔργα αὐτοῦ τὰ ἐν τῷ ἀγῶνι τοῦ Λυκαίου Διὸς κατὰ τὴν Παρρασίαν τῆς Ἀρκαδίας ὅπως αὐτὸν ἔδειξε θαύματος ἄξιον. |
| O 9 145a | Λυκαίο υ : ἐν τῇ Ἀρκαδίᾳ, ὅπου ὁ Ζεὺς τετίμηται. καὶ Λύκαιος ἀπό τινος Λυκαίου. |
| O 9 146a | καὶ ψυχρᾶν ὁπότ ε : ἐφάνη δὲ θαυμάσιος καὶ ἡνίκα τῶν ψυχρῶν αὐρῶν καὶ τοῦ κρύους τὸ φάρμακον καὶ τὸ βοήθημα ἀπὸ τῆς Πελλήνης λαβὼν ἔφερε, τὴν χλανίδα. ταύτην γὰρ ἐλάμβανον οἱ νικῶντες. οἷον τρίβωνας. |
| O 9 146c | ὁ δὲ ἀγὼν ἐν Πελλήνῃ Ἕρμαια καλεῖται. 146 h B εὐδιανό ν : εὐδίαν ποιοῦν. |
| O 9 146e | εὐδιανὸν φάρμακο ν : ἀπὸ κοινοῦ τὸ θαυμαστὸς ἐφάνη. [εὐδιανὸν δὲ] ἀντὶ τοῦ ἀνάπαυσιν τὴν ἀλεξάνεμον. |
| O 9 146g | ὅτι ἐν Πελλήνῃ χλαῖνα ἐδίδοτο τῷ νικῶντι χειμῶνος ὥρᾳ. 148B ἄγεται δὲ Ἕρμαια καὶ Ἀπόλλωνος ἑορτὴ θεοξένια καλουμένη. |
| O 9 146h | 146 g B Πελλάν ᾳ : ὅτι χλαῖνα ἦν τὸ ἔπαθλον ἐν Πελλήνῃ, εἴρηται. |
| O 9 148a | πεποίηται δὲ ταῦτα παρὰ τὸ Ὁμηρικόν (ξ 529)· ἀλεξάνεμον μάλα πυκνήν. ἤγετο δὲ ὁ ἀγὼν ἐν Πελλήνῃ τῆς Ἀχαΐας τὰ θεοξένια ἐν χειμῶνι· διὸ καὶ χλαμὺς ἐδίδοτο. |
| O 9 148c | σύνδικο ς : σύμψηφος. σύμφωνος. τὸν τῶν Ἡρακλείων δὲ ἀγῶνα βούλεται δηλῶσαι. |
| O 9 148d | παρὰ γὰρ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος καὶ Ἰολάου ἄγεται τὰ Ἡράκλεια. ὁ δὲ νοῦς οὕτως· σύμφωνος δὲ τῶν προειρημένων ἀγώνων καὶ τὰ Ἰόλεια. |
| O 9 148f | ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς ἀγῶσι συνδικούντων ἀλλήλοις. τύμβον δὲ λέγει τὸ κενοτάφιον. |
| O 9 148h | σύνδικος δ ’ αὐτῷ Ἰολάου τύμβο ς : μαρτυρεῖ δὲ αὐτοῦ τῇ ἀνδρείᾳ καὶ ὁ τοῦ Ἰολάου τύμβος ἐν Θήβαις. Ἰολάεια γὰρ λέγεται ὁ ἀγὼν ὃν ἐνίκησεν. |
| O 9 148k | ἄλλως· Ἰολάου τύμβο ς : ὁ ἐν Θήβαις. τὸν τῶν Ἡρακλείων ἀγῶνα θέλων δηλῶσαι τύμβον Ἰολάου εἶπε. |
| O 9 148l | παρὰ γὰρ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος 〈καὶ Ἰολάου〉 ὁ τῶν Ἡρακλείων ἀγὼν ἐτελεῖτο. εἰναλία τ ’ Ἐλευσί ς : ἐν Ἐλευσῖνι ἄγεται τὰ Δημήτρια. |
| O 9 150a [5] | τοῦτον δὲ πρῶτον ἀγώνων φασὶν εἶναι. μετὰ γὰρ τὸ εὑρεθῆναι τὸν Δημήτριον καρπὸν εὐρωστίας οἱ ἄνθρωποι ἐπίδειξιν ἐπιδειξάμενοι τοῦτον ἠγωνίζοντο, καὶ τετραποδιστὶ τὸ πάλαι περιπατοῦντες ἀνέστησαν καὶ δρόμον ἠγωνίζοντο· ἔνθεν καὶ στάδιον καλοῦσι δρόμον διὰ τὴν στάσιν. ἐναλία τ ’ Ἐλευσί ς : καὶ ἡ Ἐλευσὶς δὲ ἡ πρὸς τῇ θαλάσσῃ κειμένη ταῖς ἀγλαΐαις αὐτοῦ καὶ νίκαις μαρτυρεῖ. |
| O 9 150b | ἄγεται δὲ αὐτόθι ἀγὼν Κόρης καὶ Δήμητρος, ὃς καλεῖται Ἐλευσίνια· οὗ ἔπαθλον κριθαί. Ἐλευσί ς : τὸν τῶν Ἐλευσινίων ἀγῶνα λέγει. |
| O 9 150c | ἔπαθλον δὲ κεῖται κριθαί· ἄγεται δὲ ἐν Ἀθήναις μετὰ 〈τὴν〉 τῶν Δημητριακῶν καρπῶν συλλογὴν τῇ Δήμητρι εὐχαριστήρια. τὸ δὲ φυ ᾷ : 〈τὸ〉 θείᾳ φύσει καὶ μοίρᾳ πρασσόμενον καλόν ἐστιν. |
| O 9 152b | ἢ τὸ ἐξ εὐφυΐας. τὸ δὲ φυᾷ κράτιστον ἅπα ν : τὸ δὲ ἐκ φύσεως προσὸν ἀγαθὸν καὶ θείας μοίρας κράτιστον καὶ ἐξαίρετον. |
| O 9 152c | λείπει δὲ τὸ ἐστίν. εἰς ἑαυτὸν δὲ αἰνίττεται· ἀεὶ γὰρ ἑαυτὸν λέγει αὐτοδίδακτον. |
| O 9 153a | πολλοὶ δὲ διδακταῖ ς : πολλοὶ δὲ ἠθέλησαν κλέος λαβεῖν διδαχθέντες καὶ μὴ ἐκ φύσεως ἔχοντες τὴν ἀρετήν. πολλοὶ δὲ διδακταῖ ς : πολλοὶ δὲ δόξαν ἑαυτοῖς ἠθέλησαν περιποιῆσαι ἀπὸ διδακτῶν ἀρετῶν καὶ ὥρμησαν καὶ ἔσπευσαν ἐπὶ τοῦτο προελθεῖν. |
| O 9 156a | ἄνευ δὲ θεο ῦ : ἕκαστον δέ, φησι, πρᾶγμα τὸ χωρὶς θεοῦ πρασσόμενον σιωπώμενον σοφώτερόν ἐστι· πᾶν γὰρ τὸ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν καὶ μηδενὸς λόγου ἀξιοῦν. οἷον σοφώτερόν ἐστι σιγᾶν ἐκεῖνα τὰ πράγματα τὰ μὴ μετειληχότα βουλῆς ἀθανάτου. |
| O 9 156c | οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας ὡς ὁ Ἐφάρμοστος, οὗτος καὶ ὑμνεῖσθαι καὶ λαλεῖσθαι ἄξιός ἐστιν. ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερο ν : τὸ ἄνευ θεοῦ γινόμενον οὐ σκαιότερόν, φησιν, ἀλλ’ ἐκ τῶν ἐναντίων βέλτιον, σιωπώμενον. |
| O 9 156e | οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας, οἷος ὁ Ἐφάρμοστος, ὑμνείσθω· ὁ δὲ παρὰ θεόν τι πράσσων, ὡς αὐτόθεν μηδὲ νικᾶν μέλλων, εὐλόγως ἂν καὶ οὐ σκαιῶς σιωπῷτο. BCEQ ἢ οὕτως· ἕκαστον δέ, φησι, πρᾶγμα τὸ θεοῦ χωρὶς πραττόμενον οὐ σκαιότερόν ἐστι σιωπώμενον, οἷον σοφώτερόν ἐστι· τὸ γὰρ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν. |
| O 9 156g [5] | ἀντὶ τοῦ καλόν ἐστι παρὰ βούλησιν θεοῦ τινα νικήσαντα μὴ ὑμνεῖσθαι. ἄλλως· ἀπὸ κοινοῦ τὸ κλέος, ἵν’ ᾖ· τὸ δὲ ἄνευ θεοῦ καὶ χωρὶς φύσεως θείας προσγινόμενον κλέος, τοῦτο σεσιγημένον καὶ μὴ θρυλλούμενον οὐκ ἔστι σκαιότερον οὐδὲ μέμψεως ἄξιον· ὡς τοῦ ἐναντίου μέμψιν ἔχοντος, τοῦ μὴ ἐπαινεῖν τοὺς φύσει ἀγαθούς· ὅπερ ἑαυτὸν λέγει ποιεῖν. |
| O 9 156i | δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ἕκαστον δὲ πρᾶγμα, ὃ μὴ κατὰ φύσιν ἐστὶ, τοῦτο σεσιωπημένον οὐκ ἔστι σκαιόν· ἐὰν γὰρ νόθον ὂν ἐμφανίζηται, τότε τὴν ἀδοξίαν προστρίβεται. ἄλλως· πᾶν δὲ πρᾶγμα παρὰ φύσιν γινόμενον οὐχ οὕτως ἐστὶ σιγηθὲν ἀηδὲς ὡς φαινόμενον· φανὲν γὰρ πλέον ἐρυθριάσει καὶ ὑβρισθήσεται. |
| O 9 156l [5] | θεὸν δὲ τὴν φύσιν φησιν. [ ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως τοῦ μελέτα:] διατί δὲ οὐκ ἔστι σκαιὸν τὸ μὴ θαυμάζειν τοὺς ἄνευ θεοῦ μοίρας τι πράσσοντας, ἑαυτοῖς δὲ ἐπιτρέποντας; ὅτι εἰσὶν αἱρετώτεραι καὶ προτιμότεραί τινες ἐπιτηδεύσεις ἐπιτηδεύσεων· οἷον αἱ προσφυεῖς ἑκάστῳ καὶ οὐκ ἐναντιούμεναι κατὰ γένεσιν καὶ φύσιν. |
| O 9 158a | BCEQ ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως μελέτ α : δεῖ ἕκαστον τὴν δεδομένην αὐτῷ ὁδὸν ἐκ θεῶν, ταύτην ἰέναι καὶ μὴ παραβιάζεσθαι. |
| O 9 158c | Ὅμηρος (Ν 730)· ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα, ἄλλῳ δ’ ἐν στήθεσσι τιθεῖ νόον. περαίτεραι δὲ ἀμείνονες. |
| O 9 158d | περασιμώτεραι. ἀνυσιμώτεραι. περαίτερα ι : εὐοδώτεραι. |
| O 9 158e | δι’ ὧν τις δύναται περαιῶσαί τι. οἷον εἰ μὴ πέφυκας πρὸς τὸ παγκράτιον, πάλην ἄσκει, ἢ ἄλλο τι πρὸς ὃ εὐφυῶς ἔχεις. |
| O 9 158f | οὐ γὰρ δεῖ σε ἑνὶ προσέχειν· ἡ γὰρ ἐπιμέλεια ἡμᾶς θρέψει. ὁ γὰρ ἑλόμενός τι ὥστε τηρῆσαι πάντων, ἐκεῖ εὐκλεὴς ἔσται. |
| O 9 159 | ὁδοὶ περαίτερα ι : πρακτικώτεραι, ἀνυστικώτεραι. μία δ ’ οὐχ ἅπαντας ἄμμε θρέψε ι : οὐ γὰρ ἡ μία μελέτη καὶ τὸ ἓν ἐπιτήδευμα πάντας ἡμᾶς δύναται τρέφειν. |
| O 9 160b | μελέτη δὲ ἄσκησις. ἐπιτήδευμα. 162 c B αἰπεινα ί : δυσέφικτοι. |
| O 9 161b | σοφίαι μὲν αἰπεινα ί : τουτέστιν ἐφ’ ὑψηλοῦ καὶ προβάσεως κεῖνται αἱ σοφίαι, ὥστε εἶναι τὴν ἐπ’ αὐτὰς ὁδὸν δυσχερῆ. ἢ οὕτως· ὑψηλόν ἐστι καὶ ἐν μετεώρῳ κείμενον τὸ ἀρετὴν ἔχειν. |
| O 9 161c | ὡς Ἡσίοδος (Op. 289)· τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. ἢ οὕτως· αἱ μὲν σοφίαι ὑψηλαί εἰσιν καὶ πόρρω καὶ δυσχερεῖς. |
| O 9 161d | 162 d B προσφέρων ἄεθλο ν : προσφέρων τῇ σοφίᾳ τὸν ἆθλον. |
| O 9 162b | ἢ πρὸς τοῦτον φέρων τὸν ἆθλον, αὐτὴν τὴν σοφίαν. τὸν ὕμνον δὲ λέγει, ἔπαθλον τοῦ νικηφόρου. τοῦτο δὲ προσφέρω ν : τὸ τῆς ἐμῆς σοφίας ἐπιτήδευμα. |
| O 9 162c [5] | 161B τοῦτο δὲ προσφέρων ἄεθλο ν : ἑαυτῷ ὁ Πίνδαρος παρακελεύεται καί φησιν· ὅμως δὲ τοῦτο 〈τὸ〉 ἀπὸ τῆς σοφίας ἆθλον προσφέρων καὶ ἐκπληρῶν, τὸν ὕμνον, μέγα καὶ ὑπερφυὲς ἀναβόησον μετὰ εὐθαρσίας· τί δὲ ἀναβόησον; τοῦτον δαιμονίᾳ (λείπει μοίρᾳ) γεγενῆσθαι δυνατὸν ἐν ταῖς χερσὶ καὶ παντὶ τῷ σώματι ἐπιδέξιον κατὰ πᾶν μέλος· ἵνα κοῦφος ᾖ καὶ εὔστροφος καὶ ὁ λεγόμενος ὑγρὸς παλαιστής· ὃς καὶ τῷ βλέμματι ἀλκὴν καὶ δύναμιν ἐμφαίνει. |
| O 9 163a | ὄρθιον ὤρουσα ι : ὀξὺ καὶ μέγα. Ὅμηρος (Λ 11)· ὄρθι’, Ἀχαιοῖσιν δὲ μέγα σθένος. λέγει δὲ πρὸς τὸν χορὸν περὶ τοῦ νενικηκότος· βόησον ἀνατεταμένον θαρσῶν ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ. |
| O 9 163c | ἢ πρὸς ἑαυτὸν λέγει ὅτι ὥρμησα ὀξέως. θαρσέω ν : θαρρῶν φώνησον ἀνατεινάμενος, ὦ θυμὲ, ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ. |
| O 9 163d | περὶ δὲ τοῦ νενικηκότος ὁ λόγος. δαιμονίᾳ γεγάμε ν : ἀντὶ τοῦ θείᾳ μοίρᾳ γεγονέναι. |
| O 9 165a | δεξιόγυιο ν : τὸν Ἐφάρμοστον λέγει· μετὰ γὰρ σῶμα ἔχει καὶ ὑγιῆ τὰ μέλη. ἐπιδέξιον κατὰ πᾶν μέλος καὶ βλέποντα ἀνδρικῶς. |
| O 9 165c | ὁρῶν τ ’ ἀλκά ν : βλέποντα ἀνδρικῶς. Αἰάντειο ν : τὸ ἑξῆς· Αἰάντειον βωμὸν ἔστεφε νικῶν ἐν δαιτὶ, τουτέστιν ἐν τῷ ἀγῶνι, τοῦ Ὀιλέως παιδός· ἀπὸ δὲ τοῦ ι τὸ ὄνομα εἶπεν· ὡς καὶ τὰ ἐν Ὀποῦντι Αἰάντεια νενικηκότος καὶ ἐστεφανωκότος τὸν Αἴαντος βωμόν. |
| O 9 166a [5] | ἄγεται δὲ ταῦτα τῷ Λοκρῷ Αἴαντι ἐν Ὀποῦντι. Αἰάντειόν τ ’ ἐν δαιτ ί : τὰ Αἰάντεια ἐν Ὀποῦντι ἄγεται· ἃ νικήσας ἐστεφάνωσε τὸν Αἰάντειον βωμὸν ἐν πανηγύρει. |
| O 9 167 [1] | ἐν δαιτὶ Ἰλιάδ α : ὅστις ἀνὴρ καὶ ἐν τῇ τοῦ Αἴαντος τοῦ Ὀιλέως παιδὸς πανηγύρει καὶ ἐν τῷ ἐπωνύμῳ αὐτοῦ ἀγῶνι νικήσας θυσίαις καὶ στέμμασι τὸν Αἰάντειον βωμὸν ἐκόσμησεν. Ἰλιάδα τοῦ Ὀιλέως παιδὸς, τοῦ Αἴαντος τοῦ Λοκροῦ. ἄνευ δὲ τοῦ ο εἴρηκε τὸν Ὀιλιάδην Ἰλιάδην εἰπών, ὥς πού φησι καὶ Ἡσίοδος (cfr. fr. 142). τέλος Ἐφαρμόστου. Scholia in Olympionicarum carmen X Ἀγησιδάμῳ Λοκρῷ Ἐπιζεφυρίῳ παιδὶ πύκτῃ. |
| O 10 metr (t) [30] | inscr. B Τοῦ ιʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ηʹ. τὸ αʹ Ἀσκληπιάδειον ἀντισπαστικὸν ἀκατάληκτον, τοῦ αʹ ἀντισπάστου ἀπὸ διβραχέος ἀρξαμένου. τὸ βʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἀρξάμενον ἀπὸ ἰαμβικῆς καὶ λῆγον εἰς ἴαμβον. τὸ γʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον· ὁ τρίτος δάκτυλος πανταχοῦ. τὸ δʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον διῃρημένου τοῦ αʹ ποδός. τὸ εʹ δακτυλικὸν πενθημιμερὲς, ἢ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον, ὅ ἐστι Φερεκράτειον παρὰ συλλαβήν. τὸ ζʹ ἐπιωνικὸν τρίμετρον καταληκτικόν. ἡ αʹ συζυγία ἰωνική· ἡ βʹ ἰαμβική· εἶτα τροχαῖος, οἰκεῖος τῇ ἰωνικῇ, 〈καὶ〉 συλλαβή. τὸ ηʹ Γλυκώνειον· ὅπερ ἔλυσεν ἐν τῷ πέφνε Κτέατον ἀμύμονα, ἐννεασύλλαβον. ἡ δὲ ἐπῳδὸς κώλων θʹ. τὸ αʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἡ πρώτη συζυγία ἰαμβική ἐστι τοῦ δευτέρου ποδὸς ἀναλυομένου· εἶτα χορίαμβος· εἶτα ποὺς ἁπλοῦς. τὸ βʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· αʹ τροχαῖος τοῦ αʹ ποδὸς λελυμένου· εἶτα ἰωνικὸς ἀπὸ μείζονος· εἶτα χορίαμβος. τὸ γʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον λελυμένον. τὸ δʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον ἀπὸ ἰαμβικῆς συζυγίας λελυμένης. τὸ εʹ ἰωνικὸν τετράμετρον καταληκτικὸν, τοῦ γʹ παίωνος ἀντὶ τοῦ ἀπ’ ἐλάσσονος κειμένου, 〈εἶτα βʹ ἰωνικῶν〉 καὶ τροχαίου καὶ συλλαβῆς. τὸ ϛʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἀπόδοσις· ὁ γὰρ εʹ πούς ἐστι .... τὸ ζʹ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος 〈καὶ χοριάμβου〉 καὶ ποδὸς ἡμίσεος. τὸ ηʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· ὁ βʹ ποὺς ἀνάπαιστος· ὁ δʹ τρίβραχυς. τὸ θʹ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς [συζυγίας]. 1 b BDEQ Ἀγησιδάμ ῳ : οὗτος ἐνίκησεν ἕκτην καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα. |
| O 10 inscr b | Ἔθνη Λοκρῶν εἰσι τρία· Ἐπιζεφύριοι πρὸς Ἰταλίᾳ· Ὀζόλαι πρὸς τῇ Αἰτωλίᾳ· Ἐπικνημίδιοι πρὸς τῇ Εὐβοίᾳ. ἐνίκησε δὲ οὗτος ἑβδομηκοστὴν τετάρτην Ὀλυμπιάδα. |
| O 10 inscr c | metr. B 1 g DEQ Τὸν Ὀλυμπιονίκα ν : ὁ λόγος πρὸς τὰς Μούσας, ἢ πρὸς τοὺς τοῦ χοροῦ. |
| O 10 1b [5] | Τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μο ι : ἔοικεν ὁ Πίνδαρος ἐκ πολλοῦ συνθέμενος γράφειν τὸν ἐπίνικον ὀλιγωρῆσαι τῆς γραφῆς, αὖθις δὲ ἀποδιδοὺς αὐτῷ σὺν τόκῳ ὥσπέρ τι χρέος παλαιὸν διαλύεσθαι προσθεὶς ἕτερόν τι ᾠδάριον τὸ ἑξῆς. ἀνάγνωτέ μο ι : ἀντὶ τοῦ ἀναγνωρίσατέ μοι. |
| O 10 1d | ἀναμνήσατέ με, ὦ Μοῦσαι, ἐν ᾧ χωρίῳ τῆς φρενός μου Ἀγησίδαμός ἐστιν. ὡς προδιατεθειμένος τὸν ἐπίνικον νῦν ἀναμνήσεως δεῖν αὐτῷ φησι. |
| O 10 1e | καὶ Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 540)· σὲ δ’ ἐν φρενὸς δέλτοισι τοὺς ἐμοὺς λόγους. 1 h B inscr. DEQ ἔστι δὲ τροπικῶς ταῦτα. |
| O 10 1g | τὸν Ὀλυμπιονίκα ν : ἀπὸ τῆς ἀρχῆς τοῦ προοιμίου ὁ Πίνδαρος δῆλός ἐστιν ὅτι πρὸ πολλοῦ μὲν ἠξίωτο γράψαι, ὑπερθέμενος δὲ νῦν ὡς ἐξ ὑπομνήσεως ἀποδοῦναι βούλεται τὸν ὕμνον. 4B ἀναγνωρίσατέ μοι καὶ εἰς μνήμην τὴν ἐμὴν ἀγάγετε τὸν Ὀλυμπιονίκην τὸν τοῦ Ἀρχεστράτου υἱὸν, καὶ εἴπατε ἐν ποίῳ μέρει μου τῆς διανοίας κεχάρακται. |
| O 10 1h [5] | χρεωστῶν γὰρ αὐτῷ ὕμνον γλυκὺν, ὦ Μοῦσαι, ἐπελαθόμην μέχρι τοῦ παρόντος. 1 g B 2Q τρία μέρη φασὶν εἶναι τῆς φρενὸς, λογιστικὸν, μνημονευτικὸν καὶ φανταστικὸν, καὶ τὸ μὲν λογιστικόν ἐστιν ἐν τῷ ἐγκεφάλῳ, τὸ δὲ φανταστικὸν ἐν τῷ μετώπῳ, τὸ δὲ μνημονευτικὸν μέσον τῶν δύο. |
| O 10 1i [10] | ἔχουσι δὲ ἀμφότερα, τό τε λογιστικὸν καὶ φανταστικὸν, ὥς τι ταμεῖον τὸ μνημονευτικὸν, καὶ ἐναποτιθεῖσιν ἐν αὐτῷ ἅπερ ἐκεῖνο μὲν φαντάζεται, ἐκεῖνο δὲ, ἤγουν τὸ λογιστικὸν, λογίζεται. ἐκ δὲ τούτου, ἤγουν τοῦ μνημονευτικοῦ, ἔχομεν μνημονεύειν ἅπερ ἀνέγνωμεν καὶ ἅπερ ἐθεασάμεθα. διά τοι τοῦτο καὶ ὁ Πίνδαρος εἶπεν· ἀναγνωρίσατέ μοι, ὦ Μοῖσαι, ἐν ποίῳ μέρει τῆς φρενὸς γέγραπται, ἤγουν κεχάρακται, ὁ παῖς τοῦ Ἀρχεστράτου, ἤγουν ὁ Ἀγησίδαμος. 4 b Q πόθι φρενό ς : ἐν ποίῳ μέρει τῆς ἐμῆς ψυχῆς ἀπόκειται. |
| O 10 2b | διὰ τὸ μῆκος τοῦ χρόνου. γράφεται δὲ καὶ ἐγγέγραπται, οἱονεὶ ἐγκεχάρακται. |
| O 10 4a [5] | ὦ Μοῖ ς’ , ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διό ς : σὺ τοίνυν, ὦ Μοῦσα, καὶ σὺ, τοῦ Διὸς θυγάτηρ Ἀλήθεια, ταῖς ἴσαις καὶ δικαίαις χερσὶν ἀποκωλύσατε καὶ ἀπείρξατε ἀπ’ ἐμοῦ τὴν ἐπίπληξιν καὶ τὴν ἐπιτίμησιν ἣν ἄν τις εἰς ἐμὲ ποιήσαιτο ὡς εἰς τὸν ξένον μου καὶ φίλον ἡμαρτηκότα, ὅτι ἐψευσάμην καὶ ἐβράδυνα πληρῶσαι τὸν ὕμνον. 9 h C 1 i Q ἀλιτόξενο ν : διαμαρτάνουσαν εἰς τοὺς ξένους, ὅτι ξένου αὐτῷ ὄντος τοῦ Ἀρχεστράτου ψευσάμενος ἤλιτεν εἰς αὐτόν[, ὅ ἐστιν ἥμαρτεν]. |
| O 10 6a | Ἀλάθει α : τὴν Ἀλήθειαν Διός φησι θυγατέρα εἶναι, ἐπεὶ τούτῳ πρέπει τὸ ἀληθεύειν· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον (Α 526). ὁ δὲ λόγος· ἀλλὰ σὺ, ὦ Μοῦσα, καὶ Ἀλήθεια τὴν τῶν ψευδῶν ἐπίπληξιν ἐρύκετε. |
| O 10 8a | ἀλιτόξενο ν : τὴν τοὺς ξένους βλάπτουσαν. ὅτι καὶ οὗτος εἰς Ἀρχέστρατον ξένον ὄντα ἤλιτεν. |
| O 10 9a | ἐπελθώ ν : ὁ ἐκ πολλοῦ διαστήματος ἐλθών. ὁ γὰρ ἐκ πολλοῦ χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχύνει. |
| O 10 9c | πολὺς γὰρ ὁ μεταξὺ χρόνος ἐγένετο καὶ ἦλθεν οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν, 〈ἡνίκα〉 ἀναμνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν. ἕκαθε γὰρ ἐπελθὼν ὁ μέλλων χρόνο ς : ὁ προσδοκώμενος μετὰ τὴν ὑπόσχεσιν ἔσεσθαι, καθ’ ὃν ἀποδίδωσι τὸν ἐπινίκιον. |
| O 10 9e | ὁ μελλητικός. ὁ γὰρ ἐκ πολλοῦ διαστήματος χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχυνεῖ· οἷον βαθὺ αὐτὸ καὶ πολὺ ποιήσει χρέος καὶ αὐξηθησόμενον τόκοις. |
| O 10 9f | 10C ἕκαθε γά ρ : ἀφ’ οὗπερ ὑπεσχόμην, πρὸς τοῦτο ἕκαθε. |
| O 10 9g [5] | 9 i EQ ὁ γὰρ ἐπιγενόμενος χρόνος μετὰ τὴν ὑπόσχεσιν πολὺς ὢν καταισχύνει τὸ ὄφλημα· διὰ δὲ τούτου σημαίνει ὅτι πολὺς ὁ διὰ μέσου χρόνος διελήλυθεν, εἴπερ ὁ μέλλων χρόνος οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν ἐλήλυθεν, ἡνίκα μνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν. |
| O 10 9h | 13EQ 9 d C ὁ δὲ νοῦς· οὐ γὰρ ὡρισμένως οὐδὲ καθὼς ὑπεσχόμην, ἀλλὰ πόρρω τῆς προθεσμίας ὁ τότε ὡρισμένος καὶ τότε μέλλων [προσδοκώμενος] χρόνος αἰσχύνης ἀξίαν μηνύει μου τὴν ὑπόσχεσιν καὶ ὀφειλὴν βραδύνας. |
| O 10 9i | 9 h EQ βαθὺ χρέο ς : μέγιστον ὄφλημα τὸν ὕμνον λέγει. |
| O 10 11 [5] | ὅμως δέ γε λῦσαι δυνατό ς : ὅμως ἠρεθισμένην τὴν τῶν θνητῶν ἐπιμομφὴν δυνατὸς ὁ τόκος ἐστὶ λῦσαι. ὀξεῖαν γὰρ τὴν ἠρεθισμένην ἢ τὴν εὐεπίφορον· ὁ δὲ ὀφείλων ἐπιδιδοὺς τόκον ἄμεμπτος γίνεται· φιλοκερδεῖς γὰρ οἱ ἄνθρωποι. νῦν ψᾶφο ν : ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον δὲ ἔξωθεν τούτῳ. |
| O 10 13a [5] | ἰδίωμα δέ ἐστι Πινδάρου οὕτως ἐλλείπειν τὸ ὥς. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον ἐπ’ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην καὶ ἐπιφερομένην μοι μέμψιν ἐκκλύσω καθάπερ ψῆφον. ῥεῦμα οὖν λέγει τῶν ὕμνων τὸ πνεῦμα. |
| O 10 13c | νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσει ῥέο ν : ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον δὲ ἔξωθεν τοιοῦτόν τι· ἴδωμεν, θεωρήσωμεν μήποτε κῦμα τὴν ψῆφον δινουμένην ἐπιρρέον κατακλύσῃ. τινὲς δὲ πρὸς τὸ κατὰ τὸν ὕμνον νοούμενον πνεῦμα. |
| O 10 13e [5] | παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον παρ’ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην μέμψιν ἐκκλύσω ὡς ψῆφον. ἢ οὕτω· νῦν τὴν τῶν ἀνδρῶν μομφὴν ὥσπερ ψῆφον δινουμένην κατακλύσει τὸ τῶν ὕμνων ῥεῦμα ὡς κῦμα. |
| O 10 13f | 15Q ἄλλως· νῦν ψᾶφον ἑλισσομένα ν : νῦν [ψᾶφον] τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν κατακλύσει ὁ ὕμνος ὡς ψῆφον κῦμα, ὅταν τὸν κοινὸν λόγον, τουτέστι τὸ ποίημα, πρὸς χάριν ἀποτίσωμεν. |
| O 10 13h | προσυπακουστέον δὲ τὸ ὥς, ἵν’ ᾖ· ὡς ψῆφον ἑλισσομένην, οὕτω τὸ κῦμα κατακλύσει αὐτήν. ἢ οὕτως· ὥσπερ τὸ κῦμα τὴν ψῆφον ἐπιρρέον κατακλύζει, οὕτω καὶ τὸν ἐπίνικον ἀποδώσομεν. |
| O 10 13k | ἢ οὕτως· λείπει τὸ ἴδωμεν ἢ θεωρήσωμεν. νῦν σκοπήσωμεν ὅπως τὸ ἡμέτερον κῦμα ῥέον, τουτέστιν ἡ ἡμετέρα ποίησις, κατακλύσει τὴν ἑλισσομένην ψῆφον, τουτέστι τὴν καθ’ ἡμῶν ἑλισσομένην λοιδορίαν. |
| O 10 13m [5] | ἄλλως· νῦν οὖν σκοπήσωμεν ὅπως καθάπερ [λοιδορίαν] ψῆφόν τινα κυλιομένην τὸ τῆς θαλάσσης κῦμα περικλύζει καὶ ἵστησιν, οὕτω στήσωμεν τὸν παρὰ τῶν πολλῶν ψόγον, καὶ σκοπήσωμεν ὅπως τὸν κοινὸν τοῦ παντὸς γένους καὶ πάσης τῆς πόλεως ἔπαινον προσφιλῶς καὶ κεχαρισμένως ἀποτίσωμεν καὶ ἀποδώσομεν. 17 h Q ἑλισσομένα ν : κυλιομένην. |
| O 10 14a | ὅπα κῦμα κατακλύσε ι : τινὲς τὸ ὅπα ἀντὶ τοῦ ὥς νῦν παραλαμβάνουσιν. ὅπα κῦμ α : οἱ μὲν ὅπου, οἱ δὲ ὅπως. |
| O 10 15a | κοινὸν λόγο ν : Ἀρίσταρχος κοινὸν λόγον τὸν ὕμνον, οὗ πολλοὶ ἐπιθυμοῦσι· πολύκοινος γὰρ καὶ εὐεπίφορός ἐστιν εἰς τὸ λέγειν. κοινὸν λόγο ν : ἕτεροι μὲν τὸν περὶ τῶν πολλῶν λόγον· οἱ δὲ τὸν ὕμνον ἤκουσαν, ἤτοι ὅτι πλείονες αὐτοῦ μεθέξουσιν [οἱ νικηφόροι], ἢ ὅτι διὰ πολλῶν ἔσται στομάτων. |
| O 10 15c | ὅπα τε κοινὸν λόγο ν : ὅπως τὸν ὕμνον ἀποτίσωμεν προσφιλῶς τε καὶ κεχαρισμένως τῷ ἐγκωμιαζομένῳ. 17 h B φίλαν ἐς χάρι ν : εἰς χάριν, φησὶ, τοῦ νενικηκότος· ἵν’ ᾖ δῆλον ὅτι καθαρεῖ καὶ ἀποτρίψει τὸ ὄφλημα. |
| O 10 16 | 20Q a 19Q b νέμει γὰρ ἁ τραχεῖα πόλι ς : ἀντὶ τοῦ εὐνομεῖται· διὸ δεῖ χαρίζεσθαί με τὸν ὕμνον. |
| O 10 17b [5] | ἢ νέμει, οἱονεὶ νομὴν καὶ λαβὴν δίδωσιν ἡ πόλις πρὸς τὸ ἐγκωμιάζειν· διό φησι· μέλει τέ σφισι Καλλιόπα, τουτέστιν ἐν μουσικῇ καὶ πολέμῳ διαφέρουσιν. ἢ οὕτως· ἡ ἀτρέκεια νέμει τὴν πόλιν τῶν Λοκρῶν, ἀντὶ τοῦ ἐπαληθεύει ἡ τῶν Λοκρῶν πόλις· διὸ καὶ ἐμοὶ φυλακτέον ἐστὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν γράφοντι τὸν ἐπίνικον καὶ ἀποδιδόντι Ἀγησιδάμῳ. |
| O 10 17c | ὁ δὲ Δίδυμός φησιν ἔχειν λόγον καὶ τὴν ἑτέραν γραφήν· νέμει γὰρ ἁ τραχεῖα πόλις Λοκρῶν, ἐπεὶ περὶ χάριτός ἐστιν ὁ λόγος· ἀπονέμει ἡ τραχεῖα πόλις τὴν χάριν, τουτέστιν οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν πόλις πρὸς ἐγκώμια· διό φησιν· μέλει τέ σφι Καλλιόπα. νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶ ν : ἀντὶ τοῦ νέμεται καὶ ἔστιν ἐν τῇ ἀληθείᾳ, τουτέστι καὶ μεθ’ ἑαυτῆς ἔχει τὴν ἀλήθειαν ἡ τῶν Λοκρῶν πόλις. |
| O 10 17d | οὐ δεῖ οὖν, φησιν, οὐδ’ ἐμὲ ψεύδεσθαι. 17 i B BCEQ νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶ ν , τουτέστιν ἀληθεύει ἡ τῶν Λοκρῶν πόλις. |
| O 10 17e | διὸ καὶ ἐμοὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν φυλακτέον. ἐπεὶ γὰρ περὶ χάριτός ἐστιν ὁ λόγος, φησίν· ὅπα τε κοινὸν λόγον τίσομεν ἐς χάριν· ἀπονέμει γὰρ ἡ τραχεῖα πόλις. |
| O 10 17g | τινὲς οὕτως· οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν πόλις. 16Q b νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶ ν : ἀντὶ τοῦ ἔχει νομὴν καὶ δίδωσι λαβὰς ἡ πόλις τῶν Λοκρῶν πρὸς ἐγκώμια· διὸ ἐπήνεγκε· μέλει τέ σφι Καλλιόπα καὶ χάλκεος Ἄρης. |
| O 10 17h [5] | καὶ γὰρ καὶ ἐν τῇ μουσικῇ διαφέρουσι κἀν τοῖς κατὰ πόλεμον· διὸ ἀφορμὰς δίδωσι τοῖς βουλομένοις. 17 d B τραχεῖα δὲ εἰκότως ἂν λέγοιτο, λοφώδης οὖσα καὶ ἐπιθαλασσίδιος. |
| O 10 17i [10] | αὐτὸς γάρ φησιν (fr. 200)· οἵ τ’ ἀργίλοφον πὰρ Ζεφυρίου κολώναν. καὶ ὃ βούλεται λέγειν, ἔστι τοιοῦτον· καίπερ τραχεῖα οὖσα εὐνομεῖται. διὰ τί δέ, φηBCEQ σὶν Ἀριστοτέλης (fr. 548)· ἐπειδὴ γὰρ ἐχρῶντο τῷ θεῷ πῶς ἂν πολλῆς ταραχῆς ἀπαλλαγεῖεν, ἐξέπεσεν αὐτοῖς χρησμὸς ἑαυτοῖς νόμους τίθεσθαι. ὅτε καί τις ποιμὴν, ᾧ ὄνομα Ζάλευκος, πολλοὺς νόμους δυνηθεὶς εἰσενεγκεῖν τοῖς πολίταις δοκίμους, γνωσθείς τε καὶ ἐρωτηθεὶς πόθεν εὕροι, ἔφησεν ἐνύπνιον αὐτῷ τὴν Ἀθηνᾶν παρίστασθαι· διὸ αὐτός τε ἠλευθέρωται καὶ νομοθέτης κατέστη. οὐκ ἀπὸ σκοποῦ δὲ μουσικοὺς εἶπε τοὺς Λοκρούς· Λοκριστὶ γάρ τις ἁρμονία ἐστὶν, ἣν ἀσκῆσαί φασι Ξενόκριτον τὸν Λοκρόν. |
| O 10 17k | 17 d Q Ζεφυρίω ν : τῶν Ἐπιζεφυρίων. |
| O 10 18a [10] | τρισσά εἰσιν 〈ἐν〉 Ἑλλάδι ἔθνη τῶν Λοκρῶν· Ἐπικνημίδιοι καὶ Ὀζόλαι 〈καὶ Ἐπιζεφύριοι〉· Ἐπικνημίδιοι μὲν οἱ μετὰ τοῦ Ὀιλέως Αἴαντος εἰς Ἴλιον παραγενόμενοι· οἳ τὸ ὄνομα παρ’ οὓς αἱ κνημῖδες τοῦ Ὀιλέως Αἴαντος ὅπου κεῖνται. Ὀζόλαι δὲ ὑπέρκεινται καὶ αὐτοὶ ...... ἀπὸ τῶν φυγόντων Κενταύρων ἐκλήθησαν Ὀζόλαι. τρίτον δὲ Ἐπιζεφύριοι Ἰταλοὶ μίαν πόλιν καὶ οὐκ ἐθνηδὸν οἰκοῦντες· ἀπὸ δὲ ἄκρας ὑπερκειμένης Ἐπιζεφυρίας ἐκλήθησαν Ἐπιζεφύριοι· ὧν εἷς ἐστιν ὁ νενικηκώς. μέλει τέ σφι Καλλιόπ α : οὐκ ἀπὸ σκοποῦ τούτους εἶπε τοὺς Λοκροὺς μουσικοὺς, ἀλλ’ ὅτι ἔστι τις ἁρμονία Λοκριστὶ προσαγορευομένη, ἣν ξυναρμόσαι φασὶ Ξενόκριτον τὸν Λοκρόν. |
| O 10 18b [5] | Καλλίμαχος (fr. 541)· ὃς Ἰταλὴν ἐφράσατ’ ἁρμονίην. Κυκνέα μάχ η : ὅτι τὸν Ἄρεος Κύκνον Ἡρακλῆς φυγὼν αὖτις ἀνεῖλε, Στησίχορος (fr. |
| O 10 19a [5] | 12) ἐν τῷ ἐπιγραφομένῳ Κύκνῳ φησίν. διὰ τὸν Ἀγησίδαμον δὲ εἰκότως ἡ ἱστορία· οὗτος γὰρ καταλύειν ἤδη προῃρημένος ὑπὸ τοῦ ἀλείπτου ἀνερρώσθη παραθήξαντος αὐτόν. τράπε δὲ Κυκνέα μάχ α : ἐτράπη δὲ καὶ ὑπεχώρησεν ἐν τῇ πρὸς τὸν Κύκνον μάχῃ ὁ μέγιστος Ἡρακλῆς, παρορμήσαντος Ἄρεος τὸν Κύκνον. |
| O 10 19b [10] | ἐμαχέσατο δὲ Ἡρακλῆς ὅτι κακόξενος ἦν Κύκνος καὶ ἐν παρόδῳ τῆς Θεσσαλίας οἰκῶν ἀπεκαρατόμει τοὺς παριόντας ναὸν τῷ Ἀπόλλωνι βουλόμενος ἐκ τῶν κεφαλῶν οἰκοδομῆσαι, καὶ αὐτῷ παριόντι ἐπιβουλεῦσαι ἠθέλησε. συστάσης οὖν αὐτοῖς μάχης ἐφυγάδευσεν Ἡρακλῆς, συμβαλλομένου Ἄρεος τῷ παιδὶ Κύκνῳ. ἀλλ’ ὕστερον Ἡρακλῆς καὶ τοῦτον ἀπέκτεινε. Στησίχορος (fr. 12) ἐν 〈τῷ〉 ἐπιγραφομένῳ Κύκνῳ ἱστορεῖ. τοιγάρτοι διὰ τὸ καὶ τὸν Ἀγησίδαμον ἀπολήγοντα ἤδη ὑπὸ Ἰολάου ἀλείπτου ἀνερρῶσθαι εἰκότως ταῦτα ἐπηγάγετο. |
| O 10 19d | ἐχέτω οὖν, φησι, τῷ Ἴλᾳ Ἀγησίδαμος χάριν, ὡς Ἀχιλλεῖ Πάτροκλος παρορμήσαντι εἰς τὸν πρὸς τοὺς βαρβάρους πόλεμον. 21Q [ ὑπέρβιον Ἡρακλέ α:] ὡς Ἡρακλέα τραπέντα ἀνέρρωσεν ἡ Ἀθηνᾶ, οὕτως καὶ τὸν Ἀγησίδαμον ὁ Ἰόλαος. |
| O 10 20 | 13 g Q Ἰολάῳ φερέτω χάρι ν : ἐτράπη μὲν ἐν τῇ μάχῃ τοῦ Κύκνου ὁ Ἡρακλῆς. |
| O 10 21a [10] | ὁ Κύκνος υἱὸς ὢν τοῦ Ἄρεος ἐν τῇ παρόδῳ τῆς Θεσσαλίας οἰκῶν τοὺς παριόντας ξένους ἐκαρατόμει, ἐκ τῶν κεφαλῶν ναὸν τῷ Ἀπόλλωνι ποιῆσαι βουλόμενος. παριόντι τοίνυν τῷ Ἡρακλεῖ ἐπεβούλευσε, καὶ συστάσης μάχης ἐτράπη εἰς φυγὴν ὁ Ἡρακλῆς συλλαβομένου τοῦ Ἄρεος ὡς παιδὶ τῷ Κύκνῳ. ἀλλὰ ὕστερον αὐτὸν μόνον γενόμενον ἐνίκησεν ὁ Ἡρακλῆς. ἔοικε δὲ ὁ Ἀγησίδαμος ἡττῆσθαι πρῶτον, εἶτα ὕστερον ὑπὸ Ἰολάου παροξυνθεὶς νενικηκέναι. τῷ Ἰολάῳ, φησὶν οὖν, χάριν ἐχέτω ὁ Ἀγησίδαμος ὥσπερ Ἀχιλλεῖ Πάτροκλος. 24 Ἰόλᾳ φερέτω χάρι ν : οὕτω, φησὶ, τῷ Ἰόλᾳ χάριν ἐχέτω ὁ Ἀγησίδαμος ὁ πύκτης, ὥσπερ Πάτροκλος τῷ Ἀχιλλεῖ. |
| O 10 21b | τοῖς γὰρ ὅπλοις ἠρίστευσε τοῖς ἐκείνου. ὡς Ἀχιλεῖ Πάτροκλο ς : ὁ γὰρ Ἀχιλλεὺς τοῖς ἰδίοις ὅπλοις κοσμήσας Πάτροκλον καὶ παραθαρρύνας ἔπεμψεν εἰς τὸν πόλεμον. |
| O 10 22 | 26 φύν τ ’ ἀρετ ᾷ : τὸν φύντα πρὸς ἀρετὴν σὺν θεοῦ παλάμῃ παροξύνας τις πρὸς μέγα κλέος ὁρμῆσαι ποιήσειεν. |
| O 10 23b | τὸ δὲ παλάμῃ ἀντὶ τοῦ γνώμῃ καὶ βουλῇ καὶ ἐπινοίᾳ. πελώριο ν : τὰ βʹ μία ἐστὶ περίοδος ιζʹ συλλαβῶν. |
| O 10 24 | 22 ἄπονον δ ’ ἔλαβο ν : ὡς μετὰ πόνου αὐτοῦ λαβόντος τὴν νίκην. |
| O 10 26a | οἱ δὲ χωρὶς πόνου νικῶντες ἄδοξοι. ὀλίγοι τινές εἰσιν οἳ χαρὰν ἐκτήσαντο χωρὶς πόνων. |
| O 10 26c | τὸ ὀλίγοι ἀντὶ τοῦ οὐδείς (Ε 800)· ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. ἄπονον δ ’ ἔλαβον χάρμα παῦροί τινε ς : οὗτος μὲν οὖν, φησι, μετὰ πόνου ἔλαβε τὴν νίκην· ὀλίγοι δέ εἰσιν οἱ χωρὶς πόνου νικήσαντες. |
| O 10 26e | ἢ οὕτως· οὐδένες χωρὶς πόνου χαράν τινος ἔσχον ἔργου. οὐδένες πρὶν ἐνεργῆσαι νικῶσί τι. |
| O 10 26f | ἡ δὲ νίκη τῷ βίῳ αὐτῶν ἐστι φάος. βιότῳ φάο ς · [ τὸ φάο ς ] τὸ χάρμα τὸ ἀπὸ τῆς νίκης ἁπάντων τῶν ἔργων τοῦ βίου φάος εἴρηκε ν . |
| O 10 28a | ἐξαίρετο ν : προτρέπουσί με ἀεῖσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τῶν Ὀλυμπίων. δηλονότι δικαίως ᾄδεται. |
| O 10 28c | ἀγῶνα δ ’ ἐξαίρετον ἀεῖσα ι : ἐμὲ δὲ παρώρμησαν αἱ τοῦ Διὸς θέμιδες ὑμνῆσαι τοῦτον τὸν ἀγῶνα. θέμιδες δὲ Διὸς ὁ κατὰ θεσμὸν τῆς πενταετηρίδος πληρωθεὶς χρόνος. |
| O 10 28e | ἢ οὕτως· ἐμὲ προτρέπουσιν αἱ [Διὸς] θέμιδες ᾆσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ. ἄλλως· τὸ ἑξῆς· ἀγῶνα θέμιτες [δὲ] Διὸς ὦρσαν, ἐπεὶ μετὰ δικαιοσύνης ἀγωνίζονται. |
| O 10 28g | ἀντὶ τοῦ θέμιδες. Δωρικὴ δὲ ἡ κλίσις. Ὅμηρος (Ο 87)· Θέμιστι δὲ καλλιπαρῄῳ. ὃν ἀρχαίῳ σάματ ι : τὸ αὐτό ἐστι τό τε μνῆμα τὸ τοῦ Πέλοπος καὶ ὁ βωμός. |
| O 10 29a | οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ Βωμός. ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος βωμ ῷ : τὸ μνῆμα τοῦ Πέλοπος τὸ αὐτὸ τῷ βωμῷ. |
| O 10 29b | οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ βωμὸς, ἀλλ’ ἓν καὶ τὸ αὐτὸ χωρίον ἐστὶ σῆμα καὶ βωμός. ἑξάριθμον δὲ, ἐπεὶ τῶν ιβʹ θεῶν ἓξ βωμοὺς κατεσκεύασεν. |
| O 10 29d [5] | ὅντινα ἀγῶνα πλησίον τοῦ ἀρχαίου σήματος καὶ τάφου ἓξ βωμῶν ἀριθμὸν ἔχοντα [ἕκτον βωμὸν] ἱδρύσατο καὶ κατεστήσατο Ἡρακλῆς, ἡνίκα τοὺς τοῦ Ποσειδῶνος ἀνεῖλε παῖδας Κτέατον καὶ Εὔρυτον, ἵνα δυνηθῇ τῆς ὑπηρεσίας μισθὸν κομίσασθαι παρὰ τοῦ Αὐγέου πλεῖστον ὄντα, καὶ παρὰ ἄκοντος αὐτὸς ἑκών. 34 e B βωμῶν ἑξάριθμο ν : ἐν τοῖς ἓξ βωμοῖς δώδεκα 〈θεοῖσ〉 Ἡρακλῆς ἔθυεν· περὶ ὧν εἴπαμεν. |
| O 10 31b | ἓξ γὰρ βωμοὺς ἔκτισεν Ἡρακλῆς ἡνίκα τοὺς Ποσειδῶνος παῖδας ἐφόνευσε Κτέατον καὶ Εὔρυτον. τῷ γὰρ δοκεῖν ἦσαν Ἄκτορος καὶ Μολιόνης. |
| O 10 32 [5] | [ ἐκτίσσα τ ’ ἐπεὶ Ποσειδάνιο ν:] Κτέατος καὶ Εὔρυτος ἀδελφοὶ, τῷ μὲν λόγῳ Ἄκτορος καὶ Μολιόνης, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος καὶ Μολιόνης. οὗτοι συνεστρατεύσαντο Αὐγείᾳ, καὶ ἐπειδὴ εἰς τὸν μισθὸν τῆς ἐκχύσεως τῆς ὄνθου ἠδικεῖτο Ἡρακλῆς, ἀποκαθάρας μὲν τὴν κόπρον, ἀποστερούμενος δὲ τοῦ συμφωνηθέντος μισθοῦ, τούτους λοχήσας ἐν Κλεωναῖς τοῦ Ἄργους ὁ Ἡρακλῆς προανεῖλεν, ἵν’ εὐαλώτερος αὐτῷ μονωθεὶς ὁ Αὐγείας γένηται. ἦν δὲ ὁ μισθὸς ἡ δεκάτη τῶν βοῶν. 34 e CE Κτέατο ν : καὶ γὰρ Κτέατον καὶ Εὔρυτον τοὺς Ποσειδῶνος παῖδας καὶ Μολιόνης περὶ Κλεωνὰς ἐνεδρεύσας πορευομένους περὶ τὸν Ἰσθμὸν ἀνεῖλεν. |
| O 10 33 [5] | ἀπέκτεινε δὲ τοὺς Μολιονίδας καὶ Ἡρακλῆς ὅπως εἰσπράξαιτο τοῦ Αὐγέου μισθόν. λάτριο ν : τὸν ἐν τῇ λατρείᾳ γενόμενον. |
| O 10 34a | ἐλάτρευσε γὰρ τῷ Αὐγέᾳ ἐκβαλὼν τὴν ἐν τῇ αὐλῇ κόπρον. ὡς Αὐγέαν λάτριον ἀέκον θ ’ ἑκὼν μισθὸν ὑπέρβιον πράσσοιτ ο : τὸ ὥς ἀντὶ τοῦ ἵνα. |
| O 10 34c | ἀνεῖλεν οὖν τοὺς Μολιονίδας ὁ Ἡρακλῆς ἵν’ εἰσπράξηται τὸν Αὐγείαν. λάτριον δὲ μισθὸν τὸν ἀντὶ τῆς λατρείας καὶ ὑπηρεσίας. |
| O 10 34d | 36 c BCE ὡς Αὐγέαν λάτριο ν : ἐλάτρευσε γὰρ αὐτῷ ὁ Ἡρακλῆς ἐκφορήσας τὴν ἐν τῇ αὐλῇ κόπρον. |
| O 10 34f | ὑπέρβιον δὲ τὸν πολύν. ὅτι ἐν τῷ πρὸς Αὐγέαν πολέμῳ Ἡρακλῆς ὑπὸ τῶν Μολιονιδῶν ἁλοὺς ἔφυγε, διὸ μηνίσας αὐτοῖς τὸν περὶ Κλεωνὰς συνεστήσατο λόχον, φησὶ Μνασέας ὁ Παταρεύς. |
| O 10 34g | 32B a 34 b CE a 42E b Q b ὡς Αὐγέα ν : τὸ ὥς ἀντὶ τοῦ ὅπως. |
| O 10 36a | λόχμαισι δὲ δοκεύσα ς : ὅτε Αὐγέᾳ ἐπολέμει Ἡρακλῆς διὰ τὸν μισθὸν τῆς κόπρου, εἶχε πολλοὺς συμμάχους Τιρυνθίους, οὓς οἱ Μολιονίδαι ἐφόνευσαν βοηθοῦντες Αὐγέᾳ. λόχμαισ ι : δασέσι τόποις. |
| O 10 36b [5] | 42 λόχμαισι δὲ δοκεύσα ς : ἐπιτηρήσας γὰρ αὐτοὺς ἐν τοῖς συνδένδροις τόποις τῶν Κλεωνῶν ἀνεῖλεν ὁ Ἡρακλῆς ἐνεδρεύσας καὶ λοχήσας, διότι πρῴην ποτὲ τὸ στράτευμα αὐτοῦ τὸ ἐκ τῶν Ἀργείων ἐν τῇ πόλει τῶν Ἠλείων καθεζόμενον ἐπολέμησαν αὐτοὶ ὑπερήφανοι τῆς Μολιόνης οὗτοι. |
| O 10 37a | ὑπὸ Κλεωνᾶν δάμασ ε : Δωρικῶς· ὑπὸ Κλεωνῶν. ὄνομα πόλεως Ἀργολικῆς. |
| O 10 37c | τινὲς δὲ δῆμον Λακωνικόν. ἐδάμασε δὲ Εὔρυτον καὶ Κτέατον, ἤτοι ἀπέκτεινεν αὐτούς. |
| O 10 37e | ἐφόδῳ ἀντὶ τοῦ λόχῳ (Hom. Α 151)· ἢ ὁδὸν ἐλθέμεν, ἀντὶ τοῦ ἐνέδραν ἐλθεῖν. ἀπέκτεινε δὲ αὐτοὺς πορευομένους ἐπὶ τὸν Ἰσθμικὸν ἀγῶνα. |
| O 10 37f | 38 b C τὸ δὲ ὅτι πρόσθε ποτέ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ γεγενημένου ὁ Πίνδαρός φησιν. |
| O 10 37g | 39 a C ἐ φ ’ ὁδ ῷ : διχῶς, ἐφ’ ὁδῷ, ἢ ὑφὲν ἀντὶ τοῦ ἐφόδῳ, τῇ ἐνέδρᾳ. |
| O 10 38b | ἐφόδ ῳ : ἤτοι ἐνέδρᾳ. 37 g ὅτι πρόσθε ποτὲ Τιρύνθιο ν : τουτέστιν ὅτι πολλοὺς συστρατεύσαντας αὐτῷ ἀπέκτειναν. |
| O 10 39a | οἱ δὲ ἀποθανόντες ἐν τῇ μάχῃ Τελαμὼν, Χαλκώδων καὶ Ἰφικλῆς ὁ πρεσβύτατος αὐτοῦ ἀδελφός. Τιρύνθιον Ἀργεῖον· Τίρυνς γὰρ πόλις Ἄργους. |
| O 10 39b | 34 g B b E b Q b Τελαμών· Χαλκώδων· Ἴφικλος, ἀδελφὸς αὐτοῦ. |
| O 10 42a | καὶ μὰν ξεναπάτας βασιλεὺς Ἐπειῶ ν : ξεναπάτην αὐτόν φησι διὰ τὴν τοῦ μισθοῦ ἀγνωμοσύνην. ἀλλὰ μὴν καὶ ὁ περὶ τοὺς φίλους ἀπατηλὸς Αὐγέας, ὁ τῶν Ἠλείων βασιλεὺς, ἐθεάσατο οὐ πολὺ ὕστερον τὴν ἑαυτοῦ πατρίδα εἰς πλῆθος κακῶν ἐμβαλλομένην τοῦτο μὲν πυρὶ, τοῦτο δὲ σιδήρῳ, καὶ εἰς ῥεῦμα ἄτης ἐγκαθίσασαν. |
| O 10 42b | 46 f C ξειναπάτα ς : οὐ μετ’ οὐ πολὺ τῆς ἰδίας ἀπάτης καὶ ἀδικίας. |
| O 10 43b | ἄλλως· οὐ μετ’ οὐ πολὺν χρόνον Αὐγείας εἶδεν ἁλισκομένην τὴν πατρίδα. ὑπὸ στερεῷ πυρ ί : διὰ τὸ κατασκάπτεσθαι τὴν πορθουμένην πόλιν [καὶ καίεσθαι]. |
| O 10 45b | πλαγαῖς τε σιδήρο υ : διὰ τὸ κατασκάπτεσθαι ὑπὸ τῶν σκαφέων. βαθὺν εἰς ὀχετό ν : καθεζομένην εἰς τὸν βαθὺν ὀχετὸν τῆς ἄτης τῆς ἑαυτοῦ. |
| O 10 46b | ἄλλως· εἰς βάθος κακῶν. βαθὺν ἐς ὀχετὸν ἄτα ς : κατὰ περίφρασιν ἄτην. |
| O 10 46d | εἰς ῥεῦμα ἄτης ἐμπεσοῦσαν. 47C ἵζοισαν δὲ, ἐπικαθημένην. |
| O 10 46f | ἑὰν πόλι ν : τὴν πόλιν φασὶ καλεῖσθαι Φύκτεον ἀπό τινος Φυκτέως, οὗ μέμνηται καὶ Ἡσίοδος (fr. 97) οὕτω· τὴν δ’ Ἀμαρυγκείδης Ἱππόστρατος, ὄζος Ἄρηος, Φυκτέος ἀγλαὸς υἱὸς, Ἐπειῶν ὄρχαμος ἀνδρῶν. 45C νεῖκος δὲ κρεισσόνω ν : τῶν κρεισσόνων τὸ νεῖκος οὐ ῥᾴδιόν ἐστιν ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείσσοσι κεῖται τὸ ὅταν θέλωσι πολεμεῖν. |
| O 10 47a | καὶ Ὅμηρος (Α 80)· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι. νεῖκος δὲ κρεσσόνω ν : παραφράζει τὸ Ὁμηρικόν (Α 80)· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι. |
| O 10 47c | ὅ ἐστι· τὸ τῶν κρεισσόνων νεῖκος οὐ ῥᾴδιον ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείττοσι κεῖται τὸ ὅτε θέλουσι πολεμεῖν. ἄλλως· ἀδύνατον γάρ ἐστι τῷ ἥττονι τὸ τῶν ὑπερεχόντων κράτος ἐκκλῖναι. |
| O 10 48a | κἀκεῖνος ἀβουλίαι ς : ἀντὶ τοῦ ὕστατος τῆς ἁλώσεως ἀπέθανεν. τουτέστι μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἀπώλετο διὰ τὴν ἑαυτοῦ ἀβουλίαν. |
| O 10 48c | κἀκεῖνος ἀβουλίαι ς : ὁ γοῦν Αὐγείας διὰ τὴν οἰκείαν ἄνοιαν περὶ τὰ τελευταῖα τῆς ἁλώσεως περιτυχὼν τῷ Ἡρακλεῖ οὐκ ἠδυνήθη τὸν μέγιστον καὶ χαλεπώτατον θάνατον ἐκφυγεῖν. ὁ δ ’ ἄ ρ ’ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατό ν : ἐν χωρίῳ τινὶ χωριζομένῳ τῆς Ὀλυμπίας κατὰ τὴν τῶν γεωγράφων βουλὴν σταδίους τρεῖς. |
| O 10 51b [5] | ὁ δὲ νοῦς· ὁ δὲ δὴ τοῦ Διὸς ἰσχυρότατος υἱὸς συναγαγὼν καὶ κατασχὼν ἐν τῇ Πίσᾳ, ἤτοι τῇ Ἤλιδι, τὸν ὅλον αὐτοῦ στρατὸν καὶ τὴν πᾶσαν λείαν, οὕτω λοιπὸν κατεσκεύαζε τὸ θεῖον τοῦ Διὸς ἄλσος. ἔλσας ὅλον στρατό ν : ὁ Ἡρακλῆς. |
| O 10 51d | συνδήσας. συγκλείσας. κατασχών. καθιδρύσας. τὸν τοῦ Αὐγέου λαόν. |
| O 10 53a | σταθμᾶτ ο : περιεγράφετο. ἐσημειοῦτο. ἐχωρογράφει. ἐποίει. σταθμᾶτ ο : κατεμετρεῖτο. |
| O 10 53b | περιώριζε. περιεσκέπτετο. ἢ κατεσκεύαζεν. ἄλσος δὲ τὸ ἀνιερωμένον τῷ θεῷ γῆς μέρος, εἰ καὶ ψιλὸν εἴη φυτῶν. |
| O 10 53d | ἄλσο ς : ὁ σύμφυτος καὶ ἀνιερωμένος τῷ θεῷ τόπος. περὶ δὲ πάξαι ς : περιπήξας δὲ ὁ Ἡρακλῆς τὰ ὅπλα κύκλῳ τὸ ἱερὸν κατεβάλλετο. |
| O 10 54b | περὶ δὲ πάξαι ς : περιπήξας δέ, φησιν, ὁ Ἡρακλῆς κύκλῳ τὰ ὅπλα ἐσταθμᾶτο τῷ πατρὶ τῷ μεγίστῳ τὸ ἱερὸν, ἀντὶ τοῦ κατεβάλλετο. 55 e B Ἄλτι ν : ὁ νοῦς· τὴν μὲν Ἄλτιν καθιέρωσε τῷ θεῷ, τὸν δὲ κύκλῳ τόπον συμπόσιον ἐποίησεν. |
| O 10 55b [5] | οἱ περὶ Ἀριστόδημον καὶ Λεπτίνην καὶ Διονύσιον γράφουσιν Ἄλτιν. μὴ γὰρ πρέπον ἐστὶ τὴν ἄρτι πεπορθημένην Ἦλιν ἱερὰν γενέσθαι τῷ Διί· καὶ λόγον ἔχει τὸ τοῦ Διὸς ἱερὸν ἱδρύσθαι ἐν Πίσῃ. οὐ γὰρ ἐν Ἤλιδι οἱ ἐρχόμενοι ἐπὶ τὴν πανήγυριν θοινῶνται, ἀλλὰ ἐν Πίσῃ. τὸ γὰρ ἐν κύκλῳ τοῦ ἱεροῦ καταγωγαῖς διείληπτο. διῴκισται δὲ ἡ Πίσα τῆς Ὀλυμπίας γʹ σταδίους. Ἄλτιν οὖν γραπτέον· οὕτως γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον ἐκάλουν. Ἀριστόδημος γράφει ἀντὶ τοῦ Ἆλιν Ἄλτιν· οὕτω γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον καλεῖσθαι, καὶ τὸν Δία ἐξ ἐπιθέτου Ἄλτιον. |
| O 10 55c [10] | μὴ γὰρ λόγον ἔχειν τὴν ὑπ’ αὐτοῦ πεπορθημένην Ἦλιν ἱερὰν καὶ καθαρὰν ποιῆσαι. ἀλλὰ μηδὲ ἱερὸν εἶναι Διὸς ἐν Ἤλιδι, ἀλλ’ ἐν Πίσῃ. ἀπῳκίσθαι δὲ τὴν Πίσαν τῆς Ὀλυμπίας σταδίους ἕξ. Δίδυμος δὲ κατὰ χώραν ἐῶν τὴν γραφὴν τὸν Πίνδαρον τὴν Πίσαν Ἦλιν λέγειν φησίν· οἱ γὰρ Ἠλεῖοι ὑφ’ ἑαυτοὺς ποιησάμενοι τοὺς Πισαιάτας Ἦλιν τὴν Πίσαν μετωνόμασαν. εἰ οὖν ἡ Πίσα μετέβαλε, τί ἂν εἴη ἐμποδὼν γράφειν Ἆλιν; καὶ Καλλίμαχος δὲ τὴν Ἦλιν Διὸς οἰκίον εἶπεν ἀντὶ τοῦ Πίσαν (fr. 198)· Ἦλιν ἀνάσσεσθαι Διὸς οἰκίον ἔλλιπε Φυλεῖ· BCDEQ ἱερὰν δὲ τὴν Ἦλιν ἀντὶ τοῦ Πίσαν. καὶ τὸν ἐν Πίσῃ δὲ Δία Ἠλεῖον εἶπε Καλλίμαχος (fr. 99)· Ἄλιος ὁ Ζεύς. 58B Ἄλτιν μὲν ὅ γ ’ ἐν καθαρῷ διέκριν ε : τὴν μὲν Ἦλιν ἢ Ἄλτιν καθιέρωσε τῷ θεῷ, τὸ δὲ κύκλῳ δάπεδον αὐτῆς εἰς συμπόσιον ἐποίησεν. |
| O 10 55d | 57B ἄλλως· Ἄλτιν τὸ ἄδυτον, κατὰ δέ τινας τὸν νεὼν, κατὰ δὲ ἐνίους ὄνομα χωρίου. |
| O 10 55f | γράφεται Ἆλιν. τὴν μὲν Ἦλιν καθιέρωσε τῷ θεῷ, τὸν δὲ κύκλῳ τόπον αὐτῆς εἰς συμπόσιον ἐποίησεν. 55 d B ἄλλως· Ἄλτιν τὸ στάδιον· ἐκλήθη δὲ οὕτως διὰ τὸ ἅλλεσθαι ἐν αὐτῷ τοὺς ἀθλοῦντας. |
| O 10 57a [5] | κύκλῳ δάπεδο ν : τὸ δὲ χωρίον τὸ κύκλῳ τοῦ ἱεροῦ καταλυτήριον ἔταξεν εἶναι τῶν ἀγωνιζομένων εἰς εὐωχίαν. τὸ δὲ ὅλον· περιπήξας δὲ καὶ περιφράξας τόπον τὸν μὲν ναὸν καὶ τὸ ἄδυτον αὐτὸ διεχώρισεν ἐν τῷ καθαρωτάτῳ μέρει ἀνὰ τὸ μεσαίτατον· τὸ δὲ εἰς κύκλον τῆς γῆς ἢ τοῦ νεὼ καταγώγιον ἐποίησε καὶ δειπνητήριον τῶν ξένων. |
| O 10 57b | 55 c B τιμάσαις πόρον Ἀλφεο ῦ : πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν 〈ὡσ〉 ἐγχωρίῳ θεῷ· καὶ γὰρ μετὰ τῶν δώδεκα θεῶν τιμᾶται. |
| O 10 58a | σφόδρα δὲ αὐτὸν τιμῶσι σάλμιοι. 〈 ἇ ς : 〉 ἀντὶ τοῦ ἕως. |
| O 10 61 | τοῦ ποταμοῦ γίνονται. τιμάσαις πόρον Ἀλφεοῦ μετὰ δώδε κ ’ ἀνάκτων θεῶ ν : καὶ γὰρ αὐτὸς ἐγκαταριθμεῖται τοῖς ιβʹ θεοῖς. |
| O 10 58b | ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸς οὐ δύναται ἐξ ἄλλου ὕδατος γενέσθαι εἰ μὴ ἐκ τοῦ Ἀλφειοῦ. ἄλλως· Ἀλφειῷ εἰκότως ὡς ἐγχωρίῳ ἔθυσε ποταμῷ. |
| O 10 58c [5] | μετὰ δὲ τῶν δώδεκα θεῶν τοὺς βωμοὺς ἐποίησε· βωμοὺς γὰρ ἵδρυσε διδύμους ἕξ· ἐπωνόμασέ τε τοῦτον τὸν τόπον Κρόνου πάγον. τὸ πρότερον γὰρ οὐδεμίαν εἶχε προσηγορίαν, ἕως ἐβασίλευσεν ὁ Οἰνόμαος, ἀλλὰ κρημνὸς οὖσα καὶ ἀοίκητος ἐξέκειτο τοῖς πολλοῖς ὑετοῖς καὶ ὄμβροις. 62B τιμάσαις πόρον Ἀλφεο ῦ : τουτέστι πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐντοπίῳ θεῷ. |
| O 10 59a | μετὰ δώδε κ ’ ἀνάκτω ν : ἀντὶ τοῦ ἐν δώδεκα θεοῖς. καὶ πάγον Κρόνο υ : Κρόνιον πάγον προσηγόρευσεν. |
| O 10 59c | πάγον Κρόνο υ : μετὰ ταῦτά, φησι, τὸν Κρόνιον πάγον προσηγόρευσεν οὐκ ἔχοντα πρότερον 〈ὄνομα〉. ἇς Οἰνόμαο ς : ἀντὶ τοῦ ἕως· καὶ ἔστιν ἐπίρρημα χρονικόν. |
| O 10 61a | 63 τὸ ἇς παρά τισιν ἀντὶ τοῦ ἕως. |
| O 10 62a | βρέχετ ο : ἀντὶ τοῦ κατεσιωπᾶτο. συνήθως γὰρ τὸ βρέχειν ἐπὶ τοῦ σιωπῆσαι τίθησι. καὶ ἀλλαχοῦ (fr. 240)· μὴ σιγᾷ βρεχέσθω. τινὲς δὲ οὕτως· ἐκρύπτετο νιφάδι, τῇ περὶ τὸν Οἰνόμαον ἀδοξίᾳ. |
| O 10 62b | 58 d B ἐν πρωτογόνῳ τελετ ᾷ : ἐν τῇ πρώτῃ γεγενημένῃ θυσίᾳ αἱ Μοῖραι ἔστησαν, ὡς ταύτην εὔμοιρον γενέσθαι, καὶ ὁ τὴν ἀλήθειαν πᾶσαν πᾶσι φανερῶν Χρόνος, ἐνδεικνύμενος ὅτι ἐπὶ πολὺν χρόνον τελεσθήσεται. |
| O 10 63b [5] | ταύτᾳ δ ’ ἐν πρωτογόνῳ τελετ ᾷ : ἐν δὴ ταύτῃ τῇ πρώτῃ καταβολῇ τῶν Ὀλυμπίων καὶ πρώτῃ τελουμένῃ ἑορτῇ παρεγένοντο μὲν αἱ Μοῖραι αἱ τίμιαι καὶ ὁ τὴν ἀλήθειαν πᾶσι φανερῶν Χρόνος. τοῦτο δὲ εἶπεν ἐνδεικνύμενος ὅτι εὐμοίρως καὶ πολυχρονίως ἡ πανήγυρις τελεσθήσεται. ἄλλως· ἐν ταύτῃ πρῶτον ἀγομένῃ τῇ ἑορτῇ τῶν Ὀλυμπίων παρέστησαν αἱ Μοῖραι καὶ ὁ Χρόνος τοῖς τόποις. |
| O 10 63c | παρείληφε δὲ τὰς Μοίρας καὶ τὸν Χρόνον ὅτι εὔμοιρός τε ὁ ἀγὼν ἔσοιτο καὶ εἰς ἅπαντα τὸν αἰῶνα. Χρόνο ς : διότι καὶ οὗτος ὁ χρόνος ἀποδέδωκε τὸν ὕμνον ὃν εἶπεν. |
| O 10 67b | ἄλλως· τὸ δὲ πρότερον ἀσαφὲς 〈σαφὲσ〉 καὶ κατάδηλον ἐποίησεν, ὅτι Ἡρακλῆς διελὼν ἔθυσε τὰς ἀπαρχὰς τῶν σκύλων. κατέφρασ ε : ὁ χρόνος, φησὶ, προιὼν τὸν τόπον ἐδήλωσε. |
| O 10 68 | τὴν λείαν. ἔθηκε τὴν πρώτην Ὀλυμπιάδα. |
| O 10 67d | τὸ δ ’ ἐς ἀφανὲς ἰὼν πρόσω κατέφρασ ε : τὸ δὲ πρότερον ἀφανὲς ὂν προιὼν ὁ χρόνος ἐνεφάνισε καὶ φανερὸν ἐποίησε, ποῦ τὰ λάφυρα τοῦ πολέμου καὶ τὰ ἀπάργματα ἔθυσεν ὁ Ἡρακλῆς. ἢ οὕτω· προιὼν δὲ ὁ χρόνος τὸ σαφανὲς ἡμῖν κατέδειξεν, ὅπως τὴν τοῦ πολέμου δόσιν, τουτέστι τὰ ἀκροθίνια διαμερίσας τοῖς θεοῖς ἔθυσε. |
| O 10 67e | 68 b EQ ἄλλως· τὸ ἀφανὲς ἰὼν εἰς τὸ πρόσω ὁ χρόνος ἔκδηλον ἐποίησεν. |
| O 10 67f | ἀφανὲς γὰρ ὂν πρότερον τοῦτο τὸ χωρίον ὁ χρόνος διάδηλον ἐποίησεν. ἕτεροι δὲ οὕτω, σαφανές, ἵν’ ᾖ τὸ σαφὲς, ὑφὲν ἀναγινώσκουσιν, ὡς πρὸς τὴν ἄνω διάνοιαν· τὸ δὲ ἀληθὲς ὂν καὶ σαφὲς ἀεὶ ὁ χρόνος φανεροῖ. |
| O 10 68a | ὅπα τὰν πολέμοιο δόσι ν : ὅπου καὶ ἐν ᾧ τόπῳ διανείμας τὰ λάφυρα λαβών τε τὰς ἀπαρχὰς ἔθυσε, καὶ ὅπως (θαυμασίως) τὴν τοῦ ἀγῶνος ἑορτὴν κατέστησεν ἐν τῇ πρώτῃ Ὀλυμπιάδι καὶ τοῖς ἀγωνίσμασιν. 69EQ πολέμου δόσιν τὰ λάφυρά φησιν. |
| O 10 68c | ὅπου τὴν λῆψιν τὴν ἐκ τοῦ πολέμου γενομένην διελὼν τὰ ἀκροθίνια τοῖς θεοῖς ἔθυσεν. 67 f EQ ἀκρόθιν α : ἀντὶ τοῦ ἀκροθίνια. |
| O 10 69b | ὅπως ἄρα τὸν πρῶτον ἐνιαυτὸν καταριθμῶν ἀνέθηκε τὴν πρώτην Ὀλυμπιάδα. καὶ πενταετηρί δ ’ ὅπω ς : θαυμαστικῶς λέγει· καὶ πενταετηρικὸν ὅπως ἄρα ἔστησε καὶ ἐνομοθέτησεν εἶναι τὴν τὼν Ὀλυμπίων πανήγυριν. |
| O 10 69e | 72B σὺν Ὀλυμπιάδ ι : κατὰ τὴν τῶν Ὀλυμπίων πρώτην θέσιν. |
| O 10 71 | 85B τίς δὴ ποταίνιον ἔλαβε στέφανο ν : πρὸς τὴν Μοῦσαν. |
| O 10 72b | ποταίνιο ν : πρόσφατον· ἐκ δὲ τοῦ παρακολουθοῦντος σημαίνει τὸ πρῶτον, ἐπεὶ ὁ πρῶτος πρόσφατός ἐστι. τίς οὖν, φησι, πρῶτος ἔλαχε τὸν στέφανον ὅτε ἔθηκεν ὁ Ἡρακλῆς τὸν ἀγῶνα; τίς δὴ ποταίνιο ν : Δωρικῶς τὸν πρόσφατον. |
| O 10 72e | τίς δὴ οὖν προσφάτως καὶ ἐν ἀρχῇ νικῆσαι δεδύνηται, ἤτοι διὰ χειρῶν ἢ δρόμῳ ἢ ἅρματι, ἐνδόξως μὲν αὐτὸς ἀγωνισάμενος, τὸ δὲ τοῦ ἀνταγωνιστοῦ κλέος καθελών; ἄλλως· ποταίνιον ἀντὶ τοῦ πρόσφατον, νεαρόν. |
| O 10 72f | ἐκ δὲ τοῦ παρακολουθοῦντος νῦν σημαίνειν βούλεται. τίς πρῶτον ἔλαχε στέφανον, ὅτε ἔθηκε τὸν ἀγῶνα Ἡρακλῆς; ἐν δόξᾳ θέμενο ς : ἀντὶ τοῦ ἔνδοξον νομίσας τὸ νικῆσαι. |
| O 10 74b | τουτέστι συλλαβὼν τὴν εὐχὴν ἢ καύχημα 〈τοῦ〉 ἀνταγωνιστοῦ καθελὼν διὰ τοῦ ἔργου. ἢ οὕτως· τὸ ἀγώνιον εὖχος δόξαν θέμενος καὶ ἔργῳ καθελὼν αὐτό. |
| O 10 74d | ἀγώνιον εὖχος ἔργῳ καθελώ ν : τὸ ὑπερβατόν· ἀγώνιον εὖχος καθελὼν, τὸ τοῦ ἀνταγωνιστοῦ, καὶ τὴν νίκην, τὴν αὐτοῦ εὐχὴν, ἔργῳ ἀποβαλών. ἢ οὕτω· συλλαβὼν τὴν εὐχὴν, ὅ ἐστι τὸ καύχημα τοῦ ἀνταγωνιστοῦ καθελὼν διὰ τοῦ ἔργου. |
| O 10 74e | 85E ( ἐν δόξᾳ θέμενο ς:) ἔνδοξον νομίσας τὸ νικῆσαι. |
| O 10 75b | ἢ θέμενος τὸ ἀποτελέσας λέγει. ἢ θέμενος καὶ ποιήσας ἑαυτὸν ἐν δόξῃ. |
| O 10 76a | τὸ εὐθὺ, τὸ μὴ ἔχον καμπὴν καθάπερ ὁ δίαυλος. στάδιον μὲν ἀρίστευσεν εὐθύτονο ν : εὐθὺ, τὸ μὴ ἔχον καμπὴν, τὸν ἁπλοῦν δρόμον. |
| O 10 78a [5] | Οἰωνό ς : τὸν Οἰωνὸν ὁ Πίνδαρος ἤδη ἠνδρωμένον νικῆσαι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων, ἔνιοι δέ φασιν αὐτὸν διεσπαράχθαι ὑπὸ τῶν Ἱπποκόωντος κυνῶν. ἐκλήθη δὲ οὕτως ὑφ’ Ἡρακλέους διὰ τὸ ὀξέως αὐτὸν τρέχειν ὡς πτηνὸν καὶ μὴ καταλαμβάνεσθαι. τὸν δὲ Οἰωνὸν Πίνδαρος ὡς ἤδη ἠνδρωμένον νικῆσαί φησι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων· ἔνιοι δὲ παῖδα ὄντα αὐτὸν ὑπὸ τῶν Ἱπποκοωντιδῶν διειργάσθαι. |
| O 10 78c [5] | παῖς ὁ Λικυμνίου Οἰωνό ς : ὁ νοῦς· ὁ μὲν τοῦ Λικυμνίου παῖς Οἰωνὸς τὸ εὐθύτονον καὶ ἀκαμπὲς στάδιον δραμών· οὗτος δὲ ὁ Οἰωνὸς ἦλθεν ἀπὸ πόλεως Μιδέας καλουμένης τοῦ Ἄργους, βασιλεύων καὶ ἡγεμὼν λαοῦ ὤν. ἡ δὲ μεταφορὰ τοῦ ἐλαύνων ἀπὸ τῶν ποιμνίων. ἄλλως· εὐθύτονον στάδιον εἶπε· τοιοῦτον γὰρ λέγεται εἶναι τὸ στάδιον. |
| O 10 78e | ἄλλως· παῖς ὁ Λικυμνίου, ὃς ἤδη ἀνδρωθεὶς τὴν πρώτην τῶν Ὀλυμπίων θέσιν καὶ δίαυλον ἐνίκησεν. τὸ χʹ ὅτι Οἰωνὸς προηγούμενος ἦλθεν. |
| O 10 78f | ἔστι δὲ ὄνομα κύριον ὁ Οἰωνός. ἀπὸ Μιδέας κώμης Ἀργολικῆς. |
| O 10 78g | ἔνιοι δὲ πόλεως. Μιδέαθε ν : ἀπὸ Μιδέας. |
| O 10 79a | στρατὸν ἐλαύνω ν : καὶ ἡγούμενος .... ἣν συνεκρότησεν εἰς συμμαχίαν Ἡρακλεῖ ἀπὸ Μιδέας ὢν, ὅθεν καὶ Ἀλκὼ ἡ Λικυμνίου ἀδελφή. ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέα ν : ὁ δὲ Ἔχεμος ἠρίστευσε πάλῃ κυδαίνων, ὅ ἐστι δοξάζων τὴν πόλιν αὐτοῦ Τεγέαν· ἔστι δὲ πόλις Ἀρκαδίας· δοξάζων δὲ διὰ τὸ ἀναγορευθῆναι ἀπὸ Τεγέας. |
| O 10 79b [5] | προσυπακουστέον τὸ ἠρίστευσεν. ὑπὸ δὲ τούτου τοῦ Ἐχέμου τὸν Ὕλλον φασὶ τελευτῆσαι κατιόντα εἰς Πελοπόννησον. Ἔχεμο ς : προσυπακουστέον τὸ ἠρίστευσε· τὴν δὲ πάλην ἐνίκησεν Ἔχεμος Ἀρκὰς τὸ γένος. |
| O 10 80 [5] | ὑφ’ οὗ φασι τὸν Ὕλλον τελευτῆσαι εἰς Πελοπόννησον κατιόντα. ἐγάμησε δὲ τὴν Τιμάνδραν· Ἡσίοδος (fr. 114) Τιμάνδρην, φησὶν, Ἔχεμος θαλερὴν ποιήσατ’ ἄκοιτιν. ἀ ν ’ ἵπποισι δὲ τέτρασιν ἕως Ἁλιρροθίο υ : ἐφ’ ἵπποις δὲ τέτρασιν, τεθρίππῳ ἀγωνισάμενος ἐνίκησεν ὁ Ἁλιρρόθιος. |
| O 10 83a [20] | ὅθεν τινὲς σῆμα Ἁλιρροθίου κατὰ περίφρασιν ἤκουσαν, οἱονεὶ τὸ σημεῖον καὶ ἡ δόξα τοῦ Ἁλιρροθίου, ὡς καὶ Ὅμηρος· ἱερὴ ἲς Τηλεμάχοιο, καί· βίη Ἡρακληείη. ὁ δὲ Δίδυμος οὕτω καθίστησι τὸν λόγον. τὴν Μαντινέαν φησὶν εἶναι ἱερὰν Ποσειδῶνος, καὶ παρατίθεται τὸν Βακχυλίδην λέγοντα οὕτω (c. 20)· Ποσειδάνιον ὡς Μαντινέες τριόδοντα χαλκοδαιδάλοισιν ἐν ἀσπίσιν φορεῦντες. ἐπίσημον γὰρ εἶναι τῶν ἀσπίδων τὸν Ποσειδῶνος τριόδοντα, ὅτι παρ’ αὐτοῖς μάλιστα τιμᾶται ὁ θεός. ἔσται οὖν τὸ σαφὲς οὕτω κατ’ αὐτὸν, ἔξωθεν παραλαμβανομένου τοῦ ὀνόματος· ἀν’ ἵπποισι δὲ τέτρασιν Ἥρως ὁ ἀπὸ Μαντινέας ἐνίκα· ἥ ἐστιν ἡ Μαντινέα σημεῖον καὶ ἱερὰ τοῦ Ποσειδῶνος. Ἁλιρρόθιον γὰρ ἐπιθετικῶς τὸν Ποσειδῶνά φησι. καὶ παρατίθεται τὸ Ὁμηρικόν (Ε 292)· πάσας δ’ ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων. παρατίθεται δὲ καὶ τὸν γράφοντα τὴν Θησηίδα, μαρτυροῦντα τῷ Ἥρωι τὴν τοῦ ἅρματος ἡνιοχευτικὴν ἀρετήν· στρωφᾷς δὲ πώλους ὡς ὁ Μαντινεὺς Ἥρως. 83 e Q ἄλλως· ἀ ν ’ ἵπποις τέτρασι ν : ἐὰν μὲν γράφηται σᾶμα Ἁλιρροθίου, ἔσται αὐτὸς ὁ Ἁλιρρόθιος ἥκων ὡς ἂν ἐπίσημος ἐγένετο ὁ Ἁλιρρόθιος· ἐὰν δὲ Σᾶμος Ἁλιρροθίου φανερόν· οἷον, Σᾶμος Ἁλιρροθίου ἐνίκησεν. |
| O 10 83b [10] | Ἀριστόδημος δέ φησι μὴ δύνασθαι συγχρονεῖν Ἁλιρρόθιον τὸν κατὰ Κέκροπα Ἡρακλεῖ. ἀλλὰ μηδὲ Ἀρκάδα εἶναι, ἀλλ’ Ἀθηναῖον· Σῆμον δέ τινα νῦν νενικηκέναι ἅρματι, ὥς φησι Δίφιλος ὁ τὴν Θησηίδα ποιήσας ἔν τινι ἰάμβῳ οὕτω· τρέψας δὲ πώλους ὡς ὁ Μαντινεῦς Σῆμος, ὃς πρῶτος ἅρματ’ ἤλασεν παρ’ Ἀλφειῷ. ἀπὸ Μαντινέα ς : Μαντινέα πόλις Ἀρκαδίας· σῆμα δὲ Ἁλιρροθίου περιφραστικῶς ὁ Ἁλιρρόθιος. |
| O 10 83d | ἢ σῆμα ἐπίσημος, φανερός. 86Q σᾶ μ ’ Ἁλιρροθίο υ : Ἁλιρρόθιος Μαντινεὺς ὁμώνυμος τῷ Ἀθηναίῳ, ὃς ἦν Ποσειδῶνος καὶ Βαθυκλείας. |
| O 10 83f [5] | τινὲς γράφουσι Σῆρος Ἁλιρροθίου, οὗ μέμνηται Ἡσίοδος (fr. 106)· ἤτοι ὁ μὲν Σῆρον καὶ Ἀλάζυγον υἱέας ἐσθλούς. ἦν δὲ ὁ Σῆρος τοῦ Ἁλιρροθίου τοῦ Περιήρους καὶ Ἀλκυόνης. 71B 86E 83 b Q Ἁλιρροθίο υ : ὁ Ἁλιρρόθιος νικῶν ἐπίσημος ἐγένετο. |
| O 10 84b | ὁ δὲ λόγος· ἀπὸ τῆς ἁλιρροθίου Μαντινείας ἐν ἅρματι πρῶτος ἐνίκα· ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος· τὸ γὰρ ἐνίκα πᾶσι τούτοις ὑπακουστέον· εἶτα ἀφ’ ἑτέρας ἀρχῆς· ἄκοντι Φράστωρ ἔλασε σκοπόν. ἢ οὕτως· ἀ ν ’ ἵπποισι δὲ τέτρασι ν : ἀπὸ Μαντινείας καὶ ἅρμασιν ἐνίκα Θησεύς. |
| O 10 84d | σῆμα Ἁλιρροθίο υ : οἷον ὅμοιος ὢν Ἁλιρροθίῳ τῷ ἀδελφῷ. ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος. 〈ὅτι〉 μετὰ τὴν τῆς Ἤλιδος ἅλωσιν εἷς ἦν τῶν ἀγωνισαμένων ὁ Θησεὺς ἱστορεῖ Ἀρίστιππος (FHG IV, 327), οὐχ ἅρματι δὲ, ἀλλὰ παγκρατίῳ. |
| O 10 85a | Φράστω ρ : ὁ Φράστωρ τοῦ σκοποῦ τῷ ἀκοντίῳ ὑπερήλασεν. [ ἄκοντι δὲ Φράστωρ ἔλασε σκοπό ν:] ὁ δὲ Φράστωρ ἀκοντίῳ ἀγωνισάμενος ἔρριψε κατὰ σκοποῦ. |
| O 10 85b | οἱ δὲ τὸ ἤλασε σκοπόν ἀντὶ τοῦ τῆς νίκης εὐτύχησε. (86.) ἔστι δὲ ὄνομα κύριον. 76E 87Q μᾶκος δὲ Νικεύ ς : ὡς Τυδεύς. |
| O 10 86b | ὁ δὲ λόγος· μακρόν τι καὶ ἐπίμηκες ἐδίσκευσεν ὁ Νικεύς. ὅτι δὲ πέτροις τὸ παλαιὸν ἐδίσκευον, Ὅμηρος (θ 190)· βόμβησεν δὲ λίθος. μᾶκος δ ’ Ἐνικεύ ς : Ἐνικεὺς ὄνομα κύριον. |
| O 10 86d | μακρὸν ἐδίσκευσε δίσκῳ λιθίνῳ. οὕτως οἱ ἀρχαῖοι. μᾶκος δὲ μακρόν. (87.) παρὰ τὸ Ὁμηρικόν (Τ 131)· χειρὶ περιστρέψας. 85Q χέρα κυκλώσαις ὑπὲρ ἁπάντω ν : πάντας, φησὶ, τοὺς ἀνταγωνιστὰς τῇ βολῇ παρελθών. |
| O 10 87b | τὸ δὲ χέρα κυκλώσας παρὰ τὸ Ὁμηρικόν (θ 189)· τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός. τὸ δὲ καὶ συμμαχία θόρυβο ν , καὶ τοῖς παρεστῶσιν αὐτοῖς συμμάχοις ἔκπληξιν καὶ τάραχον ἐκίνησε μέγαν διὰ τὸ ὑπερβεβλημένον τῆς βολῆς θαῦμα. |
| O 10 87c [5] | καὶ τοῦτο παρὰ τὸ Ὁμηρικόν (θ 190)· κατὰ δ’ ἔπτηξαν ποτὶ γαίῃ Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. καὶ συμμαχία θόρυβο ν : ἀντὶ τοῦ τὸ πλῆθος θαυμάσαν ἀνεβόησεν ἐπὶ τῷ τῆς βολῆς μήκει. |
| O 10 88b | ἢ οὕτω· παρεκίνησε καὶ ἀνήγειρε τὸ τῶν συμμάχων πλῆθος. 90 d Q [ κυκλώσαι ς:] ἤτοι διὰ τὸ προβάλλειν τοὺς ἄλλους τῷ δίσκῳ διαταραχθῆναι εἰς τὸ πλῆθος ἀποθαυμάσαντας ἐπὶ τῷ τῆς βολῆς μήκει. |
| O 10 88d | θόρυβο ν : ἀνήγειρε δὲ νικήσας ταραχὴν τοῖς συνοῦσιν· ἐβόησαν γὰρ θαυμάσαντες τῆς βολῆς τὸ μῆκος. παρέθηξε ν : ἐκίνησε. |
| O 10 89 | παρώρμησεν. ἐν δ ’ ἕσπερον ἔφλεξεν εὐώπιδο ς : τῆς δὲ εὐώπιδος σελήνης τὸ ἐρατὸν φάος κατέλαμψε τὴν ἑσπέραν. |
| O 10 90a | ταῦτα γὰρ ἐγένετο τοῦ ἑσπέρου καὶ τοῦ σκότου καταυγαζομένου ὑπὸ τῆς σεληνιακῆς αὐγῆς. ἐρατὸν δὲ φάο ς , τὸ πανσέληνον· τελεῖται γὰρ κατὰ πληροσέληνον, ὡς αὐτὸς ἐν τοῖς πρώτοις εἶπεν (III, 19). |
| O 10 90c | ἔδει δὲ οὕτως εἰπεῖν· οὔσης δὲ πανσελήνου ἐτέθη ὁ ἀγὼν, ὁ δὲ τὸν ἀγῶνα διαθέμενος τοῦτο τότε ἐπήνεγκεν. 92Q ἐν δ ’ ἕσπερον ἔφλεξ ε : τὸ ἑσπερινὸν φάος. |
| O 10 90e | ὅτι ἐν πανσελήνῳ ἐτέθη ὁ ἀγών. 90 a Q σελάνας ἐρατὸν φάο ς : τοῦτο ἔδει πρῶτον εἰπεῖν ὅτι πανσελήνου οὔσης ὁ ἀγὼν ἐτέθη. |
| O 10 91 | εὐήθως δὲ καὶ οἱ φαντασθέντες ἄχρι δύσεως ἡμέρας αὐτοὺς ἀγωνίζεσθαι. ἀείδετο δ έ : τῶν ἐπινίκων λεγομένων ἤχει ἡ Πίσα. |
| O 10 92b | ἀείδετο δὲ πᾶν τέμενο ς : ἐν δὲ ταῖς εὐωχίαις περιῄδετο καὶ ἠχεῖτο τὸ πᾶν τέμενος εὐφημιῶν καὶ ὕμνων λεγομένων. οὗτος γὰρ ἐγκωμιαστικὸς τρόπος. ἢ οὕτως· ἐνεκωμιάζετο ἐκ τῶν νικώντων τὸ τέμενός, φησιν. |
| O 10 94 [5] | ἀρχαῖς δὲ προτέραις ἑπόμενο ι : ταῖς οὖν ἀρχαῖς καὶ τοῖς ἐπιτηδεύμασι τῶν φθανόντων καὶ νῦν ἡμεῖς ἀκολουθοῦντες τὴν ἐπώνυμον τῆς νίκης χάριν, τουτέστι τὸν ἐπινίκιον ὕμνον εἴπωμεν, θαυμάζοντες τήν τε βροντὴν τοῦ Διὸς καὶ τὸν ἔμπυρον αὐτοῦ κεραυνόν. 96B χάριν νίκα ς : ἔξωθεν ληπτέον τὸ εἴς· εἰς χάριν κελαδησόμεθα βροντάν. |
| O 10 95b | τὸ δὲ ἐπωνυμίαν τοῦ χάριν ἐπίθετον· τὴν ἐπωνύμους ποιοῦσαν, ἀντὶ τοῦ ἐπονομάζοντος καὶ καλοῦντος. ἄλλως· ἐπωνυμίαν νίκης χάριν τὸν ἐπίνικον εἶπεν. |
| O 10 95d | ἐπωνυμίαν χάρι ν : ἔξωθεν τὴν εἴς πρόθεσιν λάβε· εἰς χάριν κελαδήσομεν. ἀντὶ τοῦ τὸν κεραυνὸν ὑμνήσομεν. |
| O 10 95f | ἄλλως· τὴν ὀνομαστὴν βροντὴν καὶ διαβόητον. ἢ οὕτω· τὴν νίκην περιφραστικῶς τὴν διαβόητον. |
| O 10 95h | ἄλλως· χάριν νίκης, διὰ τὴν νίκην. ἢ οὕτως· ἐπίθετον τῆς νίκης τῆς ἐπωνύμους ποιούσης. |
| O 10 95k | ἢ τῆς ὄνομα φερούσης καὶ κρατούσης ἐν παντὶ κράτει. 99B πυρπάλαμον βέλο ς : τὸν κεραυνὸν καὶ ἐκ πυρὸς καὶ ἐκ Διὸς τεχνασθέντα. |
| O 10 96b | καὶ πυρπάλαμον βέλος ἐν ἅπαντι κράτε ι : τὸν ἐπὶ πάσῃ χρείᾳ τοῦ κράτους αὐτοῦ ἁρμόδιον καὶ ἐπαρκοῦντα πρὸς τὰς χρείας. ἢ πρὸς πᾶσαν αὐτῷ δύναμιν ἀραρότα. |
| O 10 96d | ἢ κράτει τῇ νίκῃ· νικῶντα ἀεί. 95B κράτει ἀραρότ α : ἡρμοσμένον παντὶ κράτει τοῦ Διός. |
| O 10 99a | χλιδῶσα δὲ μολπ ά : τρυφῶσα δὲ ἡ μολπὴ τῶν ἐπέων ἀντιάσει πρὸς τὸν κάλαμον. τοῦτο δέ φησιν ἐπεὶ μετ’ αὐλῶν τὸν ὕμνον ἔλεγον. χλιδῶσ α : τρυφῶσα. |
| O 10 99b | ἐναβρυνομένη. ἡ μολπὴ ἡ τῶν μελῶν ἁβρῶς καὶ ἡδέως ἐντρυφῶσα τῇ ἡδονῇ ἀπαντήσει πρὸς αὐτόν. |
| O 10 100a | ἀντιάξε ι : ὁμοδρομήσει. συναντήσει τῷ αὐλῷ. οἷον ἀντιάσει. |
| O 10 100b | ἀνακινήσει. ἀντιάξει μελέω ν : ἀπαντήσει. |
| O 10 100c | ἀντηχήσει. ὁ δὲ ὕμνος τρυφηλῶς καὶ ἡδέως μετὰ αὐλῶν ῥηθήσεται. |
| O 10 100d | 106 c E Δίρκ ᾳ : καὶ ἐν ἀρχῇ ἔλεγεν ὅτι διέστηκε τὸ πρῶτον τῆς ὁμολογίας τοῦ γράψαι τὸ ἐγκώμιον. |
| O 10 101a [5] | καὶ νῦν ἀπὸ τῆς Δίρκης [τὴν Θήβην φησὶ] καὶ ἐν Θήβῃ φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς τὸν ἐπίνικον μετὰ πολὺν χρόνον τῆς ὁμολογίας. τὰ πα ρ ’ εὐκλεεῖ Δίρκ ᾳ : ἅτινα μέλη ἐν τῇ ἐνδόξῳ Δίρκῃ, ἤτοι Θήβαις, ἐν πλείονι μὲν χρόνῳ τῆς προσδοκίας ἐφάνη καὶ ἐγράφη· ἀλλ’ οὕτως ἐστὶ γλυκὺς ὁ ἐπίνικος τῷ λαβόντι ὥσπερ παῖς γνησίας γυναικὸς καὶ οὐ B παλλακίδος πατρὶ γεννηθεὶς ἤδη γεγηρακότι. |
| O 10 101c [5] | ἄλλως· Δίρκη πηγὴ ἐν Θήβαις. κεχρονικέναι μέν φησι καὶ ἐν ἀρχῇ λέγων ὁ Πίνδαρος ὅτι διέστηκεν ἀπὸ τῆς ὁμολογίας πρὶν γραφῆναι τὸ ποίημα· καὶ νῦν ἀπὸ τῆς Δίρκης (σημαίνων ἐν Θήβαις) φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς [τὰ μέλη καὶ τὰ ποιήματα, ἤτοι] τὸν ἐπίνικον, μετὰ πολὺν τῆς ὁμολογίας τῆς περὶ τοῦ γράφειν χρόνον. |
| O 10 101e | ἅπερ μέλη χρόνῳ ἐφάνη ἐν Βοιωτίᾳ. ἐπεὶ μετὰ χρόνον ἔγραψε τὸ ποίημα. 102 c E 106 c Q ἀλ λ ’ ὥστε παῖς ἐξ ἀλόχο υ : γνησίας γυναικὸς καὶ οὐ παλλακίδος. |
| O 10 102b | ὁ δὲ νοῦς· ἀλλ’ οὕτως ἐστὶ γλυκὺς ὁ ἐπίνικος τῷ λαβόντι ὥσπερ παῖς πατρὶ γεννηθεὶς ἤδη γεγηρακότι. 101E ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς πατρὶ ποθεινὸς ὁρᾶται εἰς τὸ ἀνάπαλιν τῆς νεότητος ἐλθόντι· τουτέστι, γηράσαντι. |
| O 10 102c [5] | πάνυ τε τοῦ ἑαυτοῦ πατρὸς BCEQ τὸν νοῦν ἐκπυροῖ πρὸς τὸν πόθον κεχαρισμένος φαινόμενος. διατί δὲ ὁ παῖς ποθεινός ἐστι γηρῶντι; ἐπειδή, φησιν, ἡ περιουσία καὶ ὁ πλοῦτος ἄρχοντα καὶ δεσπότην ἑαυτοῦ λαχὼν ἀλλότριον τοῦ γένους καὶ ἔξωθέν τινα ἐπαχθέντα λυπηρότατός ἐστι τῷ ἀποθνήσκοντι. τὸ δὲ ἵκοντι νεότατο ς , εἰς τὸ ἔμπαλιν τῆς νεότητος, τὸ γῆρας. |
| O 10 102e | εἰς τὸ γῆρας ἤδη ἐληλυθότι, καθ’ ὃν καιρὸν οὐκ ἔστιν οἷος ἄλλο γεννῆσαι. τοὔμπαλι ν : εἰς τὸ ἐναντίον τῆς νεότητος. |
| O 10 104b | τουτέστι γεγηρακώς. θερμαίνε ι : ὁ γεννηθεὶς τοῦ πατρὸς θάλπει τὸν νοῦν. |
| O 10 106a [5] | ἐπεῖ πλοῦτο ς : τοῦτο ἐν τῷ καθόλου λέγει· ἐπεὶ πλοῦτος ὁ ἐπακτὸν λαχὼν ποιμένα τὸν διαδεξάμενον τῷ καταλιπόντι καὶ ἀποθνήσκοντι στυγερός ἐστιν. διὰ δὲ τούτου σημαίνει ὅτι ἐάν τις ἔχων πλοῦτον ἄτεκνος ἀποθνήσκῃ διάδοχον μὴ καταλιπὼν, ἐπώδυνος αὐτῷ γίνεται. ἄλλως· τὸν μὴ κατὰ γένος διάδοχον· παρὰ τὸ Ὁμηρικόν (Ε 158)· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέονται. |
| O 10 106b [5] | τὸ δὲ θνᾴσκοντι κοινῶς πρὸς ἀμφότερα· ἀλλότριον θνήσκοντι, καὶ στυγερώτατος θνήσκοντι. πάνυ γὰρ ἀλγοῦσιν οἱ τοῖς μὴ προσήκουσι διαδόχοις χρώμενοι. 109EQ ὥσπερ οὖν, φησι, λυπηρόν ἐστι τῷ τελευτῶντι ἀλλοτρίῳ τινι χρήσασθαι κληρονόμῳ, οὕτως ἀλγεινόν ἐστι καὶ ὅταν κάλλιστα μὲν εἴη διαπεπραγμένος τις, ἄνευ δὲ ἐπαίνου καταλύσῃ τὸν βίον, ὦ Ἀγησίδαμε, κενῶς μοχθήσας, ὡς μηδὲ βραχύ τι τερπνὸν καὶ ἡδὺ ἀποκερδάναι ἐκ τῶν πόνων. |
| O 10 106c | 102EQ καὶ ὅταν καλὰ [ μὲ ν ] ἔρξαι ς : καὶ ὅταν καλά τις ἐπιτελέσας ἔργα δίχα καὶ χωρὶς ἀοιδῆς ἀποθάνῃ ἀκλεὴς, τῷ μόχθῳ βραχὺ δέδωκε τερπνὸν, τουτέστι βραχὺ ἐτέρφθη παραχρῆμα, οὐκέτι δὲ τελευτήσαντος αὐτοῦ μέμνηταί τις. |
| O 10 109 | 114A 113E Ἀίδα σταθμό ν : τὸν οἶκον. |
| O 10 110 | ἢ τὸν Ἅιδην, περιφραστικῶς. τὸ κενεὰ πνεύσας ἀντὶ τοῦ ματαίως μοχθήσας. |
| O 10 112a | τερπνό ν : βραχὺ τυγχάνει παρ’ αὐτὴν τὴν νίκην. 122 βραχύ τι τερπνόν ἀντὶ τοῦ οὐδέν. |
| O 10 112b | οὐδὲ ὀλίγον. οὐδὲ τὸ ἐλάχιστον. 114EQ b τὶν δ έ : ἀντὶ τοῦ οὐδέν. |
| O 10 113a | ... πᾶσα μουσικὴ ἀναπέμπει καὶ διαποικίλλει τὴν χάριν. τὶν δ ’ ἁδυεπής τε λύρ α : τίν σοί Δωρικῶς. |
| O 10 113c | σοὶ οὖν, φησι, πᾶν εἶδος μουσικῆς διαποικίλλει τὴν χάριν καὶ παρέχει τὴν ἡδονήν. παρὰ τὸ Ὁμηρικόν (Γ 126)· πολέας δ’ ἐνέπασσεν ἀέθλους. |
| O 10 113d | 112E ἀναπάσσε ι : ἤτοι ἀνεγείρει. |
| O 10 114a | ἄνω ποιεῖ. ἀναβάλλει. καὶ γὰρ τὸ πάσσειν ποικίλλειν ἐστὶ, καὶ παστὸς διὰ τὸ πεποικίλθαι. |
| O 10 114c | ἀναποικίλλει σοι τὴν χάριν ἥ τε λύρα καὶ ὁ αὐλός. Ὅμηρος (l. l.)· πολέας δ’ ἐνέπασσεν ἀέθλους. ἀναπάσσε ι : ἀναπέμπει. |
| O 10 114d | ἀναποικίλλει. ἀναπάσσε ι : ἀνεγείρει. |
| O 10 114e | ἄνω ποιεῖ. ἢ ἀναποικίλλει σοι τὴν χάριν ἥ τε λύρα καὶ ὁ αὐλός. |
| O 10 114f | 119Q b χάρι ν · τὴν τῶν νικησάντω ν . |
| O 10 115b | τρέφουσι καὶ αὔξουσι τήνδε τὴν χάριν τοῦ νικῶντος αἱ Μοῦσα ι . ἀντὶ τοῦ τὸ ποίημ α . |
| O 10 115d | δοξάζουσι τοὺς νικῶντα ς . τρέφοντι δ ’ εὐρὺ κλέο ς : αὔξουσι δέ σου τὸ κλέος αἱ Μοῦσαι καὶ οἱ λόγοι· ἀθάνατοι γὰρ οἱ διὰ τῶν λόγων ἔπαινοι. |
| O 10 115f | τρέφουσι δὲ αἱ Μοῦσαι μέγιστον κλέος τῶν νικησάντων. ἐγὼ δὲ συνεφαπτόμενο ς : καὶ αὐτὸς ἐγὼ τῶν Μουσῶν τῆς ᾠδῆς ἐπιλαμβανόμενος τρέφω σου τὸ κλέος ὕμνῳ ὡσανεὶ μέλιτι πιαίνων τὴν πόλιν. |
| O 10 117a [5] | 110 ἐγὼ δὲ συνεφαπτόμενος σπουδ ᾷ : καὶ αὐτὸς δὲ ἐγὼ τῇ σπουδῇ συνεφαπτόμενος τῶν Μουσῶν, συλλαμβανόμενος καὶ συνεργῶν τρέφω σου τὸ κλέος καὶ αὔξω, εἴς τε τὸ τῶν Λοκρῶν 〈ἔθνοσ〉 ἐμαυτὸν ἐμβάλλων καὶ ὡσανεὶ μέλιτι πιαίνων τὴν πόλιν [καὶ ἡδέως διατίθημι ὑμνῶν. |
| O 10 117b | ] σπουδ ᾷ : τῇ σπουδῇ τῶν Μουσῶν. |
| O 10 118 | ἀμφέπεσον μέλιτι καταβρέχω ν : ὥρμησα. αὐτῷ τῷ ποιήματί, φησι, καταβρέχων, τουτέστιν ὑμνῶν. 123Q παῖ δ ’ ἐρατό ν : ταῦτα κομματικῶς καθ’ ἑαυτὸν λέγει. |
| O 10 120 | τὸν εἶδο ν : ἀντὶ τοῦ ἔγνων. κρατέοντ α : νικῶντα. |
| O 10 121b | χειρὸς ἀλκ ᾷ : ἀντὶ τοῦ πυκτικῇ. κεῖνον κατὰ χρόνο ν : οὐ γὰρ ἐν ᾧ καιρῷ ἐνίκησεν ἔγραψε τὸν ὕμνον. |
| O 10 122b | κεῖνον κατὰ χρόνο ν : τὴν βραδυτῆτα τοῦ ἐπινικίου καὶ νῦν ἐπιδείκνυται. subscr. Q ἰδέᾳ τε καλό ν : καὶ τῇ ὥρᾳ τοῦ σώματος ἐναβρυνόμενον καὶ τῷ κάλλει. |
| O 10 123a | ὥρᾳ τε κεκραμένο ν : καὶ τῷ κάλλει τοῦ σώματος ἀναλόγως συγκεκραμένον καὶ φαιδρυνόμενον τῇ τούτου ὥρᾳ. ἅ πο τ ’ ἀναιδέ α : ἥτις ὥρα ποτὲ τὸν ἀναιδῆ θάνατον ἀπεκώλυσε τοῦ Γανυμήδους ἅμα τῇ Ἀφροδίτῃ. |
| O 10 123b [5] | Ὅμηρος (Υ 234)· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη. ἄλλως· ἡ ὥρα, φησὶ, τῆς ἡλικίας τῷ Γανυμήδει θάνατον ἄλαλκε· καὶ γὰρ δι’ αὐτὴν καὶ διὰ τὸ κάλλος ἀθάνατος ἐγένετο. |
| O 10 123c [1] | 112Q b τέλος Ἀγησιδάμου. Scholia in Olympionicarum carmen XI Τῷ αὐτῷ τόκος. |
| O 11 metr (t) [10] | Τοῦ ιαʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ϛʹ, ἡ δὲ ἐπῳδὸς κώλων ιʹ. τὸ αʹ ἰαμβέλεγος τῆς τελευταίας εἰς τὴν ἀρχὴν μετατεθείσης. τὸ βʹ ὅμοιον τῷ αʹ παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ γʹ τὸ αὐτὸ παρὰ τὸν τελευταῖον πόδα. τὸ δʹ μικτὸν ἐκ διμέτρου τροχαϊκοῦ καὶ ἡμίσεος ἔπους. τὸ εʹ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον εἰς ἴαμβον Πινδαρικῷ ἔθει. τὸ ϛʹ ἰαμβέλεγος. ἡ δὲ ἐπῳδὸς κώλων ιʹ. τὸ αʹ ἐγκωμιολογικόν. τὸ βʹ δίμοιρον ἔπους. τὸ γʹ ἰαμβέλεγος παρὰ τὴν πρώτην συλλαβήν. τὸ δʹ τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ εʹ τὸ αὐτό. τὸ ϛʹ Εὐριπίδειον. τὸ ζʹ ἐγκωμιολογικὸν ἐπιλαμβάνον. τὸ ηʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ θʹ Εὐριπίδειον. τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τόκος ἐπιγέγραπται, ἐπειδὴ ἐν προσθήκης μέρει τελευταῖον γέγραφε, καθάπερ καὶ ἐπὶ τῶν δανεισμάτων τὸ προστιθέμενον ἐκτὸς τοῦ ἀρχαίου. |
| O 11 inscr a | τόκος δὲ κέκληται παρὰ τὸ ἐπιτετέχθαι καὶ ἐπιγεγενῆσθαι τῷ ἀριθμῷ. τῷ αὐτῷ γέγραφεν ἐν προσθήκης μέρει διδοὺς ὡς ἂν τόκον διὰ τὸ μὴ παρὰ τὸν τῆς νίκης καιρὸν γεγραφέναι τὸν ἐπίνικον. |
| O 11 1a | ἔστιν ἀνθρώποι ς : ὁ λόγος· καιρός ἐστι τοῖς ἀνθρώποις ὅτε χρεία γένηται ἀνέμων, ὅ,τι ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει, καὶ γεωργοῖς ὄμβρου· τότε δηλονότι ἐπινίκων ὕμνων καὶ ἐγκωμίων .... . |
| O 11 1b [5] | .... ἄλλο ἔστι δὲ ὅτε καὶ τοῖς γεωργοῖς ὀμβρίων ὑδάτων γένηται. ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσι ς : ἔστι καιρὸς τοῖς ἀνθρώποις, φησὶν, ὅτε πλείστη χρεία γίνεται ἀνέμου, οἷον ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει· ἔστι δὲ ὅτε καὶ οὐρανίων ὄμβρων τοῖς γηπονοῦσι χρεία· οὕτω δηλονότι καὶ τοῖς ἀθληταῖς ἐγκωμίων. |
| O 11 1d | ἄλλως· ἔστιν ὅτε τοῖς ἀνθρώποις πολλὴ χρεία ἐστὶν ἀνέμου, οἱονεὶ τοῖς πλέουσι, καὶ ἔστιν ὅτε πλείστη χρεία ἐστὶν ὄμβρων καὶ ὑετῶν, οἱονεὶ τοῖς γηπονοῦσιν. ἔστι δ ’ οὐρανίω ν : ἔστι δὲ καὶ ὅτε οὐρανίων ὑδάτων τοῖς γεωργοῦσιν. |
| O 11 2 | 4 fin. παίδων νεφέλα ς : παῖδας νεφελῶν τοὺς ὄμβρους φησίν. |
| O 11 4a | εἰ δὲ σὺν πόνῳ τι ς : εἰ δὲ φιλοπονήσας τις εὐτυχοίη. εἰ δέ τίς, φησι, μὴ κατὰ κενὸν πονήσει. |
| O 11 4c [5] | εἰ δὲ διὰ τῶν πόνων ἀθλήσας νίκης τύχοι, τούτῳ μάλιστα χρεία τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων περὶ αὐτοῦ λόγων· διὰ γὰρ τοὺς ὕμνους καὶ οἱ ὕστερον μνημονεύουσι τῶν προγενεστέρων, καὶ ὡσανεὶ ὅρκος πιστὸς, οὕτως καὶ 〈οἱ〉 ὕμνοι διασώζουσιν αὐτῶν τὴν ἀρετήν. (3) εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσο ι : εἰ δέ τίς, φησι, μὴ κατὰ κενὸν πονήσει, διὰ δὲ τῶν πόνων ἀθλήσας τοῦ ἀθλήματος τῆς νίκης τύχοι, τούτῳ προσδεῖ τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων περὶ αὐτοῦ λόγων. |
| O 11 4d [5] | 4 f BE b Q b ἄλλως· εἰ δέ τις πονήσας εὐτυχῆ πράσσοι καὶ νικήσει, τούτῳ οἱ ἡδεῖς οὗτοι ὕμνοι τῶν ὕστερον ἐπαίνων ἀρχὴ γίνονται καὶ πρόφασις· ἀντὶ τοῦ οἱ ὕμνοι οὗτοι αἴτιοι γίνονται τοῦ καὶ αὖθις μνημονεύεσθαι τοῦ νικηφόρου τὰ κατορθώματα, τῶν ὕστερον μετὰ ταῦτα λόγων ἤτοι ἐπαίνων μελλόντων λέγεσθαι τοῦ ὕμνου τὴν ἀρχὴν καὶ τὴν πρόφασιν διδόντος. |
| O 11 4e | 6B 4 d E b Q b B(C)EQ μελιγάρυε ς : ἐπειδὴ ἡδυτάτοις μέλεσιν ἐχρήσατο. |
| O 11 4g | ἄλλως· μελιγάρυες ὕμνοι, φησὶ, τῶν ὑστέρων λόγων ἀρχή εἰσι. δι’ αὐτοὺς γὰρ καὶ οἱ ὕστεροι μνημονεύουσι τῶν προγενεστέρων. ἢ ταῖς ἀρεταῖς οἱ ὕμνοι συνηρμοσμένοι εἰσὶ τῶν ὑμνουμένων. |
| O 11 4h | 4 e B 7 b E τέλλετα ι : ἀντὶ τοῦ τέλλονται οἱ ὕμνοι· ἑνικὸν ἀντὶ πληθυντικοῦ. |
| O 11 6a | καὶ πιστὸν ὅρκιο ν : σύνθημα. ὁμολόγημα. δύναταί τις ὀμόσαι νενικηκέναι τὸν Ἀγησίδαμον ἀκούων τοῦ ὕμνου. ἄλλως· οἱ ὕμνοι πιστὸν ὅρκιόν εἰσι τῶν ἀρετῶν· οὐ γὰρ ἀπολείπουσιν αὐτοὺς οὐδέποτε συμπαρόντες, ἀεὶ δὲ μνείαν πορίζουσιν αὐτοῖς. |
| O 11 6c | καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖ ς : οἱ ὕμνοι. οὐ γὰρ ἀπολείπουσιν αὐτοὺς παρόντες, ἀλλ’ ἀεὶ μνείαν αὐτοῖς πορίζουσιν. 7 b Q ἀφθόνητος δ ’ αἶνο ς : ἀφθόνητος ὁ ὕμνος ἐστὶν ἔπαινος καὶ ἀνάκειται τοῖς Ὀλυμπιονίκαις. |
| O 11 7a | 8Q 15E ἄλλως· καὶ τὸ μέγιστον, ὅτι ἀλλότριος τῶν διὰ φθόνον ἐπιβουλευόντων ὁ ὕμνος ἐστίν· εἰκόνα μὲν γὰρ καὶ ἄγαλμα καθέλοι ἄν τις διὰ φθόνον, ὕμνον δ’ οὐκ ἂν ἀφανίσειεν. |
| O 11 7b | 7 a EQ τὰ μὲν ἁμετέρα γλῶσσ α : ταῦτα οὖν τὰ κατορθώματα καὶ τὰ ἐγκώμια τῶν ἐν Ὀλυμπίᾳ νενικηκότων καὶ ἡ ἡμετέρα γλῶσσα καὶ Μοῦσα περιέπειν καὶ ἀνυμνεῖν βούλεται. |
| O 11 9 | γλῶσσα ποιμαίνειν θέλε ι : προστατεῖν, φησὶν, ἡ γλῶσσά μου τῶν Ὀλυμπιονικῶν θέλει καὶ κατορθοῦν καὶ ἀνυμνεῖν τὰ κατορθώματα τῶν νικησάντων. ἐκ θεοῦ ἀνή ρ : καὶ ἡμεῖς, φησι, καὶ οἱ ὕμνοι καὶ οἱ ἐγκωμιάζοντες τῆς τῶν θεῶν ἐπινοίας δεόμεθα. |
| O 11 10b | ἐκ θεοῦ δ ’ ἀνή ρ : κατὰ δὲ βούλησιν δαιμονίου ἴσως καὶ τῷ αὐτῷ τρόπῳ σοφὸς διαπαντὸς ἀνθεῖ ταῖς γνώμαις. ἀπὸ γὰρ θείας μοίρας μουσικός τις καὶ ἔξοχος λάμπει ὁμοίως ὥσπερ καὶ σὺ νενίκηκας. |
| O 11 10c | τοῦτο δὲ πρὸς τὰ ἴδια ἐγκώμια κατασκευάζει, λέγων ἑαυτὸν διαπαντὸς σοφῶς φράζειν. ἴσθι νῦν Ἀρχεστράτου πα ῖ : ἴσθι δὴ οὖν καὶ γίνωσκε, ὦ Ἀγησίδαμε, ὅτι τῆς σῆς πυγμῆς ἕνεκεν τὸν κόσμον τὸν διὰ τοῦ στεφάνου κελαδήσω. |
| O 11 11 | λέγει δὲ, τὸν ὕμνον ἀναβοήσω τῆς καλλιστεφάνου ἐλαίας. 14DEQ κόσμον ἐπὶ στεφάν ῳ : τὸν ὕμνον λέγει. |
| O 11 13b | ἐλαία ς : λείπει τὸ δεξάμενον. παρεῖται δέ τι εἰς τὸ τοῦ λόγου πλῆρες· πληρωθείη δ’ ἂν οὕτως· χρυσέας ἐλαίας κόσμον σε δεξάμενον κελαδήσω τοὺς Ἐπιζεφυρίους Λοκροὺς φροντίδος ἀξιῶν διὰ σέ. |
| O 11 13c | 16DE 15Q κόσμον ἁδυμελῆ κελαδήσ ω : κελαδήσω τὸν ὕμνον σου τῆς νίκης τῶν Ἐπιζεφυρίων Λοκρῶν φροντίδα ποιούμενος καὶ μνήμην. |
| O 11 14b [5] | ἔθνη δὲ γʹ Λοκρῶν· Λοκροὶ οἱ Ἐπιζεφύριοι οἱ ἐν τῇ Ἰταλίᾳ· Λοκροὶ Ὀζόλαι οἱ ἐν τῇ Αἰτωλίᾳ· Λοκροὶ οἱ Ἐπικνημίδιοι οἱ ἐν τῇ Εὐβοίᾳ· ὅθεν Αἴας ὁ Ὀιλέως ὑπῆρχε καὶ τὴν ἐπωνυμίαν ἔσχε τὴν τοῦ Λοκροῦ. γένη δὲ καὶ ἔθνη τῶν Λοκρῶν εἰσι τρία, Ἐπιζεφύριοι, Ὀζόλαι, Ἐπικνημίδιοι. |
| O 11 14c [5] | τούτων οἱ μὲν Ἐπιζεφύριοί εἰσιν ἐν τῇ Ἰταλίᾳ, οἱ δὲ Ὀζόλαι πρὸς τῇ Αἰτωλίᾳ, οἱ δ’ Ἐπικνημίδιοι πρὸς τῇ Εὐβοίᾳ, ὅθεν Αἴας ὁ Ὀιλέως. 13DEQ ἀλέγω ν : ὑμνῶν. |
| O 11 15a | καὶ Ἀλκαῖος (fr. 58; sed potius Alcm. 23, 2)· οὐκ ἐγὼ Λύκον ἐν Μούσαις ἀλέγω. παρὰ τὸ ἀλέγειν καὶ φροντίδα ποιεῖν. ὁ δὲ λόγος οὗτος· τὴν Ἐπιζεφυρίων γενεὰν ὑμνῶν ὅπου συγκωμάζονται μέν σε ἐγγυήσομαι ἀφίζεσθαι εἰς στρατὸν μήτε ἄξενον μήτε καλῶν ἄπειρον. |
| O 11 15b | 19 ἀλέγω ν : ἐν φροντίδι ἔχων. |
| O 11 15c | μεμνημένος. ἀνυμνῶν. 8E ἔνθα συγκωμάξα τ’ · ἐγγυάσομα ι : ἐκεῖ δὲ συγχορεύσατε, ὦ Μοῦσαι· ἐγγυῶμαι γὰρ ὑμῖν μηδαμῶς τὸν στρατὸν αὐτῶν καὶ τὸν δῆμον κακόξενον εἶναι καὶ μὴ χαίροντα μουσικῇ. |
| O 11 16a | 20 ἔνθα συγκωμάξατ ε : ἐν ταύτῃ τῇ Λοκρίδι τῶν Ἐπιζεφυρίων συγκωμάσατε καὶ συγχορεύσατε, ὦ Μοῦσαι· ἐγγυήσομαι δὲ ἀφίξεσθαι ὑμᾶς πρὸς στρατὸν μὴ ἄξενον μηδὲ καλῶν ἄπειρον, ἀλλὰ πάντων καλῶν πεπειραμένον. |
| O 11 16b | 19 c B φυγόξενο ν : φυγαδεύοντα τοὺς ξένους. |
| O 11 17 | κακόξενον. ἀκρόσοφον δὲ καὶ αἰχμητὰν ἀφίξεσθα ι : τουτέστιν εἰς ἄκρον ἐληλυθότα σοφίας. |
| O 11 19a | 16 ἀκρόσοφο ν : τὸν ἐπ’ ἄκρον ἰόντα σοφίας. |
| O 11 19b | 20B τὸ γὰρ ἐμφυὲς οὔ τ ’ αἴθων ἀλώπη ξ : τὸ γὰρ ἦθος τὸ ἐκ τῆς φύσεως οὐκ ἂν μεταβάλοι οὔτε ἡ δολία ἀλώπηξ οὔτε οἱ φοβεροὶ λέοντες. |
| O 11 19c [5] | τοῦτο δὲ ὡς φύσει ὄντας αὐτοὺς πρὸς ἀρετὴν ἐπιτηδείους καὶ οὐχ οἷόν τε μεταβληθῆναι αὐτούς. διὰ τοῦτο οὖν, φησι, καὶ ἐγγυῶμαι αὐτούς. ἄλλως· τὸ γὰρ ἐμφυὲς οὔ τ ’ αἴθων ἀλώπη ξ : τούτοις ὑπακουστέον ὅτι οὐδὲ οἱ Λοκροὶ τὸ συγγενικὸν μετέβαλον, ἀλλ’ 〈εἰσὶν〉 ὡς ἀπ’ ἀρχῆς αἰχμηταὶ τῶν προδεδηλωμένων ἀρετῶν μετέχοντες ἐκ φύσεως. |
| O 11 19e | ὥσπερ οὖν ὁ λέων οὐ μεταβάλλει τὸ γενναῖον οὔτε ἡ ἀλώπηξ τὸ σοφὸν, οὕτως οὐδὲ οἱ Λοκροὶ τὸ ἔμφυτον ἦθος μεταβάλλονται. 17B οὔ τ ’ αἴθων ἀλώπη ξ : πανοῦργον ζῷον ἡ ἀλώπηξ· ὁ δὲ λέων δυναμικώτερος· ἀλλ’ οὐκ ἀλλάξει τὸ ἦθος τὸ ἔμφυτον. |
| O 11 20b | αἴθων ἀλώπη ξ : διάπυρος. δολία τῇ διανοίᾳ. |
| O 11 20d | ἢ αἴθων, παρόσον λαμπουρὶς καλεῖται. οὐ δ ’ ἐρίβρομοι λέοντε ς : καὶ τούτοις ὑπακουστέον ὅτι οὐδὲ οἱ Λοκροὶ τὸ συγγενικὸν μεταβεβλήκασιν, ἀλλ’ εἰσὶν ὃν τρόπον ἐξ ἀρχῆς αἰχμηταὶ καὶ τῶν προδεδηλωμένων ἀρετῶν μετέχοντες ἐκ φύσεως καὶ ἀπ’ ἀρχῆς [οἱ] τοιοῦτοι. |
| O 11 21 [1] | τέλος τόκου. Scholia in Olympionicarum carmen XII Ἐργοτέλει Ἱμεραίῳ δολιχεῖ καὶ Ἴσθμια καὶ Πύθια. |
| O 12 metr (t) [20] | Ἐργοτέλει Ἱμεραίῳ δολιχοδρόμῳ Πύθια καὶ Ἴσθμια, νικήσαντι τὴν οζʹ Ὀλυμπιάδα. sch. inscr. B Τοῦ ιβʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων θʹ. τὸ αʹ ἰαμβέλεγος λειπούσης τῆς πρώτης συλλαβῆς [ἢ τοῦ τέλους μετακειμένου ἐπὶ τὴν ἀρχήν]. τὸ βʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τὸ εʹ Πινδαρικὸν ἐκ Στησιχορείου τρίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετακειμένου. τὸ ζʹ Εὐριπίδειον. τὸ ηʹ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ θʹ Εὐριπίδειον. ἡ δὲ ἐπῳδὸς κώλων ιʹ. τὸ αʹ ἐγκωμιολογικόν. τὸ βʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ γʹ Εὐριπίδειον. τὸ δʹ ἀναπαιστικὸν τρίμετρον βραχυκατάληκτον. τὸ εʹ προσοδιακὸν καὶ συλλαβή. τὸ ϛʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ ἰαμβέλεγος τῆς πρώτης ἀφῃρημένης [ἢ τοῦ τέλους μετακειμένου]. τὸ ηʹ Πινδαρικὸν ἀπὸ Στησιχορείου. τὸ θʹ Στησιχόρειον. τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. 1B Ἐργοτέλε ι : Ὀλυμπιάδα μὲν ἐνίκησεν οζʹ καὶ τὴν ἑξῆς οθʹ, Πυθιάδα δὲ κεʹ καὶ Ἴσθμια ὁμοίως. |
| O 12 inscr a [10] | αὐτὸς δὲ ὁ Ἐργοτέλης ἦν μὲν τὸ γένος Κρὴς Κνώσιος· φυγαδευθεὶς δὲ ἐντεῦθεν ἀπῆλθεν εἰς Ἱμέραν πόλιν τῆς Σικελίας, ἐξ ἧς ἦν ὁ Στησίχορος ὁ μελοποιὸς, καὶ πολίτης γραφεὶς ἐνταῦθα ἤθλησεν. διὰ δὲ τοῦ προοιμίου εὔχεται ἀεὶ τὴν Ἱμέραν ἐλευθέραν εἶναι καὶ ἀνυπότακτον ἄλλοις. φανερὸν δὲ 〈ὅτι〉 καὶ διὰ τοῦτο τὴν Τύχην προσαγορεύει [καὶ] Διὸς ἐλευθερίου παῖδα, ἣν καὶ παρακαλεῖ ἀμφιπολεῖν τὴν Ἱμέραν. Ἐργοτέλης Κρὴς μὲν ἦν τῷ γένει πόλεως Κνωσσοῦ, ὃς ἠγωνίσατο ἑβδομηκοστὴν ἑβδόμην Ὀλυμπιάδα καὶ τὴν ἑξῆς Πυθιάδα εἰκοστὴν ἐννάτην. |
| O 12 inscr b [5] | στασιαζομένης δὲ τῆς πόλεως φυγὰς εἰς Ἱμέραν πόλιν Σικελιωτικὴν ἀπῆλθε, καὶ καταλαβὼν πάλιν τὰ ἐν Σικελίᾳ πράγματα στασιαζόμενα πρὸς Γέλωνος καὶ Ἱέρωνος, ἐκδεξάμενος εἰρήνην ἐνίκησε. διὸ πρὸς τὴν Εἰρήνην ἀποτείνεται ἐν τῷ προοιμίῳ ὡς αἰτίαν γενομένην τῷ νικηφόρῳ τῆς νίκης. Ἱμέραν δὲ νῦν τὴν πόλιν αὐτὴν λέγει· ἔστι δὲ καὶ ποταμός. |
| O 12 inscr c | ἐκ ταύτης δὲ τῆς Ἱμέρας καὶ Στησίχορος ὁ μελοποιός. ἦν δὲ ὁ Ἐργοτέλης υἱὸς Φιλάνορος καὶ ἐπολιτογραφήθη ἐνταῦθα. |
| O 12 inscr d | metr. B Λίσσομαι παῖ Ζηνό ς : καταλυθέντων τῶν περὶ Ἱέρωνα ἀθλήσας ἤδη ἐνίκησεν· ὅθεν τὸν ἐλευθέριον Δία . |
| O 12 1a | ... ὡς τῶν Σικελιωτῶν κατελευθερωθέντων τῆς τυραννίδος. Λίσσομαι παῖ Ζηνὸς ἐλευθερίο υ : τὴν Εἰρήνην ἐλευθερίου Διὸς ὑποτίθεται θυγατέρα διὰ τὴν ἐνοῦσαν τοῖς εἰρηνεύουσιν ἐλευθερίαν. |
| O 12 1c | ἔστι δὲ ὡς τὸ (Hom. Α 37)· Χρύσην ἀμφιβέβηκας. ἱκετεύω οὖν σε, ὦ τοῦ ἐλευθερίου Διὸς παῖ Τύχη σώτειρα, περὶ τῆς μεγαλοσθενοῦς πόλεως τῆς Ἱμέρας καλουμένης. |
| O 12 1e | [ἔστι δὲ] Ἱμέρα πόλις Σικελίας. ἀμφιπόλει δὲ, περιπόλει. σῶζε. εὔχεται δὲ μὴ ὑποταγῆναι τὴν Ἱμέραν μηδενί. |
| O 12 4a | τί ν : σοί Δωρικῶς. τὶν γὰρ ἐν πόντ ῳ : διὰ σὲ γὰρ καὶ νῆες ἐν τῇ θαλάσσῃ ἰθύνονται. |
| O 12 4b | 5B ἢ ὑπὸ σοῦ. |
| O 12 4d | διὰ τὴν τύχην φησὶ καὶ τὰς ἐν ἀνθρώποις ἐλπίδας ἐκκλείεσθαι. 7B θοαὶ νᾶε ς : ἐπεὶ καὶ αἱ νῆες τύχῃ τινὶ κινοῦνται. |
| O 12 4e | ὁμοίως δὲ καὶ αἱ δημηγορίαι γίνονται. λαιψηροὶ πόλεμο ι : κοῦφοι καὶ ἀνόητοι· διὰ τὸ ἀνοήτως ποιεῖν ὁρμᾶν τοὺς μαχομένους. |
| O 12 5b | ἤτοι ὅτι ὀξέως ἡ ὀργὴ διανίσταται τῶν ἀνθρώπων, ἐξ ἧς ὁ πόλεμος. 8B αἵ γε μὲν ἀνδρῶ ν : ὃ ἄν τις ἐλπίζῃ, οὐκ εὐθέως ἀποβαίνει, οὐδὲ εὐθυποροῦσιν αἱ ἐλπίδες, ἀλλὰ ποτὲ μὲν εἰς ὕψος φέρεται τὰ προσδοκώμενα ὡς τελευτηθησόμενα, ὁτὲ δὲ ῥίπτεται καὶ ταπεινοῦται. |
| O 12 7a | πόλ λ ’ ἄν ω , τὰ δ ’ αὖ κάτ ω : πεπλανημένως. διὰ σὲ οὖν, ὦ Τύχη, πάντα γίνονται. |
| O 12 7b | αἱ γοῦν τῶν ἀνθρώπων ἐλπίδες πολλάκις ἀντιστρόφῳ τῇ προσδοκίᾳ χρησάμεναι μάτην διεξῆλθον καὶ περισσῶς ἠλπίσθησαν. 10B ψευδῆ μεταμώνια τάμνοισα ι : τὰ ψευδῆ μεταμώνια εἶπεν ἀντὶ τοῦ μετέωρα αἰρόμενα. |
| O 12 8 [5] | τὸ δὲ τάμνοισαι ἀπὸ μεταφορᾶς τῶν νεῶν εἴληπται. ὥσπερ γὰρ αἱ νῆες τρέχουσιν, οὕτως καὶ αἱ τῶν ἀνθρώπων ἐλπίδες ἀνὰ πολλὰ πράγματα φέρονται καὶ κυλίονται τοῖς πονήμασι, καὶ οὐδὲν ὧν ᾠήθησαν ἀληθὲς εὑρίσκουσι. τοῦτο δὲ πρὸς τὸν ὑμνούμενον, ἐπεὶ φυγὰς γενόμενος καὶ νομίσας δυστυχεῖν ἐνίκησε παρὰ προσδοκίαν. 4 d B σύμβολο ν : σύμβολον ἀρσενικῶς καὶ οὐδετέρως. |
| O 12 10b [5] | συμβόλους δὲ λέγομεν πταρμοὺς ἢ φήμας ἢ ἀπαντήσεις. ὡς Ἀρχίλοχος (fr. 44)· μετέρχομαί σε σύμβολον ποιούμενος. σύμβολον δ ’ οὔπω τις ἐπιχθονίων πιστό ν : τοιγαροῦν, φησιν, οὐδεὶς τῶν ἀνθρώπων τεκμήριον ἢ σημεῖον δυνάμενον πιστώσασθαι περὶ τῶν ἐλπιζομένων πράξεων εὕρατο παρὰ θεοῦ, ὅτι πάντως ἐκβήσεται κατὰ τόνδε τὸν τρόπον ὡρισμένως. |
| O 12 10d [5] | ἄλλως· οὐδεὶς ἀνθρώπων πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεῶν σημεῖον. Φιλόχορος δὲ (FHG I, 416) τὰς ἐκ φήμης μαντείας, τουτέστι κληδόνας καὶ πταρμοὺς σύμβολόν φησι λέγεσθαι· χρήσασθαι BCEQ δὲ αὐτοῖς πρώτην Δήμητραν. 14 b B οὔπω τις ἐπιχθονίω ν : οὐδεὶς ἀνθρώπων περὶ πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεοῦ σημεῖον ἢ τεκμήριον ὅτι πάντως ἐκβήσεται κατὰ πάντα τρόπον ὡρισμένως εἰπεῖν. |
| O 12 13 | τετύφλωνται φραδα ί : ἀπροόρατοί εἰσιν αἱ γνώσεις καὶ ἀφανεῖς αἱ ἀποβάσεις. ἔπεσεν ἔμπαλιν μὲν τέρψιο ς : τὰ ἐναντία τῇ τέρψει, τουτέστι τὰ ἀηδῆ. |
| O 12 14a | 14 e B καὶ γὰρ τοῖς ἕτερα τῆς γνώμης προσδοκῶσι τὰ ἐναντία συνέβη. |
| O 12 14b | τὸ δὲ ἔπεσεν ἀπὸ μεταφορᾶς τῶν κύβων. οἱ μὲν γὰρ τὰ ἐναντία ἢ ὡς προσεδόκησαν καὶ μετεῖχον τέρψεως εὕραντο· οἱ δὲ χαλεπαῖς καὶ δειναῖς πραγμάτων ζάλαις περιτυχόντες μέγιστον ἀγαθὸν αἰφνιδίως μετηλλάξαντο τοῦ προσδοκωμένου κακοῦ. |
| O 12 14c [5] | πάντων δὲ τῶν προειρημένων ὁ σκοπὸς τὴν ἀναφορὰν εἰς τὸν Ἐργοτέλη ἔχει, ἐπειδὴ προσδοκήσας ἐκ τοῦ κατὰ Κρήτην πολέμου καὶ τῆς φυγῆς ἀδέξια τὰ μέλλοντα δι’ εὐτυχίαν πολλὴν ὕστερον δόξαν ἐκτήσατο. ἄλλως· τὰ ἐναντία τῇ τέρψει, τουτέστι τὰ ἄδηλα καὶ ἀφανῆ ἀηδῆ. |
| O 12 14e | ἄλλως· ἔνιοι δὲ ἐν ζάλαις καὶ πραγμάτων χειμῶσι γενόμενοι ἐν μικρῷ χρόνῳ μετήμειψαν καὶ μετήλλαξαν εἰς βαθὺ καὶ μέγα ἀγαθὸν παραγενόμενοι. ἀντικύρσαντε ς : ἀντὶ τοῦ ἐντυχόντες ζάλαις καὶ τρικυμίαις. |
| O 12 16b [5] | ἔνιοι ἐν ζάλαις περιπεσόντες πραγμάτων καὶ χειμῶσιν ἐκομίσαντο ἐν μικρῷ χρόνῳ ἀντὶ τοῦ πήματος βαθὺ ἀγαθόν. ταύτην δὲ τὴν γνώμην λέγει πολλάκις ὁ Πίνδαρος, ὅτι παρὰ μὲν εὐτυχίαν κακὸν ἐμβαίνειν εἴωθε, παρὰ δὲ δυστυχίαν ἀγαθόν. καὶ γὰρ ὁ Ἐργοτέλης φυγαδευθεὶς καὶ ἐπὶ ἆθλον ἀγωνισάμενος ἐνίκησεν. πήματος ἐν μικρ ῷ : λείπει ἡ ἀντί, ἵν’ ᾖ ἀντὶ πήματος. |
| O 12 17 | τοῦτο δὲ εἶπε διὰ τὸν Ἐργοτέλη· καὶ γὰρ οὗτος ἐκ πημάτων τῶν περὶ τὴν ἀπόπτωσιν ἀγαθὸν ἔσχε τὴν νίκην. υἱὲ Φιλάνορο ς : ὁ λόγος πρὸς τὸν Ἐργοτέλη υἱὸν ὄντα Φιλάνορος. |
| O 12 19 [5] | λέγει δὲ, προδεδηλωκὼς 〈περὶ〉 τῶν συμφορῶν ὅτι φιλεῖ μεταπίπτειν ἐξ ἀγαθῶν μὲν κακὰ, ἐκ κακῶν δὲ ἀγαθὰ, ὅτι καὶ Ἐργοτέλης εἰ μὴ ἐφυγαδεύθη, οὐκ ἂν ἠγωνίσατο. ἅ τ ’ ἀλέκτω ρ : τὸν ἀλεκτρυόνα παρέλαβε διὰ 〈τὸ〉 τὰς τῶν ἀλεκτρυόνων μάχας [καὶ] κατοικιδίας γίνεσθαι καὶ μηδὲν ἄξιον λόγου [δρᾶν] δημοσίᾳ. |
| O 12 20b [5] | ἐνδομάχας ἅ τ ’ ἀλέκτω ρ : τὸν ἀλέκτορα παρείληφε διὰ τὸ κατοικιδίους ποιεῖσθαι τὰς μάχας τὸ ζῷον τοῦτο καὶ μηδὲν λόγου ἄξιον δρᾶν δημοσίᾳ. θέλει δὲ εἰπεῖν ὅτι εἰ μὴ ἔφυγεν ἐκ τῆς πατρίδος, οὐκ ἂν ἐστεφανώθη. ἄλλως· τί οὖν, φησιν, ὦ τοῦ Φιλάνορος υἱὲ Ἐργότελες; καὶ ἡ σὴ τιμὴ ἀκλεὴς ἂν ἐγένετο καὶ ἀπεμαράνθη ἂν καὶ ἀπώλετο ἡ τῆς ὀξύτητός σου τῶν ποδῶν δόξα, εἴπερ ἐν τῇ τῶν προγόνων σου ἑστίᾳ παρέμεινας ἐκεῖ μόνον ἀγωνιζόμενος ὡς εἴ τις ἀλέκτωρ ἐνοικίδιος τοῖς ἔνδον ὄρνισι μαχόμενος, καὶ μὴ ἡ γεγενημένη στάσις καὶ ὁ πόλεμος ὁ ἐν τῇ πατρίδι σου τῇ Κνωσσῷ στερήσας σε ἦν τῶν οἰκείων καὶ ποιήσας ἀναχωρῆσαι τῆς πατρίδος, ὥστε δυνηθῆναι τὸν Ὀλυμπίασιν ἀγῶνα νικῆσαι. |
| O 12 21a | συγγόνῳ πα ρ ’ ἑστί ᾳ : ἐν τῇ Κρήτῃ κατοικίδιον ἂν ἔσχε τὴν ἀρετήν. συγγόν ῳ , ἐν τῇ συγγενικῇ, τῇ ἀπὸ προγόνων· Κνώσσιος γὰρ ἦν. |
| O 12 21b | λέγει δὲ ὅτι καὶ τὸ δόξαν κακῶς γεγενῆσθαι, τὸ τῆς φυγῆς, τοῦτο αὐτῷ ἀγαθὸν προέβη. κατεφυλλορόησε ποδῶ ν : τουτέστιν, ἡ ταχυτής σου ἐμαράνθη· ἀπὸ τῆς τῶν φύλλων φυλλοροήσεως. |
| O 12 22b | εἴπερ οὖν, φησι, μείνας ἦς ἐν τῇ πατρίδι, ἅτε ἐνδομάχης ἀλέκτωρ, οὕτως περιεῖδες ἂν φυλλοροοῦσάν σου τὴν ἀρετὴν, τουτέστι μαραινομένην. βούλεται δὲ εἰπεῖν ὅτι ἀπόδοξος ἂν ἦς. Κνωσσία ς : Κνώσσιος ὁ Ἐργοτέλης· διὰ δὲ στάσιν ἦλθεν . |
| O 12 24 | ... ὅπου ἤθλησεν. νῦν δ ’ Ὀλυμπίᾳ στεφανωσάμενο ς : ἐκ δὲ ταύτης τῆς αἰτίας τῆς κατὰ τὴν φυγὴν στεφθεὶς ἐν Ὀλυμπίᾳ καὶ ἐν Πυθίᾳ καὶ ἐν Ἰσθμῷ, τὰ θερμὰ ὕδατα τῶν Νυμφῶν ἐν τῇ Ἱμέρᾳ ὑψοῖς καὶ ἐπαίρεις τῇ δόξῃ. |
| O 12 25a | 27B βούλεται δὲ λέγειν ἀπὸ μέρους αὐτὴν τὴν πόλιν· τόπος γὰρ ἐν αὐτῇ τὰ θερμὰ λουτρὰ τὰ φυσικὰ ἔχων. |
| O 12 25b | 28BCDEQ θερμὰ Νυμφᾶ ν : ἀντὶ τοῦ ἐπαίρεις καὶ αὔξεις. |
| O 12 27b [5] | ἀπὸ μέρους δέ φησι τὴν Ἱμέραν ἀντὶ τοῦ τὴν Σικελίαν, ὅτι ἐν Μεγάροις θερμὰ λουτρά ἐστιν, ἃ τῷ Ἡρακλεῖ φασι τὴν Ἀθηνᾶν ἀναδοῦναι ἵνα λούσηται, ὅτε τὰς βοῦς ἀπελαύνων Γηρυόνου παρεγένετο. τινὲς δὲ τὰς Νύμφας ἀναδοῦναι αὐτὰ, ὡς ὁ Πίνδαρος. θερμὰ Νυμφᾶ ν : τὰ θερμὰ ἐν τῇ Σικελίᾳ τὰ τῆς Ἱμέρας πόλεως λέγεται Ἀθηνᾶν ἀναδοῦναι εἰς ἀπόλαυσιν Ἡρακλεῖ, ἡνίκα ἐκεῖ ἐφάνη (τινὲς δὲ Νύμφας, καθὼς καὶ Πίνδαρος), ἵνα ἀπολούσηται, ὅτε τὰς Γηρυόνου βοῦς ἀπελαύνων παρεγένετο. |
| O 12 27c | 25 b B λοιπὸν ὡς ἐν ἰδίᾳ γῇ παροικῶν καὶ οὐδενὸς τῶν ἔξωθεν ἐπιδεόμενος. |
| O 12 28 [1] | 27CDEQ τέλος Ἐργοτέλους. Scholia in Olympionicarum carmen XIII Ξενοφῶντι Κορινθίῳ σταδιοδρόμῳ καὶ πεντάθλῳ νικήσαντι τὴν οθʹ Ὀλυμπιάδα. |
| O 13 metr (t) [25] | 1B Ξενοφῶντι Κορινθίῳ πεντάθλῳ. Τοῦ ιγʹ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιαʹ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἀπὸ πρώτου ποδὸς ἀδιαφόρου καὶ τροχαίου. ὁ τρίτος ποῦς παρηνομήθη· ὁ γὰρ ἀντίσπαστος ἀπὸ βʹ τροχαίων, ὅπερ πάσχει κατὰ μέσον. τὸ βʹ Φερεκράτειον. τὸ γʹ ἴαμβος τρίμετρος βραχυκατάληκτος. ὁ βʹ ποῦς ἁπανταχοῦ τρίβραχυς. ὁ δʹ ἄτακτος· σπονδεῖος γὰρ εὑρίσκεται παρὰ τοῖς μελοποιοῖς. τὸ δʹ ἴαμβος τρίμετρος βραχυκατάληκτος. τὸ εʹ διπλῆ περίοδος, καὶ διπλοῦς ἴαμβος ἀρχόμενος. τὸ ϛʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον ἀπὸ ἰαμβικῆς καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος καὶ τροχαϊκῆς τῆς οἰκείας. τὸ ζʹ δακτυλικὸν πενθημιμερές. τὸ ηʹ ἐπιχοριαμβικὸν, ἀπὸ τροχαϊκῆς διποδίας καὶ χοριάμβου, τῆς καί βραχείας οὔσης διὰ τὴν κατάληξιν. τὸ θʹ προσοδιακὸν ἢ ἀναπαιστικόν. τὸ ιʹ Εὐριπίδειον· αἱ δὲ ἀποδόσεις ἑπτασύλλαβοί εἰσιν ἰωνικοὶ ἀπ’ ἐλάσσονος. τὸ ιαʹ ἐπιχοριαμβικὸν, ἢ τροχαῖος ἐπίτριτος. ἡ δὲ ἐπῳδὸς καὶ αὐτὴ κώλων ιαʹ. τὸ αʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον τῆς μοι βραχείας οὔσης. τὸ βʹ ἐγκωμιολογικόν. τὸ γʹ τὸ αὐτό. τὸ δʹ ὅμοιον τῷ ιαʹ τῆς στροφῆς. τὸ εʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ Εὐριπίδειον. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ δακτυλικὸν πενθημιμερές. τὸ θʹ ἐπιωνικὸν ἄτακτον· ὁ γὰρ βʹ σπονδεῖός ἐστιν· εἶτα ἥμισυ συζυγίας. γίνεται δὲ ἐν τοῖς ἐπιωνικοῖς ἡ ἀταξία, ὡς ἐν τῷ Ὦ καλλίστη πόλι πασῶν, ὅσας Κλέων ἐφορᾷ (Eupol. fr. 290 K.). τὸ ιʹ Εὐριπίδειον. τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. 6B Τρισολυμπιονίκα ν : παρόσον τρεῖς νίκας αὐτοῖς συμβέβηκε γενέσθαι, τᾷ μὲν παιδὶ δύο κατὰ τὴν αὐτὴν ἡμέραν, πεντάθλῳ καὶ σταδίῳ ἀγωνισαμένῳ, τῷ δὲ πατρὶ Θεσσαλῷ τοὔνομα πρῶτον ἐν τῇ ξθʹ Ὀλυμπιάδι. |
| O 13 1b [5] | τὸν τρισολυμπιονίκην οἶκον ἐπαινῶν τὸν πρᾷον μὲν πρὸς τοὺς πολίτας, φιλοξενώτατον δὲ πρὸς τοὺς ξένους, εἰς γνῶσιν ἄξω καὶ ὑμνήσω διὰ τούτων καὶ τὴν εὐδαίμονα Κόρινθον, τὴν τοῦ Ἰσθμίου Ποσειδῶνος οὖσαν προπύλαιον καὶ οἰκητήριον, ἥτις ἀγλαοὺς κούρους καὶ ἄνδρας ἔχει. ἀγλαόκουρον τὴν εὔανδρον λέγει. |
| O 13 4a | Ἰσθμίου πρόθυρο ν : ὅτι ἀρχὴ καὶ τέλος τῆς Πελοποννήσου ὁ Ἰσθμός. πρόθυρον δὲ, τοῖς εἰς Πελοπόννησον στελλομένοις. ἔνιοι δὲ, τὴν τοῦ Ἰσθμίου Ποσειδῶνος οὖσαν προπύλαιον καὶ οἰκητήριον. |
| O 13 4c | ἄλλως· πρόθυρον καὶ θύρας εἰώθασι καλεῖν τὴν Κόρινθον διὰ τὸ ἀρχὴν ἢ τέλος εἶναι τῆς Πελοποννήσου. Βακχυλίδης (c. I, 14)· ὦ Πέλοπος λιπαρᾶς νάσου θεόδματοι πύλαι. ἢ οὕτως· ἐπεὶ ἀρχὴ μὲν τοῖς ἀπὸ τῆς Ἑλλάδος εἰς Πελοπόννησον πορευομένοις, ἐσχάτη δὲ τῆς Πελοποννήσου. |
| O 13 4d | metr. B ἐν τᾷ γὰρ Εὐνομία ναίε ι : ἐν γὰρ ταύτῃ, τῇ Κορίνθῳ, οἰκεῖ ἡ Εὐνομία καὶ ἀδελφὴ αὐτῆς ὁμότροφος Εἰρήνη· ὡς Ἡσίοδος (theog. |
| O 13 6a [5] | 901)· δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν. βάθρον πολίω ν : ἐφ’ ὧν πᾶσα πόλις ἀσφαλῶς βέβηκεν. |
| O 13 6c [5] | Εὐνομία, Δίκη, Εἰρήνη ἀδελφαὶ ἐκ Θέμιδος. ἐθέλοντι δ ’ ἀλεξεῖν ὕβρι ν : ἤτοι εὐκτικῶς εἶπε, τὴν τῶν θεῶν· βούλοιντο δ’ ἂν ἀπαμύνειν τὴν ὕβριν καὶ ἀποκωλύειν· ἢ περὶ τῶν Κορινθίων, ὅτι βούλημα δέ ἐστιν αὐτῶν καὶ σκοπὸς ἐκκλίνειν τὴν ὕβριν, ἀντὶ τοῦ καθεστῶτές εἰσι καὶ οὐχ ὑβρισταί. |
| O 13 12b | ἔνιοι δὲ οὕτως· βούλημα δὲ καὶ σκοπὸν ἔχουσιν αἱ τῆς Θέμιδος θυγατέρες ἀπαλεξεῖν τὴν ὕβριν τὴν τοῦ κόρου μητέρα τὴν θρασεῖαν. 16Q ἄλλως· ἐθέλοντι δ ’ ἀλεξεῖ ν : αἱ προειρημέναι θεαὶ ἀπαλεξήσουσι τὴν ὕβριν τῶν πόλεων. |
| O 13 12d | οὐκ ὀρθῶς δὲ τὴν ὕβριν τοῦ κόρου μητέρα λέγει, ἀλλὰ τὸ ἀνάπαλιν εἰπεῖν ἔδει. Ὅμηρος (? Theogn. |
| O 13 12e | v. 153)· τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται. ἔχω καλά τε φράσα ι : ἔχω τοίνυν περὶ τῆς Κορίνθου τὰ κάλλιστα διεξελθεῖν· παρορμᾷ γὰρ ἡ τόλμα τὴν γλῶτταν, ἡ εὐθεῖα τόλμα νῦν καὶ πρόσφορος, διηγεῖσθαι περὶ αὐτῶν. |
| O 13 14a | 17 c B ἄλλως· ἡ ὑπομονὴ καὶ ἡ εὐτολμία τὴν γλῶττάν μου παρορμᾷ λέγειν τὰ ἐπ’ εὐθείας καὶ ἐφεξῆς τούτοις πράγματα. |
| O 13 14b | 17 a Q ἄμαχον δὲ κρύψα ι : ἀμήχανον καὶ ἀδύνατον ἀποκρύψαι τὸ συγγεγενημένον ἦθος καὶ ἐκ φύσεως. |
| O 13 16a | 12 c Q ὔμμι δὲ παῖδες Ἀλάτ α : ὑμῖν γὰρ, ὦ Κορίνθιοι, τὴν ἀπὸ τῶν νικῶν ἡδονήν τε καὶ τέρψιν παρέσχον αἱ Ὧραι, νικηταῖς γενομένοις ἐν τοῖς μεγίστοις καὶ ἱεροῖς ἀγῶσιν. |
| O 13 17a | 17 d B παῖδας δὲ Ἀλήτου εἶπε τοὺς Κορινθίους. |
| O 13 17b [5] | πῶς δὲ παῖδες Ἀλήτου οἱ Κορίνθιοι; Ἀλήτης Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους, οὗτος ἐκράτησε Κορίνθου. διόπερ παῖδας Ἀλήτου εἶπε τοὺς Κορινθίους ὡς ἀπογόνους. ἄλλως· Ἀλήτου παῖδες οἱ Κορίνθιοι. |
| O 13 17c [5] | Ἀλήτης γὰρ ἡγήσατο τῆς ἀποικίας τῶν Ἡρακλειδῶν, ὅτε οἱ Ἡρακλεῖδαι κατῄεσαν εἰς Πελοπόννησον, καὶ αὐτὸς εἷς ὢν τῶν Ἡρακλειδῶν· ἦν γὰρ Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους. Δίδυμος δέ φησι τὸν Ἀλήτην μὴ οἰκιστὴν τῆς Κορίνθου γεγονέναι, ἀλλὰ βασιλέα, ἔτει τριακοστῷ μετὰ τὴν τῶν Δωριέων ἄφιξιν. 17 a B 17 f DEQ οὐ μόνον ἐνδόξους διὰ τὰς νίκας τοὺς Κορινθίους αἱ Ὧραι ἐποίησαν, ἀλλὰ καὶ ταῖς καρδίαις αὐτῶν ἐνέβαλον σοφίαν. |
| O 13 17d | 20DEQ φησὶ δὲ ταῦτα, ἐπειδὴ Φείδων τις, Κορίνθιος ἀνὴρ, εὗρε μέτρα καὶ σταθμία· καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι· διὸ καὶ ἐπιφέρει· πᾶν δ’ εὑρόντος ἔργον. |
| O 13 17e | πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι. νικαφόρον ἀγλαΐα ν : τὴν ἐκ τῆς νίκης ἡδονήν. |
| O 13 17f | 17 d DEQ ὑπερελθόντω ν : νικησάντων. |
| O 13 20a | ὑπερβαλόντων καὶ κρεισσόνων γενομένων. ὑπερελθόντων ἱεροῖ ς : σχῆμά ἐστιν ἀντὶ τοῦ ὑπερελθοῦσιν. |
| O 13 20b | 24Q πολλὰ δ ’ ἐν καρδίαι ς : ἐπεὶ πολλὰ οἱ Κορίνθιοι ἐτεχνήσαντο καὶ εὗρον· διὸ καὶ ἐπιφέρει· πᾶν δ’ εὑρόντος ἔργον. |
| O 13 21b [5] | πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι, ὥστε καὶ τὰ ὕστερον εὑρεθέντα ἴδια αὐτῶν νομισθῆναι. ἄλλως· καὶ οὐ μόνον νίκην παρέσχον ὑμῖν αἱ Ὧραι, ἀλλὰ καὶ πλεῖστα σοφὰ διανοήματα ὁ χρόνος ἐν ταῖς καρδίαις τῶν παρ’ ὑμῖν ἀνδρῶν ἐνέβαλεν· ἀντὶ τοῦ καὶ ἀνδρείους ὑμᾶς ἤνεγκεν ὁ χρόνος καὶ συνετοὺς καὶ σοφούς. |
| O 13 21d | ταῦτα δέ φησιν ἐπειδὴ Φείδων τις ἀνὴρ Κορίνθιος εὗρε μέτρα καὶ σταθμούς. καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι. 25Q ἅπαν δ ’ εὑρόντος ἔργο ν : τοῦ πρῶτον εὑρόντος ἴδιόν ἐστιν, οὐχὶ δὲ τοῦ ὕστερον μιμησαμένου· παρ’ ὑμῖν γὰρ τοῖς Κορινθίοις πολλὰ τῶν ἔργων εὑρέθη. |
| O 13 24 | 21Q ταὶ Διονύσου πόθεν ἐξέφανε ν : αἱ τοῦ Διονύσου πανηγύρεις πόθεν ἐξέλαμψαν σὺν τῷ διθυράμβῳ, ἀντὶ τοῦ τὸν διθύραμβον προσλαβοῦσαι; 26 a B αἱ τῶν διθυράμβων χάριτες αἱ τῷ Διονύσῳ ᾀδόμεναι πόθεν ἐφάνησαν; τοῦτο δὲ ὡς παρὰ Κορινθίοις πρῶτον εὑρεθέντων 〈τῶν〉 εἰς τὸν Διόνυσον διθυράμβων. |
| O 13 25c | ὁ Πίνδαρος δὲ ἐν μὲν τοῖς ὑπορχήμασιν (fr. 115) ἐν Νάξῳ φησὶ πρῶτον εὑρεθῆναι διθύραμβον, ἐν δὲ τῷ πρώτῳ τῶν διθυράμβων (fr. 71) ἐν Θήβαις, ἐνταῦθα δὲ ἐν Κορίνθῳ. 26 b B σὺν βοηλάτ ᾳ : βοηλάτην τὸν διθύραμβον προσαγορεύει, ἤτοι διὰ τὸ βοῦν εἶναι τῷ νικήσαντι ἔπαθλον· ἱερὸς γὰρ τοῦ Διονύσου· ἢ διὰ τὸ ἐλαύνεσθαι αὐτὸν διὰ βοῆς καὶ λέγεσθαι. |
| O 13 26a [5] | 25 c B Χάριτες διθυράμβ ῳ : οὕτως ἀκουστέον· αἱ τοῦ Διονύσου διθυράμβων ἐν Κορίνθῳ ἐφάνησαν χάριτες, τουτέστι τὸ σπουδαιότατον τῶν Διονύσου διθυράμβων ἐν Κορίνθῳ πρῶτον ἐφάνη· ἐκεῖ γὰρ ὡράθη ὁ χορὸς ὀρχούμενος· ἔστησε δὲ αὐτὸν πρῶτος Ἀρίων ὁ Μηθυμναῖος, εἶτα Λάσος ὁ Ἑρμιονεύς. |
| O 13 26c | ἄλλως. ὁ λόγος ἐρωτηματικὸς, ὑπακούεται δὲ δηλονότι· ἐκ Κορίνθου. συνίστησι γὰρ ὅτι πρῶτος ἐν Κορίνθῳ διθύραμβος εἰσήχθη, ὃς ἦν κύκλιος χορὸς, Ἀρίωνος τοῦ Μηθυμναίου συστήσαντος αὐτόν. BCEQ ἡ δὲ ἀκολουθία· αἱ τοῦ Διονύσου δὴ οὖν χάριτες ὁ διθύραμβος ποῦ πρῶτον ἐξεφάνη; οὐκ ἀπὸ Κορίνθου; ἄλλως· τοῦτο ἐν ἤθει φησίν· ὅπου, φησὶν, ὤφθησαν αἱ ἐπὶ τῶν διθυράμβων χάριτες; δηλονότι ἐν Κορίνθῳ. |
| O 13 27a [10] | τίς γὰρ ἱππείοις ἐν ἔντεσι μέτρ α : τουτέστι τὰ ἵππεια μέτρα τοῦ χαλινοῦ. ἀποδεδώκασι δὲ τῷ δοκεῖν τὸν Πήγασον πρῶτον ὑπὸ Βελλεροφόντου ἐν Κορίνθῳ κατεζεῦχθαι. Δίδυμος δέ φησι μήτε τοὺς ἱππικοὺς δρόμους μήτε τὰς τῶν ἁρμάτων κατασκευὰς μήτε τὸν χαλινὸν διὰ τούτων δηλοῦσθαι, ἀλλὰ τὸν κεραμεικὸν τροχὸν, ἐκ μεταφορᾶς διχόθεν μετενηνεγμένης, τοῦτο μὲν ὅτι ἵπποις οἰκεῖος ὁ τροχὸς, τοῦτο δὲ ὅτι ἑκατέρωθεν ἐλαύνεται ὑπὸ ποδὸς πτέρνης. Καλλίμαχος (fr. 263)· πτέρνῃ θ’ ἵππος ἐλαυνόμενος. τίς γάρ, φησιν, ἕτερος εὗρε τὰ μέτρα τὰ ἐν τοῖς ἱππείοις ἔντεσι καὶ ὅπλοις γινόμενα; ἱππείοις δὲ ἔντεσιν εἶπε τοῖς τροχοῖς τοῖς κεραμεικοῖς, ἐπειδὴ ἐπὶ τροχοῦ πλάττεται, ὁ δὲ τροχὸς κοινωνεῖ τῷ ἅρματι τῶν ἵππων. |
| O 13 27b | BDEQ καὶ Θεόφραστος μὲν ἐν τῷ περὶ εὑρημάτων Ὑπέρβιον τὸν Κορίνθιόν φησιν εὑρηκέναι τὴν τοῦ κεραμεικοῦ τροχοῦ μηχανήν. |
| O 13 27c [5] | μέτρα δὲ αὐτὸν ὁ Πίνδαρος, παρόσον ἐν κεραμεικοῖς μετροῦμεν. [καὶ ὅσα ἄλλα, χόες, ψυκτῆρες, κώθωνες.] ἔνιοι δὲ ἵππεια ἔντεα ἅρματα καὶ χαλινοὺς, ἀπὸ μέρους τοὺς πολεμικούς. ὅτι δὲ παρ’ αὐτοῖς ὁ χαλινὸς εὕρηται, δείκνυσι τὰ ἑξῆς. 29CEQ ὁ Δίδυμος ἑτέραν ἀποδίδωσιν οὕτως ἔχουσαν· τὴν ἔν πρόθεσιν, ἀντὶ τῆς εἴς κειμένην, συναπτέον πρὸς τὰ μέτρα· τίς γὰρ τοῖς εἰς τὰ μέτρα ἱππείοις ἔντεσιν ἐχρήσατο πρώτη ἢ σὺ, ὦ Κόρινθε; ἵππεια δὲ ἔντεα ἀκουστέον τὰ Φειδώνεια ἀγγεῖα· ἔντεα γὰρ ἂν εἴη τὰς χοίνικας καὶ τοὺς μεδίμνους λέγων, διὰ τὴν κοιλότητα. |
| O 13 27d [10] | καὶ Ὅμηρος (η 232)· ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός. τούτων οὖν τῶν εἰς τὰ μέτρα ἐντέων εὑρετάς φησιν εἶναι τοὺς Κορινθίους. διατί δὲ ἵππεια αὐτὰ εἶπεν; ὅτι Φείδων ὁ πρῶτος κόψας Κορινθίοις τὸ μέτρον Ἀργεῖος ἦν· τὸ δὲ Ἄργος ἵππειον λέγουσιν οἱ ποιηταί. Εὐριπίδης (J. T. 700)· ὅταν εἰς Ἑλλάδ’ ἵππειόν τ’ Ἄργος μόλῃς. 31 b C 31 a EQ ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμο ν : τὸν αἰετόν· φησὶ δὲ τὸ κατὰ τοὺς ναοὺς τῶν θεῶν ἀέτωμα. |
| O 13 29a [5] | τίς οὖν, φησιν, ἐν τοῖς ναοῖς τῶν θεῶν τὸν βασιλέα τῶν ὀρνίθων ἐπέθηκε, τὸ λεγόμενον ἀέτωμα; δίδυμον δέ φησιν, ὅτι διπλᾶ τὰ ἀετώματα, ὄπισθεν καὶ ἔμπροσθεν, διὰ τὸ ἐξ ἑκατέρων τῶν μερῶν κατασκευάζεσθαι αὐτά. ἄλλως· οἰωνῶν βασιλέ α : ὁ ἀετὸς οἰωνῶν βασιλεύς ἐστιν ὁ ἐπὶ τῶν ἱερῶν τιθέμενος. |
| O 13 29b [5] | τινὲς δὲ τὸ ἀέτωμα λέγουσιν, ὥς φησι Δίδυμος παρατιθέμενος Τίμαιον (FHG I, 202) λέγοντα· καὶ τοῦτο ἐν ταῖς οἰκοδομίαις αὐτῶν εὕρημα, ταύτην ἀποδοὺς τὴν ἐξήγησιν τῶν προκειμένων. 27 d CEQ ἐν δὲ Μοῖ ς ’ ἁδύπνοο ς : ποῦ δὲ ἡ μουσικὴ ἀνθεῖ καὶ τὰ πολεμικὰ ἀλλαχοῦ; τοῦτο δὲ διὰ τὸν Εὔμολπον ὄντα Κορίνθιον καὶ γράψαντα νόστον τῶν Ἑλλήνων. |
| O 13 31a | 32C ἀντὶ τοῦ μουσικοί εἰσι· παρόσον καὶ ποιηταὶ διασημότατοι ἐν Κορίνθῳ ἐγένοντο, ὧν ἦν καὶ Αἴσων, οὗ μέμνηται Σιμωνίδης (fr. |
| O 13 31b [5] | 215). ἐν δὲ τῷ Περσικῷ πολέμῳ καὶ οὗτοι ἐστρατεύσαντο ἔχοντες ἡγεμόνα Ἀδείμαντον. 31 a C ἐν δ ’ Ἄρης ἀνθεῖ νέω ν : ποῦ δέ, φησι, καὶ τὰ τοῦ πολέμου ἐμπείρως οὕτω γίνεται; τοῦτο δὲ διὰ τὰ Μηδικά φησιν, ὅτε ἠνδραγάθησαν· ἐπεὶ Ξέρξου ἡττηθέντος καὶ φυγόντος ὑπὸ Ἀθηναίων, [ὅτε καὶ] πεντήκοντα ναῦς τοῦ Πέρσου κατέδυσαν. |
| O 13 32b [10] | ἄλλως· τὸν Ἄρην φησὶν ἐν Κορίνθῳ λάμπειν τείνων εἰς τὰ περὶ Περσίδα, ἐν οἷς ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας ἠνδραγάθησαν οἱ Κορίνθιοι. Θεόπομπος δέ φησι καὶ τὰς γυναῖκας αὐτῶν εὔξασθαι τῇ Ἀφροδίτῃ ἔρωτα ἐμπεσεῖν τοῖς ἀνδράσιν αὐτῶν μάχεσθαι ὑπὲρ τῆς Ἑλλάδος τοῖς Μήδοις, εἰσελθούσας εἰς τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὅπερ ἱδρύσασθαι τὴν Μήδειαν λέγουσιν Ἥρας προσταξάσης. εἶναι δὲ καὶ νῦν ἀναγεγραμμένον ἐλεγεῖον εἰσιόντι εἰς τὸν ναὸν ἀριστερᾶς χειρός (Simon. 137)· Αἵδ’ ὑπὲρ Ἑλλάνων τε καὶ ἀγχεμάχων πολιητᾶν ἕστασαν εὐχόμεναι Κύπριδι δαιμονίᾳ. Οὐ γὰρ τοξοφόροισιν ἐβούλετο δῖ’ Ἀφροδίτα Μήδοις Ἑλλάνων ἀκρόπολιν δόμεναι. ἀφθόνητος ἔπεσσι ν : ἐπὶ τοῖς ἔπεσι [τῆς Ὀλυμπίας] καὶ τοῖς ὕμνοις οἷς λέγω περὶ αὐτῶν μὴ νεμεσήσῃς, ὦ Ζεῦ. |
| O 13 38a | Ξενοφῶντος εὔθυν ε : τοῦ Ξενοφῶντος εὔθυνε τὴν εὐτυχίαν, οὔριον καὶ εὐδιεινὸν διδοὺς αὐτῷ τὸ δαιμόνιον. ποίει δὲ αὐτὸν εὐτυχῆ καὶ εὐδαίμονα. |
| O 13 39a | δέξαι δέ οἱ στεφάνων ἐγκώμιο ν : καὶ πρόσδεξαι ἡδέως τὸν ἐπὶ τῶν στεφάνων αὐτοῦ θεσμὸν καὶ νόμιμον ἔπαινον· λέγει δὲ τὸν ὕμνον. δέξαι δέ οἱ, ἀντὶ τοῦ δέξαι παρὰ αὐτοῦ. |
| O 13 39c | τεθμὸν τὸν νόμον· νόμος γάρ ἐστιν οὗτος, Ὀλυμπιονίκας ὑμνεῖσθαι. τὸν ἐγκωμιαστικὸν λόγον, ὅς ἐστιν ὕμνος τῶν νικηφόρων. |
| O 13 39e | τὸν ἄγε ι : ὅντινα ὕμνον ἐκτήσατο καὶ ἄγει ἑαυτῷ νικῶν καὶ στάδιον ὁμοῦ καὶ πένταθλον. ἐν τῷ σταδίῳ. |
| O 13 39g | τῆς νίκης. τῶν ἀνὴρ θνατό ς : ὧν εὐτυχημάτων, τῶν τῆς διπλῆς νίκης, οὐδέπω πρότερον εὐτύχησεν ἀνήρ. |
| O 13 43c | ἄλλως· ἀντὶ τοῦ οὐδεὶς πώποτε τῶν ἀνθρώπων τὰς δύο ταύτας νίκας ἐν μιᾷ ἡμέρᾳ ἔλαβεν, εἰ μὴ μόνος αὐτός. πρῶτον καὶ μόνον φησὶ τὸν Ξενοφῶντα κατὰ τὴν αὐτὴν ἡμέραν στάδιον καὶ πένταθλον νικῆσαι Ὀλύμπια. |
| O 13 43e | λέγει δὲ καὶ ἄλλας νίκας αὐτοῦ. δύο δ ’ αὐτὸν ἔρεψαν πλόκοι σελίνω ν : νῦν στέφανοι. |
| O 13 45a | ἐκ σελίνων γὰρ οἱ στέφανοι. πλόκοι δὲ, παρὰ τὸ πλέκεσθαι τοῖς τὰ Ἴσθμια νικῶσι. |
| O 13 45c | σημειωτέον ὅτι ἤδη ἀπεδέδεικτο Ἰσθμοῖ ἀπὸ σελίνων στέφανος, ὡς ἐν Νεμέοις. ἀμφότεροι γὰρ ἐπιτάφιοι, ἱερὸν δὲ τὸ σέλινον τῶν καταχθονίων. οὐκ ἀντιξοε ῖ : οὐκ ἐναντιοῦται. |
| O 13 46b | ἀντὶ τοῦ ἐνίκησε καὶ Νέμεα. οἱ δὲ ὅτι ἀντίκειται, ἀπὸ μεταφορᾶς τῶν ξύλων τῶν ξεομένων καὶ ἀλλήλοις ἁρμοζομένων. |
| O 13 46c | τὰ γὰρ συναρμοζόμενα συγξέεται ἀλλ’ ἀντιξοεῖ καὶ ἀντιβαίνει πρὸς τὴν ξέσιν ἁρμοστὰ ὄντα. πατρὸς δὲ Θεσσαλοῖ ο : καὶ τοῦ πατρὸς αὐτοῦ Θεσσαλοῦ (κύριον δὲ ὄνομα· αὐτοῦ τούτου γὰρ παῖς ὁ Ξενοφῶν) ἀνάκειται ἐν τῇ Ὀλυμπίᾳ ἡ δόξα ἡ ἐκ τοῦ δρόμου. |
| O 13 49 | 〈 αἴγλ α : 〉 ἀντὶ τοῦ ἡ νίκη. Πυθοῖ τ ’ ἔχε ι : ὡς καὶ τὰ Πύθια τοῦ Θεσσαλοῦ νενικηκότος. |
| O 13 50b | ὁ δὲ λόγος· κατὰ δὲ τὴν Πυθίαν διαύλου καὶ σταδίου τιμὴν ἔλαβε. λέγει δὲ Θεσσαλὸν, τὸν τοῦ Ξενοφῶντος πατέρα. |
| O 13 51a | ἁλίῳ ἀμ φ ’ ἑν ί : ἀντὶ τοῦ ἐν μιᾷ ἡμέρα. μηνός τέ οἱ τωὐτο ῦ : κατὰ δὲ τὸν αὐτὸν μῆνα τρία ἔργα καὶ ἐν ταῖς Ἀθήναις ταῖς τραχείαις καὶ τρεῖς ἄθλους περιεποίησεν αὐτῷ ἡ ὀξύδρομος ἡμέρα. |
| O 13 51c | ἔργα καὶ ἀγωνίσματα κάλλιστα, ἀφ’ ὧν ἐστέφθη τὰς κόμας καὶ τὴν κεφαλήν. τρία δὲ ἔργα εἶπε δίαυλον καὶ ὁπλιτικὸν δρόμον καὶ στάδιον. |
| O 13 54 | ποδαρκὴς ἁμέρα θῆκε ν : ἤτοι ἡ πρὸς τὸν δρόμον τότε ἀποκληρωθεῖσα καὶ ἐπαρκοῦσα· ἢ ἡ παρασχοῦσα αὐτῷ τὸ τάχος διαρκές· ἢ αὐτὴ οὖσα [ἡ] ὀξύπορος καὶ ὀξύπους. Ἑλλώτια δ ’ ἑπτάκι ς : τὴν προσηγορίαν φασὶ ταύτην ἐσχηκέναι τὴν Ἀθηνᾶν ἀπὸ τοῦ ἐν Μαραθῶνι ἕλους, ἔνθα ἵδρυται. |
| O 13 56b [5] | ἄλλως· Τιμάνδρου θυγατέρες τέσσαρες Κορίνθιαι· Ἑλλωτὶς, Εὐρυτιώνη, Χρυσῆ, Κοτυτώ. ἁλούσης τῆς πόλεως τὴν νέαν τὴν Χρυσῆν ἡ Ἑλλωτὶς ἁρπάσασα εἰσῆλθεν εἰς τὸν ναὸν τῆς Ἀθηνᾶς, ἔνθα περικατάληπτος γενομένη ἔρριψεν ἑαυτὴν εἰς τὸ πῦρ. καθάρσια οὖν ἄγεται τῇ θεῷ, ἅτινα οἱ μετὰ ταῦτα Ἀλήτου Ἑλλώτια καλοῦσιν. 57E ἑορτὴ τῆς Ἀθηνᾶς ἐν Κορίνθῳ, ἐν ᾗ καὶ ὁ ἀγὼν τελεῖται ὁ καλούμενος λαμπαδοδρομικὸς, ἐν ᾧ ἔτρεχον νεανίαι λαμπάδας κρατοῦντες. |
| O 13 56c [15] | αὕτη δὲ ἡ πανήγυρις εὑρέθη κατὰ μέν τινας ἐπειδὴ τὸν ἵππον τοῦ Βελλεροφόντου ὑπέταξεν ἡ θεὸς τὸν Πήγασον καὶ περιέθηκεν αὐτῷ τὰ χαλινὰ καὶ οὕτως εἷλεν αὐτόν. ἢ διὰ τοῦτο· Δωριεῖς σὺν τοῖς Ἡρακλείδαις ἐπιθέμενοι Πελοποννησίοις Κόρινθον χειρωσάμενοι ταύτην τῇ φλογὶ συνέφλεγον. τῶν τοίνυν γυναικῶν ἐν τῇ πορθήσει φευγουσῶν, τινὲς ἐξ αὐτῶν ἅμα Εὐρυτιώνῃ καὶ Ἑλλωτίδι εἰς τὸν τῆς Ἀθηνᾶς εἰσελθοῦσαι νεὼν οὕτω διαφεύξασθαι τὸν κίνδυνον προσεδόκησαν. ὡς δὲ ᾔσθοντο Δωριεῖς, κατὰ τούτων πῦρ ἔπεμψαν. αἱ μὲν οὖν ἄλλαι ἔφυγον, ἡ δὲ Εὐρυτιώνη καὶ ἡ Ἑλλωτὶς ἀδελφαὶ τυγχάνουσαι μετὰ παιδίου κατεφλέχθησαν. λοιμοῦ δὲ συμπεσόντος οὐ πρότερον τὸ νόσημα παύσασθαι ἔφη ἡ θεὸς πρὶν ἐξιλεώσασθαι τῶν παρθένων τὰς ψυχὰς καὶ Ἑλλωτίδος Ἀθηνᾶς ἱερὸν ἱδρύσασθαι καὶ πανήγυριν Ἑλλώτια καλουμένην· καθ’ ἥν φησιν ἑπτάκις νενικηκέναι τὸν Ξενοφῶντα. ἄλλως· ἐν Κορίνθῳ τὰ Ἑλλώτια ἄγεται τῇ Ἑλλωτίᾳ Ἀθηνᾷ. |
| O 13 56d [5] | τυχεῖν δὲ αὐτὴν ταύτης τῆς προσηγορίας Κορίνθιοι μὲν λέγουσιν ἑλοῦσαν καὶ χαλινώσασαν παρ’ αὐτοῖς τὸν Πήγασον· οἱ δὲ ἀπὸ τοῦ ἕλους τοῦ περὶ τὸν Μαραθῶνα, ἐν ᾧ ἵδρυται· οἱ δὲ ἀπὸ Ἑλλωτίδος παρθένου. 70E Ποτειδᾶνος τεθμοῖσι ν : ἐν τοῖς Ἰσθμικοῖς ἀγῶσιν· οὗτοι γὰρ τοῦ Ποσειδῶνος νόμιμοι ἀγῶνες. |
| O 13 58a | Πτοιοδώρου Θεσσαλὸς, Θεσσαλοῦ Ξενοφῶν. Πτοιοδώρῳ σὺν πατρ ί : Τερψίου ἀδελφὸς Πτοιόδωρος, καὶ Τερψίου μὲν παῖδες Ἐρίτιμος καὶ Ναμερτίδας, Πτοιοδώρου δὲ Θεσσαλὸς, οὗ Ξενοφῶν. |
| O 13 58c | τινὲς δὲ τὸν Ναμερτίδαν Ἐρίτιμόν φασιν, Ἐριτίμου δὲ Αὐτόλυκον. μακρότεραι τέρψιε ς : αἱ πλείους ἀκολουθοῦσι νῖκαι ἐπιτερπεῖς καὶ ὕμνοι μέγιστοι. |
| O 13 58d [5] | καὶ ἥδε μὲν ἡ ἐξήγησις οὕτως, εἰ τὰ τῆς γραφῆς, ὡς ἔν τισιν, ἔχει τὸν τρόπον τοῦτον· μακρότεραι τέρψιες ἕψονται ἐρίτιμοί τ’ ἀοιδαί. εἰ δὲ ὀνόματα λάβοιμεν τὸ Τερψίας καὶ τὸ Ἐρίτιμος, ἔσται τὰ τῆς διανοίας ὡς εἴπομεν. 62 b C ὅσσα τ ’ ἐν Δελφοῖσ ι : θαυμαστικῶς τὸ ὅσσα, ἀντὶ τοῦ πολλάκις ἐν Δελφοῖς ἐνίκησαν. |
| O 13 60b | ἀντὶ τοῦ τὰ Πύθια. ἠδὲ χόρτοις ἐν λέοντο ς : πόσα δὲ καὶ ἐν τῇ Νεμέᾳ, ἥτίς ἐστι περιορισμὸς τοῦ λέοντος, ἐν ᾧ ἐτράφη ὁ λέων ὁ ὑπὸ τοῦ Ἡρακλέους ἀναιρεθείς. |
| O 13 62a | 63C ἄλλως· χόρτοις περιορίσμασι· τὸ γὰρ παλαιὸν χόρτους φυτεύοντες ἀντὶ φραγμῶν περιώριζον τοὺς τόπους. |
| O 13 62b | Ὅμηρος (Ω 640)· αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. 62 a C δηρίομαι πολέσι ν : διαφιλονεικήσω πλείστοις περὶ τῶν ὑμετέρων καλῶν, καὶ τοῖς ἄλλοις ἀξιοπρεπέσι τὰ κατορθώματα ὑμῶν ἀντιπαραθεὶς οὐκ ἐλάττονα ὄντα ταῦτα ἀποδεικνύς. |
| O 13 63b | ἢ οὕτω· διαμαχεσθήσομαι εἷς ὢν περὶ πλειόνων κατορθωμάτων. πλεῖστα μὲν οὖν περὶ ὑμῶν πρὸς πάντας καταλέγειν . |
| O 13 63c | ..., σαφῶς μέντοι καὶ ἀκριβῶς οὐκ ἂν δυνηθείην πάντα εἰπεῖν, ὥσπερ οὐδὲ θαλασσίας ψηφῖδος τὸν ἀριθμόν. ἢ οὕτως· περὶ πλήθει καλῶ ν · τῶν ἀνδραγαθημάτων. |
| O 13 63e | οὕτω τὰ καλὰ πλεονάζει παρ’ ὑμῖν ὥστε μηδὲ ἀριθμῆσαι σαφῶς καθάπερ οὐδὲ τὰς παραθαλασσίους ψηφῖδας. ( ποντιᾶ ν:) θαλασσίων. |
| O 13 66 | πολιῶν. ἕπεται δ ’ ἐν ἑκάστῳ μέτρο ν : τὸ μέτρον καιροῦ δεῖ· κἀγὼ οὖν, φησι, παύσομαι ὑπὲρ μέτρον ἐπαινῶν ὑμᾶς. |
| O 13 67b | ἐπεὶ δὲ μετρίως ἐκτὸς τῆς ᾠδῆς ἐγένετο, θέλει ἀναλαβεῖν. ἄλλως· οὐδὲν οὖν πλεῖον δύναμαι λέγειν, ἵνα μὴ τῷ ἀμέτρῳ λυπήσω τινάς. |
| O 13 67d [5] | ἑκάστῳ γὰρ πράγματι μέτρον ἀκολουθεῖ καὶ συμμετρία· τοῦτο δὲ αὐτὸ νοῆσαι τὸ τῆς συμμετρίας εὔκαιρόν τέ ἐστι καὶ ἄριστον. ἐγὼ δ ’ ἴδιος ἐν κοινῷ σταλεί ς : ἐγὼ δὴ οὖν, οὐχ, ὡς ἀλλότριός τις, ἀλλ’ ὡς ἴδιος καὶ κοινὸς ἐν ὑμῖν, παρ’ οἷς καὶ τὴν σύνεσιν τῶν προγόνων ὑμῶν λέγων καὶ τὰ ἀνδραγαθήματα τῶν παρ’ ὑμῖν ἡρώων τὰ κατὰ πόλεμον καὶ αὐτὰ λέγων, οὐδὲν ἀλλότριον διαψεύσομαι τῆς Κορίνθου. |
| O 13 69a | 69 c Q ἄλλως· ὡς ἴδιος, τουτέστιν ὡς εἷς ἐξ ὑμῶν ἀποσταλεὶς καὶ προκριθεὶς τὴν βούλησιν τῶν ὑμετέρων προγόνων καὶ τὸν ἡρωικὸν πόλεμον οὐ ψεύσομαι περὶ τῆς Κορίνθου γαρύων, τουτέστι φωνῶν καὶ λέγων. |
| O 13 69b [5] | μῆτιν δὲ BCDEQ παλαιγόνων ἔφη τὴν Σισύφου. ἱστορεῖται γὰρ γεγονέναι συνετός. Ὅμηρος (Ζ 153)· ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν. 69 d Q ἄλλως· οὐκ ἀλλότριός τις ὑμῶν ἀλλ’ οἰκεῖος, οὐκ ἴδιος δὲ κατὰ γένος. |
| O 13 69c | 69 b Q ἄλλως· ἐν κοιν ῷ : ἐν ὑμῖν. |
| O 13 69e | ἢ οὕτως· κοινοῦ ὄντος τοῦ ἐγκωμιάζειν οὐκ ἐχρησάμην τῇ κοινότητι. 56 c E παλαιγόνω ν : τῶν σοφῶν. |
| O 13 70 | τοῦτο γὰρ εἰρήκασιν οἱ παλαιοὶ τῶν σοφῶν. αὕτη ἐστὶν ἡ μῆτις ἡ προκειμένη τῶν προγόνων, ἧς ὑπόδειγμα Σίσυφος. |
| O 13 72b | τὸν μὲν Σίσυφον λέγω, φησὶν, οὕτω συνετώτατον ἐν ταῖς ἐπινοίαις γεγενῆσθαι ὡς ἂν θεόν. πυκνότατον παλάμαι ς : συνετώτατον βουλαῖς ἢ γνώμαις. |
| O 13 74a [5] | καὶ τὰν πατρὸς ἀντία Μήδεια ν : καὶ τὴν Μήδειαν ὑμνῶ τὴν παρὰ γνώμην τοῦ πατρὸς αὐτῆς γαμηθεῖσαν· ἐγαμήθη δὲ τῷ Ἰάσονι σοφὴ οὖσα· τὴν γενομένην σώτειραν καὶ βοηθὸν τῇ Ἀργοῖ. ἐβούλετο γὰρ ὁ Αἰήτης ἀνελεῖν τοὺς Ἀργοναύτας. ἄλλως· πατρὸς ἀντί α : ἠναντιώθη κατὰ τὸν γάμον τῷ πατρὶ ἡ Μήδεια· ὃν γὰρ ἐκεῖνος οὐκ ἐβούλετο Ἰάσονα, τούτῳ ἐγήματο καὶ συναπῆρεν αὐτῷ. |
| O 13 74c | ζητεῖται δὲ τί δήποτε τὴν Μήδειαν Κολχίδα οὖσαν εἰς τοὺς περὶ Κορινθίων λόγους προσάγεται. 74 g C φασὶ δὲ τὴν Κόρινθον πατρῷον εἶναι κτῆμα Μηδείας. |
| O 13 74d [5] | Αἰήτῃ γὰρ τῷ Ἡλίου καὶ Ἀντιόπης χρησμὸν δοθῆναι πόλιν οἰκίζειν ἐν Κόλχοις ἀπ’ αὐτοῦ τὴν ἐπωνυμίαν ἔχουσαν, τὴν δὲ τῶν Κορινθίων τυραννίδα παρακαταθέσθαι Βούνῳ τῷ Ἑρμοῦ, ἐντειλάμενον, εἰ μὲν ἐπανέλθοι, ἀποδοῦναι αὐτῷ, εἰ δὲ μὴ, αὐτὸν ἔχειν. τὴν δὲ Μήδειαν ἐρασθῆναι Σισύφου φησὶ Θεόπομπος. |
| O 13 74e | 74 g EQ ἄλλως· διὰ τί Μηδείας ἐμνημόνευσεν; ὅτι ἡ Κόρινθος πατρῷον αὐτῆς κτῆμα γέγονε τούτῳ τῷ λόγῳ· Ἀλωεὺς γὰρ καὶ Αἰήτης ὁ Μηδείας πατὴρ ἐγένοντο παῖδες Ἡλίου καὶ Ἀντιόπης. |
| O 13 74f [15] | τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν Ἀλωεὺς τὴν ἐν Ἀρκαδίᾳ, τὴν δὲ Κόρινθον Αἰήτης. Αἰήτης δὲ μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βούνῳ μέν τινι Ἑρμοῦ υἱῷ παρέδωκε τὴν πόλιν εἰπὼν φυλάττειν τοῖς ἐσομένοις ἐξ αὐτοῦ. αὐτὸς δὲ εἰς Κολχίδα τῆς Σκυθίας ἀφικόμενος ᾤκησε βασιλεύων. διδάσκει δὲ τοῦτο Εὔμηλός τις ποιητὴς ἱστορικὸς εἰπών (fr. 2 K.)· ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός. ἣν μὲν ἔχ’ Ἀσωπὸς, ταύτην πόρε δίῳ Ἀλωεῖ· ἣν δ’ Ἐφύρη κτεάτισς’, Αἰήτῃ δῶκεν ἅπασαν. Αἰήτης δ’ ἄρ’ ἑκὼν Βούνῳ παρέδωκε φυλάσσειν εἰσόκεν αὐτὸς ἵκοιτ’ ἢ ἐξ αὐτοῖό τις ἄλλος, ἢ παῖς ἢ υἱωνός· ὁ δ’ ἵκετο Κολχίδα γαῖαν. Βοῦνος δὲ Ἑρμοῦ καὶ νύμφης τινὸς παῖς. 78CEQ ἄλλως· Μηδείας μέμνηται ὅτι ἐν Κορίνθῳ κατῴκει καὶ ἔπαυσε Κορινθίους λιμῷ κατεχομένους θύσασα Δήμητρι καὶ νύμφαις Λημνίαις. |
| O 13 74g [5] | ἐκεῖ δὲ αὐτῆς ὁ Ζεὺς ἠράσθη, οὐκ ἐπείθετο δὲ ἡ Μήδεια τὸν τῆς Ἥρας ἐκκλίνουσα χόλον· διὸ καὶ Ἥρα ὑπέσχετο αὐτῇ ἀθανάτους ποιῆσαι τοὺς παῖδας. ἀποθανόντας δὲ τούτους τιμῶσι Κορίνθιοι, καλοῦντες μιξοβαρβάρους. 74 f CEQ προπόλοι ς : τοῖς ἐμπορεύουσι. |
| O 13 77 | λέγει δὲ τοὺς Ἀργοναύτας. τὰ δὲ καί πο τ ’ ἐν ἀλκ ᾷ : καὶ τά ποτε δὲ, λείπει γένη, διὰ τῆς ἰδίας ἀνδρείας δόξαντα διατέμνειν καὶ πέρας ἐπιτιθέναι τῇ μάχῃ ἐξ ἀμφοτέρων τῶν μερῶν, τουτέστιν Ἑλλήνων τε καὶ Τρώων. |
| O 13 78a [5] | ἀπὸ κοινοῦ τὸ γαρύων τε καὶ ἀνυμνῶν. τὰ δὲ καί πο τ ’ ἐν ἀλκ ᾷ : λείπει τὰ γένη. |
| O 13 78c [5] | οἱ Κορίνθιοι ἐπ’ ἀμφότερα ἠρίστευσαν ἐν Ἰλίῳ· καὶ γὰρ τοῖς Τρωσὶ συνεμάχησαν καὶ τοῖς Ἕλλησι, Τρωσὶ μὲν Γλαῦκος τὸ γένος εἰς Βελλεροφόντην ἀναφέρων τὸν Γλαύκου τοῦ Σισύφου, τοῖς δὲ Ἀχαιοῖς Εὐχήνωρ Πολυίδου τοῦ μάντεως. διὰ τοῦτο δὲ καὶ Σιμωνίδης εἶπε (fr. 50)· Κορινθίοισιν οὐ μανίει ... οὐδὲ Δαναοί. ἀμφοτέροις γὰρ σύμμαχοι ἐγένοντο. τοὶ μὲν γένει Ἀτρέο ς : οἱ μὲν γὰρ περὶ τὸν Εὐχήνορα (Κορίνθιος δὲ ὁ ἀνήρ) ἅμα τοῖς Ἀτρείδαις ἐβούλοντο τὴν Ἑλένην ἀνακομίσασθαι ἁρπασθεῖσαν ὑπὸ Ἀλεξάνδρου τοῦ Ἰλιώτου. |
| O 13 82a [5] | ὅτι δὲ Εὐχήνωρ Κορίνθιος ἦν, καὶ BCEQ Ὅμηρός φησιν (Ν 663)· ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς, ἀφνειός τ’ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων. 82 e C 85Q οἱ δ ’ ἀπὸ πάμπαν εἴργοντε ς : οἱ δὲ ἀπεκώλυον καὶ ἀνθίσταντο παντελῶς, οἱ περὶ τὸν Γλαῦκον. |
| O 13 82b | λέγεται δὲ καὶ οὗτος Κορίνθιος. πῶς δὲ Κορίνθιος; οὐ μόνον ἡ τοῦ Εὐχήνορος ἀνδρεία τοῦ συστρατεύσαντος τοῖς Ἀτρείδαις διὰ τὴν Ἑλένην, ἀλλὰ καὶ ἡ τοῦ Γλαύκου, ὃς ἀντεστράτευσε καὶ ἀνθίστατο αὐτοῖς. |
| O 13 82d [5] | ὅτι τὸ γένος ἐξ ἀρχῆς Ἑλληνικὸν ἔσχε καὶ ἐκ τῆς Κορίνθου ὁ Γλαῦκος. πῶς δέ; Γλαῦκος γὰρ γίνεται τοῦ Ἱππολόχου τοῦ Βελλεροφόντου τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. βούλεται οὖν δεῖξαι ὅτι οἱ παρ’ Ἕλλησιν ἄριστοι καὶ οἱ παρὰ Τρωσὶν ἔξοχοι κατὰ τὸ ἀληθὲς Κορίνθιοι ἐτύγχανον. 85CE b πῶς δὲ ὁ Γλαῦκος γέγονε Λύκιος; ὅτι ὁ Βελλεροφόντης πεμφθεὶς εἰς Λυκίαν Κορίνθιος ὢν ἀπὸ τοῦ Προίτου ὡς ὀφείλων ἐπιβουλευθῆναι διὰ τὴν ἐπιψευσαμένην μοιχείαν παρὰ τῆς γυναικὸς, ἠρίστευσέ τε τὰ μέγιστα, καὶ προσδοκώμενον αὐτοῦ ἔσεσθαι φονέα τὸν βασιλέα τῶν Λυκίων τὸν πενθερὸν Προίτου, καὶ αὐτὸς πενθερὸν ἔσχε γαμήσας αὐτοῦ θυγατέρα Ἀντίκλειαν· ἐξ οὗ Λυκίαν οἰκοῦντος ὡς βασιλέως υἱὸς γέγονεν Ἱππόλοχος· οὗ Γλαῦκος. |
| O 13 82e [10] | οὕτως ἄρα Κορίνθιος Γλαῦκος τῷ γένει. ὄνομα δὲ τῷ Λυκίων βασιλεῖ Ἰόβατος. καὶ Ὅμηρος τούτοις μαρτυρεῖ (Ζ 191)· ἀλλ’ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠὺν ἐόντα. 82 b CE b 89Q ἐκ Λυκίας δ έ : ὁ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ κεῖται, καὶ ἔστιν· ἐτρόμεον γὰρ οἱ Ἕλληνες τὸν Λύκιον Γλαῦκον. |
| O 13 85 [5] | τοῖσι μὲν ἐξεύχετ ο : παρὰ τοῖς Τρωσὶν ηὔχει καὶ διηγεῖτο, ὅτι ἐν τῷ τῆς Πειρήνης ἄστει τῇ Κορίνθῳ τοῦ πατρὸς αὐτοῦ ἔχει τὴν ἀρχὴν καὶ τὸ γένος καὶ τὴν βασιλείαν καὶ τὴν περιουσίαν. καὶ ἤτοι τοῖς Λυκίοις ηὔχει καὶ διηγεῖτο, ἢ τοῖς Τρωσίν. ἀπὸ Λυκίων δὲ τοὺς Τρῶας δεῖ νοεῖν. 86 b B Πειράνα ς : Πειρήνη κρήνη ἐν Κορίνθῳ. |
| O 13 86a | 89B σφετέρου πατρό ς : ἀντὶ τοῦ προγόνου· οὐ γὰρ ὁ πατὴρ αὐτοῦ Ἱππόλοχος ἡγεμονίαν εἶχεν εἰς Κόρινθον, ἀλλ’ ὁ πρόγονος αὐτοῦ ὁ Σίσυφος. |
| O 13 86b [5] | 86 a B 82 b Q ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνο ς : ὅστις τῆς Γοργόνος τῆς ὀφιώδους λεγομένης εἶναι τὸν υἱὸν Πήγασον ἵππον ὄντα πτερωτὸν θέλων ὑποζεῦξαι τῷ χαλινῷ ἀληθῶς πλεῖστα ἔπαθε καὶ ὑπέστη παρὰ τοῖς κρουνοῖς καὶ ῥεύμασι τῆς Πειρήνης (λέγει δὲ ἐν τῇ Κορίνθῳ) πρὸ τοῦ κομίσαι αὐτῷ τὴν Ἀθηνᾶν χρυσόδετον χαλινὸν παραστᾶσαν καθεύδοντι. |
| O 13 89a | ὃ οὖν εἶδεν ὄναρ, τοῦτο διαναστὰς ἐκ τοῦ ὕπνου δι’ ἔργων εὗρεν. ἄλλως· ὅστις πρόγονος αὐτοῦ καὶ πρὸς πατρὸς ὢν πάππος· λέγει δὲ τὸν Βελλεροφόντην. |
| O 13 89c [5] | ὅτι δὲ τῆς Γοργόνος ἀποτμηθείσης τὴν κεφαλὴν ὑπὸ τοῦ Περσέως ἀνεδόθη ὁ Πήγασος ἵππος, καὶ Ἡσίοδος μαρτυρεῖ (theog. 280)· τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος. ὀφιώδεο ς : δράκοντας γὰρ εἶχε τὰς τρίχας. |
| O 13 91 | ὃς πολλὰ πάθε ζεῦξαι ποθέω ν : ὃς πολλὰ ἔπαθε χαλινῶσαι καὶ ζεῦξαι τὸν Πήγασον βουλόμενος παρὰ τοῖς κρουνοῖς τῆς Πειρήνης [ὅ ἐστι τῇ Πειρήνῃ]. υἱὸς δὲ τῆς Μεδούσης ὁ Πήγασος. ἐξ ὀνείρου δ ’ αὐτίκα ἦν ὕπαρ καὶ τὰ ἑξῆς: τοῦτο εἶπεν ὡς καθεύδοντι αὐτῷ τῆς Ἀθηνᾶς ἐνηνοχυίας τὸν χαλινὸν, ᾧ ἔμελλε χαλινώσειν τὸν Πήγασον. |
| O 13 94 [5] | (95B) μὴ πρότερον δὲ καταζεῦξαι πρὶν μαντεύσασθαι αὐτῷ Πολύιδον τὸ δύνασθαι ..... τὸν δὲ χαλινὸν αὐτῷ Ποσειδῶνα παρασχεῖν. 97B 99 c C φώνασε δ ’ εὕδει ς : εἶπε παραστᾶσα κατ’ ὄναρ αὐτῷ ἡ θεός· κοιμᾶσαι, ὦ βασιλεῦ, ὃς κατάγεις τὸ γένος ἀπὸ Αἰόλου; 94 fin B ἄγε φίλτρον τόδ ε : τὸν χαλινὸν, ὅτι τούτῳ οἱ ἵπποι πείθονται. |
| O 13 97a [5] | πικρότερον δὲ τῇ μεταφορᾷ. ἄγε δὴ οὖν δέχου τοῦτον τὸν χαλινὸν, ὅς ἐστι πεῖσμα καὶ φίλτρου αἴτιος τοῖς ἵπποις, καὶ τῷ δαμάζοντι Ποσειδῶνι, τῷ πατρί σου, θύων ταῦρον εὐθαλῆ καὶ μέγαν, οὕτως ἐπίδειξον αὐτόν. |
| O 13 98a | καὶ δαμαί ῳ : τῷ δαμαστικῷ· ἵππιος γὰρ ὁ θεός. ἢ δαμαῖος λέγεται Ποσειδῶν ἐν Κορίνθῳ ἀπὸ τῆς τῶν ἵππων δαμάσεως. |
| O 13 99a | ἀργᾶντα πατρὶ δεῖξο ν : ἀργᾶντα νῦν τὸν ἔκδηλον τῷ μεγέθει. πατρὶ δὲ, τῷ Ποσειδῶνι. |
| O 13 99b | τῷ μὲν γὰρ λόγῳ ὁ Βελλεροφόντης Γλαύκου ἐστὶ τοῦ Σισύφου, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος, ὥσπερ Ἡρακλῆς Ἀμφιτρύωνος. 100C ἄλλως· ἐπιλαμβάνονταί τινες τοῦ ἐπιθέτου, ἐπειδὴ ταῦρον εἶπε θύειν Ποσειδῶνι ἀργήεντα, ὅπερ δηλοῖ λευκὸν, τοῦ Ὁμήρου εἰπόντος (γ 6), ὅτι χρὴ θύειν „ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ“. |
| O 13 99c [5] | ἀλλὰ βοηθεῖται τὸ ἀργᾶντα· οὐ γὰρ λευκὸν τῇ χροιᾷ βούλεται λέγειν, ἀλλὰ τὸν ἐκλάμποντα τῷ μεγέθει καὶ ἐπιφανῆ ἐν τῇ ἀγέλῃ. 99 b C κυάναιγις ἐν ὄρφν ᾳ : μέλαιναν καὶ φοβερὰν αἰγίδα ἔχουσα. |
| O 13 100a | αἰγὶς δὲ τὸ ὅπλον. κνώσσοντι δὲ καθεύδοντι. |
| O 13 100b | ὁ δὲ νοῦς· ἡ κυαναιγὶς παρθένος τοσαῦτα ἔδοξεν ἐν τῷ ὀνείρατι διαλέγεσθαι· ὁ δὲ ἐξανέστη ἄσμενος καὶ εὗρε τὸν χαλινὸν ἕτοιμον. οὐχ ὥς τινες βούλονται παρακελεύεσθαι αὐτῷ τὴν Ἀθηνᾶν διηγεῖσθαι τὰ παρ’ αὐτῆς αὐτῷ ῥηθέντα κατ’ ὄναρ. |
| O 13 100c | οὐκ ἔστι δὲ, ἀλλ’ ἐκείνη βελτίων ἡ ἐκδοχὴ, λαμβανομένη ἀπὸ τοῦ ποιητικοῦ προσώπου. ἀνὰ δ ’ ἔπαλ τ ’ ὀρθῷ ποδ ί : λοιπὸν ὁ ποιητὴς ταῦτα· ἀνήλατο δὲ ἐκ τῆς κοίτης καὶ ἔστη. |
| O 13 102b | ἀσμένως. περιχαρὴς ὤν. συλλαβὼν τέρα ς : τὸν χαλινὸν τέρας εἶπεν, ὅτι ὄναρ φανεὶς ὕπαρ ὤφθη. |
| O 13 103b | παρακείμενον δὲ εὑρὼν τὸν χαλινὸν καὶ ἀναρπάσας αὐτὸν πρὸς τὸν μάντιν ἦλθεν εὐθέως τὸν ἐπιχώριον, [ δεῖξέν τε Κοιρανίδ ᾳ:] τὸν Κοιράνου παῖδα Πολύιδον. |
| O 13 105 [5] | ἐλθὼν δὲ πρὸς τὸν μάντιν ἔδειξε καὶ διεσαφήνισεν αὐτῷ τὴν ὅλην ἀπόβασιν τοῦ πράγματος καὶ τὴν κατάστασιν, [ ὥσ τ ’ ἀνὰ βωμῷ θεᾶς κοιτάξατ ο:] ὅπως τε ἐπὶ τοῦ βωμοῦ τῆς Ἀθηνᾶς ἐκαθεύδησεν ἐκ τῆς τοῦ Πολυίδου προμαντείας καὶ συμβουλῆς, ὡς αὐτοῦ συμβουλεύσαντος αὐτῷ διὰ μαντείας, ἀγωνιῶντι περὶ τῆς κατοχῆς τοῦ ἵππου, παρακαθευδῆσαι τῷ βωμῷ τῆς Ἀθηνᾶς, [ ὥστε οἱ αὐτὰ Ζηνὸς ἐγχεικεραύνο υ:] καὶ ὅπως αὐτὴ ἡ θεὸς αὐτῷ παρέσχε τὸν χαλινὸν ἡ θυγάτηρ τοῦ ἐγχεικεραύνου Διός. |
| O 13 111a [5] | δαμασίφρονα δὲ εἶπε χρυσό ν , ἵν’ ᾖ τὸν τίμιον, ἢ ὅτι διάχρυσος ἦν τῇ κατασκευῇ ὁ χαλινός· δαμάζοντα δὲ τὸ φρόνημα τὸ ἄγριον τῶν ἵππων καὶ ἥμερα φρονεῖν ἀναγκάζοντα. καὶ αὐτὸς δὲ ὁ χρυσὸς δαμασίφρων, BCEQ ἐπεὶ ἱκανὸς ἀπατῆσαι. ἐνυπνίῳ δ ’ ᾇ τάχιστα πείθεσθα ι : τοῦ Βελλεροφόντου δὲ τὸ ὄναρ διηγησαμένου εἶπεν ὁ Πολύιδος ὡς τάχιστα καὶ ἀνυπερθέτως πείθεσθαι τῷ ἐνυπνίῳ. |
| O 13 111b | 114 c C ὅταν δ ’ εὐρυσθενε ῖ : ὡς ταῦτα αὐτῷ εἰπόντος τοῦ μάντεως. |
| O 13 113b | καὶ ἡνίκα ἂν τὸν ταῦρον θύῃ τῷ Ποσειδῶνι, τότε δὴ τῇ ἱππικωτάτῃ Ἀθηνᾷ ἱδρύσασθαι βωμὸν ἤτοι ἄγαλμα. 114 b B 116C κραταίπο δ ’ ἀναρύ ῃ : ὡς Ὅμηρος (Α 459)· αὐέρυσαν μὲν πρῶτα. |
| O 13 114a | 116B κραταίποδα τὸν ταῦρον. |
| O 13 114b | οὕτω Δελφοὶ ἰδίως ἐκάλουν. 113 b C ἀναρύῃ δὲ σφάζῃ, θύῃ, ἀπὸ τοῦ παρακολουθοῦντος. |
| O 13 114c [5] | 114 a BC τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν πα ρ ’ ὅρκο ν : ἐπιτελοῦσι δὲ καὶ παρέχουσιν οἱ θεοὶ καὶ τὰ νομιζόμενα ἀδύνατα, περὶ ὧν ἄν τις καὶ δι’ ὅρκων τὴν ἐλπίδα ἀπαγορεύσοι· καὶ ἐπιτελοῦσιν οὐ δυσκόλως, ἀλλὰ κούφως καὶ εὐμαρῶς. |
| O 13 116b | ἄλλως· οὐχὶ τὴν ἐξ ἐπιορκίας, ἀλλὰ καὶ εὐόρκως ἀπελπισθεῖσαν. ἢ οὕτω· δύναται δὲ θεὸς τελέσαι καὶ τὸ μεθ’ ὅρκου ἀδύνατον νομιζόμενον εἰς περίκτησιν. |
| O 13 116d | ἄλλως· οἷον εὐχερὲς καὶ ἀδύνατον. τοῦτο δὲ γνωμολογεῖ, ὅτι δὴ καὶ Βελλεροφόντης ὀμόσας μηδέποτε ζευχθήσεσθαι τὸν Πήγασον, δι’ ἐπικουρίαν Ἀθηνᾶς ὑπὸ ζυγὸν ἐποίησεν. |
| O 13 116e | 121E καὶ ὁ καρτερὸς ὁρμαίνω ν : καὶ δὴ ἐκ τούτων ὁ γενναῖος Βελλεροφόντης μετὰ σπουδῆς ἔλαβε τὸν χαλινὸν, καὶ τὸν πτερωτὸν ἵππον Πήγασον ἐχαλίνωσε· τοῦτο γάρ ἐστι τὸ τείνων ἀμφὶ γένυι. |
| O 13 118 | 121B 123E ὁρμαίνω ν : προθυμούμενος. |
| O 13 119 | 123B πραῢ τείνων ἀμφὶ γένυι: πραΰνοντα καὶ ἡμεροῦντα, ὡς ἄν τι φάρμακον ἰατρικόν. |
| O 13 121a | λέγει δὲ τὸν χαλινόν. 119B 118E τὸ δὲ τείνων ἀμφὶ γένυι ἀντὶ τοῦ χαλινῶν. |
| O 13 123a | χαλκωθεί ς : ἤτοι χαλκοῦν περιθέμενος θώρακα, ἢ ὅπλα ἐνδὺς χαλκᾶ. ἔπαιζε ν : ἀντὶ τοῦ ἐπειρᾶτο, ἐγυμνάζετο εὐκόλως, ὥσπερ παιδιᾶς τρόπῳ. |
| O 13 123c | ἔστι δὲ ἐτέρπετο. ἢ ἐνόπλιον ὄρχησιν ἐποιεῖτο. ἢ σὺν τοῖς ὅπλοις εὐχερῶς ἐμάχετο. σὺν δ ’ ἐκείνῳ καί πο τ ’ Ἀμαζονίδω ν : μετὰ δὲ τοῦ ἵππου ὢν ͡ἢ σὺν αὐτῷ] ποτε καὶ τὸν στρατὸν τῶν Ἀμαζόνων τὸν ἐκ τοῦ ἀέρος τοῦ ἐρήμου καὶ τῶν ψυχροτάτων τόπων τῶν Ὑπερβορέων ἐνίκησεν. |
| O 13 125a | αἰθέρος ψυχρᾶ ς : τῆς ἐν Σκυθίᾳ· κρυώδης γὰρ καὶ δυσχείμερος. μετέωρος γὰρ ὢν ἀνῄρει. |
| O 13 128a | καὶ Χίμαιραν πῦρ πνέοισα ν : ἐνίκησε δὲ σὺν αὐτῷ καὶ τὴν πυρίπνουν Χίμαιραν, καὶ τοὺς Σολύμους ἀνεῖλε. Σόλυμοι δὲ ἔθνος πρὸς τῇ Λυκίᾳ, μεταξὺ Λυκίας καὶ Παμφυλίας, πολεμικώτατον, ὅπερ καλοῦσι 〈Πισίδασ〉. |
| O 13 128c | εἶπε δὲ ταῦτα καὶ Ὅμηρος περὶ τοῦ Βελλεροφόντου (Ζ 155 sq.). διασωπάσομαί οἱ μόρον ἐγ ώ : σιωπήσω. |
| O 13 130b | ὑποστέλλεται τὰ κατὰ τὴν τελευτὴν εἰπεῖν, ὅτι πεσὼν ἐκ τοῦ Πηγάσου χωλὸς ἐγένετο. ἄλλως. |
| O 13 130c [5] | τὸν θάνατον αὐτοῦ σιγήσομαι. ὑποστέλλεται γὰρ τὸ κατὰ τὴν τελευτὴν ἐκβεβηκὸς αὐτῷ κακόν. λέγεται γὰρ ὅτι ἀναπτῆναι βουληθεὶς τῷ Πηγάσῳ, κούφως παρακινδυνεύσας, κατὰ βούλησιν BCDEQ τοῦ Διὸς οἰστρωθέντος τοῦ Πηγάσου ἐκπίπτει καὶ χωλοῦται· καὶ ἐπλανᾶτο κατὰ τὸ Ἀλήιον χωλός. καὶ Ὅμηρός φησιν (Ζ 201)· ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων. τὸν δ ’ ἐν Ὀλύμπ ῳ : Πήγασον· καταβαλὼν γὰρ τὸν Βελλεροφόντην ἀπενόστησεν εἰς τὸν οὐρανόν. |
| O 13 130e | τὸν Πήγασον αἱ οὐράνιαι φάτναι τοῦ Διὸς ὑπεδέξαντο. κατηστερίσθη γάρ. καὶ Ἄρατος (892. 898) μέμνηται ὅτι εἰσὶ φάτναι ἐν οὐρανῷ καὶ ὄνοι καλούμενοι ἀστέρες. 133 c Q ἐμὲ δ ’ εὐθὺν ἀκόντων ἱέντα ῥόμβο ν : ἀλλ’ ὁ μέν, φησιν, οὕτως· ἐμὲ δὲ χρὴ οὐ παρὰ σκοπὸν ἱέντα τὰ βέλη μου τὰ πολλὰ ταῖς χερσὶν ἰσχυρῶς ἔχειν, ἀλλ’ ὀξύν τινα τὸν ἀκοντισμὸν αὐτῶν ποιεῖσθαι. |
| O 13 133a | 133 c B ἀλληγορικῶς· ὅτι οὐ χρή με περὶ ἄλλων πολυλογεῖν, ἐάσαντα τὸν προκείμενον ἔπαινον. |
| O 13 133b [5] | τὸ δὲ ἀκόντων ῥόμβον τὴν δίνησιν καὶ τὴν βολὴν τῶν ἀκοντίων, τροπικῶς δὲ τὸν ἐγκωμιαστικὸν λόγον φησὶν, ὡς καὶ ἐν ἄλλοις (O. II 83)· πολλά μοι ὑπ’ ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας. ἀφέμενος γὰρ τοῦ νικηφόρου εἰς τὰ πάτρια ἀναδραμὼν πλείονι τῇ παρεκβάσει κέχρηται· διὸ καὶ ἐπιστρέφει ἑαυτόν. 136BQ ἱέντα ῥόμβο ν : τὸ ἑξῆς· ἐμὲ δὲ ἱέντα πολλὰ βέλη. |
| O 13 133d [5] | [ παρὰ σκοπὸν οὐ χρ ή:] ῥόμβον τὴν ῥίψιν καὶ ὁρμήν. λέγει δὲ ὅτι οὐ χρὴ περιττολογεῖν περὶ ἄλλων καὶ ἐκτραπῆναι τοῦ προκειμένου. 133 b B 133 a Q Μοίσαις γὰρ ἀγλαοθρόνοις εἴκω ν : ὁ νοῦς· οὐ γὰρ ἦλθον δι’ ἄλλο τι, ἀλλὰ ταῖς Μούσαις ἐπίκουρος καὶ ὑπηρέτης ἦλθον, ἵνα τῆς Κορίνθου τούτους τοὺς ἀπὸ τῆς φατρίας τῆς Ὀλιγαιθίδος καλουμένης ὄντας ἐπαινέσω καὶ τὰ πραχθέντα ὑπ’ αὐτῶν ἐν τῷ Ἰσθμῷ καὶ τῇ Νεμέᾳ. |
| O 13 137 | Ὀλιγαιθίδαισίν τ ’ ἔβα ν : οἱ περὶ τὸν Ξενοφῶντα τοῦτον τὸν ἐπαινούμενον Ὀλιγαιθίδαι λέγονται κατὰ φατρίαν, ὡς τὸ ἀνέκαθεν ὄντες ἀπ’ Ὀλιγαίθου τινὸς ἀρχαίου. BCEQ παύρῳ δ ’ ἔπει θήσ ω : ἐν ὀλίγῳ καὶ συντόμῳ λόγῳ δῆλα καὶ φανερὰ πλεῖστα πράγματα καὶ ἀθρόα ποιήσω. |
| O 13 138b | ἄλλως· ἀντὶ τοῦ ἐν ὀλίγῳ τὰ πολλὰ φανερὰ ποιήσω. 139 c DEQ ἀλαθής τέ μο ι : ἀληθὴς δὲ περὶ τούτων καὶ ἐξαίρετος ὅρκος ἔσται. |
| O 13 139a | ὀμνύειν δὲ βούλεται ὡς ἀληθεύων ἐν τοῖς ἐπαίνοις. ἄλλως· ἰδίως ἔφη ἔξορκος ἀντὶ τοῦ ὅρκος. |
| O 13 139b | (139 c E b Q b) ὀμόσω οὖν αὐτὸς τοὺς ἀπὸ τῆς φατρίας [Ὀλιγαιθίδος] ἑξηκοντάκις νενικηκέναι. |
| O 13 141 [5] | ἀμφοτέρωθε ν : τουτέστιν ἔν τε Ἰσθμοῖ καὶ Νεμέᾳ κεκηρύχθαι αὐτούς. 139 a DEQ (143E b Q b) ἁδύγλωσσος βο ά : λείπει τὸ ἀνεκήρυξεν αὐτοὺς ἡ τοῦ κήρυκος γλῶσσα ἑξηκοστὸν νικήσαντας· ἑξηκοντάκις γὰρ ἀμφοτέροις τοῖς ἀγῶσιν, Ἰσθμίοις καὶ Νεμέοις, ἀνεκηρύχθησαν οἱ Ὀλιγαιθίδαι, τριακοντάκις ἐν ἑκάστῳ ἀγῶνι. |
| O 13 144a | τὰ δ ’ Ὀλυμπίᾳ αὐτῶν ἔοικεν ἤδη πάροιθε λελέχθα ι : εἶπε γὰρ ἐν ἀρχῇ τοῦ ὕμνου οὕτω· τρισολυμπιονίκαν. ὁ δὲ νοῦς· τὰ δὲ ἐν τῇ Ὀλυμπίᾳ αὐτῶν νικητήρια ἤδη ὡς ἔοικε προείρηται ἐν τοῖς ἔμπροσθεν λόγοις. |
| O 13 145 | τὰ δ ’ ἐσσόμεν α : τὰ δὲ μέλλοντα, ἀντὶ τοῦ ἐὰν δὲ πάλιν νικήσῃ Ὀλύμπια, αὖθις σαφέστερον ἐπαινέσω αὐτόν. νῦν δ ’ ἔλπομα ι : νῦν δὲ ἐγὼ ἐλπίζω καὶ προσδοκῶ νικῆσαι αὐτόν· ἐν δὲ τῷ κρείττονι τὸ τοιοῦτο τῆς προσδοκίας δοῦναι. |
| O 13 148a | εἰ δὲ δαίμων ὁ γενέθλιος ἕρπο ι : εἰ δὲ τὸ συγκληρωθὲν δαιμόνιον καὶ ἡ τύχη ἐπὶ τὸ πλεῖστον προΐοι νικητὰς αὐτοὺς μηνύον, ἀναθήσομεν τὸ τοιοῦτον εὐεργέτημα τῷ Διὶ καὶ Ἄρει. διατί δέ φησι τῷ Διὶ καὶ τῷ Ἐνυαλίῳ ἐπιτρέψειν; ὅτι ὁ μὲν Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε, καὶ Ὀλυμπία τοῦ Διὸς ἱερά· τὸν δὲ Ξενοφῶντα οὐ μόνον ἀθλητὴν γεγενῆσθαί φασιν, ἀλλὰ καὶ τὰ πολεμικὰ ἀγαθόν. |
| O 13 148c | ἢ ὅτι τοῦ Οἰνομάου πατήρ ἐστιν ὁ Ἄρης καὶ μετέχει τῆς Ὀλυμπίας. ἄλλως· Διί τ ’ Ἐνυαλίῳ τ ε : τῷ μὲν Διὶ ὅτι ὁ ἀγὼν αὐτῷ ἀνάκειται καὶ τελεῖται, τῷ δὲ Ἄρει ἐπειδὴ ἐπιχώριος καὶ πατρῷος τῶν Ἠλείων ὁ Ἄρης. |
| O 13 148d [5] | μιχθεὶς γὰρ Ἁρπίνῃ θυγατρὶ Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ ἐτέκνωσε τὸν Οἰνόμαον ὁ Ἄρης, ὃς ἦν βασιλεὺς τῶν τόπων. εἰς χάριν οὖν τοῦ παιδὸς προΐστατο τῆς χώρας τῶν Ἠλείων. BCEQ τὰ δ ’ ἐ π ’ ὀφρύι Παρνασί ᾳ : τὰ ἐν Δελφοῖς Πύθια. |
| O 13 150a | ἐκ τοῦ παρακειμένου ὄρους λέγει. ὅ ἐστι Πύθια ἑξάκις. |
| O 13 150b | [ καὶ ἐν Ἄργει δὲ καὶ ἐν Θήβαις] ὅσα τ ’ Ἀρκάσι ν : καὶ ἐν Ἀρκαδίᾳ δὲ ὅπως δεσπότης γέγονε τοῦ στεφάνου, ὁ βωμός ἐστι μάρτυς ὁ τοῦ Λυκαίου Διὸς καὶ ἡ ἐκεῖ ἀγομένη πανήγυρις. |
| O 13 152 | ἐκεῖ γὰρ νικήσας ἐστέφθη. Πελλάνα τε καὶ Σικυώ ν : ἐν Σικυῶνι Πύθια ἄγεται. |
| O 13 155 [5] | ἡ δὲ Πελλήνη τῆς Ἀχαΐας πόλις [ὅπου τὰ Φιλοξένια, καὶ αἱ χλαῖναι δίδονται]. ἡ δὲ Σικυὼν Βοιωτίας [ἐν ᾗ τὰ Πύθια ἄγεται. καὶ ἐν Αἰγίνῃ τὰ Δελφίνια καὶ Αἰάκεια]. καὶ Μέγα ρ ’ Αἰακιδᾶ ν : ἐν Μεγάροις τὰ Διόκλεια καὶ Πύθια. |
| O 13 156a | ἐν Ἐλευσῖνι τὰ Δημήτρια ἢ Ἐλευσίνια. εὐερκὲς δὲ ἄλσος διὰ τὸ κύκλῳ ὑπὸ θαλάσσης ὥσπερ ἕρκους καὶ τείχους περιβεβλῆσθαι. |
| O 13 156c | ἢ διὰ τὴν φιλοξενίαν. ταί θ ’ ὑ π ’ Αἴτνας ὑψιλόφο υ : καὶ αἱ ὑπὸ τὴν Αἴτνην τὸ Σικελικὸν ὄρος πόλεις (πόλεις δὲ λέγει τὰς Συρακούσας) μαρτυροῦσιν αὐτοῦ τῇ ἀνδρείᾳ· Ἴσθμια γὰρ ἐν αὐταῖς τελεῖται, ἃ καὶ ἐνίκησε Ξενοφῶν. |
| O 13 158b | ἄλλως· ταί θ ’ ὑ π ’ Αἴτνα ς : τῆς Σικελίας [πόλεις]· ἐκεῖ γὰρ ἄγεται ἀγὼν Νέμεα καλούμενος. ἢ οὕτως· ἐν Συρακούσαις ἄγεται Ἴσθμια ὡς ἐν Κορίνθῳ· ἄποικοι γὰρ Κορινθίων Συρακούσιοι. |
| O 13 159a | ἅ τ ’ Εὔβοια καὶ πᾶσαν κα θ ’ Ἑλλάδ α : καὶ ἐν τῇ Εὐβοίᾳ δὲ πάσῃ καὶ τῇ Ἑλλάδι ζητῶν εὑρήσεις τινὰ μείζονα λόγου παντὸς καὶ πάσης γνώσεως νικητήρια. ὑπερβολικῶς δὲ εἶπεν. ἄλλως· ἐν Εὐβοίᾳ Γεραίστια ὑπὸ πάντων Γεραιστίων ἄγεται Ποσειδῶνι διὰ τὸν συμβάντα χειμῶνα περὶ Γεραιστόν· καὶ ἐν Ἀμαρύνθῳ τῆς Εὐβοίας Ἀμαρύσια νενικήκασιν. |
| O 13 160 | καὶ πᾶσαν τὴν Ἑλλάδα ἐπιπορευόμενος εὑρήσεις μείζονα ἔργα πεποιηκότα αὐτὸν ἢ ὡς δύνασαι ἰδεῖν. μᾶσσον ἢ ὡς ἰδέμε ν : τὸ πλῆθος τῶν στεφάνων, φησὶν, ἐκπέφευγε τὴν τῆς ὁράσεως μετάληψιν. |
| O 13 163a | ἀλλὰ κούφοισιν ἐκνεῦσαι ποσί ν : [εἶπε] τοῦτο πρὸς ἑαυτὸν παρακελευόμενος ἀποδραμεῖν ἀπὸ τούτων καὶ καταπαῦσαι τὸν ὕμνον. ἢ οὕτως· ἐπαύσατο τῶν ἐπαίνων καὶ περὶ ἑαυτοῦ λέγει ὅτι χρὴ ἀποστῆναι κούφοις ποσὶν, ἀνεπαχθῆ φανέντα. |
| O 13 163c | δίδου μοι οὖν, φησιν, ὦ Ζεῦ τέλειε, αἰδῶ τε καὶ εὐτυχίαν, ἐξ ἧς ἐστι τέρπεσθαι καὶ ἥδεσθαι. ἀντὶ τοῦ αἰδέσιμόν με ποίει καὶ τιμῆς ἄξιον. |
| O 13 163e [1] | ἢ οὕτως· αἰδεστικούς τε καὶ αἰδεσίμους αὐτοὺς ποίει ἐπιμελῶς προαρξάμενος. Τέλος Ξενοφῶντος. Scholia in Olympionicarum carmen XIV Ἀσωπίχῳ Ὀρχομενίῳ σταδιεῖ παιδὶ Κλεοδάμου νικήσαντι τὴν οϛʹ Ὀλυμπιάδα. |
| O 14 metr (t) [30] | sch. inscr. B Τὸ τεσσαρεσκαιδέκατον εἶδος μονοστροφικόν ἐστιν ἐκ ιηʹ κώλων καὶ ιζʹ. τὸ αʹ Σαπφικὸν ἐννεασύλλαβον. τὸ βʹ Φαλαίκιον. τὸ γʹ ἐκ χοριάμβου 〈καὶ διιάμβου〉 καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος τρίμετρον ἀκατάληκτον. τὸ δʹ Φερεκράτειον ἀτελές. τὸ εʹ ἐπιωνικὸν ἀπ’ ἐλάσσονος τρίμετρον καταληκτικόν. τὸ ϛʹ δακτυλικὴ διποδία ἑξασύλλαβος. τὸ ζʹ ἐκ παιώνων δύο καὶ ἀντισπαστικοῦ πενθημιμεροῦς. τὸ ηʹ τροχαϊκὸν ἑφθημιμερές. τὸ θʹ ἐκ δακτυλικῆς διποδίας καὶ τροχαϊκοῦ [καὶ ἰαμβικῆς βάσεως] πενθημιμεροῦς. τὸ ιʹ ἐξ ἀντισπάστου πεντασήμου καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ ιαʹ ἰωνικὸν ἀπὸ μείζονος ἑφθημιμερές. τὸ ιβʹ δακτυλικὸν πενθημιμερές. τὸ ιγʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὰ ιδʹ ἐξ ἰωνικῆς βάσεως ἀπ’ ἐλάττονος καὶ τροχαϊκοῦ πενθημιμεροῦς. τὸ ιεʹ ἰωνικὸν ἀπ’ ἐλάττονος ἑφθημιμερές. τὸ ιϛʹ ἐξ ἰωνικῆς βάσεως ἀπ’ ἐλάσσονος καὶ ἰαμβικοῦ ἡμιολίου ἀτάκτου. τὸ ιζʹ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ ιηʹ ἰαμβικὸν ἑφθημιμερές. τὰ λοιπὰ ἑπτακαίδεκα οὕτως· τὸ αʹ Φαλαίκιον τὸ βʹ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ γʹ Ἀλκμαιώνειον δεκασύλλαβον. τὸ δʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ εʹ ἐκ χοριάμβου καὶ ἰαμβικῆς βάσεως. τὸ ϛʹ χοριαμβικὸν ἑφθημιμερές. τὸ ζʹ ἐξ ἀντισπάστου καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ ηʹ ἐκ χοριαμβικοῦ εἰς ἀντισπαστικόν. τὸ θʹ ἐξ ἰωνικῆς βάσεως καὶ τοῦ πεντασήμου καὶ χοριαμβικοῦ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ ιʹ Ἀσκληπιάδειον. τὸ ιαʹ δακτυλικὴ τριποδία. τὸ ιβʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιγʹ ἐξ ἀντισπάστου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ ιδʹ Γλυκώνειον. τὸ ιεʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιϛʹ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ ιζʹ ἰαμβικὸν πενθημιμερές. 1BQ Ἀσωπίχῳ Ὀρχομενίῳ σταδιεῖ παιδὶ Κλεοδάμου νικῶντι τὴν οϛʹ Ὀλυμπιάδα στάδιον. |
| O 14 inscr a | Κηφισὸς δὲ ποταμὸς ἐν Ὀρχομενῷ, ἔνθα καὶ αἱ Χάριτες τιμῶνται. γέγραπται ὁ ὕμνος Ἀσωπίχῳ τῷ ἀπὸ τῆς Ὀρχομενοῦ, ὃς ἐνίκησεν οϛʹ Ὀλυμπιάδα στάδιον. |
| O 14 inscr b [5] | ταῖς Χάρισι δὲ προσφωνεῖ ὁ ποιητὴς ταῖς τιμωμέναις κατὰ τὴν Ὀρχομενόν. ὁ δὲ Κηφισσὸς τῆς Ὀρχομενοῦ ἐστι ποταμὸς, ἔνθα καὶ αἱ Χάριτες τιμῶνται. ταύταις δὲ Ἐτέοκλος ὁ Κηφισοῦ τοῦ ποταμοῦ πρῶτος ἔθυσεν, ὥς φησιν Ἡσίοδος (fr. |
| O 14 inscr c [5] | 66). διὰ δὲ τοῦ Ὀρχομενοῦ ὁ Κηφισὸς ῥεῖ. δύο δὲ Ὀρχομενοὶ, ὁ μὲν Μινύειος ὁ ἐν Βοιωτίᾳ, ὁ δὲ πολύμηλος ὁ ἐν Ἀρκαδίᾳ. τοῦ δὲ Μινυείου νῦν μέμνηται. metr. B. 2Q Καφισίων ὑδάτων λαχοῖσα ι : ἐπειδὴ χαριέντως ἀπέβη τοῦ ἀγῶνος τὸ ἐπιχείρημα, προσφωνεῖ ταῖς Χάρισι τιμωμέναις κατὰ τὸν Βοιωτικὸν Ὀρχομενόν· αἷς λέγεται πρῶτος Ἐτέοκλος τεθυκέναι ὁ Κηφισοῦ παῖς. |
| O 14 1a [5] | ὁ δὲ Κηφισὸς τῆς Ὀρχομενοῦ ποταμός. ὁ δὲ νοῦς· ὦ ἀοίδιμοι βασίλειαι Χάριτες, αἳ τὰ τοῦ Κηφισοῦ ὕδατα ἐκληρώθητε καὶ κατοικεῖτε τὴν εὔγειον Ὀρχομενὸν, τυγχάνουσαι καὶ τοῦ τῶν Μινυῶν γένους ἐπίσκοποι, ἐπακούσατέ μου νῦν εὐχομένου. |
| O 14 1b | inscr. Q αἵτε ναίετε καλλίπωλον ἕδρα ν : ἱππικοὶ λέγονται οἱ Ὀρχομένιοι. |
| O 14 2 | Ἐργῖνος γὰρ ἵππῳ νικήσας Θηβαίους φόρου ὑποτελεῖς ἔσχεν, ἄχρις οὗ Ἡρακλῆς αὐτοὺς ἠλευθέρωσεν. παλαιγόνων Μινυᾶ ν : τὸ τῶν Μινυῶν γένος ἀρχαῖον ἀπὸ Μινυοῦ τοῦ Θεσσαλοῦ, Ποσειδῶνος υἱοῦ καὶ τοῦ γένους τῶν Ἀργοναυτῶν. |
| O 14 5b | πλησιόχωροι καὶ γείτονες οὗτοι οἱ Μινυΐδαι Ὀρχομενίων. ἀπὸ Μινύου. |
| O 14 5c | Μινύας δὲ ἐκ Καλλιρρόης τῆς Ὠκεανοῦ καὶ Ποσειδῶνος. ὁ δὲ Μινύας πρῶτος ἦρξεν Ὀρχομενοῦ. |
| O 14 7a | σὺν γὰρ ὑμῖν τὰ τερπν ά : μεθ’ ὑμῶν γὰρ, ὦ Χάριτες, τὰ ἐπιτερπῆ καὶ ἡδέα γίνεται καὶ συμβαίνει τοῖς ἀνδράσι. καὶ εἴτε σοφὸς, ὡς Ὅμηρος, δι’ ὑμᾶς· οἱ γὰρ ἐπιχαρεῖς λόγοι δι’ ὑμᾶς πᾶσι μόνιμοι διὰ παντός. εἴ τις ἀγλαό ς : ἀνδρεῖος νῦν· αἱ γὰρ τρεῖς ἀρεταὶ δι’ ὑμᾶς, ἡ σοφία, τὸ κάλλος, ἡ ἀνδρεία. |
| O 14 8b | αὗται δὲ αἱ Χάριτες τιμῶνται παρὰ τῷ ναῷ τοῦ Ἀπόλλωνος. κοιρανέοντι χορού ς : ἤτοι ὑπὸ τὴν ἐξουσίαν ἔχουσι τοὺς χορούς· ἢ βασιλεύουσι τῶν χορῶν, ἵνα πτῶσις ἀντὶ πτώσεως ᾖ, αἰτιατικὴ ἀντὶ γενικῆς. |
| O 14 12b | τὸ δὲ οὔτε δαῖτα ς , ἀντὶ τοῦ οὔτε τῶν εὐωχιῶν καὶ θυσιῶν. ἀλλὰ καὶ τῶν ἐν οὐρανῷ πάντων προστατοῦσι καὶ κρατοῦσιν αἱ Χάριτες. |
| O 14 12d | τὸ δὲ γίνεται ἀντὶ τοῦ ἀνύεται. χρυσότοξον θέμεναι παρὰ Πύθιον Ἀπόλλων α : παρὰ τῷ Ἀπόλλωνί φησι καθέζεσθαι τὰς Χάριτας διὰ τὴν πρὸς αὐτὸν οἰκειότητα. |
| O 14 16a | ἐν γοῦν Δελφοῖς ἐπὶ τῆς δεξιᾶς εἰσιν ἱδρυμέναι τοῦ Ἀπόλλωνος. σέβουσι δὲ τὴν τοῦ Διὸς τιμὴν τὴν αἰώνιον. |
| O 14 16c | πλησίον γὰρ τοῦ χρυσοτόξου Ἀπόλλωνος ἀποθέμεναι τοὺς ἑαυτῶν θρόνους καὶ ἐγγὺς αὐτοῦ ἱδρυμέναι ἀένναον καὶ ἀθάνατον οὖσαν τὴν τοῦ πατρὸς αὐτῶν τιμὴν Διὸς σέβουσιν. ἀένναον κυρίως μὲν τὸ ἀεὶ ἐν τῷ ῥεῖν καὶ νάειν ὄν· νῦν δὲ τὸ αἰώνιόν φησιν. |
| O 14 16e | ἀντὶ τοῦ ἀνελλιπῶς καὶ αἰωνίως παρὰ τῷ Διὶ τιμῶνται τῷ ἐν οὐρανῷ ὄντι. πότνια Ἀγλαΐ α : ἀπὸ τοῦ περὶ αὐτῶν λόγου μετῆλθεν ἐπὶ τὸν πρὸς αὐτάς. |
| O 14 19b | ὦ σεμνὴ καὶ τιμία Ἀγλαΐα, καὶ Εὐφροσύνη ἡ τοῖς ὕμνοις χαίρουσα, τοῦ τῶν θεῶν κρατίστου παῖδες Διός. 21 a C τὰ δὲ ὀνόματα τῶν τριῶν κατέλεξεν Ἡσίοδος (th. |
| O 14 19c | 906. 908)· τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρῄους, Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ’ ἐρατεινήν. κρατίστου παῖδε ς : οὐχ ὅτι κρατίστους ἔχουσι παῖδας, ἀλλ’ ὅτι αὐταὶ κράτισται παῖδές εἰσι· νέαι γάρ. |
| O 14 20b | αἱ κράτισται τῶν παίδων τῶν θεῶν. ἢ τῶν κρατίστων θεῶν παῖδες. |
| O 14 20c | 21 b C ἐπήκοο ι : γίνεσθε δηλονότι· τοῦτο γὰρ λείπει. |
| O 14 21a | 23BEQ 19 c C Θάλεια δὲ ἡ Χάρις παρὰ τὸ τεθηλέναι τὴν μνήμην τῶν εὖ πεπονθότων. |
| O 14 21c | τὸ δὲ ἰδοῖσα ἔνιοί φασι πρὸς τὴν τρίτην Θαλίαν λέγεσθαι. τὸ ἰδοῖσα κοινὸν ἐπὶ ὅλων· ἰδοῖσα ὦ Εὐφροσύνη, ἰδοῖσα ὦ Θάλεια, ἰδοῖσα ὦ Ἀγλαΐα. |
| O 14 21d | θεασάμεναι τοῦτον τὸν χορὸν σὺν εὐμενεῖ τύχῃ εὐκόλως χορεύοντα, ἀπὸ κοινοῦ, ἐπήκοοι γίνεσθε. ἔνιοι δέ φασι πρὸς τὴν τρίτην Θάλειαν τοῦτο λέγεσθαι. |
| O 14 21e | 26 b C ὅτι δὲ τρεῖς εἰσι, καὶ Ἡσίοδος ἐν Θεογονίᾳ (l. |
| O 14 21f | l.) λέγει. 26BEQ 〈 ἐ π ’ εὐμενεῖ τύχ ᾳ : 〉 ἐπ’ εὐδαιμονίᾳ καὶ εὐμοιρίᾳ. |
| O 14 23a | 21 b BEQ τὸ κοῦφα βιβῶντα ἀντὶ τοῦ εὐκόλως προβαίνοντα. |
| O 14 23c | ἐν Λυδῷ τρόπῳ καὶ ῥυθμῷ καὶ μουσικῇ. 27 b C ἐν μελέταις τε ἀείδω ν : ἐπιμελείαις· ἔνθεν καὶ ἡ μέλισσα τὸ ζῷον, ὂν ἐπιμελέστατον. |
| O 14 26b | ἦλθον οὖν, φησιν, ὑμνήσων τὸν Ἀσώπιχον ἐμμελῶς καὶ ἡδέως. 23 b C ( ἔμολο ν:) ὅρα τὸ μέτρον. |
| O 14 27b | Ὀλυμπιόνικος ἁ Μινυεί α : Ὀρχομενὸς γὰρ Μινύειος πόλις. ὁ δὲ Ἀρίσταρχος· ἰδίως, φησὶ, προτάξας τὰ ὀνόματα τῶν Χαρίτων ἑνικῶς ἐφώνησε· σεῦ ἕκατι, ὦ Χάρι. |
| O 14 27c [5] | προσφωνοῦσί τε οἱ ποιηταὶ τοὺς χοροὺς τοὺς ἐκ πλήθους συνεστῶτας ἑνικῶς. βεβιασμένον οὖν νυνὶ προτάξαντα τὰ ὀνόματα λέγειν ἕκατί σου ἑνικῶς. ἢ ὅτι πρὸς αὐτὸν λέγει τὸν νικηφόρον. |
| O 14 27e | ὁ δὲ νοῦς· διότι τούτου δραμόντος ἔδοξεν Ὀλυμπιόνικος ἀναγορεύεσθαι ἡ τῶν Μινυῶν πόλις σοῦ ἕνεκεν. τὸ δὲ σοῦ ὡς πρὸς ἑκάστην ἰδίᾳ. καὶ τοῦτο οὖν κοινὸν ὅλων. 28 cQ σοῦ ἕκατι, ὦ νικηφόρε. |
| O 14 27g | ἢ πρὸς μίαν τῶν Χαρίτων ἀπὸ τοῦ πλήθους μετέβη. Subscr. Q οἱ δὲ τὸ ἕκατι σοῦ ὡς πρὸς μίαν ἑκάστην ἰδίᾳ. |
| O 14 27h | ἢ πρὸς αὐτὸν τὸν νικηφόρον· ὅτι σοῦ ἕνεκεν, Ἀσώπιχε, ἔνδοξός ἐστιν ἡ Μινυείη ἥ τε Ὀρχομενὸς ὡς νικήσαντος. μελαντειχέα νῦν δόμον Φερσεφόνας ἐλθὲ Ἀχο ῖ : παραγενοῦ πρὸς τὸν σκοτεινὸν οἶκον, ὦ Φήμη καὶ Ἠχὼ, διηγησομένη καὶ ἀγγελοῦσα τὴν καλλίστην ἀγγελίαν τῷ πατρὶ Ἀσωπίχου Κλεοδάμῳ. |
| O 14 28b [5] | οἰκείως τὸν δόμον τῆς Περσεφόνης μελαντειχέα εἶπεν. 27 f Q μελαντειχέα δόμον ἐλθὲ Ἀχο ῖ : ἐλθὲ νῦν, Ἠχὼ, εἰς τὸν τῆς Περσεφόνης δόμον, ἵνα τὸν Κλεόδαμον ἰδοῦσα περὶ τοῦ υἱοῦ αὐτοῦ εἴπῃς ὅτι ὁ υἱὸς αὐτοῦ ἐστεφάνωσε τὴν χαίτην, τουτέστιν, ἵν’ εἴπῃς αὐτῷ τὸν υἱὸν αὐτοῦ νενικηκέναι καὶ νεώτερον ἐόντα. |
| O 14 28d | ἐν τῇ ἐνδοξοτάτῃ Ὀλυμπίᾳ ἐστέφθαι τοῖς τῆς ἀθλήσεως στέμμασι τὰς κόμας τὰς νεωτέρας αὐτοῦ. ἀπὸ μέρους δὲ τὸ τῆς ἡλικίας νέον λέγει. 28 a Q κόλποις πα ρ ’ εὐδόξοιο Πίσα ς : ἐν Ὀλυμπίᾳ. |
| O 14 35a | πτεροῖσ ι : τοὺς στεφάνους λέγει· ἐπειδὴ ἐπαίρει τοὺς νικῶντας ὁ στέφανος. ἢ παρόσον ὁ στεφανούμενος γάνυται καὶ οἷον ὑπόπτερος καὶ μετάρσιος γίνεται. |
| O 14 35b [5] | Πινδάρου τέλος Ὀλυμπιονίκων. Πινδάρου ἐπινίκιοι Ὀλυμπιονικῶν. Ἀρχὴ Πυθίων. |
| P hyp t | Ὑπόθεσις Πυθίων. Ὁ τῶν Πυθίων ἀγὼν ἐτέθη μὲν πρότερος τῶν Ἰσθμίων πολλοῖς ἔτεσιν, ἡ δὲ αἰτία τοιαύτη μυθολογεῖται περὶ αὐτῶν. |
| P hyp a [40] | Λητὼ γὰρ ἡ Κοίου τοῦ Οὐρανοῦ καὶ Γῆς, καὶ Φοίβης τῆς Κρόνου, ᾗ Ζεὺς ἐμίγη ὄρτυγι εἰκασθείς, ἔγκυος γενομένη ὤδινεν ἐπὶ τοῦ Ζωστῆρος τῆς Ἀττικῆς· τίκτει τε Ἄρτεμιν καὶ Φοῖβον ἐν Δήλῳ τῇ πρότερον Ὀρτυγίᾳ καλουμένῃ. καὶ Ἄρτεμις αὐξηθεῖσα ἦλθεν εἰς Κρήτην, καὶ τὸ Δικτύνιον ὄρος κατέσχεν· Ἀπόλλων δὲ ἐν Λυκίᾳ· τῇ δὲ μητρὶ τὴν Δῆλον ἀπένειμαν. ἔρχεται τοίνυν εἰς Δελφοὺς Ἀπόλλων, Πύθωνι τὰς βοῦς νέμων. Ἑρμῆς δὲ χέλυν εὑρὼν τετράχορδον λίνα ἀντὶ χορδῶν ἐνημμένην, ἐπειδὴ οὔπω τῶν νεύρων ἡ χρῆσις εὕρητο, καὶ ἁλοὺς τὰς Ἀπόλλωνος βοῦς κλέπτων, ἀντὶ τῆς κλοπῆς τὴν χέλυν δίδωσι τῷ Ἀπόλλωνι, λαβὼν παρ’ αὐτοῦ τὸ κηρύκειον. ἑπτάφθογγον δὲ αὐτὴν ἐποίησεν, ἁρμοσάμενος πρὸς τὴν τοῦ Πανὸς σύριγγα, οὐ τοῦ Ἑρμοῦ καὶ Πηνελόπης, ἀλλὰ τοῦ Διὸς καὶ Θύβρεως· ἢ τάχα ἑπτὰ φθόγγοις αὐτὴν ἐκέρασε διὰ τὸ αὐτὸν ἑπταμηνιαῖον γεγενῆσθαι. δοκεῖ δὲ οὗτος τὰ λίνα ἐξελὼν τοῖς νεύροις ἐντεῖναι τὴν λύραν· ὅθεν καὶ λέγεται Λίνον ᾑρηκέναι. ἔμαθε δὲ καὶ τὴν μαντικὴν τέχνην ὑπὸ τοῦ Πανός· οὗτος γὰρ τοῖς Ἀρκάσι θεμιστεύει πᾶσιν ἐπιμελῶς. εἶτα ἔρχεται ἐπὶ τὸ μαντεῖον, ἐν ᾧ πρώτη Νὺξ ἐχρησμῴδησεν, εἶτα Θέμις. Πύθωνος δὲ τότε κυριεύσαντος τοῦ προφητικοῦ τρίποδος, ἐν ᾧ πρῶτος Διόνυσος ἐθεμίστευσε, .... καὶ ἀποκτείνας τὸν ὄφιν τὸν Πύθωνα ἀγωνίζεται τὸν Πυθικὸν ἀγῶνα κατὰ ἑβδόμην ἡμέραν· πεῖρον μέν, ὅτι ἀπεπειράθη τῆς μάχης τῆς πρὸς τὸ θηρίον· ἴαμβον δὲ διὰ τὴν λοιδορίαν τὴν γενομένην αὐτῷ πρὸ τῆς μάχης· λέγεται γὰρ ἰαμβίζειν τὸ λοιδορεῖν· δάκτυλον δὲ ἀπὸ Διονύσου, ὅτι πρῶτος οὗτος δοκεῖ ἀπὸ τοῦ τρίποδος θεμιστεῦσαι· Κρητικὸν δὲ ἀπὸ Διός· μητρῷον δέ, ὅτι Γῆς τὸ μαντεῖόν ἐστι· σύριγμα δὲ διὰ τὸν τοῦ ὄφεως συριγμόν. οὕτω μὲν οὖν κατέστη πρῶτον ὁ τῶν Πυθίων ἀγών. μετὰ δὲ ταῦτα Κρίσης κτισθείσης ἐπὶ τῶν στενῶν τῆς ἐπὶ τοὺς Δελφοὺς ἀγούσης ὁδοῦ, καὶ πολλὰ τῶν Κρισαίων ἐργαζομένων ἐπὶ τοὺς Ἕλληνας καὶ ἀποσυλούντων τοὺς ἐπὶ τὸ χρηστήριον βαδίζοντας, οἱ Ἀμφικτύονες ἑλόντες τὴν Κρῖσαν μετὰ τῶν ἄλλων συμμάχων καὶ κύριοι αὐτῶν γενόμενοι διέθηκαν ἕτερον ἀγῶνα, ἐν ᾧ καὶ αὐληταὶ ἠγωνίσαντο. οἱ δὲ τὸν γυμνικὸν ἀγῶνα νικήσαντές εἰσιν οἵδε, ὅτε Ἀπόλλων ἔθηκε Πύθια, ἐν τῷ τοῦ Πύθωνος ἀγῶνι· Κάστωρ στάδιον, πὺξ Πολυδεύκης, δολιχὸν Κάλαϊς, ὁπλίτην Ζήτης, δίσκον Πηλεύς, πάλην Τελαμών, παγκράτιον Ἡρακλῆς· οὓς τῷ φυτῷ τῆς δάφνης ἐστεφάνωσεν. ἄλλω ς · ἡ ὑπόθεσις τῶν Πυθίω ν . |
| P hyp b [5] | Εὐρύλοχος ὁ Θεσσαλὸς καταπολεμήσας Κιρραίους ἀνεκτήσατο τὸν ἀγῶνα τοῦ θεοῦ· οἱ δὲ Κιρραῖοι λῃστρικῇ ἐφόδῳ χρώμενοι ἐφόνευον τοὺς παραβάλλοντας εἰς τὰ τοῦ θεοῦ. περιεγένετο δὲ αὐτῶν ἐπὶ ἄρχοντος Ἀθήνησι μὲν Σιμωνίδου, Δελφοῖς δὲ Γυλίδα. οἱ μὲν οὖν Κιρραῖοι εἰς τὴν παρακειμένην τῷ Παρνασῷ Κίρφιν ὄρος ἀπέφυγον, ὅσοι δὴ καὶ περιλειφθέντες ἐτύγχανον. καταλιπὼν δὲ ὁ Εὐρύλοχος ἐνίους τῶν Θεσσαλῶν μετὰ Ἱππία τοῦ στρατηγοῦ. ὥστε τοὺς ὑπολοίπους χειρώσασθαι, ᾤχετο ἀνακτησόμενος τὸν ἀγῶνα, καὶ δὴ τοῦτον χρηματίτην μόνον ἔθετο. μετὰ δὲ χρόνον ἑξαετῆ καταγωνισαμένων τῶν μετὰ τοῦ Ἱππία τοὺς ὑπολελειμμένους τῶν Κιρραίων, ἐπὶ μὲν Ἀθήνησιν ἄρχοντος Δαμασίου, ἐν δὲ Δελφοῖς Διοδώρου, ὕστερον καὶ στεφανίτην ἔθεντο κατορθώσαντες. τὸν δὲ Εὐρύλοχον νέον ἐκάλουν Ἀχιλλέα, ὡς Εὐφορίων ἱστορεῖ (fr. 53 Mein.)· ὁπλοτέρου τ’ Ἀχιλῆος ἀκούομεν Εὐρυλόχοιο, Δελφίδες ᾧ ὕπο καλὸν Ἰήϊον ἀντιβόησαν 〈Κρῖσαν〉 πορθήσαντι, Λυκωρέος οἰκία Φοίβου. μόνων δὲ κιθαρῳδῶν ἀγωνιζομένων τοπαλαιὸν ἐποίησεν ὁ Εὐρύλοχος καὶ τὰ ἕτερα ὑπάρχειν ἀγωνίσματα. ἄλλω ς · τὰ Πύθια ἐτέθη, ὡς μέν τινες ἐπὶ τῷ δράκοντι, ὃν φύλακα ὄντα τοῦ ἐν Δελφοῖς μαντείου ὁ Ἀπόλλων ἔκτεινεν· ἐκλήθη δὲ ὁ ἀγὼν ἀπὸ τοῦ τόπου· τῷ δὲ τόπῳ ἦν τὸ ὄνομα Πυθὼ ἤτοι ἀπὸ τοῦ τοὺς φοιτῶντας ἐπὶ τὸ μαντεῖον τοῦ θεοῦ πυνθάνεσθαι ἢ διὰ τὸ σαπῆναι τὸ θηρίον αὐτόθι ἀναιρεθέν. |
| P hyp c [15] | πύθεσθαι γάρ ἐστι τὸ σήπεσθαι, ὡς παρ’ Ὁμήρῳ (α 161)· λεύκ’ ὀστέα πύθεται ὄμβρῳ. καθαρθεὶς δὲ Ἀπόλλων τὸν τῆς δρακοντοκτονίας φόνον ἐν Κρήτῃ παρὰ Χρυσοθέμιδι ἐκεῖθεν ἦλθεν εἰς τὰ Θεσσαλικὰ τέμπη, ἔνθεν μετεκομίσατο τὴν δάφνην. μέχρι δὲ πολλοῦ ἡ εἰς τοὺς τῶν νικώντων στεφάνους χωροῦσα δάφνη ἐντεῦθεν ἐκομίζετο ὑπὸ παιδὸς ἀμφιθαλοῦς. ἐτελεῖτο δὲ ὁ ἀγὼν καταρχὰς μὲν διὰ ἐνναετηρίδος, [ἔκτισαν δὲ τὸν ἀγῶνα οἱ Ἀμφικτύονες Εὐρυλόχου τοῦ Θεσσαλοῦ θέντος αὐτόν,] μετέστη δὲ εἰς πενταετηρίδα .... διὰ τὸ τὰς Παρνασίδας νύμφας Ἀπόλλωνι κτείναντι τὸ θηρίον τὰς ἐν ταῖς χερσὶν ὀπώρας προσενεγκεῖν δῶρα. ἄλλω ς · τὸν Πυθικὸν ἀγῶνα διέθηκεν Εὐρύλοχος ὁ Θεσσαλὸς σὺν τοῖς Ἀμφικτύοσι τοὺς Κιρραίους καταπολεμήσας ὠμούς τινας ὄντας καὶ βιαζομένους τοὺς περιοίκους, ἐπὶ ἄρχοντος Δελφοῖς μὲν Γυλίδα, Ἀθήνησι δὲ Σίμωνος. |
| P hyp d [1] | καὶ νικήσας ἔθετο χρηματικὸν ἀγῶνα· χρήμασι γὰρ μόνοις τοὺς νικήσαντας ἐτίμων, οὔπω στεφάνου ὄντος. ἔθετο δὲ ἀγῶνα κιθαρῳδικὸν ὥσπερ καὶ πρότερον, προσέθηκε δὲ αὐλητὴν καὶ αὐλῳδόν· καὶ τοῦ τῶν Ἀμφικτυόνων στρατεύματος ἀναχωρήσαντος ὀλίγοι περιελείφθησαν, ὥστε τὴν Κίρφιν διαπορθῆσαι· ἡγεῖτο δὲ τῶν περιλειφθέντων Ἱππίας ὁ Θεσσαλός. καὶ ἔτει ἕκτῳ μετὰ τὴν τῆς Κίρρας ἅλωσιν ἀνεκήρυξαν τῷ θεῷ τὸν στεφανίτην, ἐπὶ Διοδώρου μὲν ἄρχοντος Δελφοῖς, Ἀθήνησι δὲ Δαμάσιδος. ἀντίκειται δὲ ἐκ μεσημβρίας τῷ ὄρει τοῦ Παρνασοῦ Κιρραῖον πεδίον καὶ ὄρος, ὃ Κίρφιν καλοῦσιν, ἐν ᾧ μέσος ὁ Πλεῖστος φέρεται ποταμός. καὶ ὅτι Εὐρύλοχος ὁ Θεσσαλὸς τοὺς Κιρραίους ἐπόρθησε, μαρτυρεῖ καὶ Εὐφορίων· ὁπλοτέρου τ’ Ἀχιλῆος ἀκούομεν Εὐρυλόχοιο. Scholia in Pythionicarum carmen I Ἱέρωνι Αἰτναίῳ ἢ Συρακουσίῳ ἅρματι Πύθια. |
| P 1 metr (t) [40] | Ἱέρωνος γένο ς . Ἱέρων ἄνωθεν Συρακούσιός ἐστι, τὴν δὲ Κατάνην ἀνακτίσας ὁμωνύμως τῷ παρακειμένῳ ὄρει Αἴτναν προσηγόρευσε, καὶ Αἰτναῖον ἑαυτὸν κατὰ τοὺς ἀγῶνας νικῶν ἀνεκήρυξεν. ἐνίκησε δὲ ὁ Ἱέρων τὴν μὲν κϛʹ Πυθιάδα καὶ τὴν ἑξῆς κέλητι, τὴν δὲ κθʹ ἅρματι, εἰς ἣν ὁ ὑποκείμενος ἐπίνικος τέτακται. ἔσχε δὲ ὁ Ἱέρων τὴν τῶν Συρακουσίων ἀρχὴν μετὰ τὴν Γέλωνος τοῦ ἀδελφοῦ τελευτὴν τῇ οεʹ Ὀλυμπιάδι. στέφονται δὲ δάφνῃ οἱ νικῶντες. Ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ ιβʹ. τὸ αʹ σύγκειται ἐκ διμοίρου τροχαίου καταληκτικοῦ. τὸ βʹ πενθημιμερὲς δακτυλικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ γʹ ὀκτασύλλαβον Σαπφικόν, ᾧ τὸ πρῶτον ὅλον Σαπφοῦς γεγραμμένον. ἔστι δὲ δίμετρον [τροχαϊκὸν] ἀκατάληκτον ἐπιχοριαμβικόν. τὸ δʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ· σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυγίας καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ συλλαβῆς. τὸ εʹ ἀντισπαστικὸν 〈δίμετρον〉 ὑπερκατάληκτον, τοῦ πρώτου ποδὸς τῆς πρώτης συζυγίας διαφερούσης. τὸ ϛʹ σύνθετον ἐκ τοῦ λεγομένου προσοδιακοῦ καὶ ἰαμβικῆς συζυγίας. τὸ ζʹ κατὰ τὸ Πινδαρικὸν ἐκ Σαπφικοῦ, διαφέρον τοῦ τετάρτου, ὅτι ἐκεῖνο μὲν ὑπερκατάληκτον, τοῦτο δὲ καταληκτικόν. τὸ ηʹ τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ θʹ πενθημιμερὲς δακτυλικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ ιʹ ὅμοιον τῷ ζʹ. τὸ ιαʹ προσοδιακὸν παρὰ τὴν ἰαμβικὴν συζυγίαν. τὸ ιβʹ τροχαϊκὴ διποδία, ὅ ἐστι μονόμετρον. ἡ δὲ ἐπῳδὸς κώλων ιεʹ. τὸ αʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ γʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον, τῆς τελευταίας ἀδιαφόρου οὔσης. τὸ δʹ κατὰ τὸ Πινδαρικὸν ἐκ Σαπφικοῦ, διαφέρον τοῦ τετάρτου, ὅτι ἐκεῖνο μὲν ὑπερκατάληκτον, τοῦτο δὲ καταληκτικόν, ὅμοιον τῷ ζʹ καὶ τῷ ιʹ τῆς στροφῆς. τὸ εʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ ϛʹ δίμετρον ἰωνικὸν καταληκτικόν. τὸ ζʹ προσοδιακόν, ὅμοιον τῷ ϛʹ τῆς στροφῆς. τὸ ηʹ ὅμοιον τῷ γʹ τῆς στροφῆς. τὸ θʹ ἰωνικὸν δίμετρον ἀπ’ ἐλάσσονος καταληκτικόν. τὸ ιʹ ὅμοιον τῷ δʹ τῆς στροφῆς, ἐκείνου ὑπερκαταλήκτου ὄντος. τὸ ιαʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ ιβʹ ὁμοίως. τὸ ιγʹ πενθημιμερὲς δακτυλικόν, ὅμοιον τῷ μῆνιν ἄειδε θεά. τὸ ιδʹ προσοδιακόν· ἐξ ἰωνικοῦ ἀπ’ ἐλάσσονος σύγκειται καὶ χοριάμβου. τὸ ιεʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον, ὅμοιον τῷ αʹ τῆς στροφῆς. 1 a DEFGQ Γέγραπται μὲν ὁ ἐπίνικος Ἱέρωνι, λέγεται δὲ ὁ Πίνδαρος οὕτως ἐπιβεβλῆσθαι κατὰ Ἀρτέμωνα τὸν ἱστορικόν (FHG IV p. |
| P 1 inscr a [5] | 341), ὅτι δὴ αὐτῷ ὁ Ἱέρων χρυσῆν ὑπέσχετο κιθάραν. τὰ δὲ τοιαῦτα περιεργίας πεπλήρωται. οἰκειότατα γὰρ Πυθίου ὄντος τοῦ ἀγῶνος τὸν θεὸν προστάτην ὄντα ἀνυμνεῖ. Πυθὼ δὲ λέγεται ἢ παρὰ τὸ πυνθάνεσθαι τοὺς ἀφικνουμένους, ἢ παρὰ τὸ σήπεσθαι τὸν Πυθῶνα ἐν αὐτῇ. |
| P 1 inscr b [5] | ἐκαλεῖτο δὲ τὸ πρότερον Νάπη, εἶτα Πετρήεσσα, εἶτα Κρίσσα, εἶτα Πυθώ. Αἰτναῖος δὲ ἀνηγορεύθη, ἐπειδὴ Συρακούσιος ὢν ἔκτισε τὴν Αἴτνην. 1 b DGQ 3 a EF χρυσέα φόρμιγ ξ : τινὲς χρυσῆν ὑποσχέσθαι κιθάραν τὸν Ἱέρωνα τῷ Πινδάρῳ. |
| P 1 1a | διὸ καὶ ὁ ποιητὴς ὑπομιμνήσκων αὐτὸν τῆς ἐπαγγελίας ἀπὸ τῆς κιθάρας ἤρξατο τοῦ προοιμίου. Inscr. DEFGQ χρυσῆ δὲ κιθάρα ἀντὶ τοῦ τιμία, ὡς χρυσῆ Ἀφροδίτη (Χ 470). |
| P 1 1b | 4EF σύνδικον Μοισᾶν κτέανο ν : συνῳδόν, οἱονεὶ οὐκ ἐναντίον. |
| P 1 3a | ὁ δὲ Ἀπολλώνιος σύντροπον ἤκουσε· δίκη γὰρ ὁ τρόπος. ὡς καὶ Ὅμηρος (τ 43)· αὕτη τοι δίκη ἐστί. οὐ μάτην δὲ αὐτῷ παρέρριπται τὸ Ἀπόλλωνος κτῆμα εἰπεῖν τὴν κιθάραν· ἀντὶ γὰρ τῆς τῶν βοῶν κλοπῆς παρ’ Ἑρμοῦ πρῶτος ἐκτήσατο τὸ ὄργανον. |
| P 1 3c [5] | ἢ Ἀπόλλωνος, διὰ τὸ τὸν Ἀπόλλωνα προκατάρχειν τοῦ χοροῦ τῶν Μουσῶν. ὁ δὲ νοῦς· χρυσῆς κιθάρα, καὶ τοῦ Ἀπόλλωνος κτῆμα καὶ τῶν μελανοπλοκάμων Μουσῶν συνῳδὸν καὶ σύντροπον, παρόσον ὁ μὲν Ἀπόλλων τῇ κιθάρᾳ τῶν ᾠδῶν προκαθηγεῖται τῶν Μουσῶν, EFGQ αὗται δὲ χορεύουσιν. |
| P 1 3d | 1 b EF τᾶς ἀκούει μὲν βάσι ς : βάσιν ἔνιοι τὸν ῥυθμόν· πρὸς γὰρ ῥυθμὸν ἡ ἁρμονία τῶν μελῶν διατυποῦται· οἱ δὲ τὴν τῶν ποδῶν κροῦσιν· προκατάρχονται γὰρ αἱ ᾠδαὶ παρὰ τῆς κιθάρας, εἶθ’ οὕτως ἕπεται ὁ τῶν χορευτῶν ῥυθμός. |
| P 1 4b | ἢ βάσις ὁ ῥυθμός, παρὰ τὸ βαίνειν εἰς τὸν ῥυθμὸν τοῖς κρούουσι τὴν γῆν τοῖς ποσίν. ἀγλαΐας ἀρχ ά : ἀμφίβολον πότερον ἡ βάσις ἀγλαΐας ἀρχὴ οὖσα, ἢ σὺ ὦ κιθάρα ἀγλαΐας τυγχάνεις ἀρχή. |
| P 1 4c [5] | κἀντεῦθεν δὲ ἄδηλον, ἤτοι ἀγλαΐαν τὴν κατὰ τὰς πανηγύρεις φησί, καθ’ ἣν πάντες γαννύμενοι τερπόμεθα, ἢ ἀγλαΐαν τὴν διάχυσιν καὶ εὐφροσύνην. ἄλλως· ἀγλαΐας ἀρχά ν : τὴν ἀρχὴν καὶ τὰς προανακρούσεις. |
| P 1 5a | πείθονται δ ’ ἀοιδοὶ σάμασι ν : ἀοιδοὶ ἤτοι ἐν τῷ καθόλου, ἢ ἐπὶ τῶν Μουσῶν ὁ λόγος. ὡς γὰρ ἔφην, Ἀπόλλων μὲν προκατάρχει τῶν κρουμάτων, πρὸς δὲ τὰ κρούματα εὐρύθμως αἱ Μοῦσαι χορεύουσι. σάμασ ι : σημείοις. |
| P 1 5b | τοῖς συνθήμασιν. ἢ τοῖς κελεύσμασιν, ἀπὸ τοῦ σημῆναι διὰ τῆς προανακρούσεως. |
| P 1 5d [5] | ὁ δὲ νοῦς· ἧς, σοῦ ὦ κιθάρα, κατακούει μὲν ἡ τῶν ποδῶν κροῦσις, τῆς εὐφροσύνης καὶ διαχύσεως ἀρχὴ οὖσα· πείθονται δὲ καὶ οἱ ἀοιδοὶ τοῖς σοῖς συνθήμασιν, ὅταν τῶν προοιμίων τῶν ἡγουμένων τῶν χορῶν τὰς προαναφωνήσεις καὶ κρούσεις κατασκευάζῃς διακινουμένη. ἀμβολά ς : τὰς προαναφωνήσεις. |
| P 1 7a | ὡς καὶ Ὅμηρος (α 155)· ἦτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. ἐλελιζομένη δέ, ἢ διακινουμένη ἢ διακρουομένη. |
| P 1 8 | κεραυνὸν σβεννύει ς : κατὰ τὸ ἐναντίον προήγαγεν· ἔδει γὰρ εἰπεῖν κεραυνοῦ πῦρ. τὸ δὲ τοιοῦτον σχῆμα τοῦ λόγου καὶ παρ’ Ὁμήρῳ (Δ 535)· ὁ δὲ χασσάμενος πελεμίχθη. πελεμιχθεὶς γὰρ ἀνεχώρησεν. ἀένναον κυρίως ἐπὶ τῶν ὑδάτων τίθεται, καταχρηστικῶς δὲ ὁ Πίνδαρος νῦν ἐπὶ τοῦ κεραυνοῦ τάττει ἀντὶ τοῦ ἄσβεστον. |
| P 1 9b [5] | σκάπτῳ δὲ Δωρικῶς τῷ σκήπτρῳ. Διὸς αἰετό ς : πάνυ γὰρ διετύπωσεν, ὅτι δὴ ὁ ἀετὸς ἐπικαθήμενος τῷ τοῦ Διὸς σκήπτρῳ καὶ κατακηλούμενος ταῖς μουσικαῖς ᾠδαῖς εἰς ὕπνον κατάγεται, ἀμφοτέρας χαλάσας τὰς πτέρυγας καὶ ταλαντευόμενος καὶ ζυγοστατούμενος ὥσπερ διὰ τὴν τοῦ σκήπτρου στενότητα, ὥστε αὐτῷ μὴ ἐξολισθαίνειν τῇ ᾠδῇ, ἀλλὰ ἀσφαλῆ τὴν βάσιν ὑπάρχειν. |
| P 1 10a | ἡ δὲ Σαπφὼ (fr. 16) ἐπὶ τοῦ ἐναντίου ἐπὶ τῶν περιστερῶν· .. ταῖσι ψυχρὸς μὲν ἔγεντο θυμός, Πὰρ δ’ ἱεῖσι τὰ πτερά .... ὁ δὲ νοῦς· καὶ τὸν ἰσχυρὸν καὶ πολεμικώτατον κεραυνὸν σβεννύεις τοῦ διαπαντὸς ὄντος πυρός. |
| P 1 10b [5] | ἀφυπνοῖ δὲ τῇ ἡδονῇ συσχεθεὶς ἐπὶ τοῦ σκήπτρου τοῦ Διὸς ὁ ἀετὸς τὴν ταχεῖαν ἑαυτοῦ πτέρυγα ἐξ ἀμφοτέρων τῶν μερῶν χαλάσας, ὁ τῶν ὀρνέων βασιλεύς. κελαινῶπιν νεφέλα ν : ἤτοι κατ’ αὐτῆς τῆς νεφέλης τὸ ἐπίθετον, ἵνα σωματικώτερον ἀναπλάσῃ τὴν νεφέλην τὴν μέλανας ἔχουσαν ὀφθαλμούς, ἢ τὴν μελαίνουσαν τοὺς ὀφθαλμοὺς νεφέλην. |
| P 1 13a | EFGQ ἄλλως. |
| P 1 13b | κελαινῶπιν νεφέλαν τὴν ἐπίχυσιν τοῦ ὕπνου φησίν. ἄλλως· ἀντὶ τοῦ ὕπνον, παρόσον ἀφεγγής ἐστι. |
| P 1 13c | κατέχευας, ὦ κιθάρα, ἁπαλὸν καὶ ἡδὺ κλεῖθρον κατὰ τῶν βλεφάρων. ἀγκύλῳ κρατ ί : τῇ ἐπικεκαμμένῃ κεφαλῇ τοῦ ἀετοῦ. |
| P 1 15a | οὕτω δὲ εἶπε διὰ τὸ ῥάμφος αὐτοῦ. καὶ Ὅμηρος (τ 538)· ἀγκυλοχείλης. τὸ δὲ κλαῖστρον ἀντὶ τοῦ κλεῖθρον. |
| P 1 17a | ὑγρὸν νῶτον αἰωρε ῖ : ἀντὶ τοῦ εἰς ὕπνον καταφερόμενος ὑπὸ σοῦ, ὦ κιθάρα, αἰωρεῖται τὸν νῶτον ἐπὶ θάτερον ῥέπων. 18 a E ἄλλως· ὑγρὸν νῶτο ν : τὸν εὐδιάχυτον ὑπὸ τῆς ἡδονῆς. |
| P 1 17b | γραφικώτατα δὲ συνδιατιθέμενον τῇ ᾠδῇ καὶ θελγόμενον τὸν ἀετὸν ὑπετύπωσεν. 19 a EF EFGQ ῥιπαῖσ ι : ταῖς βολαῖς. |
| P 1 18a | λέγει δὲ τοῖς μέλεσιν. ὁ δὲ νοῦς· ὁ δὲ ἀετὸς εἰς ὕπνον τῇ ἡδονῇ καθελκόμενος τὸν εὐδιάχυτον αὐτοῦ νῶτον ἐπαίρει, τοῖς σοῖς μέλεσι θελχθείς. |
| P 1 18b | 17 b E βιατὰς Ἄρη ς : ὁ γὰρ ἰσχυρότατος Ἄρης τὴν τραχυτάτην τῶν δοράτων ἀκμὴν καταλιπών, τουτέστι τὸν πόλεμον, εὐφραίνει τὴν καρδίαν τῷ τῆς κιθάρας κηλήματι. |
| P 1 19a | 21 b E κώματι τῷ κοιμήματι, τῷ θέλγματι. |
| P 1 21a | κῆλα δ έ : κατὰ συναίρεσιν τὰ κηλήματα. Ὅμηρος δὲ (Α 383) τὰ τοξικὰ βέλη· τὰ δ’ ἐπῴχετο κῆλα θεοῖο. δυνατὸν δὲ ἀκούειν καὶ νῦν τροπικώτερον βέλη τὰ θελκτικὰ τῆς μουσικῆς πάθη. 25 a EF κῆλα τὰ ὑπὸ μουσικῆς θέλγματα. |
| P 1 21c | ὁ δὲ νοῦς· τὰ δὲ τῆς μουσικῆς κηλήματα καὶ τῶν θεῶν θέλγει τὰς φρένας παρὰ τῇ σοφίᾳ τοῦ Ἀπόλλωνος καὶ τῶν εὐπλοκάμων Μουσῶν. 19 b EF ὅσσα δὲ μὴ πεφίληκ ε : τοῦτο εἶπεν, ἵνα ὦσιν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς τὴν ἀκρόασιν. |
| P 1 25b | τουτέστιν ὅσα δὲ μήτε κατὰ γῆν, μήτε κατὰ τὴν ἄπειρον θάλασσαν φιλεῖ ὁ Ζεύς, ἀποστρέφεται τὴν ᾠδὴν τῶν Μουσῶν. 29 b F ἐν αἰνᾷ Ταρτάρ ῳ : πάλιν κατὰ τὸ ἴδιον ἔθος θηλυκῶς τὴν Τάρταρον προήγαγεν, ὡς καὶ τὴν Ἰσθμόν. |
| P 1 29a | καὶ τὸ Τυφώς· ἔδει γὰρ ὁ Τυφών. Ὅμηρος (Β 782) ἑτέραν εὐθεῖαν οἶδεν, ὁ Τυφωεύς· Τυφωέϊ γαῖαν ἱμάσσῃ. 31 b F ἀπὸ κοινοῦ, ἀτύζεται καὶ οὗτος. |
| P 1 29c | ὁ δὲ νοῦς· ἀποστρέφεται τὴν μουσικὴν ὁ Τυφὼν ὁ ἐν τῷ Ταρτάρῳ κείμενος. 29 a F ἑκατοντακάρανο ς : οὐκ ἀριθμητικῶς, ἀλλ’ ἀντὶ τοῦ πολυκέφαλος. |
| P 1 31b | τόν ποτε Κιλίκιο ν : ὅν ποτε, τὸν Τυφῶνα, ἔθρεψε μὲν τὸ ἐν Κιλικίᾳ πολυθρύλλητον σπήλαιον, νῦν δὲ αἱ τῆς Κύμης ὄχθαι καὶ ἡ Σικελία τὰ δασέα αὐτοῦ στήθη πιέζει. ἄλλως· τόν ποτε Κιλίκιον θρέψ ε : στασιάζεται ἡ περὶ τοῦ Τυφῶνος ἱστορία. |
| P 1 31c [10] | οἱ μὲν γὰρ αὐτὸν ὄρει τῆς Βοιωτίας ὑποκεῖσθαι ἔφασαν, καὶ ὥς εἰσιν αὐτόθι πυρὸς ἀναδόσεις· οἱ δὲ ἐν Φρυγίᾳ· ἕτεροι ἐν Λυδίᾳ. Ἀρτέμων δέ τις ἱστορικὸς (FHG IV p. 341) πιθανώτερον λογοποιεῖ. καθάπαξ γάρ φησι πᾶν ὄρος ἔχον πυρὸς ἀναδόσεις ἐπὶ Τυφῶνι καίεσθαι. ἔστι δὲ τὸ πιθανὸν ἐξ αὐτῆς τῆς τοῦ ὀνόματος ἱστορίας· τύφειν γὰρ τὸ καίειν. ὁ δὲ Πίνδαρός φησι τὸν Τυφῶνα ἐν Κιλικίᾳ τεθράφθαι, ὡς καὶ Ὅμηρος (Β 783)· EFGQ εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὑποκεῖσθαι δὲ τῷ ὄρει καὶ αὐτόθι πυρὸς κρατῆρας καὶ τοὺς ἀναδιδομένους πρηστῆρας. τὸ ἑξῆς· ἑκατοντακάρηνος ὁ Τυφὼς πολέμιος τῶν θεῶν. |
| P 1 32 | πολυώνυμο ν : ἀντὶ τοῦ πολυθρύλλητον διὰ τὸ ἀνατραφῆναι ἐν αὐτῷ τὸν Τυφῶνα. ταί θ ’ ὑπὲρ Κύμα ς : Κύμη νῆσος παρακειμένη τῇ Σικελίᾳ. |
| P 1 34a [5] | ἔστι δὲ καὶ ἑτέρα τῶν Αἰολέων. φαίνεται δὲ οὐχ ἡ Κύμη πῦρ ἀναδιδοῦσα, ἀλλ’ ἡ καλουμένη Προχύτη, ἣν καὶ Πιθηκούσσας ὀνομάζουσι. συμβαίνουσι γὰρ αὐτόθι κυμάτων ἐξαισίων κινήσεις καὶ ἀνέμων σφοδροτάτων ἐπίπνοιαι καὶ πρηστήρων ἐπιφάνειαι καὶ πυρὸς καταφλέξεις, ὡς μυθολογεῖσθαι ὑποκεῖσθαι τὸν Τυφῶνα. ἁλιερκέες ὄχθα ι : ἤτοι αἱ τὴν ἅλα ἕρκος ἔχουσαι, ἢ τῆς ἁλὸς αὐταὶ ἕρκος οὖσαι, διὰ τὸ μὴ συγχωρεῖν ἐπίπροσθεν φέρεσθαι τὰ κύματα. |
| P 1 36a | κίων δ ’ οὐρανί α : ἡ Αἴτνη τὸ ὄρος, ἣν οὕτω διὰ τὸ ὕψος ὠνόμασεν ὑποστηρίζουσαν τὸν οὐρανόν. ὁ δὲ νοῦς· ἡ δὲ οὐρανία κίων συνέχει τὸν Τυφῶνα, ἡ κατὰ πᾶσαν ὥραν ἔτους χιονιζομένη καὶ τῆς ὀξείας χιόνος τροφὸς οὖσα, ἡ Αἴτνη. |
| P 1 38a | πάνετε ς : τὸ πάνετες ἀμφίβολον· ἤτοι γὰρ διαπαντὸς συνέχει τὸν Τυφῶνα ἡ Αἴτνη καὶ δι’ αἰῶνος, ἢ τῷ ἑξῆς συναπτέον ὀξείας χιόνος τιθήνα, ἵν’ ἦ, δι’ ἔτους ἀεὶ τιθηνουμένη τὴν χιόνα. 39G ἄλλως· οὐ κατὰ παντός, ἀλλὰ κατὰ πᾶσαν ὥραν ἔτους, ἵνα εἰς ὑπερβολὴν ἄρῃ τὸν λόγον, λέγων καὶ χειμῶνι καὶ θέρει χιονίζεσθαι τὴν Αἴτνην. |
| P 1 38b | 40G χιόνος ὀξεία ς : ἤτοι παρὰ τὴν πυκνότητα τῆς καταφορᾶς, ἢ παρὰ τὴν ψυχρότητα, ὅτι οἱ ἐφαπτόμενοι ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις. |
| P 1 39 | 38 b G 41 a EFQ ἀπλάτο υ : ἢ ἀπροσπελάστου ἢ πολλοῦ. |
| P 1 40 | 41 b DEFGQ πυρὸς ἁγνότατα ι : ἁγνότατον τὸ πῦρ φησιν, ὅτι ἁγνιστικόν ἐστιν, ἢ καὶ παρὰ τὸ θεῖον τὸ αὐτόθι γινόμενον, ᾧ καθαίρομεν, ὡς καὶ Ὅμηρος (χ 482)· ὄφρα θεειώσω μέγαρον. |
| P 1 41a [5] | τῇ δὲ τροπῇ ἐπιμένει διόλου πυρὸς ποταμοὺς καὶ πηγὰς λέγων διὰ τὴν ἄγαν τοῦ πυρὸς ἀνάδοσιν. 40EFQ 47G ὁ δὲ νοῦς· ἧστινος Αἴτνης ἀναφυσῶνται καὶ ἀναδίδονται ἐκ τῶν μυχῶν ἀπροσπελάστου πυρὸς πηγαί· οἱ δὲ ποταμοὶ τοῦ πυρὸς ἐν ἡμέρᾳ ῥοῦν καὶ φορὰν προχέουσι καπνοῦ ἤτοι μέλανα ἢ καυστικόν· ἐν δὲ τῇ νυκτὶ ἡ ξανθὴ τοῦ πυρὸς φλὸξ ἐκρήγνυσι τοῦ ὄρους τὰς πέτρας, καὶ εἰσκυλίει τῇ παρακειμένῃ θαλάσσῃ. |
| P 1 41b | 41 a G 47D πόντος τὸ πέλαγος. |
| P 1 46 | καὶ Ὅμηρος· ἐπ’ εὐρέα νῶτα θαλάσσης. 52D Ἁφαίστοιο ἑρπετό ν : ὁ Τυφών, παρόσον ἐξ αὐτοῦ ἢ δι’ αὐτὸν οἱ τοῦ πυρὸς ἀναδίδονται πρηστῆρες. |
| P 1 47b | κρουνοὺς δὲ τροπικῶς μέν φησιν ὡς ἐπὶ ποταμοῦ, ἐμφαίνει δὲ τὰς τοῦ πυρὸς ἀναφυσήσεις. ὁ δὲ νοῦς· ἐκεῖνο δὲ τὸ τοῦ Ἡφαίστου ἑρπετὸν κρουνοὺς πυρὸς δεινοτάτους ἀναδίδωσι, θαυμαστὸν μὲν ἰδεῖν, θαυμαστὸν δὲ καὶ τῶν παρόντων καὶ ἑωρακότων ἀκοῦσαι. |
| P 1 47c | 46D γράφεται καὶ προσιδέσθαι. |
| P 1 52a [5] | ἐν μελαμφύλλοι ς : τοῖς πολυδένδροις. ἡ γὰρ τῶν δένδρων πυκνότης βαθεῖαν ἀπεργάζεται τὴν ὕλην. ζητητέον δέ, πῶς φησι τὸν Πυθῶνα ἐνδεδῆσθαι ταῖς τῆς Αἴτνης κορυφαῖς, ὅν φησιν ὑπ’ αὐτῇ κεῖσθαι; ῥητέον δέ, ὅτι ὑπόκειται μὲν αὐτῷ τὸ ἔδαφος ὑπὸ τὸν νῶτον, ἐπίκειται δὲ τῷ στήθει ἡ Αἴτνη ὥσπερ δεσμὸς καὶ σχοινίον ἐν μέσῳ αὐτὸν συνέχουσα. |
| P 1 54a | χαράσσοισ α : ἐπιξύουσα, ἐπινύσσουσα. ὁ νοῦς· τὸ ὑπεστρωμένον ἔδαφος, φησί, κεντρῶδες καὶ ἐπιξύει τὸν τοῦ Τυφῶνος νῶτον· τὸ δὲ κεντρώσεως αἴτιόν ἐστι τὸ τῆς Αἴτνης ἐπικείμενον βάρος. |
| P 1 54c | τὸ μὲν ἐπικεκλιμένον νῶτον κεντεῖ ἐπιξύουσα ἡ ὑποκειμένη τοῦ ἐδάφους κεντρώδης στρωμνή. εἴη Ζε ῦ , τὶν εἴη ἁνδάνει ν : ἐπειδὴ περὶ τοῦ Τυφῶνος λόγον ἐκίνησε καὶ τὰς τιμωρίας αὐτοῦ διεξῆλθεν, ὥσπερ φόβῳ διατεθεὶς πρὸς τὰ διηγήματα κατεύχεται τὸν Δία ἔχειν εὐμενῆ. |
| P 1 56b | ὁ δὲ νοῦς· εἴη σοι, φησίν, ὦ Ζεῦ, ἀρέσκειν, ὅστις τοῦτο τὸ ὄρος περιέπεις τὴν Αἴτνην, ἥ ἐστι τῆς εὐκάρπου Σικελίας πρόσωπον, ἤτοι διὰ τὸ ἐπιφανὲς ἢ διὰ τὸ ὕψος. τιμᾶται δὲ κατὰ τὸ ὄρος τῆς Αἴτνης ὁ Ζεύς. γαίας μέτωπον τὴν Αἴτνην μεταφορικῶς ἀπὸ τῶν ζῴων, ἤτοι διὰ τὸ ἐπίσημον αὐτὴν εἶναι ἢ διὰ τὸ ὕψος καὶ τὴν ἀνάβασιν. |
| P 1 58 | τοῦ μὲν ἐπωνυμία ν : τούτου οὖν τοῦ ὄρους τὴν ὁμώνυμον πόλιν Αἴτνην ὁ ἔνδοξος οἰκιστὴς Ἱέρων ἐδόξασεν ἀνακηρύξας κατὰ τὰ Πύθια· ἀνεκήρυξε γὰρ ὑπὲρ τὸ καλλίνικον ἅρμα τοῦ Ἱέρωνος ὁ κήρυξ οὖσαν αὐτοῦ πατρίδα. ναυσιφορήτοι ς : τοῖς διὰ νηὸς φερομένοις ἀνδράσι χάρις καὶ ἡδονή, πρώτοις φερομένοις διὰ θαλάσσης πόμπιμον καὶ οὔριον ἐπιπνεῦσαι ἄνεμον· οὕτω καὶ τῇ Αἴτνῃ ἀνακτισθείσῃ, πρῶτον ἐν ἀγῶσιν ἐπιφανεστάτην γενέσθαι. |
| P 1 67 [5] | ἐοικότα γά ρ : ἐοικὸς γὰρ καὶ πρέπον ἐστὶ τὸν ἐξ ἀρχῆς ἀγαθῆς ἀρξάμενον, τοῦτον καὶ τέλους εὐδόξου τεύξεσθαι. οὕτως οὖν καὶ τὴν Αἴτνην ἐκ πρώτης ἀρξαμένην ἐν τοῖς ἀγῶσιν ἐπίδοξον εἶναι ὑπολαμβάνω καὶ διηνεκῶς εὐπραγήσειν. ὁ δὲ λόγος ταύται ς : ὁ δὲ ἐγκωμιαστικὸς λόγος δοξάζει αὐτὴν ταῖς συντυχίαις ταύταις τῆς νίκης εἰς τὸ λοιπὸν καὶ τὴν Αἴτνην ἵπποις καὶ στεφάνοις εὔδοξον καὶ σὺν θαλίαις καὶ κώμοις ἡδέσιν ὀνομαστὴν ἀποδεικνύειν. |
| P 1 74 [5] | Λύκιε καὶ Δάλοιο ἀνάσσω ν : ὦ Λύκιε Ἄπολλον καὶ τῆς Δήλου βασιλεύων καὶ τοῦ Παρνασοῦ τοῦ ἐν Φωκίδι ὄρους τὴν Κασταλίαν κρήνην φιλῶν, ἐθελήσαις ταῦτα τῷ σῷ νῷ πράττειν καὶ συμπεραίνειν καὶ εὔανδρον ἀποτελεῖν τὴν χώραν. ἐκ θεῶν γὰρ ταῖς ἀνθρωπίναις ἀρεταῖς πᾶσαι μηχαναὶ δωροῦνται. κατὰ δαίμονα γάρ τινα σοφοὶ καὶ ταῖς χερσὶν ἀνδρεῖοι, καὶ ἄγαν εὔγλωσσοι καὶ δυνατοὶ κατὰ τὸ λέγειν ἐγένοντο. ἄνδρα δ ’ ἐγὼ κεῖνο ν : τὸν δὲ Ἱέρωνα ἐγκωμιάσαι προθυμούμενος ἐλπίζω παρὰ σκοπὸν μὴ τὸν ὕμνον ῥίψειν, ἀντὶ τοῦ κατὰ σκοποῦ προσδοκῶ βαλεῖν τοὺς ὕμνους ὡς ἄξιον ὄντα τὸν Ἱέρωνα ἀνυμνῶν. |
| P 1 84 | μὴ χαλκοπάραο ν : τὸ ὑπερβατόν· μὴ ὥσπερ χαλκοπάραον ἄκοντα παλάμᾳ δονέων ἀγῶνος ἔξω βαλεῖν. μακρὰ δὲ ῥίψα ς : ἐλπίζω μακρῶς καὶ δυνατῶς ἀκοντίσας παρελθεῖν καὶ νικῆσαι τοὺς ὑπεναντίους. |
| P 1 87 [10] | εἰ γὰρ ὁ πᾶς χρόνο ς : τὸ εἴ τοῦτο νῦν εὐκτικόν ἐστιν, ἀντὶ τοῦ αἴθε. αἴθε γὰρ ὁ πᾶς χρόνος αὐτῷ τήν τε εὐδαιμονίαν καὶ τὸν πλοῦτον ἐπ’ εὐθείας ἀγάγοι καὶ τῶν καμάτων τῶν τῆς λιθουρίας ἐπίλησιν ἀγάγοι, ὡς ἐγὼ τοὺς ἐνανEFGQ τίους νικῆσαι προσδοκῶ. καὶ τάχα ἂν εἰς ὑπόμνησιν ἀγάγοι, ὁποίας ὁ Ἱέρων ἐν τοῖς πολέμοις τῇ πολεμικῇ ἑαυτοῦ καὶ ὑπομονητικῇ ψυχῇ ὑπέμεινε μάχας, ἡνίκα ἐκτῶντο τὴν Σικελικὴν τυραννίδα, ἣν αὐτοῖς οἱ θεοὶ ταῖς ἑαυτῶν μηχαναῖς ἐδωρήσαντο, ὁποίαν οὐδεὶς τῶν ἄλλων Ἑλλήνων δρέπεται, τοῦ πλούτου στεφάνωμα οὖσαν τίμιον. φασὶ δὲ τὸν Ἱέρωνα [καὶ] πρὸς Γέλωνα τὸν ἀδελφὸν ἐστασιακέναι τῆς ἀρχῆς ἕνεκα. καμάτων ἐπίλασι ν : καμάτων φησὶ τῶν συνεχόντων τὸν Ἱέρωνα ἐκ τοῦ νοσήματος τῆς λιθουρίας. |
| P 1 89a [5] | φησὶ γάρ που καὶ ὁ Ἀριστοτέλης ἐν τῇ τῶν Γελῴων πολιτείᾳ (fr. 486) [τὸν Γέλωνα] ὑδέρῳ νοσήματι τὸν βίον τελευτῆσαι τὸν τοῦ Ἱέρωνος ἀδελφόν, αὐτὸν δὲ τὸν Ἱέρωνα, ἐν τῇ τῶν Συρακουσίων πολιτείᾳ (fr. 587), δυσουρίαν δυστυχῆσαι. τῆς νόσου. |
| P 1 89b | τοῦ Ἱέρωνος νοσήσαντος. ὅτι διὰ λιθουρίαν φορείῳ φερόμενος ἐνίκα τὰς μάχας ὁ Ἱέρων. παραβάλλων δὲ αὐτὸν τῷ Ποίαντος Φιλοκτήτῃ παρείκασεν. ἦ κεν ἂν μνάσειε ν : ἀναμνήσειεν ἂν ὁ χρόνος, εἰ ἐπίλησις γένοιτο τῶν καμάτων, ὥστε φανερὰν αὐτοῦ γενέσθαι τὴν ἀρετήν, ἣν εἶχεν ἐν πολέμοις. |
| P 1 94 | ἁνί χ ’ εὑρίσκοντ ο : ὁ μὲν λόγος ἐστὶ περὶ Ἱέρωνος καὶ Γέλωνος, τῶν τυραννευσάντων ἐν Συρακούσαις. τὸ δὲ σημαινόμενον· ὅτε σὺν τῇ τῶν θεῶν μηχανῇ ἀνεκτῶντο τὴν βασιλείαν. τιμὴν γὰρ εἴωθε τὴν βασιλείαν ὀνομάζειν. τὰν Φιλοκτήταο δίκα ν : ἐπὶ δὲ τοῦ παρόντος τὸν Φιλοκτήτου τρόπον μετερχόμενος ἐστρατεύθη καὶ τὴν μάχην ἐνίκησε. |
| P 1 97 | φορείῳ δὲ φερόμενος ὁ Ἱέρων κατηγωνίζετο τοὺς ἐναντίους. σὺν δ ’ ἀνάγκᾳ μι ν : σὺν δὲ τῇ ἀνάγκῃ τῆς νόσου καί τις ὑπερήφανος ἔσανε καὶ ἐκολάκευσε τὸν Ἱέρωνα. |
| P 1 98 | ὃ δὲ βούλεται λέγειν, ὅτι καὶ νοσοῦντα αὐτὸν πολλοὶ τῶν ὑπερηφάνων ἐκολάκευσαν. μεγαλάνω ρ : αἰνίττεται τοῦτο εἰς Ἀναξίλαον τὸν τῶν Ῥηγίνων βασιλέα βουληθέντα Λοκροὺς καταπολεμῆσαι τοὺς ἐν Ἰταλίᾳ καὶ ἐμποδισθέντα τῇ τοῦ Ἱέρωνος ἀπειλῇ. |
| P 1 99a [5] | ὅτι δὲ Ἀναξίλαος Λοκροὺς ἠθέλησεν ἄρδην ἀπολέσαι καὶ ἐκωλύθη πρὸς Ἱέρωνος, ἱστορεῖ καὶ Ἐπίχαρμος ἐν Νάσοις (fr. 98). ἢ οὕτως· ὡς τοῦ Θήρωνος μεγάλα μὲν δυναμένου, κολακεύσαντος δὲ Ἱέρωνα. |
| P 1 100 [5] | φαντὶ Λαμνόθε ν : τῇ ἱστορίᾳ καὶ Βακχυλίδης συμφωνεῖ ἐν τοῖς διθυράμβοις (fr. 7 Bl.), ὅτι δὴ οἱ Ἕλληνες ἐκ Λήμνου μετεστείλαντο τὸν Φιλοκτήτην Ἑλένου μαντευσαμένου. εἵμαρτο γὰρ ἄνευ τῶν Ἡρακλείων τόξων μὴ πορθηθῆναι τὴν Ἴλιον. μεταλλάσοντας ἐλθεῖ ν : ἐπιζητήσοντας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ μέταλλα ἐπιζητούντων. |
| P 1 101a | ἐπειδὴ δὲ διὰ τὸ πάθος τῷ Φιλοκτήτῃ τὸν Ἱέρωνα εἴκασε, τῇ ἐπεξεργασίᾳ χρώμενος ἐπιπλέον συνείρει τὰ ἐγκώμια. ὁ δὲ νοῦς· φασὶ δὲ ἐκ Λήμνου τῷ ἕλκει καταπονούμενον τὸν τοῦ Ποίαντος υἱὸν ἐπιζητήσοντας ἐλθεῖν τοὺς ἰσοθέους ἥρωας. |
| P 1 105 [5] | ὃς Πριάμοιο πόλι ν : ὅστις Φιλοκτήτης τὴν Ἴλιον ἐπόρθησε καὶ ἐπὶ τέλος ἤγαγε τοῖς Ἕλλησι τοὺς πόνους· ἀνεῖλε γὰρ τὸν Πάριν· ἀσθενεῖ μὲν καὶ ἀδυνάτῳ σώματι βαδίζων, ἀλλὰ μεμοιραμένον ἦν τὸ τὴν Ἴλιον ἁλῶναι τοῖς Ἡρακλείοις τόξοις. οὕτω δ ’ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλο ι : οὕτω δὲ, φησὶ, τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ ἰατρὸς γένοιτο ὁ θεός, ὡς καὶ τῷ Φιλοκτήτῃ. |
| P 1 109a [5] | φησὶ γὰρ Διονύσιος (FHG II p. 10) χρησμοῖς Ἀπόλλωνος ἀπολουσάμενον τὸν Φιλοκτήτην ἀφυπνῶσαι, τὸν δὲ Μαχάονα ἀφελόντα τοῦ ἕλκους τὰς διασαπείσας σάρκας καὶ ἐπικλύσαντα οἴνῳ τὸ τραῦμα ἐπιπάσαι βοτάνην, ἣν Ἀσκληπιὸς εἴληφε παρὰ Χείρωνος, καὶ οὕτως ὑγιασθῆναι τὸν ἥρωα. οὕτως οὖν καὶ τῷ Ἱέρωνι ὡς τῷ Φιλοκτήτῃ ὁ θεὸς ὀρθωτὴρ καὶ ὑγείας αἴτιος γένοιτο εἰς τὸν ἐσόμενον χρόνον, ὧν ἐπιθυμεῖ εὐκαιρίαν παρεχόμενος. |
| P 1 109c | ἄλλως. οὕτω δὲ τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ θεραπευτὴς ὁ θεὸς γένοιτο ὡς καὶ τῷ Φιλοκτήτῃ. Μοῖσ α , καὶ πὰρ Δεινομένε ι : ὦ Μοῦσα, πείθου μοι χορεῦσαι καὶ παρὰ τῷ Ἱέρωνος υἱῷ Δεινομένει, ποινὴν καὶ ἀντέκτισιν τῷ νικηφόρῳ ἅρματι τὸ ἐγκώμιον παρεχομένη. |
| P 1 112 [5] | οὐ γὰρ ἀλλοτρία ἡδονὴ τῷ παιδὶ ἡ τοῦ πατρὸς νίκη. Δεινομένης δὲ υἱὸς Ἱέρωνος ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου θυγατρὸς κατὰ Φίλιστον (FHG I p. 189) καὶ Τίμαιον· ἐκ γὰρ τῆς Ἀναξιλάου θυγατρὸς καὶ τῆς Θήρωνος ἀνεψιᾶς οὐκ ἐπαιδοποίησεν ὁ Ἱέρων προγαμήσας ταύτην· ὅθεν ἐστὶ καὶ ὁ παῖς ὁμώνυμος τῷ πάππῳ· Δεινομένης γὰρ ὁ πατὴρ Ἱέρωνος. ἄ γ ’ ἔπειτ α : ἄγε τοίνυν, ὦ Μοῦσα, ἐπὶ τῷ τῆς Αἴτνης βασιλεῖ Δεινομένει προσφιλέστατον ἀνεύρωμεν ὕμνον. |
| P 1 118a | τῷ πόλιν κείνα ν : ὁ νοῦς· ᾧ, τῷ Δεινομένει δηλονότι, ὁ Ἱέρων τὴν Αἴτνην ἀνέκτισε καὶ διοικεῖν ἔδωκε σὺν θείᾳ ἐλευθερίᾳ, καὶ τοῖς νόμοις τῆς Δωρίου δικαιοσύνης, ἀπὸ κοινοῦ τὸ διοικεῖν ἔδωκεν. ἄλλως· ἀνακτίσας τὴν Κατάνην ὁ Ἱέρων καὶ Αἴτνην μετονομάσας διοικεῖν Δεινομένει τῷ υἱῷ ταύτην δέδωκεν. |
| P 1 118c [5] | ἄλλως· τῷ Δεινομένει ὁ Ἱέρων Αἴτναν παραδέδωκεν ἐν νόμοις τῆς Δωρίδος στάθμης. τοῦτο δὲ λέγει, ἐπεὶ στρατηγὸν αὐτῆς κατέστησεν αὐτόν, ἐλευθέρους ἀφεὶς τοὺς Αἰτναίους καὶ τοῖς Λακωνικοῖς τρόποις ἢ νόμοις χρωμένους. Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισ ε : νόμοις τῆς Δωρίδος δικαιοσύνης· ἀπὸ Ὕλλου τοῦ ἐπιφανεστάτου τῶν Δωριέων, ὃς ἐβασίλευσε τῶν περὶ Ἰταλίαν οἰκησάντων. |
| P 1 120b [5] | ἔνιοι δὲ Ὑλλίδος στάθμας οὕτω· τῆς Λυκούργου νομοθεσίας. οὗτος γὰρ ἑνδέκατός ἐστιν ἀπὸ Ἡρακλέους, ὡς Ἔφορος (FHG I 253) ἱστορεῖ. ὁ οὖν Ἱέρων Γελῴους καὶ Μεγαρεῖς καὶ Συρακουσίους ὄντας τῶν Δωριέων ἀποίκους ἐνῴκισε τῇ Αἴτνῃ. καὶ οὕτως ἂν ὁ λόγος ἀκολούθως ἔχοι, ὡς Δωριεῦσιν οὖσιν Αἰτναίοις καὶ Λακωνικοὺς νόμους θέσθαι τὸν Ἱέρωνα. ἐθέλοντι δὲ Παμφύλο υ : Πάμφυλος, ἄλλος τῶν Ἡρακλειδῶν, καὶ Δύμας καὶ Δῶρος υἱοὶ Αἰγιμιοῦ, ἀφ’ ὧν Παμφυλὶς καὶ Δυμανὶς φυλαὶ ἐν Λακεδαίμονι. |
| P 1 121b [5] | ὁ δὲ νοῦς· θέλουσι δὲ οἱ Ὑλλίδαι, τουτέστιν οἱ Λακεδαιμόνιοι, ἀπὸ Ἡρακλέους καὶ Παμφύλου κατάγεσθαι. 123EF ἄλλως· θέλοντι δὲ Παμφύλο υ : οἱ Δωριεῖς οἰκοῦντες πρότερον τὴν Πίνδον οὖσαν μίαν τῆς τετραπόλεως τῆς ἐν Περραιβίᾳ ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης καὶ Παρνασοῦ Δωρίδα ἑξάπολιν οὖσαν· ἐστὶ δὲ Ἐρινεὸν, Κύτινον, Βοιὸν, Λίλαιον, Κάρφαια, Δρυόπη· ἐκ δὲ τούτων σὺν τοῖς Ἡρακλείδαις εἰς Λακεδαίμονα κατέρχονται. |
| P 1 121c [10] | ὁ δὲ νοῦς ἐπαμφοτερίζει. θέλουσι δὲ οἱ ἀπὸ Παμφύλου Ἡρακλέους ἀπόγονοι Δωριεῖς οἱ παρὰ ταῖς ὄχθαις τοῦ Τηϋγέτου ὄρους μένοντες ἐμμένειν τοῖς Αἰγιμιοῦ νόμοις. 127 b EF Τηΰγετον ὄρος Λακωνικόν, οὗ καὶ Ὅμηρος (ζ 103) μέμνηται· ἢ κατὰ Τηΰγετον περιμήκετον. |
| P 1 125 | ἔσχον δ ’ Ἀμύκλα ς : κατέσχον τὴν Σπάρτην· ἀπὸ γὰρ μιᾶς πόλεως τὴν πᾶσαν ἐμφαίνει Λακωνικήν. Πινδόθεν ὀρνύμενο ι : διὰ Πίνδου τὴν κάθοδον ποιησάμενοι εὐχερῶς τῆς Πελοποννήσου ἐκράτησαν. |
| P 1 126 | Πίνδος δὲ Περραιβίας ὄρος. Τυνδαριδᾶ ν : ὅτι θέλει λέγειν τοὺς Ἡρακλείδας, καθ’ ὃν χρόνον ἀνεκτήσαντο τὴν Λακωνικὴν καὶ τὴν Πελοπόννησον. |
| P 1 127a | 121 c EF βαθύδοξοι γείτονε ς : ἔδει σύνοικοι εἰπεῖν. |
| P 1 127b [5] | ἀλλὰ ῥητέον, ὅτι ἱστοροῦσί τινες τοὺς Διοσκούρους μετῳκηκέναι εἰς Ἄργος· γειτνιᾷ δὲ τὸ Ἄργος τῇ Λακεδαίμονι. καὶ οὕτως ὁ Πίνδαρος κατὰ λόγον γείτονάς φησι τοὺς Λακεδαιμονίους τῶν Διοσκούρων. Ζεῦ τέλει ε : ὁ νοῦς· ὦ Ζεῦ τέλειε, διαπαντὸς τοῖς Αἰτναίοις τοῖς περιοικοῦσι τὸν Ἀμένη ποταμὸν τοιαύτην μερίδα βασιλεῦσί τε καὶ δημόταις παράσχου, ὥστε τὸν τῶν ἀνθρώπων λόγον διακρίνειν τοῦτο καὶ ἀληθὲς ἀποφαίνειν, ὅτι ἐν ἐλευθερίᾳ εἰσίν. |
| P 1 130b | οἱ δὲ τὸ τοιαύτην μοῖραν τοῖς Αἰτναίοις ἀνδρείας, οἵαν καὶ Λακεδαιμόνιοι κατὰ πόλεμον ἔχουσιν. ἀστοῖ ς : τουτέστι δίδου τοῖς βασιλεῦσι καὶ τοῖς ἀστοῖς τοῖς περὶ τὸν Ἱέρωνα μερίδα εὐτυχίας. |
| P 1 134 [5] | σύν το ι : σὺν σοὶ, ὦ Ζεῦ, ὁ βασιλεὺς Σικελίας Ἱέρων τῷ ἑαυτοῦ υἱῷ Δεινομένει ἐντελλόμενος τὸν τῶν Αἰτναίων δῆμον ἐπιτρέποι διαπαντὸς εἰς σύμφωνον καὶ εἰρηναίαν ἡσυχίαν. λίσσομα ι , νεῦσο ν , Κρονίω ν : ὁ νοῦς· καθικετεύω σε, ὦ Κρόνου παῖ Ζεῦ, ἐπίνευσον, ὅπως ὅ τε τῶν Φοινίκων καὶ ὁ τῶν Καρχηδονίων καὶ Τυρσηνῶν θόρυβος ἥσυχον καὶ εἰρηναῖον ἔχοι τὸν οἶκον· ἐπίνευσον 〈δὲ〉 θεασάμενος τὴν πρὸ τῆς Κύμης ναυμαχίαν. |
| P 1 137b | ἄλλως· χαριέστατα ἐκ τοῦ θορύβου τὴν τῶν βαρβάρων ἀκοσμίαν ὑπεστήσατο, ὡς καὶ Ὅμηρος (Δ 436)· ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει. ἄλλως· Τυρσηνοὶ καὶ Καρχηδόνιοι, οἵ εἰσι Φοινίκων ἄποικοι, διεμάχοντο πρὸς Κυμαίους· μελλόντων οὖν ἄρδην ἀπόλλυσθαι τῶν Κυμαίων, Ἱέρων συμμαχήσας τοὺς μὲν Κυμαίους διέσωσε, τῶν δὲ Τυρσηνῶν τοὺς πλείστους ἀπώλεσε. |
| P 1 137c [5] | κατεύχεται οὖν ὁ Πίνδαρος εἰρηνικὰ καὶ ἀστασίαστα μένειν λοιπὸν τὰ πράγματα Καρχηδονίοις καὶ Σικελιώταις. οἷα Συρακοσίω ν : ὁποῖα γὰρ ὑπὸ τῷ ἄρχοντι καὶ βασιλεῖ τῶν Συρακουσίων Ἱέρωνι ἀναιρεθέντες πεπόνθασιν οἱ Καρχηδόνιοι καὶ Τυρσηνοί· ὅστις ὁ Ἱέρων ἀπὸ τῶν ταχειῶν νεῶν ἐνέβαλε τῇ θαλάσσῃ πᾶσαν τὴν ἡλικίαν. |
| P 1 146a [10] | Ἑλλά δ ’ ἐξέλκων βαρεία ς : ἔνιοι μὲν Ἑλλάδα τὴν ἐν Σικελίᾳ ἤκουσαν, ἔνιοι δὲ Ἑλλάδα τὴν Ἀττικήν. ἱστορεῖται γάρ τι τοιοῦτον, ὅτι Ξέρξου μέλλοντος στρατεύειν ἐπὶ τὴν Ἑλλάδα πρέσβεις ἦλθον πρὸς Καρχηδονίους κελεύοντες πλεῖν ἐπὶ Σικελίαν καὶ τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας καταστρέφεσθαι, καὶ οὕτως ὁρμᾶν ἐπὶ τὴν Πελοπόννησον. οἱ μὲν οὖν Καρχηδόνιοι ὑπήκουσαν. κατὰ δὲ τὸν αὐτὸν χρόνον πρὸς Ἱέρωνα πρέσβεις ἦλθον παρ’ Ἀθηναίων ἀξιοῦντες συμμαχεῖν τοῖς Ἕλλησιν· οἷς ὑπήκουσαν οἱ περὶ τὸν Γέλωνα, καὶ κατασκευασάμενοι διακοσίας ναῦς καὶ δισχιλίους ἱππέας καὶ μυρίους πεζοὺς τὸν τῶν Καρχηδονίων στόλον κατεναυμάχησαν κατὰ τῆς Σικελίας ὁρμῶντα, ὥστε καὶ τοὺς Σικελιώτας καὶ τοὺς ἄλλους Ἕλληνας ἐλευθερῶσαι. ἄλλως· ἔνιοι μὲν Ἑλλάδα τὴν Σικελίαν ἤκουσαν, τινὲς δὲ Ἑλλάδα τὴν Ἀττικήν. |
| P 1 146b [15] | εἰκὸς δὲ ταῖς Ἐφόρου ἱστορίαις ἐντυχόντα τὸν Πίνδαρον, ἐξηκολουθηκέναι αὐτὸν αὐτῷ. ἱστορεῖ γὰρ Ἔφορος (FHG I p. 264) τοιοῦτον, ὅτι παρασκευαζομένου Ξέρξου τὸν ἐπὶ τῇ Ἑλλάδι στόλον, πρέσβεις παραγενέσθαι πρὸς Γέλωνα τὸν τύραννον ἱκετεύοντας εἰς τὸν τῶν Ἑλλήνων σύλλογον ἐλθεῖν· ἐκ δὲ Περσῶν καὶ Φοινίκων πρέσβεις πρὸς Καρχηδονίους, προστάσσοντας ὡς πλεῖστον δέοι στόλον εἰς Σικελίαν βαδίζειν καταστρεψομένους τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας πλεῖν ἐπὶ Πελοπόννησον. ἀμφοτέρων δὲ τὸν λόγον δεξαμένων, καὶ τοῦ μὲν Ἱέρωνος συμμαχῆσαι τοῖς Ἕλλησι προθυμουμένου, τῶν δὲ Καρχηδονίων ἑτοίμων ὄντων συμπρᾶξαι τῷ Ξέρξῃ, Γέλωνα διακοσίας εὐτρεπίσαντα ναῦς καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους κατακοῦσαι στόλον Καρχηδονίων καταπλεῖν ἐπὶ Σικελίαν καὶ διαμαχησάμενον μὴ μόνον τοὺς Σικελιώτας ἐλευθερῶσαι, ἀλλὰ καὶ σύμπασαν τὴν Ἑλλάδα. εἰκὸς οὖν ταύτῃ τῇ ἱστορίᾳ ἐντετυχηκέναι τὸν Πίνδαρον. 147 e F αἱρέομα ι : αἱροῦμαι καὶ ἀποδέχομαι, φησὶ, τὴν παρὰ Σαλαμῖνος καὶ Ἀθηναίων χάριν καὶ μισθόν, ὅτι ἐκινδύνευσαν ὑπὲρ πάσης τῆς Ἑλλάδος. |
| P 1 147b | ἄλλως· λαμβάνω καὶ λογίζομαι σωτηρίαν τῆς Ἑλλάδος τὴν τῶν Ἀθηναίων νίκην. 149F ἄλλως· αἱρέομα ι : αἱροῦμαι, φησί, τὴν τῆς Ἑλλάδος σωτηρίαν τὸν παρ’ Ἀθηναίων μισθόν· τοῦτό ἐστιν ἡ παρὰ Σαλαμῖνος χάρις. |
| P 1 147d | λαμβάνω τὴν χάριν, τουτέστι τῆς Σαλαμῖνος τὴν μάχην, εἰς μισθὸν καὶ εἰς σωτηρίαν τῆς Ἑλλάδος παρὰ τῶν Ἀθηναίων. οἱ γὰρ Ἀθηναῖοι εἰς Σαλαμῖνα ναυμαχήσαντες πρὸς τοὺς Πέρσας ἔσωσαν τὴν Ἑλλάδα. 147 a F αἱροῦμαι δὲ καὶ ἀποδέχομαι, φησὶ, τὴν πρὸ Κιθαιρῶνος μάχην τῶν Σπαρτιατῶν, καθ’ ἣν οἱ τοξόται τῶν πεζικῶν ἡγούμενοι περὶ Πλαταιὰς τὴν πεζικὴν ἀνετρέψαντο δύναμιν. |
| P 1 152a [5] | πὰρ δὲ τὰν εὔυδρον ἀκτά ν : ὁ νοῦς· καὶ παρὰ τὴν εὔυδρον ἀκτὴν τοῦ Ἱμέρα ποταμοῦ τὸν ὕμνον τοῖς τοῦ Δεινομένεος παισὶ τελέσας, ἀπὸ κοινοῦ τὸ αἱρέομαι· ὅντινα ὕμνον ἐδέξαντο παρὰ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀναιρεθέντων. φασὶ δὲ τὸν Γέλωνα τοὺς ἀδελφοὺς φιλοφρονούμενον ἀναθεῖναι τῷ θεῷ χρυσοῦς τρίποδας ἐπιγράψαντα ταῦτα (Simon. |
| P 1 152b [5] | fr. 141 Bgk.)· Φημὶ Γέλων’, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, παῖδας Δεινομένευς τοὺς τρίποδας θέμεναι, βάρβαρα νικήσαντας ἔθνη, πολλὴν δὲ παρασχεῖν σύμμαχον Ἕλλησιν χεῖρ’ ἐς ἐλευθερίην. Ἱμέρα παίδεσσι ν : Ἱμέρας ποταμὸς ἐν Σικελίᾳ, περὶ οὗ καὶ Αἰσχύλος φησὶν ἐν Γλαύκῳ (fr. |
| P 1 153 | 32)· καλοῖσι λουτροῖς ἐκλέλουμαι δέμας εἰς ὑψίκρημνον Ἱμέραν δ’ ἀφικόμην. τὸν ἐδέξαντ ο : ὅντινα ὕμνον ἐδέξαντο ἐπὶ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀνδρῶν ἀναιρεθέντων. |
| P 1 155b | ἄλλως· ὅντινα ὕμνον ἐδέξαντο νικήσαντες τοὺς Καρχηδονίους. καιρὸν εἰ φθέγξαι ο : οἱ μέν φασι λείπειν τὴν κατά πρόθεσιν, ἵν’ ᾖ· κατὰ καιρὸν εἰ φθέγξαιο. |
| P 1 157b | εἰ καιρίως λέγων, τῆς πολυλογίας τὰ πέρατα εἰς ἓν συντείνας καὶ συμπλέξας, ἐκφύγοις ἂν τὸν φθόνον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δικτύων. τὸ δὲ ἑξῆς· εἰ ἐν βραχεῖ φθέγξαιο κατὰ καιρὸν, πολλῶν πείρατα συντανύσας, μείων ἕπεται μῶμος ἀνθρώπων. |
| P 1 157d | ἄλλως· αἰσθάνεται ἑαυτοῦ ἐκπεπτωκότος. ὁ δὲ νοῦς οὕτως· εἰ τὰ καίρια λέγεις τῶν πολλῶν τὰ πέρατα εἰς ἓν συντεμὼν καὶ συμπλέξας, οὐκ ἀκολουθήσει σοι μέμψις οὐδὲ φθόνος. ἀπὸ γὰρ κόρος αἰανή ς : ὁ γὰρ διηνεκὴς κόρος καὶ ἡ μακρολογία τὰς ταχείας καὶ μικροψύχους διανοίας ἀμβλύνει τῶν ἀνθρώπων. |
| P 1 160b | ἄλλως· ὁ γὰρ κόρος καὶ ἡ μακρολογία ἀμβλύνει τὰς τῶν ἀκουόντων διανοίας. ἀστῶν δ ’ ἀκο ά : ἡ δὲ τῶν πολιτῶν ἀκοὴ κρυφίως λυπεῖ τὴν ψυχὴν ἐπὶ τοῖς ἀλλοτρίοις τῶν πολιτῶν κατορθώμασιν. |
| P 1 162a | ἀλλήλοις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον διαφθονοῦσιν. ἄλλως· ἀντὶ τοῦ λυποῦνται οἱ πολῖται ἐπὶ τοῖς τῶν ἀλλοτρίων καλοῖς· καὶ ἐπὶ τοῖς σοῖς, Ἱέρων, φθονοῦσι καλοῖς. |
| P 1 162b | τί τοῦτο; ἀλ λ ’ ὅμως κρέσσο ν : ἀλλ’ ὅμως βέλτιον φθονεῖσθαι ἤπερ οἰκτείρεσθαι. |
| P 1 164a | μὴ οὖν παρέλκου μηδὲ παρόρα τὰ καλὰ, ὦ Ἱέρων. ἄλλως· μὴ διὰ τὸν φθόνον, φησὶ, παρόρα τὰ καλὰ, ἀλλὰ τὸν νῦν τεταγμένον σοι δῆμον δικαίῳ καὶ ἀγαθῷ κυβέρνα πηδαλίῳ. |
| P 1 164b | νώμα γὰρ ἀντὶ τοῦ κυβέρνα. ἀψευδεῖ δὲ πρὸς ἄκμον ι : σκληρῶς ἄκμονα τὸ στόμα ἀπὸ μεταφορᾶς τῶν χαλκευόντων. |
| P 1 167a | πρὸς ἄκμονι δὲ ἀψευδεῖ χάλκευε, ὅ ἐστι, φιλαλήθης ἔσο. ἄλλως· ἀντὶ τοῦ ἀλήθευε. |
| P 1 167b | ἴσως δέ τι ἐπηγγείλατο τῷ Πινδάρῳ ὁ Ἱέρων. εἴ τι καὶ φλαῦρον παραιθύσσε ι : λείπει ὁ γάρ· ἐὰν γάρ τι καὶ εὐτελὲς παρὰ σοῦ λεχθῇ καὶ ὁρμήσῃ, καὶ τοῦτο μέγα καὶ διὰ πάντων φέρεται. |
| P 1 169 [5] | φησὶ δὲ μεγάλα εἶναι τὰ τῶν ἀρχόντων ἁμαρτήματα, κἂν εὐτελῆ τυγχάνῃ. εἰ καί τι οὖν εὐτελὲς ἁμάρτῃς, τοῦτο μέγιστον ἔσται. πολλῶν ταμία ς : πολλῶν γὰρ δεσπότης καὶ βασιλεὺς τυγχάνεις καὶ διοικητής. |
| P 1 171 | βασιλεὺς γὰρ ἦν. πολλοὶ μάρτυρες ἀμφοτέροισ ι : τῷ τε ἀληθεῖ καὶ τῷ ψευδεῖ· ἢ σοὶ καὶ τῷ υἱῷ. |
| P 1 172 | ὁ δὲ Σιδώνιος, σοὶ καὶ τοῖς ὑποτεταγμένοις. εὐανθεῖ δ ’ ἐν ὀργ ᾷ : εὐγενεῖ. |
| P 1 173 [5] | ἡ δὲ μεταφορὰ ἀπὸ τῶν εὐγενῶν φυτῶν. εὐγενεῖ δὲ, φησὶ, τρόπῳ παραμένων, εἰ δή τι φιλεῖς τὴν ἡδεῖαν τῶν ἐγκωμίων ἀκοὴν, μὴ ἀπόκαμνε πρὸς τὰς δαπάνας. ἐκ δὲ τούτου προτρέπεται τὸν Ἱέρωνα μισθὸν αὐτῷ παρασχεῖν τοῦ ἐπινίκου. ἐξίει δ ’ ὥστε κυβερνάτα ς : ὥσπερ δὲ κυβερνήτης ἄριστος, ἔα πρὸς πνεῦμα τὸ ἱστίον· ἵνα ἱστίον μὲν τὸν μισθὸν, πνεῦμα δὲ τὸ ἐγκώμιον ἀκούσωμεν. |
| P 1 178 | μὴ δολωθῇς κέρδεσιν εὐτραπέλοι ς : ὁ νοῦς· μὴ δολωθῇς, ὦ προσφιλέστατε Ἱέρων, τῇ ἐχθροτάτῃ φιλοκερδείᾳ. ὀπισθόμβροτο ν : τὸ φροντίδος ἀξιούμενον ὑπὸ τῶν ἀνθρώπων τῶν μετὰ ταῦτα καὶ μετὰ θάνατον λεγόμενον ἐγκώμιον. |
| P 1 179b | ἄλλως· τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει τοῖς τε λογίοις καὶ ποιηταῖς. οἱ δὲ οὕτω· τὸ ἐκ τῆς δόξης καύχημα τὸ μετὰ ταῦτα ἐσόμενον, ὅπερ μόνον τῶν τεθνηκότων ἀνδρῶν τὸν βίον καταμηνύει. |
| P 1 181a | οἶον ἀποιχομένω ν : τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει τοῖς τε λογίοις καὶ ποιηταῖς. ἀοιδοῖς μὲν τοῖς ποιηταῖς, λογίοις δὲ τοῖς πεζογράφοις. |
| P 1 184 | οὐ φθίνει Κροίσου φιλόφρων ἀρετ ά : οὐδαμῶς φθείρεται καὶ λήθην λαμβάνει ἡ τοῦ Κροίσου φιλοφρονητικὴ ἀρετή. ὅτι δὲ πλούσιος καὶ φιλόφρων ὁ Κροῖσος ἦν, δῆλος ὁ λόγος. τὸν δὲ ταύρῳ χαλκέ ῳ : κατὰ δὲ τοὐναντίον, φησὶ, Φάλαριν τὸν ἐν τῷ χαλκῷ βοῒ κατακαύσαντα τοὺς ἀνθρώπους αἰσχρὰ φάτις ἔχει. |
| P 1 185 [10] | τὸν δὲ τοῦ Φαλάριδος ταῦρον οἱ Ἀκραγαντῖνοι κατεπόντωσαν, ὥς φησι Τίμαιος (FHG I p. 222)· τὸν γὰρ ἐν τῇ πόλει δεικνύμενον μὴ εἶναι τοῦ Φαλάριδος, καθάπερ ἡ πολλὴ κατέχει δόξα, ἀλλ’ εἰκόνα Γέλα τοῦ ποταμοῦ. κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον καὶ πρῶτον ἐν αὐτῷ κατακαῆναι. Καλλίμαχος (fr. 119)· πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν, ὃς τὸν ὄλεθρον εὗρε τὸν ἐν χαλκῷ καὶ πυρὶ γιγνόμενον. νηλέα 〈νόον 〉 : τινὲς ἄνοον, τὴν λε ἀποστρέφοντες. |
| P 1 187 | ἐχθρὰ Φάλαρι ν : ὁ νοῦς· τοῦ μὲν Κροίσου οὐδαμῶς φθείρεται ἡ φιλοφρονητικὴ ἀρετὴ, τὸν δὲ χαλκῷ ταύρῳ τῶν ξένων καυτῆρα καὶ ἀνηλεῆ τὸν νοῦν Φάλαριν αἰσχρὰ πανταχοῦ κατέχει φήμη. οὐδέ μιν φόρμιγγε ς : ὁ νοῦς· οὐδὲ αὐτὸν αἱ ὑποικίδιοι κιθάραι παρὰ συμποσίοις καὶ δείπνοις εἰς κοινωνίαν ἡδεῖαν δέχονται ταῖς τῶν παίδων ὁμιλίαις καὶ τοῖς ὕμνοις. |
| P 1 188 [5] | τουτέστιν οὐδέποτε τὸν Φάλαριν ἐν συμποσίοις παῖδες ὑμνοῦσιν. λείπει δὲ τῷ λόγῳ ἡ εἴς πρόθεσις. τὸ δὲ παθεῖν ε ὖ : τὸ δὲ ἐπιτυχεῖν ἄθλων καὶ ἀγῶνος καὶ εὖ πρᾶξαι πρωτεύει· ἀνυμνεῖσθαι δὲ νικήσαντα δευτέρα μοῖρα. |
| P 1 191 [1] | ἀμφοτέροις δὲ τούτοις ὃς ἂν ἐπιτύχῃ καὶ κρατήσῃ, στέφανον ὑψηλότατον δέχεται. τέλος. Scholia in Pythionicarum carmen II Τῷ αὐτῷ. |
| P 2 metr (t) [45] | 1 a DG 1 b E Τῷ αὐτῷ Ἱέρωνι. 1 a Q Ἱέρωνι Συρακουσίῳ νικήσαντι ἅρματι. 1 b F Περὶ τῶν κώλων τῆς στροφῆς καὶ ἀντιστροφῆς τοῦ δευτέρου τῶν Πυθίων εἴδου ς . Τῆς δευτέρας ᾠδῆς ἡ μὲν στροφὴ καὶ ἀντίστροφος κώλων ιεʹ τὸ αʹ δίμετρον τροχαϊκὸν καταληκτικὸν λελυμένους ἔχον τοὺς δύο πόδας. τὸ βʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ δʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ εʹ χοριαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ζʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν, τῆς πρώτης συλλαβῆς ἀδιαφόρου οὔσης. τὸ ηʹ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ θʹ τρίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ ιʹ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ μονόμετρον ἀναπαιστικόν. τὸ ιβʹ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ιγʹ τρίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ ιδʹ δίμετρον τροχαϊκὸν καταληκτικὸν Εὐριπίδειον. τὸ ιεʹ πενθημιμερὲς ἰαμβικόν. Περὶ τῆς ἐπῳδοῦ αὐτο ῦ . Ἡ δὲ ἐπῳδὸς κώλων ιδʹ. τὸ αʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ βʹ δίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ γʹ δίμετρον χοριαμβικὸν καταληκτικόν. τὸ δʹ τρίμετρον ἀντισπαστικὸν ἀκατάληκτον, ἀπὸ ἰαμβικῆς ἀρχόμενον καὶ κατακλειόμενον ἰαμβικῇ. τὸ εʹ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ϛʹ Γλυκώνειον, τοῦ πρώτου ποδὸς ἀδιαφόρου, εἶτα τροχαίου, εἶτα διϊάμβου. τὸ ζʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν Πινδαρικὸν, ἀπὸ τροχαίου εἰς τροχαῖον. τὸ ηʹ σύνθετον ἀπὸ παίωνος καὶ διμέτρου Ἰωνικοῦ ἀκαταλήκτου, τοῦ τε ἀνακλωμένου καὶ τοῦ ἀπὸ μείζονος. τὸ θʹ πενθημιμερὲς ἰαμβικόν. τὸ ιʹ Ἰωνικὸν δίμετρον κατακλειόμενον ἐκ τροχαϊκῆς διποδίας. τὸ ιαʹ χοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ιβʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγʹ Πινδαρικόν, διὰ τὸ πολλάκις τὸν Πίνδαρον αὐτῷ κεχρῆσθαι. σύγκειται δὲ ἐξ ἀντισπάστου καὶ χοριάμβου καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ ιδʹ Ἰωνικὸν ἀπὸ μείζονος ἀκατάληκτον. Inscr. Γέγραπται μὲν Ἱέρωνι ἅρματι νικήσαντι, ἄδηλον δὲ εἰς ποῖον ἀγῶνα· διεστασίασται γὰρ οὐ μετρίως τοῖς πρὸ ἡμῶν. οἱ μὲν γὰρ οὐδὲ ὅλως ἐπίνικον αὐτὸν εἶναί φασι, Τίμαιος δὲ (FHG I p. 232) θυσιαστικὴν, Καλλίμαχος (fr. 100d 16) Νεμεακὴν, Ἀμμώνιος καὶ Καλλίστρατος Ὀλυμπιακὴν, ἔνιοι Πυθικὴν, ὡς Ἀπολλώνιος ὁ εἰδογράφος, ἔνιοι δὲ Παναθηναϊκήν. αὐτίκα γοῦν Διονύσιος ὁ Φασηλίτης οὐκ οἴεται δεῖν γράφειν τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν, ἀλλὰ τᾶν λιπαρᾶν ἀπ’ EFGQ Ἀθηνᾶν διὰ τὸ Παναθηναϊκὸν εἶναι τὸν ἐπίνικον καταφέρεσθαι γάρ πως τὸν Πίνδαρον εἰς τὸ τὰς Ἀθήνας λιπαρὰς προσαγορεύειν, τὰς δὲ Θήβας χρυσαρμάτους καὶ εὐαρμάτους καὶ λευκίππους καὶ κυανάμπυκας· τέλεον εὐχερής τις ὤν. καὶ γὰρ καὶ ἄλλας πλείους λιπαρὰς καλεῖ, ὥσπερ τὴν Σμύρναν (fr. |
| P 2 metr (50) [55] | 204)· καὶ λιπαρῷ Σμυρναίῳ ἄστει· καὶ τὴν Αἴγυπτον ἐν Διθυράμβοις (fr. 82)· τὰν λιπαρὰν μὲν Αἴγυπτον ἀγχίκρημνον. καὶ τὰς Θήβας δέ που εἶπε λιπαράς (fr. 196)· λιπαρᾶν τε Θηβᾶν μέγαν σκόπελον. ἄλλως τε εὔηθες ἀπὸ τῶν Ἀθηνῶν φάναι τῷ Ἱέρωνι τὸ μέλος φέρεσθαι. οὐ γὰρ τὸ μέλος, ἀλλ’ ἡ νίκη αὐτῷ Ἀθήνηθεν ἀφικνεῖται· ὁ δὲ Πίνδαρος οὐκ Ἀθηναῖος, ἀλλὰ Θηβαῖος, ὥστε ἀπὸ Θηβᾶν δεῖ γράφειν, ὅθεν ἦν ὁ τὸ ποίημα συνθείς. 1 b DGQ 2EF μεγαλοπόλεις εἶπε τὰς Συρακούσας, ἐπειδὴ Ἀρχίας τέσσαρας πόλεις καταστρεψάμενος εἰς μίαν συνήγαγεν. |
| P 2 1a [5] | εἰσὶ δὲ αὗται· Ἀχραδίνη, Νεάπολις, Ἐπιπολαὶ, Τύχη. οὐκ ἐκ τοῦ παρατυχόντος οὖν μεγαλοπόλεις εἴρηκε τὰς Συρακούσας. sch. inscr. DGQ 4EF ἄλλως· ὦ μεγαλοπόλιες Συράκουσαι τοῦ μεγαλοπολέμου Ἄρεος τέμενος οὖσαι, ἀντὶ τοῦ ἀνδρεῖοι ὄντες, ἀνδρῶν σιδήρῳ καὶ ἵπποις χαιρόντων καὶ πολεμικῶν τροφοὶ οὖσαι. |
| P 2 1b [5] | 6 b EF βαθυπολέμου τέμενος Ἄρεο ς : τοῦτο εἴρηκε διὰ τὸ νεωστὶ Καρχηδονίους καὶ Λίβυας καὶ Τυρρηνοὺς ὑπὸ τῶν περὶ Γέλωνα καὶ Ἱέρωνα μὴ μόνον τῇ νήσῳ ἐπιπλεύσαντας καθῃρῆσθαι, ἀλλὰ καὶ ὑπ’ αὐτοῖς τὴν Καρχηδόνα γενέσθαι, ὥστε ὑπακούειν· τὸ γοῦν ἀνθρωποθυτεῖν φησιν ὁ Θεόφραστος ἐν τῷ περὶ Τυρρηνῶν παύσασθαι αὐτοὺς Γέλωνος προστάξαντος. |
| P 2 2 | ὅτι δὲ καὶ ἐκέλευσεν αὐτοὺς χρήματα εἰσφέρειν, Τίμαιος (FHG I p. 214) διὰ τῆς ιδʹ ἀνέγραψεν. 1 a EF 6 b Q τὸ σιδηροχαρμᾶν κατὰ κοινοῦ καὶ τῶν ἀνδρῶν καὶ τῶν ἵππων. |
| P 2 6a [5] | λιπαρᾶν διὰ τὸν Διόνυσον καὶ Ἡρακλέα καὶ αὐτόν. 10EFQ φέρων μέλος ἔρχομα ι : οὐκ αὐτὸς ὁ Πίνδαρος ἥκων εἰς τὰς Συρακούσας ταῦτά φησιν· οὐ γὰρ ἀφῖκται πρὸς τὸν Ἱέρωνα, ἀλλ’ ἡ ᾠδὴ ἀποστολική· ἤτοι οὖν ἐκ τοῦ διακομίσαντος τὴν ᾠδὴν πρὸς τὸν τύραννόν ἐστιν ὁ λόγος ἢ ἐκ τοῦ χοροῦ· διὰ γὰρ χοροῦ ἔπεμπε τοὺς ἐπινίκους. |
| P 2 6c [5] | ὁ δὲ νοῦς· ἀπὸ τῶν εὐδαιμόνων Θηβῶν παραγίνομαι τὸ μέλος φέρων, ἀγγελίαν καὶ ἀνακήρυξιν τοῦ ἅρματος τοῦ [κατὰ] τὴν χθόνα ἐλελίζοντος καὶ ἀνακινοῦντος· ὁ δὲ εὐάρματος Ἱέρων νικῶν εὐσυνόπτοις καὶ διαυγεστάτοις ἀνέδησε στεφάνοις τὴν Ὀρτυγίαν. sch. inscr. EF 4Q Ὀρτυγίαν στεφάνοι ς : ἐν Ὀρτυγίᾳ ἦν τὰ ἱπποτροφεῖα Ἱέρωνος. |
| P 2 10 | Ὀρτυγίαν δὲ τὴν ἐπὶ τῆς Σικελίας χερρόνησόν φησιν· αὐτῆς γὰρ νῆσος οὖσα τοπρότερον συνήφθη ταῖς Συρακούσαις. ποταμίας ἕδο ς : τῆς Ἀλφειώας. |
| P 2 12a | φασὶ γάρ τινες Ἀλφειὸν ἐρασθέντα τῆς θεοῦ καὶ διώξαντα ἄχρι τῆς Ὀρτυγίας παύσασθαι. ὅθεν Ἀλφειώας Ἀρτέμιδος ἐκεῖ φασιν εἶναι ἱερὸν, ἣν νῦν ποταμίαν εἶπεν. ἄλλως· ἕδος Ἀρτέμιδο ς : ἵδρυται γὰρ ἄγαλμα Ἀρτέμιδος ἐπὶ τῇ Ἀρεθούσῃ, ἡ δὲ Ἀρέθουσα ἐξ Ἀλφειοῦ τοῦ ποταμοῦ δέχεται τὰ ῥεύματα· ποταμίαν οὖν [Ἄρτεμιν] αὐτὴν διὰ τοῦτο ὠνόμασεν. |
| P 2 13 [5] | τᾶς οὐκ ἄτερ κείνα ς : ἧστινος ἐκείνας οὐ χωρὶς τῆς Ἀρτέμιδος τὰς πεποικιλμένας ἐχούσας ἡνίας πώλους ταῖς ἀγαναῖς ἑαυτοῦ χερσὶν ἐδάμασε καὶ ὑπέζευξε. τὸ δὲ κείνας τῷ πώλους συναπτέον· ἐπεὶ καὶ αὕτη ἱππική· τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα (Ζ 205). ἐπὶ γὰρ ἰοχέαιρ α : τὸ ἐπί τῷ τίθησι συναπτέον. |
| P 2 16a | Διδύμα δὲ ἡ Ἄρτεμις καλεῖται. ὁ δὲ νοῦς· ἡ δὲ παρθένος Ἄρτεμις ἀμφοτέραις αὐτῆς ταῖς χερσὶ καὶ ὁ ἐναγώνιος Ἑρμῆς τὸν λαμπρὸν ἐπιτίθησι κόσμον τῷ ἅρματι. |
| P 2 18a | ὅ τ ’ ἐναγώνιο ς : ὡς καὶ Αἰσχύλος (fr. 384) φησίν· ἐναγώνιε Μαίας καὶ Διὸς Ἑρμᾶ. προστάτης γὰρ ὁ Ἑρμῆς τῶν ἀγώνων. κόσμον δὲ τὸν στέφανόν φησιν. |
| P 2 20a [5] | ξεστὸν ὅταν δίφρο ν : ὅταν τὸν δίφρον καταζευγνύῃ καὶ τὰ ἅρματα τὰ πεισιχάλινα, τὰς σειρὰς δηλονότι καὶ τὰ ζυγά. πεισιχάλινα δὲ πῶς τὰ ἅρματα; χαλινοῖς γὰρ οὐ χρῶνται πρὸς τὴν κατάζευξιν. ἤτοι οὖν τὰς ἡνίας δεκτέον χαλινοὺς εἰρῆσθαι διὰ τὸ χαλᾶσθαι αὐτὰς καὶ πάλιν ἀνέλκεσθαι, ἢ καὶ ἐπὶ τῶν κελήτων δεκτέον· ἠγώνισται γὰρ καὶ κέλησιν. ὅταν οὖν ὁ Ἱέρων εἰς τὸν ἀγῶνα παρασκευάζῃ τὰ ἅρματα, ἡ Ἄρτεμις προσάπτεται αὐτοῦ τῶν χαλινῶν καὶ τῶν ὀχημάτων, κατὰ τὸ Ὁμηρικόν (Ε 799)· ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο. |
| P 2 20c [5] | ἢ οὕτως· ἐπιτίθησι, φησὶ, τὰς χεῖρας ἡ Ἄρτεμις καὶ ὁ Ἑρμῆς τῷ Ἱέρωνι, ὅταν τὸν εὔξεστον δίφρον καὶ τὰ πεισιχάλινα ἅρματα, ὅ ἐστι τὰς ἡνίας, τὸ ἵππειον καταζευγνύῃ σθένος, ἀντὶ τοῦ ὅτε τοὺς ἵππους ζεύγνυσι, καλῶν τὸν Ποσειδῶνα ὡς ἵππειον θεὸν, ὁ Ἱέρων. ἔν θ ’ ἅρματ α : ἡ ἔν ἀντὶ τῆς εἴς, ἵν’ ᾖ· ὅταν εἰς τοὺς δίφρους καὶ τοὺς χαλινοὺς ζευγνύῃ τὸ ἵππειον σθένος, ὅ ἐστι τοὺς ἵππους. |
| P 2 24 | ἄλλοις δέ τις ἐτέλεσε ν : ἄλλοις βασιλεῦσιν ἄλλος ποιητὴς ὕμνον εὐηχῆ καὶ εὔρυθμον κατασκευάζει, ὄντα τὸν ὕμνον ἀμοιβὴν καὶ λύτρα τῆς ἀρετῆς. εἶτα ἡ ἀνταπόδοσις τοῦ νοῦ· ἐγὼ δὲ σοὶ, ὦ Ἱέρων· καὶ ἐπισυνάπτει ἐργασίαν. ( εὐαυχέ α: ) ἐφ’ ᾧ ἔστι τινὰ αὐχεῖν. |
| P 2 27a [5] | κελαδέοντι μὲν ἀμφὶ Κινύρα ν : περὶ μὲν τὸν Κινύραν οἱ ὕμνοι τῶν Κυπρίων γίνονται, ἐγὼ δὲ περὶ σέ. ἦν δὲ οὗτος Ἀπόλλωνος υἱὸς, ἢ Πάφου κατὰ ἐνίους. διαπορεῖται δὲ, τί δή ποτε εἰς τοὺς τοῦ Ἱέρωνος ἐπαίνους τὸν Κινύραν προσῆκται, εἰ μὴ ὅτι ταῖν θεοῖν ἱεροφάντης ἀπεδέδεικτο· Δεινομένους γὰρ υἱεῖς εἰσιν οἱ περὶ τὸν Ἱέρωνα τοῦ τὰ ἱερὰ ἐκ Τριοπίου τῆς Κύπρου εἰς Σικελίαν κομίσαντος. |
| P 2 27b | ὁ δὲ Κινύρας οὗτός ἐστιν, ἀφ’ οὗ οἱ ἐν Κύπρῳ Κινυρίδαι τῇ θεῷ ἀνιέρωνται. ἢ οὕτως· εἰσὶν οἱ λέγοντες τὸν Δεινομένην τὸν πατέρα Ἱέρωνος ἀνέκαθεν Κύπριον· διὸ νῦν εὐλόγως γράφων εἰς τὸν Ἱέρωνα μέμνηται Κινύρου. |
| P 2 27c | τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. (Λ 20.) ὁ δὲ νοῦς· χορεύουσι μὲν περὶ τὸν Κινύραν πολλάκις οἱ τῶν Κυπρίων ὕμνοι, ὅντινα ὁ χρυσοκόμης ἠγάπησεν Ἀπόλλων ἱερέα καὶ σύντροφον καὶ συνήθη τῆς Ἀφροδίτης ὄντα. |
| P 2 27e | ἡ δὲ ἀνταπόδοσις τοῦ λόγου αὕτη· περὶ μὲν τὸν Κινύραν οἱ τῶν Κυπρίων ὕμνοι, περὶ δὲ σὲ ὁ ἐμὸς καὶ τῶν Συρακουσίων. φᾶμαι Κυπρίω ν · τό ν : τὸν τῶν Κυπρίων βασιλέα, οὗ καὶ Ὅμηρος μέμνηται (Λ 20). |
| P 2 28 | υἱὸς δὲ Εὐρυμέδοντος καὶ Παφίας νύμφης. ἐγένετο δὲ ἱερεὺς τῆς Κυπρίας Ἀφροδίτης. κτίλον Ἀφροδίτα ς : ὅτι κτίλον τὸν συνήθη καὶ εἰθισμένον τῇ χειρὶ προσηγόρευσε. |
| P 2 31a | καὶ αὐτὸς ὁ Πίνδαρος τὸ τιθασσεύεσθαι κτιλεύεσθαι λέγει (fr. 238)· ἔνθα [αἱ] ποῖμναι κτιλεύονται κάπρων λεόντων τε. ἢ οὕτως· οὐχ ὅτι ἐρώμενος Ἀπόλλωνος ὁ Κινύρας· ἀλλ’ ἀγαπᾶσθαί φησιν αὐτὸν ὑπὸ τοῦ θεοῦ διὰ τὸ ἐγκωμιάζεσθαι αὐτὸν ὑπὸ τῶν μουσικῶν. |
| P 2 31c [5] | ἄλλως· Ὅμηρος μὲν (Γ 196. Ν 492) κτίλον τὸν προηγούμενον τῆς ποίμνης κριόν· ἡ δὲ τοῦ ὀνόματος ἐτυμολογία οὐχ οὕτως ἔχει. ἔστι γὰρ παρὰ τὸ κτίσαι, ὅ ἐστι τὸ θρέψαι· ὡς αὐτὸς ὁ Πίνδαρος (fr. 313) ἐν ἄλλοις· ὀρεικτίτου συὸς, τοῦ ἐν ὄρει τεθραμμένου. νῦν δὲ τὸν ἱερέα. κτίλον Ἀφροδίτης οἱονεὶ σύνθρεμμα καὶ συνήθη τῇ θεῷ. |
| P 2 32 | Ἄγει δὲ χάρι ς : ἄγει δὲ ἑαυτὴν ἡ χάρις πρὸς ἀμοιβήν τινος ὑποστρεφομένη τῶν προϋπαρξάντων προσφιλεστάτων ἔργων. ὁ δὲ λόγος αὐτῷ, ὅτι προευεργετηθεὶς ὑπὸ τοῦ Ἱέρωνος νῦν ἀμείβεται αὐτὸν τοῖς ὕμνοις καὶ ἐγκωμίοις. ἀντὶ ἔργω ν : ἀντὶ τῶν ὕμνων ἡ χάρις ἄγει τὸν ποιητὴν εἰς τὸ λέγειν καὶ ὑμνεῖν, ἀντὶ τοῦ ὁ μισθός. |
| P 2 33a | ποίτινος δὲ ἀμειπτική. ἄλλως· ἔξωθεν προσληπτέον χάριν, ὥστε εἶναι τὸν λόγον τοιοῦτον· ἡ δὲ χάρις χάριν ἄγει ἀντὶ φίλων ἔργων σεβομένη τὸν εὐεργετήσαντα. |
| P 2 33c | ὀπιζομένη δὲ ἀμειβομένη, ἀνταποδιδοῦσα, ἐντρεπομένη· μετὰ αἰδοῦς γὰρ χαρίζονται, ἀλλ’ οὐ μετὰ θράσους. ἢ ὀπιζομένη, ὕστερον ἐπακολουθοῦσα· ἡ γὰρ ἀμειπτικὴ χάρις ὑστέρα τῆς προκαταρκτικῆς. |
| P 2 33d | τοῦτο δὲ εἶπε διὰ τὸ τοὺς Λοκροὺς χάριν ὁμολογεῖν τῷ Ἱέρωνι, προευεργετήσαντι αὐτούς. ὀπιζομένη ἤτοι ἐπιστρεφομένη· ἢ ὅτι μετὰ αἰδοῦς καὶ θράσους αἱ χάριτες δίδονται. |
| P 2 34 | 36 b Q οὗτοί εἰσιν Ἐπιζεφύριοι Λοκροὶ πρὸς τῇ Ἰταλίᾳ οἰκοῦντες. |
| P 2 36a [5] | 38Q Λοκρὶς παρθένος ἀπύε ι : ὁ νοῦς· ἀνυμνοῦσι μὲν τὸν Κινύραν οἱ Κύπριοι· σὲ δὲ, ὦ Δεινομένους παῖ Ἱέρων, Ἐπιζεφυρία παρθένος προελθοῦσα λοιπὸν τῶν οἴκων ἀναφωνεῖ καὶ ἀνυμνεῖ, τῶν πολεμικῶν καμάτων ἐξ ἀπροσδοκήτου ἀπαλλαγεῖσα καὶ διὰ τὴν σὴν δύναμιν ἐλεύθερον βλέπουσα. |
| P 2 36c [5] | ἄλλως· Ἀναξίλα τοῦ Μεσσήνης καὶ Ῥηγίου τυράννου πολεμοῦντος Λοκροῖς Ἱέρων πέμψας Χρόμιον τὸν κηδεστὴν διηπείλησεν αὐτῷ, εἰ μὴ καταλύσαιτο τὸν πρὸς αὐτοὺς πόλεμον, αὐτὸν πρὸς τὸ Ῥήγιον στρατεύειν· οὗπερ δὴ πρὸς τὴν ἀπειλὴν ἐνδόντος ἐν εἰρήνῃ διήγαγον οἱ Λοκροί. ἐφ’ οἷς οὖν ἔπαθον, αἱ Λοκρίδες ᾖδον καὶ καθύμνουν τὸν Ἱέρωνα. 36 a Q δρακεῖ ς ’ ἀσφαλέ ς : ἐλεύθερον βλέπουσα. |
| P 2 38 [5] | Ἀναξίλας γὰρ καὶ Κλεόφρων ὁ τούτου παῖς Ἰταλίας ὄντες τύραννοι, ὁ μὲν ἐν Μεσσήνῃ τῇ Σικελιωτικῇ, ὁ δὲ ἐν Ῥηγίῳ τῷ ἐπὶ Ἰταλίας, πόλεμον ἠπείλουν Λοκροῖς· διαπρεσβευσάμενος δὲ πρὸς αὐτοὺς ὁ Ἱέρων ἔπαυσε τοῦ πολέμου τοὺς Λοκρούς. θεῶν δ ’ ἐφετμαῖ ς : ταῖς δὲ τῶν θεῶν ἐντολαῖς καὶ βουλήσεσι τὸν Ἰξίονά φασι ταῦτα τοῖς ἀνθρώποις βοᾶν, τῷ ταχεῖ τροχῷ πανταχοῦ δινούμενον, ὥστε τὸν εὐεργέτην προσηνέσιν ἀμοιβαῖς μετερχομένους ἀμείβεσθαι. |
| P 2 40a [5] | Ἰξίονα φαντὶ ταῦτ α : τίνος ἕνεκεν εἰς τοὺς περὶ Ἰξίονα παρεκβέβηκε λόγους ὁ Πίνδαρος; εἰ γὰρ οἱ Λοκροὶ, ἀνθ’ ὧν εὐηργετήθησαν ὑφ’ Ἱέρωνος, ᾄδουσιν αὐτὸν, εἰς οὐδὲν ὁ Ἰξίων αὐτῷ προσῆκται· τότε γὰρ ἐχρῆν εἰς παράδειγμα αὐτὸν ἄγεσθαι, εἰ μὴ τῆς χάριτος οἱ Λοκροὶ ἐμέμνηντο, ὥσπερ ὁ Ἰξίων. εἰ μὴ ἄρα καθόλου παρελήλυθεν ὁ Ἰξίων, ὅτι τὸν εὐεργέτην προσήκει τοῖς αὐτοῖς ἀεὶ ἀμείβεσθαι. 41D τὸν δὲ Ἰξίονα οἱ μὲν Ἀντίονος γενεαλογοῦσιν, ὡς Αἰσχύλος (fr. |
| P 2 40b [25] | 89)· Φερεκύδης δὲ (FHG I p. 96) Πεισίωνος, ἔνιοι δὲ Ἄρεος, οἱ δὲ Φλεγύα. Ἀσκληπιάδης δὲ ἐν τρίτῳ Τραγῳδουμένων οὕτω γράφει. προσιστοροῦσι δὲ ἔνιοι, ὅτι καὶ μανείη ὁ Ἰξίων, ὡς Φερεκύδης· καὶ τὴν ἐπὶ τοῦ τροχοῦ δὲ κόλασιν αὐτῷ παρεγκεχειρήκασιν· ὑπὸ γὰρ δίνης καὶ θυελλῶν αὐτὸν ἐξαρπασθέντα φθαρῆναί φασιν. οὗτος ἔγημε Δίαν τὴν Δηϊονέως θυγατέρα. ἔθος δὲ ἐπὶ τοῖς παλαιοῖς τοῖς τῶν νυμφῶν πατράσι δῶρά τινα προσάγειν, ὡς καὶ Ὅμηρος (Λ 244)· πρῶθ’ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι’ ὑπέστη αἶγας ὁμοῦ καὶ ὄϊς. ὁ δὲ Δηϊονεὺς κατὰ τὸ σύνηθες γήμαντα τὸν Ἰξίονα τὴν τῶν δώρων εἰσεπράττετο δόσιν· καὶ οὕτως ὁ Ἰξίων διορύξας βόθρον καὶ πληρώσας πυρὸς ἐκάλεσε τὸν πενθερὸν ὡς ἐπὶ εὐωχίαν. ὁ δὲ ἀπρονόητος ὢν τοῦ μηχανήματος εἰσελθὼν ἐπέστη τῇ πυρᾷ καὶ κατεκαύθη. τοῦ δὲ μύσους μηδενὸς καθαρίζοντος τὸν Ἰξίονα, ἀποστραφέντων δὲ αὐτὸν καὶ τῶν ἄλλων θεῶν, οἰκτείρας ὁ Ζεὺς ἐκάθηρε μὲν αὐτὸν τοῦ φόνου, ἀνήγαγε δὲ καὶ εἰς οὐρανὸν καὶ συνέστιον εἶχεν αὐτόν. τὸν δὲ δευτέρῳ ἁμαρτήματι ἐπιχειροῦντα εἰς ἔρωτα τῆς Ἥρας κινηθῆναί φασι· μαθόντα δὲ τὸν Δία νεφέλην τῇ Ἥρᾳ ἀναπλάσαι καὶ ἐκτυπῶσαι ὁμοίαν, τὸν δὲ Ἰξίονα θεασάμενον ἐφορμῆσαι καὶ παρακλιθῆναι. γενέσθαι δὲ ἐξ αὐτῶν ἄγριόν τινα καὶ τερατώδη ἄνδρα, ὃν Κένταυρον ὠνόμασαν. ὕστερον δὲ τροχῷ τοὺς πόδας καὶ τὰς χεῖρας τοῦ Ἰξίονος προσδεσμευθῆναι, καὶ κελεῦσαι τὸν Δία πρὸς τὴν δίνησιν τοῦ τροχοῦ τὸ τοιοῦτον ...., ὡς προσήκει τοὺς εὐεργετήσαντας βελτίοσιν ἀμείβεσθαι καὶ μὴ τοῖς ἐναντίοις καταβλάπτειν. 54 c D πτερόεντι τροχ ῷ : δεδεμένος, φησὶ, τῷ τροχῷ ὁ Ἰξίων τοῦτο βοᾷ καὶ λέγει, ὅτι δεῖ τοὺς εὐεργέτας ἀντευεργετεῖν. |
| P 2 45a [5] | ἔμαθε δὲ σαφῶς ὁ Ἰξίων, ὅτι δεῖ τὸν εὐεργέτην ἀνταμείβεσθαι. παρὰ γὰρ τοῖς Κρόνου παισὶν εὐμενῶς διατεθεῖσιν αὐτῷ ἡδὺν δεξάμενος βίον τὴν ἐν θεοῖς διαγωγὴν, τὸν μακρὸν καὶ ὑπεραίροντα τὴν αὐτοῦ φύσιν ὄλβον ἐνεγκεῖν οὐκ ἴσχυσεν, ὅτε τῆς Ἥρας ταῖς μεμηνυίαις φρεσὶν ἐπεθύμησεν, ἥντινα Ἥραν μόναι αἱ τοῦ Διὸς κοῖται ἔλαχον. ἄλλως· μαθὼν τὸ σαφὲς ἔγνω. |
| P 2 45b | εὐμενῶς διατεθεῖσιν. ἀλλά νιν ὕβρις ἐς αὐάτα ν : εἰς ἄτην καὶ βλάβην. |
| P 2 52a [5] | τὸ δὲ αὐάταν Αἰολικῶς προήγαγεν· ἐκεῖνοι γὰρ, ἐὰν ᾖ δύο φωνήεντα, ἐντιθέασι τὸ υ , ὡς ἐπὶ τοῦ ἀήρ αὐήρ, καὶ ἄως αὔως. ὅτε δὲ σύμφωνόν ἐστι μεταξὺ, οὐκέτι. πῶς οὖν τὸ ἄτη τοῦ τ ὄντος μεταξὺ ἀνεδέξατο τὸ υ ; καί φαμεν, ὅτι ἀπὸ συναιρέσεως γέγονεν· ἦν γὰρ ἀάτη· καὶ Ὅμηρος (Τ 91)· πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται. καὶ οὕτως ἀναλόγως, εἰ καὶ κατ’ ἔκθλιψιν γέγονε. διὰ τὸ ὑπάρχειν τὸ ἕτερον α , ἀνεδέξατο τὸ υ . ἄλλως· ἀλλά νι ν : ὁ νοῦς· ἀλλά νιν καὶ αὐτὸν τὸν Ἰξίονα ἡ ὕβρις εἰς ἄτην μεγάλην ἐνέβαλεν. |
| P 2 52c | ἄλλως· αὐάταν ὑπεράφανο ν : μεγάλην ἄτην. Αἰολικῶς δὲ προήγαγε τὴν λέξιν. ἐκεῖνοι γὰρ, ἐὰν ὦσι δύο φωνήεντα, ἐπεντιθέασι τὸ υ ὡς ἐπὶ τοῦ ἄως αὔως. ἐπεὶ οὖν ἐστιν ἀάτη, αὐάτη παρ’ αὐτῷ εἴρηται. 54 b E ἐξαίρετον ἔσχε μόχθο ν : τὸν ἐξηλλαγμένον. |
| P 2 54a [5] | ἤτοι δὲ ὅτι μέγας, ἢ ὃν οὐδεὶς ἄλλος ἔσχεν. οὐδεὶς γὰρ ἄλλος παραδέδοται ἐπὶ τροχοῦ κολαζόμενος. (53) Ὁμηρικῶς ἀντὶ τοῦ ταχέως. ταχέως δὲ παθὼν καὶ τιμωρηθεὶς τὸν πρέποντα αὐτῷ καὶ ἁρμόζοντα ἐδέξατο μισθόν. 63E αἱ δύο δ ’ ἀμπλακία ι : τοῦτό φησιν, ὅτι τὸ μὲν τοῦ φόνου ἁμάρτημα συνέγνων οἱ θεοὶ, τὸ δὲ δεύτερον οὐκέτι. |
| P 2 54b | καί φησιν, ὅτι αἱ δύο ἁμαρτίαι εἰσὶ φερέπονοι, οἱονεὶ πόνον καὶ τιμωρίαν τοῖς ἁμαρτάνουσιν ἐπιφέρουσαι. 40 b D ἄλλως· δύο ἀμπλακίας φησὶ τόν τε ἐμφύλιον φόνον καὶ τὴν ἐπιθυμίαν τῆς Ἥρας. |
| P 2 57 [10] | ὅτι τ ’ ἐμφύλιον αἷμ α : τῶν δύο ἁμαρτημάτων διαίρεσιν ποιεῖται καί φησιν· Ἰξίων ἐμφύλιον φόνον ἐνέμιξεν ἀνθρώποις· οἷον πρῶτος κατειργάσατο ἐν ἀνθρώποις τὸν ἐμφύλιον φόνον· δεύτερον δὲ, ὅτι τοῖς μεγάλοις καὶ εὐκατασκευάστοις θαλάμοις τοῦ Διὸς τὴν γαμετὴν Ἥραν ἐπείρα τε καὶ ἐνήδρευε. τὸ γὰρ ἐπειρᾶτο παθητικὸν ὂν ἀντὶ τοῦ ἐνεργητικοῦ ἐστι, σημαίνει δὲ τὸ ἐνήδρευεν. οὕτω γὰρ καὶ πειρατὰς τοὺς κατὰ πέλαγος [λῃστὰς] λέγομεν, κυρίως δὲ τοὺς DEFGQ ἐν ὁδῷ κακουργοῦντας, παρ’ ὃ δὴ καὶ ὁδουροὺς αὐτοὺς λέγουσιν. Εὐριπίδης ἐν Ἀρχελάῳ (fr. 260)· ἔπαυς’ ὁδουροὺς λυμεῶνας. καὶ Σοφοκλῆς ἐν Αἰγεῖ (fr. 21)· πῶς δῆθ’ ὁδουρῶν ὅμοιος ἐξέβης λαθών; 54 a E οὐκ ἄτερ τέχνα ς : οὐ χωρὶς δόλου. |
| P 2 58 | τοῦτο δὲ λέγει διὰ τὸν βόθρον. σημειωτέον δὲ, ὅτι καὶ τοὺς δόλους καὶ τὰς πανουργίας τέχνας τινὲς ἐκάλουν. χρὴ δὲ κα θ ’ αὑτὸν αἰε ί : προσῆκον δέ ἐστι, φησὶ, τῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ μέτρον σκοπεῖν καὶ τούτων ἐπιθυμεῖν, καὶ μὴ τῶν ὑπὲρ δύναμιν ὀρέγεσθαι. |
| P 2 63 [5] | ὅμοιον δὲ τοῦτο τῷ ὑπὸ Χίλωνος ἐν Δελφοῖς ἐγγραφέντι [γνῶθι σαυτόν], ὅ τινές φασι Σωδάμου εἶναι. παράτροπο ι : αἱ μοιχίδιοι καὶ τοῦ δέοντος παρατετραμμέναι εἰς κακότητα καὶ βλάβην ἐνέβαλον. |
| P 2 65 | ἔνιοι δὲ γράφουσιν, εἰς κακότητα ὀρθὴν, καὶ οὐχὶ ἀθρόαν, ἵν’ ᾖ εὐθεῖαν, ἀπὸ μεταφορᾶς τῶν ὁδῶν. εἶδος γά ρ : τὸ γὰρ εἶδος ἡ νεφέλη ὁμοία ἦν τῇ ὑπερεχούσῃ τοῦ οὐρανίου Κρόνου θυγατρί. |
| P 2 71 | ἅν τε δόλο ν : ἥντινα νεφέλην δόλον Ἰξίονι κατεσκεύασαν αἱ τοῦ Διὸς τέχναι καλὸν καὶ ἄξιον βλάβος. πῆμα δὲ τὴν νεφέλην εἶπε ὡς πρὸς τὸ ἀποτέλεσμα, τὸ ἐξ αὐτῆς βλάβος. 73 a E 73 b F καλὸν πῆμ α : ὡς καὶ Ἡσίοδος (Theog. |
| P 2 72 | 585)· καλὸν κακόν· καλὸν μὲν διὰ τὸ ὡμοιῶσθαι τῇ Ἥρᾳ, πῆμα δὲ ὡς πρὸς τὸ ἀποτέλεσμα. 75EF τὸν δὲ τετράκναμο ν : τὸν δὲ τετράραβδον δεσμὸν ἤνυσε καὶ κατειργάσατο ἑὸν ὄντα δεσμὸν καὶ ὄλεθρον ὁ Ἰξίων, ἶσον ταῖς χερσὶ καὶ τοῖς ποσὶ πρὸς τὸ τῇ δέσει τῶν χειρῶν καὶ τῶν ποδῶν ἐξαρκεῖν. |
| P 2 73a | 72F τὸν δὲ τετράκναμο ν : κνήμη τοῦ τροχοῦ ῥάβδος ἡ ἀπὸ τῆς χοινικίδος ἐπὶ τὸν κύκλον διήκουσα. |
| P 2 73b [5] | οἱ δὲ ἁρμάτειοι τροχοὶ τῶν ἀνθρώπων ἑξάκνημοί εἰσιν, οἱ δὲ τῶν θεῶν δι’ ὑπερβολὴν τοῦ κόσμου παρὰ τῷ Ὁμήρῳ (Ε 723) ὀκτάκνημοι εἶναι λέγονται. οἰκείως δὲ ὁ Πίνδαρος τὸν τοῦ Ἰξίονος τροχὸν τετράκνημον εἶπεν, ἵνα τοῖς μὲν δυσὶ ποσὶ τὰς δύο, ταῖς δὲ χερσὶ τὰς δύο προσάψῃ κνήμας. 72E 73 a F ἐν δ ’ ἀφύκτοισ ι : ὁ νοῦς· ἐν δὲ τοῖς ἀφύκτοις δεσμοῖς πεσὼν τὴν πᾶσιν ἐγνωσμένην ἀνεδέξατο ἀγγελίαν καὶ φήμην. |
| P 2 77a | τὰν πολύκοινον ἀγγελία ν : τὴν πᾶσιν ἐγνωσμένην. φησὶ δὲ ταύτην ὅτι χρὴ τοὺς εὐεργέτας καλοῖς ἀμείβεσθαι. ἄλλως· τὴν πᾶσιν ἐγνωσμένην· κοινὰ γὰρ τὰ Ἰξίονος· ἢ τὴν ὠφέλιμον. |
| P 2 77b | τίς δέ ἐστιν αὕτη; ἣν δεδεμένος ὁ Ἰξίων ἐν τῷ τροχῷ ἔλεγε, τὸν εὐεργέτην ἀγαναῖς ἀμοιβαῖς ἀμείβεσθαι. ἄνευ οἱ χαρίτω ν : ἀντὶ τοῦ ἔξω συνουσίας. |
| P 2 78a [10] | χαρίζεσθαι γὰρ κυρίως λέγεται τὸ συνουσιάζειν, ὥσπερ Θεόπομπος ἐν Μήδῳ (fr. 29, I p. 740 K.) εἰσάγει τὸν Λυκαβηττὸν λέγοντα· παρ’ ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται τοῖς ἡλικιώταις. καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσιν (517) ἐκ μεταφορᾶς· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι. καὶ Σαπφώ (fr. 34)· σμικρά μοι πάϊς ἔμμεναι φαίνεο κἄχαρις, ἡ μήπω δυναμένη χαρίζεσθαι. ἄλλως· Ἀρίσταρχος ἀφ’ ἑτέρας ἀρχῆς νῦν ἐπὶ τῆς νεφέλης ὑφίσταται τὸν λόγον τῆς τῷ Ἰξίονι συνευνασθείσης. |
| P 2 78c [5] | ἄνευ δέ οἱ Χαρίτω ν , οἷον τὸν ἄχαριν γόνον. ἄχαρις γὰρ ἦν τις καὶ ἄγριος ὁ Νεφέλης καὶ Ἰξίονος Κένταυρος. συνίστησιν ὁ Πίνδαρος ἐξ Ἰξίονος καὶ Νεφέλης τοὺς δισωμάτους Κενταύρους· ἐκείνην μὲν γάρ φησι τεκεῖν τὸν τοιοῦτον γόνον, ὃς οὔτε ἐν ἀνθρώποις οὔτε ἐν θεοῖς τιμὴν εἶχεν· ὄνομα δέ φησιν αὐτῷ εἶναι Κένταυρον. |
| P 2 78d [10] | τοῦτον δὲ ἐν Μαγνησίᾳ ἵπποις μιγνύμενον γεννῆσαι τοὺς διφυεῖς Κενταύρους, ὥστε ἐκείνους κατὰ τὸ γενικὸν ὄνομα ὀνομασθῆναι Κενταύρους ἀπὸ τῆς τοῦ πατρὸς ὀνομασίας. εἰσί γε μὴν οἳ τὸν ὅλον μῦθον παρεγκεχειρήκασιν ὡς οὐ γεγονότων διφυῶν. Λέλεγας γάρ φασιν αὐτοὺς προσαγορευομένους διὰ τὸ ἀποκεντῆσαι τοὺς ταύρους προσαγορευθῆναι Ἱπποκενταύρους· οἱ δὲ ὅτι ἵπποις κέλησιν ἐποχηθέντες πρῶτοι πάντων τοῦτο διεπράξαντο. μόνα καὶ μόνο ν : ἀντὶ τοῦ μονόμετρον καὶ ξένον τὴν φύσιν. |
| P 2 80b | οἱ δὲ μόνον καὶ οὐκέτι ἕτερον· οὐδεὶς γὰρ ἄλλος Νεφέλης ἐγένετο υἱός· καὶ παρὰ τὰς ἄλλας νεφέλας μόνη ἔτεκε Κένταυρον. οὔ τ ’ ἐν θεῶν νόμοι ς : ἐγέννησε, φησὶν, ἡ νεφέλη τῷ Ἰξίονι παῖδα οὔτε ἐν ἀνθρώποις γέρας ἀποφερόμενον, ἀντὶ τοῦ τῆς τῶν ἀνθρώπων φύσεως ξένον ὄντα, οὔτε ἐν τοῖς τῶν θεῶν νόμοις τιμώμενον. |
| P 2 81a [5] | ἐκ δὲ τούτου πάλιν οὐδὲ θεοῖς ὅμοιον. 85 c DGQ ἢ τὸν οὔτε τῆς τῶν ἀνθρώπων μετέχοντα φύσεως οὔτε τῆς τῶν θεῶν. |
| P 2 82a [5] | ὃς ἵπποισι ν : ὅστις ὁ ἐξ Ἰξίονος καὶ νεφέλης Κένταυρος ταῖς ἵπποις ταῖς Θεσσαλικαῖς ἐμίγνυτο κατὰ τὰς ὑπωρείας τοῦ Πηλίου ὄρους. ἄλλως· Κένταυρόν φησι γεννηθῆναι ἄνδρα ἐκ τοῦ Ἰξίονος καὶ τῆς νεφέλης· ὃν πλησιάζοντα ταῖς ἐν τῷ Πηλίῳ ἵπποις γεννῆσαι τοὺς διφυεῖς Κενταύρους, τὰ μὲν κάτω τῇ μητρὶ παραπλήσια ἔχοντας, τὰ δὲ ἄνω τῷ πατρί. |
| P 2 85a | ἐκ δ ’ ἐγένοντο στρατό ς : ἐξεγένοντο δὲ στρατὸς θαυμαστὸς Κενταύρων ἀμφοτέροις τοῖς γεγεννηκόσιν ὅμοιοι. ἔσχον δὲ εἰς ἓν συμβεβλημένας τὰς δύο φύσεις, καὶ τὰ μὲν κάτω ἐμφερεῖς ἦσαν ταῖς μητράσι, τὰ δὲ ἄνω τῷ πατρί. ἐκ δ ’ ἐγένοντο στρατό ς : ἡ φράσις κατὰ σχῆμα· ἀπὸ πληθυντικοῦ γὰρ ἑνικὸν ἐπήγαγε. |
| P 2 85b [5] | καὶ ἔστι τὸ ἐναντίον παρ’ Ὁμήρῳ (Ο 305)· ἡ πληθὺς ἐπὶ νῆας ἀπὸ στρατοῦ ἀπονέοντο. καὶ τὸ ἶσον (Σ 496)· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. 89DGQ ζητεῖται διατί, εἰ ἐν Μαγνησίᾳ τῆς Θεσσαλίας οἱ Κένταυροι ἐτράφησαν, πῶς ἐν Φολόῃ τῇ Ἀρκαδικῇ Ἡρακλεῖ ἀντιτάσσονται. |
| P 2 85c [10] | καὶ ῥητέον, ὅτι Πειρίθους ὁ Ἰξίονος παῖς καὶ Δίας τῆς Δηϊονέως ὡς ἂν οἰκειότατα ἔχων πρὸς τοὺς Κενταύρους τὴν τῶν γάμων ἑστίασιν ἐπιτελῶν κέκληκεν αὐτοὺς, ἐπιλαθόμενος δὲ τῷ Ἄρει θῦσαι ἔσχε μηνίοντα τὸν θεόν· καὶ οὕτως οἱ Κένταυροι κερασθέντες τῆς τῶν κρατήρων κατὰ τὴν εὐωχίαν ἀποπνοίας αἰσθόμενοι οὐ κατέσχον ἑαυτοὺς τῆς ἐμφύτου μανίας· ἐμφορησάμενοι γὰρ οἴνου ἀκράτου ἀκολάστως ἐφώρμησαν ταῖς τῶν Λαπιθῶν γυναιξὶ, πολλῶν δὲ ἀναιρεθέντων ἐκ τῶν Κενταύρων οἱ περιλειφθέντες εἰς Φολόην ἀπέφυγον τὴν οὕτω κληθεῖσαν ἀπὸ ἑνὸς τῶν Κενταύρων. 82 a DGQ ἐπὶ ἐλπίδεσσι ν : ἐλπίδας νῦν τὰς φρένας φησὶ καὶ διανοίας. |
| P 2 89 | λέγει δὲ, ὅτι θεὸς ὃ ἂν διανοηθῇ, τοῦτο καὶ ἀνύει. τοῦτο δὲ γνωμολογεῖ διὰ τὸν Ἰξίονα, ἐπεὶ ὁ Ζεὺς τὴν νεφέλην τῇ Ἥρᾳ ἴσχυσεν ἀπεικάσαι. ὃ καὶ πτερόεν τ ’ αἰετό ν : ἐπεὶ τῶν ζῴων τὰ μέν ἐστι θαλάσσια, τὰ δὲ χερσαῖα, τὰ δὲ μετάρσια, ἀφ’ ἑκάστου εἴδους ἓν παρέλαβε τῶν τριῶν τὸ κρατιστεῦον. |
| P 2 91 [10] | τὸν ἀετὸν οὖν τὸν βασιλέα τῶν πτηνῶν ὁ θεὸς καταλαμβάνει καὶ παραλλάσσει, ὁ δὲ δελφὶς δοκεῖ τῶν ἐναλίων προέχειν καὶ ταχύτατος εἶναι· καὶ τοῦτον δὲ παραμείβεται· καὶ ὁ ἄνθρωπος προέχει τῶν ἐπιγείων· καὶ τοῦτον δὲ ὑψιφρονοῦντα καὶ καυχώμενον κατακάμπτει ὁ θεὸς καὶ καταπαλαίει. τοῖς δὲ ἀγαθοῖς τῶν ἀνθρώπων ἀγήραον καὶ ἄφθαρτον εὐδοξίαν ἀπένειμεν. δάκος ἀδινό ν · ἰδίως τὸ δάκος ἀδινὸν εἶπεν, ἀντὶ τοῦ κακόν. |
| P 2 97 | ὃ δὲ βούλεται λέγειν· ἐμὲ δὲ δεῖ φεύγειν τὰς κακηγορίας, τουτέστι τὸ κακηγορεῖν τινας. αἰνίττεται δὲ εἰς Βακχυλίδην· ἀεὶ γὰρ αὐτὸν τῷ Ἱέρωνι διέσυρεν. ἐν ἀμαχανί ᾳ : ἐν ἀπορίᾳ βίου διὰ τὴν λοιδορίαν φησὶ καθεστῶτα, πάντων αὐτὸν ἀποστρεφομένων. |
| P 2 101a [5] | ἔχθεσι πιαινόμενο ν · ὑπὸ τῶν ἀνθρώπων τοιούτοις ἔχθεσι πιαινόμενον, βαρὺν ἐπιφέρουσιν αὐτῷ λόγον. δύναται καὶ ἑτέρως διαιρεῖσθαι, διὰ μὲν τοῦ πόλλ’ ἐν ἀμηχανίᾳ ψογερὸν Ἀρχίλοχον νοουμένου παρὰ τοῖς ἀνθρώποις ψεγόμενον τὸν Ἀρχίλοχον καὶ πόλλ’ ἐν ἀμηχανίᾳ ψεγόμενον, ἐπεὶ βαρυλόγοις ἔχθεσιν ἐπιαίνετο καὶ ἔχαιρεν, εἰς λοιδορίαν ἀνθρώπων καὶ εἰς κακομηχανίαν χρώμενος τῇ ποιήσει. |
| P 2 101c | ἢ οὕτως· εἶδον γὰρ, φησὶ, τὸν Ἀρχίλοχον πιαινόμενον λόγοις ψογεροῖς ἐν ἀπορίᾳ. οἷον καὶ τὸν Ἀρχίλοχον ἐν ἀπορίᾳ εἶδον, ἐπεὶ ψογερὸς ἦν. |
| P 2 101e | τὸ πλουτεῖν δὲ σὺν τύχ ᾳ : τὸ δὲ ἐπιτυγχάνειν, φησὶ, πλούτου μετὰ σοφίας, ἄριστόν ἐστιν. ἢ οὕτω· τὸ εὐπορεῖν σοφίας σὺν εὐτυχίᾳ ἄριστόν ἐστι. |
| P 2 101f [15] | τοῦτο δὲ ἐπὶ τοῦ Ἱέρωνος ἀκουστέον. ἀποστρέφει γὰρ εἰς τοῦτον τὸν λόγον· ὃ σὺ ἔχεις σὺν εὐτυχεῖ πότμῳ, σοφίας ἐστὶν ἄριστον. ζητεῖται δὲ, πῶς τὸ πλουτεῖν σοφίας λέγει ἄριστον· σοφία γὰρ πλούτου κρείττων. μήποτε οὖν οὐχὶ συγκριτικῶς, τοῦ πλούτου πρὸς τὴν σοφίαν συγκρινομένου· ἐχρήσατο γὰρ ἂν οὐχ ὑπερθετικῇ λέξει τῇ ἄριστον, ἀλλὰ συγκριτικῇ τῇ ἄρειον. ἄρειον μὲν γὰρ τόδε τοῦδε, ἄριστον δὲ πολλῶν. δῆλον οὖν, ὅτι τὸ πλουτεῖν τέταχεν οὐ κυρίως ἐπὶ τοῦ νοουμένου κατὰ τὸν βίον πλούτου, οἷον περιουσιάζειν χρήμασιν, ἀλλὰ μεταφορικῶς, τὸ πληθύειν καὶ περιουσιάζειν ἐν πότμῳ σοφίας ἄριστόν ἐστιν, [οἷον, τὸ τῇ σοφίᾳ πλουτεῖν ἄριστόν ἐστιν]. Ἀρίσταρχος δὲ οὕτως· οἷον εἴ τις λέγει, εὐποτμότατός ἐστιν ὁ πλουτῶν καὶ σοφίας ἅμα τυγχάνων. τὺ δὲ σάφα νιν ἔχει ς : τοῦτο πρὸς τὸν Ἱέρωνα εἶπε· σὺ δὲ ἐλεύθερος ὢν, ὦ Ἱέρων, ἐλευθέρᾳ τῇ φρενὶ τὴν ἀρετὴν ἔχων καὶ τὴν σοφίαν ἣν προεῖπε καὶ πλουτῶν, δύνασαι καὶ ἑτέροις πεπαρεῖν, ἤτοι πορίζειν καὶ παρασκευάζειν. |
| P 2 104b | ἢ παρασχεῖν. καὶ πλουσίους ἀποδεῖξαι. πεπαρεῖ ν : ὅτι τὸ πεπαρεῖν πορίσαι ἢ περιποιῆσαι ἢ πλουσίους ἀποδεῖξαι. |
| P 2 106 | κύρι ε : κυρωτικὲ καὶ τελεστικὲ, τουτέστι πάντων ἔχων τὴν κυριότητα. εὐστεφάνω ν : ἤτοι ὑψηλῶν, ἢ εὖ τετειχισμένων. |
| P 2 107 [5] | στέφανος γὰρ πόλεως τὸ τεῖχος. εἰ δέ τις ἤδη κτεάτεσσι ν : εἰ δέ τις πλούτῳ καὶ τιμῇ φησιν ἕτερόν τινα τῶν κατὰ τὴν Ἑλλάδα τῶν πρὸ τούτου μείζονα καὶ ἀξιολογώτερον γεγενῆσθαι, κούφῃ καὶ ματαίᾳ φρενὶ διαπαλαίει καὶ μάχεται, ἀντὶ τοῦ ἀνόητός ἐστι [καὶ ἀναίσθητος]. |
| P 2 112 | παλαιμονε ῖ : οἷον ματαιολογεῖ, καὶ οἷον ἐλπίδι ἐλαφρᾷ καὶ κούφῃ παλαίει· ἀσύνετος γάρ ἐστιν. εὐανθέα δ ’ ἀναβάσομα ι : ἤδη δὲ ὁρμήσω ἀνθηρῶς ἀνυμνήσων τὴν ἀρετὴν τοῦ Ἱέρωνος. |
| P 2 113b [5] | ἢ οὕτως· ἐπὶ τὸν ἀνθηρὸν στόλον ὁρμήσω τῆς ἀρετῆς τοῦ Ἱέρωνος, ἵν’ ᾖ ἀνθηρὸν στόλον λέγων τὴν ἀρετὴν τοῦ Ἱέρωνος διὰ τοὺς στεφάνους· ἢ διὰ τὸ περὶ Ἰξίονος προειπεῖν. μεταβὰς τοίνυν ἐπ’ εὐανθέα στόλον ἀναβήσομαι. ἄλλως· ἐπειδὴ περὶ λοιδοριῶν διεξῆλθε καὶ τῆς Ἀρχιλόχου δυσφημίας, φησὶν ὅτι ἐπ’ εὐανθεστέραν ὁδὸν λόγων ἀναβήσομαι καὶ ἀνυμνήσω σε, ὦ Ἱέρων, περὶ τῆς ἀρετῆς σου λέγων. |
| P 2 113d | τὸ δὲ εὐανθῆ στόλον, ἡ μεταφορὰ ἀπὸ τῶν πλεόντων ἡδέως. νεότατι μὲν ἀρήγε ι : τῇ νεότητι μὲν βοηθεῖ ἡ περὶ τὸ πολεμεῖν θρασύτης. |
| P 2 115 | τοῦτο δὲ ἐν τῷ καθόλου γνωμικῶς ἀναπεφώνηκεν. ὅθεν φαμ ί : ὅθεν φημὶ καὶ σὲ τὴν ἄπειρον δόξαν εὑρηκέναι, ἐκ τῶν πολέμων τῶν κατορθουμένων διὰ τὴν νεότητα. |
| P 2 116a | τοῦτο δέ φησι, παρόσον ἔτι νέος ὢν ὁ Ἱέρων σὺν Γέλωνι τῷ ἀδελφῷ τοὺς ἐπὶ τῆς Σικελίας πολέμους διήνεγκε. ὅθε ν : ἀπὸ τῆς θρασύτητος τῆς περὶ τοὺς πολέμους. |
| P 2 116b | 121 c B βουλαὶ δὲ πρεσβύτερα ι : αἱ δὲ σαὶ γνῶμαι καίτοι ἀκμαίου ὄντος πρεσβύτεραί εἰσι καὶ συνεταί· διὸ ἀκίνδυνόν μοι παρέχουσιν αἱ σαὶ γνῶμαι τὸ κατὰ πάντα ἐγκωμιάζειν σε. |
| P 2 121b | ἢ οὕτως· ἀκίνδυνον ἐμοὶ τῷ τοὺς ἐπαίνους παρέχοντι πρὸς πάντα λόγον ἐπαινεῖν, οἷον οὐκ ἐλεγχθήσομαι ὑπό τινος ὅτι ψευδῶς σε ἐπαινῶ. ἃ γὰρ ἔχεις, ταῦτα καὶ λέγω. 125B βουλαὶ δὲ πρεσβύτερα ι : οἷον, ὑπὲρ τὴν νεότητα βουλεύῃ. |
| P 2 121c | καὶ Σοφοκλῆς (fr. 562) ἐπὶ τοῦ Τρωίλου· τὸν ἀνδρόπαιδα δεσπότην ἀπώλεσα, παῖδα μὲν τὴν ἡλικίαν, ἄνδρα δὲ τῷ φρονήματι. τοῦτο δὲ εἶπεν ὅτι ἐν μὲν νεότητι πολεμικὸς ἦν ὁ Ἱέρων, ἐν ἡλικίᾳ δὲ εὔβουλος. |
| P 2 121d | 121 a B κατὰ Φοίνισσαν ἐμπολά ν : οἷον ἐπὶ κέρδει καὶ πράσει· οἱ γὰρ Φοίνικες παλιγκάπηλοι. |
| P 2 125a [5] | Σοφοκλῆς (fr. 823)· ὠνὴν ἔθου καὶ πρᾶσιν, ὡς Φοῖνιξ ἀνήρ, Σιδώνιος κάπηλος. καὶ ὁ Κωμικός (fr. IV 334 M.)· εὐθὺς Φοῖνιξ γίγνομαι· τῇ μὲν δίδωμι χειρὶ, τῇ δὲ λαμβάνω. τοῦτο δὲ εἶπεν ὁ Πίνδαρος, παρόσον μισθοῦ συντέταχε τῷ Ἱέρωνι τὸ ἐγκώμιον. ἄλλως· τοῦτο μὲν τὸ μέλος καὶ τοῦτον τὸν ἐπίνικον κατὰ τὴν τῶν Φοινίκων ἐμπορίαν, ἀντὶ τοῦ λαβὼν παρὰ σοῦ μισθὸν, διὰ τῆς θαλάσσης διαπέμπομαί σοι. |
| P 2 125c [5] | τὸ δὲ Καστόρειον μέλος ὑπορχηματικὸν, Αἰολικῷ ῥυθμῷ συντεταγμένον, ὅπερ χάριν καὶ προῖκά σοι διεπεμψάμην, ἀπαντήσας τῷ μέλει, φησὶ δὲ τῷ Καστορείῳ, καὶ ὑποδεξάμενος αὐτὸ διὰ τῆς ἑπταμίτου κιθάρας, φησὶ δὲ τῆς λύρας, ἑκὼν ἐπιθεώρησον τὸ μέλος, ἀντὶ τοῦ κροῦσον καὶ δοκίμασον, εἰ μὴ εὐρύθμως γέγραπται. τὸ Καστόρειο ν : τὸν ἐπίνικον ἐπὶ μισθῷ συντάξας ὁ Πίνδαρος ἐκ περιττοῦ συνέπεμψεν αὐτῷ προῖκα ὑπόρχημα, οὗ ἡ ἀρχή (fr. |
| P 2 127 [20] | 105)· Σύνες ὅ τοι λέγω ζαθέων ἱερῶν ἐπώνυμε, ὃ δὴ Καστόρειον εἶπε διὰ τὸ τὴν ἔνοπλον ὄρχησιν κατ’ ἐνίους τοὺς Διοσκούρους εὑρεῖν· ὀρχηστικοὶ γάρ τινες οἱ Διόσκουροι. ὁ δὲ Ἐπίχαρμος (fr. 75) τὴν Ἀθηνᾶν φησι τοῖς Διοσκούροις τὸν ἐνόπλιον νόμον ἐπαυλῆσαι, ἐξ ἐκείνου δὲ τοὺς Λάκωνας μετ’ αὐλοῦ τοῖς πολεμίοις προσιέναι. τινὲς δὲ ῥυθμόν τινά φασι τὸ Καστόρειον, χρῆσθαι δὲ αὐτῷ τοὺς Λάκωνας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς. διέλκεται δὲ ἡ τῆς πυρρίχης ὄρχησις, πρὸς ἣν τὰ ὑπορχήματα ἐγράφησαν. ἔνιοι μὲν οὖν φασι τὴν ἔνοπλον ὄρχησιν πρῶτον Κούρητας εὑρηκέναι καὶ ὑπορχήσασθαι, αὖθις δὲ Πύρριχον Κρῆτα συντάξασθαι, Θαλήταν δὲ πρῶτον τὰ εἰς αὐτὴν ὑπορχήματα· Σωσίβιος δὲ, τὰ ὑπορχηματικὰ πάντα μέλη Κρηταϊκὰ λέγεσθαι. ἔνιοι δὲ οὐκ ἀπὸ Πυρρίχου τοῦ Κρητὸς τὴν πυρρίχην ὠνομάσθαι, ἀλλὰ ἀπὸ τοῦ παιδὸς τοῦ Ἀχιλλέως Πύρρου ἐν τοῖς ὅπλοις ὀρχησαμένου ἐπὶ τῇ κατὰ Εὐρυπύλου τοῦ Τηλέφου νίκῃ. Ἀριστοτέλης δὲ (fr. 519) πρῶτον Ἀχιλλέα ἐπὶ τῇ τοῦ Πατρόκλου πυρᾷ τῇ πυρρίχῃ κεχρῆσθαι, ἣν παρὰ Κυπρίοις φησὶ πρύλιν λέγεσθαι, ὥστε παρὰ τὴν πυρὰν τῆς πυρρίχης τὸ ὄνομα θέσθαι. 125 c repet. BDEFGQ BEFGQ ἐν Αἰολίδεσσ ι : ἐπεὶ οἱ Αἰολεῖς κιθαρῳδοί· τὸ δὲ μέλος Αἰολικῷ ῥυθμῷ συνέταξε. |
| P 2 128a | ἢ τὸ ποίημα. ἄλλως· Αἰολίδεσσ ι : Βοιωτίαις· ἐκεῖθεν γὰρ ὁ Πίνδαρος. |
| P 2 128b | τοιοῦτόν ἐστι καὶ τὸ ἑτέρωθι (Pind. fr. 191) λεγόμενον· Αἰολεὺς ἔβαινε Δωρίαν κέλευθον ὕμνων. γένοιο δ ’ οἷος ἐσσὶ μαθώ ν : ἐπισκεψάμενος δὲ τὸν ἀποσταλέντα σοι ὕμνον διάμεινον τῷ ἐξ ἀρχῆς τρόπῳ ἴσος, καὶ μὴ μεταβληθῇς τὴν προαίρεσιν ὑπὸ τῶν κολακευόντων σε. |
| P 2 131b [5] | μαθὼν δὲ, φησὶ, τὸ γεγραμμένον γενήθητι οἷος εἶ, σοφὸς, καὶ σύνες τὸ λεγόμενον, ὃ οἱ παῖδες εἰώθασι λέγειν, πίθων καλὸς, πρὸς τὸν πίθηκον οὐκ ὄντα καλὸν ἀλλ’ εἰδεχθῆ. μαθὼν οὖν τοῦτο, φησὶ, γενήθητι οἷος εἶ, μὴ λέγεσθαι μὲν σοφὸς, τῷ δὲ πράγματι ἄσοφος, ὥσπερ ὁ πίθων. ταῦτα δὲ ἔνιοι τείνειν αὐτὸν εἰς Βακχυλίδην· εὐδοκιμῆσαι γὰρ αὐτὸν παρὰ τῷ Ἱέρωνι. ὃ δὲ βούλεται λέγειν, ὅτι ὥσπερ παρὰ τοῖς παισὶ καλός ἐστιν ὁ πίθων, οὕτω παρὰ τοῖς ἄφροσι καὶ κόλαξιν οἱ ὑπερέχοντες λέγονται σοφοὶ καὶ πάντα ἔχειν τὰ ἀγαθά· δεῖ δὲ αὐτοῖς μὴ πιστεύειν, ἀλλὰ τοῖς βελτίοις καὶ σοφοῖς. |
| P 2 131c | 132 d B γένοιο δ ’ οἷος ἐσσὶ μαθώ ν : οἷος εἶ ἐξ ὧν ἔγραψα, γένοιο τοιοῦτος. |
| P 2 131e [5] | ἢ οὕτως· οἷος εἶ, μὴ ἀπατηθῇς. πίθων παρὰ παισί ν : ὡς ὁ πίθηκος ἀκούων παρὰ τῶν παίδων, ὅτι καλός ἐστιν, ἐπαίρεται, οὕτω καὶ οἱ μάταιοι τῶν ἀνθρώπων ἐπαίρονται καὶ χαυνοῦνται, ὅπερ τοῖς φρονίμοις οὐχ ἁρμόζει εἰδόσιν ὅτι κατὰ κολακείαν καὶ ἐνέδραν ἐπαινοῦνται, οὐκ ἐξ ἀληθείας. |
| P 2 132b [5] | μήποτε οὖν χαριέστερόν ἐστιν οὕτως ἀκούειν· Θρασυδαῖος ἑταῖρος ἦν Πινδάρου, Ἱέρων δὲ ἐπολέμησε Θήρωνι τῷ Θρασυδαίου πατρί. εἰκὸς οὖν διαβεβλῆσθαι τὸν Πίνδαρον τῷ Ἱέρωνι, ὅθεν ἀπολογούμενος εἰς τοῦτο πᾶσαν ἀναφέρει παραίνεσιν. 133B ἢ οὕτως· ὥσπερ ὁ πίθηκος σπουδάζεται παρὰ τοῖς παισὶν φαῦλος ὤν, οὕτω καὶ Βακχυλίδης παρὰ παισὶ μὲν ἄφροσιν εὐδοκιμείτω, παρὰ σοὶ δὲ σοφῷ ὄντι πίθηκος ἔστω. |
| P 2 132c | 132 a B ἄλλως· αἰνίττεται εἰς τὸν Βακχυλίδην· οἷον, παρὰ τοῖς παισὶ δοκεῖ καλὸς εἶναι ὁ πίθηκος, παρὰ δὲ ἀνδράσιν οὐκέτι· γινώσκεται γὰρ ἀκριβῶς τὸ ζῷον. |
| P 2 132e | ἔνιοι δὲ οὕτως· ὥσπερ παρὰ παισὶ δοκεῖ καλὸς εἶναι καὶ γελοῖος, οὕτως καὶ ὁ Βακχυλίδης. δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ὁ Βακχυλίδης παρὰ παισὶ δοκεῖ εἶναι σοφὸς, παρὰ τελείοις δὲ οὐκέτι. |
| P 2 132f | 132 c B ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγε ν : ὁ Ῥαδάμανθυς διὰ τὸ μὴ εὐεξαπάτητος εἶναι σοφὸς ὑπείληπται· καὶ σὺ οὖν, ὦ Ἱέρων, μὴ πείθου διαβολαῖς μηδὲ πιθηκισμοῖς, ὅ ἐστιν ἀπάταις. |
| P 2 133b [5] | ἄλλως· ὁ λόγος παραινετικὸς τῷ Ἱέρωνι, ὅτι οὐ προσήκει σε κολακεύουσιν ἥδεσθαι. οἱ γὰρ τοιοῦτοι φιληδεῖς εἰσι παισὶ, τελείοις γε μὴν οὐκέτι. ἰδοὺ γὰρ ὁ Ῥαδάμανθυς εὖ ἔπραξε καὶ ἐπίδοξος γεγένηται ὅτι ἄψεκτον τῶν φρενῶν εἶχε τὸν καρπὸν, τουτέστι τὸν λογισμὸν, καὶ οὐδαμῶς ταῖς ἀπάταις ἐτέρπετο τὴν ψυχὴν, οἷα μάλιστα ταῖς τῶν κολάκων καὶ ἀπατεώνων ἀνθρώπων μηχαναῖς καὶ ἀπάταις εἴωθε παρακολουθεῖν. |
| P 2 138a | οἷα ψιθύρων παλάμαι ς : τῶν κολάκων καὶ ἀπατεώνων, παρὰ τὸ ἠρέμα ψιθυρίζειν. παλάμαις δὲ ταῖς τέχναις. |
| P 2 139 [5] | ἄμαχον κακό ν : ὁ λόγος γνωμικός· ἀκαταμάχητον κακὸν τὸ τῶν κολάκων φῦλον. τὸ δὲ ἄμαχον κακὸν δύναται συνάπτεσθαι τῷ ἀμφοτέροις, ἵν’ ᾖ· οἱ ψίθυροι ἄμαχον κακόν εἰσιν ἀμφοτέροις, καὶ τῷ διαβαλλομένῳ καὶ τῷ πρὸς ὃν διαβάλλουσιν. διαβολιᾶν ὑποφάτιε ς : ἑρμηνευταὶ καὶ διάβολοι, παρὰ τὸ φατίζειν καὶ λέγειν. |
| P 2 140b | τὸ δὲ ἀμφοτέροι ς , ὅτι τόνδε μὲν τῷδε διαβάλλουσι, τόνδε δὲ τῷδε· ὅπερ Ὅμηρος (Ε 831) ἀλλοπρόσαλλόν φησι. διαβολιᾶν δὲ ἀντὶ τοῦ διαβολῶν Δωρικῶς, ἤτοι κατηγοριῶν. |
| P 2 141 | ὀργαῖς ἀτενέ ς : τρόποις· καὶ ὅτι ἀτενές ἐστιν εὐθύτατα καὶ ὀρθότατα. διὰ δὲ τούτου τὸ ὁμοιότατον δηλοῖ. καθόλου δὲ τοῖς τῶν ἀλωπέκων τρόποις εἰσὶν ὅμοιοι. κέρδει δὲ τί μάλ α : ἐρωτηματικὸς ὁ λόγος· ἀλλὰ καὶ κέρδει τοῦτο ποιοῦσιν· εἶτα ἡ ἐπαγωγή· τί δὴ αὐτοῖς τοῦτο τὸ κατηγορεῖν ἐπικερδὲς τυγχάνει; ὁ αὐτὸς καὶ ἐν ἄλλοις (O. |
| P 2 142a | I, 53)· ἀκέρδεια λέλογχε θαμινὰ κακαγόρους. ἄλλως· τὸ δὲ διαβάλλειν οὐδὲν ἐπικερδὲς ἔχει. |
| P 2 142c | τί αὐτοῖς κέρδος τὸ διαβάλλειν ἐμέ; ἐγὼ γὰρ ὡς φελλὸς ἁλιευτικοῦ δικτύου, αὐτοῦ ὄντος ἐν βάθει, ἐπιπλέω καὶ οὐ βαπτίζομαι. ὡς ὑπὸ ἄλλου σκεύους βαρύνεται ὁ φελλὸς καὶ οὐ δύνει, οὕτως ἐγὼ ἀβάπτιστός εἰμι ὡς φελλός. |
| P 2 142e | θηλυκῶς δὲ λέγει τὴν φελλόν. τὸ δὲ βαθύ συναπτέον τῷ ἕρκος. |
| P 2 142f | 147EF τί μάλα τοῦτο κερδαλέο ν : τί περιγίνεται κέρδος τοῖς ψιθύροις; οὐδὲν γὰρ ἀνύουσιν. |
| P 2 142g | οὐ γὰρ πεφρόντικα ὡς ὁ ἀβάπτιστος φελλός. δῆλον δὲ ἐκ τούτου μᾶλλον ὅτι περὶ αὑτοῦ λέγει ὁ Πίνδαρος. 147 DGQ ἅτε γὰρ ἐνάλιο ν : ἐγὼ ὥσπερ σαγήνης πονούσης καὶ βάθος λοιπὸν ἐχούσης κατὰ τοῦ πελάγους, ἀβάπτιστος ὢν ὡς ὁ φελλὸς . |
| P 2 144a | ..... . |
| P 2 144b | ..... καὶ ἐπινήχεται ὑπὲρ τὴν τῆς θαλάσσης ἐπιφάνειαν ἀβαπτίστου φύσεως ὤν, οὕτω καὶ ἐγὼ ταῖς τῶν ἄλλων κακηγορίαις ἀβάπτιστός εἰμι, ἑτέρας σκευῆς ὢν, ὡς πρὸς τὴν σαγήνην τὸν φελλόν. 148DEFGQ ὡς ὑπὲρ ἕρκος ἅλμα ς : τῇ τῆς θαλάσσης ἐπιφανείᾳ, ὅτι τῇ ἑαυτῆς ἐπιφανείᾳ περιτειχίζεται. |
| P 2 147 | 144 a DGQ 142 g EF ἀδύνατα δ ’ ἔπος ἐκβαλεῖ ν : ἀδύνατόν ἐστι τὸν διαβάλλοντα ἐν ἀγαθοῖς ὄντα ἀνθρώποις εἰπεῖν τι κραταιόν· ἀσθενὲς γὰρ λέγει. |
| P 2 148b | κραταιὸν δὲ, κρατυνθῆναι καὶ πιστευθῆναι δυνάμενον. ἢ οὕτως· ἀδύνατον δέ ἐστι τὸν δόλιον ἄνδρα, φαῦλα λέγοντα καὶ ψευδῆ, πεῖσαι συνετὸν ἄνδρα καὶ φρόνιμον. |
| P 2 148d | ἄλλως· ἀδύνατόν ἐστι δόλιον πολίτην λέγειν τινὰ ἐν ἀγαθοῖς καὶ φρονίμοις ἀνδράσι λόγον ἰσχυρὸν καὶ πρὸς ἀπάτην πιστόν. ὅμως μά ν : ὅμως πάντας κολακεύων ὁ δόλιος ἀνὴρ ἐπιπολὺ καλῶς διανύει τὸν βίον. |
| P 2 150b | πλοκήν τινα ποιεῖ. πάγχυ διαπλέκε ι : πλοκήν τινα ποιεῖ. |
| P 2 152b | ἐὰν διάπλεκε γέγραπται, πρὸς ἑαυτὸν λέγει ὁ Πίνδαρος. φίλον εἴη φιλεῖ ν : εἴη με τοὺς μὲν φίλους τῶν ἀνθρώπων φιλεῖν, πρὸς δὲ τὸν ἐχθρὸν ἅτε καὶ αὐτὸς ὢν ἐχθρὸς λύκου τρόπον ὑποδραμοῦμαι. |
| P 2 153a [5] | 155 c B ἄλλως· μὴ πρὸς πάντας εἴη μοι σαίνειν, φησὶ, καὶ φίλους καὶ ἐχθροὺς, ἀλλὰ τὸν μὲν φίλον σανῶ, τὸν δὲ ἐχθρὸν ἐπιτηρήσω, ἵνα μετέλθω καθάπερ λύκος ἐνεδρεύων, οὐκ εὐθείαις ἀλλὰ σκολιαῖς ὁδοῖς, τουτέστιν οὐχ ἑνὶ τρόπῳ ἀλλὰ παντοῖος ἔσομαι. |
| P 2 155b | 157 B λύκοιο δίκα ν : ὡς λύκος. |
| P 2 155b | προσδραμοῦμαι αὐτῷ λύκου τρόπον. τὰ ἴχνη αὐτοῦ φυλάξω ὡς λύκος, ἐπ’ ἄλλο καὶ ἄλλο βαίνων, τοῦ ἐχθροῦ ἄλλοτε ἄλλα πράγματα διαψηλαφῶν, ὥστε τοῦτον βλάψαι. |
| P 2 155c | 157EF DEFGQ οἱονεὶ ἐπιπατῶν αὐτοῦ τοῖς ἴχνεσι καὶ βλάπτων αὐτὸν οὐκ ἐκ τοῦ φανεροῦ, ἀλλὰ λεληθότως εἰς τὸν ἐχθρὸν κακουργῶν. |
| P 2 155d | 153 b B 161EF ἐν πάντα δὲ νομό ν : κατὰ πᾶσαν ἀρχήν. |
| P 2 157a | ἐπεὶ τρεῖς πολιτείας φησὶν εἶναι, δημοκρατίαν, ὀλιγαρχίαν, τυραννίδα. ὁ νοῦς· κατὰ πᾶσαν δὲ ἀρχὴν ὁ εὐθυρρήμων, ὁ μὴ ἕτερα μὲν νοῶν ἕτερα δὲ λέγων, βελτίων ἐστὶν, ἔν τε τυραννίδι καὶ δημοκρατίᾳ καὶ ὅταν τὴν πόλιν οἱ σοφοὶ καὶ ἄριστοι διοικῶσι. |
| P 2 157b | προφέρει γὰρ οὐχ ὑποκρινόμενος. 155 d EF χρὴ δὲ πρὸς θεό ν : προσήκει δὲ μὴ φιλονεικεῖν πρὸς τὸ δαιμόνιον, ἀλλ’ οἷα ἂν διδῷ, ταῦτα καὶ φρονεῖν. |
| P 2 161a | πολλάκις γὰρ τὰ τῶνδε μὲν ὑψοῖ, ἄλλοτε δὲ τὰ τῶν ἑτέρων ἑτέροις ἔδωκεν. ἄλλως· οἱ διαβάλλοντες γὰρ ἐρίζουσιν. |
| P 2 161b | οὐ δεῖ οὖν θεοῖς ἀντιβαίνειν. ὃς ἀνέχε ι : οἱονεὶ μετεωρίζει, ὥστε εἶναι περὶ αὐτοὺς μεγάλην δόξαν. |
| P 2 163b [5] | ἄλλως· κἀγὼ οὖν εἴξω τῷ Βακχυλίδῃ [φησὶ] τὰ νῦν, παρὰ θεῶν εὖ πράττοντι, καὶ οὐκ ἀντιβήσομαι τῇ προαιρέσει ἐπιπλεῖστον. τοτὲ μὲν τἀκείνω ν · ἐπεὶ ἔφησεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρριπτεῖ, φησὶν ὅτι οὐδὲ ταῦτα τῶν ἀπατεώνων καὶ κολάκων πείθει τὴν ψυχὴν εἰς τὸ ἀπέχεσθαι τῆς τοιαύτης ὑποστάσεως λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία. |
| P 2 165a [5] | ἀλ λ ’ οὐδὲ ταῦτα νόον ἰαίνε ι : τίνα ταῦτα; ἐπεὶ προείρηκεν ὅτι ὁ θεὸς στρέφει τὸν βίον καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει ἀεὶ τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους ἰαίνει οὐδὲ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες. ἀλ λ ’ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶ ν : ἐπεὶ προείρηκεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρρίπτει, καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους κινεῖ εἰς τὸ ἀπέχεσθαι τοῦ πρὸς τοὺς πέλας φθόνου, λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία. |
| P 2 165c | οὐκ ἰαίνει οὖν, φησὶ, οὐ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες. ἰαίνει δὲ ἀντὶ τοῦ θερμαίνει καὶ προσπαθῆ ποιεῖ τὸν νοῦν. |
| P 2 166b | τὸ δὲ στάθμας φροντίδος. σταθμώμενοι, φησὶ, πολλὰ καὶ περιγράφοντες μεγάλα τινὰ μέλλοντα ἔσεσθαι αὐτοῖς, προωδυνήθησαν πρὶν τυχεῖν ὧν ἐπιζητοῦσι καὶ ἐλπίζουσιν. |
| P 2 166d | στάθμας δέ τινο ς : ἡ ἀναφορὰ πάλιν πρὸς Βακχυλίδην. εἴληπται δὲ οὕτως ἡ διάνοια, διὰ τὸ παρὰ τῷ Ἱέρωνι τὰ Βακχυλίδου προκρίνεσθαι ποιήματα, καί φησιν ὅτι φέρειν δεῖ τὰ συμπτώματα τῆς τύχης. ἐνέπαξαν ἕλκο ς : οἷον, ἥλκωσαν αὐτῶν τὴν καρδίαν, πρὶν κακῶσαί τινα καὶ κατορθῶσαι ἃ κατ’ ἀλλήλων μηχανῶνται· ὅ ἐστιν, ἄδικα φρονοῦντες πρότερον ἑαυτοὺς ὀδυνῶσι πρὶν ἄλλους κακῶσαι. |
| P 2 171a | φέρειν δ έ : τὰ δὲ προσπίπτοντα παρὰ τῆς τύχης ὑποβάλλοντα τὸν αὐχένα ὑπομένειν συμφέρει. ἄλλως· φέρειν δὲ ἐλαφρῶς καὶ ἄνευ φιλονεικίας τὸν παρὰ τῆς τύχης ζυγὸν συμβάλλεται, ὥσπερ βοῦν ὑποδύντα τὸν ζυγόν. |
| P 2 171c | πάλιν αὐτῷ πρὸς τὸ τοῦ Βακχυλίδου ἀναφέρεται ὁ λόγος. ἕλξω γὰρ, φησὶ, τὸν ζυγὸν, ὡς ἡ τύχη ἠβουλήθη, διὰ τὸ τιμᾶσθαι παρὰ σοὶ (τῷ Ἱέρωνι) μᾶλλον ἐμοῦ τὸν Βακχυλίδην. ἄλλως· ἐπικουρητικόν ἐστι καὶ ἀρηκτικὸν τὸ μὴ ἀντιτείνειν ταῖς τῶν θεῶν βουλήσεσιν, ἀλλ’ ὡς βούλονται ὑποδύντα τὸν ζυγὸν καὶ κατακύψαντα ἕλκειν καὶ προκόπτειν τὸ ἔργον τοῦ βίου. |
| P 2 171d [5] | ἐπεὶ οὖν Βακχυλίδης ἐστί σου φίλος, ἕλξω ὑποδὺς τὴν τῆς τύχης ζεύγλην ὡς βοῦς. ποτὶ κέντρον λακτιζέμε ν : λακτίζειν δὲ πρὸς κέντρον οὐκ ἀσφαλὲς, οὐδὲ ἀβλαβὴς ὁδὸς τυγχάνει· τούτεστιν, οὐ συμφέρει τῇ τύχῃ ἄνθρωπον ὄντα διαμάχεσθαι. |
| P 2 173a [5] | ἡ δὲ τροπὴ ἀπὸ τῶν βοῶν· τῶν γὰρ βοῶν οἱ ἄτακτοι κατὰ τὴν γεωργίαν κεντριζόμενοι ὑπὸ τοῦ ἀροῦντος λακτίζουσι τὸ κέντρον καὶ μᾶλλον πλήττονται. ἄλλως· οὐ βούλομαι, φησὶ, βίᾳ φίλος σου εἶναι, ἀλλὰ αἱρετός. |
| P 2 173c [1] | ἄλλως· ἐγὼ, φησὶ, πρὸς κέντρα οὐ λακτίζω, ἀλλὰ εἴξας ἕλξω τὸν ζυγὸν, ὅ ἐστι τὸ ἔργον τοῦ βίου. Αἰσχύλος Ἀγαμέμνονι (1624)· πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς. καὶ Εὐριπίδης (fr. 604)· πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου. Scholia in Pythionicarum carmen III Τῷ αὐτῷ κέλητι. |
| P 3 metr (t) [20] | Ἱέρωνι Συρακουσίῳ. Τῆς τρίτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγʹ. τὸ αʹ ὅμοιον τῷ (P. I 7)· ἀμβολὰς τεύχῃς ἐλελιζομένα. τὸ βʹ τὸ αὐτὸ τῷ πρώτῳ. τὸ γʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον, ὅμοιον τῷ (Archil. fr. 94, 2)· τίς σὰς παρήειρε φρένας. τὸ δʹ προσοδιακόν. τὸ εʹ δακτυλικὸν πενθημιμερές. τὸ ϛʹ ἀναπαιστικὸν μονόμετρον. τὸ ζʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ ηʹ Ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον, ἢ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. τὸ θʹ προσοδιακόν. τὸ ιʹ δίμετρον Ἰωνικὸν ἀπ’ ἐλάσσονος καταληκτικόν. τὸ ιαʹ πενθημιμερὲς δακτυλικόν. τὸ ιβʹ ἐπιχοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ιγʹ ἐγκωμιολογικόν. ἡ ἐπῳδὸς κώλων ιεʹ. τὸ αʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ βʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν [Πινδαρικόν]. τὸ γʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ δίμετρον Ἰωνικὸν ἀπ’ ἐλάσσονος. τὸ εʹ ὅμοιον τῷ (P. I 34)· ταί θ’ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι. τὸ ϛʹ πενθημιμερὲς δακτυλικόν. τὸ ζʹ ὅμοιον τῷ· τίς σὰς παρήειρε φρένας. τὸ ηʹ ὅμοιον τῷ ϛʹ. τὸ θʹ ὅμοιον τῷ ζʹ. τὸ ιʹ ὅμοιον τῷ ϛʹ καὶ τὸ ηʹ. τὸ ιαʹ προσοδιακόν. τὸ ιβʹ δίμετρον [τροχαϊκὸν] ἐπιχοριαμβικόν. τὸ ιγʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον ἀκατάληκτον. τὸ ιδʹ μονόμετρον ἀναπαιστικὸν, ὅμοιον τῷ ἕκτῳ τῆς στροφῆς. τὸ ιεʹ ὅμοιον τῷ· τίς σὰς παρήειρε φρένας. Γράφει τὸν ἐπίνικον Ἱέρωνι νικήσαντι κέλητι τὴν εἰκοστὴν ἕκτην καὶ εἰκοστὴν ἑβδόμην Πυθιάδα. |
| P 3 inscr a [5] | καὶ φανερὸν, ὅτι εἰς ἀμφοτέρας τὰς νίκας τὸν ἐπίνικον συντάττει, δι’ ὧν ὀνομάζει στεφάνους ἀέθλων καὶ κώμους ἀέθλων. τὸ δὲ προοίμιον πρὸς τὴν Ἱέρωνος νόσον ἐστίν· κατεύχεται γὰρ ἀναβιῶναι τὸν Χείρωνα καὶ ὑγιάσαι τῆς νόσου τῆς λιθουρίας τὸν Ἱέρωνα. inscr. b B Χείρων ὁ Κένταυρος γίνεται παῖς Κρόνου καὶ Φιλύρας τῆς Ὠκεανοῦ, καὶ ἔστιν ὁ νοῦς οὕτως· ἐβουλόμην τὸν Χείρωνα, εἰ προσῆκον τοῦτο εὔξασθαι, ἀναβιῶναι τὸν ἤδη τεθνηκότα. |
| P 3 1a | 1 b B BDEFGQ Ἤθελον Χείρωνά κε Φιλλυρίδα ν : Ἱέρωνι Πύθια νικήσαντι τὴν κζʹ Πυθιάδα· μέμνηται δὲ καὶ τῆς πρὸ ταύτης Πυθιάδος, ὥστε ἐπὶ ταῖς δύο νίκαις τὴν ᾠδὴν συντετάχθαι. |
| P 3 inscr b [10] | συνᾴδει δὲ καὶ τὰ ἀπὸ τῶν χρόνων. ὡς γὰρ ἤδη βασιλεύοντός φησιν (Vs. 70)· ὃς Συρακόσσαισιν ἄρχει πραῢς ἀστοῖς. καθίσταται δὲ ὁ Ἱέρων βασιλεὺς κατὰ τὴν οϛʹ Ὀλυμπιάδα, τῆς κηʹ Πυθιάδος τῇ προκειμένῃ Ὀλυμπιάδι συγχρόνου οὔσης, ὥστε πάντη τε καὶ πάντως μετὰ τὴν ὕστερον Πυθιάδα, ἥτις γέγονε περὶ τὴν οεʹ Ὀλυμπιάδα, συντετάχθαι τόνδε τὸν ἐπίνικον. πρὸς δὲ τὴν παροῦσαν τύχην τοῦ Ἱέρωνος ἁρμοσάμενος εὔχεται ἐν ταῖς πτυχαῖς τοῦ Πηλίου διάγειν τὸν Χείρωνα ὑπὲρ τοῦ δύνασθαι τὸν Ἱέρωνα θεραπείας τυχεῖν ὑπ’ αὐτοῦ· λιθιάσει γὰρ νόσῳ κατείχετο. τὸν δὲ Χείρωνα μιᾶς τῶν Ὠκεανίδων καὶ Κρόνου γενεαλογοῦσιν. 1 a B τὸ δὲ ἑξῆς· ἤθελον δὴ τὸν ἀποιχόμενον Οὐρανίδου Κρόνου γόνον εὐρυμέδοντα Φιλλυρίδην Χείρωνα, εἰ χρεὼν ἔπος κοινὸν τοῦτ’ εὔξασθαι ἡμετέρας ἀπὸ γλώσσης. |
| P 3 1b [10] | κοινὸν δὲ, ἤτοι κατακοίνως λεγόμενον ἐν τῷ βίῳ· οἷον, εἰ ἔζη ὁ δεῖνα, ἐποίησεν ἂν τάδε. ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν ἀγαθόν· εἰ γὰρ ἀνέζησε, πολλοὺς ἂν ὑγίασεν. ἢ κοινὸν ἀγαθὸν, ἐμοί τε καὶ τῷ Ἱέρωνι· εἰ γὰρ ὑγίανεν ὁ Ἱέρων, ἐμὸν ἦν ἀγαθὸν καὶ τοῦ Ἱέρωνος. ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν διὰ τὴν ἐμὴν δύναμιν· τὸ γὰρ ποίημα κοινὸν εἴωθε λέγειν διὰ τὸ πανταχόσε διϊκνεῖσθαι. ἢ ὡς κοινῆς οὔσης πᾶσι τῆς εὐτυχίας, τὸν Ἱέρωνα ἀπαλλαγῆναι τῆς νόσου. βάσσαισί τ ’ ἄρχει ν : ἐν τοῖς βασίμοις τόποις καθηγεῖσθαι τοῦ Πηλίου φησὶ τὸν Χείρωνα τὸν ὄντα μὲν θῆρα ἄγριον κατὰ τὸ σῶμα· Κένταυρος γάρ· τὸν δὲ νοῦν ἔχοντα προσφιλέστατον ἀνθρώποις. |
| P 3 9 | οἷος ἐώ ν : ὁ νοῦς· ὁποῖος ὢν τήν τε φύσιν καὶ τὸν νοῦν ὁ Χείρων ἀνέθρεψε τὸν τῆς ἀνωδυνίας καὶ ὑγείας πρᾳότατον κατασκευαστὴν ἥρωα Ἀσκληπιὸν, ἥρωα ὄντα καὶ παντοίας νόσου βοηθόν. τέκτονα νωδυνία ς : τὸν κατασκευαστὴν τῆς νωδυνίας· ἰατρὸς γάρ. |
| P 3 11b | ἡ δὲ ἀνωδυνία γυιαρκής· τότε γὰρ τοῖς μέλεσι τοῦ σώματος ἐπαρκοῦμεν, ὅταν ὦμεν ἀνώδυνοι. τὸν μὲν εὐίππου θυγάτη ρ : τὸν Ἀσκληπιὸν οἱ μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν εἶναι. |
| P 3 14 [25] | Ἀσκληπιάδης δέ φησι τὴν Ἀρσινόην Λευκίππου εἶναι τοῦ Περιήρους, ἧς καὶ Ἀπόλλωνος Ἀσκληπιὸς καὶ θυγάτηρ Ἐριῶπις· [Hes. fr. 107 Rz.] ἡ δ’ ἔτεκ’ ἐν μεγάροις Ἀσκληπιὸν ὄρχαμον ἀνδρῶν, Φοίβῳ ὑποδμηθεῖσα, ἐϋπλόκαμόν τ’ Ἐριῶπιν. καὶ Ἀρσινόης ὁμοίως· Ἀρσινόη δὲ μιγεῖσα Διὸς καὶ Λητοῦς υἱῷ τίκτ’ Ἀσκληπιὸν υἱὸν ἀμύμονά τε κρατερόν τε. καὶ Σωκράτης (FHG IV p. 496) γόνον Ἀρσινόης τὸν Ἀσκληπιὸν ἀποφαίνει, παῖδα δὲ Κορωνίδος εἰσποίητον. ἐν δὲ τοῖς εἰς Ἡσίοδον ἀναφερομένοις ἔπεσι (fr. 123) φέρεται ταῦτα περὶ τῆς Κορωνίδος· τῆμος ἄρ’ ἦλθε κόραξ, φράσσεν δ’ ἄρα ἔργ’ ἀΐδηλα, Φοίβῳ ἀκερσεκόμῃ, ὅτ’ ἄρ’ Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης Φλεγύαο Διογνήτοιο θύγατρα. ἐν δὲ τοῖς Ὁμηρικοῖς ὕμνοις (15, 1)· Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ’ ἀείδειν, υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνίς Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύα βασιλῆος. Ἀριστείδης δὲ ἐν τῷ περὶ Κνίδου κτίσεως συγγράμματί (FHG IV 324) φησιν οὕτως· Ἀσκληπιὸς Ἀπόλλωνος παῖς καὶ Ἀρσινόης. αὕτη δὲ παρθένος οὖσα ὠνομάζετο Κορωνὶς, Λευκίππου δὲ θυγάτηρ ἦν τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος· Ἀσκληπιοῦ δὲ καὶ Ἠπιόνης Ποδαλείριος καὶ Μαχάων. πρὶν τελέσσα ι : πρὶν ἐκτελέσαι τὰ κατὰ τὰς ὠδῖνας, πρὶν ἐκτεκεῖν. |
| P 3 15b | ματροπόλον δὲ τὴν Εἰλείθυιαν, διὰ τὸ περὶ τὰς μητέρας εἱλεῖσθαι ἢ πολεῖσθαι τὰς τῶν γεννωμένων. εἰς Ἀΐδαο δόμον ἐν θαλάμ ῳ : σημειοῦνται οἱ ὑπομνηματισάμενοι τὰ δύο κῶλα τὸ χʹ παρατιθέντες, ὅτι ἀσυνάρτητά εἰσι. |
| P 3 18a [5] | πῶς γάρ φησιν εἰς Ἀΐδαο δόμον, καὶ πάλιν ἐν θαλάμῳ κατέβα; καὶ ἐξηγούμενοι περιττεῦον λαμβάνουσι τὸ ἐν θαλάμῳ. ἔστι δὲ τὸ ἑξῆς οὕτως· ὑπὸ χρυσέοις τόξοις ἐν θαλάμῳ δαμεῖσα εἰς Ἀΐδαο δόμον κατέβα τέχναις Ἀπόλλωνος. |
| P 3 18c | ἐν θαλάμ ῳ : τὸ σημεῖον, ὅτι τὸ ἐν θαλάμῳ πλεονάζει· ἱκανὸν γὰρ ἦν εἰπεῖν εἰς Ἀΐδαο δόμον κατέβα. καὶ πρὸς τὸ λείπειν τὸν καὶ σύνδεσμον, ἵν’ ᾖ· εἰς δόμον καὶ θάλαμον κατέβη. ἄλλως. |
| P 3 18d | πρὶν γεννῆσαι ἐν τῷ θαλάμῳ. ἐχαριεντίσατο δὲ εἰπὼν θάλαμον τὸν Ἅιδην. |
| P 3 20a | χόλος δ ’ οὐκ ἀλίθιο ς : οὐκ ἄπρακτος. τουτέστιν ἡ δὲ ὀργὴ τῶν τοῦ Διὸς παίδων οὐκ ἔστι ματαία, ἀλλὰ δυνατὴ τελειῶσαι. |
| P 3 20b | 22 d DGQ ἀποφλαυρίξασά μι ν : ἐξευτελίσασα, ἐκφαυλίσασα τὸν Ἀπόλλωνα. |
| P 3 22b | αἰτίαν ὑποτίθησι, δι’ ἣν ἀνῃρέθη ὑπ’ Ἀρτέμιδος κατὰ τὰς Ἀπόλλωνος τέχνας, ὥστε τὸν δέ αἰτιατικὸν παρειλῆφθαι ἀντὶ τοῦ γάρ. 25D ἀποσκυβαλίσασα γὰρ αὐτὸν ταῖς ἁμαρτίαις ταῖς τῶν φρενῶν ἄλλον αἴνησε γάμον· Ἴσχυϊ γὰρ ἐμίχθη· διὸ χαλεπήνας ὁ θεὸς Ἀρτέμιδι συνέταξεν ἀνελεῖν αὐτήν. |
| P 3 22c | 25BGQ ἀποφλαυρίξασά μι ν : ἐπανάληψις τοῦ διηγήματος. |
| P 3 22d [5] | ἡ γὰρ δὴ Κορωνὶς ἐκφαυλίσασα τὸν Ἀπόλλωνος γάμον ταῖς τῶν φρενῶν ἁμαρτίαις, ξένον ἐπῄνεσε γάμον λάθρα τοῦ πατρὸς, πρότερον τῷ τὰς κόμας ἀτμήτῳ συνελθοῦσα Ἀπόλλωνι καὶ φέρουσα τοῦ θεοῦ τὸ καθαρὸν σπέρμα. 27B 22 a DGQ κρύβδαν πατρό ς : τοῦτο πρὸς τὸ προκείμενον συναπτέον, οὐ πρὸς τὸ ἑξῆς. |
| P 3 25b | ἄλλως· ἤτοι κρύβδαν πατρὸς καὶ πρότερον μιχθεῖσα τῷ Ἀπόλλωνι, ἢ στικτέον εἰς τὸ πατρὸς, ἵν’ ᾖ τὸ κρύβδαν ἐπὶ τοῦ δευτέρου γάμου. ἄλλως· εἰ γὰρ ὁ πατὴρ αὐτὴν ἐβεβίαστο συγγενέσθαι τῷ Ἴσχυϊ, συνέγνω ἂν αὐτῇ ὁ Ἀπόλλων. |
| P 3 25c [5] | διατί δὲ προὐτίμησε τὸν Ἴσχυν τοῦ Ἀπόλλωνος; Ἀκουσίλαός (FHG I p. 103) φησιν, ὡς κατὰ δέος ὑπεροψίας θνητῷ βουληθεῖσα συνεῖναι. 22 dB καὶ φέροισα σπέρμα θεο ῦ : ἐμοιχεύθη, φησὶ, τὸ τοῦ θεοῦ καθαρὸν σπέρμα φέρουσα τὸν Ἀσκληπιόν· ἐπειδὴ ὑπ’ Ἀπόλλωνος φθαρεῖσα ἐξ αὐτοῦ εἶχε καθαρὸν τὸν Ἀσκληπιὸν ἀνεπίμικτον θνητοῦ σπορᾶς· ἢ ἐπεὶ παρθένον οὖσαν ἔτι καθαρὰν διεπαρθένευσεν. |
| P 3 27 [5] | οὐκ ἔμεινεν οὖν φέρουσα τὸ τοῦ θεοῦ σπέρμα καθαρὸν οὐδὲ τοὺς ἐσομένους ὑμεναίους τοῦ γάμου. οὐκ ἔμεινεν ἐλθεῖν τράπεζα ν : οὐχ ὑπέμεινε, φησὶν, ἡ Κορωνὶς ἐλθεῖν τὴν νυμφιδίαν τράπεζαν, ἀντὶ τοῦ νόμῳ γαμηθῆναι, οὐδὲ τῶν ὑμεναίων τὴν ἠχὴν, ὁποῖα μάλιστα αἱ ὁμήλικες παρὰ ταῖς ἑαυτῶν φίλαις φιληδοῦσι ταῖς ἑσπεριναῖς ᾠδαῖς μετεωρίζεσθαι τὴν ψυχὴν καὶ παίζειν. |
| P 3 28 | 32 b F ἑσπερίαις ὑποκουρίζεσθαι ἀοιδαῖ ς : ἀντὶ τοῦ παίζειν καὶ χορεύειν. |
| P 3 32b | ἢ ἀμφοτέρους τοὺς κόρους ὑμνεῖν, τὸν νυμφίον καὶ τὴν νύμφην. 38 c F ἄλλως· τὸ ὑποκουρίζεσθαι ἀοιδαῖς εἶπε διὰ τὸ τοὺς ὑμνοῦντας ἐπευφημιζομένους λέγειν σὺν κόροις τε καὶ κόραις. |
| P 3 32c [5] | Αἰσχύλος Δαναΐσι (fr. 43)· κἄπειτα δ’ εἶσι λαμπρὸν ἡλίου φάος, ἕως ἐγείρω πρευμενεῖς τοὺς νυμφίους νόμοισι θέντων σὺν κόροις τε καὶ κόραις ... κἀν τῷ βίῳ εὐκορεῖ ἀντὶ τοῦ κόρους κορώνας παρατρέποντες ἔνιοί φασιν (PLG 4 III p. 663) ἐκκόρει κόρει κορώνας. 32 a F αἰσχύνω ν : ἐξευτελίζων. |
| P 3 38b | ἔδει εἰπεῖν ὅπερ φῦλον. νῦν δὲ ὅς εἶπεν, ἵνα ᾖ, ὃς ἀνθρώπων. ἐπιχώρια νῦν λέγει τὰ παρόντα· ἔστι δὲ ὅμοιον τῷ (Hes. |
| P 3 38c | fr. 219)· νήπιος, ὃς τὰ ἑτοῖμα λιπὼν ἀνέτοιμα διώκει. τοιαύτην, φησὶν, ἔσχεν ἄτην ἡ Κορωνίς. |
| P 3 42 | τὰ γὰρ ἐπιχώρια ἐάσασα ἐσπούδασε ξένῳ γαμηθῆναι. καλλιπέπλου λῆμ α : περιφραστικῶς ἡ Κορωνίς. |
| P 3 43a | Ὅμηρος (β 409)· ἱερὴ ἲς Τηλεμάχοιο. ἐλθόντος γά ρ : ἐλθόντος γὰρ ἀπ’ Ἀρκαδίας εὐνάσθη ξένου· ὅ ἐστιν ἐν λέκτροις τοῦ ξένου παρεκοιμήθη. |
| P 3 43b | 46 b DEFG οὐ δ ’ ἔλαθε σκοπό ν : τὸν νοῦν λέγει τοῦ Ἀπόλλωνος. |
| P 3 46a | Ἡσίοδος (fr. 123) δὲ τὸν κόρακα, ὅπερ ἐστὶν ἀπίθανον. 48 a DEFG μηλοδόκ ῳ : τῇ πολλὰ ὑποδεχομένῃ θύματα. |
| P 3 47 | 48 a B ἐν δ ’ ἄρα μηλοδόκῳ Πυθῶν ι : ὁ νοῦς· ἐν δὲ Πυθῶνι ὢν ὁ Ἀπόλλων ἐπῄσθετο τῷ ἱερῷ νόῳ τὸ ἁμάρτημα, ὅντινα τὸν νοῦν αὐτοῦ φησιν εἶναι κοινωνὸν ὁ Πίνδαρος διὰ τὴν μαντικήν. |
| P 3 46b | 50B 48 d E 46 a DG (48 a repet. F) τόσσαι ς : ἀντὶ τοῦ τυχών. |
| P 3 48a | ὁ Απόλλων. 49EF (et DGQ post 48 a2 ) 48 c Q (et F post 48 a2 ) τὸ δὲ ἄιε ν , ἀντὶ τοῦ ᾔσθετο. |
| P 3 48b | Ὅμηρος (Λ 532)· οἱ δὲ πληγῆς ἀίοντες. 49B 52 a Q ἡνίκα οὖν ἡ Κορωνὶς τῷ Ἴσχυϊ συνῆλθεν, ἐν Πυθῶνι τυχὼν ὁ Ἀπόλλων ᾔσθετο. |
| P 3 48d | καλῶς δὲ ὁ Πίνδαρος τὴν περὶ τὸν κόρακα παρακρουσάμενος ἱστορίαν δι’ ἑαυτοῦ φησι τὸν Ἀπόλλωνα κατειληφέναι τὴν Κορωνίδα. 52B 46 a EF (48 a repet. DGQ) τὸ δὲ ναοῦ πρὸς τὸ Πυθῶνι, ἵν’ ᾖ· τοῦ ἐν Πυθῶνι ναοῦ. |
| P 3 49 | 46 b B κοινᾶν ι : κοινωνὸς τοῦ Ἀπόλλωνος ὁ νοῦς ἐστιν. |
| P 3 50 | διατί; ὅτι οὐχ ὥσπερ ἡμεῖς παρ’ ἑτέρου πυθόμενοι παρακολουθοῦμεν τοῖς οὖσιν, οὕτω καὶ ὁ Ἀπόλλων, ἀλλὰ δι’ ἑαυτοῦ οἶδεν. 48 c B γνώμα ν : τὴν πρόγνωσιν τὴν περὶ τῆς Κορωνίδος. |
| P 3 51b | πεπιθώ ν : ἀντὶ τοῦ πεισθεὶς ὑπὸ τοῦ κοινωνοῦ. τούτῳ γὰρ ἀνακοινοῦται καὶ συνδιακρίνει τὰ ὄντα πάντα. 48 b Q πάντα ἴσαντι νό ῳ : ὅτι οὐ παρ’ ἑτέρου ἤκουσεν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ ἔγνω. |
| P 3 52b [15] | ὁ δὲ Ἀρτέμων (FHG IV p. 342) τὸν Πίνδαρον ἐπαινεῖ, ὅτι παρακρουσάμενος τὴν περὶ τὸν κόρακα ἱστορίαν [αὐτὸν δι’ ἑαυτοῦ ἐγνωκέναι φησὶ τὸν Ἀπόλλωνα]· ἱστορεῖται γὰρ, ὅτι τὴν Ἴσχυος μίξιν ἐδήλωσεν αὐτῷ ὁ κόραξ, παρὸ καὶ δυσχεράναντα ἐπὶ τῇ ἀγγελίᾳ ἀντὶ λευκοῦ μέλανα αὐτὸν ποιῆσαι· τοῦτον δὴ τὸν μῦθον διωσάμενόν φησι τὸν Πίνδαρον τῷ ἑαυτοῦ νῷ καταλαβεῖν τὸν Ἀπόλλωνα τὰ πεπραγμένα τῇ Κορωνίδι· παράλογον γὰρ τὸν ἄλλοις μαντευόμενον αὐτὸν μὴ συμβαλεῖν τὰ κατ’ αὐτοῦ δρώμενα. χαίρειν οὖν φράσας τῷ μύθῳ τέλεον ὄντι ληρώδει αὐτόν φησι τὸν Ἀπόλλωνα παρὰ τοῦ νοῦ πυθόμενον ἐπιπέμψαι τὴν Ἄρτεμιν τῇ Κορωνίδι. τὸν δὲ περὶ τὸν κόρακα μῦθόν φησι καὶ Ἡσίοδον μνημονεύοντα λέγειν οὕτως (fr. 123)· τῆμος ἄρ’ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτός Πυθὼ ἐς ἠγαθέην, καί ῥ’ ἔφρασεν ἔργ’ ἀΐδηλα Φοίβῳ ἀκερσεκόμῃ, ὅτι Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης, Φλεγύαο Διογνήτοιο θύγατρα. ψευδέων δ ’ οὐχ ἅπτετα ι : [ψευδῶν δ’ οὐχ ἅπτεται] ὁ τοῦ Ἀπόλλωνος νοῦς. |
| P 3 53b | ὅ ἐστιν οὐδέποτε ψευδῶν ἐφάπτεται λόγων. κλέπτει τέ μιν οὐ θεό ς : τὸν νοῦν τοῦ Ἀπόλλωνος, ὃν οὐδεὶς παραλογίζεται οὔτε θεὸς οὔτε ἄνθρωπος οὔτε ἔργοις οὔτε βουλαῖς. |
| P 3 53c | οὐκ ἄρα κόραξ εἶπεν ἀλλ’ ὁ νοῦς, καθὸ μαντικὸς καὶ ἀπαραλόγιστος. καὶ τότε γνοὺς Ἴσχυο ς : τότε μαθὼν ὁ Ἀπόλλων τοῦ Ἴσχυος τοῦ Ἐλάτου παιδὸς τὴν ξένην κοίτην καὶ τὴν ἄδικον κακουργίαν, ἔπεμψε τὴν ἀδελφὴν Ἄρτεμιν τὴν ἀκαταμαχήτῳ δυνάμει ὁρμῶσαν, εἰς τὴν Λακέρειαν. |
| P 3 55 [5] | ἡ δὲ Λακέρεια πόλις Θεσσαλίας. 60B ξενίαν κοίτα ν · ἢ τὴν μετὰ φιλίας γενομένην ἢ τὴν λαθραίαν, ἀπὸ τοῦ ξένου. |
| P 3 59 [5] | ἐς Λακέρεια ν : ὅτι ἐν Λακερείᾳ ᾤκει Κορωνὶς, Φερεκύδης ἐν αʹ (FHG I p. 71) ἱστορεῖ, πρὸς ταῖς πηγαῖς τοῦ Ἀμύρου· καὶ περὶ τοῦ κόρακος διηγεῖται, καὶ ὅτι Ἄρτεμιν ἔπεμψεν ὁ Ἀπόλλων, ἣ πολλὰς ἅμα γυναῖκας ἀπέκτεινεν, Ἴσχυν δὲ Ἀπόλλων ἀποκτείνει, τὸν δὲ Ἀσκληπιὸν δίδωσι Χείρωνι. ἡ δὲ Βοιβιὰς καὶ Νεσσωνὶς ἐλέγετο, ὥσπερ Ἀρχῖνος (FHG IV p. 317) ἐν Θεσσαλικοῖς· Βοιβιὰς δὲ ἐκλήθη ἀπὸ μιᾶς τῶν νυμφῶν Βοιβηΐδος. 62B κρημνοῖσ ι : ταῖς ὄχθαις. |
| P 3 60b | ἐπειδὴ ἡ παρθένος ὤκει [Κορωνὶς] παρὰ ταῖς ὄχθαις τῆς Βοιβιάδος λίμνης. αὕτη δὲ παράκειται τῇ Λακερείᾳ. 59B δαίμων δ ’ ἕτερο ς : ὁ κακοποιὸς, ὡς πρὸς τὸν ἀγαθόν. |
| P 3 62b | ὁ δὲ κακοποιὸς δαίμων εἰς τὴν τῆς μοιχείας κακουργίαν τρέψας τὴν Κορωνίδα, καὶ ἀναιρεθῆναι αὐτὴν παρεσκεύασε. Καλλίμαχός φησιν (fr. 91)· οὐ πάντες, ἀλλ’ οὓς ἔσχεν ὥτερος δαίμων. καὶ γειτόνων πολλο ί : τῆς τοῦ Ἀπόλλωνος . |
| P 3 64a | ... πολλοὶ, φησὶ, τῶν γειτόνων ἀπήλαυσαν τοῦ κακοῦ τοῦ περὶ τὴν Κορωνίδα· λοιμὸς γὰρ ἐγένετο, αἴτιοι δὲ τῶν λοιμῶν Ἀπόλλων καὶ Ἄρτεμις. |
| P 3 64b [5] | λοιμοῦ οὖν γενομένου συναπήλαυσαν οἱ μηδὲν αἴτιοι. Ἡσίοδος (O. D. 240)· BEFGQ πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα. ἁμ ᾶ : Ἡρωδιανὸς ἐν τῷ ιθʹ οὕτω φησί· Δωριεῖς περισπῶσι τὸ παντᾶ, ὥσπερ καὶ τὸ κρυφᾶ παρὰ Πινδάρῳ (O. |
| P 3 65 [5] | I 47). τοιοῦτον δέ ἐστι καὶ τὸ ἁμᾶ περισπώμενον [ἐκ τοῦ ἁμῆ γενόμενον]. ζητεῖται δὲ εἰ τῷ περισπωμένῳ τῷ ἁμᾶ προστεθήσεται τὸ ι. πολλὰν δ ’ ἐν ὄρει πῦρ ἐξ ἑνό ς : τὸ ὥς λείπει, καὶ περιττεύει ὁ τέ. |
| P 3 66a [5] | ἔστι γάρ· ὥσπερ δὲ πῦρ ἐμπεσὸν ὕλην πολλὴν φθείρει, οὕτω τὸ ἁμάρτημα τῆς Κορωνίδος πολλοὺς ἔφθειρεν. ἄλλως· ὥσπερ ἐάν τις εἰς ὕλην πολλὴν σπινθῆρα βάλῃ, οὐ μόνον ἐκεῖνο τὸ μέρος εἰς ὃ βέβληται κατακαίεται, ἀλλὰ καὶ πᾶσα ἡ ὕλη συγκαίεται, οὕτω θανάτου βληθέντος εἰς τὴν Κορωνίδα ἀπ’ Ἀρτέμιδος καὶ λοιμικοῦ πάθους κατασκήψαντος, πολλοὶ τῶν γειτόνων ἀπώλοντο. |
| P 3 66b | καὶ Εὐριπίδης (fr. 411)· μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας πρήσειεν ἄν τις. τείχει ξυλίν ῳ : τῇ πυρκαϊᾷ, ἐφ’ ἧς ἐτέθη τὸ σῶμα τῆς Κορωνίδος εἰς ἀφανισμόν. |
| P 3 70 [5] | τότε εἶπεν Ἀπόλλω ν : ἐπεὶ δὲ ἐξήφθη ἡ πυρὰ, εἶπεν Ἀπόλλων· οὐκέτι ὑπομενῶ τὸ ἐμὸν σπέρμα ἰδεῖν συναπολλύμενον τῇ Κορωνίδι. βάματι δ ’ ἐν πρώτ ῳ : ἐὰν μὲν γράφηται ἐν πρώτῳ, ὡς νῦν γέγραπται, ἔσται ἑνὶ βήματι ὁ Ἀπόλλων ἀπὸ τῆς Πυθῶνος ἐληλυθὼς εἰς τὴν Θεσσαλίαν· ἐὰν δὲ, ὡς ἔν τισι, βάματι δ’ ἐν τριτάτῳ, ἔσται παραφράζων τὸ τρὶς μὲν ὀρέξατ’ ἰών (Ν 20). |
| P 3 75 | ἔστι δὲ σεμνότερον καὶ πρέπον τῷ θεῷ τὸ ἅμα τῷ πρώτῳ βήματι ῥύσασθαι τὸν παῖδα, ἔστι δὲ καὶ πρὸς τὴν ἀντίστροφον σύμφωνον. ὁ μέντοι Ἀρίσταρχος γράφει τριτάτῳ. διέφαινε ν : οὐ λέγει, ὅτι διαφανὴς ἐγένετο καὶ λαμπρὰ, ἀλλ’ ὅτι ἡ φύσις τοῦ πυρὸς οἷον διεσχίσθη· οἷον διάστημα τοῦ πυρὸς ἐγενήθη, ἕως ἂν ἐπιβὰς ὁ Ἀπόλλων ἀνέληται τὸν παῖδα. |
| P 3 79 [5] | καί ῥά μι ν : καὶ δὴ τὸν ἑαυτοῦ παῖδα Ἀπόλλων ἐνεχείρισεν τῷ Κενταύρῳ τῷ Θεσσαλῷ ἀναδιδάσκειν τὰς πολλῶν πημάτων αἰτίας τοῖς ἀνθρώποις νόσους θεραπεύειν. τοὺς μὲν ὧν ὅσσοι μόλο ν : τούτους μὲν οὖν, ὅσοι παρεγένοντο ἑλκῶν κοινωνοὶ, ἢ τῷ λαμπρῷ σιδήρῳ τὰ μέλη τετρωμένοι, ἢ χειροπληθεῖ λίθῳ μακρόθεν βεβλημένῳ (ἀπὸ κοινοῦ δὲ τὸ μέλη τετρωμένοι), ἢ τῷ θερμαντικῷ πορθούμενοι καὶ κατακαιόμενοι τὸ σῶμα, ἢ φρίκῃ ἢ ῥίγει, ἀπολύσας ἄλλον ἀλλοίων λυπῶν ἐξήγαγεν· ὅ ἐστι τῶν νόσων. |
| P 3 83b | αὐτοφύτω ν : τῶν φυμάτων· ταῦτα γὰρ αὐτόφυτα ἕλκη, ὡς ἂν οὐχ ὑπ’ ἄλλων ἐπακτὰ ὄντα, ἀλλ’ αὐτόματα γινόμενα. πολιῷ χαλκῷ τετρωμένο ι : τραυματίαι σιδήρῳ· ἢ τραύματα εἰληφότες διὰ χαλκοῦ. |
| P 3 86 | χερμάδ ι : χειροπληθεῖ λίθῳ μακρόθεν βεβλημένῳ. ἀπὸ κοινοῦ δὲ τὸ μέλη τετρωμένοι. ἢ θερινῷ πυρ ί : τῷ θερμαντικῷ ἢ τῷ πυρετῷ ἐκπορθούμενοι τὸ σῶμα. |
| P 3 89 [5] | χειμῶν ι : τῷ ῥίγει καθόλου. τῷ ῥιγοπυρέτῳ. ἔξαγε ν , τοὺς μὲν μαλακαῖ ς : καὶ τοὺς μὲν προσηνέσιν ᾠδαῖς θεραπεύων, τοὺς δὲ προσηνῆ φάρμακα πίνοντας, ἢ τοῖς μέλεσιν αὐτῶν περιάπτων τινὰ πρὸς θεραπείαν, τοὺς δὲ τομαῖς καὶ χειρουργίαις ταῖς διὰ σιδήρου ἀνέστησεν ὀρθοὺς καὶ ὑγιεῖς ἀπέδειξεν. |
| P 3 91 | ὅτι δὲ ἀρχαία ἦν καὶ δι’ ἐπῳδῆς ἡ ἰατρικὴ, καὶ οὐ μόνον ἡ διὰ φαρμάκων καὶ διαίτης, φησὶ καὶ Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ’ αἷμα κελαινὸν ἔσχεθον. ἀλλὰ κέρδε ι : ἀλλὰ καὶ ἡ σοφία κέρδει δέδεται καὶ ἥττηται. |
| P 3 96 [10] | μετέστρεψε γὰρ καὶ τὸν θεὸν, φησὶ δὲ τὸν Ἀσκληπιὸν, τῷ πλείονι μισθῷ ὁ χρυσὸς ἐν ταῖς χερσὶ φανεὶς, ὥστε ἄνδρα ἐκ θανάτου ἀναγαγεῖν ἤδη τῷ μοιριδίῳ ληφθέντα. λέγεται δὲ ὁ Ἀσκληπιὸς χρυσῷ δελεασθεὶς ἀναστῆσαι Ἱππόλυτον τεθνηκότα· οἱ δὲ Τυνδάρεων, ἕτεροι Καπανέα, οἱ δὲ Γλαῦκον, οἱ δὲ Ὀρφικοὶ (fr. 256 Ab.) Ὑμέναιον, Στησίχορος BEGQ δὲ (fr. 16) ἐπὶ Καπανεῖ καὶ Λυκούργῳ· οἱ δὲ διὰ τὸ τὰς Προιτίδας ἰάσασθαι, οἱ δὲ διὰ τὸ τὸν Ὠρίωνα· Φύλαρχος (FHG I p. 336) ὅτι τοὺς Φινείδας ἰάσατο, Φερεκύδης (FHG I p. 72) δὲ ὅτι τοὺς ἐν Δελφοῖς θνήσκοντας ἀναβιοῦν ἐποίησεν. χερσὶ δ ’ ἄρ α : προσυπακουστέον δὴ τῷ ῥίψαις τὸν κεραυνόν. |
| P 3 100 | τοῦτον ῥίψας δι’ ἀμφοτέρων, τοῦ τε Ἀσκληπιοῦ καὶ τοῦ ἀνισταμένου ἀπὸ τοῦ θανάτου, ἀνεῖλεν αὐτούς. ῥίψαις δ ι ’ ἀμφοῖ ν : οἷον, οὕτω περίθυμος ἐγενετο ὁ Ζεὺς, ὥστε ἐνσκῆψαι βέλος διαμπὰξ δι’ ἀμφοτέρων τῶν μαστῶν ἢ τῶν πλευρῶν. |
| P 3 102b [5] | δι’ αὐτοῦ τε τοῦ Ἀσκληπιοῦ καὶ τοῦ ἰατρευθέντος, ὥστε καὶ τὸν Ἀσκληπιὸν ἀνῃρῆσθαι καὶ τὸν ἀναβεβιωκότα. ὁ δὲ Κράτης τὸν Ἀσκληπιόν φησι καὶ τὸν διδάξαντα αὐτὸν Χείρωνα. οὐδεὶς δὲ τοῦτο μαρτυρεῖ. αἴθων κεραυνό ς : ὁ διάπυρος κεραυνὸς ἐνεστήριξεν ἀμφοτέροις τὸν θάνατον. |
| P 3 106 [5] | χρὴ τὰ ἐοικότ α : πρέπει τὰ ἀρέσκοντα τοῖς θεοῖς καὶ τὰ πρέποντα, ἢ τὰ ἁρμόζοντα τοῖς ἀνθρώποις, ἐκεῖνα παρὰ θεῶν ζητεῖν γινώσκοντα τὰς παρὰ πόδας ὁποίας ἔχομεν μοίρας· οἷον τὸ ἐνεστὼς, τὰ καθεστῶτα, οἵαν μοῖραν εἰλήχαμεν. ὅμοιον τῷ Χίλωνος ἀποφθέγματι τῷ Γνῶθι σαυτόν. τὸ δὲ ὅλον, ὅτι θνητοὶ πεφύκαμεν. μὴ φίλα ψυχ ά : ὁ λόγος πρὸς ἑαυτόν· μηδαμῶς δὲ, ὦ προσφιλεστάτη ψυχὴ, θνητὴ τυγχάνουσα ἐπ’ ἀθάνατον σπεῦδε βίον, ἀλλὰ μᾶλλον ἐπιζήτει μηχανὴν, ἣν καὶ καταπράξασθαι δύνασαι. |
| P 3 109 | 111E τὰν δ ’ ἔμπρακτο ν : οἷον, τοιούτοις ἐπιχείρει ἃ δύναται πραχθῆναι. |
| P 3 110a | τοῦτο γὰρ σημαίνει τὸ ἔμπρακτον. ἣν δέον ἐστὶ πρᾶξιν ἀνύειν, ταύτην διαπράττου. |
| P 3 110b | πρὸς δὲ τὸ ἄντλει καὶ τὴν μηχανὴν ἐπήγαγεν. 112E εἰ δὲ σώφρω ν : ἀνέδραμε πάλιν εἰς τὴν ἀρχὴν τοῦ ἐπινίκου. |
| P 3 111a | τοῦτο γὰρ ἐκείνῳ προσαπτέον Ἤθελον Χείρωνά κε Φιλλυρίδαν· καὶ μετὰ τὴν διάνοιαν ἐκείνην τὴν εὐκτικὴν εἰκότως προσάψομεν. ἄλλως· ἐπανέλαβε τὰ ἐν ἀρχῆν ἀρχὴν θέντα, Ἤθελον Χείρωνά κε Φιλλυρίδαν, ἐπεὶ πολλά ἐστι τὰ διὰ μέσου ῥηθέντα. |
| P 3 111b [5] | εἰ οὖν ὁ σώφρων Χείρων ἐκεῖνος ἄντρον ἔναιεν ἔτι, καὶ ἐκήλησα ἂν αὐτὸν καὶ ἐφιλοτιμησάμην ταῖς ἐμαῖς ᾠδαῖς, καὶ ἔπεισα ἂν αὐτὸν ἰατρὸν ὄντα παρασχεῖν τῷ Ἱέρωνι τῶν καυστικῶν νόσων ἀπόλυσίν τινα. διάπυροι γὰρ αἱ νόσοι. 110E 117B καί τί ο ἱ : καί τι αὐτῷ φίλτρον καὶ ἡδονὴν ἐν τῇ ψυχῇ ἐποίουν οἱ ἐμοὶ ὕμνοι. |
| P 3 112b [5] | ὁ δὲ νοῦς· εἰ δὲ ὁ σώφρων καὶ ὁ συνετώτατος κατὰ τὸ Πήλιον ἔτι ᾤκει ἄντρον Χείρων, καί τι αὐτῷ φίλτρον καὶ ἡδονὴν οἱ ἐμοὶ ἡδύφωνοι ὕμνοι ἐτίθεσαν, ἰατρὸν ἂν αὐτὸν καὶ ἐπὶ τοῦ παρόντος τοῖς ἀγαθοῖς ἀνδράσιν ἔπεισα παρασχεῖν, ἤτοι τοῦ τῆς Λητοῦς παιδὸς Ἀπόλλωνος κεκλημένον υἱόν· φησὶ δὲ τὸν Ἀσκληπιόν· ἢ τοῦ Διὸς, καὶ ἀπὸ κοινοῦ κεκλημένον, αὐτὸν τὸν Ἀπόλλωνα. 120 b B θερμᾶν νόσω ν : ἢ ὅτι ἐπύρεττεν ὁ Ἱέρων, ὡς ἔνιοι τῶν ἱστορικῶν ἐβουλήθησαν, ἢ ὅτι ἐποδαλγία· τὸ δὲ νόσημα τῶν διαπύρων φασίν. |
| P 3 117 | οἱ δὲ τὴν λιθουρίαν ἀποδεδώκασιν. 112 b B ἤ τινα Λατοΐδ α : μητρωνυμικῶς τοῦ Ἀπόλλωνος· φησὶ δὲ τὸν Ἀσκληπιόν. |
| P 3 118b | ἄλλως· ἤ τινα τοῦ Ἀπόλλωνος ἀπόγονον κεκλημένον ἢ καὶ υἱὸν αὐτοῦ· ἀπὸ κοινοῦ δὲ τὸ κεκλημένον. ἢ πατέρο ς : τοῦ Διός. |
| P 3 119 [5] | παρὰ τὸ Ὁμηρικόν (Ο 47)· πατὴρ ἀνδρῶν τε θεῶν τε. ἢ πατέρος υἱὸν τὸν Ἀπόλλωνα. καί κεν ἐν ναυσ ί : καὶ δὴ ἂν ναυσὶ διαπλεύσας, [καὶ] διατεμὼν τὸ Ἰόνιον πέλαγος παρεγενόμην ἐπὶ τὴν Ἀρέθουσαν τὴν ἐν τῇ Ὀρτυγίᾳ τῇ Σικελικῇ κρήνην, παρὰ τὸν Αἰτναῖον φίλον Ἱέρωνα, ὃς καὶ ταῖς Συρακούσαις βασιλεύει τοῖς πολίταις πρᾳότατος ὢν καὶ ἀνεπαχθὴς καὶ τοῖς ἀγαθοῖς οὐ διαφθονῶν, τοῖς τε ξένοις ἀξιάγαστος ὑπάρχων πατὴρ διὰ τὴν φιλοφροσύνην. |
| P 3 120a | 127 b B Ἰονίαν τέμνων θάλασσα ν : Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν, τὸ παρὰ τὸ Ἀδριατικὸν πέλαγος, ὡς καὶ Θουκυδίδης (I 24)· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον πόντον. |
| P 3 120b [5] | παράκειται δὲ καὶ ἡ Σικελία· ἀπὸ τῶν οὖν γειτνιώντων τὴν νῆσον ἐδήλωσεν. ἄλλως. |
| P 3 120c [5] | τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι (Aesch. Prom. 866) ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ (FHG I p. 302) ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ. Ἀρχέμαχος (FHG IV p. 316) δὲ ἀπὸ τῶν ἀπολομένων ἐν αὐτῷ Ἰαόνων. Ἀρέθουσαν ἐπὶ κράνα ν : ἡ Ἀρέθουσα κρήνη ἐν Ὀρτυγίᾳ τῇ Σικελιωτικῇ, ἣν δὴ ἀπόλλωνος οὖσαν ἱερὰν Ἀπόλλωνος ἀπέδωκεν. |
| P 3 122 | 120 a B νέμε ι : ὃς ὢν βασιλεὺς Συρακουσῶν νέμει καὶ διοικεῖ τὰ δέοντα. |
| P 3 127a [5] | τῷ μὲν διδύμα ς : ὁ νοῦς· τῷ δὲ Ἱέρωνι διπλασίους χάριτας (ἔξωθεν παρέσχον ἂν), εἰ παρεγενόμην ὑγείαν ἅμα κομίζων τιμίαν καὶ τὸν ὕμνον τῶν Πυθικῶν ἄθλων αἴγλην ὄντα καὶ λαμπηδόνα· οὕστινας τοὺς στεφάνους ἀριστεύων τῷ τάχει ἔλαβεν ὁ Φερένικός ποτε ἐν τῇ Κίρρᾳ· εἶτα ἡ ἀνταπόδοσις πρὸς τὸ πρῶτον· εἰ κατῆλθον εἰς Σικελίαν, παρεγενόμην ἂν τὸ βαθύτατον πέλαγος διαπεράσας, καί φημι οὐρανίου ἀστέρος λαμπρότερον καὶ ἐπιφανέστερον ἄγειν φῶς τήν τε θεραπείαν καὶ τὸν ὕμνον. 134B διδύμας χάριτα ς : τήν τε τοῦ ἰατρεύοντος Χείρωνος, εἰ ἀνεβίωσε, καὶ τὴν τῶν ὕμνων, ὧν εἰς αὐτὸν γράφω. |
| P 3 128 | εἰ κατέβα ν : ἀντὶ τοῦ ἦλθον. Ὅμηρος (Ξ 19)· πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, ἀντὶ τοῦ ἐλθεῖν. 127 a B τοὺς ἀριστεύω ν : οὕστινας ἀριστεύων τοὺς στεφάνους τῷ τάχει ἔλαβεν ὁ Φερένικός ποτε ἐν τῇ Κίρρᾳ. |
| P 3 134a | ἀστέρος οὐρανίο υ : ἐφάνην ἂν αὐτῷ τοῦ ἡλίου λαμπρότερος· ὥστε οὐράνιον ἀστέρα λέγεσθαι τὸν ἥλιον. εἰ οὖν, φησὶν, εὐξάμενοι παρεστήσαμεν τὸν Χείρωνα ἀπαλλάξειν αὐτὸν τῆς νόσου, καὶ τὸ ἐπὶ τῇ νίκῃ ποίημα κατεσκεύασα, τότε ἐφάνην ἂν αὐτῷ ὡς ἥλιος, διαβὰς τὸ πέλαγος καὶ ἐλθὼν εἰς Σικελίαν. |
| P 3 134b | 137 b B ἀλ λ ’ ἐπεύξασθα ι : ἀλλ’ ἐπεύξασθαι μὲν καὶ καθικετεῦσαι ἐγὼ βούλομαι τὴν Ῥέαν, ἥντινα αἱ κόραι πλησίον τῶν ἐμῶν οἴκων σὺν τῷ Πανὶ ἀνυμνοῦσι κατὰ τὴν νύκτα, τὴν σεμνὴν θεόν. |
| P 3 137a [5] | λέγεται δὲ Ῥέας ἱερὸν πλησίον τῶν Πινδάρου οἴκων εἶναι. φησὶν οὖν ὅτι κατεύξομαι τὴν Ῥέαν, παρόσον δοκεῖ τῶν νόσων αὐξητικὴ καὶ μειωτικὴ εἶναι· κατεύξομαι οὖν αὐτὴν, φησὶν, εὐμενῆ εἶναι τῷ Ἱέρωνι. 139B 138E ἀλ λ ’ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω ματρ ί : Ἀριστόδημός φησιν Ὀλυμπίχου αὐλητοῦ διδασκομένου ὑπὸ Πινδάρου γενέσθαι κατὰ τὸ ὄρος, ὅπου τὴν μελέτην συνετίθει, καὶ ψόφον ἱκανὸν καὶ φλογὸς καταφοράν· τὸν δὲ Πίνδαρον ἐπαισθόμενον συνιδεῖν Μητρὸς θεῶν ἄγαλμα λίθινον τοῖς ποσὶν ἐπερχόμενον, ὅθεν αὐτὸν συνιδρύσασθαι πρὸς τῇ οἰκίᾳ Μητρὸς θεῶν καὶ Πανὸς ἄγαλμα. |
| P 3 137b [10] | τοὺς δὲ πολίτας πέμψαντας εἰς θεοῦ πυνθάνεσθαι περὶ τῶν ἐκβησομένων· τὸν δὲ ἀνειπεῖν, ἱερὸν Μητρὸς θεῶν ἱδρύσασθαι. τοὺς δὲ ἐκπλαγέντας τὸν Πίνδαρον διὰ τὸ προειληφέναι τὸν χρησμὸν, ὁμοίως τῷ Πινδάρῳ ἐκεῖσε τιμᾶν τὴν θεὸν τελεταῖς. 137 a B 139E πα ρ ’ ἐμὸν πρόθυρο ν : ὅτι ἐγειτνία τῇ Πινδάρου οἰκήσει Μητρὸς θεῶν ἱερὸν καὶ Πανὸς, ὅπερ αὐτὸς ἱδρύσατο. |
| P 3 138 | 137 b E σὺν Παν ί : τὸ σὺν Πανὶ οὐχ ὅτι αἱ κόραι σὺν τῷ Πανὶ χορεύουσι καὶ ἀνυμνοῦσι τὴν Ῥέαν, ἀλλὰ τὴν Ῥέαν καὶ τὸν Πᾶνα ἀνυμνοῦσι. |
| P 3 139a [5] | πάρεδρος γὰρ ὁ Πὰν τῇ Ῥέᾳ, ὡς αὐτὸς ὁ Πίνδαρος ἐν τοῖς κεχωρισμένοις τῶν Παρθενείων (fr. 95) φησίν· Ὦ Πὰν Ἀρκαδίας μεδέων, ἕως τοῦ Ματρὸς μεγάλας ὀπαδὲ, σεμνῶν Χαρίτων μέλημα τερπνόν. ἄλλως. |
| P 3 139b [10] | πρὸς τῇ οἰκίᾳ τοῦ Πινδάρου Μητρὸς θεῶν ἵδρυτο ἱερὸν, ᾗ θέλειν εὔξασθαί φησι. οἱ δὲ, ὅτι καθάρτριά ἐστι τῆς μανίας ἡ θεός· καὶ τὸν Διόνυσον δὲ καθᾶραι τῆς μανίας δοκεῖ. τὸν δὲ Πᾶνα παρείληφεν, ὡς μὲν ἔνιοί φασιν, ὅτι καὶ ὁ Πὰν πλησίον καθίδρυτο Πινδάρου, ἢ ὅτι σύνεστι τῇ θεῷ ὡς ὄρειος ὤν. καὶ ἡ Ῥέα δὲ ὄρειος λέγεται διὰ τὸ ἐν Ἴδῃ οἰκεῖν. (140.) ἐννύχιαι δὲ, ἐπεὶ νυκτὸς αὐτῇ τὰ μυστήρια τελεῖται. (138.) κοῦραι δὲ, αἱ τοῦ Πινδάρου θυγατέρες Πρωτομάχη καὶ ΕὔμηDEGQ τις. ἢ αἱ νύμφαι. εἰ δὲ λόγων συνέμε ν : εἰ δὲ δύνασαι συνεῖναι τὴν τῶν λόγων ὀρθὴν κορυφὴν, [καὶ] γινώσκεις ἀσφαλῶς μανθάνων τὰ τῶν παλαιῶν. |
| P 3 141a [25] | λέγει δὲ τὰ παρὰ τοῦ ποιητοῦ, ὅτι παρὰ ἓν ἀγαθὸν πήματα δύο ἀπονέμουσιν οἱ θεοί. φησὶ γάρ που (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων οἷα διδοῦσι, κακῶν, ἕτερος δὲ ἐάων. ᾧ μὲν καμμίξας δώῃ Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ἐπιμίσγεται, ἄλλοτε δ’ ἐσθλῷ. δοκοῦσι γὰρ οἱ εὐδαίμονες συγκεκραμένον ἔχειν τοῖς ἀγαθοῖς καὶ φαῦλον· οἱ δὲ δυστυχεῖς ἄκρατον τὴν δυστυχίαν. διὸ καὶ περὶ τοῦ Δημοδόκου τοῦ κιθαρῳδοῦ φησιν (θ 63)· ὃν πέρι Μοῦς’ ἐφίλησε, δίδου δ’ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν. διὸ εἴτις λέγει, διατί θεοφιλὴς ὢν πήρωσιν ἐδυστύχησεν, ἔχομεν λέγειν, ὅτι ἀδύνατόν ἐστιν ἄνθρωπον ὄντα τελέως ἐν πᾶσιν εὐτυχεῖν καὶ ἀπαθῆ εἶναι. ὁ μέντοι Πίνδαρος οὕτως ἐδέξατο, δύο πίθους εἶναι φαύλων καὶ ἕνα ἀγαθῶν. διὸ καὶ αὐτός φησιν· ἓν παρ’ ἐσλὸν πήματα σύνδυο. οὐκ ἔστι δὲ τοῦτο. δύο γὰρ οἱ πίθοι εἰσὶ, καὶ ὁ μὲν εἷς ἀγαθῶν, ὁ δὲ ἕτερος φαύλων. τὸ γὰρ ἕτερος ἐλέγχει παρακείμενον, ὅπερ ἐπὶ δυϊκοῦ μόνου ἀριθμοῦ λέγεται, τῶν δύο τὸ ἕτερον. ὁ λόγος οὖν πρὸς τὴν Ἱέρωνος νόσον καὶ πρὸς τὸ τῆς βασιλείας ἀξίωμα. μηδαμῶς, φησὶν, ὦ Ἱέρων, ἀλγύνου· ἀδύνατον γάρ ἐστιν ἄνθρωπόν σε ὄντα καὶ εὐδαιμονοῦντα μὴ ἔχειν τι καὶ βλάβης. ἀνασηκοῦσι γὰρ ὥσπερ τὰ ἀγαθὰ τῇ τῶν φαύλων μερίδι. ἄλλως· ἔνιοι ἀπεκδοχήν φασιν εἶναι ταῦτα τῶν Ὁμήρου, ὡς εἰπόντος αὐτοῦ ὅτι τριῶν ὄντων πίθων, ἑνὸς μὲν τῶν ἀγαθῶν, δυεῖν δὲ τῶν κακῶν, ὁ Ζεὺς δίδωσιν ἐξ ἑκάστου μοῖραν. |
| P 3 141b [10] | ἐλέγχεται δὲ, ὅτι τὸ ἕτερος ἐπὶ δύο μόνων λέγεται· ὅτι εἰ καὶ ᾔδει τρεῖς ὄντας τοὺς πίθους, ἄλλος ἂν εἶπε καὶ οὐχ ἕτερος. ἔστι δὲ ὑποστίξαντα εἰς τὸ δώρων οἷα δίδωσι διαστεῖλαι καλῶς· κακῶν, ἕτερος δὲ ἐάων. δύο οὖν λέγει πίθους Ὅμηρος, κακῶν τε καὶ ἀγαθῶν, καὶ ᾧ μὲν ἀνθρώπων ἓν παρ’ ἓν ἀγαθὸν καὶ κακὸν δῷ, εὐδαίμων ἐστὶν, ᾧ δ’ ἂν ἐκ θατέρου δῷ δύο μοίρας τῶν κακῶν, τοῦτον εἶναι κακοδαίμονα. ταῦτα δὲ λέγει παραμυθούμενος τὸν Ἱέρωνα, ὑπὲρ τοῦ πρᾴως φέρειν τὴν λιθίαν. ἓν πα ρ ’ ἐσλό ν : ὡς δὲ λεγόμενον προφέρεται τὸ τοιοῦτον, ὅτι τοῖς ἀνθρώποις οἱ θεοὶ τὴν τρίτην τῶν ἀγαθῶν μοῖραν, τῶν δὲ κακῶν τὰς δύο ἀπομερίζουσιν. |
| P 3 147 | τὰ μὲν ὦ ν : ταῦτα μὲν οὖν τὰ φαῦλα ἀδυνάτως ἔχουσιν οἱ ἄφρονες κοσμίως καὶ ἀνθρωπίνως φέρειν, ἀλλ’ οἱ συνετοὶ φέρουσι, τὰ καλὰ προσβάλλοντες ἔξω, καὶ λογιζόμενοι ῥᾷον φέρουσι τὰ φαῦλα. ἀλ λ ’ ἀγαθο ί : τὴν μεταφορὰν εἴληφεν, οἷον ἄν τις νοήσειεν, ἐπὶ τῶν ἱματίων. |
| P 3 149 [5] | ὅταν γὰρ ἔχῃ κηλῖδας, οὐ δυνάμενός τις εὐκόσμως χρῆσθαι, τὸ μὲν κηλιδωθὲν ἔνδον ἔστρεψε, τὸ δὲ καλὸν ἔξω· τοὐναντίον δὲ ἐὰν ἄφρων ᾖ, τὰς κηλῖδας ἔξω ἐᾷ. καὶ τὸν βίον οὖν τῶν ἀνθρώπων φησὶ κοινῇ μὲν πάντων ἔχειν πήματα, ταῦτα δὲ τοὺς μὲν ἄφρονας ἐν φανερῷ παρέχειν, τοὺς δὲ σώφρονας μετὰ κόσμου φέρειν ἀποκρυπτομένους καὶ τὰ καλὰ τοῦ βίου ἔξω τρέποντας. 150 b B τὶν δὲ μοῖρ α : ὁ νοῦς· σοὶ δὲ, ὦ Ἱέρων, μερὶς ἀγαθῶν ἀκολουθεῖ· τὸν γὰρ δὴ τῶν λαῶν ἡγούμενον πλοῦτον καὶ ἡ ἐξ ἀρχῆς ἐδωρήσατό σοι καταβολὴ, καὶ ὁρᾷ σε εἴπερ τινὰ τῶν ἄλλων ἀνθρώπων εὐδαίμονα. |
| P 3 150a | 151B ἄλλως· τοῦτο ἔχεις, φησὶν, ἀγαθόν. |
| P 3 150b | μοῖρα γάρ σοι τῆς εὐδαιμονίας σύνεστιν. ἄλλως· σοὶ δὲ ἡ τῆς εὐδαιμονίας μοῖρα ἀκολουθεῖ· ἀποκεκλήρωσαι γὰρ τὰ ἀγαθὰ, τὸν λαγέταν καὶ τύραννον τῶν ἀνθρώπων πλοῦτον. |
| P 3 150c | 150 a B λαγέτα ν : τὸν γὰρ λαγέταν τύραννον ἔχεις πλοῦτον. |
| P 3 151b [5] | λαγέτας δὲ ὁ πλοῦτος, ἐπεὶ πάντας ἄγει λαούς· ὑποτάσσονται γὰρ αὐτῷ πάντες. ἀλλὰ μὴν καὶ τύραννός ἐστι. τοῦτο πρὸς τὸ ἓν παρ’ ἐσλὸν πήματα σύνδυο· καὶ γὰρ τῷ Ἱέρωνι εὐδαιμονία μὲν ἡ τῆς τυραννίδος ἐπὶ μέγιστον ἕπεται, παρεπλάκη δέ τι κακὸν, ἡ νόσος. αἰὼν δ ’ ἀσφαλή ς : βίος δὲ ἀσφαλὴς καὶ ἄπταιστος οὐδαμοῦ ἐγένετο, οὔτε παρὰ τῷ Αἰακίδῃ Πηλεῖ, οὔτε παρὰ τῷ ἰσοθέῳ Κάδμῳ· καίτοι λέγονται τῶν ἀνθρώπων εὐδαιμονίαν ἐξοχωτάτην ἐσχηκέναι. |
| P 3 153b [10] | ἄλλως· βίος δὲ ἄνευ σφάλματος καὶ βλάβης οὐκ ἐγένετο οὔτε Πηλεῖ οὔτε Κάδμῳ. ταῦτα δὲ διὰ τὴν νόσον αὐτῷ παραινεῖ. (158B) τὸν δὲ Κάδμον παρέλαβε διὰ τὸ καὶ τοῦτον εὐδαιμονήσαντα ἐκπεσεῖν εἰς Ἰλλυριούς· ὅλως δὲ αὐτὸν ἀποσεμνύνουσι διαπεφυκότα τὸ γένος εἰς θεούς. πρόπαππος γὰρ ὁ Ζεὺς καὶ πάππος ὁ Ποσειδῶν, ὁ δὲ Ἄρης κηδεστὴς, ἡ δὲ Ἀφροδίτη πενθερὰ, ἡ δὲ Θυώνη καὶ ἡ Λευκοθέα θυγατέρες, ὁ δὲ Διόνυσος καὶ ὁ Παλαίμων θυγατριδοῖ· τὸ δὲ ὅλον καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων τετιμῆσθαί που μάλιστα πάντων κατὰ τὴν Ἑλλάδα· διόπερ καὶ αὐτὸς ἀπεθεώθη μετὰ τῆς γυναικὸς Ἁρμονίας, καὶ κατῴκησαν ἐν τῷ Ἠλυσίῳ πεδίῳ ἐπὶ δρακόντων ἅρματος, ὡς οἱ ποιηταὶ καὶ οἱ μυθογράφοι [ἡμῖν] παραδεδώκασιν. (153 a repet. EGQ) 160B οἵ τε καὶ χρυσαμπύκω ν : οἳ, οὗτοι· συλληπτικὸς ὁ τρόπος. |
| P 3 158b [5] | οἵτινες καὶ τῶν Μουσῶν ᾀδουσῶν καὶ ἐν τῷ Πηλίῳ ὄρει καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις κατήκουσαν. καὶ ταῦτα διὰ τὴν νόσον αὐτῷ παραινεῖ· καὶ γὰρ ὁ Πηλεὺς καὶ ὁ Κάδμος, φησὶν, εὐδαιμονέστατοι γενόμενοι τῶν ἀνθρώπων εἴς τινα καὶ ἐδυστύχησαν· διὸ, ὦ Ἱέρων, μὴ καταπονοῦ διὰ τὸ πάθος τῆς λιθιάσεως· τὰ γὰρ ἄλλα πάντα εὐτυχὴς πέφυκας. 153 b med. B καὶ ἐν ἑπταπύλοι ς : καὶ ἐνταῦθα τὸ χωρὶς ἑκάστῳ συμβεβηκὸς συλληπτικῶς ἐπ’ ἀμφοτέρων τίθησι, καὶ λίαν πυκνός ἐστιν ἐν τοῖς τοιούτοις· ὁ μὲν γὰρ Πηλεὺς ἐν Πηλίῳ τῷ ὄρει παρὰ Χείρωνι τὴν Θέτιν ἔγημεν, ὁ δὲ ἕτερος ἐν Θήβαις τὴν Ἁρμονίαν. |
| P 3 160 | εἶπε δὲ, ὅτι τῶν Μουσῶν ἤκουσαν καὶ ἐν τῷ [Πηλίῳ] ὄρει καὶ ἐν ταῖς Θήβαις· πρὸς ὃ καὶ τὸ σημεῖον. καὶ θεοὶ δαίσαντ ο : καὶ οἱ θεοὶ παρ’ ἀμφοτέροις εὐωχήθησαν, τουτέστιν ἐν τοῖς ἀμφοτέρων γάμοις. |
| P 3 165 | ὅπερ Ὅμηρος (Ω 62)· πάντες δ’ ἀντιάασθε γάμου θεοί, ἐπὶ τοῦ Πηλέως. καὶ Κρόνου παῖδα ς : καὶ τοὺς Κρόνου παῖδας βασιλεῖς ἐθεάσαντο ἐν ταῖς χρυσαῖς καθέδραις, καὶ δῶρα παρ’ αὐτῶν ἐδέξαντο. |
| P 3 166 [5] | (167 a B) ἀλλ’ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον οὐκ ηὐτύχησαν βίον. ὁ μὲν γὰρ Κάδμος εἰς ὄφιν μεταβαλὼν ἀπέθανεν, ὁ δὲ [Πηλεὺς] ἐν Ἰκῷ τῇ νήσῳ ἀτυχήσας τὸν βίον οἰκτρῶς καὶ ἐπωδύνως ἀπέθανεν, ὡς καὶ ὁ Καλλίμαχος (fr. 372) μαρτυρεῖ. 168B ἕδνα τ ε : ἀκύρως τὰ δῶρα ἕδνα εἶπε. |
| P 3 167a [5] | τῷ μὲν γὰρ Πηλεῖ γαμοῦντι τὴν Θέτιν ὁ Ποσειδῶν διὰ τὴν σωφροσύνην ἐδωρήσατο ἵππους, Ἥφαιστος δὲ μάχαιραν· τῷ δὲ Κάδμῳ γαμοῦντι τὴν Ἁρμονίαν Ἀφροδίτη χρυσοῦν ὅρμον ἐδωρήσατο, ὃν κτησάμενος Πολυνείκης κατὰ διαδοχὴν τοῦ γένους παρέσχεν Ἐριφύλῃ, ἵνα πείσῃ Ἀμφιάραον ἵν’ ἐξέλθῃ ἐπὶ τὸν πόλεμον. ὃ λέγει οὖν τοιοῦτόν ἐστι· καὶ δῶρα παρ’ αὐτῶν ἔλαβον, ἀλλ’ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον βίον οὐκ εὐτύχησαν. |
| P 3 167b [5] | ὁ μὲν γὰρ Κάδμος μετέβαλεν εἰς ὄφιν, ὁ δὲ Πηλεὺς ἐν Ἰκῷ τῇ νήσῳ οἰκτρῶς ἀπέθανεν. 166 med. B DEGQ Διὸς δὲ χάρι ν : κατὰ δὲ τὴν τοῦ Διὸς γνώμην μεταβαλόντες ἐκ τῶν προτέρων ἀγαθῶν, διὰ τῶν δευτέρων καμάτων ἔστησαν ὀρθὴν τὴν καρδίαν, τουτέστι διὰ τὰς ὑπερβαλλούσας ἀτυχίας ἔκπληκτοι ὥσπερ καὶ τὴν καρδίαν πληγέντες γεγόνασιν. |
| P 3 168b | οἱ δὲ οὕτως· ἐκ τῶν προτέρων ἀγαθῶν μεταβαλλόμενοι τὴν ὀρθὴν καρδίαν καὶ εὐδαίμονα διὰ καμάτων καὶ συμφορῶν ἰσχυρῶν ἦλθον. μεταμειψάμενο ι : ἐπεὶ ἐξέφυγον ἐκ τῶν πατρίδων, οἷον ἐκ τῶν προτέρων κακῶν μεταβαλόντες ηὐφράνθησαν· θεῶν γὰρ ἔτυχον γάμων. |
| P 3 173a | τὸν μὲν ὀξείαισ ι : τὸν μὲν Κάδμον αἱ θυγατέρες ἀπολλύμεναι τὸ τῆς εὐφροσύνης μέρος ἠρήμωσαν. ἐν σχήματι δὲ εἶπεν, ἀντὶ τοῦ εὐφροσύνης ἔρημον ἐποίησαν. ἄλλως· τὸν μὲν Κάδμον αἱ τρεῖς θυγατέρες ταῖς ὀξείαις συμφοραῖς τὸ τῆς εὐφροσύνης μέρος ἠρήμωσαν καὶ ἀφείλαντο· εἰς δὲ τὸ τῆς ἐπεράστου Σεμέλης λέχος ὁ Ζεὺς παρεγένετο. |
| P 3 173b [10] | ὅτι δὲ αἱ θυγατέρες τοῦ Κάδμου ἐδυστύχησαν, δῆλος ὁ λόγος. ἡ μὲν γὰρ Σεμέλη ἐκεραυνώθη παρὰ Διός· ἡ δὲ Ἀγαυὴ καὶ Ἰνὼ εἰς μανίαν τραπεῖσαι τοὺς παῖδας διέσπασαν· καὶ ἡ μὲν Ἀγαυὴ τὸν Πενθέα, ἡ δὲ Ἰνὼ κατά τινας τὸν Μελικέρτην εἰς λέβητα καθῆκε· πολλοὶ γὰρ τὸν Ἀθάμαντα διδόασιν ἐμβεβληκέναι τῷ λέβητι. ἤλυθεν ἐς λέχο ς : Θυώνη ἡ Σεμέλη. |
| P 3 177a | οὕτω δὲ ὀνομάζεται ἀπὸ τοῦ περὶ τὸν Διόνυσον πάθους, ὅτι θύει καὶ ἐνθουσιᾷ κατὰ τοὺς χορούς. οὕτω καὶ Θυάδες αἱ Βάκχαι, καὶ θύσθλα οἱ θύρσοι. ἄλλως· Θυώνῃ τῇ Σεμέλῃ· διωνυμίᾳ γὰρ ἐκέχρητο. |
| P 3 177b [5] | εἰσὶν οἳ καὶ τὴν αὐτὴν Διώνην λέγουσιν, ὥσπερ Εὐριπίδης ἐν Ἀντιγόνῃ (fr. 177)· ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός, Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑπόστατος. ἔνιοι δὲ τὴν Θυώνην ἑτέραν τῆς Σεμέλης φασὶν εἶναι, τροφὸν τοῦ Διονύσου, ὥσπερ Πανύασις ἐν τρίτῳ Ἡρακλείας (fr. 5)· καί ῥ’ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης. ἐτυμολογοῦσι δὲ τὴν Θυώνην ἀπὸ τῆς θυηλῆς. Σεμέλη δὲ ἢ κατὰ τὸ μυθικὸν ἡ τὰ μέλη τοῦ σώματος ὑπὸ τῶν βροντῶν διασαλεύσασα, ἢ κατὰ τὸ φυσικὸν ὅτι σείει τὰ μέλη τῶν οἰνουργούντων αὐτὸν ὁ Διόνυσος, ἐν ᾧ τοὺς βότρυς ἁλλόμενοι πατοῦσιν· ἡ δὲ Θυώνη κατὰ τὸ μυθικὸν, διὰ τὸ κεραυνοῖς τεθραῦσθαι, κατὰ δὲ τὸ φυσικὸν, ὅτι πυρώδης ἡ οὐσία τοῦ οἴνου. τοῦ δὲ παῖ ς , ὅνπερ μόνο ν : τοῦ δὲ Πηλέως παῖς ὁ Ἀχιλλεὺς, ὅνπερ μόνον ἡ ἄφθαρτος Θέτις ἐγέννησεν, ἐν τῷ Ἰλιακῷ πολέμῳ τοῖς Ἀπόλλωνος τόξοις ἀπολιπὼν τὴν ψυχὴν καὶ τῷ πυρὶ καιόμενος ἐκίνησεν ἐπ’ αὐτῷ γόον ἐκ τῶν Ἑλλήνων. |
| P 3 178a | μετὰ γὰρ τὸ τελευτῆσαι ἐκάη. ἄλλως· οὐ μόνον αὐτὸν ἐγέννησεν, ἀλλὰ καὶ ἄλλους, οὓς βουλομένη ἀπαθανατίζειν ἔκτεινε. |
| P 3 178b [5] | φασὶ δὲ ὅτι καὶ τὸν Ἀχιλλέα μέλλουσα καίειν καὶ καταληφθεῖσα ὑπὸ τοῦ Πηλέως εἰς θάλασσαν ἔφυγεν. ὦρσεν ἐν πυρ ί : τὸ ἑξῆς· ὦρς’ ἐκ Δαναῶν γόον πυρὶ καιόμενος. |
| P 3 181b | ὦρσε, διορμῆσαι ἐποίησεν. 182 b B εἰ δὲ νόῳ τις ἔχε ι : εἰ δέ τις τὴν ἀλήθειαν τῶν πραγμάτων προϊδεῖν δύναται, δεῖ πρὸς τῶν θεῶν εὖ πάσχοντα ἑαυτὸν μὴ λυπεῖν, ἀλλὰ συνεπιδιδόναι τὴν ψυχὴν ταῖς ἀπὸ τῶν θεῶν εὐπραγίαις. |
| P 3 182a [5] | τὸ δὲ εὖ κοινὸν πρός τε τὸ πασχέμεν καὶ πρὸς τὸ μακάρων τυγχάνοντα. 187B ἄλλως· εἰ δέ τις τῶν ἀνθρώπων οἶδε τῆς ἀληθείας τὴν ὁδὸν, τουτέστιν ὀρθῶς λογίζεται καὶ φρόνιμός ἐστι, προσήκει τινὰ εὖ παρὰ θεῶν εὐεργετούμενον ὑφίστασθαι καὶ τῆς εὐπραγίας ἀπολαύειν. |
| P 3 182b | Ὅμηρος (Γ 65)· οὔτοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν· ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο. 182 a B ἄλλοτε δ ’ ἀλλοῖαι πνοα ί : ὥσπερ οὐχ οἱ αὐτοὶ ἄνεμοι διαπαντὸς πνέουσιν, ἀλλ’ ἄλλοτε ἄλλοι, οὕτω καὶ αἱ τύχαι τῶν ἀνθρώπων οὐχ αἱ αὐταὶ παραμένουσιν, ἀλλ’ ἄλλοτε μὲν εἰς κακὸν μεταβάλλουσιν, ἄλλοτε δὲ εἰς ἀγαθόν. |
| P 3 187 [5] | Εὐριπίδης (Herc. 101)· κάμνουσι γάρ τοι καὶ βροτοῖς αἱ συμφοραί, καὶ πνεύματ’ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει. ὄλβος δ ’ οὐκ ἐς μακρό ν : ἡ δὲ τῶν ἀνθρώπων εὐδαιμονία οὐκ εἰς μακρὰν παραγίνεται, ἀντὶ τοῦ οὐκ ἐπιπολὺ παραμένει, ἐπειδὰν μάλιστα ἐπακολουθήσας πολὺς ἐπιβαρήσῃ καὶ παραγένηται. |
| P 3 190 | εὖ τ ’ ἂν ἐπιβρίσα ς : ἡνίκα ἐπιβαρύνας αὑτὸν καὶ ἀθροίσας ἕπηται. ἐξ οὗ καὶ Εὐριπίδης (Orest. 340)· ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς. σμικρὸς ἐν σμικροῖ ς : τινὲς οὕτως· ἐὰν μικρὰ ᾖ τὰ περὶ ἐμὲ, καὶ αὐτὸς ἐκ τῆς ἀνάγκης ἔσομαι μικρός· ἐὰν δὲ μεγάλα, εἰκότως ἐπαρθήσομαι καὶ μεγάλα φρονήσω. |
| P 3 191 [5] | ἄτοπον δὲ καὶ οὕτω κατὰ Πίνδαρον τὴν ἀλαζονείαν δοκεῖν ταῖς τύχαις συσχηματίζεσθαι. ἔστιν οὖν ὃ λέγει τοιοῦτον· μικροῖς συνὼν καὶ καταδεεστέροις ἐμοῦ μικρὸν ἐμαυτὸν ποιήσω συμμετρήσας ἐκείνοις, ἐν δὲ τοῖς μείζοσι πάλιν ὁ αὐτὸς τυγχάνων ἐκείνοις ἐξισωθήσομαι. δαίμον α : τὸν δὲ περιέχοντά με δαίμονα καὶ τύχην οἴσω τῇ διανοίᾳ, καὶ θεραπεύσω αὐτὸν κατὰ τὴν ἐμαυτοῦ γνώμην. |
| P 3 193b | ἢ οὕτως· ἀεὶ τὸν περιέχοντά με δαίμονα θεραπεύων ταῖς φρεσὶν ἀσκήσω, μικρὰ μὲν πράσσων ἐν μικροῖς, ἐν δὲ μεγάλοις μεγάλας ἐπιβολὰς λαμβάνων. εἰ δέ μοι πλοῦτο ν : αἰνίττεται εἰς τὸν Ἱέρωνα προτρεπόμενος αὐτὸν ἀφειδῶς τοῖς ποιηταῖς χορηγεῖσθαι τὸν μισθὸν, ὥστε ἀνυμνεῖσθαι αὐτόν. |
| P 3 195b | ὁ δὲ νοῦς· ἐὰν δέ μοι ὁ θεὸς πλοῦτον ἀνθηρὸν καὶ εὐδαιμονίαν παράσχῃ, ἐπίζω δόξαν εὑρεῖν ὑψηλοτάτην καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον. Νέστορα καὶ Λύκιον Σαρπηδόν α : καὶ τὸν Νέστορα καὶ τὸν Σαρπηδόνα διὰ τοὺς ὕμνους τῶν ποιητῶν γινώσκομεν. |
| P 3 198b | Νέστορα καὶ Λύκιο ν : τὸ ἑξῆς· Νέστορα καὶ Λύκιον Σαρπηδόνα γινώσκομεν ἐξ ἐπέων κελαδεινῶν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν [ἀνθρώπων]. ἀνθρώπων δὲ φάτις περιφραστικῶς, ἡμεῖς οἱ ἄνθρωποι. ἢ προστίθεμεν τὸ ἴσασι, καὶ ἕξει τὴν ἀκολουθίαν οὐκέτι δι’ ὑπερβατοῦ, ἀλλ’ ἀκολούθως. |
| P 3 199 | ἀνθρώπων φάτι ς : λείπει τὸ ἔχει τῷ λόγῳ, ἵν’ ᾖ οὕτως· Νέστορα καὶ Λύκιον Σαρπηδόνα ἀνθρώπων φάτις ἔχει, καὶ ἐξ ἐπέων κελαδεινῶν αὐτοὺς γινώσκομεν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν ποιηταί. γινώσκομε ν · ἁ δ ’ ἀρετ ά : ἡ δὲ ἀρετὴ ταῖς ἐπιδόξοις ᾠδαῖς χρονία καὶ διηνεκὴς παραμένει. |
| P 3 202b [1] | ἡ δὲ ἀρετὴ τῶν ἀνθρώπων ἐπὶ χρόνον παραμένει ὕμνων τυχοῦσα. τὸ δὲ τοιοῦτον διαπράξασθαι ὀλίγοις ῥᾴδιόν ἐστι καὶ εὐκατόρθωτον, τὸ καὶ πλουτεῖν καὶ ἐπαινεῖσθαι. προτρέπεται δὲ αὐτὸν δωρεῖσθαι τοῖς ποιηταῖς, ἵνα ὑμνηθῇ. Scholia in Pythionicarum carmen IV Ἀρκεσιλάῳ Κυρηναίῳ ἅρματι. |
| P 4 metr (t) [20] | Τῆς τετάρτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιδʹ. τὸ αʹ ὅμοιον τῷ (P III 1) Ἤθελον Χείρωνά κε Φιλλυρίδαν. τὸ βʹ ὅμοιον τῷ αʹ. τὸ γʹ ἰαμβέλεγος. τὸ δʹ ὅμοιον τῷ αʹ καὶ βʹ. τὸ εʹ δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημιμερές. τὸ ζʹ δίμετρον Ἰωνικὸν ἀπ’ ἐλάσσονος ἀνακλώμενον. τὸ ηʹ δακτυλικὸν πενθημιμερές. τὸ θʹ ὅμοιον τῷ (Archil. fr. 94) τίς σὰς παρήειρε φρένας. τὸ ιʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ιαʹ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβʹ Εὐριπίδειον. τὸ ιγʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιδʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ιγʹ. τὸ αʹ ὅμοιον τῷ Ἤθελον Χείρωνά κε Φιλλυρίδαν. τὸ βʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ γʹ δακτυλικὸν πενθημιμερές. τὸ δʹ ἰαμβέλεγος. τὸ εʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ϛʹ προσοδιακὸν τρίμετρον καταληκτικόν. τὸ ζʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ ηʹ προσοδιακόν. τὸ θʹ ἰαμβέλεγος, τοῦ πρώτου πενθημιμεροῦς λείποντος μιᾷ συλλαβῇ. τὸ ιʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ ιαʹ τὸ αὐτό. τὸ ιβʹ ὅμοιον τῷ αʹ. τὸ ιγʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. Γράφεται ἡ ᾠδὴ Ἀρκεσιλάῳ Πολυμνήστου παιδὶ, Κυρηναίῳ τὸ γένος τῆς Λιβύης, νικήσαντι τὴν τριακοστὴν πρώτην Πυθιάδα. |
| P 4 inscr a [15] | ἔνιοι καὶ 〈τὴν〉 ὀγδοηκοστὴν Ὀλυμπιάδα· ἀλλ’ οὐκ ἔγραψεν εἰς τὴν Ὀλυμπιακὴν αὐτοῦ νίκην, καίτοι μετὰ τὴν Πυθικὴν γενομένην, ἀλλ’ εἰς τὰ Πύθια μόνον. γράφει δὲ καὶ εἰς ταύτην καὶ ἑτέραν αὐτοῦ νίκην ἐφεξῆς, ἥτις καὶ οἰκειοτέρα ἐστὶ κατὰ τὰ νοήματα καὶ κατὰ τὴν οἰκονομίαν· ἡ γὰρ δὴ προκειμένη ᾠδὴ ἱστορικὴν ἔχει παρέκβασιν. τὰ γὰρ ἐπὶ Κυρήνης κτίσεως καὶ τῶν ἐπ’ αὐτῇ ταραχῶν περιέχει. ὁ δὲ Ἀρκεσίλαος τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ἐφυγάδευσεν, ἐν οἷς τις ἦν καὶ Δαμόφιλος, ὃς ἐκπεσὼν τῆς πατρίδος ἦλθεν εἰς Θήβας, ὑπὲρ οὗ φαίνεται ὁ Πίνδαρος παρακαλῶν καὶ βουλόμενος αὐτὸν διαλλάξαι καὶ ἀξιῶν τὴν Μοῦσαν παραστῆναι τῷ Ἀρκεσιλάῳ, καθ’ ἣν ἡμέραν διαπέμπεται τὸν ἐπίνικον. οὐ γὰρ προσκαλεῖται αὑτῷ γράφων παραστῆναι τὴν Μοῦσαν· οὐ γὰρ ἂν διωρίσατο ἐν μιᾷ ἡμέρᾳ γράψαι τὸν ὕμνον. 1 a DEGQ [ Σάμερον μὲν χρή σε πα ρ ’ ἀνδρὶ φίλ ῳ:] ταύτην ἔγραψεν Ἀρκεσιλάῳ τῷ Κυρηναίων βασιλεῖ νικήσαντι τὴν τριακοστὴν πρώτην Πυθιάδα, καὶ γεγονότι ἀπὸ τοῦ πρώτου Βάττου. |
| P 4 inscr b [25] | Κυρήνης γὰρ πρῶτος ἐβασίλευσε Βάττος ὁ Πολυμνήστου, ὁ καὶ τὴν ἀποικίαν ἐκ Θήρας εἰς Λιβύην ἀπαγαγὼν καὶ Κυρήνην οἰκίσας, ὃς διάδοχον τῆς ἀρχῆς κατέλιπεν Ἀρκεσίλαον. παρὰ δὲ τούτου παρέλαβε τὴν δυναστείαν Βάττος ὁ ἐπικληθεὶς εὐδαίμων· τοῦ δὲ Βάττου ἄλλος γίνεται Ἀρκεσίλαος, καὶ οὕτω παῖς παρὰ πατρὸς τὴν δυναστείαν παρέλαβε, καὶ τέσσαρες μὲν Βάττοι, τέσσαρες δὲ Ἀρκεσίλαοι ἐγένοντο. πέμπτος δέ ἐστιν Ἀρκεσίλαος Φερετίμης υἱὸς, οὗ καὶ Ἡρόδοτος (4, 162) μνημονεύει. ὁ δὲ τελευταῖος οὗτος Ἀρκεσίλαος δολοφονηθεὶς ὑπὸ Κυρηναίων ἀπέβαλε τῶν Βαττιαδῶν τὴν ἀρχὴν ἔτη διακόσια διαμείνασαν. Ἡρόδοτος (4, 155) μὲν οὖν φησιν, ὅτι ἡ Πυθία τὸν πρῶτον Βάττον οὕτω προσηγόρευσεν Ἀριστοτέλην πρότερον λεγόμενον, τῇ Λιβύων φωνῇ· Λίβυες γὰρ Βάττους τοὺς βασιλεῖς λέγουσιν· οἱ δὲ ὅτι ἰσχνόφωνος ἦν καὶ περὶ τῆς φωνῆς πυνθανόμενον ἡ Πυθία Βάττον προσηγόρευσεν, ἐπεὶ καὶ τὸ ἐπέχεσθαι τὴν γλῶτταν βατταρίζειν φαμέν. ἔνιοι δὲ Κόκκυγα αὐτὸν καλεῖσθαι, διὰ τὸ μὴ γεγωνὸς φθέγγεσθαι. ὁ δὲ Ἀκέσανδρος (FHG IV p. 286) μὴ ἐκ γενετῆς αὐτόν φησιν ἰσχνόφωνον γεγενῆσθαι, ἀλλ’ ἀπὸ ταὐτομάτου δεθῆναι τὴν γλῶτταν. ἦν δὲ ὁ ἀνὴρ ῥητορικὸς, φησὶ, καὶ συμβουλεύσασθαι δυνάμενος. 1 b DEGQ τάττεται ἡ ᾠδὴ εἰς τοὺς ἐπινίκους, μεῖζόν τι ἢ κατὰ ἐπίνικον οὖσα διὰ τὸ μεμηκύνθαι καὶ πραγμάτων ἔχειν ἀφήγησιν ἐντοπίων, τὸ δὲ ἀνωτάτω καταλλαγὴν φυγάδος Δαμοφίλου τινός. |
| P 4 1a [5] | διαλέγεται δὲ ὁ Πίνδαρος πρὸς τὴν Μοῦσαν, καὶ παραινεῖ αὐτῇ σήμερον παραστῆναι τῷ Ἀρκεσιλάῳ, εἰς ἐκείνην ἀναφέρων τὸν λόγον τὴν ἡμέραν, ἐν ᾗ ἔμελλε δέξασθαι τὸν ἐπίνικον ὁ Ἀρκεσίλαος. οὐ γὰρ εἰ ἐν νουμηνίᾳ λόγου χάριν ἐγράφη, ἐκείνῃ ὑπεστήσατο τῇ ἡμέρᾳ καὶ παρὰ τῷ Ἀρκεσιλάῳ ἔσεσθαι, ἀλλ’ ὃ ἔμελλεν ἔσεσθαι, τοῦτο ὡς ἐπὶ τοῦ καιροῦ καὶ ἐνεστηκότος εἶπε. τὴν δὲ Κυρήνην εὔιππον εἶπεν οὐκ ἐκ τοῦ παρατυχόντος, ἀλλ’ ὅτι Ποσειδῶν τοὺς Λίβυας διδάξειε τὴν τῶν ἁρμάτων κατάζευξιν· καὶ τὴν ἱππίαν δὲ Ἀθηνᾶν ἐν Λιβύῃ γενέσθαι φασί. τινὲς δὲ ὡς ὅτι ἡ ἱππικὴ ἐν τῇ Λιβύῃ εὑρέθη. inscr. b DEGQ ἄλλως· Σάμερον μέ ν : ὁ νοῦς· σήμερον μὲν προσήκει σε παραστῆναι καὶ τῷ προσφιλεστάτῳ ἀνδρὶ καὶ βασιλεῖ τῆς εὐίππου Κυρήνης, ὅπως ἂν, ὦ Μοῦσα, σὺν τῷ Ἀρκεσιλάῳ κώμους ἄγοντι καὶ χορεύοντι ἐπὶ τῇ νίκῃ, τοῖς τε Λητοῦς παισὶ καὶ τῇ Πυθῶνι τὸν ὀφειλόμενον ὕμνον αὐξήσῃς καὶ ἀποδῷς τὸν τῶν ὕμνων οὖρον. |
| P 4 1c | σὺν Ἀρκεσίλ ᾳ : τὸ σύν πρὸς τὸ αὔξῃς, ἵν’ ᾖ συναύξῃς. κωμάζοντι δὲ, κώμους ἄγοντι· κώμους δὲ ἄγουσιν οἱ νικῶντες κατὰ τὴν ἑαυτῶν πατρίδα. Λατοΐδαισι ν : ἤτοι τοῖς Ἀπόλλωνος ἢ τῷ Ἀπόλλωνι μόνῳ, ὥστε τὸ πληθυντικὸν ἀπὸ τοῦ ἑνικοῦ ἐξενεχθῆναι, ὅπερ καὶ βέλτιον, τῷ αἰτίῳ τῆς νίκης ὀφείλεσθαι τὸν ὕμνον καὶ τῷ τόπῳ, οὗπερ ὁ ἀγὼν ἐπώνυμος. |
| P 4 4 [5] | δύναται δὲ καὶ τοὺς Κυρηναίους διὰ τὸ Ἀπόλλωνος καὶ Κυρήνης τὸν Ἀρισταῖον γενέσθαι, ὃν παρὰ Κυρηναίοις ὡς οἰκιστὴν διὰ τιμῆς ἄγεσθαι· δύναται δὲ καὶ τοὺς Δελφοὺς λέγειν. ἑτέρωθι γὰρ (fr. 192) Ἀπολλωνίδας αὐτοὺς προσηγόρευσε· Δελφοὶ θεμίστων [ὕμνων] μάντιες Ἀπολλωνίδαι. ἔνθα ποτὲ χρυσέω ν : λόγος τις τοιοῦτος περιηχεῖ, ὅτι ὁ Ζεὺς καταμετρήσασθαι τῆς οἰκουμένης τὸ μεσαίτατον βουληθεὶς ἴσους κατὰ τὸ τάχος ἀετοὺς ἐκ δύσεως καὶ ἀνατολῆς ἀφῆκεν· οἱ δὲ διϊπτάμενοι συνέπεσον ἀλλήλοις κατὰ τὴν Πυθῶνα, ὥστε τὴν σύμπτωσιν ὁρίζειν αὐτόθι τῆς ὅλης οἰκουμένης τὸ μεσαίτατον. |
| P 4 6 [10] | ὕστερον δὲ σημεῖον τοῦ γεγονότος καὶ χρυσοῦς ἀετοὺς κατασκευάσας ἀνέθηκε τῷ τοῦ θεοῦ τεμένει. Διὸς αἰετῶν πάρεδρο ς : ὅπου ποτὲ ἡ τῶν χρυσῶν τοῦ Διὸς ἀετῶν πάρεδρος καὶ ἱέρεια τοῦ Ἀπόλλωνος Πυθία οὐκ ἀποδημοῦντος τοῦ θεοῦ ἀλλὰ παρόντος ἐχρησμῴδησε συνοικιστὴν τῆς Λιβύης γενέσθαι τὸν Βάττον, ὅπως ἂν τὴν ἱερὰν νῆσον Θήραν καταλιπὼν ὁ Βάττος κτίσῃ τὴν εὐάρματον καὶ ἱππικωτάτην πόλιν ἐν τῷ τροφιμωτάτῳ καὶ ἄκρῳ μέρει τῆς Λιβύης, καὶ τὸ τῆς Μηδείας ἔπος ἀνασώσῃ τὸ περὶ τῆς Θήρας, ὅτι δὴ ἑπτακαιδεκάτῃ γενεᾷ ἀποικία ἔσται ἐκ Θήρας εἰς Λιβύην, ὅπερ δὴ ἔπος ἡ τοῦ Αἰήτου παῖς ἡ ὀργίλη Μήδεια ἐκ τοῦ ἀθανάτου ἀπεφθέγξατο στόματος, ἡ τῶν Κόλχων βασιλίς. |
| P 4 7b [5] | ἄλλως· Διὸς αἰετῶ ν : ὅτι ὑπὸ Διὸς ἀφεθέντες ἐκ τῶν περάτων τῆς γῆς συνέπεσον ἐνταῦθα, καὶ οὕτως ἐγνώσθη τὸ μέσον τῆς γῆς. ὧν εἰκόνες οἱ χρυσοῖ ἀνέκειντο παρὰ τὸν ὀμφαλὸν ἀετοί· ἤρθησαν δὲ ἐν τῷ Φωκικῷ πολέμῳ, ὃν συνεστήσατο Φιλόμηλος. οὐκ ἀποδάμο υ : διὰ τούτων ἐμφαίνει τῶν ῥηθέντων τὸ ἀσφαλές. |
| P 4 8 | τότε γὰρ ἡ Πυθία μάλιστα ἀκριβέστερον χρησμῳδεῖ, ὅτε καὶ πάρεστι τῷ μαντείῳ ὁ θεός. ἱέρε α : ἡ ἱέρεια· καὶ οὕτως τονιστέον· ἔστι γὰρ κατὰ ἀποβολὴν τοῦ ι . |
| P 4 9 [5] | οὐ γὰρ κατὰ Ἀττικοὺς ἱερέα. Ὅμηρος (Ζ 300) γοῦν φησι· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν, συστείλας τὴν τελευταίαν. χρῆσεν οἰκιστῆρα Βάττο ν : περὶ τῆς τοῦ Βάττου εἰς τὸ μαντεῖον ἀφίξεως οὐχ ὁμολογοῦσιν ἀλλήλοις οἱ συγγραφεῖς. |
| P 4 10a [20] | οἱ μὲν γὰρ ἕνεκεν τῆς φωνῆς αὐτόν φασι, καὶ τὸν χρησμὸν ἄνω καὶ κάτω θρυλλοῦσι τόν (Herodot. 4, 155)· Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. οἱ δὲ στάσεως παραπεσούσης πολιτικῆς· ὁ γοῦν Μενεκλῆς (FHG IV p. 449) πιθανωτέραν δοκεῖν φησι τῆς στάσεως τὴν αἰτίαν, μυθικωτέραν δὲ τὴν περὶ τῆς φωνῆς. φησὶ δὲ, ὅτι οἱ πολῖται ἐν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλήλων, ἡγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· διαγωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη ἐκπεσεῖν τῆς πόλεως καὶ φυγεῖν τὴν χώραν, ἀπογινώσκοντας δὲ τὴν εἰς τὴν πατρίδα κάθοδον περὶ ἀποικίας βουλεύεσθαι· ἀποδημήσας δὲ εἰς Δελφοὺς Βάττος ἠρώτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται πρὸς τὴν ἀποικίαν ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται. τὸν δὲ θεὸν χρῆσαι· Βάττε, 〈τὸ〉 πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς. ἔρχεο, λεῖφ’ ἁλίαν χώραν· ἤπειρος ἀμείνων ἠῷος. πρότερον δόλον ἔκβαλε, πείθεϊ πείθων. στέρξον γῆν ὁσίως, ἣν μισεῖ πολλὴν ἀθεμίστως. οἷά τ’ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει. ἱερὰν δὲ εἶπε τὴν Θήραν ἤτοι διὰ τὸ περὶ τὴν γῆν ἰδίωμα· κισσηρώδης γὰρ οὖσα πολυφόρος ἐστὶ καὶ πολύκαρπος· ἢ ὅτι Κάδμος ἐπιβαλὼν καὶ τὴν νῆσον οἰκίσας βωμοὺς ἱδρύσατο Ποσειδῶνος καὶ Ἀθηνᾶς. |
| P 4 10b [5] | Ἱεροκλῆς δέ φησι (FHG IV p. 430) τοὺς ἐκ Λακεδαίμονος ἐποικίσαντας Ἀπόλλωνι αὐτὴν ἀνιερῶσαι. ἐγχωρεῖ δὲ καὶ κόσμου χάριν κεῖσθαι τὸ ἐπίθετον. |
| P 4 10d | οἰκιστῆρα Βάττο ν : λείπει τὸ ἔσεσθαι [οἰκιστῆρα]. νᾶσον τὴν Θήραν λέγει. |
| P 4 10f | ἱερὰν νᾶσον τὴν Θήραν οὐχ ἁπλῶς ὀνομάζει, ἀλλ’ ὅτι Κάδμος κατὰ ζήτησιν Εὐρώπης τῆς ἀδελφῆς στελλόμενος προσορμισθεὶς τῇ νήσῳ ἀνέκτισε Ποσειδῶνος καὶ Ἀθηνᾶς ἱερὸν αὐτόθι, ὡς ἱστορεῖ Θεόφραστος. ἀργινόεντι μαστ ῷ : Ἀρίσταρχος μὲν τὸ Ὁμηρικὸν (Ι 141) οὖθαρ ἀρούρης παράγειν αὐτόν φησι πιθανῶς, ὑπαλλαξάμενον τὸν μαστόν· Ἱεροκλῆς δέ φησι τὴν πόλιν κεῖσθαι ἐπὶ λόφου μαστοειδοῦς λευκογείου. |
| P 4 14 [5] | μᾶλλον δὲ ἀπὸ τῆς εὐτροφίας, ὡς Ἀρίσταρχος· καὶ γὰρ ὁ ἀργινόεις συνᾴδει τούτῳ μᾶλλον, ἀπὸ γάλακτος. καὶ τὸ Μηδείας ἔπος ἀγκομίσα ι : τουτέστιν ἀνασώσειεν, οἷον ἐπὶ τέλος ἀγάγοι. |
| P 4 15a | ἔστι δὲ ὁ Ἀριστοτέλης ιζʹ ἀπὸ Εὐφήμου τοῦ Ποσειδῶνος καὶ Εὐρώπης τοῦ λαβόντος τὴν βῶλον παρὰ Τρίτωνος. ἄλλως· ἀγκομίσα ι : ἀνακομίσειεν, ἐπιμελείας ἀξιώσειεν. |
| P 4 15b [20] | ἔχει δὲ ἡ ἱστορία οὕτως· ἡνίκα εἰς τὴν Σύρτιν ἐμπεσόντες οἱ Ἀργοναῦται ἔφερον διὰ τῆς Λιβύης ἐπ’ ὤμων τὴν Ἀργὼ, εἶτα καθῆκαν εἰς τὴν θάλασσαν, συντυχόντες Εὐρυπύλῳ τῷ Ποσειδῶνος παιδὶ καὶ ἐπειγόμενοι πρὸς τὸν πλοῦν ἐδέξαντο ξένια τὰ παρατυχόντα. βῶλον γὰρ ἐκεῖνος δραξάμενος ἔδωκε γῆς· ὁ δὲ Εὔφημος ἐδέξατο· εἶτα πρὸς τῇ Θήρᾳ ὑπερκλύσαντος τοῦ κύματος καὶ διαλυθείσης τῆς βώλου ἐμαντεύσατο ἡ Μήδεια, τοὺς ἀπ’ Εὐφήμου ἑπτακαιδεκάτους ἀποικίαν στείλασθαι ἐκ Θήρας εἰς Λιβύην. ὁ δὲ Εὔφημος γίνεται παῖς Ποσειδῶνος καὶ Μηκιονίκης τῆς Εὐρώτα θυγατρὸς, ὃς ἔγημε θυγατέρα Ἀλκμήνης Λαονόμην, ἀφ’ οὗ ἑπτακαιδέκατος ὢν ὁ Βάττος [ὁ καὶ Ἀριστοτέλης] ἀποικίαν εἰς Λιβύην ἐστείλατο. κατὰ τὴν μαντείαν οὖν τῆς Μηδείας ἑπτακαιδέκατος γεγονὼς ὁ Βάττος ἐδυστύχησε τὴν φωνὴν, καὶ ἐκ θεοῦ, τίς λύσις εἴη, ἀνερωτῶντι αὐτῷ ἀνείλετο οὕτω· Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. τὸ δὲ σημεῖον, ὅτι ἑπτακαιδεκάτῃ γενεᾷ ἀπὸ τῶν Ἀργοναυτῶν φησι γενομένους ἐκ τῶν Λημνιάδων οἰκίσαι τὴν πρότερον Καλλίστην, ὕστερον δὲ Θήραν. 24B ζαμενή ς : ἡ ἄγαν ὀργίλη καὶ πικρά. |
| P 4 17a | τὸ δὲ ἐπίθετον ἐκ τῆς ἱστορίας, ὅτι ὑπέμεινε καὶ τοὺς ἑαυτῆς ἀποσφάξαι παῖδας. 22B Θήραιο ν : τὸ περὶ τῆς Θήρας λεχθέν. |
| P 4 17b | ἢ τὸ ἐν τῆς Θήρᾳ εἰρημένον· ἐκεῖ γὰρ ὁ λόγος τῆς Μηδείας καὶ τὸ μάντευμα ἐρρέθη. ἀθανάτου στόματο ς : τῆς Μηδείας εἶπεν, ὡς μὲν Χαῖρις, ἐκ μέρους τὴν ἀθάνατον, ἐπεὶ καὶ Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (992 cl. |
| P 4 18 [5] | 965) ἀθάνατον αὐτήν φησιν· ὡς δὲ Ἀσκληπιάδης, ὅτι οὐδὲν τῶν ῥηθέντων ὑπ’ αὐτῆς ἀτελὲς γεγένηται οὐδὲ ἐφθάρη. 17B κέκλυτ ε : ἐπακούσατε, ὦ μεγαλοψύχων τε ἀνδρῶν καὶ θεῶν παῖδες. |
| P 4 22 | 29 d B φαμὶ γὰρ τᾶσ δ ’ ἐξ ἁλιπλάκτο υ : τῆς Θήρας, [ἤτοι] ὅτι ἐνάλιος οὖσα πλήττεται ὑπὸ κυμάτων· ἢ τῆς βώλου τῆς διαλυθείσης ὑπερκλύσαντος τοῦ κύματος τὴν ναῦν. |
| P 4 24a [5] | 25 a B ὁ δὲ νοῦς· φημὶ γὰρ ἐκ ταύτης τῆς ἁλιπλάκτου γῆς τὴν Ἐπάφου κόρην Λιβύην τῶν πόλεων τὴν ῥίζαν καὶ καταβολὴν φυτεῦσαι καὶ σπεῖραι τὴν τοῖς ἀνθρώποις ἐν ἐπιμελείᾳ οὖσαν, ἐν τοῖς τοῦ Διὸς Ἄμμωνος θεμελίοις, τουτέστι τῇ Λιβύῃ. |
| P 4 24b | 18B Ἐπάφοιο κόρα ν : τὴν Λιβύην τὴν ἡρωΐδα, ἀφ’ ἧς καὶ ἡ χώρα. |
| P 4 25a | Ἐπάφου γὰρ τοῦ Διὸς καὶ Ἰοῦς Λιβύη, ἧς καὶ Ποσειδῶνος Βῆλος. ἄλλως· Ἐπάφοιο κόρα ν : τὴν Λιβύην· ὅτι ἡ χώρα Λιβύης τῆς Ἐπάφου τοῦ Διὸς καὶ Ἰοῦς τῆς Ἰνάχου ὁμώνυμος. |
| P 4 25b [5] | εἰώθασι δὲ οὗτοι συμπλέκειν τὰ τῶν χωρῶν ἢ πόλεων καὶ τὰ τῶν ἡρωΐδων ὀνόματα διακοινοποιοῦντες, οἷον (Pind. fr. 195)· εὐάρματε χρυσοχίτων, ἱερώτατον ἄγαλμα, Θήβα. τὸ μὲν γὰρ εὐάρματε τῆς πόλεως, τὸ δὲ χρυσοχίτων τῆς ἡρωΐδος. BEGQ ἀστέων ῥίζα ν : τὴν Κυρήνην. |
| P 4 26 | ἐξ αὐτῆς γὰρ καὶ Ἀπολλωνία καὶ Τεύχειρα ἐκτίσθησαν. μελησίμβροτο ν : τὴν μελήσουσαν πολλοῖς. |
| P 4 27 | βούλεται δὲ λέγειν, ὅτι ἐκ τῆς Θήρας ἡ Λιβύη μεταφυτευθήσεται πόλεων ῥίζαν. 29DEGQ Διὸς ἐν Ἄμμωνο ς : Ἄμμωνα Λίβυες τὸν Δία προσαγορεύουσι καὶ οὕτω τιμῶσι, καὶ ἔστιν αὐτοῦ μαντεῖον ἐν Λιβύῃ· καὶ γὰρ καὶ Φαῖστος ἐν τοῖς Λακεδαιμονικοῖς (FHG IV p. |
| P 4 28 [5] | 472) ἐπιβάλλων φησί· Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι. ἐνταῦθα δὲ πῶς τὴν Κυρήνην τοῦ μαντείου πλησίον εἶναί φησιν; ἀπέχει γὰρ ἱκανοῖς σταδίοις· ἀλλὰ ῥητέον, ὅτι πᾶσα ἡ χώρα ἀνιέρωται τῷ θεῷ. 24 b B 33DEGQ ὅτι αἱ παραπλεύριοι ἄκανθαι αὐτῶν πτερύγια καλοῦνται. |
| P 4 29b | τὸ δὲ ἐλαχύ πρὸς σύγκρισιν τῶν ὀρνέων. 32B ἀντὶ δὲ νησιωτικῶν καὶ θαλασσίων ἔργων ἠπειρωτικὰ καὶ ἱππικὰ μεταλήψονται. |
| P 4 29c | 29 e B ὁ δὲ λόγος, ὅτι νησιῶται ὄντες οἱ Θηραῖοι ἠπειρῶται γίνονται. |
| P 4 29d | 29 c B ὁ δὲ νοῦς· ἀντὶ δὲ τῶν μικροπτερύγων δελφίνων ἵππους μεταλήψονται καὶ ἡνία ἀντὶ κωπῶν, καὶ δίφρους κινήσουσι κατὰ τὸν δρόμον. |
| P 4 29e [5] | πτέρυγας δὲ τῶν δελφίνων τὰς ἀκάνθας φησὶ τὰς ἑκατέρωθεν τῶν βραγχίων, αἷς καὶ διανήχονται καὶ διΐπτανται ὥσπερ οἱ ἰχθύες. 29 b B 28 DEGQ ἀελλόποδας δὲ ἀπὸ τῶν ἑλκόντων τοὺς δίφρους εἴρηκεν. |
| P 4 33a | κεῖνος ὄρνι ς : ἡ βῶλος, κεῖνο ὄρνεον· τὸ γὰρ ὄρνεον ἐπὶ τῆς βώλου λαμβάνουσιν. ἄλλως· κεῖνος ὄρνι ς : ἐκεῖνος ὁ σύμβολος· τουτέστιν ἡ βῶλος παρασκευάσει τῶν μεγίστων πόλεων μητρόπολιν γενέσθαι τὴν Θήραν. |
| P 4 33b | ἀπὸ γὰρ ταύτης ἡ Κυρήνη ἀνακτίζεται. 36 a B τόν ποτ ε : ὁ νοῦς· ὅν ποτε τὸν ὄρνιν, ὅ ἐστι τὴν βῶλον, ἐν ταῖς προχοαῖς τῆς Τριτωνίδος θαλάσσης, θεῷ ἀνδρὶ ὁμοιωθέντι καὶ ξένια παρεχομένῳ ἐκ τῆς πρώρας καταβὰς ὁ Εὔφημος ἐδέξατο. |
| P 4 35 | 36 c B Τριτωνίδος ἐν προχοαῖ ς : τρίτων ποταμὸς Λιβύης, ἐν ᾧ ἡ Ἀθηνᾶ ἐγεννήθη [ἀφ’ οὗ καὶ Τριτογένεια ὀνομάζεται]. |
| P 4 36b [5] | ἄλλως· Τριτωνίδος λίμνη ς : οὕτω καλουμένη θάλασσα περὶ τὴν Λιβύην, καθ’ ἣν συντρέχοντες τῷ Εὐρυπύλῳ τὴν βῶλον ἐδέξαντο οἱ Ἀργοναῦται. 35B ζητεῖται δὲ, δι’ ἣν αἰτίαν ὑπεδέξατο τὴν βῶλον ὁ Εὔφημος· καὶ οἱ μὲν, ὅτι πρωρεὺς ἦν, φαίνεται γὰρ καὶ ὁ Εὐρύπυλος ἐπιστὰς τῇ πρώρᾳ καὶ ἐπιδιδοὺς τὸ ξένιον· οἱ δὲ διὰ τὴν συγγένειαν, ἀμφότεροι γὰρ Ποσειδῶνος, ὅ τε δοὺς καὶ ὁ λαβών. |
| P 4 36c [10] | ὁ δὲ Ἀσκληπιάδης τὰ ἐν ταῖς μεγάλαις Ἠοίαις παρατίθεται (fr. 143)· ἢ οἵη Ὑρίῃ πυκινόφρων Μηκιονίκη, ἣ τέκεν Εὔφημον Γαιηόχῳ Ἐννοσιγαίῳ μιχθεῖς’ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης. ἀνέρι εἰδομέν ῳ : τοῦτο καινοτέρως ὁ Πίνδαρος ἱστορεῖ, ὅτι θεὸς Εὐρυπύλῳ παρεικασθεὶς παρέστη τοῖς Ἀργοναύταις. |
| P 4 37 | (36 c repet. DEGQ) αἴσιον δ ’ ἐπί οἱ Κρονίω ν : αἴσιον δὲ τῇ δόσει βροντήσας ἐπεκτύπησεν ὁ Ζεύς (42B), ὅτε τὴν ἄγκυραν τὴν χαλκᾶς ἔχουσαν γένυς πρὸς τῇ νηὶ ἀνελκυσάντων τῶν Ἀργοναυτῶν καὶ κρημνάντων ἐπέτυχεν ὁ Εὐρύπυλος. |
| P 4 40 [5] | σημαίνει δὲ διὰ τούτου τὸν ἀπόπλουν· ὅτε γὰρ πλεῖν μέλλουσιν, ἀνάγουσι τὰς ἀγκύρας. 43B ἁνί κ ’ ἄγκυρα ν : τὸν Τρίτωνά φησιν αὐτοῖς συντετυχηκέναι ἀναγομένοις ἤδη. |
| P 4 42a | τότε γὰρ τὰς ἀγκύρας τοῦ βυθοῦ ἀνασπάσαντες ἐκκρεμῶσι τῆς νεώς. Ἀργοῦς δὲ χαλινὸν τὴν ἄγκυραν λέγει, διὰ τὸ ἐπέχειν τὰς ναῦς δίκην χαλινοῦ· πρὸς τῇ νηῒ γὰρ κρημνάντων ἐπεκύρησε, τουτέστιν ἀναγομένων. |
| P 4 42b [5] | τίς δὲ ἐπεκύρησεν; ὁ ἀνδρὶ εἰκασμένος Τρίτων. 40 med. B ἐπέτοσσε ν : ἐπέτυχεν. |
| P 4 44a | Ἀργοῦς χαλινό ν : χαλινὸν νῦν τὴν ἄγκυραν λέγει ἀπὸ μεταφορᾶς τῶν ἵππων. τοῦτο προσειληφέναι φησὶ Δίδυμος Πίνδαρον τερατείας χάριν τῆς πρὸς ἡμᾶς, ἐπεὶ οὐδὲ πρέπον τὸ πρὸς εἰδότας λέγειν. |
| P 4 44b [5] | ὁ δὲ Ἀμμώνιος περὶ τούτων οὕτω γράφει· καὶ ἑαυτὴν συμπεριλαμβάνει διὰ τὸ ταῖς αὐτῆς βουλαῖς τὴν ἔξω φυγὴν ποιήσασθαι· ἐκβιβάσαι γὰρ συνεβούλευσε καὶ διὰ τοῦ Ἀδρίου ποιῆσαι τὸν πλοῦν. τοῦτο δὲ ἐναντίον τῷ ἐκ τοῦ Ὠκεανοῦ ὑπὲρ τὴν Λιβύην κομίσαι τὴν ναῦν εἰς τὴν Τριτωνίδα· ἀλλὰ μᾶλλον ὡς διὰ τοῦ Φάσιδος εἰς τὸν Ὠκεανὸν ἐκπεπτωκότων. δώδεκα δ έ : οἱ λόγοι παρὰ τῆς Μηδείας· ἐν δώδεκα ἡμέραις τοπρότερον ἔξω τοῦ Ὠκεανοῦ ἐφέρομεν κατὰ τῶν νώτων τῆς ἐρήμου καὶ ὁμαλῆς γῆς τὸ θαλάττιον δόρυ, τουτέστι τὴν ναῦν, τοῖς ἡμετέροις βουλεύμασιν ἀνασπάσαντες. |
| P 4 46 | νώτων ἐρήμω ν : ὑπὲρ τῶν ἐρήμων νώτων τῆς γῆς. παρὰ γὰρ τὸν Λιβυκὸν Ὠκεανὸν ἐλθόντες, καὶ μὴ δυνάμενοι διεξελθεῖν διὰ τὸ εἶναι τεναγώδη, συμβουλαῖς τῆς Μηδείας βαστάσαντες τὴν ναῦν διεκόμισαν εἰς τὴν Τριτωνίδα λίμνην. μήδεσσιν ἀνσπάσαντες ἀμοῖ ς : τὸ πρόσωπον τῆς Μηδείας μιμεῖται ὁ ποιητής. |
| P 4 49 | τουτάκι δ ’ οἰοπόλο ς : τὸ τηνικαῦτα δὲ ὁ μόνος ἀναστρεφόμενος θεὸς παρεγένετο ἀνδρὸς αἰδεσίμου καὶ ἀξιοπρεποῦς φαιδρὰν καὶ εὐπρεπῆ ὄψιν ὁμοιωθείς. ἀνδρὸς αἰδοίο υ : ὁ Τρίτων Εὐρυπύλῳ ὁμοιούμενος Κυρήνης βασιλεῖ. |
| P 4 52 | φιλίων δ ’ ἐπέω ν : λόγων δὲ προσφιλῶν καὶ φιλοφρονητικῶν κατήρχετο, ὥσπερ τοῖς ξένοις παραγεγονόσιν οἱ ξενισταὶ τὰ δεῖπνα καὶ τὴν φιλοφροσύνην πρῶτον ἐπαγγέλλονται. ἅ τ ’ ἐλθόντεσσι ν : ἅ τε τοῖς ἐλθοῦσι ξένοις οἱ εὐεργέται ἐπαγγέλλονται δεῖπνα, ταῦτα ἐπηγγέλλετο. |
| P 4 53 | τοῦτο γὰρ δεῖ συνυπακοῦσαι. ἀλλὰ γὰρ νόστο υ : ἀλλὰ γὰρ ἡ τῆς γλυκείας ἀνακομιδῆς πρόφασις ἐκώλυεν αὐτοὺς παραμένειν καὶ τῆς θεοῦ δεξιώσεως ἀπολαύειν. |
| P 4 57 [5] | Φάτο δ ’ Εὐρύπυλο ς : ἔλεγε δὲ ὁ Εὐρύπυλος τοῦ ἀφθάρτου Ποσειδῶνος εἶναι παῖς. τοῦτον Ἀπολλώνιος (4, 1552. 1561) ποτὲ μὲν Εὐρύπυλον προσαγορεύει, ποτὲ δὲ Τρίτωνα. Ἀκέσανδρος δέ φησιν ἀδελφὸν εἶναι τὸν Εὐρύπυλον Τρίτωνος, γράφων οὕτως· Εὐρύπυλος Ποσειδῶνος καὶ Κελαινοῦς τῆς Ἄτλαντος, Τρίτωνος ἀδελφός. οὗτος γαμεῖ Στερόπην τὴν Ἡλίου, Πασιφάης ἀδελφὴν, καὶ γίνονται παῖδες δύο, Λυκάων καὶ Λεύκιππος. γίνωσκε δ ’ ἐπειγομένου ς : συνεώρα δὲ καὶ αὐτὸς ἡμᾶς ἐπειγομένους, καὶ ἀναρπάσας εὐθέως ἐκ τῆς γῆς τῇ δεξιᾷ χειρὶ τὸ παρατυχὸν ξένιον ἐζήτει παρασχεῖν. |
| P 4 61 [15] | Δεξιτερᾷ προτυχό ν : Χαῖρίς φησι δεῖν γράφειν προτυχόν, ἵν’ ᾖ· ἀναρπάσας δὲ εὐθὺς ἐκ τῆς ἀρούρης τὸ παρατυχὸν ξένιον ἔδωκεν· ὅπερ ἦν ἡ βῶλος. διατί δὲ Εὔφημος ἐδέξατο, πολλῶν ὄντων, ζητεῖται. καὶ οἱ μέν φασι διὰ τὸ ἐγγύς· πρωρεὺς γὰρ ἦν· διό φησι Πίνδαρος πρῴραθεν. οἱ δὲ διὰ συγγένειαν· οἱ δὲ ὅτι ὁ δοὺς τὴν βῶλον, εἴτε Τρίτων ἦν εἰκασμένος Εὐρυπύλῳ εἴτε ἦν Εὐρύπυλος, οὗτος ἦν Ποσειδῶνος υἱός· ἄλλως δὲ καὶ ὅλη ἡ Λιβύη ἱερὰ Ποσειδῶνος διὰ τὸ μεμίχθαι Λιβύῃ τὸν Ποσειδῶνα· ταύτῃ οὖν καὶ ὁ Εὔφημος διὰ τὴν οἰκειότητα ἐδέξατο. προσθείη δ’ ἄν τις, ὅτι καὶ Ταιναρίου ἐβασίλευεν, Ποσειδῶνος δὲ αὕτη ἱερά. Ἀσκληπιάδης δέ φησιν ὅτι καὶ Περικλύμενος καὶ Ἐργῖνος καὶ Ἀγκαῖος· τί οὖν οὐδεὶς εἰλήφει τούτων; φησὶ γοῦν αὐτὸς δῶρον ἔχειν τὸν Εὔφημον παρὰ Ποσειδῶνος τὴν θάλασσαν ἀπημάντως διαπορεύεσθαι ὡς διὰ γῆς. πρὸς δὲ τοὺς λέγοντας ὅτι Εὔφημος κυβερνήτης ἦν καὶ 〈μὴ〉 πρωρεὺς, τοῦτο γὰρ ἱστορεῖν Θεότιμον, λεκτέον ὅτι καὶ πάνυ λόγον ἔχει τὸν κυβερνήτην ὡς ἡγούμενον τῆς νεὼς τὴν βῶλον παρὰ Τρίτωνος λαβεῖν. οὐ δ ’ ἀπίθησέ νι ν : παθητικῶς· οὐκ ἀπειθῆ αὐτὸν πεποίηκε πρὸς τὴν ὑποδοχήν. |
| P 4 63b | ἀλ λ ’ ἥρω ς : ὁ δὲ ἥρως Εὔφημος ἐπιθορὼν ταῖς ἀκταῖς τῇ αὐτοῦ χειρὶ τὴν αὑτοῦ ἀνθαρμόσας καὶ ἐπεκτείνας χεῖρα ἐδέξατο τὴν θείαν βῶλον. ἀντερείσα ς : συνάψας. |
| P 4 66 | βώλακα δαιμονίαν: τὴν θείαν· καὶ ἤτοι ὅτι ἐξ αὐτῆς ἀποικίαι καὶ χρησμοὶ Ἀπόλλωνος, ἢ ὅτι θεὸς ὁ δωρησάμενος. πεύθομαι δ ’ αὐτά ν : ἔτι περὶ τῆς βώλου τὸν λόγον ποιεῖται ἡ Μήδεια, ὅτι πέπυσται χθὲς αὐτὴν διατετηκυῖαν, καίπερ παρακελευομένη φυλάξαι. |
| P 4 67b | ἄλλως· μετέπεσεν ἐπὶ τὸ ποιητικὸν πρόσωπον, καὶ οὐκέτι τὸ τῆς Μηδείας ἐφύλαξε διαπαντός. ὁ δὲ νοῦς· κατακούω δὲ αὐτὴν, τὴν βῶλον, κατακλυσθεῖσαν ἐκ τῆς νεὼς σὺν τῇ θαλάσσῃ τῆς δύσεως διενηνέχθαι καὶ διαλυθῆναι συμφερομένην τοῖς κύμασι. |
| P 4 67c | 67 e B ἐναλίᾳ βᾶμε ν : συμβεβηκέναι καὶ εἰς ταὐτὸ γεγενῆσθαι τῇ θαλασσίᾳ ἅλμῃ, ὅ ἐστι κατὰ περίφρασιν τῇ θαλάσσῃ. |
| P 4 67d | 68B τὴν σύν οὖν πρόθεσιν συντακτέον τῷ βᾶμεν, ἵν’ ᾖ συμβῆναι καὶ συνελθεῖν εἰς ταὐτό. |
| P 4 67e | 67 d B ἐκ δούρατο ς : ἐκ τῆς νηός. |
| P 4 70a | ἑσπέρας ὑγρῷ πελάγε ι : ἤτοι κατὰ τὸν καιρὸν τῆς ἑσπέρας, ἢ τῆς δυτικῆς θαλάσσης. ἀκολουθήσασαν. |
| P 4 71 | ἦ μάν νι ν : ναὶ μὴν αὐτὴν, τὴν βῶλον, συνεχῶς τοῖς λυσιπόνοις οἰκέταις φυλάξαι, φησὶν, [ὤτρυνον]· τούτων δὲ εἰς λήθην ἦλθον αἱ φρένες. λυσιπόνοι ς : ἐπειδὴ οἱ οἰκέται τῶν δεσποτῶν τοὺς πόνους διαλύουσι τῇ θεραπείᾳ· ὡς Εὐριπίδης (fr. |
| P 4 72 | 1019)· δούλοισι γάρ τε ζῶμεν οἱ ἐλεύθεροι. καὶ νῦν ἐν τᾷ δ’ : ὁ λόγος περὶ τῆς Θήρας, ὡς τῆς Μηδείας προσορμισθείσης κατὰ τὸ τηνικαῦτα καὶ διαλεγομένης περὶ τῆς βώλου. |
| P 4 74b | ὁ δὲ νοῦς· καὶ νῦν ἐν ταύτῃ τῇ ἀφθάρτῳ νήσῳ πρὸ τοῦ δέοντος καιροῦ διεχύθη τῆς εὐρυχώρου Λιβύης τὸ σπέρμα, τουτέστιν ἡ βῶλος. σπέρμα πρὶν ὥρα ς : διχῶς τὸ σπέρμα δύναται νοεῖσθαι, καὶ ὅτι Λιβυκὴ ἡ βῶλος, καὶ ὅτι οἷον ἀρχὴ τῆς εἰς Λιβύην ἀποικίας. |
| P 4 76b [5] | πρὶν ὥρα ς : πρὸ τοῦ δέοντος καιροῦ. εἰ γὰρ οἴκοι νιν βάλ ε : εἰ γὰρ δὴ αὐτὴν, τὴν βῶλον, ἐν τοῖς ἑαυτοῦ οἴκοις ἤγαγε παρὰ τὸ χθόνιον τοῦ Ἅιδου στόμα εἰς τὴν ἱερὰν Ταίναρον παραγεγονὼς, ἐκ δὲ τούτου εἰς Λακεδαίμονα ἐλθὼν, ὁ τοῦ ἱππικοῦ Ποσειδῶνος υἱός. |
| P 4 76c | 81 a B Ταίναρος δὲ πόλις Λακωνικὴ, ἐν ᾗ καὶ πύλη ἐστὶν εἰς Ἅιδου. |
| P 4 76d | Μένανδρος (fr. 842 K.)· πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις. 83B Εὔφαμος ἐλθώ ν : εἰ γὰρ τὴν βῶλον ἔσωσεν εἰς Ταίναρον, ἥτις Ἅιδου ἐστὶ στόμα, μετὰ τέσσαρας ἂν γενεὰς ἐγενήθη ἡ ἀποικία καὶ ἔλαβε σὺν τοῖς ἄλλοις τὴν εὐρεῖαν ἤπειρον Λιβύην. |
| P 4 79b | γυναῖκα δὲ ἔσχεν ὁ Εὔφημος Λαονόμην Ἡρακλέους ἀδελφὴν, Ἀμφιτρύωνος θυγατέρα καὶ Ἀλκμήνης. ἐπεὶ δὲ οὐ διεσώθη, ἀλλ’ ἐτάκη ἐν τῇ Θήρᾳ. |
| P 4 79c [5] | οὐκέτι φησὶν ἐλεύσεσθαι ἐκ τῆς Λακωνικῆς τὴν ἀποικίαν μετὰ τέσσαρας γενεὰς, ἀλλὰ μετὰ ἑπτακαίδεκα ἐξ ἀλλοδαπῶν γυναικῶν γεννηθέντας τινὰς καθέξειν τῆς Λιβύης. 76 d B τόν πο τ ’ Εὐρώπ α : ὅντινά ποτε ἡ Εὐρώπη ἡ τοῦ Τιτυοῦ θυγάτηρ ἐγέννησε παρὰ ταῖς ὄχθαις τοῦ Κηφισοῦ τοῦ Βοιωτικοῦ ποταμοῦ (79 a B), τετάρτων ἐξ Εὐφήμου παίδων γεγονότων γένος αὐτῷ ἐκείνην ἔλαβε καὶ κατέσχε σὺν τοῖς Ἕλλησι τὴν μεγάλην καὶ πλατεῖαν ἤπειρον τῆς Λιβύης. |
| P 4 81a [5] | τότε γὰρ τῆς μεγάλης Λακεδαίμονος ἀνάστατοι γίνονται καὶ τοῦ Ἀργείου κόλπου καὶ τῶν Μυκηνῶν. 85B τετράτων παίδων κ ’ ἐπιγεινομένω ν : οἱ γὰρ ἐξ Εὐφήμου τέταρτοι ἔμελλον ἀποικίαν στέλλεσθαι ἀπὸ Λακεδαίμονος εἰς Λιβύην· νῦν δὲ διὰ τὸ λελύσθαι τὴν βῶλον εἰς Θήραν ἐκ Λακεδαίμονος οἱ τέταρτοι ἀπὸ Εὐφήμου ἔρχονται καὶ ἀπὸ Θήρας οἱ ἑπτακαιδέκατοι, ὡς μετὰ τὴν τετάρτην γενεὰν Εὐφήμου τὴν ἐλθοῦσαν εἰς Θήραν ἄλλας τρισκαίδεκα γενέσθαι εἰς Θήραν. |
| P 4 83 | 81 a med. B τότε γὰρ μεγάλα ς : τότε γὰρ οἱ Ἡρακλεῖδαι κατελθόντες μετὰ τέσσαρας γενεὰς ἐξανέστησαν τοὺς προκατέχοντας [ἀπὸ Εὐφήμου] Μυκηνῶν καὶ Ἄργους καὶ Λακεδαίμονος. |
| P 4 85 [5] | ἤλλακται δὲ ὁ χρόνος· ἐξανίστανται γάρ φησιν ἀντὶ τοῦ ἐξαναστήσονται. ταῦτα γὰρ ἡ Μήδεια προλέγει ὡς ἐσόμενα ὕστερον. 88 b B νῦν γε μὰν ἀλλοδαπᾶ ν : ἐπὶ δὲ τοῦ παρόντος τῶν ἀλλοδαπῶν καὶ ξένων γυναικῶν τὸ ἐν ταῖς κοίταις ἔκκριτον καὶ διαπρεπὲς γένος εὑρήσει τὴν ἀποικίαν· οἵτινες σὺν τιμῇ θεῶν εἰς ταύτην τὴν νῆσον παραγενόμενοι τέκωσι τὸν Βάττον τὸν τῶν τῆς Λιβύης πεδίων δεσπότην. |
| P 4 88a [5] | 93 a B ἡ ἱστορία τοιαύτη· ταῖς Λημνίαις γυναιξὶν ἀσεβῶς διακειμέναις περὶ τὰς τῆς Ἀφροδίτης τιμὰς ἡ θεὸς δυσοσμίαν προσέπεμψε, καὶ οὕτως αὐτὰς οἱ ἄνδρες ἀπεστράφησαν· αἱ δὲ συνθέμεναι πρὸς ἑαυτὰς ἐξ ἐπιβουλῆς τοὺς ἄνδρας ἀνεῖλον. |
| P 4 88b [5] | τηνικαῦτα δὲ οἱ Ἀργοναῦται τὸν εἰς Σκυθίαν στελλόμενοι πλοῦν προσωρμίσθησαν τῇ Λήμνῳ, καὶ εὑρόντες ἔρημον ἀρσένων τὴν νῆσον συνελθόντες ταῖς γυναιξὶν ἀπηλλάγησαν. οἱ δὲ φύντες ἐξ αὐτῶν ἦλθον εἰς Λακεδαίμονα κατὰ ζήτησιν τῶν πατέρων, καὶ προσδεχθέντες παρὰ Λάκωσι καὶ πολιτευσάμενοι συνέθεντο ἐπιθέσθαι τῇ Σπάρτῃ. γνωσθέντες δὲ συνελήφθησαν καὶ καθείρχθησαν ἐν εἱρκτῇ· κατὰ δέ τινας αἱ μητέρες ἐλθοῦσαι πρὸς αὐτοὺς τὰς μὲν αὑτῶν ἐσθῆτας ἐκείνοις περιέθεσαν καὶ αὐτόθι ἔμειναν, ἐκείνους δὲ ὡς γυναῖκας ἀποπέμψασαι κατακαλυψαμένους ἔσωσαν, οἱ δὲ παῖδες τῷ μηχανήματι λαθραίως ἀπέφυγον. τῶν δὲ Λακώνων βουλομένων αὐτοὺς ἀνελεῖν, Θήρας ὁ Αὐτεσίωνος κατὰ συντυχίαν τότε ἀποικίαν στέλλων καθικέτευσε τοὺς Λάκωνας εἰς τὴν ἀποικίαν αὐτῷ τοὺς ἄνδρας παρασχεῖν, καὶ δεξάμενος εἰς τὴν Θήραν ἐκτοπίζει. συνῆν δὲ αὐτῷ καὶ Σάμος, οὗ ἀπόγονος Βάττος, ὃς πρῶτος ἀποικίαν εἰς Κυρήνην ἔστειλεν. ἄλλως· ζητεῖται τίνες εἰσὶν ἀλλοδαπαὶ γυναῖκες, ἐξ ὧν φησι τοὺς φύντας καθέξειν τὴν Κυρήνην, πότερον ἐπειδή τινες ἐν Θήρᾳ ᾤκησαν μετὰ Κάδμου συνεξορμήσασαι, ὅτε ἐπὶ τὴν τῆς Εὐρώπης ζήτησιν ἀπῆρεν ἐκ Φοινίκης· ὑπέμειναν γὰρ ἐν Θήρᾳ μετὰ Μεμβλιάρεω τοῦ Κάδμῳ συνεξορμήσαντος Φοίνισσαί τινες γυναῖκες· ἢ ἀλλοδαπὰς γυναῖκας τὰς Λημνίας λέγει, [περὶ ὧν ἡ ἱστορία προείρηται]. |
| P 4 88c | 88 a B κριτὸν εὑρήσε ι : τίς εὑρήσει; ἡ προκειμένη ἤπειρος ἡ Λιβύη. |
| P 4 90 | οἵ κεν τάνδ ε : ἔδει εἰπεῖν, ὅπερ γένος. τάνδε σὺν τιμ ᾷ : ἐν ταύτῃ τῇ νήσῳ τῇ Θήρᾳ· ἐν αὐτῇ γὰρ διελέγετο ἡ Μήδεια. |
| P 4 91 | 94 c E τέκωντα ι : ἀντὶ τοῦ τέξονται. |
| P 4 92 | 94B κελαινεφέων πεδίω ν : τῶν τῆς Λιβύης· καὶ οἱ μὲν διὰ τὸν αὐτόθι συνεχῆ ὄμβρον καὶ τοὺς χειμῶνας, διὸ καὶ εὔκαρπος ἡ Κυρήνη διὰ τὸ συνεχῶς δεύεσθαι· τινὲς δὲ διὰ τὸ τῶν πεδίων μέγεθος. |
| P 4 93b | ἄλλως· Ἀμμώνιός φησι διὰ τὸ περὶ τὴν Κυρήνην μόνον ἵστασθαι νέφος παρὰ τὴν ἄλλην Λιβύην. ἢ μᾶλλον μεγέθους τις ἔμφασις δηλοῦται διὰ τὸ ἀποσκοτοῦσθαι τὰς ὄψεις τοῦ πέρατος μὴ ὁρωμένου. 89B 96 a E τὸν μέ ν : τὸν Βάττον. |
| P 4 94b | πολυχρύσ ῳ : τῇ Πυθοῖ. ὅτι δὲ πολυχρήματος, καὶ Ὅμηρός φησι (Ι 404 sq.). ὅντινά ποτε τὸν Βάττον ἐν τῷ πολυχρύσῳ οἴκῳ ὁ Ἀπόλλων ἀναμνήσει τοῖς ἑαυτοῦ χρησμοῖς εἰς τὸν Πυθικὸν νεὼν παραγενόμενον οἰκιστὴν τῆς Κυρήνης γενέσθαι. |
| P 4 94c | 97 b B 93 a E 97 a DGQ θέμισσ ι : τοῖς χρησμοῖς. |
| P 4 96b | ἀναμνήσει τὰ ἑξῆς ἐπιφερόμενα. 100B τί δὲ ἀναμνήσει; οἰκιστὴν τῆς Κυρήνης γενέσθαι. |
| P 4 96c | 99DGQ καταβάντα χρόν ῳ : χρόνῳ δὲ ὕστερον ταῖς ναυσὶ πολλοὺς ἀγαγεῖν πρὸς τὸ τοῦ Κρονίδου Νείλου λιπαρὸν τέμενος· φησὶ δὲ τὴν Λιβύην. |
| P 4 97b [5] | τέμενος [γὰρ] Νείλου Διὸς τὴν Λιβύην φησίν. καὶ ἤτοι τὸν Νεῖλον ἀντὶ τοῦ Διός φησιν, ἐπειδὴ παρὰ τοῖς Αἰγυπτίοις τιμᾶται ὡς θεός· ἢ παρὰ τὸ Ὁμηρικόν (δ 581)· ἂψ δ’ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο. 99B χρόνῳ δ ’ ὑστέρ ῳ : ὁ δέ ἀντὶ τοῦ δή, ἵν’ ᾖ· χρόνῳ δὴ ὑστέρῳ διὰ νεῶν πολλοὺς ἄνδρας ἀγαγεῖν ἀπὸ Θήρας εἰς τὴν Λιβύην. |
| P 4 97b bis | 97 a B 96 a DGQ τέμενος Κρονίδ α : τὸν Νεῖλον Κρονίδαν [φησὶν], ὡς Παρμένων· Αἰγύπτιε Ζεῦ Νεῖλε. |
| P 4 99 | ἀναλογεῖν γὰρ τοῖς τοῦ Διὸς ὄμβροις τὸ τοῦ Νείλου ὕδωρ, καὶ ὥσπερ ἀντίστροφόν τινα τοῦτον τῷ Διῒ εἶναι. 96 a B ἦ ῥα Μηδείας ἐπέων στίχε ς : ἔφη ἡ τῆς Μηδείας στιχομυθία. |
| P 4 100a | συνήθως δὲ ὁ Πίνδαρος πληθυντικοῖς ἑνικὰ ἐπήνεγκεν. ὁ νοῦς· οὕτως εἰρήκασιν οἱ τῆς Μηδείας λόγοι, οἱ δὲ ἰσόθεοι ἥρωες κατεπλάγησαν σιωπῇ τὴν πυκνὴν καὶ συνετὴν συμβουλὴν τῆς Μηδείας κατακούσαντες. |
| P 4 104a | ὦ μάκαρ υἱὲ Πολυμνάστο υ : ὦ Ἀριστότελες. ὁ γὰρ αὐτὸς Βάττος καὶ Ἀριστοτέλης. ὁ δὲ νοῦς· ὦ μακάριε υἱὲ τοῦ Πολυμνήστου Ἀριστότελες, σὲ ἐν τῷ τῆς Μηδείας λόγῳ ὁ χρησμὸς ὤρθωσε καὶ ἀπέδειξε τῆς Δελφικῆς ἱερείας αὐτομάτῳ φθόγγῳ. |
| P 4 104b | 106 b B χρησμὸς ὤρθωσε μελίσσα ς : τὰς περὶ τὰ θεῖα καὶ μυστικὰ μελίσσας καὶ ἑτέρωθι (fr. |
| P 4 106a [15] | 158)· ταῖς ἱεραῖς μελίσσαις τέρπεται. ὅτι δὲ τὰς περὶ τὰ ἱερὰ διατελούσας καὶ Μελίσσας ἔλεγον, Μνασέας ὁ Παταρεὺς (FHG III p. 150) ἀφηγεῖται λέγων, ὡς κατέπαυσαν αὗται σαρκοφαγοῦντας τοὺς ἀνθρώπους πείσασαι τῇ ἀπὸ τῶν δένδρων χρῆσθαι τροφῇ, καθ’ ὃν καιρὸν καὶ Μέλισσα μία τις αὐτῶν κηρία μέλιτος εὑροῦσα πρώτη ἔφαγε καὶ ὕδατι μίξασα ἔπιε, καὶ τὰς ἄλλας δὲ ἐδίδαξε, καὶ τὰ ζῷα μελίσσας ἐξ ἑαυτῆς ἐκάλεσε, καὶ φυλακὴν πλείστην ἐποιήσατο· ταῦτα δέ φησιν ἐν Πελοποννήσῳ γενέσθαι. ἄνευ γὰρ Νυμφῶν οὔτε Δήμητρος ἱερὸν τιμᾶται διὰ τὸ ταύτας πρώτας καρπὸν ἀποδεῖξαι καὶ τὴν ἀλληλοφαγίαν παῦσαι καὶ περιβλήματα χάριν αἰδοῦς ἐξ ὕλης ἐπινοῆσαι, οὔτε γάμος οὐδεὶς ἄνευ Νυμφῶν συντελεῖται, ἀλλὰ ταύτας BEGQ πρῶτον τιμῶμεν μνήμης χάριν· ὅτι τε εὐσεβείας καὶ ὁσιότητος ἀρχηγοὶ ἐγένοντο. 107 a B ἄλλως· χρησμὸς μελίσσα ς : τῆς Δελφικῆς ἱερείας· φησὶ δὲ τῆς Πυθῶνος. |
| P 4 106c [5] | μελίσσας δὲ τὰς ἱερείας, κυρίως μὲν τὰς τῆς Δήμητρος, καταχρηστικῶς δὲ καὶ τὰς πάσας, διὰ τὸ τοῦ ζῴου καθαρόν. 106 a B Δελφίδος αὐτομάτῳ κελάδ ῳ : ἤτοι αὐτοκελεύστῳ· οὐ γὰρ κατὰ ἐπίταγμα τῶν χρησμῳδουμένων ἡ προφῆτις τοὺς χρησμοὺς ἐκφέρει, ἀλλ’ ἐπιπνοίᾳ· ἢ τῷ μὴ ἐκ συντάξεως φερομένῳ, ἀλλ’ ἀπαυτοματιζομένῳ· καὶ ἰδίως· οὐκ ἐρωτηθεῖς’ ὑπὸ τοῦ Βάττου περὶ τῆς ἀποικίας, ἀλλὰ περὶ τῆς φωνῆς· ἔνθεν δὴ καὶ αὐτώρης ὁ τρίπους. |
| P 4 107a [10] | Καλλίμαχος (fr. 264)· αὐτώρης ὅτε τοῖσιν ἐπέφραδε. καὶ τότε αὐτώρης ἡ μάντις λέγεται, ὅταν μὴ βουλομένου τινὸς, περὶ ὅτου ἥκει μαντευσόμενος, ἀπαυτοματίσῃ. τοιοῦτον οὖν ἐστι καὶ τὸ αὐτομάτῳ BEGQ κελάδῳ, ὃν προήκατο οὐδενὸς πυθομένου. ἄλλως· αὐτομάτῳ κελάδ ῳ · παρόσον ἐκ ταὐτομάτου ἔχρησεν ἡ Πυθία περὶ τῆς ἀποικίας, τοῦ Βάττου περὶ φωνῆς ἐρωτῶντος. |
| P 4 108 | ἅ σε χαίρει ν : ἥτις σε περὶ τῆς κακοφωνίας καὶ τραχείας φωνῆς ἀνερωτῶντα τίς παρὰ θεῶν λύσις γένοιτο, χαίρειν τρὶς προσειποῦσα εἱμαρμένον βασιλέα διὰ τῶν χρησμῶν ἀπέφηνε τῇ Κυρήνῃ. φωνᾶς ἀνακρινόμενο ν : ἀνερευνῶντα, τίς ἔσται τῆς φωνῆς ποινὴ, τουτέστιν ἀπόλυσις· ἐπεὶ ἡ ποινὴ ἀπολύσεως ἕνεκεν γίνεται. |
| P 4 112 [5] | ποινὰ τί ς : ἀμοιβὴ ἢ λύσις. ἦ μάλα δ ή : ὁ νοῦς· ναὶ δὴ λίαν καὶ ἐπὶ τοῦ παρόντος, ὥσπερ ἐν τῇ τοῦ φοινικοῦ καὶ ἀνθηροῦ ἔαρος ἀκμῇ καὶ ὥρᾳ, ἀπὸ κοινοῦ θάλλει τὸ μέρος καὶ τὸ ἄνθος, οὕτω καὶ ἐν τούτοις τοῖς παισὶν ὄγδοον μέρος ὢν θάλλει καὶ βλαστᾷ ὁ Ἀρκεσίλαος. |
| P 4 113b | τὸ μετά συντακτέον τῷ παισί. τούτοις ὄγδοο ν : τὰ ῥηθέντα ὑπὸ τῆς Πυθίας νῦν θάλλει ὡς ἐν ἔαρι ἐπὶ τοῦ ὀγδόου γένους. |
| P 4 115a | ὄγδοος γὰρ Ἀρκεσίλαος ἀπὸ Βάττου τοῦ πρώτου, ᾧ γράφει νῦν ὁ Πίνδαρος. ἄλλως· μετὰ τοὺς ἀπὸ Εὐφήμου ἑπτακαίδεκα καὶ νῦν ὁ Ἀρκεσίλαος ὄγδοός ἐστιν. |
| P 4 115c | παισ ί : τοῖς Κυρηναίοις. τῷ μὲν Ἀπόλλω ν : τῷ Ἀρκεσιλάῳ. |
| P 4 116b | τῷ μὲν Ἀπόλλω ν : τούτῳ μὲν τῷ Ἀρκεσιλάῳ ὅ τε Ἀπόλλων καὶ ἡ Πυθὼ ἐκ τῆς ἱπποδρομίας δόξαν καὶ μνήμην ἐκ πάντων τῶν περιοίκων δεδώκασιν. ἀμφικτυόνω ν : ἀμφικτύονες καλοῦνται οἱ ἀγωνοθέται τῶν Πυθίων ἐκ δώδεκα ἐθνῶν τῆς Ἑλλάδος ὄντες. |
| P 4 119 [5] | ἀπὸ δ ’ αὐτὸν δώσ ω : ἀποδώσω δὲ αὐτὸν ἐγὼ ταῖς Μούσαις, ἀντὶ τοῦ ὑμνήσω νενικηκότα· ἀνυμνήσω δὲ καὶ τὸ χρυσοῦν δέρας. ζητεῖται δὲ, δι’ ἣν αἰτίαν καὶ Ἰάσονος ἐμνήσθη καὶ τοῦ εἰς Σκυθίαν ἀπόπλου· καί φαμεν ὅτι Ἀρκεσίλαος εἰς Εὔφημον ἀνάγει τὸ γένος τὸν τὴν βῶλον ὑποδεξάμενον καὶ συσταλέντα τοῖς Ἀργοναύταις. 121 c χρύσεον νάκος κριο ῦ : κατὰ κοινοῦ τὸ Μοίσαισι δώσω. |
| P 4 121a [5] | 122B διὰ τί δὲ συγκαταπέπλοχε ταῖς εἰς τὸν Ἀρκεσίλαον ᾠδαῖς τὰ περὶ τὸν πλοῦν τῶν Ἀργοναυτῶν τὸν ἐπὶ τὸ χρυσοῦν δέρος τοῦ κριοῦ; ὅτι τὸ γένος τῶν περὶ τὸν Ἀρκεσίλαον τὴν ἀρχὴν εἶχεν ἀπὸ Εὐφήμου, ᾧ καὶ ἡ βῶλος ἐδόθη. |
| P 4 121b | 122 μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶ ν : ἐπ’ ἐκεῖνο γὰρ τὸ δέρος. |
| P 4 121d | ὁ δὲ νοῦς· ἐπὶ γὰρ τοῦτο τὸ δέρος πλευσάντων τῶν Ἀργοναυτῶν θεῖαι τιμαὶ τοῖς Κυρηναίοις ἐφυτεύθησαν. 121 a πλευσάντων Μινυᾶ ν : τῶν Μινυῶν· φησὶ δὲ τῶν Ἀργοναυτῶν, ὅτι οἱ πλείους αὐτῶν εἰς Μινύαν τὸν Ποσειδῶνος καὶ Τριτογενείας τῆς Αἰόλου τὸ γένος ἀνῆγον. |
| P 4 122 [5] | καὶ Ἀπολλώνιός φησιν (I 230)· ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ’ αἵματος εὐχετόωντο. σφισί ν : αὐτοῖς, τοῖς Κυρηναίοις τοῖς εἰς Θήραν τὴν ἀποικίαν στειλαμένοις. |
| P 4 124a [5] | τίς γὰρ ἀρχὰ δέξατο ναυτιλία ς : ὁ λόγος ἐρωτηματικὸς πρὸς τὴν Μοῦσαν· τίς γὰρ ἀρχὴ τοῦ πλοῦ; ποῖος δὲ κίνδυνος ἐν τοῖς ἰσχυροτάτοις τοῦ ἀδάμαντος ἔδησεν ἥλοις; τουτέστι ποία ἰσχυρὰ καὶ κινδυνώδης ἀνάγκη παρώρμησε τοὺς Ἀργοναύτας; εἶτα Ὁμηρικῷ ζήλῳ μετὰ τὴν ἐρώτησιν ἐπάγει τὸ αἴτιον· μεμοιραμένον ἦν τὸν Πελίαν ἐκ τῶν ἄγαν διαφανῶν Αἰολιδῶν τελευτῆσαι τὸν βίον, ἢ καὶ γνώμαις ἢ καὶ πράξεσιν ἀκαταμαχήτοις καὶ σκληραῖς. ἄλλως· χρῆται ὁ ποιητὴς ζήλῳ Ὁμηρικῷ· μετὰ γὰρ τὴν πρὸς τὴν Μοῦσαν ἐρώτησιν τὴν αἰτίαν ἐπάγει. |
| P 4 124b | ἄρχεται δὲ τῆς ἱστορίας, δι’ ἣν ἔπλευσαν οἱ Ἀργοναῦται. θέσφατον δὲ μεμοιραμένον, χρησμῳδηθέν. |
| P 4 127 [5] | ἐξ ἀγαυῶν Αἰολιδᾶ ν : Αἰολίδης ὁ Ἰάσων· Αἴσονος γὰρ τοῦ Κρηθέως [γίνεται] τοῦ Αἰόλου υἱός· ἔνθ’ ἦτοι πρῶτον Τυρὼ ἴδον εὐπατέρειαν, ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι· φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο (λ 235)· εἶτα τὸ ἑξῆς· τοὺς δ’ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν Αἴσονά τ’ ἠδὲ Φέρητα (λ 258). Ἦλθε δέ οἱ κρυόε ν : ἦλθε δὲ καὶ ἀνεδόθη τὸ φρικτὸν τοῦτο μάντευμα τῷ συνετῷ αὐτοῦ θυμῷ, τὸ κατὰ τὸν μέσον ὀμφαλὸν ῥηθὲν [τουτέστι κατὰ τὸ Δελφικὸν χρηστήριον τὸ ἐν μέσῳ τῆς οἰκουμένης] τῆς εὐδένδρου γῆς· λέγει δὲ τῆς Πυθῶνος. |
| P 4 132 | ῥηθὲν ματέρο ς : τῆς γῆς. τὸν μονοκρήπιδ α : ἡ ἱστορία παρὰ Φερεκύδει (FHG I p. |
| P 4 133a [10] | 87). ἔθυε τῷ Ποσειδῶνι, φησὶν, ὁ Πελίας, καὶ προεῖπε πᾶσι παρεῖναι· οἱ δὲ ἦσαν οἵ τε ἄλλοι πολῖται καὶ ὁ Ἰήσων· ἔτυχε δὲ ἀροτρεύων ἐγγὺς τοῦ Ἀναύρου ποταμοῦ, ἀσάμβαλος δὲ διέβαινε τὸν ποταμὸν, διαβὰς δὲ τὸν μὲν δεξιὸν ὑποδεῖται πόδα, τὸν δὲ ἀριστερὸν ἐπιλήθεται, καὶ ἔρχεται οὕτως ἐπὶ δεῖπνον. ἰδὼν δὲ ὁ Πελίας συμβάλλει τὸ μαντήϊον, καὶ τότε μὲν ἡσύχασε, τῇ δ’ ὑστεραίᾳ μεταπεμψάμενος αὐτὸν ἤρετο ὅ,τι ποιοίη εἰ αὐτῷ χρησθείη ὑπό του τῶν πολιτῶν ἀποθανεῖν· ὁ δὲ Ἰήσων, πέμψαι ἂν εἰς Αἶαν αὐτὸν ἐπὶ τὸ κῶας τὸ χρυσόμαλλον, ἄξοντα ἂν ἀπὸ Αἰήτεω. ταῦτα δὲ τῷ Ἰήσονι Ἥρη ἐς νόον βάλλει, ὡς ἔλθοι ἡ Μήδεια τῷ Πελίᾳ κακόν. 133 c B μονοκρήπιδ α , τὸν μονοσάμβαλον· κρηπὶς γὰρ τὸ βῆμα, καὶ εἴρηται παρὰ τὴν βάσιν. |
| P 4 133b | 134B ἄλλως· ὅτι ἐκ τοῦ Ἀναύρου ποταμοῦ μόγις τὸ δεξιὸν πέδιλον ἔσωσεν, ἱστορεῖ καὶ Ἀπολλώνιος (I 10)· ἄλλο μὲν ἐξεσάωσεν ὑπ’ ἰλύος, ἄλλο δ’ ἔνερθε κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. |
| P 4 133c [5] | εἰσὶ δὲ καὶ Αἰτωλοὶ πάντες μονοκρήπιδες διὰ τὸ πολεμικώτατοι εἶναι. ἦν δὲ τὸ μάντευμα τοιοῦτον· [τὸν μονοκρήπιδα πάντως ἐν φυλακῇ σχεθέμεν μεγάλᾳ καὶ τὰ ἑξῆς.] 133 b B ἐν φυλακῇ σχεθέμε ν : ἀντὶ τοῦ φυλάσσεσθαι. |
| P 4 135a | αἰπεινῶν σταθμῶ ν : ἀπὸ τῶν ὑψηλοτάτων ἐναύλων, λέγει δὲ τοῦ Χειρωνείου σπηλαίου. σταθμῶν ἐς εὐδείελο ν : τὴν εὖ πρὸς ἑσπέραν κειμένην. |
| P 4 135b | ἢ τὴν διαφανῆ καὶ ἐπίσημον. ὁ δὲ νοῦς· ὅταν ἀπὸ τῶν ὑψηλοτάτων ἐπαύλεων τοῦ Χείρωνος (παρὰ γὰρ αὐτῷ ἐπαιδεύθη) εἰς τὴν πρὸς τῇ ἑσπέρᾳ γῆν τῆς εὐδόξου Ἰωλκοῦ παραγένηται ξένος ὢν καὶ πολίτης. |
| P 4 135c | 138B τὸ δὲ σημεῖον χʹ, ὅτι σταθμοὺς τὰς κατ’ ἀγροὺς ἐπαύλεις ἔλεγον, καὶ ὅτι εὐδείελον τὸ εὔδηλον προσονομάζεται (ν 234)· ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτή. |
| P 4 135d | 145B ξεῖνος αἴ τ ’ ὦν ἀστό ς · καὶ ξένος ὢν καὶ πολίτης ὁ Ἰάσων, πολίτης μὲν ὅτι Ἰωλκίους εἶχε τοὺς γονεῖς, ξένος δὲ ὅτι τεχθεὶς παρὰ τῷ Χείρωνι ἀνετράφη. |
| P 4 138b [5] | ὁ δὲ Ἰάσων χρόνῳ παρεγένετο, δύο δόρασι θαυμαστὸς καὶ ἐκπληκτικός. ἐσθὰς δ ’ ἀμφότερόν μιν ἔχε ν : ἐσθὴς δὲ διπλῆ συνεῖχεν αὐτὸν, ἥ τε τῶν Μαγνήτων ἐπιχώριος, ἁρμοζομένη τοῖς θαυμαστοῖς μέλεσι, καὶ ἡ παρὰ Χείρωνι παρδαλέα, ἣ ἔσκεπε καὶ ἀπήλεξε τοὺς φρίσσειν παρασκευάζοντας ὄμβρους. |
| P 4 140b | ἄλλως· ἠμφίεστο γὰρ δύο σχήματα, τό τε παρὰ Χείρωνι καὶ τὸ Μαγνήτων, καὶ ἡ μὲν ἦν στολὴ, ἡ δὲ παρὰ Χείρωνι δορὰ παρδάλεως. φρίσσοντας ὄμβρου ς : οὐκ αὐτοὺς φρίσσοντας, ἀλλὰ φρίσσειν ποιοῦντας. |
| P 4 144 [5] | καὶ Ὅμηρος (Ζ 132)· ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας, οὐκ αὐτοῦ μαινομένου, ἀλλὰ τοῦ μανιοποιοῦ. καὶ χλωρὸν δέος (Η 479), τὸ χλωροποιόν. διὸ καὶ τὸ σημεῖον. 135 d B οὐδὲ κόμαν πλόκαμο ι : οὐδὲ τὴν πρώτην κόμην εἰς ἀπαρχὴν τοῖς θεοῖς ἐκείρατο, ἀλλ’ ὡς Ἀχιλλεὺς νέος ἦν πρωτοκόμης (Ψ 144)· Σπερχεῖ’, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. |
| P 4 145 [10] | καὶ παρ’ Αἰσχύλῳ (Choeph. 6)· πλόκαμον Ἰνάχῳ θρεπτήριον, τὸν δεύτερον δὲ τόνδε πενθητήριον, Ὀρέστης φησὶ τῷ Ἀγαμέμνονι. τὰς γὰρ πρώτας κόμας τοῖς ποταμοῖς οἱ ἀρχαῖοι ἀπεκείροντο, σύμβολον τοῦ ἐξ ὕδατος εἶναι πάντων τὴν αὔξησιν. τάχα δ ’ εὐθὺς ἰώ ν : ὁ νοῦς· ταχέως δὲ εὐθὺ πορευόμενος τῆς ἑαυτοῦ γνώμης τῆς ἀφόβου καὶ ἀταράχου ἔστη διάπειραν λαμβάνων. |
| P 4 148a [5] | ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι καὶ πολλοῦ ὄχλου ὄντος ἐν τῇ πόλει πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζεν. ἄλλως· εὐθύ ς : [ἀντὶ τοῦ εὐθέως. |
| P 4 148b | ἢ] ἐπ’ εὐθείας πορευθείς. τὸ δὲ σφετέρας οὐχ ὑγιῶς· ἔδει γὰρ ἑᾶς· περὶ ἑνὸς γὰρ ὁ λόγος. γνώμας ἀταρβάκτοι ο : οἷον πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζε. |
| P 4 149b | τὸ δὲ σημεῖον χʹ, ὅτι ἀταρβήκτοιο εἶπεν ἀντὶ τοῦ ἀκαταπλήκτου, καὶ ὅτι γνώμας ἀντὶ τοῦ διανοίας. τὸ δὲ ἑξῆς· ἐστάθη ἐν ἀγορᾷ πλήθοντος ὄχλου. |
| P 4 152a | τὸν μὲν οὐ γίνωσκο ν : τοῦτον μὲν οὖν νεωστὶ τῇ Μαγνησίᾳ ἐπιδημήσαντα οἱ ἐνοικοῦντες οὐκ ἐγίνωσκον. ὀπιζομένω ν : ἐπιστρεφομένων εἰς αὐτὸν καὶ τοὺς ὦπας ἐπιβαλλόντων. |
| P 4 152c | ἢ οὕτως· ἐπεὶ ὄπις ἐστὶν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ, τὸ ἐσόμενον ὕστερον προλαβών τις εἶπεν. ἢ ὀπιζομένω ν , τῶν τοὺς θεοὺς πρὸ ὀφθαλμῶν ἐχόντων καὶ εὐλαβῶν. |
| P 4 154a | οὔτι που οὗτος Ἀπόλλω ν : ἐχρήσατο τῷ λόγῳ πάνυ κεκολασμένως τὸ οὔτι προσθεὶς, καὶ ἔδωκε διὰ μὲν τὸ κάλλος ὅμοιον εἶναι τοῖς θεοῖς τὸν Ἰάσονα, διά γε μὴν τὸ τῆς φύσεως φθαρτὸν ἀμφιβάλλων ἀπαρνεῖται. ὁ δὲ νοῦς· οὐδαμῶς οὗτός ἐστιν ὁ Ἀπόλλων, οὐδὲ μὴν ὁ ἱππικώτατος Ἄρης ὁ πόσις τῆς Ἀφροδίτης. |
| P 4 154b [5] | τοῦτο δέ φησι διὰ τὸ ἄγαν ἀνθηρὸν καὶ ὡραῖον τοῦ Ἰάσονος. χαριέστατα δὲ παρέλαβεν Ἄρεα καὶ Ἀπόλλωνα. ἐν δὲ Νάξῳ φαντὶ θανεῖ ν : ἐν δὲ τῇ εὐδαίμονι Νάξῳ φασὶ τεθνηκέναι τὸν τῆς Ἰφιμεδείας παῖδα Ὦτον καὶ σὲ, ὦ τολμηρότατε Ἐφιάλτα. |
| P 4 156a [5] | Ἰφιμεδείας δὲ καὶ Ἀλωέως γεγόνασι παῖδες Ὦτος καὶ Ἐφιάλτης. οὗτοι δὲ ἀσεβῶς διετέθησαν περὶ τὴν Ἄρτεμιν, καί ποτε εἰς ἔλαφον ἑαυτὴν ἡ θεὸς μεταποιήσασα θηρεύουσιν αὐτοῖς κατὰ τὴν Νάξον ἐν μέσῳ ὤφθη. οἱ δὲ κατατοξεύειν τὴν ἔλαφον ὑπολαμβάνοντες ἔλαθον ἀλλήλους τιτρώσκοντες. τούτους οὖν ἐπὶ τοῦ ἐκτραπέλου τοῦ Ἰάσονος σώματος παρείληφεν. ἄλλως· ἐν τῇ Νάξῳ τεθνήκασιν οἱ Ἀλωεῖδαι, οἱ καλοὶ ἐκεῖνοι. |
| P 4 156b [5] | μέμφεται δὲ Χαῖρις ἐπὶ τῇ παραλήψει τῶν Ἀλωειδῶν· ἀρκεῖ γὰρ ὁ Ἀπόλλων καὶ ὁ Ἄρης. θεοῖς μὲν γὰρ εἰκάζομέν τινας, ἀνθρώποις δὲ ὑπερφυέσι καὶ τερατώδεσιν οὐκέτι. ὅτι δὲ εὐπρεπὴς ἦν ὁ Ἰάσων, δῆλον ἐκ τοῦ καὶ τὴν Ἥραν κατά τινας αὐτῷ ἐπιμανῆναι. καὶ μὰν Τιτυό ν : ἀλλὰ μὴν τὸν Τιτυὸν τὸ τῆς Ἀρτέμιδος βέλος ἐθήρευσε καὶ ἀνεῖλεν ἐκ τῆς ἀνικήτου βελοθήκης ὁρμώμενον. |
| P 4 160a | ἀκύρως δὲ τὸν Τιτυὸν ἐνταῦθα παρατίθησι τερατώδη ὄντα τὸ σῶμα καὶ ἄλλως ἀσεβῆ. ἄλλως· ὁ μὲν Τιτυὸς μέγας ἦν, καλὸς δὲ οὔ. |
| P 4 160b | ὅτι δὲ ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἐτελεύτησε, Φερεκύδης (FHG I p. 71) φησίν. ὄφρα τις τᾶν ἐν δυνατ ῷ : τοξευθεὶς, φησὶν, ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ ἀναιρεθεὶς παράδειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἄν τις τῶν δυνατῶν ἐπιθυμιῶν ὀρέγηται. |
| P 4 165 | τοὶ μὲν ἀλλάλοισι ν : τοιαῦτα μὲν οἱ κατὰ τὴν ἀγορὰν Μάγνητες ὄντες ἀλλήλοις διαλεγόμενοι ἔλεγον. προτροπάδα ν : ἀντὶ τοῦ ἐπτοημένως. |
| P 4 166b | ὁ δὲ νοῦς· ἐν δὲ τοῖς ἡμιόνοις καὶ τῇ ἐνδόξῳ ἀπήνῃ ἐπτοημένως παρεγένετο σπεύδων ὁ Πελίας. 168 c B ἢ προτροπάδην τὸ προτετραμμένος ἐπ’ εὐθείας. |
| P 4 168a | τάφε δ ’ αὐτίκ α : ἐξεπλάγη δὲ ἰδὼν τὸν μονοκρήπιδα, ὡς κατ’ αὐτοῦ τι δράσοντος τοῦ Ἰάσονος, καὶ τοῦ χρησμοῦ νῦν ἀποτελουμένου. 172B πέδιλον δὲ νῦν εἶπε τὴν κρηπῖδα· πάντα γὰρ τὰ τοῖς ποσὶ περιειλούμενα πέδιλα καλεῖται. |
| P 4 168b | 168 a B ἄλλως· εὐθέως δὲ κατεπλάγη θεασάμενος τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον ὑπόδημα τοῦ Ἰάσονος τῷ δεξιῷ αὐτοῦ περικείμενον ποδί. |
| P 4 169 | ἀρίγνωτο ν : τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον. κλέπτων δὲ θυμ ῷ : ὑποκλέπτων δὲ τῇ ψυχῇ τὸν φόβον τὸν κατὰ τὸν χρησμὸν προσεῖπεν. |
| P 4 171a | 168 b B ἀντὶ τοῦ οὐκ ἀναγυμνῶν αὑτοῦ τὴν εὐλάβειαν. |
| P 4 172 | ποίαν γαῖα ν , ὦ ξεῖ ν’ , εὔχεα ι : ποίαν γῆν, ὦ ξένε, καυχᾷ ἔχειν πατρίδα, καὶ τίς σε τῶν χαμαιγενέων ἀνθρώπων ἐκ τιμίας ἀνῆκε γαστρός; εἰπὲ, μὴ τοῖς ἐχθροῖς ψεύδεσι τὴν τιμίαν καταμιάνῃς γένναν. 177B ἀνθρώπων χαμαιγενέω ν : τὸ ἀνθρώπων ἥρμοζε τῷ ἔτεκεν, ὃ καὶ ἐπ’ ἀρσένων τίθεμεν· τὸ δὲ γυναικῶν τῷ νῦν κειμένῳ ἐξανῆκε γαστρός· ἴδιον γὰρ τῶν γυναικῶν τοῦτο. |
| P 4 174b | πολιᾶς δὲ νῦν λέγει τῆς τιμίας, παρὰ τὸ τοῦ γήρως ἔντιμον. 180B μὴ ψεύδεσι καταμιάνα ς : λείπει ἤτοι τὸ εἶδος ἢ τὸν λόγον. |
| P 4 177 [5] | μὴ μολύνας τοῖς ψεύδεσι τὴν μορφὴν καὶ τὸ εἶδος, εἰπὲ πόθεν γεγέννησαι· οἷον πρὸς τὸ εἶδος καὶ ἐλευθερίως φθέγγου. 174B φαμὶ διδασκαλίαν Χείρωνος οἴσει ν : φημὶ καὶ διαβεβαιοῦμαι τὴν Χείρωνος διδασκαλίαν κομίζειν, ἀντὶ τοῦ γνώσῃ διὰ τῶν λόγων οὐ ψευδόμενόν με, ὡς τοῦ Χείρωνος ἐλευθερίως αὐτὸν ἀναθρέψαντος καὶ διδάξαντος μὴ ψεύδεσθαι. |
| P 4 180b | ἄλλως· διδασκαλία τοῦ Χείρωνος, ἡ ἀλήθεια· οἷον, οὐ ψεύσομαι ἀλλὰ τὴν ἀλήθειαν ἐρῶ, ἣν ἔμαθον παρὰ Χείρωνος δικαίου τυγχάνοντος. ἄντροθε γὰρ νέομα ι : ἔθος αὐτῷ τῶν τοπικῶν τὸ ν ἀφαιρεῖν. |
| P 4 181 | ὁ δὲ νοῦς· ἐκ γὰρ τοῦ Χειρωνίου σπηλαίου παραγίνομαι ἀπὸ τῆς Χαρικλοῦς καὶ Φιλύρας, ἔνθα με αἱ τοῦ Κενταύρου ἁγναὶ κόραι ἀνέθρεψαν. πὰρ Χαρικλοῦ ς : Χαρικλὼ γυνὴ Χείρωνος, θυγάτηρ Ἀπόλλωνος ἢ ὥς τινες Πέρσου ἢ Ὠκεανοῦ, ἐξ ἧς καὶ Χείρωνος Κάρυστος. |
| P 4 182 [5] | ὁ δὲ Ἡσίοδος (fr. 124) Ναΐδα φησὶ τὸν Χείρωνα γῆμαι. εἴκοσι δ ’ ἐκτελέσαις ἐνιαυτού ς : εἴκοσι δὲ ἐκπληρώσας ἐνιαυτοὺς παρὰ Χείρωνι οὔτε ἔργον οὔτε λόγον ἐκείνοις ἀπαίδευτον εἰπὼν παρεγενόμην εἰς τὰ οἰκεῖα, τὴν ἀρχὴν καὶ βασιλείαν ἀναλαμβάνειν σπεύδων τοῦ πατρὸς Αἴσονος ὑπ’ ἄλλῳ νῦν οὐ κατὰ τὸ δίκαιον οὖσαν. |
| P 4 186a | ἐντράπελο ν : ἀπαίδευτον, αἰσχρὸν, ὃ ἐκτρέψαιτο ἄν τις. ἢ οὕτως· ἐναντίον καὶ αἰσχρὸν, ὃ ἄν τις ἐντραπείη. |
| P 4 188a | οἴκα δ ’ ἀρχαίαν κομίζω ν : παραγώγως ἐξήγαγε τὴν ἀρχὴν, ὡς καὶ Ὅμηρος (τ 73) τὴν ἀνάγκην· ἀναγκαίη γὰρ ἐπείγει. ἄλλως· Χαῖρις γράφει ἀρχὰν ἀγκομίζων, ἵν’ ᾖ, τὴν ἀρχὴν ἀνακομιούμενος τοῦ ἐμοῦ πατρὸς, ἥτις βασιλεύεται παρὰ πάντα τὰ δίκαια. |
| P 4 188b | ὁ γὰρ Πελίας ἀφείλετο τὸν Αἴσονα τὴν ἀρχήν. τάν ποτε Ζεὺς ὤπασε ν : ἥντινά ποτε βασιλείαν ὁ Ζεὺς ἐχαρίσατο τῷ Αἰόλῳ καὶ τοῖς αὐτοῦ παισίν. |
| P 4 190 [5] | ἡ δὲ γενεαλογία οὕτω· Προμηθέως Δευκαλίων, οὗ Ἕλλην, οὗ Αἴολος, οὗ Κρηθεὺς καὶ Ἀθάμας καὶ Σαλμωνεύς· καὶ Κρηθέως μὲν παῖς Αἴσων, Αἴσονος δὲ Ἰάσων· Σαλμωνέως δὲ Τυρὼ, ἧς καὶ Ποσειδῶνος Πελίας καὶ Νηλεύς. πεύθομαι γάρ μιν Πελίαν ἄθεμι ν : κατακούω δὲ τὸν ἄδικον Πελίαν ταῖς ἀνοήτοις πεισθέντα φρεσὶ τῶν ἡμετέρων γονέων ἀποσυλῆσαι τὴν βασιλείαν. |
| P 4 194a [5] | λευκαῖς πιθήσαντα φρασί ν : λευκὰς εἶπε φρένας κατὰ τὸ ἐναντίον ταῖς παρ’ Ὁμήρῳ μελαίναις, ἃς ἐκεῖνος ἀπὸ τῶν ἐν βάθει διαφαινομένων ὑδάτων κατὰ μεταφορὰν ὠνόμασε. τὰ μὲν γὰρ ἐπιπόλαια τῶν ὑδάτων διαυγῆ καὶ λευκὰ, τὰ δὲ ἐν βάθει μέλανα· διόπερ τὰς μὲν ἐπιπολαίους λευκὰς φρένας εἶπε, τὰς δὲ ἐν βάθει μελαίνας Ὅμηρος. ἄλλως· σημειωτέον ὅτι τὰς κενὰς οὕτως εἶπεν. |
| P 4 195a [10] | ἁμετέρων ἀποσυλᾶσα ι : Χαῖρις γράφει ἁμετέρων, καὶ περισπᾷ τὸ ἀρχεδικᾶν, ἵν’ ᾖ, τῶν ἡμετέρων πατέρων τῶν ἀρχεδικῶν ἀποσυλῆσαι αὐτὸν πεύθομαι. ἐὰν δὲ ἀρχεδίκαν, τὴν ἀρχὴν, ἣν κατὰ δίκην, τουτέστι κατὰ τὸ δίκαιον εἶχον οἱ ἐμοὶ γονεῖς. βιάζεται δὲ μεταγράφων. προτέταχε γὰρ τὴν ἀρχήν· ἱκόμαν οἴκαδε ἀρχαίαν κομίζων· διόπερ ἀκολούθως ἐπήνεγκεν· ἁμετέραν ἀποσυλῆσαι. ἐὰν δὲ περισπωμένως ἀναγινώσκωμεν ἀρχεδικᾶν, οὐκ ἐκκόπτει ἡ γραφή· ἔσται γὰρ ὁ λόγος τοιοῦτος· τὴν ἡμετέραν ἀρχὴν τῶν ἀρχεδικῶν μου γονέων πεύθομαι τὸν Πελίαν ἀποσυλῆσαι. ἄλλως· ἀρχεδικᾶν ἐὰν περισπωμένως, τῶν δικαίων βασιλέων· ἐὰν δὲ βαρυτόνως ἀρχεδίκαν, ἀρχεδίκην, ἵν’ ᾖ· τὴν ἐξ ἀρχῆς βασιλείαν, 〈ἣν〉 εἶχον δικαίως. |
| P 4 197a [5] | τοί μ ’ ἐπεὶ πάμπρωτον εἶδο ν : οἵτινές με γονεῖς, ἐπειδὴ τεχθεὶς τὸ πρῶτον φῶς ἐθεασάμην, τοῦ ἀδικωτάτου βασιλέως δεδοικότες τὴν ὕβριν, φροντίδα καὶ λύπην πένθιμον ὥσπερ τετελευτηκότος μου ἐν τοῖς οἴκοις θέμενοι σὺν θρήνῳ γυναικείῳ λαθραίως ἔπεμπον, ἐνδήσαντες σπαργάνοις πορφυροῖς, κοινωνὸν τὸ τῆς νυκτὸς σκότος τοῦ μηχανήματος ἐσχηκότες, καὶ δεδώκασί με ἀνατρέφειν τῷ Χείρωνι. ἄλλως· οἱ γονεῖς οἱ ἐμοὶ, ὅτε ἐγεννήθην, δείσαντες τὴν ὕβριν τοῦ ἡγεμόνος Πελίου, ὑποθέντες τεθνηκέναι με καὶ κηδεύειν, μετὰ κωκυτοῦ γυναικῶν ὡς ἐκφορὰν τελοῦντες κρύφα καὶ νύκτωρ ἐξέπεμψαν πρὸς τὸν Χείρωνα, ἵνα μηδὲν πάθω ὑπὸ τοῦ Πελίου. |
| P 4 204a | νυκτὶ κοινάσαντε ς : τῇ νυκτὶ κοινωνήσαντες κατὰ τὴν ὁδὸν, ἀντὶ τοῦ νυκτός με κατακρύψαντες. Κρονίδ ᾳ : τῷ Χείρωνι· ἐκ γὰρ Κρόνου καὶ Φιλύρας ἐστί. |
| P 4 204c | τὸ δὲ τράφεν κατὰ Δωριέων ἔθος ἀποβολῇ τοῦ ι . ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστ ε : ἀλλὰ τούτων μὲν τῶν λόγων τὰ κεφάλαια καὶ τὸ πέρας γινώσκετε, τῶν δὲ ἱππικῶν μοι πατέρων τοὺς οἴκους μηνύσατε, ὦ ἔντιμοι πολῖται. |
| P 4 206a | 209B κεφάλαια λόγω ν : τὰ μείζονα καὶ τὰ καίρια. |
| P 4 207 | λευκίππων πατέρω ν : εὐεπίφορος ὁ Πίνδαρος λευκίππους καλεῖν (fr. 202)· λευκίππων Μυκηναίων προφᾶται. 211B Αἴσονος γὰρ παῖς ἐπιχώριος ὑπάρχων οὐκ εἰς ξένην ἥκω γῆν. |
| P 4 209 | 207B φὴρ δέ με θεῖος Ἰάσονα κικλῄσκων προσηύδ α : παρὸ ἰατρὸς ἦν, τὸν ἐκτραφέντα ὑπ’ αὐτοῦ φερωνύμως Ἰάσονα ἐκάλεσε παρὰ τὴν ἴασιν. |
| P 4 211b [5] | ὁ δὲ νοῦς· ὁ Κένταυρος δέ με Ἰάσονα ἐκάλει .... καὶ θῆρα μὲν διὰ τὴν συμβολὴν τοῦ σώματος καὶ τὴν φύσιν, θεῖον δὲ ἤτοι παρὰ τὴν δικαιοσύνην ἢ παρὰ τὸν τεκόντα Κρόνον. ὣς φάτ ο : οὕτως εἶπε· τοῦτον δὲ, τὸν Ἰάσονα, εἰσελθόντα ἐγνώρισαν οἱ τοῦ πατρὸς ὀφθαλμοί, καὶ ἅμα τῇ γνώσει ἀπὸ τῶν καταγεγηρακότων βλεφάρων ἀνεβράσθη δάκρυα, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ ψυχὴν ἐξαιρέτως καὶ ὑπερβεβλημένως ἥσθη. |
| P 4 213a | 215B ἄλλως· εἰσελθόντα δὲ αὐτὸν ἔγνω ὁ πατήρ. |
| P 4 213b [5] | πῶς δὲ δυνατὸν τὸν ὑπὸ τὴν γένεσιν ἐν σπαργάνοις ἐκτεθέντα, νῦν δὲ τετελειωμένον κατὰ τὴν ἡλικίαν, ἐπιγινώσκεσθαι παρὰ τοῦ πατρός; δεῖ οὖν ὑπονοεῖν ὅτι διὰ χρόνου τινὸς ὁ Αἴσων ἐπισκεψόμενος τὸν υἱὸν λεληθότως ἐπορεύετο πρὸς τὸν Κένταυρον· αὐτὸς γὰρ ἐξέθετο ὅπως ἐκτραφῇ· διὸ καὶ ἐγνώρισεν αὐτὸν εἰς τὴν ἰδίαν κατελθόντα. 221 a B ἐκ δ ’ ἄ ρ ’ αὐτοῦ πομφόλυξα ν : ἀνεβράσθησαν. |
| P 4 215a | ὡς ἐπὶ τῶν ζεστῶν ὑδάτων ἔφη. ἢ οὕτως· κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἀναζεόντων ὑδάτων· τοιοῦτος γὰρ ἦχος γίνεται ἀπὸ βρασμοῦ. |
| P 4 215b | τὸ δὲ σημεῖον χʹ, ὅτι ἐκ τοῦ παρεπομένου ἀντὶ τοῦ ἐδάκρυσεν. ἐπεὶ γάθησεν ἐξαίρετο ν : γίνεται γὰρ τοῦτο, ἐπειδὰν ὑπέρμετρος χαρὰ ἐπιπέσῃ, ὥστε ἀκουσίως δακρύειν. |
| P 4 217 [5] | Σοφοκλῆς (fr. 824)· χῶρος γὰρ οὗτός ἐστιν ἀνθρώπου φρενῶν, ὅπου τὸ τερπνὸν καὶ τὸ πημαῖνον φύει· δακρυρροεῖ γοῦν καὶ τὰ καὶ τὰ τυγχάνων. 213 b B ἤλυθον κείνου γε κατὰ κλέο ς : κατὰ τὴν Ἰάσονος ἐπάνοδον. |
| P 4 221b | ἐγγὺς μὲν Φέρη ς : πλησίον αἱ Φεραὶ τῆς Ἰωλκοῦ· κρήνη δὲ Ὑπερηὶς ἐν Φεραῖς, ὡς Σοφοκλῆς (fr. 825)· ὦ γῆ Φεραία, χαῖρε, σύγγονόν θ’ ὕδωρ Ὑπέρεια κρήνη, νᾶμα θεοφιλέστατον. BDEGQ ἐγγὺς μὲν Φέρη ς : ἐγγὺς ἀντὶ τοῦ ἐγγύθεν, ἐκ τῶν σύνεγγυς τόπων, ὡς τῶν Φερῶν ἐγγὺς κειμένων τῆς Ἰωλκοῦ. |
| P 4 221c [10] | Ὑπέρεια δὲ κρήνη ἐν ταῖς Φεραῖς. φασὶ δὲ ἔνιοι, ἀπὸ Ὑπέρητος αὐτὴν λαβεῖν τοὔνομα, ὡς Φερεκύδης (FHG I p. 86). φησὶ γὰρ οὕτω· Μέλας ὁ Φρίξου γαμεῖ Εὐρύκλειαν· τῶν δὲ γίνεται Ὑπέρης, ὃς ᾤκει ἐπὶ τῇ κρήνῃ τῇ ἀπ’ αὐτοῦ κληθείσῃ Ὑπερείῃ. καὶ κατ’ ἐνίους δὲ ἔκδοσις παρ’ Ὁμήρῳ οὕτως ἔχει (Β 711)· οἳ δὲ Φερὰς ἐνέμοντο, ἰδὲ κρήνην Ὑπέρειαν. εἶναι δέ φασι καὶ ἐν Λακωνικῇ Ὑπέρειαν κρήνην. ἐκ δὲ Μεσσάνας Ἀμυθά ν : ἐκ δὲ τῆς Μεσσήνης τῆς Λακωνικῆς πόλεως ὁ Ἀμυθὰν παρεγένετο. |
| P 4 223a [5] | καὶ ὅτι οὗτοι Αἴσονος ἀδελφοί, καὶ Ὅμηρός πού φησι (λ 258)· τοὺς δ’ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν, Αἴσονά τ’ ἠδὲ Φέρητ’ Ἀμυθάονά θ’ ἱππιοχάρμην. Ἄδματος καὶ Μέλαμπο ς : οὗτοι ἐκείνων ἦσαν υἱοὶ, καὶ σὺν τοῖς πατράσιν αὐτῶν ἦλθον. |
| P 4 224 | Ἀμυθάονος γὰρ Μελάμπους, Φέρητος δὲ Ἄδμητος, ἀνεψιοὶ τοῦ Ἰάσονος. ἐν δαιτὸς δὲ μοίρ ᾳ : ἐν δὲ τῷ συμποσιακῷ καιρῷ. |
| P 4 226b | ἄλλως· ἐν δὲ τῇ μερίδι τῆς εὐωχίας, τουτέστιν ἐν τῷ συμποσιακῷ καιρῷ, προσηνέσι λόγοις αὐτοὺς ὁ Ἰάσων δεξιούμενος, ξένια ἁρμόζοντα κατασκευάζων, πᾶσαν εὐφροσύνην καὶ ἡδονὴν αὐτοῖς ἐξέτεινεν. Ἰάσων δέγμενο ς : οὐχ ὡς πάντας ὑποδεδεγμένου τοῦ Ἰάσονος τοὺς περὶ Φέρητα δεῖ νοεῖν, ἀλλ’ ἐπειδὴ διὰ τὴν παρουσίαν αὐτοῦ ἐγένετο ὑπὸ Αἴσονος τοῦ πατρὸς ἡ ξενία τοῖς ἀδελφοῖς, διὰ τοῦτο εἶπεν αὐτὸν ὑποδέχεσθαι. |
| P 4 228 [5] | ἡ γὰρ ἀναφορὰ τῆς ξενίας εἰς αὐτὸν ἀνήγετο. 231 b B ἀθρόαις πέντε δραπώ ν : ἀδιαλείπτως διὰ νυκτὸς καὶ ἡμέρας τὸ ἄνθος τῆς ζωῆς ἀποδρέπων παρ’ αὐτοῖς, τὰ πρὸς τὴν εὐωχίαν παρεχόμενος. |
| P 4 231a | 234B ὁ δὲ νοῦς· ἐν πέντε ὅλαις νυξὶ καὶ ἡμέραις δρεπόμενος τὸ ἱερὸν τῆς ζωῆς ἀπάνθισμα, τὴν εὐφροσύνην, ἐξένιζε τοὺς συγγενεῖς. |
| P 4 231b | 231 a B ἄλλως· τουτέστιν ἐν θυμηδίᾳ διάγων καὶ εὐφροσύνῃ. |
| P 4 234 | ἀλ λ ’ ἐν ἕκτᾳ πάντα λόγο ν : ἀλλ’ ἐν τῇ ἕκτῃ ἡμέρᾳ ὅλον τὸν λόγον τὸν σπουδαῖον ἐξ ἀρχῆς ὁ Ἰάσων τοῖς ἐγγενέσιν ἑαυτοῦ ἐκοινώσατο· οἱ δὲ ἀκούσαντες ἠκολούθησαν. οἱ δ ’ ἐπέσποντ ο : οἱ δὲ συνῄεσαν αὐτῷ καὶ τὴν αὐτὴν γνώμην ἀνέλαβον. |
| P 4 237b | οἱ δὲ ἐπηκολούθησαν αὐτοῦ τῇ προαιρέσει εὐωχηθέντες. αἶψα δ ’ ἀπὸ κλισιᾶν ὦρτ ο : ταχέως δὲ ἀπὸ τῶν σκηνῶν σὺν τοῖς προρρηθεῖσιν ὥρμησεν ὁ Ἰάσων, καὶ δὴ παρεγένοντο εἰς τὸν τοῦ Πελίου οἶκον, σπουδαίως δὲ ἔσω τοῦ οἴκου κατέστησαν. |
| P 4 237c | 242 b B ἐσσύμενο ι : μετὰ σπουδῆς. |
| P 4 242a | Τυροῦς ἐρασιπλοκάμου γενε ά : ὁ Πελίας. καὶ Ὅμηρος (λ 254)· ἡ δ’ ὑποκυσαμένη Πελίαν τέκε καὶ Νηλῆα. 244B ὁ νοῦς· ἡ δὲ τῆς Τυροῦς γέννα, τουτέστιν ὁ Πελίας, τούτων ἀκούσας καὶ αἰσθόμενος τὴν εἴσοδον, ἀπήντησεν αὐτοῖς. |
| P 4 243 | πραῢν δ ’ Ἰάσω ν : πραῢν δὲ ὁ Ἰάσων μαλθακῇ καὶ οὐ τραχείᾳ φωνῇ ἀποστάζων τοῦ στόματος λόγον κατεβάλλετο βάσιν καὶ ἀρχὴν τῶν σοφῶν λόγων. 239B ποτιστάζων ὄαρο ν : τὴν ὁμιλίαν. |
| P 4 246a [5] | παῖ Ποσειδᾶνος Πετραίο υ : Πετραῖος τιμᾶται Ποσειδῶν παρὰ Θεσσαλοῖς, ὅτι διατεμὼν τὰ ὄρη τὰ Θετταλικὰ, φημὶ δὴ τὰ Τέμπη, πεποίηκε δι’ αὐτῶν ἐπιτρέχειν τὸν ποταμὸν, πρότερον διὰ μέσης τῆς πόλεως ῥέοντα καὶ πολλὰ τῶν χωρίων διαφθείροντα. καὶ Καλλίμαχος (h. in Del. 105)· φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων. οἱ δὲ, ὅτι ἐπί τινος πέτρας κοιμηθεὶς ἀπεσπερμάτισε, καὶ τὸν θορὸν δεξαμένη ἡ γῆ ἀνέδωκεν ἵππον πρῶτον, ὃν ἐπεκάλεσαν Σκύφιον. ἄλλως· ἐπίθετον Ποσειδῶνος ὁ Πετραῖος. |
| P 4 246b [5] | φασὶ δὲ καὶ ἀγῶνα διατίθεσθαι τῷ Πετραίῳ Ποσειδῶνι, ὅπου ἀπὸ τῆς πέτρας ἐξεπήδησεν ὁ πρῶτος ἵππος· διὸ καὶ Ἵππιος ὁ Ποσειδῶν. ἄλλως· ὦ τοῦ Πετραίου Ποσειδῶνος παῖ, αἱ μὲν τῶν ἀνθρώπων φρένες ταχύτεραι μὲν ἐπαινέσαι καὶ ἀνελέσθαι τὸ παρὰ τὸ δίκαιον κέρδος· καίτοι ἑρπόντων ἐκ τῆς ἀδικίας πρὸς τὴν ἑξῆς τραχεῖαν ὁδὸν, ὅμως τὸ κέρδος τοῦ δικαίου προκρίνουσιν. |
| P 4 247a [5] | ἐντὶ μὲν θνατῶν φρένες ἕως πρὸς ἐπίβδα ν : ἐπίβδαι κυρίως καλοῦνται αἱ ἐχόμεναι τῶν ἑορτῶν ἡμέραι, αἱ μεθέορτοι, ἐπιβάδες τινὲς οὖσαι, οἷον ἐπαγόμεναι τῇ ἑορτῇ. τινὲς δέ φασι παρεμβεβλῆσθαι τὸ βῆτα· τὰς γὰρ ἐπὶ δαιτὶ λέγουσιν ἐπίβδας, ὡς τὴν σίδην σίβδην, καὶ ἔασον ἔβασον. οἱ δὲ, μετῆχθαι ἀπὸ τῶν ἐπιβδαλλομένων προβάτων· βδάλλοντες γὰρ οἱ ποιμένες ἅπαξ αὖθις ἐπιβδάλλουσι. νῦν δὲ σημαίνει τὸ μέλλον καὶ τὸ μετὰ ταῦτα. ὁ δὲ λόγος· αἱ τῶν ἀνθρώπων φρένες πρὸς τραχεῖαν ἑρπόντων ἐπίβδαν, ὡς ἄν τις εἴποι, καίπερ τοῖς τοιούτοις μετὰ τὴν παροῦσαν εὐφροσύνην τοῦ κέρδους τραχείας ἐπιούσης ἐπίβδης, ἢ καίπερ τοῦ τοιούτου πράγματος τοῦ ἀδίκου ἢ ἐπικερδοῦς τραχεῖαν ἔχοντος τὴν ἐπίβδαν, τουτέστι τὴν μετὰ ταῦτα ἀπόλαυσιν οὐ τερπνὴν ἔχοντος. |
| P 4 247b | 250 a DEGQ τὸ δὲ ἐπίβδας τὰς μεθεόρτους φασὶν, οἱονεὶ τὰς ἐπιβαινούσας ἡμέρας τῇ πανηγύρει. |
| P 4 247c | νῦν δὲ τὸν μετὰ ταῦτα χρόνον δηλοῖ. 250 b DEGQ ἀλ λ ’ ἐμὲ χρ ή : ἀλλὰ προσήκει ἐμὲ καὶ σὲ ἀφεμένους τῶν ἀγανακτήσεων συντιθέναι εἰς τὸ λοιπὸν τοῦ βίου τὴν εὐδαιμονίαν. |
| P 4 250a | 247 c DEGQ θεμισσαμένου ς : δικαίως διακρίναντας τοὺς τρόπους ἐκτελεῖν τὴν λοιπὴν εὐδαιμονίαν. |
| P 4 250b | 253B εἰδότι τοι ἐρέ ω : γινώσκοντί σοι λέγω· μία μήτηρ ἡ Ἐνάρεα τῷ τε Κρηθεῖ καὶ τῷ Σαλμωνεῖ, ἐν δὲ τρίταις γοναῖς ἐξ ἐκείνων φυτευθέντες ἡμεῖς τὴν χρυσῆν δύναμιν τοῦ ἡλίου ὁρῶμεν, τουτέστιν ἐν ζῶσι διάγομεν. |
| P 4 252 | 253 b med. B μία βοῦ ς : καταχρηστικώτερον τὴν τοκάδα φησὶ, τουτέστι τὴν μητέρα. |
| P 4 253a | λέγεται δὲ μήτηρ Κρηθεῖ καὶ Σαλμωνεῖ Ἐνάρεα. ἄλλως· μία βοῦς μεταφορικῶς μία γυνή. |
| P 4 253b [5] | (252 B) ἰδίως δὲ οὐκ ἀπὸ ἀνδρογενείας εἴληφεν ἀπὸ τοῦ Αἰόλου, ἀλλ’ ἀπὸ τῆς γυναικός· εἰ μὴ ἄρα ὅτι οἱ πάπποι ἀλλήλοις ὁμογάστριοι, ὅ τε Κρηθεὺς καὶ ὁ Σαλμωνεὺς, ὁ μὲν Αἴσονος, ὁ δὲ Πελίου. ἀντὶ τοῦ, ἓν ἔχομεν γένος. |
| P 4 253c | καὶ Ἡσίοδος (fr. 7)· Αἰολίδαι δ’ ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Κρηθεὺς ἠδ’ Ἀθάμας καὶ Σίσυφος αἰολομήτης, Σαλμωνεύς τ’ ἄδικος καὶ ὑπέρθυμος Περιήρης. Σαλμωνέως Τυρὼ, Τυροῦς Πελίας. |
| P 4 255 [5] | τρίτος οὖν ἀπὸ Σαλμωνέως ὁ Πελίας. ὁ δὲ Ἰάσων καὶ αὐτὸς οὕτω τρίτος· Κρηθεύς ἐστι Σαλμωνέως ἀδελφὸς, Κρηθέως δὲ Αἴσων, Αἴσονος δὲ Ἰάσων, τρίτος ἀπὸ Κρηθέως. ὁ μὲν οὖν Πελίας ἀπὸ Σαλμωνέως κατὰ μητέρα ἀριθμούμενος, Ἰάσων δὲ κατὰ πατέρα ἀπὸ Κρηθέως. Μοῖραι δ ’ ἀφίσταν τ ’ εἴ τις ἔχθρα πέλε ι : ἐὰν δέ τις ἔχθρα ὁμογόνοις γεννηθῇ, ὥστε καλύπτειν τὴν αἰδῶ καὶ ἀποκρύπτειν, τουτέστι μὴ αἰδεῖσθαι, τοῦ τοιούτου πράγματος ἀφίστανται αἱ Μοῖραι· ὡς ἄν τις εἴποι, οὐκ εὐμοιροῦσιν, οὐκ ἀγαθῇ μοίρᾳ χρῶνται. |
| P 4 258b [5] | ὁ δὲ Χαῖρις προστιθεὶς τὸ ι γράφει ἀφίσταιντο, ἵν’ ᾖ εὐκτικὸς ὁ λόγος· ἀφίσταιντο αἱ Μοῖραι, εἰ μέλλοι ἐν τῷ γένει ἡμῶν διαφορὰ γίνεσθαι, ὥστε ἀναίδειαν προστραπῆναι. καὶ οὐκ ἀπιθάνως ὁ Χαῖρις. οὐ πρέπει νῷ ν : οὐ προσῆκον οὐδὲ δίκαιον ἡμῖν ἀμφοτέροις τοῖς τὸν χαλκὸν τιτρώσκουσι ξίφεσιν, οὔτε μὴν ἀκοντίοις τὴν μεγάλην καὶ περίσημον τῶν προγόνων βασιλείαν διαμοιράσασθαι. |
| P 4 263a [5] | μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλα ς : τὰ μὲν γὰρ πρόβατα καὶ τὰς τῶν βοῶν ἀγέλας ἀφίημι καὶ συγχωρῶ, καὶ πάντας τοὺς ἀγροὺς οὕστινας ἀφελόμενος τῶν ἐμῶν γονέων νέμῃ, τὸν σὸν πλοῦτον ἐκ τῆς ἐπικαρπίας αὔξων. μῆλα δὲ νῦν καταχρηστικώτερον πᾶσαν τὴν τῶν τετραπόδων κτῆσιν ἀρχαΐζων φησί. |
| P 4 263b | καὶ Ὅμηρος (Ρ 550)· ἀνθρώπους ἀπέπαυσεν ἐπὶ χθονὶ, μῆλα δὲ κήδει. ἁμετέρων τοκέω ν : ἀντὶ τοῦ τοκέως, τοῦ πατρός. |
| P 4 266 | ὁ γὰρ Αἴσων τοῦ Πελίου κατὰ μητέρα ἀδελφός. κοὔ με πονεῖ τεὸν οἶκο ν : οὐκ ἀλγύνει δέ με ταῦτα τὸν σὸν οἶκον αὔξοντα. |
| P 4 270a | ἀλλὰ καὶ σκᾶπτο ν : ἀπὸ κοινοῦ τὸ πονεῖ. καὶ ὁ ἀλλά ἀντὶ τοῦ δέ, ἵν’ ᾖ· πονεῖ δέ με τὸ σκῆπτρον καὶ ὁ θρόνος. ἄλλως· ἀλλὰ καὶ τὸ σκῆπτρον τὸ τῆς μοναρχίας καὶ ὁ θρόνος τῆς μοναρχίας, ἔξωθεν τὸ, λυπεῖ με. |
| P 4 271 | ᾧ ποτε Κρηθεΐδα ς : ᾧτινί ποτε τῷ θρόνῳ ὁ τοῦ Κρηθέως παῖς Αἴσων ἐπικαθεζόμενος ἐπ’ εὐθείας ἦγε τοῖς ὑπηκόοις τὰς δίκας. τὰ μὲν ἄνευ ξυνᾶς ἀνία ς : ταῦτα μὲν οὖν χωρίς τινος ἀνίας καὶ λύπης διάλυσον τῷ δικαίῳ, μή τι νεώτερον ἡμῖν καὶ ἐπιβλαβὲς ἐξ αὐτῆς ἀνασταίη κακόν. |
| P 4 274b | ἐὰν δὲ ᾖ ἀναστήσῃ, ἔσται ὁ νοῦς τοιοῦτος· μὴ ὁ νεωτερισμὸς ἡμῖν κακὸν ἀναστήσῃ. ἄλλως· τινὲς κατὰ συναλοιφὴν θέλουσιν ἐξενηνέχθαι, ὡς παρ’ Ὁμήρῳ (Α 203)· ἢ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρείδαο, ἀντὶ τοῦ ἴδηαι. |
| P 4 274c | οὕτως οὖν ἀναστήσῃ ἀντὶ τοῦ ἀναστήσηαι. ὣς ἄ ρ ’ ἔειπε ν : οὕτως εἶπεν ὁ Ἰάσων· ὁ δὲ Πελίας ἠρέμα καὶ ἡσύχως ἀνταπεκρίθη αὐτῷ. |
| P 4 278 | ἔσσομαι τοιοῦτο ς : γενήσομαι τοιοῦτος, οἷος μηδὲν ἀναστῆσαι ἄδικον καὶ νεώτερον. ἀλλὰ ἤδη με τὸ γηραιὸν μέρος τῆς ἡλικίας περικυκλοῖ καὶ περιέχει. σὸν δ ’ ἄνθος ἥβας ἄρτι κυμαίνε ι : μετεωρίζεται· ἀπὸ τῶν κυμάτων ἡ μεταφορά. |
| P 4 281a [5] | πρὸς τί δὲ ταῦτα λέγει; ἐγὼ μὲν εἰς ἐπανόρθωσιν τοῦ γένους οὐκέτι ἰσχύω τι δρᾶν γέρων ὤν· σὺ δὲ νέος ὢν δύνασαι ἀπολῦσαι τὸν ἐκ τῶν χθονίων γεγονότα κότον τῷ γένει ἡμῶν. ἴδιος δέ ἐστι καὶ ἐνταῦθα ὁ Πίνδαρος μετὰ τοῦ δέρους καὶ τὴν ψυχὴν τοῦ Φρίξου κελεύων τῷ Ἰάσονι ἐκ τῆς Αἴας ἀνακαλέσασθαι· ἐπὶ γὰρ τούτῳ μηνίειν τοὺς χθονίους δαίμονας· τῶν ἄλλων ἐπὶ μόνην τὴν κομιδὴν τοῦ δέρους αὐτὸν ἐκπεμφθῆναι λεγόντων. ὅτι δὲ τὰς ψυχὰς ἀνεκαλοῦντο τῶν ἐπὶ ταῖς ἀλλοδαπαῖς ἀποιχομένων, Ὅμηρος δηλοῖ (ι 64) οὐδ’ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῧσαι. 284D ἄλλως· ἐπειδὴ γὰρ ἐν Κόλχοις τέθνηκεν ὁ Φρίξος, κελεύει με δι’ ὀνείρων ἀνακαλέσασθαι αὐτοῦ τὴν ψυχὴν εἰς Θεσσαλίαν, παραγενόμενον εἰς τοὺς τοῦ Αἰήτου οἴκους, κελεύει δέ με καὶ τὸ δέρμα τοῦ κριοῦ ἀγαγεῖν, ᾧτινί ποτε ἐκ τοῦ πόντου διεσώθη καὶ ἐκ τῶν τῆς μητρυιᾶς ἀθέων βελῶν, τῶν ἐπιβουλῶν. |
| P 4 281b | 288D ἔθος δὲ ἦν τῶν τελευτησάντων ἐπ’ ἀλλοδαπῆς, εἰ καὶ μὴ τὰ σώματα εἴη παρ’ αὐτὰ, τὰς γοῦν ψυχὰς διά τινων μυστηρίων ἀνακαλεῖσθαι καὶ ὥσπερ συμπλεούσας εἰς τὴν πατρίδα διαπεραιοῦν. |
| P 4 281c [5] | τοῦτο καὶ Ὅμηρος (l. c.) οἶδεν. κομίξα ι : ἤτοι ἀνακομίσαι ἢ ἀνακαλέσασθαι, ἢ ἐπιμελείας ἀξιῶσαι· ἡρωϊκώτερον δὲ τὸ πρότερον καὶ ἄξιον τοῦ πλοῦ. |
| P 4 284 | 281 b D ἔκ τε ματρυιᾶς ἀθέων βελέω ν : ἐκακώθη γὰρ διὰ τὴν μητρυιὰν ἐρασθεῖσαν αὐτοῦ καὶ ἐπεβουλεύθη, ὥστε φυγεῖν. |
| P 4 288a [10] | ταύτην δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις (fr. 49) Δημοδίκην, Ἱππίας δὲ (FHG II p. 62) Γοργῶπιν· Σοφοκλῆς ἐν Ἀθάμαντι (p. 131 N.) Νεφέλην· Φερεκύδης (FHG I p. 86) Θεμιστώ· ὃς καί φησι τῶν καρπῶν φθειρομένων ἐκ ταὐτομάτου ἐθελούσιον δοῦναι ἑαυτὸν εἰς σφαγήν. τὸ δὲ ἀθέων βελέων ἀλληγορικῶς ἀντὶ τοῦ βουλευμάτων ἢ λόγων ἢ πραγμάτων· οὐ γὰρ ἐνδόντος αὐτοῦ πρὸς ἃ ἡ μητρυιὰ παρεκάλει, ἐπιβουλευθῆναι εἰς τὰ τεθρυλλημένα. ἄλλως· βελέω ν : τῶν ἐπιβουλῶν. |
| P 4 288c | τὴν κατ’ Ἰνὼ ἱστορίαν ἐκτίθεται. ταῦτά μοι ὁ θαυμαστὸς ὄνειρος παραγενόμενος ἔλεγεν. |
| P 4 290 | μεμάντευμα ι : ἐμαντευσάμην δὲ εἰς Δελφοὺς ἐλθὼν, εἰ ἐρευνητέον τι τούτων καὶ φροντιστέον, τουτέστιν εἰ πρακτέον· καὶ ὡς τάχιστα κελεύει ναῦν παρασκευάσασθαι καὶ καθέλκειν εἰς τὸν ἐπὶ Σκυθίαν ἀπόπλουν. τοῦτον ἄεθλο ν : τοῦτον τὸν ἆθλον ἑκὼν ἐκτέλεσον, καί σοι προΐημι ἄρχειν καὶ βασιλεύειν τῆς Θεσσαλίας· περὶ δὲ τῶν λεγομένων καὶ τῆς ἀποδόσεως τῆς βασιλείας ὅρκος ἰσχυρὸς καὶ βέβαιος ὁ γενέθλιος ἡμῖν Ζεὺς γενέσθω. |
| P 4 293 [5] | γενέθλιος δὲ ἀμφοτέροις, Πελίᾳ τε καὶ Ἰάσονι· Σαλμωνεὺς γὰρ καὶ Κρηθεὺς εἰς Δία τὸ γένος ἀνῆγον. σύνθεσιν ταύτα ν : ταύτην τὴν συνθήκην τῶν ὅρκων καὶ τῆς βασιλείας πρὸς ἑαυτοὺς ἐπαινέσαντες διεχωρίσθησαν. |
| P 4 301 | ἀτὰρ Ἰάσω ν : ὁ δὲ Ἰάσων αὐτὸς παρώξυνε τὸν ὄντα καὶ δόξαντα πλοῦν εἰς Σκυθίαν ἀναφανεροῦν πανταχοῦ. 303 b B τάχα δὲ Κρονίδα ο : ταχέως δὲ οἱ τοῦ Κρόνου παιδὸς Διὸς τρεῖς παῖδες τὸν ἀριθμὸν, οἱ ἀκοπίαστοι κατὰ τὴν μάχην, παρεγένοντο. |
| P 4 303a [5] | καὶ ἐκ μὲν Ἀλκμήνης Ἡρακλῆς, ἐκ δὲ Λήδας οἱ Διόσκουροι. πάλιν δὲ συλληπτικῶς ἐχρήσατο τῷ τρόπῳ. φαίνεται γὰρ Ἡρακλῆς Ἀλκμήνης καὶ Λήδας υἱὸς κατὰ τὸ ἀδιαχώριστον τοῦ λόγου· ἀλλὰ προσήκει ὑποδιαιροῦντας ἑκάστῳ τὸ οἰκεῖον τῆς γενέσεως προσάπτειν. 305B τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖ ς : πάντας Σοφοκλῆς ἐν ταῖς Λημνιάσι τῷ δράματι (fr. |
| P 4 303b [10] | 354) καταλέγει τοὺς εἰς τὸ Ἀργῷον εἰσελθόντας σκάφος, καὶ ὁ Αἰσχύλος ἐν Καβείροις (p. 31 N.). ὁ δὲ Πίνδαρος συσταλῆναι τὸν Ἡρακλέα τοῖς Ἀργοναύταις φησὶν, ὡς δὲ ἐν Μυσίᾳ ἐξῆλθεν ἐφ’ ὕδρευμα, κατελείφθη παρὰ τῶν Ἀργοναυτῶν· οἱ δὲ νεώτεροι, διὰ τὸ κατὰ τὴν εἰρεσίαν ἄπειρον αὐτὸν εἶναι καὶ συντρίβειν τὰς κώπας, ὡς καὶ Ἀπολλώνιος (I 1167)· δὴ τότ’ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς μεσσόθεν ἄξεν ἐρετμόν. οἱ δὲ, ὅτι ἐφ’ οὗ ἂν ἐκαθέσθη μέρους, ἐκεῖ ἡ ναῦς ἔκλινεν. 303 a B Ἀλκμήνα ς : τὸ χʹ, ὅτι τὸ χωρὶς συμβεβηκὸς τῷ Ἡρακλεῖ [τῷ τῆς Ἀλκμήνης] καὶ ἐπὶ τῶν Διοσκούρων κοινῶς εἴρηκεν· οἱ μὲν γὰρ Διὸς καὶ Λήδας, ὁ δὲ Ἀλκμήνης μόνος. |
| P 4 306a [5] | δοιοὶ δ ’ ἀνέρε ς , Ἐννοσίδα γένο ς : δύο δὲ ἄνδρες παρεγένοντο ἐκ Ποσειδῶνος ἔχοντες τὸ γένος, τὴν ἑαυτῶν αἰδεσθέντες δύναμιν, τουτέστιν οὐκ ἀνάξια τῆς ἑαυτῶν ἀνδρείας λογισάμενοι· καὶ ὁ μὲν Περικλύμενος ἐκ Πύλου, ὁ δὲ Εὔφημος ἐκ Ταινάρου, ὅ ἐστιν ἀκρωτήριον τῆς Λακωνικῆς, παρεγένοντο. πάλιν συλληπτικώτερον· οὐ γὰρ ἀμφότεροι ἀπὸ Ταινάρου καὶ Πύλου, ἀλλ’ ὁ μὲν Περικλύμενος [ἐκ Χλωρίδος] ἐκ Πύλου στέλλεται, ὁ δὲ ἐκ Ταινάρου ὁ Εὔφημος, ὡς αὐτὸς προεῖπεν. ἄλλως· καὶ ἐνταῦθα συλληπτικῶς. |
| P 4 306b | Περικλύμενος γὰρ Νηλέως καὶ Χλωρίδος ἐκ Πύλου, Εὔφημος δὲ ἐκ Ταινάρου. πῶς δὲ Ἐννοσίδα εἶπε τοὺς δύο; Νηλέως γὰρ ὁ Περικλύμενος, ὁ δὲ Νηλεὺς Ποσειδῶνος υἱός· ὁ δὲ Εὔφημος Ποσειδῶνος ἐκ Ταινάρου, υἱωνὸς δὲ ὁ Περικλύμενος ἐκ Πύλου. |
| P 4 308a | αἰδεσθέντες ἀλκά ν : ἐντραπέντες ἣν εἶχον ἀλκὴν καταισχῦναι, εἰ μὴ ὑπακούσειαν τοῖς καλοῦσι. διὰ τοῦτο ὑπέμειναν πλεῦσαι, ἵνα μὴ καταιδεσθῶσιν ὡς ἄνανδροι. |
| P 4 308b | 313 a E τῶν μὲν κλέος ἐσλό ν : τούτων μὲν οὖν ἐξ ἀμφοτέρων τῶν Ποσειδῶνος παίδων δόξα τις ἀγαθὴ συνεπεράνθη κατὰ τὸν ἀπόπλουν τῶν Ἀργοναυτῶν. |
| P 4 310 | 313 b BE ἐξ Ἀπόλλωνος δὲ φορμικτά ς : Ἀπόλλωνος τὸν Ὀρφέα φησὶν εἶναι, ὃν καὶ αὐτὸς ὁ Πίνδαρος καὶ ἄλλοι Οἰάγρου λέγουσιν. |
| P 4 313a [20] | Ἀμμώνιος δὲ σύμφωνον τὴν ἱστορίαν θέλων εἶναι, οὕτως ἀποδίδωσιν· ἐξ Ἀπόλλωνος φορμικτάς: ὁ δὲ ἀπὸ τοῦ Ἀπόλλωνος μουσικός· ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί (Hes. theog. 94). ὥσπερ οὖν ἐκ Διὸς λέγουσιν εἶναι τοὺς βασιλεῖς, οὐχ ὅτι γόνος εἰσὶ τοῦ Διὸς, ἀλλ’ ὅτι τὸ βασιλεύειν ἐκ Διὸς ἔχουσιν, οὕτως ἐξ Ἀπόλλωνος φορμικτὴν αὐτὸν εἶπεν· ἡγεμὼν γὰρ ὁ θεὸς τῆς κιθαρῳδίας. ὁ μέντοι Χαῖρις οὐκ ἀπιθάνως τούτους φησὶν ὠνομάσθαι τοὺς ἐκ θεῶν γεγονότας, οἷον Διοσκούρους καὶ Ἡρακλέα· οὕτω δὴ καὶ Ὀρφέα, διὰ τὸ Ἀπόλλωνος εἶναι υἱὸν γόνῳ. παρατίθεται δὲ καὶ χρησμόν τινα, ὅν φησι Μέναιχμον ἀναγράφειν ἐν τῷ Πυθικῷ (scr. rer. Alex. p. 146). ἔχει δὲ οὕτως· Πιέρες αἰνοπαθεῖς, στυγνὴν ἀποτίσετε λώβην Ὀρφέ’ ἀποκτείναντες Ἀπόλλωνος φίλον υἱόν. καὶ Ἀσκληπιάδης (FHG III p. 303) ἐν ἕκτῳ Τραγῳδουμένων ἱστορεῖ Ἀπόλλωνος καὶ Καλλιόπης Ὑμέναιον, Ἰάλεμον, Ὀρφέα. 316B 310E ἐξ Ἀπόλλωνος δὲ φορμικτά ς : παρεγένετο ὁ τῶν ἀοιδῶν πατὴρ ἐξ Ἀπόλλωνος ὢν καὶ κιθαριστὴς ὁ εὐαίνητος Ὀρφεὺς, ὁ ὑπὸ πάντων ἐπαινούμενος. |
| P 4 313b | 313 a B πέμπε δ ’ Ἑρμᾶ ς : συνέστειλε δὲ τοῖς ἥρωσιν ὁ χρυσῆν μεταχειριζόμενος ῥάβδον Ἑρμῆς τοὺς διδύμους ἑαυτοῦ παῖδας ἐπὶ τὸν δεινότατον ἆθλον, Ἐχίονα καὶ Εὔρυτον, τῷ τῆς ἀκμῆς ὑπεραίροντας θερμῷ. |
| P 4 316 [5] | τὸ δὲ σχῆμα τῆς φράσεως Ἀλκμανικόν· πρὶν γὰρ εἰπεῖν τὰ δύο ὀνόματα, μέσην ἔταξε τὴν μετοχήν. 318B ἐ π ’ ἄτρυτο ν : τὸν ἄτρυτον καὶ τὸν ἀκαταπόνητον· ἐκ δὲ τούτου τὸν ὑπερβεβλημένον ὡς δεινὸν ἐμφαίνει 328 b B ἢ τὸν οὐκ ἐνδιδόντα οὐδὲ ὑπείκοντα. |
| P 4 318a | κεχλάδοντα ς : πληθύοντας τῇ ἥβῃ· πρὸς ὃ καὶ τὸ χʹ. 324E κεχλάδοντας ἥβ ᾳ : πλήθοντας. |
| P 4 318b [5] | κυρίως δὲ χλῆδος ἡ μετὰ ἤχου τῶν ὑδάτων ῥύσις, μιμητικῶς εἰρημένη, ὡς καὶ βρόμος πυρός. τῷ δὲ τῆς ἑρμηνείας σχήματι πλειστάκις Ἀλκμὰν κέχρηται. ἐπὰν γὰρ περὶ δυοῖν ποιῆται τὸν λόγον, τὸ ἕτερον ὄνομα προθεὶς περὶ ἀμφοῖν ποιεῖται τὸν λόγον, εἶτα οὕτω τὸ ἕτερον προσαπέδωκεν, οἷον (fr. 9)· Κάστωρ τε, πώλων ταχέων δμητῆρες ἱππόται σοφοὶ, καὶ Πολυδεύκης κυδρός. καὶ Ὅμηρος (Ε 774)· ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. BEGQ οἱ δὲ περὶ τὸν Εὔρυτον, Ἀντιανείρας τῆς Μενέτου. |
| P 4 319 | ὁ δὲ νοῦς· ταχύτατοι δὲ πρὸς τὴν ἐξόρμησιν οἱ περὶ τὸ Πάγγαιον ὄρος οἰκοῦντες Βορεάδαι τοῖς ἥρωσι συνεστέλλοντο. 330 a E καὶ γὰρ ἑκώ ν : καὶ γὰρ αὐτοὺς ἑκὼν ψυχῇ προσηνεστάτῃ ταχέως ἐκέλευσεν ὁ τῶν ἀνέμων βασιλεὺς Βορέας. |
| P 4 321b | ἴσως δὲ τὰ ὀνόματα πεποιημένα ἀπὸ τοῦ πατρός. 325DGQ Ζήταν Κάλαΐν τ ε : οἱονεὶ Ζαήτην, ὅ ἐστιν ἄγαν ἄοντα καὶ πνέοντα, καὶ Κάλαϊν οἷον καλῶς ἄοντα. |
| P 4 324 [10] | τινὲς δὲ ἀναιροῦσι τὸν τῶν Βορεαδῶν μῦθον οὐ βουλόμενοι αὐτοὺς εἶναι πτερωτοὺς, ταχυτάτους δὲ εἶναι καὶ ὠκύτητι τῶν ποδῶν διαφέροντας, καὶ τὴν Ὠρείθυιαν οὐχ ὅτι Βορέας ἥρπασεν. ἀλλ’ ὅτι ἀνὴρ τῶν ἐν Θρᾴκῃ ἐνδόξων. Βορείους δὲ ἐκάλουν οἱ Ἕλληνες τοὺς τὴν Θρᾴκην οἰκοῦντας διὰ τὰ τοῦ Βορέου πνεύματα. ἐπεμίγνυντο δὲ τοῖς Ἕλλησιν οἱ περὶ Ζήτην καὶ Κάλαϊν καὶ ἠγωνίζοντο διὰ τὴν πρὸς Ἀθηναίους συγγένειαν, καὶ ἐκαλοῦντο ἀπὸ τῶν τόπων Βορεάδαι. 328 a DGQ πεφρίκοντα ς : διακινοῦντας· φρὶξ γὰρ κυρίως ἡ ἠρεμαία κίνησις τῶν κυμάτων. |
| P 4 325 | μυθικὸν δέ τι ἀνέπλασεν ἐπτερῶσθαι φήσας τοὺς Βορεάδας, καὶ ἴσως ἀλληγορικώτερον ὁ μῦθος ἔχει διὰ τὰς ταχείας τοῦ πατρὸς πνοάς. 317B 324DGQ πόθον ἔνδαιε ν : ἤγουν ἐνέκαιεν ἐπιθυμίαν τοῦ ἐμβῆναι. |
| P 4 328b | πόθον ἔνδαιε ν : ἐπέκαιε δὲ καὶ ἐνέβαλλεν ἐπιθυμίαν τοῖς ἥρωσιν ἡ Ἥρα τοῦ Ἀργώου σκάφους, ὥστε μή τινα ἀπολειπόμενον ἀκινδύνως καὶ ἀδόξως τὸν αἰῶνα παρὰ μητρὶ μένοντα διαιτᾶσθαι. 318 b E τὰν ἀκίνδυνο ν : μὴ ἔξωθεν κινδύνου ἕκαστον παρὰ τῇ μητρὶ διαιτᾶσθαι. |
| P 4 330b | ἢ οὕτως· ἰέναι δὲ ἐν ἐπιθυμίᾳ ἐποίει ἡ Ἥρα, μὴ μένειν ἀδόξως παρὰ τῇ μητρὶ, ἀλλὰ καὶ ἐπὶ τῷ θανάτῳ τῆς ἰδίας ἀρετῆς κάλλιστον φάρμακον τὴν μετὰ ταῦτα εὐδοξίαν σὺν τοῖς ἄλλοις ὁμήλιξιν εὑρέσθαι. θηλυκῶς ὁ Πίνδαρος τὴν αἰῶνα κατὰ τὸ ἴδιον ἔθος ἐξήνεγκε. |
| P 4 332a | φάρμακον θανάτου ἡ ἀρετὴ καὶ ἡ εὔκλεια. ἀντὶ τοῦ παραμυθίαν τοῦ θανάτου ταύτην εὑρεῖν, τὴν ἀπὸ τοῦ πλεῦσαι ἀρετήν. |
| P 4 334 | ἐς δ ’ Ἰωλκό ν : ἐπειδὴ δὲ κατέβη εἰς τὴν Ἰωλκὸν τὸ τῶν ναυτῶν ἀπάνθισμα, τουτέστιν οἱ Ἀργοναῦται. τὸ δὲ κατέβα ἀντὶ τοῦ κατῆλθε, καὶ πυκνῶς αὐτῷ χρῆται, τῷ καταβῆναι ἀντὶ τοῦ παραγενέσθαι. λέξατ ο : ἤτοι κατέλεξε καὶ κατελόχισεν, ἢ ἠρίθμησεν· ἐν δ’ ἡμέας πρώτους λέγε κήτεσιν (δ 452)· καὶ τὸ ὡρολόγιον ὡράριθμόν ἐστιν, ἐν ᾧ τὰς ὥρας ἀριθμοῦμεν. |
| P 4 337 | καί ῥά οἱ μάντι ς : καὶ δὴ τῷ Ἰάσονι ὁ μαντικώτατος Μόψος ὄρνισί τε καὶ κλήροις μαντευόμενος προθύμως ἐνεβίβασε τῷ σκάφει τοὺς Ἀργοναύτας, αἴσιον γενέσθαι δηλονότι φήσας τὸν ἀπόπλουν. ὀρνίχεσσι καὶ κλάροισ ι : ταῖς μαντείαις χρησάμενος ὁ Μόψος ἐνεβίβασε τὸν στρατὸν προθύμως. |
| P 4 338a [5] | εἰώθασι δὲ διὰ κλήρων μαντεύεσθαι· οἷον, ἐὰν βάλλοντός μου τόδε ἀναβῇ, ἀποτελεσθήσεται τόδε· ἐὰν δὲ μὴ, οὐκ ἀποτελεσθήσεBDEGQ ται. καὶ ἐν τοῖς ἱεροῖς ἀστράγαλοι κεῖνται, οἷς διαμαντεύονται βάλλοντες αὐτούς. κατ’ ἐνίους δὲ τρισὶν ἐχρήσαντο μάντεσιν οἱ Ἀργοναῦται, Μόψῳ τῷ Ἄμπυκος, Ἴδμονι τῷ Ἄβαντος, Ἀμφιαράῳ τῷ Ὀϊκλέους. 342B κλάροισι ν : ἰστέον ὅτι κλήροις τοπρὶν ἐμαντεύοντο, καὶ ἦσαν ἐπὶ τῶν ἱερῶν τραπεζῶν ἀστράγαλοι, οἷς ῥίπτοντες ἐμαντεύοντο. |
| P 4 338b [5] | (338 med. B) ἐπεὶ δ ’ ἐμβόλο υ : ἐπειδὴ δὲ τοῦ ἐμβόλου ἄνωθεν τὰς ἀγκύρας ἐκρέμασαν ἀποπλεῖν λοιπὸν μέλλοντες, χρυσῆν φιάλην ἐν χερσὶν ἔχων ὁ τῆς νεὼς ἡγεμὼν Ἰάσων κατὰ τὴν πρύμναν ἐπισπένδων τὸν τῶν θεῶν πατέρα Δία καὶ τὰς τῆς θαλάσσης ὁδοὺς καὶ τὰς τῆς εὐφροσύνης ἡμέρας αἰτίας ἐκάλει, καὶ τὴν προσφιλεστάτην μοῖραν τῆς ἐπανόδου, τουτέστιν ἐπαναπλεύσασθαι ἠξίου. |
| P 4 341a | 344B ἄλλως· ἐμβόλο υ : τοῦ ξύλου εἰς ὃ ἀναδεσμοῦσι τὴν ἄγκυραν. |
| P 4 341b [5] | οὐκ ἦν δὲ κατὰ τοὺς ἥρωας τοῦτο· διό φαμεν ἰδίως τεθεικέναι τὸν Πίνδαρον. κοινότατον δέ ἐστιν ὅτι ἀποπλεῖν μέλλοντες ἀνέλκουσι τὰς ἀγκύρας καὶ τῆς νεὼς ἐξαρτῶσιν. 341 a B ἀγκύρα ς : τοῦτο ἰδίως φησὶν ὁ Πίνδαρος· οὐ γὰρ ταῖς ἀγκύραις ἐκέχρηντο, ἀλλὰ λίθοις, ὥς φησι καὶ Ἀπολλώνιος (I 1277, al. |
| P 4 342 | ). 341 b B πατέ ρ ’ Οὐρανιδᾶ ν : τὸν Δία. |
| P 4 344a [5] | διατί δὲ πρῶτον ἐπισπένδων τῇ θαλάσσῃ Διῒ καὶ οὐ Ποσειδῶνι ἔθυσεν ὁ Ἰάσων; εἰκότως παρὰ τὸ Ἀράτειον (ph. 2)· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραὶ, μεσταὶ δὲ θάλασσαι καὶ λιμένες. ἐγχεικέραυνον δὲ Ζῆνα, τὸν τῷ κεραυνῷ ἀντὶ ἔγχους χρώμενον· βέλος γὰρ τοῦτο τοῦ Διὸς διδόασιν, ὡς τοῦ Ποσειδῶνος τὴν τρίαιναν καὶ Διονύσου τὸν θύρσον. |
| P 4 350 | ἐκ νεφέων δέ ο ἱ : ἐκ δὲ νεφῶν βροντήσας ὁ Ζεὺς αἴσιον σύμβολον αὐτῷ ἐδίδου τῆς ὁδοῦ. ἀστράπτων ἐπιδέξι’, ἐναίσιμα (Β 353). ἐκ δὲ τῆς βροντῆς ἀντιλάμψεις καὶ λαμπηδόνες ἐγένοντο. |
| P 4 352 | ὅταν γὰρ βροντήσῃ, ἀστράπτει. ἀμπνοὰν δ ’ ἥρωε ς : ἀναπνεύσαντες δὲ οἱ ἥρωες ἔστησαν σημείοις, τοῖς τοῦ Διὸς δηλονότι, πειθόμενοι, ὡς πρὸ τούτου ἀγωνιώντων αὐτῶν. |
| P 4 354b | ἀμπνοὰν δὲ ἔστησα ν , περιφραστικῶς ἀνέπνευσαν. κάρυξε δ ’ αὐτοῖ ς : ἀνεκήρυξε δὲ αὐτοῖς ὁ μάντις σπουδαιότερον ἐμβαλεῖν ταῖς κώπαις καὶ ἐρέττειν, ἡδείας ὑποφαίνων ἐλπίδας· ἡ δὲ κωπηλασία ἐχώρει ἐκ τῶν ταχειῶν χειρῶν τῶν Ἀργοναυτῶν, ἄκορος οὖσα. |
| P 4 356 [5] | ἐκ δὲ τούτου τὸ ἄγαν αὐτῶν κατὰ τὴν εἰρεσίαν πρόθυμον ἐμφαίνει. ἐνίπτω ν : λέγων. |
| P 4 358a | καὶ Ὅμηρος ἐνίψω φησίν. ἐνίψαι δὲ ἀντὶ τοῦ εἰπεῖν· ὡς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω (β 137). |
| P 4 359 | εἰρεσία δ ’ ὑπεχώρησε ν : ἡ εἰρεσία ἐχώρησεν αὐτοῖς, τουτέστι προέβη αὐτοῖς ἡ εἰρεσία. ἄκορος δὲ, τουτέστιν οὐκ ἐλάμβανον κόρον ἐλαύνοντες, ἀλλ’ ἦσαν πρόθυμοι. |
| P 4 361 [5] | σὺν νότου δ ’ αὔραι ς : σὺν δὲ ταῖς τοῦ νότου πνοαῖς εἰς τὸ ἄξεινον τοῦ πόντου στόμα παρεγένοντο, ἔνθα καὶ προκαθιερωμένον εὑρόντες βωμὸν ἔκτισαν καὶ αὐτοὶ Ποσειδῶνος τέμενος, καὶ δεξάμενοι Θρᾳκικοὺς ταύρους πυρροὺς τὴν χροιὰν ἱερούργησαν τῷ θεῷ. φοίνισσα δὲ, πυρρὰ, ἀπὸ τοῦ χρώματος. |
| P 4 365b | τὸ δὲ σημεῖον, ὅτι φοίνισσαν εἶπεν ἀπὸ τοῦ φοινικέου σχηματίσας. Ὅμηρος μέντοι οἰκείως τῇ τοῦ ὕδατος φύσει καὶ τῷ Ποσειδῶνι ἀπονέμει τὰ θύματα (γ 6)· ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ. |
| P 4 366 | ταύρων ὑπᾶρχε ν : ἀντὶ τοῦ ἡγεῖτο τῆς καθιδρύσεως. μεταφορικῶς δὲ λέγει βωμοῖο θέναρ τὸ πλάτος αὐτοῦ· τῶν γὰρ χειρῶν θέναρ καλοῦσι τὸ πλατύ. |
| P 4 367a | τὸ δὲ ἢ ἀπὸ τοῦ θεῖναι πεποίηται τὸ ὄνομα ἢ ἀπὸ τοῦ θένειν ἐν αὐτῷ. ἄλλως· βωμοῖο θένα ρ , τὸ τοῦ βωμοῦ κοίλωμα τὸ ὑποδεχόμενον τὰ θύματα. |
| P 4 367c [5] | ἀπὸ κοινοῦ δὲ τὸ ὑπῆρχεν ἀκουστέον· ὑπῆρχε βωμοῖο θέναρ, κατὰ περίφρασιν ὁ βωμὸς, καὶ ὑπῆρχεν ἀγέλη Θρᾳκικῶν ταύρων. ἐς δὲ κίνδυνον βαθὺν ἱέμενο ι : ἐς δὲ τὸν ὑψηλότατον κίνδυνον προθυμίαν ἔχοντες καὶ σπουδὴν τὸν τῶν νεῶν ἔφορον καὶ δεσπότην καθικέτευον τῶν συνδρομάδων πετρῶν ἐκφυγεῖν τὴν ἀκαταμάχητον δύναμιν καὶ κίνησιν καὶ μὴ καταληφθῆναι ὑπ’ αὐτῶν. |
| P 4 368 [5] | φασὶ δὲ τὰς Κυανέας πέτρας πάλαι ἐπικινεῖσθαι τῷ πελάγει καὶ συμπίπτειν ἀλλήλαις. συνδρόμων κινηθμό ν : Ὅμηρος μὲν ἐκτοπίζει τὸν Ἰάσονος πλοῦν (μ 69)· οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, καὶ τὰ ἑξῆς· οἱ δὲ νεώτεροι πόντον ὑφίστανται δύο νησίδια σκοπελοειδῆ ἀλλήλοις συρρηγνύμενα. |
| P 4 370 [10] | καὶ ἴσως Ὅμηρος οὐδὲ αὐτὰς τὰς πέτρας ἐπικυλίεσθαί φησιν, ἀλλὰ τὰ κύματα ἐγειρόμενα μεταξὺ ταῖς πέτραις προσρήσσειν τὰς ναῦς. φησὶ γοῦν (μ 71)· καί νύ κε τὴν ἔνθ’ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, ὅτι τὴν ναῦν προσέρρηξεν ἂν τῇ πέτρᾳ τὸ κῦμα, καὶ οὐκ αὐτὴ ἡ πέτρα συνεκρότησε τῇ ἑτέρᾳ· οἱ δὲ νεώτεροι συντρέχειν φασίν. ὁ δὲ Πίνδαρος προστρατεύεταί τι λέγων ὅτι δίδυμαι ἦσαν ζωαί. 372Q δίδυμαι ζωα ί : ζώσας αὐτὰς εἶπε διὰ τὴν κίνησιν. |
| P 4 371 | ἔστι δὲ διθυραμβικὸν τὸ τῆς τοιαύτης ἑρμηνείας· πολλάκις γὰρ ἐπὶ τὸ κοῦφον ἀνάγονται. 373 b Q κυλινδέσκοντό τ ε : ἐπεκυλίοντο δὲ ἀλλήλαις αἱ πέτραι ταχύτερον ἤπερ αἱ τῶν ἠχητικῶν ἀνέμων πνοαί. |
| P 4 373a | ἀνέμων στίχε ς : τάξεις καὶ ὁρμαί. ἴσως δὲ ἀπὸ τοῦ στίζειν τὴν θάλασσαν· στιγμῇ γὰρ ἔοικε τὸ φρικάζον. καὶ Ὅμηρος (Ξ 16)· ὡς δ’ ὅτε πορφύρει πέλαγος μέγα. 371Q ἀλ λ ’ ἤδη τελευτά ν : ἀλλὰ λοιπὸν τελευτὴν καὶ θάνατον αὐταῖς ταῖς πέτραις ὁ τῶν Ἀργοναυτῶν πλοῦς ἐπήγαγεν. |
| P 4 373b [5] | οἰκείως δὲ τελευτὰν ἐπήγαγεν, ὡς πρὸς τὸ ζωάς· καὶ γὰρ εἵμαρτο διαπλευσάσης νεὼς ῥιζωθῆναι τὰς πέτρας τῷ πελάγει. ἄλλως· ὥσπερ διὰ τὴν κίνησιν ζωὰς αὐτὰς εἶπεν, οὕτω διὰ τὴν στάσιν τῆς κινήσεως τελευτὴν ἐπήγαγεν. |
| P 4 376a | ἐς Φᾶσιν δ ’ ἔπειτε ν : ἔπειτα εἰς τὸν Φᾶσιν ποταμὸν ἦλθον παρ’ αὐτῷ τῷ ταχεῖ Αἰήτῃ, ἔνθα τοῖς καταπληκτικοῖς Κόλχοις τὴν ἑαυτῶν ἰσχὺν προσήγαγον καὶ προσέμιξαν, περιφραστικῶς παρεγένοντο. 377B Φᾶσις δὲ ποταμὸς Σκυθίας τῆς κατὰ τὴν Ἀσίαν· ἔστι γὰρ καὶ ἑτέρα Εὐρώπης πλησίον τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Τανάιδος ποταμοῦ. |
| P 4 376b [5] | τούτου καὶ Ἀπολλώνιος μνημονεύει (2, 401)· Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. 381 a B κελαινώπεσσι ν : οἱ μὲν τοῖς καταπληκτικοῖς τὴν ὄψιν· τὸ γὰρ κελαινὸν ἐπὶ τῆς καταπλήξεως λαμβάνουσιν· οἱ δὲ, ὅτι Αἰγυπτίων ἄποικοί εἰσιν οἱ Σκύθαι, διὰ τοῦτο καὶ μελανόχροας αὐτοὺς εἶναι λέγουσιν. |
| P 4 377 [5] | δοκοῦσι δὲ καὶ Αἰγυπτίων εἶναι ἄποικοι. ἔχουσι δὲ καὶ λινουργοῦσι τὴν καλάμην, ὥσπερ Αἰγύπτιοι. Καλλίμαχος (fr. 265)· Κολχίδος ἐκ καλάμης. 376 b B μίξαν Αἰήτ ᾳ : ἀντὶ τοῦ συνῆλθον, ἐπιμιχθῆναι ἐποίησαν τὴν ἑαυτῶν βίαν ἐκείνοις. |
| P 4 379b | τουτέστιν ἐμίγησαν αὐτοῖς. πότνια δ ’ ὀξυτάτω ν : ἡ δὲ δέσποινα τῶν ὀξυτάτων βελῶν τὴν ποικίλην τῇ τριχώσει ἴυγγα τὴν τετράκνημον ἐξ οὐρανοῦ καταγαγοῦσα ἐν τῷ ἀλύτῳ ὑποζεύξασα τροχῷ συνέπραττε τῷ Ἰάσονι. |
| P 4 380a | 381 b B ὀξυτάτων δὲ βελέων τῶν ἐρωτικῶν. |
| P 4 381a [15] | ποικίλαν ἴυγγα τετράκναμο ν : ἴυγξ ὄρνεον πεποικιλμένον τῇ τριχώσει, μακροτράχηλον, γλῶσσαν ἔχον ἐπιπολὺ ἐκτεταμένην, πυκνῶς περιστρεφόμενον καὶ περιδινοῦν τὸν τράχηλον. τοῦτο τὸ ὄρνεον δοκοῦσιν αἱ φαρμακίδες εὐθετεῖν αὐταῖς εἰς τὰς ἐρωτικὰς ἐπῳδάς· λαμβάνουσαι γὰρ αὐτὸ δεσμεύουσιν ἐκ τροχοῦ τινος, ὃν περιρρομβοῦσιν ἅμα ἐπᾴδουσαι. οἱ δέ φασιν, ὅτι τὰ ἔντερα αὐτοῦ ἐξελκύσασαι καθάπτουσι τῷ τροχῷ. ταύτην οὖν, φησὶ, τὴν ἴυγγα πρῶτον Ἀφροδίτη ἐκ τοῦ Ὀλύμπου ἤνεγκεν εἰς ἀνθρώπους καὶ ἔδωκεν Ἰάσονι, καὶ ἐδίδαξεν αὐτὸν τὰς ἐπῳδὰς τὰς ἐρωτικὰς, ἵν’ ἐκμήνας τὴν Μήδειαν ποιήσῃ συμμαχεῖν αὐτῷ. κνῆμαι δὲ τὰ μέσα τῶν τροχῶν ξύλα. ἔστι δὲ καὶ μεταφορικῶς ἀκοῦσαι τὰς πτέρυγας πόδας εἰρημένας, καὶ κατὰ τὸ ἀνάλογον δηλονότι. οὐ γὰρ ἁπλῶς ἐκδεσμεύεται ἐκ τοῦ τροχοῦ τετρακνήμου ὄντος, ἀλλ’ ἄνωθεν μὲν 〈ἐκ〉 τῶν δύο πτερύγων, κάτωθεν δὲ ἐκ τῶν δυεῖν ποδῶν. τινὲς δὲ τετρακνήμον’ ἀνέγνωσαν, ἵν’ ᾖ, ἐν τῷ τετρακνήμονι κύκλῳ. 380 a B ζητεῖται, πῶς τετράκνημον τὴν ἴυγγά φησιν· οὐδὲ γὰρ λόγου ἔχεται κατὰ τοῦ τροχοῦ ἀκούειν· οὐδὲ γὰρ τετράκνημον κύκλῳ. |
| P 4 381b [5] | ῥητέον οὖν, ὅτι κατά τινας ὁμωνύμως ὁ τροχὸς τῷ ζῴῳ ἴυγξ λέγεται, ὅν φασιν ἔχειν τέσσαρας κνήμας. ἔστι δὲ καὶ μεταφορικῶς νοῆσαι, ὡς προείπομεν. λιτάς τ ’ ἐπαοιδά ς : τὰς δὲ φαρμακευτικὰς ἐπαοιδὰς ἐξεδίδαξεν ἡ Ἀφροδίτη τὸν σοφὸν Ἰάσονα. |
| P 4 385b [5] | λιτάς τ ’ ἐπαοιδά ς : λιτανευτικὰς, καθὸ οἱ ταῖς ἐπαοιδαῖς χρώμενοι λιτανεύουσι τοὺς θεοὺς καὶ εὔχονταί τινα γενέσθαι αὐτοῖς. πρὸς τί οὖν ἐδίδαξε τὰς ἐπαοιδάς; ἵνα ἡ Μήδεια, ἣν προσεφέρετο αἰδῶ πρὸς τοὺς γονεῖς, ταύτην μὴ κατέχῃ, ἀλλ’ ἀναιδὴς γενομένη καταλίπῃ μὲν αὐτοὺς, πρόσθηται δὲ τῷ ξένῳ. ποθεινὰ δ ’ Ἑλλά ς : ἡ ποθεινὴ δὲ Ἑλλὰς αὐτὴν τῇ τῆς Πειθοῦς μάστιγι κατὰ τὴν φρένα καιομένην διακινοίη καὶ παρασκευάσαι συναπᾶραι τοῖς Ἀργοναύταις. |
| P 4 391 | καὶ τάχα πείρα τ ’ ἀέθλω ν : καὶ ταχέως τῷ Ἰάσονι ἡ Μήδεια ὑπετίθετο τὰ πέρατα καὶ τὰ τέλη τῶν ἄθλων, ὧν ἔμελλεν αὐτῷ ἐπιτάττειν ὁ πατὴρ αὐτῆς Αἰήτης. σὺν δ ’ ἐλαί ῳ : ἡ Μήδεια κατέχρισε τὸν Ἰάσονα διὰ τοὺς πυρπνόους ταύρους. |
| P 4 393 [5] | πρῶτον γὰρ ὁ Αἰήτης ζεύξας αὐτοὺς καὶ καταγωνισάμενος προέθηκε τῷ Ἰάσονι· ἵνα οὖν μηδὲν ὑπὸ τοῦ πυρὸς πάσχῃ, φάρμακα ἐλαίῳ μίξασα ἔδωκεν Ἰάσονι ἡ Μήδεια. ἀντίτομα δὲ εἶπε τὰ ἀλεξιφάρμακα κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ῥιζοτόμων· ἁπλούστερον γὰρ τῇ ἰατρικῇ χρώμενοι τὰ πολλὰ τῶν παθημάτων ῥίζαις ἀπεθεράπευον, ἃς τέμνοντες ἐπετίθεσαν, ὡς Πάτροκλος (Λ 846)· ἐπὶ δὲ ῥίζαν βάλε πικρήν χερσὶ διατρίψας. |
| P 4 395 [5] | καταίνησάν τ ε : κατῄνεσαν δὲ καὶ συνέθεντο κοινὸν ποιῆσαι τὸν γάμον τὸν γλυκὺν καὶ ἀλλήλοις μιγῆναι. 398 b B ἀλ λ ’ ὅ τ ’ Αἰήτα ς : ὅτε δὲ ὁ Αἰήτης ἐν μέσοις τὸ ἀδαμάντινον κατέθηκεν ἄροτρον καὶ τοὺς βοῦς, οἵτινες φλόγα ἀπέπνεον τῶν ξανθῶν γενύων καιομένου πυρὸς, καὶ ταῖς χαλκαῖς αὐτῶν ὁπλαῖς ἐπέξεον καὶ ἐπεχάραττον τὴν γῆν ἐπιστρεφόμενοι κατὰ τὴν πορείαν. |
| P 4 398a | 402B 405E ἀδαμάντινο ν : οἱ μὲν ὡς ἐκ τῆς τοῦ ἀδάμαντος φύσεως τὸ ἰσχυρὸν ἤκουσαν, οἱ δὲ ὅτι ἀληθῶς ἐξ ἀδάμαντος ἦν. |
| P 4 398c | εἶχε γὰρ ὁ Αἰήτης χαλκόποδας ταύρους, οἳ τοὺς προσπελάζοντας κατέκαιον προχέοντες πῦρ τῶν μυκτήρων, οὓς ὁ Αἰήτης καταζεύξας εἰς μέσον ἤγαγε καὶ ἠροτρίασε τὴν γῆν, εἶτα λύσας ἐκέλευσε τὸν Ἰάσονα ζευγνύειν. ἄλλως· τοὺς πυρίπνους ταύρους Ἀντίμαχος ἐν Λύδῃ (fr. |
| P 4 398d [10] | 9) Ἡφαιστοτεύκτους λέγει. καὶ Σοφ〈οκλῆσ〉 ...... δὲ χαλκοῦς βοῦς ἀδερμάτους φησίν· χαλκοσκελεῖς γὰρ ....... ..ὲν ἐκπνέουσι πνευμάτων ἄπο· φλέγει δὲ μυκτὴρ, ὥς.... (Soph. fr. 312) 〈κα〉ὶ Ἀπολλώνιος (3, 409)· δύω πεδίον τὸ Ἀρήϊον ἀμφινέμονται ταῦρ〈οι χα〉λκόποδες, στόματι φλόγα φυσιόωντες. 398 a B σκίμψατ ο : ἤρεισεν, ἐπὶ τῆς γῆς κατέθηκεν. |
| P 4 402 | ὁπλαῖς ἀμειβόμενο ι : οἱ ταῦροι προβαίνοντες. τὸ γὰρ ἀμειβόμενοι οὕτως ἀκουστέον· τοὺς πόδας ἐναλλάσσοντες κατὰ τὴν πορείαν. ὀρθὰς δ ’ αὔλακα ς : τὰς εὐθείας τοῦ ἀρότρου τομάς· διὸ καὶ αὔλακες εἴρηνται παρὰ τὸν αὐλόν. |
| P 4 404 | πᾶν δὲ ἐπίμηκες οὕτω φασίν. 406E ἐντανύσαι ς : ἐντείνας δὲ ἤλαυνε, καὶ ἐπ’ εὐθείας ἔτεμνε τὰς αὔλακας, καθ’ ἃς ὀργυιὰν (μέτρον δέ ἐστιν) ἔσχιζε τὴν γῆν εἰς βάθος κάτω τῷ ἀρότρῳ. |
| P 4 405 | 398 b E ἀναβωλακίας δ ’ ὀργυιά ν : μέτρον τι ἡ ὀργυιά. |
| P 4 406a | φησὶν οὖν, ὅτι διέτεμνε τὰς αὔλακας ὀργυιᾶς μέτρον ἐχούσας κατὰ τὸ βάθος. ὁ δὲ λόγος· τῆς δὲ ἀναβωλακίας γῆς τὸν νῶτον ἔσχιζεν ἐπ’ ὀργυιάν. |
| P 4 406b | ἀναβωλακίας δὲ, τῆς ἐν τῇ τμήσει τοὺς βώλους ἀναπεμπούσης. ἔειπε δ ’ ὧδ ε : ὁ νοῦς· οὕτω δὲ ἔλεγεν ὁ Αἰήτης· τοῦτο τὸ τῆς γεωργίας ἔργον ἐμοὶ τελειώσας ὃς τῆς νεὼς προηγεῖται, τὴν ἄφθαρτον στρωμνὴν τὸ κῶας ἀφαιρείσθω, τὸ κάλλιστον ὂν τῇ χρυσῇ μαλλώσει. |
| P 4 410a | ἄφθιτον στρωμνά ν : τὸ κῶας, ὅτι τοπαλαιὸν ἐπ’ αὐτῶν ἐκοιμῶντο. ἄλλως· ἄφθιτον στρωμνὴν εἶπε τὸ δέρος τοῦ κριοῦ, τὸ κώδιον· οἱ γὰρ ἀρχαῖοι ὑπεστρώννυντο τὰ κώδια, ἀφ’ οὗ καὶ κῶμα ὁ ὕπνος, διὰ τὸ ἐπὶ κωδίων αὐτοὺς κοιμᾶσθαι. |
| P 4 410b [5] | Ἀριστοφάνης (eq. 400)· εἴ σε μὴ μισῶ, γενοίμην ἓν Κρατίνου κώδιον. ἄφθιτον δὲ αὐτὸ εἶπε, καθὸ χρυσοῦν ἦν· ὁ δὲ χρυσὸς ἄφθαρτος. |
| P 4 410c [5] | καὶ ἡ Σαπφώ (fr. 142) ..... ὅτι Διὸς παῖς ὁ χρυσός, κεῖνον οὐ σὴς οὐδὲ κὶς δάπτει, βροτεᾶν †φρένα κράτιστον φρενῶν (Pind. fr. 222). θυσάν ῳ : τῷ μαλλῷ. |
| P 4 411 | θύσανοι γὰρ οἱ κροσσοὶ ἀπὸ τοῦ θύσσεσθαι καὶ παραιωρεῖσθαι· νῦν δὲ ἐπὶ τῶν μαλλῶν τέταχε· καὶ γὰρ οὗτοι θύσσονται διὰ τὸ εὐτραφές. ὣς ἄ ρ ’ αὐδάσαντος ἀπὸ κροκόε ν : ἢ τὸ κροκοβαφές, ἢ τὸ ὑφαντὸν παρὰ τὴν κρόκην. |
| P 4 412b [5] | ὁ δὲ νοῦς· ἀπορρίψας δὲ ὁ Ἰάσων τὸ κροκωτὸν ἱμάτιον, πειθόμενος δὲ καὶ πεποιθὼς τῇ Ἀφροδίτῃ εἴχετο τοῦ ἔργου τοῦ ἀροτριᾶν. ἦν δὲ θεῷ πίσυνος, τῷ Ἔρωτί φησιν ἢ τῇ Ἀφροδίτῃ ἢ τῷ Διί. 414 b B πῦρ δέ νιν οὐκ αἰόλε ι : πῶς τὸ πῦρ οὐκ ἐτάρασσε τὸν Ἰάσονα, ὁ μὲν Πίνδαρος οὐκ ἐξέθετο· ἡ δὲ ἱστορία οὕτως. |
| P 4 414a [10] | ἐκέλευσεν ἡ Μήδεια τῷ Ἰάσονι μὴ ἐλαύνειν πρὸς τὸν ἀντιφυσῶντα ἄνεμον τοὺς βόας, ἵνα μὴ τὸ πῦρ ἀντικειμένης τῆς πνοῆς [βλάψῃ τοῦτον, ἀλλ’] ὄπισθεν φερομένης ὥσπερ συντρεχούσης καὶ ὀξυνούσης εἰς τοὔμπροσθεν τὴν τῆς φλογὸς ἀποφύσησιν· ἐκέλευσε δὲ καὶ συμπεράσαντα τὴν αὔλακα ἀπὸ τοῦ ἐκείνης τέλους μὴ ἄρχεσθαι, ὅπερ ἔθος τοῖς ἀροτριῶσιν, ἀλλ’ ἀναποδίσαντα οὕτω πάλιν ἄρχεσθαι διὰ τὰ πνεύματα τὰ ἀντικείμενα, ὡς ἔφαμεν. 415B ὁ δὲ νοῦς· τὸ δὲ πῦρ αὐτὸν οὐκ ἐτάρασσε ταῖς ἐντολαῖς τῆς Μηδείας πεισθέντα. |
| P 4 414b [5] | αἰόλλειν δὲ τὸ ταράσσειν, αἰόλησις γὰρ ἡ κινήσις. ὡς καὶ Ὅμηρος (υ 27)· αἰόλλει, μάλα δ’ ὦκα λιλαίεται ὀπτηθῆναι. 414 a B ξείνας ἐφετμαῖ ς : ταῖς μαγείαις, ἃς ἐπετείλατο τῷ πυρί. |
| P 4 415 | ἢ ὅτι ἐνετείλατο αὐτῷ τούτοις τοῖς φαρμάκοις ἀλειψάμενον οὕτως ἔρχεσθαι, καὶ ἐσῴζετο αὐτῆς ταῖς ἐντολαῖς. 417B σπασάμενος δ ’ ἄροτρο ν : ὁ νοῦς· σπασάμενος δὲ ὁ Ἰάσων τὸ ἄροτρον καὶ δήσας τοῖς βοείοις λώροις καὶ ταῖς τοῦ ζυγοῦ ἀνάγκαις τοὺς αὐχένας αὐτῶν ἐμβαλὼν ἤλαυνεν. |
| P 4 416 | 422 b B βοείοις δήσα ς : τοῖς ἐκ βοείων δερμάτων λώροις. |
| P 4 417b [5] | ἤτοι ἀνάγκας ἔντεσιν, ἵν’ ᾖ περιφραστικῶς τῇ ἀνάγκῃ· ἢ ἀνάγκῃ, ἵνα λείπῃ τῇ ἑαυτοῦ, τῇ ἐκ τῆς ἑαυτοῦ ἰσχύος ἀνάγκῃ. ὀρθῶς δὲ τὸ ἀνάγκας· οὐ γὰρ ἑκουσίως ταῦτα τὰ ζῷα ἀροῖ καὶ πονεῖ, ἀλλὰ μετὰ τῆς ἐξ ἡμῶν ἀνάγκης ἐπιτιθεμένης αὐτοῖς. 416B 420E ἐριπλεύρῳ φυ ᾷ : τῇ μεγαλοπλεύρῳ φύσει τῶν ταύρων. |
| P 4 419 | 422E κέντρον αἰανέ ς : ἤτοι ὀδυνηρὸν παρὰ τὸν αἰαγμόν· αἰάζειν γὰρ τὸ θρηνεῖν· ἢ παρὰ τὴν αἶαν, τὸ μέγα· τὰ γὰρ μεγάλα τῇ γῇ εἰκάζομεν. |
| P 4 420 | 419E ἴυξε δ ’ ἀφωνήτ ῳ : ἀνεστέναξεν. |
| P 4 422a | ὁ δὲ νοῦς· ἐστέναξε δὲ λαθραίως κατὰ τὴν ψυχὴν ὁ Αἰήτης τὴν τοῦ Ἰάσονος δύναμιν θαυμάσας. 427 b B ἀφωνήτῳ περ ἔμπα ς : καίπερ τοιούτῳ ἄχει πληγεὶς [ἀφώνῳ], καθ’ ὃ οὐκ ἄν τις φωνὴν ἀφείη, ἀλλ’ ἐκσταίη, ὅμως ἀνεβόησε θαυμάσας. |
| P 4 422b | 422 a B ποίας ἔρεπτο ν : κυρίως τὸ ἐρέπτειν ἐπὶ τῶν ἀλόγων ζῴων τάττεται, ὅτι ἐπὶ τῇ ἔρᾳ, τουτέστι τῇ γῇ ἐσθίουσιν. |
| P 4 427a [5] | ὡς Ὅμηρος (Θ 560)· ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. νῦν δὲ ἀντὶ τοῦ ἔρεφον ἔλαβε, τουτέστιν ἐστέγουν, ἐστεφάνουν. 428B ἄλλως· τὸ παλαιὸν ἐφυλλοβόλουν τοὺς νικηφόρους τοῖς τῆς γῆς χλωροῖς. |
| P 4 427b | 427 a B αὐτίκα δ ’ Ἀελίο υ : εὐθέως δὲ ὁ τοῦ Ἡλίου παῖς Αἰήτης τὸ χρυσόμαλλον κῶας ὑπεδείκνυε τῷ Ἰάσονι, ἔνθα αὐτὸ ἐξέτειναν αἱ τοῦ Φρίξου μάχαιραι. |
| P 4 431 | Φρίξου μάχαιρα ι : τουτέστιν ἡ περὶ τὸ ἐκδέρειν τοῦ Φρίξου ἐνέργεια· Φυξίῳ γὰρ Διῒ τὸ δέρος ἀνιέρωσεν. τὸ δὲ χʹ 〈ὅτι〉 ὑπὸ τοῦ Φρίξου φησὶν ἀνατεθῆναι τῷ Ἄρει τὸ τοῦ χρυσομάλλου κριοῦ δέρος. κεῖτο γὰρ λόχμ ᾳ : τῷ δασεῖ τῆς ὕλης· λόχμη γὰρ τὸ δάσος. |
| P 4 434a | καὶ παρ’ Ὁμήρῳ (τ 439)· ἔνθα δ’ ἄρ’ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς. λείπει δὲ ἡ ὑπό. |
| P 4 434b | 436 a B δράκοντος δ ’ εἴχετ ο : κατείχετο δὲ, φησὶ, τὸ κῶας ὑπὸ τῶν δεινοτάτων τοῦ δράκοντος γενύων, ὃς καὶ τῷ πάχει καὶ τῷ μήκει τοῦ σώματος πεντηκόντερον ναῦν κατεῖχεν· ἔνιοι δὲ, ἐμβληθεὶς ἐπλήρου ναῦν πεντηκόντερον. |
| P 4 434c | 438B πάχει μάκει τε πεντηκόντερο ν : τουτέστιν ὑπερεῖχεν. |
| P 4 436a | ὁ δράκων πεντηκόντερον ναῦν ἐνίκα τῷ μεγέθει, μείζων ἦν αὐτῆς. ἢ οὕτως· εἰ ἐνέβαλες αὐτὸν εἰς τὴν πεντηκόντερον ναῦν, πλήρωμα ἂν αὐτῆς ἐγένετο, ὥστε περιττεύειν τινὰ μέρη αὐτοῦ καὶ ὑπερκεῖσθαι. |
| P 4 436b | 434 c B ἃν πλαγαὶ σιδάρο υ : ἥντινα τὴν ναῦν συνεπέρανον αἱ τοῦ σιδήρου πληγαί. |
| P 4 438 | πάλιν δὲ τῷ συνήθει σχήματι κέχρηται τὸ ἑνικὸν τῷ πληθυντικῷ συζεύξας, καίτοι παρὸν εἰπεῖν τέλεσσαν. γράφεται δὲ καὶ τέλεσσαν. κα τ ’ ἀμαξιτό ν : ἀντὶ τοῦ μακρῶς λέγω τὰ ποιήματα καὶ ἐπεκτείνω. |
| P 4 439b | κα τ ’ ἀμαξιτό ν : κατὰ τὴν ὁδὸν ταύτην τὴν τῶν ἐγκωμίων τοῦ Ἰάσονος πορεύεσθαι καὶ λέγειν. ὥρα γὰρ συνάπτε ι : καιρός με ἐπείγει, ὥστε πρὸς τὸν Ἀρκεσίλαον ἀναδραμεῖν. |
| P 4 440 | καί τινα οἶμον ἴσαμ ι : καί τινα οἶδα ὁδὸν βραχεῖαν, τουτέστιν οἶδα κατὰ τὰς ἐξηγήσεις καὶ βραχέα λέγειν. σοφίας ἑτέροι ς : ἤτοι ταύτης τῆς σοφίας, τῆς περὶ τὸ συντόμως λέγειν, καὶ ἄλλων γέγονα καθηγητὴς, ὅ ἐστι διδάσκαλος· ἢ πολλοῖς προσέσχον ἄλλοις, ὡς ἐν συντομίᾳ, ὥστε ταχέως αὐτὰ ἐξειπεῖν. |
| P 4 443 | κτεῖνε μὲν γλαυκῶπ α : ἐπισυνάπτει τῆς ἱστορίας τὸ συμπέρασμα· ὁ μὲν Ἰάσων ἀνεῖλε ταῖς τῆς Μηδείας τέχναις τὸν γλαυκόφθαλμον καὶ πεποικιλμένον ἔχοντα νῶτον ὄφιν, ὦ Ἀρκεσίλαε. κλέψε τε Μήδεια ν : ἔκλεψε δὲ καὶ τὴν Μήδειαν ἑκοῦσαν, τὴν τὸν Πελίαν φονεύσασαν. |
| P 4 445b [5] | ὁ δὲ νοῦς· κατεργασάμενος μὲν τὸν ἆθλον ὁ Ἰάσων λάθρα τοῦ Αἰήτου καὶ τῶν Κόλχων ἀπέκλεψε τὴν Μήδειαν ἑκοῦσαν καὶ αὐτὴν, τὴν τῷ Πελίᾳ φόνον γενομένην· εἶτα ναυτιλλόμενοι ἐνεμίγησαν τῷ τε τοῦ Ὠκεανοῦ πελάγει καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ καὶ τῶν Λημνίων γυναικῶν τῶν ἀνδροφόνων τῷ ἔθνει· ἀπὸ κοινοῦ τὸ ἐμίγησαν. 446DEGQ σὺν αὐτῇ, σὺν τῇ Μηδείᾳ θελούσῃ καὶ ἐνεργούσῃ· ὅπερ ἔνιοι μὴ νοοῦντες μεταγράφουσι σὺν αὐτ ῷ , τῷ δέρει. |
| P 4 445c [5] | γίνεται δὲ παρέλκον. δεῖ οὖν· σὺν αὐτῇ βουλομένῃ ἔκλεψε, καὶ τὸν ἀδελφὸν Ἄψυρτον ὑπέμεινε διασπάσαι διὰ τὸν ἀπὸ τῆς ἴυγγος ἔρωτα Ἰάσονος. 447DEGQ Πελιαοφόνο ν : ὁ Χαῖρις οὐ βούλεται συνθέτως ἀναγινώσκειν Πελιαοφόνον· ἐκ γὰρ δυοῖν τελείων ἐστὶ τοῦ Πελίαο καὶ τοῦ φόνου. |
| P 4 446 [5] | γίνεται δὲ τοιαύτη σύνθεσις, ὡς μεταβάλλεσθαι τὸν τόνον· ἤτοι οὖν, φησὶν ὁ Δίδυμος, προενεκτέον τὰν Πελιαοφονόν ὀξυτόνως, ἵν’ ᾖ φονευτικήν· ἢ παροξυτόνως, ἥτις ἦν τοῦ Πελίου φόνος. 445 c DEGQ ὁ δὲ νοῦς· προσεπέλασαν δὲ καὶ τῷ Ὠκεανῷ καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ. |
| P 4 447a | καινῶς δὲ ὁ Πίνδαρος ταῦτα τὰ πελάγη ἱστορεῖ πεπλανῆσθαι τοὺς Ἀργοναύτας. ἄλλως· ἐν τ ’ Ὠκεανο ῦ : ἡ πρόθεσις περιττεύει τοῦ λόγου. |
| P 4 447b [5] | εἴληφε δὲ ὁ Πίνδαρος τὸ πάντων πρῶτον γενόμενον, καὶ ἀντεστραμμένως ἔσχατον ἔθηκεν. εἰς μὲν γὰρ τὸν Ὠκεανὸν καὶ τὴν Ἐρυθρὰν εἰσέβαλον φεύγοντες ἐκ Κόλχων· ταῖς δὲ Λημνίαις ἐμίγησαν, πρὶν εἰς τὸν πόντον ἐπιπλεῦσαι. ἀλλ’ ἵνα ἐπὶ τὴν τοῦ γένους ἀρχὴν ἐπανέλθῃ, τὸ πρότερον ἀντεστραμμένως ὕστερον ἔθηκεν. Λημνιᾶν τ ’ ἔθνει γυναικῶ ν : οὐκ ἀκολούθως. |
| P 4 448 | οὐ γὰρ ὑποστρέφοντες προσέβαλον τῇ Λήμνῳ, ἀλλ’ ἀπιόντες. ἀνδροφόνω ν : ἐξ ἐκείνης τῆς ἱστορίας. |
| P 4 449 [5] | αἱ τῶν Λημνίων γυναῖκες ἀσεβήσασαι ἀεὶ εἰς τὴν Ἀφροδίτην διηνεκῶς ἔσχον μηνιῶσαν τὴν θεόν· μῖσος γὰρ αὐταῖς πρὸς τοὺς ἄνδρας προσετρίψατο, καὶ οὕτως ἐκεῖνοι πρὸς τοὺς Θρᾷκας πολεμοῦντες κἀκ τοῦ πολέμου τὰς αἰχμαλωτίδας λαβόντες παρεκοιμῶντο· ἐφ’ ᾧ ζηλοτυπήσασαι αἱ γυναῖκες ἐψηφίσαντο ἐκ Θρᾴκης ὑποστρέφοντας τοὺς ἄνδρας ἀνελεῖν, ὅπερ καὶ πεποιήκασιν. ἔνθα καὶ γυίων ἀέθλοι ς : οἱ μὲν τῶν ἱστορικῶν βούλονται τοὺς Ἀργοναύτας ἀγωνίζεσθαι ἐπὶ τοῖς ἀναιρεθεῖσιν ἀνδράσιν, οἱ δὲ ἐπὶ τῷ Θόαντος . |
| P 4 450a | .... τὸ δὲ ἔνθ α , ἐν τῇ Λήμνῳ· ἐν τοῖς ἀγῶσιν ἐπεδείξαντο τῶν μελῶν τὴν ἀνδρείαν καὶ τὴν κρίσιν, ἀγωνιζόμενοι περὶ ἐσθῆτος. |
| P 4 451 [5] | τὸ ἐσθᾶτος ἀμφὶς ἀμφίβολον, πότερον τῆς ἐσθῆτος χωρὶς ἠγωνίσαντο, τουτέστι γυμνοὶ, ἢ τὸ ἀμφίς ἀντὶ τῆς περί δεκτέον· χρῶνται γὰρ τῇ λέξει καὶ ἐπὶ τούτου· ἵν’ ᾖ τὸ ἔπαθλον ἐσθὴς, ὥστε περὶ ἐσθῆτος αὐτοὺς ἠγωνίσθαι, ὃ καὶ ὑγιές ἐστι. καὶ γὰρ καὶ παρὰ Σιμωνίδῃ (fr. 205) ἐστὶν ἡ ἱστορία, ὅτι περὶ ἐσθῆτος ἠγωνίσαντο. καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις (IV 20? IX 97?). 459E ἀκτῖνα ς : τὸ σπέρμα. |
| P 4 453a | λείπει δὲ ἡ σύν ἢ ἡ ἔν, ἵν’ ᾖ σὺν ὄλβῳ ἢ ἐν ὄλβῳ. τουτάκις ὑμετέρας ἀκτῖνα ς : τηνικαῦτα δὲ τοῦ σοῦ γένους τὰς λαμπηδόνας καὶ καταβολὰς σὺν εὐδαιμονίᾳ διεδέξατο μεμοιραμένον ἦμαρ ἢ νύκτες. |
| P 4 453c | ὁ δὲ νοῦς· τὸ τηνικαῦτα τοῦ σοῦ γένους ἡ καταβολὴ γέγονεν ἐν ἡμέρᾳ ἢ ἐν νυκτί. ἆμαρ ἢ νυκτό ς : τοῦτο λέγει ὅτι ἢ νυκτὸς ἢ ἡμέρας συνελθόντες ταῖς Λημνιάσι γυναιξὶν οἱ ἥρωες ἔσχον ὑμᾶς. |
| P 4 455b [5] | τόθι γὰρ γένος Εὐφάμο υ : ἀποστρέφει τὸν λόγον πρὸς τὸν Ἀρκεσίλαον, ἐπεὶ Ἀριστοτέλης ὁ πρόγονος αὐτοῦ ἀπὸ τῶν Λημνίων γυναικῶν ἦν. οἱ γὰρ Ἀργοναῦται ἐν τῇ Λήμνῳ ταῖς Λημνιάσιν ἐπλησίασαν, ἐν οἷς καὶ Εὔφημος Λαμάχῃ συνελθὼν Λευκοφάνην ἐποίησεν· ἀφ’ ὧν Ἀριστοτέλης ὁ πρόγονος Ἀρκεσιλάου. ἄλλως· τόθι γένο ς : διὰ τούτων τὴν ἐν ἀρχῇ πρόθεσιν συγκεφαλαιοῖ, καθ’ ἣν εἶπε (vs. |
| P 4 455c [5] | 67 sqq.) τὸν Ἀρκεσίλαον ταῖς Μούσαις ἀποδώσειν καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυῶν θεόπομποί σφισι τιμαὶ φύτευθεν· τοῦ Εὐφήμου γεννήσαντος ἐκ τῆς Λημνίας τὸν τούτων ἀρχηγὸν τοῦ γένους. οἱ γὰρ ἀπὸ τούτων ἐκπεσόντες ἐκ Λήμνου εἰς Λακεδαίμονα παρεγένοντο, ἐκεῖθεν δὲ ἀπῴκησαν τὴν καλουμένην Καλλίστην νῆσον, Θήρα τὴν ἀποικίαν ἀγαγόντος, ἀφ’ οὗ Θήρα BDEGQ μετωνομάσθη. διαποροῦσι δὲ, διατί μόνου Εὐφήμου μνημονεύει, πολλῶν ταῖς Λημνίαις πλησιασάντων· ἐπιλύεται δὲ ὁ Δίδυμος φάσκων, ὅτι ἀπὸ Εὐφήμου τούτου ἐγένετό τις καὶ ἕτερος Εὔφημος ὁ σὺν Βάττῳ τὴν Κυρήνην κτίσας, ὃν διὰ τὴν ὁμωνυμίαν ἀπ’ ἐκείνου τις ὑποτοπάσει εἶναι. |
| P 4 455e [5] | ἐγένοντο δὲ καὶ πλείους Εὔφημοι· πρῶτος ὁ Μηκιονίκης καὶ Ποσειδῶνος, δεύτερος ὁ Σάμου παῖς ἀπόγονος τοῦ πρώτου Εὐφήμου, τρίτος ὁ σὺν Βάττῳ, τέταρτος ὁ κατὰ τὸν Ἀρκεσίλαον, ὃν ξενολογήσοντα ἔπεμψεν ὁ βασιλεὺς καὶ τὸν Πυθικὸν ἀγῶνα ἀγωνιούμενον. 461E ἄν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσο ν : Χαῖρις βούλεται γράφειν ἔν ποτε ἀντὶ τοῦ ἄν ποτε, κατὰ τὴν τοῦ Πινδάρου συνήθειαν. |
| P 4 459b | τὸ δὲ ἑξῆς· οἱ δὲ ἀπὸ τῶν ἡρώων γεγενημένοι παῖδες καὶ τοῖς Λακεδαιμονίοις μιχθέντες κατὰ τὴν ζήτησιν τῶν πατέρων παρέβαλον εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὴν Καλλίστην ποτὲ χρόνῳ ἀπῴκησαν. 455 a E Καλλίστα ν : τὴν Θήραν. |
| P 4 459c [5] | φησὶ Καλλίμαχος (fr. 112)· Καλλίστη τοπάροιθε, τὸ δ’ ὕστερον οὔνομα Θήρη. ἔνθεν δ ’ ὔμμ ι : ἐντεῦθεν δὲ, ἐκ τῆς Θήρας, τῷ Ἀρκεσιλάῳ ὁ Ἀπόλλων χρησμοῖς καὶ μαντείαις δέδωκε σὺν θεῷ τὸ τῆς Λιβύης πεδίον τιμαῖς αὔξειν τὸ θεῖον πόλισμα καὶ διοικεῖν τῆς τίμιον ἐχούσης θρόνον Κυρήνης· ἵνα ἐπὶ τὴν νύμφην τὸν λόγον ἀνάγωμεν. |
| P 4 464a | ἄστ υ : ἐλλείπει ὁ τέ, ἵν’ ᾖ· ἄστυ τε χρυσοθρόνου. τὸ ἑξῆς· διανέμειν δέδωκεν ὑμῖν τὴν Κυρήνην καὶ διοικεῖν συνετὴν γνῶσιν εὑροῦσιν. |
| P 4 467 [10] | γνῶθι νῦν τὰν Οἰδιπόδα σοφία ν : προτρέπεται τὸν Ἀρκεσίλαον ὁ Πίνδαρος συνορᾶν αὐτοῦ τὸ αἴνιγμα. τὸ γὰρ Οἰδιπόδα σοφίαν τοῦτο βούλεται, ὅτι κἀκεῖνος τὸ τῆς Σφιγγὸς αἴνιγμα ἔλυσεν. ὃ δὲ αἰνίττεται, ἔστι τοιοῦτον. ἐστασίασάν τινες ἐν τῇ Κυρήνῃ κατὰ τοῦ Ἀρκεσιλάου, βουλόμενοι αὐτὸν μεταστῆσαι τῆς ἀρχῆς· ὁ δὲ ἐπικρατέστερος αὐτῶν γενόμενος ἐφυγάδευσεν αὐτοὺς τῆς πατρίδος. ἐν τοῖς οὖν στασιώταις ἦν καὶ ὁ Δημόφιλος, ὃς καὶ αὐτὸς ἀνάστατος γέγονε τῆς πατρίδος, καὶ φυγαδευθεὶς ἔρχεται εἰς Θήβας καὶ ἀξιοῖ τὸν Πίνδαρον (τινὲς δὲ, ὅτι καὶ τὸν μισθὸν τοῦ ἐπινίκου δίδωσι τῷ Πινδάρῳ αὐτός), ὥστε τῇ τοῦ ἐπινίκου γραφῇ διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον. ἦν δὲ αὐτῷ καὶ πρὸς γένους. εἰ γάρ τις ὄζου ς : περὶ Δημοφίλου ἀπολογεῖται τὸ αἴνιγμα. |
| P 4 468a [5] | εἰ γάρ τις, φησὶ, περικόψει δρῦν, ὅμως δὲ καὶ τὸν καρπὸν ἀποβεβληκυῖα φέρει περὶ ἑαυτῆς ψῆφον γενομένη ἢ οὐδὸς ἤ τι ἄλλο τοιοῦτον· ὡς καὶ Ὅμηρος (φ 43)· οὐδόν τε δρύϊνον προσεβήσετο· ἢ τὸ πανέσχατον, εἴ ποτε πυρὸς χειμερίου χρεία γένηται, πρὸς ἀλέαν χρήσιμός ἐστιν. ὁ δὲ νοῦς· εἰ γάρ τις μεγάλης δρυὸς ἐκκόψει κλάδους καὶ καταισχύνῃ αὐτῆς τὸ θαυμαστὸν εἶδος τῇ τῶν ἀκρεμόνων περικοπῇ, ὅμως καὶ φθινόκαρπος οὖσα ψῆφον περὶ αὑτῆς δίδωσιν, ὅτι δύναται εἴς τι χρησιμεύειν καὶ ἄκαρπος οὖσα, ὅταν αὐτῇ κατὰ τὸν χειμῶνα πῦρ λοίσθιον ἐπιγένηται. |
| P 4 478 | μόχθον ἄλλοι ς : ἀλλὰ τοῖς βαστάζουσιν ἢ τοῖς λῃστεύειν βουλομένοις, διὰ τὸ μηκέτι δύνασθαι ἐστεγασμένης τῆς οἰκίας. ἐσσὶ δ ’ ἰατή ρ : οὐχ ὅτι ἰατρὸς ἦν ὁ Ἀρκεσίλαος, ἀλλ’ ὅτι ἐνόσει τὴν φυγὴν ὁ Δημόφιλος. |
| P 4 480a | φησὶ γοῦν· δεῖ αὐτὸν πρὸς σοῦ θεραπεύεσθαι. ἄλλως· ἐσσὶ δ ’ ἰατή ρ : θεραπευτικὸς τῆς παρούσης καταστάσεως. |
| P 4 480b | τοῦτο γὰρ δηλοῖ τὸ ἐπικαιρότατος. Παιάν τέ σο ι : ὁ δὲ Ἀπόλλων σοι τετίμηκε τὴν ζωήν. |
| P 4 481a | τῇ μέντοι τροπῇ ἐπιμένει διόλου· ἰατρικῆς γὰρ προστάτης ὁ θεός. ἄλλως· Παιάν τέ σο ι : καὶ αὐτός σοι ὁ Παιὰν τὴν εἰς τοῦτο δύναμιν παρέχεται. |
| P 4 481b [5] | ποιεῖται δὲ τὸν λόγον ὑποψίας ἐνεστώσης τοῖς Κυρηναίοις πρὸς τὸν Ἀρκεσίλαον καὶ ταραττομένων αὐτῶν ὑπ’ ἐκείνου ἢ ἐλαττουμένων παραιτούμενος καταστῆσαι τὴν πόλιν ἐπὶ τὸ ἀρχαῖον. χρὴ μαλακά ν : προσήκει σε πραεῖαν ἐπιφέροντα τὴν χεῖρα θεραπεύειν τὴν τοῦ ἕλκους τρῶσιν, καὶ μὴ τὰς ἀλγηδόνας τρίβειν. |
| P 4 482b [5] | καὶ ταῦτα μεταφορικῶς ἀκουστέον. δεῖ, φησὶν, μαλακὴν προσφέροντα τὴν χεῖρα τὴν τοῦ ἕλκους τρῶσιν θεραπεύειν. ῥᾴδιον μὲν γά ρ : τὸ μὲν γὰρ διασεῖσαι πόλιν καὶ τοῖς ἀσθενεστέροις ῥᾴδιόν ἐστι, μή τοί γε δὴ τοῖς ἐν δυνάμει κειμένοις· οἷον εἰώθαμεν λέγειν, τὸ κακὸν ῥᾴδιον ποιῆσαι· ἀλλὰ διασεισθεῖσαν πόλιν ἐπὶ χώρας καταστῆσαι δυσχερές ἐστιν, ἐὰν μὴ θεὸς ἡγῆται τοῖς δυναστεύουσιν εἰς τὸ αὐτὸ πειρωμένοις ἀγαγεῖν κατάστημα. |
| P 4 489a [5] | τὶν δὲ τούτω ν : διπλῆ ἐστιν ἡ διάνοια. καὶ οἱ μὲν οὕτως ἀποδεδώκασι· σοὶ δὲ τούτων αἱ χάριτες καταπράττονται, ἐὰν τῆς Δημοφίλου φυγῆς φροντίσῃς. οἱ δὲ οὕτως· ὅτι μάλιστα παρὰ σοῦ αἱ τοιαῦται χάριτες γίνονται καὶ πράξεις περὶ τῶν διοικουμένων ἐν τῇ βασιλείᾳ. ἄλλως· σοὶ δὲ τοῦ κυβερνᾶσθαι ὑπὸ θεῶν ἐκτελοῦνται χάριτες. |
| P 4 489c | ἢ οὕτως· σοὶ δὲ καὶ τοῦ κατορθῶσαι ὑπὸ θεῶν αἱ χάριτες ὑπόκεινται. ἢ οὕτως· σοὶ δὲ καὶ τοῦ ὀρθῶσαι τὴν πόλιν αἱ χάριτες ἐξυφαίνονται ὑπὸ θεῶν ἢ παρὰ τῶν θεῶν κατασκευάζονται, τουτέστιν ἔχεις παρὰ θεῶν δεδωρημένον τὸ δύνασθαι τὴν πόλιν εἰς τὸ ἀρχαῖον ἀποδοῦναι κατάστημα. |
| P 4 489d [5] | διό φησι τλῆθι. ἰδίως δὲ τῷ τλᾶθι κέχρηται· ἔστι γὰρ ὑπόμενε, τελευτᾷ δὲ εἰς τὸ πρᾴως φέρε τὰ ἡμαρτημένα. |
| P 4 491 | τλᾶθι τᾶς εὐδαίμονο ς : ὑπόμεινον περὶ τῆς εὐδαίμονος Κυρήνης πᾶσαν ἔχειν σπουδὴν, ὡς καὶ τῆς πόλεως λυπουμένης καὶ ζητούσης τοὺς φυγαδευθέντας πολίτας, καὶ ὀφείλοντος αὐτοῦ τιμῆσαι τὸ δαιμόνιον. τῶν δ ’ Ὁμήρο υ : τῶν δὲ Ὁμήρου καὶ τόδε σύνες τὸ ῥῆμα, οἷον κατὰ μνήμην ἔχε καὶ τίμα. |
| P 4 493 [5] | διὰ γὰρ τοῦ πόρσυνε καὶ τόδε ἀκουστέον. ἐκείνου δὲ τοῦ ἔπους μέμνηται τοῦ (Ο 207)· ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ. τοῦτο δὲ πρὸς ἑαυτὸν ὁ Πίνδαρος ἀνάγει, ὅτι ὀφείλεις μοι πεισθῆναι πρεσβεύοντι ὡς ἀγαθῷ ἀγγέλῳ. αὔξεται καὶ Μοῖσα δ ι ’ ἀγγελία ς : ἀντιστρόφως εἶπε· θέλει γὰρ εἰπεῖν· αὔξεται ἀγγελία διὰ μούσης τῆς ἑαυτοῦ. |
| P 4 496b | αὔξεται καὶ ὀρθὴ γίνεται ἡ ἀγγελία, τουτέστι διὰ τῆς ποιήσεως· αὕτη γὰρ ἡ ἀγγέλλουσα καὶ συμβουλεύουσα τῷ Ἀρκεσίλᾳ διαλύσασθαι πρὸς τοὺς πολίτας. ὁ δὲ λόγος· αὔξεται καὶ ἡ ποίησις δι’ ὀρθῆς ἀγγελίας καὶ παιδείας. |
| P 4 497a | ἐπέγνω μὲν Κυράν α : ἐπέγνω ἐπειράθη, οἷον γνῶσιν ἔσχεν. ἄλλως· ἐπέγνω μὲν ἡ Κυρήνη καὶ ὁ τοῦ Βάττου οἶκος, τουτέστι τὸ σὸν ὦ Ἀρκεσίλαε οἴκημα, τὴν δικαιοσύνην τῶν Δημοφίλου φρενῶν. |
| P 4 499 | Βάττου μέγαρον δικαία ν : ἤτοι δικαίαν παροξυτόνως, ἵν’ ᾖ τὴν δίκην, ὡς καὶ τὴν ἀρχὴν ἀρχαίαν παραγώγως· ἢ περισπωμένως, ἵν’ ᾖ δικαίων Δημοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισί ν : ἐκεῖνος γὰρ ὁ Δημόφιλος ἐν μὲν παισὶ τὴν ἡλικίαν νεώτερός ἐστιν, ἐν δὲ φρεσὶ πρεσβύτερος τὸ φρόνημα, ὥσπερ ἂν ἑκατονταετεῖ χρόνῳ ἐπιτυχών· οἱονεὶ οὕτω φρόνιμός ἐστιν ὡσπερεὶ ἑκατονταετὴς ἀνήρ. |
| P 4 501b | ἄλλως· οὕτως ἐστὶ φρόνιμος ὡς πολυετὴς ἀνήρ. ἐὰν δὲ κυρίως ἀκούηται, ἀπεμφαίνει· ὁ γὰρ ἑκατονταετὴς παραφρονεῖ. δεῖ οὖν μεταλαμβάνειν εἰς τὸ πολυετής. ὡς τὸ (Υ 247)· οὐδ’ ἂν νηῦς ἑκατόνζυγος. τουτέστι, φρόνιμός ἐστιν ὡς πολυέτης ἀνήρ. |
| P 4 504a | ὀρφανίζει μὲν κακὰν γλῶσσα ν : ἐρημοῖ, ἀποχωρίζει. τουτέστιν ἥκιστα κακολογεῖ. ἄλλως· τῆς ἐλευθερίου φωνῆς τὴν κακὴν καὶ λοίδορον γλῶσσαν χωρίζει, [ἤτοι] οὐκ ἔστιν ὑβριστής. |
| P 4 504c [5] | ὁ δὲ νοῦς· ἀποχωρίζει μὲν τῆς ἐλευθερίου αὐτοῦ φωνῆς τὴν κακογλωσσίαν, ἔμαθε δὲ βδελύττεσθαι τοὺς ὑβριστὰς, οὔτε μὴν τοῖς ἀγαθοῖς ἐξεναντίας φιλονεικεῖ, οὐδὲ τὸ τῶν πραγμάτων τέλος πρὸς ἄνυσιν μηκύνει· ὁ γὰρ ἐν ἀνθρώποις καιρὸς, οἱονεὶ βίος, βραχὺ ἔχει τὸ μέτρον· οἱονεὶ, ἡ τῶν πραγμάτων εὐκαιρία ῥᾳδίαν ἔχει τὴν παραδρομήν. ἄλλως· τῆς ἑαυτοῦ φανερᾶς καὶ ἐκλάμπρου φωνῆς ὀρφανίζει τὴν κακὴν γλῶσσαν, ὅ ἐστι τὴν κακολογίαν. |
| P 4 504e | ἢ οὕτω· τὴν κακὴν γλῶτταν τῆς φανερᾶς φωνῆς ὀρφανὴν ποιεῖ· οἷον οὐδὲν φθέγγεται κακόν. κακὴν γλῶτταν ὀρφανὴν φωνῆς ἔχει. |
| P 4 504f [5] | ἥκιστα κακολογεῖ. οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖ ς : τὸ χʹ, ὅτι ἐκ τῶν Ἡσιόδου Ἔργων (716) εἴληπται· ἐκεῖνος γὰρ παραινεῖ μὴ ὁμιλεῖν τοῖς κακοῖς μηδὲ ἐπιπλήττειν μηδὲ ψέγειν τοὺς ἀγαθούς· μηδὲ κακῶν ἕταρον, μήδ’ ἐσθλῶν νεικητῆρα. |
| P 4 507 | Ὅμηρος δὲ τὸν Θερσίτην εἰσήγαγε φιλόκακον καὶ μισάγαθον· ὅσους γὰρ ὁ ποιητὴς ἐγκωμίακε κατ’ ἀρετὴν, τούτους ἔψεγε. διὸ καὶ ἔλεγεν (Β 220)· ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ. 510 a DGQ ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπω ν : καιρὸς ὁ χρόνος. |
| P 4 508a | ἡ εὐκαιρία. βραχὺ μέτρον ἔχε ι : οὐκ ἐπιπολὺ τοῖς ἀνθρώποις παρατεῖνον ἔχει τὸ μέτρον, ἀλλὰ σπάνιός ἐστι καὶ βραχὺς ὁ χρόνος· διὸ καὶ δεῖ, ὅτε ἔξεστιν, αὐτὸν λαμβάνειν. |
| P 4 508b | 510 c B 511 a DGQ θεράπων δέ ο ἱ , οὐ δράστα ς : οὐκ ἀποδιδράσκων, τὸν καιρὸν ὁ Δημόφιλος. |
| P 4 510b | ἀκολουθεῖ δὲ, φησὶν, αὐτῷ ὁ καιρὸς θεράπων, οὐ δράστης, ἀλλὰ παράμονος, τουτέστιν οὐ παρέρχεται αὐτὸν, ἀλλὰ πάντα τὰ καίρια γινώσκει. 511 a B ἄλλως· πολλαὶ κατὰ τοῦτο τὸ ῥητὸν ἐξηγήσεις προεχώρησαν. |
| P 4 510c [5] | τῷ καιρῷ ἕπεται οὐχ ὡς δράστας, ὅ ἐστι δραπέτης· οὐ πανουργῶν οὐδὲ τὰ παρ’ αὐτοῦ προστασσόμενα ὑπερτιθέμενος καὶ ἀναβαλλόμενος τὰ προσπίπτοντα. 510 a B 508 b DGQ φαντὶ δ ’ ἔμμε ν : φασὶ δὲ τοῦτο ἀνιαρότατον εἶναι τὸ γινώσκοντά τινα τῇ ἀνάγκῃ, ἀντὶ τοῦ δι’ ἀνάγκην, τούτων ἐκτὸς εἶναι, καὶ μηδὲν ἀπολαύειν αὐτῶν δύνασθαι, ἐφόσον βούλεται. |
| P 4 511a [5] | ὅτι καὶ ὁ Δημόφιλος εἰδὼς τὰ τῆς πατρίδος καλὰ, ἀνάγκῃ τῆς φυγῆς οὐκ ἐχρήσατο αὐτοῖς. ἄλλως· χαλεπόν ἐστι τὸ γινώσκειν ὅ,τι καλὸν μὲν, μὴ πράσσειν δὲ αὐτό. |
| P 4 511b | τὸ γὰρ ἔξω πόδας ἔχειν τοιοῦτόν ἐστι, μήτε ἐν αὐτῷ εἶναι τῷ εὖ πράττειν, ἀλλ’ ἐξ ἀνάγκης αὐτὸ προΐεσθαι. ἢ οὕτω· λυπηρὸν, τὸν καλῶς ποιοῦντα κακῶς ἀκούειν. |
| P 4 511c | 514 c B καὶ μὰν κεῖνος Ἄτλα ς : καὶ μὴν καὶ ὁ Δημόφιλος τοσοῦτον ἔχει τὸ τῆς φυγῆς ἄχθος, ὅσον καὶ ὁ Ἄτλας τῷ βάρει πιεζόμενος διηνεκῶς προσπαλαίει τῷ οὐρανῷ. |
| P 4 514b | φέρει δὲ τῷ Ἄτλαντι ὅμοιον ἄχθος Δημόφιλος τῆς πατρίδος καὶ τῶν κτημάτων μακρὰν χωρισθείς. 548 c B ἄλλως· ἀντὶ τοῦ, καὶ παρὰ θεοῖς τὰ πράγματα ποικίλας ἔχει τὰς μεταβολάς· ὁ γοῦν Ἄτλας κακῶς πάσχει τὸν οὐρανὸν βαστάζων, πρότερον εὐτυχῶν. |
| P 4 514c | 518 a E ἄλλως· Ἄτλας οὐραν ῷ : λείπει τὸ ὡς. |
| P 4 514d | διὰ δὲ τούτου βούλεται σημαίνειν, ὅτι οὐκ ἀεὶ τὰ αὐτὰ μένει τῶν πραγμάτων, οὐχ ὅτι παρὰ ἀνθρώποις, ἀλλ’ οὐδὲ παρὰ θεοῖς. 514 a B 519E λῦσε δὲ Ζεύ ς : ἀπέλυσε δὲ καὶ ὁ Ζεύς ποτε τοὺς Τιτᾶνας τῆς τιμωρίας, καίτοι ἐπιθεμένους αὐτοῦ τῇ ἀρχῇ καὶ μεταστῆσαι βουληθέντας. |
| P 4 518a [5] | ἐγκαλοῦσι δέ τινες τῷ Πινδάρῳ, ὅτι οὐκ οἰκείως ἐπὶ τῆς διαλλαγῆς τὸν Ἄτλαντα παρείληφε· διηνεκῶς γὰρ μοχθεῖ. 519B λῦσε δὲ Ζεύ ς : τοῦτο εἴρηται πρὸς τὸ μὴ δεῖν ἐν ταῖς τιμωρίαις ἀδιάλλακτον ἔχειν τὸ ἔχθος μηδὲ ἀθανάτους ἔχειν τὰς λύπας. |
| P 4 518b | 518 a B ἄλλως· τοῦτο πρὸς τὴν παράκλησιν ἁρμόζει, ὅτι τοὺς Τιτᾶνας Ζεὺς ἔλυσεν ὑπὸ τοῦ Κρόνου δεθέντας. |
| P 4 518c | 518 b B 514 d E ἐν δὲ χρόνῳ μεταβολα ί : μεταβολαὶ γίνονται ἀνέμων. |
| P 4 519b [5] | ἐν χρόνῳ δὲ καὶ τὸ ἱστίον τῆς νεὼς εὐδιεινὴν ἔχει μεταβολὴν τοῦ χειμερινοῦ λωφήσαντος ἀνέμου. ἀλ λ ’ εὔχεται οὐλομέναν νοῦσο ν : ἀλλὰ κατεύχεται Δημόφιλος ταύτην τὴν ἐνεστῶσαν ὀλεθριωτάτην νόσον τῆς φυγῆς διαντλήσας καὶ ἀποφυγὼν τὸν κατὰ τὴν Κυρήνην οἶκον θεάσασθαι, καὶ ἐπὶ τῇ τοῦ Ἀπόλλωνος κρήνῃ πάλιν συνήθως συμποσιάσαι καὶ τὴν ψυχὴν ἐκδοῦναι πρὸς φιλοφροσύνην καὶ συμπόσια. |
| P 4 523 | ἐ π ’ Ἀπόλλωνο ς : Ἀπόλλωνος κρήνην φησὶν, ἧς καὶ Καλλίμαχος (h. in Ap. 88) μνημονεύει· οἱ δ’ οὔπω πηγῇσι Κύρης ἐδύναντο πελάσσαι Δωριέες. δαιδαλέαν φόρμιγγ α : διόλου ἀπὸ κοινοῦ ληπτέον τὸ εὔχεται. |
| P 4 526b [5] | εὔχεται πολλάκις τὴν πεποικιλμένην κιθάραν ἐν σοφοῖς βαστάζων καὶ μουσικευόμενος ἐν τοῖς πολίταις λοιπὸν ἐν ἡσυχίᾳ εἶναι, μήτε τινὶ κακὸν προστριψάμενος, καὶ αὐτὸς δὲ ἀβλαβὴς ὢν τὸ λοιπὸν πρὸς τοὺς πολίτας. τὸ δὲ ὅλον· ὥστε ἀπαγγεῖλαι τὰ ὑπὸ Πινδάρου αὐτῷ δεδομένα ποιήματα. |
| P 4 526c | θέλει δὲ εἰπεῖν, ὅτι καὶ μουσικός ἐστιν. ἡσυχίᾳ θιγέμε ν : ἀντὶ τοῦ ἡσυχίας. |
| P 4 528 | σύνηθες δὲ τὸ σχῆμα τῷ Πινδάρῳ. παραγέγονε πρὸς τὸν Πίνδαρον ὁ Δημόφιλος, ἵνα αὐτὸν ἀξιώσῃ διὰ τοῦ ὕμνου διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον. |
| P 4 530b [1] | καί κε μυθήσαιτ ο : καὶ δὴ εἴποι ἄν σοι, ὁποίαν εὗρε πηγὴν τῶν θείων ἐπῶν, ἀρτίως ἐπιξενωθεὶς καὶ ἐπιδημήσας ταῖς Θήβαις. τοῦτο δὲ ὡς πρὸς ἑαυτὸν, ὅτι θαυμαστῶς γράφει. τέλος Ἀρκεσιλάου. Scholia in Pythionicarum carmen V Τῷ αὐτῷ Ἀρκεσιλάῳ. |
| P 5 metr (t) [25] | Τῆς πέμπτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιδʹ. τὸ αʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ βʹ περιοδικόν· ἢ λέγεται διπλοῦς ἴαμβος· ἔστι δὲ 〈δίμετρον καταληκτικόν. τὸ γʹ〉 δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον. τὸ δʹ ὅμοιον τῷ αὐτῷ. τὸ εʹ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ϛʹ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ηʹ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ θʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιʹ ...... τὸ ιαʹ παιωνικὸν δίμετρον ἀκατάληκτον διὰ Κρητικοῦ, ὅ ἐστι παίων δʹ. τὸ ιβʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιγʹ ἰαμβικὸν δίμετρον καταληκτικὸν, ὅ ἐστιν ἑφθημιμερές. τὸ ιδʹ τροχαϊκὸν δίμετρον καταληκτικόν. ἡ ἐπῳδὸς κώλων ἐστὶ δώδεκα σὺν δύο. τὸ αʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ γʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ δʹ περιοδικὸν, διπλοῦς τροχαῖος, ἀκατάληκτον. τὸ εʹ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ ϛʹ περιοδικόν· ἢ λέγεται διπλοῦς ἴαμβος. ἔστι δὲ τρίμετρον καταληκτικόν. τὸ ζʹ Γλυκώνειον. τὸ ηʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον. τὸ θʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον· ἰδίως δὲ ἐπήνεγκεν αὐτῷ τοὺς τροχαίους. τὸ ιαʹ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγʹ ὅμοιον τῷ αὐτῷ. τὸ ιδʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ὅμοιον τῷ πρώτῳ τῆς στροφῆς. Γέγραπται καὶ αὕτη ἡ ᾠδὴ νικήσαντι τῷ Ἀρκεσιλάῳ ἅρματι τὴν λαʹ Πυθιάδα. |
| P 5 inscr [5] | ἐπειδὴ δὲ διήγημα ἐν τῷ πρώτῳ μᾶλλον ἐπινίκῳ ἤπερ ἐγκώμιον πεποίηται τῷ Πινδάρῳ καὶ παρέκβασις διηγηματικὴ τῶν κατὰ Ἰάσονα, ἐδέησεν αὐτῷ καὶ δεύτερον γράψαι ἐπίνικον. τὸ δὲ ὁ πλοῦτος εὐρυσθενή ς , τὸν μετὰ ἀρετῆς πλοῦτόν φησιν εὐρυσθενῆ εἶναι. |
| P 5 1a [5] | τὸ γὰρ ἕτερον ἄνευ τοῦ ἑτέρου οὐκ ἀσφαλὲς, ὡς καὶ Καλλίμαχος (in Iov. 95)· οὔτ’ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν, οὔτ’ ἀρετὴ ἀφένοιο· καὶ ἡ Σαπφώ (fr. 80)· ὁ πλοῦτος ἄνευ ἀρετᾶς οὐκ ἀσινὴς πάροικος. 1 c B ὁ νοῦς· ὁ πλοῦτος ἄγαν ἰσχυρότατός ἐστιν, ὅταν τις ἀνθρώπων ἀρετῇ συγκεκραμένον καθαρᾷ τῆς τύχης αὐτὸν παραδούσης ἀνάγῃ πολύφιλον ὄντα καὶ διδῷ τοῖς ἐν χρείᾳ καθεστηκόσιν. |
| P 5 1b | 6B (5 b D b E b G b Q b) μόνον οὕτως ὁ πλοῦτος εὐρυσθενής ἐστιν [ὄντως] καὶ μέγα ἰσχύει, ἐὰν κεκραμένος ἀρετῇ ὑπάρχῃ. |
| P 5 5a [5] | πολύφιλον δὲ, ἐπειδὴ τῷ πλουτοῦντι πολλοὶ ἕπονται. οὕτω δὲ Ἀρίσταρχος· ἔστι μὲν χωρὶς τὸ πολύφιλον λέγειν, χωρὶς δὲ τὸ ἑπέταν· τοιοῦτός ἐστι τῷ ἔχοντι ὀπαδὸς, ὥστε πολλοὺς φίλους ποιεῖν. ἔστι δὲ καὶ συναμφότερα ἀκούειν· ᾧ πολλοὶ ἕπονται. (1 b repet. DEGQ) πολύφιλον ἑπέτα ν : ᾧ πολλοὶ φίλοι ἕπονται. |
| P 5 5c | τὸ δὲ ἀνάγῃ τὸ αὐτὸ τῷ αὔξῃ. ἢ ἐν τῷ καθόλου τὸν πολύφιλον πλοῦτον, ἢ ὅταν πολυφίλως αὐτὸν ἀνάγῃ, ὅτι πολύφιλοι οἱ πλούσιοι. |
| P 5 5e | ἢ οὕτω· τὸν τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἑπόμενον. 1 b B ὦ θεόμοιρ ε : ὦ ἐκ θεοῦ ταύτην ἔχων τὴν μοῖραν. |
| P 5 6 [5] | ὅ ἐστιν ἐκ θεῶν εἰληφὼς τὴν βασιλείαν. σύ τοί νιν κλυτᾶς αἰῶνο ς : σὺ, φησὶν, ὦ Ἀρκεσίλαε, αὐτὸν, τὸν πλοῦτον, ἀπ’ ἄκρων βαθμίδων τῆς αἰῶνος, τουτέστιν ἀπ’ ἀρχῆς τοῦ βίου καὶ ἀφ’ οὗ ἐγνωρίσθης τῷ βίῳ κόσμος, σὺν εὐδοξίᾳ μετέρχῃ, ὅτι οὐκ εἰς ῥᾳθυμίαν αὐτῷ χρώμενος εἶ, ἀλλ’ εἰς τὰ δοξάζειν δυνάμενα, ἱπποτροφίας καὶ τὰ τοιαῦτα. |
| P 5 10a [5] | διατί δὲ σὺν Κάστορι; ἢ ὅτι ἱππικὸς ὁ θεός· Ὅμηρος (Γ 237)· Κάστορά θ’ ἱππόδαμον· ὁ δὲ Ἀρκεσίλαος ἱπποτρόφει· δοκεῖ δὲ πρῶτος συνωρίδα καταζεῦξαι Κάστωρ· ἢ ὅτι ἄνωθεν οἱ Βαττιάδαι καὶ Ἀριστοτέλης Λάκωνες ἦσαν, ὅθεν καὶ οἱ Τυνδαρίδαι· ἀπὸ γὰρ Λακώνων εἰς Θήραν ἦλθον, ἀπὸ δὲ τῆς Θήρας εἰς Κυρήνην· ἢ ὅτι ἐπιφανῶς ἄγουσιν οἱ Κυρηναῖοι τὰ Διοσκούρεια, Βάττου πρώτου καταδείξαντος τὴν εὐχήν. ἕκατι χρυσαρμάτου Κάστορο ς : κέλητα καὶ χαλινὸν πρῶτος Βελλεροφόντης κατέζευξε, συνωρίδα Κάστωρ, ἅρμα Ἐριχθόνιος ὁ Ἀθηναῖος, ἀστράβην Ὀξύλος ὁ Αἰτωλός. |
| P 5 12a | εὐδίαν ὃς μετὰ χειμέριο ν : ὁ Κάστωρ σοι εὐδίαν παρασκευάζει. ὑπαινίττεται δὲ τὸν τῶν Κυρηναίων νεωτερισμόν· στάσις γὰρ ἐνέπεσεν αὐτῷ πρὸς τὸν δῆμον· ὃν δὴ χειμῶνα ἔφη. διχόθεν ὁ Κάστωρ εὐμενής σοί ἐστιν, εἴς τε τὴν εὐδίαν ἐκ χειμῶνος κατάστασιν, καὶ εἰς τὴν ἱππικὴν νίκην. |
| P 5 12c [5] | ἄλλως· εὐδίαν ὅ ς : ὅστις ὁ Κάστωρ μετὰ τὸν χειμερινὸν ἐκεῖνον ὄμβρον τῶν πραγμάτων περὶ τὴν σὴν μακαρίαν ἑστίαν καταλάμπει. τοῦτο δέ φησιν, ὅτι ἐστασίαστο τὰ περὶ τὴν Κυρήνην πράγματα τῷ Ἀρκεσιλάῳ κατ’ ἐκεῖνο καιροῦ. σοφοὶ δ ’ ἔτι κάλλιο ν : διδόασι, φησὶν, οἱ θεοὶ τοῖς ἀνθρώποις ἀγαθὰ, οἱ δὲ σοφοὶ καλλίονα ποιοῦσιν αὐτὰ προσεπικοσμοῦντες διὰ τὴν αὐτῶν ἀρετήν. |
| P 5 16a | φέροντι καὶ τὰν θεόσδοτο ν : ἀντὶ τοῦ φέρουσι καὶ ποιοῦσι. τὸ δὲ [σημεῖον] χʹ, ὅτι θεόσδοτον εἶπε τὸν πλοῦτον ἀντὶ τοῦ θεόδοτον. |
| P 5 17 [5] | σὲ δ ’ ἐρχόμενο ν : σὲ δὲ δικαίως ζῶντα πολὺς σὺν εὐδαιμονίᾳ πλοῦτος περιέχει. τὸ μὲ ν , ὅτι βασιλεύς ἐσσ ι : τοῦτο Ἀττικὸν τὸ σχῆμα· τοῦτο μὲν, ὅτι βασιλεὺς εἶ μεγάλων πόλεων, ἔχει σου ὁ συγγενὴς ὀφθαλμὸς γέρας αἰδοιέστατον, τουτέστιν ὁ ἴδιός σου ὀφθαλμὸς βλέπει περὶ σὲ ὂν τὸ γέρας τῆς βασιλείας αἰδοιέστατον, οἷον βλέπει σεαυτὸν τιμώμενον· δύναται γὰρ ἀπὸ τοῦ ὀφθαλμοῦ τὸ ὅλον σῶμα σημαίνεσθαι· καὶ κατὰ τοῦτο δὲ μακάριος εἶ, ὅτι τὰ Πύθια ἐνίκησας. |
| P 5 24a [5] | μάκαρ δὲ καὶ νῦ ν : μακάριος δὲ τυγχάνεις καὶ ἐπὶ τοῦ παρόντος, ὅτι τῆς εὐδόξου Πυθιάδος τὴν δόξαν τοῖς ἵπποις λαβὼν ἐδέξω καὶ τοῦτον τὸν κῶμον καὶ ὕμνον παρὰ τῶν χορευτῶν, ὄντα Ἀπόλλωνος παίγνιον. καὶ ἤτοι ὅτι Μουσηγέτης ὁ θεός· παιδιὰ γὰρ Ἀπόλλωνος ἡ χορεία· ἢ Ἀπόλλωνος ἄθυρμα τὴν νίκην· Ἀπόλλωνι γὰρ ἀνιέρωται ὁ ἀγών. ὃ δὲ λέγει, ὅτι Πύθια νενίκηκεν. |
| P 5 29 | τῷ μή σε λαθέτ ω : διὸ μή σε λανθανέτω ἡ Κυρήνη ἀνυμνουμένη. ἀμφὶ κᾶπον Ἀφροδίτα ς : κῆπον Ἀφροδίτης τὴν Κυρήνην ὠνόμασεν ὡς καλλίκαρπον καὶ διὰ τοῦτο ἐράσμιον καὶ ἐπαφρόδιτον· εἰ μὴ ἄρα τὸν τῶν Χαρίτων λόφον ὠνόμασεν οὕτως [Ἀφροδίτης κῆπον εἶπε]. |
| P 5 31 [5] | Καλλίμαχος (fr. 266)· ἢ ὑπὲρ αὐσταλέον Χαρίτων λόφον. παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμε ν : ἐπὶ παντὸς πράγματος δεῖ τῷ θεῷ τὴν αἰτίαν ἀνάπτειν καὶ ὑπερτιθεῖν, καὶ φιλεῖν· οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ φίλει· καὶ σὲ τοίνυν πρὸ μὲν πάντων τῷ θεῷ 〈προσήκει . |
| P 5 33 [5] | .....〉, προσήκει δὲ φιλεῖν παρὰ τοὺς ἄλλους ἑταίρους Κάρρωτον. ἔστι δὲ ἡνίοχος, ἐπιχώριον δὲ Κυρηναίοις τὸ ὄνομα. εἰσὶ δὲ οἳ καὶ τῆς Ἀρκεσιλάου γυναικὸς πατέρα εἶναι ἔφασαν τὸν Κάρρωτον. DEGQ φιλεῖν δὲ Κάρρωτο ν : Κάρρωτος ὄνομα κύριον, περὶ οὗ μέμνηται πρὸς τὸν Ἀρκεσίλαον· οἱ δὲ τὸν ἡνίοχον τούτου, ὅν φησιν ὁ Δίδυμος τῆς Πυθικῆς νίκης αἴτιον γενέσθαι τῷ Ἀρκεσιλάῳ, κατάγειν δὲ αὐτῷ καὶ στρατιωτικὸν ἀπὸ τῆς Ἑλλάδος ἀθροίσαντα. |
| P 5 34 [20] | ταῦτα δὲ πιστοῦται παρατιθέμενος τὰ Θεοτίμου (FHG IV p. 517) ἐκ τοῦ πρώτου περὶ Κυρήνης ἔχοντα οὕτως· διαπίπτουσαν δὲ τὴν πρᾶξιν αἰσθόμενος Ἀρκεσίλαος καὶ βουλόμενος δι’ αὑτοῦ τὰς Ἑσπερίδας οἰκίσαι πέμπει μὲν εἰς τὰς πανηγύρεις ἵππους ἀθλήσοντας Εὔφημον ἄγοντα, νικήσας δὲ τὰ Πύθια καὶ τὴν ἑαυτοῦ πατρίδα ἐστεφάνωσε καὶ ἐποίκους εἰς τὰς Ἑσπερίδας συνέλεγεν. Εὔφημος μὲν οὖν ἐτελεύτα· Κάρρωτος δὲ τῆς Ἀρκεσιλάου γυναικὸς ἀδελφὸς διεδέξατο τὴν τῶν ἐποίκων ἡγεμονίαν. ὁ τοίνυν Πίνδαρος τοὺς ἑταίρους καθομιλῶν τὸ καταπραχθὲν τῷ Εὐφήμῳ τῷ Καρρώτῳ προσῆψε· μόνον γὰρ κατορθῶσαί φησιν αὐτὸν ἀγαγόντα τὸ στρατιωτικόν. δόξειε δ’ ἂν τούτοις συνᾴδειν καὶ τὸ μείζοσιν ἢ καθ’ ἡνίοχον τοῖς περὶ αὐτοῦ λόγοις τὸν Πίνδαρον κεχρῆσθαι· ἑταῖρον γάρ φησι καὶ εὐεργέτην τοῦ βασιλέως, ὅπερ ἂν εἰκότως ἐπὶ κηδεστοῦ λέγοιτο ἢ ἐπὶ ἡνιόχου· φησὶ γάρ, ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέτην ἀντιάσαι ...... αὐτουργόν τινα τὸν Κάρρωτον γενόμενον ἡνιοχῆσαι τὸ ἅρμα, διὰ τὸ ἐπιεικῶς τοὺς Κυρηναίους ἁρματηλάτας εἶναι καὶ ἱππικοὺς, ὥστε ἀμφότερα τῷ Ἀρκεσιλάῳ αὐτὸν κατειργάσθαι, ἡνιοχῆσαί τε καὶ στρατολογῆσαι. 35 f E ὃς οὐ τὰν Ἐπιμηθέο ς : Ἐπιμηθέως λέγουσιν ὡς ἐπίπαν θυγατέρα τὴν Μεταμέλειαν καὶ τὰ παραπλήσια, καθάπερ καὶ Προμηθέως τὴν Προμήθειαν. |
| P 5 35a | νῦν δὲ ὁ Πίνδαρος τὴν Πρόφασιν αὐτὴν Ἐπιμηθέως εἶπε θυγατέρα. οὐκ ἐκόμισεν οὖν σοι, ὦ Ἀρκεσίλαε, Κάρρωτος λόγους καὶ προφάσεις, ἀλλὰ τὴν νίκην. |
| P 5 35b | εἰώθασι γὰρ οἱ ἡττηθέντες σκήπτεσθαι ποριζόμενοι προφάσεις τῆς ἥττης. τὸν δὲ στέφανον εἶπεν ἀρισθάρματον γέρας τὸν ἐπὶ τῇ τῶν ἵππων ἀριστείᾳ δοθέντα. |
| P 5 35c | διὰ δὲ τῆς Κασταλίας ἐκ μέρους τὴν Πυθὼ δεδήλωκεν. ἄλλως· ὅτι Ἐπιμηθέως θυγατέρα τὴν πρόφασιν εἴρηκε. |
| P 5 35d [5] | παρεισῆκται δὲ ὁ Ἐπιμηθεὺς ἀνόητος καὶ ἀπὸ τῶν ἀποβαινόντων συμπτωμάτων καὶ παθῶν διδασκόμενος τὰ ἀσύμφορα καὶ μεταμελόμενος, ὁ δὲ τούτου ἀδελφὸς Προμηθεὺς καὶ σοφὸς καὶ προορώμενος· διὸ καὶ τοὔνομα ἀπὸ τοῦ προμαθεῖν ἔσχε. καὶ Σοφοκλῆς (?) δὲ ἐν τῷ Προμηθεῖ τοῦ Προμηθέως, θέλων λέγειν τῆς φρονήσεως ἀντέχεσθαι καὶ μὴ τῆς μεταμελείας. ὀψίνοον δὲ τὴν Πρόφασιν εἶπε, διὰ τὸ ὀψέ ποτε καὶ βραδέως τὰ συμφέροντα καὶ ἀσύμφορα καταλαμβάνειν. |
| P 5 35e | 39E ὅστις ὁ Κάρρωτος οὐ τὴν τοῦ βραδέως βουλευσαμένου Ἐπιμηθέως θυγατέρα Πρόφασιν ἄγων εἰς τοὺς οἴκους τῶν Βαττιαδῶν, τουτέστι τῶν Κυρηναίων, παρεγένετο. |
| P 5 35g [5] | ὁ δὲ νοῦς τῷ λόγῳ, ὅτι οὐχ ἡττηθεὶς καὶ προφασισάμενος αἰτίαν τῆς ἥττης ἦλθεν εἰς Κυρήνην, ἀλλὰ νικήσας. 35 a E ἀλ λ ’ ἀρισθάρματο ν : ὁ νοῦς· ἀλλ’ ἐξοχώτατον ἐκ τῶν ἁρμάτων γέρας ἐν Πυθῶνι παραγεγονὼς περιέβαλεν ὁ Κάρρωτος ταῖς σαῖς κόμαις, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυωδεκαδρόμων ἐπαρκῶν· φησὶ δὲ τῶν ἁρμάτων· ὅτι δώδεκα δρόμους ἀνύει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ. |
| P 5 39 | μαρτυρήσει δὲ καὶ ὁ Καλλίμαχος. ὕδατι Κασταλίας ξενωθεί ς : ἐν Πυθῶνι παραγεγονώς· ἀπὸ δὲ τῆς πηγῆς τὸ χωρίον ἀκουστέον. |
| P 5 40b [5] | ὁ δὲ νοῦς τοιοῦτος· ἀλλ’ ἄριστον γέρας ὁ Κάρρωτος ταῖς σαῖς κόμαις περιέβαλεν, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυωδεκαδρόμων ἁρμάτων, τουτέστι τὸ στάδιον, τοῖς ποσὶν ἐπαρκέσας καὶ τὴν νίκην ἀπενεγκάμενος. ἀκηράτους τὰς ἡνίας ἔφη ἀντὶ τοῦ ἀδιαφθόρους· οὐ γὰρ διεφθάρησαν κατὰ τὸν δρόμον. |
| P 5 43 | ἀλλὰ διέμειναν ὑγιεῖς· ἔξωθεν δὲ προσληπτέον τὴν κατά, ἵν’ ᾖ κατὰ τὸ τέμενος. ποδαρκέων δωδεκαδρόμων τέμενο ς : τέμενος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται. |
| P 5 44b | ὅτι δὲ δωδεκάκις τρέχουσι, μαρτυρεῖ καὶ Καλλίμαχος (fr. 468)· δωδεκάκις περὶ †δίφρον ἐπήγαγεν ἴθματα δίφρου. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέ ν : οὐδὲν γὰρ τῶν αὐτοῦ ἁρμάτων ὁ Κάρρωτος κατέκλασεν. |
| P 5 45a [5] | ἐν γὰρ τοῖς ἑξῆς αὐτὸς ἱστορεῖ μʹ δίφρους τοὺς συναγωνιζομένους τῷ τοῦ Ἀρκεσιλάου ἅρματι κατεάχθαι κατὰ τὸν δρόμον, μόνον δὲ τὸ τοῦ Καρρώτου ὄχημα ἀπήμαντον ἀνύσαι τὸ στάδιον, καὶ διὰ τοῦτο ἀνατεθεῖσθαι τῷ Ἀπόλλωνι. ὁ δὲ νοῦς· οὐδαμῶς δὲ συνέτριψε τῆς τοῦ ἅρματος σκευῆς οὐδὲν, ἀλλὰ κρέμαται καὶ ἀνιέρωται τῷ Ἀπόλλωνι, ὁπόσα τῶν ταῖς χερσὶν ἁρμοζόντων τεκτόνων ποικίλματα ἄγων τὸν Κρισαῖον λόφον . |
| P 5 45b | .... κατὰ τὸ κοιλόπεδον πεδίον [ἔδραμε] τοῦ Ἀπόλλωνος. χεριαρᾶ ν : τῶν χερὶ ἀρεσκόντων καὶ κατασκευαζόντων τὰ τεκταινόμενα. |
| P 5 49 | Κρισαῖον λόφο ν : ἀνατεθεικέναι φησὶν αὐτὸν ἀπὸ τῆς νίκης ἐν Δελφοῖς τῷ Ἀπόλλωνι τὸν δίφρον τοῦ ἅρματος. ἄμειψεν ἐν κοιλόπεδο ν : ὅτι ὁ ἀγὼν ἐν τῷ πεδίῳ τελεῖται. |
| P 5 50 | κατὰ σύγκρισιν δὲ τὴν πρὸς τὸ Παρνάσσιον ὄρος κοιλόπεδον εἶπε τὸ χωρίον. νάπος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται, κατὰ σύγκρισιν τὴν πρὸς τὸν Παρνασόν. |
| P 5 51a | ὄρος γὰρ ἐκεῖνο δικόρυφον. καὶ ἑτέρωθι (P. VI 9) Ἀπολλωνίαν νάπην καλεῖ τὸν τόπον τοῦτον. τό σ φ ’ ἔχε ι : ὅπερ τὸ ὄχημα ἔχει τις οἶκος ἐστεγασμένος κυπαρισσίνοις δοκοῖς πλησίον τοῦ ἀνδριάντος, ὅντινα μονόβολον ὄντα οἱ Κρῆτες παρὰ τῷ Παρνασίῳ ὄρει καθίδρυσαν, τουτέστιν ἐν τῇ Πυθοῖ. |
| P 5 51c | ὡς ἀνδριάντος μονοξύλου ἀνακειμένου ἐν Δελφοῖς Κρητῶν ἀναθέντων. μονόδροπο ν : μονόβολον. |
| P 5 56 | μονόξυλον. παρὰ τὸ μόνον αὐτὸ εἰλῆφθαι· δρέπεσθαι γὰρ τὸ λαμβάνειν. ἑκόντι τοίνυν πρέπε ι : ὁ λόγος πρὸς τὸν Ἀρκεσίλαον. |
| P 5 57 | προσήκει σε, φησὶν, ἑκοντὶ τὸν εὐεργέτην Κάρρωτον ἀμείψασθαι ἀνθ’ ὧν εἰς σὲ διεπράξατο. Ἀλεξιβιάδ α , σὲ δ ’ ἠΰκομο ι : ὦ Ἀλεξιβίου υἱὲ Κάρρωτε, σὲ δὲ αἱ εὔκομοι ἐκ τῆς μνήμης καταλαμβάνουσι Χάριτες. |
| P 5 61 [5] | μακάριο ς , ὃς ἔχει ς : μακάριος δὲ καὶ εὐδαίμων τυγχάνεις, ὅστις καὶ μετὰ τὸν μέγαν κάματον διὰ τῶν ἐμῶν φερτάτων λόγων, τουτέστι τῶν ὕμνων, ἔχεις μνημεῖα τῶν καμάτων. ταῦτα δὲ ἤτοι πρὸς τὸν Ἀρκεσίλαον λέγει διὰ τὸ στάσεσι κεχρῆσθαι πρὸς τοὺς ὑπηκόους, ἢ πρὸς τὸν Κάρρωτον, διότι περὶ τὴν τῶν ἐποίκων συλλογὴν πολλὰ ἐταλαιπώρησεν. ἐν τεσσαράκοντ α : ὁ νοῦς· ἐν γὰρ τεσσαράκοντα καταπεσοῦσιν ἡνιόχοις ἄθραυστον καὶ ὑγιᾶ τὸν δίφρον ἤγαγες ἀταράχῳ διανοίᾳ, καὶ παρεγένου εἰς τὸ Λιβύης πεδίον ἐκ τῶν ἐνδοξοτάτων ἀγωνισμάτων καὶ εἰς τὴν ἐπίδοξον πόλιν Κυρήνην. |
| P 5 66 | ὅλον δίφρο ν : ὁλόκληρον καὶ ὑγιᾶ. προείρηται δὲ ὅτι τὰ συνηγωνισμένα αὐτῷ μʹ ἅρματα συνεθραύσθη. πόνων δ ’ οὔ τι ς : καθολικῶς φησι, παραμυθούμενος αὐτόν. |
| P 5 71b | τὸ ὅλον· οὐδεὶς δὲ ἀνθρώπων ἄμοιρός ἐστι πόνων καὶ καμάτων, οὔτε ἔσται ποτέ. ἴσος δὲ τοῦτο, ὡς τοῦ Καρρώτου κεκμηκότος ἀβλαβὲς διασῶσαι τὸ ἅρμα. τὰ καὶ τὰ νέμω ν : τουτέστι τὰ ἀγαθὰ καὶ τὰ κακά. |
| P 5 74a [5] | ἀμήχανον γὰρ, φησὶν, ἄνθρωπον ὄντα πάντα ἀγαθὰ λαχεῖν. Ὅμηρος (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. καὶ αὐτὸς ὁ Πίνδαρος (P. III 81)· ἓν παρ’ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς. χρῶνται δὲ τῷ ἔμπαν ἀντὶ περισπωμένου τοῦ ὁμῶς, ὅ ἐστιν ἴσον τῷ ὁμοίως· καὶ γὰρ τὸ ἔμπης ἀντὶ περισπωμένου τοῦ ὁμῶς τάσσει Ὅμηρος (ς 354)· ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι καὶ κεφαλῆς. |
| P 5 74b | καὶ πάλιν (Ξ 174)· ἔμπης ἐς γαῖάν τε καὶ οὐρανόν. καὶ ἐπὶ τῶν ὁμοίων. |
| P 5 74c | 76 b B κεῖνόν γε καὶ βαρύκομπο ι : ἐκεῖνον δὲ, τὸν Βάττον, καὶ οἱ χαλεποὶ λεόντες τῆς Λιβύης εὐλαβηθέντες ἔφυγον. |
| P 5 76a [5] | 78 a B κεῖνόν γε καὶ βαρύκομπο ι : Ἀρίσταρχος κατὰ τὸν τόπον φησὶ τοῦτον, καθ’ ὃν ἔκτισται ἡ Κυρήνη, λέοντας διατρίβειν πολλοὺς, τῷ δὲ Βάττῳ τὸν Ἀπόλλωνα δοῦναί τινας ἐπῳδὰς, δι’ ὧν [αὐτοὺς] ἔμελλεν ἀποσοβήσειν καὶ τὸν τόπον ἡμερώσειν. |
| P 5 76b [10] | ὑπερποντίαν δὲ αὐτὸν ἐπενέγκαι γλῶσσάν φησι, παρόσον τὴν τοῦ Ἀπόλλωνος φωνὴν ἐκ Δελφῶν εἰς Λιβύην μετήνεγκε. μήποτε δὲ τροπικῇ κατείληπται φράσει, καὶ ἔστιν ὃ βούλεται λέγειν, ὅτι ἐνθήρου τῆς Λιβύης οὔσης, ὁ Βάττος οἰκίσας τὴν Κυρήνην παρεσκεύασε φυγεῖν τοὺς λέοντας, δέει τῷ ἀπ’ αὐτοῦ τῶν λεόντων διασκεδασθέντων. 76 a B γλῶσσαν ἐπεί σφι ν : οὐχ ὅτι, φησὶν ὁ Δίδυμος, οἱ λέοντες ἐκ φωνῆς ἔφυγον, ἀλλ’ ἐπεὶ τὴν ἀπόφασιν ἐκ τῆς Πυθίας ὑπὲρ τὸν πόντον διεκόμισεν. |
| P 5 78a [10] | ἐλθόντι γὰρ αὐτῷ εἰς Δελφοὺς καὶ χρωμένῳ πῶς ἀποκαταστήσει τὴν φωνὴν, παραλιποῦσα τὸ ἐρωτηθὲν ἐκέλευσεν αὐτῷ πόλιν κτίζειν ἐπὶ τῆς Λιβύης. τοιοῦτον οὖν ἐστι τὸ γλῶσσαν ἐπεί σφιν ἀπένεικεν, ἐπεὶ τὸν χρησμὸν διεκόμισε. κατὰ γὰρ τὸν χρησμὸν διεβίβασεν ὄχλον καὶ ἔκτισε τὴν Κυρήνην· ἔφυγον δὲ οἱ λέοντες φοβηθέντες τὸ πλῆθος, οὐ τὴν φωνὴν τοῦ Βάττου. οἱ δὲ τὸ γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν, οὕτως ἀποδιδόασιν, ὅτι τοσοῦτον ἐφώνησεν, ὥστε τὴν πρότερον ἐνδεδωκυῖαν αὐτῷ ὑπερποντίαν γενέσθαι. ἄλλως· ὑπερποντία ν , τὴν μεγάλην, ὥστε καὶ διὰ θαλάσσης ἀκούεσθαι καὶ ἐξικνεῖσθαι. |
| P 5 80a | ὁ δ ’ ἀρχαγέτα ς : ὁ δὲ τῆς ἀποικίας ἀρχηγέτης Ἀπόλλων τοὺς θῆρας εἰς φυγὴν παρώρμησεν, ὅπως ἂν μὴ τῷ βασιλεῖ τῆς Κυρήνης τῷ Βάττῳ ἀτελὴς γένοιτο καὶ οὐχὶ οἰκισθείη ἡ Κυρήνη. καὶ τοῦτο ἑαυτῷ συνᾴδων ὁ Δίδυμος οὕτως ἀποδίδωσιν· ἐπεὶ ὁ Ἀπόλλων ἔχρησεν οἰκίσαι τὴν Κυρήνην, αἴτιος ἐγένετο τοῦ φυγεῖν τοὺς θῆρας. |
| P 5 80b | οἰκιζομένης γὰρ τῆς πόλεως ἔφυγον. ἀτελὴς γένοιτ ο : ἀτελὴς ὁ Ἀπόλλων· μενόντων γὰρ τῶν θηρίων οὐκ ἂν ᾠκίσθη ἡ Κυρήνη. |
| P 5 85 | ὃ καὶ βαρειᾶν νόσω ν : ὅστις ὁ Ἀπόλλων καὶ τῶν βαρειῶν νόσων τοῖς τε ἀνδράσι καὶ ταῖς γυναιξὶν ἄκεσιν δίδωσι· καὶ γὰρ ταῦτα διὰ χρησμῶν θεραπεύει. πόρεν τε κίθαρι ν : τὴν κιθαριστικὴν ἐμπειρίαν. |
| P 5 87 | Ὅμηρος (Β 827)· ᾧ τόξον Ἀπόλλων, ἀντὶ τοῦ τὴν τοξικήν. δίδωσί τε μοῖσα ν : ἐχαρίσατο δὲ τῷ τῶν ἀνθρώπων γένει καὶ τὴν κιθάραν, καὶ δωρεῖται τὴν μουσικὴν οἷς ἂν βούληται, ἀστασίαστον ἄγων εἰς τὰς φρένας τῶν ἀνθρώπων δικαιοσύνην. |
| P 5 91 | ἐπειδὴ καὶ τὸ ἄδυτον αὐτοῦ μαντικόν. τῷ καὶ Λακεδαίμονι ἐν Ἄργει τ ε : ᾧ, τῷ χρησμῷ, καὶ τοὺς Ἡρακλείδας καὶ τοὺς Αἰγιμιοῦ παῖδας κατῴκισεν ἐν Λακεδαίμονι καὶ Ἄργει καὶ ἐν Πύλῳ. |
| P 5 92 [10] | ἀπὸ δὲ τῆς Πύλου τὴν Μεσσήνην ....... διδόασι. τριμερὴς δὲ ἡ τῶν Ἡρακλειδῶν διαίρεσις. οἱ μὲν γὰρ Ἀριστοδήμου παῖδες Προκλῆς καὶ Εὐρυσθένης ἔσχον τὴν Λακωνικὴν, ὁ δὲ Τήμενος τὸ Ἄργος, ὁ δὲ Κρεσφόντης τὴν Μεσσήνην· χρησμῷ δὲ κατῆλθον προστάξαντος τοῦ Ἀπόλλωνος, δῆλον δὲ ὅτι καὶ οἱ Αἰγιμιοῦ παῖδες Δύμας καὶ Πάμφυλος συγκατῆλθον τοῖς Ἡρακλείδαις. συνῴκησαν δὲ οἱ Θηβαῖοι τοῖς Λακεδαιμονίοις. καὶ ζαθέᾳ Πύλ ῳ : ἀπὸ τῆς Πύλου τὴν Μεσσήνην σημαίνει. |
| P 5 93 | οἱ γὰρ νεώτεροι τὴν Πύλον, ἧς Νέστωρ ἡγεῖτο, οὐ περὶ τὴν Τριφυλίαν τῆς Ἀρκαδίας, ἀλλὰ περὶ τὴν Μεσσήνην διδόασιν. 99 a E τὸ δ ’ ἐμὸν γαρύε τ ’ ἀπὸ Σπάρτα ς : ὁ λόγος ἀπὸ τοῦ χοροῦ τῶν Λιβύων ἢ ἀπὸ τοῦ ποιητοῦ. |
| P 5 96b [5] | ὁ δὲ νοῦς· τὸ δὲ ἡμῶν κλέος καυχᾶται εἶναι ἀπὸ Σπάρτης, ὅπου γεγεννημένοι οἱ πρόγονοι ἡμῶν οἱ Αἰγεῖδαι εἰς τὴν Θήραν ἀφίκοντο. ἐκ Λακεδαίμονος γὰρ εἰς τὴν Θήραν ἡ ἀποικία ἐγένετο, ἐκ δὲ Θήρας εἰς Κυρήνην. Αἰγείδας δὲ κέκληκε τοὺς Λακεδαιμονίους διὰ τὸ κατοικισθῆναι τοὺς παρὰ Θηβαίοις καλουμένους Αἰγείδας ἐν Λακεδαίμονι. 101 a E ὅθεν γεγενναμένο ι : ἐπεὶ ἐκ Λακωνικῆς ἐλθόντες οἱ περὶ Θήραν Καλλίστην ᾤκησαν. |
| P 5 99a | Καλλίμαχος (in Apoll. 74)· ἐκ μέν σε Σπάρτης ἕκτον γένος. ἄλλως· συνῴκησαν γὰρ οἱ Θηβαῖοι τοῖς Λακεδαιμονίοις. |
| P 5 99b [5] | χρόνῳ δὲ οἱ Λακεδαιμόνιοι συνεξῆλθον τοῖς εἰς Θήραν ἀπῳκηκόσι, φημὶ δὲ τοῖς ἀπὸ τῶν Λημνιάδων καὶ τῶν Ἀργοναυτῶν· ἀπὸ δὲ Θήρας γεγένηται ἀποικία εἰς Κυρήνην. ἔστιν οὖν τὸ πᾶν ἐσπουδασμένον τῷ Πινδάρῳ ὥστε δεῖξαι αὐτὸν συγγενῆ Λακεδαιμονίων καὶ Κυρηναίων, οὕτω δὲ καὶ τοῦ νικηφόρου. 96E 101 b DGQ Αἰγεῖδαι ἐμοὶ πατέρε ς : θέλει δεῖξαι τὸν Ἀρκεσίλαον τὸ γένος κατάγοντα ἀπὸ τῶν Ἡρακλειδῶν. |
| P 5 101a | 104DGQ Αἰγεῖδαι ἐμοὶ πατέρε ς : διτταὶ γίνονται αἱ τῶν Θήβηθεν Αἰγειδῶν εἰς Σπάρτην ἀφίξεις, προτέρα μὲν ἡ σὺν τοῖς Δωριεῦσι καὶ Ἀριστοδήμῳ, ἧς μέμνηται Ἔφορος ἐν τῇ πρώτῃ (FHG I p. |
| P 5 101b [25] | 235) λέγων· Ὕλλον καὶ τοὺς ἄλλους τοὺς ἀποτυχόντας τῆς ἐπὶ τὴν Σπάρτην στρατείας ἐπερωτᾶν τὸν θεὸν, τίνας τῶν Ἑλλήνων ποιήσονται πρὸς τὴν κάθοδον συμμάχους· τὸν δὲ ἀνελεῖν, τοὺς ὑπὸ Ἡρακλέους εὐεργετηθέντας, πρώτους δὲ τούτους κελεῦσαι Αἰγείδας παρακαλεῖν. ὑπολαμβάνοντας δὲ ταῦτα εὐλόγως προστεταχέναι τὸν θεὸν ἐλθεῖν εἰς τὰς Ἀθήνας πρῶτον, εἰδότας Θησέα τὸν Αἰγέως [μέγιστα πάντων ὑφ’ Ἡρακλέους εὐεργετημένον, εὖ δὲ ἔχειν τὴν μαντείαν νομίζοντας,] καὶ [πρώτους τοὺς] Θησέως [τοῦ Αἰγέως] ἀπογόνους ἐκάλουν, τοῦ τῆς καθόδου μὴ διαμαρτεῖν. ἔπειτά φασι τὸν Ἀριστόδημον διὰ τῆς Βοιωτίας πορευόμενον καταλαβεῖν θύοντάς τινας τῶν Θηβαίων παρὰ τὴν ὁδὸν, καὶ τοῦ κήρυκος ἀκούσαντα τοῖς Αἰγείδαις εὐχομένου τὰ ἀγαθὰ λαβεῖν περὶ τῆς μαντείας ἔννοιαν, καὶ νομίσαντα δεῖν, ἐπειδὴ τοὺς Ἀθήνηθεν Αἰγείδας πρώτους παρακαλοῦντες διημάρτανον, τοὺς ἐκ τῶν Θηβῶν συμμάχους μετελθεῖν πρότερον. κατὰ τύχην δὲ ταύτῃ τῇ στρατείᾳ τῶν Ἡρακλειδῶν τὴν Πελοπόννησον κατασχόντων ἡγοῦντο τὸ μαντεῖον εἰρῆσθαι περὶ τῶν ἐν Θήβαις Αἰγειδῶν. ἑτέρα δὲ ἡ σὺν Τιμομάχῳ, ἐν ᾧ πρὸς Ἀμυκλαεῖς Λακεδαιμονίοις καθειστήκει πόλεμος. τινὲς δὲ Αἰγέα, ἀφ’ οὗ ἡ τῶν Αἰγειδῶν ἐν Θήβαις φατρία τοὔνομα ἔλαβε, Σπαρτὸν εἶναι τῶν ἀπὸ Κάδμου. 101 a DGQ ἔνθε ν , διαδεξάμενοι ἀπὸ τῆς Θήρας τὰ πάτρια ἔθη τῆς πανηγύρεως· ἢ ὅθεν τὸ γένος κατάγοντες ἡμεῖς οἱ Θηβαῖοι ἐπαινοῦμεν τὴν Κυρήνην, ὦ Ἄπολλον. |
| P 5 104b | τούς τε γὰρ Αἰγείδας κατὰ χρησμὸν ἀπὸ Θηβῶν λαβόντες ἀπὸ ἑορτῆς Καρνείου Ἀπόλλωνος δειπνοῦντας ἐπήγαγον. χαλκοχάρμαι ξένο ι : οἱ Ἀντήνορος παῖδες ζωγρηθέντες τρεῖς ὄντες ἦλθον εἰς Λιβύην καὶ ᾤκησαν· εἰσὶ δὲ Γλαῦκος, Ἀκάμας, Ἱππόλοχος. |
| P 5 109b [5] | ἄλλως· ἥντινα Λιβύην οἰκοῦσι καὶ κατέχουσιν οἱ πολεμικώτατοι ξένοι οἱ τοῦ Ἀντήνορος παῖδες. σὺν γὰρ τῇ Ἑλένῃ καὶ τῷ Μενελάῳ παρεγένοντο, ἐπειδὴ τὴν πατρίδα πορθηθεῖσαν ἐθεάσαντο κατὰ τὸν πόλεμον. Τρῶες Ἀντανορίδα ι : περὶ τῆς εἰς Κυρήνην ἀφίξεως τῶν Ἀντηνοριδῶν Λυσίμαχος (FHG III p. |
| P 5 110 [15] | 337) ἐν πρώτῳ τῶν νόστων ἱστορεῖ, παρ’ Ἄμνακι βασιλεῖ Λιβύων αὐτοὺς ᾠκηκέναι μὴ βουλομένους συνοικεῖν τοῖς τὸ Ἴλιον πεπορθηκόσι, καὶ ὅτι ἔκτισαν μεθ’ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης κείμενον λόφον Ἀντηνοριδῶν ἐπικεκλημένον. τινὲς δὲ οὕτω τὴν ἱστορίαν ἐκτίθενται· οἱ Ἀντηνορίδαι φιλοφρονητικώτερον διέκειντο πρὸς τοὺς Ἕλληνας· φησὶ γάρ που καὶ αὐτὸς ὁ Ἀντήνωρ (Γ 205)· ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθεν· καὶ ὑποβαίνων· τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα. καὶ οἱ Ἕλληνες δὲ κατὰ τὴν πόρθησιν παρδαλέαν τῷ Ἀντήνορος οἴκῳ παρῃώρησαν σημεῖον ποιούμενοι τοῖς οἰκείοις στρατιώταις τοῦ μηδένα ὡς πολέμιον οἶκον πορθῆσαι. διαφυγόντες δὲ τὸν πόλεμον συναπῆραν μὲν τῷ Μενελάῳ, κατὰ δὲ τὴν πλάνην τοῦ Μενελάου εἰς Λιβύην ἐλθόντες οἱ Ἀντηνορίδαι, καταπονηθέντες τῷ χειμῶνι καὶ τῇ πολυχρονίῳ πλάνῃ ᾤκησαν αὐτόθι. τὸ δ ’ ἐλάσιππον ἔθνο ς : ἀντὶ τοῦ 〈οἱ Κυρηναῖοι〉. |
| P 5 113a [5] | οἱ Κυρηναῖοι ἐρχόμενοι πρὸς αὐτοὺς μετὰ τοῦ φέρειν δῶρα καθαγίζουσιν ἐπιμελῶς καὶ προσδέχονται καὶ θεραπεύουσιν· οὓς διεπεραίωσε τὴν τῆς ἁλὸς κέλευθον ἀνοίγων, τουτέστι σχίζων διὰ τὸν πλοῦν, ἢ ἀντὶ τοῦ συνήθη ποιῶν. τὸ μὲν γὰρ πρῶτον οὐκ ἐπλεῖτο, ὡς ἂν τῆς Κυρηναϊκῆς ἐρήμου οὔσης· ὅτε δὲ ᾤκισεν αὐτὴν, πλοΐμη ἐγένετο διὰ τὰς ἐπιμιξίας. ἄλλως· τὸ δὲ ἱππικώτατον ἔθνος τῶν Κυρηναίων μετ’ ἐπιμελείας τοὺς Ἀντήνορος παῖδας τεθνηκότας δεξιοῦνται θυσίαις, παραγίνονται δὲ μετὰ δώρων καὶ ἐναγισμάτων. |
| P 5 113c | ἄλλως· οἱ Κυρηναῖοι ἐτίμων, φησὶ, τοὺς Ἀντηνορίδας οἵδε, οὓς ὁ Βάττος ἤγαγεν εἰς τὴν Λιβύην τῆς πλατείας θαλάττης τὴν ὁδὸν ἀνοίγων. τοὺς Ἀριστοτέλη ς : ὅτι Ἀριστοτέλης ἦν ὁ κτίσας τὴν Κυρήνην, ὁ κληθεὶς Βάττος, ὁ καὶ τὴν λεγομένην Σκυρωτὴν πλατεῖαν αὐτοῖς κατασκευάσας. |
| P 5 118 | κέλευθον ἀνοίγω ν : ἀντὶ τοῦ πλοΐμην λοιπὸν ποιῶν τὴν ἐπὶ τὴν Λιβύην θάλασσαν τῷ τὴν Κυρήνην κτίζειν· τότε γὰρ διὰ τὸ ἔρημον τῆς χώρας οὐκ ἐπλεῖτο ἐκείνη ἡ θάλασσα. ἄλσεα μείζον α : ἀντὶ τοῦ μεγάλα ἁπλῶς, οὐ πρὸς ἄλλα συγκρίνων. |
| P 5 119 | ἄλση δὲ τὰ τῶν θεῶν τεμένη. εὐθύτομόν τ ε : κάθοδον ἐποίησεν εὐθυτενῆ καὶ λείαν· τῶν γὰρ χωρίων τραχυτάτων ὄντων λείαν ἀπειργάσατο τὴν ὁδόν. |
| P 5 120a | 121B σκυρωτὴν δὲ λιθόστρωτον· σκῦρον γὰρ λέγουσι τὴν λατύπην τὴν ἀπὸ τῆς κατεργασίας τῶν λίθων ἀποπίπτουσαν. |
| P 5 120b | 124 g B Ἀπολλωνίαι ς : ταῖς τοῦ Ἀπόλλωνος ἀλεξιμβρότοις θαλίαις, ἀπὸ κοινοῦ βαδιστὴν ἐποίησεν. |
| P 5 121 | ἀλεξιμβρότοις δὲ, ταῖς ἀπαλεξούσαις τὰ τῶν ἀνθρώπων φαῦλα· τοὺς γὰρ θεοὺς θεραπεύομεν πρὸς ἀπαλέξησιν τῶν φαύλων. 124 e B ἱππόκροτο ν : καὶ ἵπποις πεδιάδα βαδιστὴν καὶ ταῖς τοῦ Ἀπόλλωνος εἶναι θαλίαις βαδιστὴν ἀπὸ κοινοῦ. |
| P 5 124a | σκυρωτὰν ὁδό ν : οὕτω καλεῖται πλατεῖα Σκυρωτὴ ἐπὶ τῆς Κυρήνης, λέγεται δὲ καὶ τὸ ἱερὸν τῶν Διοσκούρων ἐν ἐκείνῃ τῇ πλατείᾳ εἶναι. λέγεται δὲ σκυρωτὴ, ἀντὶ τοῦ λιθόστρωτος. |
| P 5 124b | 124 f B ἄλλως· σκυρωτά ν : τὴν Σκυρωτὴν οὖν, φησὶν, ὁδὸν κατεσκεύασεν ὁ Βάττος, δι’ ἧς αἱ τῷ Ἀπόλλωνι γινόμεναι πομπαὶ κομίζονται εἰς τὸ ἱερόν. |
| P 5 124d | πεδιάδα δὲ κέκληκε τὴν ὁδὸν ὡς ἐπίπεδον καὶ λείαν. 124 a B τὰς δὲ πομπὰς ἀλεξιμβρότους, ἤτοι παρὰ τὸ ἀλέγειν ὅ ἐστι φροντίζειν, ὧν φροντίζουσιν ὡς συντελεσθῶσιν· ἢ ἐπεὶ εἰς ἀλέξησιν τῶν κακῶν ὑπὲρ τῶν βροτῶν γίνονται. |
| P 5 124e | πομπαῖς γὰρ καὶ θυσίαις ἱλάσκονται τὸ δαιμόνιον. 124 c B ἔνθα πρυμνοῖς ἀγορᾶ ς : τὸν τάφον αὐτοῦ συνίστησιν ἐπὶ τοῖς τῆς ἀγορᾶς ὁρίοις ὄντα. |
| P 5 124f [5] | φησὶ γὰρ, ἐπ’ ἐσχάτοις τῆς ἀγορᾶς δίχα κεῖται θανὼν, ἐπὶ τῷ διορίζοντι τὴν ἀγορὰν ἄκρῳ. ἔστι δὲ καὶ οὕτω διελέσθαι· ἐπὶ πρυμνοῖς τῆς ἀγορᾶς κεῖται θανὼν, δίχα τῶν ἄλλων ἡρώων. 126B τὸ δὲ χʹ ὅτι πρυμνοῖς ἀγορᾶς εἶπεν ἀντὶ τοῦ τοῖς ἐσχάτοις ἄκροις. |
| P 5 124h | τὸ δὲ ἐπίδιχ α , ἐπὶ θάτερα μέρη. 127B ἐπίδιχ α : διακεχωρισμένος τῶν ἄλλων βασιλέων ἐν τῇ Κυρήνῃ πρὸς τὰ τελευταῖα τῆς ἀγορᾶς κεῖται τεθνηκὼς ὁ Βάττος. |
| P 5 126 | 120 b B μάκαρ μέ ν : μακάριος μὲν ὅτε ἐν ζῶσιν ἦν, καὶ μετὰ ταῦτα, φησὶν, ὡς ἥρως τιμᾶται σεπτὸς ὢν παρὰ Κυρηναίοις. |
| P 5 127b | λαοσεβὴς δὲ ὁ ὑπὸ τοῦ λαοῦ σεβόμενος. πρὸ δωμάτω ν : ποίων δωμάτων; ἤτοι τοῦ ἥρωος Βάττου ἢ τῶν βασιλείων ἢ καὶ πρὸ τῶν τῆς πόλεως πυλῶν. |
| P 5 129 | καὶ κατὰ τοῦτο δοκεῖ τῶν ἄλλων διαφέρειν ὁ Βάττος, ὅτι ὁ μὲν ἄκρᾳ ἀγορᾷ τέθαπται, οἱ δὲ πρὸ τῆς πόλεως. μεγάλαν δ ’ ἀρετᾶ ν : τῶν δὲ ἐπισήμων σου ἀρετῶν κατακούουσιν, ὦ Ἀρκεσίλαε, οἱ πρόγονοι τῇ ἑαυτῶν φρενὶ τῇ ὑπογείῳ. |
| P 5 132 | τῶν ἀρετῶν δὲ, τῶν οὐσῶν αὐτῶν ὄλβου. 136 a B δρόσῳ μαλθακ ᾷ : τοῖς ποιήμασιν ἐπικοσμουμένην τὴν ἀρετὴν αὐτῶν τῇ χθονίᾳ φρενὶ ἀκούουσιν. |
| P 5 133 | 136 b E ἀκούοντί πο ι : τὴν μεγάλην τοῦ Ἀρκεσιλάου ἀρετὴν τοῖς ποιήμασιν ἐπικοσμουμένην ἀκούουσί που τῇ χθονίᾳ αὐτῶν φρενί. |
| P 5 135a | 138 a B χθονίᾳ δὲ φρεν ὶ , παρόσον τεθνήκασι καὶ ἐν τῇ γῇ κεῖνται. |
| P 5 135b | 136 b B σφὸν ὄλβο ν : ὄλβον λέγει τὴν κῶμον, ὅς ἐστιν αὐτῶν ὄλβος. |
| P 5 136a | τί γὰρ καταλείπεται τοῖς τεθνεῶσιν ἢ ὄλβον ἔχειν τοὺς ἐπαίνους τοὺς διὰ τῶν ποιημάτων, τουτέστι πλουτεῖν ἐπαίνοις. 135 b B 138 a E υἱῷ τε κοινὰν χάρι ν : τὸν Ἀρκεσίλαον υἱὸν εἶπε, καθὸ ἀπόγονος ἦν τοῦ Βάττου. |
| P 5 136b | ἀκούοντες οὖν τῶν ὕμνων τῶν εἰς Ἀρκεσίλαον κοινὴν ἔχουσι τὴν χάριν οἱ πρόγονοι. 135 a BE τὸν ἐν ἀοιδᾷ νέων πρέπε ι : πρέπει τὸν Ἀπόλλωνα εὐχαριστεῖσθαι ὑπ’ Ἀρκεσιλάου καὶ ὑμνεῖσθαι αὐτὸν ἐν τῇ ᾠδῇ τῶν νέων, διότι ἐκ Πυθῶνος εἴληφε τὴν νίκην καὶ τὸ μέλος, ὃ νῦν γέγραφεν, ὅ ἐστι λυτήριον τῶν δαπανῶν. |
| P 5 138a [5] | (138 b B) ἐδαπάνησε μὲν γὰρ πολλὰ καὶ ἐπόνησεν, οὐκ εἰς κενὸν δὲ, ἀλλὰ τυχὼν τῆς νίκης ἀμοιβὴν ἔσχε τῆς δαπάνης. ταῦτα δὲ εἶπεν ὡς πολλὰ δεδωκότος καὶ καταναλώσαντος Ἀρκεσιλάου. 146B ἄλλως· τὸν ἐν ἀοιδ ᾷ : ὅντινα τὸν Ἀρκεσίλαον ἐν τῷ χορῷ καὶ τῇ τούτου ᾠδῇ προσήκει ἀνυμνεῖν τὸν Ἀπόλλωνα, ἔχοντα τὸν Ἀρκεσίλαον τὴν ἐκ Πυθῶνος καλλίστην τῶν δαπανῶν παραμυθίαν· λέγει δὲ τὴν νίκην καὶ τὸ τοῦ ἐπινίκου μέλος. |
| P 5 138b | 138 a med. B ἄνδρα κεῖνο ν : τὸν Ἀρκεσίλαον, τὸν ὑπὲρ εὐδοξίας δαπανῶντα. |
| P 5 146 | κρέσσονα μέ ν : τουτέστι κρείσσονα τῆς ἡλικίας νοεῖ καὶ λέγει, ὑπὲρ τὴν ἡλικίαν ἔχει τὸν νοῦν καὶ τὴν φρόνησιν. θάρσος τ ε : τὸ δὲ θάρσος καὶ τὴν ἀνδρείαν τοσοῦτός ἐστιν ὅσος ὁ ἀετὸς πρὸς τοὺς ἄλλους ὄρνις συγκρινόμενος. |
| P 5 150 | ἀγωνίας δ ’ ἕρκο ς : ἀντὶ τοῦ τῶν ἀγώνων ὀχύρωμα θαυμαστὸν ἔχει τὸ σθένος. οἷον σθένο ς : θαυμαστικῶς· ὁποῖον δὲ ἐν ταῖς ἀγωνίαις καὶ τοῖς ἀγῶσιν ἔχει τὸ ἑαυτοῦ σθένος ὡς ἂν ὀχύρωμα καὶ τειχίον. |
| P 5 152a | ἔν τε Μοίσαισι ποτηνὸς ἀπὸ ματρὸς φίλα ς : ἀμφίβολον, πότερον ἀπὸ μητρὸς πεπαιδευμένος, ἢ ἀπὸ τῆς πρώτης ἡλικίας ἔνδοξος ἦν καὶ πτηνὸς, τουτέστι τῇ δόξῃ μετεωριζόμενος. ἢ οὐχ ὑπὸ μητρὸς ἐδιδάσκετο, ἀλλὰ φύσει τέλειος ἦν κατ’ ἀρετὴν, οὐ νεοσσὸς ἀλλὰ πτηνὸς, τουτέστιν οὐ τῶν διδασκόντων ἔχρῃζεν. |
| P 5 152c | ἄλλως· ἐν δὲ λόγῳ καὶ ἀρετῇ ὀξὺς καὶ ταχὺς ἀφ’ ἑαυτοῦ εὐθὺς τεχθεὶς γέγονεν· ἀντὶ τοῦ ἐκ νέας ἡλικίας καὶ περὶ παίδευσιν ἐπιθυμητικῶς ἔχει. καλῶν ἔσοδο ι : ἀντὶ τοῦ ἔθη. |
| P 5 155b | ὅσα τέ ἐστι παρὰ Κυρηναίοις τῶν καλῶν ἔθη, ταῦτα ὑπέμεινε καὶ κατώρθωσε πρῶτος. θεός τέ ο ἱ : τὸ δαιμόνιον, φησὶν, αὐτῷ ἐπί τε τοῦ παρόντος προθύμως τελεῖ τὰ κατὰ δύναμιν καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον. |
| P 5 157 [5] | 164E καὶ τὸ λοιπὸ ν , ὦ Κρονίδα ι : ἐπεὶ εὐκταίως νῦν ἔχει αὐτῷ τὰ παρὰ τῶν θεῶν, οὕτω καὶ ἐς τὸ μέλλον, ὦ Κρονίδαι, φησὶ, μὴ ἐάσητε τοιοῦτον ἐλάττωμα περὶ τὸν βίον αὐτοῦ γενέσθαι, ὥστε καθάπερ ὑπὸ φθινοπώρου πνοῆς τὰ φύλλα κεῖται ἐπὶ τὴν γῆν τῶν δένδρων, οὕτω καὶ τὰ πράγματα αὐτοῦ μαρανθῆναι, ἀλλ’ ἀειθαλὴς αὐτοῦ μένοι ὁ βίος μηδέποτε φθίνων μηδὲ φυλλορροῶν. |
| P 5 159 | 166E Διός τοι νόο ς : ὁ δὲ τοῦ Διὸς νοῦς τὴν ἑκάστου τύχην κυβερνᾷ καὶ ἐπὶ τὰ βελτίονα ἄγει. |
| P 5 164 | 159E εὔχομαί νι ν : εὔχομαι, φησὶν, αὐτὸν, τὸν Δία, ὥσπερ νῦν ἐν τῇ Πυθῶνι δέδωκε γέρας καὶ τιμὴν τὴν ἀπὸ τῆς νίκης, οὕτω καὶ ἐν Ὀλυμπίᾳ δοῦναι αὐτῷ νίκην τινὰ τῷ Ἀρκεσιλάῳ, ὅστις ἐστὶ Βάττου γένος. |
| P 5 168 [1] | γέρας ἐπὶ Βάττου γένε ι : ἰστέον ὅτι οὐκ ἔχει τὴν ποσότητα τῶν κώλων. Scholia in Pythionicarum carmen VI Ξενοκράτει Ἀκραγαντίνῳ ἅρματι. |
| P 6 metr a [5] | τοῦ ἕκτου εἴδους ἡ ᾠδὴ μονόστροφός ἐστι κώλων ἐννέα. τὸ αʹ σύνθετον ἐκ πενθημιμεροῦς καὶ ἑφθημιμεροῦς ἰαμβικόν. τὸ βʹ τρίμετρον ἐπιωνικὸν ἀκατάληκτον. ἄδηλον δὲ πότερον ἐκ δευτέρου παίωνος ἢ πρώτου. τὸ γʹ ὅμοιον τῷ (Archil. fr. 94, 2). τίς σὰς παρήειρε φρένας. τὸ δʹ τρίμετρον ἐπιχοριαμβικὸν ὑπερκατάληκτον. τὸ εʹ ὅμοιον τῷ γʹ. τὸ ϛʹ τρίμετρον τροχαϊκὸν καταληκτικόν. τὸ ζʹ ἰαμβικὸν πενθημιμερές. τὸ ηʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν Πινδαρικόν. inscr. B Ξενοκράτης Θήρωνος ἀδελφός. |
| P 6 metr b [5] | ἔστι δὲ ἡ ᾠδὴ μονόστροφος, αἱ δὲ μονόστροφοι ἀντιστρεφούσας ἔχουσι τὰς στροφὰς ἀλλήλαις, ὥστε ἴσα εἶναι τά τε τῆς στροφῆς καὶ ἀντιστρόφου καὶ ἐπῳδοῦ. διὸ οὐδὲ κορωνίσι χρῶνται ἐπ’ αὐτῶν διὰ μέσου. αἱ δὲ πρὸς τριάδα γεγραμμέναι ἴσας ἔχουσι τὰς στροφὰς καὶ ἀντιστρόφους, τὴν δὲ ἐπῳδὸν διαλλάσσουσαν τούτων. 1 a BDEGQ Γέγραπται Ξενοκράτει Ἀκραγαντίνῳ νενικηκότι κατὰ τὴν κδʹ Πυθιάδα. |
| P 6 inscr | φανερὸν δὲ, ὅτι αἱ ᾠδαὶ οὐ κατὰ χρόνον διάκεινται· ἡ γὰρ πρὸ ταύτης ᾠδὴ Ἀρκεσιλάῳ γέγραπται νικήσαντι λαʹ Πυθιάδα. 1 d DEGQ metr. b B Ἀκούσα τ’ · ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτα ς : ὁ λόγος ἤτοι ἀπὸ τοῦ χοροῦ ἐστιν ὡς ἐγκωμιάζοντος τὴν πόλιν ὡς εὔφορον, ἤτοι παρὰ τοῦ Πινδάρου πρὸς τοὺς μέλλοντας διακομίζειν τὸν ὕμνον. |
| P 6 1a [5] | 1 d B ὁ δὲ νοῦς· ἀκούσατε· ναὶ γὰρ δὴ τῆς εὐοφθάλμου Ἀφροδίτης καὶ αὐτῶν τῶν Χαρίτων ὑπὸ τὸ χωρίον ἀναστρεφόμεθα, ἀντὶ τοῦ ἀνυμνοῦμεν τὴν Ἀκράγαντα εἰς τὸν ναὸν παραγινόμενοι τὸν τῆς ἐριβρόμου γῆς ὄντα ὀμφαλὸν, τουτέστιν εἰς τὴν Πυθῶνα. |
| P 6 1b | 5B ἔνιοι δὲ ἄρουραν Χαρίτων καὶ Ἀφροδίτης τὴν ποιητικὴν ἤκουσαν, ἀφ’ ἧς δρέπεται τὰ μέλη ὁ Πίνδαρος. |
| P 6 1c | inscr. DEGQ ἀμφιβάλλει δὲ τὰ τῆς φράσεως, καὶ οἱ μὲν Χαρίτων καὶ Ἀφροδίτας ἄρουραν τὴν Ἀκράγαντα ἀκούουσι διὰ τὸ ἐπιτερπῆ τὴν πόλιν εἶναι καὶ ἐράσμιον· οἱ δὲ τὸν Πύθιον ναόν. |
| P 6 1d [5] | δύναται δὲ καὶ ἀλληγορῶν ὁ Πίνδαρος τὴν ἑαυτοῦ ποίησιν λέγειν, ὅτι ἐξ αὐτῆς ἐκαρποῦτο τὰ μέλη. ὁ δὲ λόγος ἐκ τῶν χορευτῶν ἤτοι πρὸς ἀλλήλους διαλεγομένων ἢ πρὸς τοὺς ἀναληψομένους τὸ ποίημα. |
| P 6 1f | ὁ δὲ ἦ σύνδεσμος ἀντὶ τοῦ δή κεῖται. ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἀκούσαθ’, ἑλικώπιδος γὰρ δὴ Ἀφροδίτης ἄρουραν ἢ Χαρίτων ἄρουραν ἀναπολοῦμεν εἰς τὴν Πυθὼ παριόντες, ἥ ἐστιν ὀμφαλὸς τῆς γῆς. |
| P 6 1g | 1 b B Πυθιόνικος θησαυρὸς ὁ ὕμνος· θησαυρίζεται γὰρ παντὶ τῷ χρόνῳ. |
| P 6 5a [5] | ἔν θ ’ ὀλβίοισιν Ἐμμενίδαι ς : οὐκ ἀπὸ φυλῆς, ὁ Ἀρίσταρχος· τοῦ κυρίου γὰρ ὄντος Ἐμμενίδου οὐκ ἂν γένοιτο Ἐμμενίδας· ἡ δὲ ποιητικὴ παρέκτασις καὶ σχηματισμοὶ ἐπὶ τῶν κυρίων πατρωνυμικῶν ἐπὶ τὰ αὐτῶν τρεπόμενα ὀνόματα, οἷον Ἡρακλείδης καὶ Ἀσκληπιάδης ἔστι μὲν σχήματι πατρωνυμικὰ, κύρια δέ τινων. εἴ τις οὖν τὸν τοῦ Ἡρακλείδου υἱὸν πατρωνυμικῶς βούλοιτο σημῆναι, ὁμωνύμως ἂν πάλιν BEGQ [πατρὸς] Ἡρακλείδην καλοίη. Ἱππόστρατος δὲ (FHG IV p. 433) ὁ τὰ περὶ Σικελίας γενεαλογῶν φησιν, ὅτι Ἐμμενίδης καὶ Ξενόδικος Τηλεμάχου υἱοὶ, καὶ Ἐμμενίδου μὲν οἱ περὶ Θήρωνα καὶ Ξενοκράτην, Ξενοδίκου δὲ Ἱπποκράτης καὶ Κάπυς, οἳ φυγαδευθέντες ὑπὸ Θήρωνος ὕστερον Καμίκου κατέσχον τῆς Σικελικῆς πόλεως, καθ’ ἣν καὶ ὁ Μίνως ὑπὸ ταῖς Κωκάλου θυγατράσιν ἀπώλετο κατὰ ζήτησιν Δαιδάλου ἐλθών. ὁ δὲ νοῦς· ἔνθα, ἐν τῇ Πυθῶνι, τοῖς εὐδαίμοσιν Ἐμμενίδαις καὶ τῇ Ἀκράγαντι καὶ τῷ Ξενοκράτει ὁ ὑπὲρ τῆς τῶν ἵππων νίκης Πυθιόνικος θησαυρὸς, τουτέστιν ὁ ὕμνος ἕτοιμος καὶ πρόχειρος ἵσταται καὶ ἀνάκειται ἐν τῇ πολυχρύσῳ Ἀπολλωνίᾳ νάπῃ τῇ Πυθοῖ. |
| P 6 5c | ἢ οὕτως· ἔνθ α , ἐν τῷ ναῷ τῷ ἐν Πυθοῖ. ἐκεῖ γὰρ ἡ Ἀπολλωνία νάπη, περὶ ἧς ἐν Παιᾶσιν εἴρηται (fr. 69). ἔνιοι δὲ νάπην τὸ πεδίον ἤκουσαν, ἐν ᾧ οἱ ἱππικοὶ ἀγῶνες ἐτελοῦντο. ποταμίαν εἶπε τὴν Ἀκράγαντα διὰ τὸ ὁμωνυμεῖν τῷ ποταμῷ. |
| P 6 9a | Ἀπολλωνίᾳ νάπ ᾳ : τινές φασιν εἰς τρεῖς μοίρας διῃρῆσθαι τοὺς Δελφούς· καὶ τούτων ἡ μὲν λέγεται ὑπάτῃ, ἡ δὲ μέση, ἐν ᾗ ἐστι καὶ αὐτὴ ἡ καλουμένη νάπη. Ἀπολλωνίαν νάπην τὴν Πυθῶνα λέγει ἐνταῦθα. |
| P 6 10a [5] | τὸν οὐ χειμέριος ὄμβρο ς : τὸν ὕμνον, ὃν καὶ θησαυρὸν εἶπεν. 11B ἄλλως· ὁ νοῦς· ὅντινα τὸν ὕμνον οὔτε ὁ χειμὼν τῆς μεγαλοήχου νεφέλης ἀπηνὴς στρατὸς ἐπελθὼν οὔτε ἄνεμοι ταῖς πνοαῖς τύπτοντες καὶ στρέφοντες τῇ πολυφόρῳ χεράδι ἄξουσι καὶ ἐμβαλοῦσιν εἰς τὰ βάθη τῆς θαλάσσης. |
| P 6 10b | 13 a B ἐριβρόμου νεφέλας στρατό ς : τὸν ὄμβρον φησὶ, σκληρᾷ μεταφορᾷ χρησάμενος διθυραμβωδῶς, παρόσον πολλῶν νεφῶν εἰς ταὐτὸ συναγομένων ῥήγνυνται οἱ ὄμβροι. |
| P 6 11 [5] | τὸν οὖν τῶν ὕμνων θησαυρὸν ὑπ’ οὐδενὸς ἀπαχθήσεσθαι, οὔτε ὑπὸ ὄμβρου οὔτε ὑπὸ ἄλλου τινός. 10 b B παμφόρῳ χεράδ ι : τῷ κοπρώδει φορυτῷ. |
| P 6 13a | κυρίως ἡ ἐκ τῆς χαράδρας ἀκαθαρσία. Ὅμηρος (Φ 319)· εἰλύσω ψαμάθοισιν, ἅλις χεράδος περιχεύας. χερὰς δὲ ὁ μετὰ ἰλύος καὶ λίθων συρφετός. |
| P 6 13c | τὸ δὲ τυπτόμενοι ἀντὶ τοῦ τύπτοντες. φάει δὲ πρόσωπο ν : ἔξωθεν προσληπτέον εἰς τὸν πλήρη λόγον ἔχων· ἔχων τὸ πρόσωπον ἐν φωτὶ καθαρῷ, τουτέστι λελαμπρυσμένος τῷ προσώπῳ καὶ ἐπιφανὴς ὢν ὁ θησαυρός. |
| P 6 13e [5] | ὁ δὲ Θρασύβουλος υἱός ἐστι Ξενοκράτους, (16 B) ἐπιστατεῖ δὲ, ὡς εἰκὸς, τῶν ἱππικῶν ἀγώνων, παρὸ δὴ καὶ προσδιαλέγεται αὐτῷ ὁ Πίνδαρος. 15B ἢ οὕτως· ὁ νοῦς· ὁ δὲ τῶν ὕμνων ἐν καθαρῷ φωτὶ λελαμπρυσμένος τὸ πρόσωπον θησαυρὸς τῷ σῷ πατρὶ Ξενοκράτει, ὦ Θρασύβουλε, κοινὴν τῷ γένει σου τοῖς πολυθρυλλήτοις τῶν ἀνδρῶν λόγοις ἀπαγγελεῖ τὴν ἐπίδοξον τοῦ ἅρματος νίκην τὴν εὐτυχηθεῖσαν ἐν Δελφοῖς. |
| P 6 13f | ἡ γὰρ Κρίσα τῶν Δελφῶν. 19 B πατρὶ τε ῷ , Θρασύβουλ ε : ὦ τοῦ Ξενοκράτους παῖ. |
| P 6 15 | τοῦτον δὲ ὡς φιλοπάτορα καὶ προεστῶτα τῆς ἱππικῆς ἐπαινεῖ, οὐχ ὥς τινες ἐβουλήθησαν, ἡνίοχον. ὁ γὰρ ἡνίοχος Νικόμαχός ἐστιν, ὡς ἐκ τῶν Ἰσθμιονικῶν (II 22) δῆλός ἐστιν. 13 f B λόγοισι θνατῶ ν : φανερὸν ὅτι ὁ Θρασύβουλος υἱὸς Ξενοκράτους. |
| P 6 16 [5] | τὰς γὰρ Χείρωνος ὑποθήκας αὐτῷ διὰ τοῦτο λέγει, ἐπειδὴ τὰς περὶ πατέρων εὐσεβείας περιέχει. (13 e med. B) σύ τοι σχέθων νι ν : ὁ νοῦς· σὺ τοίνυν, Θρασύβουλε, δεξιῶς καὶ ἀληθῶς ἄγεις τὴν ἐντολὴν καὶ παραίνεσιν, ἥν ποτε ἐν τοῖς ὄρεσι μονωθέντι τῷ Ἀχιλλεῖ τὸν τῆς Φιλύρας υἱὸν Χείρωνα εἰπεῖν φασιν, ἐξαιρέτως μὲν τὸν μεγαλόφωνον καὶ ἀστραπῶν καὶ κεραυνῶν δεσπότην Δία παρὰ τοὺς ἄλλους θεοὺς τιμᾶν καὶ σέβεσθαι, ταύτης δὲ τῆς τιμῆς τῆς πρὸς τοὺς θεοὺς μὴ στερίσκειν τῶν γεγεννηκότων [τοὺς] τὸν εἱμαρμένον βίον, [ἐφ’ ὧν ζῶσι χρόνων, μετιόντας]. |
| P 6 19a [10] | καὶ ἔστιν ἡ ἀπόδοσις τοιαύτη· οὕτω καὶ σὺ, Θρασύβουλε, περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς φυλάττεις τὴν εὐσέβειαν. ἐπιδέξι α : ἐπιδεξίως. |
| P 6 19c | 〈 νι ν : 〉 αὐτὴν, τὴν ἐντολήν. ὀρφανιζομένῳ ἤτοι χωριζομένῳ ἢ ὀρφανῷ γονέων ὄντι παρὰ τῷ Χείρωνι. |
| P 6 22 [5] | τὰς δὲ Χείρωνος ὑποθήκας Ἡσιόδῳ ἀνατιθέασιν, ὧν ἡ ἀρχή (fr. 170)· εὖ νῦν μοι τάδ’ ἕκαστα μετὰ φρεσὶ πευκαλίμῃσιν φράζεσθαι· πρῶτον μὲν, ὅταν [εἰς σὸν] δόμον εἰσαφίκηαι, ἔρδειν ἱερὰ καλὰ θεοῖς αἰειγενέτῃσιν. 28 b B ἐγένετο καὶ πρότερο ν : ἐγένετο καὶ τοπαλαιὸν, φησὶ, γενναῖος ὁ Ἀντίλοχος, τὸ φρόνημα τοῦτο φέρων τὸ περὶ τοὺς πατέρας εὐσεβὲς καὶ δίκαιον, ὅστις ὁ Ἀντίλοχος ὑπεραπώλετο τοῦ πατρὸς τὸν δεινὸν τῶν Αἰθιόπων ὑπομείνας βασιλέα Μέμνονα. |
| P 6 28a | 31B τοῦ δεῖν περὶ τοὺς πατέρας σπουδαῖον εἶναι παράδειγμα τὸν Ἀντίλοχον παρήγαγεν. |
| P 6 28b | 28 a B Νεστόρεον γὰρ ἵππος ἅρμ α : τὸ γὰρ δὴ τοῦ Νέστορος ἅρμα ὁ ἵππος ἐνεπόδιζε τρωθεὶς τοῖς τοῦ Ἀλεξάνδρου βέλεσι. |
| P 6 31 [5] | μέμνηται τούτου καὶ Ὅμηρος, ἔνθα φησί (Θ 86)· σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. ὅτι δὲ ὑπὲρ τοῦ πατρὸς ἐτελεύτα ὁ Ἀντίλοχος, κεφαλαιωδέστερον εἶπε (δ 188)· τόν ῥ’ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός. ὁ δ ’ ἔφεπε ν : ὁ δὲ Μέμνων ἐπεδίωκε καὶ μεθ’ ὁρμῆς διεκίνει τὸ δόρυ. |
| P 6 35a [5] | Μεσσανίου δὲ γέροντο ς : Μεσσήνιον τὸν Νέστορά φασιν οὗτοι, ὅσοι ὑπέλαβον τὴν Πύλον τῆς Μεσσήνης εἶναι, ἀλλ’ οὐχὶ τῆς κατὰ τὴν Ἀρκαδίαν Τριφυλίας. ὁ μέντοι Ὅμηρος οἶδεν ὑποτεταγμένην τῇ Λακωνικῇ τὴν Μεσσήνην. φησὶ γάρ (φ 13. 15)· δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας· τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. ὁ δὲ νοῦς· τοῦ δὲ Μεσσηνίου γέροντος ταραχθεῖσα ἡ φρὴν ἐβόα τὸν παῖδα. |
| P 6 35c [10] | ἄλλως· καὶ Πίνδαρος τὸν Νέστορα ἐκ τῆς Μεσσηνιακῆς Πύλου φησὶν εἶναι. τριῶν γὰρ ὄντων τῶν ἐν Πελοποννήσῳ Πύλων εἷς μέν ἐστιν ὁ περὶ τὸν Ἀλφειὸν ποταμὸν ἐν Ἤλιδι Πύλος, ὃν καὶ ὑφ’ Ἡρακλέος πεπορθῆσθαί [φασιν]· ἕτερος δὲ ὁ Τριφυλιακὸς Πύλος, ἐν ᾧ ὁ Ἀμαθόεις ποταμός· τρίτος ἐν Μεσσήνῃ περὶ τὸ Κορυφάσιον. εἰσὶ δὲ οἵ φασι τοὺς τρεῖς Πύλους περὶ τὸ Κορυφάσιον ὑπὸ τὸν Νηλέα εἶναι· δοκεῖ δὲ τῷ Διδύμῳ ἐκ τοῦ Τριφυλιακοῦ Πύλου εἶναι τὸν Νέστορα, ἔνθα καὶ Ἀμαθόεις ἐστὶ ποταμὸς καθ’ Ὅμηρον. χαμαιπετὲς δ ’ ἄ ρ ’ ἔπο ς : εὐτελές. |
| P 6 37a | μάταιον. 38B ὁ δὲ λόγος· οὐ μάταιον δὲ τὸν λόγον ἑαυτοῦ ἔρριψεν. |
| P 6 37b | ὑπομείνας γὰρ ὁ θαυμαστὸς Ἀντίλοχος ἠγόρασε τῷ μὲν ἰδίῳ θανάτῳ τὴν τοῦ πατρὸς ἀνακομιδὴν καὶ ζωὴν, ἔδοξε δὲ ἐν τοῖς ἀρχαιοτέροις πρῶτος γεγονέναι. 44 a B θεῖος ἀνή ρ : ὁ Ἀντίλοχος, ὅτι δὴ ὑπ’ ὀφθαλμοῖς ἔχων καὶ προορώμενος τὸ δεινὸν ὅμως ὑπὲρ πατρὸς μετὰ προθυμίας ἀπέθανεν. |
| P 6 39a | ἐδόκησέ τε τῶν πάλα ι : ἔδοξε τοῖς ἀρχαίοις πρῶτος γεγονέναι πρὸς τὸν πατέρα φιλόστοργος ἐν τοῖς ὁπλοτέροις. τὸ δὲ ἑξῆς· τῶν πάλαι ἔργον τελέσας πελώριον ἐν τῇ γενεᾷ τῶν ὁπλοτέρων ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν ἐδόκησεν. |
| P 6 39b | 37 b B τῶν δὲ νῦν καὶ Θρασύβουλο ς : τῶν δὲ ἀνθρώπων τῶν καθ’ ἡμᾶς ὁ Θρασύβουλος πρὸς τὴν τοῦ πατρὸς ἑαυτοῦ στάθμην καὶ ὀρθότητα μάλιστα βαίνει, οἱονεὶ τὸν πατέρα αὐτοῦ τιμᾷ. |
| P 6 44b | τὸ δὲ πάτρῳ, τῷ πρὸς πατρὸς θείῳ Θήρωνι. ἐπερχόμενος οὖν πρὸς τὴν τοῦ θείου ἀγλαΐαν, καὶ κατὰ τὸν κόσμον ἴσον ἑαυτὸν ἀπέδειξεν. ἢ οὕτως· ἀντὶ τοῦ πάτρωϊ ποιητικῶς. |
| P 6 44c | τὸν γὰρ Θήρωνα λέγειν θέλει τὸν ἀδελφὸν Ξενοκράτους. τῶν δὲ καθ’ ἡμᾶς ἀνθρώπων Θρασύβουλος τὴν πρὸς τοὺς πατέρας ἑαυτοῦ στάθμην εὐθεῖαν ἔχει εὔνοιαν. |
| P 6 44d | πρὸς τὴν στάθμην δὲ τὰ πάντα εὐθύνεται. νόῳ δὲ πλοῦτον ἄγε ι : μετὰ λογισμοῦ πλουτεῖ. |
| P 6 47a [5] | νόῳ γὰρ ἄγει τὸν πλοῦτον· οὐχ ὑπὸ τοῦ πλούτου εἰς ἀκρασίαν τρέπεται τὸν νοῦν, ἀλλὰ λογισμῷ κατέχει τὸν πλοῦτον ἐφ’ ἃ δεῖ, τῆς τε ἥβης ἀπολαύει οὔτε εἰς πλημμέλειαν οὔτε εἰς ὑπεροψίαν ἀποχρώμενος αὐτῇ. 47 c E ἄδικον οὔτ ε : οὔτε εἰς ἄδικον οὔτε εἰς ὑπερήφανον τὴν ἑαυτοῦ ἥβην δρεπόμενος, ἀντὶ τοῦ οὐ καταχρώμενος τῇ ἑαυτοῦ νεότητι πρὸς ἀλαζονείαν. |
| P 6 47b | 49E ὑπέροπλον ἥβαν δρέπω ν , σοφίαν δ έ : δρεπόμενος δὲ τὴν σοφίαν καὶ καταδεδυκὼς εἰς τοὺς ταύτης μυχούς. |
| P 6 47c | ἐκ δὲ τούτου ὅτι ἄγαν σοφός ἐστι. ἀπὸ κοινοῦ δὲ τὸ δρέπων. 47 b E τίν τ ε , Ἐλέλιχθο ν : σοὶ δὲ, ὦ Πόσειδον, προσέρχεται καὶ προσοικειοῦται, ὃς εὗρες ἱππείαν εἴσοδον· τουτέστιν ἱππικὰς ἁμίλλας· ὅτι ἵππιος ὁ θεός. |
| P 6 49 [1] | ἡ δὲ φρὴν αὐτοῦ κατὰ τὴν πρὸς τοὺς συμπότας ὁμιλίαν γλυκεῖά ἐστιν, ὥστε τὰ κηρία παραλλάσσειν καὶ παραπορεύεσθαι τῇ γλυκύτητι τῶν φρενῶν· ἀντὶ τοῦ νικᾷ τὸ μέλι. Scholia in Pythionicarum carmen VII Μεγακλεῖ Ἀθηναίῳ ἵπποις Ὀλύμπια· Ἴσθμια· [Πύθια]. |
| P 7 metr (t) [15] | Τῆς ζʹ ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἑπτά. τὸ αʹ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ γʹ σύνθετον ἐκ διμέτρου βραχυκαταλήκτου ἰαμβικοῦ καὶ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ δʹ προσοδιακόν. τὸ εʹ Φερεκράτειον ἀπὸ βραχειῶν ἀρξάμενον. τὸ ϛʹ δίμετρον Ἰωνικὸν καταληκτικόν. τὸ ζʹ δίμετρον τροχαϊκὸν ὑπερκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ αʹ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ βʹ τὸ αὐτὸ ὁμοίως. τὸ γʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ δʹ τὸ αὐτὸ ὁμοίως. τὸ εʹ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ ηʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θʹ ἰαμβικὸν πενθημιμερές. Γέγραπται Μεγακλεῖ Ἀθηναίῳ νικήσαντι τὴν κεʹ Πυθιάδα τεθρίππῳ. |
| P 7 inscr a [5] | ἔστι δὲ οὗτος οὐχ ὁ τὰ Ὀλύμπια νενικηκὼς, ἀλλ’ ἕτερος· τὴν δὲ ἐκείνου νίκην τούτῳ προσάπτει ὁ Πίνδαρος συνήθως ἑαυτῷ. τὴν γὰρ μζʹ ἐκεῖνος Ὀλυμπιάδα ἀναγράφεται νενικηκώς· ὁ δὲ τὴν πϛʹ ἕτερος [δὲ] ἂν εἴη Μεγακλῆς τούτῳ ὁμώνυμος. 3DEGQ ἄλλως· γέγραπται μὲν ἡ ᾠδὴ Μεγακλεῖ Ἀθηναίῳ ἀναφέροντι τὸ γένος εἰς Ἀλκμαίωνα τὸν γενόμενον ἄγαν πλουσιώτατον. |
| P 7 inscr b [5] | τοῦτον γάρ φασιν ἐληλυθέναι πρὸς Κροῖσον, τὸν δὲ συγχωρῆσαι αὐτῷ διασκευασθῆναι ὡς βούλεται, καὶ σκευὴν ἀναλαβεῖν ὁποίαν προῃρεῖτο, καὶ εἰσελθόντα εἰς τὰ βασίλεια καὶ εἰς τὰ ταμιεῖα ἀναλαβεῖν ὅσον βούλοιτο χρυσόν. ὑποδησάμενος οὖν κοθόρνους, οἵ εἰσιν ὑποδήματα Διονυσιακὰ, καὶ κόλπωμα ποιήσας ἐνεσώρευσε τῷ κολπώματι χρυσόν· ἔτι δὲ καὶ τοὺς πλοκάμους ἐνέδησεν ὑποβαλὼν αὐτοῖς καὶ τὸ στόμα. διὰ δὲ τὸ βάρος βίᾳ ἐπορεύετο· διαχυθεὶς οὖν ὁ Κροῖσος ἐπ’ αὐτῷ γέλωτι, ἐπί τε τῇ ὄψει καὶ τῷ γλίσχρῳ, καὶ ἕτερον αὐτῷ προσεδωρήσατο. διά τοι τοῦτο ἐπιφανέστατος κατὰ τὴν Ἀττικὴν γεγένηται, ὡς ἄγαν ὢν πλουσιώτατος. γεγόνασι δὲ ἐξ αὐτοῦ οἳ ἐκλήθησαν Ἀλκμαιωνίδαι, οἳ καὶ κατέλυσαν τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα. 1 b BEGQ 4 a D Κάλλιστον αἱ μεγαλοπόλιε ς · κάλλιστόν ἐστι προοίμιον τῇ εὐρυσθενεῖ γενεᾷ τῶν Ἀλκμαιωνιδῶν αἱ μεγαλοπόλιες Ἀθῆναι, καὶ θεμέλιον τῶν ᾠδῶν τοῖς ἵπποις βαλέσθαι, καὶ ἀπὸ κοινοῦ· κάλλιστόν ἐστι προοίμιον αἱ Ἀθῆναι· ἀντὶ τοῦ ἐπὶ τῇ νίκῃ κάλλιστόν ἐστιν ἐν τῷ ὕμνῳ ἐγκωμιάσαι τὸν νικηφόρον ἀπὸ τῶν Ἀθηνῶν. |
| P 7 1a | 3B inscr. b DEGQ ὁ λόγος· κάλλιστόν ἐστι προοίμιον τῶν Ἀλκμαιωνιδῶν αἱ Ἀθῆναι, ὥστε κρηπῖδα ὑποβαλέσθαι τοῦ ἐπαίνου τὸν ἀπὸ τῆς πατρίδος κόσμον. |
| P 7 1b | 1 a B 4 a EGQ εὐρυσθενῆ δὲ εἶπε τὴν γενεὰν αὐτῶν διὰ τὸ τὸν Ἀλκμαίωνα ἀνδρεῖόν τινα καὶ ἐπιφανῆ γενέσθαι· ἀφ’ οὗ καὶ οἱ Ἀλκμαιωνίδαι, οἳ τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα κατέλυσαν. |
| P 7 3 | 1 a DEGQ ἐπεὶ τίνα ἀκηκοέναι ἐπὶ τῇ Ἑλλάδι περιφανέστερον οἶκον οἰκοῦντα εἴπω; ἄλλως· ἐπεὶ τίνα πατρίδα τίνα τε οἶκον ἐν τῇ Ἑλλάδι ἐπιφανέστερον τῶν Ἀλκμαιωνιδῶν εἰπεῖν δυνήσομαι; ἰδίως δὲ τὸ ναίων παρείληπται· ὅθεν τινὲς γράφουσι ναίοντα. |
| P 7 4b [5] | ἄλλοι γράφουσιν, οἶκόν τ’ ἀΐων, ὅ ἐστιν ἀκούων. ναίων ὀνυμάξα ι : τινὲς ἀφαιροῦσι τὸ ν , γράφοντες ἀντὶ τοῦ ναίων ἀίων. |
| P 7 6a [5] | ἢ τίνα οἶκον ἐπιφανέστερον τούτων ὀνομάσω. ἕτεροι δὲ πάλιν τὸ μὲν ν αἴρουσι, τὸν δὲ τόνον οὕτω προφέρονται, αἰῶν’· ἵν’ ᾖ συναλοιφὴ ἀντὶ τοῦ αἰῶνι, οἷον τῷ αἰῶνι ὀνυμάξομαι, τῷ αἰῶνι παρακαταθήσομαι. ὁ δὲ Δίδυμος ἁπλούστερον ἀκούει· αὐτὸς ἐγὼ ναίων ἐν τῇ Ἑλλάδι, ἀντὶ τοῦ οἰκῶν, τίνα ἐπιφανέστερον οἶκον ὀνυμάξομαι; οὐκ ἐξ ἀκοῆς ἀκηκοὼς, ἀλλ’ αὐτὸς ναίων ἐν τῇ Ἑλλάδι τίνα δυναίμην ἂν αὐτῆς ἐπιφανεστέραν ὀνομάσαι; τὸ δὲ ναίων ἀντὶ τοῦ ναίοντα, ὡς καὶ Ὅμηρος (Β 350)· φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, εἶτα ὑποβαίνων· ἀστράπτων ἐπιδέξια, ἀντὶ τοῦ ἀστράπτοντα. |
| P 7 8 | πάσαισι γὰρ πολίεσι ν · ἐν γὰρ πάσαις ταῖς πόλεσιν ὁ λόγος καὶ ἡ φήμη ἀναστρέφει περὶ τῶν τοῦ Ἐρεχθέως πολιτῶν, τουτέστι τῶν Ἀθηναίων· οἱονεὶ πᾶσα πόλις θαυμάζει τὰς Ἀθήνας καὶ τὰς ἀνδραγαθίας τῆς πόλεως. 9 b DGQ Ἄπολλο ν , οἳ τεόν τε δόμο ν : οἵτινες οἱ Ἀλκμαιωνίδαι, ὦ Ἄπολλον, ἐν τῇ ἐξοχωτάτῃ Πυθῶνι τὸν σὸν οἶκον θαυμαστὸν κατεσκεύασαν. |
| P 7 9a | 11DGQ Ἄπολλο ν , οἳ τεόν τε δόμο ν : οἱ μὲν, ὅτι διὰ τὸν ὕμνον καὶ τὴν νίκην ἐπιφανέστερον ἐποίησαν τὸν τοῦ Ἀπόλλωνος νεὼν, οἱ δὲ παρὰ τὴν ἱστορίαν. |
| P 7 9b [10] | λέγεται γὰρ ὅτι τὸν Πυθικὸν νεὼν ἐμπρησθέντα, ὥς τινές φασιν, ὑπὸ τῶν Πεισιστρατιδῶν οἱ Ἀλκμαιωνίδαι φυγαδευθέντες ὑπὸ τῶν Πεισιστρατιδῶν ὑπέσχοντο ἀνοικοδομήσειν, καὶ δεξάμενοι χρήματα καὶ συναγαγόντες δύναμιν ἐπέθεντο τοῖς Πεισιστρατίδαις, καὶ νικήσαντες μετ’ εὐχαριστηρίων πλειόνων ἀνῳκοδόμησαν τῷ θεῷ τὸ τέμενος, ὡς Φιλόχορος (FHG I p. 395) ἱστορεῖ, εὐξάμενοι πρότερον τῷ θεῷ. 9 a DGQ ἄγοντι δέ μ ε : ἀντὶ τοῦ ἄγουσι δέ με καὶ προτρέπονται ἐπὶ τὸν ὕμνον, ὦ Μεγάκλεες, αἱ ὑμῶν νῖκαι καὶ τῶν προγόνων, πέντε μὲν ἐν Ἰσθμῷ γενόμεναι, μία δὲ ἐξοχωτάτη ἐν τῇ Ὀλυμπίᾳ· δύο δὲ ἐκ Δελφῶν. |
| P 7 14 [5] | Διὸς Ὀλυμπιά ς : οὐ νενίκηκεν οὗτος Ὀλύμπια, ἀλλὰ ἄλλοι ὁμώνυμοι τούτου· ἕνεκα δὲ τοῦ ἀπολαμπρῦναι αὐτὸν καὶ τὴν προγονικὴν τούτῳ ἀνατίθησι νίκην. χαίρω τ ι , τὸ δ ’ ἄχνυμα ι : Ἀρίσταρχος, συμβεβηκέναι αὐτῷ τι σύμπτωμα περὶ τὴν νίκην ταύτην· ὅθεν καί φησι τὸ μὲν χαίρειν, τὸ δὲ ἄχνυσθαι, φθόνου τινὸς παρακειμένου τοῖς καλοῖς ἔργοις· οὕτω μέντοι γε γίνεσθαι παραμονίμους τὰς εὐτυχίας, ἐπὰν ἔχωσί τι κρᾶμα καὶ δυστυχήματος. |
| P 7 18a | ἔοικε δὲ τὸ περὶ τὴν Ἱπποκράτους τελευτὴν περὶ τοῦτον τὸν καιρὸν ἀπηντηκέναι, εἰς ὃν καὶ θρῆνον γράφει ὁ Πίνδαρος· ἦν δὲ ὁ Ἱπποκράτης συγγενὴς τοῦ νικηφόρου. ἄλλως· ἐπὶ τῇ νῦν εὐτυχηθείσῃ νίκῃ χαίρω, ἄχνυμαι δὲ διὰ τὸν Ἱπποκράτην. |
| P 7 23 [1] | τὰ καὶ τ ά : ἀντὶ τοῦ ἀγαθὰ καὶ κακά. βεβαίαν δέ φησι τὴν εὐδαιμονίαν εἶναι, ὅταν τῇ πολλῇ εὐπραγίᾳ παρέπηταί τι φαῦλον. τοιοῦτόν ἐστι τὸ παρ’ Ὁμήρῳ (θ 63)· τὸν πέρι Μοῦς’ ἐφίλησε, δίδου δ’ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν. Scholia in Pythionicarum carmen VIII Ἀριστομένει Αἰγινήτῃ παλαιστῇ νικήσαντι Πύθια. |
| P 8 metr (t) [15] | 1 b DG Τῆς ὀγδόης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ αʹ ὅμοιον τῷ (Arch. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ βʹ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ γʹ Ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ δʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. 〈τὸ εʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον.〉 τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ηʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ θʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ βʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γʹ ἰαμβικὸν πενθημιμερές. τὸ δʹ περιοδικόν· ἢ λέγεται διπλοῦς τροχαῖος, ὑπερκατάληκτον. τὸ εʹ Ἰωνικὸν δίμετρον ἀπὸ μείζονος βραχυκατάληκτον. τὸ ϛʹ τὸ αὐτὸ ὁμοίως. τὸ ζʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ Γλυκώνειον. 〈τὸ θʹ Γλυκώνειον.〉 τὸ ιʹ ἀναπαιστικὸν δίμετρον καταληκτικόν. τὸ ιαʹ ἰθυφαλλικόν. Γέγραπται ἡ ᾠδὴ Ἀριστομένει Αἰγινήτῃ παλαιστῇ νικήσαντι τὴν λεʹ Πυθιάδα. |
| P 8 inscr [5] | 1 b BQ ἰδίᾳ Αἰγινήταις ἦσαν στάσεις περὶ τὸν τῆς νίκης τοῦ Ἀριστομένους καιρόν· διὸ καὶ οἰκείως τὴν Ἡσυχίαν κατεύχεται, ποιητικώτατα δὲ τὴν ἡσυχίαν τῆς δικαιοσύνης ἔφη παῖδα εἶναι, ᾗ καὶ ἐκ τῶν ἐναντίων τῆς ἀδικίας τὸν θόρυβον. |
| P 8 1a | 3 b B 3 c DGQ Φιλόφρον Ἡσυχί α : τὴν Ἡσυχίαν κατακαλεῖται διὰ τὸ νεωστὶ λελύσθαι τὰ Περσικά. |
| P 8 1b [5] | δύναται δὲ καὶ ἁπλῶς λέγειν ὁ Πίνδαρος ὡς περὶ εὐνομουμένων τῶν Αἰγινητῶν. καὶ ἐπαινεῖ τὴν ἡσυχίαν ὡς μεγιστόπολιν· ὅπου γὰρ ἡσυχία, καὶ εἰρήνη. εἰρήνη δ’ ἀνὰ γῆν κουροτρόφος (Hes. O. D. 228). βουλῶν τε καὶ πολέμων ἔχοισα κλεῖδα ς : οὕτω κατὰ τὸ αὐτοφυλακτικόν· ἐν ᾗ βουλαί εἰσι· πολέμων δὲ, ἵνα διακλείῃ αὐτοὺς καὶ ἀπείργῃ. |
| P 8 3a | 1 a B ὁ δὲ νοῦς· ὦ Ἡσυχία φιλοφρονητικὴ καὶ μεγίστη ἐν ταῖς πόλεσιν οὖσα, τῆς Δικαιοσύνης θυγάτηρ, εἰρήνης τε καὶ πολέμων καὶ βουλευτηρίων ἔχουσα τὰς μεγάλας κλεῖς. |
| P 8 3b | 1 a DGQ ὦ μεγιστόπολ ι : ἤτοι ὅτι μεγίστας ἀποτελεῖ τὰς πόλεις ἀστασιάστους οὔσας, ἢ ὅτι αὐτὴ μέγα ἐν ταῖς πόλεσιν ἰσχύει. |
| P 8 4 | ἔχοισα κλαῖδα ς : τῆς μὲν εἰρήνης κατὰ τὸ φυλακτικὸν, ἐν ᾗ καὶ βουλαί εἰσιν· ἀπὸ δὲ πολέμων ἵνα διακλείῃ. Πυθιόνικο ν : ἀντὶ τοῦ παρὰ Ἀριστομένους δέχου τὴν Πυθικὴν νίκην αὐτοῦ. |
| P 8 7 | τὺ γὰρ τὸ μαλθακό ν : σὺ γὰρ, ὦ Ἡσυχία, τὸ προσηνὲς καὶ ἐπιεικὲς ἔρξαι καὶ ποιῆσαι δύνασαι. καιρῷ σὺν ἀτρεκε ῖ : τουτέστιν εὐκαίρως, ὁμοδρομοῦντος τῷ καιρῷ τοῦ παθεῖν. |
| P 8 9 [5] | τὸ γὰρ ἀτρεκεῖ ἀντὶ τοῦ ὁμοτρεκεῖ, ὡς ἄλοχος ὁμόλοχος. τὺ δ ’ ὁπόταν τις ἀμείλιχο ν : σὺ δὲ ὅταν τις ἀπροσηνῆ, οἱονεὶ ἰταμωτάτην ὕβριν καὶ ὀργὴν ἐνθῇ τῇ ἑαυτοῦ καρδίᾳ, τραχεῖα καὶ προσάντης τῇ τῶν δυσμενῶν καὶ ἀπηνῶν ἀπαντήσασα κεφαλῇ, τὴν ἀλαζονείαν αὐτῶν ἐν ἀφανείᾳ τιθεῖς. |
| P 8 10a | ἔθος δὲ Πινδάρῳ ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν καταφέρεσθαι, ὡς κἀνταῦθα· ὅταν τις, εἶτα δυσμενέων. 10 c B ὁ δὲ νοῦς ὅλος· σὺ, ὦ Ἡσυχία, τοὺς ἀλαζόνας καὶ ὑβριστὰς ἀφανίζεις καὶ ἀμαυροῖς. |
| P 8 10b [5] | 15B ὅταν τις ἀμείλιχο ν : ἐάν τις, φησὶ, ταραχώδης καὶ ὑβριστὴς γένηται, τοῦτο γάρ ἐστι τὸ, ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, ὑπαντιάξασα αὐτῷ σὺ, ὦ Ἡσυχία, τουτέστιν ἀπαντήσασα, τραχεῖα τῷ τῶν πολεμίων κράτει, ὅ ἐστι πολέμους ἐπιστήσασα, τιθεῖς αὐτοῦ τὴν ὕβριν ἐν ἄντλῳ, τουτέστι βαπτίζεις αὐτοῦ τὴν ὕβριν. |
| P 8 14 | ἐν ἄντλ ῳ : τῷ ὕδατι καὶ ἀφανείᾳ. ὡς Ὅμηρος (ο 479)· ἄντλῳ δ’ ἐνδούπησε πεσοῦς’ ὡς εἰναλίη κήξ. 10 b B τὰν οὐδὲ Πορφυρίω ν : ἣν οὐδὲ ὁ Πορφυρίων γίγας ᾔσθετο παρὰ τὸ καθῆκον ἐξερεθίζων· διόπερ καὶ ἀνῃρέθη. |
| P 8 15b | ὁ δὲ νοῦς· ἥντινα τὴν Ἡσυχίαν ἀποστραφεὶς καὶ παρὰ τὸ δέον ἐρεθίζων οὐδὲ ὁ Πορφυρίων ἔγνω· διὸ καὶ ἀπώλετο. κέρδος δὲ φίλτατο ν : ὄνησίς ἐστι τῶν διδομένων, ὅταν τις παρ’ ἑκόντος λαμβάνῃ, τὸ δὲ μετὰ βίας ἀγόμενον κέρδος ἀνόνητόν ἐστι. |
| P 8 17 | τοῦτο δὲ εἶπεν, ὅτι Πορφυρίων ἐπεχείρει βοῦς ἀποσπάσαι Ἡρακλέος ἄκοντος αὐτοῦ. βία δὲ καὶ μεγάλαυχο ν : ἡ τοῦ σώματος ἰσχὺς τὸν μεγαλαυχήσαντα ἐπὶ τῇ ῥώμῃ σφάλλει τῷ χρόνῳ· ὑποδείγματι δὲ τῷ Τυφῶνι ἐχρήσατο καὶ τοῖς ἑξῆς. |
| P 8 23 [5] | δμᾶθεν δὲ κεραυν ῷ : πάλιν συλληπτικῶς· οὔτε γὰρ ὁ Τυφὼς καὶ ὁ Πορφυρίων ἐκεραυνώθησαν καὶ ὑπὸ Ἀπόλλωνος ἐτοξεύθησαν, ἀλλ’ ὁ μὲν Τυφὼς διοβλὴς γέγονεν, ὁ δὲ Πορφυρίων ὑπὸ Ἀπόλλωνος ἐτοξεύθη. ὁ δὲ τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ὡς κατ’ ἀμφοτέρων ἔφη. Ξενάρκειον ἔδεκτ ο : τὸν Ἀριστομένην· ἔστι γὰρ Ξενάρκους υἱός. |
| P 8 26a | πρὸς ὃ τὸ χʹ, καὶ ὅτι Κίρραθεν εἴρηκεν, οὗ συντελεῖται ὁ ἀγὼν ὁ ἱππικὸς ὑπὸ Δελφῶν. ὁ δὲ νοῦς· ὅστις ὁ Ἀπόλλων εὐμενεῖ νόῳ ὑπεδέξατο ἐν Δελφοῖς ἐστεφανωμένον τῇ δάφνῃ τὸν Ἀριστομένην. |
| P 8 29a | Δωριεῖ τε κώμ ῳ : τῷ τῶν Αἰγινητῶν ὕμνῳ· Δωριεῖς γὰρ ἀπὸ Ἄργους εἰς Αἴγιναν κατῴκησαν. 31DEGQ Δωριεῖς γὰρ, ἄποικοι ὄντες Ἀργείων. |
| P 8 30 | οὐκ ἔξω Χαρίτων ἡ Αἴγινα, οὐκ ἄχαρις. 34DEGQ ἁ δικαιόπολι ς : ἡ δὲ δικαιόπολις νῆσος Αἴγινα οὐκ ἐξέπεσε τῶν Χαρίτων, θίγουσα ταῖς τῶν Αἰακιδῶν ἀρεταῖς. |
| P 8 31 | 29 b DEGQ δόξαν ἀ π ’ ἀρχᾶ ς : ἐξ ἀρχῆς δὲ τελείαν ἔχει τὴν δόξαν ἡ Αἴγινα καὶ οὐ νῦν μόνον. |
| P 8 35 | πολλοῖσι μὲν γά ρ : πολλοῖς μὲν γὰρ ἀνυμνεῖται ἀγῶσι καὶ ἐν ταῖς ὀξείαις μάχαις γενναίους καὶ πολεμικοὺς ἀγαγοῦσα ἥρωας, διαπρέπει δὲ καὶ ἐν ἀνδράσιν εὐβουλίας ἕνεκεν καὶ γνώμης. 40 b B εἰμὶ δ ’ ἄσχολος ἀναθέμε ν : ἀντὶ τοῦ, οὐκ εὐκαιρῶ πᾶσαν αὐτῆς τὴν ἀρετὴν ἐμπεριλαβεῖν τῷ ὕμνῳ. |
| P 8 40a | δεῖ γάρ με τὸν νικηφόρον ἐπαινεῖν, εὐλαβοῦμαι δὲ μὴ προσκορὴς φανῶ. 43B ἄλλως· εἰμὶ δ ’ ἄσχολο ς : ἐν ἀσχολίᾳ, φησὶν, εἰμὶ καὶ οὐκ εὐκαιρῶ, ὥστε πᾶσαν τὴν τῆς Αἰγίνης μακρηγορίαν ἀναθεῖναι τῇ λύρᾳ καὶ τῷ ἡδεῖ φθέγματι, οἱονεὶ τῇ ᾠδῇ. |
| P 8 40c | οὐκ ἔστι καιρὸς τὰ ἐγκώμια τῆς Αἰγίνης καὶ τῶν Αἰακιδῶν λέγειν, μή τις φθόνος βλάψῃ με. 40 a B οἱ δὲ, μὴ προσκορὴς ὀφθῶ. |
| P 8 43a [5] | μὴ κόρος ἐλθώ ν : ὑπερθέμενος, φησὶ, τὸ παρεκβάσει περὶ Αἰγίνης τι εἰπεῖν, μὴ κόρος ἐπιδράμῃ μου τοῖς ποιήμασι, ὃ νῦν ἐξείληφα ἔργον, τὸ ἐν ποσί μου τρέχον, τουτέστι τὸ πρόσφατον· τί δέ ἐστι τοῦτο; ἡ νίκη· ταύτην ὑμνήσω. 44 b DGQ 46 a B τὸ δ ’ ἐν ποσί μο ι : τὸ νῦν παρὰ ποσί μου ὄφλημα, τοῦτο νῦν τρέχον καὶ μετὰ σπουδῆς παραγινέσθω ταχὺ παρὰ τῇ ἐμῇ γνώμῃ. |
| P 8 44a | 46 b B 46 a DGQ τὸ τρέχον ὡς ἐπὶ σταδίου τῇ μεταφορᾷ κέχρηται. |
| P 8 44b | 44 a DGQ ἐμᾷ ποτανό ν : ἢ πετόμενον, ἐπεὶ τὰ ποιήματα εἰς πᾶσαν διϊκνεῖται πόλιν, ἢ μετέωρον. |
| P 8 46a | 44 a B ἢ οὕτω· τὸ πρᾶγμα πτηνὸν καὶ τὸ χρέος γινέσθω, τουτέστι τὸ ποίημα ταῖς ἐμαῖς τέχναις, ὥστε καὶ διαπόντιον δύνασθαι εἶναι. |
| P 8 46c | νεώτατον καλῶ ν : πρόσφατον· ὑπόγυος γὰρ ἡ νίκη. 48 b B παλαισμάτεσσι γά ρ : τοῖς γὰρ παλαίσμασι τοὺς πρὸς μητρός σου θείους μεταδιώκων καὶ ζηλῶν οὔτε τὸν Ὀλυμπίᾳ Θεόγνητον νικήσαντα καταισχύνεις οὔτε τὴν Κλειτομάχου ἐν Ἰσθμοῖ νίκην, καὶ ἀπὸ κοινοῦ τὸ κατελέγχεις. |
| P 8 48a | 53 a B ὁ δὲ Κλειτόμαχος καὶ Θεόγνητος θεῖοι τοῦ νικηφόρου· Ὀλυμπιονίκης δὲ ὁ Θεόγνητος, ὁ δὲ Κλειτόμαχος Ἰσθμιονίκης. |
| P 8 48b | φησὶ δὲ αὐτὸν μὴ κατελέγχειν τοὺς τῆς μητρὸς ἀδελφοὺς, ἀλλὰ κατ’ ἴχνη τούτων βαίνειν. 48 a B αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρει ς : φατρία ἐν Αἰγίνῃ Μιδυλιδῶν ἀπὸ Μιδύλου προγόνου ἐπιδόξου γεγονότος. |
| P 8 53a [5] | αὐτὸς δ’ ἐν ἄλλοις (fr. 190)· ἁ Μιδύλου δ’ αὐτῷ γέννα, φησί. μαρτυρεῖ δὲ καὶ Ὅμηρος (Ν 354)· ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη, ἀντὶ τοῦ φατρία. τῷ οὖν σῷ γένει τοῖς Μιδυλίδαις δόξαν προσέθηκας. ὁ δὲ νοῦς· τῶν δὲ Μιδυλιδῶν τὴν φατρίαν αὔξων τὸν λόγον φέρεις ἐκεῖνον, ὃν εἶπέ ποτε Ἀμφιάραος, ἡνίκα ἐθεάσατο ἐν ταῖς ἑπταπύλοις Θήβαις παραμένοντας τοὺς υἱοὺς τῶν ἑπτὰ ἐπὶ Θήβας, ὅτε ἀπὸ τοῦ Ἄργους τὴν δευτέραν ἐπάνοδον ἐπανῆλθον οἱ Ἐπίγονοι. |
| P 8 55 [5] | τὸν ὅνπέρ πο τ ’ Οἰκλέο ς : τοῦτον, φησὶ, τὸν λόγον φέρεις, ὦ Ἀριστόμενες, ὃν εἶπεν ὁ Ἀμφιάραος ἰδὼν θαρσαλέως πολεμοῦντας τοὺς Ἐπιγόνους κατὰ τῶν Θηβαίων. τί δὲ εἶπε; φυᾷ τὸ γενναῖον ἐπιπρέπει· ὅτι σῴζουσι τὴν τῶν γονέων ἀρετήν. καὶ σὺ δὲ, φησὶ, τοὺς μήτρωας ζηλοῖς τῇ ἀθλήσει. 61B ᾐνίξατ ο : ἀντὶ τοῦ ἀπεφθέγξατο· οὐ γὰρ αἰνιγματωδῶς εἶπε. |
| P 8 57a | καὶ παρ’ Ὁμήρῳ (Ν 374)· Ὀθρυονεῦ, πέρι δή σε βροτῶν αἰνίζομ’ ἁπάντων. πῶς δὲ ταῦτα ὁ Ἀμφιάραός φησιν; εἰ μὴ ὅτε ζῶν κατεπόθη, κατά τινα θείαν ἐπίνοιαν προσδιελέγετο τοῖς Ἐπιγόνοις. |
| P 8 57b | 63 b B ἄλλως· ᾐνίξατο ἐπῄνεσεν εἶπε παρὰ τὸν αἶνον. |
| P 8 61 [5] | ὧ δ ’ εἶπε ν : ὁ δὲ Ἀμφιάραος τῶν Ἐπιγόνων μαχομένων εἶπε· τῇ φύσει τὸ συγγενὲς ἐκ πατέρων προθύμημα τοῖς παισὶν ἐπιπρέπει. Ὅμηρος (Ε 253)· οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι, τουτέστι συγγενικόν. 57 a B 64DGQ ἐκ πατέρων παισ ί : τοῖς ἐπιγόνοις ἐπιπρέπει τὸ ἐκ πατέρων. |
| P 8 63b [5] | πῶς ὅτι θεάομαι σαφὲς δράκοντα; ὡς τοῦ Ἀλκμαίονος ἔχοντος ἐπὶ τῆς ἀσπίδος ἐπίσημον δράκοντα, ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον καὶ καταδῦνον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος, ὁ δὲ παῖς σημεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης. 66DGQ λῆμ α . |
| P 8 64 | θεάομαι σαφέ ς : θεωρῶ γὰρ, φησὶ, σαφῶς ἐν ταῖς Θήβαις τὸν Ἀλκμαίονα, ποικίλον δράκοντα ἐπὶ τῆς καταπληκτικῆς ἀσπίδος διακινοῦντα. δράκοντα ποικίλον αἰθᾶ ς : τῆς λαμπρᾶς, παρὰ τὸ αἴθειν. |
| P 8 65b | ἀντὶ τοῦ θεωρῶ τὸν Ἀλκμᾶνα διακινοῦντα ἐπὶ τῇ ἀσπίδι ἐπίσημον δράκοντα. 63DGQ Ἀλκμᾶ ν ’ ἐ π ’ ἀσπίδο ς : διατί ὁ Ἀλκμαίων εἶχεν ἐπὶ τῆς ἀσπίδος δράκοντα; ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον, μάντις δὲ καὶ ὁ Ἀμφιάραος· ὁ δὲ παῖς σημεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης. |
| P 8 66b | ἐπεὶ γηγενὲς τὸ ζῷον καὶ καταδύον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος. ἢ καθὸ ἦν ἀπὸ Μελάμποδος. |
| P 8 66c | ἱστοροῦσι δὲ δύο δράκοντας διαλεῖξαι τὰς ἀκοὰς τοῦ Μελάμποδος καὶ διατρῆσαι πρὸς ἀλλήλας· διὸ καὶ δοκεῖ αἰσθάνεσθαι τῆς τῶν ἀλόγων ζῴων φωνῆς. ὁ δὲ καμὼν προτέρᾳ πάθ ᾳ : ὁ δὲ τῷ προτέρῳ πάθει καμὼν καὶ τὸν στρατὸν ἀπολέσας Ἄδραστος νῦν κρείσσονος οἰωνοῦ ἐνέχεται ἀγγελίᾳ· νικήσει γὰρ τῇ μάχῃ, τὸ δὲ κατὰ τὸν ἴδιον οἶκον ἐναντίως πράξει. |
| P 8 68a [5] | πρότερον μὲν γὰρ ἐσώθη μόνος, κατὰ δὲ τὴν δευτέραν στρατείαν πάντων σωθέντων, αὐτὸς μόνος τὸν υἱὸν ἀπέβαλεν Αἰγιαλέα, ὥς φησιν Ἑλλάνικος (FHG I p. 47) λέγων ἐν Γλίσαντι τὴν συμβολὴν γεγενῆσθαι. ἢ οὕτως· ὁ δὲ καμὼν Ἄδραστος τῇ προτέρᾳ συμφορᾷ, νῦν βελτίονος ἔχεται τύχης, τῇ τοῦ ὄρνιθος ἀγγελίᾳ καὶ κλῃδόνι. |
| P 8 68b | οἰωνιστὴς γὰρ ὁ Ἀμφιάραος. τὸ δὲ οἴκοθεν ἀντία πράξε ι : ἐναντίως τοῖς πᾶσι τὰ κατὰ τὸν οἶκον πράξει· μόνος γὰρ τὸν παῖδα ἀπολέσει. |
| P 8 71 [5] | ἐν γὰρ τῇ πρώτῃ στρατείᾳ οἱ μὲν ἄλλοι ἓξ στρατηγοὶ ἀπώλοντο, ἐν δὲ τῇ δευτέρᾳ, ὅτε οἱ Ἐπίγονοι, μόνος ὁ Ἀδράστου παῖς Αἰγιαλεὺς ἀπώλετο. οὕτω καὶ ἐξ αὐτοῦ φασιν Ἀδράστειαν κληθῆναι τὴν Νέμεσιν. μόνος γὰρ ἐκ Δαναῶ ν : μόνος γὰρ τῶν Ἑλλήνων τοῦ Θηβαίου στρατοῦ τελευτήσαντος τοῦ υἱοῦ τὰ ὀστᾶ συναγαγὼν καὶ συλλέξας ἀφίξεται εἰς τὸ Ἄργος σὺν τῷ στρατοπέδῳ ἀβλαβεῖ καὶ περισωθέντι. |
| P 8 77a [5] | ἰστέον ὅτι Ἄβας ὁ Λυγκέως ᾤκησε τὸ Ἄργος, εἶτα μετέστη εἰς Εὔβοιαν. ὅτι δὲ Λυγκέως Ἄβας, ἐξ ἐκείνου δῆλον (trag. fr. adesp. 454)· σφαγὰς δὲ Δαναοῦ παρθένων Λυγκεὺς φυγών Ἄβαντα φύει διάδοχον τυραννίδος. ἄλλως· Ἄβας πατὴρ Ταλαοῦ, ἐξ οὗ ὁ Ἄδραστος. |
| P 8 78a [5] | τοιαῦτα μὲν ἐφθέγξα τ ’ Ἀμφιάρηο ς : ὡς ἀπὸ τοῦ χοροῦ τὸ πρόσωπον μιμουμένου τοῦ νενικηκότος. ταῦτα δὲ εἴρηκεν ὡς ὑπάρχοντος ἡρῴου καὶ γειτνιῶντος τῇ τοῦ νικηφόρου οἰκίᾳ, προσυποτίθεται δὲ ὅτι καὶ ὑπήντησε πορευομένῳ εἰς τὸν ἀγῶνα καὶ τῆς μαντείας ἐφήψατο καὶ αὐτὸς ὢν μάντις. ἐμφαίνει δὲ διὰ τούτων, ὅτι ἐγεγόνει τις μαντεία περὶ τῆς νίκης αὐτοῦ. ἄλλως· ἐφηδόμενος δὲ καὶ αὐτὸς τὸν Ἀλκμάονα στεφανῶ τῇ ᾠδῇ, ὅτι δή μοι ὁ τούτου πατὴρ Ἀμφιάραος γείτων ἐστὶ καὶ φύλαξ τῶν ἐμῶν κτημάτων, καὶ ὅτι ἀπιόντι εἰς τὸν τῆς γῆς ὀμφαλὸν, τουτέστιν εἰς τὴν Πυθῶνα, ἀπήντησε καὶ τῶν μαντευμάτων ἐφήψατο τοῖς συγγεννηθεῖσιν αὐτῷ τυχὸν [δὲ λέγει συγγόνοις τέχναις]. |
| P 8 82 | γείτων ὅτι μο ι : τῇ Ἀριστομένους οἰκίᾳ παρίδρυτο Ἀλκμάονος ἡρῷον, ἴσως δὲ καὶ τῇ αὐτοῦ μαντείᾳ χρησάμενος ἐπὶ τὸν ἀγῶνα ἐπορεύθη καὶ ἐνίκησεν. κτεάνων φύλαξ ἐμῶ ν : ἐπεὶ οἱ ἀπὸ τοῦ χοροῦ Αἰγινῆταί εἰσιν. |
| P 8 83b | ἐπεὶ ἐκ προγόνων ἦν μάντις, διὰ τοῦτο εἶπε συγγόνοισι. τὺ δ ’ ἑκαταβόλ ε : σὺ δὲ, ὦ Ἄπολλον, τὸν πάντας δεχόμενον ἐν τῷ Πυθῶνι νεὼν εὐδόξως διανέμων τοῦτο μὲν τὸ μέγιστον κλέος τῆς νίκης αὐτόθι ἐν τῷ Πυθῶνι παρέσχες, ἐν Αἰγίνῃ δὲ πρὸ τοῦ ἐνίκησε τὰ Δελφίνια Ἀπόλλωνος ἀγῶνα. |
| P 8 91 | τόθι χαρμάτω ν : ὡς τοῦ Ἀριστομένους, πρὶν λαβεῖν τὰ Πύθια, νενικηκότος ἐν οἴκῳ, τουτέστιν ἐν Αἰγίνῃ ἀγῶνα ἱερὸν Ἀπόλλωνος πένταθλον. ἄγεται δὲ ἐν Αἰγίνῃ Δελφίνια Ἀπόλλωνι. σὺν ἑορταῖς ὑμαῖ ς : ταῖς σαῖς, καὶ πλεονάζει τούτῳ ὁ Πίνδαρος. |
| P 8 94 | τιμᾶται δὲ σφόδρα ἐν Αἰγίνῃ Ἀπόλλων καὶ Ἄρτεμις. ἑκόντι δ ’ εὔχομαι νό ῳ : σοὶ δὲ, ὦ Ἄπολλον, εὔχομαι ἐφορᾶν σε ἕκαστον τῶν ποιημάτων, ὅσα κατά τινα ἁρμονίαν ἐπέρχομαι καὶ γράφω. |
| P 8 95b | ἄλλως· ἤτοι διαβεβαιοῦμαι, ἢ εὔχομαί σοι, ὦ Ἄπολλον, καθ’ ἁρμονίαν πρὸς πάντα ἔρχεσθαι πράγματα, οἷον πρὸς μηδὲν πλημμελῶς ἔρχεσθαι. κώμῳ μὲν ἁδυμελε ῖ : τῷ μὲν χορῷ ἡμῶν δικαιοσύνη παρέστηκε, τουτέστιν οὐ ψευδόμεθα οἷς λέγομεν περὶ τοῦ Ἀριστομένους. |
| P 8 99b [5] | ἢ οὕτως· δικαίως κωμάζεται ὁ Ἀριστομένης καὶ ἐπιτηδείως· ἀγαθὸς γάρ ἐστι. τὴν δὲ τῶν μετὰ ταῦτα ἐπιστροφὴν παρὰ τῶν θεῶν εὔχομαι ἀνεπίφθονον ἐπὶ ταῖς ὑμετέραις τύχαις γενέσθαι. ὁ δὲ Ξενάρκης πατὴρ τοῦ νικηφόρου. εἰ γάρ τις ἐσλὰ πέπατα ι : εἰ γάρ τις, φησὶν, ἀγαθὰ κέκτηται μὴ σὺν πολλῷ πόνῳ ἀλλὰ ῥᾳδίως, τοῖς πολλοῖς τῶν ἀνθρώπων δοκεῖ σοφὸς ὢν ἐν ἄφροσι τὸν ἑαυτοῦ βίον κορύσσειν, τουτέστιν αὔξειν, ταῖς ὀρθοβούλοις ἑαυτοῦ ἐπιτεχνήσεσιν. |
| P 8 103b [5] | ἢ οὕτως· εἴ τις ἄνευ πόνου ἀγαθόν τι περιεκτήσατο, τοῦτον οἱ πολλοὶ τῶν ἀφρόνων δοκοῦσι σοφὸν εἶναι, καὶ τοῦτο ἐκ τῆς σοφίας δοκεῖ οὕτω περιπεποιῆσθαι. ἐγὼ δέ φημι τοῦτο ἐν θεῷ εἶναι, καὶ ἔστι τὸ δαιμόνιον αἴτιον τῆς κτήσεως. πέπαται δέ, ἀντὶ τοῦ κέκτηται. |
| P 8 103c | καὶ Ὅμηρος (Δ 433)· πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ, ἀντὶ τοῦ πλουσίου. τὰ δ ’ οὐκ ἐ π ’ ἀνδράσι κεῖτα ι : ταῦτα δὲ οὐκ ἔστιν ἐν ἀνθρώποις, τὸ ἐκ περινοίας κτήσασθαι· τὸ δαιμόνιον δὲ ἑκάστῳ παρέχει. |
| P 8 108 | δαίμων δὲ παρίσχε ι : ἐπεὶ προεῖπεν ὅτι ὁ δαίμων πάντα παρέχει, ἐπήγαγεν ὅτι ποτὲ μὲν ἄλλοτε ἄλλον ὑψηλὸν ποιῶν, ἄλλοτε δὲ ὑποχείριον ποιῶν καὶ οἰκτρὸν καὶ ταπεινόν. ἄλλον δ ’ ὑπὸ χειρῶ ν : ὑπὸ χειρῶν μέτρον περιφραστικῶς περὶ τὰς χεῖρας ποιεῖ, ἀντὶ τοῦ τῇ χειρὶ αὐτοῦ DGQ καὶ τῇ ἐξουσίᾳ. |
| P 8 111a | μέτρον καταβαίνε ι : ἀντὶ τοῦ καταβαίνειν ποιεῖ. μεμετρημένα ἑκάστῳ τὰ κακὰ καὶ τὰ ἀγαθὰ παρέχεται, οὔποτε τῶν ἐν μονίμῳ τύχῃ κρατῶν. |
| P 8 113a | μυχῷ τ ’ ἐν Μαραθῶνο ς : ἀντὶ τοῦ ἔχεις γέρας, ἀπὸ κοινοῦ. τουτέστι τὰ Παναθήναια. |
| P 8 113c | Ἥρας τ ’ ἀγῶ ν ’ ἐπιχώριο ν : ὡς καὶ ἐν Αἰγίνῃ Ἡραίων ἀγομένων κατὰ μίμησιν τοῦ ἐν Ἄργει ἀγῶνος· ἄποικοι γὰρ Ἀργείων. Δίδυμος δέ φησι τὰ Ἑκατόμβαια αὐτὸν νῦν λέγειν ἐπιχώριον ἀγῶνα Αἰγινητῶν διὰ τὴν συγγένειαν. νίκαις τρισσαῖ ς : σὺν ταῖς τρισὶ ταύταις νίκαις καὶ τὰ Πύθια νικήσας τέτρασι σώμασι τῶν ἀνταγωνιστῶν ἄνωθεν ἐνέπεσας, ἧττον αὐτῶν φροντίζων. |
| P 8 116 | δάμασσας ἔργ ῳ : μετ’ ἔργου καὶ ἐνεργείας πολλῆς καθυπέταξας σαυτῷ. τέτρασι δ ’ ἔμπετε ς : ὡς ἄνευ κλήρου τέσσαρας παῖδας προκαλεσαμένου καὶ νικήσαντος. |
| P 8 119 [5] | τοῖς οὔτε νόστος ὁμῶ ς : οἷστισι τοῖς ἡττηθεῖσιν ἐκ τῆς Πυθίας ἡ ἀνακομιδὴ οὔτε ἡδεῖα οὔτε προσηνὴς ἐγένετο, οὔτε ἐλθόντων αὐτῶν ἐπὶ τὴν πατρίδα περὶ τὴν μητέρα καὶ τοὺς γονεῖς γέλως γλυκὺς χάριν ἐκίνησε τὴν ἐκ τῆς νίκης· ἐκ δὲ τοῦ ἐναντίου λύπη καὶ συμφορὰ περὶ τὸν οἶκον τῶν ἡττηθέντων γέγονεν. ἐχθρῶν ἀπάοροι πτώσσοντ ι : ἀφωρισμένοι, κεχωρισμένοι. |
| P 8 124b | οἷον εὐλαβοῦνται καὶ φεύγουσι τοὺς ἐχθροὺς τῇ τῆς ἥττης συμφορᾷ δακνόμενοι. 126 b B ὁ δὲ καλόν τι νέο ν : ὁ δὲ καλὸν πράξας ὑπὸ τῶν ἐλπίδων μετέωρος φέρεται. |
| P 8 126a [5] | 131B ἄλλως· ὁ δὲ νεωστὶ καλὸν καταπραξάμενος καὶ νικήσας, ἀπὸ μεγάλης ἁβρότητος καὶ εὐδαιμονίας ἐκ τῶν εὐτυχηθεισῶν ἐλπίδων ὑψοῦται, ταῖς ταχείαις αὐτοῦ ἐπαιρόμενος ἀνδρείαις, ἔχων καὶ κρείττονα πλούτου τὴν φροντίδα, τουτέστι τὴν νίκην. |
| P 8 126b | 126 a B ἐν δ ’ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξετα ι : λείπει τὸ χρόνῳ. |
| P 8 131b | τουτέστι χρόνον μικρὸν αὔξει τοὺς ἀνθρώπους καὶ καταβάλλει ἡ τυχοῦσα πρόφασις. ἔξωθεν οὖν προσληπτέον τὸ χρόνῳ. ἐν ὀλίγῳ δὲ χρόνῳ τὸ τῶν ἀνθρώπων ἡδὺ καὶ καλὸν εἶναι δοκοῦν αὔξεται καὶ παραμένει· οὕτω δὲ πάλιν ταχέως αὐξηθὲν τὸ ἀγαθὸν ἀφανίζεται ἀηδεῖ τινι γνώμῃ καὶ πείρᾳ σεσεισμένον καὶ νικηθέν. |
| P 8 133 | ἀποτρόπ ῳ : τῇ παρὰ τρόπον καὶ παρὰ τὸ δέον ἐχθρᾷ γνώμῃ. [καὶ πείρᾳ σεσεισμένον καὶ νικηθὲν καὶ] οὐ κατὰ τὴν ἡμῶν δόκησιν. ἐπάμερο ι , τί δέ τι ς ; τῶν ἐφημέρων ἀνθρώπων τί ἄν τις εἴποι ὅτι ἔστι τις, ἢ πάλιν ὅτι οὐκ ἔστι; ταχέως μὲν γὰρ ἔστιν εἰπεῖν, ὅτι ἐστί τις οὗτος, ταχέως δὲ ὅτι οὐδεὶς, διὰ τὴν μετάπτωσιν τῶν πραγμάτων. |
| P 8 135a [5] | διὰ τοῦτο δὲ καὶ ἐπιφέρει, ὅτι σκιᾶς ὄναρ ἄνθρωποι, εὖ τῇ ἐμφάσει χρώμενος, ὡς ἄν τις εἴποι τοῦ ἀσθενοῦς τὸ ἀσθενέστερον. οὐ γὰρ οἷον ἀνθρώπου ὄναρ ἐστὶν, ἀλλὰ σκιᾶς ἀνθρώπου. ἢ οὕτως· ἐπάμερο ι · ὦ ἄνθρωποι, τίς ἐστιν ὁ δοκῶν εἶναι καὶ μέγας καὶ πλούσιος; τίς δὲ ὁ νομιζόμενος οὐδεὶς καὶ εὐτελής; ὀνείρατα σκιᾶς ἐσμεν οἱ ἄνθρωποι. |
| P 8 136a | ἀλ λ ’ ὅταν αἴγλα διόσδοτος ἔλθ ῃ : ἀλλ’ ὅταν ἐκ Διὸς δεδομένη αἴγλη ἐπέλθῃ, τουτέστιν ὅταν ὁ Ζεὺς ἐπιλαμπρύνῃ, ἡδὺς ὁ βίος γίνεται τοῖς ἀνθρώποις. ἀλ λ ’ ὅταν αἴγλα Διό ς : ἀλλ’ ὅταν αἴγλη τις καὶ φῶς ἐκ θεοῦ παραγένηται, λαμπρὸν φέγγος ἔπεστι κατὰ τῶν ἀνθρώπων καὶ προσηνὴς ὁ βίος καὶ ἡ ζωή. |
| P 8 136c | ἐπιμέμφονταί τινες τῷ Πινδάρῳ, ὅτι ἐγκώμιον γράφων θρηνεῖ τὸν ἀνθρώπινον βίον. Αἴγιν α , φίλα μᾶτε ρ : τὸν λόγον πρὸς τὴν ἡρωίδα ἀπέστρεψεν, ἀφ’ ἧς καὶ ἡ νῆσος. |
| P 8 140b | ὁ δὲ νοῦς· ὦ προσφιλεστάτη μῆτερ Αἴγινα, τὴν ὁμώνυμόν σοι πόλιν φύλασσε καὶ περίεπε σὺν ἐλευθερίᾳ, φύλασσε δὲ σὺν τῷ Διῒ καὶ τῷ βασιλεῖ Αἰακῷ καὶ τοῖς ἐξ αὐτοῦ ἥρωσιν. ἢ οὕτω· τοῦτο ἐκ τοῦ χοροῦ λέγοιτο ἂν, ὥστε τὴν Αἴγιναν μητέρα τῶν χορευόντων λέγεσθαι. |
| P 8 140d | ἐλευθέρῳ δὲ στόλῳ ἀντὶ τοῦ ἐλευθέρᾳ στάλσει ἢ στάσει καὶ σχήματι, μὴ ταττομένη ὑπ’ ἄλλοις. Αἴγινα φίλα μᾶτε ρ : προσφωνεῖ τῇ ἡρωίδι. |
| P 8 142 [1] | σὺν Διῒ καὶ κρέοντ ι : τὸ χʹ, ὅτι ὑπερβάτως εἴρηκε σὺν Διῒ καὶ κρέοντι καὶ σὺν Αἰακῷ. Scholia in Pythionicarum carmen IX Τελεσικράτει Κυρηναίῳ ὁπλιτοδρόμῳ 1 a E Τῆς ἐννάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιεʹ. |
| P 9 metr (t) [25] | τὸ αʹ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ βʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, εἰς ἴαμβον καταλῆγον. τὸ γʹ Ἀρχιλόχειον, ὅμοιον τῷ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ δʹ πενθημιμερὲς δακτυλικόν. τὸ εʹ τὸ αὐτὸ τῷ γʹ, ἀλλὰ τοῦτο δωδεκάσημον, τὸ δὲ γʹ ἑνδεκάσημον. τὸ ϛʹ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ζʹ δίμετρον Ἰωνικὸν ἀπ’ ἐλάσσονος ἀκατάληκτον. τὸ ηʹ δακτυλικὸν πενθημιμερές. τὸ θʹ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ ιʹ δακτυλικὸν πενθημιμερές. τὸ ιαʹ τὸ αὐτὸ τῷ γʹ καὶ εʹ. τὸ ιβʹ δακτυλικὸν πενθημιμερές. τὸ ιγʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιδʹ τὸ αὐτὸ τῷ ιγʹ. τὸ ιεʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἐστὶ ιδʹ. τὸ αʹ Πινδαρικόν· ἔστι δὲ ἐγκωμιολογικόν. τὸ βʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ πενθημιμερὲς δακτυλικόν. τὸ εʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ Ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θʹ Ἰωνικὸν δίμετρον καταληκτικὸν ἀνακλώμενον. τὸ ιʹ Πινδαρικὸν παρὰ τὸ πρῶτον Σαπφικὸν καὶ ἰαμβέλεγος. τὸ ιαʹ ἰαμβέλεγος μετατεθεικὼς τὴν πρώτην ἐπὶ τὴν τελευταίαν συλλαβήν. τὸ ιβʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιγʹ δακτυλικὸν πενθημιμερές. τὸ ιδʹ ὅμοιον τῷ ιαʹ. Γράφει τῷ προειρημένῳ τὴν ᾠδὴν νικήσαντι κηʹ Πυθιάδα. |
| P 9 inscr a | ἐνίκησε μέντοι καὶ στάδιον τὴν λʹ Πυθιάδα, οὐ φαίνεται δὲ ὁ Πίνδαρος ταύτης τῆς νίκης μνημονεύων, ἴσως ὅτι φθάσας τῆς εἰκοστῆς ὀγδόης ἔγραψεν. ἄλλως· γράφεται Τελεσικράτει Κυρηναίῳ νικήσαντι τὴν κηʹ Πυθιάδα ὁπλίτῃ, τῇ δὲ λʹ στάδιον· παρὸ δὴ οὐ μνημονεύει τῆς ἐν τῷ σταδίῳ νίκης. |
| P 9 inscr b [5] | τούτου δὲ ἀνάκειται ἐν Δελφοῖς ἀνδριὰς ἔχων κράνος. ἐκ προγόνων δέ ἐστι δρομεύς· Ἀλεξίδαμον γάρ φησιν αὐτοῦ εἶναι πρόγονον Λίβυν, ἐλθόντα ἐπὶ τὴν Ἀνταίου θυγατέρα καὶ ἀγωνισάμενον. πολλοὶ δὲ ταύτης μνηστῆρες. 1 b B 6E ὁ νοῦς· βούλομαι τὸν Πυθιονίκην Τελεσικράτην ἐγκωμιάζων σὺν ταῖς βαθυζώνοις Χάρισιν ἀνυμνεῖν, εὐδαιμονέστατον ἄνδρα, στέφανον καὶ δόξαν ὄντα τῆς ἱππικῆς Κυρήνης. |
| P 9 1a | 6B χαλκάσπιδ α , ὅτι σὺν ἀσπίσι χαλκαῖς τὸν ὁπλίτην ἔτρεχον δρόμον. |
| P 9 1b | inscr. E τὸ ἑξῆς δὲ, σὺν βαθυζώνοις Χάρισιν. |
| P 9 1c | 1 a B τὰν ὁ χαιτάει ς : εἰς τὴν ἡρωίδα, ἀφ’ ἧς τοὔνομα ἔλαβεν ἡ πόλις Κυρήνη, μετάγει τὸν λόγον. |
| P 9 6a [5] | ἀπὸ δὲ Ἠοίας Ἡσιόδου τὴν ἱστορίαν ἔλαβεν ὁ Πίνδαρος, ἧς ἡ ἀρχή (fr. 128)· ἢ οἵη Φθίῃ Χαρίτων ἄπο κάλλος ἔχουσα Πηνειοῦ παρ’ ὕδωρ καλὴ ναίεσκε Κυρήνη. ὁ δὲ νοῦς· ἥντινα τὴν Κυρήνην ὁ κομήτης Ἀπόλλων ἐκ τῶν ὑψηλῶν τοῦ Πηλίου κόλπων ἥρπασε καὶ ἤνεγκε χρυσῷ δίφρῳ, τὴν θηρευτικὴν καὶ ἀγρευτικὴν παρθένον. |
| P 9 6c | ἀνεμοσφαράγω ν : τῶν ψόφον ἀποτελούντων ἐκ τοῦ ἀνέμου. τόθι νιν πολυμήλο υ : ἔνθα αὐτὴν τῆς πολυπροβάτου καὶ εὐκάρπου γῆς ἔθηκε δέσποιναν, καὶ οἰκεῖν θάλλουσαν καὶ γαυριῶσαν τὴν ἐπέραστον τρίτην μοῖραν τῆς ἠπείρου γῆς, τουτέστι τὴν Λιβύην. |
| P 9 14a | ῥίζαν τρίτα ν : τὸ χʹ, ὅτι τὴν Λιβύην τρίτην εἶπε ῥίζαν τῆς γῆς διὰ τὸ μερίζειν τινὰς ὅλην τὴν οἰκουμένην εἰς Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην. εἰς ἔπαινον τοῦτο εἴληφε· τουτέστιν, ὅτι ἡ Λιβύη τρίτον ἐστὶ τῆς οἰκουμένης καθ’ αὑτὴν, καὶ οὐ τῇ Ἀσίᾳ συνταττομένη. |
| P 9 16a [5] | ὑπέδεκτο δ ’ ἀργυρόπε ζ ’ Ἀφροδίτ α : ζητεῖται, διατί καὶ ἐνταῦθα ἡ Ἀφροδίτη εὑρίσκεται συμπροπέμπουσα τὸν Ἀπόλλωνα καὶ ἐφαπτομένη τοῦ δίφρου. καὶ ἤτοι ὅτι μετέρχεται τὰ γαμήλια ἔργα ἡ θεός, ἢ ὅτι, ὡς αὐτός φησι (P. V 31), κῆπος Ἀφροδίτης ἡ Λιβύη. καὶ ἴσως διὰ τὸ ἐπέραστον τῶν χωρίων· οὐκ ἔχομεν γὰρ ἐξ ἱστορίας δεῖξαι, ὅτι ἱερὰ ἦν ἡ Λιβύη τῇ θεῷ. ὁ δὲ νοῦς· ὑπεδέξατο δὲ ἡ λευκόπηχυς Ἀφροδίτη τὸν Δήλιον ξένον, τουτέστι τὸν Ἀπόλλωνα, κούφως καὶ ἠρεμαίως τῶν θείων ὀχημάτων τῇ χειρὶ αὐτῆς ἁπτομένη. |
| P 9 16c | ἄλλως· τὴν Ἀφροδίτην φησὶ προσῆφθαι τοῦ ὀχήματος διὰ τὸ προεστάναι τὴν θεὸν τῶν γάμων· ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο (Ε 429). ξένον δὲ ἔφη τῇ Κυρήνῃ τὸν Ἀπόλλωνα διὰ τὸ νῦν πρῶτον ἐπιδημῆσαι. |
| P 9 16d | διὰ τιμῆς δὲ ἄγουσι τὸν θεόν. καί σφιν ἐπὶ γλυκεραῖ ς : καὶ δὴ αὐτῶν ταῖς γλυκεραῖς κοίταις ἐπέραστον ἔβαλεν αἰδῶ, κοινὸν ἁρμόζουσα τὸν μιχθέντα γάμον τῷ θεῷ καὶ τῇ τοῦ Ὑψέως κόρῃ Κυρήνῃ. |
| P 9 25a | τουτάκι ς : τότε. ὅστις ὁ Ὑψεὺς τῶν ἀνδρειοτάτων Λαπιθῶν βασιλεὺς ἐτύγχανεν ἐξ Ὠκεανοῦ δεύτερος κατάγων τὸ γένος. |
| P 9 25b | ἐξ Ὠκεανοῦ γὰρ Πηνειὸς ὁ ποταμὸς, ἀφ’ οὗ ἐγένετο ὁ Ὑψεύς. ὅν ποτε Πίνδο υ : τῷ Θετταλικῷ ὄρει· Πίνδος γὰρ ὄρος Περραιβίας, ἡ δὲ Περραιβία τετράπολις τῆς Θεσσαλίας. |
| P 9 27b | τὸ δὲ ναῒς εὐφρανθεῖσ α , ἀντὶ τοῦ παννυχίσασα διὰ τὴν εὐφροσύνην. Ναΐδος δὲ καὶ Πηνειοῦ τὸν Ὑψέα Φερεκύδης (FHG I p. 72), Ἀκέσανδρος δὲ (ibid. IV p. 285) Φιλύρας τῆς Ἀσωποῦ καὶ Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα. ὁ δὲ νοῦς· ὅντινα τὸν Ὑψέα ποτὲ ἐν ταῖς ἐξοχαῖς τῆς Πίνδου ἡ Ναῒς εὐφρανθεῖσα τῇ τοῦ Πηνειοῦ μίξει ἐγέννησε Κρέουσα Γῆς οὖσα θυγάτηρ. |
| P 9 31 | ὁ δὲ τὰν εὐώλενο ν : ὁ δὲ Ὑψεὺς τὴν λευκόπηχυν Κυρήνην ἀνέθρεψεν. ἔσχε δὲ ταύτην ἐκ Χλιδανώπης· οὐ μόνον δὲ Κυρήνην ἔσχεν, ἀλλὰ καὶ Ἀλκαίαν. παλιμβάμου ς : παλιμπορεύτους. |
| P 9 33a | αἱ γὰρ ὀρθαὶ ὑφαίνουσαι προπορεύονται καὶ πάλιν τὸν αὐτὸν πορεύονται τόπον καὶ ὑποστρέφουσιν. ὡς καὶ Ὅμηρος (Α 31)· ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν. 35 a B ὁ δὲ νοῦς· αὕτη μὲν οὖν ἡ Κυρήνη οὔτε τὰς παλιμπορεύτους ἐφίλησε τῶν ἱστῶν ὁδοὺς οὔτε τῶν δείπνων ταῖς τέρψεσιν ἢ τῶν ἑταιρῶν τῶν οἴκου δεσποζουσῶν, ἀπὸ κοινοῦ οὐχ εἵλετο, τὰς τέρψεις. |
| P 9 33b | 37B δείπνων οἰκουριᾶ ν : οἰκοδεσποινῶν, οἱονεὶ τῶν ἤδη γεγαμημένων καὶ ἀρχουσῶν οἰκιῶν. |
| P 9 35a | 35 b B γράφεται δὲ καὶ δεῖπνον οἰκουριῶν. |
| P 9 37 [5] | ἀλ λ ’ ἀκόντεσσί τε χαλκέοι ς : ἀλλὰ χαλκοῖς δόρασι καὶ ξίφει μαχομένη ἐπόρθει καὶ ἀνῄρει τοὺς ἀγρίους θῆρας, πολλὴν ἡσυχίαν καὶ εἰρήνην ταῖς πατρῴαις παρέχουσα βουσίν· ἀναιρουμένων γὰρ τῶν ἀγρίων θηρῶν εὐμαρῶς καὶ ἀδεῶς τὰ ἥμερα τῶν ζῴων νέμεται. τὸν δὲ σύγκοιτο ν : καὶ τὸν ἑωθινὸν δὲ ὀλίγον ἐπερχόμενον τοῖς βλεφάροις ἡδὺν ὕπνον ἀφανίζουσα καὶ ἀναλίσκουσα· ἔξωθεν τὸ ἐθήρα. |
| P 9 42 | 44 b B παῦρον ἐπὶ βλεφάροι ς : οἷον εἶχε περὶ θήραν ἐμμανῶς, ὡς καὶ πρὶν ἡμέρας θηρᾶν καὶ μὴ κοιμᾶσθαι τὸν ἑωθινὸν ὕπνον. |
| P 9 43b | οἱ δὲ προστιθέντες ὅτι δι’ ὅλης νυκτὸς καὶ μέχρι τοῦ ἑωθινοῦ ἐθήρα, ἄτοποι. οὐ γὰρ οἷόν τε νυκτὸς σκότους ὄντος θηρᾶν, ἀλλ’ εἰ ἄρα, περὶ τὸν ὄρθρον. 45B ἄλλως· παῦρον ἐπὶ βλεφάροι ς : ὡς τὰς νύκτας ὅλας περὶ τὰ κυνηγέσια γινομένης αὐτῆς, πρὸς ὄρθρον δὲ κοιταζομένης αὐτῆς. |
| P 9 43c | οὗτος γάρ ἐστιν ὁ πρὸς τὴν ἕω ῥέπων ὕπνος. 43 b B ῥέποντ α : ἀντὶ τοῦ ἐπερχόμενον. |
| P 9 44b | ἄλλως· ὕπνον ἀναλίσκουσ α : ἔξωθεν προσυπακουστέον τὸ ἐθήρα. ὁ δὲ λόγος· οὕτως ἐμμανῶς εἶχε περὶ θήραν ὡς καὶ πρὸ ἡμέρας θηρᾶν καὶ μὴ κοιμᾶσθαι τὸν ἑωθινὸν ὕπνον. |
| P 9 44c | 43 c B κίχε νι ν : κατέλαβε δὲ ἐν τῷ Πηλίῳ τότε τὴν Κυρήνην ὁ Ἀπόλλων τῷ ἰσχυρῷ ἄνευ δόρατος μόνην διαμαχομένην λέοντι. |
| P 9 45 [5] | καὶ Καλλίμαχος (in Apoll. 91)· ἔνθα λέοντα Ὑψηῒς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο. σεμνὸν ἄντρο ν , Φιλυρίδ α : τὸ σεμνόν σου σπήλαιον, Κένταυρε, καταλιπὼν ἐλθὲ καὶ θαύμασον τὴν ψυχὴν τῆς γυναικὸς, ὁποῖον νεῖκος ἀντὶ τοῦ ὁποίαν νίκην ἐπάγει τῇ ἑαυτῆς κεφαλῇ ἡ νεᾶνις τοῦ καμάτου ὑπερτέραν ἔχουσα τὴν ἑαυτῆς ψυχὴν, οἱονεὶ οὐ κάμνουσα πρὸς τὸ καταπαλαῖσαι τὸν λέοντα· ἀλλ’ οὐδὲ φόβῳ ἐχειμάσθησαν αὐτῆς αἱ φρένες. |
| P 9 50b | αὐτὴ ἀταρβὴς οὖσα, τὴν ψυχὴν ὕπερθεν ἔχουσα τοῦ μόχθου, τουτέστιν οὐ νικωμένη τῷ μόχθῳ, οἵαν φιλοτιμίαν ἐπάγει τῇ ἑαυτῆς κεφαλῇ. τίς νιν ἀνθρώπων τέκ ε : τίς δὴ αὐτὴν ἀνθρώπων ἐγέννησεν; ἀπὸ ποίας δὲ φύσεως καὶ γέννης ἀποσπασθεῖσα [καὶ γεννηθεῖσα] τῶν συμφύτων ὀρῶν τοὺς κευθμῶνας ἔχει, ἀντὶ τοῦ θηρᾷ. |
| P 9 58 [5] | ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κλάδων τῶν ἀποσπωμένων τῶν φυτῶν. γεύεται δ ’ ἀλκᾶ ς : γεύεται δὲ καὶ ἐφάπτεται ἀπείρου καὶ πολλῆς ἀνδρείας, οἷον ἰσχυρά ἐστιν. |
| P 9 61a [5] | Ὅμηρος (Υ 258)· γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν, ἀντὶ τοῦ πολεμήσωμεν. [ἢ οὕτω·] πέρας οὐκ ἐχούσης διὰ τὸ μέγεθος. |
| P 9 61c | τὸ δὲ ἑξῆς· ἆρα ὅσιόν ἐστι τὴν χεῖρα προσενεγκεῖν καὶ δρέψαι τὴν παρθενίαν αὐτῆς; ὁ γὰρ λόγος ἐρωτηματικὸς παρ’ Ἀπόλλωνος ἐν ἤθει λεγόμενος. ὅσιόν ἐστι τὴν ἔνδοξον χεῖρα αὐτῇ ἐπενεγκεῖν ἆρα, καὶ ἐκ τῶν κοιτῶν ἡδεῖαν βοτάνην ἀποκεῖραι; ἀντὶ τοῦ διαπαρθενεῦσαι αὐτήν. |
| P 9 61d | 64B κεῖραι μελιαδέα ποία ν : τὸ σημεῖον, ὅτι μεταφορικῶς εἴρηκε τὴν ἀκμήν. |
| P 9 64a | 64 c B ἄλλως· καὶ γεννῆσαι ἐξ αὐτῆς παῖδα. |
| P 9 64b | τοῦτο γάρ ἐστι τὸ κεῖραι μελιηδέα ποίαν. 64 a B ἢ τὴν παρθενίαν. |
| P 9 65 [5] | Κένταυρος ζαμενή ς : ζαμενὴς νῦν ὁ συνετός. τινὲς δὲ ὁ ἰσχυρός. τὸν δὲ Ἀπόλλωνα εὐθέως ὁ συνετὸς Κένταυρος τῇ ἀγανῇ αὐτοῦ ὀφρύϊ προσηνὲς καὶ ἡδὺ γελάσας ἀνταπεκρίνατο. χλαρὸν γελάσα ς : ἤτοι πολὺ, κεχαλασμένον· χλιδὸν γὰρ λέγουσι τὸ πλῆθος· ἢ προσηνὲς καὶ ἡδὺ, παρὰ τὸ χλιαρόν· τὰ μὲν γὰρ ἀπηνῆ τοῖς ψυχροῖς παραβάλλουσι, τὰ δὲ προσηνῆ καὶ τερπνὰ τοῖς θερμοῖς διὰ τὴν γινομένην διάχυσιν. |
| P 9 66a | οὕτως οὖν ἐπιπολὺ γελάσας· οὐ γὰρ ὡς οἱ σκυθρωπάζοντες συνηγμένας εἶχε τὰς ὀφρῦς. ἢ οὕτω· χλαρὸν ἀντὶ τοῦ χλιαρὸν καὶ ἡδὺ κατὰ συναίρεσιν. |
| P 9 67 | μῆτιν ἑά ν : κατὰ τὴν ἑαυτοῦ διάνοιαν, οἱονεὶ ὑπομειδιάσας, ἵνα μὴ δῶμεν αὐτὸν πολὺ καὶ ἄκαιρον γελάσαντα. κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦ ς : ἕκαστος, φησὶ, κρύπτει τοὺς λόγους τοὺς περὶ συνουσίας. |
| P 9 68a | ἔοικε παρεγχειρεῖν ὁ Χείρων τὸν Ἀπόλλωνα, ἐπεὶ προεῖπεν ἐκεῖνος· ὅσια κλυτὰν χεῖρά οἱ προσενεγκεῖν; ἢ οὕτως ἀποδοτέον· σὺ Ἄπολλον ἐρωτᾷς με, εἰ ὅσια κλυτὰν χεῖρά οἱ προσενεγκεῖν, ὁ πᾶν τὸ ἐσόμενον εἰδώς· μάντις γὰρ εἶ. |
| P 9 68b [5] | ἀλλ’ ἐπεὶ αἰσχυνόμεθα περὶ τούτων λέγειν καὶ κρυπτῶς ταῦτα ἐνεργεῖBDEGQ ται, καὶ σὺ αἰδούμενός με ἐρωτᾷς· ἐπίστασαι γὰρ μάντις ὤν. ἄλλως· τῆς περὶ τὰς γυναῖκας πειθοῦς, φησὶν, ὦ Ἄπολλον, κρυπταί εἰσι τῶν ἱερῶν συνουσιῶν αἱ κλεῖς· ἐν θεοῖς [γὰρ] καὶ ἀνθρώποις ὁμοίως ἐστὶ τοῦτο· ἀπερυθριῶν γὰρ ἡμῶν ἕκαστος αἰσχύνεται ἐκ τοῦ φανεροῦ περὶ ἀφροδισίων διαλέγεσθαι. |
| P 9 73a | αἰδέον τ ’ ἀμφαδό ν : αἰσχύνονται γὰρ οἵ τε ἄνδρες καὶ οἱ θεοὶ τὸ πρῶτον ἐκ τοῦ φανεροῦ τῆς ἡδείας κοίτης τυχεῖν. ἢ οὕτως· αἰδοῦνται, ὦ Ἄπολλον, [οἵ τε ἄνδρες καὶ οἱ θεοὶ] φανερῶς τὸν ἔρωτα λέγειν. |
| P 9 75a | καὶ γὰρ σ έ : καὶ γὰρ σὲ, ὃν οὐδὲ θεμιτὸν οὐδὲ δυνατὸν ψεύσασθαι, παρέτρεψεν ὁ προσηνής σου τρόπος ἐρωτᾶν με περὶ Κυρήνης τοῦ γένους καὶ τῆς μίξεως, καίπερ εἰδότα ἀκριβῶς πάντα. ἡ αἰδὼς ἐποίησέ σε τὸν μάντιν πυνθάνεσθαι, ὃν οὐδεμία διαφεύγει ἀλήθεια, πάντα δὲ τὰ μέλλοντα προγινώσκεις. |
| P 9 77 [5] | κούρας δ ’ ὁπόθεν γενεὰν ἐξερωτᾷς ὦ ἄν α : ὁ λόγος ἠθικός· ἐμὲ ἐρωτᾷς, ὦ δέσποτα Ἄπολλον, πόθεν τῆς κόρης ἡ γενεὰ καὶ τίνες οἱ γονεῖς; ὅστις πάντων τῶν ὑπὸ τὸν βίον οἶδας τὸ τέλος καὶ πάσας τὰς ὁδοὺς καὶ ὅσα ἐν τῷ ἔαρι φύλλα ἀναφύει. χ ὥ , τι πόθεν ἔσσετα ι : καὶ πόθεν νῦν τὴν ἀρχὴν μέλλει λαμβάνειν, καλῶς καὶ ἀπταίστως καθορᾷς. |
| P 9 86 | ἀπὸ κοινοῦ, ὃς ταχὺ πάντα οἶδας καὶ δύνασαι, ἐμὲ περὶ τῶν τῆς κόρης γονέων ἐρωτᾷς; εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξα ι : εἰ δὲ χρὴ καὶ σοφῷ σοι ὄντι ἐξισωθῆναι, ἐρῶ. |
| P 9 88b | ἄλλως· εἰ δὲ ἐξισωθῆναί σοι δεῖ καὶ μαντεύσασθαι, ὡς σὺ μαντεύῃ, [ἐρῶ]. ἵκεο βᾶσσα ν : παραγενοῦ ταύτῃ πόσις, ταύτην τὴν βῆσσαν καὶ τὸ σπήλαιον, ἔξωθεν τὸ καταλιπών. |
| P 9 90a | καὶ μέλλεις ὑπὲρ πόντο υ : μέλλεις γὰρ αὐτὴν διὰ τοῦ πόντου εἰς τὸν τοῦ Διὸς ἔξοχον κῆπον ἐνεγκεῖν. φησὶ δὲ τὴν Λιβύην. Διὸς ποτὶ κᾶπο ν : τὴν Λιβύην Διὸς κῆπον λέγει διὰ τὸ πλησιάζειν τῇ Αἰγύπτῳ, ἣν Διὸς τέμενος οἱ ποιηταί φασιν (P. |
| P 9 90b | IV 56). ἢ διὰ τὸ τὸν Ἄμμωνα Δία νομίζεσθαι. |
| P 9 90c | Ἄμμων Ὀλύμπου δέσποτα (fr. 36)· καὶ πάλιν (P. IV 66)· Διὸς ἐν Ἄμμωνος θεμέθλοις. Ἄμμωνος δὲ ἡ Λιβύη. ἄλλως· πῶς Διὸς κῆπος ἡ Λιβύη; ὅτι δοκεῖ ὁ Ζεὺς ἐν Λιβύῃ Ἄμμων τιμᾶσθαι· ὥς φησι Φαῖστος ὁ τὰ Λακεδαιμονικὰ συνταξάμενος (FHG IV p. |
| P 9 90d | 472)· Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι. ἔνθα νιν ἀρχέπτολι ν : αὐτήν. |
| P 9 92a | ἡ γὰρ πόλις ἀπ’ αὐτῆς Κυρήνη κληθήσεται. ἔνθα αὐτὴν, ἐπὶ τὸ ὑψηλὸν μέρος τῆς Λιβύης, δέσποιναν ἀποδείξεις, τὸν ἐκ Θήρας ὄχλον ἀναστήσας καὶ συναθροίσας. |
| P 9 92b | 95E ὄχθον ἐς ἀμφίπεδο ν : ἀμφίπεδον εἶπεν ὄχθον τὴν Κυρήνην διὰ τὸ αὐτὴν μὲν ἐπ’ ὄχθου ἱδρύσθαι, περὶ αὐτὴν δὲ πεδιάδα εἶναι. |
| P 9 94b | ἀμφίπεδον δὲ, ἑκατέρωθεν πεδία ἔχοντα. 99E ἢ τὸν πανταχόθεν ὁδευόμενον τοῖς πεδίοις. |
| P 9 95 [5] | νῦν δ ’ εὐρυλείμω ν : ὁ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος αὐτὴν ἡ πλατεῖς ἔχουσα λειμῶνας Λιβύη ὑποδέξεται τὴν ἔνδοξον νύμφην ἐν τοῖς τιμίοις αὐτῆς οἴκοις μετὰ προθυμίας, ἔνθα αὐτῇ τὴν μερίδα τῆς γῆς εὐθέως κατασκευάζειν καὶ οἰκονομεῖν ἐννόμως καὶ δικαίως παράσχοι, οὔτε πολυκάρπων φυτῶν ἄμοιρον, οὔτε ἀνεπίγνωστον θηρίων, τουτέστι πολύθηρον. 94E ἵνα οἱ χθονὸς αἶσα ν : ὅπου τῆς ἰδίας γῆς μέρος δωρήσεται ἡ Λιβύη τῇ Κυρήνῃ οὔτε φυτῶν ἀπεστερημένον οὔτε ἔξω κυνηγεσίων, ὥστε συντελεῖν ἐννόμως αὐτῇ, ὥστε συνάπτεσθαι καὶ συμβάλλεσθαι πρὸς τὴν κατασκευήν. |
| P 9 100a | συντελέθει ν : συντελεῖν, κατασκευάζειν, ἢ οἰκονομεῖν. ἄλλως· συντελοῦσαν αὐτῇ ἐν ταῖς νομαῖς καὶ νεμήσεσι, συναύξουσαν αὐτῇ καὶ τὰς φυτείας καὶ τὰ κυνηγέσια. |
| P 9 100b | ἔνθηρος γὰρ ἡ Λιβύη. φυτῶν νήποινο ν : κυρίως μὲν τὸν ἀνεκδίκητον, νῦν δὲ τὸν ἄμοιρον καὶ ἄπειρον. |
| P 9 104 [5] | τόθι παῖδα τέξετα ι : ὁ νοῦς· ἐν τῇ Λιβύῃ ἡ Κυρήνη τέξεται παῖδα [λέγει δὲ] τὸν Ἀρισταῖον, ὅντινα ὁ ἔνδοξος Ἑρμῆς ἀνελὼν καὶ λαβὼν παρὰ τῆς μητρὸς οἴσει καὶ δώσει τρέφειν Ὥραις, καὶ Γῇ δώσει ὡς προμάμμῃ τῆς 〈μητρὸς τοῦ〉 παιδός. ἡ γὰρ Κρέουσα ἡ Ναϊὰς Γῆς παῖς οὖσα ἔτεκε τὸν Ὑψέα τὸν πατέρα τῆς Κυρήνης. Ὥραισι καὶ Γαί ᾳ : καλῶς τῇ Γῇ δίδωσιν, ἐπεὶ καὶ ἐκ Γῆς δίδωσι καταφέρειν τὸ γένος· Γῆς γὰρ Κρέουσα, ἧς Ὑψεὺς, οὗ Κυρήνη, ἧς Ἀρισταῖος. |
| P 9 107 [5] | ταὶ δ ’ ἐπιγουνίδιο ν : αἱ δὲ Ὧραι καὶ ἡ Γῆ ἐπὶ τοῖς ἑαυτῶν γόνασι θεῖσαι τὸν Ἀρισταῖον καὶ θαυμάσασαι τὸ βρέφος ἐνστάξουσι τοῖς χείλεσι νέκταρ καὶ ἀμβροσίαν, καὶ ποιήσουσιν αὐτὸν ἀθάνατον ὥσπερ Ζῆνα καὶ Ἀπόλλωνα· ἵνα τὸ ὥσπερ ἔξωθεν ὑπακούσωμεν. 113 a B θησάμεναι βρέφος αὐταῖ ς : δι’ ἑαυτῶν. |
| P 9 108b | ἢ οὕτως· τοῖς ὄμμασιν. ἁγνὸν Ἀπόλλων α : τὸν Ἀρισταῖόν τινες Ἀπόλλωνα, τινὲς δὲ καὶ Ἀγρέα. |
| P 9 112 | ἔστι δὲ τοῦ μέλιτος εὑρετὴς, ὃ δὴ τῆς ἀθανασίας δέκατον μέρος ᾠήθησαν εἶναι. 115 b B BDEGQ χάρμα φίλοι ς : θρέψουσι δὲ αὐτὸν τοῖς ἀνθρώποις χαρὰν καὶ ὄφελος, ἀκόλουθον ὄντα τῶν προβάτων. |
| P 9 113a | πρὸ γὰρ τοῦ γενέσθαι Ἀρισταῖον τὰ πρόβατα ὀπάονας οὐκ εἶχεν. ἄλλως· ἀκίνητον τῶν προβάτων ἀκόλουθον αὐτὸν θήσονται, τοῖς δὲ αὐτὸν Ἀρισταῖον καλεῖν, καὶ ἀπὸ κοινοῦ τὸ θήσονται. |
| P 9 115a | Ἀγρέα καὶ Νόμιο ν : ἰστέον ὅτι τὸν Ἀρισταῖον διὰ τὸ τὴν κτηνοτροφίαν καὶ κυνηγεσίαν εὑρηκέναι Ἀγρέα καὶ Νόμιον, Δία καὶ Ἀπόλλωνα προσηγόρευον. 112B φαίνεται δὲ, ὅτι καὶ τὴν ἐλαιουργίαν καὶ μελιτουργίαν πρῶτος ἐπινενόηκεν Ἀρισταῖος. |
| P 9 117a | ὣς ἄ ρ ’ εἰπὼν ἔντυε ν : οὕτως εἰπὼν ὁ Χείρων παρεσκεύαζε τὸν Ἀπόλλωνα τελειοῦν τὸ τῶν γάμων τέλος. ἄλλως· ἕτοιμον αὐτοῖς τόπον ἐποίει, ἵνα οὕτως ὁ γάμος κρανθῇ. |
| P 9 117c | ἢ ὁμιλήσας, ὅτι πολυομίλης γενηθήσεται ὁ Ἀρισταῖος καὶ ἀθάνατος παῖς, παρεσκεύασεν αὐτῷ τὸν γάμον. τουτέστιν, εἰ καὶ ἀνεβάλλετο τὸν γάμον ὁ Ἀπόλλων, ἀλλὰ τοῖς λόγοις προετράπη ταχέως μιχθῆναι. |
| P 9 117e | ὡς ἄρα εἰπώ ν : ἀντὶ τοῦ, εἰπόντος τοῦ Χείρωνος ηὐτρεπίζετο αὐτοῖς τὰ πρὸς τὸν γάμον. ὠκεῖα δ ’ ἐπειγομένω ν : σπευδόντων δὲ τῶν θεῶν ταχεῖα καὶ ἡ πρᾶξις καὶ ἡ κατόρθωσις γίνεται. |
| P 9 119b | αἱ δὲ ὁδοὶ τῶν θεῶν βραχεῖαι καὶ μικραί εἰσι διὰ τὸ ταχὺ καὶ ἀκοπίαστον αὐτῶν. ἄλλως· γλαφυρῶς ἀπέπαυσε τὸν νοῦν ἀπὸ τῆς μίξεως, εἰπὼν ὅτι οἱ θεοὶ πάντα ἀνύουσι καὶ ὁδοὺς ἔχουσι βραχείας, ὧν ἂν θέλωσι πρᾶξαι. |
| P 9 119c | 121 c B κεῖνο κεῖ ν ’ ἆμα ρ : ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκεῖνο τὸ πρᾶγμα διετέλεσεν, ἐν ᾗ ὡμίλησεν αὐτῷ ὁ Χείρων, καὶ ἐτελειώθη τὰ περὶ τὸν γάμον. |
| P 9 121b | ἢ οὕτως· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἁρπάσας τὴν Κυρήνην ἐκόμισεν εἰς Λιβύην. 123B ἄλλως· κεῖν ο : εὐθὺς ἤγαγεν αὐτὴν εἰς Λιβύην καὶ συνῆλθεν αὐτῇ. |
| P 9 121c | 121 a B ἐν πολυχρύσῳ Λιβύα ς : ἐν δὲ τῷ πολυχρύσῳ θαλάμῳ τῆς Λιβύης ἐμίγη αὐτῇ ὁ Ἀπόλλων, ἔνθα τὴν καλλίστην πόλιν καὶ ἔνδοξον κατὰ τοὺς ἀγῶνας περιέπει ὁ Ἀπόλλων τὴν ὁμώνυμον τῇ νύμφῃ Κυρήνην. |
| P 9 123b | 〈 Λιβύα ς : 〉 ἡ ἡρωίς. καὶ νῦν ἐν Πυθῶνί νι ν : καὶ νῦν δὲ ἐν τῇ θείᾳ Πυθῶνι νικήσας ὁ Τελεσικράτης ἐπιφανῆ ἐποίησε τὴν Κυρήνην. |
| P 9 126b | ὁ δὲ Τελεσικράτης Καρνειάδου παῖς ἦν. ἅ νιν εὔφρων δέξετα ι : ἥτις αὐτὸν ἡ Κυρήνην εὐμενὴς δέξεται ἡ καλὰς ἔχουσα γυναῖκας, πατρίδι δόξαν ἐπέραστον ἄγοντα αὐτὸν ἀπὸ Δελφῶν. |
| P 9 133a | ἀρεταὶ δ ’ αἰε ί : αἱ δὲ μεγάλαι ἀρεταὶ ἀεὶ καὶ πολύμυθοί εἰσι, ἀντὶ τοῦ πολλῶν λόγων δέονται πρὸς τὰ ἐγκώμια. ἢ οὕτω· περὶ τῶν μεγάλων ἀρετῶν πολλὰ ἔνεστιν εἰπεῖν. |
| P 9 134a | βαιὰ δ ’ ἐν μακροῖσι ν : ἐάν τις, φησὶ, μακρὰ ἐκλάβῃ πράγματα καὶ βαιὰ ποιήσῃ αὐτὰ τῷ λόγῳ, ἀκοὰ σοφοῖς ἐστι, τουτέστι σοφοῦ ἀκροατοῦ δεῖται, ἵνα συνῇ τὰ πολλὰ ἐπιτετμημένα. ἢ οὕτως· ἐν μεγάλοις δὲ κατορθώμασιν ὀλίγα συντιθέναι καὶ λέγειν, τοῖς σοφοῖς ἡ τοιαύτη ἀκοὴ καὶ ποίησις ᾠκείωται. |
| P 9 135 [5] | ὁ δὲ καιρὸς ὁμοίω ς : παντὸς δὲ πράγματος τὸ τέλος καὶ κορυφὴν ὁμοίως ἡ εὐκαιρία ἔχει, ἀντὶ τοῦ δεῖ κατὰ καιρὸν καὶ μεγάλα καὶ μικρὰ λέγειν. ἔγνων ποτὲ καὶ Ἰόλαο ν : ὁ γὰρ Ἰόλαος τεθνηκὼς ἐπειδὴ ἔμαθεν Εὐρυσθέα ἐξαιτούμενον παρ’ Ἀθηναίων τοὺς Ἡρακλείδας καὶ ἐπαπειλοῦντα πόλεμον, εἰ μὴ δώσουσιν, εὔξατο ἀναβιῶναι, καὶ ἀναβιώσας ἀπέκτεινε τὸν Εὐρυσθέα καὶ πάλιν τέθνηκεν. |
| P 9 137a | οἱ δὲ πρὸς τὸ πιθανώτερον ἕλκουσι τὴν ἱστορίαν, ὅτι γέρων ὢν ηὔξατο ἀνηβῆσαι, καὶ τελέσας τὸν ἆθλον εὐθέως ἐτελεύτα. ὁ δὲ νοῦς· ἐγνώρισαν δέ ποτε καὶ αἱ ἑπτάπυλοι Θῆβαι τὸν Ἰόλαον οὐκ ἀτιμάσαντα τὴν τῶν πραγμάτων εὐκαιρίαν, οἱονεὶ καταχρησάμενον τῇ εὐκαιρίᾳ. |
| P 9 137c [5] | ἢ οὕτως· ἔκρυψεν ἡ Θήβη αὐτὸν, ἐπεὶ τὸν Εὐρυσθέα ἀπεκεφάλισεν, ἐν τῷ τοῦ Ἀμφιτρύωνος σήματι, ὅπου αὐτοῦ ὁ προπάτωρ ἦν κείμενος. ὅτι δὲ εὐξάμενος ὁ Ἰόλαος ἀνενεώθη καὶ ἀπέκτεινεν Εὐρυσθέα, δῆλον· ηὔξατο δὲ τῷ Διῒ ἐπὶ μίαν ὥραν ἡβῆσαι, ὅτε διὰ τοὺς Ἡρακλείδας ἐν τῇ Ἀττικῇ καταφυγόντας Εὐρυσθεὺς Ἀθηναίοις πόλεμον συνεκρότησεν. οὐκ ἀτιμάσαντά νι ν : αὐτόν. |
| P 9 138 | τίνα; τὸν καιρόν. εἰς γὰρ δέον καὶ ἐν καιρῷ τοῖς πράγμασι κατεχρήσατο συνταχθεὶς τοῖς περὶ τὸν Ὕλλον καὶ τὴν κεφαλὴν τοῦ Εὐρυσθέως ἀποκόψας. τὸν Εὐρυσθέως ἐπε ί : ὅντινα τὸν Ἰόλαον, ἐπειδὴ τῇ τοῦ ξίφους ἀκμῇ τὴν τοῦ Εὐρυσθέως κεφαλὴν ἀπέτεμεν, ὑποκάτω τῆς γῆς ἔκρυψαν παρὰ τῷ τάφῳ τοῦ ἱππικωτάτου Ἀμφιτρύωνος. |
| P 9 139 | 145 b D ἔνθα ο ἱ : ἔνθα ὁ τοῦ πατρὸς αὐτοῦ πατὴρ Ἀμφιτρύων ὁ τῶν Θηβαίων φίλος καὶ ξένος μετοικήσας ἔκειτο εἰς τὰς Θήβας. |
| P 9 145a | 148D ἐν τῇ ἀμαξιτῷ πλησίον τοῦ τάφου Ἀμφιτρύωνος ἔθαψαν Εὐρυσθέα, ἵνα ἀεὶ πατῆται. |
| P 9 145c | λευκίπποις δὲ εἶπε διὰ Ζῆθον καὶ Ἀμφίονα. 145 a D τέκε οἷ καὶ Ζην ί : τῷ Ἀμφιτρύωνι ἡ Ἀλκμήνη. |
| P 9 148b | ὁ νοῦς· ἐγέννησε δὲ τῷ Ἀμφιτρύωνι καὶ τῷ Διῒ μιγεῖσα ἡ Ἀλκμήνη ἐν μιᾷ ὠδῖνι διδύμων υἱῶν πολεμικωτάτην δύναμιν. ἐν μόναις ὠδῖσι ν : ἐν ἑνὶ τόκῳ καὶ μιᾷ ὠδῖνι. |
| P 9 149 [5] | ἐν μιᾷ γὰρ λέγεται νυκτὶ καὶ τῇ αὐτῇ συνευνασθέντων Διὸς καὶ Ἀμφιτρύωνος [τῇ Ἀλκμήνῃ] γενέσθαι τοῦ μὲν Ἡρακλέα, τοῦ δὲ Ἰφικλέα. κωφὸς ἀνή ρ : κωφός ἐστι καὶ ἀπαίδευτος ἐκεῖνος ὁ ἀνὴρ, ὅστις τῷ Ἡρακλεῖ τὸ ἑαυτοῦ μὴ περιβάλλει στόμα, ἀντὶ τοῦ ὅστις μὴ ἐγκωμιάζει τὸν Ἡρακλέα, καὶ ὅστις μηδὲ τῶν τῆς Δίρκης ὑδάτων αἰσθάνεται καὶ ἔχει μνήμην, ἀπὸ κοινοῦ κωφός ἐστιν. |
| P 9 151 | ὁ γὰρ μὴ ἀκούσας οὐδὲ εἰπεῖν δύναται. τοῖσι τέλειον ἐ π ’ εὐχ ᾷ : πεπονθώς τι ἐξ αὐτῶν τέλειον ἀγαθὸν διὰ τοῦ κώμου ὑμνήσω. |
| P 9 156a [5] | τί δ’ ἂν εἴη πεπονθώς; δηλαδὴ καὶ τὰ Ἰολάεια ἐνίκησεν ὁ νικηφόρος. τὸ δὲ ὑπέρβατον· τοῖσι κωμάσομαι τέλειόν τι παθὼν ἐπ’ εὐχᾷ [ἐσλόν]. ἄλλως· τοῖσι τέλειον ἐ π ’ εὐχ ᾷ · ὁ λόγος παρὰ τοῦ ὑμνουμένου πρὸς τὸν Ἡρακλέα καὶ Ἰφικλέα· τετυχηκὼς τῆς νίκης τῶν Ἡρακλείων κἀγὼ ἀντικωμάσω αὐτοὺς, φησὶ, καὶ ὑμνήσω. |
| P 9 158 | Χαρίτων κελαδεννᾶν μή με λίποι καθαρὸν φέγγο ς : τῶν ἐνδόξων Χαρίτων τὸ ἀνθηρὸν φέγγος καὶ ἡ παρρησία μή με λίποι, ἀντὶ τοῦ γένοιτό μοι χαρίεντα γράφειν. Αἰγίνᾳ τε γά ρ : διορίζομαι γὰρ τὸν νικηφόρον ἔν τε Αἰγίνῃ καὶ τρίτον ἐν Μεγάροις νικήσαντα ταύτην τὴν πόλιν εὐκλεᾶ καταστῆσαι, ἔργῳ τὴν σιγηλὴν καὶ ἀπαρρησίαστον ἀμηχανίαν καὶ αἰσχύνην ἐκφυγών. |
| P 9 160 [5] | οἱ γὰρ νικηθέντες ἀμηχανοῦντες καὶ αἰσχυνόμενοι σιωπῇ περιπατοῦσι, μὴ ἔχοντες παρρησίαν μετά τινος διαλεχθῆναι. φαμὶ Νίσου τ ’ ἐν λόφ ῳ : ἐν Μεγάροις· ὡς εἶναι τέσσαρας τὰς πάσας νίκας, μίαν μὲν ἐν Αἰγίνῃ, τρεῖς δὲ ἐν Μεγάροις. |
| P 9 161 | ὁ δὲ λόγος ἀπὸ τοῦ νικηφόρου. σιγαλὸν ἀμηχανία ν : τῷ ἔργῳ τὴν μὲν σιγωμένην ἀμηχανίαν φυγὼν, εὔκλειαν δὲ κατακτησάμενος. |
| P 9 163 [5] | ἀμήχανον δὲ τὴν σιγὴν εἶπεν, ὅτι κατηφεῖς εἰσιν οἱ νικηθέντες. καὶ ἑτέρωθί πού (fr. 229) φησι· νικώμενοι δὲ ἀγρυξίᾳ δέδενται. οὕνεκεν εἰ φίλος ἀστῶ ν : διὸ εἴτε τις αὐτῷ τῷ νικηφόρῳ φίλος τῶν πολιτῶν εἴτε ἐναντίος καὶ ἐχθρός ἐστι, τὸ ἐν τῷ κοινῷ πονηθὲν ἀγαθὸν ἀνυμνείτω, αὐτὸν μὴ καταβλάπτων τὸν λόγον τοῦ Νηρέως. |
| P 9 164 [5] | ἐκεῖνος γὰρ, ὁ Νηρεὺς, ἔφη δεῖν τὸν καλῶς πράττοντα καὶ μετὰ δικαιοσύνης πάντα τρόπον καὶ παρὰ τῶν ἐχθρῶν ἀνυμνεῖσθαι. εἴ τις ἀντάει ς : ἔναντα δαείς. |
| P 9 165b | τὴν νίκην τοῦ νικηφόρου. ἄλλως· ἀντάει ς , ἐναντιούμενος, ἐχθρός. |
| P 9 172 | πλεῖστα νικήσαντ α : πολλάκις σε νικήσαντα εἶδον τὰ Παναθήναια ἐν ταῖς ὡρισμέναις τελεταῖς τῆς Ἀθηνᾶς. ὁ δὲ λόγος ἀπὸ τοῦ χοροῦ πρὸς τὸν νικήσαντα. ἄφωνοί τ ε : ἄφωνοι καὶ ἐν ἑαυταῖς κατὰ τὴν ψυχὴν, ὦ Τελεσίκρατες, ἕκασται τῶν παρθένων ηὔχοντό σε ἄνδρα εὐτυχῆσαι, αἱ δὲ γυναῖκες υἱὸν, ἀπὸ κοινοῦ τὸ εὔχοντο ἔμμεν. |
| P 9 173 [5] | ηὔχοντο δὲ ἐν τοῖς Ὀλυμπίοις ὁρῶσαί σε καὶ ἐν τοῖς ἄλλοις ἀγῶσι τῆς πλατείας γῆς καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν ἑκάστῃ πόλει ἐπιχωρίοις ἀγῶσι, πανταχοῦ ὁρῶσαί σε αἱ γυναῖκες ταῦτα ηὔχοντο. ἔν τ ’ Ὀλυμπίοι ς : οὐ τοῖς ἐν Πίσῃ νῦν Ὀλυμπίοις· οὐ γὰρ ἂν οὕτως ἔρριψεν ἁπλῶς τὸν λόγον· ἀλλὰ τοῖς ἐν Ἀθήναις. |
| P 9 177 | τὸ δὲ Γῆς, ὅτι καὶ αὐτῇ ἀγὼν ἄγεται ἐν Ἀθήναις, ὥς φησι Δίδυμος. ἔν τε καὶ πᾶσιν ἐπιχωρίοι ς : ἐκ κοινοῦ νικήσαντα εἶδον καὶ ἐν τοῖς ἀγομένοις ἀγῶσι τῇ Γῇ. |
| P 9 178 | λέγει δὲ ἐν Ἀθήναις. ἐκεῖ γὰρ ἄγεται τῇ Γῇ ἀγὼν, ὥς φησι Δίδυμος. . |
| P 9 179a | .......... διψώσῃ τῇ ᾠδῇ προστιθέντα. ἀκειόμενόν με καὶ θεραπεύοντα διψῶσαν ᾠδὴν τῷ θέλειν ὑμνεῖν ὑμᾶς, πράσσει τις ἐμὲ καὶ ἀναγκάζει ἔτι τοῦτο ὑπομεῖναι καὶ συμπεριλαβεῖν τὴν τῶν προγόνων ὑμῶν δόξαν. |
| P 9 183 | οἷοι Λιβύσσα ς : ὁποῖοι ἦσαν μνηστῆρες οἱ τοῦ νικηφόρου πρόγονοι, οἳ περὶ τῆς Λιβυκῆς γυναικὸς ἦλθον εἰς τὴν Ἴρασσαν τὴν τοῦ Ἀνταίου πόλιν πρὸς τὴν ἔνδοξον κόρην. 185 b B Ἴρασσαν πρὸς πόλιν Ἀνταίο υ : ὅτι ὁ ὑπὸ Ἡρακλέους καταγωνισθεὶς Ἀνταῖος Ἰρασσεὺς ἦν ἀπὸ Ἰρασσῶν τῶν ἐν τῇ Τριτωνίδι λίμνῃ, ὡς Φερεκύδης φησί (FHG I p. |
| P 9 185a [5] | 80). ὁ δὲ Πίνδαρος ὑπὲρ τοῦ χαρίσασθαι τῷ ἐπαινουμένῳ παρατρέψας τὴν ἱστορίαν φησὶν Ἀλεξίδαμον πρόγονον τοῦ ἐπαινουμένου γενέσθαι μνηστῆρα τῆς Ἀνταίου θυγατρός· ὄνομα δὲ αὐτῇ Ἀλκηῒς, ὥς φησι Πείσανδρος ὁ Καμιρεύς (fr. 6 Ki.)· ἕτεροι δὲ Βάρκην. 188B ἄλλως· Ἴρασσα, πόλις Λιβύης, ἣν ᾤκησεν Ἀνταῖος, οὐχ ὁ παλαίσας Ἡρακλεῖ· ἐκεῖνος γὰρ διαλλάσσει τοῖς χρόνοις· ἀλλ’ ἕτερος, ὃς τὴν θυγατέρα τοῖς μνηστευομένοις προὔθηκεν ἆθλον δρόμου τῷ φθάσαντι λαβεῖν κελεύσας. |
| P 9 185b | ὅμοιον δὲ ἐποίησε Δαναῷ· καὶ γὰρ ἐκεῖνος τὰς θυγατέρας δρόμῳ προὔθηκε. τὴν δὲ κόρην ταύτην τῶν Τελεσικράτους τις προγόνων Ἀλεξίδαμος μνηστευσάμενος καὶ νικήσας τὸν δρόμον ἔγημεν. ἢ ὅτι Ἀνταῖος ὁ παράνομος, ὃν ἀνεῖλεν Ἡρακλῆς, οὗτός φησι, παραγενόμενον τὸν Ἀλεξίδαμον δρόμῳ νικήσαντα τοὺς σὺν αὐτῷ μνηστῆρας, λαβεῖν γυναῖκα τὴν θυγατέρα τοῦ Λιβύων βασιλέως. |
| P 9 185c | 185 a B Ἀνταίο υ : οὐ τοῦ ξενοκτόνου, ἀλλὰ ἑτέρου· ἐκεῖνον γὰρ ἀνεῖλεν Ἡρακλῆς, ᾧ συνήκμασεν Εὔφημος, οὗ ἀπόγονοι μετῴκησαν εἰς Κυρήνην. |
| P 9 188 [5] | τὰν μάλα πολλο ί : ἥντινα τὴν Ἀνταίου θυγατέρα πολλοὶ τῶν ἀρίστων ἀνδρῶν ᾔτουν· ᾔτουν δὲ πολλοὶ μὲν συγγενεῖς αὐτῆς, πολλοὶ δὲ καὶ ἐκτὸς ὄντες γένους, ἐπειδὴ ἐκπρεπὲς αὐτῆς ἐθρυλλεῖτο καὶ ἐθαυμάζετο εἶναι τὸ κάλλος. τῆς γὰρ ἐντίμου αὐτῆς νεότητος καρπὸν δρέψασθαι ἐβούλοντο· ἐκ δὲ τούτου, τὴν παρθενίαν αὐτῆς ἐβούλοντο λαβεῖν. πατὴρ δὲ θυγατρ ί : ὁ δὲ πατὴρ Ἀνταῖος ἐνδοξότερον τῇ ἑαυτοῦ θυγατρὶ κατασκευάζων τὸν γάμον, πεποίηκεν ὅπερ ἤκουσέ ποτε ἐν Ἄργει τὸν Δαναὸν ταῖς τεσσαρακονταοκτὼ θυγατράσιν ἑαυτοῦ πεποιηκέναι, κἀκεῖνον ἐμιμήσατο. |
| P 9 195a [5] | ἄκουσε Δαναό ν : ἤκουσε γὰρ τὸν Δαναὸν ἐν Ἄργει ὁποῖον ταῖς τεσσαρακονταοκτὼ θυγατράσιν αὐτοῦ γάμον εὗρε, πρὶν τὸ μέσον τῆς ἡμέρας γενέσθαι. τὸ γὰρ ἑωθινὸν ἠγωνίσαντο καὶ πρὸ μεσημβρίας διελύθησαν τοῦ δρόμου, καὶ ἕκαστος ἣν ἠβουλήθη ἔλαβεν. 200B ζητεῖται δὲ, διατί τεσσαρακονταοκτὼ εἶπε πεντήκοντα οὐσῶν; καὶ ῥητέον, ὅτι Ἀμυμώνη μὲν προδιαφθαρεῖσα ἦν Ποσειδῶνι, Ὑπερμήστρα δὲ ἐρασθεῖσα Λυγκέως, αἱ δὲ ἄλλαι συνδραμοῦσαι τῷ πατρῴῳ βουλήματι ἀνεῖλον τοὺς Αἰγύπτου παῖδας. |
| P 9 195b | 207 b B ὠκύτατον γάμο ν : ὁ Δαναὸς, φησὶν, ἔστησε τὰς θυγατέρας ἕως μέσης ἡμέρας, ἵνα δηλονότι προθεωρήσωσιν αὐτὰς οἱ μνηστῆρες, καὶ ἕκαστος ἕληται τῶν δρόμῳ πρωτευσάντων ἣν ἂν βούληται. |
| P 9 200 | 195 b B οὕτως δὲ δίδο υ : οὕτως οὖν καὶ ὁ Ἀνταῖος ὁ Λίβυς ἐδίδου πρὸς γάμον τὴν ἑαυτοῦ θυγατέρα, κατασκευάζων τῇ κόρῃ τὸν προϊόντα νυμφίον ἄνδρα. |
| P 9 207a | (208 a B) τῷ νικήσαντι γὰρ καὶ αὐτὸς ἔδωκε τὴν παῖδα πρὸς γάμον. 209B ἄλλως· Λίβυς ὄνομα κύριον, οὐχ ὁ Ἀνταῖος, ὡς Δίδυμος. |
| P 9 207b | 207 a fin. B ποτὶ γραμμ ᾷ : πρὸς γὰρ τὸ τέλος αὐτὴν τοῦ σταδίου κοσμήσας ἔστησε, τέλος καὶ ἄκρον εἶναι αὐτὴν τῷ νικήσαντι. |
| P 9 208a | ἐν μέσοις δὲ αὐτοῖς εἶπεν· ὅστις ἂν πρῶτος τῶν πέπλων αὐτῆς ἅψηται, ἐκεῖνος αὐτὴν ἀπαγέσθω. 214B ἄλλως· ποτὶ γραμμ ᾷ : τῇ νύσσῃ, τῷ τέλει τοῦ σταδίου. |
| P 9 209 [5] | αὐτὰν στᾶσε κοσμήσα ς : ἔστησεν αὐτὴν πρὸς τῇ ἐσχάτῃ γραμμῇ τοῦ δρόμου, τοῦτο ἄκρον καὶ τέλος διατάξας, τὴν στάσιν τῆς παρθένου. ἐχάρασσον δὲ γραμμήν τινα, ἣν ἀρχὴν καὶ τέλος εἶχον οἱ ἀγωνιζόμενοι. ὅθεν καὶ παροιμία· μὴ κίνει γραμμήν. 207 a B ἔν θ ’ Ἀλεξίδαμο ς : οὗτος πρόγονος ἦν τοῦ νικηφόρου, ὡς προείπομεν. |
| P 9 214b | ἄλλως· Ἀλεξίδαμος ἦν ὁ νικήσας χάριν τῆς Λίβυος θυγατρός. τὸ δὲ ἔφυγεν οὐ κυρίως· οὐ γὰρ ἐδίωκέ τις· ἀλλὰ τὸ τάχος βούλεται παραστῆσαι, παρόσον οἱ διωκόμενοι ἐπιτείνουσι τὸν δρόμον. |
| P 9 214c | BEGQ ἐνταῦθα ὁ Ἀλεξίδαμος, ἐπειδὴ τὸν ταχὺν δρόμον ἐξέφυγε καὶ ἐνίκησε, τὴν ἔνδοξον παρθένον τῆς χειρὸς τῇ ἑαυτοῦ χειρὶ λαβὼν ἤγαγεν εἰς τὸν τῶν ἱππικῶν Λιβύων στρατόν. |
| P 9 217 [5] | ἱππευτᾶν νομάδω ν : τῶν Λιβύων· ὅτι ὑποδύντες τὴν γῆν οἱ πλείους αὐτῶν οἰκοῦσιν· ἢ καὶ παρὰ τοῦτο οὕτω καλούμενον ἔθνος. ἐκ τούτου δὲ δῆλον, ὅτι ὁ Ἀνταῖος οὐκ ἔστιν· οὗτος γὰρ ἦν κατὰ τοὺς χρόνους Ἡρακλέους· πρὸ δὲ τοῦ Ἡρακλέους οὐδεὶς ἦν ἀγὼν, ὁ δὲ Ἀλεξίδαμος ἱστορεῖται προνενικηκέναι. πολλὰ δὲ φύλλα καὶ στεφάνους οἱ περὶ αὐτὸν ἑστῶτες ἔρριπτον, πολλὰ δὲ πτερὰ νίκης καὶ πρὸ τοῦ ἀγῶνος ἔλαβε, ἀντὶ τοῦ πολλοὺς καὶ ἄλλους ἀγῶνας ἐνίκησε. |
| P 9 218b [1] | πτερὰ δὲ νίκης, περιφραστικῶς τὴν νίκην. Scholia in Pythionicarum carmen X Ἱπποκλεῖ Θεσσαλῷ παιδὶ διαυλοδρόμῳ. |
| P 10 metr (t) [15] | Τῆς δεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων δέκα. τὸ αʹ Φερεκράτειον. τὸ βʹ δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον, ἄτακτον. τὸ γʹ δίμετρον Ἰωνικὸν βραχυκατάληκτον. τὸ δʹ σύνθετον ἐκ προσοδιακοῦ καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ εʹ Φερεκράτειον. τὸ ϛʹ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ζʹ δίμετρον χοριαμβικὸν βραχυκατάληκτον. τὸ ηʹ δίμετρον δοχμιακὸν ἀκατάληκτον. τὸ θʹ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ιʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ ἐπῳδὸς κώλων ηʹ. τὸ αʹ ἰαμβικὸν πενθημιμερές. τὸ βʹ μητρῳακὸν τρίμετρον ἀκατάληκτον. τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ Ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ εʹ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ παιωνικὸν δίμετρον ἀκατάληκτον. Ἦν μὲν τὸ γένος ὁ προκείμενος νικηφόρος Θεσσαλὸς, πόλεως δὲ Πελινναίου· ἐνίκησε δὲ τὴν κβʹ Πυθιάδα. |
| P 10 inscr [5] | δοκεῖ δὲ μὴ ὑγιῶς ἐπιγεγράφθαι ἡ ᾠδὴ Ἱπποκλεῖ· δέον γὰρ Ἱπποκλέᾳ. τὸ γὰρ ὄνομα ἦν Ἱπποκλέας, ὡς καὶ αὐτὸς ὁ Πίνδαρος δηλοῖ. ἐνίκησε δὲ καὶ οβʹ καὶ ογʹ Ὀλυμπιάδα. τὴν δὲ Λακεδαίμονα νῦν παρείληφεν, ὡς αὐτὸς δηλοῖ, ὅτι ἀμφότερα τὰ ἔθνη ὑπὸ τῶν Ἡρακλειδῶν ἐβασιλεύετο. ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε καὶ στάδιον, οὗ οὐκ ἐμνήσθη, ἴσως τοῦ διαύλου μόνον μισθὸν λαβών. Ὀλβία Λακεδαῖμο ν : ὦ εὐδαιμονεστάτη Λακεδαῖμον καὶ μακαρία Θεσσαλία· ἐν γὰρ ἀμφοτέραις ἐξ ἑνὸς πατρὸς τοῦ γενναίου Ἡρακλέους τὸ γένος βασιλεύει. |
| P 10 3 | ἀριστομάχου ἐπιθετικῶς· τοῦ Ἡρακλέους τοῦ ἀρίστου κατὰ τὰς μάχας. τί κομπέ ω : οἱ μὲν ὅτι κομπῶ, ἀλλόκοτον νῦν λέγω, εἶτα ἡ μέση· κατὰ τὸν δέοντα καιρὸν κομπῶ. |
| P 10 5 | οἱ δὲ οὕτως ὑφ’ ἕν· τί κομπῶ καὶ φλυαρῶ παρὰ τὸν δέοντα καιρὸν, ἵνα τὴν κατά ἀντὶ τῆς παρά λάβωμεν. ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖο ν : Πελινναῖον πόλις τοῦ νικηφόρου. |
| P 10 6a | 8DEGQ Πελινναῖον πόλις Θεσσαλίας, ἀφ’ ἧς καὶ τὸ ἐν Χίῳ ὄρος ἐκλήθη. |
| P 10 6b | 9DEGQ Ἀλεύα τε παῖδε ς : ἤτοι καθόλου οἱ Θεσσαλοὶ ἀπὸ Ἀλεύα τοῦ βασιλεύοντος, ὡς καὶ Σισυφίδαι οἱ Κορίνθιοι ἀπὸ Σισύφου· ἢ Ἀλεύα παῖδες οἱ ὄντες ἑταῖροι τῷ Ἱπποκλέᾳ. |
| P 10 8b | ὁ δὲ νοῦς· ἀλλά με ἡ Πυθὼ καὶ τὸ Πελινναῖον καὶ τοῦ Ἀλεύα οἱ παῖδες ἀπύειν παρακελεύονται καὶ ὑμνεῖν· ἢ βοᾷ καὶ προσκαλεῖται· θέλοντές με τὴν ἔνδοξον καὶ ἐγκωμιαστικὴν τῶν χορευόντων ἐπ’ αὐτὸν τὸν Ἱπποκλέα ἄγειν φωνήν. 6 b DEGQ ἐπικωμίαν ἀνδρῶ ν : τῶν κωμασόντων ἀνδρῶν. |
| P 10 11 | γεύεται γὰρ ἀέθλω ν : καὶ γὰρ ἐπιδόξων γεύεται ἄθλων καὶ μεταλαμβάνει νικηφόρος γεγονώς· ὡς νεωστὶ δὲ κατιόντος εἰς τοὺς ἀγῶνας ταῦτά φησιν. στρατῷ τ ’ ἀμφικτυόνω ν : ἐν δὲ τῷ τῶν ἀμφικτυόνων καὶ περιοίκων ὄχλῳ καὶ συνόδῳ ἡ Πυθὼ αὐτὸν ἄριστον τῶν διαυλοδρόμων παίδων ἀνηγόρευσε, ἀντὶ τοῦ εἰς Πύθια δίαυλον ἐνίκησε. |
| P 10 12b | διαυλοδρομᾶν δὲ ἀπὸ τῆς διαυλοδρόμης εὐθείας· οἱ διαυλοδρόμαι, τῶν διαυλοδρομῶν καὶ τροπῇ Δωρικῇ διαυλοδρομᾶν. 12 d B Παρνάσσιος μυχό ς : ἡ Πυθὼ (15B) ἀνεκήρυξε διαυλοδρόμην ὑπερέχοντα τῶν παίδων. |
| P 10 12d | ἢ καὶ περισπαστέον (12 c B) διαυλοδρομᾶ ν , ἵν’ ᾖ τῶν διαυλοδρομῶν. Ἄπολλο ν : προσφωνεῖ τὸν θεὸν, ἐπειδὴ καὶ Πυθιονίκης ὁ νικηφόρος. |
| P 10 15b | τῶν δὲ ἀνθρωπίνων ἡδὺ τὸ τέλος αὔξεται καὶ ἡ ἀρχὴ ἡδεῖα γίνεται, τοῦ δαιμονίου αὐτὰ αὔξοντος. τεοῖσί τε μήδεσι ν : ὁ Ἱπποκλέας, φησὶ, ταῖς σαῖς βουλήσεσιν, ὦ Ἄπολλον, ἐνίκησε· τὸ δὲ ἀπὸ γένους αὐτοῦ ἔμφυτον ἐπιβῆναι ἐποίησε τοῖς ἴχνεσι τοῦ Ὀλυμπιονίκου τοῦ αὐτοῦ πατρός. |
| P 10 22a [5] | δὶς ἐν πολεμαδόκοι ς : δὶς ἐνίκησεν ὁ Φρικίας ἐν Ὀλυμπίᾳ, ὁ πατὴρ τοῦ Ἱπποκλέους. ἦν δὲ ὁπλίτης· διό φησιν· ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις. τοῦ γένους οὖν φησιν ἥκειν εἰς τὰ ἴχνη· καὶ γὰρ ἐκεῖνος ὁπλιτοδρόμος καὶ οὗτος διαυλοδρόμος. ἄλλως· τοῦτό φησιν ὡς τοῦ πατρὸς αὐτοῦ δὶς νικήσαντος τὰ Ὀλύμπια ὁπλιτοδρόμου. |
| P 10 23 [5] | ἔθηκε καὶ βαθυλείμων α : τὸν Φρικίαν καὶ Ὀλυμπιονίκην ὄντα ὁ ὑπὸ τὴν βαθυλείμωνα πέτραν τῆς Κίρρας ἀγὼν, τουτέστιν ὁ Πυθικὸς, κρατησίποδα ἐποίησε. διὰ τούτου δὲ σημαίνει, ὅτι Ὀλυμπιονίκης ὢν ἐγένετο καὶ Πυθιονίκης. κρατησίποδ α : κρατῆσαι τοῖς ποσὶν ἤγουν νικῆσαι δρόμῳ. |
| P 10 26 [5] | ἕποιτο μοῖρ α : ἐπακολουθοίη δὲ αὐτοῖς καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἡ μοῖρα καὶ ἡ εὐτυχία, ὥστε αὐτοῖς αὔξειν τὸν ἀγήνορα πλοῦτον. τῶν δὲ κατὰ τὴν Ἑλλάδα καλῶν μετεσχηκότες οὐκ ὀλίγον μὴ ἐναντίαις παρατροπαῖς συντύχωσι παρὰ τῶν θεῶν. ἀπήμων δ ὲ , ἀβλαβὴς καὶ ἀνόργητος ἐπὶ τοῖς αὐτῶν κατορθώμασιν εἴη ὁ θεός. |
| P 10 33b [5] | εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτο ς : εὐτυχὴς δὲ οὗτος ὁ ἀνὴρ καὶ πολυύμνητος παρὰ τοῖς σοφοῖς γίνεται, ὃς ἂν πάλῃ ἢ δρόμῳ τόλμῃ τε καὶ ἀνδρείᾳ νικήσας τὰ μέγιστα τῶν κατορθωμάτων δέξηται, καὶ προσεπιτούτοις ἔτι καὶ ζῶν ἴδῃ τὸν νεώτερον αὐτοῦ υἱὸν κατὰ τὸ προσῆκον Πυθικῶν στεφάνων τυχόντα· καὶ ἀπὸ κοινοῦ τὸ εὐδαίμων. ὁ χάλκεος οὐρανό ς : οὐκέτι μέντοι ὁ στερεὸς οὐρανὸς καὶ ἰσχυρὸς ἐπιβατὸς αὐτοῖς ἐστιν, οἱονεὶ τοῖς εἰς ἄκρον οὕτως εὐδαιμονίας ἐλθοῦσιν οὐκ ἔστι καὶ θεοῖς συγγενέσθαι, ὡς τῶν ἐν ἀνθρώποις ἄκρων καὶ τελείων εὐτυχημάτων αὐτῶν μετασχόντων τῶν τὴν τοιαύτην εὐτυχίαν εὐτυχησάντων. |
| P 10 42b | ἄλλως· τῷ τοιούτῳ, τῷ παῖδας ἐσχηκότι καὶ ἃ προείρηκα εὐτυχήματα, οὐκ ἀναβατὸς μόνον ὁ οὐρανός· οἷον, ὡς ἐν θνητοῖς εὐδαίμονές εἰσιν· ἀθάνατοι γὰρ οὐ δύνανται γενέσθαι. ὅσαις δὲ βρότεον ἔθνο ς : ὅσων δὲ ἀγλαϊῶν καὶ ἀγαθῶν οἱ ἄνθρωποι ἐφαπτόμεθα εὐδαιμονίας. |
| P 10 43b | ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τῶν ἀνθρωπίνων καλῶν τὸ πέρας καὶ τὸ τέλος ἔχει ὁ τὴν τοιαύτην εὐδαιμονίαν εὐτυχήσας, τὸ καὶ αὐτὸν νικῆσαι καὶ τὸν υἱὸν ἰδεῖν νικήσαντα. ὅσαις δὲ, ἀντὶ τοῦ ὅσων, ἀντὶ γενικῆς ἐχρήσατο. |
| P 10 46a [5] | ναυσὶ δ ’ οὔτε πεζὸς ἰώ ν : οὔτε πεζὸς οὔτε πλῷ παραγενόμενος εἰς τὸ τῶν Ὑπερβορέων ἄθροισμα εὐμαρῶς εὕροις τὴν ἐπ’ αὐτοὺς θαυμαστὴν ὁδόν. ὁ δὲ νοῦς αὐτῷ πρὸς τὴν εὐτυχίαν· ὥσπερ οὐκ ἔστιν εὐμαρὲς εἰς τὸ τῶν Ὑπερβορέων ἔθνος παραγενέσθαι, οὕτως οὐδὲ ταύτης τῆς εὐτυχίας μείζονα εὑρεῖν εὐμαρές ἐστιν. 47B μέχρι δὲ τούτων ὁ Πίνδαρος καλῶς τὸν ἐπίνικον γράφει· ἠστόχησε δὲ τὰ μετὰ ταῦτα ἀλόγῳ παρεκβάσει χρησάμενος. |
| P 10 46b | 49B ἐς Ὑπερβορέων ἀγῶν α : ἀγῶνα νῦν τὸ ἄθροισμα, ἵν’ ᾖ· εἰς τὸ τῶν Ὑπερβορέων ἄθροισμα πορευόμενος τὴν ἐπ’ αὐτοὺς ἄγουσαν ὁδὸν οὐκ ἂν εὕροις. |
| P 10 47 | 46 b B πα ρ ’ οἷς ποτε Περσεύ ς : παρ’ οἷς, τοῖς Ὑπερβορέοις, ὁ Περσεὺς εὐωχήθη εἰς τὰς οἰκίας αὐτῶν εἰσελθὼν καὶ καταλαβὼν αὐτοὺς διὰ τῶν ὄνων ἐνδόξους θυσίας τελοῦντας τῷ θεῷ Ἀπόλλωνι. |
| P 10 49 [5] | οἱ γὰρ Ὑπερβόρειοι ὄνους θύουσι τῷ Ἀπόλλωνι, ὡς καὶ ὁ Καλλίμαχός φησι (fr. 188)· τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. κλειτὰς ὄνων ἑκατόμβα ς : τὸ σημεῖον, ὅτι οἱ Ὑπερβόρειοι ὄνους θύουσι τῷ Ἀπόλλωνι. |
| P 10 51a | 53B ταῦτα, φησὶν ὁ Δίδυμος, μετὰ τοῦ γελοίου καὶ ἄσεμνά εἰσι· τίνα γὰρ λόγον ἂν ἔχοι ἥδεσθαι τὸν Ἀπόλλωνα τοῖς ὀρθιάζουσιν ὄνοις; φησίν. |
| P 10 51b | 57B ἐπιτόσσαι ς : ἐστὶν ἐπιτυχών. |
| P 10 53 | ὧν θαλίαις ἔμπεδο ν : ὧν, τῶν Ὑπερβορέων, μάλιστα διηνεκῶς ταῖς εὐφημίαις καὶ εὐωχίαις χαίρει ὁ θεός. χαίρει γελᾷ θ ’ ὁρῶ ν : ἥδεται δὲ, φησὶν, ὁ Ἀπόλλων θεωρῶν τὴν τῶν θηρίων ἀναίρεσιν. |
| P 10 55b | ὕβριν τὴν ἀναίρεσιν. ὕβριν δὲ αὐτὴν καλεῖ παρὰ τὰ σκιρτήματα, ἃ ἐν τῇ σφαγῇ ποιοῦνται οἱ ὄνοι. ὀρθίαν κνωδάλω ν : ἔπαιξεν ὁ Πίνδαρος, ὡς τῶν ὄνων ὀρθιώντων, ὅτε ἱερουργοῦντο. |
| P 10 56b | κνωδάλω ν , κυρίως τῶν θαλαττίων ζῴων, καταχρηστικῶς δὲ καὶ τῶν χερσαίων. ἢ οὕτω· μεγάλων, διὰ τὸ τῶν ὄνων τερατῶδες τοῦ σώματος. |
| P 10 56c | 51 b B Μοῖσα δ ’ οὐκ ἀποδαμε ῖ : ἡ δὲ Μοῦσα οὐκ ἔστιν ἀπόδημος ἀπὸ τῶν τρόπων καὶ τῶν ἠθῶν αὐτῶν· οἷον, οὐκ εἰσὶν ἄμουσοι. |
| P 10 58 | παντᾶ δὲ χορο ί : πανταχοῦ εἰς τὸ τῶν Ὑπερβορέων ἔθνος παρθένων χοροὶ λύρας τε ἦχοι καὶ κτύποι καὶ τῶν αὐλῶν δὲ οἱ κτύποι κινοῦνται. δάφνᾳ τε χρυσέ ᾳ : τῇ δὲ εὐφύλλῳ δάφνῃ τὰς ἑαυτῶν κεφαλὰς στεφόμενοι εὐωχοῦνται σωφρόνως καὶ συνετῶς. |
| P 10 64a | νόσοι δ ’ οὔτ ε : οὔτε νόσοι τῇ ἱερᾷ αὐτῶν γενεᾷ οὔτε ὀλέθριον γῆρας μέμικται, μόχθων δὲ καὶ μάχης μακράν εἰσι, τὴν παρὰ τὸ δίκαιον ἐκφεύγοντες ὕβριν. οἱονεὶ οὐκ ἄδικα πράττοντες καὶ μέμψιν ὑφίστανται παρὰ θεῶν. |
| P 10 65a | πόνων δὲ καὶ μαχᾶν ἄτε ρ : ἐφ’ οἷς οὔτε νεμεσῶσιν αὐτοῖς οἱ θεοὶ, ἀλλὰ φυγόντες τὴν ὑπὲρ τὸ δίκαιον νέμεσιν οἰκοῦσι χωρὶς πόνων. οὐ γὰρ ἀδικοῦσιν ἀλλήλους, ἀλλὰ πεφεύγασι τὴν διὰ τὸ παρὰ τὸ δίκαιόν τι πράσσειν νέμεσιν, τουτέστι μέμψιν. |
| P 10 65b | 68 b E ὑπέρδικον Νέμεσι ν : ὅτι ὑπερδικαιοῖ καὶ κολάζει τοὺς ἀδικοῦντας ἡ Νέμεσις. |
| P 10 68a | 72E θρασείᾳ δὲ πνέων καρδί ᾳ : τῇ γενναίᾳ δὲ πνευστιῶν ψυχῇ ὁ Περσεὺς εἰς αὐτοὺς παρεγένετο, εἰς δὲ τὸ τῶν μακαρίων ἀνδρῶν ἔθνος παραγινομένῳ αὐτῷ προκαθηγεῖτο ἡ Ἀθηνᾶ. |
| P 10 68b | 68 a E ἔπεφνέ τε Γοργόν α : ἡ ἱστορία ἐστὶ τοιαύτη. |
| P 10 72a [10] | ὅτε ὁ πάππος Ἀκρίσιος ἀποκυήσασαν τὸν Περσέα τὴν Δανάην λάθρα ᾔσθετο, τότε ἐνείρξας αὐτὴν εἰς κιβωτὸν μετὰ τοῦ παιδὸς καθῆκεν εἰς τὸ πέλαγος, καὶ προσηνέχθη ἡ κιβωτὸς Σερίφῳ τῇ νήσῳ, ἧς Πολυδέκτης ἐβασίλευε. καί ποτε ἀνδρωθέντος αὐτοῦ καὶ ἑστιωμένου παρὰ τῷ Πολυδέκτῃ, παρ’ ἑτέρων ἕτερα εἰσφερόντων εἰς τὸν ἔρανον αὐτὸς τὴν τῆς Γοργόνος κεφαλὴν ὑπέσχετο· ὁ δὲ Πολυδέκτης εὔκαιρον πρόφασιν λαβὼν τὴν ὑπόσχεσιν ἀπῄτει αὐτὸν καὶ ἐξήλαυνε τῆς νήσου πρὸς τὸ κομίσαι τὴν κεφαλήν· ἤρα γὰρ τῆς μητρὸς αὐτοῦ. ὁ δὲ ἀπελθὼν καὶ τεμὼν τῆς Γοργόνος τὴν κεφαλὴν εἰσήνεγκεν εἰς τὸν ἔρανον, καὶ πάντας ἀπελίθωσε τοὺς ἐν τῷ συμποσίῳ καὶ αὐτὸν δὲ τὸν Πολυδέκτην. ἄλλως· ἀνεῖλε μὲν τὴν Γοργόνα . |
| P 10 72b [5] | ..... πῶς δὲ εἰς Ὑπερβορέους ἦλθεν ὁ Περσεὺς ἐπὶ τῷ ἀποτεμεῖν τὴν κεφαλὴν τῆς Γοργόνος; οἱ γὰρ Ὑπερβόρεοι πρὸς τοῖς Ἐρυθραίοις μέρεσι καὶ Ἀρκτῴοις οἰκοῦσιν, αἱ δὲ Γοργόνες κατὰ μέν τινας ἐν τοῖς Αἰθιοπικοῖς, ἅ ἐστι πρὸς ἀνατολὴν καὶ μεσημβρίαν, κατὰ δέ τινας ἐπὶ τῶν περάτων τῆς Λιβύης, ἅ ἐστι πρὸς δύσιν. ὅτι δὲ αἱ Γοργόνες οὐκ εἰσὶ πρὸς Ἄρκτους, δῆλον· οὐδεὶς γὰρ ἱστόρησεν. δρακόντω ν : λείπει ἡ μετά, ἵν’ ᾖ μετὰ δρακόντων. |
| P 10 74b | νασιώταις δὲ τοῖς Σεριφίοις· ἡ δὲ Σέριφος νῆσος περὶ Αἴγιναν. 76 b B ἐμοὶ δὲ θαυμάσα ι : οὔτε θαυμάσιον οὔτε ἄπιστον οὐδὲν ἐμοὶ φαίνεται τῶν ὑπὸ θεῶν γινομένων. |
| P 10 76a | Ὅμηρος (κ 306)· θεοὶ δέ τε πάντα δύνανται. 79 b B ἄλλως· ἐμοὶ δὲ ὥστε θαυμάσαι οὐδὲν εἶναι ἄπιστον φαίνεται θεῶν καταπραξαμένων. |
| P 10 76b | 76 a B ταχὺ δ ’ ἄγκυρα ν : ἐπειδὴ κωλύει τὰς ναῦς ἐξοκέλλειν ἐπὶ τὰς πέτρας· οἷον ἀλέξησιν τῆς πέτρας, ὅπως σώσῃ τὴν πρῴραν ἀπὸ τῆς πέτρας. |
| P 10 79a | 79 c B ἄλλως· ἐπιτιμᾷ ἑαυτῷ ὁ Πίνδαρος ὡς πολλῇ χρησαμένῳ τῇ παρεκβάσει, καὶ τροπικῶς προάγεται τὸν λόγον ὡς ἐπὶ νεώς. |
| P 10 79b | 79 a B παῦσον τὴν κώπην, ταχέως δὲ τὴν ἄγκυραν ἀπὸ τῆς πρῴρας τῇ γῇ κατέρεισον καὶ κάθες, οὖσαν τὴν ἄγκυραν βοήθημα καὶ ἀλέξημα τῆς χοιράδος πέτρας. |
| P 10 81a | χοιράδος ἀλκά ν : χοιράδες λέγονται πέτραι αἱ ὕφαλοι, ὑφ’ ὧν καχλάζει τὸ κῦμα καὶ λανθάνειν αὐτὰς ὑποκειμένας παρασκευάζει, ὥστε λανθάνειν προσπλεούσας τὰς ναῦς. τὸ δὲ πρῴραθεν, ὅτι ἐκ τῆς πρῴρας καθίενται αἱ ἄγκυραι εἰς τὴν θάλασσαν. |
| P 10 81b [5] | 85 c B ἔλπομαι δ ’ Ἐφυραίω ν : σφόδρα ἐζητήθη, τίνας νῦν τοὺς Ἐφυραίους φησίν· ὁ μὲν γὰρ Ἀγέστρατος τοὺς Κορινθίους φησίν· Ἔφυρα γὰρ ἡ Κόρινθος, ὡς καὶ Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· καὶ ἀποδίδωσι τὴν διάνοιαν οὕτως, ὅτι νικήσει ὁ νικηφόρος Ἴσθμια καὶ ὑπὸ τῶν Κορινθίων ἀνυμνηθήσεται. |
| P 10 85a [5] | γελοῖον δέ. τί γὰρ μᾶλλον, εἴπερ εὔχεται, μὴ τὸν Ὀλυμπιακὸν εὔχεται ἀγῶνα νικήσειν; τινὲς δὲ Ἐφυραίους τοὺς ἐν Θεσπρωτίᾳ ἤκουσαν, ἧς καὶ Ὅμηρος μνημονεύει (Β 659)· τὴν ἄγετ’ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος. ὁ δὲ Πίνδαρος ἀμφὶ Πηνειόν φησιν αὐτούς· δῆλον δὲ δήπουθεν, ὡς ὁ Πηνειὸς τῆς Θεσσαλίας ἐστὶ, καὶ φαίνεται, ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν, ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας· Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. μαρτυρεῖ δὲ τούτῳ Κινέας. φησὶ γὰρ ἔρχεσθαι αὐτὸν ὑπὸ τῷ Κρανῶνι, καὶ ἐλθεῖν ἐπὶ τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ, εἶτα ἐκεῖ καταστρέψαντα τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἔφυραν καλουμένην πόλιν, εἰς τιμὴν τοῦ τεθνηκότος, Κρανῶνα μετωνόμασαν. ἄλλως· ἔλπομαι δ ’ Ἐφυραίω ν : ἐλπίζω δὲ τῶν Κρανωνίων τῶν περὶ τὸν Πηνειὸν ποταμὸν τὴν ἐμὴν ἡδεῖαν ᾠδὴν ᾀδόντων, ἔτι καὶ πλέον τὸν Ἱπποκλέα ἕνεκεν τῶν στεφάνων σὺν ταῖς ᾠδαῖς θαυμαστὸν καὶ ἐπίδοξον ἐν τοῖς ὁμήλιξι θεῖναι καὶ ἀποδεῖξαι, καὶ ἐν τοῖς πρεσβυτέροις ἀνδράσι καὶ [ἐν] ταῖς νεωτέραις παρθένοις φροντίδα καὶ μέριμναν, ἀπὸ κοινοῦ θησέμεν. |
| P 10 85b | 93 b B φατρία παρὰ Θεσσαλοῖς ἡ τῶν Ἐφυραίων. |
| P 10 85c [5] | οἱ δὲ, ὅπερ κάλλιον, τοὺς Κρανωνίους ἤκουσαν· ἡ γὰρ Κρανὼν τὸ πρότερον Ἔφυρα ἐκαλεῖτο, τὸ ὕστερον δὲ μετωνομάσθη Κρανὼν ἀπό τινος βασιλεύσαντος Κρανῶνος καὶ ἀναιρεθέντος ὑπὸ Οἰνομάου μνηστευσαμένου τὴν Ἱπποδάμειαν. 85 a B καὶ γὰρ ἑτέροισιν ἑτέρων ἔρω ς : οὐ γὰρ πάντες τῶν αὐτῶν ἐπιθυμοῦμεν· οὗτος τοῦ ἀθλεῖν ἐφρόντισε καὶ ἐπεθύμησεν· αἱ δὲ παρθένοι διὰ τοὺς ἐμοὺς ὕμνους φροντίδα ἕξουσιν. |
| P 10 93a | 95B ἄλλως· ὁ λόγος· καὶ γὰρ ἄλλοις τισὶ τῶν ἀνθρώπων ἄλλων πραγμάτων ἔρως ὑπεκίνησε τὰς φρένας. |
| P 10 93b | καὶ οὗτος οὖν ἠράσθη τοῦ ἀθλεῖν. 93 a B τῶν δ ’ ἕκαστος ὀρούε ι : τὴν μέριμνάν τις, περὶ ἧς ἕκαστος φροντίζει, τελειώσας ὑπὸ τὸν καιρὸν ἐκεῖνον προσηνῶς διάγει. |
| P 10 95b | ἄλλως· ὡς ἂν δέ τις ὁρμᾷ καὶ ἐπιθυμῇ, τυχὼν τῆς παρὰ πόδας ἐπιθυμίας, ἡδίστην ἂν σχοίη τὴν μέριμναν, οἱονεὶ ἀμέριμνος λοιπόν ἐστιν. τὰ δ ’ εἰς ἐνιαυτό ν : τὰ δὲ μετ’ ἐνιαυτὸν μέλλοντα προγνῶναι ἄδηλον καὶ ἀδύνατόν ἐστιν. |
| P 10 98 | 102Q πέποιθα ξενίᾳ προσανεῖ Θώρακο ς : Θώραξ εἷς τῶν Ἀλευαδῶν, ἑταῖρος τοῦ νικηφόρου, ὃς καὶ ἠξίωσε τὸν ποιητὴν ἐπὶ τῇ νίκῃ τοῦ ἑταίρου συντάξαι τὸν ἐπίνικον. |
| P 10 99b | ὁ δὲ νοῦς· πεπίστευκα δὲ τῇ προσηνεῖ φιλίᾳ τοῦ Θώρακος, ὅστις τὴν ἐξ ἐμοῦ χάριν ἐπιθυμῶν τοῦτο τὸ τῶν Μουσῶν τέθριππον ἅρμα ἔζευξε· λέγει δὲ τὸν ὕμνον· ὅτι αὐτὸς ἔπεισε γράψαι τῷ νικηφόρῳ τὸν ἐπίνικον. 104 b B 105 a E 107Q τό δ ’ ἔζευξεν ἅρμ α : ἀντὶ τοῦ ζευχθῆναι ἐποίησεν. |
| P 10 102 | ἀλληγορικῶς δὲ τὸ ποίημα ἅρμα Πιερίδων. ἄγοντα προφρόνω ς : ἀντὶ τοῦ ἀγόμενον· ἵν’ ᾖ· καὶ ἐμὲ αὐτὸν βουλόμενον καὶ ἑκουσίως ἀγόμενον. |
| P 10 104a | 105 b B ἄλλως· ἤτοι ἐπαγόμενός με πρὸς τὴν φιλίαν τοῦ ἀθλητοῦ ἐποίησέ με γράφειν τὸ ποίημα· ἢ τὸν ἀθλητὴν ἐπαγόμενος πρὸς τὴν φιλίαν μου ἐποίησέ με εἰς αὐτὸν γράφειν. |
| P 10 104b | 104 a B 105 b E πειρῶντι δ έ : τῷ δὲ ἀποπειρωμένῳ καὶ δοκιμάζοντι ὁ χρυσὸς ἐν τῇ βασάνῳ διαπρέπει καὶ τὸ ἑαυτοῦ δείκνυσιν ἀνθηρὸν τῆς ὕλης. |
| P 10 105a | 105 d B 104 a E πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπε ι : ὥσπερ, φησὶ, τῷ πειράζοντι τῇ βασάνῳ ὁ χρυσὸς πρεπτός ἐστι, τουτέστιν ἐκπρεπὴς πότερον καλὸς ἢ κίβδηλός ἐστιν, οὕτω καὶ ὁ ὀρθὸς νοῦς ἐκ τῆς πείρας δοκιμάζεται. |
| P 10 105b [5] | καὶ οὗτος οὖν κράτιστος ἐξήτασται ἐν φιλίᾳ. ἄλλως· [ πειρῶντι δὲ καὶ χρυσό ς:] ἔξωθεν τὸ πείρᾳ δείκνυται. |
| P 10 105c | 105 a B βάσανος δὲ λίθος ἐστὶ Λυδία, πρὸς ἣν ὁ χρυσὸς ἀκονώμενος διαπρέπει. |
| P 10 105e | ὁ δὲ νοῦς ὅλος· ὥσπερ ὁ χρυσὸς διὰ τῆς Λυδίας λίθου δοκιμάζεται, πείρᾳ καὶ ἔργῳ ὁ τῶν φίλων τρόπος. 99Q ἀδελφεούς τ ’ ἐπαινήσομε ν : τοὺς δὲ τοῦ Θώρακος ἀδελφοὺς ἀγαθοὺς ὄντας ἐγκωμιάσομεν, ὅτι τοὺς τῶν Θεσσαλῶν νόμους αὔξοντες εἰς ὕψος ἐπαίρουσιν, οἱονεὶ δικαίως ἄρχοντες ἐπαίρουσι τοὺς νόμους τῇ δικαιοσύνῃ. |
| P 10 110a | ἐν δ ’ ἀγαθοῖσι κεῖντα ι : ἔνθα, ἐν τῇ Θεσσαλίᾳ, ἀγαθοῖς οὖσι τοῖς Ἀλευάδαις αἱ πατρικαὶ καὶ ἔνδοξοι κυβερνήσεις καὶ διοικήσεις ἀπόκεινται. ἐκ δὲ τούτου, καὶ οἱ νόμοι τῶν πατέρων αὐτῶν ἐν Θεσσαλίᾳ ἀπόκεινται. τῷ γὰρ κεῖται ἀντὶ τοῦ κεῖνται συνήθως τῷ σχήματι κέχρηται. |
| P 10 110c [1] | ἢ οὕτως· οἱ ἀγαθοὶ κυβερνῶσι τὰς ἑαυτῶν πατρίδας. τέλος Ἱπποκλέους. Scholia in Pythionicarum carmen XI Θρασυδαίῳ Θηβαίῳ παιδὶ σταδιεῖ. |
| P 11 metr (t) [10] | Τῆς ἑνδεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ αʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ βʹ Ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ εʹ τροχαϊκὸν δίμετρον βραχὺ λελυμένον. τὸ ϛʹ ἑφθημιμερὲς δακτυλικόν. τὸ ζʹ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ηʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἕξ. τὸ αʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ βʹ Φερεκράτειον ἀπὸ βραχειῶν ἀρξάμενον. τὸ γʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον. τὸ δʹ περίοδος ἐξ ἰάμβων καὶ τροχαίων. τὸ εʹ τὸ αὐτό. τὸ ϛʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. Γέγραπται ἡ ᾠδὴ Θρασυδαίῳ παιδὶ νικήσαντι κηʹ Πυθιάδα, καὶ λγʹ δίαυλον ἢ στάδιον ἄνδρας. |
| P 11 inscr a [5] | inscr. b B (2.) τὸ δὲ ἀγυιᾶτις ἀντὶ τοῦ ὦ ἀγυιᾶτις ὡς καὶ παρ’ Ὁμήρῳ (Γ 277)· Ἠέλιος ὃς πάντ’ ἐφορᾷς· καὶ (ρ 415)· δὸς φίλος. ἀγυιᾶτις οὖν ἀντὶ τοῦ σύνοικε. 1B ἄλλως· Θρασυδαίῳ Θηβαίῳ σταδιε ῖ : γέγραπται μὲν ἡ ᾠδὴ τῷ προκειμένῳ νικήσαντι τὴν λγʹ Πυθιάδα διαύλῳ. |
| P 11 inscr b [5] | οὐκ εἰς τὴν τοῦ διαύλου δὲ νίκην γράφει. ἀλλ’ εἰς τὴν τοῦ σταδίου. (1) τῷ δὲ εἶναι Θηβαῖον τὸν BDEGQ Θρασυδαῖον τὰς ἀπαθανατισθείσας ἐν Θήβαις ἡρωΐδας ἐπικαλεῖται. προοιμιάζεται δὲ κατὰ τὸν προσαγορευτικὸν λόγον καὶ οὐχὶ κατὰ τὸν διηγηματικόν· πρὸς γὰρ αὐτὰς ἀποτείνεται, οὐχὶ δὲ περὶ αὐτῶν λέγει. (2)B Κάδμου κόρα ι : ὦ Κάδμου κόραι, Σεμέλη μὲν τῶν Ὀλυμπίων θεῶν σύνοικε, Ἰνὼ δὲ Νηρεΐδων, παραγίνεσθε σὺν τῇ μητρὶ τοῦ ἀριστογόνου Ἡρακλέους, φησὶ δὲ τῇ Ἀλκμήνῃ· παραγίνεσθε, ὦ ἡρωΐδες, εἰς τὴν Μελίαν καὶ τῶν τιμίων τριπόδων εἰς τὸν ἄδυτον ἀνθρώποις θησαυρόν, τὴν Μελίαν ἀκούομεν. |
| P 11 1 | τὸ δὲ ἄδυτον πρὸς τὸ ἄγαν σεπτόν. ἴτε σὺν Ἡρακλέος ἀριστογόν ῳ : ἴτε εἰς τὸν ἄδυτον, ὅς ἐστι χρυσέων τριπόδων θησαυρός. |
| P 11 5 [5] | πυκνῶς δὲ τίθησιν ὁ Πίνδαρος κατὰ τὸ ἀρσενικὸν τὸν ἄδυτον. προσκαλεῖται δὲ τὰς Θήβησιν ἡρωΐδας εἰς τὸ Ἰσμήνιον ἥκειν, ἐν ᾧ τὸ τοῦ Τηνέρου ἱερόν ἐστι χρηστήριον. τριπόδων δὲ εἶπε θησαυρὸν τὸ Ἰσμήνιον διὰ τὸ αὐτόθι πολλοὺς ἀνακεῖσθαι τρίποδας· οἱ γὰρ Θηβαγενεῖς ἐτριποδοφόρουν ἐκεῖσε. ἡ δὲ Μελία Ἰσμηνοῦ ἀδελφὴ ὑπὸ Ἀπόλλωνος φθαρεῖσα καὶ γεννήσασα Τήνερον, ἀφ’ οὗ ἐν Θήβαις Τηνερικὸν πεδίον. πὰρ Μελίαν χρυσέω ν : Μελία Ὠκεανοῦ θυγάτηρ, ἐξ ἧς καὶ Ἀπόλλωνος Τήνερος ὁ μάντις, ὃς παρ’ Ἰσμηνῷ τῷ ποταμῷ ἐμαντεύετο. |
| P 11 6 [5] | καὶ αὐτόθι μαντεῖόν ἐστιν, ὃ Ἰσμήνιον καλεῖται, ἔστι δὲ καὶ πηγὴ ὁμώνυμος τῇ ἡρωΐδι. ὃν περίαλ λ ’ ἐτίμασε ν : ὅντινα τὸν ἄδυτον θησαυρὸν ὁ Ἀπόλλων ἐξόχως ἐτίμησε καὶ ὠνόμασεν αὐτὸν Ἰσμήνιον μαντεῖον, καὶ ἀληθέστατον θῶκον ὄντα τὸν ἄδυτον θησαυρὸν, τουτέστι τὸ Ἰσμήνιον μαντεῖον, ἀληθῆ τῶν μαντευμάτων καθέδραν. |
| P 11 12a | ὦ παῖδες Ἁρμονία ς : Σεμέλη καὶ Ἰνὼ, ἃς κατὰ τὸ προοίμιον ἐκάλεσεν. ἔνθα καὶ νῦν ἐπίνομο ν : εἰς τὸ Ἰσμήνιον καλεῖ συνέρχεσθαι τὸν ἐπίνομον τῶν ἡρωΐδων στρατόν. |
| P 11 12c | ἐπίνομον δὲ στρατὸν εἶπε τὰς ἐπινεμομένας καὶ ἐποπτευούσας τὰς Θήβας. ἢ ἐπίνομον τὸν σύννομον ταῖς Θήβαις, τὸν ἐπὶ τοῦ αὐτοῦ νομοῦ καὶ τῆς αὐτῆς ἐπινομῆς. |
| P 11 12e [5] | τίς δὲ καλεῖ; ἤτοι ὁ Ἀπόλλων καλεῖ διὰ τὴν νίκην, ἢ καὶ ἡ Μελία, ὅπερ καὶ βέλτιον· θήλεια γὰρ θηλείας εὐλόγως συγκαλεῖ. ὁ δὲ νοῦς· καὶ νῦν ἐνταῦθα, ἐπὶ τοῦ παρόντος, τῶν ἐντοπίων ἡρωΐδων συνηθροισμένων τὸ πλῆθος προσκαλεῖται προσελθεῖν ἤτοι ὁ νικηφόρος ἢ ὁ Ἀπόλλων, ἢ ἡ Μελία, ὃ καὶ βέλτιον· θήλεια γὰρ οὖσα εἰκότως τὰς ἡρωΐδας προσκαλεῖται. |
| P 11 15a | ὄφρα Θέμιν ἱερά ν : εἰς τοῦτο συγκαλεῖται, ἵνα ὑμνήσωσι τὴν Θέμιν καὶ τὴν Πυθώ. Θέμιδος ἦν τὸ χρηστήριον, ὅθεν καὶ τὸ θεμιστεύειν. |
| P 11 15c [5] | ἄλλως· ὅπως ἂν τὴν ἱερὰν Θέμιν καὶ τὴν Πυθῶνα καὶ τὸν ὄντα ὀμφαλὸν τῆς γῆς ὑμνήσητε σὺν παννυχίσι, χάριν κατατιθέμεναι ταῖς ἑπταπύλοις Θήβαις καὶ τῷ τῆς Κίρρας ἀγῶνι. ἐν τῷ Θρασυδαῖος ἔμνασε ν : ἐν ᾧ, τῷ τῆς Κίρρας ἀγῶνι, φησὶ δὲ τῷ Πυθικῷ, ἐπιβαλὼν τρίτον στέφανον τὴν πατρικὴν μνήμην ἤγαγε τῶν πατρικῶν κατορθωμάτων, νικῶν ἐν τῇ χώρᾳ τοῦ Πυλάδου τοῦ φίλου τοῦ Λάκωνος Ὀρέστου. |
| P 11 21b | ἄλλως· ἐν τῷ προκειμένῳ ἀγῶνι τῆς Κίρρας, ἐν τοῖς Πυθίοις, ἀνέμνησε τὴν πατρῴαν ἑστίαν τῶν νικῶν, ἐπιβάλλων αὐτῇ τὸν στέφανον. τρίτον δὲ εἶπεν ὡς ἢ πατρὸς ἢ προγόνου τινὸς αὐτοῦ νενικηκότος· αὐτὸς γὰρ ἅπαξ ἀναγράφεται Πύθια νικήσας. |
| P 11 22 [5] | τρίτον ἐπὶ στέφανον πατρῴαν βαλὼν ἐν ἀφνεαῖς ἀρούραι ς : ὅτι τὴν Φωκίδα χώραν ἀφνεὰν ἄρουραν Πυλάδου εἴρηκε· τῆς γὰρ Φωκίδος ἡ Πυθὼν, ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσε· καὶ ὅτι τὸ ξένου Λάκωνος Ὀρέστα τοιοῦτον· ἐν τῇ χώρᾳ τοῦ Πυλάδου, ὅστις ἦν τοῦ Λάκωνος Ὀρέστου ξένος. τὸ δὲ τρίτον ἐπὶ στέφανον, οὐχ ὅτι αὐτὸς ὁ νικηφόρος τρεῖς ἔσχε νίκας, ἀλλ’ ἀναγέγραπται ὁ πατὴρ αὐτοῦ Ὀλυμπιονίκης γεγονὼς, καὶ αὐτὸς εὐτυχήσας ὅτι τὰς πάσας τρεῖς ὑπέδειξεν αὐτῷ γεγονέναι καὶ τῷ πατρί. ἐν ἀφνεαῖς ἀρούραι ς : ταῖς τῆς Φωκίδος· ἧς ἡ Πυθώ· ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσεν. |
| P 11 23b | ἄριστα ὁ Πίνδαρος τὸ ἐγκώμιον εἰργάσατο· ἐν δὲ τοῖς ἑξῆς σφόδρα ἀκαίρῳ παρεκβάσει ἐχρήσατο. τὸν δὴ φονευομένου πατρό ς : ἀνείλετο ἡ τροφὸς Ἀρσινόη τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς ὑπὸ τῆς Κλυταιμνήστρας. |
| P 11 25b [5] | ἰδίως δέ φησιν ὁ Πίνδαρος Ἀρσινόην εἶναι τὴν Ὀρέστου τροφόν· Φερεκύδης (FHG I p. 94) δὲ Λαοδάμειαν λέγων αὐτὴν τὸν ταύτης παῖδά φησιν ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ (FHG II p. 41). ἄλλως· ὅντινα τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς αὐτοῦ Ἀρσινόη ἡ τροφὸς ἐκ τῶν Κλυταιμνήστρας χειρῶν καὶ τοῦ κατ’ αὐτοῦ δόλου σκευωρουμένου ὑπεξέκλεψεν, ὅτε ἡ ἀνηλεὴς γυνὴ τὴν τοῦ Δαρδάνου παιδὸς Πριάμου θυγατέρα Κασάνδραν τῷ πολιῷ ξίφει σὺν τῇ τοῦ Ἀγαμέμνονος ψυχῇ ἔπεμπε παρὰ τὴν εὔσκιον τοῦ Ἀχέροντος ἀκτήν. |
| P 11 25c [5] | μετέπεσε δὲ εἰς τὸν περὶ αὐτοῦ λόγον. πότερόν νι ν : ἐπιζητεῖ δύο αἰτίας, δι’ ἃς τὸν Ἀγαμέμνονα ἀνεῖλε, καί φησι· πότερον ἄρα ἡ Ἰφιγένεια ἡ παῖς αὐτῆς μακρὰν τῆς πατρίδος ἐν τῷ Εὐρίπῳ σφαγεῖσα ἐλύπησεν αὐτὴν καὶ ἐκίνησεν, ὥστε τὴν ὀργὴν ταύτην ἔχουσαν βαρύτατον τὸ ἐπιχείρημα ἄρασθαι, καὶ τολμῆσαι τοσοῦτον, ὡς πρὸς τὴν τοῦ Ἀγαμέμνονος ὁρμῆσαι σφαγήν· ἢ ἑτέρῳ αὐτὴν ἀνδρὶ μισγομένην αἱ νυκτεριναὶ τῆς μοιχείας συνουσίαι παρήγαγον κατὰ τοῦ Ἀγαμέμνονος, ὥστε αὐτὸν φονεῦσαι σὺν δόλῳ; 40 b B τὸ δὴ νέαις ἀλόχοι ς : ὅπερ, τὸ τῆς μοιχείας ἁμάρτημα, ἐπικαλύψαι ταῖς ἀλλοτρίαις γλώσσαις ἀδύνατόν ἐστιν· λαθεῖν τοὺς ἔξω, ἢ μαθόντας τοὺς ἔξωθεν ἀποσιωπῆσαι ἀδύνατόν ἐστι πρᾶγμα. |
| P 11 40a [5] | οἱ γὰρ ἀλλότριοι λαλοῦσι· κατὰ BGQ φύσιν γὰρ λοίδοροί εἰσιν οἱ πολῖται. 45B ἄλλως· ὅπερ, τὸ ὑπὸ ἄλλῳ ἀνδρὶ μοιχεύεσθαι, ταῖς νέαις γυναιξὶν ἐχθρότατον ἁμάρτημά ἐστιν. |
| P 11 40b | 40 a B ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνο ν : ἤδη καὶ τῶν ὑπερεχόντων μᾶλλον ἰδίως ἅπτονται γὰρ οὗτοι. |
| P 11 45a | τοῦτο δὲ πρὸς τὸν Ἀγαμέμνονα, ὅτι ἐπιφανὴς ὢν ἐφθονήθη. ἢ οὕτως· ἔχει γὰρ ἡ εὐτυχία οὐ μικρὸν φθόνον, ὅτι ἀεὶ τοῖς εὐτυχοῦσι βασκαίνουσιν οἱ ἔξωθεν. |
| P 11 46a | ὁ δὲ χαμηλὰ πνέω ν : ὁ δὲ ταπεινὰ καὶ οἰκτρὰ πνέων, τουτέστιν ὁ εὐτελὴς καὶ πένης ἀφώνως ἠχεῖ, οἷον ζῇ· διὰ γὰρ τὴν πενίαν εὐτελής τις ὢν καὶ ἀφανής ἐστιν. ἄλλως· ὁ δὲ ταπεινὸς οὐκ ἐν φανερῷ βρέμει. |
| P 11 46c [5] | τὸ δὲ χʹ ὅτι χαμηλὰ τὰ ταπεινὰ εἴρηκεν. θάνε μὲν αὐτὸς ἥρω ς : ἀπέθανε μὲν οὖν αὐτὸς ὁ Ἀγαμέμνων χρόνῳ πολλῷ παραγεγονώς ποτε ἐν Λακεδαίμονι, καὶ τὴν μάντιν ἀπολέσθαι πεποίηκε κόρην Κασάνδραν· αἴτιος γὰρ αὐτὸς τοῦ ὑπὸ Κλυταιμνήστρας ἀποθανεῖν αὐτὴν γέγονεν. |
| P 11 47b [5] | ἄλλως· παραγεγονὼς δὲ εἰς Λακεδαίμονα ὁ Ἀγαμέμνων ἀποτέθνηκεν, ἐπειδὴ περὶ τῇ Ἑλένῃ μαχόμενος συμφλεχθείσης τῆς Τροίας καὶ τῶν ἐνοικούντων Τρώων, διέλυσε τοὺς οἴκους τῆς εὐδαιμονίας, ἀντὶ τοῦ τοὺς πλουσίους οἴκους κατεστρέψατο. Ἀμύκλαι ς : κατὰ μέν τινας πόλις, κατὰ δέ τινας δῆμος Λακωνικῆς. |
| P 11 51 | ἁβρότατο ς : τῆς εὐδαιμονίας, τῆς τρυφῆς. (49.) ἀπὸ δὲ κοινοῦ τὸ ἵκων. νέᾳ κεφαλ ᾷ : ἀντὶ τοῦ νέος ὢν ἔτι. |
| P 11 53 | ὁ δὲ Ὀρέστης, φησὶν, ἔτι νεώτερος ὢν τὰς τῆς μητρὸς ἀποφεύγων χεῖρας πρὸς Στρόφιον τὸν Πυλάδου πατέρα παρεγένετο, οἰκοῦντα πρὸς τὸ ἔσχατον τοῦ Παρνασοῦ. ἀλλὰ χρόνῳ σὺν Ἄρε ι : ἀλλὰ χρόνῳ ποτὲ ἡβήσας ὁ Ὀρέστης καὶ ἐν τῇ πατρίδι παραγεγονὼς τῷ ξίφει ἀνεῖλε τὴν μητέρα, καὶ τὸν Αἴγισθον ἔθηκεν ἐν φοναῖς. |
| P 11 55 [5] | φοναὶ δὲ οἱ τόποι εἰς οὓς φονεύονται καλοῦνται. Ὅμηρος (Κ 521)· ἐν ἀργαλέῃσι φονῇσιν. ἦ ῥ’ , ὦ φίλο ι , κα τ ’ ἀμευσίπορο ν : συνῄσθηται καὶ αὐτὸς ἀκαίρῳ παρεκβάσει κεχρημένος καί φησι γοῦν· ἆρα, ὦ φίλοι, ἐπλανήθην τῆς ὁδοῦ τὸ πρότερον ὀρθὴν πορευόμενος [ὁδὸν], ἢ ἄνεμός με τοῦ πλοῦ παρέσφηλεν; ἀμευσίπορον δὲ, ἣν ἀμειβόμεθα καὶ ἀνύομεν καὶ μὴ κατὰ πλάνην παρεκτρεπόμενοι πορευόμεθα. |
| P 11 58a [10] | διὸ ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Μοῦσαν καί φησιν· εἰ συνέθου καὶ μισθὸν ἔλαβες, ἵν’ ἐγκωμιάσῃς τὸν νικηφόρον, δέον ἐστὶ τὸν ὕμνον ἄλλοτε ἄλλῃ μετάγειν, ἢ περὶ τοῦ Θρασυδαίου τι λέγοντας ἢ περὶ τοῦ πατρὸς αὐτοῦ τοῦ Πυθιονίκου. ὑπάργυρος γάρ ἐστιν ἡ φωνὴ καὶ ἔμμισθος, ὥστε οὐ δεῖ παρεκβαίνειν καὶ περὶ ἄλλων λέγειν, μισθὸν εἰληφότα. ἄλλως· ὥσπερ ἐπιπλήττει ἑαυτῷ ὁ Πίνδαρος ἀκαίρῳ παρεκβάσει χρησάμενος. |
| P 11 58b | 58 d B ὁ δὲ νοῦς· ναὶ δὴ, ὦ φίλοι, κατ’ ἀμευσίπορον ὁδὸν ἐπλανήθην εὐθεῖαν τὸ πρότερον πορευόμενος· ἀντὶ τοῦ ἐσφάλην τοῦ δέοντος παρεκβάσει χρησάμενος. |
| P 11 58c | 630B κατὰ τρίοδον δὲ πεπλανῆσθαι, ἐπειδὴ δοκεῖ ὁ ἀπ’ εὐθείας ἐν τριόδῳ παραγενόμενος ἀπορεῖν, ὁποίαν ὀφείλει βαδίσαι. |
| P 11 58d | 58 c B ἤ μέ τις ἄνεμο ς : ναὶ δὴ ἄνεμός μέ τις ἐξέρριψε τοῦ δέοντος πλοῦ καὶ ἐκπεσεῖν ἐποίησεν ὡς θαλαττίαν ναῦν. |
| P 11 63 [5] | εἰ μισθῷ συνέθε υ : εἰ δὲ ἀληθῶς, ὦ ἡμετέρα Μοῦσα, μισθοῦ καὶ ἀργυρίου τὴν σὴν φωνὴν ὑπέσχου παρασχεῖν, ἄλλοτε ἄλλα ὀφείλεις ἀνακινεῖν ἐγκώμια· ὀφείλεις δὲ ἐπὶ τοῦ παρόντος ἀνακινεῖν τὸ ἐγκώμιον ἢ αὐτῷ τῷ πατρὶ τοῦ Πυθιονίκου ἢ αὐτῷ τῷ Θρασυδαίῳ, ὧν ἡ δόξα τῆς νίκης καὶ ἡ εὐφροσύνη πανταχοῦ διαλάμπει. ταρασσέμε ν : ἀντὶ τοῦ τάρασσε, καὶ μετάφερε. |
| P 11 66b [5] | λείπει τὸ ὀφείλεις. τὰ μὲν ἅρμασ ι : τὰ μὲν γὰρ ἅρμασι καὶ τεθρίππῳ σὺν τοῖς ἵπποις τὸ παλαιὸν καλλίνικοι γενόμενοι τῶν πολυθρυλλήτων ἀγώνων ἔσχον τὴν ταχεῖαν ἀκτῖνα καὶ λαμπηδόνα ἐν Ὀλυμπίᾳ· καὶ ἀπὸ κοινοῦ νικήσαντες ἀκτῖνα ἔσχον· καὶ τῇ Πυθοῖ δὲ κατελθόντες ἐπὶ τὸ γυμνὸν στάδιον ἀγωνίσασθαι, ἤλεγξαν τῇ τῶν ποδῶν ταχυτῆτι τὸν τῶν Ἑλλήνων ὄχλον, παρὰ πάντας εὐδοκιμήσαντες μόνοι. |
| P 11 71 | πολυφάτων ἔσχον θοὰν ἀκτῖν α : οἱ μὲν πρόγονοι, φησὶν, αὐτοῦ ἔσχον Ὀλυμπικὰς νίκας, αὐτὸς δὲ ὁ Θρασυδαῖος ἐν τῇ Πυθοῖ στάδιον ἐνίκησε. τὸ δὲ τῷ Θρασυδαίῳ πεπραγμένον συλληπτικῶς ἐπὶ πάντων τέταχεν. θεόθεν ἐραίμα ν : θεῶν δὲ βουλήσει ἔρωτα ἔχοιμι τῶν καλῶν, τὰ δυνατὰ ἐπιθυμῶν ἐν τῇ παρούσῃ μοι ἀεὶ ἡλικίᾳ, τουτέστιν ἑκάστοτε. |
| P 11 78 [5] | τῶν γὰρ ἀνὰ πόλι ν : τῶν γὰρ κατὰ πόλιν, φησὶν, εὑρίσκων τὰ τοιαῦτα τῶν πραγμάτων ἐπὶ πλεῖστον χρόνον θάλλοντα, ὅσα τὸ ἄκρον οὐκ ἔχει τῆς εὐδαιμονίας, μέμφομαι τὰς τυραννίδας, μέμφομαι τοὺς τῆς ὑψηλῆς καὶ τυραννικῆς ἐπιθυμοῦντας τύχης. ξυναῖσι ν : ἀντὶ τοῦ μέσαις, κοιναῖς καὶ συμμέτροις. |
| P 11 82b | τέταμα ι · ἀντὶ τοῦ ἔγκειμαι, τεταμένην ἔχω τὴν ἐπιθυμίαν. ὅ ἐστι· περὶ ταῖς κοιναῖς καὶ συμμέτροις ἀρεταῖς καὶ εὐτυχίαις τὴν ἐπιθυμίαν τεταμένην ἔχω. |
| P 11 82c [5] | 84E φθονεροὶ δ ’ ἀμύνονται ἄτ ᾳ : οἱ δὲ φθονεροὶ τῇ ἑαυτῶν ἄτῃ καὶ βασκανίᾳ ἀμύνονται καὶ βλάπτονται, βασκαίνοντες εἴ τις τὸ τέλειον τῆς εὐδαιμονίας καὶ εὐτυχίας λαβὼν καὶ ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ διάγων τὴν χαλεπὴν στάσιν καὶ ὕβριν ἀπέφυγε κατὰ τὴν τελευτὴν τοῦ θανάτου, ἀντὶ τοῦ μέχρι καὶ θανάτου δικαίως ἔζησε, καλλίονα καὶ ἐντιμότερον τὴν ἑαυτοῦ ἀθάνατον τῶν ἑαυτοῦ κτημάτων χάριν τῇ ἰδίᾳ αὐτοῦ γενεᾷ παρεσχηκὼς καὶ καταλιπὼν, ἔξωθεν δόξαν καὶ τὴν μετὰ θάνατον ἑαυτοῦ εὐφημίαν. |
| P 11 83a | 83 c B ἢ οὕτως· ἐπειδὴ ἐπὶ τοῖς ἀλλοτρίοις καλοῖς λυπούμενοι διαφθείρονται τηκόμενοι. |
| P 11 83b | (84 fin. B) ἢ οὕτω· τὸν δὲ ἄκρως εὐτυχοῦντα, κἂν μετὰ ἡσυχίας ζῇ μηδὲν παρασχὼν πρᾶγμα, ὅμως οἱ φθονεροὶ βασκαίνοντες βλάπτουσιν. |
| P 11 83c | 86E εἴ τις ἄκρον ἑλώ ν : εἴ τις, φησὶν, ἄκρον καὶ τὸ πρωτεῖον ἔχει, οἱ φθονεροὶ τῇ ἄτῃ αὐτὸν ἀμύνονται, τουτέστι βλάπτουσιν (83 b B)· διὸ βέλτιόν ἐστι τὴν μεσότητα σῴζειν ἐπὶ πάντων. |
| P 11 84 | 83E μέλανος δ ’ ἂν ἐσχατιά ν : τοῦ θανάτου ἢ τοῦ ᾅδου. |
| P 11 86a [5] | εἰ τις οὖν, φησὶν, οὐκ ἔστιν ὑβριστὴς καὶ τὸ ἄκρον ἔχει, καλλίονα τὸν θάνατον ἑαυτῷ περιποιησάμενος πάντων κτημάτων ἀπολείπει τῇ γενεᾷ αὐτοῦ τὴν εὐφημίαν. ταύτην γὰρ εἶπε κρατίστην κτημάτων χάριν· παντὸς γὰρ κτήματος κρείσσων ἐστὶν ἡ εὐφημία. τὴν ἐν τοῖς κτήμασι κρατιστεύουσαν εὐφημίαν· ταύτην γὰρ λέγει χάριν. |
| P 11 86b [5] | 92E ἅ τε τὸν Ἰφικλείδα ν : ἥτις εὐδοξία ἔνδοξον ὄντα καὶ τὸν Ἰφικλέους παῖδα Ἰόλαον πανταχοῦ διάγει καὶ ἐπίσημον ποιεῖ, καὶ τὸν Κάστορα καὶ σὲ, ὦ δέσποτα Πολύδευκες, υἱοὶ θεῶν, καὶ ἀπὸ κοινοῦ τὸ διάγει ἡ εὐφημία, ποτὲ μὲν παρ’ ἡμέραν ἐν ταῖς Λακωνικαῖς ὄντας καθέδραις, ποτὲ δὲ ἐν τοῖς τοῦ Διὸς οἰκοῦντας. |
| P 11 91 | (fin. sch. E) πανταχοῦ διάγει καὶ ἐπίσημον ποιεῖ καὶ διαστέλλει. |
| P 11 92 | 91E τὸ μὲν πα ρ ’ ἆμα ρ : τὸ τοῦ Ὁμήρου παραφράζει τὸ (λ 302)· ἄλλοτε μὲν ζώους’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτε τεθνᾶσιν. |
| P 12 metr (t) [10] | Scholia in Pythionicarum carmen XII Μίδᾳ αὐλητῇ Ἀκραγαντίνῳ. Ἡ δωδεκάτη ᾠδὴ καὶ τελευταία μονοστροφική ἐστιν ἐκ κώλων ιδʹ. τὸ αʹ περίοδος δωδεκάσημος ἐκ σπονδείου καὶ πυρριχίου καὶ τροχαίου καὶ ἰάμβου. τὸ βʹ τὸ αὐτό. τὸ γʹ δακτυλικὸν πενθημιμερές. τὸ δʹ τὸ αὐτὸ τῷ πρώτῳ καὶ δευτέρῳ. τὸ εʹ τὸ αὐτό. τὸ ϛʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ δακτυλικὸν πενθημιμερές. τὸ ηʹ ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ θʹ τὸ αὐτὸ τῷ πρώτῳ καὶ δευτέρῳ. τὸ ιʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ προσοδιακὸν μιᾷ συλλαβῇ περιττεῦον, ὅμοιον τῷ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ ιβʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιγʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ιδʹ Στησιχόρειον τρίμετρον ἀκατάληκτον. Γέγραπται ἡ ᾠδὴ Μίδᾳ Ἀκραγαντίνῳ. |
| P 12 inscr [5] | οὗτος ἐνίκησε τὴν κδʹ Πυθιάδα καὶ κεʹ· φασὶ δὲ αὐτὸν καὶ Παναθήναια νενικηκέναι. ἱστοροῦσι δέ τι ἴδιον σύμπτωμα συμβεβηκέναι περὶ τὸν αὐλητὴν τοῦτον· ἀγωνιζομένου γὰρ αὐτοῦ ἀνακλασθείσης τῆς γλωσσίδος ἀκουσίως καὶ προσκολληθείσης τῷ οὐρανίσκῳ, μόνοις τοῖς καλάμοις τρόπῳ σύριγγος αὐλῆσαι, τοὺς δὲ θεατὰς ξενισθέντας τῷ ἤχῳ τερφθῆναι, καὶ οὕτω νικῆσαι αὐτόν. ὁ δὲ λόγος ἀπότασις τῷ Πινδάρῳ πρὸς τὴν ἡρωΐδα τὴν Ἀκράγαντα [ἢ καὶ τὴν Ἀκράγαντα πόλιν]· ὦ φιλόκαλε καὶ καλλίστη τῶν πόλεων, ἥτις εἶ Φερσεφόνης ἕδος, αἰτέω σε, ἵνα ἵλεως δέξῃ τὸ στεφάνωμα τοῦ Μίδα, ὃ ἐκ Πυθῶνος ἤνεγκεν. |
| P 12 1b | ὁ δὲ νοῦς· αἰτέω σε, ὦ καλλίστη τῶν ἀνθρώπων [καὶ φιλόκαλε] πόλι καὶ τῆς Φερσεφόνης ἔδαφος, ἥτις ἐν ταῖς ὄχθαις τοῦ προβατοτρόφου Ἀκράγαντος τὴν εὐκατασκεύαστον Ἀκράγαντα τὴν ὁμώνυμον σαυτῇ οἰκεῖς πόλιν. Φερσεφόνας ἕδο ς : ἀπὸ μέρους τὸ ὅλον· ὅλην γὰρ τὴν Σικελίαν ἐδωρήσατο τῇ Περσεφόνῃ ὁ Ζεύς. |
| P 12 3b | ἅ τ ’ ὄχθαις ἐπὶ μηλοβότου ναίεις Ἀκράγαντο ς : τοῦ ὁμωνύμου ποταμοῦ. τὸ δὲ ναίεις ἀντὶ τοῦ ναίῃ, ὡς καὶ Ὅμηρος (Δ 45)· ναιετάουσι πόληες, ἀντὶ τοῦ ναιετάονται. ἐΰδματο ν : τὴν εὐκατασκεύαστον κολώνην· λέγεται γὰρ ἐφ’ ὑψηλοῦ κεῖσθαι. |
| P 12 7 | ἵλαος ἀθανάτω ν : ὦ δέσποινα, εὐμενὴς σὺν θεῶν καὶ ἀνδρῶν εὐμενείᾳ τὸ ἐκ τῆς Πυθῶνος στεφάνωμα, τὸν ὕμνον, δέξαι τοῦ ἐνδόξου Μίδου, αὐτόν τε τὴν Ἑλλάδα νικήσαντα τῇ ἑαυτοῦ τέχνῃ· ἀπὸ κοινοῦ τὸ δέξαι. τάν ποτε Παλλά ς : ἥντινα τὴν αὐλητικὴν τέχνην εὕρατό ποτε ἡ Ἀθηνᾶ τῶν θρασειῶν Γοργόνων τὸν θρῆνον διαπλέξασα καὶ μιμησαμένη. |
| P 12 12a | 15 b B ἄλλως· διαπλέξασα, συνθεῖσα τὸν οὔλιον θρῆνον τῶν Γοργόνων ἡ Ἀθηνᾶ. |
| P 12 15a | τὸν παρθενίοι ς : ὅντινα τὸν θρῆνον ὑπὸ παρθενίοις Γοργόνων κεφαλαῖς καὶ ὀφίων ἀπλησιάστοις κεφαλαῖς ἐπήκουσε σὺν τῷ δυσπενθεῖ καμάτῳ καὶ θρήνῳ κατασπενδόμενον. 18B τὸν παρθενίοι ς : μυθεύεταί τι τοιοῦτον, ὅτι ὅτε ὁ Περσεὺς ἐκαρατόμησε τὴν Μέδουσαν, αἱ δύο ἀδελφαὶ ἐθρήνουν τὴν ἀδελφὴν, καὶ ἐκ τῆς κεφαλῆς αὐτῶν καὶ τῶν ὄφεων τῶν περὶ τὴν κεφαλὴν συριγμός τις ἀνεδίδοτο. |
| P 12 15b [10] | τούτου τοῦ συριγμοῦ κατακούσασα ἡ Ἀθηνᾶ τοῦ ἐκ τῶν ὄφεων πρὸς μίμησιν τοῦ θρήνου καὶ τοῦ γινομένου συριγμοῦ ἐκ τῶν ὄφεων ἐπενόησε τὴν αὐλητικὴν, ἣν καὶ ὠνόμασε πολυκέφαλον νόμον διὰ τοῦτο· ἐπεὶ γὰρ ἐκ τῶν πολλῶν κεφαλῶν τῶν ὄφεων εἷς τις ἀνεδίδοτο συριγμὸς, πολλὰς δὲ κεφαλὰς εἰκότως εἶχον οἱ ὄφεις, διὰ τοῦτο πολυκέφαλον νόμον τὴν κατὰ μίμησιν αὐλητικὴν συνθεῖσα ὠνόμασεν. 15 a B δυσπενθεῖ σὺν καμάτ ῳ : τῷ τῶν Γοργόνων, ἀδελφὴν γὰρ ἐπένθουν κάμνουσαν. |
| P 12 18 | τίνες δέ εἰσιν αἱ παρθένιοι κεφαλαί; δηλονότι αἱ τῶν παρθένων τῶν ἀδελφῶν τῆς Μεδούσης, Σθενοῦς καὶ Εὐρυάλης. Περσεὺς ὁπότε τρίτον ἄϋσε κασιγνητᾶ ν : τουτέστι τὴν μίαν· τρεῖς γὰρ ἦσαν. |
| P 12 19a [5] | τὸ δὲ ἄϋσεν ἤτοι ἐπὶ τῆς μιᾶς τῶν Γοργόνων ἀκουστέον, ὡς ἄϋσε καρατομουμένη διὰ τὴν ἀλγηδόνα, καὶ τότε ἄϊεν ἡ Ἀθηνᾶ τὸν θρῆνον τῶν ἀδελφῶν αὐτῆς· ἢ ἄϋσεν ὁ θρῆνος καρατομήσαντος τοῦ Περσέως. οἱ δὲ ἀπὸ τῆς ἀϋτῆς ἐσχηματίσθαι θέλουσι, τῆς μάχης· οἷον κατεπολέμησε τὸ τρίτον μέρος αὐτῶν. ἄϋσε διχῶς· ἄνυσεν, ἀνυσθῆναι ἐποίησεν· ἢ ἄϋσεν, ἀντὶ τοῦ ἐκραύγασεν. |
| P 12 21 [5] | ἐναλίᾳ Σερίφ ῳ : ἐν τῇ θαλασσίᾳ Σερίφῳ μοῖραν καὶ θάνατον κομίζων τὸ τρίτον μέρος τῶν Γοργόνων· ἐκ δὲ τούτου πάλιν τὴν τῆς Γοργόνος κεφαλήν. 24 c B ἤτοι τό τε θεσπέσιο ν : ναὶ γὰρ δὴ ὁ Περσεὺς τὸ θεῖον γένος τοῦ Φόρκου τὰς Γοργόνας ἠφάνισε τῆς εὐπαράου Μεδούσης τὴν κεφαλὴν ἀποτεμὼν, καὶ ὀλεθριώτατον ἔρανον τῷ Πολυδέκτῃ ἔθηκε, καὶ τὴν τῆς μητρὸς αὐτοῦ δουλείαν ἀσφαλῆ καὶ ἐλευθέραν καὶ τὴν μετ’ ἀνάγκης κοίτην, ἀπὸ κοινοῦ τὸ ἔθηκεν. |
| P 12 23 | 25B Φόρκο ι ’ ἀμαύρωσε γένο ς : τοῦτο ἐπὶ τῶν τριῶν ἀκουστέον, ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὰς δὲ δύο ἐτύφλωσεν· ὀφθαλμῷ γὰρ αἱ τρεῖς ἐχρῶντο ἑνί. |
| P 12 24b | εὐπάραον δέ φησι τὴν Μέδουσαν, οὐχ ὅτι οὕτω φύσεως εἶχεν, ἀλλ’ ὅτι περὶ ἑαυτῆς ἡ Μέδουσα ὡς εὐμόρφου διέκειτο· διὸ καὶ περὶ κάλλους τῇ Ἀθηνᾷ ἐφιλονείκησεν. 23B ἢ οὕτως· Φόρκυος γένος τὰς Γοργόνας. |
| P 12 24c | 24 a B τὸ δὲ τοῦ Φόρκυος γένος ἠμαύρωσεν ἐπὶ τῶν τριῶν ἀκουστέον· ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὰς δὲ δύο ἐξετύφλωσεν ἀφελόμενος τὸν ἕνα ὀφθαλμὸν ὃν εἶχον. |
| P 12 24d | μόνῳ γὰρ ἑνὶ ἐχρῶντο αἱ τρεῖς. (B)DGQ ἄλλως· ἢ γένος ἀντὶ τοῦ θυγατέρα, τὴν προειρημένην Μέδουσαν. |
| P 12 25a | λυγρόν τ ’ ἔρανον Πολυδέκτ ᾳ : ἐπεὶ ἐν ἐράνῳ ποτὲ ἐπέταξεν ἑκάστῳ ὡς ἂν βασιλεὺς [ὁ Πολυδέκτης] προσφέρειν αὐτῷ δῶρον καὶ τῷ Περσεῖ τὴν κεφαλὴν τῆς Γοργόνος. κοινῶς δὲ ληπτέον τὸ ἠμαύρωσε, τὰς Γοργόνας δηλονότι. |
| P 12 27 | τό τ ’ ἀναγκαῖον λέχο ς : τὸ μετὰ ἀνάγκης καὶ βίας γινόμενον. τὸν ἀπὸ χρυσοῦ φαμε ν : ὅντινα τὸν Περσέα φαμὲν ἀπὸ χρυσοῦ γενέσθαι αὐτομάτως καταρρέοντος. |
| P 12 31 | ἀλ λ ’ ἐπεὶ ἐκ τούτω ν : ἀλλ’ ἐπειδὴ ἐκ τούτων τῶν πόνων τὸν προσφιλέστατον ἄνδρα ἐρρύσατο Περσέα ἡ Ἀθηνᾶ, τότε τὸ πολύφωνον μέλος τῶν αὐλῶν κατεσκεύαζεν. ἐρρύσατο δὲ πόνων· ἐπεδίωξαν γὰρ τὸν Περσέα μέχρι Βοιωτίας. ὄφρα τὸν Εὐρυάλα ς : ὅπως σὺν τοῖς ὀργάνοις τῆς αὐλητικῆς τὸν ἐκ τῶν ἰσχυρῶν γενύων τῆς Εὐρυάλης ἐκδοθέντα θρῆνον μιμήσαιτο. |
| P 12 35b | ἄλλως· ἀπὸ μιᾶς ἤρκεσε καὶ τὸ περὶ τὴν ἑτέραν τὴν Σθενὼ πάθος παραστῆσαι. ἡ Εὐρυάλη Μεδούσης ἀδελφή. |
| P 12 35c | ἵν’ οὖν, φησὶ, τὸν ταύτης μιμήσαιτο γόον ἐρικλάγκταν, τουτέστι μεγαλόκρακτον, μεγαλόηχον. ἀπὸ μέρους δὲ εἴρηκεν· οὐ γὰρ μόνη ἐθρήνησεν ἡ Εὐρυάλη, ἀλλὰ καὶ ἡ Σθενώ. 42E ἀλλά νιν εὑροῖσ α : ἀλλ’ εὑροῦσα τὸ τοῦ αὐλοῦ μέλος μετέδωκε τοῖς ἀνθρώποις ἔχειν, καὶ ὠνόμασε τὸ μέλος πολυκέφαλον νόμον· ἐπεὶ καὶ αἱ τῶν δρακόντων πλείους ἦσαν κεφαλαὶ αἱ συρίξασαι· ὧν κατὰ μίμησιν συνέθηκε. |
| P 12 39b | τινὲς δὲ πολυκέφαλον, φασὶν, εἶπεν, ἐπειδὴ πεντήκοντα ἦσαν ἄνδρες, ἐξ ὧν ὁ χορὸς συνεστὼς προκαταρχομένου τοῦ αὐλητοῦ τὸ μέλος προεφέρετο. οἱ δὲ κεφαλὰς ἀκούουσι τὰ προοίμια. |
| P 12 39c | ᾠδὴ οὖν διὰ πολλῶν προοιμίων συνεστῶσα, ἣν λέγουσι τὸν Ὄλυμπον πρῶτον εὑρηκέναι. 45 a E εὐκλέα λαοσσόω ν : ἔνδοξον ὑπόμνημα τῶν ἀγώνων τῶν τοὺς λαοὺς σοούντων καὶ παρορμώντων εἰς τὴν θέαν. |
| P 12 42 | φησὶ δὲ τὸ μέλος. 44 b B χαλκοῦ θ ’ ἅμα καὶ δονάκω ν : τοὺς δόνακας λέγει, οἳ παρὰ τῷ Ὀρχομενῷ φύονται, ἐξ ὧν αἱ αὐλητικαὶ γλωσσίδες γίνονται. |
| P 12 44a | ἐν γὰρ τῷ Κηφισσῷ οἱ αὐλητικοὶ κάλαμοι φύονται. εἴρηται δὲ καὶ ἐν Παιᾶσι περὶ αὐλητικῆς. 45 a B ἢ οὕτως· διαπορευόμενον τὸ μέλος ὁμοῦ διά τε χαλκοῦ καὶ καλάμου, ἀντὶ τοῦ διὰ τῶν αὐλῶν. |
| P 12 44b | 44 a B 39E τοὶ παρὰ καλλιχόρ ῳ : οἵτινες οἱ κάλαμοι οἰκοῦσιν εἰς τὴν τῶν Χαρίτων πόλιν, τουτέστι τὴν Ὀρχομενὸν, ἐν τῷ τεμένει τοῦ Κηφισσοῦ, τῶν χορευτῶν πιστοὶ καὶ ἀληθεῖς ὄντες μάρτυρες. |
| P 12 45b | τὸ δὲ ναίουσι κάλαμοι σκληρῶς καὶ διθυραμβωδῶς προήγαγεν· ἔδει γὰρ εἰπεῖν φύονται. πόλιν δὲ Χαρίτων τὴν Ὀρχομενόν. |
| P 12 49 | εἰ δέ τις ὄλβο ς : συνυπακουστέον· τοιοῦτόν ἐστιν ἢ ὑπάρχει. ὁ γὰρ λόγος· εἰ δέ τις ὄλβος ἐν ἀνθρώποις ἐστὶν, ἄνευ καμάτου οὐ φαίνεται οὐδὲ γίνεται. ἐκ δὲ τελευτάσει νι ν : ἐκτελευτήσει δὲ, φησὶ, τὸν ὄλβον ὁ δαίμων, τουτέστιν ἐπὶ τέλος ἄξει, ἤτοι σήμερον ἢ ὕστερον· τοῦτο γὰρ ἔδει ἐπενεγκεῖν, ὃ δὴ παρέλιπεν. |
| P 12 52 [5] | ἤ τοι σάμερο ν : ἤ τοι σήμερον δαίμων ἢ ὕστερον· τουτέστιν, ἐὰν μὴ παραχρῆμά τις εὐτυχήσῃ, μὴ ἀδημονείτω· ὁ γὰρ θεὸς τὸ εἱμαρμένον ἢ σήμερον τελέσει ἢ αὔριον. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησε κλασθέντος τοῦ καλάμου. οὐ παρφυκτό ν : τὸ εἱμαρμένον οὐ φευκτόν· τὸ γὰρ φευκτὸν οὐχ εἱμαρμένον. |
| P 12 54a | ἀλ λ ’ ἔσται χρόνο ς : ὁ λόγος τοιοῦτος· ὁ πονήσας, κἂν μὴ παραχρῆμα τύχῃ πλούτου, μὴ καμνέτω. θεὸς γὰρ ἢ σήμερον ἢ ὕστερον ποιήσει καὶ ἐπὶ τέλος ἄξει. πῶς δὲ ἐπὶ τέλος ἄξει; σὺν τῇ εἱμαρμένῃ. διό φησι· τὸ δὲ μόρσιμον. ἢ οὕτως· ἀλλ’ ἔσται οὗτος ὁ χρόνος, ὅστις καὶ τὰ ἐν ἀνελπιστίᾳ καταστήσας τὸ ἀνάπαλιν τῆς γνώμης καὶ ἐλπίδος, τὸ μὲν δώσει ὅπερ οὐκ ἤλπιζε, τὸ δὲ οὐ δώσει ὅπερ προσεδόκησε. |
| P 12 54b [5] | τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησεν ὁ Μίδας κλασθέντος τοῦ καλάμου. Ὑπόθεσις Νεμέων. |
| N hyp t [5] | ἀρχὴ Νεμέων· ἐν τέλει τῶν Πυθίων. Τὸν ἀγῶνα τῶν Νεμέων τινὲς μὲν ὑφ’ Ἡρακλέους τεθεῖσθαί φασιν ἐπὶ τῇ τοῦ λέοντος ἀναιρέσει, οἱ δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἱστορίαν τινὰ λέγουσιν ἐπ’ αὐτῷ ὡς ἀπὸ τοῦ Ὀφέλτου μὲν πρότερον, νυνὶ δὲ Ἀρχεμόρου, ἀπὸ τοῦ μαντεύσασθαι τοῖς ἐπὶ Θήβας στρατευσαμένοις διὰ τοῦ ἰδίου θανάτου. |
| N hyp a [10] | ὁ δὲ ἀγὼν ἐπιτάφιος. καὶ γὰρ οὕτως ἀπὸ τῶν Ὁμηρικῶν δεικνύουσιν, ἐξ ὧν οὐδένα νικήσαντα ὑπὲρ στεφάνου εἰσάγει, οὐδὲ Νέστορα τὸν πολλὰς νίκας ἑαυτοῦ πολλάκις ἐξηγούμενον· καί φασιν οὐδὲ ὄνομα τοῦ στεφάνου εἰδέναι τὸν ποιητὴν, ἀποδεικνύντες ὡς οὐδαμοῦ παρὰ τῷ ποιητῇ εἴρηται· στεφάνας μὲν γὰρ λέγει, στεφάνους δὲ οὔ· τῶν οἳ μὲν καλὰς στεφάνας εἶχον (Σ 597). ἄλλω ς . |
| N hyp b [20] | οἱ ἑπτὰ ἐπὶ Θήβας παραβαλόντες τῇ Νεμέᾳ διψήσαντες συνέτυχον Ὑψιπύλῃ τῇ Λημνίᾳ φερούσῃ τὸν Λυκούργου τοῦ τοῦ Διὸς ἱερέως καὶ Εὐρυδίκης παῖδα Ὀφέλτην· ἡ δὲ αὐτοῖς ἀφηγήσατο εἴς τινα πηγήν, καταλιποῦσα τὸν παῖδα ἔν τινι λειμῶνι· ὃν δράκων περιειληθεὶς ἢ ἰὸν ἀφεὶς ἀνεῖλεν. οἱ δὲ ὑποστρέψαντες καὶ τὸ πάθος θεασάμενοι τόν τε δράκοντα ἀνεῖλον καὶ ἀγῶνα ἦγον ἐπιτάφιον τριετηρικόν· ἠγωνίζοντο δὲ στρατιῶται καὶ παῖδες στρατιωτῶν· ὕστερον δὲ καὶ ἐπὶ τὸ δημοτικὸν πλῆθος ἔδραμεν· ἦν δὲ γυμνικὸς καὶ ἅρμα, οὐχὶ δίφρος οὐδὲ κέλης. ἔτυχε δὲ οὕτως Ὑψιπύλη ἐν Νεμέᾳ· ὡρισμένου παρὰ τῶν Λημνιάδων πᾶν τὸ ἄρσεν ἀναιρεθῆναι γένος, ἐκ πασῶν Ὑψιπύλη τὸν πατέρα Θόαντα ἐνείρξασα κιβωτῷ ἐφύλαττεν· ὕστερον δὲ μετὰ τὸ τοὺς Ἀργοναύτας ἐκπλεῦσαι φανεροῦ γενομένου ταῖς Λημνιάσι τοῦ κατὰ τὸν Θόαντα αὐτὸν μὲν κατεπόντωσαν ἐνείρξασαι τῇ κιβωτῷ, ἐψηφίσαντο δὲ καὶ κατὰ τῆς Ὑψιπύλης θάνατον· ἡ δὲ μαθοῦσα φεύγει. ἐν τοσούτῳ δὲ λῃσταῖς περιτυχοῦσα πιπράσκεται Λυκούργῳ. κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν κατὰ ζήτησιν οἱ ταύτης παῖδες Θόας καὶ Εὔνεως παρέβαλον ἐν Νεμέᾳ, Εὐρυδίκης δὲ τῆς Λυκούργου γυναικὸς βουλομένης διὰ τὸν Ὀφέλτου θάνατον ἀνελεῖν τὴν Ὑψιπύλην, διὰ τοῦτό τε ἔν τινι τόπῳ λαθραίῳ κατακλεισάσης, Ἀμφιάραος μαντευσάμενος δείκνυσι τοῖς παισὶ τὴν Ὑψιπύλην· ἡ δὲ τοῦτο εὐτυχήσασα παρεκάλει τοὺς ἥρωας τοῖς παισὶ συναγωνίσασθαι. ἄλλω ς . |
| N hyp c [25] | τὰ Νέμεά φασιν ἄγεσθαι ἐπὶ Ὀφέλτῃ τῷ Εὐφήτου καὶ Κρεούσης παιδὶ, ὃν Εὐφήτην ἐκάλεσαν οἱ Ἀργεῖοι τελευτήσαντα ὑπὸ τὸν Θηβαϊκὸν πόλεμον. τοῦτον δὲ ἔτυχε τροφεύουσα Ὑψιπύλη, ἣν ᾔτησαν οἱ Ἀργεῖοι ὕδωρ· τῆς δὲ ἀπελθούσης ὑδρεύσασθαι ὄφις ἐπελθὼν ἀνεῖλε τὸν παῖδα Ἀμφιάραος δὲ τούτοις μαντευόμενος Ἀρχέμορον αὐτὸν ἐκάλεσεν, ὅτι αὐτοῖς ἀρχὴ μόρου ἐγένετο ὁ τοῦ παιδὸς θάνατος. ἐφ’ ᾧ καὶ τὸν ἀγῶνα διέθηκαν τὴν Ὑψιπύλην παραμυθούμενοι. ἄλλοι δὲ, ὧν ἐστι καὶ Αἰσχύλος (FTG p. 49), ἐπ’ Ἀρχεμόρῳ τῷ Νεμέας παιδί· οἱ δὲ ἐπὶ τῷ Ταλαοῦ παιδί. Ἀδράστου δὲ ἀδελφῷ. εἰσὶ δέ τινες οἳ καὶ παλαιότερον εἶναί φασι τὸν ἀγῶνα τοῦ Θηβαϊκοῦ πολέμου. ἤθλησαν δὲ ἐν αὐτῷ περὶ στεφάνου μόνου, οὐκ ἐθελήσαντες δωροδοκεῖν, ἐν τιμῇ καθιστάντες τὸν ἀγῶνα· ὑπέσχοντο δὲ ἐκ τῶν λαφύρων ὑπονοστήσαντες ἀργυρίτην αὐτὸν ποιῆσαι, καὶ διὰ τοῦτο στεφανίτης πρῶτον ἐκλήθη. προέστησαν δὲ τοῦ ἀγῶνος καὶ Ἀργεῖοι καὶ Κορίνθιοι καὶ Κλεωναῖοι· ἐμπεδοῦντες δὲ αὐτὸν τῷ Νεμεαίῳ ἀνέθηκαν Διΐ. ἐστέφοντο δὲ τὸ παλαιὸν ἐλαίᾳ. ὕστερον δὲ μετὰ τὴν συμφορὰν τῶν Μηδικῶν ἐπὶ τιμῇ τῶν κατοιχομένων σελίνῳ· οἱ δὲ ἐξ ἀρχῆς ἐπ’ Ἀρχεμόρῳ τοῦτο τεθῆναι. ἔστι δὲ ἡ Νεμέα τῆς τῶν Ἀργείων χώρας μοῖρα, ὠνομασμένη ἀπὸ 〈Νεμέασ〉 τῆς Σελήνης καὶ Διός· οἱ δὲ ἀπὸ τῶν βοῶν τῶν ὑπὸ Ἄργου νεμομένων ἐν τῷ χωρίῳ, αἳ ἦσαν Ἥρας ἱεραί· οἱ δὲ ἀπὸ τῶν Δαναοῦ παίδων, οἳ κατενείμαντο καὶ ἐκληρούχησαν τὸ χωρίον. ἄλλω ς . |
| N hyp d [25] | καθ’ ὃν χρόνον οἱ ἑπτὰ τῶν Ἀργείων λοχαγοὶ ἐπεστράτευσαν Θηβαίοις Πολυνείκει συμμαχοῦντες, εἰς Λῆμνον τὴν Θρᾳκικὴν καταντήσαντες καὶ δίψει συσχεθέντες συνέτυχον Ὑψιπύλῃ τῇ Λημνίᾳ γυναικὶ καὶ καθικέτευον ἅτε τῶν χωρίων ἔμπειρον οὖσαν ξεναγῆσαι ἐπὶ πότιμον ὕδωρ. τὴν δὲ ἀβλαβῆ χάριν τοῖς λοχαγοῖς ἀπονεῖμαι βουληθεῖσαν καταλιπεῖν ἐπί τινα τόπον τὸν Ἀρχέμορον Λυκούργου τοῦ ἱερέως παῖδα, ὃν εἶχε πρὸς ἀνατροφήν, Ἀργεῖον τὸ γένος· ὄφιν δὲ τῆς χειᾶς ἐξελθόντα κατὰ τὴν τῆς Ὑψιπύλης ἀπουσίαν περιπλακῆναι τῷ παιδὶ καὶ ταῖς σπείραις ἀποτεταμένον ἀποπνῖξαι τὸ βρέφος· τοὺς δὲ ἐπανελθόντας τοξεῦσαι μὲν τὸν ὄφιν, σφόδρα δὲ ἐπὶ τῷ γεγονότι δυσφορῆσαι, ὅτι δὴ ἡ αὐτῶν χρεία αἰτία τῆς τοῦ παιδὸς ἀναιρέσεως γεγένηται, εἶτα τῇ συμφορᾷ βραχεῖάν τινα παραμυθίαν ποριζομένους θάψαι τὸν παῖδα καὶ ἐπιτάφιον ἀγῶνα θέσθαι τὸν Νεμεαῖον, καθ’ ὃν οἱ κριταὶ φαιὰς ἐσταλμένοι στολὰς κρίνουσι τοῖς ἀγωνιζομένοις ὑπόμνημα τοῦ πένθους ταῖς στολαῖς ἐμφανίζοντες· ὁ γὰρ ἀγὼν ἐπιτάφιος. ὕστερον δὲ νικήσας Ἡρακλῆς καταγωνισάμενος τὸν Νεμεαῖον λέοντα ἐπεμελήθη τοῦ ἀγῶνος τὰ πολλὰ ἀνορθωσάμενος, καὶ Διὸς εἶναι ἱερὸν ἐνομοθέτησεν. ὁ δὲ στέφανος ἐκ χλωρῶν πλέκεται σελίνων· διαφέρει δὲ τοῦ κατὰ τὸν Ἰσθμόν, παρόσον ἐκεῖνος ξηρὰ ἔχει τὰ σέλινα. προέστησαν δὲ τοῦ ἀγῶνος πρῶτοι μὲν Κλεωναῖοι, εἶτα Κορίνθιοι, καὶ ἔστι τριετὴς, τελούμενος μηνὶ Πανέμῳ ιηʹ. οὐκ ἀξιοῦντες δὲ πρότερον εἰ μὴ τοὺς ἀπὸ στρατιωτικοῦ γένους, ὕστερον δὲ ἐπιλειψάντων καὶ τοῦ ἔθους διαλυθέντος συνέβη τοὺς πάντας ἀγωνίζεσθαι. ὁ δὲ ἀγὼν ἱππικός τε· καὶ γυμνικός. ἄλλω ς . |
| N hyp e [t2] | ὁ ἀγὼν ἐπιτάφιος ἐπὶ Ἀρχεμόρῳ τῷ Λυκούργου τοῦ ἱερέως παιδὶ, καθ’ ὃν καιρὸν οἱ ἑπτὰ τῶν Ἀργείων λοχαγοὶ ἐπεστράτευσαν Θηβαίοις Πολυνείκει συμμαχοῦντες. οὗτοι γὰρ δυσφορήσαντες, ὅτι δὴ ἡ αὐτῶν χρεία αἰτία τῆς τοῦ παιδὸς ἀναιρέσεως γεγένηται, βραχεῖαν παραμυθίαν τῇ συμφορᾷ ποριζόμενοι ἐπιτάφιον ἀγῶνα θέσθαι τὸν Νεμεαῖον, καθ’ ὃν οἱ κριταὶ φαιὰς ἐσταλμένοι στολὰς κρίνουσι τοὺς ἀγωνιζομένους ὑπόμνημα τοῦ πένθους ταῖς στολαῖς ἐμφανίζοντες· ὕστερον δὲ νικήσας Ἡρακλῆς καταγωνισάμενος τὸν Νεμεαῖον λέοντα ἐπεμελήθη τοῦ ἀγῶνος τὰ πολλὰ ἀνορθωσάμενος, καὶ Διὸς εἶναι ἱερὸν ἐνομοθέτησε. καὶ ἔστι τριετής, τελούμενος μηνὶ Πανέμῳ ὀκτωκαιδεκάτῃ. ὁ δὲ ἀγὼν ἱππικός τε καὶ γυμνικός. Scholia in Nemeonicarum carmen I Χρομίῳ Αἰτναίῳ ἵπποις. |
| N 1 metr (t1) [15] | Τῆς πρώτης ᾠδῆς τῶν Νεμέων ἡ στροφὴ καὶ ἀντίστροφος κώλων δέκα. τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ὡς τὸ (Archil. fr. 94. 2) τίς σὰς παρήειρε φρένας. τὸ βʹ ἰαμβέλεγος. τὸ γʹ πενθημιμερὲς δακτυλικόν. τὸ δʹ ἰαμβέλεγος. τὸ εʹ Εὐριπίδειον. τὸ ϛʹ δακτυλικὸν τετράμετρον ἀκατάληκτον. τὸ ζʹ Εὐριπίδειον. τὸ ηʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ· σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυγίας, 〈χοριάμβου〉 καὶ ἰάμβου καὶ συλλαβῆς· ὁ δὲ Πίνδαρος τοῦ ἰάμβου τὴν μακρὰν συνέστειλεν. τὸ θʹ Εὐριπίδειον. τὸ τʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. inscr. a B ἡ δὲ ἐπῳδὸς κώλων ὀκτώ. τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἑφθημιμερὲς δακτυλικόν. τὸ γʹ πενθημιμερὲς δακτυλικόν. τὸ δʹ Ἰωνικὸν ἀπ’ ἐλάσσονος τρίμετρον καταληκτικόν. τὸ εʹ Σαπφικὸν ἑνδεκασύλλαβον. τὸ ϛʹ Ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ ηʹ Εὐριπίδειον. 2 b B Γέγραπται ὁ ἐπίνικος Χρομίῳ Αἰτναίῳ. |
| N 1 inscr a [5] | Ἱέρων γὰρ οἰκιστὴς ἀντὶ τυράννου βουλόμενος εἶναι, Κατάνην ἐξελὼν Αἴτνην μετωνόμασε τὴν πόλιν, ἑαυτὸν οἰκιστὴν προσαγορεύσας, καὶ ἐν ταῖς ἀναρρήσεσιν ἔν τισι τῶν ἀγώνων Αἰτναῖον ἑαυτὸν ἀνεῖπε. ταὐτὸν δέ, φησὶν ὁ Δίδυμος, εἰκὸς παθεῖν καὶ τὸν Χρόμιον ἑταίρῳ κεχρημένον αὐτῷ. Τίμαιος δὲ (FHG I 232) τὸν ἐπίνικον Ὀλυμπικὸν εἶναι τοῦτον, ἁμαρτάνων· ὁ γὰρ Πίνδαρος ἄντικρυς Νεμεακὸν εἶναί φησιν (vs. 7)· ἅρμα δ’ ὀτρύνει Χρομίου Νεμέα τ’ ἔργμασι νικαφόροις. 1 H B ζητεῖται δὲ, τί δήποτε τῷ Ἀλφειῷ προσδιαλέγεται καὶ τῇ Ὀρτυγίᾳ, τῆς νίκης οὐκ οὔσης Ὀλυμπιακῆς, ἀλλὰ Νεμεακῆς; ἔνιοι μὲν οὖν φασιν, ὅτι τὰ ἱπποτροφεῖα τοῦ Ἱέρωνος καὶ τοῦ Χρομίου ὁμοίως ἐν τῇ Ὀρτυγίᾳ ἦν· τῷ δὲ ἱερὰν εἶναι τὴν κρήνην Ἀρτέμιδος, τὴν δὲ θεὸν ἱππικὴν εἶναι· καθὸ Σώφρων (fr. |
| N 1 inscr b [15] | 167 Kaib.) μὲν αὐτὴν ἀτρέστην, Ὅμηρος δὲ (Z 205) χρυσήνιον· καὶ ὁ Πίνδαρος προσεφώνησεν αὐτὴν καὶ τὴν ἐπ’ αὐτῆς Ἄρτεμιν· διὰ τοῦτο δὲ καὶ ἐν ἄλλοις φάναι τὸν Πίνδαρον (P. II 7)· ποταμίας ἕδος Ἀρτέμιδος. ἀπόχρη δὲ εἰπεῖν, ὅτι ἱππικὴ ἡ θεός, ἀνάκειται δὲ αὐτὴ ἡ νῆσος τῇ θεῷ· ψεῦδος γὰρ τὸ εἶναι τὰ ἱπποστάσια τοῦ Ἱέρωνος αὐτόθι. Ἀριστόνικος δὲ καὶ ἐν Ἐφέσῳ φησὶν εἶναι Ὀρτυγίαν, ἐφ’ ἧς ἐδόκει γεγεννῆσθαι ἡ Ἄρτεμις· ὁ μὲν γὰρ Ἀπόλλων ἐν Δήλῳ, αὐτὴ δὲ δοκεῖ ἐν τῇ Ἀσιατικῇ Ὀρτυγίᾳ. metr. epod. B Ἄμπνευμ α : ἀνάπνευμα καὶ ἀναπνοή· ἔνιοι δὲ ἀναφύσημα· ἀπὸ γὰρ καταδύσεων ἀφανῶν εἰς τὴν Ἀρέθουσαν ἀναφαίνεται. |
| N 1 1a [10] | τὸ δὲ ἀνάπαυμα ἐπὶ τῆς ἐρωτικῆς σπουδῆς ἐπὶ τοῦ ποταμοῦ τάττει· ἔστη γὰρ κατὰ Ὀρτυγίαν τὴν νῆσον. ἡ δὲ Ὀρτυγία πρότερον μὲν οὖσα νῆσος εἶτα προσχωσθεῖσα χερρόνησος γέγονεν, ὡς καὶ Ἴβυκος ἱστορεῖ (fr. 22)· παρὰ χέρσον λίθινον ἔκλεκτον παλάμαις βροτῶν· πρόσθε νιν παῖδα νήριτον ἰχθύες ὠμοφάγοι νέμοντο. σεμνὸν δὲ εἶπεν, ἤτοι ὅτι οὐκ ἔτυχε τῆς συνουσίας ὁ Ἀλφειὸς, ἢ διὰ τὸ καθαρὸν, ὡς Εὐριπίδης (Med. 69)· θάσσουσι σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ. ἄλλω ς . |
| N 1 1b [5] | ἄμπνευμ α : οἷον ἀναπνοὴ διὰ τὸ ἀπορρῶγα καὶ οἷον στόμα εἶναι τοῦ Ἀλφειοῦ τὴν αὐτόθι Ἀρέθουσαν, ἥ ἐστι κρήνη· ὥστε καὶ τὸ σημαινόμενον εἶναι τοιοῦτον· ὦ Ὀρτυγία, ἐν ᾗ ἐστι τὸ τοῦ Ἀλφειοῦ ἀνάπνευμα. τίς; ἡ Ἀρέθουσα; ἀλλ’ οὐ τὴν Ἀρέθουσαν εἴρηκεν ἄμπνευμα, ἀλλὰ τὴν Ὀρτυγίαν, ἐν ᾗ ὁ Ἀλφειὸς ἀναπνεῖ, τῷ περιέχειν τὴν Ἀρέθουσαν. inscr. b B θάλος Ὀρτυγί α : Ὀρτυγία νῆσος πρὸ τῶν Συρακουσῶν, εἰς ἣν διὰ πελάγους φερόμενος ὁ Ἀλφειὸς ἐμβάλλει καὶ ποιεῖ τὴν Ἀρέθουσαν κρήνην. |
| N 1 2a | 4 d B ἄλλω ς . |
| N 1 2b [5] | κατὰ μὲν τὴν ἱστορίαν οὐκ αὕτη ἡ Ὀρτυγία, καθ’ ἣν ἡ Λητὼ τὴν Ἄρτεμιν ἀπέτεκεν, ἀλλὰ περὶ Ἔφεσον ἑτέρα ..... πλησίον τῆς Σικελίας, ἣν χερρόνησον τῶν Συρακουσῶν ἔφαμεν γεγενῆσθαι, καὶ αὐτὴν ἱερὰν τῆς Ἀρτέμιδος διὰ τὴν πρὸς Δῆλον ὁμωνυμίαν· ᾗ χαριζόμεναι τῇ θεῷ αἱ Νύμφαι καὶ πηγὴν πεποιήκασιν ὀνόματι Ἀρέθουσαν ἐν ταύτῃ τῇ νήσῳ, ἐξ ἧς οὔτε ἀρύσασθαι οὔτε ἰχθῦς λαμβάνειν νόμος. 4 e P δέμνιον Ἀρτέμιδο ς : ὁ μὲν Ἀρίσταρχος τὴν Ὀρτυγίαν ἀκούει, διὰ τὸ κατ’ ἐνίους αὐτόθι δοκεῖν αὐτὴν γεγεννῆσθαι· προσθείη δ’ ἄν τις, ὅτι συνήθως ὁ Πίνδαρος τοῖς ὁμωνύμοις χωρίοις ἐπιτίθησι καὶ τὰ ἐπὶ τοῖς ἄλλοις ἱστορούμενα· καθὰ καὶ ἐπὶ τῶν Πλειάδων (N. |
| N 1 3 [20] | II 10)· ἔστι δ’ ἐοικὸς ὀρειᾶν τε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι· ὄρειον δὲ τὸ ζῷον. ἔνιοι δὲ ἱστορικώτερον ἀκούουσι. τὸν γὰρ Ἀλφειόν φασιν ἔρωτι ἁλόντα τῆς Ἀρτέμιδος ἐπιδιῶξαι αὐτὴν ἄχρι Σικελίας· τοῦ δὲ τέλους τῆς διώξεως αὐτόθι γενομένου αὐτόθι συστῆναι τὴν Ἀρέθουσαν. διὰ τοῦτο δὲ καὶ τὴν Ἄρτεμιν Ἀλφειώαν προσαγορεύεσθαι· καὶ ἐν Ὀλυμπίᾳ δὲ ὁ Ἀλφειὸς τῇ Ἀρτέμιδι συναφίδρυται· καὶ τὴν ποταμίαν δὲ Ἄρτεμιν εἶναι οἳ παρὰ τῷ Πινδάρῳ (P. II 7) ἀκούουσι διὰ τὸ ἐπ’ αὐτῇ τοῦ Ἀλφειοῦ πάθος· εἶναι δὲ οἳ Ἀλφειώαν τὴν Ἄρτεμιν λέγουσι διὰ τὸ τὸν Ἀλφειὸν διὰ τοῦ πλησίον τῆς Ἠλείας Ἀρτεμισίου καταφέρεσθαι. ἔχοι δ’ ἂν οὐ φαύλως δέμνιον Ἀρτέμιδος λέγεσθαι τὴν Ὀρτυγίαν, οἷον ἐνδιαίτημα καὶ διατριβήν· ἱερὰν γὰρ τὴν πᾶσαν νῆσον Φερσεφόνης εἶναι· ὅτι δὲ ἡ αὐτή ἐστι τῇ Ἀρτέμιδι, Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 48)· οἵ νυ καὶ Ἀπόλλωνα παναρκέος Ἠελίοιο χῶρι διατμήγουσι καὶ εὔποδα Δηιώνην Ἀρτέμιδος. Δάλου κασιγνήτ α : τὴν Ὀρτυγίαν τῆς Δήλου κασιγνήτην εἴρηκε, μετάγων τὰ ἐπὶ τῶν θεῶν λεγόμενα κατὰ τῶν τόπων, οἵτινες ἀπ’ ἐκείνων προσηγορεύθησαν. |
| N 1 4a [10] | οἱ δὲ διὰ τὴν ὁμωνυμίαν, ὡσανεὶ ἔφη· ἐν ᾗ ἡ Ἄρτεμις ἐγεννήθη ὥσπερ ἐν Δήλῳ· εἴωθε γὰρ ὁ Πίνδαρος μετάγειν τὰς ὁμωνυμίας· ὥστε τὸ λεχθὲν ἐπὶ τῆς εἰς Δῆλον Ὀρτυγίας, τοῦτο ἐπὶ τῇ πρὸς Συρακούσαις μετήχθη. ἔνιοι δὲ κασιγνήτην ἀκούουσιν ἀντὶ τοῦ συγγενῆ διὰ τὴν ὁμοιότητα· κοινὰ γὰρ τὰ ἐφ’ ἑκατέρας ἱστορούμενα. καὶ γὰρ νῆσος ἡ Δῆλος, καὶ ἡ Ὀρτυγία ἡ ἐν Συρακούσαις νῆσος, καὶ ὑπεδέξαντο θεοὺς ἀμφότεραι· καὶ ἡ μὲν ἔκρυσιν διὰ πελάγους, ἡ δὲ ἐκ τοῦ Νείλου διὰ τὸν Ἰνωπόν. ἄλλως. |
| N 1 4b [5] | δοκεῖ μὲν πρὸς τὸ βίαιον τὴν πρὸς ταῖς Συρακούσαις ἀδελφὴν λέγειν τῆς Δήλου· τὸ δὲ ὅλον διὰ τὴν ὁμωνυμίαν αὐτῷ ὁ λόγος προήχθη. ὁ δὲ νοῦς· ὦ σεμνότατον ἀνάπαυμα τοῦ Ἀλφειοῦ, τῶν Συρακουσῶν καὶ τῆς Σικελίας κόσμε καὶ βλάστημα, τῆς Ἀρτέμιδος ἐνδιαίτημα καὶ τῆς Δήλου ἀδελφή. |
| N 1 4c,col 1 [5] | 8P ὁ δὲ νοῦς· ὦ σεμνὸν καὶ σεμνότατον ἄμπνευμα καὶ ἀνάπαυμα τοῦ Ἀλφειοῦ, τῶν Συρρακουσῶν καὶ τῆς Σικελίας τῶν κλεινῶν θάλος * ) καὶ κόσμε καὶ βλάστημα, τῆς Ἀρτέμιδος δέμνιον καὶ ἐνδιαίτημα, καὶ τῆς Δήλου κασιγνήτη καὶ ἀδελφή. |
| N 1 4c (9) [10] | τοῦτο δὲ καὶ διὰ τὴν ὁμωνυμίαν· Ὀρτυγία γὰρ καὶ ἡ Δῆλος ἐκαλεῖτο· καὶ διὰ τὸ θεοφιλές· ἐν Δήλῳ γὰρ ἦν ἡ Ἄρτεμις. 2 a B σέθεν ἁδυεπή ς : ἐκ σοῦ ἡδυεπὴς καὶ εὔφημος. |
| N 1 4e | ὁ δὲ νοῦς· ἀπὸ σοῦ, ὦ Ὀρτυγία, ὁ ἡδυεπὴς ὕμνος τὴν ὁρμὴν ἔχει, ὥστε θεῖναι καὶ πληρῶσαι ἔπαινον μέγαν τῶν ὀξυτάτων ἵππων Διὸς ἕνεκεν τοῦ ἐν τῇ Αἴτνῃ· Διῒ γὰρ ἀνάκειται καὶ οὗτος ὁ ἀγών. ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν ἐστι. |
| N 1 4f | 3P σέθεν ἁδυεπή ς : ὁ δὲ νοῦς· σέθεν καὶ ἐκ σοῦ. |
| N 1 4g [5] | εὔφημος ὁ ἁδυεπής. ἢ τὸ σέθεν ἀντὶ τοῦ ἀπὸ σοῦ, ὦ Ὀρτυγία, ὁ ὕμνος ὁ ἡδυεπὴς ὁρμᾶται ἀντὶ τοῦ τὴν ὁρμὴν ἔχει ὥστε θέμεν καὶ θεῖναι καὶ πληρῶσαι αἶνον καὶ ἔπαινον μέγαν τῶν ἀελλοπόδων καὶ τῶν ὀξυτάτων ἵππων, χάριν καὶ ἕνεκεν τοῦ Ζηνὸς τοῦ Αἰτναίου τοῦ ἐν τῇ Αἴτνῃ. Διὶ γὰρ ἀνάκειται καὶ οὗτος ἀγών. ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν. Ζηνὸς Αἰτναίο υ : ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν ἐστιν. |
| N 1 7b [5] | Ζηνὸς Αἰτναίου χάρι ν : ἢ εἰς χάριν τοῦ Διός, ἢ ἕνεκεν τοῦ Διός, παρόσον ἐν τῷ ἀγῶνι καὶ ἐν τῇ πανηγύρει τοῦ Αἰτναίου Διὸς ᾖδον οἱ περὶ τὸν Ἱέρωνα τοὺς ἐπὶ τοῖς στεφανίταις ἀγῶσι πεποιημένους ἐπινίκους [καὶ ᾖδον]. πιθανὸν οὖν φησιν ὁ Δίδυμος καὶ τὸν ἐπὶ τῆς Χρομίου Νεμεακῆς νίκης ἐπίνικον ἕνεκα τούτου συντετάχθαι, ὑπὲρ τοῦ μέλλειν αὐτὸν ὑπὸ τῆς πανηγύρεως ᾀσθήσεσθαι. ὁ δὲ τρόπος ποιητικός, ὥστε τὸ ἀπὸ τοῦ αὐτομάτου συμβαῖνον ὡς αἴτιον λαμβάνειν. οὐ γὰρ ἕνεκα τοῦ ᾀσθῆναι τὸν ἐπίνικον ἐν τῇ πανηγύρει τοῦ Αἰτναίου Διὸς ἐνίκησεν, ἀλλὰ νικήσαντος ἔμελλεν ἡ εἰς αὐτὸν ᾠδὴ ᾀσθήσεσθαι. ἅρμα δ ’ ὀτρύνει Χρομίο υ : Χρόμιος ἡνίοχος Ἱέρωνος παιδόθεν γεγονὼς, ἅτε δὴ βασιλεῖ συνὼν καὶ ἄριστος ὢν τὴν ἱππικὴν ἐπλούτησε καὶ ἤρξατο ἀποστὰς τοῦ Ἱέρωνος καθ’ ἑαυτὸν ἱπποτροφεῖν· νικᾷ δὲ νῦν ἵππῳ ἅρματι πρῶτον ἀγωνισάμενος. |
| N 1 10 | ζεῦξαι μέλο ς : συνθεῖναι ἐγκωμιαστικὸν μέλος. ἔστι δὲ τὸ σχῆμα περίφρασις. ἀρχαὶ δὲ βέβληνται θεῶ ν : τοῦ ἐγκωμίου. |
| N 1 11a | τοῦτο δὲ λέγει διὰ τὸ ἀπὸ θεοῦ τῆς Ἀρτέμιδος κατῆρχθαι, ὥστε ἀρχὰς τὰ προοίμια τῆς ᾠδῆς αὐτὸν λέγειν. ἔθος δὲ Πινδάρῳ θεοῖς ἀνάπτειν τὰ ὁπωσοῦν τοῖς ἀνθρώποις ἐκπονούμενα. ὁ δὲ νοῦς· αἱ γὰρ ἀρχαὶ ταῖς δαιμονίαις καὶ θείαις ἀρεταῖς ἐκείνου τοῦ ἀνδρὸς ἐκ θεῶν βέβληνται, ἀντὶ τοῦ ἐκ πρώτης καταβολῆς ἡ τύχη τούτῳ συνέλαβεν. |
| N 1 11b | 13 b B ἔστι δ ’ ἐν εὐτυχί ᾳ : κατὰ πάντα μέρη τοῦ βίου ἄκρως ἔνδοξος ὁ εὐτυχής. |
| N 1 13a | καὶ Εὐριπίδης (fr. 1017)· τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν. 14B ἢ οὕτως· ἔστι δὲ καὶ ἐκ τῆς εὐτυχίας καὶ εἰς ἄκρον εὐδοξίας ἀφικέσθαι. |
| N 1 13b | 13 a B μεγάλων δ ’ ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλε ῖ : ἀντὶ τοῦ μεγίστων ἀγωνισμάτων ἡ Μοῦσα μεμνῆσθαι βούλεται. |
| N 1 16a [5] | ἔγειρε νῦν ἀγλαΐαν τιν ά : ἔκπεμπε τοίνυν, ὦ Μοῦσα, καὶ σπεῖρε λαμπρότητά τινα τῇ νήσῳ τῇ Σικελίᾳ, ἥντινα ὁ Ζεὺς ἐξαίρετον δέδωκε τῇ Φερσεφόνῃ ἀρίστην οὖσαν καὶ ἐπιτηδειοτάτην τῆς γῆς τῆς εὐκαρποτάτης, καὶ ἐπένευσε τῇ ἑαυτοῦ κεφαλῇ τὴν Σικελίαν πιειρῶς καὶ λιπαρῶς ἀνορθώσειν, ἢ τὴν πιοτάτην καὶ καλλίστην ὑψώσειν πλουσίων πόλεων ἐνοικήσεσι ταῖς ὑπ’ αὐτὴν ἐσομέναις. ἔγειρε νῦ ν : ἔκπεμπε τοίνυν, ὦ Μοῦσα, καὶ σπεῖρε λαμπρότητά τινα τῇ νήσῳ Σικελίᾳ, τὰν καὶ ἥντινα ὁ δεσπότας τοῦ Ὀλύμπου ἤγουν ὁ Ζεὺς ἔδωκεν ἐξαίρετον τῇ Φερσεφόνῃ ἀρίστην οὖσαν καὶ ἐπιτηδειοτάτην τῆς γῆς τῆς εὐκαρποτάτης, καὶ κατένευσε ταῖς χαίταις καὶ τῇ κεφαλῇ οἱ καὶ αὐτῇ τὴν Σικελίαν πειρῶς καὶ λαμπρῶς ἀνορθώσειν, ἢ τὴν πίειραν καὶ τὴν πιοτάτην καὶ καλλίστην ὑψώσειν πλουσίων πόλεων κορυφαῖς καὶ ἐνοικήσεσι ταῖς ὑπ’ αὐτὴν ἐσομέναις. |
| N 1 17 | τὰν Ὀλύμπου δεσπότα ς : περὶ τῆς ὅλης Σικελίας ἐστὶν ὁ λόγος. δοκεῖ δὲ αὐτὴν ὁ Ζεὺς εἰς τὸν γάμον Πλούτωνος τοῖς ἀνακαλυπτηρίοις τῇ Φερσεφόνῃ δωρήσασθαι. εὐκάρπου χθονό ς : λέγεται γὰρ ἡ πᾶσα Σικελία ἐξ ἀρχῆς Δήμητρος εἶναι καὶ Κόρης, τοῦ Διὸς οὕτως ἐξ ἀρχῆς βουληθέντος. |
| N 1 20 | ἡ γοῦν Φερσεφόνη περὶ τοὺς τῆς Αἴτνης διατρίβουσα λειμῶνας ἡρπάσθη παρὰ τοῦ Πλούτωνος. πίειραν ὀρθώσει ν : ὅ ἐστι διαφυλάξειν ὀρθὴν τῇ Φερσεφόνῃ διὰ τῶν πόλεων τῶν ἐσομένων ἐν αὐτῇ ἀφνεῶν· οὕτω γὰρ ἔμελλε δηλονότι ὀρθοῦσθαι ἡ Σικελία, εἰ ἀξιολόγους ἔχοι πόλεις ἐν αὐτῇ. |
| N 1 21 | 24B ὤπασε δὲ Κρονίω ν : παρέσχε δὲ πρὸς τοῖς εἰρημένοις ὁ Ζεὺς αὐτῇ γενναίων ἀνδρῶν καὶ πολεμικῶν πλῆθος. |
| N 1 23 | ὥστε δι’ ὅπλων μεμνῆσθαι τῶν πολεμικῶν καὶ ἱππαιχμίαις εὐδοκιμεῖν. 25B πολέμου μναστῆρ α : οἷον μνήμονα πολέμου, ἐπιστήμονα, οὐκ ἀμελοῦντα τῶν πολεμικῶν, ἀλλὰ κατατιθέμενον ἐν τῷ νόῳ ὅτι δεῖ παρασκευάζεσθαι εἰς τὰ πολεμικὰ διόλου. |
| N 1 24 | ὅμοιον τῷ μνήστορες ἀϋτῆς (Δ 328). 23B θαμὰ δὴ καὶ Ὀλυμπιάδω ν : οὐ μόνον, φησί, τὰ περὶ πόλεμον δραστηρίους ἀπέδειξε τοὺς Σικελιώτας, ἀλλὰ καὶ Ὀλυμπιονίκας· οἷον πολλάκις ἐνίκησαν ἐπ’ Ὀλυμπίας. |
| N 1 25a [5] | ἔστι δὲ ὁ λόγος τῷ Πινδάρῳ οὐ περὶ τοῦ Χρομίου μόνου, ἀλλὰ καὶ περὶ τοῦ παντὸς λαοῦ, οἳ πολλὰς ἔσχον νίκας Ὀλυμπικάς. ἐντεῦθεν ἴσως πλανηθεὶς ὁ Τίμαιος (FHG I 232) Ὀλυμπικὸν τὸν ἐπίνικον ᾠήθη εἶναι. ἔστι δὲ καὶ οὕτως ἀναγνῶναι· ἵππαιχμόν θ’ ἅμα δή, καὶ ὁ λόγος κατὰ συναλοιφὴν, ἵν’ ᾖ· ὁ λαὸς μνηστὴρ ἅμα πολέμου καὶ τῶν Ὀλυμπικῶν ἀθλημάτων. |
| N 1 27a | πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλώ ν : πολλῶν ἐπέβην καὶ ἡψάμην ἐγκωμίων, οὐδαμοῦ τῷ καιρῷ πρὸς ψεῦδος χρησάμενος. ἢ οὕτως· οἷον τοῦ καιροῦ τῇ ἀληθείᾳ τυχών. |
| N 1 29a [5] | ἔσταν δ ’ ἐ π ’ αὐλείαις θύραι ς : ἀμφίβολον πότερον ὁ χορὸς ἢ ὁ ποιητής· δύναται γὰρ ὁ χορὸς κυρίως λέγειν ἐφ’ ἑαυτοῦ, δύναται δὲ καὶ ὁ Πίνδαρος μεταφορικῶς εἰπεῖν ἔστην τῷ λόγῳ καὶ τῇ μολπῇ μέλπων αὐτὸν καὶ ὑμνῶν. ἐὰν μὲν οὖν ὁ χορὸς λέγῃ, κυρίως ἀκουσόμεθα δεῖπνον παρεσκευάσθαι· κῶμον γὰρ στέλλουσιν οἱ χορευταί· ἐὰν δὲ ὁ ποιητής, κεκόσμηται τὰ δοθησόμενά μοι δῶρα, φησί, διὰ τοῦ ὕμνου. ὁ δὲ νοῦς· ἔστην δὲ παραγενόμενος ἐπὶ τοῖς οἴκοις τοῦ φιλοξένου ἀνδρός, τὰ καλὰ δὲ τούτου ἀναβαλλόμενος. |
| N 1 29b | 32 b B 34 b D θαμὰ δ ’ ἀλλοδαπῶ ν : οὐκ ἄπειροι γὰρ τῆς συνεχοῦς δεξιώσεως οἱ τούτου οἶκοι· συνεχῶς γὰρ τοὺς ἐκ τῆς ἀλλοδαπῆς ὑποδέχονται γῆς. |
| N 1 32a | 34 b B οἱ τοῦ Χρομίου δόμοι οὐκ εἰσὶν ἀπείρατοι ξένων, τουτέστι, φιλόξενοί εἰσι. |
| N 1 32b | 32 a B λέλογχε δ έ : ὁ νοῦς· πέφυκε δὲ τοῖς μεμφομένοις τοὺς ἀγαθοὺς οὕτω τήκεσθαι ὥσπερ ὑπὸ πυρὸς ὕδωρ, οὐκέτι δυνάμενον φέρειν τὴν θέρμην καὶ τὸν καπνόν. |
| N 1 34a [5] | 36BD λέλογχε δὲ μεμφομένοι ς : Ἀρίσταρχος οὕτως· τοῖς δὲ τοὺς ἀγαθοὺς μεμφομένοις τοῦτο λέλογχε καὶ ὑποκείμενόν ἐστιν, οἷον ἀκολουθεῖ, ὥσπερ καπνῷ ὕδωρ φέρειν ἀντίον κατασβεννύναι. |
| N 1 34b [5] | καταλείπεται δὲ τῇ ἀρχαίᾳ σημασίᾳ τὸ ἐσλός· καὶ ἡ ἀντίστροφος ἀπῄτει τὸ υ . ταῖς δὲ τοιαύταις παραβολαῖς χρῆται ἀποτόμως, οὐ λέγων τὸ καθάπερ. καὶ ὁ μὲν Ἀρίσταρχος ταῦτα. βέλτιον δὲ οὕτως ἀκούειν κατ’ ἐναλλαγὴν πτώσεως· μεμφομένοις, ἀντὶ τοῦ μεμφομένους σβεννύειν ὡς ὕδατι καπνὸν, ἵνα αὐτὸς ὁ ἀγαθὸς κατασβεννύῃ τὸν φθονερόν, ἀλλὰ μὴ σβεννύηται ὑπ’ ἐκείνου. χρῆται δὲ ὁ Πίνδαρος τῷ καπνῷ ἀντὶ πυρὸς, ἐκ τοῦ παρακολουθοῦντος τὸ πρῶτον σημαίνων. ἢ οὕτως· ὅτι τὸ ἐσλός ἀντὶ τοῦ ἐσλούς εἴρηται Δωρικῶς, καὶ ὅτι τὸ λέλογχεν εἶπεν ἑνικῶς ἀντὶ τοῦ λελόγχασι· λελόγχασι δὲ οἱ καταμεμφόμενοι καπνῷ ὕδωρ ἐπιφέρειν· ὅ ἐστι τοὺς ἐχθομένους αὐτῷ οἷός ἐστι καταπραΰνειν, ὥσπερ καπνῷ ὕδωρ ἐπιφέρων. |
| N 1 34d | τινὲς οὕτως· ὡς ὕδατι καπνὸν σβεννύουσι καὶ πῦρ, οὕτω τοὺς ἐσλοὺς σβεννύουσιν οἱ φθονεροὶ μεμφόμενοι. ἄλλως. |
| N 1 34e | οὐκ ἀνύουσιν οἱ φθονεροὶ μεμφόμενοι τοὺς ἀγαθούς· ὁ γὰρ ἀγαθὸς ἀγαθός ἐστι, κἂν μυριάκις μέμφωνται αὐτόν. 34 a BD τέχναι δ ’ ἑτέρων ἕτερα ι : τουτέστιν ἄλλοι ἄλλα φιλοτεχνοῦσι. |
| N 1 36 [5] | τοῦτο δὲ λέγει· πρὸς ἃ πέφυκέ τις, πρὸς ταῦτα ἀκολουθοῦντα τῇ φύσει ἰέναι, καὶ περὶ αὐτὰ ἐνεργεῖν. ἢ τέχνας, φησὶν ὁ Δίδυμος, ἀκουστέον τοὺς δόλους, ὅθεν καὶ τὸ ἀτεχνῶς παρὰ τοῖς Ἀττικοῖς· ἄλλαι δ’ ἄλλων ἐπιτεχνήσιες. εἴρηται δὲ παρὰ τὸ Ὁμήρου (Ν 730). ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα. μάρνασθαι οὖν Ἀρίσταρχος ἀντὶ τοῦ μάχεσθαι καὶ ἀντερίζειν φύσει χρώμενον κατὰ τρόπον καὶ μηδὲν παρὰ φύσιν πράττειν. |
| N 1 38 [5] | μήποτε δὲ τὸ μάρνασθαι οὐκ ἔστι μάχεσθαι, ἀλλ’ ἐνεργεῖν, ὥς φησι Δίδυμος, καὶ πραγματεύεσθαι, ὥστε εἶναι τὸ κεφάλαιον τοῦ λόγου· προσήκει δὲ ἀδόλως εὐθὺ πράττειν, καθ’ ἣν εἴληχεν ἕκαστος φύσιν, ἢ ἔργῳ ἢ γνώμῃ. χρὴ δ ’ ἐν εὐθείαις ὁδοῖ ς : Ἀριστόνικος· χρὴ καθ’ ἣν γεγέννηταί τις φύσιν, ταύτῃ ἀκολουθεῖν καὶ μὴ βιάζεσθαι αὐτὴν εἰς ἄλλα τρέποντα, μηδὲ τῷ φθόνῳ μάρνασθαι πρὸς τοὺς ἀγαθούς, ἀλλὰ συνασκεῖν ἅ τις ἔχει ἐκ φύσεως. |
| N 1 37 [5] | ὁ δὲ νοῦς· χρὴ δὲ ταῖς εὐθείαις ὁδοῖς βαδίζοντα καταχρῆσθαι ταῖς ἑαυτοῦ καὶ τῇ φύσει, μὴ δι’ ἑτέρων ἐπιτηδευμάτων τὴν ἰδίαν ἐνυβρίζειν τέχνην. πράσσει γὰρ ἔργῳ μὲν σθένο ς : συμπράσσει καὶ συνεργεῖ τοῖς μὲν ἔργοις ἡ ἀνδρεία, τοῖς δὲ βουλεύμασι καὶ λόγοις ὁ νοῦς· μετέβαλε δὲ τὸ Ὁμηρικόν (Π 630)· ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. |
| N 1 40 | οὕτω τῷ νῷ ὁ λόγος ἕπεται, ὥστε καὶ τὸ μέλλον προγνῶναι ἀκολούθως, ὧν ἐστι συγγενὲς καὶ συμφυὲς καὶ ἀκόλουθον· συγγενὲς γὰρ τὸ συμφυές. Ἀγησιδάμου πα ῖ , σέο δ ’ ἀμφὶ τρόπ ῳ : ὁ νοῦς· σοῦ δὲ, ὦ Χρόμιε τοῦ Ἀγησιδάμου παῖ, περὶ τὸν τρόπον καὶ τὸν βίον ἀμφοτέρων ἡ χρῆσις ὑπάρχει, καὶ λόγων καὶ ἔργων· πρὸς ἀμφότερα χρήσιμος εἶ. |
| N 1 43 [5] | τῶν τε καὶ τῶ ν : τῶν ἔργων καὶ τῆς συνέσεως. ἐνεργεῖς γὰρ καὶ προβουλεύῃ. οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτο ν : πιθανῶς ὃ θέλει παραινέσαι τῷ Χρομίῳ, ἐφ’ ἑαυτοῦ ἐξενήνοχεν· οὐκ ἐπιθυμῶ, φησί, κατακρύψαι θησαυρὸν, ἵνα πλουτῶ, ἀλλὰ παρόντων τῶν ἀπὸ τοῦ πλούτου καὶ εὖ παθεῖν καὶ εὖ ἀκοῦσαι θέλω ἐξαρκῶν τοῖς φίλοις. |
| N 1 44 | τὸ δὲ ὅλον· δωρητικὸς γίνου. κοιναὶ γὰρ ἔρχον τ ’ ἐλπίδε ς : αἱ γὰρ ἐλπίδες καὶ αἱ μέλλουσαι, φησί, προσδοκίαι κοιναὶ καὶ ἄδηλοι τοῖς ἀνθρώποις εἰσίν. |
| N 1 48b | ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἴ τις τοῖς φίλοις ἐπαρκέσει, οὗτος καὶ ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς· ἄδηλα γὰρ τὰ παρὰ τῆς τύχης συμπτώματα. ἐγὼ δ ’ Ἡρακλέο ς : οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους. |
| N 1 49a | ἢ οὕτως· ἐγείρω τὸν λόγον ὄντα ἀρχαῖον τὸν περὶ τῆς Ἡρακλέους ἀρετῆς· ἀντέχομαι γὰρ αὐτοῦ καὶ ζηλῶ αὐτόν. ἐγὼ δ ’ Ἡρακλέος ἀντέχομαι προφρόνω ς : ἐπαπορήσειεν ἄν τις, διατί τοῦ Ἡρακλέους μνημονεύει· οὐ γὰρ εὔκαιρος δοκεῖ ἡ μνήμη νῦν Ἡρακλέους. |
| N 1 49b [5] | καί φαμεν, ὅτι βουλόμενος δεῖξαι, ὡς οἱ διαφανεῖς ἐν τοῖς ἔργοις καὶ τοῖς λόγοις ἀθάνατοι γίνονται τῇ μνήμῃ, διὰ τοῦτο μέμνηται Ἡρακλέους ἀρετῆς, ἐπιφέρων τοῖς τοῦ Χρομίου θαύμασιν· ὅτι ἐγὼ ἀντέχομαι ἐν ταῖς κορυφαῖς τῶν σῶν ἀρετῶν, καὶ μνημονεύω τῶν κατὰ τὸν Ἡρακλέα διηγημάτων. ἄλλως· ἐγὼ δ ’ Ἡρακλέο ς · διαπορεῖται τίνι ἀφορμῇ εἰς τοὺς περὶ Ἡρακλέους λόγους παρῆλθε· μηδεμίαν γὰρ ἔχειν εἰς τὰ παρόντα Ἡρακλέα οἰκείωσιν· ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ὅτι οἴονταί τινες, ὅτι BDPU ὑπόθεσις αὐτῷ ἐδέδοτο τοιαύτη ὥστε μνησθῆναι τοῦ θεοῦ, ὅπερ ἐστίν, ὡς καὶ αὐτός φησιν Ἀρίσταρχος, ἀπίθανον. |
| N 1 49c [40] | μήποτε δὲ, ὅτι ἀεὶ ὁ Πίνδαρος ἐπαινεῖ τοὺς φύσει μᾶλλον τῶν ἐκ διδαχῆς περιγινομένων, ὁ δὲ Ἡρακλῆς τοιοῦτος. τοῦτο δὲ ἀπίθανον. τί γὰρ, ὅτι τὴν πρώτην περὶ Ἡρακλέους γενομένην συμφορὰν ἰδίως ἐξύμνησεν, εἰς ἔνδειξιν τῶν φυσικῶν ἀγαθῶν; Ἡρακλῆς γὰρ μέχρι παντὸς ἐκ φύσεως ἀγαθὸς ὢν ἀνεφάνη, ὥστε οὐκ ἂν ὡμοίωσε τὸν ἔπαινον, ἓν μόνον τὸ περὶ τοὺς δράκοντας αὐτῷ διαπραχθὲν εἰπών· ἀλλ’ εἴπερ ἄρα, ἀπὸ τῶν ἐπιφανεστέρων ἂν ἐπῄνει τὸν Ἡρακλέα. ὁ δὲ Χαῖρίς φησιν, ὅτι ὁ Χρόμιος πολλὰ συμπονήσας τῷ Ἱέρωνι κατὰ τὴν ἀρχὴν ἀμοιβῆς ἔτυχεν ἐξ αὐτοῦ, ὥστε ἐκ περιουσίας καὶ ἱπποτροφῆσαι· ὡς οὖν οὗτος ἔπαθλον πόνων ἔλαβε τὴν ἐπιφάνειαν, οὕτω καὶ Ἡρακλῆς πολλὰ ταλαιπωρήσας ἔπαθλον ἔσχε τὴν ἀθανασίαν καὶ τὸν γάμον τῆς Ἥβης. καὶ πρὸς τοῦτον δὲ ἔνεστιν εἰπεῖν· τί δήποτε ὁ Πίνδαρος ἰδίως τὸν ἔπαινον τὴν τοῦ Ἡρακλέους παρέλαβε συμφορὰν εἰς ἐπίδειξιν τῆς φιλοπονίας; μᾶλλον γὰρ ἔδει κοινότερον πάντας τοὺς ἄθλους εἰς ὑπόμνησιν ἀγαγεῖν, ὅτι καθήρας γῆν καὶ θάλασσαν ἀπεθεώθη. ὁ δὲ Χρύσιππος Νεμεακὸν εἶναί φησι τὸν ἀγῶνα καὶ ἐπὶ τούτῳ δὴ τὸν ἐπίνικον· διά τε τὸ Νεμεαῖον εἶναι τὸν λέοντα, ταύτῃ τὸν Ἡρακλέα τοῖς τοῦ νενικηκότος ἐπαίνοις ἐγκαταμεμίχθαι. ἀντιπράττει δὲ καὶ τούτῳ τὸ μηδ’ ὁτιοῦν τὸν Πίνδαρον [εἰπεῖν] περὶ τοῦ λέοντος, ὅπερ αἰτιώτατον τῆς παρεκβάσεώς φησιν ὁ Χρύσιππος εἶναι. βέλτιον δέ φησιν ὁ Δίδυμος ἐκεῖνο λέγειν, ὅτι ὃ περὶ τῆς Αἴτνης ἔφη, τοῦτο καὶ νῦν βούλεται δηλοῦν ὁ Πίνδαρος (P. I 33)· ναυσιφορήτοις δ’ ἀνδράσι πρώτη χάρις ἐς πλόον ἐρχομένοις πομπαῖον ἐλθεῖν οὖρον. τοιοῦτο λέγοι ἄν τι καὶ ἐπὶ τοῦ Χρομίου· ἐπεὶ νῦν ἦρκται ἀγωνίζεσθαι καὶ ἀρξάμενος εὐθὺς ἐνίκησεν, ἐλπίς ἐστιν αὐτὸν καὶ τῶν ἄλλων τεύξεσθαι στεφάνων. πρὸς τί οὖν τὸ περὶ Ἡρακλέους ὑπόδειγμα; ὅτι καὶ ὁ Ἡρακλῆς βρέφος ἔτι ὢν μεταχειρισάμενος τοὺς δράκοντας, καὶ τοὺς αὖθις ἄθλους κατεπράξατο· καὶ ὥσπερ τούτου περὶ τὸν Ἡρακλέα γεγενημένου ὁ Ἀμφιτρύων Θηβαῖον ὄντα τὸν Τειρεσίαν προανέκρινε περὶ τοῦ παιδὸς, ὁ δὲ προεμαντεύσατο τοὺς ἐσομένους αὐτῷ ἄθλους, οὕτως αὐτὸς ὁ Πίνδαρος ἀπὸ τῆς πρώτης τοῦ Χρομίου νίκης προμαντεύεται, ὅτι καὶ τῶν λοιπῶν στεφάνων τεύξεται. ὁ δὲ νοῦς· ἐγὼ δ’ ἐφίεμαι καὶ οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους, ἐγείρων τὸν λόγον ὄντα ἀρχαῖον τὸν ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν, οὗ κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ ἐγείρων λόγον· ἀντέχομαι γὰρ καὶ ζηλῶ αὐτόν. |
| N 1 49e | ἢ οὕτως· ἐν ταῖς κορυφαῖς τῶν ἀρετῶν τὸν ἐξ ἀρχῆς παροτρύνων περὶ αὐτοῦ λόγον, οἷον ἀπ’ ἀρχῆς τῶν περὶ αὐτὸν γεγονότων μνημονεύων. 58 b D ἢ ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ διεγείρων λόγον. |
| N 1 53 | ὡς ἐπεὶ σπλάγχνων ὑπὸ ματέρος αὐτίκ α : διηγήσομαι, φησίν, ὅπως ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ τοῦ Διὸς παῖς Ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ Ἰφικλεῖ διδύμῳ ὄντι ἐκφυγὼν τὴν ὠδῖνα. 56B θαητὰν εἰς αἴγλα ν : τὴν λαμπρὰν ἡμέραν καὶ θαυμαστήν. |
| N 1 54b | ἄλλως. ἤτοι τὴν ὁρατὴν αἴγλην, τὸ φῶς· ἢ τὴν αἰτίαν τοῦ θεάσασθαι ἡμᾶς· καθὸ καὶ μητέρα τοῦ Ἡλίου Θείαν διεπλάσαντο· θέας γὰρ αἴτιος ἡμῖν ὁ θεός. 58 b B διδύμῳ σὺν κασιγνήτ ῳ : τῷ Ἰφικλεῖ. |
| N 1 56 | ἐναντίως τῷ Θεοκρίτῳ. ἐκεῖνος γάρ φησι (24, 2)· καὶ νυκτὶ νεώτερον Ἰφικλῆα. 54B κροκωτό ν : ἤτοι ἀπὸ τῆς χρόας κροκοειδὲς, ἢ ἀπὸ τῆς κρόκης ὑφαντόν. |
| N 1 58a | 59BD διηγήσομαι οὖν, φησί, καὶ ὅπως μὴ δυνηθεὶς διαλαθεῖν τὴν Ἥραν εἰς κροκοβαφὲς ὕφασμα ἐνετέθη σπαργανωθείς. |
| N 1 58b | 58 a BD ἀλλὰ θεῶν βασίλει α : ὁ ἀλλά κεῖται ἀντὶ τοῦ δέ. |
| N 1 60a | ταραχθεῖσα τῇ ψυχῇ καὶ ὑπερζέουσα τῷ θυμῷ, οὐ τότε ὅτε ἐνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἀλλ’ ἔτι πάλαι, ὅτε ἐμίσγετο τῇ Ἀλκμήνῃ ὁ Ζεύς. σπερχθεῖσ α : ἐπιχυθεῖσα, λυπηθεῖσα. |
| N 1 61 | τοὶ μὲν οἰχθεισᾶν πυλᾶ ν : οἱ μὲν οὖν δράκοντες ἀνεῳχθεισῶν τῶν πυλῶν εἰς τὸ ἐσώτατον τῶν οἴκων παρεγένοντο, ἔνθα κατέκειτο ὁ παῖς. 64 b BD ἀμφιελίξασθα ι : ἐκ τοῦ προηγουμένου καταφαγεῖν· οὕτω γὰρ εἶπε τὸ ἀμφελίξασθαι, ἐπεὶ μεγαλοστομώτατόν ἐστι τὸ ζῷον καὶ ὅμοιον τῇ εἱλήσει τὴν κατάποσιν ποιεῖ. |
| N 1 64a | 64 c BD τὸ δὲ χʹ ὅτι ἀντὶ τοῦ μασᾶσθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε, διὰ τὸ συστρέφειν τὰς γνάθους τοὺς μασωμένους. |
| N 1 64b | 64 a BD ὃ δ ’ ὀρθὸν μὲν ἄντεινε κάρ α : ὁ δὲ Ἡρακλῆς ὀρθώσας ἑαυτὸν πρώτης ταύτης τῆς μάχης πεῖραν ἐλάμβανε. |
| N 1 64c | 67BD πειρᾶτο δὲ πρῶτο ν : αὕτη γὰρ πρώτη μάχη ἐγένετο Ἡρακλεῖ ἡ πρὸς τοὺς δράκοντας. |
| N 1 66b [5] | εἰσὶ δὲ οἳ ὑπὸ Ἀμφιτρύωνος ἐπιπεμφθῆναι τοὺς ὄφεις λέγουσιν ἐπὶ διαπείρᾳ τοῦ γνῶναι, πότερος εἴη τοῦ Διός, ὡς Φερεκύδης (FHG I 77 M, I 79 J), ἐνιαυσίοις οὖσιν ἤδη· καὶ ὁ μὲν Ἰφικλῆς, ὥς φασι, φεύγει, ὁ δὲ ἐπὶ τῆς εὐνῆς μείνας ἀμφοτέρους ἀπέπνιξε. 69BD δισσαῖσ ι : καὶ ταῖς δύο χερσὶν ἑαυτοῦ τοὺς δύο θῆρας ἐκ τῶν αὐχένων σφίγξας οὕτως ἀφύκτως κατεῖχεν. |
| N 1 67 | 66 b BD ἀγχομένοις δὲ χρόνο ς : τούτους οὖν, φησί, τοὺς δράκοντας στρεβλουμένους καὶ πνιγομένους αἱ ψυχαὶ ἀπέλιπον, καὶ νεκρὸν εἴασαν τὸ παμμέγεθες σῶμα. |
| N 1 69bis | μελέων ἀφάτω ν : ἀρρήτων, οὐκ ἐπιδεχομένων τὸ φατισθῆναι διὰ τὸ μέγεθος· ἢ φθαρτικῶν ἄγαν, κατ’ ἐπίτασιν λαμβανομένου τοῦ α · φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν καὶ τὸ φάσγανον. ἐκ δ ’ ἄ ρ ’ ἄτλατον δέος πλᾶξε γυναῖκα ς : ἐξέπληξε δὲ τοῦτο τὸ ἀνυπομόνητον κακὸν τὰς ἐκεῖσε γυναῖκας πάσας, ὅσαι ἔτυχον περὶ τὴν θεραπείαν τῆς Ἀλκμήνης καὶ τὴν κοίτην. |
| N 1 71 [5] | (73.) συνεχῶς δὲ ὁ Πίνδαρος τὸ ἀρήγειν τάσσει ἐπὶ P τοῦ θεραπεύειν. καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπλος ὀρούσαι ς’ : τὴν ἄπεπλον οὐ δεκτέον γυμνήν· ἀπρεπὴς γὰρ ἡ εἰκών· ἀλλὰ νοητέον, ὅτι τὸν μὲν πέπλον ἔρριψεν, ἐν δὲ τῷ χιτωνίσκῳ ἀνήλατο νεοτόκος οὖσα. |
| N 1 74a | 76BD καὶ γὰρ αὐτὴ ἡ Ἀλκμήνη ἄπεπλος αὐτοποδὶ ἐκπηδήσασα ἀπὸ τῆς κοίτης ἐπὶ βοήθειαν ἠπείγετο πρὸς τὴν τῶν θηρίων βλάβην. |
| N 1 74b | 82 b BD ὕβριν κνωδάλω ν : τὴν βλάβην τῶν δρακόντων. |
| N 1 76 | κνώδαλα κυρίως τὰ ἐν τῇ θαλάσσῃ θηρία, παρὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, καταχρηστικώτερον δὲ πᾶν θηρίον (ρ 317)· κνώδαλον ὅ,ττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδει. 74 b BD τὸ γὰρ οἰκεῖον πιέζε ι : ἕκαστος δάκνεται τῷ οἰκείῳ κακῷ, ὅταν δὲ τὰ τῶν ἄλλων ἴδῃ κακὰ, εὐκόπως ὑπομένει. |
| N 1 82a | 85 b BD ἄλλως· τὸ γὰρ οἰκεῖον καὶ ἴδιον κακὸν ὁμοίως πιέζει καὶ λυπεῖ τοὺς οἰκείους πάντας. |
| N 1 83 | εὐθὺς δ ’ ἀπήμω ν : περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται. 82 a BD 85 b TU ἔστα δὲ θάμβε ι : ἔστη δὲ ὁ Ἀμφιτρύων ἐκπλήξει βαρυτάτῃ καὶ τέρψει πολλῇ συγκραθείς. |
| N 1 85a | Ὅμηρος (Z 484)· δακρυόεν γελάσασα. καὶ ἐν ἄλλοις (τ 471)· τὴν δ’ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα. 86BDT 88U δυσφόρῳ τερπνῷ τ ε : δυσυπομονήτῳ. |
| N 1 85b [5] | πῶς δὲ ταὐτὸν δυσυπομόνητον καὶ τερπνόν; ὅτι μὲν δρακόντων ἦν ἔφοδος ἐπὶ νεογνὰ τὰ τέκνα, δύσελπις ἐγένετο· ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχομένους ὑπὸ Ἡρακλέους, ἐτέρφθη. διὸ ἐξεπλάγη δυσφορῶν ἅμα καὶ τερπόμενος. 85 a BDT ἐκνόμιο ν : ἤτοι ἀπὸ τῶν παρὰ τοὺς νόμους τινὰ πραττόντων καὶ βιαζομένων, ἢ ἀπὸ τῆς νομῆς, καθὸ ἀτιμαγέλαι τινὲς λέγονται βόες. |
| N 1 86b [5] | ἐθεάσατο γὰρ ἄηθες καὶ οὐ νομιζόμενον δυνάμεως ἔργον τοῦ Ἡρακλέους. 85 a U παλίγγλωσσον δέ οἱ ἀθάνατο ι : τὴν ἐναντιόφημον, τὴν ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν· οἱ μὲν γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε σώους τε καὶ ὑπ’ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους· ἐναντίον οὖν ἐγένετο τοῖς ὁρωμένοις τὸ ἄγγελμα, ὅ ἐστιν ἐναντιόφημον. |
| N 1 90 | γείτονα δ ’ ἐκκάλεσαν Διὸς ὑψίστου προφάταν ἔξοχο ν : ἐκάλεσεν δὲ τὸν ἔξοχον προφήτην τοῦ Διὸς, πλησίον ὄντα, τὸν ἀληθῆ μάντιν Τειρεσίαν. ὁ δέ οἱ φράζε καὶ παντὶ στρατ ῷ : ὁ δὲ μάντις Τειρεσίας εἶπεν αὐτῷ, τῷ Ἀμφιτρύωνι, καὶ ὅλῳ τῷ ὄχλῳ τῶν Θηβαίων, ὁποίαις συντεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ Ἡρακλῆς. |
| N 1 96 | θῆρας ἀϊδροδίκα ς : ἀπέκτεινε γὰρ καὶ τὸ κῆτος τὸ ἐν τῇ Τρωάδι. μέμνηται δὲ τούτου καὶ Ὅμηρος (Υ 146)· τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο. 97 c BDTU καί τινα σὺν πλαγί ῳ : καί τινα συμβήσεται ἄνδρα ἄδικον πλούτῳ ἐπαιρόμενον δίκην ὑποσχεῖν καὶ ἐχθροτάτῳ καὶ ἀπευκτῷ μόρῳ περιπεσεῖν. |
| N 1 97a | εἶπεν αὐτῷ καὶ τοῦτο ὁ μαντευόμενος Τειρεσίας. 100BD ἄλλως. |
| N 1 97b [5] | καί τινα σὺν πλαγί ῳ : οὐ κατ’ εὐθὺ ἰόντι, οὐκ ἀπὸ τοῦ δικαίου περιουσιαζομένῳ. μετῆκται δὲ ἀπὸ τῶν κακούργων· οὐ γὰρ τὴν λεωφόρον βαδίζουσιν, ἀλλ’ ἐκτρεπόμενοι, τὰς ἐρήμους. τείνει δὲ ὁ λόγος ἐπὶ Βούσιριν καὶ Ἀνταῖον· οὗτοι γὰρ δι’ ὕβριν ὑφ’ Ἡρακλέους ἀπώλοντο ἑκάτεροι. 97 a BD 101TU καί τινα σὺν πλαγί ῳ : πρὸς τὸ ὀρθὸν τοῦ λόγου ἀντὶ αἰτιατικῆς τὴν δοτικὴν ἀκουστέον, ἵν’ ᾖ· καί τινι ἀδίκῳ ἀνδρὶ αὐτὸν, τὸν Ἡρακλέα, ἔφασκε δώσειν μόρον, ἀντὶ τοῦ τοὺς ἀδίκους ἀνελεῖν. |
| N 1 97c | 97 b BD 97 a TU καὶ γὰρ ὅταν θεο ί · καὶ ὅταν οἱ θεοὶ τοῖς Γίγασιν εἰς μάχην συνάπτωσιν· ἔξωθεν γὰρ τὴν εἴς πρόθεσιν παραληπτέον. |
| N 1 100 | 104TU Φλέγρα τόπος ἐν Θρᾴκῃ καὶ κώμη, ἔνθα οἱ Γίγαντες ἀνῃρέθησαν ὑπὸ θεῶν. |
| N 1 101 [10] | τῶν δὲ ἐχόντων τὴν μάχην πρὸς τοὺς Γίγαντας καὶ μὴ περιγινομένων τῆς μάχης, φασὶν εἰρηκέναι τὴν Γῆν μὴ ἄλλως ἁλῶναι τούτους, εἰ μὴ συμμαχήσειαν αὐτοῖς δύο τῶν ἡμιθέων· Ἡρακλέους τοίνυν καὶ Διονύσου συνελθόντων ἐκράτησαν οἱ θεοὶ τῶν Γιγάντων. προεῖπεν οὖν ὁ μάντις ὅτι καὶ τὴν ἐκεῖ τὴν ἐν τῇ Φλέγρᾳ πρὸς τοὺς Γίγαντας μέλλοι ἔσεσθαι, ὅτε ὁ πόλεμος τῶν θεῶν ὑπὸ τοῖς τοῦ Ἡρακλέους τόξοις πεσοῦνται, καὶ τὴν κόμην αὐτῶν τὴν φαιδίμην συμφυρήσεσθαι τῇ γῇ συμβήσεται. 100TU γαίᾳ πεφυρήσεσθαι κόμα ν : διὰ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς Γίγαντας. |
| N 1 104 [5] | σκληρότερον δὲ ἐξενήνεκται· μᾶλλον γὰρ ἐπὶ νεκροῦ ἑλκομένου τάσσεται τὸ τοιοῦτο. Ὅμηρος (Χ 405)· ὣς τοῦ μὲν κεκόνιστο κάρη ἅπαν. ἔννεπεν αὐτὸν μὲν ἐν εἰρήν ᾳ : ὁ νοῦς· καὶ τοῦτο δὲ προεῖπεν αὐτῷ ὁ μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς, ὁ Ἡρακλῆς, ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυτοῦ πόνων λαβών, καὶ ὅτι λήψεται μὲν γυναῖκα τὴν θαυμασίαν Ἥβην παρ’ αὐτῷ τῷ Διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, οὗτινος Διὸς καὶ θαυμάσει τὴν σύνοδον, εἷς δὲ ἐκ τῶν θεῶν γενόμενος σύννομος ἔσται τοῖς οὐρανίοις θεοῖς. |
| N 1 108 | ποινά ν : τὴν ποινὴν ὁ Πίνδαρος ἰδίως ἐπὶ ἀγαθοῦ τάσσει, ὅταν ἀμοιβὴ γένηται ἀντὶ κακοπαθείας εἰς ἀγαθόν. καὶ Ὅμηρος (Ι 632)· καὶ μέν τίς γε κασιγνήτοιο φίλοιο ποινὴν ἢ οὗ παιδὸς δέξατο τεθνειῶτος. καὶ γάμον δαίσαντ α : εὐωχήσαντα τοὺς θεοὺς τὸν Ἠρακλέα. |
| N 1 112a | σεμνὸν αἰνήσει ν : εὐαρεστήσειν τῷ παρὰ θεοῖς νόμῳ. ἢ οὕτως· τὴν διανέμησιν τὴν παρὰ θεοῖς ἐπαινέσειν. |
| N 2 metr (t1) [5] | Scholia in Nemeonicarum carmen II Τιμοδήμῳ Ἀθηναίῳ Ἀχαρνεῖ παγκράτιον. 1 c D 1 d DT Ἡ δευτέρα ᾠδὴ μονόστροφός ἐστιν, ἔχει δὲ κῶλα ηʹ. τὸ αʹ Γλυκώνειον. τὸ βʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γʹ λογαοιδικὸν Ἀλκαϊκόν. τὸ δʹ δίμετρον δακτυλικόν. τὸ εʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ϛʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ ζʹ ἰαμβικὸν πενθημιμερές. τὸ ηʹ δακτυλικὸν τετράμετρον. 1 c B 16 b D ὃν τρόπον, φησίν, οἱ Ὁμηρίδαι ῥαψῳδοῦντες ἀπὸ τοῦ Διὸς ἄρχονται, οὕτω καὶ οὗτος ὁ ἀνὴρ τὴν καταβολὴν, τουτέστι τὴν ἀρχὴν καὶ τὸν θεμέλιον τῶν ἱερῶν ἀγώνων ἀπὸ τοῦ Διὸς πεποίηται, Νέμεα νικήσας πρῶτον. |
| N 2 1a [10] | Διῒ δὲ ἀνάκειται ὁ Νεμεακὸς ἀγών. ὅτι δὲ καταβολὰς ἔλεγον τὰς ἀρχὰς οὑτινοσοῦν ἔπους, Καλλίμαχός φησιν (fr. 196)· Ἀρσινόης, ὦ ξεῖνε, γάμον καταβάλλομ’ ἀείδειν. μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ βαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν, φησίν, ἐστὶν ἀπὸ Διὸς αὐτὸν ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν· ὃ καὶ ἐγένετο εὐθέως· μετὰ γὰρ τὴν Νεμεακὴν νίκην ἐστεφανοῦτο τὰ Ὀλύμπια. (9 c B) τὸ δὲ τὰ πόλ λ ’ ἀοιδοί ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον. τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀεὶ ἀπὸ Διὸς ἤρχοντο, ἀλλὰ καὶ ἀπὸ τῶν Μουσῶν. ὅλοι γὰρ οὗτοι εἰς τὸν Δία προοιμιασάμενοι τοὐντεῦθεν ἤδη τῆς ἐποποιΐας ἥπτοντο· τῷ δὲ μὴ διὰ παντὸς ἄρχεσθαι ἀπὸ τοῦ Διὸς τοὺς ῥαψῳδοὺς προσέθηκεν ὁ Πίνδαρος τὰ πολλ ά , ἵν’ ᾖ· ὡς ἐπὶ τὸ πλέον. |
| N 2 1b [5] | 1 f BD Ὅθεν περ καὶ Ὁμηρίδα ι : Ὁμηρίδας ἔλεγον τὸ μὲν ἀρχαῖον τοὺς ἀπὸ τοῦ Ὁμήρου γένους, οἳ καὶ τὴν ποίησιν αὐτοῦ ἐκ διαδοχῆς ᾖδον· μετὰ δὲ ταῦτα καὶ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς Ὅμηρον ἀνάγοντες. |
| N 2 1c [10] | ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ Κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ποιήσαντας ἐμβαλεῖν εἰς τὴν Ὁμήρου ποίησιν. ἦν δὲ ὁ Κύναιθος τὸ γένος Χῖος, ὃς καὶ τῶν ἐπιγραφομένων Ὁμήρου ποιημάτων τὸν εἰς Ἀπόλλωνα γεγραφὼς ὕμνον ἀνατέθεικεν αὐτῷ. οὗτος οὖν ὁ Κύναιθος πρῶτος ἐν Συρακούσαις ἐραψῴδησε τὰ Ὁμήρου ἔπη κατὰ τὴν ξθʹ Ὀλυμπιάδα, ὡς Ἱππόστρατός φησιν (FHG IV 433). 9TU ἄλλως. |
| N 2 1d [20] | τοὺς ῥαψῳδοὺς οἱ μὲν ῥαβδῳδοὺς ἐτυμολογοῦσι διὰ τὸ μετὰ ῥάβδου δηλονότι τὰ Ὁμήρου ἔπη διεξιέναι. Καλλίμαχος (fr. 138)· καὶ τὸν ἐπὶ ῥάβδῳ μῦθον ὑφαινόμενον ἠνεκὲς ἀείδω δεδεγμένος. οἱ δέ φασι τῆς Ὁμήρου ποιήσεως μὴ ὑφ’ ἓν συνηγμένης, σποράδην δὲ ἄλλως καὶ κατὰ μέρη διῃρημένης, ὁπότε ῥαψῳδοῖεν αὐτὴν, εἱρμῷ τινι καὶ ῥαφῇ παραπλήσιον ποιεῖν, εἰς ἓν αὐτὴν ἄγοντας. οὕτω καὶ ὁ Πίνδαρος ἐκδέδεκται. οἱ δὲ, ὅτι κατὰ μέρος πρότερον τῆς ποιήσεως διαδεδομένης τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο μέρος ᾖδε, τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδειγμένου προσαγορευθῆναι τότε μὲν ἀρνῳδούς, αὖθις δὲ ἑκατέρας τῆς ποιήσεως εἰσενεχθείσης τοὺς ἀγωνιστὰς οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ τὴν σύμπασαν ποίησιν ἐπιόντας, ῥαψῳδοὺς προσαγορευθῆναι. ταῦτά φησι Διονύσιος ὁ Ἀργεῖος (FHG III 26). Φιλόχορος (FHG I 417) δὲ ἀπὸ τοῦ συντιθέναι καὶ ῥάπτειν τὴν ᾠδὴν οὕτω φησὶν αὐτοὺς προσκεκλῆσθαι. δηλοῖ δὲ ὁ Ἡσίοδος λέγων (fr. 265)· ἐν Δήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδὴν, Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὃν τέκε Λητώ. ῥαψῳδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς (FHG IV 464). Μέναιχμος δὲ ἱστορεῖ τοὺς ῥαψῳδοὺς στιχῳδοῦς καλεῖσθαι διὰ τὸ τοὺς στίχους ῥάβδους λέγεσθαι ὑπό τινων. ἄλλως. |
| N 2 1e [5] | Ὁμηρίδαι πρότερον μὲν οἱ Ὁμήρου παῖδες, ὕστερον δὲ οἱ περὶ Κύναιθον ῥαβδῳδοί· οὗτοι γὰρ τὴν Ὁμήρου ποίησιν σκεδασθεῖσαν ἐμνημόνευον καὶ ἀπήγγελλον· ἐλυμήναντο δὲ αὐτῇ πάνυ. αἰεὶ οὖν τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον ἐκ Διὸς ἐποιοῦντο προοιμιαζόμενοι, ἐνίοτε δὲ καὶ Μουσῶν. 1 b BD ὁ δὲ νοῦς ὅλος· ὅθεν δὴ καὶ οἱ Ὁμηρίδαι λεγόμενοι ἀοιδοὶ τὴν ἀρχὴν τοῦ λέγειν ὡς ἐπὶ τὸ πολὺ ποιοῦνται ἐκ Διὸς προοιμιαζόμενοι, ἐντεῦθεν καὶ οὗτος ὁ ἀνὴρ (1 a B) ὁ Τιμόδημος τὴν DTU καταβολὴν καὶ τὴν πρώτην ἀρχὴν τῶν ἱερῶν ἀγώνων ἐποιήσατο καὶ τὴν ἐξ αὐτῶν νίκην ἐδέξατο, ἀπὸ Νεμέας φημί, ὃς αὐτῷ τῷ Διῒ ἀνάκειται καὶ τελεῖται. |
| N 2 1f | metr. TU 9 c D ὀφείλει δ ’ ἔτ ι : Ἀρίσταρχος· οὐκ ἐπὶ τοῦ ἀνδρὸς τὸ ὀφείλει, ἀλλ’ ἐπὶ τοῦ πράγματος, ὡς ἄν τις εἴποι· ὀφειλόμενον δ’ ἔτι ἐστίν. |
| N 2 9a [5] | οὕτω γὰρ τὰ ἑπόμενα συναρμοσθήσεται, ὅταν λέγηται· Πυθίοισί τε νικᾶν Τιμονόου παῖδα. οὐ γὰρ εἴρηκε παῖς. ὀφειλόμενον δὲ, τουτέστιν ἀναγκαῖόν ἐστι νικᾶν αὐτὸν καὶ Πύθια καὶ Ἴσθμια, εἴπερ κατὰ τὰ ἴχνη τῶν πατέρων ὁ εὐθυπομπὸς αἰὼν δέδωκεν αὐτὸν εἰς κόσμον ταῖς Ἀθήναις· ἀναγκαῖον οὖν νικᾶν αὐτόν, ὡς οἱ πατέρες ἐνίκησαν, Ἴσθμια καὶ Νέμεα· ὡς τῶν προγόνων ἱερονικῶν γεγονότων. |
| N 2 9b | 16 b B metr. D ὀφείλει δ ’ ἔτι πατρία ν : ὀφειλόμενον καὶ πρέπον ἐστὶ, τὸν Τιμονόου παῖδα· οὕτω τὸ ὑπέρβατον δεῖ νοεῖν. |
| N 2 9c [5] | 9 a BD Τιμονόου παῖδ α : εἰκός ἐστι καὶ προσδοκητέον τὸ νικῆσαι αὐτὸν ἐν τοῖς προειρημένοις ἀγῶσι, Τιμονόου ὄντα παῖδα καὶ κατ’ ἴχνος βαίνοντα τοῦ πατρὸς, ὥσπερ εἰκός ἐστι καὶ τῶν ὅρων καὶ τῶν τόπων, ὧν ἔχουσιν αἱ Πλειάδες, μὴ πορρωτέρω μηδὲ μακρὰν τὸν Ὠρίωνα πορεύεσθαι ἀλλ’ ἐγγύς. |
| N 2 16a | τὸ δὲ σύντομον· ὥσπερ γὰρ τῶν Πλειάδων ὁ Ὠρίων οὐκ ἀφίσταται, οὐδὲ αἱ Πλειάδες τοῦ Ὠρίωνος, οὕτω καὶ τοῦτον πάρεδρον ἔσεσθαι τῇ νίκῃ εἰκός ἐστιν. 17 b BD 17 a TU ἄλλως. |
| N 2 16b | Τιμονόου παῖ δ ’ ἔστι δ ’ ἐοικό ς : εἰκὸς δέ ἐστι τὸν Τιμονόου παῖδα. ἵνα δὲ ἀξιωματικὸν ποιήσῃ τὸν λόγον, ἐλλειπτικῶς εἶπε. λείπει γὰρ τὸ νικᾶν αὐτὸν ἀεί· τοῦτο γὰρ ἔδει προσκεῖσθαι. 16 a BD 19TU ὀρειᾶν γε Πελειάδω ν : τῶν Πλειάδων τῶν ἀστέρων· ὃ ἔθος αὐτῷ τε Πινδάρῳ λέγειν καὶ Σιμωνίδῃ (fr. |
| N 2 17a [5] | 18) τὰς Πλειάδας. ἔστι δὲ ἄστρον κατὰ τὴν ἱστορίαν καὶ τὸν λόγον ἐξ ἑπτὰ ἀστέρων συγκείμενον, κατὰ δὲ τὴν ὄψιν ἓξ, ὡς καὶ Ἄρατος (257)· ἑπτάποροι δὴ ταί γε κατ’ ἀνθρώπους ὑδέονται ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. πλησιάζουσι δὲ τῷ Ὠρίωνι αἱ Πλειάδες. 17 c BD ἄλλως. |
| N 2 17b [5] | ἤτοι τῶν πρὸς τὸν Ὠρίωνα κεκλιμένων· ἢ τῶν ὀρείων, ἐπειδὴ ὁ Ἄτλας ὁ τῶν Πλειάδων πατὴρ ὁμώνυμα ἔσχεν ὄρη· ἢ ὅτι ὅροι εἰσὶ τοῦ ἀμήτου· ἢ λιτότερον, τῶν ὅρων καὶ τῶν τόπων ἐν οἷς εἰσιν οἱ ἀστέρες. 17 a BD ἄλλως. |
| N 2 17c [45] | Ἀρίσταρχος· ἐν τούτοις μὲν ταῖς Πλειάσι φησὶ τὸν Ὠρίωνα ἐπέχειν, ἐν ἄλλοις δὲ (fr. 74) τὴν Πληιόνην φησὶν αὐτὸν διώκειν, ὑποτιθέμενος τὸ σύστημα τῶν Πλειάδων ἓν ζῴδιον. ταῦτα μὲν ὁ Ἀρίσταρχος. θέλοι δ’ ἂν δηλοῦν τοῦτο, ὅτι τῇ Νεμεακῇ δεῖ συνάπτειν τὴν Ἰσθμιακὴν καὶ Πυθικὴν καὶ οὕτως ἀκολουθεῖν, ὡς ταῖς Πλειάσιν ὁ Ὠρίων ἕπεται. ἐπέχει γὰρ τῇ ἐπιτολῇ τοῦ Ταύρου ὁ Ὠρίων κυνηγετικὸς ὤν· διό φησιν Ἄρατος (322)· λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς Ὠρίων. εἰσὶ δὲ αἱ Πλειάδες ἐπὶ τῇ οὐρᾷ τοῦ Ταύρου. καὶ ὁτὲ μὲν Πληϊάδας καλεῖ πληθυντικῶς, ὁτὲ δὲ Πληϊόνην ὡς μίαν (fr. 74)· τρεχέτω μετὰ Πληϊόναν, ἅμα δ’ αὐτῷ κύων. δοκεῖ γὰρ κατ’ αὐτὸν τὸν Πίνδαρον ἐρασθῆναι αὐτῆς ὁ Ὠρίων, καὶ διώκειν αὐτὴν ἐπὶ πολλοὺς χρόνους· ὑπομνήματα δὲ τούτων ὁ Ζεὺς κατηστέρισε. παρὸ δή φησιν· ὁ Ὠρίων ἐπιὼν ταῖς Πληϊάσι. ζητεῖται δὲ διὰ τί ὀρείας εἶπε τὰς Πλειάδας· καὶ τινὲς μὲν ἔφασαν, ὅτι Νύμφαι ἦσαν, ὧν οἱ ἀστέρες οὗτοι (Hesiod. fr. 275)· Τηϋγέτη τ’ ἐρόεσσα καὶ Ἠλέκτρη κυανῶπις, Ἀλκυόνη τε καὶ Ἀστερόπη δίη τε Κελαινώ, Μαῖά τε καὶ Μερόπη, τὰς γείνατο φαίδιμος Ἄτλας. Σιμωνίδης δὲ μίαν τῶν Πλειάδων Μαῖαν ὀρείαν προσηγόρευσεν εἰπών (fr. 18)· Μαιάδος οὐρείας ἑλικοβλεφάρου· κατὰ λόγον· αὕτη γὰρ (Hesiod. fr. 276) Κυλλήνης ἐν ὄρεσσι θεῶν κήρυκα τέχ’ Ἑρμῆν. τινὲς δὲ ἐπὶ τὴν τῶν ὁμωνύμων ὕλην ἀποχωροῦντες Ἄτλαντός φασι λεγομένας θυγατέρας, ἐπειδὴ ἐκεῖ τι κληΐζεται, κατὰ τὴν τοῦ πατρὸς ὁμωνυμίαν ὡς ἐξ ὄρους γεγεννημένας ὀρείας προσηγορεῦσθαι. οἱ δὲ οὕτως· καθὸ Πελειάδας αὐτὰς εἶπε, καὶ ὀρείας· αἱ γὰρ περιστεραὶ ὄρειαί εἰσιν· εἴωθε δὲ ὁ Πίνδαρος ταῖς ὁμωνυμίαις ἐπαναπαύεσθαι ἔθει ἰδίῳ ἔνιοι δὲ διὰ τὸ ἐπὶ τῆς οὐρᾶς τοῦ Ταύρου κεῖσθαι, κατὰ ὕφεσιν τοῦ υ [λέγεσθαι], ὡς καὶ τὸ (Pind. fr. 308) Κλειὸς ἕκατι, ἀντὶ τοῦ Κλειοῦς. εἶπε δ’ ἂν οὐραίας, ὡς καὶ παρ’ Ὁμήρῳ (Ψ 519)· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι. εἰ μὴ καθὸ ἀπόγειον ἄνεμον λέγομεν, οὕτως οὐρείας τὰς οὐραίας ἀκουστέον. τάχα δὲ ἀπὸ τοῦ συνόντος Ὠρίωνος τὰς ὠρείας ἐν συστολῇ γενέσθαι ὀρείας. βέλτιον οὖν ἀποδιδόναι, τῇ ὁμωνυμίᾳ προσαναπαυόμενον τὸν Πίνδαρον οὕτως εἰρηκέναι, ἢ ἀπὸ τῆς Κυλλήνης, ἐν ᾗ ἐτράφησαν. ὁ δὲ Κράτης γράφει θερειᾶν Πελειάδων, ὅτι θερείας ἐπιτέλλουσι· τούτῳ δὲ ἀντιπράσσει ἥ τε ἀντίστροφος καὶ τὸ μὴ μόνον θέρους αὐτὰς ἐπιτέλλειν, ἀλλὰ καὶ χειμῶνος. δύναιτο δ’ ἂν καὶ ὀρείας λέγειν τὰς ὀρουστικὰς, τουτέστιν ὁρμητικὰς, διὰ τὸ φεύγειν τὸν Ὠρίωνα ἢ διὰ τὸν φόβον τῶν Ἡρακλέους βελῶν. 16 b TU καὶ μὰν ἁ Σαλαμίς γ ε : ζητεῖται διὰ τί δήποτε τὰ περὶ Σαλαμῖνα εἰς τοὺς περὶ Τιμόδημον λόγους προσῆκται· οὐ γὰρ δήπου Σαλαμίνιος ἦν· ἄντικρυς γὰρ αὐτὸν Ἀχαρνέα φησὶ τῶν δήμων. |
| N 2 19 [15] | Ἀρίσταρχος μὲν οὖν τῆς Αἰαντίδος φυλῆς εἶναι, οὐκ ὀρθῶς· οἱ γὰρ Ἀχαρνεῖς τῆς Οἰνηΐδος φυλῆς εἰσιν. οἱ δὲ περὶ Ἀσκληπιάδην φασὶν, ὅτι εἰκός ἐστιν αὐτὸν εἶναι τῶν τὴν Σαλαμῖνα κατακληρουχησάντων Ἀθηναίων· εἰκὸς οὖν αὐτὸν γεννηθέντα Ἀθήνησι τεθράφθαι ἐν Σαλαμῖνι. Δίδυμος δέ φησιν, ὅτι ἴσως ἄμεινον λέγειν, ὅτι εἰς Αἴαντα ἀνέφερε τὸ γένος, ὥσπερ καὶ Μιλτιάδης καὶ Κίμων καὶ Ἀλκιβιάδης καὶ Θουκυδίδης ὁ συγγραφεὺς ὁ Ὀλόρου. ἴσως δὲ, ὅτι διὰ τιμῆς ἦγον οἱ Ἀθηναῖοι τὸν Αἴαντα, ὡς μὴ μόνον φυλὴν Αἰαντίδα ἀποδεῖξαι, ἀλλὰ καὶ κλίνην αὐτῷ μετὰ πανοπλίας κοσμεῖν, λόγον τε ἔχειν παγκρατιαστὴν ὄντα τὸν Τιμόδημον τῷ μαχιμωτάτῳ τῶν Ἑλλήνων καὶ ἀνδρειοτάτῳ παραβεβλῆσθαι. θρέψαι οὖν ἡ Σαλαμὶς ἱκανή ἐστιν ἄνδρα μαχητήν· τίς ἀπόδειξις; ἡ ἐπιφερομένη. ἐν Τροίᾳ μὰν Ἕκτωρ Αἴαντος ἄκουσ ε : τούτῳ γὰρ μονομαχήσας ἐλείφθη. |
| N 2 21b | δυνατό ς : ἀντὶ τοῦ δυνατή, ὡς θερμὸς ἀϋτμή (h. Hom. Merc. 110. μ 369?), καὶ Πίνδαρος (N. IV 1)· ἄριστος εὐφροσύνη ἀντὶ τοῦ ἀρίστη. Αἴαντος ἄκουσε ν : ᾔσθετο τῇ πείρᾳ. |
| N 2 22a [5] | καὶ Ὅμηρος (Λ 532)· τοὶ δὲ πληγῆς ἀΐοντες, ἀντὶ τοῦ αἰσθόμενοι. ἔοικε δὲ ὁ Πίνδαρος τὸ παρ’ Αἴαντος ῥηθὲν πρὸς Ἕλληνας ὑπονενοηκέναι εἰρῆσθαι πρὸς Ἕκτορα· φησὶ γάρ (Η 198)· ἐπεὶ οὐδ’ ἐμὲ νήϊδά γ’ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. εἰ μὴ ἄρα τις τῇ πείρᾳ μεμαθηκέναι ὑποστήσεται τὸν Ἕκτορα, ὡς ἐπιτηδείως ἡ Σαλαμὶς ἔχει πρὸς τὴν τῶν ἡρώων γένεσιν. ὁ δὲ νοῦς· τούτου γοῦν τοῦ τὴν Σαλαμῖνα φέρειν ἀνδρείους τὴν πεῖραν ἔσχεν ὁ Ἕκτωρ ἐν τῇ Ἰλίῳ τῇ πείρᾳ τοῦ Αἴαντος. |
| N 2 22c | ἄλλως· ἄκουσεν ἀντὶ τοῦ ἐπῄσθετο, ὅτι ἡ Σαλαμὶς φέρει ἄνδρας ἀγαθούς. Ἀχάρναι δ έ : φανερὸν ἐκ τούτων, ὅτι Ἀχαρνεὺς τῶν δήμων ὁ νικηφόρος. |
| N 2 25a | καὶ σὺ οὖν Ἀχαρνεὺς τυγχάνων ἀγαθὸς ἀνὴρ πέφυκας. ἢ οὕτως· καὶ αἱ Ἀχάρναι δὲ, ὅθεν ὑπάρχεις, ἀπ’ ἀρχῆς ὡς εὔανδροι ὑμνοῦνται. |
| N 2 25b | Ἀχάρναι δὲ δῆμος τῆς Ἀττικῆς, ὅθεν ἦν ὁ Τιμόδημος. παλαίφατοι δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς λέγονται. |
| N 2 26 | ὅσσα δ ’ ἀμ φ ’ ἀέθλοι ς : θαυμαστικῶς ἀντὶ τοῦ πάνυ· πλειστάκις ἐν τοῖς ἄθλοις οἱ πρόγονοί σου προεκρίθησαν. 28 c BD προλέγοντα ι : ἀντὶ τοῦ προκέκρινται. |
| N 2 28a | Ὅμηρος (Ν 689)· οἳ μὲν Ἀθηναίων προλελεγμένοι. ἢ οὕτως· ἐν τοῖς πρὸ τούτου χρόνοις λέγονται. |
| N 2 28b | 29 b BD Τιμοδημίδαι δὲ φατρία, ὅθεν οἱ πρόγονοι τοῦ Τιμοδήμου, ἀπὸ πάππου Τιμοδήμου. |
| N 2 28c | 28 a BD 30TU πὰρ μὲν ὑψιμέδοντ ι : καταχρηστικῶς ἀντὶ τοῦ ὑψηλῷ. |
| N 2 29a | 30BD 32TU Παρνασὸς ὄρος τῆς Φωκίδος. |
| N 2 29b | τῇ Πυθοῖ. 29 a BD τέσσαρας ἐξ ἀέθλω ν : ὡς τῶν προγόνων αὐτοῦ τέσσαρας νίκας Πυθικὰς εἰληφότων. |
| N 2 30 | 29 a TU ἀλλὰ Κορινθίω ν : ὁ ἀλλά ἀντὶ τοῦ καί· καὶ Ὅμηρος (Κ 316)· καὶ δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης, ἵν’ ᾖ· καὶ ποδώκης. |
| N 2 32b [5] | ἄλλως· ὁ ἀλλά σύνδεσμος ἀντὶ τοῦ δέ, καὶ ἡ ὑπό ἀντὶ τῆς παρά, ἵν’ ᾖ· παρὰ δὲ Κορινθίων ἐν ταῖς πτυχαῖς τοῦ Πέλοπος, τουτέστιν ἐν Πελοποννήσῳ, ἔλαβον ὀκτὼ νίκας, ἐπεὶ Κορίνθιοι τότε ἐτίθεσαν τὸν ἀγῶνα· ἑπτὰ δὲ στεφάνους ἐν τῇ Νεμέᾳ, φησίν, ἔλαβον, ἤτοι οἱ Ἀχάρναι ἢ οἱ Τιμοδημίδαι. τὰ δ ’ οἴκοι μάσσο ν ’ ἀριθμο ῦ : τὰ δὲ οἴκοι ἐν ταῖς Ἀθήναις μείζονά ἐστιν ἢ ἀριθμεῖσθαι, οἷον ὑπερβαίνει ἀριθμὸν ἃ ἐνίκησαν οἴκοι. |
| N 2 35 | τίθεται δὲ ἐν Ἀθήναις Διὸς ἀγὼν, τουτέστι τὰ Ὀλύμπια. τὸ ν , ὦ πολῖτα ι : ἢ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἢ τὸν Δία, ᾧ ἀνατίθεται ὁ ἀγὼν, σὺν τῷ Τιμοδήμῳ κωμάσατε καὶ μετὰ κωμασίας ὑμνήσατε, εὐκλεῶς παραπέμποντες διὰ τῶν ἡδυτάτων ὕμνων. |
| N 2 37b [t2] | ἢ οὕτως· σὺν τῇ ἀπονοστήσει ἀπὸ τῆς Νεμέας κωμάξατε· ἀπὸ τοῦ κώμου τὸ ἐγκώμιον νοητέον· τουτέστιν ὑμνήσατε αὐτόν. Scholia in Nemeonicarum carmen III Ἀριστοκλείδῃ Αἰγινήτῃ παγκρατιαστῇ. |
| N 3 metr (t1) [20] | Τῆς τρίτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγʹ. τὸ αʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ βʹ ἐπιχοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ γʹ ἰθυφαλλικόν. τὸ δʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ τὸ αὐτό. τὸ ϛʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ζʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θʹ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ιʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιαʹ Σαπφικὸν ἑνδεκασύλλαβον. τὸ ιβʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιγʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ηʹ. τὸ αʹ χοριαμβικὸν τρίμετρον ὑπερκατάληκτον. τὸ βʹ ἰαμβικὸν πεντασύλλαβον καὶ ἰωνικὸς ἀπ’ ἀδιαφόρου ἀρχῆς, εἶτα πάλιν ἰωνικὸς ἀπεμφαίνων διὰ τὴν λύσιν καὶ συλλαβή. δύναται καὶ ὅλον ὡς ἰαμβικόν, παρακεχαραγμένον μέντοι διὰ τὸν τελευταῖον πόδα. τὸ γʹ δίμετρον χοριαμβικὸν καταληκτικόν. τὸ δʹ δοκεῖ ἀντισπαστικὸν εἶναι. τὸ εʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ ζʹ ἰωνικὸν μονόμετρον καταληκτικὸν δύο συλλαβῶν. τὸ ηʹ δακτυλικὸν τετράμετρον παρὰ τὴν ἐν ἀρχαῖς συλλαβήν. 5BD ὦ πότνια Μοῖσ α , μᾶτερ ἁμετέρ α : μητέρα ἑαυτοῦ εἶπε τὴν Μοῦσαν ὁ Πίνδαρος, ὡς ἂν ἐπιπνεόμενος ἐκ τῶν Μουσῶν (Hes. |
| N 3 1a [5] | theog. 94)· ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν. ἢ τροφὸν, διὰ τὸ ἀποζῆν αὐτὸν ἐξ ὧν ἔγραφεν ἐπινίκων. ἄμεινον δὲ, ὅτι προσηνὴς ἦν αὐτῷ ἡ Μοῦσα, ὥσπερ Ὀδυσσεῖ ἡ Ἀθηνᾶ (Ψ 183)· μήτηρ ὣς Ὀδυσσῆϊ παρίσταται ἠδ’ ἐπαρήγει. 1 c BD ὁ δὲ νοῦς· ἱκετεύω σε, ὦ ἐντιμοτάτη Μοῦσα, ἡμετέρα μῆτερ, παραγενοῦ μοι εἰς τὴν πολύξενον νῆσον τὴν τῶν Δωριέων τῶν Ἀργείων ἄποικον· ἐν τῇδε τῇ ἱερομηνίᾳ τῆς Νεμεάδος ἧκε εἰς τὴν Αἴγιναν. |
| N 3 1b | 6BD ἄλλως. |
| N 3 1c [20] | ἐζήτηται, πῶς ἐπικαλεῖται τὴν Μοῦσαν ἐλθεῖν εἰς Αἴγιναν ὑπὲρ τοῦ τὸν ὕμνον ᾀσθῆναι, καὶ ἅμα τοὺς νεανίσκους φησὶ μένειν, δι’ οὓς αὐτὴν ἐπικαλεῖται, οὐκ ἐν Αἰγίνῃ ἀλλ’ ἐν Νεμέᾳ· ὁ γὰρ Ἀσωπὸς οὐκ ἐν Αἰγίνῃ, ἀλλὰ περὶ Φλειοῦντά ἐστι καὶ Νεμέαν. ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ἤτοι τὸν χορὸν ὑπὸ τὸν καιρὸν τῆς νίκης αὐτοσχέδιόν τινα ἐπίνικον ᾆσαι, ἢ τὸν Ἀρχιλόχου Καλλίνικον, οὗ καὶ τὸν Πίνδαρον μνημονεύειν διὰ τούτων (O. IX 1)· τὸ μὲν Ἀρχιλόχου μέλος φωνᾶεν, καὶ τὰ ἑξῆς. μεταβάντος οὖν τοῦ χοροῦ εἰς τὴν Αἴγιναν καὶ μέλλοντος ᾄσειν τὸν ὑπὸ τοῦ Πινδάρου πεποιημένον εἰκότως φάναι· ὕδατι γὰρ μένοντ’ ἐπ’ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι· ὥσθ’ ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· οἱ γὰρ ἐπὶ τῷ Ἀσωπῷ τὸν αὐτοσχέδιον ὕμνον τεκτηνάμενοι χοροὶ ἀναμένουσί σε ἐν τῇ Αἰγίνῃ ᾀσόμενοι τὸν ὑπὸ Πινδάρου ποιηθέντα ἐπίνικον. ὁ δὲ Δίδυμος διηπατῆσθαί φησι τοὺς ὑπομνηματισαμένους τῇ ὁμωνυμίᾳ τῶν ποταμῶν· οἱ γὰρ Ἀσωποὶ πλείους, ὧν ἕνα φησὶν εἶναι καὶ τὸν ἐν Αἰγίνῃ· ὁ δὲ Καλλίστρατος Ἀσωπίδα ἐν Αἰγίνῃ. δύναται δὲ καὶ ἐπὶ τοῦ ἐν Βοιωτίᾳ Ἀσωποῦ ποταμοῦ ἀκούεσθαι, ὡς τῶν ἐξ Αἰγίνης χορευτῶν τῷ Πινδάρῳ προσλιπαρούντων ἕνεκα τοῦ γράφειν Ἀριστοκλείδῃ τὸν ἐπίνικον. ἱερομηνίᾳ Νεμεάδ ι : τουτέστι τῇ τῶν ἐπινίκων εὐωχίᾳ. |
| N 3 4 [10] | ἱερομηνίαν δὲ λέγουσι κατὰ σύντμησιν τὴν ἱερονουμηνίαν· αἱ γὰρ τῶν μηνῶν ἀρχαὶ ἱεραί εἰσι τοῦ Ἀπόλλωνος, καθὸ ὁ αὐτὸς δοκεῖ εἶναι τῷ ἡλίῳ. ἐν ἱερομηνίᾳ ἐλθὲ Νεμεάδι, ἐν ᾗ μέλλομεν ἡμέρᾳ τὸν εἰς τὴν Νεμεακὴν νίκην ὕμνον γράφειν. οἱ δὲ ἱερὸν μῆνα καθόλου λέγουσι κεκλῆσθαι, ἐν ᾧ τὰ Νέμεα οἷαι δήποτε θεοῖς ἀνειμέναι· τὸν οὖν Δημητριῶνα μῆνά φησι Φιλόχορος (FHG I 413) ὅλον ψηφίσασθαι τοὺς Ἀθηναίους ἱερομηνίαν λέγεσθαι, οἷον ὅλον ἑορτήν. ..... ἱερομηνίαν φησὶν ἐν τούτοις (Dem. 24, 29)· ἁπάντων ὑμῶν ἀγόντων ἱερομηνίαν. ἔοικε δὲ ὁ Πίνδαρος νῦν ἱερομηνίαν λέγειν τὴν τῶν ἐπινίκων ἑορτήν· οὐ γάρ ἐστι δημοτελής. 1 b BD νᾶσον Αἴγινα ν : Αἴγινα μία νῆσος τῶν Σποράδων ἀντικρὺ κειμένη τῆς Ἀττικῆς, ἄποικος τῶν Ἀργείων. |
| N 3 5 | ἔοικε δὲ βραδύτερον ἀποδιδοὺς τὸν ἐπίνικον σπεύδειν γράφειν, ἴσως καὶ τῆς πανηγύρεως κατεπειγούσης. 1 a BD 10P ὕδατι γὰρ μένοντ ι : ἐπὶ γὰρ τῶν ὑδάτων τοῦ Ἀσωποῦ ποταμοῦ, ἐν ταῖς Θήβαις λέγω, προσμένουσιν ἡμᾶς οἱ νεανίαι οἱ τῶν ἡδυτάτων ὕμνων τέκτονες καὶ χορευταὶ, τὴν σὴν φωνήν, ὦ Μοῦσα, ἐπιζητοῦντες ἀεί. |
| N 3 6b [5] | μένοντι δὲ ἀντὶ τοῦ μένουσιν Δωρικῶς εἶπε. 20P διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλο υ : διψῇ δὲ καὶ ἐπιθυμεῖ ἄλλο μὲν ἄλλου πράγματος, ἡ δὲ ἐκ φιλονεικίας ἔρις, ἡ ἀθλονικία, μάλιστα φιλεῖ τοὺς ἐπαίνους καὶ τοὺς ὕμνους· τῶν γὰρ στεφάνων καὶ ἀρετῶν ἐπιδέξιος καὶ καλλίστη ὀπαδὸς ἡ ᾠδή. |
| N 3 10b | ἡ γὰρ ᾠδὴ καὶ τὸ ἐγκώμιον, φησίν, ἕπεται ταῖς ἀρεταῖς καὶ τοῖς στεφάνοις τοῖς τοῦ νικηφόρου. τᾶς ἀφθονίαν ὄπαζ ε : ταύτης οὖν τῆς ᾠδῆς, ὦ Μοῦσα, ἀφθονίαν δίδου ἀπὸ τῆς ἐμῆς διανοίας. |
| N 3 16a | ἄρχε δ ’ οὐραν ῶ : Αἰολικῶς ἀντὶ τοῦ οὐρανοῦ. ὁ μὲν Ἀρίσταρχος Οὐρανοῦ θυγατέρα τὴν Μοῦσαν δέδεκται, καθάπερ Μίμνερμος (fr. |
| N 3 16b [5] | 13) καὶ Ἀλκμὰν (fr. 119) ἱστοροῦσιν· ὁ δὲ Ἀμμώνιος προστίθησιν, ὅτι διὰ τοῦτο κρέοντα κέκληκε τὸν Οὐρανὸν, ὅτι πρὶν Κρόνον βασιλεῦσαι οὗτος ἐβασίλευσεν. ἤλλακται δὲ ἡ πτῶσις, ἀντὶ τοῦ τοῦ πολυνεφέλου οὐρανοῦ θύγατερ. βέλτιον δέ φησιν ὁ Δίδυμος ἀκούειν τὸ ὅλον οὕτως· τοῦ πολυνεφέλου κρέοντος οὐρανοῦ θύγατερ, τοῦ Διός. κρέων γὰρ οὐρανοῦ ὁ Ζεὺς, Διὸς δὲ Μοῦσαι. ὁ δὲ νοῦς· κάταρχε δὲ αὐτὴ ὦ Μοῦσά μοι καὶ πάρεχε δόκιμον 〈ὕμνον〉 καὶ κάλλιστον, ὦ τοῦ πολυνεφέλου οὐρανοῦ βασιλέως θύγατερ. |
| N 3 18a | ἐγὼ δ ’ ἐκείνων τέ μιν ὀάροι ς : ἐκ τῶν νεανίσκων, φησί, τῶν μενόντων παρ’ ἐμοὶ τὸν ὕμνον κοινῶς ᾄσομαι· μετ’ ᾠδῆς γὰρ καὶ λύρας ἀπηγγέλλοντο οἱ ἐπίνικοι. ὁ δὲ νοῦς· ἐγὼ δὲ ταῖς ἐκείνων τῶν χορευτῶν φωναῖς καὶ ταῖς λύραις κοινῶς τὸν ὕμνον ᾄσομαι. |
| N 3 18c | ἐγὼ δ ’ ἐκείνω ν : ἐγὼ δὲ ταῖς τῶν χορευτῶν φωναῖς καὶ ταῖς λύραις κοινῶς τὸν ὕμνον ᾄσομαι· μετ’ ᾠδῆς γὰρ καὶ λύρας ἀπηγγέλλοντο οἱ ἐπίνικοι. 6P χαρίεντα δ ’ ἕξει πόνο ν : ἀμφίβολον πότερον ἡ Αἴγινα τὸν ὕμνον ἕξει τῆς χώρας αὐτῆς ὄντα ἄγαλμα, ἢ τὸν πόνον ἕξει, τουτέστι τὸν ὕμνον. |
| N 3 20a | χαρίεντα δὲ ἀντὶ τοῦ ἐπίχαριν. ἢ οὕτως· ἡ Αἴγινα, ἥτις ἐστὶ χώρας ἄγαλμα, ἕξει μοι τὸν ὕμνον ἐπὶ χάριτι. |
| N 3 20c | ἄλλως. τὸν δὲ χαρίεντα πόνον τοῦ παγκρατίου διὰ τῶν ὕμνων ἕξει μνημονευόμενον ἡ Αἴγινα ἡ οὖσα ἄγαλμα τῆς περὶ αὐτὴν πάσης χώρας. ἢ χαρίεντα πόνον τὸν ὕμνον ἕξει ἡ Αἴγινα ἡ οὖσα τῆς περὶ αὐτὴν χώρας ἄγαλμα. |
| N 3 21 [5] | Μυρμιδόνες ἵνα πρότεροι ᾤκησα ν : περὶ τῶν Μυρμιδόνων Ἡσίοδος μὲν οὕτω φησίν (fr. 76)· ἣ δ’ ὑποκυσαμένη τέκεν Αἰακὸν ἱππιοχάρμην. αὐτὰρ ἐπεί ῥ’ ἥβης πολυηράτου ἵκετο μέτρον, μοῦνος ἐὼν ἤσχαλλε. πατὴρ δ’ ἀνδρῶν τε θεῶν τε, ὅσσοι ἔσαν μύρμηκες ἐπηράτου ἔνδοθι νήσου, τοὺς ἄνδρας ποίησε βαθυζώνους τε γυναῖκας. οἳ δή τοι πρῶτον ζεῦξαν νέας ἀμφιελίσσας. Θεογένης (FHG IV 511) δὲ ἐν τῷ περὶ Αἰγίνης οὕτω γράφει· ἄλλοι δέ τινες πιθανώτερον ἐξηγοῦνται περὶ τούτων. ὀλιγανθρωπούσης γὰρ τῆς νήσου φασὶ τοὺς ἐνοικοῦντας αὐτὴν ἐν σπηλαίοις καταγείοις διαιτᾶσθαι, αὐτοὺς παντελῶς ἀκατασκεύους ὄντας, καὶ τοὺς μὲν γινομένους καρποὺς εἰς ταῦτα καταφέρειν, τὴν δὲ ἐκ τούτων ὀρυττομένην γῆν ἐπὶ τὰ γεώργια ἀναφέρειν, οὔσης ἐπιεικῶς ὑπάντρου τε καὶ ὑποπέτρου τῆς νήσου, μάλιστα δὲ τῶν πεδινῶν τόπων αὐτῆς. διόπερ ἀφομοιούντων αὐτοὺς, ὡς εἶδον ταῦτα πράττοντας, τῶν ἔξωθεν ἐρχομένων μύρμηξι, Μυρμιδόνας κληθῆναι. μεθ’ ὧν συνοικίσαντα τὸν Αἰακὸν τοὺς ἐκ Πελοποννήσου μεθ’ ἑαυτοῦ παραγενομένους, ἐξημερῶσαί τε καὶ νόμους δοῦναι καὶ σύνταξιν πολιτικὴν, ᾗ χρησαμένους αὐτοὺς παντελῶς δοκεῖν ἐκ μυρμήκων γενέσθαι. ὧν παλαίφατον ἀγορά ν : ὧν, τῶν Μυρμιδόνων, τὴν πάλαι πεφατισμένην, τουτέστιν ὑμνουμένην ἀγορὰν καὶ σύνοδον οὐδαμῶς ὕβρισε καὶ ὀνειδισμοῖς ἐμίανεν ὁ Ἀριστοκλείδης, ἀλλὰ τοὐναντίον καὶ προσηύξησεν· ὡς καὶ Ὅμηρος (Ο 11)· ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν· ἀλλὰ ἰσχυρότατος δηλονότι. |
| N 3 25 | διὰ τὸ σόν, φησί, μέρος, ὦ Μοῦσα, ἢ ὦ Αἴγινα. ὅ ἐστι τοῦ ὕμνου τυχών. κατὰ τὴν ἑαυτοῦ μερίδα καὶ σπουδὴν, ὅσον γε αὐτῷ ἀνῆκε. παγκρατίου στόλ ῳ : στόλῳ μὲν τῇ στάλσει. |
| N 3 27a [5] | εἰσι δὲ οἳ τὸ παγκράτιον ἀπαρχαΐζοντες καὶ τὸν Θησέα φασὶ τῷ Μινωταύρῳ παγκρατιαστικῶς ἀγωνίσασθαι. Ἀριστοτέλης δὲ (fr. 475) Λεύκαρόν φησι τὸν Ἀκαρνᾶνα πρῶτον ἔντεχνον τὸ παγκράτιον ποιῆσαι. ὁ δὲ νοῦς· τῇ τοῦ παγκρατίου ὁρμῇ, τοῦτο γὰρ λέγει στόλῳ, καὶ ὁρμῇ τῇ περισθενεῖ καὶ πανταχόθεν συνεχομένῃ μαλαχθεὶς καὶ γυμνασθεὶς ἱκανῶς. |
| N 3 27b [5] | τῶν δὲ ἐπιπόνων πληγῶν καὶ τῶν ἐκ τοῦ παγκρατίου τραυμάτων τῶν κατὰ τὴν μεγάλην Νεμέαν βοήθημα καὶ ἴαμα ὑγιεινὸν φέρει τὴν νίκην. ἄκος ὑγιηρό ν : τὴν νίκην φάρμακον ἔσχε τῶν πληγῶν· οἱ γὰρ νικήσαντες οὐδὲ εἰ τραύματα ἔχουσιν αἰσθάνονται διὰ τὸ ἥδεσθαι. |
| N 3 32 [5] | εἰ δ ’ ὢν καλὸς ἕρδων τ ’ ἐοικότα μορφ ᾷ : εἰ δὲ τὸ εἶδος ὢν καλὸς ἰσορρόποις τοῦ εἴδους σεμνύνεται πράξεσιν ὁ τοῦ Ἀριστοφάνους παῖς Ἀριστοκλείδης, οὐκέτι οἷόν τέ ἐστι περαιτέρω τὴν μὴ πλεομένην θάλασσαν περᾶν, ἀλλ’ 〈ἄβατον〉 ὑπὲρ τὰς Ἡρακλείους στήλας τοῖς πλέουσιν. ὑπὲρ Ἡρακλέος περᾶ ν : ἀρκείσθω τούτοις τοῖς ἀγαθοῖς καὶ τῷ κάλλει καὶ τῷ νικᾶν, καὶ μὴ ζητείτω ἔτι πλείονα ἀγαθά· ὡς γὰρ οὐ δυνατὸν ὑπερθέσθαι τὰς Ἡρακλείους στήλας, οὕτως οὐδὲ τὴν ἀπὸ τούτου δόξαν. |
| N 3 38a [5] | ἥρως θεὸς ἃς ἔθηκε ν : ὁ Ἡρακλῆς. διατί δὲ αὐτὸν ἥρωα καὶ θεὸν εἶπε; λέγεται γὰρ ὅτι τῆς Ἑλλάδος προσελθούσης τῷ Ἀπόλλωνι καὶ ἐρωτώσης, ὅπως δεῖ τιμᾶν τὸν Ἡρακλέα μετὰ τὴν ἀποθέωσιν, εἶπεν ὁ θεός· νῦν μὲν ὡς ἥρωα, τῇ δὲ ἐπιούσῃ ὡς θεόν. ὁ δὲ νοῦς ὅλος· ἅστινας στήλας ὁ ἥρως καὶ θεὸς Ἡρακλῆς τῆς τελευταίας ναυτιλίας καὶ τοῦ ἐσχάτου πλοῦ ἔστησε περιφανέστατα σημεῖα. |
| N 3 38b [5] | ὡς ἐν παρεκβάσει δὲ λέγει, ὅτι καὶ ἀνεῖλε θαλάσσια θηρία, οἷον τὸ κῆτος. λέγεται γὰρ ὁ Ἡρακλῆς διαπλεῦσαι τὰ δυτικὰ μέρη καὶ Λιβύην καὶ ἔτι περαιτέρω, καὶ θεασάμενος ἄπειρον τὸ πέλαγος ὅρους τοῦ πλοῦ δύο κίονας ἔστησε, τὸν μὲν ἕτερον ἐν Λιβύῃ, τὸν δὲ ἄλλον εἰς τὸ ἕτερον κλίμα. μάρτυρας κλυτά ς : ἀμφίβολον πότερον τῆς ἐσχάτης μάρτυρες ναυτιλίας αἱ στῆλαι, ἢ κατὰ τὸ πληθυντικὸν τὰς ἐσχάτας μάρτυρας ἐμφανιζούσας ἔθηκεν, ὅτι μέχρι αὐτῶν δεῖ πλεῖν. |
| N 3 40 [5] | ἔστι δὲ καὶ περισπάσαι τὸ κλυτᾶς, ἵν’ ᾖ· τῆς κλυτῆς ναυτιλίας ἐσχάτας μάρτυρας τὰς στήλας ἔθηκεν. αἱ δὲ Ἡράκλειαι στῆλαι καὶ Βριάρεω λέγονται εἶναι, καθά φησι ....... (Fr. Ep. Gr. ed. Kinkel p. 7)· στῆλαί τ’ Αἰγαίωνος ἁλὸς μεδέοντι Γίγαντος. ὑπερόχος ἰδίᾳ τ ’ ἐρεύνασ ε : Δωρικῶς ἀντὶ τοῦ ὑπερόχους, οἷον ὑπερέχοντας καὶ μεγίστους. |
| N 3 42a | ἡ δὲ ἀπότασις αὐτῷ ἐπὶ τοῦ κήτους τοῦ περὶ τὴν Ἴλιον καὶ τὸν Λαομέδοντα. τὸ δὲ ἰδίᾳ τ’ ἐρεύνασεν ἔνιοι γράφουσι διά τ’ ἐρεύνασε, διηρεύνησέ τε. |
| N 3 42c [5] | ἰδί ᾳ : οὐκέτι προστάξαντος Εὐρυσθέως, ἀλλ’ ἀφ’ ἑαυτοῦ καὶ κατὰ τὸ φιλόπονον αὐτοῦ διηρεύνησεν, ὅθεν ἦν δυνατὸν ἐπανελθεῖν τινας. Καλλίμαχος (fr. 120)· χαῖρε βαρυσκίπων, ἐπιτακτὰ μὲν ἑξάκι δοιά. ἐκ δ’ αὐταγρεσίης πολλάκι πολλὰ καμών, τουτέστι τὰ πάραθλα. τενάγη δὲ λέγονται αἱ δίυγροι καὶ παραποτάμιοι ὀφρύες, ἤτοι παρατεταμένη τις καὶ ὑπερέχουσα γῆ οὖσα, ἢ ἀπὸ τοῦ τέγγεσθαι. |
| N 3 43b | ἢ νησώδης. καὶ γᾶν φράδασ ε : ἀντὶ τοῦ φραδητὴν ἐποίησε καὶ δήλην ἕως τίνος ἐστὶ πορευτὴ καὶ ἕως τίνος ἡ θάλασσα πλωτὴ, ἐπιστήσας τὰς στήλας αὐτός. |
| N 3 45b [10] | θυμ ὲ , τίνα πρὸς ἀλλοδαπά ν : ἐπιλαμβάνεται ἑαυτοῦ ὡς περαιτέρω ἢ προσῆκεν εἰς τοὺς περὶ Ἡρακλέους ἐπαίνους τραπέντος, δέον λέγειν περὶ τῶν προγόνων τοῦ νενικηκότος, Αἰακοῦ καὶ Τελαμῶνος· προσεχέστεροι γὰρ οὗτοι Ἡρακλέους τοῦ ἐπαινουμένου ἕνεκεν Ἀριστοκλείδα· ὁ μὲν γὰρ Αἰγινήτης ἐστὶν ὥσπερ Αἰακός, ὁ δὲ Ἡρακλῆς Θηβαῖος. ἀλληγορεῖ δὲ πρὸς ἄκραν ἀπευθύνειν λέγων τὸν πλοῦν, ἀπὸ τῶν κυβερνητῶν τῶν ἐχομένων ἄλλων ἀκρωτηρίων ἀλλ’ οὐ τῶν προκειμένων, δέον εὐθυπλοεῖν κατὰ λιμένα. τουτέστι, μὴ καὶ τὸν νοῦν περιφέρειν ἔξω τοῦ σκοποῦ τοὺς ἐπαίνους ἄγοντα. ἀλλ’ ἐπὶ τὸν ἐπαινούμενον τρέπειν. διὸ καὶ ἐποίσει ἐντόπιά τινα καὶ οἰκεῖα· Αἰακῷ σε φημὶ γένει τε Μοῖσαν φέρειν· τὸ ποίημα δεῖν οἶμαι φέρειν, ὦ θυμὲ, Αἰακῷ σε· Αἰγινήτης γὰρ ὅ τε ἐπαινούμενος καὶ ὁ Αἰακός. ἄλλως. |
| N 3 45c [5] | ἀποστρέφει τὸν λόγον πρὸς ἑαυτόν· ᾔσθετο γὰρ ἑαυτοῦ παρεκβάντος, καί φησι· τίνα πρὸς ἄκραν ἀλλοτρίαν ἐκπλέεις, ὦ θυμέ; ἀντὶ τοῦ διατί τὰ Ἡρακλέους νῦν διηγῇ θαύματα ἐάσας τὰ τῶν Αἰακιδῶν; λέγε μᾶλλον περὶ Αἰακοῦ καὶ τούτου τοῦ γένους· ἢ τῶν πολέμων· καὶ ἐν τούτοις τὴν Μοῦσαν τὴν σὴν, ἤτοι τὸν ὕμνον φέρε. ἕπεται δὲ λόγῳ δίκα ς : ἕπεται δὲ τῷ λόγῳ καὶ ἀκόλουθον φαίνεται, ὅστις λόγος τῆς δίκης ἄωτός ἐστι· τί ἕπεται; ὅτι δεῖ τοὺς ἀγαθοὺς πάντας ἐπαινεῖν, ἀλλ’ οὐ καλὸν ἐξ ἀλλοτρίων κοσμεῖσθαι. |
| N 3 49a | κατ’ ἔλλειψιν δὲ εἶπε τὰ πλεῖστα. ἄλλως. |
| N 3 49b | τὸ ἐσλός ἀντὶ τοῦ ἐσλούς· οἷον δίκαιόν ἐστι τοὺς ἀγαθοὺς ἐπαινεῖν. τοῦτο δὲ πρὸς τὸν Αἰακὸν, ὅτι δεῖ αὐτὸν ἐπαινεῖν· ἀγαθὸς γὰρ ἦν. 54P οὐ καλοὶ γὰρ οἱ ἔρωτες, φησίν, οὐδὲ ἀρίστη ἡ ἐπιθυμία, τὸ ἀνδρὶ προσάπτειν καὶ προσφέρειν ἔπαινον ἐξ ἀλλοτρίων ἐγκωμίων καὶ μὴ ἰδίων. |
| N 3 53a | οἴκοθεν μάτευ ε : ἐκ τοῦ ἰδίου τοίνυν γένους ἀνεύρισκε καὶ ἐπιζήτει τὰ ἐγκώμια καὶ μὴ ἀπὸ τοῦ Θηβαίου Ἡρακλέους. οἴκοθεν μάτευ ε : ἐκ τοῦ ἰδίου γένους ἀνεύρισκε καὶ ἐπιζήτει γλυκύ τι φωνεῖν εἰς τοῦτον ἐγκώμιον, μὴ ἀφ’ Ἡρακλέους· οὐχ ὑπ’ ἐμοῦ δὲ μόνον ὑμνεῖται ὁ Πηλεύς, ἀλλ’ ἔτι πάλαι ὑμνεῖτο. |
| N 3 53b | 57P ποτίφορον δ έ : πρόσφορον, οἰκεῖον ἔπαινον ἔλαχες καὶ ἔχεις, ὅπερ δὴ γλυκύτατόν ἐστι λέγειν, τὸ ἀπὸ τῶν ἰδίων καλῶν ἐγκωμιάζεσθαι. |
| N 3 54b | ἢ οὕτω· τοῦτο, φησίν, ἔλαβες ἐκ θεῶν, κοσμεῖν τοὺς ἀξίους, ἵν’ ᾖ ὡς πρὸς αὑτὸν λέγων. κόσμον δὲ τὸν ἔπαινον. 53 b P παλαιαῖσι δ ’ ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄνα ξ : ἔτι πάλαι, φησίν, ὑμνεῖται ὁ Πηλεὺς καὶ ὑμνεῖτο, οὐ νεωστὶ οὐδὲ ὑπ’ ἐμοῦ μόνον. |
| N 3 55 | οὐ γὰρ λέγει, ὅτι νῦν γέγηθεν ὁ Πηλεὺς ὡς νῦν πρῶτον ἐπαινούμενος, ἀλλ’ ἔτι πάλαι ὑμνεῖτο. ὑπέραλλον αἰχμά ν : ἀντὶ τοῦ ἐξαίρετον, ἐξέχουσαν καὶ ὑπερβάλλουσαν. |
| N 3 57 [5] | ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά (Τ 390)· Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ τάμε Χείρων. ἀντιτάττεται δὲ τοῖς Ὁμήρου· ὁ μὲν γὰρ ὑπὸ Χείρωνός φησι τμηθῆναι αὐτὴν καὶ δοθῆναι Πηλεῖ, οὗτος δὲ ὑπὸ Πηλέως φησὶν αὐτὴν τμηθῆναι. δόξει δὲ ὁ Πίνδαρος διὰ τὸν Αἰγινήτην χαρίζεσθαι τῷ Πηλεῖ· οὐ γὰρ μόνος εἷλε τὴν Ἰωλκόν, ἀλλὰ μετὰ Ἰάσονος καὶ τῶν Τυνδαριδῶν, ὡς ἱστορεῖ Φερεκύδης (FHG I 73 M., I 78 J.). ὃς καὶ Ἰωλκό ν : ὃς ὁ Πηλεὺς καὶ τὴν Ἰωλκὸν ἐπόρθησε μόνος πολεμήσας πρὸς Ἄκαστον τὸν Πελίου παῖδα. |
| N 3 60 [10] | ποντίαν Θέτιν κατέμαρψε ν : ἀντὶ τοῦ περιεγένετο αὐτῆς τῶν ἐπιβουλῶν· διωκομένη γὰρ ὑπ’ αὐτοῦ μετέβαλλε τὰς μορφὰς, ὁτὲ μὲν εἰς πῦρ, ὁτὲ δὲ εἰς θηρία· ὁ δὲ καρτερήσας περιγέγονε. περὶ δὲ τῆς μεταμορφώσεως αὐτῆς καὶ Σοφοκλῆς φησιν ἐν Τρωΐλῳ (fr. 561)· ἔγημεν ὡς ἔγημεν ἀφθόγγους γάμους, τῇ παντομόρφῳ Θέτιδι συμπλακείς ποτε. καὶ ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 154)· τίς γάρ με μόχθος οὐκ ἐπεστάτει; λέων δράκων τε, πῦρ, ὕδωρ. (61 a P) ὅτι δὲ τῷ διαφόρῳ τῆς μορφῆς ἡ Θέτις ὑπέκλεπτε τοὺς πρὸς τὸν Πηλέα γάμους, δημώδης ὁ λόγος· ὥσπερ καὶ ὁ Πρωτεὺς τὴν φύσιν ἤμειβεν. 61 c P ἐγκονητ ί : ἀντὶ τοῦ ἐνεργῶς. |
| N 3 61a | ἡ μεταφορὰ ἀπὸ τῶν ἀθλευόντων. 60 ὅτι P Λαομέδοντα δ ’ εὐρυσθενὴς Τελαμώ ν : ἀπὸ μὲν τοῦ Λαομέδοντος τὴν πόρθησιν τῆς Ἰλίου σημαίνει, ἀπὸ δὲ τοῦ Ἰόλα, ὃς ἦν Ἰφικλέους υἱός, τὴν Ἡρακλέους στρατηγίαν· τῷ δὲ Ἡρακλεῖ συγκαθεῖλε Τελαμὼν τὴν Ἴλιον. |
| N 3 61c | εὐρυσθενὴς Τελαμὼν Ἰόλ ᾳ : τῷ Ἡρακλεῖ λέγει ἐκ συσσήμου· Ἰόλας γὰρ Ἡρακλέους ἡνίοχος. ἄλλως. |
| N 3 61d | Ἰόλαος Ἡρακλέους ἦν ἡνίοχος· ἐκ συσσήμου οὖν λέγει Ἰόλᾳ, τουτέστι τῷ Ἡρακλεῖ. φησὶν οὖν, ὅτι καὶ ὁ Τελαμὼν παραστάτης ὢν τοῦ Ἡρακλέους ἅμα τῷ Ἰόλᾳ ἐπόρθησε τὸν Λαομέδοντα. καί ποτε χαλκότοξον Ἀμαζόνων με τ ’ ἀλκά ν : χρόνῳ δέ τινι καὶ ἐπὶ τὰς πολεμικὰς Ἀμαζόνας ἀπιόντι τῷ Ἡρακλεῖ συνηκολούθησε, φησίν, ὅτε πρὸς τὴν Ἱππολύτην διὰ τὸν ζωστῆρα ἦλθεν. |
| N 3 64b [5] | ἄλλως. περὶ τοῦ καὶ ἐπὶ τὰς Ἀμαζόνας συστρατεῦσαι ...... (Hesiod. fr. 278) Τελαμὼν ἀκόρητος ἀϋτῆς ἡμετέροις ἑτάροισι φόως πρώτιστος ἔθηκε κτείνας ἀνδρολέτειραν ἀμώμητον Μελανίππην, αὐτοκασιγνήτην χρυσοζώνοιο ἀνάσσης. ἔνιοι δέ φασιν, ὅτι καὶ Πηλεὺς αὐτῷ συνεστράτευσεν, Ἑλλάνικος δὲ πάντας τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας Ἡρακλεῖ συστρατεῦσαί φησιν (FHG I 49 M., I 134 J.) οὐδέ μίν ποτε φόβος ἀνδροδάμα ς : ὁ τοὺς ἄνδρας δαμάζων φόβος. |
| N 3 66b [5] | οὐδέποτε δὲ αὐτοῦ τὴν ἀνδρείαν ἐκ τῶν φρενῶν φόβος τις ἔπαυσεν· οὕτως ἄρα τῇ ἐκ φύσεως εὐδοξίᾳ πᾶς τις ἐπαίρεται καὶ μέγα φρονεῖ. δεῖ οὖν, φησί, καὶ τούτους ἐφ’ ἑαυτοῖς μέγα φρονεῖν· ἐκ φύσεως γὰρ ἀγαθοί. 72 c BD 86P ὃς δὲ διδάκ τ ’ ἔχε ι , ψεφηνὸς ἀνή ρ : ἀντὶ τοῦ σκοτεινός· ψέφος γὰρ τὸ σκότος. |
| N 3 71b [5] | ὁ δὲ νοῦς· ὅστις δὲ ἐξ ἐπιτηδεύσεως καὶ μαθήσεως ἔχει τὰ καλὰ, σκοτεινός ἐστι καὶ οὐχ ὁμοίως ἐκλάμπων, οὐκ ἀεὶ τὰ αὐτὰ φρονῶν ἀλλ’ εὐμαρῶς μεταβαλλόμενος διὰ τὸ σαθρὸν τῆς ἐπιτηδεύσεως ἀφ’ ἑτέρων εἰς ἕτερα. 76BD οὔπο τ ’ ἀτρεκε ῖ : οὐ διαπαντὸς διομαλίζων, ὡς ὁ ἐκ φύσεως τὸ ἀγαθὸν περιπεποιημένος. |
| N 3 72a [5] | ἀλλὰ νῦν μὲν ἐπιτυγχάνων, νῦν δὲ οὔ. ὁ γὰρ φυσικὴν μὲν οὐδεμίαν ἔχων ὁρμὴν οὐδὲ εὐφυΐαν, διδακτὰ δὲ πάντα, οὗτος οὐδέποτε ἐφ’ ἓν ὁρμήσας συνετέλεσεν, ἀλλ’ ἐπὶ πολλὰς ἀρετὰς ἐρχόμενος ἀπογεύεται μόνον. ἢ οὕτως· διομαλίζει, οὐκ ἐπιβαίνει, οὐκ ἐπὶ τὸ αὐτὸ πρᾶγμα ἵσταται. |
| N 3 72b | ὁ δὲ Δίδυμος· οὐδέποτε καταβὰς ἐπί τι πρᾶγμα ἐνέμεινεν ἐπ’ αὐτοῦ καὶ ἐνεκαρτέρησεν, ἀλλ’ εἰς πολλὰ καὶ ἄλλα μετατρέπει. 71 b BD ἄλλως. |
| N 3 72c | οὐδέποτε ἀσφαλῶς ἐπέβη τοῖς καλοῖς, καταψευδόμενος τῆς ἐλπίδος πολλῶν ἀρετῶν ἀτελῶς ἅπτεται. ὡς Ὅμηρος (Ν 281)· ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει. 72 a BD ξανθὸς δ ’ Ἀχιλλεύ ς : ὁ δὲ Ἀχιλλεὺς τὰ μὲν παῖς ὢν ἄθυρεν ἐν τοῖς οἴκοις τῆς Φιλύρας, καὶ ταῦτα δὲ μεγάλα, καὶ συνεχῶς κατειργάζετο ὀξείαις βολαῖσι μάχας, τῶν γενναιοτέρων ζῴων, λεόντων τε καὶ συῶν ἀγρίων πλῆθος ἀναιρῶν. |
| N 3 75 [5] | διαπαντὸς δὲ ὁ Πίνδαρος μᾶλλον τὰ ἐκ φύσεως ἀγαθὰ τῶν ἐκ διδασκαλίας παραγινομένων προκρίνει. 79BD Φιλύρας ἐν δόμοι ς : ἐν τοῖς τοῦ Χείρωνος· ἀπὸ τῆς μητρὸς ἀκουστέον. |
| N 3 76b | ἢ οὕτως· παρὰ μὲν Ὁμήρῳ μόνον παιδεύεται διδασκόμενος τὴν ἰατρικήν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τρέφεται παρὰ Χείρωνι. 75 BD βραχυσίδαρον ἄκοντ α : ἤτοι καθὸ βραχυσίδηρός ἐστιν ἡ ἀκμὴ πρὸς τὸ ξύλον τοῦ δόρατος συγκρινομένη, ἢ ἐπεὶ παῖς ἦν ὁ Ἀχιλλεὺς, ἀνάλογον εἶχε τῇ ἡλικίᾳ βραχυσίδηρον ἄκοντα, τουτέστι παιδικῷ δόρατι ἐχρήσατο. |
| N 3 80 [5] | ἶσόν τ ’ ἀνέμοισι ν : ἀκαταλλήλως ἐξενήνοχεν· ἔδει γὰρ εἰπεῖν, λεόντων ἀγροτέρων μάχας ἐνήργει, ἢ λεόντεσσιν ἀγροτέροισι. σώματι δὲ παρὰ Κρονίδαν κένταυρο ν : τῷ δὲ αὑτοῦ σώματι ἐνεργῶν ὁ Ἀχιλλεὺς ἄσθματος πλήρης ἑξέτης ὢν κυνηγῶν θῆρας ἐφόρει παρὰ Κρονίδην κένταυρον, ἤτοι τὸν Χείρωνα· ἐκ Κρόνου γὰρ οὗτος καὶ Φιλύρας, ὡς καὶ Ἀπολλώνιος ἐν τῷ δευτέρῳ (1235) μαρτυρεῖ. |
| N 3 82 | 88P ὅλον δ ’ ἔπει τ ’ ἂν χρόνο ν · τὸν ἐθάμβευ ν : τουτέστι τὸν ἅπαντα βίον τοῦτο ἐνήργει, καὶ τῶν ἀνδραγαθημάτων αὐτὸν ἐθαύμαζον. |
| N 3 86 | τὸ δὲ ἐθάμβευν ἀντὶ τοῦ τῶν ἀνδραγαθημάτων ἐθαύμαζον αὐτόν. 71P κτείνον τ ’ ἐλάφους ἄνευ κυνῶ ν : τὴν ἰσχὺν καὶ τὴν ταχυτῆτα αὐτοῦ διὰ τούτων παρίστησι· ποδώκης γὰρ ἦν. |
| N 3 88 | ἔτι τε σὺν τῷ μηδὲ κύνας ἔχειν οὐδὲ λίνα περιεπήγνυ, οἷς δολώσει τοὺς θῆρας· οὕτως ἦν ἶσος ἀνέμοις. δολίων θ ’ ἑρκέω ν · τῶν λίνων. |
| N 3 89a | ἕρκεα γὰρ τὰ λίνα, τὰ περιφράγματα. δολίων δὲ, ὅτι θηρῶντες τοὺς θῆρας τὰ λίνα λάθρα ἱστᾶσιν. |
| N 3 89c | ὅτι δὲ ποδώκης ἦν Ἀχιλλεὺς, καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ λέγων· πόδας ὠκὺς Ἀχιλλεύς. τὴν δὲ ἰσχὺν καὶ τὴν ταχυτῆτα τοῦ Ἀχιλλέως διὰ τούτων παρίστησι· καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ· πόδας ὠκὺς Ἀχιλλεύς. |
| N 3 91 | λεγόμενον δὲ τοῦτ ο : δοκεῖ δὲ καὶ τὸν Ἰάσονα ἀναθρέψαι ὁ Χείρων. ἔπος ἔχ ω : παρηκολούθηκα οὖν καὶ τοιούτῳ τινὶ λεγομένῳ λόγῳ, ὅτι καὶ τὸν Ἰάσονα ἀνέθρεψεν ὁ Χείρων. |
| N 3 92a [5] | ὅτι BDP δὲ ἐτράφη παρὰ τῷ Χείρωνι ὁ Ἰάσων, Ἡσίοδός φησιν (fr. 19)· Αἴσων, ὃς τέκεθ’ υἱὸν Ἰήσονα, ποιμένα λαῶν, ὃν Χείρων ἔθρεψ’ ἐνὶ Πηλίῳ ὑλήεντι. ἀλλὰ καὶ ὁ Ἀσκληπιὸς παρὰ Χείρωνι, φησίν, ἐτράφη, ὡς καὶ Σωκράτης ὁ Ἀργεῖός φησι (FHG IV 496). βαθυμῆτα Χείρω ν : οὐκ ἐπιπόλαια βουλευόμενος ἀλλ’ ἐν βάθει. |
| N 3 92b | ἀντὶ εὐθείας δὲ ὁ συνετώτατος Χείρων, ὡς καὶ παρ’ Ὁμήρῳ· ἱππότα Πηλεύς, καὶ νεφεληγερέτα Ζεύς. τὸν φαρμάκων δίδαξε μαλθακόχειρ α : τὸν πρᾳοτάτην καὶ ὑγιαστικὴν ἔχοντα τὴν διὰ τῶν χειρῶν ἐπιμέλειαν. |
| N 3 95b | νομὸν δὲ τὴν διανέμησιν τῶν φαρμάκων καὶ τὴν ἐμπειρίαν λέγει. νύμφευσε δ ’ αὖθι ς : ἐγαμοστόλησε τῷ Πηλεῖ, φησί. |
| N 3 97a | τὴν Θέτιν ὁ Χείρων· ὑπεδέξατο γὰρ τοὺς θεοὺς ἐπὶ τὴν δαῖτα. τὸ δὲ αὖθις οὐκ ἐκ δευτέρου, ἀλλὰ μετὰ ταῦτα· ἐναντίον γὰρ, εἰ ὡς πρός τι λαμβάνοιτο. |
| N 3 98 [5] | γόνον τέ οἱ φέρτατον ἀτίταλλ ε : ἔτρεφε καὶ τὸν Ἀχιλλέα ἐν τοῖς ἁρμοδίοις καὶ προσήκουσι τὴν αὐτοῦ παιδεύων ψυχήν. ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεί ς : εἰς ταῦτα ἀτίταλλε τὸν Ἀχιλλέα ὁ Χείρων ἁρμοστὰ αὐτῷ πάντα παρέχων, ἵνα πλεύσας εἰς Ἴλιον ταῖς κατὰ θάλασσαν τῶν ἀνέμων ἐπιπνοαῖς τὴν πολεμικὴν ἀλαλὰν τῶν Λυκίων ὑπομένοι, (103B) καὶ ἵνα ἐμπήξαι τὰς χεῖρας τοῖς Αἰθίοψι καὶ καθίκοιτο τῆς ψυχῆς αὐτῶν διὰ τοῦ πολεμεῖν. |
| N 3 101a | BDP ἢ ἐπὶ τῶν αὐτοῦ φρενῶν τοῦ Ἀχιλλέως δεκτέον τὸν λόγον, ἵν’ ἑαυτοῦ τὰς χεῖρας πήξαιτο, πεπηγυίας παράσχοι ταῖς φρεσίν, ἵνα ὃ διανοηθῇ ταῖς φρεσίν, ὑπηρετηθῇ διὰ τῶν χειρῶν. |
| N 3 101b [5] | ἐνίοτε γὰρ ἐπιθυμοῦμέν τι κατορθῶσαι, καὶ ἀσθενοῦμεν αὐτὸ ποιῆσαι μὴ ὑπηρετούμενοι ταῖς χερσίν. ὁ δὲ Ἀχιλλεὺς ἐτράφη, ἵν’ ὅπερ ἂν διανοηθῇ, δυνηθῇ διὰ τῶν χειρῶν κατεργάσασθαι. ἵν’ οὖν καθίκοιτο τῶν Αἰθιόπων τὸν βασιλέα Μέμνονα ἀνελών. |
| N 3 101c | 112B ὑπὸ Τρωΐαν δορίκτυπο ν : οἱ μὲν [ἁπλῶς] εἰς τὴν μάχην τῶν Λυκίων, οἱ δὲ ἁπλῶς εἰς τὴν Τροίαν ἤκουσαν. |
| N 3 103 | ἵνα ἡ ὑπό ἀντὶ τῆς εἴς κέηται· οἱ δὲ ἔξωθεν τὸ χώραν προσυπήκουσαν, ἵν’ ᾖ· ὑπὸ Τρῴαν χώραν. 101 a med.B ἐν φρασὶ πάξαι θ’ : παγίως λογίσαιτο καὶ κρίνοι· ἀντὶ τοῦ εἰς πέρας ἄγοι. |
| N 3 110 [5] | ἀνεψιὸς ζαμενή ς : ἀνεψιὸς τοῦ Ἑλένου ὁ Μέμνων. εἴπερ Τιθωνὸς καὶ Πρίαμος ἀδελφοί εἰσιν, ὧν οὗτοι παῖδες. τὸ δὲ ζα ἐπιτατικόν, ὡς καὶ τὸ ζάθεον, ζαχρηής, ζάπλουτος. τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶ ν : τὸ φέγγος καὶ ἡ δόξα τῶν Αἰακιδῶν τηλαυγής ἐστιν αὐτόθεν, ἢ ἐξ ὧν νῦν εἶπον ἔργων ἢ ἐκ τῆς Ἰλίου· ἠρίστευσαν γὰρ ἐπὶ τῆς Ἰλίου οἱ Αἰακίδαι· ἢ καὶ τρίτον ἐπὶ τῆς Αἰγίνης· διὰ τὸ Αἰγινήτας εἶναι ἀναφέρων τὸν ἔπαινον ἐπὶ τὸν ἀθλητὴν ἐκ τῆς Αἰγίνης αὐτόν φησιν ᾑρῆσθαι τὸ κλέος. |
| N 3 114a [5] | Ζε ῦ , τεὸν γὰρ αἷμ α : τεχνικώτατα τῷ Διῒ προσοικειοῖ τὸν νικηφόρον, πρῶτον μὲν ὅτι πρόγονος τῶν Αἰακιδῶν ὁ Ζεύς, δεύτερον δὲ ὅτι τοῦ Νεμεαίου ἀγῶνος ἔφορος ὁ Ζεὺς, καθ’ ὃν ὁ Ἀριστοκλείδης ἐνίκησεν. ἀνάκειται δὲ Διῒ καὶ ὁ Νεμεακὸς ἀγών. 114 d P ἄλλως. |
| N 3 114b [5] | πιθανῶς, ἐπεὶ παρεκβέβηκεν ἐπὶ τοὺς Αἰακίδας ὑμνήσας αὐτῶν τὸ κλέος, βούλεται πάλιν ἐπανελθεῖν ἐπὶ τὸν ὕμνον τοῦ ἀθλητοῦ οὐκ ἀπρόσλογον ἀπόσπασμα ποιήσας· ἐκ τοῦ σοῦ γένους ἐστί, φησίν, ἡ ἀρετὴ τῶν Αἰακιδῶν. διὰ τί; σὺ γὰρ ἀρχηγέτης εἶ τοῦ γένους αὐτῶν. τεὸν γὰρ αἷμ α , σέο δ ’ ἀγώ ν : τὰ γὰρ Νέμεα σά ἐστι· Νεμεονίκης δὲ ὁ ὑμνούμενος. |
| N 3 114c | 116P ὁ δὲ νοῦς· ὦ Ζεῦ, ἀπὸ σοῦ τηλαυγὲς ἔχουσι τὸ γένος οἱ Αἰακίδαι. |
| N 3 114d | σὺ γὰρ ἀρχηγέτης τοῦ γένους αὐτῶν, σὸς δὲ ὁ ἀγὼν τῶν Νεμέων. 114 b P ἐπιχώριον χάρμα κελαδέω ν · τὸ ἐπιχώριον καὶ ἴδιον αὐτῶν τῶν Αἰγινητῶν χάρμα καὶ ἡδονὴν ἀνυμνῶν τὸν νικηφόρον. |
| N 3 117a [5] | βοὰ δὲ νικαφόρ ῳ : ἡ δὲ βοὴ τῶν ὑμνούντων νέων σὺν τῷ νικηφόρῳ Ἀριστοκλείδᾳ πρέπει, ἀντὶ τοῦ ἐκπρεπὴς ὑπάρχει. ἔν τισι δὲ γράφεται σὺν τῷ ι βοᾷ, προσληψόμεθα δὲ ἔξωθεν τὴν σύν πρόθεσιν, ἵν’ ᾖ· σὺν βοᾷ νέων ὁ ὕμνος ἐκπρεπής ἐστιν. ἢ οὕτως· ἡ δὲ βοὴ τοῦ ὕμνου συμπρέπει τῷ νικηφόρῳ Ἀριστοκλείδᾳ. |
| N 3 119 [5] | ὃς τάνδε νᾶσον εὐκλεεῖ προσέθηκε λόγ ῳ : ὃς τὴν Αἴγιναν εὐκλεοῦς λόγου προσθήκην ἐποίησε λαβεῖν δι’ ἑαυτοῦ· καὶ γὰρ ἄλλοι ἔμπροσθεν εὔκλειαν αὐτῇ περιεποίησαν, καὶ αὐτὸς δὲ δι’ ἑαυτοῦ προσέθηκέ τι εἰς εὔκλειαν αὐτῇ καὶ σεμνότητα. 122 b BD ἔστιν ἐν Αἰγίνῃ Πυθίου Ἀπόλλωνος ἱερὸν, ἐν ᾧ οἱ θεωροὶ διῃτῶντο οἱ τὰ θεῖα φυλάσσοντες· θεωροὶ γὰρ οἷον θεοφύλακες. |
| N 3 122a [5] | οἱ δὲ, ὅτι ἐν τοῦ Πυθίου Ἀπόλλωνος ἱερῷ οἶκός ἐστι καλούμενος Θεάριον διὰ τὸ τοὺς ἄρχοντας, οἳ καλοῦνται θεωροὶ, ἐνταῦθα διαιτᾶσθαι. 122 c BD Πυθίου Θεάριο ν : τόπος ἐν Αἰγίνῃ δημόσιος, ἔνθα τὰ συμπόσια· εἴρηται δὲ ἀπὸ τῶν θεωρῶν τῶν εἰς Ἀπόλλωνα πεμπομένων. |
| N 3 122b | 122 a BD συνέζευξεν οὖν, φησί, λόγῳ εὐκλεεῖ καὶ τὸ Θεάριον, καὶ ταῖς ἀγλααῖς καὶ καλαῖς αὐτοῦ μερίμναις. |
| N 3 122d | οἱ δὲ, ταῖς ἐμαῖς μερίμναις καὶ τοῖς ἐμοῖς ποιήμασι συνέζευξε τῷ εὐκλεεῖ λόγῳ. ἐν δὲ πείρᾳ τέλος διαφαίνετα ι : οὐκ ἔστι γνῶναι τὸν ἀνδρεῖον, ἐὰν μὴ ἑτέρῳ συμβάλῃ καὶ περιγένηται. |
| N 3 122e | ἐν τῷ πειραθῆναι οὖν ἑκάστῳ τὸ τέλος διαφαίνεται. ἢ οὕτως· ὅστις ἂν ἔξοχος γένηται, τούτου τὸ τέλος ἐν τῇ πείρᾳ ἀποδείκνυται. |
| N 3 122f | τοῦτο δὲ ὡς πρὸς τὸν ἐγκωμιαζόμενον, ὅτι οὐκ ἄχρι λόγου τὰ προσόντα αὐτῷ δείκνυσιν. ἐν παλαιτέροισ ι : προσληπτέον ἔξωθεν παλαιός. |
| N 3 127a [5] | λέγει δὲ οὐχ ὅτι γέρων ἦν τὴν ἡλικίαν, οὐδὲ γὰρ παῖς· ἀλλ’ ὡς ὁ τραγικός (fr. adesp. 453)· καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους, πάσῃ ὁμιλῆσαι ἡλικίᾳ δυνάμενος καθ’ ἕκαστον μέρος τῆς ἡλικίας. οἷον ἔχομεν τὸ βρότειον ἔθνος, οὕτως ἥρμοστο. |
| N 3 128a | μέρος ἕκαστο ν : λείπει τὸ ἐπίσταται. φησὶ δὲ, ὅτι πρὸς πᾶσαν ἡλικίαν ἁρμοδίως προσοικειοῖ ἑαυτόν. ἢ οὕτως· ἐπίσταται ὁ νικηφόρος ἕκαστον μέρος τῶν προλεχθεισῶν ἡλικιῶν, οἷον μέρος ἐλάχομεν τὸ βρότειον ἔθνος. |
| N 3 129a [5] | ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετά ς : Ἀρίσταρχος· τρεὶς μὲν τὰς καθ’ ἡλικίαν, ἃς προεξηρίθμηται, τὸ ἐν παισὶν εἶναι παῖδα, καὶ τὸ ἐν ἀνδράσιν ἄνδρα, καὶ τὸ ἐν παλαιοτέροις παλαιότερον. καὶ τετάρτην δέ φησιν ἐλᾶν ἀρετὴν τὸν τῶν ἀνθρώπων βίον. τετάρτη οὖν ἐστιν ἀρετὴ αὕτη πρὸς αἷς εἴρηκεν, ὡς δεῖ περὶ τοῦ παρόντος φροντίζειν καὶ μὴ περὶ τῶν ἐσομένων πάντων, ἀλλὰ πρὸς τὸ παρὸν δύνασθαι ἁρμόζεσθαι. ὁ θνητὸς αἰὼν καὶ τετάρτην ἀρετὴν ταύτην φέρει, τὸ καὶ περὶ τοῦ ἐνεστῶτος φροντίζειν· ὧν οὐκ ἄπεστιν ὁ Ἀριστοκλείδης, ἀλλὰ πρὸς ταῖς τρισί, φησίν, αἷς προκατείληχε, κέκτηται καὶ ταύτην, τουτέστι τοῦ παρόντος φροντίζειν. |
| N 3 129b [5] | ἢ ἐν ταὐτῷ ἔχει, ἅπερ οἱ ἄλλοι κατὰ μέρος ἔχομεν. ἐνέπε ι : ἀντὶ τοῦ διδάσκει τὸ παρὸν σκοπεῖν 〈καὶ〉 εὖ τίθεσθαι. |
| N 3 132a | χαῖρε φίλο ς · ἐγὼ τόδε τοι πέμπ ω : ἐπεὶ ἴσως οἱ προπίνοντες ἔλεγον τὸ χαῖρε, ὡς τὸ χαῖρ’ Ἀχιλεῦ (Ι 225). κἀγὼ τόδε τοι πέμπω, φησί, μεμιγμένον μέλι λευκῷ σὺν γάλακτι, τὸν ὕμνον λέγω. |
| N 3 134a [5] | μεμιγμένον μέλι λευκῷ γάλακτ ι : τῇ ὁμοιότητι χρῆται τῇ ἀπὸ τοῦ μέλιτος καὶ γάλακτος καὶ διαφορὰν ἐπὶ τοῦ ποιήματος, καθὸ ἀποδέχεται τὰ φύσει γράφων ποιήματα τῶν ἐκ πόνου· τὸ γὰρ γάλα φύσει παρέπεται ταῖς τικτούσαις, τὸ δὲ μέλι μετὰ πόνου αἱ μέλισσαι ἐργάζονται. ἀλληγορικῶς οὖν τὸν ὕμνον φησὶ, τὸ καλὸν καὶ ἡδύτατον αὐτοῦ ἐπιδεικνύμενος. |
| N 3 135 [5] | κιρναμένα δ ’ ἔερ ς ’ ἀμφέπει πό μ ’ ἀοίδιμο ν : ἡ δρόσος, φησίν, ἡ τοῦ μέλιτος κιρναμένη πρὸς τὸ γάλα ποιεῖ τὸ πόμα ἀοίδιμον, καὶ τὸ ποίημα μιχθὲν αὐλοῖς γίνεται καὶ αὐτὸ θαυμάσιον· οἷον ὡς τὸ γάλα τῷ μέλιτι μιχθὲν χρηστὸν γίνεται, οὕτω καὶ τὸ ποίημα τοῖς αὐλοῖς ἐγκραθὲν προσηνὲς γίνεται. Αἰολίσι ν : ἤτοι ὡς τῇ Αἰολίδι ἁρμονίᾳ γεγραμμένων τῶν ποιημάτων, ἢ καθὸ τῷ γένει ἐστὶν Αἰολεὺς ὡς Βοιωτός. |
| N 3 136b | ἢ οὕτω· τοῖς Δωρίοις φθόγγοις. Αἰολεὺς γὰρ ἄνωθεν ὁ Πίνδαρος, ὅτι οἱ κατ’ αὐτὸν Θηβαῖοι Αἰολέων ἄποικοι τυγχάνουσιν ὡς ἀπὸ Αἰόλου τοῦ Ἀθάμαντος παιδός. ἔστι δ ’ αἰετὸς ὠκὺς ἐν ποτανοῖ ς : ὡς μετὰ πολὺν χρόνον τῆς νίκης γεγραμμένου τοῦ ποιήματος· τῆς βραδυτῆτος οὖν ἕνεκεν ἱκανῶς καὶ τὴν εἰκόνα παρείληφεν. |
| N 3 138b [5] | ἢ οὕτως· εἰ καὶ ὅλως ὀψέ [φησί,] γέγραπταί μοι τὸ ποίημα, ὅμως ὡς ἀετὸς πόρρωθεν ἐλθὼν ταχέως ἤγρευσέ τι καὶ συνήρπασεν, οὕτως ἐγὼ τὰ πράγματα ταχέως συνήρπακα καὶ γέγραφα. κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμοντα ι : οἱ δὲ ἀντίτεχνοί μου κολοιοῖς ἐοίκασι, κραυγάζοντες μόνον καὶ ταπεινὰ νεμόμενοι, οὐ δύνανται δὲ διαίρεσθαι εἰς ὕψος. |
| N 3 143 [5] | δοκεῖ δὲ ταῦτα τείνειν εἰς Βακχυλίδην· ἦν γὰρ ὑφόρασις αὐτοῖς πρὸς ἀλλήλους. παραβάλλει δὲ αὑτὸν μὲν ἀετῷ, κολοιῷ δὲ Βακχυλίδην. τίν γε μὲν εὐθρόνου Κλειοῦς ἐθελοίσα ς : τῆς Κλειοῦς τῆς Μούσης οὐ λειφθήσεσθαί φησι, τῶν γεγραμμένων ἐπινίκων συλλαμβανομένης αὐτῷ καὶ χάριν τοῦ λήματος τοῦ ἀθλοφόρου. |
| N 3 145b | ἐκ τῆς Νεμέας καὶ ἐξ Ἐπιδαύρου καὶ ἀπὸ Μεγάρων. 148P λήματο ς : φρονήματος. |
| N 3 146 | ἡ δὲ ἀπό κατὰ κοινοῦ· ἀπὸ Νεμέας καὶ ἀπὸ Ἐπιδαυρόθεν λάμπει σου ἡ ἀρετή. Ἐπιδαυρόθεν τ ’ ἀπ ό : φησὶ καὶ ἐν Ἐπιδαύρῳ αὐτὸν νενικηκέναι. |
| N 3 147 [5] | τίθεται δὲ ἐν Ἐπιδαύρῳ ἀγὼν Ἀσκληπιῷ, τῶν Ἀσκληπιαδῶν πρώτων θέντων, μετὰ ταῦτα δὲ Ἀργείων Ἀσκληπιῷ, διὰ πενταετηρίδος· τίθεται δὲ ἐν τῷ ἄλσει τοῦ Ἀσκληπιοῦ, ἄγεται δὲ μετὰ ἐννέα ἡμέρας τῶν Ἰσθμίων. τὰ Μεγαρικὰ δὲ Πύθια ἄγεται εὐθέως ἔαρος ἀρχομένου. subscr. P δέδορκε φάο ς : τουτέστι λελάμπρυται ἡ δόξα τοῦ νενικηκότος καὶ ἐν Νεμέᾳ. |
| N 3 148b [t2] | βουλομένης τῆς Μούσης Κλειοῦς λάμπει σου ἡ ἀρετή. 146P τέλος τοῦ παρόντος ἐπινικίου. Scholia in Nemeonicarum carmen IV Τιμασάρχῳ Αἰγινήτῃ παλαιστῇ. |
| N 4 metr (t1) [15] | Τῆς τετάρτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγʹ. τὸ αʹ δίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ βʹ δίμετρον ἀντισπαστικὸν βραχυκατάληκτον. τὸ γʹ ὁμοίως τῷ πρώτῳ. τὸ δʹ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ ὁμοίως τῷ πρώτῳ καὶ τρίτῳ. τὸ ϛʹ περίοδος, διπλοῦς τροχαῖος, ἢ Γλυκώνειον. τὸ ζʹ ἰαμβικὸν πενθημιμερές. τὸ ηʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θʹ ἰωνικὸν ἑφθημιμερές. τὸ ιʹ τροχαϊκὸν ἐπίτριτον, ἢ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ ἰαμβικὸν πενθημιμερὲς, ἢ ἰωνικὸν δίμετρον βραχυκατάληκτον, τῆς ἀρχούσης ἀδιαφόρου οὔσης. τὸ ιβʹ περίοδος ἰαμβικὴ ἀπὸ βακχείου, ἢ Γλυκώνειον λελυμένον. τὸ ιγʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. Ἡ ἐπῳδὸς ὁμοίως κώλων ιγʹ. τὸ αʹ ὅμοιον τῇ στροφῇ καὶ ἀντιστρόφῳ. τὸ βʹ, τὸ γʹ, τὸ δʹ, τὸ εʹ, τὸ ϛʹ, τὸ ζʹ, τὸ ηʹ, τὸ θʹ, τὸ ιʹ, τὸ ιαʹ, τὸ ιβʹ, τὸ ιγʹ ὁμοίως τῇ στροφῇ καὶ ἀντιστρόφῳ. Ἄριστος εὐφροσύν α : ὁ λόγος· τῶν πόνων κρίσιν λαβόντων καὶ συντελεσθέντων ἄριστος ἰατρός ἐστιν ἡ εὐφροσύνη. |
| N 4 1b | ἄριστος δὲ ἀντὶ τοῦ ἀρίστη· ὅταν πονήσας τις νικήσῃ, ἔχει τὴν εὐφροσύνην ἀρίστην ἰατρόν. ἢ οὕτως· ἡ ἀρίστη εὐφροσύνη τῶν τετελειωμένων καὶ πεπληρωμένων πόνων καὶ σπουδασμάτων ἰατρός ἐστιν. |
| N 4 3 | αἱ δὲ σοφαὶ Μοισᾶν θυγατέρε ς : αἱ δὲ σοφαὶ θυγατέρες τῶν Μουσῶν, ᾠδαὶ καὶ ἔπαινοι, ἁπτόμεναι αὐτῶν τῶν πόνων διὰ τοῦ θαυμάζειν ἡδονῆς πλείονος καὶ εὐφροσύνης πληροῦσι. θέλξαν νι ν : τὸ νίν Ἀρίσταρχος ἐπὶ τῆς εὐφροσύνης ἀκούει, ὥστε εἶναι τὸν λόγον· αἱ δὲ τῶν Μουσῶν θυγατέρες ᾠδαὶ, τουτέστι τὰ ποιήματα, ἁπτόμεναι αὐτὴν, τὴν εὐφροσύνην, ἔθελξαν, τὴν τοῦ ἀνθρώπου ὅταν ἐγκωμιάζηται. |
| N 4 5 [10] | ἔστι δὲ ἄκυρον· πῶς γὰρ θέλγεται ἡ εὐφροσύνη, αὐτὴ θέλγουσα τοὺς νενικηκότας, οὐχ ὑπ’ ἄλλου θελγομένη; ἄμεινον δέ, φησὶν ὁ Δίδυμος, ἐπὶ τῶν πόνων ἀκούειν τὴν νίν· οἱ γὰρ μεθ’ Ὅμηρον οὐκ ἀκριβεύουσι τὴν ἀντωνυμίαν. καθὼς καὶ Εὐριπίδης (Bacch. 32)· τοιγάρ νιν αὐτὰς ἐκ δόμων οἴστρης’ ἐγώ. ὥστε τὸν λόγον εἶναι τοιοῦτον· αἱ ᾠδαὶ ἔθελξαν αὐτοὺς, τοὺς πόνους, ἁπτόμεναι αὐτῶν καὶ μαλάσσουσαι· οἷον θέλγουσι τὴν κακοπάθειαν ὑμνοῦσαι αἱ ᾠδαί. οὐδὲ θερμὸν ὕδωρ τόσσον γ ε : οὐδ’ οὕτω τὰ θερμὰ λουτρὰ μαλάσσει κεκμηκότα τὰ γυῖα καὶ πεπονημένα, ὅσον ἡ εὐλογία ἀνίησιν. |
| N 4 6b | ὁ δὲ νοῦς ὅλος· οὐκ ἂν δὲ τοσοῦτον ἀπὸ θερμοῦ ὕδατος καὶ βαλανείου χαλασθείη καὶ μαλαχθείη τὸ σῶμα κεκμηκὸς, ὅσον ὑπὸ ἐπαίνων· ἧς μάλιστα τῆς εὐφημίας πληρουμένης τῇ διὰ τῆς κιθάρας ἡδονῇ. συνάορο ς , οἷον συμφερομένη, κοινωνοῦσα. |
| N 4 10a [10] | ῥῆμα δ ’ ἑργμάτων χρονιώτερον βιοτεύε ι : παντὸς ἔργου χρονιώτερόν ἐστι τὸ ῥῆμα, τουτέστιν ὁ ὕμνος· οἷον τὰ λεγόμενα πάντα ἢ γραφόμενα χρονιώτερά ἐστι τῶν ἔργων. τὰ μὲν γὰρ ἔργα τῷ γεγονέναι παρήκει, τὰ δὲ γραφόμενα αἰώνια παραδίδοται. ποῖα δέ; ἃ ἂν μετὰ τῆς ἐκ Χαρίτων τύχης τεχθῇ καὶ προαιρεθῇ ἐκ τῆς γλώττης ἑκάστῳ· ὡς ἐάν γε χωρὶς Χαρίτων γράφηται ὁ ὕμνος, ἀπόλωλε καὶ ἔσβεσται, ἐὰν δὲ μετὰ Χαρίτων, μένει πρὸς αἰῶνα εὔδια. καὶ Καλλίμαχος (fr. 121)· ἔλλατε νῦν, ἐλέγοισι δ’ ἐνιψήσασθε λιπώσας χεῖρας ἐμοῖς, ἵνα μοι πολὺ μένουσιν ἔτος. ὁ δὲ νοῦς· ὁ γὰρ διὰ τῶν λόγων ἔπαινος αὐτῶν τῶν καλῶς πεπραγμένων πολλῷ μακρότερον διασῴζεται καὶ μνημονεύεται, ὅσπερ ἂν λόγος μάλιστα καὶ ἔπαινος τετυχηκὼς Χαρίτων λέγηται ἐκ διανοίας συνετῆς. |
| N 4 14a [10] | τό μοι θέμεν Κρονίδᾳ τε Διὶ καὶ Νεμέ ᾳ : ἐμοὶ εἴη ποιῆσαι· τὸ γὰρ εἴη οὕτως ἀναβιβαστέον· εἴη με μετὰ τῶν Χαρίτων γράφειν. τὸ δὲ προηγούμενον τοῦ κώμου προκώμιον εἶπεν, ἐπειδὴ κωμάζουσιν ᾄδοντες τὸ ποίημα· προκώμιον οὖν τὸ πρὸ τοῦ κώμου γραφόμενον. δύναται καὶ οὕτω, φησὶν ὁ Δίδυμος· παντὸς τοῦ ποιουμένου εἰς αὐτὸν ὕμνου τοῦτο τὸ ῥῆμα προκώμιον εἴη, οἷον προοίμιόν τι τοιοῦτον γένοιτο τῶν εἰς αὐτὸν γραφησομένων ὕμνων ὑπ’ ἐμοῦ, νικῆσαι καὶ ἄλλους ἀγῶνας· ἵνα τῶν ἑξῆς ἐσομένων ἐπινίκων ὁ νῦν γραφόμενος λέγηται πρὸ τοῦ παντὸς κώμου γεγονώς. δύναται δὲ καὶ οὕτω· τῶν γραφησομένων αὐτῷ ὕμνων ὑπ’ ἄλλων ὁ ἐμὸς ἂν εἴη προκώμιον. ἄλλως. |
| N 4 14b | ὁ νοῦς· ὅνπερ δὴ λόγον καὶ ἔπαινον γένοιτο νῦν ἐμοὶ θεῖναι καὶ πληρῶσαι προκώμιον τῷ τε Διῒ καὶ αὐτῇ τῇ Νεμέᾳ καὶ τῇ Τιμασάρχου πάλῃ. ὕμνου προκώμιο ν : ὕμνου προκώμιον εἶπε διὰ τὸ ὑπὸ χορευτῶν μὲν λέγεσθαι τὸν ὕμνον νεωτέρων τινῶν, πρὸ δὲ τῆς τούτων χορείας καὶ κωμασίας γραφῆναι ὑπὸ τοῦ ποιητοῦ αὐτόν. |
| N 4 17 [5] | ὁ δὲ λόγος· γένοιτό μοι ἐπιτυχεῖν πρὸ τοῦ κωμάζειν τοὺς ἐπαίνους γράφοντι. δέξαιτο δ ’ Αἰακιδᾶν εὔπυργον ἕδο ς : ῥῆμα ὃ προείρηκε, ῥῆμα δ’ ἑργμάτων χρονιώτερον, τὸ ῥῆμα τοῦτο τὸ εὔπυργον τοῦ Αἰακοῦ ἕδος δέξαιτο, ὡς ἔστι δίκαιον. |
| N 4 18 [5] | (20a.) κοινὸν δὲ φέγγος ἔστι μὲν καὶ τὴν Αἴγιναν ἀκοῦσαι, ἔστι δὲ καὶ τὸ ποίημα, τὸ κοινὸν φέγγος γινόμενον· οὐ γὰρ ἐᾷ ἐν ἀφανεῖ τὰ ἔργα, ἀλλὰ φωτίζει κοινῶς. (20b.) ξεναρκεῖ δὲ ὡς ποδαρκεῖ. κοινὸν φέγγος τῆς ξεναρκοῦς δίκης ἡ τῶν Αἰακιδῶν πόλις παραδέξαιτο, ὡς ἔστι δίκαιον ξένους ἀποδέχεσθαι. ἕδος δίκ ᾳ : δίκης ξεναρκοῦς, τῆς τοῖς ξένοις ἀρκούσης δικαιοσύνης κοινὸς ὢν ὀφθαλμός. |
| N 4 19a | ὦ Αἴγινα, ἤτοι περιφραστικῶς ἡ δικαιοτάτη. δέξαιτο δὲ τοῦτο 〈τὸ〉 προκώμιον καὶ τοῦτον τὸν ἔπαινον πόλις καλλίστη Αἴγινα, ἥτις διὰ τὴν προσοῦσαν πρὸς πάντας τοὺς ξένους δικαιοσύνην καὶ φιλοξενίαν κοινὸς ὀφθαλμὸς τῶν πάντων τυγχάνει. |
| N 4 21a | εἰ δ ’ ἔτι ζαμενεῖ Τιμόκριτο ς : τῷ ἄγαν ξηραντικῷ· τὸ γὰρ ζα ἐπιτατικόν ἐστι μόριον ἀεί· τῷ ἰσχυροτάτῳ οὖν φησι. περιφραστικῶς δὲ τοῦτό φησιν· εἰ ἔζη σου ὁ πατὴρ Τιμόκριτος, ὦ Τιμάσαρχε. ἤτοι ὁ ἐν κιθάρᾳ ποικίλος ἢ ὁ μουσικώτατος ἀπὸ μέρους· ἤσκουν γὰρ οἱ ἀρχαῖοι μουσικήν. |
| N 4 21c [15] | ὁ δὲ νοῦς ὅλος ἕως Ἡρακλέος ὀλβίαν πρὸς αὐλὰν οὕτως· εἰ δὲ μέχρι τοῦ παρόντος ὁ σὸς πατὴρ Τιμόκριτος ἐν ζῶσιν ἀνεστρέφετο τῇ ἑαυτοῦ μουσικῇ σεμνυνόμενος, συνεχῶς ἂν τούτῳ τῷ μέλει καὶ ταύτῃ τῇ ᾠδῇ προσκλίνας ἂν ἑαυτὸν καὶ προσαγαγὼν ἀνευφήμησε καὶ ἀνεβάλετο τὴν γεγενημένην νίκην τὴν ἀπὸ τοῦ Κλεωναίου ἀγῶνος τοῦ πέμψαντος πλῆθος καὶ ὁρμαθὸν στεφάνων· λέγει δὲ τοῦ ΝεP μεακοῦ, Κλεωναῖοι γὰρ αὐτὸν διέθηκαν· καὶ τὴν ἀπὸ τῶν πλουσίων Ἀθηνῶν καὶ ἐνδόξων νίκην, καὶ τὴν ἐν ταῖς Θήβαις BDP τῶν Ἰολαείων καλουμένων· διότι δὴ παρὰ τὸν τοῦ Ἀμφιτρύωνος τάφον οἱ Θηβαῖοι σὺν πολλῇ προθυμίᾳ καὶ βουλήσει τοῖς τῶν στεφάνων ἄνθεσιν ἐκόσμουν εἰς χάριν καὶ τιμὴν τῆς Αἰγίνης· Αἴγινα γὰρ καὶ Θήβη ἀδελφαὶ, ἐξ ὧν αἱ πόλεις ὠνομάσθησαν. προσφιλὴς γὰρ ὢν ἅτε Αἰγινήτης, καὶ πρὸς φίλους ἥκων τοὺς Θηβαίους ἅτε δὴ καὶ τὸ εὔξενον ἄστυ καταλαβόντας, ἠδυνήθη κατ’ εὐχὴν θεάσασθαι τὴν τοῦ Ἡρακλέους αὐλὴν, ἤτοι τὰς Θήβας. εὐωνύμων ἀ π ’ Ἀθανᾶ ν : ἐνδόξων, ὀνομαστῶν. |
| N 4 30 [10] | ἄδηλον δὲ ποῖον ἀγῶνα ἐνίκησε· πολλοὶ γὰρ τελοῦνται, Παναθήναια καὶ ἄλλοι. εἶτα ἐπάγει· Θήβαις τ’ ἐν ἑπταπύλοις, ὡς καὶ ἐν Θήβαις αὐτοῦ νικήσαντος. ἦν δὲ καταλληλότερον εἰπεῖν BDP Θηβῶν, ἵν’ ᾖ· καὶ ἀπὸ Θηβῶν ἔπεμψας αὐτῷ στέφανον. διατί; ὅτι παρὰ τὸν τοῦ Ἀμφιτρύωνος τύμβον οἱ Θηβαῖοι οὐκ ἄκοντές σε τοῖς ἄνθεσιν ἐμίγνυον, τουτέστιν ἐστεφάνουν, χαίροντες διὰ τὸ συγγενεῖς εἶναι Θηβαίους Αἰγινητῶν. Θήβη γὰρ καὶ Αἴγινα Ἀσωπίδες, καί φασι Θηβαίοις πολεμοῦσιν Ἀθηναίοις ἐκπεσεῖν λόγιον, τοὺς συγγενεῖς ἑλέσθαι συμμάχους, δι’ οὗ τοὺς Αἰγινήτας δηλοῖ. οὕνεκεν Ἀμφιτρύωνο ς : ἀντὶ πατρωνυμικοῦ τοῦ Ἀμφιτρυωνίδου· οὐ γὰρ Ἀμφιτρύωνι ἄγεται ὁ ἀγών. |
| N 4 32 [15] | ὡς δὲ Ὅμηρος λέγει Ὑπερίονος Ἠελίοιο, ἀντὶ τοῦ Ὑπεριονίδου· καὶ Εὐριπίδης (fr. 70)· ὃς Οἰδίπουν ἀπώλες’, Οἰδίπους δ’ ἐμέ, χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν. οὐ γὰρ ὁ Οἰδίπους ἤνεγκε χρυσοῦν ὅρμον εἰς Ἄργος, ἀλλ’ ὁ Πολυνείκης, καὶ ἔδωκεν Ἐριφύλῃ· ἔστιν οὖν, Οἰδιποδιονίδης δ’ ἐμὲ, ὁ Πολυνείκης· οὕτω καὶ τοῦτο οὕνεκεν Ἀμφιτρυωνίδου· Ἰόλαον γὰρ εἶπεν· οὗτος γὰρ Ἰφικλέους, ὁ δὲ Ἀμφιτρύωνος· διὸ καὶ τὸ ἐν Θήβαις γυμνάσιον ἀπ’ αὐτοῦ Ἰολάειον καλεῖται καὶ ὁ ἀγὼν Ἰολάεια. Δίδυμος δέ φησιν 〈οὐκ〉 ἄγεσθαι Ἰολάεια ἐν Θήβαις ἀγῶνα γυμνικόν, αὐτὸ δὲ μόνον τὸ στάδιον καὶ γυμνάσιον εἶναι Ἰολάειον, καθὼς ὁ περὶ ἀγώνων ἀναγραψάμενος οὐκ Ἰολάειά φησιν ἄγεσθαι ἀλλ’ Ἡράκλεια. τὸν ἀγῶνα οὖν τῶν Ἡρακλείων φησὶν ἐν τῷ τοῦ Ἰολάου γυμνασίῳ διακεῖσθαι παρὰ τὸ τοῦ Ἀμφιτρύωνος μνῆμα, ἔνθα φασὶ καὶ τὸν Ἰόλαον κεκενοταφῆσθαι· τὸ γὰρ κατ’ ἀλήθειαν αὐτοῦ μνῆμα ἐν Σαρδοῖ εἶναι. Αἰγίνας ἕκατ ι : τῆς ἡρωΐδος Αἰγίνης γυναικὸς χάριν, διὰ τὸ συγγενές. |
| N 4 36a | Θήβη γὰρ καὶ Αἴγινα ἀδελφαὶ θυγατέρες Ἀσωποῦ τοῦ ποταμοῦ, ἀφ’ ὧν καὶ αἱ προσηγορίαι τῶν πόλεων. φίλοισι γὰρ φίλο ς : πρὸς φίλους φίλος ἦλθε, πρὸς Θηβαίους Αἰγινήτης ὤν. |
| N 4 36b [5] | (37.) ξένιον δὲ ἄστυ ἤτοι τὸ εὔξενον, ὡς τὸ κληϊσταὶ δ’ ἔπεσαν σανίδες (β 344) ἀντὶ τοῦ εὔκλειστοι, καὶ τειχιόεσσα (Β 559) ἀντὶ τοῦ εὐτειχής· ἢ ξένιον ἄστυ ταῖς Θήβαις ἡ Αἴγινα, διότι Πηλεὺς καὶ Τελαμὼν Αἰγινῆται ὄντες, ὅτε ἔμελλε στρατεύειν εἰς Ἴλιον Ἡρακλῆς, ἐπεξενώθησαν αὐτῷ· διὸ ἐποίσει, ξὺν ᾧ ποτε Τρωΐαν. ξὺν ᾧ ποτε Τρωΐα ν : ὁ νοῦς· σὺν ᾧ Ἡρακλεῖ ἐν τοῖς ἀνωτέρω χρόνοις ὁ γενναῖος Τελαμὼν ἐπόρθησε τὴν Τροίαν, ἐπόρθησε δὲ σὺν αὐτῷ καὶ τοὺς νῦν μὲν Κῴους λεγομένους νησιώτας, τότε δὲ Μέροπας, ἔτι γε μὴν ἐπόρθησε καὶ τὸν μέγιστον καὶ ἐκπληκτικώτατον τῶν Γιγάντων Ἀλκυονέα. |
| N 4 42a | καὶ Μέροπα ς : τοὺς Κῴους· δοκοῦσι γὰρ εἶναι γηγενεῖς· ἀπὸ Μέροπος δὲ Μέροπες οὕτως γράφεται. ὅτι δὲ Ἡρακλῆς ἐπόρθησε τὴν Κῶ ἀπὸ τῆς Ἀσίας κατιὼν, καὶ Ὅμηρος μαρτυρεῖ (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ’ εὖ ναιομένην ἀπένεικας. |
| N 4 42b [5] | ἔλαβε δὲ καὶ Χαλκιόπην ἐξαίρετον τὴν Εὐρυπύλου τοῦ βασιλέως θυγατέρα, ἀφ’ ἧς ἔσχεν υἱὸν Θεσσαλὸν, οὗ παῖδες Φείδιππος καὶ Ἄντιφος ἐν Ἰλίῳ στρατεύσαντες. λέγεται δὲ πεπορθηκέναι διὰ τοὺς Χαλκιόπης ἔρωτας τῆς θυγατρὸς Εὐρυπύλου τοῦ βασιλέως τὴν Κῶ. |
| N 4 43a [10] | ἔκπαγλον Ἀλκυον ῆ : ἀντὶ τοῦ Ἀλκυονέα· κατὰ συναίρεσιν δὲ γέγονεν, ὡς καὶ τὸ Τυδέα Τυδῆ· Ὅμηρος (Δ 384) ἐνταῦθ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. καὶ τὸν μέγαν πολεμιστὴν ἔκπαγλον Ἀλκυον ῆ : οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέναι Ἡρακλεῖ, οὗτος δὲ εἷς ἦν τῶν Γιγάντων, οὗ τὰς βοῦς Ἡρακλῆς ἐξ Ἐρυθείας παρήλαυνε· καὶ τῆς μάχης αὕτη αἰτία ἐγένετο τῇ βουλῇ τοῦ Διός· πολέμιος γὰρ ἦν τοῖς Γίγασιν. |
| N 4 43c | οὐ πρότερον οὖν ἀνεῖλε τὸν Ἀλκυονέα Ἡρακλῆς, πρὶν τὰ ἅρματα αὐτοῦ ὑπὸ τοῦ Ἀλκυονέως βληθῆναι. ἄλλως. |
| N 4 43d [5] | οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέναι Ἡρακλεῖ, καὶ μετὰ τὸ συντρίψαι αὐτοῦ δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας λίθῳ μεγίστῳ, τὸ τελευταῖον κατ’ αὐτοῦ τὸν λίθον ἔρριψεν, ὅντινα τῷ ῥοπάλῳ ἀποσεισάμενος οὕτως ἀπέκτεινε τὸν Ἀλκυονέα, καί φασι κεῖσθαι τὸν λίθον ἐν τῷ Ἰσθμῷ. λέγεται δὲ τότε συμπαρεῖναι τῷ Ἡρακλεῖ καὶ τὸν Τελαμῶνα. οὐ πρὶν ἤ γε τετραορίας δώδεκα, ὅ ἐστι τεθρίππους ἀνεῖλεν ὁ Ἀλκυονεύς. |
| N 4 43e [5] | οὐ πρότερον δέ, φησίν, ἀπέκτεινεν Ἡρακλῆς, πρὶν ἢ ἀπέκτεινεν ὁ Ἀλκυονεὺς δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας τοῦ Ἡρακλέους. ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ ξυνιεί ς : ἐπεὶ ῥητῶς οὐκ ἐξήγγειλεν ὁ Πίνδαρος ὅτι ἐνικᾶτο ὁ Ἡρακλῆς, ἀλλ’ ἀμφιβόλως αὐτὸ παρεδήλωσεν, ὁ μὴ συνιεὶς τοῦτο ὃ λέγω, φησίν, ὅτι ἐλείφθη ὁ Ἡρακλῆς, ἄπειρος μάχης ἂν εἴη οὗτος. |
| N 4 49b | ἄλλως. τὸν λόγον τοῦτον ὁ μὴ διαλογιζόμενος καὶ νοῶν ὀφθείη ἂν ἄπειρος μάχης, ὡς μὴ συνιεὶς τὴν τύχην καὶ τὸν ἐξ αὐτῆς λόγον. ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικ ε : παρὰ τὸ Ὁμηρικόν (Σ 309)· ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα. |
| N 4 50b [5] | ὁ δὲ νοῦς· ἔπαθεν ὁ Ἡρακλῆς ἀποβαλὼν τοὺς ἑταίρους. παρὰ τοῦτο ὁ τραγικός (Soph. fr. 209)· τὸν δρῶντά πού τι καὶ παθεῖν ὀφείλεται. εἴη δ’ ἂν ἀπὸ ταύτης τῆς ὁμοιώσεως τῆς περὶ τὸν Ἡρακλέα ἐλάττωμά τι γεγονὸς περὶ τὸν ἀθλητὴν ἐν ἀρχῇ· οὕτω γὰρ τὸν ὅμοιον λόγον ἕξει ἡ παραβολή. ὡς γὰρ ὁ Ἡρακλῆς ἐπὶ μὲν τῆς ἀρχῆς ἐλείπετο, ὕστερον δὲ ἐνίκησεν, οὕτω καὶ ὁ ἀθλητής. ὥστε εἰκὸς εἶναι αὐτὸν πεπτωκέναι ἢ ἄλλο τι τοιοῦτον ὑπομεῖναι. τὰ μακρὰ δ ’ ἐξενέπειν ἐρύκει με τεθμό ς : Ἀρίσταρχος· εἰς νουμηνίαν ἐπιοῦσαν ὑποκείμενόν ἐστιν αὐτῷ ἀποδοῦναι τὸν ἐπίνικον. |
| N 4 53a [5] | πάντα γάρ, φησί, τὰ περὶ τὸν Ἡρακλέα καὶ Ἀλκυονέα μακρῶς διελθεῖν κωλύομαι ...... ἐξειπεῖν ἐρύκει με καὶ κωλύει με ὁ τεθμός· ποῖος δὲ τεθμός; ὁ νόμος τοῦ ἐγκωμίου. ὁ νόμος οὖν τοῦ ἐγκωμίου, φησί, κωλύει με μακραῖς παρεκβάσεσι χρῆσθαι. ὁ δὲ Ἀμμώνιος ὡμολογηκέναι φησὶ τὸν Πίνδαρον ἐν χρόνῳ τινὶ ἀποδώσειν τὸν ἐπίνικον· ὁ νόμος οὖν οὗτος, ὃν διεστησάμεθα ἐγώ τε καὶ οἱ τοῦ ἀθλητοῦ περὶ τῆς ἡμέρας, ᾗ ἀποδώσω, κωλύει με μακρὰ γράφειν· οὐ γὰρ φθάσω. |
| N 4 53b | διὸ ἐποίσει· Ὧραί τ’ ἐπειγόμεναι, τουτέστιν ἐπείγουσί με αἱ Ὧραι. ὁ δὲ νοῦς οὕτω· τὰ πολλὰ δὲ καὶ μακρῶν δεόμενα λόγων διηγεῖσθαι κωλύομαι ὑπό τε τοῦ καιροῦ κατεπείγοντος καὶ ὑπὸ τοῦ εἰωθότος θεσμοῦ· νενόμισται γὰρ τὰ τοιαῦτα διὰ συντόμων λέγεσθαι. |
| N 4 56a [5] | ἴυγγι δ ’ ἕλκομαι ἦτο ρ : ἴυγξ εἶδος ὀρνέου ἐρωτικοῦ. πόθεν δὲ ἡ ἴυγξ; οἱ μέν φασιν Ἠχοῦς, οἱ δὲ Πειθοῦς γεγενῆσθαι θυγατέρα, ἥτις φαρμάσσουσα τὸν Δία εἰς τὸν Ἰοῦς πόθον κατὰ χόλον Ἥρας εἰς ὄρνεον μετεβλήθη, ᾧ κέχρηνται αἱ τὰ ἐρωτικὰ σκευάζουσαι γυναῖκες. ἐκ τούτου δὲ καὶ τὸ ποθεινὸν ἴυγξ καλεῖται. ἴυγγι οὖν τῇ ἐπιθυμίᾳ φησίν. ἄλλως. |
| N 4 56b | ὡς ἀπὸ φαρμάκου, φησί, καὶ ἴυγγος τὴν ψυχὴν ἕλκομαι τῇ ἐπιθυμίᾳ, ᾗ ὑπεσχόμην ἐπιδείξασθαι τὸν ἐπίνικον συντελέσας. διὸ τὰ περὶ τὸν Ἡρακλέα λέγειν κωλύομαι, σπεύδων τελειῶσαι τὸν ὕμνον εἰς ὃν ὡμολόγησα χρόνον. ἔμπα καί περ ἔχει βαθεῖα ποντιὰς ἅλμ α : ὅμως εἰ καὶ κινδυνεύω τελειῶσαι τὸ ποίημα, τηρήσω γε τὴν ὑπόσχεσιν, ὥσπερ καὶ ἡμεῖς λέγομεν· εἰ καὶ ἐμβέβηκα εἰς μέσον πέλαγος. |
| N 4 58b | ἢ οὕτως, τῆς ἀναφορᾶς γινομένης περὶ τὸν Ἡρακλέα· καὶ εἰ τὸ μέσον ἔχω τῆς ἱστορίας καὶ μεσοπορῶ κατὰ τὴν διήγησιν, ὅμως ἀνθέξομαι, καὶ οὐκέτι τὰ λοιπὰ ἐπ’ ἴσης συνάψω διὰ τὴν νουμηνίαν. ἄλλως. |
| N 4 58c | ὅμως οὖν, εἰ καὶ πολὺ τὸ μέσον ἔχει διάστημα ἡ τῆς Αἰγίνης θάλασσα πρὸς τὰς Θήβας, ἐπείγου καὶ ἀντίτεινε ταῖς τῶν ἐχθρῶν ἐπιβουλαῖς. ὁ δὲ λόγος· ὡς πρὸς ἑαυτὸν φιλονεικεῖ. |
| N 4 60a | 60 b BD ἐναντιοῦ τῷ φθόνῳ, ὅ ἐστιν ἀπόδος τὸν ἐπίνικον τῇ ὡρισμένῃ ἡμέρᾳ. 60 b σφόδρα BD ἀντίτεινε ἐπιβουλίαι ς : πρὸς ἑαυτὸν [γὰρ] τοῦτο λέγει ὁ Πίνδαρος· ἀντίτεινε τοῖς ἐπιβουλεύουσιν, οἷον, μὴ ὕπεικε τοῖς ἀντιτέχνοις καὶ ἐπισιλλαίνουσί σε, μὴ δίδου λαβὰς ὅτι παρεκβέβηκας· τῇ ἐπιβουλῇ αὐτῶν ἀντίτεινε. |
| N 4 60b [5] | (60 a ἐναντιοῦ BD) σφόδρα γὰρ τῶν πολεμούντων ἡμᾶς ἀντιδιδασκάλων καὶ ἀντιτέχνων φανησόμεθα καταβαίνοντες καὶ διοδεύοντες λαμπρῶς, ἐὰν μὴ παρεκβαίνωμεν. δοκεῖ δὲ ταῦτα τείνειν εἰς Σιμωνίδην, ἐπεὶ ἐκεῖνος παρεκβάσεσι χρῆσθαι εἴωθε. καθυπέρτεροι οὖν ἐκείνων φανησόμεθα· ἐὰν μὴ ἐπιμένωμεν ταῖς παρεκβάσεσι, σφόδρα δόξομεν τῶν ἀντιπολεμούντων ὑπερέχοντες καταβαίνειν. |
| N 4 64a | φθονερὰ δ ’ ἄλλος ἀνή ρ : ἄλλος ἀνὴρ ὁ βάσκανος. ἄλλος ἐχθρὸς τὴν ἑαυτοῦ προαίρεσιν τὴν κενὴν καὶ ματαίαν ἀφανῆ ἕξει. |
| N 4 64c [5] | ἄλλος ὁ ἐχθρός. ὁ δὲ νοῦς· οὗτος γὰρ ἂν ὁ τὸν φθόνον ἐν ὀφθαλμοῖς ἔχων ἐχθρὸς τὴν ἑαυτοῦ προαίρεσιν καὶ τὴν ἐπ’ ἐμοὶ προσδοκίαν κενὴν καὶ ματαίαν ἔχων καὶ τὸν σκοπὸν χαμαὶ καὶ ἀσκόπως ἐνεχθέντα, ἐν τῷ τῆς ἀδοξίας καὶ λύπης κυλισθήσεται σκότῳ ὁ βάσκανος. |
| N 4 64e [5] | ἄλλως. εἴτις φθονεῖ ἡμῖν, φησί, τὴν ἑαυτοῦ γνώμην ἐν σκότει κυλίσει· τουτέστιν οὐδὲν ἀνύσει φθονῶν ἐμοί, ἀλλ’ ἐναποκρυβήσεται τῷ σκότῳ καὶ ζόφῳ, κυλισθήσεται αὐτὸς ἐν σκοτίᾳ φθονῶν ἐμοί. ἐμοὶ δ ’ ὁποίαν ἀρετὰν ἔδωκε πότμος ἄνα ξ : ἐμοὶ δέ, φησίν, ἣν ἔδωκε τάξιν ὁ θεὸς καὶ ἡ εἱμαρμένη, ταύτην πεπίστευκα ὅτι καὶ ὁ μακρὸς διαθέων χρόνος πληρώσει εὔμοιρον καὶ καλήν. |
| N 4 66b | ἢ οὕτως· ἣν δὲ ἔχω παρὰ θεοῦ δύναμιν ποιητικὴν, εὖ οἶδ’ ὅτι κατὰ τὴν πεπρωμένην ὁ χρόνος τελειώσει καὶ ἐκλάμψει. ἐξύφαινε γλυκεῖα καὶ τό δ ’ αὐτίκα φόρμιγ ξ : ἐργάζου δὲ οὖν καὶ πλήρου τοῦτο τὸ ποικίλον μέλος, ὦ γλυκυτάτη φόρμιγξ, σὺν τῇ Λυδίων ἁρμονίᾳ, ὅπερ ἐστὶ προσφιλέστατον τῇ τε Αἰγίνῃ καὶ τῇ Κύπρῳ. |
| N 4 71 [5] | Οἰνώνη δὲ τὸ πρότερον ἐκαλεῖτο ἡ Αἴγινα ἀπὸ Οἰνώνης τινός. ἔνθα Τεῦκρος ὑπάρχε ι : ὁ νοῦς· ἔνθα δὴ καὶ ἐν ᾗ Κύπρῳ ὁ τοῦ Τελαμῶνος παῖς ἡγεμονεύει. |
| N 4 76 [5] | 77BD ὁ γὰρ Τεῦκρος ἐλθὼν μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐν Σαλαμῖνι, καὶ ὑπονοηθεὶς ὑπὸ τοῦ Τελαμῶνος ὡς αἴτιος γεγονὼς τοῦ φόνου τοῦ Αἴαντος, φυγὼν ᾤκησε τὴν Κύπρον καὶ ἔσχεν αὐτῆς τὴν ἀρχὴν, ὡς καὶ Λυκόφρων (450) ἱστορεῖ. 79BD ἀτὰρ Αἴα ς : ὅ γε μὴν Αἴας κατέχει τὴν πατρῴαν Σαλαμῖνα· λόγῳ, ἐπεὶ πατρὶς αὐτοῦ ἡ Σαλαμίς· ἐν Ἰλίῳ δὲ τελευτᾷ. |
| N 4 77 | 76 ὁ γὰρ BD ἐν δ ’ Εὐξείνῳ πελάγε ι : πᾶν τὸ γένος τῶν Αἰγινητῶν ὑμνεῖ, ὅτι πολλῶν τόπων ἐπῆρξεν. |
| N 4 79a [5] | ἔστι δέ τις ἐπὶ τοῦ Εὐξείνου πόντου καλουμένη Λευκὴ νῆσος, εἰς ἣν δοκεῖ τὸ Ἀχιλλέως σῶμα ὑπὸ Θέτιδος μετακεκομίσθαι· καὶ δρόμους τινὰς δεικνύουσι διὰ τὰ τοῦ ἥρωος γυμνάσια. ὁ δὲ Πίνδαρος φαεννὰν νῆσον τὴν Λευκήν· μεταληπτικῶς δέ φησι· φαεινὸν γὰρ τὸ λευκόν ἐστιν. Λευκὴ δὲ καλεῖται διὰ τὸ πλῆθος τῶν ἐννεοσσευόντων ὀρνέων [ἤτοι ἐρωδιῶν]· φαντασίαν γὰρ τοιαύτην τοῖς πλέουσι παρέχει. ἄλλως. |
| N 4 79b [10] | τὴν λεγομένην Λευκὴν ἀκτὴν ἐν τῷ Εὐξείνῳ πόντῳ, ἐν ᾗ πλεῖστοι ἐρωδιοὶ φαινόμενοι ἐκεῖθεν τοῖς πλέουσι μηνύουσιν αὐτήν. αὕτη καλεῖται καὶ Ἀχίλλειος δρόμος, ἐπειδὴ μνηστευομένου τοῦ Ἀχιλλέως τὴν Ἰφιγένειαν ἀχθεῖσάν τε διὰ τὴν αὐτοῦ πρόφασιν εἰς Αὐλίδα, γενομένης ἀπλοίας τοῖς Ἕλλησιν εἰς Ἴλιον ἠθέλησαν σφαγιάσαι ὑπὲρ εὐπλοίας, καὶ τῆς Ἀρτέμιδος αὐτὴν ἁρπασάσης καὶ ἐπὶ Ταύρους τῆς Σκυθίας τόπον ἀγαγούσης ἐπεδίωκεν ἐρῶν ὁ Ἀχιλλεὺς, καὶ συνηκολούθησε μέχρι ταύτης τῆς νήσου τῆς λεγομένης Λευκῆς. 81 b BD Θέτις δὲ κρατε ῖ : ἡ δὲ Θέτις ἄρχει καὶ δεσποτεύει τῆς Φθίας, ἔνθα ἐστὶ καὶ τὸ Θετίδειον ἱερὸν, ὡς καὶ Εὐριπίδης ἐν Ἀνδρομάχῃ (19). |
| N 4 81a | 82BD ἄλλως. |
| N 4 81b [10] | Φύλαρχός φησι (FHG I 357) Θέτιν πρὸς Ἥφαιστον ἐλθεῖν εἰς τὸν Ὄλυμπον, ὅπως Ἀχιλλεῖ ὅπλα κατασκευάσῃ· τὸν δὲ ποιῆσαι· ἐρωτικῶς δὲ ἔχοντα τῆς Θέτιδος, οὐ φάναι ἂν δώσειν αὐτῇ, εἰ μὴ αὐτῷ προσομιλήσαι· τὴν δὲ αὐτῷ ὑποσχέσθαι· θέλειν μέντοι ὁπλίζεσθαι, ὅπως ἴδοι, εἰ ἁρμόζει ἃ πεποιήκει ὅπλα τῷ Ἀχιλλεῖ· ἴσην γὰρ αὑτὴν ἐκείνῳ εἶναι. τοῦ δὲ παραχωρήσαντος ὁπλισαμένην τὴν Θέτιν φυγεῖν· τὸν δὲ οὐ δυνάμενον καταλαβεῖν σφῦραν λαβεῖν καὶ πατάξαι εἰς τὸ σφυρὸν τὴν Θέτιν· τὴν δὲ κακῶς διατεθεῖσαν ἐλθεῖν εἰς Θετταλίαν καὶ ἰαθῆναι ἐν τῇ πόλει ταύτῃ τῇ ἀπ’ αὐτῆς Θετιδείῳ καλουμένῃ. 82 a P ἢ οὕτως· ἀντὶ τοῦ ἐν Φθίᾳ νῦν· ἔοικε δὲ ὁ Πίνδαρος μνημονεύειν τοῦ Θετιδείου, περὶ οὗ ἐν πρώτῳ Φερεκύδης οὕτω γράφει (FHG I 72 M. |
| N 4 81c [5] | , I 59 J.)· ἔπειτα Πηλεὺς ᾤχετο εἰς Φθίαν [καὶ] Θέτιν ἐπὶ τῶν ἵππων τούτων ἄγων, καὶ οἰκεῖ ἐν Φαρσάλῳ καὶ ἐν Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος ἡ πόλις. 81 a BD 82 b P Νεοπτόλεμος δ ’ Ἀπείρῳ διαπρυσί ᾳ : ὁ δὲ Ἀχιλλέως παῖς Νεοπτόλεμος ἄρχει τῆς πολλῆς Ἠπείρου, ἐν ᾗ ἔξοχοι πρῶνες καὶ πρὸς τροφὴν βοῶν ἐξαίρετοι τυγχάνουσιν, ἐκ Δωδώνης τὴν ἀρχὴν ἔχοντες καὶ περατούμενοι πρὸς τῷ Ἰονίῳ πελάγει. |
| N 4 82a | λέγεται δὲ ὅτι μετὰ τὰ ἐν Ἰλίῳ ταύτης τῆς Ἠπείρου ἦρξεν ὁ Νεοπτόλεμος. 81 c P 84BD τὸ δὲ διαπρυσίᾳ ἀντὶ τοῦ διηνεκεῖ, οἷον ἀπ’ ἀρχῆς μέχρι πέρατος, οὐ μέρους τῆς Ἠπείρου ἀλλ’ ὅλης· Ἀπείρῳ γὰρ ἀντὶ τοῦ Ἠπείρῳ φησί. |
| N 4 82c | βουβόται δὲ οἱ βουκόλοι· βουτρόφος γὰρ ἡ Ἤπειρος. 88BD τόθι πρῶνε ς : τὰ ἄκρα τῶν ὀρῶν. |
| N 4 84 [5] | βουβόται δὲ οἱ καλλίστους βοῦς τρέφοντες. λέγονται γὰρ ἐκ τοῦ γένους τῶν τοῦ Γηρυονέως βοῶν αὐτόθι μεμενηκέναι, κλέψαντος παρ’ Ἡρακλέους Λαρίνου τινὸς, ἀφ’ οὗ καὶ λαρινοὶ καλοῦνται οἱ ἐκεῖ βόες, μνήμην τοῦ τὸ γένος καταστήσαντος τῇ προσηγορίᾳ φυλάσσοντες. 82 b BD πρὸς Ἰόνιον πόρο ν : μέχρι τοῦ Ἀδρίου, ὃς Ἰόνιος καλεῖται πόρος, καθήκοντες ἐκ Δωδώνης. |
| N 4 88a [5] | Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκό ν : τὴν δὲ κειμένην Ἰωλκὸν πρὸς τοῖς κάτω μέρεσι τῆς Θεσσαλίας ὁ Πηλεὺς πορθήσας διὰ τὴν Ἀκάστου ἐπιβουλὴν δούλην παρέδωκε τοῖς Θεσσαλοῖς, τουτέστιν ὑπήκοον. ἔστι δὲ ἡ Ἰωλκὸς τῆς Μαγνησίας, ἥτις πρὸς τοῖς τέρμασι τοῦ Πηλίου ὄρους κεῖται. ὁ δὲ νοῦς· ἀλλὰ μὴν καὶ τὴν πρὸς τοῖς τέρμασι τοῦ Πηλίου κειμένην Ἰωλκὸν δούλην ἔδωκε Θετταλοῖς, πρότερον οὖσαν Μαγνησίας. |
| N 4 92a [5] | Ἱππολύτα ς : Ἱππολύτης θυγάτηρ γέγονε Κρηθηῒς Ἀκάστου γαμετὴ, ἥτις τῷ Πηλεῖ ἐρωτικῶς διατεθεῖσα καὶ μὴ πείσασα συνελθεῖν αὐτὸν φθάσασα τῷ Ἀκάστῳ ὡς ἄσεμνον ἢ βίαιον διέβαλεν. ὁ δὲ κατακούσας καὶ προφασισάμενος ἤγαγεν ἐπὶ τὰ ἀπέρημα τοῦ Πηλίου ὄρους, καὶ καταλείψας θηρίοις ὑποπεσεῖν αὐτὸν ὑπαναχωρεῖ. φασὶ δὲ τοὺς θεοὺς τῆς σωφροσύνης οἰκτείραντας τὸν Πηλέα Ἥφαιστον ἐξαποστεῖλαι· τὸν δὲ μάχαιραν ἔχοντα τῷ Πηλεῖ δωρήσασθαι, ᾗ τὰ προσπίπτοντα τῶν θηρίων διαχρώμενος εἰς Θεσσαλίαν κατῆλθε, καὶ κατελθὼν κατεπολέμησεν Ἄκαστον καὶ τὴν Ἰωλκόν. ὁ δὲ νοῦς· ἀλλὰ μὴν καὶ τὴν παρὰ τοῖς τέρμασι τοῦ Πηλίου ὄρους κειμένην Ἰωλκὸν ὑπήκοον καὶ δούλην ἔδωκε νικήσας ἐν πολέμῳ διὰ τροπαίου ὁ Πηλεὺς, πρότερον οὖσαν Μαγνησίας, καὶ αὐτὴν ὑπέταξε Θεσσαλοῖς, εἰς πρόφασιν τιμωρίας BP ταῖς τοῦ Ἀκάστου γυναικὸς Κρηθηΐδος, ἥτις Ἱππολύτης ἐστὶν, ἐπιβουλαῖς ἀποχρησάμενος· αὕτη γὰρ δολίως ἐπεβούλευσε τῷ Πηλεῖ. |
| N 4 92c [5] | χολωθεὶς ταῖς γενηθείσαις ἐξ Ἀκάστου γυναικὸς δολίαις τέχναις καὶ ταύταις εἰς πόρθησιν τῆς Ἰωλκοῦ αἰτίᾳ χρησάμενος, ὅτι ἐπεβουλεύθη. 95 b BD τᾷ Δαιδάλου δὲ μαχαίρ ᾳ : ὅστις, φησίν, ὁ Ἄκαστος τὸν τοῦ Δαιδάλου τρόπον ἀναλαβὼν καὶ τὴν ἐκείνου τῶν δόλων μάχαιραν, ἐμηχανᾶτο κατ’ αὐτοῦ θάνατον, οὐχ ὅτι Δαιδάλου εἶχε ξίφος, ἀλλ’ ὅτι τὸν δόλον ἐῴκει τῷ Δαιδάλῳ ὁ Ἄκαστος. |
| N 4 95a | 100BD ἢ οὕτως· Δαιδάλου μάχαιραν τὸν δόλον εἶπε τμητικὸν γεγονότα εἰς ἀπώλειαν, παρόσον δολίᾳ τέχνῃ χρησάμενος ἐπεβούλευσεν. |
| N 4 95b [20] | ὁ γὰρ Δαίδαλος ἐκ Κρήτης εἰς Σικελίαν ἀφικόμενος πρὸς Κώκαλον βασιλεύοντα τῆς Καμίκου, πείθει τὰς θυγατέρας Κωκάλου διὰ τῆς ὀροφῆς ποιῆσαι κατάρρουν, δι’ οὗ ἐπεκχυθὲν θερμὸν ὕδωρ ἐπενεχθήσεται τῷ Μίνῳ λουομένῳ, καὶ τοῦτον τὸν τρόπον ἀπόλωλεν ὁ Μίνως. τούτῳ οὖν φησι τῷ τρόπῳ κεχρῆσθαι καὶ κατὰ τοῦ Πηλέως τὸν Ἄκαστον· ἀφῆκε γὰρ αὐτὸν ἐπὶ τῆς ἐρημίας ὡς ἀπολούμενον ὑπὸ τῶν Κενταύρων· διὸ μετῆλθεν αὐτόν. καὶ πιθανώτερόν ἐστι τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παρειλῆφθαι· τῇ γὰρ Δαιδάλου μαχαίρᾳ ὁ Ἄκαστος αὐτῷ δόλον ἐφύτευσε. Δίδυμος δέ φησι δεῖν γράφειν διὰ τοῦ ῳ· δαιδάλῳ δὲ μαχαίρᾳ δόλον ἤρτυσε τῷ Πηλεῖ, παρελόμενος αὐτοῦ κρύφα, ἵνα χωρὶς ἀμυντηρίου ἁλοὺς ὑπὸ τῶν Κενταύρων φθαρῇ. ταῦτα δὲ ἱστοροῦσι πολλοὶ μέν, ἀτὰρ δὴ καὶ Ἡσίοδος λέγων οὕτως (fr. 79)· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· αὐτὸν μὲν εὔχεσθαι, κρύψαι δ’ ἀδόκητα μάχαιραν καλὴν, ἣν οἱ ἔτευξε περικλυτὸς Ἀμφιγυήεις· ὡς τὴν μαστεύων οἶος κατὰ Πήλιον αἰπὺ αἶψ’ ὑπὸ Κενταύροισιν ὀρεσκῴοισι δαμείη. δαίδαλον δὲ εἶπε τὴν μάχαιραν διὰ τὸ ὑπὸ Ἡφαίστου κατεσκευάσθαι. |
| N 4 95c | ἐπιεικῶς δὲ τὰ Ἡφαίστου ἔργα δαίδαλά φησι· ποίει δαίδαλα πόλλ’ εἰδυίῃσι πραπίδεσσιν (Σ 482). 95 a BD ἄλαλκε δὲ Χείρω ν : ἀλλὰ βοηθὸν ἔχων τὸν Χείρωνα, τὸν ἐχθρὸν ἐτιμωρήσατο καὶ οὕτως ὑπὸ τῆς πεπρωμένης διεσώθη τοὺς κινδύνους διελθὼν ὁ Πηλεύς. |
| N 4 98 | 101 b BD πεπρωμένον ἔκφερε ν : ἀμφίβολον πότερον τὸ μόρσιμον ἔκφερε καὶ ἔξω ἔφερε τὸν κίνδυνον καὶ τὸν θάνατον αὐτοῦ τὸν πεπρωμένον, ἢ οἷον ἐξέφερε καὶ ὑπεδείκνυε τὸ πεπρωμένον. |
| N 4 100b [5] | τουτέστιν ἐξέφερε τῶν κινδύνων καὶ ἔσῳζεν. 98BD πῦρ δὲ παγκρατέ ς : ὁ νοῦς· τὸ δὲ πάντων κρατοῦν πῦρ, ᾧ ἀπείκαζεν ἑαυτὴν ἡ Θέτις, καὶ τὴν θρασεῖαν τῶν θηρίων φύσιν καὶ τὴν ἀκμὴν ἐπισχὼν καὶ παύσας τῶν ὀδόντων, οὕτω λοιπὸν ἔγημεν αὐτὴν τὴν ἐνδοξοτάτην τῶν Νηρεΐδων, καὶ γέγονε τῶν οὐρανίων θεατὴς ἀκριβῶς· ἐπειδὴ λέγεται ἀπειλῆφθαι ἐν οὐρανῷ ἀθανασίᾳ τιμηθείς. |
| N 4 101a | 107 b BD ἄλλως. |
| N 4 101b [5] | πῦρ παγκρατέ ς : τὸ πάντων κρατοῦν καὶ δεσπόζον διὰ τὸ φθαρτικὸν τῆς δυνάμεως. οἱ δὲ φυσικώτερον ἀκούουσι τὸν λόγον, τὴν τῶν θεῶν φύσιν εἰς πῦρ ἀνάγοντες. ὅτι δὲ καθ’ ὃν καιρὸν ἡ Θέτις γάμῳ συνήπτετο τῷ Πηλεῖ, εἴς τε πῦρ καὶ εἰς λέοντα καὶ εἰς διαφόρους ἰδέας μετέβαλλεν ἑαυτῆς τὴν φύσιν μὴ βουλομένη γαμηθῆναι τῷ Πηλεῖ, καὶ Ὅμηρος μαρτυρεῖ (Σ 432)· ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν πολλὰ μάλ’ οὐκ ἐθέλουσα. φαίνεται δὲ ἐκ τούτων ἡ Θέτις μὴ βουλομένη γαμηθῆναι θνητῷ· μετεβάλλετο οὖν ὥσπερ ὁ Ὁμηρικὸς Πρωτεύς. οὔτε οὖν τὸ πῦρ, εἰς ὃ μετέβαλλεν, οὔτε οἱ τῶν λεόντων ὄνυχες καὶ ὀδόντες ἤνυόν τι. σχάσας οὖν καὶ ἐπισχὼν τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας ἔγημε τὴν Θέτιν [ὁ Πηλεύς]. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων, οἳ ὅταν λήγωσι τῆς εἰρεσίας, σχάζουσι τὰς κώπας. Εὐριπίδης (Phoen. 454)· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς. 101 a BD P εἶδε δ ’ εὔκυκλο ν : ἐθεάσατο δὲ τὴν ἕδραν καὶ τὴν ἀσφάλειαν τοῦ οὐρανοῦ, καὶ τοὺς θεοὺς τοὺς θαλαττίους καὶ τοὺς οὐρανίους, οἵτινες αὐτῷ καὶ τοῦτο ἐδωρήσαντο, φανερώσαντες τὸ ἑαυτῶν κράτος καὶ τὸ γένος ἐν ὀφθαλμοῖς· ἢ ὅτι ὁ Ποσειδῶν μὲν ἵππους, Ἥφαιστος δὲ μάχαιραν ἔδωκε, καὶ οὕτω μέχρις ἐκγόνων αὐτοῦ παρέπεμψε τὴν εὔκλειαν. |
| N 4 107a | 110BD ἄλλως. |
| N 4 107b [5] | εὔκυκλον ἕδρα ν : οἱ μὲν φυσικώτερον τὸν οὐρανὸν ἀπέδοσαν διὰ τὸ σφαιροειδές, ἀλλ’ ἐναντιοῦται αὐτοῖς τὰ τῆς ἱστορίας· οὐ γὰρ τὸν οὐρανὸν ὁ Πηλεὺς ἐθεάσατο. ἀκουστέον οὖν τὸ παρὰ τὸ Πήλιον τῶν θεῶν κυκλοτερὲς συμπόBD σιον, ὅπερ συνετελέσθη τοῖς τοῦ Πηλέως γάμοις. λείπει οὖν ἡ ἐπί, ἵν’ ᾖ· ἐφ’ ἧς ἕδρας καθίσαντες οἵ τε Ὀλύμπιοι καὶ οὐράνιοι 〈καὶ οἱ θαλάττιοι〉 δῶρα ἔδωκαν αὐτῷ. |
| N 4 107d [5] | ἕδρας δὲ, ἢ τοῦ οὐρανοῦ ἢ τοῦ Ὀλύμπου. 107 a BD δῶρα καὶ κράτος ἐξέφανα ν : ἀμφίβολον πότερον διεσήμηναν τὸ κράτος τοῦ Πηλέως αὐτῷ, ὧν κρατήσει τόπων, ἢ διεσήμηναν ἐν τῷ γάμῳ αὐτῷ, ὅτι ἔσται οὕτως ἐγγενὲς, ὥστε καὶ ἐκγόνοις καταλιπεῖν, ἢ τὸ ἑαυτῶν κράτος οἱ θεοὶ ἐξέφηναν αὐτῷ, τουτέστι τὴν ἑαυτῶν φύσιν καὶ δύναμιν καὶ τὸ ἐγγενὲς αὐτοῖς, οὐ μεταβαλόντες τὴν μορφὴν ὡς ἔθος θνητοῖς φαντάζεσθαι θεούς, ἀλλ’ ἐν ταῖς ἰδίαις μορφαῖς ὤφθησαν αὐτῷ. |
| N 4 110b | ἢ τὸ κράτος τὸ πεπρωμένον αὐτῷ. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατό ν : οὐκ ἔστι, φησί, Γαδείρων περᾶσαι τὰ ἐπέκεινα· ζόφος γὰρ καὶ ἀφάνεια· ὑποστρέφων μὲν οὖν εἰς τοὐπίσω ἄγε τὴν ναῦν. |
| N 4 112a [5] | ἀλληγορεῖ δὲ λέγειν βουλόμενος, ὅτι οὐκ ἔστι δυνατὸν εἰς πάντας τοὺς ἐπαίνους χωρεῖν τοῦ Τιμασάρχου. ἐπάγει γοῦν, ὅτι οὐκ ἔστι δυνατὸν τὸν πάντα λόγον καὶ ἔπαινον τῶν ἐκγόνων τοῦ Αἰακοῦ διελθεῖν, ὥσπερ οὐδὲ Γαδείρων ἐπέκεινα. Γάδειρα γὰρ πόλις μέχρι τῶν στηλῶν Ἡρακλέους, ἔνθα τὸ τέλος ἐστὶ τοῦ πλεῖν καὶ τοῦ ὁδεύειν· περαιτέρω γὰρ λοιπὸν ὁ Ὠκεανὸς καὶ πάντα ἀφανῆ, ζόφου ὄντος. τὰ ἐντεῦθεν οὖν τῶν Γαδείρων τῆς Εὐρώπης ἐστίν. εἰς δύο γὰρ διῄρητο τὸ παλαιὸν μέρη ἡ οἰκουμένη, Εὐρώπην καὶ Ἀσίαν. ὁ δὲ νοῦς· ὥσπερ οὐκ ἔστιν ἐσωτέρω πλεῖν ἐπὶ τὴν δύσιν, ἐπειδὰν ἅπαξ τις ἐπὶ τὰ Γάδειρα ἀφίκηται, ἀλλ’ ἐπιστρεπτέον ἐστὶν ἐπὶ τὴν Εὐρώπην διὰ τὸ μὴ εἶναι ἔτι πλεῖν, οὕτω καὶ ἐπὶ πάντα τῶν Αἰακιδῶν τὸν ὕμνον ἀφικέσθαι οὐ δυνατόν. |
| N 4 112b [10] | μὴ πλέε γοῦν, φησί, πρὸς ζόφον ἔξω τῶν Γαδείρων, ἀλλὰ στρέφε τὴν ναῦν ἐπὶ τὴν Εὐρώπην. ἔντεα γὰρ ναὸς περιφραστικῶς ἀντὶ τοῦ ναῦν εἶπε. διατί δὲ τοῦτό φησι, διασαφήσει· ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων· διὸ μετάστρεφε τὴν ᾠδὴν ἐπὶ τὰ δυνατὰ ὥσπερ τινὰ ναῦν, ἐπὶ τοὺς ἱερονίκας. Θεανδρίδαισι δ ’ ἀεξιγυίων ἀέθλω ν : φατρία τις ἀπό τινος Θεάνδρου προγόνου ἐνδόξου τῶν περὶ Τιμάσαρχον, ᾧ γέγραπται ἡ ᾠδή. |
| N 4 118 [5] | ἦλθον οὖν κῆρυξ, φησίν, ἕτοιμος τοῖς Θεανδρίδαις τῶν αὐξόντων τὰ σώματα ἄθλων, τούς τε ἐν Ὀλυμπία συνθεὶς ἄθλους καὶ τοὺς ἐν Ἰσθμοῖ καὶ Νεμέᾳ. ἔνθα πεῖραν ἔχοντε ς : ἔνθα τοῖς ἀγῶσιν ἀπόπειραν λαβόντες, καὶ γνῶσιν τῆς ἀγωνίας σχόντες οὐδέποτε ἄνευ στεφάνων εἰς τὴν οἰκείαν ἐληλύθασι, τῶν ἔνδοξον καρπὸν φερόντων στεφάνων. |
| N 4 126a | πάτραν νιν ἀκούομε ν : τὴν πατρίδα σου ταύτην ἀκούομεν, φησί, τὴν τῶν Θεανδριδῶν, ὦ Τιμάσαρχε, προέχουσαν τοῖς τῶν ᾠδῶν ἐπινίκοις. τὸ γὰρ πρόπολον ἔμμεναι, τουτέστι προυπάρχουσαν εἶναι. ὁ δὲ νοῦς· τοιγαροῦν ἀκούομεν, ὦ Τιμάσαρχε, τὴν πατρίδα τὴν σὴν τοῖς ὕμνοις τοῖς ἀπὸ τῆς ὑμετέρας νίκης θεραπεύεσθαι καὶ εἶναι ὑπηρέτιν τῶν ὑμετέρων νικῶν. |
| N 4 129a | εἰ δέ τοι μάτρῳ μ ’ ἔτι Καλλικλε ῖ : μήτρως ὁ τῆς μητρὸς ἀδελφός. ὁ δὲ λόγος· εἰ δὲ τῷ σῷ ὕμνῳ κελεύεις ἔτι με θεῖναι στήλην πρὸς πάροδον καὶ μνησθῆναι τοῦ πρὸς μητρός σου θείου Καλλικλέους, μνησθήσομαι. |
| N 4 129c [5] | ἢ οὕτως· εἰ δὲ δὴ καὶ τῷ Καλλικλεῖ τῷ πρὸς μητρός σου θείῳ κελεύεις ἔτι στήλην τινὰ ἀναστῆσαι τῆς Παρίου λίθου λευκοτέραν, προσληπτέον ἔξωθεν τὸ ποιήσω, τουτέστι λαμπρῶς ὑμνήσω κἀκεῖνον. τοῦτο δὲ εἴρηκεν ὡς διστάσεως γεγονυίας ἐν ἀρχῇ, ὅτι μνησθήσεται διὰ τῆς ᾠδῆς τοῦ Καλλικλέους. φησίν. ἀλληγορικῶς δὲ τὸ ποίημα στήλην λέγει. Πάριος δὲ λίθος ἐστὶν ὁ καλούμενος λύγδινος. ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσα ς : τουτέστιν ὡς τὸν χρυσὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω τοὺς ἀγαθοὺς ἄνδρας ὁ ὕμνος διαφανεστέρους καὶ τοῖς βασιλεῦσιν ἴσους ποιεῖ. |
| N 4 133b [5] | τουτέστιν οὕτω λάμπει, ὥσπερ οἱ ἀγαθοὶ ὑμνούμενοι λάμπουσιν. κεῖνος ἀμ φ ’ Ἀχέροντι ναιετάω ν : ἐκεῖνος ὁ Καλλικλῆς, φησίν, εἰ καὶ τέθνηκεν ἤδη, τῆς ἐμῆς εὐφημίας τυγχανέτω· ὡς τετελευτηκότος δὲ αὐτοῦ, εὕρημα ἐχέτω, φησί, τὴν ἐμὴν γλῶσσαν εἰς τὸν ὕμνον αὐτοῦ τὴν ὑμνοῦσαν, τοῦτο γάρ ἐστι κελαδῆτιν. |
| N 4 142a | ἵ ν ’ ἐν ἀγῶν ι : ὡς νενικηκότος αὐτοῦ τοῦ Καλλικλέους Ἴσθμια τοῦτό φησιν· ξηροῖς γὰρ σελίνοις ἐστέφοντο κἀκεῖ. ὁ δὲ νοῦς· ὅτι ἐν τῷ τοῦ Ποσειδῶνος ἀγῶνι τῷ Ἰσθμικῷ ἐστέφθη παρὰ τῶν Κορινθίων Καλλικλῆς. |
| N 4 144a [5] | τὸν Εὐφάνης ἐθέλω ν : ὅντινα Καλλικλέα καὶ ὁ Εὐφάνης ὁ πρεσβύτερος τῶν σῶν προγόνων, ὦ Τιμάσαρχε, ᾄσει καὶ ὑμνήσει, δηλαδὴ ὡς ἀποθανόντα ἀποθανών· ὡς ὅτι καὶ ἐν ᾅδου εἰσὶν οἱ θαυμάζοντες τοὺς ἀρίστους, καὶ ὅτι αἴσθησίς ἐστιν ἐν αὐτοῖς. ἢ οὕτως· ὁ Εὐφάνης οὗτος ἐκ τοῦ αὐτοῦ γένους Τιμασάρχῳ παλαίτερός τις καὶ τῶν σοφῶν καὶ τῶν συγγραψάντων ἐπαίνους. |
| N 4 144b | λέγεται δὲ πάππος εἶναι τοῦ νικηφόρου πρὸς μητρός. ἢ οὕτω· τοῦτο ἐπιπεφώνηκεν ὡς τοῦ Εὐφάνους καὶ Καλλικλέους ἡλικιωτῶν ὄντων. |
| N 4 144c [5] | διό φησιν· ἐκεῖνος ὁ ἡλικιώτης ᾄσεται καὶ ὑμνήσει τὸν Καλλικλέα, τοὺς δὲ ἄλλους ὑμνήσουσιν οἱ ἡλικιῶται· τουτέστι σὲ οἱ ἡλικιῶται ὑμνήσουσι, τὸν δὲ Καλλικλέα ὁ Εὐφάνης. τὰ δ ’ αὐτὸς ἄν τις τύχ ῃ , ἔλπεταί τις ἕκαστο ς : ἕκαστος γάρ, φησίν, οἴεται ταῦτα ὑπάρχειν ἐξοχώτατα, ἅπερ αὐτὸς εἶδε. |
| N 4 148a [5] | τοῦτο δὲ λέγει ὡς τοῦ Εὐφάνους παρατετυχηκότος, ὅτε ὁ Καλλικλῆς ἐνίκα τὰ Ἴσθμια· διὸ ὑμνήσει αὐτὸν ἅτε παρατετυχηκὼς καὶ ἑωρακὼς ἐν τῷ ἀγῶνι τοῦ Ὀρσοτριαίνα αὐτὸν νικήσαντα. ἢ οὕτω· ταῦτά γε μὴν ὅπως ἂν τύχῃ λέγων, ἐλπίζει καὶ πείθεται αὐτὸς ἐξαιρέτως καὶ ὑπὲρ τοὺς λογίους εἰρηκέναι. |
| N 4 148c | ἔνιοι δὲ οὕτως· ἅπερ δὴ ἄν τις τύχῃ θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διατίθεσθαι καὶ κάλλιον οὕτω νοεῖν τῶν ἄλλων. οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφο ι : ὁ Ἀρίσταρχος ψιλοῖ τὸ οιον. |
| N 4 151a [5] | ὁ δὲ λόγος· μόνον ἄν τις ἐπαινῶν τὸν Μελησίαν τὰς ἀπαντωμένας ἔριδας παρὰ τῶν ἄλλων στρέφοι καὶ καταπαλαίοι καὶ καταγωνίζοιτο. ἡ μεταφορὰ ἀπὸ τῶν παλαιόντων. δύναται δὲ καὶ δασέως ἀναγινώσκεσθαι τὸ οιον, θαυμαστικῶς, ὥς φησι Δίδυμος. ἐλλείπει δὲ τὸ τίς· οἷον τις τοῦτον τὸν Μελησίαν ἐπαινῶν τὰς τῶν ἄλλων ἔριδας καταπαλαίοι· οἷον, καὶ περιγίνοιτο. διαπρέπει γὰρ, ὥστε τοὺς φθονοῦντας μηδὲν ἀνύειν. παρεῖται δὲ τὸ τίς. |
| N 4 151b | ἔστι γάρ· ἔριδα στρέφοι τις ῥήματα πλέκων, οἷον ἄν τις αἰνέων τὸν Μελησίαν. ὁ δὲ νοῦς· μόνον δὲ ἄν τις αἰνέων καὶ ὑμνῶν τὸν Μελησίαν, τὸν ἀλείπτην τοῦ Τιμασάρχου, τὴν ἔριδα καὶ τὴν φιλονεικίαν ἀποστρέψαι, τὴν παρὰ τῶν ἄλλων δηλαδή. |
| N 4 153 [10] | ἀπάλαιστος ἐν λόγῳ ἕλκει ν : τοῦτο ἔστι καὶ ἐπὶ τοῦ Μελησίου ἀκούειν, ὥς φησι Δίδυμος, οἷον· ἀκαταπάλαιστός ἐστι πρὸς τὸν ἕλκοντα αὐτὸν ἐν λόγοις, ὡς καὶ λογίου ὄντος τοῦ Μελησίου· οἱ δὲ ὅτι ὁ νικῶν. τάχα δὲ ὁ νικηφόρος B κάλλιον ὑμνεῖται. ἀπάλαιστος οὖν, φησί, καὶ ἀνίκητος καὶ ἐν τοῖς λόγοις καὶ οὐ δυνάμενος παραλογισθῆναι. ἀπὸ τῶν παλαιόντων δὲ πάλιν ἡ μεταφορά, καὶ τροπικαὶ αἱ λέξεις ἀπὸ τῆς ἀθλήσεως. ἐάν τις, φησίν, αὐτὸν εἰς λόγους ἕλκῃ, οὐ πίπτει ἀλλ’ ἔστιν ἀκαταπάλαιστος. ἔστι δὲ καὶ ἐπὶ τοῦ ἐπαινοῦντος αὐτὸν ἀκοῦσαι, ἐφ’ οὗ προεῖπε τὸ οἷον αἰνέων κε Μελησίαν. τὰ δὲ ἑξῆς ἐπὶ τοῦ Μελησίου λέγει. μαλθακὰ μὲν φρονέων ἐσλοῖ ς , τραχὺς δὲ παλιγκότοις ἔφεδρο ς : καὶ ταῦτα ἐπὶ τοῦ Μελησίου. |
| N 4 155a | οὗτος δὲ ἀλείπτης ἐστὶ τὸ γένος Ἀθηναῖος. ταῦτα δέ φησιν ὡς τοῦ Τιμασάρχου ὑπὸ τοῦ Μελησίου ἀληλιμμένου. ἔφεδρος οὖν τοῖς ἐχθροῖς ὁ ἐπικείμενος τοῖς ἐχθροῖς, ὁ ἐφεδρεύων καὶ ἐπιτηρῶν. |
| N 4 155b | ἀλληγορικὸν δὲ τὸ νόημα, οἷον ἀντὶ τοῦ δυσκαταγώνιστος. προκεκληρωμένοις γὰρ καὶ προκεκμηκόσι τοῖς προηγωνισμένοις πρὸς ἄλλους ἀκοπίατος ἐφέστηκε. τὸ δὲ τραχὺς ἀντὶ τοῦ φοβερὸς, ἐπαχθής. |
| N 4 155d [t2] | ὁ δὲ νοῦς ὅλος· πρᾷος μὲν καὶ προσηνὴς τοῖς ἀγαθοῖς καὶ φίλοις, χαλεπὸς δὲ τοῖς ἐναντίοις ἐφεδρευτής. Scholia in Nemeonicarum carmen V Πυθέᾳ υἱῷ Λάμπωνος παγκρατιαστῇ. |
| N 5 metr (t1) [5] | 1D Τῆς πέμπτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἕνδεκα. τὸ αʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ βʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ γʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ δʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ εʹ ἐγκωμιολογικόν. τὸ ϛʹ ὁμοίως τῷ βʹ. τὸ ζʹ τὸ αὐτό. ἡ δὲ τι ἐμηκύνθη ὡς καταλήξασα. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ ἰαμβέλεγος. τὸ ιʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ ἐγκωμιολογικόν. τὸ δʹ Εὐριπίδειον. τὸ εʹ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛʹ Εὐριπίδειον. τὸ ζʹ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον. τὸ ηʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θʹ ἐπιχοριαμβικὸν τρίμετρον ἀκατάληκτον, διὰ τὴν ἐν ἀρχῇ τοῦ τροχαίου συζυγίαν. καὶ ἔστι Σαπφικὸν πλεονάζον μιᾷ συλλαβῇ, κατὰ τὸν ἴαμβον ἐξηλλαγμένον. τὸ ιʹ ἰαμβέλεγος λειπούσης τῆς ἀρχῆς. τὸ ιαʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον· καὶ ἡ τελευταία ἀπόδοσις τὸ Χάρισιν ἐξέτεινεν. 12D Οὐκ ἀνδριαντοποιός εἰμ ι : φασὶν ὅτι οἱ τοῦ Πυθέου οἰκεῖοι προσῆλθον τῷ Πινδάρῳ παρακαλοῦντες ὅπως εἰς αὐτὸν γράψῃ ἐπίνικον· Πινδάρου δὲ αἰτήσαντος τρισχιλίας δραχμὰς ἔφασαν ἐκεῖνοι κάλλιον εἶναι χάλκεον ἀνδριάντα ποιῆσαι τῆς αὐτῆς τιμῆς ἢ τὸ ποίημα. |
| N 5 1a [10] | χρόνῳ δὲ ὕστερον γνωσιμαχήσαντες ἐπανῆλθον τὸ αὐτὸ διδόντες· ὁ δὲ ἐξονειδίζων αὐτοὺς οὕτως ἤρξατο, καί φησι μὴ κατασκευάζειν ἔργα τὴν αὐτὴν κατέχοντα χώραν, καθὼς οἱ ἀνδριαντουργοὶ τοὺς χαλκοῦς ἀνδριάντας, ἀλλὰ τὰ ποιήματα ἅπερ πανταχόσε διϊκνεῖται, ὥστε τὴν ἀρετὴν τῶν ἐπαινεθέντων πολλοῖς εἶναι δήλην. ὁ δὲ νοῦς· οὐκ εἰμί, φησίν, ἀνδριαντοποιὸς, ὥστε ἀργὰ καὶ ἀκίνητα ἐργάζεσθαι ἀγάλματα ἐπ’ αὐτῆς τῆς βαθμίδος ἑστῶτα διηνεκῶς καὶ οὐ δυνάμενα ἀλλαχοῦ τὴν τοῦ νικηφόρου διαβοᾶν εὐδοξίαν. |
| N 5 1b [5] | ἐνδείκνυται δὲ διὰ τούτων, ὅτι οἱ λόγοι πάντων εἰσὶ βελτίους. ἀλ λ ’ ἐπὶ πάσης ὁλκάδο ς : ὁλκὰς εἶδος φορτηγοῦ πλοίου, ἄκατος δὲ πλοίου βραχυτάτου. |
| N 5 4b | ὁ δὲ λόγος· διὰ παντὸς οὖν πλοίου φορτηγοῦ τε καὶ μικροτέρου, ὦ γλυκεῖά μου ᾠδὴ, πορεύου ἐκβοῶσα πρὸς πάντας τὰς τοῦ Πυθέου νίκας. τὸ δὲ νικῇ κατὰ μετάθεσιν τοῦ α εἰς η. |
| N 5 10a [15] | οὔπω γένυσι φαίνων τέρεινα ν : ἀλληγορεῖ βουλόμενος σημῆναι τὸν ἀγένειον ἀπὸ τῆς κυπριζούσης ἀμπέλου. ἡ δὲ ὀπώρα οὐκ ἔστι τῆς οἰνάνθης μήτηρ, ἀλλὰ τοὐναντίον· προανθεῖ γὰρ πρῶτον, εἶτα ὀπώρα γίνεται. χρῆται δὲ τῇ τοιαύτῃ ἀναστροφῇ συνεχῶς· ἁσυχία φιλεῖ μὲν συμπόσιον (N. IX 48)· οὐ γὰρ ἡ ἡσυχία φιλεῖ τὸ συμπόσιον, ἀλλὰ τὸ συμπόσιον τὴν ἡσυχίαν. Δίδυμος δὲ βέλτιόν φησι μὴ τὸν καρπόν, ἀλλὰ τὴν ὥραν ἀκούειν, καθ’ ἣν ὁ καρπὸς ὁμώνυμος πεπαίνεται. ὅτι δὲ καλοῦσι τὸν καιρὸν ὀπώραν, Ὅμηρος (ξ 384)· καὶ φάτ’ ἐλεύσεσθαι ἢ ἐν θέρει ἢ ἐν ὀπώρῃ. θέλει οὖν λέγειν, ὅτι οὔπω τὸν καιρὸν τοῦ γενειάσκειν ἔχων. οἰνάνθην γὰρ κατὰ μεταφορὰν τὸν ἴουλον εἴρηκε, τουτέστι τὴν πρώτην τῶν γενειάδων ἀνάφυσιν· μήτηρ δὲ τοῦ γενειάσκειν γίνεται ἡ ὥρα. ὁ δὲ νοῦς· οὐδέπω ἐν τῇ γενειάδι δεικνὺς τὴν ἁπαλὴν ὥραν καὶ ὀπώραν, τουτέστιν οὐδέπω γενειάσκων. |
| N 5 10c | τὸ δὲ σχῆμα περίφρασις ἐξ ἀλληγορίας· οὔπω τῆς ἁπαλῆς οἰνάνθης τὴν μητέρα ὀπώραν φαίνων, ὅπερ ἐστὶν ὥραν, ὡς Ὅμηρος (μ 76)· οὔτ’ ἐν θέρει οὔτ’ ἐν ὀπώρῃ, ἀντὶ τοῦ τῷ ὀπωρινῷ καιρῷ. metr. D ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωα ς : συλλήψει κέχρηται ἀπὸ Κρόνου καὶ Διὸς καὶ Νηρεΐδων λέγων εἶναι τοὺς Αἰακίδας. |
| N 5 12a [5] | Αἰακὸς γὰρ Διὸς, Αἰακοῦ δὲ καὶ Ἐνδηΐδος τῆς Χείρωνος Τελαμὼν καὶ Πηλεὺς, ὁ δὲ Χείρων Κρόνου. πάλιν ἀπὸ τῶν Νηρεΐδων Φῶκος καὶ Ἀχιλλεύς· Ἀχιλλεὺς μὲν γὰρ παῖς Θέτιδος ἔκγονος ὢν Αἰακοῦ, Φῶκος δὲ Ψαμάθης Νηρεΐδος καὶ αὐτοῦ Αἰακοῦ. ἐκ δὲ Κρόνου καὶ Ζηνό ς : Τελαμὼν καὶ Πηλεύς· Κρόνου μὲν γὰρ Χείρων καὶ Φιλύρας, Χείρωνος δὲ Ἐνδηῒς, Ἐνδηΐδος δὲ Τελαμὼν καὶ Πηλεὺς ἐξ Αἰακοῦ. |
| N 5 12b [5] | τούτους οὖν Κρόνου καὶ Ζηνὸς καὶ ἀπὸ χρυσῶν Νηρεΐδων φυτευθέντας ἐγέραιρε· τίς; ὁ Πυθέας νικήσας, ὡς ἂν προγόνους αὐτοῦ καὶ κτίστορας. ὁ δὲ νοῦς· τοὺς δὲ ἀπὸ Κρόνου καὶ Διὸς καὶ ἀπὸ τῶν καλλίστων Νηρεΐδων, τουτέστι τοὺς Αἰακίδας ἐκόσμησε, καὶ αὐτὴν τὴν μητρόπολιν Αἴγιναν. |
| N 5 12c | ἀπὸ κοινοῦ δὲ τὸ ἐγέραιρε. ξείνων ἄρουραν δὲ τὴν Αἴγινάν φησιν, ἢ ὅτι φιλόξενοι οἱ Αἰγινῆται, ἢ καθότι μητρόπολις ἦν τῶν περὶ Πηλέα καὶ Τελαμῶνα. |
| N 5 16 | γεννηθέντες γὰρ ἐν τῇ Αἰγίνῃ ἀπῳκίσθησαν διὰ τὸν Φώκου θάνατον. τάν πο τ ’ εὔανδρόν τ ε : τουτέστιν ἀγαθοὺς ἄνδρας ἔχουσαν καὶ ἐν τῷ ναυτίλλεσθαι. |
| N 5 17b [5] | ὁ δὲ νοῦς· ἥντινα Αἴγιναν ηὔξαντο ἀγαθῶν ἀνδρῶν ἐπιτυχεῖν καὶ ἔνδοξον γενέσθαι τὰ ναυτικά· ηὔξαντο δὲ στάντες παρὰ τὸν Ἑλλανίου Διὸς βωμόν. Ἑλλήνιος δὲ Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ παρὰ τῷ οὕτως Ἑλληνίῳ ἀκρωτηρίῳ καλουμένῳ. φασὶ γὰρ αὐχμοῦ ποτε πιέζοντος τὴν Ἑλλάδα, ἔνιοι δὲ κατακλυσμοῦ, συνελθόντας τοὺς Ἕλληνας καθικετεῦσαι τὸν Αἰακὸν ὡς ὄντα παῖδα Διὸς ἐξαιτήσασθαι τῶν τότε συστάντων κακῶν τὴν ἴασιν· τοῦτον δὲ εὐξάμενον ἀποθεραπεῦσαι τὰ δεινὰ, καὶ οὕτω διὰ τὴν τῆς Ἑλλάδος σωτηρίαν Ἑλλήνιον παρὰ τοῖς Αἰγινήταις τιμῆσαι Δία. Ἐνδαΐδος ἀρίγνωτες υἱο ί : τίνες δὲ πάντες ὁμοῦ ἐλιτάνευσαν περὶ τῶν προειρημένων; οἱ ἔνδοξοι παῖδες τῆς Ἐνδηΐδος, φησί, Τελαμὼν καὶ Πηλεύς, καὶ ὁ Φῶκος ὁ τῆς θεοῦ Ψαμάθης παῖς, ὅντινα ἡ Ψαμάθη ἐγέννησε παρὰ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης, εἰκότως ὡς Νηρηΐς. |
| N 5 21b | κρέοντος δὲ, ἤτοι τοῦ ἐνδόξου ἢ βασιλέως. αἰδέομαι μέγα εἰπεῖ ν : αἰδοῦμαι καὶ φυλάττομαι, φησί, διηγήσασθαι μέγα τι καὶ οὐ δικαίως τετολμημένον καὶ πεπραγμένον. |
| N 5 25a [10] | εἰς γὰρ τὰ πάτρια τῶν Αἰακιδῶν ἐμπεσὼν καὶ μνησθεὶς Φώκου ὑποστέλλεται τὴν κατ’ αὐτὸν τύχην λέγειν. ἔστι δὲ αὕτη. φασὶ γὰρ Πηλέα καὶ Τελαμῶνα ἐν γυμνασίοις ἀνελόντας Φῶκον, τὸν μὲν δίσκῳ τύψαντα, τὸν Πηλέα, τὸν δὲ Τελαμῶνα σιδήρῳ τὰ μετάφρενα, καὶ οὕτω τὸ μύσος φεύγοντας τῆς Αἰγίνης ἐκπεσεῖν, καὶ τὸν μὲν Τελαμῶνα εἰς Σαλαμῖνα τὴν πρὸς τῇ Ἀττικῇ, τὸν δὲ Πηλέα εἰς Θετταλίαν μετοικῆσαι· ὡς καὶ Ἀπολλώνιος ἐν τῷ καταλόγῳ φησί (I 93)· Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ, Πηλεὺς δ’ ἐν Φθίῃ ἐριβώλακι ναῖε λιασθείς. ἄλλως. |
| N 5 25b [10] | τί αἰδεῖται ὁ Πίνδαρος, καὶ τί αὐτοῖς φησι μὴ δικαίως κεκινδυνευμένον εἶναι; τὸ ὅτι ἀνεῖλον τὸν Φῶκον καὶ ἔφυγον· περιεσταλμένως δὲ αὐτὸ εἴρηκε. μέγα δὲ ἔργον φησὶν, ὅτι οὐ κατὰ δίκην ὁ κίνδυνος ἐγενήθη τῷ Τελαμῶνι καὶ τῷ Πηλεῖ τὸν ἑαυτῶν ἀδελφὸν ἀποκτείνασι Φῶκον, ἀλλ’ ἄδικος ὁ τοιοῦτος κίνδυνος, ὅν φησιν αἰδεῖσθαι εἰπεῖν. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· τὸ ἀκίνδυνον ἐν δίκῃ, ἀληθές. ὃ γὰρ μὴ ἔχει κίνδυνον κατὰ τὴν δίκην, ἀληθές ἐστιν. οἶδεν οὖν ὁ Πίνδαρος τὸν Φώκου θάνατον, ἀλλ’ ἐκτρέπεται εἰπεῖν. μήποτε δὲ καὶ τὸ παρὰ Καλλιμάχῳ (fr. 136)· ἔκλυε, τῶν μηδὲν ἐμοὺς δι’ ὀδόντας ὀλίσθοι. Πηλεύς, οὕτως ἀποδοτέον, ὅτι αἱ γυναῖκες ὠνείδιζον αὐτῷ τὸν Φώκου θάνατον. ὁ δὲ νοῦς· αἰδοῦμαι οὖν, φησί, τὴν προφανῆ αἰτίαν, δι’ ἣν κατέλιπον τὴν ἐνδοξοτάτην νῆσον Αἴγιναν, εἰπεῖν, καὶ τίς τούτους τοὺς ἄνδρας δαίμων καὶ τύχη ἀπὸ τῆς Οἰνώνης ἀπήλασε· παύσομαι τῆς τοιαύτης διηγήσεως. |
| N 5 30a | οὔ τοι ἅπασα κερδίω ν : οὐ φέρει κέρδος πᾶσα ἀλήθεια ἀτρεκὴς γινομένη καὶ φαίνουσα τὸ ἴδιον πρόσωπον, ἀλλὰ δεῖ ποτε καὶ ἐπικεκρύφθαι τὸ πρόσωπον τῆς ἀληθείας. ὁ δὲ νοῦς· οὐ γὰρ πᾶσα ἐπικερδής ἐστιν ἀλήθεια φανερὰ γινομένη καὶ εἰς ὄψιν ἀγομένη ἀτρεκῶς, ἀλλὰ πολλάκις καὶ τὸ νοῆσαι, ὅτι δεῖ κατὰ καιρὸν σιωπῆσαι, σοφώτατόν ἐστι πρᾶγμα. |
| N 5 34a [5] | εἰ δ ’ ὄλβον ἢ χειρῶν βία ν : τὰ μὲν περὶ τὸν φόνον τοῦ Φώκου διασιωπήσομαι· εἰ δέ τοι ἐπαινέσαι δεῖ. φησίν, ἢ εὐδαιμονίαν ἀνθρώπου ἢ σθένος χειρῶν ἢ τὴν κατὰ πόλεμον ἀρετὴν, δύναμαι, φησί, πόρρω ἅλλεσθαι τοὺς Αἰακίδας ἐν τούτοις ὑμνῶν. ὁ δὲ νοῦς· εἰ δὲ δεῖ τὴν ἄλλην εὐδαιμονίαν τῶν Αἰακιδῶν, ἢ τὴν ἀνδρείαν ἢ τὰ κατὰ πόλεμον ἔργα ἐπαινέσαι, ἤδη τίς μοι ὑποσκαπτέτω πηδημάτων μεγάλων σημεῖα, ὥστε κούφως διὰ τῶν γονάτων ἐπὶ τὸ ἐξώτερον φέρεσθαι. |
| N 5 34b [10] | ἀλληγορεῖ οὖν· δύναμαι πλέον πάντων θαυμάσαι αὐτοὺς καὶ ὑπερβαλέσθαι τοὺς ἀγωνίζεσθαι βουλομένους. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεντάθλων, οἷς σκάμματα σκάπτονται, ὅταν ἅλλωνται· ἐκείνων γὰρ κατὰ τὸν ἀγῶνα πηδώντων, ὑποσκάπτεται βόθρος ἑκάστου τὸ ἅλμα δεικνύς. φησὶν οὖν ὅτι βουλομένῳ μοι τοὺς Αἰακίδας ἐγκωμιάζειν ἤδη τις μακρὰ ὑποσκαπτέτω μοι ἅλματα, νικήσω γὰρ καθάπαξ τοὺς ἐναντιοῦσθαί μοι καὶ ἐγκωμιάζειν βουλομένους. καὶ πέραν πόντοιο πάλλον τ ’ αἰετο ί : οἱ ἀετοί, φησίν, οὐ μόνον τὰ περίγεια πέτονται, ἀλλὰ καὶ πελαγίζουσι· καὶ ἐγὼ οὖν ὡς ἀετὸς πελαγιῶ ἐν τοῖς ποιήμασιν. |
| N 5 42a [5] | ἐν δὲ μέσσαις φόρμιγ γ ’ Ἀπόλλω ν : ἐν αἷς Μούσαις ὁ Ἀπόλλων κιθάραν ἑπτάφωνον τῷ πλήκτρῳ κρούων (διὰ γὰρ τοῦ πλήκτρου ὥσπερ γλώσσης ὁ φθόγγος ἀποδίδοται) ἐξῆρχε πάσης μελῳδίας, τουτέστι νόμων μελῳδικῶν. τοῦτο δέ φησι παρὰ τὸ ὡς νομίῳ θεῷ τῷ Ἀπόλλωνι ἀνακεῖσθαι τὴν μοῦσαν. τὸ δὲ διώκων ἀντὶ τοῦ συνάπτων, κιθαρίζων τῷ πλήκτρῳ. |
| N 5 42b [5] | διώκειν δέ φησιν αὐτὸν, τὸ τάχος ἐμφῆναι βουλόμενος τῆς πλήξεως. αἱ δὲ πρώτιστον μὲν ὕμνησα ν : αἱ Μοῦσαι, φησί, πρῶτον μὲν ὕμνησαν τὸν Δία, μετὰ δὲ τὸν Δία ὕμνησαν δευτέραν τὴν Θέτιν, ἔπειτα τρίτον τὸν Πηλέα, καὶ διηγήσαντο ὅπως αὐτὸν ἡ ἁβρὰ Κρηθηῒς ἡ τοῦ Ἱππολύτου θυγάτηρ ἀνελεῖν ἐβουλήθη· ἐκ δὲ τούτου τὸ σεμνὸν αὐτοῦ ἐγκωμιάζουσαι ᾖδον. |
| N 5 46b | ἄλλως. ἀπὸ Διὸς προοιμιαζόμεναι, φησίν, ᾖδον καὶ ὕμνουν τὴν Θέτιν. τὸ προοίμιον οὖν ἀπὸ Διὸς ἐποιήσαντο· καὶ ἀλλαχοῦ (N II 1)· Ὅθεν περ καὶ Ὁμηρίδαι, Διὸς ἐκ προοιμίου. καὶ Ἄρατος (1)· Ἐκ Διὸς ἀρχώμεσθα. Μαγνήτων σκοπὸν πείσαι ς ’ ἀκοίτα ν : τὸν Ἄκαστον τῆς Μαγνησίας τὸν ἐπίσκοπον καὶ βασιλέα. |
| N 5 50 [5] | ποικίλοις οὖν, φησί, λόγοις ἀπατήσασα τὸν ἑαυτῆς ἄνδρα ἡ Κρηθηῒς ἐπεβούλευσε τῷ Πηλεῖ· τὸ δὲ πλάσμα ψεύστης ἦν λόγος, ὅτι ἄρα ἐπειρᾶτο ὁ Πηλεὺς ἐπιβουλεῦσαι τῇ κοίτῃ τοῦ Ἀκάστου καὶ μοιχεῦσαι τὴν Κρηθηΐδα· ἦν δὲ τὸ ἐναντίον· πολλὰ γὰρ αὐτὸν τὸν Πηλέα ἐκ πάσης ψυχῆς ἐλιτάνευε καὶ παραπείθειν ἐπεχείρει συνελθεῖν αὐτῇ. τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγο ι : οἱ προσάντεις λόγοι καὶ χαλεποὶ, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων. |
| N 5 58a [5] | προσάντεις οὖν οἱ ἀντίτυποι λόγοι καὶ δυσπρόσιτοι. ὁ δὲ νοῦς· τούτου δὲ τὴν προαίρεσιν καὶ τὸν τρόπον ἔκνιζον καὶ ἐλύπουν οἱ ἄδικοι λόγοι, καὶ παραχρῆμα ἀπηρνήσατο αὐτὴν εὐλαβηθεὶς τὴν τοῦ ξενίου Διὸς ὀργήν· ἵνα καθόλου ἀκούσωμεν τὸ πατρός, ὡς Ὅμηρος (Α 544)· πατὴρ ἀνδρῶν τε θεῶν τε· ἢ ὅτι ὁ Πηλεὺς ἔκγονος ἦν Διός. |
| N 5 62 | ὁ δ ’ εὖ φράσθ η : ὁ δὲ Ζεύς, φησίν, ἐφράσθη, ἀντὶ τοῦ ἔγνω, καὶ ἀντὶ τῆς σωφροσύνης ἐπένευσεν αὐτῷ καὶ παρέσχεν ὥστε λαβεῖν γυναῖκα τὴν Θέτιν. γαμβρὸν Ποσειδάωνα πείσαι ς : πείσας ὁ Ζεὺς σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα· ὁ μὲν γὰρ τὴν Θέτιν, ὁ δὲ τὴν Ἀμφιτρίτην ἔγημεν. |
| N 5 67a [5] | Αἰγαὶ δὲ νῆσός ἐστι πρὸς τῇ Εὐβοίᾳ, καὶ ἀπὸ ταύτης τὸ πέλαγος Αἰγαῖον προσαγορεύεται. ἀπὸ τῶν Αἰγῶν οὖν φησι τὸν Ποσειδῶνα συνεχῶς ἐπὶ τὸν Ἰσθμὸν πορεύεσθαι. ὅτι δὲ Ποσειδῶνος ἱερὰ αὕτη. φησὶ καὶ Ὅμηρος (Θ 203)· οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι πολλά τε καὶ χαρίεντα. διατί δὲ ὠνόμασε νῦν τὸν Ἰσθμόν; ὅτι οἰκεῖός τις ἦν τοῦ Πυθέου, εἰς ὃν αὕτη ἡ ᾠδὴ γέγραπται, Εὐθυμένης, ὃς ἐνίκησεν Ἴσθμια. ὁ δὲ νοῦς· πείσας σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα, ὅστις συνεχῶς ἀπὸ τῶν Αἰγῶν ἐπὶ τὸν τῶν Κορινθίων ἰσθμὸν φοιτᾷ, ὅπου δὴ μάλιστα αἱ συνεταὶ τῶν Κορινθίων τάξεις ὑποδέχονται τὸν θεὸν μετὰ βοῆς τῶν αὐλῶν, ὅτε δὴ καὶ διαφιλονεικοῦσιν ἀγωνιζομένοις σώμασιν ἀνδρείαν· ἴσως ἐν τοῖς Ἰσθμικοῖς ἀγῶσι· τότε δὲ ἑκάστου δείκνυται καὶ διακρίνεται τὸ συγγεννηθὲν θράσος ἐπὶ πάντων τῶν τελουμένων ἔργων. |
| N 5 67c | τὸν ἐσόμενον οὖν τοῦ Πηλέως σύγγαμβρον. ἔνθα μιν εὔφρονες ἶλα ι : ἶλαι αἱ τάξεις καὶ αἱ συστροφαὶ τῶν νέων αἱ ἐν χορῷ γινόμεναι· ὅθεν καὶ εἰλαπίναι. |
| N 5 70b | ὅπου αὐτὸν αἱ ἶλαι τῶν κωμαζόντων μετὰ τὰς νίκας εὔφρονες οὖσαι, τουτέστιν εὐφραντικαὶ, ἐκδέχονται μετὰ αὐλῶν· ὅπου γὰρ κῶμοι, ἐκεῖ ἐστιν εὐφροσύνη. εἶτα ἐποίσει, διὰ τί τοῦ Ἰσθμοῦ ἐμνήσθη. τὺ δ ’ Αἰγίνᾳ θεᾶ ς , Εὐθύμενε ς : ὁ Εὐθυμένης οἰκεῖος τοῦ Πυθέου. |
| N 5 75b | ὁ δὲ νοῦς· σὺ δὲ, ὦ Εὐθύμενες, ἐν τῇ Αἰγίνῃ προσερχόμενος ἐν τοῖς ἀγῶσι τῆς θεᾶς Νίκης ἠδυνήθης πολλῶν ὕμνων τυχεῖν. τοῦτο δέ φησι διὰ τὸ εἶναι αὐτὸν παγκρατιαστήν. ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλε ι : μήτρως ἢ ὁ τῆς μητρὸς ἀδελφὸς ἢ ὁ κατὰ μητέρα συγγενής· χρῆται γὰρ οὕτως ὁ Πίνδαρος. |
| N 5 78b | ἀγάλλει σου τὸ ὁμόσπορον ἔθνος, τὸ τῶν Αἰγινητῶν. καταλληλότερον δὲ ἔνιοι γράφουσι Πυθέας, ἵν’ ᾖ ὁ μήτρως Πυθέας. |
| N 5 78c [5] | οὐ μόνον, φησί, Νέμεα νενικήκατε, ἀλλὰ καὶ ἐν Αἰγίνῃ τοὺς ἡλικιώτας ἐλθόντας οἴκοι τῷ κράτει νενικήκατε. ἔστι δὲ ἀγὼν ἐν Αἰγίνῃ ἀγόμενος τὰ Αἰάκεια, ὅντινα δηλαδὴ ἐνίκησεν ὁ Πυθέας. ὁ δὲ νοῦς οὕτω· μετὰ τὰ προειρημένα ὑπὸ σοῦ ἔτι καὶ ἐπὶ τοῦ παρόντος ὁ σὸς μήτρως, ὦ Εὐθύμενες, ὁ Πυθέας ἀγάλλει τε καὶ σεμνύνει τὸ ὁμόσπορον ἔθνος καὶ συγγενὲς ὑμῶν τὸ τῶν Αἰακιδῶν τὸ ὂν ἐν τῇ Αἰγίνῃ. |
| N 5 81a [5] | ἁ Νεμέα μὲν ἄραρε μείς τ ’ ἐπιχώριο ς : παρ’ Αἰγινήταις Δελφίνιος μὴν ἄγεται Δελφινίου Ἀπόλλωνος ἱερός, ἐν ᾧ ἴσως φησὶ γεγενῆσθαι τὰ Νέμεα. πεφιλῆσθαι γάρ φησι τὸν μῆνα τοῦτον ὑπὸ τοῦ Ἀπόλλωνος· καὶ εἴη ἂν ὁ μὴν οὗτος, ἐν ᾧ θύουσιν Αἰγινῆται Ἀπόλλωνι οἰκιστῇ καὶ δωματίτῃ, καθά φησι Πυθαίνετος (FHG IV 487). ἄλλως. |
| N 5 81b | μεὶς ἐπιχώριος ὁ Δελφίνιος μὴν καλούμενος, καθ’ ὃν τελεῖται Ἀπόλλωνος ἀγὼν Ὑδροφόρια καλούμενος. ὁμοίως οὖν, φησίν, ἥρμοσται τῷ Πυθέᾳ καὶ οὗτος ὁ Δελφίνιος. ὁ δὲ νοῦς· ἡ μὲν γὰρ Νεμέα καὶ προσήρμοσται αὐτῷ πρὸς τὸ νικᾶν ἀεὶ, καὶ ὁ πάτριος ἀεὶ παρ’ Αἰγινήταις μὴν, ὃν ὁ Ἀπόλλων ἐφίλησεν· ἐλθόντας δὲ καὶ ὁμήλικας ἐν Αἰγίνῃ νικᾶ. |
| N 5 84a | Νίσου τ ’ ἐν εὐαγκεῖ λόφ ῳ : τουτέστιν ἐν Μεγάροις. διατίθεται δὲ Ἀπόλλωνι καὶ Πύθια καλεῖται ὁ ἀγών. ἄλλως. |
| N 5 84b | ἐν Μεγάροις τῷ εὐθέτῳ χωρίῳ ὁμοίως ἐνίκησε τὰ Ἀλκαθοῖα. Νῖσος δὲ βασιλεὺς Μεγάρων. ἥδομαι δέ, φησίν, ὅτι τῶν καλῶν ἕνεκα πᾶσα φιλονεικεῖ ἡ πόλις. ἴσθ ι , γλυκεῖάν τοι Μενάνδρου σὺν τύχ ᾳ : λείπει τὸ ὅτι. |
| N 5 87a | ὁ δὲ λόγος· ἴσθι, ὅτι ἐπωνάσθης τῶν τοῦ Μενάνδρου μόχθων. ἢ οὕτω· γίνωσκε ὅτι γλυκεῖαν ἀμοιβὴν ἐκαρπώσω τῶν πόνων ἐκ τῆς νίκης σὺν τῇ Μενάνδρου παρουσίᾳ. |
| N 5 87b | οὗτος δὲ Ἀθηναῖος, ἀλείπτης Πυθέου. τὸ δὲ τύχᾳ ἀμφίβολον, ἢ σὺν τῇ σῇ τύχῃ ἢ τοῦ Μενάνδρου. |
| N 5 89a [5] | χρὴ δ ’ ἀ π ’ Ἀθανᾶ ν : χρὴ δὲ ἀπὸ Ἀθηνῶν τοὺς ἐπιστάτας εἶναι τῶν ἀθλητῶν, ἐπειδὴ καὶ ὁ Μένανδρος Ἀθηναῖος. τοῦτο δέ φησιν, ἐπειδὴ πρότερον ὁ Θησεὺς Ἀθηναῖος ὢν εὗρε παγκράτιον ἄνευ μυρμήκων· ἡνίκα γὰρ ἐν τῷ Λαβυρίνθῳ ἐξησθένει πρὸς τὴν ἰσχὺν τοῦ Μινωταύρου, παγκρατίῳ αὐτὸν διαπαλαίων περιγέγονεν· οὐ γὰρ εἶχε μάχαιραν· καὶ οὕτως ἐνομίσθη εὑρετὴς τῆς πυγμῆς. ἴσως οὖν ὁ Πίνδαρος οὐκ ἀργῶς μέμνηται τῶν Ἀθηνῶν, ἀλλὰ τοιοῦτόν τι ὑποσημαίνων. ἄλλως. |
| N 5 89b [5] | ἐν Ἀθήναις φασὶν εὑρῆσθαι τὴν παλαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παιδοτρίβου Θησέως· τινὲς δὲ τοὐναντίον Θησέα μὲν παρ’ Ἀθηνᾶς τὴν πάλην μαθεῖν, D Φόρβαντα δὲ ὑπὸ Θησέως. Φερεκύδης (FHG I 97 M, I 98 J) δὲ ἡνίοχον τὸν Φόρβαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα ἁρπάζει. καὶ Πολέμων δὲ ἱστορεῖ (FHG III 132) πάλην εὑρηκέναι Φόρβαντα Ἀθηναῖον. ὅτι δὲ Θησεὺς παρ’ Ἀθηνᾶς ἔμαθε τὴν πάλην, Ἴστρος ἱστορεῖ (FHG I 421). εἰ δὲ Θεμίστιον ἵκεις ὥσ τ ’ ἀείδει ν : εἰ δὲ βούλει, φησίν, καὶ ἦλθες ὑμνεῖν τὸν Θεμίστιον· οὗτος δὲ λέγεται πάππος τῷ Πυθέᾳ πρὸς μητρός· μηκέτι εὐλαβούμενος, φησί, φθέγγου, μηδὲ ὡς ὑπὸ ῥίγους συνεχόμενος, ἀντὶ τοῦ μηδεμίαν εὐλάβειαν ἔχων θαύμαζε ὡς καὶ μεγαλοφώνως βοᾶν. |
| N 5 94a | ἀνὰ δ ’ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίο υ : καρχήσιον τὸ ἀνώτατον τῆς κεραίας. τούτῳ τὸ ἱστίον προσανατείνουσιν, ὅταν θέλωσι δαψιλεῖ τῷ ἀνέμῳ χρῆσθαι οὐριοδρομοῦντες. καὶ πύκτην οὖν αὐτὸν ὕμνει καὶ παγκρατιαστὴν, διπλόαν νικῶντα ἀρετὴν ἐν Ἐπιδαύρῳ, ὡς διττὰ Ἀσκληπιεῖα νενικηκότος αὐτοῦ ἢ ὡς δύο στεφάνους εἰληφότος ἑνὶ ἀγῶνι πυγμῆς καὶ παγκρατίου. |
| N 5 94b [5] | ταῦτα δὲ ἐπὶ τοῦ Θεμιστίου λέγει. ἢ οὕτω· ζυγὸν καρχησίου λέγει τὴν σύνδεσιν καὶ τὸ ἄκρον τοῦ καρχησίου, περιφραστικῶς δὲ αὐτὸ τὸ καρχήσιον. |
| N 5 94d [5] | ἢ καρχήσιόν φησι τὸ ἄκρον τοῦ ἱστοῦ· καρχήσιον γὰρ, ἐν ᾧ τὸν ἱμάντα ἐνείρουσι. θαύμαζε οὖν, φησίν, αὐτὸν οὕτω μεγαλοφώνως καὶ θαρρούντως, ὥσπερ οἱ πλέοντες ἐπὶ πνεύματος οὐρίου· εἰς ἄκρον τὸ καρχήσιον ζυγώσας τὸ κέρας, οὕτω διόλου ἐκπέτασον τὸ ἄρμενον. ἀλληγορῶν δὲ ἐνδείκνυται τὴν περιουσίαν τῶν θαυμάτων. φθέγξαι δὲ καὶ πυκτικὴν αὐτὸν καὶ παγκράτιον νενικηκέναι ἐν Ἐπιδαύρῳ καὶ διπλῆς ἀρετῆς δόξαν κεκτῆσθαι, καὶ κομίζειν αὐτὸν τῇ Αἰγίνῃ φαιδρὰ τὰ ἄνθη τῶν στεφάνων μετὰ τῶν Χαρίτων φθέγξαι. προθύροις δέ φησιν Αἰακοῦ ἀντὶ τοῦ ἐν τῷ ἡρῴῳ τοῦ Αἰακοῦ ἐν Αἰγίνῃ, οὗπερ ἐν τοῖς προθύροις ἀνάκεινται οἱ 〈ἐξ〉 Ἐπιδαύρου τοῦ Θεμιστίου διπλοῖ στέφανοι. |
| N 5 94f | ἢ οὕτως· ὡς ἐν Αἰγίνῃ ἐν τῷ τεμένει τοῦ Αἰακοῦ ἐπὶ τῶν προπύλων ἀνακειμένων αὐτῷ τῶν στεφάνων. Ἐπιδαύρῳ διπλόα ν : διπλῆν, ἀντὶ τοῦ δεύτερον. |
| N 5 96 [t2] | ἐν δὲ Ἐπιδαύρῳ Ἀσκληπιοῦ ἱερὸς ἀγὼν ἄγεται. Scholia in Nemeonicarum carmen VI Ἀλκιμίδῃ Αἰγινήτῃ παιδὶ παλαιστῇ. |
| N 6 metr (t1) [25] | Τῆς ἕκτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγʹ. τὸ αʹ ἰαμβικὸν ἀκατάληκτον. ἐν γὰρ τῇ δευτέρᾳ χώρᾳ ἐστὶν ὁ σπονδεῖος· πολὺ δὲ τοῦτο παρὰ τοῖς λυρικοῖς. τὸ βʹ ἰαμβικὸν πενθημιμερές. τὸ γʹ τροχαϊκὸν πενθημιμερές, ἢ ἰωνικὸν δίμετρον βραχυκατάληκτον ἀπὸ τροχαϊκῆς συζυγίας. τὸ δʹ διπλῆ περίοδος, ἣ καλεῖται τροχαῖος ἀπὸ ἰάμβου. τὸ εʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛʹ ἰαμβέλεγος λείπων τῇ πέμπτῃ συλλαβῇ, ἢ ἀναπαιστικόν. τὸ ζʹ τὸ αὐτό. τὸ ηʹ ἐπιχοριαμβικὸν, ἐξ ἀντισπάστου καὶ χοριάμβου, ἀδιάφορον περὶ τὴν ἀρχήν. τὸ θʹ δακτυλικὸν πενθημιμερές. τὸ ιʹ τὸ αὐτό. τὸ ιαʹ προσοδικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ἰωνικὸν δίμετρον ἀπὸ τροχαϊκῆς συζυγίας. τὸ ιγʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ὅ ἐστι Φαλαίκειον παρὰ συλλαβὴν, οὗ ἡ ἀρχὴ τὸν ἀντίσπαστον ἔχει ἀδιάφορον τοῦ ἄρχοντος ποδός. ἡ ἐπῳδὸς κώλων ιαʹ. τὸ αʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἰαμβικὸν πενθημιμερές. τὸ γʹ· ἡ τελευταία ἀπόδοσις ἀναγκάζει δακτυλικὸν γενέσθαι τὸ κῶλον. τὸ δʹ προσοδικὸν δίμετρον ἀπὸ ἰωνικοῦ, καὶ ἐνόπλιον. τὸ εʹ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ ἰωνικῆς συζυγίας. τὸ ϛʹ δακτυλικὸν τρίμετρον. τὸ ζʹ ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν δύο συλλαβαῖς. τὸ θʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον Ἀλκαϊκόν. ὁ γὰρ τέταρτος ποὺς σπονδεῖος. τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ δακτυλικὸν πενθημιμερές. Τοῦτον τὸν Ἀλκιμίδαν ἀναγράφεσθαί φησιν Ἀσκληπιάδης ἀντὶ Αἰγινήτου Κρῆτα οὕτως· Ἀλκιμίδας Θέωνος Κρής. |
| N 6 1 [15] | Ἐν ἀνδρῶ ν , ἓν θεῶν γένο ς : ἐκ μιᾶς μητρὸς ὑπάρχομεν, φησί, καὶ ζῶμεν τῆς Γῆς οἵ τε θεοὶ καὶ οἱ ἄνθρωποι. ἐμφαίνει δὲ διὰ τοῦ προοιμίου, ὅτι κοινωνίαν τινὰ πρὸς τοὺς θεοὺς οἱ ἄνθρωποι ἔχομεν τῇ εὐφυΐᾳ καὶ τοῖς ἔργοις τοῦ νοῦ. ὅτι δὲ κοινὸν ἡμῖν τοῖς ἀνθρώποις πρὸς τοὺς θεοὺς τὸ γένος, καὶ Ἡσίοδος μαρτυρεῖ, ἐπὶ μὲν τῆς τῶν θεῶν γενέσεως λέγων (th. 126)· Γαῖα μέν τοι πρώτιστον ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτῃ. Οὐρανοῦ δὲ καὶ Γῆς εἰσιν οἱ περὶ Κρόνον καὶ οἱ ἄλλοι Τιτᾶνες, ἐκ δὲ τῶν Τιτάνων οἱ ὕστεροι θεοί· Ἥφαιστος δὲ Πανδώραν ποιεῖ (op. 60)· Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐΐσκειν. ἀπὸ δὲ τῆς Πανδώρας εἰς ἡμᾶς τὸ γένος διῖκται. οὕτως ἕν ἐστι θεῶν καὶ ἀνθρώπων τὸ γένος. ἀφορᾷ δὲ καὶ πρὸς τὸ εὐφυὲς τοῦ Ἀλκιμίδου τὸ προοίμιον. διείργει δὲ πᾶσα κεκριμένα δύναμι ς : ἡ ἀμετάβλητος. |
| N 6 4b | ἢ πολλή, ἐπιτατικῶς. κεκριμένη, ἤτοι κεχωρισμένη. |
| N 6 4d | ὁ δὲ νοῦς· διαχωρίζει δὲ ἀπ’ ἀλλήλων ἡμᾶς ἡ ὡρισμένη δύναμις τῶν θεῶν, ἵν’ ἔξωθεν ἀκούσωμεν τοσοῦτον, ὥστε τὸ μὲν τῶν ἀνθρώπων εὐδιάφθορον εἶναι γένος, τὸ δὲ τῶν θεῶν ἐν ἀσφαλεῖ καὶ βεβαίῳ καὶ ἀφθαρσίᾳ τυγχάνειν. ἢ οὕτω· τοὺς θεοὺς καὶ ἡμᾶς χωρίζει ἡ δύναμις· οἱ μὲν γὰρ ἀθάνατοί εἰσι καὶ ἰσχύουσιν, ἡμεῖς δὲ οὐδέν. |
| N 6 4f | ἢ οὕτω· τὸ μὲν ἡμέτερον γένος τὸ μηδέν ἐστι καὶ ταπεινόν, τὸ δὲ θεῖον πολλὴν ἔχει τὴν δύναμιν. καὶ ἐν Πυθιονίκαις (VIII 95) σκιᾶς ὄναρ ἄνθρωπός φησιν. ἀλλά τι προσφέρομεν ἔμπα ν : ἀλλ’ ὅμως καίτοι οὐδαμινοὶ ὄντες, φησίν, ἐμφερές τι ἔχομεν τοῖς θεοῖς, ἢ κατὰ τὸν νοῦν· θεὸς γάρ τις ἐν ἡμῖν κατὰ τὸν Εὐριπίδην (fr. |
| N 6 7a | 1018)· ἢ κατὰ τὰς εὐφυΐας τῶν σωμάτων καὶ τὰ κάλλη. ἢ οὕτως· ὅμως μέντοι ἐοίκαμεν προσεοικέναι τοῖς θεοῖς κατά τι, ἢ κατὰ τὸν νοῦν ἢ κατὰ τὴν εὐφυΐαν. |
| N 6 7c | ὁ δὲ νοῦς· προσφερεῖς, φησίν, ἐσμὲν τοῖς θεοῖς, καίπερ οὐκ εἰδότες εἴτε ἐν ἡμέρᾳ εἴτε ἐν νυκτὶ πότμος ἔγραψε τὴν εἱμαρμένην ἡμῖν καὶ τὸν θάνατον. ἢ οὕτω· καίτοι μὴ γινώσκοντες μήτε τὰ πρὸς τὴν ἡμέραν μήτε τὰ διὰ νυκτὸς ἐσόμενα, μηδὲ εἴ τις ἡμᾶς μόρος κατακέκρικεν εἰς σκοπόν τινα καὶ στάθμην λαβεῖν. |
| N 6 7d [5] | στάθμην δέ φησι τὸν θάνατον κατὰ λόγον· ἐπίστασις γὰρ ἡμῖν ἐστι τοῦ παντὸς βίου καὶ στάσις καὶ τέλος. ἢ στάθμην ἀκουστέον ἐκ μεταφορᾶς τὴν περιγραφὴν τοῦ βίου καὶ τὴν οἴκησιν. |
| N 6 14a [5] | τεκμαίρει δὲ καὶ νῦν Ἀλκιμίδα ς : ὅτι δὲ συγγενεῖς ἐσμεν τῶν θεῶν, ὁ Ἀλκιμίδας, φησί, σαφὲς ποιεῖ τεκμηριοῦσθαι ἡμᾶς. εἰς ὃ γὰρ καὶ αὐτὸς ἔπραξε τῇ εὐφυΐᾳ ἑαυτοῦ, ἐπέδειξε τὴν πρὸς τὸ θεῖον ἡμῶν συγγένειαν, ἐγγύς τι καὶ παραπλήσιον εἰργασμένος ταῖς καρποφόροις ἀρούραις. ὁ δὲ νοῦς· τεκμηριοῖ δὲ καὶ σαφὲς εἶναι ποιεῖ τὸ πρὸς τοὺς θεοὺς ἡμῖν διὰ τὴν εὐφυΐαν συγγενὲς καὶ νῦν Ἀλκιμίδης τοῖς αὐτοῦ κατορθώμασιν. |
| N 6 17a [5] | αἵ τ ’ ἀμειβόμενα ι : οὐ γὰρ διαπαντός, φησίν, ἐξομαλίζουσι τὴν εὐκαρπίαν αἱ ἄρουραι, ἀλλὰ παρὰ χρόνους τινὰς ἀναπαύλης τυγχάνουσιν, εἶτα ἀναπαυσάμεναι πάλιν ἀποδιδόασι πλείονας τοὺς καρπούς. ἀμειβόμεναι οὖν αἱ ἄρουραι. τουτέστιν ἐξ ἀμοιβῆς παρ’ ἐνιαυτὸν φέρουσαι, τὸν βίον ἔδοσαν, τουτέστι τὰ πρὸς τὸν βίον δαψιλῆ καὶ πλούσια· διὰ γὰρ τοῦ ἐπηετανοῦ τοῦτο βούλεται δηλοῦν. ἄλλως. |
| N 6 17b [5] | τοῦ γένους τοῦ Ἀλκιμίδου οἱ μὲν ἠγωνίσαντο, οἱ δὲ οὔ, ἀλλὰ συμβέβηκε τύχῃ τινὶ παρὰ μέρος ἀθλεῖν. νικᾷ γὰρ Ἀγησίμαχος, σχολάζει Σωκλείδης ὁ τούτου παῖς, εἶτα Πραξιδάμας ὁ ἐκ Σωκλείδου ἐναγώνιος γίνεται· Πραξιδάμαντος πάλιν σχολάζει ὁ υἱὸς ὁ τοῦ νικηφόρου πατήρ. τούτου οὖν μεταξὺ γεγενημένου ἐν τῷ γένει διαλείμματος ὑπεραπολογεῖται, καὶ παρομοιοῖ αὐτοὺς τῇ γῇ τῇ παρ’ ἐνιαυτὸν καὶ ἐκ διαλειμμάτων εὐκαρπούσῃ, λέγων ὅτι δηλοῖ δὲ καὶ σαφὲς ποιεῖ τὸ ἑαυτοῦ συγγενὲς ὁ Ἀλκιμίδης, ὅπερ ἐστὶν ἰδεῖν ὅμοιον τῇ σπορίμῃ γῇ καὶ ταῖς ἀρούραις, αἵτινες ἐξ ἀμοιβῆς καρποφοροῦσαι ποτὲ μὲν ἀδιάλειπτα τὰ πρὸς τὸν βίον παρέχουσιν ἐκ τῆς γεωργίας, ποτὲ δὲ ἀναπαυσάμεναι καὶ σχολάσασαι τὴν ἑαυτῶν δύναμιν ἀνέλαβον. τὸ δὲ ὑπερβατόν· τεκμαίρει καὶ νῦν Ἀλκιμίδης, ὃς ἦλθεν ἐξ ἐρατῶν ἄθλων, παῖς ἐναγώνιος, ἰδεῖν τὸ συγγενὲς καὶ πρόσφορον τῇ γῇ, ἥτις ἐξ ἀμοιβῆς σπειρομένη ἀναπαύεται καὶ δίδωσι πολλοὺς τοὺς καρπούς. ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλω ν : καὶ ὁ Ἀλκιμίδης οὖν παραπλήσιος ταύταις ἐγένετο· ὡς γὰρ αὗται ποτὲ μὲν ἀναπαύονται, ποτὲ δὲ καρποφοροῦσι, τῆς γῆς ἐκ διαλείμματος καρποφορούσης, οὕτω καὶ τὸ γένος τοῦ Ἀλκιμίδα. |
| N 6 21a [5] | ὁ μὲν γὰρ πάππος τοῦ Ἀλκιμίδα ἐνίκησεν, ὁ δὲ πατὴρ οὐκέτι· ὁ δὲ μὴ νικήσας πατὴρ τῇ ἀναπαύσει παραβέβληται τῶν ἀρουρῶν, ὁ δὲ Ἀλκιμίδας πάλιν νικήσας τῇ μετὰ τὴν ἀνάπαυσιν καρποφορίᾳ. ὃς μετερχόμενος, φησί, τὴν ἐκ Διὸς μοῖραν, τουτέστι τὸν Νεμεακὸν στέφανον, τὰ γὰρ Νέμεα τοῦ Διός, κατὰ τὰ ἴχνη τοῦ Πραξιδάμαντος τὸν ἑαυτοῦ πόδα νέμει, τουτέστι μερίζει· ὡς γὰρ ἐκεῖνος ἐνίκησεν, οὕτω καὶ οὗτος. ὁ δὲ νοῦς· ἦλθεν οὖν πρὸς τὸ παρὸν ἀπὸ τῶν Νεμεακῶν ἀγώνων τῶν ἐρασμίων ὁ ἀνδρειότατος Ἀλκιμίδης, ὃς ἐκ θεῶν ταύτην κληρωθεὶς τὴν εὐτυχίαν νῦν ἐφάνη περὶ τὴν τῆς πάλης νίκην οὐκ ἄμοιρος, ἀλλ’ ὥσπερ τις ἀγαθὸς κυνηγέτης, οὕτω κατ’ ἴχνος βαίνων τοῦ Πραξιδάμαντος τοῦ ἑαυτοῦ πάππου. |
| N 6 21b | ὁ δὲ Ἀρίσταρχος οὐκ ἐπὶ τῷ διαλιπεῖν τὸν πατέρα παραβεβλῆσθαί φησι τῇ γῇ 〈τὰ〉 τῶν ἀνθρώπων, ἀλλὰ διὰ τὸ τὸν Ἀλκιμίδαν πρότερον μὲν ὄντα παῖδα νικῆσαι, διαλιπόντα δὲ χρόνον νῦν πάλιν νενικηκέναι. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐώ ν : ἐκεῖνος ὁ Πραξιδάμας, φησί, πρῶτος ἐγένετο τῶν Αἰγινητῶν πάντων Ὀλυμπιονίκης, ἢ τοῦ γένους ἑαυτοῦ. |
| N 6 30 [10] | ὁ δὲ παρὼν Ἀλκιμίδης οὐκ ἐποίησε ληθαργηθῆναι τὸν ἑαυτοῦ πατέρα, φησίν, ἀργησάντων τῶν ἀγωνισμάτων, ἀλλὰ διὰ τῆς ἑαυτοῦ ἀνδρείας ἐκεῖνος ἐσέμνυνε τὸν Σωκλείδην τὸν ἑαυτοῦ πατέρα. ὁ δὲ Δίδυμος, Σωκλῆς ἐστι τὸ ὄνομα, φησί· παρήγαγε δὲ αὐτὸ πατρωνυμικῶς, ὡς ἔθος ἐστὶ τοῖς ποιηταῖς. ὡς οὖν μὴ νενικηκότος τοῦ Σωκλείδου οὗτος τὴν περὶ ἐκεῖνον λήθην ἔπαυσε, νικήσας τοὺς προειρημένους στεφάνους. τὸ δὲ ὑπέρτατος ἀντὶ τοῦ πρεσβύτερος· ὁ γὰρ Σωκλείδης πρεσβύτερος μὲν τῶν υἱῶν γέγονεν Ἀγησιμάχῳ, πατὴρ δὲ Πραξιδάμαντος. ἐπεί οἱ τρεῖς ἀεθλοφόρο ι : ἄρθρον ἐστὶ τὸ οἵ ἀντὶ τοῦ τῷ· τουτέστι τῷ Σωκλείδῃ. |
| N 6 38a [5] | τρεῖς γὰρ παῖδες ἐγένοντο αὐτῷ, ὧν ὁ Πραξιδάμας πρῶτος· οἵτινες παῖδες, φησίν, εἰς ἄκρον ἦλθον τῆς ἀρετῆς τῆς ἀθλητικῆς, τῶν τε πόνων τῶν ἀθλητικῶν μετέσχον καὶ ἐγεύσαντο. περιττεύει οὖν ὁ τέ. τρεῖς γὰρ ἀθλοφόρους εἶπε, τοὺς ἀδελφοὺς δηλαδὴ τοῦ Σωκλείδου· τῷ δὲ αὐτὸς μὴ ἠθληκέναι ὁ Σωκλείδης τὸν υἱὸν ἐγύμνασεν, ὃς τὴν περὶ αὐτὸν λήθην ἐσκέδασε νικήσας· ἀνεκήρυξε γὰρ τὸν πατέρα. |
| N 6 38c | τὸ δὲ σὺν θεοῦ τύχᾳ ἀντὶ τοῦ τῇ ἐκ θεοῦ τύχῃ. οὐδένα ἕτερον οἶκον οὕτως ἀπέδειξε καὶ ἀπέφηνε, φησί, πλείους ἀπενηνοχότα στεφάνους. |
| N 6 44 [5] | μυχῷ Ἑλλάδος ἁπάσα ς : ἀμφίβολον πότερον ὡς ἐν Ἰσθμῷ πολλὰς νίκας εἰληφότων οὕτως εἶπεν, ἐπεὶ μυχὸς τῆς Πελοποννήσου ἡ Κόρινθος, ἐν ᾗ τὰ Ἴσθμια ἄγεται· Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· ἢ ἐπεὶ μυχοί εἰσι τῶν χωρῶν αἱ πόλεις αἱ κρύψεις παρέχουσαι ἀντὶ τῶν πεδινῶν τόπων, τὰς πόλεις, ἐν αἷς ἐνίκησαν, μυχοὺς Ἑλλάδος κέκληκεν. ἐν μυχοῖς οὖν Ἑλλάδος, ἐν ταῖς Ἑλλαδικαῖς πόλεσιν, ἐν ἑκάστῳ μυχῷ τῆς Ἑλλάδος. ἔλπομαι μέγα εἰπὼν ἄντα σκοποῦ τυχεῖ ν : ἔνιοι γράφουσιν ἂν τετυχεῖν. |
| N 6 45a [5] | ἐλπίζω οὖν, φησί, μεγαλορρημονήσας καὶ καυχησάμενος ἐπιτυχεῖν ἂν τοῦ σκοποῦ ὡς ἀπὸ τόξου πέμπων βέλος. τὸ δὲ τετυχεῖν ὅμοιον τῷ λελαβέσθαι (δ 388). γράφουσι δὲ καὶ ἄντα, ἵν’ ᾖ ὁ λόγος· ἐναντίον τι καὶ εὐθὺ τοῦ σκοποῦ. ἄλλως. |
| N 6 45b | προσδοκῶ δὲ μεγάλως ἐπαινέσας τὸν νικηφόρον ἐπιτυχεῖν τοῦ σκοποῦ ὡς ἄριστος τοξότης. τὸ δὲ ὥ Δωρικῶς, ὡς ἀντὶ τοῦ ὥστε φησίν. |
| N 6 48a | εὐθὺν ἐπὶ τοῦτον ἄγε Μοῖσ α : ἐπὶ τοῦτον οὖν τὸν σκοπὸν, ὦ Μοῦσα, τοὺς σοὺς ἄγε λόγους τοὺς εὐκλεεῖς, καὶ ἐπαίνει τὸν νικηφόρον. ἢ οὕτως· ἐπὶ τὸν σκοπὸν, ὃν προεῖπον, τὴν οὐριότητα τῶν ποιημάτων ἄγε. |
| N 6 50 [5] | παροιχομένων γὰρ ἀνέρω ν : τῶν γὰρ τεθνηκότων ἀνδρῶν τὰ κάλλιστα κατορθώματα διὰ τῶν οἰκείων λόγων οἱ ποιηταὶ τῇ μνήμῃ παραδιδόασι καὶ οἱ λοιποὶ τῶν σοφῶν. ἀοιδοὶ μὲν γὰρ οἱ ποιηταί, λόγιοι δὲ οἱ πρότερον τὰ κατὰ τὰς πόλεις διηγούμενοι. Βασσίδαισιν ἅ τ ’ οὐ σπανίζε ι : ὁ Δίδυμός φησι προσήκειν γράφειν Βουδίδαι. |
| N 6 53a [5] | γενέσθαι γάρ τινα Βουδίωνα ἐν Αἰγίνῃ, ἀφ’ οὗ κατάγεσθαι γενεὰν τὴν Βουδιδῶν. μνημονεύειν δέ φησι τοῦ Βουδίωνος Πυθαίνετον (FHG IV 487) ἐν πρώτῳ Αἰγινητικῶν γράφων οὕτως· περὶ δὲ ταῦτα τούτων λεγομένων λέγεται Βουδίωνα τυγχάνειν διενηνεγμένον πρὸς Οἰνώνην τὴν ἑαυτοῦ θυγατέρα. ὁ δὲ νοῦς οὕτως· ἅτινα κάλλιστα ἔργα ἐν τοῖς Βασσίδαις οὐ σπανίζει, ἀλλὰ πλεονάζει, οὐδὲ ἐν τῷ γένει τῷ ἐξ ἀρχῆς διαβοήτῳ. |
| N 6 53b [5] | Βάσσος γὰρ πρόγονος τῶν ἀνωτέρω τοῦ Ἀλκιμίδου· ἔστι δὲ καὶ φυλὴ ἐν Αἰγίνῃ Βασσιάδαι. ἢ οὕτως· ἡ τῶν Βασσιδῶν, φησί, γενεὰ οὐ σπανίζει καλῶν ἔργων. |
| N 6 53c [5] | διὸ οἱ ἀοιδοὶ καὶ οἱ λόγιοι κομίζουσιν αὐτῶν τὰ ἔργα τὰ καλά. ἐὰν δὲ προφερώμεθα, ἅ τ’ οὐ σπανίζει, τὸν λόγον οὕτω καταστήσομεν· ὧν οὐ σπανίζει ἡ παλαίφατος γενεὰ τῶν προειρημένων ἔργων. ἢ οὕτω· Βασσίδαισι καθ’ αὑτό, εἶτα ἀπ’ ἄλλης ἀρχῆς· ἅ τ’ οὐ σπανίζει· τὰ προειρημένα ἔργα, ἅ τ’ οὐ σπανίζει τοῖς Βασσίδαις. |
| N 6 53e | ἢ Βασσίδαισιν ἅ τ’ οὐ σπανίζει, εἶτα ἀπ’ ἄλλης ἀρχῆς· παλαίφατος, ᾧ συναπτέον τὸ ἐπιφερόμενον. ἴδια ναυστολέοντε ς : οἱ Βασσίδαι, φησίν, ἴδια ναυστολοῦντες, τουτέστιν ἴδια χορηγοῦντες καὶ κομίζοντες ἔργα τοῖς τῶν Πιερίδων ἀρόταις, τουτέστι τοῖς ποιηταῖς. |
| N 6 55b | ἀνυμνεῖν θέλοντες οὐκ ἐπακτοῖς χρήσονται ἐπαίνοις διὰ τὸ σπανίζειν αὐτοὺς ἔργων, ἀλλὰ τοῖς αὑτῶν· πολλὰ γὰρ δεδράκασιν. ἐπικώμια δὲ τὰ εἰς κῶμον ὑμνεῖσθαι ἐπιτήδεια τῆς νίκης. μετὰ γὰρ τὸ νικῆσαι ἐκώμαζον μετὰ τῶν ἡλικιωτῶν. ἢ οὕτως· οὐ δεόμενοι δι’ ἑτέρων κοσμήσασθαι, ἀλλ’ ἑαυτοῖς ἀρκούμενοι πρὸς κόσμον ἴδια παρακομίζοντες ἔργα τοῖς ποιηταῖς. |
| N 6 55c | ναυστολοῦντες δὲ ἀντὶ τοῦ ἐπιφορτίζοντες, οἱονεὶ σωρεύοντες ἐκ τῶν ἰδίων κόπων τὰ ἐγκώμια. ἀγερώχων δὲ ἐργμάτων ἀντὶ τοῦ μεγάλων ἔργων. |
| N 6 55d | δυνάμενοι οὖν τοῖς ποιηταῖς παρέχειν πολλῶν ἐπαίνων χορηγίαν ἕνεκεν τῶν πραττομένων αὐτοῖς ἔργων ὀλβίων. καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμαντωθεί ς : καὶ γὰρ ἐν . |
| N 6 59a [5] | .... θαυμασίᾳ τὰ πυκτικὰ σκεύη μετὰ χεῖρας λαβὼν ἐνίκησεν ἀπὸ τῆς αὐτῆς συγγενείας ὢν καὶ πατρίδος ὁ Καλλίας. ἢ ὅτι πυκτεύσας ἐν Πυθοῖ ἐνίκησεν ἀρέσας τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι ἀπὸ τῆς αὐτῆς ὢν πατρίδος, ἤτοι τῆς Αἰγίνης, καὶ ἐκ τοῦ αὐτοῦ αἵματος, τουτέστιν ἐκ τῆς αὐτῆς φατρίας τῶν Βασσιδῶν Καλλίας, ὅ, Κρέοντος ὑπῆρχε παῖς. |
| N 6 59c | χρυσηλάκατον δὲ εἶπε τὴν Λητὼ τὸ τῆς Ἀρτέμιδος μετενεγκὼν ἐγκώμιον ἐπὶ τὴν μητέρα τὴν γεννήσασαν. παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριο ς : ἀπὸ τῆς πηγῆς τοὺς Δελφοὺς ὠνόμασεν. |
| N 6 64a | ἐκωμάσθη γὰρ νικήσας ὑπὸ τῶν ἡλικιωτῶν ἑσπέριος. Χαρίτων ἑσπέριο ς : Χαρίτων ὁμάδῳ οἱ μὲν τῷ χορῷ ἀποδεδώκασιν, οἱ δὲ, τῷ χαριεστάτῳ θορύβῳ τῆς ἐπὶ τῇ νίκῃ πανηγύρεως ἐλαμπρύνετο κωμάζων. |
| N 6 64c [5] | ἄλλως. μέχρις ἑσπέρας ἔλαμπεν. ὁ δὲ νοῦς παρὰ δὲ τῇ Κασταλίᾳ πηγῇ (ἐκ δὲ τούτου ἐν Δελφοῖς τῷ ἀγῶνι νικήσας) τῇ τῶν χορευτῶν χάριτι ἐπὶ τῇ νίκῃ μέχρις ἑσπέρας ἡ νίκη αὐτοῦ καὶ ἡ δόξα ἐξέλαμπεν· ἔθος γὰρ ἦν καὶ παννυχίδας ὕμνων τοῖς νενικηκόσιν τελεῖσθαι. |
| N 6 64d | τοῦτο δὲ ὡς καὶ τὰ Πύθια νικήσαντος αὐτοῦ. πόντου τε γέφυρ α : ὡς καὶ ἐν Ἰσθμοῖ νενικηκότος αὐτοῦ· πόντου γὰρ γέφυρα ὁ Ἰσθμός· τεσσαράκοντα τριῶν γὰρ σταδίων ἀμφιθάλασσος ἦν. |
| N 6 67a [5] | καὶ ἔστι κατὰ τὸ ἔτυμον γέφυρα ἡ διὰ τῆς γῆς φέρουσα ὁδός. ἀπὸ δὲ τοῦ προκειμένου τούτῳ προσυπακουστέον τὸ φλέγε πόντου γέφυρα. 69BD ἀμφικτυόνων δὲ τῶν περιοικούντων· μέχρι γὰρ αὐτοῦ οἱ ἀγῶνες ἐτελοῦντο. |
| N 6 67b | 69P πόντου γέφυρ’ ἀκάμαντος ὁ Ἰσθμικὸς ἀγὼν, ὅτι ἱερὸς τῷ Ποσειδῶνι. |
| N 6 67c | 71 d BD ὁ δὲ νοῦς· πόντου ἀκάμαντος γέφυρα ὁ Ἰσθμὸς, ὁ ὢν τοῦ Ποσειδῶνος τέμενος καὶ ἀγὼν καὶ οἴκημα ὥσπερ. |
| N 6 67d | 73P ταυροφόνῳ τριετηρίδ ι : ἐν ᾗ ταύρους φονεύουσι καὶ ἱερουργοῦσι τῷ Ποσειδῶνι. |
| N 6 69a | καὶ Ὅμηρος (γ 6)· ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ. τριετηρίδι δὲ διὰ τὸ διὰ τριετηρίδος τὸν Ἰσθμικὸν ἀγῶνα τελεῖσθαι. |
| N 6 70 | Κρεοντίδα ν : τὸν Καλλίαν, ὡς τοῦ πατρὸς αὐτοῦ Κρέοντος καλουμένου. βοτάνα τέ νίν πο θ ’ ἁ λέοντο ς : βούλεται ἡ ἱστορία ἐκ τοῦ Ἀρχεμόρου αἵματος ἀναδεδόσθαι τὸ βοτανίδιον· οἱ δὲ, ὃ καὶ βέλτιον, βοτάνη λέοντος ἡ Νεμέα, παρόσον κατ’ αὐτὴν διῆγεν ὁ λέων βοσκόμενος. |
| N 6 71b,col 1 | ἄλλως. βοτάνην λέοντος τὸ σέλινον δεκτέον. σέλινον γὰρ ὁ αὐτόθι στέφανος, ἄλλως. |
| N 6 71b,col 2 [5] | βοτάνη λέοντος ἤτοι καθολικῶς ἡ Νεμέα, ἢ τὸ σέλινον δεκτέον, ὅτι ὁ Ἡρακλῆς καταγωνισάμενος τὸν λέοντα τοῦτο ἐνομοθέτησεν εἶναι τὸ στέμμα. ἀλλ’ ἀλόγως· φαίνεται γὰρ ἐπ’ Ἀρχεμόρῳ ὅ τε ἀγὼν τεθεὶς καὶ τὸ σέλινον τοῖς νικῶσι διδόμενον. |
| N 6 71c | 67 c BD ὁ δὲ νοῦς· καὶ ἡ Νεμέα δέ ποτε νικήσαντα τὸν Καλλίαν ἔστεψεν, ἥτις Νεμέα ἐστὶν ὑπὸ τοῖς συμφύτοις καὶ ἀρχαίοις τοῦ Φλιοῦντος ὄρεσι. |
| N 6 71d | θέλει δὲ αὐτὸν καὶ Νεμεονίκην ἀποδεῖξαι. 67 b P δασκίοι ς : τοῖς συνδένδροις, ἢ παρὰ τὸ ὑψηλὸν τοῖς μεγίστην σκιὰν ἀπεργάζεσθαι δυναμένοις. |
| N 6 73 [5] | κεῖται δὲ ἡ Νεμέα παρὰ τὰ Φλιάσια ὄρη, παράκειται δὲ καὶ πόλις ὁμώνυμος ἡ Φλιοῦς, ἡ πρότερον Ἀραιθυρέα καλουμένη, ἣν καὶ Ὅμηρος οὕτω φησί (Β 571). πλατεῖαι πάντοθεν λογίοισ ι : πολλαὶ καὶ πλατεῖαι ἀφορμαί εἰσι τοῖς ἐλλογίμοις, φησί· πάλιν τοὺς ποιητὰς ἀκουστέον· ὥστε ὑμνεῖν τὴν νῆσον ταύτην τὴν Αἴγιναν· ἐπειδὴ αὐτοῖς χορηγίαν παρέχουσιν ἐπαίνων οἱ Αἰακίδαι, καὶ ἐξαίρετον ἀρετὴν ἐπεδείξαντο. |
| N 6 75 | ἀμφίβολον δὲ πότερον τοῖς προκειμένοις λόγοις παρέσχον μοῖραν πλείστην οἱ Αἰακίδαι, ἢ οἱ Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν τοῖς ἰδίοις πολίταις δοξάζοντες αὐτούς. καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἂν ἀπονοστάσαντος ἐπᾶλτ ο : ἔστι καὶ συνεσταλμένως καὶ βαρυτόνως ἀναγνῶναι, ἔπαλτο, τουτέστιν ἐπάλθη, ἐβλήθη τὸ κλέος αὐτῶν εἰς Αἰθίοπας. |
| N 6 85a [5] | βαρὺ δέ σφιν νεῖκος ἔμπε ς ’ Ἀχιλεύ ς : βαρεῖαν δὲ καὶ ἐπαχθῆ μάχην διὰ φιλονεικίαν αὐτοῖς ἐπέδειξεν ὁ Ἀχιλλεὺς τοῖς Αἰθίοψι, χαμαὶ κλίνας τὸν Μέμνονα αὐτὸς ἐκ τῶν ἁρμάτων κατελθὼν, τῆς φαιδρᾶς Ἡμέρας τὸν υἱὸν, ἡνίκα ἐφόνευσε τῇ ἀκμῇ τοῦ δόρατος τοῦ λίαν ὀργίλου. περίφρασις δὲ τὸ σχῆμα, ἵνα τὴν Ἀχιλλέως δείξῃ περὶ τὸ πολεμεῖν εὐθαρσίαν. ἄλλως. |
| N 6 85b [15] | Μέμνων υἱὸς μὲν ἦν Τιθωνοῦ καὶ Ἡμέρας, βασιλεὺς δὲ Αἰθιόπων. οὗτος ἐναντιούμενος τοῖς Ἕλλησιν ὑπὲρ τῶν Τρώων ἀνῃρέθη ὑπὸ Ἀχιλλέως, καὶ διὰ τοῦτό φησι τὴν τῶν Αἰακιδῶν δόξαν καὶ μέχρις Αἰθιόπων διαπτῆναι. οὐκ ἐκ παραδρομῆς δὲ ζάκοτον εἶπε τὸ δόρυ τοῦ Ἀχιλλέως, ὡσανεὶ μείλινον ἤ τι τοιοῦτον αὐτὸ ἔφη ἐν κοινότητι, ἀλλ’ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύαστο. δίκρουν γὰρ, ὥστε δύο ἀκμὰς ἔχειν καὶ μιᾷ βολῇ ὥστε δισσὰ τὰ τραύματα ἀπεργάζεσθαι. καὶ Αἰσχύλος ἐν Νηρεΐσι (fr. 152)· κάμακος εἶσι, κάμακος γλώσσημα διπλάσιον. καὶ Σοφοκλῆς ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 156)· ἢ δορὸς διχόστομον πλᾶκτρον· δίπτυχοι γὰρ ὀδύναι μιν ἤρικον Ἀχιλληΐου δόρατος. μετάγουσι δὲ τὴν ἱστορίαν ἀπὸ τῆς Λέσχου μικρᾶς Ἰλιάδος λέγοντος οὕτως (fr. 5 Kinkel)· ἀμφὶ δὲ πόρκης χρύσεος ἀστράπτει, καὶ ἐπ’ αὐτῷ δίκροος δίη. ἢ ζάκοτόν φησι κατὰ μετουσίαν τοῦ φέροντος καὶ αὐτὸ συμπνέον τῇ ὀργῇ, ἀπὸ τῶν παρ’ Ὁμήρῳ (Λ 573; Ο 316)· πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν. |
| N 6 85c | ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι. καὶ ταύταν μὲν παλαιότερο ι : καὶ ταύτην μὲν τὴν ὁδὸν τὴν τῶν ἐπαίνων, ἥτις ἐστὶ τολοιπὸν κατημαξευμένη, οἱ παλαιότεροι ἡμῶν καὶ οἱ πρεσβύτεροι ἐξεῦρον· ἀντὶ τοῦ καὶ οἱ πρότεροι ἡμῶν ἐπῄνεσαν τοὺς Αἰακίδας. |
| N 6 91a [5] | ἀκολουθήσω οὖν καὶ αὐτὸς ἔχων ταύτην τὴν μελέτην καὶ σπουδὴν, τὸ ἐπαινεῖν τοὺς ἀγαθοὺς ἄνδρας ἀεί. μελέτην δέ φησι τὴν ἐπιμέλειαν. |
| N 6 91b | Ὅμηρος (Hes. op. 412)· μελέτη δέ τοι ἔργον ὀφέλλει. τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενο ν : ποὺς μὲν νεὼς τὸ πηδάλιον. |
| N 6 94a [5] | τὸ δὲ κῦμα τὸ παρὰ τῷ πηδαλίῳ ἑλισσόμενον δονεῖ καὶ ταράσσει τὸν ἑκάστου θυμόν. οὐ τὸ παρεληλυθὸς οὖν ταράσσει, ἀλλὰ τὸ ἔτι εἱλούμενον. λέγει δὲ τοῦτο ὁ Πίνδαρος, ὅτι παρεξέβη εἰς τὸ ὑμνεῖν τοὺς Αἰακίδας· ἔργον δὲ οὐκ ἐξέλαβε τοῦτο, ἀλλ’ εἰς τὸ ὑμνῆσαι τὸν Ἀλκιμίδην. διό φησιν· αὐτὸν ὑμνήσω. ὁ δὲ νοῦς· παραπεμψάμενος οὖν, φησί, τὰ παλαιὰ τῶν νέων καὶ παρόντων ἕξομαι· καὶ γὰρ ἐπὶ τῶν πλεόντων ἀεὶ τὸ παρὰ τῷ πηδαλίῳ κῦμα παρὸν καὶ ὁρώμενον τοῦ κυβερνῶντος ἀνδρὸς ταράσσει τὴν ψυχήν. |
| N 6 97a [5] | ἑκόντι δ ’ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθο ς : μεταφορᾷ κέχρηται τῇ τῶν ὑποζυγίων· σημαίνει γὰρ ὅτι ἑκουσίως ἐγὼ τοῦτο τὸ βάρος ὑπέμεινα δίδυμον ὑπάρχον· τοῦτο δέ φησιν, ἢ ὅτι σὺν τῷ τὸν Ἀλκιμίδην ὑμνῆσαι συμπαραλαμβάνειν μέλλει καὶ ἔπαινον τοῦ ἀλείπτου Μελησίου, ἢ τὸ τοῦ Ἀλκιμίδου καὶ τὸ τῶν Αἰγινητῶν· καὶ γὰρ ἐκείνους καὶ ἔτι τρίτον τοὺς Αἰακίδας ὕμνησε, καὶ αὐτὸν τὸν Ἀλκιμίδην. ὁ δὲ νοῦς· ἑκὼν γὰρ ἐδεξάμην ἐπὶ τοῖς ἐμαυτοῦ νώτοις τοῦτο τὸ φορτίον τὸ διπλοῦν, ἄγγελος καὶ κῆρυξ βουληθεὶς γενέσθαι τῆς ἀρετῆς τῶν ἀνδρῶν, Ἀλκιμίδου καὶ Μελησίου. |
| N 6 97b [5] | περὶ γὰρ αὐτῶν ἑξῆς φησιν ὡς εἰκοσιπέντε στεφάνους εἰληφότων τῶν ἀπὸ ταύτης τῆς φατρίας ἢ καθόλου τῶν Αἰγινητῶν. ἄλλως. |
| N 6 97c [5] | φησὶν αὐτὸ τὸ προφθάσαν γένος εἰκοσιτέσσαρας ἐσχηκέναι νίκας, τὸν δὲ Ἀλκιμίδην εἰκοστὴν πέμπτην ταύτην νενικηκέναι. τοῦτο οὖν τὸ εἰκοστὸν πέμπτον σεμνολόγημα ἐξαγγέλλων, ὅπερ ἀπὸ τῶν ἀγώνων ἐδέξαντο, ἀγώνων δὲ τούτων οὓς ἱεροὺς καλοῦσιν, ἤτοι τοὺς περιοδικούς .... . |
| N 6 97d | .. εἰκοσιτέσσαράς φησιν. ὅπερ εὖχος καὶ σεμνολόγημα τὸ εἰκοστὸν πέμπτον ὁ Ἀλκιμίδης προσέθηκε καὶ ἐπήρκεσε παρασχεῖν νικήσας τὸν ἀγῶνα τῇ ἐνδοξοτάτῃ αὐτοῦ γενεᾷ. δύο μὲν Κρονίου πὰρ τεμένε ι : ἐν Ὀλυμπίᾳ, φησίν, ἐνόσφισεν αὐτοὺς καὶ ἐχώρισεν ἡ προεξάνθησις τῶν τριχῶν· ἀπεκρίθησαν γὰρ, ὡς οὐ παιδικὴν ἔχοντες ἡλικίαν διὰ τὸ προηνθηκέναι τὰς τρίχας. |
| N 6 104a [5] | πρὸ ὥρας γοῦν τὸ ἄνθος αὐτοῖς τῆς ἥβης, φησί, συνεκληρώθη· οὗτος γὰρ κλῆρος ἄνθους. ὁ δὲ Πολυτιμίδας οἰκεῖος τοῦ Ἀλκιμίδου. κληρωθέντες οὖν οὗτοι παίδων ἀγωνίσασθαι, μεταξὺ γενειάσαντες, ἐξεκρούσθησαν τοῦ ἀγῶνος. ὁ δὲ νοῦς δύο δὲ ἄνθη καὶ νίκας τῆς Ὀλυμπίας τῆς οὔσης παρὰ τῷ Κρονίῳ τεμένει ὁ προπετὴς κλῆρος ὑμᾶς ἀπεστέρησεν, ὦ Ἀλκιμίδη. |
| N 6 108a [5] | δελφῖνί κε τάχος δ ι ’ ἅλμας ἶσον εἴποιμι Μελησία ν : Μελησίας εἷς τῶν ἐνδόξων ἀλειπτῶν· ἐπαινεῖ δὲ αὐτοῦ τὸ τάχος, ἐπεὶ ταχὺ αὔξει τοὺς ὑπ’ αὐτοῦ ἀλειφομένους καὶ κατάγει εἰς τοὺς ἀγῶνας. καὶ τοσοῦτόν φησι διαφέρειν τῶν ἄλλων ἀλειπτῶν τῷ ταχέως τοὺς ἀλειφομένους κατάγειν, εὐχερείας καὶ ἰσχύος ἡνίοχον ὄντα, ὅσον ὁ δελφὶς τῶν ἄλλων ἐναλίων τῷ τάχει διαφέρει. ἀντὶ τοῦ ἶσον ἂν εἴποιμι καὶ τὸν Μελησίαν τῷ ταχεῖ δελφῖνι τῇ τε ἰσχύϊ καὶ τῇ τέχνῃ. |
| N 7 metr (t1) [20] | Scholia in Nemeonicarum carmen VII Σωγένει Αἰγινήτῃ πεντάθλῳ παιδί. Τῆς ἑβδόμης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιβʹ τὸ αʹ ἀντισπαστικὸν τρίμετρον ὑπερκατάληκτον. τὸ βʹ ἐγκωμιολογικὸν λεῖπον τῷ ἐσχάτῳ ἰάμβῳ. τὸ γʹ ἐπιωνικὸν, διὰ τὰς ἀντιπαθεῖς ἰάμβῳ. τὸ δʹ περίοδος διπλῆ, καὶ ἡ μὲν πρώτη ἀπόδοσίς ἐστι μέσος ἴαμβος, ἡ δὲ δευτέρα διπλοῦς τροχαῖος. λείπει. τὸ εʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. ὁ τρίτος ποὺς δάκτυλος συναλειφόμενος. τὸ ϛʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ ζʹ Ἀνακρεόντειον ἐκ διπλοῦ πενθημιμεροῦς καὶ ἰαμβικῆς συλλαβῆς καταληκτικόν. τὸ ηʹ ἰωνικὸν δίμετρον καταληκτικόν· ἡ γὰρ πο συλλαβὴ βραχεῖα. τὸ θʹ τροχαϊκὸν Εὐριπίδειον διαλυθέν. τὸ ιʹ ἐπιωνικὸν ὅμοιον τῷ γʹ. τὸ ιαʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ἰαμβικὸν ἑφθημιμερές. ἡ δὲ ἐπῳδὸς κώλων ἑπτά. τὸ αʹ 〈δίμετρον〉 χοριαμβικὸν καὶ ἴαμβος καὶ συλλαβή. τὸ βʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. ἡ πρώτη συζυγία τροχαῖος, εἶτα ἰωνική. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ Φερεκράτειον ἢ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ εʹ Γλυκώνειον· ἡ μία ἀπόδοσις ἀντὶ τῆς ἰαμβικῆς συζυγίας τὴν χοριαμβικὴν 〈ἔχει〉 ὡς συγγενῆ. τὸ ϛʹ τροχαϊκὸν δίμετρον καταληκτικόν. τὸ ζʹ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον, ἢ Ἀρχιλόχειον παρὰ μίαν συλλαβήν. Πρῶτος ὁ Σωγένης Αἰγινητῶν ἐνίκησε παῖς ὢν πεντάθλῳ κατὰ τὴν τεσσαρεσκαιδεκάτην Νεμεάδα. |
| N 7 inscr | ἐτέθη δὲ ὁ πένταθλος πρῶτον κατὰ τὴν τρισκαιδεκάτην Νεμεάδα. Εἰλείθυια πάρεδρε Μοιρᾶ ν : ζητεῖται διατί ἀπὸ τῆς Εἰλειθυίας εἰσβέβληκε, καὶ τί δήποτε τῇ Εἰλειθυίᾳ προσδιαλέγεται. |
| N 7 1a [40] | ἔνιοι μὲν οὖν φασι νέον ὄντα τὸν Σωγένην ἑτέρου νικήσαντος αὐτὸν κατὰ χάριν ἀνηγγέλθαι τοῦ πατρὸς Θεαρίωνος εἰς τοῦτο φιλοτιμηθέντος, τὸν δὲ ἀγωνισάμενον Νεοπτόλεμον τοὔνομα Ἀχαιόν· παρὸ καὶ εἰς τοὺς ὑπὲρ Νεοπτολέμου τοῦ Ἀχιλλέως τὸν ποιητὴν παρεκβῆναι λόγους. αὐτοσχέδιον δέ φησι τοῦτο εἶναι ὁ Δίδυμος· οὐδεὶς γὰρ ἀφ’ ἑτέρου ὀνόματος κηρύττεται, μόνον δὲ ἐν τοῖς ἱππικοῖς ἀγῶσι νενόμισται τὸ ἔθος, ὥστε τοὺς βασιλέας καὶ τυράννους ἀναγράφεσθαι· πλούτου γὰρ καὶ χορηγίας τὴν ἱπποτροφίαν ἐπίδειξιν εἶναι καὶ οὐ ῥώμης. ἔνιοι δέ φασι πρὸς τοὔνομα τοῦ Σωγένους παρειλκύσθαι τὴν Εἰλείθυιαν· εἶναι γὰρ αὐτὴν σωγενῆ τινα διὰ τὸ τὰ γεννώμενα ἀνασῴζειν· τὸν οὖν Πίνδαρον ψυχρευσάμενον πρὸς τοὔνομα τῆς Εἰλειθυίας μεμνῆσθαι. καὶ τοῦτο δὲ οὐκ εὖ· τότε γὰρ καταφέρεται εἰς τοῦτο ὁ Πίνδαρος, ὅταν ὑπῇ τις ὁμωνυμία· οἷον (fr 120) Ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν, παῖ θρασύμηδες Ἀμύντα· καὶ (fr. 105)· Σύνες ὅ τι λέγω, BD ζαθέων ἱερῶν ὁμώνυμε πάτερ, κτίστορ Αἴτνας. νῦν δὲ οὐδὲν τοιοῦτόν ἐστιν. ἔνιοι δὲ τὸν πατέρα τοῦ Σωγένους Θεαρίωνα τῇ Εἰλειθυίᾳ ἔφασαν ἱερᾶσθαι· ἀμάρτυρον δὲ καὶ τοῦτο. οἱ δὲ, ὅτι ἐν γειτόνων ἦν τῷ Σωγένει ἱερὸν Εἰλειθυίας. οὐδὲ τοῦτο δὲ ἱστορεῖται. ἄλλοι δὲ ἔφασαν, ὅτι τοὺς ἐκ φύσεως ἀγαθοὺς ἐπαινεῖ πάντοτε ὁ Πίνδαρος μᾶλλον τῶν ἐκ διδασκαλίας· καὶ ἡ Εἰλείθυια οὖν τὸν Σωγένην εὐθέως ὑπὸ τὴν γένεσιν ἐπιτήδειον κατεσκεύασε πρὸς ἄθλησιν. οἱ μὲν γὰρ ἄλλοι τῶν θεῶν αὐξανομένοις ἀγαθὰ δωροῦνται, ἡ δὲ Εἰλείθυια αὐτὴν τὴν πρώτην καταβολήν. ἔστι δὲ καὶ πρὸς τοῦτο λέγειν· τί δήποτε τὴν Εἰλείθυιαν ἰδίως ἐπὶ τοῦ Σωγένους παρέλαβεν, ἀλλ’ οὐχὶ καὶ ἐπ’ ἄλλων εὐφυΐᾳ διενεγκόντων; Ἀριστόδημος δὲ ὁ Ἀριστάρχου μαθητὴς βέλτιον οὕτω φησίν· ὀψέ ποτε τῷ Θεαρίωνι καὶ παρὰ τὴν ἡλικίαν ἤδη προήκοντι, εὐξαμένῳ τῇ θεῷ Σωγένην τεκνωθῆναι, καὶ τὴν τοῦ παιδὸς αὐτοῦ γέννησιν οἷον Εἰλειθυίας εἶναι χάριν. διὰ τὴν ἰδιότητα οὖν τῆς γενέσεως τοῦ ἀθλητοῦ πρὸς τὴν θεὸν ταύτην ἐπήρεισε τὸν λόγον. ἐπιστοῦτο δὲ τοῦτο ἐξ ἐπιγράμματος Σιμωνίδου (fr. 166). ἑνικῶς δὲ εἶπεν Εἰλείθυια, ὡς καὶ Ἡσίοδος (th. 922)· ἣ δ’ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτεν. ὁ δὲ Ὅμηρος (Π 187 al.; Λ 270 al.) ἑκατέρως. ὅτι δὲ τῆς Ἥβης ἀδελφὴ ἡ Εἰλείθυια, πρόκειται τὰ Ἡσιόδου. ὁ δὲ νοῦς· ὦ Εἰλείθυια, παῖ μὲν τῆς μεγαλοσθενοῦς καὶ ἰσχυρᾶς Ἥρας, πάρεδρε δὲ τῶν συνετῶν Μοιρῶν. |
| N 7 1b [5] | τοῦτο δέ φησιν, ἐπεὶ δοκοῦσι παρὰ τὸν τῶν ὠδίνων καιρὸν παρεστάναι καὶ ἐπικλώθειν τὰ τῆς εἱμαρμένης. ἄνευ σέθεν οὐ φάος οὐ μέλαιναν δρακέντε ς : ἄνευ γὰρ σοῦ, ὦ Εἰλείθυια, οὔτε τὴν ἡμέραν οὔτε τὴν νύκτα θεωρήσαντες ἠδυνήθημεν τῆς σῆς ἀδελφῆς Ἥβης τυχεῖν. |
| N 7 3a [5] | εἰκότως· οὐ γὰρ οἷόν τε μὴ γεννηθέντα καὶ ταῦτα ἰδεῖν καὶ αὐξηθῆναι. ἢ οὕτως· ἢ γὰρ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ γεννώμεθα, οὐκ ἄνευ σοῦ τὴν σὴν ἀδελφὴν ἐλάχομεν τὴν Ἥβην· οἷον, εἰ μὴ ἐγεννήθημεν, οὐδ’ ἂν ἠκμάσαμεν. |
| N 7 3c | ἀγλαόγυιον δὲ αὐτήν φησιν, ἐπεὶ ὃν ἡβῶμεν χρόνον, εὐπρεπέστεροι αὐτοὶ ἑαυτῶν γινόμεθα. κἂν γὰρ αἰσχροὶ ὦσί τινες τὰς φύσεις, διαφορώτεροι ἑαυτῶν γίνονται κατὰ τὸν τῆς ἀκμῆς χρόνον. ἀναπνέομεν δ ’ οὐχ ἅπαντες ἐ π ’ ἴσ α : ζῶμεν δὲ οὐχ ὁμοίως πάντες, φησίν, ἀλλ’ οἱ μὲν πλουτοῦσιν, οἱ δὲ οὔ· καὶ οἱ μὲν ἔρρωνται, οἱ δὲ οὔ. |
| N 7 7 [5] | εἶτα ἔξωθεν προσληπτέον τὸ πράγματα. διακωλύει δὲ ἕτερον ἕτερα, καὶ διαζεύγνυσιν ἡμᾶς ἀπ’ ἀλλήλων, ἢ ἀπ’ ἄλλων πραγμάτων, τὰ συγκεκληρωμένα ἡμῖν πράγματα. σὺν δὲ τὶν καὶ παῖς ὁ Θεαρίωνο ς : σὺν σοὶ δὲ, ὦ Εἰλείθυια, ἀντὶ τοῦ διὰ σὲ γεγονὼς καὶ ὁ τοῦ Θεαρίωνος παῖς Σωγένης ἔκκριτος γενόμενος, ἔνδοξος καὶ ἀγωνιστικὸς ὑμνεῖται καὶ πένταθλος ἀγωνίζεται. |
| N 7 9a [5] | εἰκότως δὲ οὕτως ἐστὶν ἔνδοξος, ἐπειδὴ καὶ τὴν εὔυμνον Αἴγιναν τὴν τῶν γενναίων Αἰακιδῶν οἰκεῖ. φιλόμολπον δὲ ταύτην καλεῖ διὰ τοὺς γράφοντας τοῖς νικῶσιν ἐπινίκους. σύμπειρον δὲ τὸ συμπεπερασμένον. σφόδρα δὲ ἀεὶ θέλουσι, φησί, τὴν ἑαυτῶν ψυχὴν οἱ Αἰγινῆται συμπεπερασμένην ἔχειν τῇ νίκῃ τῇ πενταθλικῇ. 16 a ἢ οὕτως· οἷον μὴ ἀπείρατοι τῶν ἀγώνων εἶναι, τουτέστι πειρᾶσθαι θέλουσι τῶν ἀγώνων, ἐνεργεῖν θέλουσι διὰ τῆς πείρας. |
| N 7 9b [5] | δύναται δὲ καὶ ἰδίως ἀκούεσθαι ὡς φιλοπεντάθλων ὄντων τῶν Αἰγινητῶν, ἐπειδὴ Πηλεὺς δοκεῖ εὑρηκέναι τὸν πένταθλον Αἰγινήτης ὑπάρχων καὶ Αἰακίδης. 16 b εἰ δὲ τύχῃ τις ἔρδω ν : εἰ δὲ ἐπιτύχῃ τις πράσσων, τὴν ἡδεῖαν αἰτίαν τοῦ αὐτὸν ἐπιτετυχηκέναι ταῖς ῥοαῖς τῶν Μουσῶν ἐνέβαλε, τουτέστι τοῖς ὕμνοις τοῖς εἰς αὐτὸν γραφομένοις. |
| N 7 16a | 9 b ὁ δὲ νοῦς· ἐὰν δέ τις σὺν εὐτυχίᾳ εἴη τι πράττων, ἡδεῖαν πρόφασιν τοῖς τῶν Μουσῶν ῥεύμασιν ἔδωκε. |
| N 7 18a | ταὶ μεγάλαι γὰρ ἀλκα ί : αἱ γὰρ μεγάλαι δυνάμεις καὶ τὰ μείζονα κατορθώματα ὕμνων χρῄζοντα σκότον καὶ ἀφάνειαν ἔχουσιν. ἢ οὕτως· αἱ μεγάλαι ἀλκαὶ ὕμνων δεόμεναι σκότον πολὺν ἔχουσι, τουτέστιν ἀφανεῖς γίνονται, ἐὰν μὴ ὑμνηθῶσιν. |
| N 7 20a | ἔργοις δὲ καλοῖς ἔσοπτρο ν : τοὺς ἀγαθόν τι πράξαντας, φησί, φιλοτιμεῖσθαι δεῖ τὰ ἴδια ἔργα διὰ τῶν ποιημάτων καὶ παραδιδόναι ἔπειτα λαμπρότατα. ἄλλως. |
| N 7 20b [5] | ἔσοπτρόν φησι τῶν καλῶν ἔργων τὸν ὕμνον εἶναι, ὅτι ὥσπερ ἡμεῖς διὰ κατόπτρου γινώσκομεν, οὕτω τὰ καλὰ ἔργα διὰ τῶν ὕμνων θεωρεῖται ὡς δι’ ἐσόπτρου· κἂν τελευτήσωσιν οἱ πράξαντες, ἐμβλέψαντες ὡς εἰς κάτοπτρον ἀρετῆς τοὺς ὕμνους ἀντιλαμβανόμεθα τῶν καλῶν ἔργων. ὁ δὲ νοῦς· τοῖς δὲ καλοῖς ἔργοις λαμπρότητα ἴσμεν ἑνὶ τρόπῳ γινομένην, διὰ δὴ τῶν ὕμνων. |
| N 7 25a [20] | σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμο ν : οἱ μὲν οὕτως· ὥσπερ τῶν κυβερνητῶν οἱ σοφοὶ ἐπιτηδείου πνέοντος ἀνέμου οὐχ ὑπτιοῦνται πρὸς τὸ παρὸν ἀγαθόν, ἀλλὰ καὶ μετὰ τρεῖς ἡμέρας ἐσόμενον ἄνεμον προγινώσκουσι καὶ προορῶσι τὸ μέλλον· οὕτω καὶ τοὺς ἀνθρώπους τοὺς συνετοὺς προσῆκόν ἐστι μὴ τῷ παρόντι πλούτῳ βουκολεῖσθαι τὰς ἐλπίδας, ἀλλὰ φροντίζειν τοῦ μετὰ ταῦτα καὶ ἄξιόν τι δρᾶν, ὅπως καὶ μετὰ ταῦτα ὑμνηθέντες ἀθάνατον ἔχωσι τὴν εὐδοξίαν. καὶ γὰρ οἱ πλούσιοι καὶ οἱ πένητες ὁμοίως τελευτῶσι. διὸ δεῖ τῆς μετὰ ταῦτα μελλούσης εὐδοξίας φροντίζειν. οἱ δὲ οὕτως· ὥσπερ γὰρ τῶν ἐν εὐδίᾳ πλεόντων οἱ σοφοὶ καὶ τῶν μετὰ ταῦτα ἀνέμων φροντίζουσι, καὶ οὐχὶ διὰ τὸ παρὸν κέρδος, κέρδος δὲ τὸ τοῦ πλοῦ εὔδιον, ἐζημιώθησαν τὸν μετὰ ταῦτα πλοῦν, οὐδὲ ἀπώλοντο ἀμελήσαντες, ἀλλὰ καὶ 〈τὰ〉 μετὰ ταῦτα προορώμενοι καὶ ἀσφαλισάμενοι ἐσώθησαν· οὕτω δέον μὴ φιλοκερδεῖς εἶναι, ἀλλὰ προΐεσθαι τοῖς ποιηταῖς μισθὸν, ὅπως ἂν σχῶσι τῆς ἀρετῆς ἀδιάλειπτον τὴν μνήμην. ὅτι δὲ φιλοκερδὴς πανταχοῦ ὁ Πίνδαρος, ἐκ τῶν φθασάντων δῆλός ἐστιν. οἰκειοτέρα δὲ αὕτη ἡ ἐκδοχὴ, ὡς ἐξ ὧν ἐπάγει. φησὶ γὰρ ὅτι ὁμοίως καὶ ὁ πλούσιος καὶ ὁ πένης τελευτᾷ· διὸ δεῖ τὸν πλούσιον τῆς μετὰ ταῦτα εὐδοξίας φροντίζειν. οὐ γὰρ ἔστιν ἀργυρίῳ τὸν θάνατον παραιτήσασθαι. ὁ δὲ νοῦς· οἱ σοφοὶ δὲ τῶν κυβερνητῶν προορῶνται, τίς ἐπὶ τρεῖς ἡμέρας πνεύσεται ἄνεμος, ἢ τίς εἰς τρίτην ἡμέραν πνεύσεται. |
| N 7 29a [5] | ἐγὼ δὲ πλέον ἔλπομαι λόγο ν : ἐγὼ δέ, φησίν, ἐλπίζω αὐτὸν μὴ τοσαῦτα πεπραχέναι μηδὲ τοιαῦτα τὸν Ὀδυσσέα, οἷα Ὅμηρος κεκήρυχε περὶ αὐτοῦ. ἀγαθοῦ γὰρ τυχὼν ποιητοῦ ἐνδοξότερα καὶ μείζονα ἔσχεν ἔργα ἢ κατώρθωσε· δυνατοὶ γάρ εἰσιν οἱ ποιηταὶ τὰ τυχόντα ἔργα μεγαλύνειν καὶ αὔξειν. διὸ καὶ σὺ φρόντιζε τοῦ ὑμνεῖσθαι. ὁ δὲ νοῦς· ἐγὼ δὲ μᾶλλον ἐλπίζω διὰ τὴν Ὁμήρου ποίησιν ζῆν ἐπιπλέον καὶ θρυλλεῖσθαι τὴν Ὀδυσσέως εὐδοξίαν. |
| N 7 29b [5] | τοῖς γὰρ περὶ Ὀδυσσέως κεκηρυγμένοις σεμνότης τις ἐπήνθει. ποτανὴν δὲ μηχανὴν τὰ ποιήματα εἶπε, καθὸ ὑψοῖ καὶ μετεωρίζει τὰς ἀρετὰς τῶν ὑμνουμένων, ἢ καθὸ τὰ ἔπη κοινῶς λέγεται παρ’ Ὁμήρῳ πτερόεντα, ἢ διὰ τὸ οὕτω μεμηχανῆσθαι ὥστε κατὰ πᾶσαν χώραν πέτεσθαι καὶ διϊκνεῖσθαι. σοφία δὲ κλέπτει παράγοισα μύθοι ς : ἡ τοῦ Ὁμήρου σοφία κλέπτει τὸν νοῦν ἡμῶν, ὥστε τὰ ψευδῆ δοκεῖν ἀληθῆ εἶναι διὰ χάριν καὶ σεμνότητα. |
| N 7 33a | ἡ ἀπότασις πρὸς τὰ ἑξῆς ἱστορούμενα περὶ τοῦ Αἴαντος. καθόλου ἡ σοφία ἔχει κλέψαι τὸν νοῦν τῶν ἀνθρώπων. |
| N 7 33c | ἢ οὕτως· ἡ δὲ σοφία καὶ ὁ λόγος ἱκανός ἐστί τινα παραπείθων ὑποκλέψαι τὴν ἀλήθειαν· τυφλὸν γὰρ καὶ ἀνόητον ἦτορ ἔχει ὁ πολὺς τῶν ἀνδρῶν ὄχλος. βούλεται δὲ τὸν δημώδη λέγειν. εἰ γὰρ ἦν ἐὰν ἀλάθεια ν : ἔνιοι μὲν ἀνέγνωσαν ἑάν δασέως, ἀντὶ τοῦ τὴν ἑαυτοῦ· βέλτιον δὲ ψιλῶς, ὡς καὶ Διονύσιος ὁ τοῦ Χαρμίδου. |
| N 7 35b [5] | ἄλλως. εἰ γὰρ ἦν τὴν οὖσαν καὶ δέουσαν ἀλήθειαν πάντας γινώσκειν, οὐκ ἂν οὐδὲ ὁ Αἴας τῶν ἀριστείων ἐστερήθη, εἰ μὴ διὰ τὴν τῶν κρινάντων ὄχλων ἀμαθίαν, καὶ διὰ τὴν ὀργὴν ἐνέπηξε κατὰ τῶν φρενῶν ἑαυτοῦ τὸ ξίφος. λευρὸν ξίφο ς : λευρὸν οἱ μὲν τὸ πλατύ· βέλτιον δὲ τὸ πλάγιον ἀκούειν, ἵνα νοήσωμεν οὐχὶ τὸ καθ’ ἑαυτὸ πλαγίως ἔχον, ἀλλὰ τὸ κατὰ τὴν πληγὴν πλαγίως ἐνεχθέν. |
| N 7 39a [5] | οὕτω γὰρ καὶ ὁ Εὐφορίων (fr. 40) τὴν πληγὴν ὑπεστήσατο· πλευρά τε καὶ θώρηκα διήρικεν ἰνίου ἄχρις. τοῦ δὲ ὃν κράτιστον καὶ ἑξῆς, ὁ νοῦς οὕτως· ὅντινα ἤγαγον αἱ τοῦ Ζεφύρου πνοαὶ, τῷ ξανθῷ Μενελάῳ τὴν δάμαρτα κομίσαι εἰς Ἴλιον. |
| N 7 39b [5] | Ὅμηρος (Β 768)· ἀνδρῶν δ’ αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρ’ Ἀχιλεὺς μήνιεν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμ α : πάντες γὰρ ἀποθνῄσκομεν καὶ οἱ ἄξιοι καὶ οἱ μή. |
| N 7 44a [5] | καὶ τὸ κῦμα, φησί, τοῦ ᾅδου ἐνέπεσε τῷ ἀδοκήτῳ· τῷ μὴ δοκοῦντι νῦν τελευτήσειν, ἀλλὰ μετὰ ταῦτα, ἐξαίφνης ἐμπίπτει ὁ θάνατος. ἢ ἀδόκητον κέκληκε τὸν ἄδοξον, δοκέοντα δὲ τὸν ἔνδοξον· δοκεῖν γὰρ καὶ δοξάζειν ταὐτόν. ἐπεὶ οὖν ὁ θάνατος καὶ τὸν ἔνδοξον καὶ τὸν ἄδοξον συναναιρεῖ, σὺ ὁ μεγάλα κατεργασάμενος τῷ αἰῶνι παρακατατίθεσο τὴν μνήμην διὰ τῶν ποιημάτων. ἄλλως. |
| N 7 44b [5] | ἀδόκητον τὸν νεώτερόν φησιν· οὐ γὰρ προσδοκᾷ ταχέως τὸ ἀποθανεῖν· δοκέοντα δὲ τὸν πρεσβύτην· προσδοκᾷ γὰρ τὸ ἀποθανεῖν. ἐμπίπτει, φησίν, ὁ θάνατος ὁμοίως καὶ πρεσβυτέροις καὶ νεωτέροις. τὸ δὲ σύμπαν τῆς διανοίας τοιοῦτόν ἐστι· τὸ μὲν ἀποθανεῖν καὶ τοῖς νεωτέροις καὶ τοῖς πρεσβυτέροις ἐμπίπτει· ἐκείνων δὲ ἡ τιμὴ καὶ ἡ δόξα αὔξεται, ὧν ἂν ἡ Μοῦσα αὐξήσῃ τὸν ἐγκωμιαστικὸν λόγον. βούλεται δὲ εἰπεῖν, ὅτι ἀθάνατος ἡ μνήμη τῶν ἐγκωμιαζομένων. τιμὰ δὲ γίνετα ι , ὧν θεὸς ἁβρὸν αὔξει λόγο ν : ἁβρὸν λόγον τὰ ἐγκώμιά φησι, θεὸν δὲ τὴν Μοῦσαν. |
| N 7 46b | ὁ δὲ νοῦς· τούτων δὲ τιμὴ γίνεται τεθνηκότων, ὧν ἂν θεὸς αὔξῃ λόγον, τουτέστιν ὁ ποιητὴς ἐμπνευσθεὶς ὑπὸ τῶν θεῶν. τινὲς δὲ τὸ τεθνακότων πρὸς τὸ ἑξῆς. τεθνακότων βοαθόω ν : πρὸς τὸ ἓν ἀκουστέον ἄχρι τοῦ ἐπεὶ πράθε, καὶ γραπτέον ἐν τῷ ε ἔμολεν, ὡς Δίδυμος, 〈ὃσ〉 καὶ ὑφ’ ἓν ἀπὸ τοῦ τεθνακότων ἕως τοῦ πράθεν ἀναγινώσκει. |
| N 7 47 [5] | τὸ δὲ ὅλον τοιοῦτον· ἔμολε παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου χθονὸς Νεοπτόλεμος, Πριάμου πόλιν ἐπεὶ πράθε· τεθνηκότων δὴ τῶν βοηθῶν ἐν Πυθίοις δαπέδοις κεῖται. ποίων δὲ βοηθῶν; τῶν περὶ τὸν Εὐρύπυλον, οὓς αὐτὸς ὁ Νεοπτόλεμος ἀνελὼν ἐπόρθησε τὴν Ἴλιον. οὕτω γὰρ ἴδιος ὁ πόνος ἔσται τοῦ ἥρωος. δοκεῖ δὲ ὁ Νεοπτόλεμος ἐν Δελφοῖς ἀνῃρῆσθαι καὶ τεθεῖσθαι ἐν τῷ ναῷ. ἐὰν δὲ ἐπὶ τῶν περὶ τὸν Ἕκτορα, καθὼς Ἀρίσταρχός φησιν, ἀναδράμωμεν. πρῶτον μὲν μακρόθεν ἔσται τὴν πόρθησιν συνάπτων, δεύτερον δὲ ἐπὶ τὴν κοινότητα μεταβησόμεθα, δι’ ἧς τὸ ἐγκώμιον οὐκ ἔσται. εἰ δὲ γράφεται ἔμολον, τῷ πληθυντικῷ ἀντὶ τοῦ ἑνικοῦ χρᾶται, ὥστε ὅμοιον εἶναι τῷ· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἵκοντο δὲ εἰς Ἔφυραν, ἀντὶ τοῦ ἵκετο. εἰς δὲ τὸ προκείμενον τείνων παρέθηκε τὴν τοῦ Νεοπτολέμου ἀπώλειαν, ὅτι ἀδοκήτως αὐτῷ συνέβη. τᾷ καὶ Δαναοὶ πόνησα ν : ὑπὲρ ἧς, φησί, καὶ οἱ Ἕλληνες ἐταλαιπώρησαν, ἢ ἐφ’ ᾗ, ἢ ἐν ᾗ· ἢ ταύτῃ καὶ οἱ Δαναοὶ πόνησαν, ᾗ καὶ ὁ Νεοπτόλεμος· παρόσον ἀπονοστοῦντες οἴκαδε χειμῶσιν ἐχρήσαντο καὶ ὁ Νεοπτόλεμος καὶ οἱ Ἕλληνες. |
| N 7 53 [15] | Ἔφυραν δὲ εἶπε νῦν τὴν ἐν Ἠπείρῳ, ἣν Κιχυρόν φησι μετωνομάσθαι ἀπὸ Κιχύρου τοῦ Μέρμου. τέσσαρας δὲ ἀναγράφει τὰς Ἐφύρας· πρώτην μὲν τὴν αὖθις Κόρινθον ὀνομασθεῖσαν· Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη. ἑτέραν δὲ τὴν περὶ Θεσσαλίαν· Ὅμηρος (α 259)· ἐξ Ἐφύρης ἀνιόντα παρ’ Ἴλου Μερμερίδαο. τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱππίας μνημονεύει (FHG II 61 M., I 158 J.). τετάρτην τὴν ἐν Θεσπρωτοῖς. συνήθως δὲ ὁ Πίνδαρος τῷ τῆς λέξεως κέχρηται σχήματι, συντάξας τῷ ἑνικῷ πληθυντικόν· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἑνικόν· ἵκοντο δὲ οὐκ ἐπήνεγκεν ἑνικὸν, ἀλλὰ πληθυντικὸν ἑνικῷ. Μολοσσίᾳ δ ’ ἐν βασίλευεν ὀλίγον χρόνο ν : ἀνάγει τοὺς χρόνους· ὕστερον γὰρ ἀπὸ Μολοσσοῦ τοῦ Νεοπτολέμου καὶ Ἀνδρομάχης τοὔνομα ἔλαβεν ἡ Μολοσσία. |
| N 7 56a [5] | παρεκβαίνει δὲ εἰς τὰ περὶ Νεοπτολέμου, ὡς μὲν Ἀρίσταρχος, ὅτι 〈ὁ〉 νικήσας καὶ χαρισάμενος τὴν ἀνάρρησιν τῷ Σωγένει Νεοπτόλεμος ἦν τοὔνομα, Ἠπειρώτης τὸ γένος, ὅπερ οὐχ οὕτω φησὶν ἔχειν ὁ Δίδυμος· ὡς δὲ Ἀριστόδημος, ὅτι ἀλείπτῃ ἐκέχρητο τῷ Νεοπτολέμῳ. διὸ εἰς ἔπαινον τοῦ ὀνόματος τῇ ἡρωϊκῇ κέχρηται παρεκβάσει. ὁ δὲ νοῦς· τὸ γένος τοῦ Νεοπτολέμου τὸ τῆς βασιλείας γέρας ἔσχεν ἀεί. |
| N 7 56b [5] | δοκοῦσι γὰρ οἱ ἀπὸ Νεοπτολέμου βεβασιλευκέναι ἐπὶ πλεῖον. ᾤχετο δὲ πρὸς θεό ν : διάφοροι αἰτίαι, δι’ ἃς ἦλθεν εἰς Δελφοὺς Νεοπτόλεμος· καὶ οἱ μέν φασιν ὅτι παίδων αὐτῷ οὐ γινομένων ἐξ Ἑρμιόνης ἦλθε παρὰ τοῦ θεοῦ πευσόμενος ὡς παιδοποιήσεται· οἱ δὲ ὅτι ἐπιτιθέμενος τοῖς Πελοποννήσου πράγμασι διαρπάσαι πρῶτον ἐπέβαλε τὸ ἐν Δελφοῖς ἱερὸν ἤτοι χρηστήριον· ἄλλοι δὲ ὅτι δίκας αἰτήσων τοῦ πατρὸς τὸν θεόν· ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐπὶ Σκαιῇσι πύλῃσιν (Χ 359). |
| N 7 58 [10] | οὐκ ἔοικε δὲ συγκατατίθεσθαι ὁ Πίνδαρος ταύταις ταῖς αἰτίαις, ἀλλ’ ὅτι τιμήσων ἦλθε τὸν θεόν. ἔλασεν ἀντιτυχόν τ ’ ἀνὴρ μαχαίρ ᾳ : φασὶ τοῦ Νεοπτολέμου θύοντος τοὺς Δελφοὺς ἁρπάζειν τὰ θύματα, ὡς ἔθος αὐτοῖς· τὸν δὲ Νεοπτόλεμον δυσανασχέτως ἔχοντα διακωλύειν· αὐτοὺς δὲ διαχρήσασθαι αὐτὸν ξίφη ἔχοντας. |
| N 7 62b [5] | ἄλλως. Ἀσκληπιάδης διὰ τῶν Τραγῳδουμένων (FHG III 303 M., I 171 J.) φησὶν οὕτως· περὶ μὲν οὖν τοῦ θανάτου σχεδὸν ἅπαντες οἱ ποιηταὶ συμφωνοῦσι, τελευτῆσαι μὲν αὐτὸν ὑπὸ Μαχαιρέως, ταφῆναι δὲ τὸ μὲν πρῶτον ὑπὸ τὸν οὐδὸν τοῦ νεώ, μετὰ δὲ ταῦτα Μενέλαον ἐλθόντα ἀνελεῖν, καὶ τὸν τάφον ποιῆσαι ἐν τῷ τεμένει. τὸν δὲ Μαχαιρέα φησὶν υἱὸν εἶναι Δαίτα. τρεῖς δὲ αἰτίας ὑπὲρ τοῦ θανάτου τοῦ Νεοπτολέμου πορίζεται· πρῶτον μὲν, ὅτι τὸ πεπρωμένον αὐτῷ ἀπέδωκε· δεύτερον δὲ, ὅτι πρέπον ἦν 〈ἕνα〉 τῶν Αἰακιδῶν καὶ ὀφειλόμενον σύνοικον εἶναι τῷ Ἀπόλλωνι· ἐτάφη γὰρ ὑπὸ τὸν οὐδὸν τοῦ ἱεροῦ· ἡ δὲ τρίτη, ὅτι ἐπισκοπεῖ τὰς τελουμένας θυσίας τοῖς ἥρωσι. |
| N 7 62c | λέγεται γὰρ, ὅτι μετὰ τὸ θῦσαι ἐναγισμοὺς ἐπέσπενδον. ἡρωΐαις δὲ πομπαῖ ς : γίνεται ἐν Δελφοῖς ἥρωσι ξένια, ἐν οἷς δοκεῖ ὁ θεὸς ἐπὶ ξένια καλεῖν τοὺς ἥρωας. |
| N 7 68a [5] | εἶναι οὖν μόρσιμον ἐν ταῖς πομπαῖς ταῖς ἡρωΐαις καὶ ταῖς πανηγύρεσιν, ἐν αἷς ἐκήρυσσον τοὺς ἥρωας, θυσίαις ταῖς πολυθύτοις ἐπισκοπεῖν μετὰ Θέμιδος καὶ τὰ νομίμως γινόμενα αὐτοῖς ξένια ἐφορῶντα. ὁ δὲ νοῦς· ταῖς δὲ ἡρωϊκαῖς πομπαῖς καὶ πανηγύρεσι ταῖς πολυθύτοις οἰκεῖν προσῆκον τὸν Νεοπτόλεμον ὄντα δίκαιον ἔφορον. |
| N 7 70 [5] | εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσε ι : Ἀρίσταρχος οὕτως· ἐπεὶ μέμψις τοῖς Αἰγινήταις πρὸς τὸν ποιητὴν ἦν χάριν τοῦ Νεοπτολέμου, εἰς τὴν ἀπολογίαν τὴν περὶ Νεοπτόλεμον δικαίως διαρκέσει τρία ἔπεα, φησίν· ὅτι μόρσιμον ἦν αὐτῷ οὕτω τελευτῆσαι, καὶ ὅτι πεπρωμένον ἦν ἕνα τῶν Αἰακιδῶν ἀποθανόντα τεθῆναι ἐν τῷ ναῷ, τρίτον ὅτι ταῖς ἡρωΐαις πομπαῖς ἕνα τῶν Αἰακιδῶν θεμίσκοπον εἶναι. τρεῖς οὖν φησι λόγους ἱκανοὺς εἶναι εἰς τὴν εὐώνυμον δίκην· οἷον ἱκανὰς εἶναι τρεῖς αἰτίας, ἃς ἐξαριθμεῖται, τοῦ δικαίως αὐτῷ συμβεβηκέναι τὸν θάνατον. ἔνιοι δὲ οὕτως ἀπολογοῦνται περὶ τῆς τοῦ Νεοπτολέμου τελευτῆς, τρία φέροντες ταῦτα, ὅτι τὸ ὑπὲρ τῶν κρεῶν εἰπεῖν ἀνῃρῆσθαι, καὶ ὅτι οἱ Δελφοὶ ἐβαρύνθησαν ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ, καὶ ὅτι πεπρωμένον ἦν αὐτὸν ἀναιρεθῆναι. ὁ δὲ Ἀριστόδημος ἔπεα τρία τὰς τριάδας ἀκούει· τὴν γὰρ ἀρχὴν ἔπος προσηγόρευον τὴν στροφὴν καὶ τὴν ἀντιστροφὴν καὶ τὴν ἐπῳδόν· τρεῖς δὲ λοιπὸν ὑπεῖναι τῷ ἐπινίκῳ τριάδας. Αἴγιν α , τεῶν Διός τ ’ ἐκγόνω ν : ὦ Αἴγινα, τῶν τε σῶν καὶ τοῦ Διὸς ἐκγόνων, τῶν Αἰακιδῶν δὲ λέγει, τὸ ταῖς λαμπραῖς ἀρεταῖς, αἷς οἴκοθεν ἔχετε, ὁδὸν κυρίαν λόγων, ἀντάξιον, κυρίως ἔχουσαν, εἰπεῖν ἀδύνατόν μοι καὶ τολμηρὸν τυγχάνει. |
| N 7 73 | τοῦτο δέ φησιν ὡς οὐ δυνησόμενος θρασέως τὴν τῶν Αἰακιδῶν ἀρετὴν διεξιέναι· πολλοῖς γὰρ ἀνήνυτόν φησι τοῦτο. ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργ ῳ : βούλεται ἤδη λῆξαι τῆς περὶ Νεοπτόλεμον παρεκβάσεως. |
| N 7 76 [5] | ἀναπαύσομαι ἤδη λέγων περὶ αὐτοῦ, ἐπεὶ κόρος ἔπεστι πᾶσι. κόρον γὰρ ἔχει καὶ τὸ μέλι, φησί, καὶ τὰ Ἀφροδίσια. παρὰ τὸ Ὁμηρικόν (Ν 636)· πάντων μὲν κόρος ἐστί. φυᾷ δ ’ ἕκαστος διαφέρομε ν : διαφέρομεν, φησίν, ἄλλοι ἄλλων τῇ φύσει· οὐ πρὸς πάντα πάντες εὐφυεῖς ἐσμεν, ἀλλ’ ἄλλοι περὶ ἄλλα· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις (ξ 228)· τὸ δὲ τυχεῖν πάντων τῶν ἀγαθῶν ἕνα καὶ παραμεῖναι αὐτῷ μέχρι τέλους ἀδύνατον. |
| N 7 85 | Θεαρίω ν , τὶν δ ’ ἐοικότ α : σοὶ δέ, φησίν, ὦ Θεαρίων, ἡ τύχη καιρὸν εὐδαιμονίας ἁρμόδιον δωρεῖται, ὅτι γεγηρακότι ἀνακουφίζεταί σοι τὸ γῆρας ταῖς τοῦ παιδὸς εὐδοξίαις. τόλμαν τε καλῶν ἀραμέν ῳ : ὅλως ἀποδέχεται ὁ Πίνδαρος τὴν μετὰ συνέσεως τόλμαν τόλμα τέ μιν ζαμενὴς καὶ σύνεσις πρόσκοπος ἐσάωσεν (fr. |
| N 7 87 [5] | 231)· ἡ μὲν σύνεσις προεπισκοποῦσα, πῶς ἐκβήσεται, ἡ δὲ τόλμα ἐγχείρησις οὖσα. θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων (η 51). 97 a ξεῖνός εἰμι σκοτεινὸν ἀπέχων ψόγο ν : ξένος εἰμί, φησί, τῶν Αἰγινητῶν, τὸν ἐπισκοτοῦντα ψόγον ἀπέχων. |
| N 7 89b [15] | οὐδείς με ψέγει, ὅτι ἐπαινῶ τοὺς Αἰγινήτας· οὐ γὰρ πολίτας ὄντας ἐμαυτοῦ διὰ τοῦτο ἐπαινῶ· προσχαρίζεσθαι γὰρ ἂν ἐδόκουν διὰ τὴν οἰκειότητα ἐγκωμιάζων· ὁ γὰρ ἐξ οἴκου ποτὶ μῶμον ἔπαινος κίρναται (fr. Pind. 181)· νῦν δὲ οὐκ ὢν ἐξ οἴκου ἐπαινῶ αὐτούς· διὸ οὐ φθονηθήσομαι. Δίδυμος δὲ, οὐδένα ψέξω, φησί, καὶ ὅτι τοῦτο οὐκ ἀλλότριον τοῦ Πινδάρου, ἄλλα γὰρ πολλὰ αὐτῷ τοιαῦτα εἴρηται. τοῦτο δὲ λέγει, παρὸ εἰώθασιν οἱ πολῖται ἀεὶ φθονεῖν τοῖς κατά τι προέχουσι· διὰ τοῦτό φησιν ὁ Πίνδαρος ξένος εἶναι καὶ τὸν σκοτεινὸν ψόγον ἄποθεν ἔχειν· καὶ οὐδένα, φησί, ψέξω, μᾶλλον δὲ τὸ κλέος τὸ ἀληθὲς ὥσπερ ὕδατος ῥοὰς εἰς τὸν φίλον ἄγων ἄνδρα αἰνέσω, ὡς ὕδωρ ὀχετηγός. ὡς γὰρ ἐκεῖνος ἀμφυτὰ ἄγων τὸ ὕδωρ ἐπὶ τὰ δένδρα τρέφει αὐτὰ, οὕτω κἀγὼ τὰς τοῦ ὕμνου ῥοὰς ἐπὶ σὲ, τὸν φίλον ἄνδρα, ἐπαινέσω σου καὶ αὐξήσω τὸ κλέος. ὁ δὲ νοῦς· ξένος ὢν λέγω τἀληθῆ, τοῦ φθόνου ἐκτὸς ὢν τοῦ πολιτικοῦ. |
| N 7 89c [5] | ἔμφυτον γὰρ τοῖς πολίταις τὸ ἀλλήλοις διαφθονεῖν· καὶ ὥσπερ τὰ ὕδατα ὀχετηγὸς ἀψαύστως, οὕτω καὶ ἐγὼ διαπορθμεύσω τοῦ ἀνδρὸς τὴν ἀρετὴν τοῖς ὕμνοις καὶ τὴν περὶ τοὺς ἀγῶνας αὐτοῦ εὐδοξίαν ἀψευδῶς καὶ ἀληθῶς ἐπαινέσω· πρόσφορος γάρ ἐστι τοῖς ἀγαθοῖς καὶ ἀνδρείοις ὁ μετὰ τοῦ ἀληθοῦς ὕμνος. ἐὼν δ ’ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ ’ ἀνή ρ : Ἀχαιὸν ἄνδρα τὸν Ἠπειρώτην· ἢ αὐτὸν τὸν Νεοπτόλεμον ἢ ἕνα τῶν Ἠπειρωτῶν. |
| N 7 94a [15] | Ἀχαιὸς γὰρ οὐ καθάπαξ ὁ Ἠπειρώτης, ἀλλὰ Μυρμιδών· Ἀχαιοὶ γὰρ οἱ ἀπὸ τῆς Θεσσαλίας ταχθέντες ὑπὸ Νεοπτολέμῳ ἀπεπλάγχθησαν εἰς τὴν Μολοσσίαν καὶ κατῴκησαν εἰς τὴν Ἤπειρον. οὐ μέμψοιτο ἂν οὖν με Ἀχαιὸς ἀνὴρ ἐπὶ τῷ δοκεῖν μικρολόγον παρεστακέναι τὸν Νεοπτόλεμον, ὅτι εἶπον αὐτὸν περὶ κρεῶν μεμαχῆσθαι καὶ διὰ τοῦτο ἀπολωλέναι. καθόλου γὰρ ἀπολογεῖσθαι βούλεται περὶ τοῦ Νεοπτολέμου θανάτου πρὸς τοὺς Αἰγινήτας. ἐκεῖνοι γὰρ ᾐτιῶντο τὸν Πίνδαρον, ὅτι γράφων Δελφοῖς τὸν Παιᾶνα ἔφη (Paean VI 117)· ἀμφιπόλοισι μαρνάμενον μοιριᾶν περὶ τιμᾶν ἀπολωλέναι. ἀπολογούμενος γάρ τι ἀντεισήγαγε τοῦτο ὁ Πίνδαρος, ὅτι οὐκ ἔφησε περὶ χρημάτων γεγονέναι τῷ Νεοπτολέμῳ τὴν μάχην, ἀλλὰ περὶ τῶν νομιζομένων τιμῶν τοῖς Δελφοῖς. ὃ οὖν λέγει, τοιοῦτόν ἐστι· παρὼν δέ τις ἐνταῦθα Δωδωναῖος οὐ μέμψεταί μοι ὡς ἐνυβρίσαντι τῷ Νεοπτολέμῳ. ἢ οὕτως· ἐγγύς μου γενόμενος καὶ ἀκούσας αὐτὸς ὁ Νεοπτόλεμος, ὧν εἶπον, ἢ ἕτερος Ἠπειρώτης, οὐκ ἂν μέμψοιτο. |
| N 7 95a [5] | Ἰονίας ὑπὲρ ἁλὸς οἰκέω ν : δοκεῖ ὁ Νεοπτόλεμος τὴν τοῦ πατρὸς ἀρχὴν διαδέξασθαι τῶν Μυρμιδόνων καὶ ἡγήσασθαι ἐν Τροίᾳ. οὗτοι δὲ καὶ Ἀχαιοὶ ἐκαλοῦντο, καθά φησι καὶ Ὅμηρος (Β 684)· Μυρμιδόνες δ’ ἐκαλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. οὗτοι δὲ κατὰ τὸν Ἰόνιον πόντον ᾤκησαν, καθὰ καὶ αὐτὸς ὁ Πίνδαρος σημαίνει λέγων (N. IV 51)· Νεοπτόλεμος δ’ Ἀπείρῳ διαπρυσίᾳ, βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται, Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον. τὸ δὲ προξενίᾳ ἀμφίβολον πότερόν φησιν ὁ Πίνδαρος, μὴ μεμφθῆναι ἂν ὑπὸ τῶν Αἰακιδῶν· πρόξενον γὰρ ὄντα μὴ ἄν ποτε κατὰ Νεοπτολέμου εἰπεῖν· καὶ ὅτι πρόξενος ὢν αὐτοῖς ἐπ’ οὐδενὶ μεμφθήσομαι· θαρρῶ γὰρ αὐτοῖς· οἷον οὐδείς με μέμψεται· ἢ πέποιθα τῇ προξενίᾳ τῇ πρὸς τοὺς Ἠπειρώτας· ἢ πιστεύω καὶ τῇ συγγενείᾳ ᾗ ἔχομεν Θηβαῖοι πρὸς τοὺς Αἰγινήτας. |
| N 7 95b | διὸ οὐ μέμψονταί μοι οὐδὲ οὗτοι. 97b ἐν τοῖς ἰδίοις δημόταις καταφανής εἰμι ὡς ἂν οὐδενὶ ἐνεχόμενος ἀτόπῳ πράγματι. |
| N 7 97a | 89 ὄμματι δέρκομαι λαμπρό ν : καὶ ἐν τοῖς ἰδίοις μου πολίταις ὁρῶ οὐχ ὑπέρλαμπρον καὶ ὑπεροπτικόν, ἀλλὰ μέτριός τις καὶ χρηστὸς τυγχάνω. |
| N 7 97b [5] | ἡ δὲ ὑπέρ συναπτέα τοῦ βάλλων, ἵν’ ᾖ οὐχ ὑπέρλαμπρον βάλλων. ἢ οὕτως· οὐδὲ μὴν ἄλλως, φησίν, ἐν τοῖς πολίταις ὑπεροπτικός εἰμι καὶ ὑπέρογκος, οὐ προσβλέπων τοὺς πολίτας ὄμματι λαμπρῷ καὶ ὑπερηφάνῳ, ἀλλὰ προσμειδιῶντι καὶ προσηνεῖ, ὥστε καὶ διὰ τοῦτο ἄμεμπτος εἶναι. |
| N 7 98a | βίαια πάντα ἐκ ποδὸς ἐρύσαι ς : διάγω, φησί, κατὰ τὰς Θήβας μετριάζων, τὰ βλάσφημα καὶ ὑπεροπτικὰ ἐκποδὼν ἀφελκύσας, ἤτοι μακράν μου χωρίσας. ἢ οὕτως· οὕτω, φησί, ζῶ, τὰ βιαστικὰ πάντα ἐκ ποδός μου ἄρας· τουτέστιν οὐδένα βιαζόμενος ζῶ. |
| N 7 99a | ὁ δὲ λοιπὸς εὔφρων ποτὶ χρόνος ἕρπο ι : ὁ δὲ λοιπὸς χρόνος ἕρποι καὶ βαίνοι πρᾷος ὢν καὶ εὔφρων. ὁ δὲ νοῦς ὅλος· εἴθε μοι τὸ ὅλον τοῦ βίου οὕτω μετ’ εὐφροσύνης συμπερανθείη. |
| N 7 99b | τὸ δὲ ποτὶ ἕρποι ἀντὶ τοῦ προσέρποι. μαθὼν δέ τις ἂν ἐρε ῖ : τίς; σοφὸς μαθών. |
| N 7 100a | ἔτι γὰρ καὶ ταῦτα προσαπολογεῖται περὶ τοῦ Νεοπτολέμου. τὸ δὲ ἄν ὑπερβιβαστέον πρὸς τὸν δέ σύνδεσμον. ἵν’ ᾖ· μαθὼν δέ τις, εἰ παρὰ τὸ προσῆκον λέγω, ἀντὶ τοῦ εἰ ψεύδομαι. ὁ δὲ νοῦς· γνώριμος δέ τις καὶ πολίτης εἴποι ἄν τις, εἰ λοξὰ καὶ οὐκ ἀληθῆ λέγω περὶ ἐμαυτοῦ· ἀντὶ τοῦ μαρτυρήσει μοι ἀληθεύοντι. |
| N 7 103a [5] | Εὐξενίδα πάτραθε Σώγενε ς : πρὸς αὐτὸν τὸν Σωγένη ἀπέστρεψε τὸν λόγον. Εὐξενίδην δὲ εἶπεν ὡς ἀπό τινος Εὐξένου τῆς ὅλης φατρίας ἀφηγουμένου, ὡς Σκοπάδας καὶ Ἀλευάδας εἴωθε καλεῖν τοὺς Θεσσαλούς, καὶ Ἐμμενίδας τοὺς ἐπὶ Σικελίας. ἢ εὐξενίδας ἀντὶ τοῦ εὐξένους. πανταχοῦ δὲ τοὺς Αἰγινήτας φιλοξένους προσαγορεύει, καὶ νῦν εὐξενίδα ἀντὶ τοῦ εὔξενε. ἄλλως. |
| N 7 103b [5] | φατρία ἐν Αἰγίνῃ ἀπὸ Εὐξένου, ἧς ἐστιν ὁ Σωγένης. ὁ δὲ λόγος· ὦ Σώγενες, ἀπομνύω τῇ Εὐξενίδα πάτρᾳ, μὴ τέρμα προβὰς θοὰν ὄρσαι γλῶσσαν, ὡς ἄκοντα χαλκοπάρῃον. τοῦτο δὲ ἀπὸ τῶν πεντάθλων μετενήνοχε τῶν τὸ ἀκόντιον παρὰ τὸ ὡρισμένον τέρμα βαλλόντων καὶ διὰ τοῦτο ἐξάθλων γινομένων. ἐγώ, φησί, καθίημι τοῦ σκοποῦ· ἡ γλῶσσά μου ἐπὶ τὸν σκοπὸν ἐνήνεκται, οὐχ ὑπερπέπτωκε τὸ τέρμα, ὡς ἀκόντιον. |
| N 7 103c | τοῦτο δὲ εἶπεν, ἐπειδὴ πένταθλός ἐστιν ὁ Σωγένης. ὁ δὲ νοῦς· ὄμνυμι τῇ φατρίᾳ τῶν Εὐξενιδῶν, περὶ σοῦ λέγων μὴ ὥσπερ ἀκοντισταὶ, οἳ δι’ ἀπληστίαν ἰσχύος ὑπερβάλλουσι τὸ τέρμα καὶ τὸ ὡρισμένον, καθ’ οὗ δεῖ πέμψαι, οὕτω κἀγὼ τὴν ἀλήθειαν. |
| N 7 106a [5] | ὃς ἐξέπεμψε παλαισμάτων αὐχέν α : ἀπὸ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ αὐτοῦ μετέστη· ὅστις ὁ Σωγένης τῶν τοῦ πεντάθλου ἀγωνισμάτων ἐξέπεμψεν ἑαυτοῦ τὸ γυῖον ἄνευ ἱδρῶτος πρὶν ἐπιπεσεῖν τὴν τοῦ ἡλίου ἀκτῖνα. ἐκ δὲ τούτου τὸ τῆς ἀθλήσεως ἐράσμιον καὶ ταχὺ χαρακτηρίζει. ἔνιοι δὲ ὅτι νικήσας φασὶ τὸ ἀκόντιον ἐστέφθη, οὐκέτι μέντοι ἐπάλαισε, παραιτησαμένων αὐτὸν τῶν ἄλλων. |
| N 7 106b [5] | ἐπεὶ δὲ οἱ παλαίοντες χρονοτριβοῦσι καὶ διὰ τὸν πλείονα χρόνον ἐν τῷ ἡλίῳ μένουσι, διὰ τοῦτό φησι· πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν, τουτέστι πρὸ τοῦ ἐκλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ ἡλίου διὰ τὴν πάλην, ἀντὶ τοῦ εἰπεῖν· πρὶν παλαῖσαί σε. 109 ὁ ἄκων, φησίν, αἴτιος γενόμενος τῆς παντελοῦς νίκης οὐκ ἐποίησε χρείαν σε ἔχειν τοῦ διὰ πάλης περιγενέσθαι τῶν ἀνταγωνιστῶν, ἀλλά σου ἄβρεκτον τὸν αὐχένα ἐξέπεμψε τοῦ ἀγῶνος. |
| N 7 106c | 110 εἰ πόνος ἦν τὸ τερπνό ν : εἰ καὶ κάματος ἦν, φησίν, ἐν τῷ ἀγωνίζεσθαι, ἀλλὰ μείζων ἡ ἐκ τῆς νίκης ἡδονή. |
| N 7 109 | 106 c ἔα με νικῶντί γε χάρι ν : τὸ ὑπερβατὸν οὕτως· ἔα με, εἴ τί περ ἂν ἀερθεὶς ἀνέκραγον, νικῶντί γε χάριν φέρειν. |
| N 7 112 | οὐ γὰρ τραχύς εἰμι καταθέμε ν : οὐ γάρ εἰμι ἀηδής, φησί, καὶ ἀπηνὴς τοῖς νικῶσι τὰ ἐγκώμια θέσθαι. εἴρειν στεφάνους ἐλαφρό ν : πρὸς αὑτὸν διαλέγεται. |
| N 7 113 | ὁ δὲ νοῦς· ἐπὶ τούτοις τοῖς κατορθώμασιν ἐλαφρῶς συντιθέναι καὶ πλέκειν στεφάνους παραιτοῦ, ἀντὶ τοῦ μέγα τι καὶ ἀξιοπρεπὲς ἐφάρμοζε τῇ νίκῃ ἐγκώμιον. ἀναβάλλε ο · Μοῖσά τοι κολλᾷ χρυσό ν : ἤτοι ἡ Μοῦσα ἡ ἐγκωμιαστικὴ ποικίλως κοσμεῖ τοὺς ἐπαινουμένους. |
| N 7 114b | οἷον ἡ Μοῦσα πᾶσι χρῆται τοῖς εἰς κόσμον τῶν ἐγκωμιαζομένων. ἄλλως. |
| N 7 114c | λέγειν τι ἐλαφρὸν περὶ τῶν ἱερῶν στεφάνων ἀναβάλλου, οἷον μὴ λέγε κοῦφα περὶ τῶν νικώντων, ἀλλὰ τοὐναντίον μεγάλα λέγων αὔξανε αὐτούς. ἀντὶ τοῦ ἀνακρούου καὶ ἄρχου τι λέγειν ἐλαφρῶς περὶ τῶν στεφάνων· εἰ μείζονα εἴρηκας αὐξητικὸς ὢν, νῦν ἐλαφρῶς ἄρχου τι λέγειν περὶ αὐτῶν. |
| N 7 116 [10] | καὶ λείριον ἄνθεμο ν : τινές φασιν εἶναι κουράλιον, εἰρῆσθαι δὲ αὐτὸ ποντίαν ἔερσαν διὰ τὸ δοκεῖν, ἕως μέν ἐστι κατὰ βάθους, ἁπαλὸν εἶναι καὶ φυτῷ ὅμοιον· ὅταν δὲ ἀνασπασθῇ καὶ γένηται ἔξω τοῦ ὕδατος, ἀπολιθοῦσθαι τοῦ ἡλίου καταλάμψαντος αὐτῷ. οἱ δὲ ποντίαν δρόσον τὴν πορφύραν φασὶ διὰ τὴν τοῦ κογχυλίου βαφὴν, λείριον δὲ ἄνθος τὸ ἔριον. ἀναφέρει δὲ ταῦτα ἐπὶ τὴν τῶν ὑφαινομένων ποικιλίαν ταύτην, ἐπεὶ τὸ ποίημα ὑφάσματι παρέοικεν, ὡς καὶ αὐτὸς ἐν ἄλλοις (fr. 179)· ὑφαίνω δ’ Ἀμυθαονίδαις ποικίλον ἄνδημα. Διὸς δὲ μεμναμένο ς : τοῦ Διὸς εἰς ὑπόμνησιν ἐλθὼν πολυθρύλλητον λόγον ἐκ τῶν ὕμνων ἀνακίνει εὐμούσως καὶ τεταγμένως περί τε τὴν Νεμέαν καὶ τὸν Δία. |
| N 7 118 | τοῦτο δὲ λέγει, ἐπεὶ Νεμεονίκης ὁ Σωγένης. βασιλῆα δὲ θεῶ ν : τὸν δὲ τῶν θεῶν βασιλέα Δία κατὰ τοῦτο τὸ ἔδαφος ὑμνεῖν προσήκει· ἤτοι τὸ τῆς Νεμέας· ἀνάκειται γὰρ ὁ Νεμεαῖος ἀγὼν τῷ Διΐ· ἢ κατὰ τὸ τῆς Αἰγίνης, ὃ καὶ μᾶλλον διὰ τὰ ἐπιφερόμενα. |
| N 7 120 [5] | διατί δὲ πρέπει τὸν Δία ἐν τῇ Αἰγίνῃ ὑμνεῖν, αὐτὸς ἐποίσει. λέγοντι γὰρ Αἰακό ν : τουτέστι, διὰ τὸ τὸν Δία πατέρα εἶναι Αἰακοῦ, ὅς ἐστι πολίαρχος ἡμῶν. |
| N 7 123a [5] | Διὸς γὰρ καὶ Αἰγίνης Αἰακός. ἰδίως δὲ ἐπὶ ταύτης φαίνεται τῆς ᾠδῆς ἀνεστραμμένος ὁ Πίνδαρος· ὁτὲ μὲν γὰρ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου διαλέγεται πρὸς τοὺς μεμφομένους περὶ τοῦ Νεοπτολέμου, ὁτὲ δὲ παράγει τὸν χορὸν τῶν Αἰγινητῶν διαλεγόμενον· ἐμᾷ μὲν πολίαρχον· οὐ γὰρ Αἰγινήτης ὁ Πίνδαρος. φασὶ δὲ τὸν Δία ὑπὸ ταῖς γοναῖς τῆς Αἰγίνης πεφυτευκέναι τὸν Αἰακόν. |
| N 7 123c [5] | ὁ δὲ νοῦς· ἔφυσε δὲ ὁ Ζεὺς τὸν Αἰακὸν, ὦ Ἡράκλεις, τῇ μὲν ἐμῇ πόλει βοηθόν, σοὶ δὲ πρόθυμον ἀδελφόν. μνημονεύει δὲ τοῦ Ἡρακλέους, ἐπειδὴ ὁ τοῦ νικηφόρου οἶκος ἑκατέρωθεν Ἡρακλείοις περιέχεται τεμένεσιν· ἀπέστρεψε δὲ τὸν λόγον πρὸς τὸν Ἡρακλέα, ὡς τοῦ Αἰακοῦ ὑποδεδεγμένου καὶ ἐξενικότος. προπρεῶνα δὲ ἀντὶ τοῦ πρόθυμον. φησὶ δὲ καὶ ὅτι ἀδελφὸς Ἡρακλέους ὁ Αἰακός. εἰ δὲ γεύεται ἀνδρὸς ἀνή ρ : εἰ θιγγάνει, φησί, τῇ ψυχῇ καὶ ἐπιδέεται ἀνδρὸς ἀνὴρ εἰς τὰς βιωτικὰς χρείας, τί ἂν φαῖμεν χρῆμα τούτου μεῖζον εἶναι, ἢ τοὺς φιλοῦντας εὐθὺς καὶ γειτνιᾶν; ὁ γὰρ γείτων τάχιον χρείας ἐπειγούσης ἀπαντᾷ. |
| N 7 127a [5] | Ἡσίοδος (op. 345)· γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί. ἢ οὕτως· ἐπεὶ δεῖται ἄνθρωπος ἀνθρώπου εἰς βίον, τί ἂν εἴη τούτου μεῖζον τοῦ εὑρεῖν γείτονας ἀλλήλους φιλοῦντας; Ἀρίσταρχος οὕτως· ἐπεὶ δὲ κατὰ τὰς συνουσίας καὶ γειτνιάσεις ἕτερος ἄνθρωπος ἀφ’ ἑτέρου γεύεταί τι καὶ ἀπολαύει ἀφομοιούμενος, ὥσπερ ἡ παροιμία ἔχει· χωλῷ παροικεῖς, κἂν ἑνὶ σκάζειν μάθοις· εἴποιμεν ἂν τὸν ὠφεληθέντα γείτονα ἀπὸ γείτονος ἀξιόχρεων εἶναι χάρμα. |
| N 7 127c | παρὸ καὶ Ἡσίοδος (op. 346)· πῆμα κακὸς γείτων, ὅσσον τ’ ἀγαθὸς μέγ’ ὄνειαρ· ὁ δὲ λόγος κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν. |
| N 7 127d | εἰ δὲ κατὰ τὰς γειτνιάσεις γεύεται καὶ ἀπολαύει γείτονος γείτων δεξιοῦ τε καὶ προθύμου, τί ἂν εἴποιμεν τῷ φιληθέντι τὸν φιλήσαντα; εἶτα ὡς κατὰ ἀπόκρισιν, γείτονα πάντων χρημάτων ἐπάξιον. εἰ δ ’ αὐτὸ καὶ θεὸς ἂν ἔχο ι · εἰ δὲ τοῦτο οὕτως ἔχει, ὅτι οἱ φιλοῦντες γείτονες μεγάλως ἀλλήλους ὠφελοῦσι, καὶ περὶ θεὸν τοῦτ’ ἂν εἴη, καὶ θεὸς τοῦτ’ ἂν ἔχοι ἀγαθὸν γειτνιῶν ἀνθρώπῳ φιλοῦντι, ὥστε πολλὰ αὐτῷ συμβάλλεσθαι. |
| N 7 131a [5] | τοῦτο δὲ ἀναφέρει ἐπὶ τὸν Σωγένη καὶ τὸν Ἡρακλέα· ἦν γὰρ Ἡράκλεια τεμένη ἑκατέρωθεν τῆς οἰκίας Σωγένους. μέγα οὖν ἔχει ἀγαθὸν ὁ Σωγένης τὸ ἔχειν σε γείτονα, ὦ Ἡράκλεις, φιλοῦντα αὐτόν· οὐ γὰρ ἐνίκησεν ἂν εἰ μὴ ἐκ τῆς ἰδίας ἐπινοίας. ὁ δὲ νοῦς· εἰ δὲ αὐτὸ τοῦτο καὶ θεὸς παρέχει τὸ τῆς γειτνιάσεως ἀγαθὸν, σὺν σοὶ ἂν, ὦ Ἡράκλεις, ὅστις ἐδάμασας τοὺς Γίγαντας, ὁ Σωγένης εὐτυχῶς βούλοιτο διαζῆν, τὴν σὴν καὶ δικαίαν τοῦ πατρὸς ἑαυτοῦ θεραπεύων ψυχὴν καὶ τῶν προγόνων τὴν θείαν καὶ πλουσίαν ὁδὸν, ἀπὸ κοινοῦ ἀμφέπων. |
| N 7 137a [5] | ἐπεὶ τετραόροισιν ὧ θ ’ ἁρμάτων ζυγοῖ ς : ἐπειδή, φησίν, ὥσπερ τῶν τετρώρων ἁρμάτων ὁ ῥυμὸς μεταξὺ, οὕτω καὶ ἐν τοῖς τοῦ Ἡρακλέους τεμένεσιν ὁ νικηφόρος ἐν μέσῳ τὸν ἑαυτοῦ οἶκον ἔχει. ὁ δὲ νοῦς· ἐπεὶ ἐν τοῖς σοῖς τεμένεσιν, ὦ Ἡράκλεις, τὸν δόμον ἔχει μέσον· ὡς ἐπὶ τῶν ἁρμάτων ὁ ῥυμὸς μέσος ἐστὶν, οὕτως ὁ Σωγένους οἶκος ἐξ ἀμφοτέρων τῶν χειρῶν, καὶ ἀριστερᾶς καὶ δεξιᾶς, ἔχων τὰ σὰ τεμένη, μέσος ἐστίν. |
| N 7 137c | ὡς ὁ ῥυμὸς ἅρματος τετρώρου. δύνασαι δὲ βροτοῖσιν ἀλκά ν : δύνασαι δὲ καὶ αὐτὸς τῶν ἀπόρων καὶ ἀμηχάνων εὕρεσιν δοῦναι· ἀπὸ κοινοῦ γὰρ τὸ διδόμεν· καὶ δύνασαι τοὺς ἄλλους θεοὺς πεῖσαι δοῦναι, οὓς προεῖπεν. |
| N 7 141b | ὁ δὲ νοῦς· δύνασαι, φησίν, ἀπαλλάξαι τὰς ἀμηχανίας καὶ τὰς ἀτυχίας τῶν ἀνθρώπων· ἀλεξίκακος γὰρ ὑπάρχεις. εἰ γάρ σφιν ἐμπεδοσθενέα βίοτο ν : εἴθε γὰρ αὐτοῖς ἀσφαλῆ καὶ ἀδιάπταιστον βίον ἁρμόσας τῇ τε ἥβῃ καὶ τῷ λιπαρῷ γήρᾳ αὐτῶν προσπλέξαις. |
| N 7 144b | ἄλλως. εἴθε γὰρ αὐτοῖς ἐμπεδοσθενῆ τοῦτον τὸν βίον ἁρμόσαις, ἐν τῇ ἀκμῇ καὶ τῷ λιπαρῷ γήρᾳ διαπλέκοις τὸν βίον εὐδαίμονα. παίδων δὲ παῖδες ἔχοιεν αἰε ί : ὡς τιμήν τινα ἐχόντων αὐτῶν, ἢ ἱερωσύνην ἢ ἄλλο τι τοιοῦτον παρὰ τοῖς Αἰγινήταις. |
| N 7 147 | ἔχοιεν οὖν τοῦτο τὸ γέρας, φησίν, οἱ παῖδες τῶν παίδων, ὅπερ νῦν ἔχουσι, καὶ ὄπισθεν αὐτὸ ἄρειον. τὸ δ ’ ἐμὸν οὔ ποτε φάσει κέα ρ : οὐκ ἀτρόπως φησὶν οὐδ’ ἀπεοικότως εἰς μνήμην ἐληλυθέναι τοῦ Νεοπτολέμου. |
| N 7 150a [15] | ὁ μὲν οὖν Καλλίστρατος, ἐπεὶ ἔφησε τὸν Σωγένη γείτονα εἶναι τοῦ Ἡρακλέους, καὶ ὁ Νεοπτόλεμος δὲ γειτνιᾷ τῷ θεῷ τῷ ἐν Δελφοῖς, κατὰ τοῦτό φησιν οἰκείως μεμνῆσθαι τοῦ Νεοπτολέμου, διὰ τὴν ἀμφοτέρων γειτνίασιν· ὁ δὲ Ἀριστόδημος, ὅτι μεμφθεὶς ὑπὸ Αἰγινητῶν ἐπὶ τῷ δοκεῖν ἐν Παιᾶσιν εἰπεῖν τὸν Νεοπτόλεμον ἐπὶ ἱεροσυλίᾳ ἐληλυθέναι εἰς Δελφοὺς, νῦν ὥσπερ ὑπεραπολογεῖται εἰπὼν, ὅτι οὐχ ἱεροσυλῶν ἐτελεύτησεν, ἀλλ’ ὑπὲρ κρεῶν φιλοτιμηθεὶς ἀνῃρέθη. διὸ καὶ ἐποίσει· ταὐτὰ δὲ τρὶς τετράκις τ’ ἀμπολεῖν ἀπορία τελέθει· οἷον ἀπολελόγημαι ἱκανῶς περὶ τοῦ Νεοπτολέμου· τί οὖν ἔτι μέλλω τὰ αὐτὰ ἀναπολεῖν; ἀπορεῖν γάρ ἐστι λόγων τὸ ἀναπολεῖν τὰ αὐτὰ ὥσπερ παισὶ νηπίοις [τοῖς τέκνοις]. τὸ δὲ ἑλκύσαι ἀντὶ τοῦ ἐνυβρίσαι φησίν· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κυνῶν τῶν ἑλκόντων τὰ σώματα. ὁ δὲ νοῦς· διορίζεται, φησί, καὶ πέποιθεν ἑαυτῇ ἡ ἐμὴ ψυχὴ, μηδέποτε τῷ Νεοπτολέμῳ ἐνυβρίσαι. |
| N 7 155a [15] | ἅτε μαψυλάκας Διὸς Κόρινθο ς : μαψυλάκας ὁ μάτην φλυαρηθείς. Διὸς Κόρινθος δὲ παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων· ἡ δὲ παροιμία ἐντεῦθεν ἕρπει. Ἀλήτης ἐλθὼν περὶ τῆς ἐν Κορίνθῳ βασιλείας προσῆλθε τῷ μαντείῳ τῷ ἐν Δωδώνῃ, ὅ ἐστι τοῦ Διός, καὶ ἔχρησεν αὐτῷ τότε κρατήσειν, ὅτε τις δῷ βῶλον γῆς· ἐπιθέσθαι δὲ ἡμέρᾳ πολυστεφάνῳ. ἐλθὼν οὖν ἐν Κορίνθῳ ᾔτει τινὰ ἄρτον ἀγροῖκον ὁ Ἀλήτης, ὁ δὲ λαβὼν βῶλον ἔδωκεν. ἐτελεῖτο δὲ καὶ θυσία τοῖς νεκροῖς ἐν Κορίνθῳ, δι’ ἣν τῆς πόλεως ἐν μνήμασιν οὔσης ἐπέρχεται ὁ Ἀλήτης, καὶ εὑρὼν Κρέοντος θυγατέρας περὶ συνθήκας γενομένας, ἔφησέ τε ἐὰν κρατήσῃ, ἕξειν τὴν νεωτέραν αὐτῶν πρὸς γάμον, καὶ πείθεται ἡ κόρη καὶ προδίδωσι τὴν πόλιν τὰς πύλας ἀνοίξασα. καὶ κρατεῖ ὁ Ἀλήτης, καὶ ὠνόμασεν αὐτὴν Διὸς Κόρινθον, ἐπειδὴ διὰ τῆς μαντείας τοῦ Διὸς ἡ ἀρχὴ εἰς αὐτὸν ἦλθεν. ἄλλως. |
| N 7 155b [1] | παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων ὁ Διὸς Κόρινθος, ὅταν δυσεξελίκτως ἀναπολῶσι τὰ αὐτὰ πολλάκις. ἐγὼ οὖν, φησίν, οὐκ εἰμὶ Διὸς Κόρινθος. δοκεῖ οὖν ἀπὸ τοιούτου τινὸς εἰρῆσθαι ἡ παροιμία· Μεγαρέας φασὶ Κορινθίων ἀποίκους, καὶ πολλὰ τοῖς Κορινθίοις κατ’ ἰσχὺν τῆς πόλεως ὑπείκειν· ἄλλα τε γὰρ πλείονα τοὺς Κορινθίους προστάσσειν, καὶ τῶν Βακχιαδῶν εἴ τις τελευτήσαι, διῴκουν δὲ οὗτοι τὴν πόλιν, ἔδει Μεγαρέων ἄνδρας καὶ γυναῖκας ἐλθόντας εἰς Κόρινθον συγκηδεύειν τὸν νεκρὸν τῶν Βακχιαδῶν. ὡς δὲ ὕβρεως οὐδὲν ἀπέλειπον οἱ Κορίνθιοι, τὰ δὲ τῶν Μεγαρέων ἔρρωτο, καὶ πρὸς ἐλπίσι τοῦ μηδὲν παθεῖν ἀποστάντας αὐτοὺς, ἀλλ’ ἀφεῖναι, πέμπουσι δῆτα πρέσβεις οἱ Κορίνθιοι κατηγορήσοντας τῶν Μεγαρέων, οἳ προσελθόντες εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ διεξῆλθον καὶ τέλος, ὅτι δικαίως 〈ἂν〉 στενάξειεν ἐπὶ τοῖς γενομένοις ὁ Διὸς Κόρινθος, εἰ μὴ λήψοιτο δίκην παρ’ αὐτῶν. ἐφ’ οἷς παροξυνθέντες οἱ Μεγαρεῖς τοὺς πρέσβεις λίθοις ἔβαλον· καὶ μετὰ μικρὸν ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης νικήσαντες, φυγῇ τῶν Κορινθίων ἀποφυγόντων ἐφαπτόμενοι, κτείνοντες ἅμα παίειν τὸν Διὸς Κόρινθον ἐκέλευον. ὅθεν φησὶν ὁ Δήμων (FHG I 379) ἔτι καὶ νῦν ἐπὶ τῶν ἄγαν σεμνυνομένων, κακῶς καὶ δειλῶς ἀπαλλαττόντων τὴν παροιμίαν ταύτην τετάχθαι. sch. inscr. VIII D Scholia in Nemeonicarum carmen VIII Τῆς ὀγδόης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. |
| N 8 metr (t) [20] | τὸ αʹ ἥμισυ ἔπους καταληκτικόν. τὸ βʹ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν τεθέντος. τὸ γʹ Στησιχόρειον. τὸ δʹ ἐγκωμιολογικὸν μιᾷ πλεονάζον ἐν ἀρχῇ τοῦ πενθημιμεροῦς ἰαμβικοῦ· ἢ χοριαμβικὸν τρίμετρον ταῖς ἐναντίαις κατακλειόμενον. τὸ εʹ ἰαμβέλεγος λειπούσης τῆς ἀρχῆς. τὸ ϛʹ λογαοιδικὸν Ἀρχεβούλειον, ἢ ἐπιωνικὸν ἀπ’ ἐλάττονος, ἄτακτον διὰ τὸν σπονδεῖον. τὸ ζʹ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ προσοδικὸν ἀπὸ Ἰωνικοῦ ἀπὸ μείζονος. τὸ βʹ Εὐριπίδειον. τὸ γʹ ἰαμβέλεγος λείπων τῇ ἀρχῇ. τὸ δʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ταῖς ἐναντίαις κατακλεισθὲν, ἄτακτον, Ἀλκμανικῷ ζήλῳ. τὸ εʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ζʹ ὅμοιον τῷ γʹ τῆς ἐπῳδοῦ. τὸ ηʹ μικτὸν ἐκ τροχαίου πενθημιμεροῦς καὶ δακτυλικοῦ πενθημιμεροῦς. τὸ θʹ ἰαμβέλεγος, ὑπερτιθεμένου τοῦ τέλους. τὸ ιʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιαʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, ὅμοιον τῷ (Archil. fr. 99)· Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. 26D Ἔνιοί φασι σταδιεῖς αὐτόν τε τὸν Δεινίαν καὶ τὸν πατέρα καὶ τοῦτο βλέποντα τὸν Πίνδαρον Δείνιδος δισσῶν σταδίων καὶ πατρὸς εἰπεῖν. |
| N 8 inscr [5] | παρέχει δέ, φησὶν ὁ Δίδυμος, τὴν ἀπορίαν τὸ μηδέτερον αὐτῶν ἐν τοῖς Νεμεονίκαις ἀναγεγράφθαι. Ὥρα πότνι α , κᾶρυξ Ἀφροδίτα ς : συντάττει τὸ προοίμιον ὁ Πίνδαρος εἰς τὸ τῆς ὥρας ἄνθος τοῦ νικηφόρου, εἶτα ἐπικωμιαστικῶς τῶν πατρίων ἐφάπτεται, λέγων τὴν Αἴγιναν δι’ ὡραΐσματος ὑπὸ Διὸς ἀνηρπάσθαι. |
| N 8 1b [10] | ὁ δὲ νοῦς ὦ ἀκμὴ ἐντιμοτάτη, ἄγγελε τῶν ἀφροδισίων καὶ θαυμαστῶν φιλιῶν, ἥτις τοῖς τε τῶν παρθένων βλεφάροις καὶ τοῖς παιδικοῖς ἐπικαθεζομένη, πραέσιν ἔρωσι ταῖς τῆς ἀνάγκης χερσὶ βαστάζεις, ἕτερον δὲ φαύλοις πόθοις. πραέσι δέ φησι ταῖς τῆς ἀνάγκης χερσὶν, ὅτι ἐξ ἀνάγκης ἡμῖν οἱ ἔρωτες παραγίνονται. ἑτέραις δὲ, προσδεκτέον χερσὶν, οἷον τὸν δὲ μὴ πραείαις ἀλλὰ σκληραῖς. πρὸς ἀμφότερα δὲ τὰ μέρη, τοῖς τῶν παρθένων καὶ παίδων, τουτέστι τοῖς παιδικοῖς, τὸ βλεφάροις ἀκουστέον, ἵν’ ᾖ τὸ τῆς ἑρμηνείας κατάλληλον. ἀγαπατὰ δὲ καιρο ῦ : ἀγαπητὸν δέ ἐστι καὶ εὔτακτον τῆς εὐκαιρίας καὶ τοῦ δέοντος καιροῦ μὴ ἀποσφαλέντα πρὸς ἕκαστον ἔργον, τῶν βελτιόνων ἐρώτων ἐπιθυμεῖν δύνασθαι καὶ ἐπικρατεῖν, τῶν δὲ φαύλων ἀπέχεσθαι. |
| N 8 6 [15] | τοιούτων οὖν ἐρώτων ἐπικρατεῖν δύνασθαι, φησί, καλόν ἐστιν, οἷοι ἦσαν ἐτὶ Διός τε καὶ Αἰγίνης. ἔστι δὲ καὶ θαυμαστικῶς ἐκλαβεῖν τὸ οἷοι· ὁποῖοι ἀγαθοὶ ἔρωτες. πιθανῶς δὲ ποιμένας δώρων Ἀφροδίτης τοὺς ἔρωτάς φησιν· ὡς γὰρ ὁ ποιμὴν νέμει τὴν ἀγέλην, οὕτω καὶ ὁ ἔρως τὰς συνουσίας. οἷοι οὖν Διὸς καὶ Αἰγίνης περιεπόλησαν τὸ λέκτρον ἔρωτες· ὁ γὰρ Ζεὺς οὐ μόνον δι’ ἐπιθυμίαν ἐμίγη τῇ Αἰγίνῃ, ἀλλ’ ἵνα καὶ σπερμήνῃ τοὺς ἀρίστους ἐξ αὐτῆς, Αἰακὸν, Πηλέα, Ἀχιλλέα, Νεοπτόλεμον· οὗτοι οὖν οἱ ἔρωτες ἄριστοι, οἱ μὴ μόνον ὀρεγόμενοι τῆς ἀπολαύσεως καὶ τῆς ὥρας αὐτῆς, ἀλλ’ ἀποτελεσμάτων ἀξιολόγων καὶ ἔργων ἐπιφανῶν τελεσιουργοί. ἔβλαστε δ ’ υἱὸς Οἰνώνα ς : τὸ ἔβλαστεν ἀντὶ τοῦ ὤφθη φησίν. |
| N 8 12 [5] | ἀπὸ δὲ τῆς νήσου καὶ τὴν ἡρωΐδα ὠνόμασεν· υἱὸς γὰρ [τῆς] Οἰνώνης τῆς Αἰγίνης ὁ Αἰακὸς, χειρὶ καὶ βουλαῖς ἄριστος βασιλεὺς, τουτέστιν ἀνδρείᾳ καὶ φρονήσει. Ὅμηρος (Γ 179)· ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖ ν : πλεῖστα δέ, φησί, πολλοὶ ἠξίουν θεάσασθαι τὸν Αἰακὸν, περιηχούμενοι τῇ τοῦ ἀνδρὸς εὐδοξίᾳ. |
| N 8 14a [5] | καὶ γὰρ τὰ ἀνθήματα τῶν ἡρώων, οὐχ οἱ τυχόντες, ἀλλ’ οἱ ἄκροι τῶν περιοικούντων ἀμαχητὶ πείθεσθαι αὐτῷ ἤθελον καὶ χωρὶς τοῦ κρατηθῆναι μάχῃ. οὕτω διέπρεπε, φησίν, ὥστε τοὺς περιοικοῦντας ἑκουσίως πείθεσθαι ταῖς ἀναξίαις, τουτέστι ταῖς ἀρχαῖς καὶ ταῖς βασιλείαις αὐτοῦ. |
| N 8 19a [5] | οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατό ν : οἵτινες, φησί, διῴκουν τὰς Ἀθήνας, ἢ εἰς συμφωνίαν ἦγον τὸ πλῆθος. ταῦτα δὲ ἀνάγεται εἰς ἐκεῖνα, ὅτε αὐχμὸς κατέσχε τὴν Ἑλλάδα καὶ εὐξαμένου τοῦ Αἰακοῦ ὄμβρος ἐγεγόνει. ὁ δὲ νοῦς· καὶ οἱ ἐν ταῖς τραχείαις Ἀθήναις ἥρμοζον καὶ παρεσκεύαζον καὶ ἤτοι συμμαχοῦντες αὐτῷ παρεῖχον δύναμιν ἢ ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ὄντες· ὁμοίως παρεσκεύαζον αὐτῷ, ἀπὸ κοινοῦ, καὶ οἱ Πελοποννήσιοι καὶ οἱ Λακεδαιμόνιοι. |
| N 8 24a | ὑπὲρ τῶνδε ἅπτομαι φέρων Λυδίαν μίτρα ν : ἀλληγορικῶς τὸν ποικίλον ὕμνον οὕτω φησὶν, ὅτι ἐντεχνεῖς οἱ Λύδιοι περὶ τὴν μουσικήν. τὸ γὰρ Λύδιον μέλος ποικίλον. ἄλλως. |
| N 8 24b | οὕτως εἶπε τὸ ποίημα αὐτοῦ ὡς Λυδίῳ ἁρμονίᾳ γεγραμμένον. metr. D Δείνιδος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νέμειον ἄγαλμ α : τοῦ Δείνιος, ἤτοι τοῦ Δεινίου. |
| N 8 26 [5] | Μέγας ὁ τοῦ Δεινίου πατήρ, φησί. δισσῶν δὲ σταδίων, ὅτι διαυλοδρόμος. Νέμεον δὲ ἄγαλμα, τὸ γεγραμμένον εἰς Νεμεακὴν νίκην ποίημα. σὺν θεῷ γὰρ φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερο ς : ὁ γὰρ γνώμῃ θεοῦ, φησίν, ὄλβος τοῖς ἀνθρώποις ἐμφυτευθεὶς καὶ δοθεὶς μονιμώτερός ἐστιν· ὅστις ὄλβος ἐπλούτισε καὶ εὐδαίμονα πεποίηκε τῷ πλούτῳ τὸν Κινύραν ἐν Κύπρῳ τῇ νήσῳ. |
| N 8 28 [5] | τούτου καὶ Ὅμηρος μνημονεύει (Λ 20)· τόν ποτέ οἱ Κινύρας δῶκε ξεινήϊον εἶναι. ἵσταμαι δὴ ποσσὶ κούφοις ἀναπνέω ν : ἐπειδὴ τοῦ Κινύρου ἐμνήσθη ἐν ὑποδείγματι τῶν διὰ θεὸν τὸν πλοῦτον ὀνησιφόρον ποιουμένων, ἐπιλαμβάνεται ἑαυτοῦ ὁ Πίνδαρος, ἵνα μὴ παρεκβῇ πλείονα εἰς τὸν περὶ Κινύρα λόγον . |
| N 8 32a | ... μεταφέρων ἀπὸ τῶν πεντάθλων φησίν· ἵσταμαι πρὶν παλαῖσαι, εἰ τύχοι, τὸ πνεῦμα συλλεγόμενος. ἄλλως. |
| N 8 32b [5] | ἀντὶ τοῦ παύομαι. πάλιν δὲ ἐπιχειρεῖν τοῖς τῶν Αἰγινητῶν πατρίοις μέλλων καὶ ἀγῶνα τὴν ἐπιχείρησιν γινώσκων ἀναπνεῖν βούλεται καὶ ὥσπερ ἐκ διαλείμματος πάλιν ἀγωνίζεσθαι, ὃν τρόπον οἱ τὰ πένταθλα καρτεροῦντες καὶ κατορθοῦντες. ἄλλως. |
| N 8 32c | οἱ μέγα φωνεῖν θέλοντες, οἷον τραγῳδοὶ, προαναπνέουσιν ἐπιπολὺ, ἵν’ ὅταν ἀναφωνήσωσιν, ἐξαρκέσῃ ἐπιπλέον ἡ φωνή. πολλαὶ οὖν, φησί, περὶ τοῦ Κινύρου καταβέβληνται ἱστορίαι καὶ διάφοροι, διὸ ἀναπνέω πρὶν εἰπεῖν. πολλὰ γάρ μοι περὶ τῶν Αἰακιδῶν λέλεκται· ἢ πολλή μοί ἐστι μελέτη καὶ φροντὶς ὑπὲρ τῶν εἰς Αἰακίδας ἐγκωμίων. |
| N 8 34a | νεαρὰ δ ἐξευρόντα δόμεν βασάνῳ εἰς ἔλεγχο ν : ἐμὲ δὲ νῦν, φησί, καινολογῆσαι περὶ τοῦ Κινύρου παρώσαντα τὰ κοινῶς ἱστορούμενα, κινδυνῶδές ἐστιν. ἐὰν γάρ τι καινουργῶ, ἀπιστηθήσομαι. ἢ οὕτω· νεώτερα δὲ ἐγκώμια ἐξευρόντα καὶ ἐπινοήσαντα τῇ τῶν ἀκροατῶν κρίσει δοῦναι πρὸς διάκρισιν καὶ δοκιμασίαν ἐπικίνδυνον. |
| N 8 34b [5] | βασάνῳ δὲ, ἤτοι διαβολῇ, κρίσει. βασανίζοντες γὰρ οἱ ἀκροαταὶ τὰ λεγόμενα κρίσιν διδόασιν. ὄψον δὲ λόγοι φθονεροῖσι ν : τοῦτο πρὸς τοὺς ἀντιτέχνους· τοῖς φθονεροῖς οἱ λόγοι εἰς διαβολὴν τῶν κατηγορουμένων ὄψον εἰσὶν, ἤτοι προσόψημα, τουτέστιν οὐχ ἑτέρῳ χρῶνται προσοψήματι οἱ φθονεροὶ ἢ τοῖς εἰς διαβολὴν λόγοις. |
| N 8 37 [5] | ἅπτεται δ ’ ἐσλῶν αἰε ί : ἀπὸ τῶν φθονούντων ἐπὶ τὸν φθόνον μετήγαγε τὸν λόγον· οὐ τῶν τυχόντων, φησίν, ἅπτεται ὁ φθόνος, ἀλλὰ τῶν μειζόνων· οὐδεὶς γὰρ Θερσίτῃ φθονεῖ, ἀλλ’ Ἀγαμέμνονι. χείροσιν οὖν οὐκ ἐρίζει ὁ φθόνος· ὁ γὰρ φθόνος εἰς καλὰ βαίνει. τὸ δὲ ἀμφικυλίσας φασγάνῳ, ἀντὶ τοῦ ξίφει περικυλίσας. |
| N 8 40 | τοῦτο δὲ ἐκ τοῦ συμβεβηκότος ἀπὸ τῆς καταπτώσεως τῆς κατὰ τὴν ἀναίρεσίν φησιν. ἦ τι ν ’ ἄγλωσσον μέ ν : ἄγλωσσον δή τινα καὶ ἄλαλον, ἦτορ δὲ ἄλκιμον καὶ ἀνδρεῖον, ἐν λυγρῷ νείκει κατέχει λήθη καὶ θάνατος, τουτέστι καὶ ἕτερός τις τῶν ἀλαλωτέρων φθονηθεὶς ἀδίκως ἐτελεύτησεν, ἐν οἷς καὶ ὁ Αἴας. |
| N 8 41b [5] | ἄλλως. τοῦτο ὡς πρὸς τὸν Αἴαντα. θέλει δὲ εἰπεῖν, ὅτι φιλονεικίας οὔσης καὶ ἔριδος τὸν ἀνδρεῖον τὸ σῶμα, ἀσθενῆ δὲ τὴν ἀπόκρισιν, λήθη κατέσχεν. ὁ δὲ νοῦς· ναὶ δὴ τὸν μὴ τῷ λόγῳ μὲν ἱκανὸν, ἀνδρεῖον δὲ σῶμα μόνον ἔχοντα, μεγάλη λήθη ἐν τῇ πρὸς τοὺς ἐχθροὺς μάχῃ καὶ στάσει κατέχει· καταπαλαίονται γὰρ τῷ λόγῳ καὶ οἱ πάνυ ἀνδρεῖοι καὶ βαρύσωμοι ὑπὸ φρονίμων. |
| N 8 41c | τὸν γὰρ ἐν τῷ λέγειν μὴ δεινὸν μηδὲ σοφιστὴν τῷ λόγῳ ὁ τοιοῦτος ὑπερβάλλει. αἰόλῳ δὲ ψεύδει τῷ ποικίλῳ φησὶ καὶ πιθανῷ· μέγιστον γὰρ πρόσεστι τῷ ποικίλῳ δόλῳ γέρας, φησί, διὰ τὸ τοῦ λόγου πιθανόν, ὅτι ὁ πιθανὸς λόγος καὶ τὴν ἀλήθειαν οἶδε πολλάκις ὑποκλέπτειν. |
| N 8 43b | ἄλλως. μέγιστον νέμεται γέρας τῷ ποικίλῳ ψεύδει· οἱ γὰρ ποικίλως ψευδόμενοι ἀποδοχῆς τυγχάνουσι παρὰ τοῖς ἀνθρώποις. τούτου δὲ ἀπόδειξιν ἐπιφέρει τὰ ἐφεξῆς. κρυφίαισι γὰρ ψάφοις Ὀδυσσ ῆ : κρυφίαισιν, ἤτοι ταῖς ἀδίκοις ἢ ταῖς κρύφα φερομέναις ψήφοις· οὕτω γὰρ φέρονται. |
| N 8 44 [5] | Ὀδυσσέα γοῦν βασκήναντα τῷ Αἴαντι οἱ Ἀχαιοὶ κρυφίας ἐνεγκόντες ψήφους περὶ τῶν Ἀχιλλέως ὅπλων ἐθεράπευσαν οὐκ ὀρθῶς· ἔδει γὰρ Αἴαντα νικῆσαι. ἦ μὰν ἀνόμοιά γ ε : οὐχ ὅμοια, φησί, τραύματα ἔλαβον ὅ τε Αἴας καὶ Ὀδυσσεὺς, τουτέστιν οὐ τὸν αὐτὸν τρόπον οὐδὲ ἐξ ἴσου τοῖς Τρωσὶν ἐπολέμησαν, ἀλλ’ ὁ μὲν Ὀδυσσεὺς δειλὸς ἦν, ὁ δὲ Αἴας ὠθεῖτο εἰς τοὺς πολεμίους. |
| N 8 48 [10] | θερμὰ δὲ ἕλκη τὰ φλεγμαίνοντά φησι. πελεμιζόμενοι δὲ ἀντὶ τοῦ πελεμίζοντες ἐνεργητικοῦ καὶ διακινοῦντες. ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀνόμοια πλήγματα τοῖς πολεμίοις ὅ τε Ὀδυσσεὺς καὶ Αἴας ὑπὸ ἀλεξιμβρότου λόγχης κινούμενοι. τῇ δὲ Αἴαντος ἀνδρείᾳ καὶ Ὅμηρος μαρτυρεῖ (ε 309—10)· ὅτε μοι πλεῖστα χαλκήρεα δοῦρα Τρῶες ἐπέρριψαν περὶ Πηλείωνι θανόντι. ἐχθρὰ δ ’ ἄρα πάρφασις ἦ ν : πάρφασις, παραλογισμὸς καὶ παράπεισις ἢ ἀπάτη· ἐν ἤθει δὲ προήγαγε τὸν λόγον. |
| N 8 54a [5] | ἄρα, φησί, καὶ τότε ἦν ἡ ἐχθρὰ ἀπάτη, ἡ τῶν ἀπατητικῶν λόγων σύμφοιτος καὶ δολοφραδὴς καὶ ὄνειδος οὖσα κακοποιόν. ἄλλως. |
| N 8 54b | ταῦτά φησι δυσανασχετῶν ἐπὶ τῷ ἀδίκως ἀναιρεθῆναι τὸν Αἴαντα διὰ τὰ ψεύδη τοῦ Ὀδυσσέως. διὸ καί φησιν· ἦν ἄρα τις καὶ παρὰ τοῖς ἥρωσιν ἀπάτη, οὐ μόνον παρ’ ἡμῖν. τῶν δὲ ἀφάντων κῦδος ἀντείνει σαθρό ν : ἀφάντων ἀντὶ τοῦ ἀφανῶν, εὐτελῶν. |
| N 8 58a | τὸ δὲ ἀντείνει ἀντὶ τοῦ ἀνατείνει, ἐπαίρει. σαθρὸν, πρὸς ὀλίγον. ὁ δὲ νοῦς· τῶν δὲ ἀδόξων τὸ κῦδος μεγαλύνει καὶ ὑψοῖ σαθρὸν αὐτῶν τὸ κλέος· οἰκόβιος γὰρ ἡ τῶν ἀδίκων δόξα καὶ εὐκατάακτος. |
| N 8 59 [5] | εἴη μή ποτέ μοι τοιοῦτον ἦθο ς , Ζεῦ πάτε ρ : ὦ Ζεῦ πάτερ, μὴ γένοιτό μοι τὸ ἦθος τοιοῦτον, ἀλλὰ τὰς τοῦ βίου μου κελεύθους καὶ ὁδοὺς ἀπλανεῖς φύλαξον, τουτέστιν ἁπλᾶς καὶ ἀκακοήθεις ἀνύοιμι· ὅπως μὴ τελευτήσας τοῖς παισί μου κακὴν καταλείψω φήμην, τουτέστιν ἵνα μὴ δυσφημηθῶσιν οἱ ἐμοὶ παῖδες ἄδικά μου πράξαντος. χρυσὸν εὔχοντα ι , πεδίον δ ’ ἕτεροι ἀπέραντο ν : ἕτεροι μὲν οὖν χρυσὸν πολὺν εὔχονται, κτήσασθαι δηλονότι, ἄλλοι δὲ γῆν πολλὴν πρὸς γεωργίαν· ἐγὼ δὲ εὔχομαι τοῖς πολίταις ἀρέσαι καὶ τεθνάναι ἐπαινῶν μὲν τὰ ἄξια τοῦ ἐπαινεῖσθαι, ψόγον δὲ καὶ μέμψιν τοῖς ἀδίκοις ἐμβάλλων. |
| N 8 68a [5] | αὔξεται δ ’ ἀρετὰ χλωραῖς ἐέρσαι ς : ἀντὶ τοῦ ταῖς χλωροποιοῖς δρόσοις· αὗται γὰρ τῶν φυτῶν αὐξητικαί. τὸ δὲ ἑξῆς· αὔξεται δὲ ἀρετὰ ἐν σοφοῖς τε καὶ δικαίοις τῶν ἀνδρῶν ἀερθεῖσα, ὡς ὅτε δένδρον χλωραῖς ἐέρσαις πρὸς ὑγρὸν αἰθέρα. ὁ δὲ νοῦς· αὔξεται δὲ καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶν ὑψωθεῖσα τοῖς σοφοῖς καὶ δικαίοις λόγοις τῶν ποιητῶν, ὥσπερ καὶ φυτὸν ἐπαίρεται πρὸς αἰθέρα καὶ αὔξεται ταῖς χλωροποιοῖς δρόσοις. |
| N 8 68c | ἢ οὕτως· ὥσπερ δένδρον ὕδατι ποτιζόμενον εἰς μῆκος αὔξεται. ἢ οὕτως· ἡ ἀρετὴ τῶν δικαίων ἐπιτυγχάνουσα ὑψοῦται. |
| N 8 68d | τὸ δὲ ἑξῆς· ὡς δένδρον ἀΐσσει πρὸς αἰθέρα ὑγραῖς ἐέρσαις, οὕτω καὶ ἡ ἀρετὴ σοφοῖς ἀνδράσι καὶ δικαίοις αὔξεται ἀερθεῖσα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶ ν : καὶ πᾶσαι χρεῖαι τῶν προσφιλῶν ἀνδρῶν, φησίν, οἱονεὶ καὶ πρᾶξις πᾶσα ἀνδρῶν προσφιλῶν καὶ δικαίων αὐξάνεται τοῖς ὕμνοις, ἐξόχως δὲ τὰ περὶ πόνους κατορθώματα. |
| N 8 71b [5] | ἄλλως. κατὰ πολλά τις χρείαν ἔχει, φησί, τῶν φίλων ἀνδρῶν· οὐ διαπαντὸς δὲ τῶν αὐτῶν εἰσιν αἱ χρεῖαι, ἀλλ’ ἄλλοτε ἄλλου, πῆ μὲν ἐν τοῖς πόνοις καὶ ἔργοις, πῆ δὲ καὶ τέρπεται ὁρῶν τις πιστὸν φίλον· νῦν δὲ δηλαδὴ τοῦ Πινδάρου χρεία, ἵνα ὑμνήσῃ τὸν νικηφόρον. μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι ν : ἐπιζητεῖ δὲ καὶ ἡ τῶν ὀμμάτων τέρψις τὸ πιστὸν ὥστε θέσθαι ἐν ὄμμασι, τουτέστι θεωρῆσαι· καὶ ἡμεῖς δὲ φιλοῦντες ὑμᾶς κατὰ ἀλήθειαν, θεωροῦντες τερπόμεθα. |
| N 8 73 [5] | Εὐριπίδης (Ion. 732)· εἰς ὄμματ’ εὐρὺ φωτὸς ἐμβλέψει γλυκύ. ὦ Μέγ α : ὡς τεθνηκότος τοῦ Μέγα οὕτω φησίν· ἐμοὶ δὲ ἀδύνατον, ὦ Μέγα, τεθνηκότος σου τὴν ψυχὴν ὑπ’ ὄψιν καὶ πίστιν ἀγαγεῖν. |
| N 8 77a | κενεᾶν δ ’ ἐλπίδων χαῦνον τέλο ς : τουτέστιν ἐὰν ἐλπίσω τὰ ἀδύνατα, κενὸς ἔσομαι. ἢ οὕτω· τῶν δὲ ματαίων ἐλπίδων ἀσθενὴς καὶ ἀβέβαιος ἡ ἔκβασις. |
| N 8 79a [5] | σεῦ δὲ πάτρᾳ Χαριάδαις τ ε : Χαριαδῶν φυλὴ, ἀφ’ ἧς ὁ νικηφόρος. τὸ δὲ ἑξῆς· τῇ δὲ σῇ πατρίδι καὶ τοῖς Χαριάδαις ἀναστηρίξαι καὶ ἱδρῦσαι εὔτονον μουσικὴν στήλην βούλομαι ἕνεκα τῶν δυνατῶν σου ποδῶν καὶ νικηφόρων. δρόμῳ γὰρ ἐνίκησεν. ὁ δὲ νοῦς ὅλος· τὸ μὲν ἀναστῆσαι τὸν τεθνεῶτα. |
| N 8 79b [5] | φησίν, ἀδύνατόν μοί ἐστι· τῇ δὲ πατρίδι καὶ τῇ φυλῇ, οἵ εἰσι Χαριάδαι, ὑπερεῖσαι λίθον Μουσαῖον, τουτέστι στήλην ἀπὸ Μουσῶν, ἤγουν τὸν ὕμνον, δυνατός εἰμι, ἐφ’ οὗ ἡδρασμένοι ἔσονται ἔνδοξοι. λάβρον δὲ τὸν λίθον τῶν Μουσῶν ἀλληγορικῶς τὴν ἀπὸ τῶν λόγων εὔτονον στήλην φησί· λάβρον δὲ, διὰ τὸ ῥεύματι χρῆσθαι τοὺς ποιητάς. χαίρω δὲ πρόσφορο ν : χαίρω ὅταν ᾖ, φησί, τὰ πεπραγμένα πρόσφορα τῷ λόγῳ· χαίρω δὲ περὶ τῶν διὰ τοῦ ὕμνου κόμπων· ποιητὴς δέ τις τοῖς ὕμνοις ἀνώδυνον τίθησι τὸν πόνον τῷ νικηφόρῳ. |
| N 8 82b [5] | ἄλλως. ταῖς ἐπῳδαῖς. φησίν, ἀνώδυνόν τις ἔθηκε τὸν κάματον· ἐδόκουν γὰρ οἱ ἀρχαῖοι ταῖς ἐπῳδαῖς ἴασιν καὶ θεραπείαν εὑρίσκειν. Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ’ αἷμα κελαινὸν ἔσχεθον. πρὸς τί δὲ τοῦτο εἶπεν; ὅτι ὡς ἐπῳδῇ τις χρησάμενος κουφίζει τὸν κάματον, οὕτω καὶ ἐγὼ ὡς ἐπῳδῇ χρησάμενος τῷ ὕμνῳ κουφίσω τὴν κακοπάθειαν τοῦ ἠθληκότος. ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλα ι : τουτέστι τὰ ἐγκώμια ἐγράφετο καὶ πάλαι, πρὶν καὶ τοὺς Ἀργείους ἐπιστρατεῦσαι ταῖς Θήβαις, τουτέστι πρὶν τὰ Νέμεα τεθῆναι ἦν ἐγκώμια. |
| N 8 85 [1] | στρατευσάντων γὰρ τῶν περὶ Ἄδραστον ἐπὶ Θήβας ὁ Ἀρχέμορος ὑπὸ τοῦ δράκοντος διεφθάρη, οἱ δὲ ἐπ’ αὐτῷ τοῦ μόρου ἄρξαντι τὰ Νέμεα ἔθηκαν. subscr. τέλος. schol. inscr. IXD Scholia in Nemeonicarum carmen IX Ἡ ἐννάτη ᾠδὴ μονοστροφική ἐστιν ἐκ κώλων δώδεκα. |
| N 9 metr (t) [5] | τὸ αʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ τὸ αὐτό. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ δακτυλικὸν πενθημιμερές. τὸ εʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημιμερές. τὸ ζʹ ἐγκωμιολογικὸν μετατεθείσης τῆς πρώτης ἐπὶ τὴν ἐσχάτην. τὸ ηʹ ἰαμβέλεγος, μετατιθεμένης τῆς τελευταίας ἐπὶ τὴν ἀρχήν. τὸ θʹ πενθημιμερὲς δακτυλικόν. τὸ ιʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ ιαʹ τὸ αὐτό. τὸ ιβʹ πενθημιμερὲς ἰαμβικόν. 16D Περὶ τῶν ἐν Σικυῶνι Πυθίων ὁ Ἁλικαρνασεὺς (Herod. |
| N 9 inscr [10] | 5, 67?) οὕτω γράφει· ........ φησὶ δὲ ἐν τῷ πολέμῳ τῶν Κρισαίων κατὰ θάλασσαν ῥᾳδίως τὰ ἐπιτήδεια ποριζομένων καὶ διὰ τοῦτο μακρᾶς γινομένης τῆς πολιορκίας, Κλεισθένην τὸν Σικυώνιον ναυτικὸν ἰδίᾳ παρασκευάσαντα κωλῦσαι τὴν σιτοπομπίαν αὐτῶν, καὶ διὰ ταύτην τὴν εὐεργεσίαν τὸ τρίτον τῶν λαφύρων ἔδοσαν τῷ Κλεισθένει καὶ Σικυωνίοις. ἀφ’ οὗ καὶ Σικυώνιοι τὰ Πύθια πρῶτον παρ’ ἑαυτοῖς ἔθεσαν. ὁ δὲ Χρόμιος οὗτος φίλος ἦν Ἱέρωνος, κατασταθεὶς ὑπ’ αὐτοῦ τῆς Αἴτνης ἐπίτροπος· ὅθεν καὶ Αἰτναῖος ἐκηρύχθη. αὗται δὲ αἱ ᾠδαὶ οὐκέτι Νεμεονίκαις εἰσὶ γεγραμμέναι· διὸ κεχωρισμέναι φέρονται. Κωμάσομεν πα ρ ’ Ἀπόλλωνο ς : ἀπὸ τοῦ χοροῦ ὁ λόγος. |
| N 9 1a [5] | ἔνιοι δὲ, κωμάσομεν εἰς τὴν Αἴτνην, φασί. νεόκτιστον δὲ ταύτην φησὶν, ἐπειδὴ ἦν ὁ Ἱέρων νεωστὶ αὐτὴν ἀνακτίσας, πρότερον Κατάνην καλουμένην. ξείνων δὲ θύραι, αἱ τῆς φιλοξενίας. τὸ δὲ νενίκανται ἀντὶ τοῦ ἥττηνται· παντὶ οὖν εἴκουσαι ξένῳ καὶ οὐδένα ἀπελαύνουσαι νικῶνται τῇ φιλοξενίᾳ τοῦ νικηφόρου· ἢ νίκας ἔχουσιν, ἐν οἴῳ τρόπῳ ἐστεφανῶσθαι τόνδε, ἀντὶ τοῦ στέφανον ἔχειν. τὴν δὲ ὅλην Αἴτνην εἰπὼν ἐπήνεγκε Χρομίου δῶμα, ὥστε ὅμοιον εἶναι τῷ (θ 362—3) ἣ δ’ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, ἐς Πάφον. ὁ δὲ νοῦς οὕτω· χορεύσωμεν, ὦ Μοῦσαι, καὶ ὑμνήσωμεν ἐκ Σικυῶνος ἥκοντες καὶ παρὰ τοῦ ἐκεῖσε Ἀπόλλωνος εἰς τὴν καλλίστην Αἴτνην, ἐν ᾗ πᾶσιν ἀνεῳγυῖαι 〈αἱ〉 θύραι τοῦ Χρομίου τῆς οἰκίας ἥττηνται ὑπὸ τῶν ξένων, ἔνθα πᾶσι ξένοις ὁ πλούσιος οἶκος ἀνέῳκται ὑπὸ φιλοξενίας ἡττηθείς. |
| N 9 1b [10] | ἄγε δὴ οὖν, ὦ Μοῦσαι, διανύσατε καὶ πράσσετε τοὺς ἡδυτάτους διὰ λόγων ὕμνους. τὸ γὰρ τοὺς λοιποὺς κρατοῦν καὶ νικῶν ἅρμα ἐλαύνων ὁ Χρόμιος τῇ τε Λητοῖ καὶ τοῖς δυσὶν αὐτῆς παισὶ τὸ θαυμάζεσθαι δίδωσιν, οὖσιν αὐτοῖς τῆς ὑψηλοτάτης Πυθῶνος καὶ ὁμοκλήροις καὶ ἴσοις ἐπισκόποις. τὸ κρατήσιππον γά ρ : κρατήσιππον ἤτοι τὸ συνέχον ἐν τάξει τοὺς ἵππους, ἢ τὸ κρατοῦν καὶ νικῶν τοὺς ἐναντίους. |
| N 9 13a | ἔστι δέ τις λόγος ἀνθρώπω ν : ἔστι γάρ τις παλαιὰ παραίνεσις καὶ παρὰ ἀνθρώποις ᾀδομένη, ὡς οὐ δεῖ τὸ ὑπό τινος κατεργαζόμενον καλὸν σιγῇ παραδιδόναι, ὥστε εἰς γῆν κατενεχθῆναι καὶ ἄδοξον διὰ τῆς σιωπῆς γενέσθαι. τὸ οὖν ἐπιτελεσθὲν ἀγαθὸν οὐ δεῖ, φησί, τῇ σιγῇ παραδοῦναι οὐδ’ ἀνεπισήμαντον ἀφεῖναι. |
| N 9 13b [5] | metr. D θεσπεσία δ ’ ἐπέων καύχας ἀοιδὰ πρόσφορο ς : τοῖς νενικηκόσι, φησί, πρόσφορός ἐστι καὶ ἐοικυῖα ἡ διὰ τῆς καυχήσεως ᾠδή· τίνες γὰρ ἄλλοι μέλλουσι καυχᾶσθαι ἢ οἱ νικήσαντες; Ἀττικοὶ δὲ λέγουσι καύχην τὴν καύχησιν, καὶ ἄνθην τὴν ἄνθησιν, καὶ βλάστην τὴν βλάστησιν. |
| N 9 16b | ἢ οὕτω· προσφορωτέρα ἐστὶ τῆς καυχήσεως ἡ τῶν ἐπῶν ᾠδή· ἢ πρόσφορος καὶ ἀγαθή τις ἡ τῆς τῶν ἐπῶν καυχήσεως ᾠδὴ ἢ ἡ καυχητικὴ ᾠδή. ὁ δὲ νοῦς· ἀλλ’ ὅτι πρόσφορός ἐστι καὶ ἁρμόζουσα τούτοις θαυμαστή τις λόγων ᾠδή. |
| N 9 18a [5] | ἀλ λ ’ ἀνὰ μὲν βρομίαν φόρμιγγ α : ἑαυτῷ παρακελεύεται ὑμνεῖν τὸν νικηφόρον. βρομία δὲ ἡ φόρμιγξ, ἤτοι παρὰ τὸν βρόμον καὶ τὸν ἦχον τὸν ἀποτελούμενον κατὰ τὸν κιθαρισμόν, ἢ βρομίαν τὴν συναναστρεφομένην τῷ Διονύσῳ. Ὅμηρος (ρ 271)· φόρμιγγός θ’ ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην. ὁ δὲ νοῦς· διὰ τοῦτο δὴ σὺν πᾶσιν ὀργάνοις μουσικοῖς, τοῦτο μὲν κιθάρᾳ, τοῦτο δὲ αὐλῷ, ὁρμήσωμεν ἐπὶ τὴν κορυφὴν τῶν ἱππικῶν ἄθλων, ἐπὶ τὸ ἐξαίρετον, τουτέστι τὴν νίκην. |
| N 9 20 [5] | ἅ τε Φοίβῳ θῆκεν Ἄδραστο ς : ἅτινα, τὰ Πύθιά φησι· κατ’ αὐτὸν τὸν Πίνδαρον· ἀνατίθησι γὰρ τὴν τῶν Πυθίων θέσιν ἐν Σικυῶνι Ἀδράστῳ, ποιητικὴν ἄγων ἄδειαν, Κλεισθένους αὐτὰ διαθέντος, καθὰ δεδήλωται (sch. inscr.). ἵν’ οὖν ἐνδοξότερον ἀποφήνῃ τὸν ἀγῶνα, ὧνπερ, φησίν, ἄθλων μνημονεύσας ἐγὼ καὶ τῶν ἐνδόξων μνησθήσομαι τιμῶν τοῦ ἥρωος Ἀδράστου. ὃς τότε μὲν βασιλεύω ν : ὅστις Ἄδραστος τὸ τηνικαῦτα λοιπὸν ἐκεῖ βασιλεύων ἐν τῇ Σικυῶνι, οὐκέτι ἐν Ἄργει, παντοίαις ἀρεταῖς, τοῦτο μὲν ἀγωνίσμασιν ἀνδρῶν τοῖς ἐκ δυνάμεως, τοῦτο δὲ φιλοκαλίαις ἁρμάτων γλαφυρῶν καὶ ὡραίων καὶ καινοτέραις εὐωχίαις, ἐμφανεστάτην καὶ ἀοίδιμον ἐποίει τὴν πόλιν. |
| N 9 25b | καὶ Κλεισθένης μὲν τὰ ἐν Σικυῶνι Πύθια διέθηκε πρῶτος, ἀνατίθησι δὲ τὸ ὅλον Ἀδράστῳ ὡς διαθέντι, ἐπειδὴ καὶ διωρθώσατο αὐτὸς ὕστερον, καὶ ἄλλως ἐνδοξότερος ὁ ἀνήρ. φεῦγε γὰρ Ἀμφιάρηο ν : περὶ τῆς Ἀδράστου εἰς Σικυῶνα μεταστάσεως Ἡρόδοτος μὲν οὕτω φησίν (V 67)· οἱ δὲ Σικυώνιοι εἰώθεισαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον. |
| N 9 30a [5] | ἡ γὰρ χώρη αὕτη ἦν Πολύβου· ὁ δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος, ἄπαις δὲ ὁ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν χώρην. Μέναιχμος δὲ ὁ Σικυώνιος οὕτω γράφει (Scriptt. rer. Al. p. 145)· χρόνου παρελθόντος πολλοῦ Πρῶναξ μὲν ὁ Ταλαοῦ καὶ Λυσιμάχης τῆς Πολύβου βασιλεύων Ἀργείων ἀποθνῄσκει, καταστασιασθεὶς ὑπὸ Ἀμφιαράου καὶ τῶν Μελαμποδιδῶν καὶ τῶν Ἀναξαγοριδῶν· Ἄδραστος δὲ ὁ ἀδελφὸς τοῦ Πρώνακτος φυγὼν ἦλθεν εἰς Σικυῶνα, καὶ τὴν Πολύβου τοῦ μητροπάτορος βασιλείαν παραλαβὼν ἐβασίλευσε τῆς Σικυῶνος, καὶ τὸ τῆς Ἥρας τῆς Ἀλέας καλουμένης ἱερὸν καθ’ ὅνπερ ᾤκει τόπον ἱδρύσατο. τὴν δὲ ἐπωνυμίαν ἔλαβε ταύτην τὸ ἱερὸν διὰ τὸ φεύγοντα τὸν Ἄδραστον ἱδρύσασθαι καὶ καλέσαι ἱερὸν Ἥρας Ἀλέας. τὸ δὲ φυγεῖν τινες ἀλᾶσθαι ὠνόμαζον. Διευχίδας δὲ ἐν τῷ τρίτῳ τῶν Μεγαρικῶν (FHG IV 389) τὸ μὲν κενήριον τοῦ Ἀδράστου ἐν Σικυῶνί φησιν, ἀποκεῖσθαι δὲ αὐτὸν ἐν Μεγάροις. οἱ δέ φασι· Προῖτος ἐβασίλευσε τοῦ Ἄργους, τῶν θυγατέρων δὲ αὐτοῦ μανεισῶν Μελάμπους μάντις ὢν παρεγένετο· ὁμολογηθέντος δὲ αὐτῷ μισθοῦ τῶν δυεῖν μερῶν τῆς βασιλείας, ἐκάθηρεν αὐτάς· ὡς δὲ ἐκάθηρεν, ἔλαβε κατὰ τὴν ὑπόσχεσιν, καὶ τὸ μὲν ἥμισυ ἐκοινώσατο τῷ ἀδελφῷ Βίαντι, τὸ δὲ ἥμισυ κατέσχεν αὑτῷ, ὥστε γενηθῆναι τὴν ὅλην βασιλείαν τριμερῆ, Μελαμποδίδας, Βιαντίδας, Προιτίδας. |
| N 9 30b [15] | Μελάμποδος μὲν οὖν Ἀντιφάτης, οὗ Ὀϊκλῆς, οὗ Ἀμφιάραος· Βίαντος δὲ Ταλαὸς, οὗ Ἄδραστος· Προίτου δὲ Μεγαπένθης, οὗ Ἱππόνους. οὗ Καπανεὺς, οὗ Σθένελος. διαφορὰ δὲ ἐγενήθη τοῖς περὶ Ἀμφιάραον καὶ Ἄδραστον, ὥστε τὸν μὲν Ταλαὸν ὑπὸ Ἀμφιαράου ἀποθανεῖν, τὸν δὲ Ἄδραστον φυγεῖν εἰς Σικυῶνα καὶ γῆμαι τὴν Πολύβου θυγατέρα, τελευτήσαντος δὲ τοῦ Πολύβου χωρὶς ἐπιγονῆς ἀρσενικῆς τὸν Ἄδραστον ἔχειν τὴν Σικυωνίων βασιλείαν. εὐλόγως οὖν εἶπε· φεῦγε γὰρ Ἀμφιάρηον ὁ Ἄδραστος διὰ τὴν στάσιν τὴν πρὸς τοὺς Μελαμποδίδας. ὕστερον μέντοι συνεληλύθασι πάλιν, ἐφ’ ᾧ συνοικήσει τῇ Ἐριφύλῃ ὁ Ἀμφιάραος, ἵν’ εἴ τι μέγ’ ἔρισμα μετ’ ἀμφοτέροισι γένηται (Δ 37), αὐτὴ διαιτᾷ. ὁ δὲ νοῦς οὕτως· ἔφευγε γὰρ πρὸ τούτου πολέμιον ὄντα τὸν Ἀμφιάραον, καὶ τὴν πρὸς αὐτὸν στάσιν δεινὴν οὖσαν ἔφευγε καὶ ἐκ τῆς πατρῴας ἑστίας καὶ ἀπὸ Ἄργους. |
| N 9 32 | ἀρχοὶ δ ’ οὐκέ τ ’ ἔσαν Ταλαοῦ παῖδε ς : οὐκέτι δὲ εἰς ἄρχοντας ἠριθμοῦντο ἐν τῷ Ἄργει οἱ Ταλαοῦ παῖδες οἱ περὶ Ἄδραστον, βιασθέντες ἐν τῇ στάσει καὶ τῷ πολέμῳ τῷ πρὸς Ἀμφιάραον· ἔφυγε γὰρ Ἄδραστος. κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνή ρ : ὁ δὲ ἰσχυρὸς ἀνὴρ τὸ προϋπάρχον δίκαιον καταπαύει. |
| N 9 35a [5] | ἐν ἄλλοις ὁ Πίνδαρος (fr. 169)· νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρί. ἢ δεκτέον τοῦτο εἰρῆσθαι διὰ τὴν ἔχθραν τὴν ἐπὶ τῷ Ἀδράστῳ· διὸ δὴ καὶ οὗτος ἰσχυθεὶς τότε ὑπὸ Ἀμφιαράου ὕστερον αὐτὸν μετῆλθε, κρείσσων φανεὶς καὶ συνετώτερος. |
| N 9 35b [5] | πῶς δὲ μετῆλθε; μέσην ποιησάμενος τὴν Ἐριφύλην τῶν πρὸς αὐτὸν διαφορῶν· ἔφθειρε γὰρ ἐκείνην τῇ δόσει τοῦ ὅρμου, καὶ μετῆλθεν αὐτὸν, ὥστε ἀπολέσθαι. ἀνδροδάμαν δὲ τὴν τὸν ἄνδρα ἀνελοῦσάν φησιν· ἡ γὰρ Ἐριφύλη τὸν ἑαυτῆς ἄνδρα Ἀμφιάραον προὔδωκεν εἰς φόνον. |
| N 9 35c [5] | μέμνηται τούτου καὶ Ὅμηρος (λ 326)· στυγερήν τ’ Ἐριφύλην, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. ὁ δὲ νοῦς· ὁ δὲ συνετὸς ἀνὴρ καὶ κρείσσων τῶν λοιπῶν ὁ Ἄδραστος κατέπαυσε τὴν μάχην τὴν προτέραν οὕτω· τὴν ἀδελφὴν αὐτοῦ τὴν Ἐριφύλην τὴν τὸν πρότερον ἄνδρα δαμάσασαν ἔδωκε τῷ Ἀμφιαράῳ, ἥτις ὥσπερ τις ὅρκος πιστότατος δοθεῖσα τῷ Ὀϊκλέος παιδὶ Ἀμφιαράῳ καὶ γυνὴ αὐτῷ γενομένη ἔσβεσε τὴν μάχην, καὶ οὕτω τῶν ξανθοκόμων Ἑλλήνων ἐγένοντο περιφανέστεροι οἱ περὶ Ἄδραστον. |
| N 9 41 [5] | καί πο τ ’ ἐς ἑπταπύλους Θήβα ς : ἐντεῦθεν δὴ καὶ εἰς τὰς Θήβας ποτὲ τὰς ἑπταπύλους στράτευμα ἤγαγον οὐκ αἰσίοις οἰωνοῖς χρησάμενοι οἱ περὶ Ἀμφιάραον καὶ Ἄδραστον· οὐδὲ γὰρ ὁ Ζεὺς ἀστραπὴν δεξιὰν μηνύσας μαργῶντας αὐτοὺς καὶ ἐπειγομένους ἀπὸ τῶν οἴκων ἀπιέναι προσέταξεν, ἀλλὰ μᾶλλον ἀποσχέσθαι τῆς ἀφίξεως. οὐδὲν γὰρ αὐτοῖς δεδώκει δεξιὸν σημεῖον. εἰς δὲ φανερὰν ἄτην καὶ βλάβην τὸ τούτων ἔσπευδε στράτευμα [καὶ] παραγενέσθαι σὺν τοῖς χαλκοῖς ὅπλοις, φησὶ τοῖς πεζοῖς, καὶ τοῖς ἱππεῦσιν. Ἰσμηνοῦ δ ’ ἐ π ’ ὄχθαισι γλυκὺν νόστον ἐρεισάμενο ι : τουτέστιν ἀποθανόντες ἐπὶ ταῖς τοῦ Ἰσμηνοῦ ἀναβολαῖς. |
| N 9 53b [5] | λευκανθέα δὲ λέγει τὰ σώματα· γίνεται γὰρ τὰ σώματα τῶν καιομένων νεκρῶν λευκά· ἢ 〈τὸν καπνὸν〉, ὅτι ὁ καπνὸς διὰ τὴν πιμελὴν λευκός ἐστι καὶ βαρὺς, παρὸ οὐδὲ πόρρω διϊκνεῖται μετέωρος καθὼς ὁ ἐκ τῶν ξηρῶν ξύλων καπνός. ὁ δὲ νοῦς· τοιγαροῦν παρ’ αὐταῖς ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ πεσόντες αὐτόθι καὶ τὴν οἴκοι ἀνακομιδὴν ἀπέθεντο, θανάτῳ λυθέντες καὶ ἑαυτῶν τὰ σώματα τροφὴν δόντες τῷ πυρί. |
| N 9 53c [5] | ἑπτὰ γὰρ ὅλαι πυρκαϊαὶ τὰ τῶν νέων κατευωχήθησαν καὶ κατέφλεξαν σώματα. τὸ δὲ ἑπτὰ πυραὶ οὐ πρὸς τοὺς λοχαγούς, ἀλλὰ πρὸς τὸ τῶν νέων στράτευμα· ἐφ’ ἑκάστῃ γὰρ πύλῃ πολυάνδριον ἐγένετο. ὁ δὲ Ἀμφιάρηϊ σχίσσ ε : τουτέστιν· ὁ δὲ Ζεὺς τῷ Ἀμφιαράῳ διέσχισε τὴν γῆν κεραυνὸν βαλὼν, ὥστε καταποθῆναι αὐτὸν τῷ πάντα βιαζομένῳ κεραυνῷ. |
| N 9 57a [5] | τοῦτο οὖν λέγει ὡς τοῦ Ἀμφιαράου συνισταμένου τῷ Περικλυμένῳ, ὃς ἦν υἱὸς Ποσειδῶνος καὶ Χλωρίδος τῆς Τειρεσίου ὁμώνυμος τῷ Νηλέως. πρὶν οὖν φησὶν ὑπὸ τοῦ Περικλυμένου τρωθῆναι τὰ νῶτα τὸν Ἀμφιάραον φεύγοντα καταποθῆναι· ἀεὶ γὰρ ἐπεδίωκεν αὐτόν. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ Ζεὺς τῷ Ἀμφιαράῳ διέσχισε καὶ διέστησε τὴν γῆν τὴν πλατεῖαν, ἄνωθεν ἐπιπέμψας τὸν κεραυνὸν τὸν πάντας βιάζεσθαι δυνάμενον, καὶ οὕτως ὑπὸ τὴν γῆν ἐκρύφθη ὁ Ἀμφιάραος ἅμα τῷ ἅρματι τῷ ἑαυτοῦ, πρὶν ἢ τῷ τοῦ Περικλυμένου δόρατι τρωθῆναι τὰ νῶτα φεύγοντος αὐτοῦ, καὶ αἰσχύνην προστρίψασθαι τῇ ἀνδρειοτάτῃ ψυχῇ αὐτοῦ, τοῦ Ἀμφιαράου, τὸν τοιοῦτον θάνατον. |
| N 9 63 [5] | ἐν γὰρ δαιμονίοισι φόβοι ς : ἐν γὰρ τοῖς μεγίστοις καὶ ἐνθέοις φόβοις συνέχονται καὶ οἱ τῶν θεῶν παῖδες καὶ φεύγουσι. συγγνώμη οὖν, φησί, καὶ τῷ Ἀμφιαράῳ φεύγοντι· ὁ γὰρ Ζεὺς συνεμάχει τότε τοῖς Θηβαίοις, διὸ ἔφευγε τότε ὁ Ἀμφιάραος. οὕτω καὶ ὁ Αἴας ἔφευγεν ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων (Λ 547), τὸν Δία ἔχων ἀντιστάτην. πεῖραν μὲν ἀγάνορ α : πεῖραν, τὴν λῃστρικὴν ἐπίθεσιν. |
| N 9 67b [5] | Φοινικοστόλων ἐγχέω ν : μεθ’ ὧν οἱ Φοίνικες ἐστάλησαν δοράτων, ἤτοι ὑπὸ Φοινίκων ἐσταλμένων, ἐπειδὴ Φοίνικες ᾤκησαν τὴν Λιβύην μετὰ Καρχηδονίων, οἵτινες ἀνιόντες ἐπολέμουν Σικελούς. διὸ νῦν εὔχεται ὁ Πίνδαρος τῷ Διὶ ὥστε μὴ ἐμποδισθῆναι αὐτῶν ὀργήν. ἄλλως. |
| N 9 67c [5] | οἱ Καρχηδόνιοι ἦσαν τότε Φοίνικες, οἵτινες μέγα ἰσχύοντες ἐπεβάλοντο καὶ τῆς Ἰταλίας καὶ τῆς Σικελίας κρατῆσαι, ἀντεῖχον δὲ οἱ περὶ Γέλωνα καὶ Ἱέρωνα. διὸ καὶ Φοινικόστολα εἶπεν ἔγχη τὰ ὑπὸ Φοινίκων στελλόμενα ἐπὶ τὴν Ἰταλίαν. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὦ Ζεῦ, εἰ δυνατόν ἐστιν ἀναβαλέσθαι τὴν πεῖραν, ἀναβάλλομαι. πρὶν εἰς πεῖραν τὰ Σικελικὰ καὶ Φοινικικὰ ἔγχη συμβάλλεσθαι περὶ ζωῆς καὶ θανάτου, ἀναβάλλομαι αὐτὰ, ὦ Ζεῦ, καὶ ὑπερτίθεμαι. |
| N 9 67e [5] | ἢ οὕτω· τὸν μὲν πόλεμον τὸν Φοινικικὸν ἀναβάλλομαι, ὦ Ζεῦ, αἰτῶ δέ σε μοῖραν εὔνομον τοῖς παισὶ τῶν Αἰτναίων δοῦναι. τουτέστιν αἰτῶ δέ σε ἱκετεύων, ὦ Ζεῦ, ὥστε ἐπὶ πολὺν χρόνον τοῖς τῶν Αἰτναίων παισὶν εἰρήνης μοῖραν παρέχειν. ἀπὸ μέρους δὲ τὸ πᾶν, ἀπὸ τῶν Αἰτναίων δηλοῖ τοὺς σύμπαντας Σικελιώτας. ἀγλαΐαισι δ ’ ἀστυνόμοις ἐπιμίξαι λαό ν : καὶ πολλαῖς εὐφροσύναις ἐπιμίξαι τοὺς ὄχλους, εὐφροσύναις δὲ ἀναστρεφομέναις κατὰ τὴν πόλιν. |
| N 9 73a [5] | εἰσὶ γάρ σοι ἐνταῦθα καὶ ἱππικώτατοι ἄνδρες καὶ νικῶντες τῇ προαιρέσει τὸν πλοῦτον καὶ οὐχ ἡττώμενοι χρημάτων. ἢ οὕτως· εἰσὶν ἄνδρες ἐν Σικελίᾳ καὶ φίλιπποι καὶ ἱπποτρόφοι, ὡς νῦν ὁ Χρόμιος ἵπποις νενικηκώς. |
| N 9 73b | εἰς τοῦτον γὰρ ἡ ἀπότασις. ἄπιστον ἔει π’ . |
| N 9 78a [5] | αἰδὼς γὰρ ὑπόκρυφα κέρδει κλέπτετα ι : ἄπιστον δὲ εἶπον, ὡς ἔοικεν, ὅτι τὴν προαίρεσίν εἰσί τινες βελτίους χρημάτων. καὶ γὰρ αἰδὼς ὑποκλέπτεται διὰ τοῦ κέρδους, ἀντὶ τοῦ οὐκ αἰδοῦνται διὰ κέρδος τι πρᾶξαι, ἥτις αἰδὼς εὐδοξίαν φέρει. καὶ ὅτι ἡ αἰδὼς ἡ φέρουσα δόξαν ἔστιν ὅτε παραλογίζεται ὑπὸ φιλοκερδείας. |
| N 9 78c | ἄλλως. κἄν τις, φησίν, αἰδήμων ὑπάρχῃ, ὑπὸ τοῦ κέρδους παραλογίζεται· ἕνεκα γὰρ τοῦ κέρδους καὶ οἱ αἰδήμονες πολλάκις ἀναισχυντοῦσιν. Χρομίῳ κεν ὑπασπίζω ν : τῷ Χρομίῳ συμπαρὼν ἂν ἔν τε πεζομαχίᾳ καὶ ἱππομαχίᾳ καὶ ναυμαχίᾳ, ἔκρινας οἷός τις ὁ κίνδυνος ὁ τῶν πολέμων. |
| N 9 80 [5] | φαίνεται δὲ, ὅτι βούλεται αὐτὸν ὡς ἀνδρεῖον καὶ διασῴζοντα τοὺς συνόντας αὐτῷ ἀφόβως παραστῆσαι. ἐπεὶ πῶς ἂν ἀγαθὸς γένοιτο κριτὴς μετὰ δέους ἀναστρεφόμενος ἐν τῷ πολέμῳ; οὕνεκεν ἐν πολέμῳ κείνα θεό ς : ὁ λόγος ἐπὶ τῆς προειρημένης αἰδοῦς. |
| N 9 85a [5] | ᾔδεσαν οὖν, φησίν, ὅτι ἐν τῷ πρὸς τοὺς Φοίνικας πολέμῳ ἐκείνη ἡ θεὸς, δηλονότι ἡ Αἰδώς, παρεσκεύαζεν αὐτοῦ τὸν θυμὸν αἰχμητὴν εἶναι, ὥστε ἀμύνειν λοιγὸν Ἐνυαλίου. Ὅμηρος (Ε 531)· αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται. παρεσκεύαζεν οὖν ἡ Αἰδὼς τῷ Χρομίῳ, οὐχ ἵνα κτήσηται τὸ κέρδος, ὡς ἄλλοι ἀπαναισχυντοῦσιν, ἀλλ’ αὐτοῦ χάριν τοῦ καλοῦ, ἵνα τῇ πατρίδι ἀμύνῃ. |
| N 9 89 [5] | παῦροι δὲ βουλεῦσαι φόνο υ : ὀλίγοι, φησί, φόνου ἐνεστηκότος βουλεύσασθαι δυνατοὶ τὴν τοῦ πολέμου νεφέλην τρέψαι πρὸς τοὺς πολεμίους κτείνοντες αὐτοὺς, καὶ χερσὶ καὶ ψυχαῖς, καὶ ἐν τῷ δρᾶσαι καὶ φονεῦσαι τοὺς πολεμίους, καὶ ἐν τῷ βουλεύσασθαι πῶς δεῖ ἀνελεῖν αὐτούς. κατορθοῦται γὰρ ὁ πόλεμος γνώμῃ καὶ χειρί· χειρὶ τῇ ἀνδρείᾳ, ψυχῇ τῇ φρονήσει, ἵν’ ᾖ ῥώμῃ μετὰ φρονήσεως. ἀμφότερα δὲ ταῦτα ἔχει ὁ Χρόμιος· καὶ γὰρ οὗτος βουλῇ καὶ χειρὶ ἐγένετο ἀγαθὸς ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Φοίνικας. Ἕκτορι μὲν κλέος ἀνθῆσα ι : ἀπεικάζει αὐτὸν τῷ Ἕκτορι, καὶ τῷ Ἕκτορί φησιν ἀνθῆσαι τὸ κλέος μαχομένῳ παρὰ τῷ Σκαμάνδρῳ. |
| N 9 93a [5] | τοῦτο δὲ εἰς ἔπαινον παρείλκυσε τοῦ Χρομίου. τὸν δὲ Ἕκτορα παρείληφε καὶ οὐκ Αἴαντα ἢ Ἀχιλλέα, τῷ καὶ τὸν Ἕκτορα μεμαχῆσθαι ὑπὲρ τῆς πατρίδος, ὡς καὶ τὸν Χρόμιον. ὁ δὲ νοῦς· λέγεταί γε μὴν καὶ ᾄδεται τῷ μὲν Ἕκτορι τὴν εὐδοξίαν . |
| N 9 93b [5] | ... παρὰ τῷ Σκαμάνδρῳ, ἐν δὲ ταῖς ἀκταῖς τοῦ Ἑλώρου ποταμοῦ, [ἀφ’] οὗ δὴ καὶ ὁ Ἀρείας πόρος καλεῖται, δέδεικται τοῦτο τὸ φέγγος τῷ Χρομίῳ, ἐν τῇ πρώτῃ καὶ νέᾳ ἡλικίᾳ. ἐνίκησε γὰρ ἐνταῦθα Καρχηδονίους συμμαχῶν Γέλωνι τῷ τυράννῳ τῷ Ἱπποκράτους διαδόχῳ. βαθυκρήμνοισι δ ’ ἀμ φ ’ ἀκταῖς Ἑλώρο υ : περὶ τοῦτον τὸν ποταμὸν συνέστη Ἱπποκράτει τῷ Γελῴων τυράννῳ πρὸς Συρακουσίους πόλεμος· ὁ δὲ Γέλων, 〈οὗ〉 οὗτος ἑταῖρος, ἱππάρχει τότε Ἱπποκράτει. |
| N 9 95a [20] | ἐν δὴ τούτῳ φησὶ τῷ πολέμῳ [εἰκὸς τὸν] Χρόμιον ἐπιδείξασθαι πολλὰ ἔργα κατὰ τὴν μάχην. περὶ δὲ τούτου τοῦ πολέμου Τίμαιος ἐν τῇ ιʹ δεδήλωκε. καθάπαξ γάρ, φησὶν ὁ Δίδυμος, οὐδεμίαν ἄλλην μάχην ἔχομεν εὑρεῖν περὶ τὸν Ἕλωρον τῶν συνηκμακότων τῷ Χρομίῳ τυράννων, ὅτι μὴ σὺν Ἱπποκράτει τοῦ Γέλωνος πρὸς Συρακουσίους. ὅτι μὲν οὖν Γέλωνα ἱππαρχεῖν κατέστησεν Ἱπποκράτης, σαφὲς ὁ Τίμαιος ποιήσει γράφων οὕτως (FHG I 212)· Ἱπποκράτης δὲ μετὰ τὴν Κλεάνδρου τελευτὴν ἅμα μὲν τοῦ Γέλωνος ἐν τῇ τεταγμένῃ μεμενηκότος, ἅμα δὲ τοῖς Γελῴοις χαρίσασθαι βουλόμενος, μεταπεμψάμενος αὐτὸν καὶ παρακαλέσας ἐπὶ τὰς πράξεις, ἁπάντων τῶν ἱππέων τὴν ἐπιμέλειαν ἐκείνῳ παρέδωκεν. ὅτι δὲ καὶ ὁ Γέλων τῷ Χρομίῳ ἐχρῆτο ἑταίρῳ, δῆλον πάλιν ἐξ ὧν φησι Τίμαιος ἐν τῇ βʹ γράφων οὕτως (FHG I 212)· ἐπιτρόπους δὲ τοῦ παιδὸς μετ’ ἐκεῖνον κατέστησεν Ἀριστόνουν καὶ Χρόμιον τοὺς κηδεστάς· τούτοις γὰρ ὁ Γέλων δέδωκε τὰς ἀδελφάς. ἄλλως. |
| N 9 95b [5] | Ἕλωρος χωρίον Σικελίας ἤτοι ποταμὸς 〈πρὸσ〉 Συρακούσαις, ἐν ᾧ πολέμου γεγονότος μεταξὺ Ἱπποκράτους τοῦ τυράννου καὶ Συρακουσίων συνεμάχησε Γέλωνι συμμάχῳ τοῦ Ἱπποκράτους ὁ Χρόμιος καὶ ἠρίστευσεν. ἡ δὲ μάχη ἐν στερρῷ χωρίῳ τῷ Ἕλωρι· ὁ δὲ αἰγιαλὸς καλεῖται Ἀρείας πόρος. ἄλλως. |
| N 9 95c [5] | Ἀρείας πόρος ἐλέγετο πᾶς ὁ περὶ τὸν πορθμὸν καὶ τὸ Ῥήγιον τόπος. ἔχει δὲ ὁ ποταμὸς ἱεροὺς ἰχθύας, οἳ παρὰ τῶν διαβαινόντων δέχονται τροφήν. ὁ δὲ τῆς Ἀρείας πόρος ἀνεξήγητός ἐστι· διὸ καὶ ἄδηλον, εἴτε Ἀρείας εἴτε Ῥείας λεκτέον εἴτε ὑφ’ ἓν Ἀρειάσπορον. καὶ καλεῖσθαι μέχρι τοῦ νῦν Ἀρείας πόρον διὰ τὸ πλῆθος τῶν φυομένων, ἢ ἀπὸ τοῦ συμβεβηκέναι ἐκεῖσε πόλεμον. Ἄρεα δὲ οἱ ποιηταὶ τὸν πόλεμόν φασιν. πολλὰ μὲν ἐν κονίᾳ χέρσ ῳ : χέρσῳ τῆς ἠπείρου φησί· γείτονι δὲ πόντῳ, ἀντὶ τοῦ ἐν ταῖς νήσοις καὶ θαλασσίοις τόποις. |
| N 9 102a [5] | ἐν ὑπερβατῷ δέ φησιν· ἐν δὲ ἄλλαις ἡμέραις φήσω καὶ διελεύσομαι τὰ ἐν τῇ γῇ τῆς ἠπείρου καὶ τὰ ἐν ταῖς νήσοις αὐτῷ διηνυσμένα. ἢ οὕτως· ἐὰν κατορθώσῃ, πάλιν ἐρῶ ὕστερον τὰ ἐν τῇ γῇ τῆς ἠπείρου, καὶ τὰ ἑξῆς. |
| N 9 104a [5] | ἐκ πόνων δ ὲ , οἳ σὺν νεότατι γένωντα ι : ἐκ τῶν πόνων τῶν ἐπιτελεσθέντων τῇ νεότητι, καὶ πόνων γε τοιούτων τῶν σὺν δικαίῳ τελεσθέντων, μία ἡμέρα αἰῶνος ὅλου τάξιν ἔχει εἰς εὐφροσύνην· ἐπειδάν τινες ἐν νεότητι πεπονηκότες ὦσι καὶ βεβιωκότες δικαίως, ἡμέρα μία ἐν τῷ γήρᾳ συγκριτική ἐστι πρὸς ὅλον τὸν αἰῶνα. τινὲς δὲ θηλυκῶς φασιν ἐξενηνέχθαι τὴν ἡμέραν ἀντὶ τοῦ ἥμερος, καὶ τὸν αἰῶνα θηλυκῶς εἰρῆσθαι· ἡ αἰών ἐστιν αὐτοῖς ἡμέρα, ἀντὶ τοῦ ἥμερος καὶ προσηνής ἐστιν αὐτοῖς ὁ βίος πρὸς γῆρας, ὅταν ὦσιν ἐν νεότητι πεπονηκότες δικαίως. τὰ δὲ προσηνῆ κατὰ μεταφορὰν ἀπὸ τῆς ἡμέρας σημαίνεται, ὥσπερ τὰ χαλεπὰ ἀπὸ τῆς νυκτός. ἢ οὕτως· ὁ δὲ ἐκ πόνων καὶ κινδύνων αἰὼν καὶ χρόνος, οἵτινες ἂν πόνοι μετὰ δικαιοσύνης ἐν τῇ νέᾳ ἀνυσθῶσιν ἡλικίᾳ, τούτῳ ὁ πρὸς τὸ γῆρας πᾶς χρόνος ὥσπερ μία ἡμέρα παρατρέχει διὰ τὸ εὐθυμεῖν καὶ μὴ ἐπαισθάνεσθαι τῶν φαύλων. |
| N 9 104c [5] | τὸ δὲ ἑξῆς· ὁ δὲ αἰὼν πρὸς τὸ γῆρας τούτοις τελέθει ἀεὶ φῶς τοῖς πόνοις, οἳ ἂν ἐν νεότητι γένωνται καὶ σὺν δίκῃ. ἔστι δὲ ἐκ τοῦ ἐναντίου τῷ Ὁμήρου (τ 360)· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. εἰ γὰρ ἅμα κτεάνοισι πολλοῖ ς : εἰ γὰρ ἅμα τῷ πλουτεῖν καὶ δοξασθήσεταί τις καλὰ ἐργασάμενος, οὐκ ἔστιν ὑπερθέσθαι ταύτην τὴν μακαριότητα, ὅταν συνέλθῃ δόξα πλούτῳ. |
| N 9 109b [5] | ὁ δὲ νοῦς· ὁ γὰρ ἅμα πλήθει περιουσίας καὶ δόξαν εὐκλεῆ καρπωσάμενος οὐκέτι περαιτέρω θνητὸς ὢν ὀφείλει περισκοπεῖν οὐδὲ ἄλλης εὐτυχίας ὁδοὺς ἐπιζητεῖν τοῖς ἑαυτοῦ ποσίν. ἀνυπέρβλητος γάρ, φησίν, αὕτη ἡ ἀρετή. παρέοικε δὲ τῇ ἄνω διανοίᾳ (N. III 19)· εἰ δ’ ἐὼν καλὸς ἔρδων δ’ ἐοικότα μορφᾷ, οὐκέτι πόρσω, καὶ τὰ ἑξῆς. ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιο ν : τῇ μὲν οὖν εἰρήνῃ καὶ ἡσυχίᾳ προσφιλές ἐστι τὸ συμπόσιον, ἡ δὲ νεωστὶ καταπραχθεῖσα νίκη συναύξεται τῇ μαλθακῇ καὶ ἡδείᾳ ᾠδῇ. |
| N 9 114b [5] | ἢ οὕτω· τὸ συμπόσιον τὴν ἡσυχίαν φιλεῖ· καὶ ἔστιν ὅμοιον τῷ (N. V 6) ματέρ’ οἰνάνθας ὀπώραν. ἡ δὲ νικηφορία οὐ φιλεῖ ἡσυχίαν, ἀλλ’ ὕμνους. θαρσαλέα δὲ παρὰ κρατῆρα φωνὰ γίνετα ι : παρὰ δὲ τὸν κρατῆρα, ὃς ἵσταται διὰ τὸ τέλος τῆς νίκης, θαρσαλεωτέρα ἡ φωνὴ γίνεται, καὶ δύναταί τις θαρρῶν ἐπὶ τῇ τοῦ νικηφόρου ἀνδραγαθία μετὰ παρρησίας τὸν ὕμνον ᾄδειν τὸν ἐπὶ τῇ νίκῃ. |
| N 9 117b | ἢ ἄλλως· ὅταν τις νικήσῃ, μετὰ παρρησίας εἰς αὐτὸν φωναὶ γενέσθωσαν καὶ ὕμνοι. ἐγκιρνάτω τίς μιν γλυκὺν κώμου προφάτα ν : τοίνυν τὸν κρατῆρα τὸν ἱστάμενον ἐπὶ τῇ νίκῃ ἐγκιρνάτω τις προηγητὴν ὄντα τοῦ ὕμνου. |
| N 9 119a [5] | προηγητὴν δὲ ἔφη τοῦ ὕμνου τὸν κρατῆρα, ἐπειδὴ τῇ νίκῃ ἅμα κρατὴρ τῆς σπονδῆς ἵσταται, εἶθ’ οὕτως ὁ ὕμνος ᾔδετο. ὁ δὲ νοῦς· ἤδη κιρνάτω τις τὸν κρατῆρα, ὅς ἐστι προοίμιον καὶ προφήτης κώμου. |
| N 9 119b | κωμάζωμεν οὖν αὐτὸν καὶ ὑμνῶμεν, ὅτι νενίκηκεν. ἀργυρέαισι δὲ νωμάτω φιάλαισ ι : μετὰ τὸ κερασθῆναι τὸν κρατῆρα, φησί, ἀποβαπτιζέτω τις τὰς φιάλας, καὶ διανεμέτω τοῖς κατακειμένοις. |
| N 9 121 [5] | ποίας δὲ φιάλας; ἃς ἔλαβεν ὁ Χρόμιος νικήσας ἔνθεν. ἐν γὰρ τοῖς κατὰ Σικυῶνα Πυθίοις ἀργυραῖ φιάλαι ἔπαθλα. βιατὰν δὲ ἀμπέλου παῖδα τὸν οἶνόν φησιν, ἤτοι τὸν βίᾳ θλιβόμενον, ἢ τὸν βιάζεσθαι εἰδότα καὶ εἰς μέθην ἄγειν. ἅς πο θ ’ ἵπποι κτησάμενα ι : ἅστινας φιάλας αἱ τοῦ Χρομίου ἵπποι προσεκόμισαν διὰ τῆς νίκης τῷ δεσπότῃ ἅμα τοῖς μετὰ δικαιοσύνης ὑπάρξασιν αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος στεφάνοις ἐκ τῆς ἱερᾶς Σικυῶνος. |
| N 9 123a [5] | οὐ παρῆν δὲ ὑπὸ τὴν νίκην, ἀλλ’ ἐπεπόμφει τὸ ἅρμα. ἃς ἤνεγκαν, φησίν, ἅμα τοῖς στεφάνοις οἱ ἵπποι. |
| N 9 123b [5] | θεμιπλέκτους δὲ τοὺς στεφάνους φησὶν ἤτοι νομίμως καὶ καθηκόντως πεπλεγμένους, ἢ καθὸ πάρεδρός ἐστι τοῦ Ἀπόλλωνος ἡ Θέμις χάριν τοῦ χρηστηρίου· καὶ γὰρ ἦν προφῆτις· ἢ ὅτι δικαίως καὶ ἄνευ δωροδοκίας ἐστέφθη. ἱστορεῖται δὲ τὰ ἐν Φωκίδι χρήμασιν ἀνύεσθαι, διὸ καὶ πρόσκειται ἐνταῦθα τὰ ἐν Σικυῶνι. οἰκείως δὲ ἱερὰν τὴν Σικυῶνα προσηγόρευσεν· ἡ γὰρ Μηκώνη ἐπ’ αὐτῆς ἐστιν, ἐφ’ ἧς οἱ θεοὶ διεδάσαντο τὰς τιμάς. Ἡσίοδος (theog. 535)· καὶ γὰρ ὅτ’ ἐκρίνοντο θεοὶ θνητοί τ’ ἄνθρωποι Μηκώνῃ. καὶ Καλλίμαχος (fr. 195)· Μηκώνην μακάρων ἕδρανον αὖτις ἰδεῖν. Ζεῦ πάτε ρ , εὔχομα ι : εὔχομαι δὴ οὖν, πάτερ Ζεῦ, καὶ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὑμνῆσαι ἐπιχαρίτως, ἐπὶ πολλῶν τε καὶ ἄλλων τὴν νίκην αὐτοῦ ὑμνῆσαι τοῖς λόγοις προπέμπων μου τὴν Μοῦσαν ἐγγὺς τοῦ σκοποῦ· οἱονεὶ ἐπαξίως αὐτὸν ὑμνῆσαι. |
| N 9 127b [9] | ἄλλως. τιμαλφεῖν λόγοις, ἀντὶ τοῦ τιμᾶν αὐτὸν λόγοις, προσβάλλων ταῖς Μούσαις τὴν νίκην καὶ συναρμόζων αὐτήν· τοῖς ὕμνοις βάλλων τὴν νίκην. τινὲς δὲ ἀνέγνωσαν περισπωμένως νικᾶν, ἵν’ ᾖ· ὑπὲρ πολλῶν νικῶν τιμᾶν τοῖς λόγοις· ἀκοντίζων δὲ ἐγγὺς τοῦ σκοποῦ τὴν Μοῦσαν, ἤτοι διϊκνούμενος ταῖς Μούσαις. inscr. N. X D Scholia in Nemeonicarum carmen X Τῆς δεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ιαʹ. |
| N 10 metr (t) [25] | τὸ αʹ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον 〈εἰσ〉 δισύλλαβον. τὸ βʹ ἰαμβέλεγος. τὸ γʹ ἰαμβέλεγος λείπων μιᾷ ἐν ἀρχῇ, ἢ περίοδος. τὸ δʹ προσοδικὸν ἀπὸ ἰωνικοῦ καὶ χοριαμβικοῦ. τὸ εʹ τὸ αὐτὸ τῷ γʹ. τὸ ϛʹ περίοδος τροχαϊκὴ ἐπίτριτος ἢ χορίαμβος διὰ τὴν ἀπόδοσιν. τὸ ζʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ηʹ ἰαμβέλεγος μετατιθεμένης τῆς τελευταίας ἐπὶ τὴν ἀρχήν. τὸ θʹ δακτυλικὸν πενθημιμερές. τὸ ιʹ ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τὸ ιαʹ τὸ αὐτό· τὸ δὲ κολεῷ (vs. 11 vg.) ἀντὶ τοῦ κολῷ κατὰ συνίζησιν. ἡ δὲ ἐπῳδὸς κώλων ιβʹ. τὸ αʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ὅμοιον τῷ ζʹ τῆς στροφῆς. τὸ γʹ ὅμοιον τῷ αʹ τῆς ἐπῳδοῦ. τὸ δʹ ὅμοιον τῷ βʹ· τὸ δὲ χαλκέοις (vs. 26 vg.) ἀντὶ τοῦ χαλκοῖς κατὰ συνίζησιν. τὸ εʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημιμερές. τὸ ζʹ ἐγκωμιολογικόν. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ ἀναπαιστικὸν Ἀριστοφάνειον ἥμισυ ἀκροτελεύτιον. τὸ ιʹ ἄτακτον ἰαμβικὸν ἑφθημιμερὲς διὰ τὸν δεύτερον σπονδεῖον. τὸ ιαʹ ἰωνικὸν δίμετρον βραχυκατάληκτον τῆς αʹ μακρᾶς λελυμένης. τὸ ιβʹ Εὐριπίδειον. 1 D Ἐν Ἄργει τελεῖται τῇ Ἥρᾳ ἀγὼν ἱερὸς Ἑκατόμβαια, ὃν καὶ Ἥραια καλοῦσιν· ἐν γὰρ τῇ τοῦ ἀγῶνος πανηγύρει ἑκατὸν βοῦς θύουσι τῇ Ἥρᾳ. |
| N 10 inscr [5] | ὁ δὲ Δαναὸς Βήλου παῖς ὢν τοῦ Ἄργους ἐβασίλευσεν, ὁ δὲ Αἴγυπτος τῆς ὁμωνύμου χώρας, ὁ δὲ Ἀγήνωρ τῆς Φοινίκης. metr. D Δαναοῦ πόλιν ἀγλαοθρόνων τ ε : ἔνιοί φασιν εἰς πλείους νίκας τὸν ἐπίνικον συντετάχθαι· λαβεῖν γὰρ αὐτὸν καὶ Ἴσθμια καὶ Πύθια καὶ Νέμεα. |
| N 10 1a [5] | περὶ δὲ τῶν Ὀλυμπίων εὔχεται, ὅτε φησί (29)· Ζεῦ πάτερ, τῶν γε μὰν ἔραται. ὁ δὲ Πίνδαρος ὅτε βούλοιτο ἐπαινεῖν τὰς πατρίδας τῶν νενικηκότων, ἀθροίζειν εἴωθε τὰ πεπραγμένα ταῖς πόλεσι περιφανῆ, καθὼς ἐν τῇ ᾠδῇ, ἧς ἡ ἀρχή· Ἰσμηνὸν ἢ χρυσηλάκατον Μελίαν (fr. 29. 30). ὁ δὲ λόγος· ὑμνεῖτε, ὦ Χάριτες, τὴν τοῦ Δαναοῦ πόλιν καὶ τὰς πεντήκοντα αὐτοῦ θυγατέρας. |
| N 10 1c [10] | ὁ δὲ νοῦς ὅλος· τὴν τοῦ Δαναοῦ πόλιν καὶ τῶν πεντήκοντα θυγατέρων αὐτοῦ, φημὶ δὲ τὸ Ἄργος, ἥτις πόλις Ἀργείων οἰκητήριον θειωδέστατόν ἐστι τῆς Ἥρας, ὑμνήσατε, ὦ Χάριτες. ἔστι δὲ παρὰ τὸ Ὁμηρικόν (Δ 51)· ἦτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη. καὶ Καλλίμαχος (fr. 108)· τὸν μὲν ἀρισκυδὴς εὖνις ἀνῆκε Διὸς Ἄργος ἔθειν, ἴδιόν περ ἐὸν λάχος· ἀλλὰ γενέθλῃ Ζηνὸς ὅπως σκοτίῃ τρηχὺς ἄεθλος ἔοι. τὸ δὲ φλέγεται ἀντὶ τοῦ λαμπρύνεται καὶ δοξάζεται· ἐκλάμπει χάριν τῶν ἀρετῶν ὧν ἔσχε. |
| N 10 6 [25] | μακρὰ μὲν τὰ Περσέω ς : ἀπὸ Περσέως ἄρχεται· Ἀργεῖος γὰρ οὗτος. μακρὰ οὖν, φησί, τὰ διηγήματα τὰ περὶ Περσέως, ἃ ἔπραξε κατὰ τὴν Γοργόνα. μακρὰ δὲ αὐτὰ εἶπεν, ἤτοι ὅτι παλαιά ἐστι τὰ λεγόμενα, οἷον ἀπὸ πολλοῦ χρόνου μήκους διῖκται εἰς ἡμᾶς, ἢ μακρὰ οἷον ὑψηλὰ καὶ ἔνδοξα· ἢ καὶ τρίτον μακρά ἐστι τὰ διηγήματα, ἐὰν ἄρξωμαι εἰπεῖν τὰ περὶ Περσέως. μακρὰ τοίνυν ἂν εἴη λέγειν καὶ διηγεῖσθαι τὰ Περσέως καὶ Μεδούσης τῆς Γοργόνος. καὶ ῥητορικῶς δὲ τοῦτο ποιεῖ· δοκῶν παραιτεῖσθαι τὸ λέγειν καθ’ ἕκαστα 〈τὰ〉 τῶν Ἀργείων ἀνδραγαθήματα, λεληθότως καταριθμεῖται αὐτά. ἔστι δὲ ἡ ἱστορία αὕτη. Μέδουσα, μία δὲ τῶν Γοργόνων αὕτη, ἤρισέ ποτε περὶ κάλλους τῇ Ἀθηνᾷ, ἡ δὲ πρὸς τὴν πρόκλησιν ἀγανακτήσασα πείθει Περσέα εἰς τὸν Ὠκεανὸν διαβῆναι, παρασχοῦσα αὐτῷ καὶ τὴν Ἄϊδος κυνέην, εἴη δ’ ἂν ἡ ἀορασία, καὶ ἀποτεμεῖν τῆς Γοργόνος τὴν κεφαλήν, ὁ δὲ τῷ αὐτοῦ τάχει θαρρῶν καὶ τῇ τῆς Ἀθηνᾶς συμπραξίᾳ ἐπὶ τὸν ἆθλον στέλλεται, καὶ κατειληφὼς τὰς Γοργόνας καὶ ἰδὼν διαδούσας ἀλλήλαις τὸν ὀφθαλμόν, ἑνὶ γὰρ αἱ πᾶσαι ἐχρῶντο, ἁρμοζόμενον τὸ διδόμενον πρὸς τὸ ἐγχείρημα σκοπήσας ἀποτέμνει τῆς Μεδούσης τὴν κεφαλὴν καὶ δίδωσι τῇ Ἀθηνᾷ· ἡ δὲ δεξαμένη ἐνέθηκε τῷ ἑαυτῆς στήθει, ὅπως ἂν ἐν τῇ παραθέσει ἡ τοῦ κάλλους εἴη διάκρισις. ἐδυνήθη δὲ καὶ τῇ τῆς Γοργόνος κεφαλῇ τὴν Ἀνδρομέδαν τοῦ κήτους ἀπολύσασθαι· δείξας γὰρ τῷ κήτει τὴν Γοργόνα καὶ ἀπολιθώσας αὐτὸ ἀπέλυσε τῆς βορᾶς τὴν παρθένον. οἱ γὰρ ὁρῶντες τὴν κεφαλὴν τῆς Γοργόνος ἀπελιθοῦντο. πολλὰ δ ’ Αἰγύπτῳ κατῴκισθεν ἄστ η : πολλὰ δ’ ἂν εἴη λέγειν, ὅπως ἐν τῇ Αἰγύπτῳ κατῳκίσθησαν πόλεις ὑπὸ τῶν τοῦ Ἐπάφου χειρῶν. |
| N 10 8 [5] | Ἔπαφος δὲ Διὸς καὶ Ἰοῦς, Ἰὼ δὲ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ νύμφης· οὗτος οὖν ὁ Ἔπαφος ἐβασίλευσεν Αἰγύπτου, Ἀργεῖος ὢν ἀπὸ μητρός. οὐ δ ’ Ὑπερμήστρα παρεπλάγχθ η : τί δ’ ἄν τις φήσειε περὶ τῆς Ὑπερμήστρας; ἥτις οὐκ ἐσφάλη φεισαμένη τοῦ αὑτῆς ξίφους καὶ μὴ ἀνελοῦσα τὸν Λυγκέα. |
| N 10 10a | παρεπλάγχθη δὲ, ἀντὶ τοῦ τοῦ δέοντος ἀπεπλανήθη λογισμοῦ. ἄλλως. |
| N 10 10b [5] | καὶ τοῦτο εἰς ἔπαινόν φησι. τῶν γὰρ ἄλλων Δαναΐδων κοινῇ γνώμῃ ἐπιθεμένων τοῖς Αἰγυπτιάδαις, μόνη ἡ Ὑπερμήστρα, ἐπεὶ διεφύλαξεν αὐτὴν ἁγνὴν παρθένον ὁ Λυγκεὺς, οὐκ ἐφαίνετο ἰσόψηφος ταῖς ἀδελφαῖς, ἀλλὰ μονόψηφος ἐγένετο, ψῆφον ἤνεγκε μόνη καθ’ ἑαυτὴν, ἀπολυτικήν τινα ταύτην, ἐν κολεῷ κατασχοῦσα τὸ ξίφος· τουτέστι μόνη παρὰ τὰς ἄλλας Δαναΐδας, ἰδίᾳ ψήφῳ χρησαμένη, οὐκ ἔσπασε κατὰ τοῦ Λυγκέως τὸ ξίφος. Διομήδεα δ ’ ἄμβροτον ξανθά ποτε γλαυκῶπις ἔθηκε θεό ν : καὶ οὗτος Ἀργεῖος, ὃς δι’ ἀρετὴν ἀπηθανατίσθη· καὶ ἔστι περὶ τὸν Ἀδρίαν Διομήδεια νῆσος ἱερὰ, ἐν ᾗ τιμᾶται ὡς θεός. |
| N 10 12a [10] | καὶ Ἴβυκος οὕτω (fr. 38)· ........ τὴν Ἑρμιόνην γήμας ὁ Διομήδης ἀπηθανατίσθη σὺν τοῖς Διοσκούροις· καὶ γὰρ συνδιαιτᾶται αὐτοῖς. καὶ Πολέμων ἱστορεῖ (FHG III 122)· ἐν μὲν γὰρ Ἀργυρίπποις ἅγιόν ἐστιν αὐτοῦ ἱερόν· καὶ ἐν Μεταποντίῳ δὲ διὰ πολλῆς αὐτὸν αἴρεσθαι τιμῆς ὡς θεὸν, καὶ ἐν Θουρίοις εἰκόνας αὐτοῦ καθιδρύσθαι ὡς θεοῦ. ἄλλως. |
| N 10 12b [15] | οὐχὶ δὲ καὶ τὸν Διομήδην ἡ Ἀθηνᾶ θεὸν ἐποίησε; κατὰ γὰρ τὸν Θηβαϊκὸν πόλεμον Μελάνιππος, ἦν δὲ οὗτος ἥρως Θηβαῖος, ἔτρωσε τὸν Τυδέα· ὁ δὲ πρὸς τὴν πληγὴν θυμήνας καθικέτευσε τὸν Ἀμφιάραον ἀνελεῖν τὸν Μελάνιππον καὶ προσαγαγεῖν αὐτοῦ τὴν κεφαλήν. προσαχθείσης δὲ αὐτῷ τῆς κεφαλῆς καὶ τῆς ὀργῆς νικησάσης τὸν δέοντα λογισμὸν, ἀπεγεύσατο τῶν Μελανιππείων κρεῶν, ὡς καὶ Εὐριπίδης ἐν τῷ Μελεάγρῳ φησίν (fr. 537)· εἰς ἀνδροβρώτους ἡδονὰς ἀφίξεται κάρηνα πυρσαῖς γένυσι Μελανίππου σπάσας. τετρωμένῳ οὖν τῷ Τυδεῖ ἡ Ἀθηνᾶ τὴν ἀθανασίαν παρήγαγε, καὶ οὐκ ἀπήλαυσε τῆς δωρεᾶς ἔτι διὰ τὴν τῶν ἀνθρωπείων κρεῶν βρῶσιν· εἶτα ὡς αὐτὸς οὐκ ἠδυνήθη τῆς ἀθανασίας τυχεῖν, ἠξίωσε τὴν θεὸν ἐπὶ τὸν Διομήδην τὸ δῶρον μεταθεῖναι. τιμᾶται γοῦν καὶ παρὰ Θουρίοις καὶ Μεταποντίοις ὡς θεὸς Διομήδης, καὶ οὐκ ἔστι παρὰ τοῖς ἱστορικοῖς εὑρέσθαι αὐτοῦ τὸν θάνατον. γαῖα δ ’ ἐν Θήβαις ὑπέδεκτ ο : καὶ ὁ Ἀμφιάραος Ἀργεῖος. |
| N 10 14 [10] | Θηβαῖοι οὖν οὐκ ἔχουσιν ὡς θεὸν τὸν Ὀϊκλέους παῖδα Ἀμφιάραον, σχισθείσης ὑπὸ κεραυνοῦ τῆς γῆς καὶ δεξαμένης αὐτόν; ὁ γὰρ Ζεὺς εἰς τιμὴν αὐτοῦ σχίσας τὴν γῆν τῷ κεραυνῷ καταδεχθῆναι ἐποίησεν αὐτὸν σὺν τῷ ἅρματι, καὶ ἐποίησεν αὐτὸν ἀθάνατον· ἀφ’ οὗ δὴ μέχρι νῦν τὸ τοῦ Ἀμφιαράου μαντεῖον ἐνδοξότατον τῶν ἐπὶ τῆς Ἑλλάδος. ἀμφίβολον δὲ πότερον τὸν Ἀμφιάραον ἐδέξατο ἡ γῆ πολέμου ὄντα νέφος, ἢ ὅτε τὸ τοῦ πολέμου νέφος τοῖς Ἀργείοις ἐπῆλθε τὸ ἀπὸ Θηβῶν, τότε ὁ Ζεὺς κηδόμενος τοῦ Ἀμφιαράου ἐκέλευσεν αὐτὸν ὑπὸ τῆς γῆς δεχθῆναι καὶ εἶναι ἀθάνατον. καὶ γυναιξὶ καλλικόμοισ ι : προεξαριθμησάμενος τὰς τῶν Ἀργείων ἀρετάς φησι μὴ μόνον ἥρωσι διαπρέπειν αὐτοὺς, ἀλλὰ καὶ ἡρωΐσι γυναιξὶ διαπρέπειν πάλαι, ἀρχῆθεν. |
| N 10 17 [5] | τίς ἀπόδειξις ὅτι καὶ γυναιξί; Ζεὺς ἐπ’ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφηνε λόγον· ὅτι καὶ γυναιξὶν ἀριστεύει τὸ Ἄργος, οὐχ ἕτερος μάρτυς ἀλλ’ ὁ Ζεύς, ὃς καὶ πρὸς Ἀλκμήνην ἀφίκετο καὶ Δανάην Ἀργείας οὔσας. πατρί τ ’ Ἀδράστοιο Λυγκεῖ τ ε : οὐχὶ δὲ καὶ τῷ τοῦ Ἀδράστου πατρὶ Ταλαῷ καὶ τῷ Λυγκεῖ ἄριστον λογισμὸν παρέσχε καὶ μετὰ δικαιοσύνης συνήρμοσε; καρπὸς δὲ φρενῶν ὁ λογισμός. |
| N 10 21a | τίς δὲ συνήρμοσεν; ὁ Ζεύς. ὁ δὲ νοῦς· καὶ ἐπὶ Ταλαῷ οὖν καὶ Λυγκεῖ τὸν τῶν φρενῶν καρπὸν εὐθὺν ἐποίησεν, ὅ ἐστι δίκαιον αὐτῶν τὸν νοῦν ἐποίησεν ὁ Ζεύς. |
| N 10 21b | ἀπὸ Λυγκέως δὲ οἱ περὶ Περσέα. ὁ δ ’ ὄλβῳ φέρτατος ἵκε τ ’ ἐς κείνου γενεά ν : κοινωσόμενος τῷ Ἀμφιτρύωνι τὴν γενεὰν ὁ Ζεὺς [ἵκετ’ εἰς ἐκείνου γενεάν]. |
| N 10 24a [5] | πῶς δὲ παρεγένετο συγγενέσθαι; ὁ μὲν γὰρ Ζεὺς τῇ προτέρᾳ ἡμέρᾳ ἐγέννησε τὸν Ἡρακλέα, ὁ δὲ Ἀμφιτρύων τῇ ἑξῆς τὸν Ἰφικλέα, καὶ ἐμίχθη τὰ γένη ἀμφοτέρων. οὐχὶ δὲ ὁ Ζεὺς παρεγένετο εἰς τὴν ἐκείνου σποράν; ὅτε γὰρ τοῖς ὅπλοις ἀναιροῦντος αὐτοῦ τοὺς Τηλεβόας, τηνικαῦτα τὴν ὄψιν ἀφομοιωθεὶς ὁ Ζεὺς τῷ Ἀμφιτρύωνι καὶ οὕτως εἰς τὸν οἶκον ἐλθὼν τῆς Ἀλκμήνης ἐπλησίασεν αὐτῇ καὶ τὸν Ἡρακλέα ἔσπειρεν. |
| N 10 24b | ἆθλον γὰρ ἡ Ἀλκμήνη τὸν ἑαυτῆς γάμον προὔθηκε τῷ τοὺς Τηλεβόας καταπολεμήσοντι· ἔπραττε τοῦτο Ἀμφιτρύων, καὶ ἐκείνου περὶ τὸν πόλεμον ἀσχολουμένου ὁ Ζεὺς ἀφομοιωθεὶς συνῆλθεν αὐτῇ. ἀδείμαντον δὲ ἔφη τὸ σπέρμα, ὃ ἔμελλεν εἰς τὴν τοῦ Ἡρακλέους γένεσιν καταβαλεῖν ὁ Ζεύς, ὅ ἐστιν ἄφοβον· ὁ γὰρ ἐξ αὐτοῦ γεννηθεὶς ἦν ἄφοβος Ἡρακλῆς. |
| N 10 31 [5] | οὗ κα τ ’ Ὄλυμπον ἄλοχο ς : οὗτινος Ἡρακλέους ἡ γαμετὴ κατὰ τὸν Ὄλυμπον Ἥβη παρὰ τῇ τελείᾳ ἑαυτῆς μητρὶ προϊοῦσα πορεύεται τῶν θεῶν ἐκπρεπεστάτη. λέγει δὲ μητέρα τελείαν τὴν Ἥραν. καὶ Αἰσχύλος (fr. 383)· Ἥρα τελεία, Ζηνὸς εὐναία δάμαρ. ἔστι γὰρ αὐτὴ γαμηλία καὶ ζυγία. ἔστι δὲ ὁ γάμος τέλος διὰ τὸ τελειότητα βίου κατασκευάζειν. βραχύ μοι στόμα πάν τ ’ ἀναγήσασθα ι : ἥττηταί μοι, φησί, τῶν Ἀργείων ἀνδραγαθημάτων ὁ λόγος, καὶ ἀδυνάτως ἔχει πάντα διηγήσασθαι τὰ τοῦ Ἄργους καλά. |
| N 10 35 [5] | διατί δὲ εἰς ταῦτα παρεκβέβηκεν; ὅτι ὁ ἀγὼν, ὃν ἐνίκα ὁ Θειαῖος, τὰ Ἑκατόμβαια, οὐκ ἦν ἐπίσημος οὐδ’ ἐκτροπὰς ἔχων. ἵν’ οὖν ἔχῃ μῆκος περιποιῆσαι τῇ ᾠδῇ, ἐπὶ τὴν κοινότητα τῶν ἐπαίνων τῆς πατρίδος αὐτοῦ κατήντησεν. ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσα ι : ἔστι μὲν γὰρ ὁ τῶν ἀνθρώπων φθόνος βαρὺς πρὸς ἐναντίωσιν· οὐχ ἡδέως γὰρ ἀκούουσιν ἀλλοτρίων θαυμάτων οἱ ἄνθρωποι, ἀλλ’ εὐθὺς κόρον ἴσχουσι τῶν ἐπαίνων διὰ βασκανίαν. |
| N 10 37b [5] | ἄλλως. ὁ κόρος βαρύς ἐστιν ὁ ἀπὸ τῶν ἀνθρώπων ἀντιάσαι καὶ συναντῆσαι, τουτέστιν ἀντίος γενηθεὶς ὁ κόρος τῶν ἀνθρώπων βαρύς ἐστι καὶ δυσβάστακτος· διὸ τὸν ὕμνον τῶν BD Ἀργείων καταλείψας τὸν κόρον φεύξομαι, ὅ ἐστι τὸν φθόνον. ἀλ λ ’ ὅμως εὔχορδον ἔγειρε λύρα ν : πρὸς ἑαυτόν φησι ταῦτα ὁ Πίνδαρος· ὅμως μέντοι τὴν εὐάρμοστον λύραν λάμβανε καὶ τὴν φροντίδα τῶν παλαισμάτων δέξαι, τουτέστιν ἐπαίνει τὸν παλαιστήν. |
| N 10 39 [10] | χάλκεον δέ φησι τὸν ἀγῶνα, ἤτοι ὅτι ἰσχυρός ἐστιν, ἢ ὅτι χαλκοῦν ὅπλον τὸ ἔπαθλον. ὁ τοίνυν ἀγὼν ὁ στερρότατος τὸν δῆμον παρορμᾷ εἰς τὴν τῆς θεοῦ θυσίαν, εἴς τε τὴν τῶν ἄθλων κρίσιν τὸν δῆμον ὁ τοῦ Οὐλίου παῖς Θειαῖος παρορμᾷ. τὸ παρορμᾷ δὲ ἀπὸ κοινοῦ. δὶς δὲ αὐτόν φησι νενικηκέναι τὰ Ἑκατόμβαια καὶ ἐσχηκέναι εὐφόρων λήθην πόνων. ἐπιλανθάνονται γὰρ οἱ ἄνθρωποι τῶν κατὰ τὴν ἄθλησιν πόνων, ὅταν νικήσωσι. γράφεται δὲ καὶ εὐφρόνων· εὐφόρων μὲν, ἐπεὶ εὔφοροί εἰσιν οἱ τοιοῦτοι πόνοι τῷ ἄριστα ἆθλα ἐνηνοχέναι· εὐφρόνων δὲ, τῶν εὐφραντικῶν. ἐκράτησε δὲ καί πο θ ’ Ἕλλανα στρατό ν : κοινῶς τὸ πλῆθος στρατὸν εἶπεν, ὡς καὶ Πύθια νενικηκότος αὐτοῦ καὶ Ἴσθμια καὶ Νέμεα. |
| N 10 46b | ἢ οὕτω· παραγέγονε δὲ καὶ ἐκράτησε πάντων τῶν ἀνταγωνιστῶν ἐν τοῖς Πυθίοις. ὁ δὲ νοῦς· σὺν εὐτυχίᾳ δὲ παραγενόμενος ἐκράτησε πάλιν καὶ τοὺς ἐν Ἰσθμῷ καὶ Νεμέᾳ στεφάνους. |
| N 10 49a [5] | Μοίσαισί τ ’ ἔδω κ ’ ἀρόσα ι : τουτέστι ταῖς Μούσαις ἔδωκεν ἀρόσαι καὶ σπεῖραι τοὺς στεφάνους διὰ τὸν ὕμνον· ἢ ὡς ἑτέρων ποιησάντων καὶ ὑμνησάντων αὐτὸν ἐπὶ ταῖς νίκαις ἐκείναις τοῦτό φησιν. ὁ δὲ νοῦς· καὶ παρέσχε πρόφασιν ταῖς Μούσαις· τρίτον μὲν γὰρ κληρωθεὶς ἐνίκησε τὰ Ἴσθμια· πόντου γὰρ πύλας εἶπε τὸν Ἰσθμὸν διὰ τὸ στενόν· τρὶς δὲ τὰ Νέμεα κατὰ τὴν Ἀδράστου διοίκησιν καὶ νομοθέτησιν τελούμενα. |
| N 10 49b [15] | οἱ γὰρ ἑπτὰ ἐπὶ Θήρας ἀνενεώσαντο τὰ Νέμεα, ὧν εἷς Ἄδραστος. ἐπεὶ οὖν καὶ αὐτὸς τῶν ἐν Ἄργει ἐπιφανῶν, διὰ τοῦτο Ἀδραστείῳ νόμῳ φησὶ, χαριζόμενος καὶ διὰ τούτου πλέον τι τοῖς Ἀργείοις. σεμνοῖς δὲ δαπέδοις, τοῖς Νεμείοις φησὶν ὁ Δίδυμος· πλησίον γάρ ἐστι Σικυῶνος. Ὅμηρος (Β 572)· ὅθ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευσεν. ἐτίθετο δὲ πάλαι ἐν τῇ Σικυῶνι τὰ Νέμεα· οὐ γὰρ ἂν σημαίνοι τὰ Πύθια τὰ ἐν Σικυῶνι ἀγόμενα· οὐ γάρ ἐστιν ἐκεῖνος περιοδικὸς ὁ στέφανος, ἀλλ’ ὁ τῶν Νεμέων· βούλεται δὲ νῦν τοὺς περιοδικοὺς εἰπεῖν. τολοιπὸν γὰρ ἐπιφέρει τὸν Ὀλυμπιόνικον, εὐχόμενος τελειωθῆναι ὑπ’ αὐτοῦ τὴν περίοδον. Ζεῦ πάτε ρ , τῶν μὲν ἔρατα ι : διὰ τούτων φανερὸν, ὅτι περὶ τῶν Ὀλυμπίων λέγει, φάμενος αὐτὸν ἐπιθυμεῖν καὶ τοῦτον τὸν στέφανον λαβεῖν, ἵν’ ἐκπληρώσῃ τὴν περίοδον, σιγᾶν δὲ καὶ ἐπιτρέπειν τῷ θεῷ. |
| N 10 53a [5] | διὰ δὲ τοῦ παραιτεῖται χάριν ὑπακουστέον, ὅτι παρὰ σοῦ αἰτεῖται τὴν χάριν, ἀλλὰ καὶ τολμῶν καὶ μοχθῶν τι πράσσειν τῶν πρὸς τὸ ἔργον συντεινόντων. ὁ δὲ νοῦς· ὧν γε μὴν ἐπιθυμεῖ τυχεῖν, ἐν τῇ διανοίᾳ κρύπτει σιωπῶν διὰ τὸ νεμεσητόν. |
| N 10 53b [5] | βούλεται δὲ λέγειν τὰ Ὀλύμπια· διὸ καὶ τῷ Διῒ εὔχεται. ἐὰν οὖν, φησί, σὺ θέλῃς, καὶ τὰ Ὀλύμπια ἕξει· παντὸς γὰρ πράγματος τέλος ἐν σοί ἐστιν, ὦ Ζεῦ. οὐ δ ’ ἀμόχθῳ καρδί ᾳ : οὐ χωρὶς μόχθων αἰτεῖται τὰ Ὀλύμπια, ἵνα ἀμόχθως αὐτὰ λάβῃ, ἀλλὰ μοχθήσας καὶ πονήσας καὶ παλαίων παραιτεῖται τὴν χάριν. |
| N 10 55 [5] | οὐ συνήθως δὲ τὸ παραιτεῖται ἀντὶ τοῦ αἰτεῖται· ὅ ἐστιν ἐπικέκληται. ἐπιφέρει γάρ· παρὰ σοῦ αἰτεῖται τὴν χάριν ταύτην καὶ τὴν δωρεὰν, ὦ Ζεῦ, τὰ Ὀλύμπια νικῆσαι. γνώ τ ’ ἀείδω θεῷ τ ε : εὔγνωστα δὲ λέγω αὐτῷ τῷ θεῷ καὶ τῷ Θειαίῳ, ὅστις Θειαῖος ἁμιλλᾶται καὶ σπουδάζει περὶ τῆς κορυφῆς τῶν ἐσχάτων ἄθλων. |
| N 10 57a | ἐσχάτων δὲ, τῶν τὸ τέλειον ἐχόντων τῆς δόξης. ἢ οὕτω· φανερὰ δὲ λέγω τῷ τε Δϊὶ καὶ τῷ βουλομένῳ παντὶ ἁμιλλᾶσθαι καὶ σπουδάζειν περὶ τῆς κορυφῆς τῶν τελευταίων ἄθλων. |
| N 10 57b [5] | ἄθλων δὲ κορυφὴ καὶ τέλος τὰ Ὀλύμπια. εἰκότως δέ, φησίν, ἐπιθυμεῖ τῶν Ὀλυμπίων· τὸν γὰρ ἐνδοξότατον καὶ ὑπερέχοντα θεσμὸν ἔσχεν ἀπὸ τοῦ Ἡρακλέους τὰ Ὀλύμπια. ἢ οὕτως· ἐπεὶ προεῖπεν αἰνιγματωδῶς, ὅτι οὐ δύναμαι εἰπεῖν τίνων ἐρᾷ, ἦν δὲ τῶν Ὀλυμπίων, ἐπεῖπε· ταῦτα γνωστὰ λέγω καὶ σοὶ, ὦ Ζεῦ, καὶ σοὶ τῷ ἐπιθυμοῦντι ἁμιλλήσασθαι περὶ τούτων τῶν ἄθλων, οἵ εἰσι κορυφαὶ ἔσχαται τῶν ἄθλων. |
| N 10 57c [5] | διὰ δὲ τοῦ ἐσχάτου σημαίνει τὸ πρῶτον τῶν ἄθλων· καὶ γὰρ τὸ πρῶτον ἔσχατόν ποτε δύναται γενέσθαι, καὶ τὸ ἔσχατον πρῶτον. κέχρηται καὶ Σοφοκλῆς τῷ ἐσχάτῳ ἀντὶ τοῦ πρώτου (fr. 821)· ἤδη γὰρ ἕδρᾳ Ζεύς, φησίν, ἐν ἐσχάτῃ θεῶν, ἀντὶ τοῦ ἐν τῇ πρώτῃ. ἁδεῖαί γε μὲν ἀμβολάδα ν : ὡς δὶς αὐτοῦ νενικηκότος τὰ Παναθήναια ταῦτά φησιν· ὀμφαὶ οὖν ἡδεῖαι τῶν Ἀθηναίων ἐκώμασαν αὐτὸν ἀμβολάδαν, τουτέστιν ἀνατεταμένως τῇ φωνῇ καὶ λαμπρῶς· ἢ ἀμβολάδαν ἀνακρουόμεναι, καθὸ προαναβολὰς λέγουσι τὰ πρὸ τοῦ προοιμίου. |
| N 10 61 [10] | δὶς οὖν ὑμνήθη καὶ ἐκωμάσθη, φησίν, ᾀδόντων καὶ ὑμνούντων αὐτοῦ τὴν νίκην τῶν Ἀθηναίων ἐν ταῖς τελεταῖς. ἔστι δὲ καὶ οὕτω προενέγκασθαι ἁδείᾳ ἐν τελετᾷ· ἐν ἡδείᾳ τελετῇ ἐκώμασαν αὐτὸν αἱ τῶν Ἀθηναίων ὀμφαὶ δίς. τινὲς δὲ τὸ ἀμβολάδην οὕτως ἀκούουσιν, ὅτι δὶς μὲν ἐνίκησε τὰ Παναθήναια, οὐκ ἐφεξῆς δὲ, ἀλλ’ ἀναβολάδην, τουτέστιν ἀναβολῆς τινος γενομένης μεταξύ. γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολ ε : γαῖαν [δὲ] κεκαυμένην εἶπε τὴν ὑδρίαν ἐν ᾗ τὸ ἔλαιον· ὀπτᾶται γὰρ ὁ κέραμος. |
| N 10 64a [5] | διὰ δὲ τούτου σημαίνει τοὺς τὰ Παναθήναια νενικηκότας· τίθενται γὰρ Ἀθήνησιν ἐπάθλου τάξιν ἐλαίου πλήρεις ὑδρίαι. διὸ καὶ Καλλίμαχος (fr. 122)· καὶ παρ’ Ἀθηναίοις γὰρ ἐπὶ τέγος ἱερὸν ἧνται κάλπιδες, οὐ κόσμου σύμβολον, ἀλλὰ πάλης. γῇ οὖν διὰ πυρὸς καυθείσῃ ὁ καρπὸς τῆς ἐλαίας ἔμολε, τὸ ἔλαιον. Ἥρας δὲ εὐάνορα λαὸν τὸ Ἄργος· ὁ γὰρ Θειαῖος Ἀργεῖος. |
| N 10 64b [5] | οὐκ ἔστι δὲ ἐξαγωγὴ ἐλαίου ἐξ Ἀθηνῶν, εἰ μὴ τοῖς νικῶσι. φησὶν οὖν τὴν ὑδρίαν πλήρη ἐλαίου κεκομικέναι ἐξ Ἀθηνῶν εἰς Ἄργος τὸν Θειαῖον νικήσαντα. τοῖς γὰρ ἀθληταῖς τοῖς τὰ Παναθήναια νενικηκόσι δίδοται ὑδρία ἐλαίου πλήρης. ἐν ἀγγέων ἕρκεσι παμποικίλοι ς : ἐν πεποικιλμένοις ἀγγείοις· ἐζωγραφοῦντο γὰρ αἱ ὑδρίαι. |
| N 10 67b [5] | ἄλλως. ἐν ἀμφιφορεῦσι χαλκοῖς ἔλαιον ἐτιμῶντο οἱ ἀγωνιζόμενοι Ἀθήνησι τὰ Παναθήναια, ἐπεὶ τὴν ἐλαίαν εὗρεν ἡ θεός. τὰ δὲ χαλκᾶ ταῦτα ἄγγη ἐκ γῆς καιομένης γίνεται· ἡ οὖν γῆ καιομένη δίδωσι τὸν χαλκὸν, ἐκ δὲ τοῦ χαλκοῦ γίνεται τὰ ἀγγεῖα, ἐν οἷς βάλλεται τὸ ἔλαιον. ταύτην οὖν φησι τὴν διάνοιαν. τούτοις γὰρ ἐτιμῶντο. ἕπεται δ ὲ , Θειαῖ ε : ἐπακολουθεῖ, φησί, κατὰ τὸ πολύγνωτον ὑμῶν γένος τὸ ἀπὸ τῆς μητρός, μήτρωες γὰρ οἱ ἀπὸ μητρὸς πρόγονοι, εὐάγων τιμὴ, τουτέστιν ἡ ἐπὶ τοῖς ἀγῶσι τοῖς εὖ ἀγωνισθεῖσιν ἢ 〈ἡ〉 εὖ καὶ καλῶς γινομένη τιμὴ σὺν Χάρισι καὶ Τυνδαρίδαις. |
| N 10 69 [5] | τὴν δὲ αἰτίαν διὰ τῶν ἑξῆς ἀποδίδωσι. Παμφάης γὰρ συγγενὴς τοῦ Θειαίου, φησίν, ἐξένικε τοὺς Διοσκούρους. ἀξιωθείην κεν ἐὼν Θρασύκλο υ : ἐγώ, φησί, καταξιωθείην τῶν περὶ Θράσυκλον καὶ Ἀντίαν συγγενὴς ὢν ἐν τῷ Ἄργει διάγειν καὶ ζῆν, ἔνθα οὐκ ἂν ἀπαρρησίαστος διετέλεσα οὐδὲ κάτω βλέπων καὶ κρύπτων ἐμαυτοῦ τὸ ἐλεύθερον. |
| N 10 73a | οἱ γὰρ νικῶντες μετὰ παρρησίας ἄνω βλέποντες βαδίζουσιν, οἱ δὲ ἡττημένοι οὐχ οὕτως. ἄλλως. |
| N 10 73b [5] | τοῦτο εἶπεν ὡς ἐκ τοῦ Θειαίου προσώπου, ὡς αὐτοῦ περὶ ἑαυτοῦ διαλεγομένου· τοῦ γὰρ Θρασύκλου καὶ τοῦ Ἀντία συγγενὴς ὢν ἐν τῷ Ἄργει οὐ κρύψω τὸ φάος τῶν ὀμμάτων, τουτέστιν οὐκ ἀπαρρησιάστως ὄψομαι, ὡς οὐ νενικηκὼς, ἀλλὰ μετὰ παρρησίας· νενίκηκα γάρ· ἄξιος οὖν ἂν εἴην μὴ κρύπτειν τὸ τῶν ὀμμάτων φάος μηδὲ κατηφὴς εἶναι, Ἀντία τ’ ὢν καὶ Θρασύκλου σύγγονος. νικαφορίαισι γὰρ ὅσαις ἱπποτρόφο ν : πόσαις γὰρ ἱπποτροφίαις, φησίν, αὕτη ἡ πόλις οὐκ ἔθαλλεν ἡ τοῦ Προίτου, τοῦτο μὲν ἐν τῷ Κορινθίῳ Ἰσθμῷ, τοῦτο δὲ ἐν τῇ Νεμέᾳ τετράκις νικήσασα· ἀπὸ Σικυῶνος δὲ καὶ τῶν ἐκεῖσε Πυθίων ἀργυραῖς φιάλαις τιμηθέντες ἀνεχώρησαν ἐπὶ τὸ Ἄργος οἱ πρόγονοι τοῦ Θειαίου. |
| N 10 82a [5] | ἐκ δὲ Πελλάνα ς : ἀντὶ τοῦ καὶ ἐν Πελλήνῃ ἐνίκησαν. τίθεται δὲ παχέα ἱμάτια ἐν Πελλήνῃ ἄγναφα· δυσχείμεροι δὲ οἱ τόποι. περιφραστικῶς δὲ τὴν χλαμύδα μαλακὴν κρόκην εἶπε· καὶ ἑτέρωθι (O. IX 97)· ψυχρᾶν ὁπότ’ εὐδιανὸν φάρμακον αὐρᾶν Πελλάνα παρέχει. ὁ δὲ ἀγὼν Διός· καλεῖται δὲ Δίϊα. ἢ οὕτως· ἐκ τῆς Πελλήνης δὲ τὰ Θεοξένια νικῶντες χλανίσιν ἐπιτηδειοτάταις κοσμηθέντες, ἀπὸ κοινοῦ τὸ ἀνεχώρησαν. |
| N 10 82b | λέγεται δὲ, ὅτι καὶ ἐξωμίδας ἐτιμῶντο. ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχει ν : τὸ δὲ τοῦ χαλκοῦ πλῆθος οὐ δυνατὸν εἰπεῖν ἁπλῶς· μακροτέρας γὰρ, οἶμαι, δεῖται σχολῆς. |
| N 10 84 [5] | λέβητα γὰρ ἐτιμῶντο ἐν πολλοῖς τῶν ἀγώνων καὶ ἀσπίδα χαλκῆν. ὅν τε Κλείτωρ καὶ Τεγέ α : ὅντινα χαλκὸν αἱ περὶ Κλείτορα καὶ Τεγέαν πόλεις Ἀργολικαὶ ἆθλον ἔθηκαν, ὃν καὶ τὸ Λύκαιον ἔθηκε χαλκὸν παρὰ τῷ τοῦ Διὸς βωμῷ τοῖς δυναμένοις νικῆσαι σὺν ποδῶν σθένει, δρόμῳ, καὶ χειρῶν σθένει, πάλῃ καὶ παγκρατίῳ καὶ πυγμῇ. |
| N 10 91 [5] | Κάστορος δ ’ ἐλθόντος ἐπὶ ξενία ν : τοῦ δὲ Κάστορος ἐπιξενωθέντος παρὰ τῷ Παμφάῃ τῷ προγόνῳ σου, ὦ Θειαῖε, ἅμα τῷ ἀδελφῷ Πολυδεύκει, θαυμαστὸν οὐδὲν ἀγαθοὺς καὶ θαυμασίους γεγενῆσθαι τοὺς προγόνους σου ἀγωνιστάς· ἐπόπται γάρ εἰσι τῶν ἀγώνων οὗτοι. διὰ τοῦτο γοῦν ἐν τοῖς ἐπάνω (38) εἶπε Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις τὴν νίκην αὐτῶν ἐληλυθέναι τῷ γένει. ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτα ς : ἐπεὶ οἱ τῆς εὐρυχόρου Σπάρτης ταμίαι καὶ δεσπόται Διόσκουροι σὺν τῷ Ἑρμῇ καὶ Ἡρακλεῖ τὴν τῶν ἀγώνων μοῖραν τῆς εὐωχίας διέπουσι καὶ διοικοῦσι. |
| N 10 100a [5] | μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενο ι : πάνυ μὲν ὑμῶν τῶν ὄντων δικαιοτάτων ἀνδρῶν φροντίζοντες διὰ τὸ τῆς ξενίας δίκαιον, καὶ ἄλλως δὲ καὶ κατὰ φύσιν οἱ θεοὶ πιστοί τινες καὶ φιλάνθρωποι περὶ τοὺς εὐσεβοῦντας ὄντες. ἢ οὕτως· ὅτι πίστιν σῴζοντες πρὸς τὸν πρόγονον, φησί, τὸν ὑποδεξάμενον αὐτοὺς, νίκην τούτῳ νῦν ἐδωρήσαντο. |
| N 10 100c | ἢ οὗτοι, φησί, περισσῶς κηδόμενοι τῶν δικαίων ἀνδρῶν. δοκοῦσι γὰρ ἐπιφαινόμενοι κατὰ τὸ πέλαγος σῴζειν τοὺς δικαίους. μεταμειβόμενοι δ ’ ἐναλλά ξ : μεταβάλλοντες δ’ αὐτοὶ οἱ Διόσκουροι καὶ ἐκ διαδοχῆς ἐναλλάσσοντες τὰς ἡμέρας, μίαν μὲν διάγουσιν ἐν τῷ οὐρανῷ ὡς θεοί, μίαν δὲ ἐν τοῖς ὑπογείοις τῆς Θεράπνης, ὁμοίαν καὶ ἴσην ἐκπληροῦντες τύχην. |
| N 10 103 [5] | ἰστέον δὲ ὅτι περιπέπτωκε τοῖς ἐν τῇ Νεκυομαντείᾳ λεγομένοις περὶ τῶν Διοσκούρων (λ 303—4)· ἄλλοτε μὲν ζώους’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. φησὶ γὰρ τοὺς Διοσκούρους μίαν μὲν ἡμέραν ὑπὲρ γῆς εἶναι, ἑτέραν δὲ ὑπὸ γῆν, ὥστε κατὰ μὲν τὸν διεσκευακότα τὰ παρ’ Ὁμήρῳ παρ’ ἡμέραν αὐτοὺς ἀποθνῄσκειν, κατὰ δὲ Πίνδαρον μίαν μὲν ἡμέραν παρὰ τοῖς ἀθανάτοις διαιτᾶσθαι, μίαν δὲ ἡμέραν ὁρῶντας τὰ παρ’ ἀνθρώποις σὺν αὐτοῖς εἶναι. ἐπεὶ τοῦτον ἢ πάμπαν θεὸς ἔμμενα ι : ἐπειδὴ μᾶλλον τοῦτον εἵλετο τὸν αἰῶνα, φησί, Πολυδεύκης, τὸν ἀδελφὸν ἔχων μεθ’ ἑαυτοῦ ἐκ διαδοχῆς θεὸς γενέσθαι καὶ πάλιν ἄνθρωπος, ἤπερ μόνος ἐν οὐρανῷ θεὸς κατοικεῖν, Κάστορος τοῦ ἀδελφοῦ αὐτοῦ φθαρέντος ἐν πολέμῳ. |
| N 10 107 | αὐτοῦ γὰρ τρωθέντος καὶ μέλλοντος ἀπόλλυσθαι εἵλετο Πολυδεύκης ὁ τούτου ἀδελφὸς αὐτὸς ἀθάνατος ὢν μᾶλλον παρ’ ἡμέραν ἄνθρωπος εἶναι ἅμα τῷ ἀδελφῷ, καὶ πάλιν θεὸς ἅμα τῷ ἀδελφῷ ἀπολουμένου αὐτοῦ· καὶ οὕτως ἐποίησαν οἱ θεοί. τὸν γὰρ Ἴδας ἀμφὶ βουσί πω ς : ἡ ἱστορία ἐστὶ τοιαύτη. |
| N 10 112a [10] | Λυγκεὺς καὶ Ἴδας οἱ Ἀφαρέως παῖδες ἐμνηστεύσαντο τὰς δύο Λευκίππου θυγατέρας Φοίβην καὶ Ἐλάειραν, κατὰ δὲ τὴν τῶν γάμων εὐωχίαν τοὺς Διοσκούρους εἰς ἑστίασιν ἐκάλεσαν· οἱ δὲ τὰς κόρας ἀφαρπάσαντες ἀπέφευγον, οἱ δὲ ἐπεδίωκον, καὶ συνίσταται τοῖς Ἀφαρητιάδαις καὶ τοῖς Διοσκούροις μάχη περὶ τῶν γάμων, καὶ ἀναιρεῖται Κάστωρ· εἶτα Πολυδεύκης ἀνεῖλεν ἀμφοτέρους, συμπράξαντος τοῦ Διὸς καὶ κεραυνὸν αὐτοῖς ἐπιπέμψαντος. ὁ δὲ Πίνδαρος οὐ διὰ τὰς νύμφας φησὶν αὐτοῖς γεγενῆσθαι τὴν στάσιν, ἀλλὰ διὰ βοῶν ἀπελασίαν. ψυχορραγοῦντος οὖν τοῦ Κάστορος Πολυδεύκης ὢν ἀθάνατος πρὸς τὸν ὄντα φθαρτὸν εἵλετο καταμερίσασθαι τὴν ἀθανασίαν τῇ τῆς φύσεως ἐκνικώμενος ἀνάγκῃ. οὕτως οὖν αὐτοὺς καὶ Ὅμηρος (λ 303) ἑτερημέρους καλεῖ. ὁ δὲ νοῦς· τὸν Κάστορα γάρ, φησί, τῆς τῶν βοῶν ἀφαιρέσεως ἕνεκεν ὁ Ἴδας ὀργισθείς πως ὁ τοῦ Ἀφαρέως παῖς ἔτρωσεν. |
| N 10 114a [20] | ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδε Λυγκεὺς δρυὸς ἐν στελέχει ἥμενο ς : ὁ μὲν Ἀρίσταρχος ἀξιοῖ γράφειν ἥμενον, ἀκολούθως τῇ ἐν τοῖς Κυπρίοις λεγομένῃ ἱστορίᾳ· ὁ γὰρ τὰ Κύπρια συγγράψας φησὶ τὸν Κάστορα ἐν τῇ δρυῒ κρυφθέντα ὀφθῆναι ὑπὸ Λυγκέως· τῇ δὲ αὐτῇ γραφῇ καὶ Ἀπολλόδωρος (III 11, 2) κατηκολούθησε. πρὸς οὕς φησι Δίδυμος· ἀμφοτέρων ὑπὸ τῇ δρυῒ λοχώντων, τοῦ τε Κάστορος καὶ τοῦ Πολυδεύκους, μόνον ὁ Λυγκεὺς τὸν Κάστορα εἶδε; μήποτε οὖν, φησί, δεῖ ἀναγινώσκειν τὴν παραλήγουσαν συλλαβὴν ὀξυτόνως τοῦ ἡμένος ὡς ἠρμένος, ἵνα κατ’ ἀμφοῖν ἀκούηται· ἴδε Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένος, ἀντὶ τοῦ ἡμένους, δηλονότι τοὺς Διοσκούρους· ὡς ἀελλόπος καὶ τρίπος· οὐχ ἕδος ἐστὶ, γεραιέ (Λ 648), ἀντὶ τοῦ οὐχ ἕδους. παρατίθεται δὲ καὶ τὸν τὰ Κύπρια γράψαντα οὕτω λέγοντα (fr. 9 Kinkel)· αἶψα δὲ Λυγκεὺς Τηΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς. ἀκρότατον δ’ ἀναβὰς διεδέρκετο νῆσον ἅπασαν Τανταλίδου Πέλοπος, τάχα δ’ εἴσιδε κύδιμος ἥρως δεινοὶς ὀφθαλμοῖσιν ἔσω δρυὸς ἄμφω κοίλης, Κάστορά θ’ ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκεα. νύξε δ’ ἄρ’ ἄγχι στὰς μεγάλην δρῦν καὶ τὰ ἑξῆς. ὁ μὲν οὖν Κάστωρ ἐλόχα τὸν Ἴδαν, φησίν, ἐν κοίλῃ δρυῒ κρυφθεὶς καὶ τὸν Λυγκέα· ὁ δὲ Λυγκεὺς ὀξυδερκὴς ὢν, ὥστε καὶ διὰ λίθων καὶ διὰ γῆς τὰ γινόμενα βλέπειν, ἰδὼν διὰ τῆς δρυὸς τὸν Κάστορα ἔτρωσε λόγχῃ. |
| N 10 114c | ἀπὸ γὰρ τοῦ ὅρους περισκοπῶν ὁ Λυγκεὺς ἐθεάσατο αὐτοὺς ἐγκαθεζομένους ἐν στελέχει δρυὸς καὶ ἐλλοχῶντας. τοῦ γὰρ Λυγκέως ὑπὲρ πάντας ἀνθρώπους ὀξύτατον ἦν τὸ ὄμμα λαιψηροῖς δὲ πόδεσιν ἄφαρ ἐξικέσθα ν : τάχιστα δὲ ἐκ τοῦ ὄρους πρὸς τοὺς Διοσκούρους δραμόντες παρεγένοντο καὶ μέγιστον ἔργον κατεπράξαντο τρώσαντες τὸν Κάστορα τάχιστα. |
| N 10 118 [10] | ἀλλὰ μὴν καὶ ὑπέστησαν δεινὸν ἔργον οἱ προειρημένοι τοῦ Ἀφαρέως παῖδες ὑπὸ τῶν Διοσκούρων· εὐθέως γὰρ ἦλθεν ὁ Πολυδεύκης τοῦ ἀδελφοῦ πεσόντος· οἱ δὲ ἐλθόντι αὐτῷ ἀνθυπέστησαν ἐξ ἐναντίας περὶ τὸν τάφον τοῦ πατρὸς αὐτῶν Ἀφαρέως, καὶ ἐνέβαλον τῷ στέρνῳ τοῦ Πολυδεύκους στήλην ἑνὸς τῶν κειμένων ἁρπάσαντες ἀπὸ τοῦ τύμβου τοῦ πατρὸς αὐτῶν Ἀφαρέως· ἀλλ’ οὔτε αὐτὸν ἔπληξαν τὸν Πολυδεύκην, οὔτε ὑποχωρῆσαι εἰς τοὐπίσω πεποιήκασιν οἱ Ἀφαρητιάδαι. Πίνδαρος δὲ τὴν ἐπὶ τάφου στήλην οὕτω καλεῖ. |
| N 10 125 | Suid. s.v. ἀγάλματα ἐφορμαθεὶς δ ’ ἄ ρ ’ ἄκοντι θο ῷ : ὁ δὲ Πολυδεύκης, φησίν, ἐφορμήσας τῷ ταχεῖ δόρατι ἐνέβαλε ταῖς τοῦ Λυγκέως πλευραῖς τὸν σίδηρον. |
| N 10 132a | Ζεὺς δ ’ ἐ π ’ Ἴδᾳ πυρφόρον πλᾶξε ν : οἱ μὲν ἐπὶ τῷ Ἴδᾳ φασίν, οἱ δὲ ἐν τῷ ὄρει, τῇ ἴδῃ, ἵνα ἴδην πᾶν ὄρος ὑψηλὸν ἀκούσωμεν· οὐδὲ γὰρ νῦν τοῖς κατὰ τὴν Ἀρκαδίαν τελουμένοις ἡ κατὰ Τροίαν συντελεῖ. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ Ζεὺς πυρφόρον καὶ τεφρώδη κεραυνὸν προσέρρηξεν ἀμφοτέροις, ὁμοῦ δὲ ἐκαίοντο ἐρημωθέντες. |
| N 10 132b | χαλεπὴ δὲ καὶ δεινοτάτη ἡ ἔρις τοὺς ἀνθρώποις ἡ κατὰ τῶν κρειττόνων. ἡ γὰρ πρὸς τοὺς κρείττονας, φησίν, ἔρις χαλεπή ἐστιν, ὥστε ὁμιλεῖν αὐτοῖς καὶ προσφέρεσθαι. |
| N 10 132c [5] | ἀποδιοπομπεῖσθαι δεῖ οὖν τὴν ἔριν τὴν πρὸς τοὺς κρείττονας· ἡ μὲν γὰρ πρὸς τοὺς ἴσους ὁμιλία εὐκτή, ἡ δὲ πρὸς τοὺς κρείττονας χαλεπή· οἱ γοῦν Ἀφαρητιάδαι ἐρίσαντες κρείττοσι τοῖς Διοσκούροις ἀπώλοντο. ταχέως δ ’ ἐ π ’ ἀδελφεοῦ βία ν : ταχέως δ’ ἐπὶ τὸν ἀδελφὸν ὁ Πολυδεύκης ἦλθεν ὑποστρέψας, καὶ δὴ αὐτὸν οὔπω τεθνηκότα, πνευστιῶντα δὲ κατέλαβεν. |
| N 10 137b | οὔπω, φησί, τὸν Κάστορα εὗρε τεθνηκότα, τὰς δὲ πνοὰς ὑποψυχρούμενον ὑπὸ τῆς φρίκης. καταψύχονται γὰρ οἱ νεκρούμενοι. πάτερ Κρονίω ν , τίς δὴ λύσις ἔσσετα ι : ὦ πάτερ Ζεῦ, τίς δὴ ἔκλυσις γενήσεται τούτων τῶν πενθῶν; καί μοι θάνατον ἐπίθες καὶ δεῖξον, ὦ βασιλεῦ. |
| N 10 146a | οἴχεται τιμὰ φίλων τατωμένῳ φωτ ί : τατωμένῳ ἀντὶ τοῦ στερισκομένῳ. οὐδεὶς συμπονεῖ, φησίν, ἐὰν μὴ φίλος ᾖ καὶ ἀγαθὸς φίλος· στερηθεὶς δὲ τούτου τίνα ἕξω κοινωνὸν τῶν πόνων; ἢ οὕτως αὐτὸ δεῖ νοεῖν· τὸ τατωμένῳ φησὶ Δωρικῶς· ἀνδρὶ γὰρ τῷ φίλων στερισκομένῳ πᾶσα διέφθαρται τιμή. |
| N 10 146d | ἢ οὕτως· ἐάν τις καθυστερήσῃ τοῦ προσφιλοῦς, ἀποστερεῖται τοῦ συμπράσσοντος, ἀπραγὴς δὲ γενόμενος οὐ τιμᾶται ὑπ’ οὐδενός. παῦροι δ ’ ἐν πόνῳ πιστοὶ βροτῶ ν : ἀντὶ τοῦ οὐδὲ ὀλίγοι· ὡς καὶ παρ’ Ὁμήρῳ (Ε 800)· ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. |
| N 10 147b | ὁ δὲ νοῦς· οὐδὲ ὀλίγων δὲ ἀνθρώπων ἐστὶν ἐν τοῖς ὑπερβάλλουσι κινδύνοις τῶν δεινῶν κοινωνεῖν. ἢ οὕτως· οὐδὲ ὀλίγοι δὲ τῶν ἀνθρώπων πιστοὶ κατὰ τοὺς πόνους πάσχουσι τοῖς ἑταίροις τοῦ καμάτου κοινωνεῖν. |
| N 10 150a [5] | ἐσσί μοι υἱό ς · τὸν δ ’ ἔπειτ α : ὁ μὲν Ἡσίοδος (fr. 91) ἀμφοτέρους Διὸς εἶναι γενεαλογεῖ· ὁ δὲ Πίνδαρος ἑτέροις τῶν ἱστορικῶν ἐξακολουθήσας τὸν μὲν Πολυδεύκην ἐκ Διός, τὸν δὲ Κάστορα ἐκ Τυνδάρεω εἶναί φησιν, ὡς καὶ Ἡρακλῆς μὲν ἐξ Ἀλκμήνης καὶ Διός, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος. λέγεται γὰρ τοῦτο, ὅτι Πολυδεύκης καὶ Ἑλένη ἐκ Διός εἰσι καὶ Λήδας, Κάστωρ δὲ ἐκ Τυνδάρεω. ὁ μέντοι Ἡσίοδος (fr. 92) οὔτε Λήδας οὔτε Νεμέσεως δίδωσι τὴν Ἑλένην, ἀλλὰ θυγατρὸς Ὠκεανοῦ καὶ Διός. τὸ δὲ σαφὲς οὕτως· σὺ μὲν, ὦ Πολύδευκες, τυγχάνεις μοι υἱός, τὸν δὲ Κάστορα μετὰ ταῦτα ὁ Τυνδάρεως σπέρμα θνητὸν ὄντα τῇ σῇ μητρὶ συνελθὼν ἔσπειρεν. |
| N 10 153 [5] | ἀλ λ ’ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παραδίδωμ ι : ἀλλ’ ὅμως τούτων ἀμφοτέρων σοι τὴν κρίσιν καὶ τὴν αἵρεσιν ἐπιδίδωμι· εἰ μὲν γὰρ τὸν θάνατον ἐκφυγὼν καὶ τὸ γῆρας τὸ ὀδυνηρὸν αὐτὸς βούλει τὸν οὐρανὸν οἰκεῖν σὺν ἐμοὶ καὶ Ἀθηνᾷ καὶ Ἄρει, ἔστι σοι τούτων μερίς· εἰ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ Κάστορος διαμάχῃ, πάντων τε τῶν καλῶν βούλει αὐτῷ ἀπομερίσασθαι τὸ ἴσον, τὸ μὲν ἥμισυ τοῦ χρόνου ἕξεις ὑπὸ τὴν γῆν διατρίβων, τὸ δὲ ἥμισυ ἐν τῷ οὐρανῷ καὶ τοῖς τιμίοις τῶν θεῶν οἴκοις. ὣς ἄ ρ ’ αὐδάσαντο ς : οὕτω ταῦτα τοῦ Διὸς εἰπόντος οὐ κατεμερίσθη τὴν γνώμην ὁ Πολυδεύκης, ἀλλ’ εὐθέως ἐπὶ τὸ ἕτερον ἐχώρησεν, ἐπὶ τὸ τὴν εὐδαιμονίαν τῷ ἀδελφῷ μερίσασθαι. |
| N 10 168a | ἀνὰ δ ’ ἔλυσεν μὲν ὀφθαλμό ν : ὁ Ζεὺς δηλονότι· οἷον ἤδη μύοντα καὶ κλειόμενον διὰ τὸν θάνατον ἀναβλέψαι ἐποίησεν. ὁ δὲ νοῦς· ἀνέλυσε μὲν καὶ πάλιν ὁρᾶν παρεσκεύασε τὸν τοῦ ἀδελφοῦ ὀφθαλμόν, ἔπειτα καὶ τὴν φωνὴν ἐνέβαλε τῷ σώματι τοῦ χαλκομίτρα Κάστορος. |
| N 10 168b [1] | subscr. τέλος. sch. inscr. XII D Scholia in Nemeonicarum carmen XI Τῆς ἑνδεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ἕξ. |
| N 11 metr (t) [15] | τὸ αʹ Πινδαρικόν· ἔστι δὲ ἰαμβέλεγος λείπων τῇ ἀρχῇ, καὶ πάλιν ἰαμβικὸν πενθημιμερὲς λεῖπον τῷ τέλει, ὃ καλεῖται ἀμφιλειπὲς, ἐπεὶ καὶ ἐν ἀρχῇ καὶ ἐν τῷ τέλει λείπει. ἡ δὲ ἀπόδοσις (v. 18) τὸ ἀοιδαῖς, ᾠδαῖς ποιεῖ. τὸ βʹ σύνθετον ἀπὸ διμέτρου τροχαίου καὶ ἡμίσεος ἔπους. τὸ γʹ ἔπος παρὰ συλλαβήν. τὸ δʹ ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τὸ εʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἢ πενθημιμερὲς δακτυλικὸν πλεονάζον μιᾷ συλλαβῇ. τὸ ϛʹ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ αʹ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ δακτυλικὸν πενθημιμερές. τὸ γʹ ὅμοιον τῷ αʹ τῆς στροφῆς. τὸ δʹ δακτυλικὸν πενθημιμερές. τὸ εʹ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛʹ δακτυλικὸν πενθημιμερές. τὸ ζʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ὅμοιον τῷ δʹ τῆς στροφῆς. τὸ θʹ σύνθετον ἐκ πενθημιμεροῦς τροχαίου καὶ ἑφθημιμεροῦς δακτυλικοῦ. 10D Οὐδὲ ὅλως, φησὶν ὁ Δίδυμος, ἐχρῆν τὴν ᾠδὴν ταύτην εἰς τοὺς ἐπινίκους συνεῶσθαι· οὐ γὰρ ἱερὸν ἀγῶνα νενίκηκεν ὁ Ἀρισταγόρας, ἀλλὰ περιχώρους. |
| N 11 inscr a [20] | γεγράφθαι 〈δέ〉 φησι τὴν ᾠδὴν εἰς πρυτανεύοντα καὶ τῆς πόλεως προεστῶτα τὸν Ἀρισταγόραν, σαφὲς δὲ τοῦτο ἐξ ὧν φησιν (9)· ἀλλὰ σὺν δόξᾳ τέλος δυωδεκάμηνον περάσαι. ἠπατῆσθαι δέ φησιν ὁ Δίδυμος ἐνίους, ὡς δοκεῖν ἱεροὺς στεφάνους αὐτὸν ἀνῃρῆσθαι. διὰ τῆς ᾠδῆς δὲ σημαίνεται, ὅτι στεφάνους ἔσχεν ὡς δεκαέξ, ἀλλ’ οὐχὶ περιοδικοὺς, ὡς ἐπλανήθησαν ἐκ τοῦ λέγεσθαι (22)· ἐλπίδες δ’ ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων. οὐ γὰρ σημαίνει διὰ τούτων ὡς Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ. ἀλλὰ τοὐναντίον οἱ γονεῖς δι’ εὐλάβειαν συγγενικὴν οὐκ ἀπέστειλαν αὐτὸν ἐπὶ τοὺς ἱεροὺς στεφάνους, ἐπεὶ κἂν Ἴσθμια καὶ Νέμεα εἰλήφει. ἐποίσει γάρ· ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ καὶ παρ’ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου κάλλιον ἂν δηριώντων ἐνόστης’ ἀντιπάλων. ὀμνύει γὰρ ὁ Πίνδαρος, ὅτι κατὰ τὴν ἑαυτοῦ δόξαν, εἰ ἐξεδήμησεν εἰς Πυθὼ καὶ Ὀλυμπίαν, κάλλιον ἂν τῶν συνανταγωνιστῶν ἐπανεληλύθει εἰς τὴν πατρίδα, τουτέστιν ἐνίκησεν ἄν· νῦν δὲ ἐλπίδες ὀκνηρότεραι γονέων κατέσχον αὐτόν, διὸ οὐδ’ ὅλως ἐξεδήμησε. συντακτέον οὖν. φησὶν ὁ Δίδυμος, εἰς τὰ Παρθένια, καθὰ καὶ τοῖς περὶ τὸν Φασηλίτην ἀρέσκει. ὅλως οὖν οὐδὲ δεῖ τετάχθαι τὴν ᾠδήν· οὐ γὰρ οἷον Νεμεονίκης ἐστίν, ἀλλ’ οὐδ’ ὅλως ἀθλοῦντι γέγραπται ἔτι, ἀλλ’ ἀνδρὶ τελείῳ πρυτανεύοντι τῆς πατρίδος. |
| N 11 inscr b [5] | εἰ δὲ παραμιμνῄσκεται, ὅτι περιχώρους ἀγῶνας ἐνίκα παῖς ὢν, οὐ διὰ τοῦτο ἀθλητής· καθὸ οὐκ ἀθλητῇ γέγραπται, ἀλλὰ πρυτάνει καθὸ ἐπρυτάνευεν· ἔτυχε δὲ ἐπὶ τῆς παιδικῆς ἡλικίας ἄθλων. διὸ δὴ καὶ ὡς πρυτανεύοντος τὴν Ἑστίαν προσφωνεῖ. ἔοικε δὲ ὁ Ἀρισταγόρας μὴ νῦν νενικηκέναι· φασὶ γὰρ οἱ ἱστορικοὶ παιδὶ μὲν ὄντι πολλὰς ὑπεισελθεῖν νίκας, ἀνδρωθέντι δὲ νῦν καὶ πρυτανεύοντι τὸν Πίνδαρον πρόσχημα μὲν ἐπίνικον γράψαι, τὸ δὲ ἀληθὲς προσφώνησιν εἰς τὴν πρυτανείαν. |
| N 11 inscr c | Τένεδος δέ ἐστι καὶ τῆς Λιβύης καὶ τῆς Τροίας. παῖ Ῥέα ς , ἅ τε πρυτανεῖα λέλογχα ς , Ἑστί α : τὰ πρυτανεῖά φησι λαχεῖν τὴν Ἑστίαν, παρόσον αἱ τῶν πόλεων ἑστίαι ἐν τοῖς πρυτανείοις ἀφίδρυνται, καὶ τὸ ἱερὸν λεγόμενον πῦρ ἐπὶ τούτων ἀπόκειται. |
| N 11 1a [5] | τοῦ δὲ ἱεροῦ πυρὸς ἐν τοῖς πρυτανείοις φυλαττομένου εἴη ἂν τὸ ἔτυμον πυροταμεῖον, κατὰ συγγένειαν τοῦ μ εἰς τὸ ν, ὡς τὸ μίν καὶ τὸ νίν· ἢ κατὰ κοινωνίαν τοῦ β πρὸς τὸ π βρυτανεῖον παρὰ τὸ βρύειν. ὅ ἐστι θάλλειν καὶ αὔξεσθαι, ἀφ’ οὗ καὶ τὸ ἔμβρυον τὸ ἐν τῇ γαστρὶ αὐξανόμενον. καί τε βρύει ἄνθεϊ λευκῷ, Ὅμηρος (Ρ 56). ὁ δὲ νοῦς· ὦ Ἑστία, τῆς Ῥέας παῖ, ἥτις ἔλαχες τὰ πρυτανεῖα, τοῦ ὑψίστου Διὸς ἀδελφὴ τυγχάνουσα καὶ τῆς Ἥρας τῆς ὁμοθρόνου καὶ συμβασιλευούσης τῷ Διῒ, καλῶς μὲν τὸν Ἀρισταγόραν ὑπόδεξαι εἰς τὸ πρυτανεῖον, καλῶς δὲ καὶ τοὺς ἑταίρους τοὺς συμπρυτανεύοντας αὐτῷ, τοῦ σοῦ σκήπτρου πέλας. |
| N 11 1b | ἐκ τούτου οὖν πρόδηλον, ὡς εἰς τὴν πρυτανείαν γράφεται. ἵδρυται δὲ ἐν τοῖς πρυτανείοις ἡ Ἑστία. οἵ σε γεραίροντε ς : οἵτινές σε τιμῶντες οἱ πρυτάνεις ἐν δικαιοσύνῃ διαφυλάσσουσι τὴν Τένεδον, πολλάκις μὲν σπονδαῖς ἐξιλεούμενοι πρώτην τῶν ἄλλων θεῶν, πολλάκις δὲ καὶ ταῖς θυσίαις. |
| N 11 5 [5] | πρώτην δὲ ταύτην εἶπε, καθόσον ἀπ’ αὐτῆς ἤρχοντο. καὶ Σοφοκλῆς (fr. 658)· ὦ πρῷρα λοιβῆς Ἑστία. ἀπὸ οὖν τῆς κνίσης, ὅ ἐστι τῆς πιμελῆς, τὰς θυσίας. λύρα δέ σφισι βρέμετα ι : λύρα δὲ αὐτοῖς κατὰ τὰς πανηγύρεις ἠχεῖ καὶ ᾠδὴ, καὶ τοῦ ξενίου Διὸς θέμις ἀσκεῖται καὶ ἀποσῴζεται παρ’ αὐτοῖς διαπαντὸς ἐν ταῖς τραπέζαις· ἀντὶ τοῦ φιλόξενοί εἰσιν. |
| N 11 8 | metr. D ἀλλὰ σὺν δόξᾳ τέλος δυωδεκάμηνον περάσα ι : εὔχεται τὴν ἀρχὴν μετὰ δόξης αὐτὸν διατελέσαι. |
| N 11 10a [5] | σὺν ἀτρώτῳ καὶ ἀλύπῳ τῇ καρδίᾳ, τουτέστιν ἀπταίστῳ καὶ ἀβλαβεῖ, τὴν ἐνιαυσίαν ἀρχὴν διανύσειε. δῆλον δὲ, καθὼς καὶ προείπομεν (ad inscr.), διὰ τούτων, ὅτι οὐκ ἔστιν ἐπίνικος ἡ ᾠδή. ὁ δὲ νοῦς· παράσχου οὖν αὐτοῖς σὺν εὐδοξίᾳ ἐξενιαυτῆσαι τὴν πρυτανείαν σὺν ἀλύπῳ καρδίᾳ. |
| N 11 13a | ἄνδρα δ ’ ἐγὼ μακαρίζω μέ ν : τὸν δὲ ἄνδρα ἐγὼ μακαρίζω Ἀρκεσίλαν τὸν σὸν πατέρα καὶ τὸ ἐκείνου ἀνδρεῖόν τε καὶ ἐπέραστον σῶμα. ἄλλως. |
| N 11 13b | τὸν πατέρα αὐτοῦ Ἀρκεσίλαν μακαρίζω θαητὸν ὄντα τὸ σῶμα, καὶ τὸν σύγγονον αὐτοῦ Ἀτρεμίαν· ὡς ἀδελφοῦ αὐτοῦ ὄντος Ἀτρεμίου ἢ ὡς ἀδελφῆς· ἀμφίβολον γάρ. ἢ τὴν συγγενομένην αὐτῷ ἀφοβίαν. |
| N 11 16a | εἰ δέ τις ὄλβον ἔχω ν : εἴ τίς ἐστι πλούσιος, φησί, καὶ καλὸς καὶ ἐν ἀέθλοις διήνεγκε τῶν ἄλλων, γινωσκέτω ὅτι θνητός ἐστι, καὶ μηκέτι παρὰ ταῦτα εὐδαιμονίαν μείζονα ζητείτω· μὴ ὡς θεὸς τῶν μειζόνων ὀρεγέσθω. ἢ οὕτως· εἰ δὲ ἀνθρώπων τις εὐδαιμονίαν κεκτημένος καὶ τῷ εἴδει παρέρχεται τοὺς ἄλλους, καὶ ἐν τοῖς ἄθλοις ἀριστεύουσαν ἐφανέρωσε τὴν ἑαυτοῦ ἰσχὺν, γινωσκέτω μέλλων ἀποθνῄσκειν. |
| N 11 16b [5] | ἡ δὲ τοῦ νοῦ φαντασία τοιαύτη· μὴ διὰ τὸ ὑπερβεβλημένον τῆς εὐδαιμονίας θεοῖς ἑαυτὸν καταριθμείτω, γινωσκέτω δὲ ὅτι ἀνθρωπίνην ἔχει τὴν φύσιν. ἐν λόγοις δ ’ ἀστῶν ἀγαθοῖς μέ ν : ἐν δὲ τῇ τῶν ἀγαθῶν γνώμῃ ἐπαινεῖσθαι τοὺς ἀγαθοὺς προσήκει, φησίν. |
| N 11 22b | ἢ οὕτω· τοὺς τοιούτους καὶ τοιαῦτα ἠσκηκότας ἄρχοντας δεῖ ὑπὸ τῶν ἀστῶν τῶν ἀγαθῶν καὶ λόγοις ἐπαινεῖσθαι καὶ κοσμεῖσθαι ποιήμασιν. ἐκ δὲ περικτιόνων ἑκκαίδε κ ’ Ἀρισταγόρα ν : ὡς τῶν ἀνταγωνιστῶν τοῦ Ἀρισταγόρου τοσούτων ὄντων τῷ ἀριθμῷ. |
| N 11 24b | ὁ δὲ νοῦς· ἐκ δὲ τῶν περιοίκων ἀνταγωνιστῶν δεκαὲξ ὄντων τὸν Ἀρισταγόραν αἱ νῖκαι καὶ τὴν τούτου πατρίδα ἐστεφάνωσαν τὴν ἐπίδοξον, πάλῃ καὶ παγκρατίῳ νικήσαντα. ἐλπίδες δ ’ ὀκνηρότεραι γονέω ν : παιδὸς δὲ ὄντος τοῦ Ἀρισταγόρου, φησίν, αἱ τῶν γονέων ἐλπίδες ὀκνηρότερον διατεθεῖσαι ἐνεπόδισαν εἴς τε τὴν Πυθῶνα καὶ τὴν Ὀλυμπίαν σταλῆναι τῶν ἄθλων εἵνεκα. |
| N 11 30a [5] | ναὶ μὰ γὰρ ὅρκο ν , ἐμὰν δόξα ν : ἐνταῦθα ὄνομα οὐ πρόσκειται. ἰδίως γὰρ οἱ παλαιοὶ κατ’ αὐτοῦ τοῦ ὅρκου ὤμνυον, ὡς καὶ Ἡσίοδος (theog. 231)· Ὅρκον θ’, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ. ἄλλως. |
| N 11 30b [5] | εὐλαβείᾳ τοῦ ὀμνύειν οἱ ἀρχαῖοι παρελίμπανον τὰ ὀνόματα τῶν θεῶν. διὸ καὶ ψιλῶς εἶπε· ναὶ μὰ γὰρ ὅρκον, τὴν ἐμὴν δόκησιν καὶ ὑπόληψιν, ἀντὶ τοῦ, ἐφ’ ᾧ δοξάζομαι ὅτι οὐκ εἰμὶ ἐπίορκος. ὁ δὲ ὅλος νοῦς οὕτως· ναὶ μὰ γὰρ τὸν ὅρκον, κατὰ τὴν ἐμὴν δόκησιν ἔν τε Πυθῶνι καὶ ἐν τῷ εὐδένδρῳ ὄρει τοῦ Κρόνου, ὅ ἐστι καὶ ἐν τῇ Ὀλυμπίᾳ, κάλλιον ἂν τῶν ἀνταγωνιζομένων ἐπανῆλθεν ὁ Ἀρισταγόρας τῇ πατρίδι, τὴν πενταετηρικὴν πανήγυριν, διάταξιν καὶ νόμον οὖσαν Ἡρακλέους, κωμάσας καὶ ἀναδησάμενος τὴν κόμην τοῖς στεφάνοις. |
| N 11 31a | παρὰ Κασταλίᾳ καὶ πα ρ ’ εὐδένδρῳ μολώ ν : εὐδένδρῳ διὰ τὰ τῶν ἐλαιῶν φυτὰ ἅπερ Ἡρακλῆς ἐξ Ὑπερβορέων κομίσας ἐνεφύτευσε τῇ γῇ. τὸ δὲ παρ’ ὄχθῳ Κρόνου, ἀντὶ τοῦ καὶ τῷ λόφῳ τῷ κατὰ τὴν Ὀλυμπίαν ἀνιερωθέντι τῷ Κρόνῳ. |
| N 11 37 [5] | ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχα ι : αἱ καυχήσεις. ἀλλὰ τῶν ἀνθρώπων τὸν μὲν αἱ ματαιόφρονες καυχήσεις καὶ ἀλαζονεῖαι ἐκ τῶν παρὰ πόδας καλῶν ἀποτυχεῖν παρεσκεύασαν, τῷ τῶν μειζόνων παρὰ δύναμιν καὶ τὸ προσῆκον ὀρέγεσθαι, ἕτερον δὲ ἰσχυρὸν ὄντα κατὰ φύσιν, μετριάζοντα δὲ, καταμεμφόμενον τὴν ἑαυτοῦ δύναμιν, τῶν προσόντων καλῶν ἀποσφαλῆναι πεποίηκεν ἡ ψυχὴ ἄτολμος οὖσα καὶ τῆς χειρὸς αὐτὸν εἰς τοὐπίσω ἕλκουσα, τουτέστιν ἄτολμον ποιοῦσα. συμβαλεῖν λίαν εὐμαρὲς ἦ ν : ἐκ δὲ τῆς Ἀρισταγόρου ἀρετῆς εὐμαρὲς ἦν διαγνῶναι συμβαλόντας, ὅτι τοῦ Λακωνικοῦ Πεισάνδρου ἀπόγονος ἦν, τοῦ ποτε σὺν τῷ Ὀρέστῃ ἀποικίαν ἀπὸ τῆς Λακεδαίμονος εἰς Λέσβον στειλαμένου τὸ τῶν Αἰολέων γένος· τὸ δὲ δεῦρο ὡς πρὸς τὴν Τένεδον τὴν τῆς Λέσβου· ἦν δὲ συμβαλεῖν καὶ τὸ μητρῷον αὐτοῦ γένος περὶ τὰ Ἰσμηνοῦ ῥεύματα κεκραμένον τῷ Θηβαίῳ Μελανίππῳ. |
| N 11 43b [10] | ἢ οὕτω· συμβαλεῖν λίαν εὐμαρὲς ἦν καὶ σημειώσασθαι τὸν ἰδόντα τὸν Ἀρισταγόραν, ὅτι τὸ πάλαι αὐτοῦ αἷμα καὶ τὸ γένος ἦν ἀπὸ Πεισάνδρου τοῦ Σπαρτιάτου· ὡς ἀπό τινος Πεισάνδρου τῶν παλαιῶν ὄντος τοῦ Ἀρισταγόρου. οὗτος δέ, φησί, σὺν Ὀρέστῃ ἀπῴκησεν ἐκ Σπάρτης καὶ τὴν Τένεδον κατῴκησε. Τενέδιος γὰρ ὁ Ἀρισταγόρας. περὶ δὲ τῆς Ὀρέστου εἰς τὴν Αἰολίδα ἀποικίας Ἑλλάνικος ἐν αʹ Αἰολικῶν ἱστόρηκεν (FHG I O M, I 117 J). ὁ δὲ Μελάνιππος οὗτος Θηβαῖος ἦν ἐπὶ τοῦ πολέμου συστὰς τῷ Τυδεῖ. τούτου δοκεῖ διὰ τὴν ὀργὴν λαβὼν ὁ Τυδεὺς τὴν κεφαλὴν καὶ ῥήξας ἐκροφῆσαι τὸν ἐγκέφαλον· διὸ καὶ ἀπεστράφη ἡ Ἀθηνᾶ τότε κομίζουσα αὐτῷ τὴν ἀθανασίαν. τὸ μὲν οὖν ἀπὸ πατρὸς γένος εἰς Πείσανδρον, τὸ δὲ ἀπὸ μητρὸς εἰς τοῦτον τὸν Μελάνιππον· μήτρωες γὰρ [οὗτοι] οἱ κατὰ μητέρα πρόγονοι. ἀρχαῖαι δ ’ ἀρετα ί : αἱ ἀρχαῖαι τῶν προγόνων, φησίν, ἀρεταὶ ὕστερον ἐκλάμπουσιν. |
| N 11 48a [5] | ἐνίοτε γάρ τις γέγονεν ἀπὸ πρακτικοῦ τινος ἀνδρὸς, εἶθ’ οἱ ἐκείνου ἀπόγονοι ἄπρακτοι ὤφθησαν, ἕως διὰ πολλῶν ἐτῶν πάλιν εἷς ἐξέλαμψεν. οὗτος οὖν, φησίν, ἀπὸ Μελανίππου γεγονὼς καὶ Πεισάνδρου δραστηρίων γεγονότων, τῶν δὲ μεταξὺ ἠμαυρωμένων, αὐτὸς ἐξέλαμψε τῶν ἐκείνων ἀρετῶν, αὐτὸς ἐφ’ ἑαυτοῦ ἔδειξε τὸ γένος οἷον ἦν. ἢ οὕτως· αἱ δὲ παλαιαὶ ἀρεταὶ ἀποφέρονται σθένος ἐναλλασσόμεναι ταῖς τῶν ἀνθρώπων γενεαῖς. |
| N 11 48b [5] | οὔτε γὰρ ἐφεξῆς αἱ ἄρουραι καρπὸν δυνατῶς ἀποδιδόασιν, οὔτε μὴν τὰ φυτὰ βούλεται ἐν πάσαις ἐτῶν περιόδοις καρπὸν καὶ βλαστὸν εὐώδη καὶ ἐπικερδῆ φέρειν, ἀλλ’ ἐξ ὑπαλλαγῆς καὶ διαστήματος ταῦτα δίδοται, καὶ τὸ τῶν ἀνθρώπων γένος τὸν αὐτὸν τρόπον τοῖς φυτοῖς καὶ ταῖς ἀρούραις ἀναδέχεται. τὸ δ ’ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκμα ρ : τὸ ἀποβησόμενον τέλος ἐκ τοῦ Διός, φησίν, οὐ προγινώσκομεν οἱ ἄνθρωποι, ἀλλὰ μεγαληγοροῦμεν μεγάλα τε μενοινῶντες καὶ φροντίζοντες ὑπὲρ ἑαυτούς. |
| N 11 55 [5] | τείνει δὲ πρὸς Ἀρισταγόραν, ἐπειδὴ τότε ἦρχε καὶ ἐπρυτάνευε, παραινῶν αὐτῷ μὴ ὑπερηφανεύεσθαι, ἀλλὰ μετρίως βιοῦν, πράως δὲ καὶ ἐν ἀρετῇ διάγειν. δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖ α : τουτέστιν ἐμπέφυκεν ἡμῖν ἐλπὶς, ἄποθεν . |
| N 11 59a | .... ἀναιδῆ δὲ τὴν ἐλπίδα εἶπεν, ὅτι οἱ πολλοὶ ἡμῶν ἀδύνατα ἐλπίζουσιν. ἢ ἀναιδῆ τὴν ἐλπίδα εἴρηκε διὰ τὸ πολλάκις τοὺς ἐλπίζοντας ἀποτυγχάνειν καὶ πάλιν ἐλπίζειν. |
| N 11 59c | ἢ οὕτω· συνδέδεται δὲ τὰ ἡμέτερα σώματα ἀναιδεστάτῃ ἐλπίδι, τὸ δὲ προβουλεύεσθαι καὶ μανθάνειν μακρὰν ἡμῶν ἀπῴκισται. ἤτοι τῆς δὲ προγνώσεως αἱ ὁδοὶ ἄποθεν ἡμῶν κεῖνται, ἀντὶ τοῦ οὐ δυνάμεθα ἄνθρωποι ὄντες τὰ μέλλοντα προγινώσκειν. |
| N 11 62a [5] | κερδέων δὲ χρὴ μέτρον θηρευέμε ν : οὐ δεῖ, φησί, ζητεῖν ὠφελείας ὑπερμέτρους οὐδὲ κερδαίνειν τὰ ὑπὲρ ἡμᾶς. ἀπροσίκτων δὲ ἀντὶ τοῦ ἀμηχάνων, ὧν οὐκ ἔστι θιγεῖν. τῶν γὰρ ἐρώτων σκληραί εἰσιν αἱ μανίαι καὶ σύντονοι αἱ ἐπιθυμίαι. τῶν οὖν ἀμηχάνων ἐρώτων, φησίν, αἱ ἐπιθυμίαι ὀξυτέρας ἔχουσι τὰς μανίας. |
| N 11 62b [5] | πρὸς τί δὲ τοῦτο λέγει; ἀντὶ τοῦ εἰπεῖν· ὦ Ἀρισταγόρα, 〈πρὸσ〉 οἷς ἔσχηκας καὶ ἔλαβες δεκαὲξ στεφάνοις πλουτεῖς, ἄρχεις, πρυτανεύεις· ἀρκοῦ τούτοις, μηκέτι ὑπὲρ ταῦτα ζήτει. τέλος. Πινδάρου ἐπίνικοι Νεμεονίκαις. Ὑπόθεσις Ἰσθμίων Ἐτελοῦντο μὲν οἱ παλαιοὶ πάντες ἀγῶνες ἐπί τισι τετελευτηκόσιν. |
| I hyp a [10] | ἐτελεῖτο γὰρ ὁ μὲν Ὀλυμπικὸς τῷ Διῒ διὰ τὸν Πέλοπα, ὁ δὲ Πυθικὸς τῷ Ἀπόλλωνι διὰ τὸν δράκοντα, ὃν ἀπέκτεινεν ἐν Πυθοῖ, ὁ δὲ Ἰσθμικὸς τῷ Ποσειδῶνι. ἔστι δὲ ἡ ἱστορία αὕτη. Ἰνοῦς καὶ Ἀθάμαντος παῖδες Λέαρχος καὶ Μελικέρτης· τὸν μὲν δὴ Λέαρχον μανεὶς ὁ Ἀθάμας ἀπέκτεινεν, εἶτα ἡ μήτηρ αὐτοῦ καθῆκεν αὐτὸν εἰς λέβητα ὕδατος ζεστοῦ, μανεῖσα δὲ καὶ αὐτὴ τὸ τελευταῖον ἥλατο μετὰ τοῦ Μελικέρτου εἰς θάλασσαν, καὶ ἐγένετο μὲν ἡ Ἰνὼ μία τῶν Νηρεΐδων, ἧς καὶ ὁ ποιητὴς μέμνηται (ε 433)· ἔστι δὲ αὕτη Λευκοθέα· ὁ δὲ Μελικέρτης μετεβλήθη εἰς δαίμονα· ἔστι δὲ οὗτος Παλαίμων. χορεύουσαι τοίνυν ποτὲ αἱ Νηρεΐδες ἐπεφάνησαν τῷ Σισύφῳ καὶ ἐκέλευσαν εἰς τιμὴν τοῦ Μελικέρτου ἄγειν τὰ Ἴσθμια. ἄλλως. |
| I hyp b [30] | τὸν τῶν Ἰσθμίων ἀγῶνα οἱ μὲν ἐπὶ Σίνιδι τῷ Προκρούστῃ διαθεῖναί φασι τὸν Θησέα ἀνελόντα αὐτὸν, ὅτε περ καὶ τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς (fr. 819) λέγων περὶ αὐτοῦ· ὃς παρακτίαν στείχων ἀνημέρωσα κνωδάλων ὁδόν. ὁ δὲ Σίνις Ποσειδῶνος παῖς, ὃς δένδρα κάμπτων, εἶτα συνδεσμῶν εἰς ταῦτα τοὺς παριόντας, ἀθρόως ἀφιεὶς τὰ δένδρα, οὕτω διέφθειρεν. οἱ δὲ ἐπὶ Μελικέρτῃ, ὅτε τῷ Ἰσθμῷ ἄταφος προσεπελάσθη, καὶ μεταξὺ λιμοῦ τὴν Κορινθίων πόλιν κατασχόντος, τοῦ θεοῦ εἰπόντος οὐκ ἄλλην ἔσεσθαι τῶν κακῶν λύσιν ἢ τὴν ἐκείνου κηδείαν καὶ τιμὴν δι’ ἀγῶνος ἐπιταφίου· τοῦτο δὲ πρὸς ὀλίγον ποιησάντων τῶν Κορινθίων λιμὸς πάλιν ἐπέθετο, καὶ ἔχρησεν ὁ θεὸς αἰώνιον τὴν εἰς τὸν ἥρωα τιμὴν ὑπάρχειν, καὶ στέφανον σελίνου διὰ τὸ καταχθόνιον εἶναι τὸ φυτόν· ὕστερον μέντοι καὶ τῷ θεῷ προσένειμαν τὸν ἀγῶνα ἐναλλὰξ ἐπιτελοῦντες, καὶ πίτυϊ λοιπὸν ἐστεφάνουν διὰ τὴν πρὸς τὴν θάλασσαν ὁμοειδίαν τοῦ φυτοῦ καὶ διὰ τὸ ἄκαρπον αὐτὴν εἶναι. ὥσπερ τὴν θάλασσαν· διὸ καὶ ἀτρύγετος· εἶτα σημαίνοντες, ὡς οὐδὲν κέρδος τοῖς νικῶσιν ἀπὸ τοῦ στεφάνου πλὴν δόξης, ὅπερ καὶ ἐν Ὀλυμπίᾳ ἐποίησαν, κοτίνῳ στεφανοῦντες. πάντας δὲ εἰκότως τοὺς γενομένους ὑπερηφάνους καὶ γενναίους Ποσειδῶνος παῖδάς φασιν οἱ ποιηταὶ, εἰς τὸ τῆς θαλάσσης ἄγριον καὶ οὐ σταθερὸν ἀφορῶντες κἀκεῖθεν τὴν εἰκόνα τοῦ τοιούτου λαμβάνοντες· ὅπερ καὶ Ὅμηρος ὑποδηλῶν λέγει (Π 34)· γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα πέτραι τ’ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. οἱ δὲ κομίσαντες τὸ σῶμα τοῦ Μελικέρτου ἀπὸ τῆς Σχοινουντίας. ἐκεῖ γὰρ ἐξερρίφη, Ἀμφίμαχος καὶ Δονακῖνος ἐκαλοῦντο. ἄλλως. |
| I hyp c [15] | τὸν τῶν Ἰσθμιονικῶν ἀγῶνα τεθῆναί φασι δι’ αἰτίαν τοιαύτην. Ἰνὼ ὑπὸ Ἀθάμαντος ἀναιρεθῆναι μέλλουσα, κατὰ μανίαν προανῃρημένου τοῦ υἱοῦ αὐτῆς Λεάρχου, καὶ αὐτὴ μανεῖσα, τὸν λοιπὸν παῖδα Μελικέρτην ἁρπάσασα διὰ Γερανείας τοῦ ὄρους τοῦ Μεγαρικοῦ φυγοῦσα καὶ στᾶσα ἐπὶ τῆς καλουμένης Μολουρίδος πέτρας ἥλατο σὺν τῷ βρέφει εἰς τὴν ὑποκειμένην θάλασσαν. αὐτοὺς μὲν οὖν λόγος ἔχει ἀποτεθεῶσθαι, καὶ τὴν μὲν μετωνομάσθαι ἀντὶ Ἰνοῦς Λευκοθέαν, τὸν δὲ ἀντὶ Μελικέρτου Παλαίμονα· τὸ δὲ τοῦ παιδὸς σῶμα ἐκκομισθὲν ὑπὸ δελφῖνος εἰς τὸν Ἰσθμὸν εὗρε Σίσυφος ὁ τότε τῆς Κορίνθου βασιλεύων καὶ ἔθαψε διὰ τὴν συγγένειαν· ἦν γὰρ Ἀθάμαντος παῖς. ἕτεροι δὲ Σίσυφός τε καὶ Ἀθάμας Αἰόλου παῖδες τοῦ Διός. ἐκάλεσαν δὲ τὸν ἀγῶνα Ἴσθμια ἀπὸ τοῦ διείργοντος τὰς δύο θαλάσσας Ἰσθμοῦ. στέφος δέ ἐστι τοῦ ἀγῶνος πίτυς· τὸ δὲ ἀνέκαθεν σέλινα καὶ αὐτοῦ ἦν ὁ στέφανος. ἄλλως. |
| I hyp d [1] | τὰ Ἴσθμια ἄγεται τῷ Μελικέρτῃ. Ἀθάμαντος μανέντος. διὰ χόλον τῆς Ἥρας καὶ σφάξαντος ἕνα τῶν παίδων τὸν Λέαρχον, μέλλοντος δὲ ἅμα εἰς ζέοντα λέβητα βαλεῖν καὶ τὸν Μελικέρτην, προλαβοῦσα ἡ Ἰνὼ κλέπτει· διωκομένη δὲ ἅλλεται εἰς θάλασσαν μετὰ τοῦ παιδός· Νηρεΐδες δὲ αὐτὴν ἔσωσαν, αἳ καὶ θεὸν αὐτὴν ἐποίησαν· φανεῖσα δὲ μία τῷ Σισύφῳ εἶπεν ἄγειν τὸν ἀγῶνα. ἐσιωπήθη δὲ πρὸς χρόνον διὰ τοὺς λῃστάς, Θησεὺς δὲ ἐλθὼν ἐκάθηρε τοὺς τόπους καὶ ἦγε δεύτερον. Scholia in Isthmionicarum carmen I Τῆς πρώτης ᾠδῆς τῶν Ἰσθμίων ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἑπτά. |
| I 1 metr (t) [15] | τὸ αʹ ἐγκωμιολογικόν. τὸ βʹ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ γʹ ἰαμβέλεγος τὴν τελευταίαν συλλαβὴν μετατιθεὶς ἐπὶ τὴν ἄρχουσαν. γεγένηται δὲ καὶ παρὰ τὸ Σαπφικὸν, συστεῖλαν τὴν παρατέλευτον, πλεονάσαν μιᾷ συλλαβῇ. τὸ δʹ ὅμοιον τῷ βʹ. τὸ εʹ προσοδιακόν. τὸ ϛʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ πλεονάσαν χοριάμβῳ καὶ συστεῖλαν τὴν παρατέλευτον. τὸ ζʹ Εὐριπίδειον. ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ ἰαμβέλεγος, ἢ πεντάμετρον καταληκτικὸν δακτυλικόν. τὸ βʹ ἰαμβικὸν μονόμετρον καταληκτικὸν δύο συλλαβαῖς. τὸ γʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ δʹ δακτυλικὸν τετράμετρον βουκολικόν. τὸ εʹ δακτυλικὸν πενθημιμερές. τὸ ϛʹ τροχαϊκὸν ἢ ἐπίτριτος. τὸ ζʹ ἰαμβέλεγος. τὸ ηʹ ἰαμβικὸν πενθημιμερές. τὸ θʹ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ ιʹ προσοδιακὸν ἑνδεκάσημον ἐνδέον συλλαβῇ τοῦ Ἀρχιλοχείου ἢ τοῦ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ ιαʹ Στησιχόρειον. Γέγραφε τὴν ᾠδὴν Ἡροδότῳ τῷ Θηβαίῳ, τινὲς δὲ Ὀρχομενίῳ. |
| I 1 inscr a [10] | βέλτιον δὲ Θηβαίῳ ἐπιγεγράφθαι· καὶ γὰρ ταῖς Θήβαις προσδιαλέγεται. καὶ ἑξῆς (10) δέ φησιν· ἐπεὶ στεφάνους ἓξ ὤπασε Κάδμου στρατῷ, τουτέστι τοῖς Θηβαίοις. καὶ πάλιν περὶ αὐτοῦ λέγων φησί (66)· τιμὰν ἑπταπύλοις Θήβαισι τεύχοντα. τὸ δὲ ἐξαπατῆσαν τοὺς γράφοντας Ὀρχομενίῳ ἐστὶ τὸ Ὀρχομενοῖο πατρῴαν ἄρουραν (35). πρὸς ὅ φησιν ὁ Δίδυμος, ὅτι εἰκός ἐστι τὸν πατέρα Ἡροδότου Ἀσωπόδωρον διά τινας πολιτικὰς στάσεις εἰς τὸν Ὀρχομενὸν μεταστάντα ὕστερόν τε εἰς Θήβας κατελθόντα ἐπίτιμον γενέσθαι. τοῦτο γοῦν καὶ τὸν Πίνδαρον αἰνιττόμενον φάναι (36)· ἅ νιν ἐρειδόμενον ναυαγίαις ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ. ναυαγίαν γὰρ εἶπε τὴν ἐκ τῆς πατρίδος εἰς τὸν Ὀρχομενὸν φυγήν. ἄλλως. |
| I 1 inscr b [10] | οἱ Κεῖοι Δηλιακὸν παιᾶνα ἠξίουν τὸν ποιητὴν γράψαι. ἀρξαμένου οὖν γράφειν ἐκείνοις ἐπῆλθεν ἡ νίκη Ἡροδότου Θηβαίου πολίτου, εἰς ὃν προέκρινε μᾶλλον σκέψασθαι, ἀναβαλλόμενος τὸ τοῦ θεοῦ καὶ τῶν Κείων. διὸ καὶ τὴν εἰσβολὴν πεποίηται τοῦ ἐπινίκου ὁ Πίνδαρος, συγγνῶναι παρακαλῶν τὴν Δῆλον αὐτῷ προυργιαίτερον θεμένῳ τὴν πατρίδα τὰς Θήβας, διὰ τὸ Ἡροδότῳ βούλεσθαι τὸν ἐπίνικον συντάξαι Θηβαίω ὄντι. μέλλοντος γὰρ Κείοις γράφειν προσοδιακὸν παιᾶνα καὶ ὑπογύου ὄντος τοῦ χρόνου, καθ’ ὃν ἔδει συντετελέσθαι τὸ ποίημα τὸ Δηλιακὸν, ἔτι περὶ τὴν γραφὴν ἀσχολούμενος μεταξὺ Ἡροδότου Θηβαίου ὄντος καὶ νικήσαντος τὰ Ἴσθμια, ἐάσας ἀσυμπέραστον τὸ εἰς Δῆλον ποίημα συντάττει τῷ Ἡροδότῳ τὸν ἐπίνικον. τὰ δὲ Ἴσθμια διὰ τριετηρίδος ἄγεται. Μᾶτερ ἐμ ά : παρόσον καὶ ὁ Πίνδαρος Θηβαῖος. |
| I 1 1a [5] | τοῦτο γὰρ τὸ πρὸς τὸν Ἡρόδοτον δίκαιον καθίστησι τὸν λόγον πρὸς τὴν Θήβην καὶ τῶν ἐν χερσὶν ἀφέμενον παρέθηξε καὶ τῆς τοῦ ἐπινίκου γραφῆς φροντίσαι. ἐν ταὐτῷ δὲ καὶ πρὸς τὴν πατρίδα καὶ πρὸς τὴν ἡρωΐδα, ἀφ’ ἧς ἡ πόλις καλεῖται, τοὺς λόγους ποιεῖται· ἡ γὰρ χρύσασπις ἐπὶ τῆς ἡρωίδος, ἣν Ἀσωποῦ καὶ Μετώπης τῆς Λάδωνός φασιν. ὁ δὲ νοῦς· ὦ Θήβη ἐμὴ μῆτερ, τὸ σὸν πρᾶγμα καὶ πάσης ἀσχολίας κρεῖσσον προτίθημι καὶ κρίνω μηδαμῶς μοι ἡ τραχεῖα καὶ πετρώδης Δῆλος νεμεσήσειεν, ἐφ’ ᾗ νῦν πᾶς ἔγκειμαι. |
| I 1 1b [5] | τί βέλτιον ἢ προσφιλέστερον τοῖς ἀγαθοῖς τῆς ἑαυτῶν πατρίδος; φησί. τὸ γὰρ κεδνῶν τοκέων ἀντὶ τοῦ τῆς πατρίδος. χρύσασπ ι : ἀντὶ τοῦ τιμία κατὰ τὰ ὅπλα· ἐκ δὲ τούτου, ὦ γενναίους ἔχουσα ἄνδρας. |
| I 1 3 | κρανα ά : τραχεῖα καὶ πετρώδης ἡ νῆσος· ἔστι δὲ μία τῶν Κυκλάδων κατὰ τὸ Αἰγαῖον πέλαγος. ἐκ τούτου δῆλον, ὅτι εἰς Δῆλον ἔγραφε Κείοις, ὥστε καὶ ὑποβαίνων φησίν (8), ἐν Κέῳ ἀμφιρύτῳ. ἐν ᾇ κέχυμα ι : τουτέστιν ἐφ’ ᾗ νῦν τῇ Δήλῳ τὴν σπουδὴν εἶχον τῆς γραφῆς. |
| I 1 6a | εἶξο ν , ὦ ’πολλωνιά ς · ἀμφοτέρων τοι χαρίτων σὺν θεοῖ ς : δύο χαρίτων· μιᾶς μὲν, ὅτι αὐτῇ τὸ ἀσυμπέραστον γράφει ποίημα, δευτέρας δὲ, ὅτι πεισθεῖσα ὑπεχώρησε τῷ νῦν τοῦ Ἡροδότου ἐγκωμίῳ. τὸ δὲ ἑξῆς· ὑποχώρησον, ὦ τῷ Ἀπόλλωνι τετιμημένη Δῆλε· ὅτι κατ’ αὐτὴν ἐγένετο ὁ θεός. |
| I 1 6b | δύο γὰρ χαρίτων ἕνεκεν συμπραττόντων τῶν θεῶν παρασκευάσω σοι ὕμνον. ἔνιοι δὲ οὕτως· ἀμφοτέρων τῶν χαρίτων τὸ τέλος συζεύξω, καθ’ ἥν τε σοὶ χαριστέον ἐστὶ καὶ καθ’ ἣν τῇ πατρίδι. |
| I 1 6c | οἱονεὶ ἀμφότερα ποιήσω, καὶ τὸν Ἀπόλλωνα ἐν ᾧ δεῖ καιρῷ ὑμνήσω καὶ τὸν ἐπίνικον πληρώσω. τὸ δὲ χορεύων ἀντὶ τοῦ μετὰ χοροῦ ὑμνῶν, ἐπεὶ οἱ χοροὶ ἀπαγγέλλουσι τὰ ποιήματα ἐν Δήλῳ εἰς τὸν Ἀπόλλωνα. |
| I 1 6d [5] | πῶς οὖν τὸ Δηλιακὸν ποίημά φησιν ᾄδειν ἐν Κέῳ; μήποτε οὖν προαναλαμβάνοντες ἐν ταῖς πατρίσιν οἱ χορευταὶ ἐμελέτων τὰς ᾠδὰς καὶ οὕτως ἀπῄεσαν; ἀπὸ οὖν τοῦ παρακολουθοῦντος τοῖς ὕμνοις τοῦτό φησιν ἀντὶ τοῦ ὑμνῶν, ὅτι μετὰ χορείας ἐλέγοντο οἱ ὕμνοι. |
| I 1 9a | ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσι ν : σὺν τοῖς κατὰ τὴν Κέω φησί. ποντίους δὲ αὐτοὺς ἔφη ὡς νησιώτας. τὸ δὲ ἑξῆς· καὶ τὸν ἄτμητον τὰς κόμας Ἀπόλλωνα ὑμνῶν ἐν τῇ Κέῳ τῇ ἑκατέρωθεν περιρρεομένῃ θαλάσσῃ σὺν τοῖς νησιώταις ἀνδράσι, καὶ τὴν προβεβλημένην καὶ ὑπὸ θαλάσσης περιοριζομένην τοῦ Ἰσθμοῦ ἐξοχήν. |
| I 1 9b [5] | ἵν’ ᾖ ὅλον· ὅτι ὑμνήσω καὶ τὴν Κέω καὶ σὲ, ὦ Δῆλε, καὶ τὸν Ἰσθμόν. καὶ ὕστερον σοὶ πάλιν τὸν ἐπίνικον ἀποδώσω. στεφάνους ἕ ξ : καταχρηστικώτερον ἀπὸ τῶν πλειόνων. |
| I 1 11b | ἄλλως. ἤτοι ἀριθμητικῶς ἓξ ἢ καταχρηστικώτερον ἐπὶ πολλῶν. ἐπεὶ στεφάνους ἓξ ὤπασε Κάδμου στρατ ῷ : διαπορεῖται τίς ἐνεχείρισε τῷ Κάδμου στρατῷ, τουτέστι ταῖς Θήβαις, τοὺς στεφάνους. |
| I 1 11c [20] | ἔνιοι μὲν οὖν τὸν Ἰσθμὸν ἀκούουσιν, ὡς ἑξάκις νενικηκότων τῶν Θηβαίων τὰ Ἴσθμια· ἔνιοι δὲ αὐτὸν τὸν Ἡρόδοτον· τοῦτον γὰρ ἑξάκις Ἴσθμια νενικηκέναι Θηβαῖον ὄντα. τούτων δὲ οὐδέτερον ἐν ταῖς Ἰσθμιακαῖς ἀναγραφαῖς ὡμολόγηται· δι’ ἣν αἰτίαν οἱ Ἀριστάρχειοι ψιλοῦντες καὶ ἐπὶ τοῦ νικηφόρου ἐκλαμβάνοντες τὸν λόγον, περισσὴν εἶναί φασι τὴν ἔξ πρόθεσιν ποιητικῇ συνηθείᾳ· τὸ γὰρ ὅλον εἶναι· ἐπεὶ ὤπασεν, ὅ ἐστι περιεποίησεν· ἄλλως τε οὐκ ἀναγκαῖον ἀριθμὸν κεῖσθαι· πολλῷ γὰρ μᾶλλον κυδαίνεσθαι τὸν νενικηκότα. Ἀριστόδημος δὲ ὁ Ἀλεξανδρεὺς δασύνων καὶ διαιρῶν τὸ μὲν ἕξ ἐπὶ τοῦ Ἡροδότου ἀκούει, τὸ δὲ ὤπασεν ἐπὶ τοῦ Ἀπόλλωνος· προστάτης γὰρ τῶν ἀγώνων ὁ θεός. ἓξ οὖν προνοίᾳ φησὶ τοῦ θεοῦ νενικηκέναι τὸν Ἡρόδοτον, οὐκ Ἰσθμικοὺς ἀγῶνας, ἀλλὰ συμμίκτους, οὓς καὶ αὐτὸν ἐπιλέγειν Πίνδαρον (55), ἐν μὲν Θήβαις Ἰόλεια ἢ Ἡράκλεια, ἐν δὲ Ὀρχομενῷ Μινύεια, ἐν δὲ Εὐβοίᾳ Βασίλεια, ἐν δὲ Θεσσαλίᾳ Πρωτεσίλεια, καὶ ἐν Ἰσθμῷ νῦν, καὶ ἄλλους δὲ περιχωρίους, οὓς διὰ μακρῶν παρῆλθεν ὁ Πίνδαρος. ἐν ᾇ : ἐν ᾗ, τῇ Θήβῃ, καὶ καιριωτάτην ἑαυτῷ τῶν πατρίων εἰσβολὴν παρέσχετο. |
| I 1 15a | θρασεῖα ι : συλληπτικὸς ὁ τρόπος· εἷς γὰρ ἦν ὁ Γηρυόνου κύων. Ἡσίοδος εἶπεν (theog. 309) Ὄρθον μὲν πρῶτον. εἰς τὸ αὐτό. |
| I 1 15b [5] | ἔθος τῷ Πινδάρῳ πρὸς τὸ ἑαυτοῦ συμφέρον καὶ τὰς ἱστορίας βιάζεσθαι· ἑνὸς γὰρ ὄντος τοῦ Γηρυόνου κυνὸς, ὥς γε καὶ Ἡσίοδος μαρτυρεῖ (theog. 293)· Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα, αὐτὸς τῷ πληθυντικῷ καταχρησάμενος κύνες φησί. καὶ μήποτε ἀνάξιον Ἡρακλέους ἡγήσατο πρὸς ἆθλον καὶ κατόρθωμα τοῦ ἥρωος ἀντιπαρατάξαι τὸν κύνα; ἀλ λ ’ ἐγὼ Ἡροδότῳ τεύχω ν : ἀλλ’ ἐγὼ τῷ Ἡροδότῳ κατασκευάζων τὸ μὲν ὕμνον, ὅτι τεθρίππῳ αὐτὸς ἀγωνισάμενος δι’ ἑαυτοῦ ἐνίκησε· τὸ δὲ, ὅτι καὶ ἱπποτρόφησεν, αὐτὸν βούλομαι ἐφαρμόσαι ἢ Κάστορος ἢ Ἰολάου ὕμνῳ. |
| I 1 17b | ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὸν Ἡρόδοτον ἱπποτροφήσαντα καὶ δι’ ἑαυτοῦ ἀγωνισάμενον καὶ νενικηκότα ὁμοίως Κάστορι καὶ Ἰολάῳ ἀνυμνήσαιμι. διὰ τούτων δὲ συνίστησιν, ὅτι αὐτὸς ἡνιόχησεν ὁ Ἡρόδοτος κατὰ τὸν ἀγῶνα. ὁ δὲ λόγος· ἐγὼ δὲ τὸ μέλος τῷ Ἡροδότῳ τεύχων τὸ μέν τι, καθόσον ἐνίκησε, τὸ δέ τι, καθὸ αὐτὸς ἡνιόχησε. |
| I 1 17d | τὸ μὲν ἅρματι τεθρίππ ῳ : ὅτι αὐτὸς ἱπποτρόφησε καὶ ἤλασεν. ἁνία τ ’ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαν τ ’ ἐθέλ ω : ἐλλείπει διὰ τὸ νωμᾶσθαι. |
| I 1 21 | ἢ Καστορεί ῳ : ἢ Κάστορος ἱππικοῦ ὄντος, ἢ Ἰολάου. Ἰόλαος δὲ ἦν Ἡρακλέους ἡνίοχος· ἀλλ’ εὑρήματα Πινδάρου ἐν Ὑπορχήμασιν (fr. 114), ὡς εὕρημα Κάστορος, ὡς αὐτὸς λέγει. κεῖνοι γά ρ : εἰ καὶ μὴ ἡ ἱστορία συγχωρεῖ, ἀλλ’ οὖν γε αὐτὸς σχηματίζει τὸν λόγον. |
| I 1 23 [10] | ὅταν γὰρ λέγῃ, κεῖνοι γὰρ ἡρώων διφρηλάται, τὴν αἰτίαν αὐτὸς ἐπιφέρει· ἐπεὶ οὗτοι οἱ ἥρωες διέπρεψαν ἐπὶ ἱππικῇ αὐτοὶ ἡνιοχοῦντες. ἰδίως δὲ ὁ λόγος κατὰ τοῦ Ἰολάου εὑρεθήσεται τοῦ Ἡρακλέους ἡνιόχου, κατὰ δὲ τοῦ Κάστορος οὐκέτι· ἀλλὰ τὸ χωρὶς συμβεβηκὸς τῷ Κάστορι καὶ Ἰολάῳ κατ’ ἀμφοτέρων κοινῶς εἴρηκε· Λακεδαιμόνιος μὲν γὰρ ὁ Κάστωρ, Θηβαῖος δὲ ὁ Ἰόλαος. καλλίων δέ ἐστιν αὕτη ἡ ἐκδοχὴ, ἵνα ἐπαμφοτερίζοντα τὸν λόγον νοήσωμεν· ἐκεῖνοι γὰρ, Κάστωρ τε καὶ Ἰόλαος, ὑπὲρ πάντας τοὺς ἥρωας ἄριστοι γεγόνασιν. ἔν τ ’ ἀέθλοισι θίγον πλείστων ἀγώνω ν : κατὰ τὸ ἐναντίον ἀποδέδωκεν. |
| I 1 26a [5] | οὐδεὶς γὰρ ἐν ἄθλοις ἀγώνων τυγχάνει, ἀλλ’ ἐν ἀγῶσι τῶν ἄθλων. ἀρχαιοπρεπὴς οὖν καὶ ποιητικώτατος ὁ λόγος, ὥς γε κἀκ τῶν Ὁμηρικῶν δῆλον (Δ 535)· ὁ δὲ χασσάμενος πελεμίχθη· ἔστι γὰρ πελεμιχθεὶς ἀνεχώρησεν. ἄλλως. |
| I 1 26b | ἀντὶ τοῦ καὶ ἐν τοῖς ἀγῶσι πλείστων ἔψαυσαν ἄθλων, καὶ τοῖς τρίποσι καὶ λέβησι καὶ ταῖς χρυσαῖς φιάλαις, ἃ ἦν ἔπαθλα τῶν ἀγώνων, τὸν ἑαυτῶν ἐκόσμησαν οἶκον, τῶν τῆς νίκης στεφάνων μεταλαβόντες. λάμπει δὲ σαφὴς ἀρετ ά : 〈ἀντὶ τοῦ〉 σαφῶς ἐπιρρηματικῶς. |
| I 1 30b [5] | τὸ δὲ ἑξῆς· λάμπει δὲ σαφῶς ἡ ἀρετὴ ἔν τε γυμνικοῖς σταδίοις καὶ ἐν τοῖς τῶν ὁπλιτῶν δρόμοις, ὡς πᾶν ἀγώνισμα τούτων ἀγωνισαμένων. ἐπισυλληπτικῷ δὲ κέχρηται τῷ σχήματι ἐν γὰρ τῷ ἐπὶ Πελίᾳ ἀγῶνι ὁ Ἰόλαος τὸν ὁπλίτην νικᾷ, ὃ κοινὸν ἐπ’ ἀμφοτέρων ἔθηκεν· ὁ δὲ Κάστωρ τὰ δευτερεῖα ἔλαβε δισκεύων καὶ ἀκοντίζων· καὶ τοῦτο κοινὸν ἔταξε. τὸ δὲ οἷα θαυμαστικῶς· ὁποῖοι γὰρ ἦσαν ἀκοντίζοντες τὰ δόρατα. |
| I 1 33 | [ καὶ λιθίνοις ὁπότε δίσκοις ἵε ν] : ἃς ἀποτομάδας καλοῦσι, παρόσον οἱ ἀρχαῖοι τοῖς νικῶσιν ἀκοντίῳ τοσοῦτον ἀπετέμνοντο τῆς γῆς ἔπαθλον, ὅσον ὁ νικηφόρος ἠδύνατο βαλεῖν. οὐ γὰρ ἦν πένταθλο ν , ἀλ λ ’ ἐ φ ’ ἑκάστ ῳ : οὐκ ἦν, φησί, τότε ὁ πένταθλος ἀγὼν, τὸ ἐκ πέντε ἀγωνισμάτων συνεστηκὸς ἄθλημα, κατ’ ἰδίαν δὲ ἑκάστῳ τέλος ὑφειστήκει. |
| I 1 35a [5] | τέλος δὲ λέγει ἤτοι τὸ νικηφορῆσαι, ἢ τὸν ἐφ’ ἑκάστῳ τιθέμενον στέφανον. ἄλλως· ἀντὶ τοῦ νικήσας ἐνστεφανοῦνται ἀλλὰ καὶ καθ’ ἓν ἠγωνίζοντο. |
| I 1 35b | πέντε δὲ ἀγωνίσματα, ἃ αὖθις εἰς πένταθλον συνεμίχθη, ἅλμα, δίσκος, ἀκόντιον, δρόμος, πάλη. ἢ οὕτως. |
| I 1 35c | τὸ ἑξῆς· οὔπω γὰρ ἦν ἐπὶ Κάστορος καὶ Ἰολάου τὸ πένταθλον, ἀλλὰ διαλελυμένως ἐφ’ ἑκάστῳ ἀγωνίσματι καὶ ὁ στέφανος ἦν. [ ἕργματι κεῖτο τέλο ς] : καὶ Ὅμηρος (θ 190)· βόμβησεν δὲ λίθος, κατὰ δ’ ἔπτηξαν ποτὶ γαίῃ. |
| I 1 36b | τὸ δὲ κεῖτο τέλος, ἀντὶ τοῦ ἦν ἰδιάζων καὶ ὁ στέφανος. τῶν ἀθρόοις ἀναδησάμενο ι : ὧντινων στεφάνων πλείστοις ἀναδησάμενοι βλαστήμασι τὰς κεφαλὰς ἔνδοξοι ὤφθησαν κατὰ τὰς Θήβας καὶ Λακεδαίμονα. |
| I 1 36c [5] | πάλιν δὲ πρὸς τὸ αὐτὸ συγκέκρουκε τὸ ἑκατέρῳ συμβεβηκὸς, εἰπὼν αὐτοὺς φανῆναι νενικηκότας πέλας τῆς Δίρκης καὶ τοῦ Εὐρώτα· Ἰόλαος μὲν γὰρ παρὰ τῇ Δίρκῃ· ἔστι γὰρ Θηβῶν αὕτη· Κάστωρ δὲ παρὰ Εὐρώτᾳ· οὗτος γὰρ Λακεδαιμόνιος ποταμός. ῥεέθροισί τ ε : πρὸς τὸ Εὐρώτα τὸ ῥεέθροις ἀκουστέον. |
| I 1 38 | ἔδει δὲ ἕκαστον οἰκείως ἐπὶ τῶν ἰδίων χωρίων ἀκοῦσαι. Ἰφικλέος μὲν παῖ ς : τὸ ἑξῆς· ὁ μὲν τοῦ Ἰφικλέος παῖς Ἰόλαος πολίτης ὢν Θηβαίοις, ὁ δὲ τοῦ Τυνδάρεω Κάστωρ ἐν τοῖς Ἕλλησι τὴν ἐπίδοξον καὶ ὑψηλοτάτην οἰκῶν Λακεδαίμονα, καὶ ἀπὸ κοινοῦ τὸ ἐπίδοξοι ὤφθησαν. |
| I 1 41 | Σπαρτῶν γένε ι : οἱ γὰρ ὑπὸ Σπαρτῶν ὑπολειφθέντες οἰκισταὶ τῶν Θηβαίων γεγόνασιν, Ὑπερήνωρ, Χθόνιος, Πέλωρος, Οὐδαῖος, Ἐχίων. ὑψίπεδον Θεράπνας οἰκέων ἕδο ς : Θεράπνης, τῆς Λακεδαίμονος· Θεράπνη γὰρ κώμη αὐτόθι. |
| I 1 43a [5] | τὸ δὲ ὑψίπεδον ἕδος δοκεῖ ἐναντίως εἰρῆσθαι τῷ Ὁμηρικῷ. φησὶ γάρ (δ 1)· οἳ δ’ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν. ἀλλ’ ἀπολυσόμεθα οὕτως· ὑψίπεδος ἡ Λακεδαίμων καθ’ ἑαυτήν, κοίλη δὲ ὡς πρὸς τὰς πλησίον πόλεις· ἢ ὑψίπεδον αὐτήν φησι διὰ τὰς τῶν οἰκούντων ἀρετάς τε καὶ εὐδοξίας. ἄλλως. |
| I 1 43b [5] | τουτέστι Σπαρτιάτης ὤν· ἡ γὰρ Θεράπνη τῆς Σπάρτης. Ἀχαιοὺς δὲ εἴρηκε τοὺς Σπαρτιάτας, ἐπειδὴ πρότερον οἱ Ἀχαιοὶ τὴν Σπάρτην ᾤκουν, αὖθις δὲ τῶν Ἡρακλειδῶν μετὰ Δωριέων ἀφικομένων Δωριεῖς προσωνομάσθησαν. ἰστέον ὅτι τῆς Λακωνικῆς ἐν Θεράπναις τὸ ἱερόν ἐστι τῶν Διοσκούρων. |
| I 1 44a [5] | χαίρε τ’ · ἐγὼ δ έ : ὁ λόγος παρὰ τοῦ Πινδάρου πρὸς τοὺς ἥρωας. τὸ δὲ ἑξῆς· ἱλήκοιτε, ὦ ἥρωες, ἐγὼ δὲ τῷ Ποσειδῶνι καὶ τῇ Ἰσθμῷ τῇ θείᾳ καὶ τῷ Ὀγχηστῷ τὸν ὕμνον ἐπιμελῶς παρέχων ἐν ταῖς τιμαῖς καὶ τοῖς κατορθώμασι τοῦ νικηφόρου ὑμνήσω τοῦ πατρὸς αὐτοῦ Ἀσωποδώρου τὴν εὐδαιμονίαν. |
| I 1 44b | Ὀγχηστὸς δὲ τῆς Βοιωτίας χωρίον πάραλον ἀνιερωμένον Ποσειδῶνι, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 506)· Ὀγχηστόν θ’ ἱερὸν, Ποσειδήϊον ἀγλαὸν ἄλσος. ἀϊόνεσσι δὲ εἶπεν, ἐπειδὴ παράκειται τῇ Ὀγχηστῷ πόλει τῆς Βοιωτίας ἡ Κωπαῒς λίμνη. |
| I 1 47 | περιστέλλων ἀοιδά ν : θεραπεύων τὸν ὕμνον, τουτέστιν ἐπιμελείας καὶ σπουδῆς ἀξιῶν. Ὀρχομενοῖό τε πατρῴαν ἄρουρα ν : προείρηται (sch. |
| I 1 51a | inscr.), ὅτι αὐτὸς μὲν Θηβαῖος, ὁ δὲ πατὴρ Ὀρχομένιος. ἢ οἱ μὲν τοῦ πατρὸς γονεῖς Ὀρχομένιοι, ὁ δὲ πατὴρ Θηβαῖος διὰ τὸ ἐκεῖ γεννηθῆναι. |
| I 1 51c | ἢ Ὀρχομένιος διὰ τὸ οἷον ὑπὸ μητρὸς δεχθῆναι ἐκπεσόντα· ἡ γὰρ μήτηρ Ὀρχομενία, ὁ δὲ πατὴρ Θηβαῖος. Τζέτζου. |
| I 1 51d | ἄνθρωπε σίγα, μὴ μάτην λαβροστόμει· Θηβῶν μέν ἐστιν Ὀρχομενὸς ἡ πόλις, ἐγκωμίου τρόπῳ δὲ Θηβαῖον γράφει. ἅ νιν ἐρειδόμενο ν : φυγαδευθεὶς γὰρ ὁ Ἀσωπόδωρος Θήβηθεν ἐν Ὀρχομενῷ ἐπολιτογραφήθη. |
| I 1 52b | ἄλλως. ναυαγήσας ὁ Ἀσωπόδωρος ἐν Ὀρχομενῷ ἐξερρίφη. ἅ νιν ἐρειδόμενον ναυαγίαι ς : ἥτις ἡ Ὀρχομενὸς αὐτόν, ἐπὶ ταύτης γὰρ ὁ λόγος, βαρυνόμενον ἐπὶ τῆς ναυαγίας ἐδέξατο· ἀλληγορεῖ δὲ τὴν ἔκπτωσιν θαλάσσῃ καὶ χειμῶνι παραβάλλων. |
| I 1 52c [5] | ἀμφίβολον δέ, φησίν, ἐστὶν, ὁ Δίδυμος, πότερον τὸν Ἡρόδοτον ἢ τὸν Ἀσωπόδωρον λέγει· δύναται γὰρ ἐπ’ ἀμφοτέρων ἀκούεσθαι. συντυχί ᾳ : καὶ Αἰσχύλος (Prom. |
| I 1 54a | 1015) τὴν δυστυχίαν χειμῶνα καὶ τρικυμίαν λέγει. τῇ φυγῇ· κοινὸν γὰρ ἡ συντυχία. |
| I 1 56 [5] | ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρε ι : ὁ Χρύσιππος ἐμφαίνειν φησὶν, ὡς καὶ πρότερον μὲν συνετῶς ἐγχωρήσαντα, ὡς μὴ κινδυνεύσῃ, καὶ μετὰ τὴν κάθοδον δὲ ἠσφαλισμένον τὰ καθ’ ἑαυτόν· τοῦτο οὖν φησιν· ὁ παθὼν τῷ νῷ προμαθὴς γίνεται. Ἀλκμάν (fr. 63)· πεῖρά τοι μαθήσιος ἀρχά. καὶ Ὅμηρος (Hes. op. 218; cfr. Ρ 32. Υ 198)· παθὼν δέ τε νήπιος ἔγνω. εἰ δ ’ ἀρετα ί : ὅτι ἀρεταὶ κατάκειται εἴρηκεν ἐπιζεύξας πληθυντικῷ ἑνικὸν ῥῆμα τὸ κατάκειται. |
| I 1 58a [5] | καὶ ὅτι ὀργὰν τὸ ἦθος λέγει. εἰ δ ’ ἀρετὰ κατάκειτα ι : Ἀρίσταρχος σὺν τῷ ι γράφει καὶ περισπᾷ, καὶ Ἀττικὴν δέχεται τὴν σύνταξιν, ἵν’ ᾖ ὁ λόγος· εἰ τῇ ἀρετῇ κατάκειται πάντα τρόπον, ἔν τε τῷ πονεῖν αὐτὸν τῷ ἰδίῳ σώματι καὶ τῷ δαπανᾶν, τῷ μὲν δαπανᾶν καθόσον ἱπποτρόφησε, τῷ δὲ πονεῖν καθόσον ἡνιόχει· χρὴ τοῖς εὑροῦσι τὴν τοιαύτην ἀρετὴν τὸν ἀγήνορα κόμπον μὴ φθονεραῖσι γνώμαις φέρειν, τουτέστι τὸ σεμνὸν αὐτῶν καύχημα μὴ φθονερῶς φέρειν, ἀλλ’ ἐπαινεῖν. |
| I 1 58c | ἔνιοι δὲ οὕτως· εἰ οὖν ἐν ἀρετῇ κεῖται καὶ δαπανῶν καὶ πονῶν, δεῖ τοῖς εὑροῦσι τὴν τοιαύτην ἀρετὴν μὴ φθονεῖν μηδὲ βασκάνους ἐπιφέρειν λόγους. ἔστι δὲ ἄκυρον τὸ μίν. |
| I 1 60 [15] | χρή μιν εὑρόντεσσ ι : καὶ ταῦτα περὶ Ἡροδότου τοῦ λόγου ὄντος, καὶ ἐπαναλαμβάνοντος τοῦ Πινδάρου τὴν ἀρετὴν τοῦ Ἡροδότου. ἔνιοι δὲ πληθυντικῶς ἀναγινώσκουσιν, εἰ δὲ ἀρεταὶ κατάκειται, κατὰ τὴν Πινδάρου συνήθειαν, ἵν’ ᾖ· εἰ αἱ ἀρεταὶ κατάκεινται κατὰ πάντα τρόπον ἐν δυσὶ τούτοις, πόνῳ καὶ δαπάνῃ, χρὴ αὐτόν, τὸν Ἡρόδοτον, ἐπαινεῖν καὶ μὴ φθονεῖν· ἢ χωρὶς τοῦ ἰῶτα· εἰ ἀρετὰ κατάκειται· ὃ καὶ μᾶλλον. βέλτιον δέ φησιν ὁ Δίδυμος τὸ εὑρόντεσσιν ἀγάνορα κόμπον ἐπὶ τῶν ἐπαινούντων τοὺς νενικηκότας ἀκούειν, ἵν’ ᾖ· προσήκει τοῖς εὑρόντεσσι τὸν ἀγάνορα κόμπον, τουτέστι τὸν ὕμνον εἰς τοὺς δαπάνῃ καὶ ἔργῳ κεκτημένους τὴν ἀρετὴν μὴ φθονεῖν· ὥστε καὶ τὸν Πίνδαρον μὴ δεῖν φθονεῖσθαι διὰ τοὺς εἰς τὸν Ἡρόδοτον ἐπαίνους. λέγοι δ’ ἂν ἀγάνορα κόμπον τὸν ἐκ τῶν ἀγαθῶν ἔπαινον τὸν ἐκ τῶν ποιημάτων· τοῦτο δὲ σαφὲς ἐκ τοῦ ἐπιφερομένου (61a.)· ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ· σοφὸν δ’ ἂν εἴη λέγων καὶ τὸν τοὺς ἀγαθοὺς ἐπαινοῦντα. τῷ γὰρ σοφῷ κούφη ἐστὶ δόσις, φησίν, ἀντὶ παντοίων μόχθων ἐπαινέσαντα τὸ κοινῇ νομιζόμενον καλὸν ἀνορθῶσαι. |
| I 1 61c [5] | κούφα δόσις ἀνδρὶ σοφ ῷ : ἐπεὶ τῷ σοφῷ ἀνδρὶ ῥᾳδία, φησί, καὶ ἀνεπαχθής ἐστιν ἡ τῶν λόγων δόσις. κοινὸν δὲ καλὸν τὸν ἔπαινόν φησιν· ἐπιδιατείνει γὰρ εἰς τοὺς ἐκτός. κόσμος γάρ ἐστι καὶ τῶν ἄλλων πολιτῶν τὸ περὶ ἕνα γινόμενον ἐγκώμιον. μηλοβότᾳ τ ’ ἀρότᾳ τ ’ ὀρνιχολόχῳ τ ε : τῷ τὰ μῆλα νέμοντι, τῷ ποιμένι, καὶ τῷ τὴν γῆν ἀροῦντι, καὶ τῷ τὰς ὄρνις θηρεύοντι, καὶ ὃν πόντος τρέφει· Χρύσιππος τὸν ἔμπορον, Δίδυμος δὲ τὸν ἁλιέα φησί. |
| I 1 69a | γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμό ν : πᾶς γὰρ τὸν λιμὸν ἀποθεραπεύων, φησίν, ἐπίκειται τοῖς ἔργοις καὶ κάμνει. αἰανῆ δὲ οἱ μὲν τὴν χαλεπὴν παρὰ τὸ αἲ αἴ, οἱ δὲ τὸν διηνεκῆ λιμὸν παρὰ τὸ αἰέν. |
| I 1 69c | τὸ δὲ τέταται ἀντὶ τοῦ σπεύδει. ὃς δ ’ ἀμ φ ’ ἀέθλοις ἢ πολεμίζων ἄρητα ι : ὅστις δὲ ἂν τῶν ἀνθρώπων ἐν ἀγῶνι καὶ πολέμοις ἀνέληται δόξαν ἀνθηρὰν, ἐγκωμιασθεὶς μισθὸν ὑψηλὸν καὶ ἐπίδοξον δέχεται παρὰ τῶν πολιτῶν καὶ τῶν ξένων τῆς γλώσσης τὴν εὐφημίαν. |
| I 1 71 [5] | γλώσσης γὰρ ἄωτόν φησι τὸ ἐγκώμιον. ἄμμι δ ’ ἔοικε Κρόνου σεισίχθο ν ’ υἱό ν : Χρύσιππος, παρείληφε, φησί, τὸν Ποσειδῶνα διὰ τὴν γειτνίασιν τοῦ Ὀγχηστοῦ, καθὼς συμβέβηκεν ἱπποδρομίου Ποσειδῶνος ἱερὸν ἐν Θήβαις εἶναι. |
| I 1 76b [5] | ὁ δὲ νοῦς· ἡμῖν δὲ προσήκει ἀμειβομένοις τὸν ἱππικώτατον Κρόνου παῖδα Ποσειδῶνα εὐεργέτην ὄντα τῶν ἁρμάτων ἀνυμνῆσαι, ἀντιδιδόντας τῷ θεῷ τὸν ὕμνον ἀντὶ τῶν εἰς τὸν νικηφόρον εὐεργεσιῶν. ἐντεῦθεν δὲ λεληθότως καταλέγει τὰς ἐξ αὐτοῦ νίκας. γείτο ν ’ ἀμειβομένοι ς : γείτονα, τῶν Θηβαίων, ὡς πρὸς τὸν Ὀγχηστόν· καὶ γὰρ αὕτη τῆς Βοιωτίας. |
| I 1 79a | καὶ σέθε ν , Ἀμφιτρύω ν , παῖδας προσειπεῖ ν : ἔοικεν ἀπὸ κοινοῦ. καταχρηστικῶς δὲ καὶ κατὰ σύλληψιν Ἀμφιτρύωνος ἔφη παῖδας τόν τε Ἡρακλέα καὶ τὸν Ἰόλαον, ὃς ἦν Ἰφικλέους τοῦ Ἀμφιτρύωνος υἱός. Ἰολάεια δὲ ἐν Θήβαις ἀγὼν καὶ Ἡράκλεια· οἱ δὲ ἕνα καὶ τὸν αὐτόν φασιν εἶναι. |
| I 1 79c [5] | Μινύα δὲ μυχὸν τὸν Ὀρχομενὸν εἶπεν· οὗτος γὰρ λέγεται καὶ Ὀρχομενὸς Μινύειος· ταύτην γὰρ ἐνῴκησεν ὁ Μινύας. τοῦτον δὲ τὸν Μινύαν οἱ μὲν Ὀρχομενοῦ γενεαλογοῦσιν, ὡς Φερεκύδης (FHG I 92 M., I 102 J.), ἔνιοι δὲ ἔμπαλιν τὸν Ὀρχομενὸν Μινύου, ἔνιοι δὲ ἀμφοτέρους Ἐτεοκλέους γενεαλογοῦσι, Διονύσιος δὲ τὸν Μινύαν Ἄρεος ἀναγράφει, Ἀριστόδημος δὲ Ἀλεοῦ τὸν Μινύαν, καὶ τοὺς Ἀργοναύτας δὲ Μινύας ἐντεῦθεν γράφει προσηγορεῦσθαι. καὶ τὸ Δάματρο ς : ὅτι ἐν Ἐλευσῖνι Δήμητρός ἐστιν ἀγὼν καὶ στέφανος ἦν κριθαί. |
| I 1 81b | καὶ τὸ Δάματρος κλυτὸν ἄλσο ς : ἀπὸ κοινοῦ κατὰ πάντων τῶν ἀγώνων τὸ προσειπεῖν ἀκουστέον, ἵνα ἔχῃ οὕτω· προσήκει προσειπεῖν καὶ τῆς Δήμητρος τὸ ἱερὸν ἄλσος τὴν Ἐλευσῖνα καὶ τὴν Εὔβοιαν, καθ’ ἣν ὁ νικηφόρος ἐνίκησεν. ἄλλως. |
| I 1 81c [5] | ἐν τοῖς δρόμοις τούτου καὶ ἀγωνίσμασι προσῆκον ἡμῖν ἐστιν ἀνυμνῆσαι Ἐλευσῖνα καὶ Εὔβοιαν. τὸ δὲ γναμπτοῖς δρόμοις πρὸς πάντα ληπτέον τὰ λεγόμενα· καὶ γὰρ τὸν Ποσειδῶνα, φησί, καὶ τοὺς ἄλλους Εὔβοιάν τε καὶ Ἐλευσῖνα διὰ τοὺς δρόμους καὶ τοὺς ἐν αὐταῖς ἀγῶνας, καθ’ οὓς ἐνίκησεν ὁ ἐγκωμιαζόμενος, ὑμνεῖν προσήκει. Χρύσιππος· ἐν Εὐβοίᾳ ἄγεται τῷ Ἅιδῃ τὰ Βασίλεια. |
| I 1 83 [5] | Πρωτεσίλ α , τὸ τεὸν δ ’ ἀνδρῶν Ἀχαιῶ ν : τὸ ἑξῆς· καὶ τὸ σὸν δὲ τέμενος, ὦ Πρωτεσίλαε, τὸ ἐν Φυλάκῃ συγκαταριθμοῦμαι ταῖς τοῦ Ἡροδότου νίκαις. ἔστι δὲ Πρωτεσιλάου τέμενος ἐν Φυλάκῃ δὲ τῇ Θεσσαλικῇ εἴρηται. τέμενος δὲ λέγεται οὐ μόνον τὸ ἱερὸν καὶ ὁ ναός, ἀλλὰ καὶ ἡ ἀφωρισμένη χώρα. Ὅμηρος (Ζ 194)· καὶ μὲν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον αὐτῷ. τελεῖται δὲ τῷ Πρωτεσιλάῳ κατὰ τὴν Φυλάκην ἐπιτάφιος ἀγὼν, καθ’ ὃν ὁ νικηφόρος ἐνίκησεν. πάντα δ ’ ἐξειπεῖν ὅ ς ’ ἀγώνιος Ἑρμᾶ ς : πάντα γὰρ διεξελθεῖν, φησίν, ὅσα ὁ τῶν ἀγώνων προστάτης Ἑρμῆς τῷ Ἡροδότῳ ἐχαρίσατο στέμματα ἵπποις ἀγωνιζομένῳ, βραχὺς ὢν ὁ λόγος ἐξασθενεῖ εἰπεῖν. |
| I 1 85b [5] | ἄλλως. ἤτοι ὅτι πρὸς τὸν διδόμενον μισθὸν καὶ τὰς ᾠδὰς ἐξέτεινεν, ἵν’ ᾖ οὕτω· πάντα αὐτοῦ τὰ ἀγωνίσματα εἰπεῖν βραχὺν μισθὸν ἔχων ὁ ὕμνος οὐ συγχωρεῖ μοι· ἢ ὅτι ἡ συμμετρία τῶν εἰρημένων λόγων ἀφαιρεῖται τὴν ἔκτασιν καὶ τὸ μῆκος. Ἀριστόδημος δὲ καὶ τοῦτο λαμβάνων πρὸς τὸ μόνων τῶν ἐπισήμων αὐτὸν μνημονεύειν, τοὺς δὲ λοιποὺς παρωδευκέναι, βραχύ φησι μέτρον εἰρηκέναι τοῦ ὕμνου διὰ τὸ τὰς ἐκδόσεις τῶν ἐπινίκων πρὸς ἀριθμὸν ἐπῶν καὶ τριάδων ἔχειν τοὺς μισθούς· παρὸ καὶ ἑαυτοῦ ἐπιλαμβάνεται. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένο ν : διὰ τούτων ἔνιοί φασιν ὑπαινίττεσθαι τὸ περὶ τὴν Νεμέαν αὐτῷ συμβεβηκὸς ἐλάττωμα, ὡς νικηθέντος αὐτοῦ τὸν ἀγῶνα· περὶ γὰρ τῶν ἄλλων εὐχόμενος αὐτῷ νίκην ἀγώνων περὶ τούτου ἡσύχασε· παρὸ σεσιγηκέναι τὴν ἧτταν. |
| I 1 88a [10] | ἡσυχασθεῖσι γὰρ ἐνίοτε τοῖς φαύλοις ὑπεῖναι μείζονα χάριν ἤπερ λεχθεῖσιν. ἔνιοι δὲ λέγεσθαι ταῦτα ὡς εἰς τὴν χάριν τοῦ ἐγκωμιαζομένου· δύνασθαι μὲν αὐτὸν ἐκτείνειν τὸ ἐγκώμιον καταλέγοντα τὰς νίκας, ἐπεὶ δὲ ἀνάξιοι ἦσαν, σιωπῆσαι. παρὸ καὶ γνωμικῶς ἐπιλέγειν· τὸ σιωπηθὲν καλῶς μείζονα παρέχει τῷ ἐγκωμιαζομένῳ χάριν. ἄλλως. |
| I 1 88b | ναὶ γὰρ δὴ πολλάκις καὶ τὸ σεσιωπημένον μείζονα τὴν εὔκλειαν φέρει. φησὶ δὲ τοῦτο ὡς καὶ ἀδυνάτως ἔχων λόγῳ τὰ τοῦ νικηφόρου ἑρμηνεῦσαι κατορθώματα. εἴη μιν εὐφώνων πτερύγεσσιν ἀερθέντ α : εὔχεται, ὥσπερ ἐν τοῖς προειρημένοις ἀγῶσιν ἐπέτυχεν, οὕτω καὶ Πύθια καὶ Ὀλύμπια· καὶ τυχεῖν αὐτὸν τῶν τῶν Μουσῶν ὕμνων. |
| I 1 90b [5] | ὁ δὲ νοῦς εἴη δὲ αὐτὸν τῶν εὐφώνων Μουσῶν τοῖς ἐγκωμίοις μέλεσιν ἐπίδοξον γεγονότα καὶ ἐκ τῆς Πυθίας καὶ ἐκ τῆς Ὀλυμπίας τοῖς ἐξαιρέτοις καὶ διαπρέπουσι τοῦ Ἀλφειοῦ στεφάνοις πληρῶσαι τὴν χεῖρα, τιμὴν καὶ δόξαν ταῖς ἑπταπύλοις Θήβαις ἀπεργαζόμενον. ῥητῶς οὖν ἐπὶ τούτοις ἐπεσφράγισται, ὅτι Θηβαῖος ἦν ὁ Ἡρόδοτος. ἄλλως. |
| I 1 90c | ἔρνεσι φράξαι χεῖρά φησιν ἀντὶ τοῦ στεφανωθῆναι, ἀπὸ τοῦ παρακολουθοῦντος· οἷον τῶν στεφάνων κατασχεῖν. ἔρνος δὲ Ἀλφειοῦ τὴν ἐλαίαν λέγει, ἀφ’ ἧς ὁ στέφανος τοῖς Ὀλυμπιονίκαις. |
| I 1 96a [5] | εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖο ν : εἰ δέ τις τῶν ἀνθρώπων ἔνδον ἀποταμιευσάμενος ἄδοξον πλοῦτον τοῖς δι’ εὐδοξίαν ἀναλίσκουσιν ἐπεμβαίνων καταγελᾷ, οὐ διαλογίζεται τὴν ἑαυτοῦ ψυχὴν ἄδοξον τῷ ᾅδῃ περιστέλλων καὶ πέμπων. ἤτοι οὐ διανοεῖται τῷ ἅδῃ τηρῶν τὴν ἑαυτοῦ ψυχὴν ἄνευ δόξης· οἷον οὐ νοεῖ, ὅτι ἄνευ δόξης τελευτήσει. |
| I 1 96c [1] | Χρύσιππος δὲ γράφει ἀλαοῖσιν, ἐξ οὗ σημαίνεται τυφλοῖς πράγμασιν, ἐπειδὴ καὶ ὁ πλοῦτος τυφλός. Subscr. τέλος. Scholia in Isthmionicarum carmen II Τοῦ δευτέρου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ηʹ. |
| I 2 metr (t) [10] | τὸ αʹ προσοδιακὸν ὑπερκατάληκτον. τὸ βʹ ἑφθημιμερὲς τροχαϊκὸν Εὐριπίδειον. τὸ γʹ τὸ αὐτὸ Εὐριπίδειον. τὸ δʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ εʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ ζʹ ἐγκωμιολογικόν. τὸ ηʹ Στησιχόρειον. ἡ ἐπῳδὸς κώλων ἑπτά. τὸ αʹ πενθημιμερὲς δακτυλικόν. τὸ βʹ Πινδαρικόν. τὸ γʹ Πραξίλλειον. τὸ δʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ τρίμετρον τροχαϊκὸν εἰς ἴαμβον. τὸ ϛʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ ζʹ τροχαϊκὸν δίμετρον. Οὗτος ὁ ἐπίνικος γέγραπται μὲν εἰς Ξενοκράτην Ἀκραγαντῖνον, πέμπεται δὲ Θρασυβούλῳ διά τινος Νικασίππου, ὥστε εἶναι ἀποστολικὸν αὐτόν. |
| I 2 inscr a [20] | τὸν δὲ Ξενοκράτην τοῦτον οἱ μὲν προϋπομνηματισάμενοι Θήρωνος ἀδελφὸν εἶναί φασιν, ὁ δὲ Ἀρτέμων (FHG IV 342) σφόδρα τὰ περὶ τοὺς Σικελιώτας πεπολυπραγμονηκὼς αὐτὸν μόνον συγγενῆ φησιν εἶναι Θήρωνος. οὗτος δὲ ὁ Ξενοκράτης οὐ μόνον Ἴσθμια νενίκηκεν ἵπποις, ἀλλὰ καὶ Πύθια κδʹ Πυθιάδα, ὡς Ἀριστοτέλης (fr. 574) ἀναγράφει· καὶ Σιμωνίδης δὲ (fr. 6) ἐπαινῶν αὐτὸν ἀμφοτέρας αὐτοῦ τὰς νίκας κατατάσσει. Θρασύβουλοι δὲ Σικελιῶται διττοί· ὁ μὲν Δεινομένους, νεώτατος ἀδελφὸς τῶν περὶ Ἱέρωνα καὶ Γέλωνα, ὁ δὲ τῆς γυναικὸς τοῦ Ἱέρωνος ἀδελφὸς, οὗ νῦν μνημονεύει Πίνδαρος· ὁ δὲ Ἀρίσταρχος ἀδελφὸν ὑπείληφε τοῦ Ξενοκράτους εἶναι τὸν Θρασύβουλον, ἔνιοι δὲ υἱὸν Ξενοκράτους. ὁ δὲ Ἀσκληπιάδης καταεικοβολεῖ λέγων ἐπὶ τετελευτηκότι τῷ Ξενοκράτει τοὺς λόγους εἶναι, ἐκ τοῦ πολλὰ ἐν τῇ ᾠδῇ ἐπὶ παρῳχημένου χρόνου λέγεσθαι, λεχθησόμενα ἂν ἐπὶ τοῦ παρόντος, εἴπερ περιῆν ἔτι. Καλλίστρατος δέ φησι τὸν Πίνδαρον μὴ τυχόντα τοῦ κατ’ ἀξίαν μισθοῦ διά τινα μικρολογίαν τοῦ Ξενοκράτους, προσδιαλέγεσθαι Θρασυβούλῳ τῷ υἱῷ αὐτοῦ, καὶ οὐκ εἰς Ξενοκράτην, φησί, γέγραφε τὴν ᾠδήν, ἀλλ’ εἰς Θρασύβουλον· καὶ γὰρ ἡ εἰσβολὴ περὶ ἀργυρίου μέμψεώς ἐστιν, ὡς θέλοντος αὐτοῦ τὸν κατ’ ἀξίαν μισθὸν κομίσασθαι. βέλτιον δὲ, ἀδελφὸν εἶναι τοῦ Ξενοκράτους ἢ υἱὸν τὸν Θρασύβουλον, οὐχ ὥς τινες πατέρα. |
| I 2 1a [5] | Οἱ μὲν πάλα ι , ὦ Θρασύβουλ ε : οἱ μὲν πάλαι ἄνδρες, ὦ Θρασύβουλε, οἳ τῶν μουσικῶν ἐπέβησαν ἁρμάτων καὶ τῆς λύρας μετέσχον, οὗτοι ῥᾳδίως τοῖς μουσικοῖς τόξοις ἔβαλλον τοὺς παιδικοὺς ὕμνους, εἴ τις ὢν καλὸς εἶχε τοῦ σώματος ὥραν τὴν μνήμην ἐμποιοῦσαν τῆς Ἀφροδίτης. ὅτι δὲ περὶ παιδικοὺς ἔρωτας ἦν τοῖς λυρικοῖς ἡ τῶν ποιημάτων σπουδὴ, δημώδης ὁ λόγος. ἐξειργάσατο δὲ τὸ προοίμιον ὁ Πίνδαρος πάλιν ἑαυτῷ τῆς τοῦ ἐπινίκου γραφῆς μισθὸν ποριζόμενος. |
| I 2 1b [10] | φησὶ δὲ, ὅτι τῶν λυρικῶν οἱ παλαιοὶ ἀμισθὶ πρὸς τὰ καλὰ τὴν σπουδὴν εἶχον, ἐπὶ δὲ τοῦ παρόντος ἀργυρίου πιπράσκεται τὰ ποιήματα. ταῦτα δὲ τείνει καὶ εἰς τοὺς περὶ Ἀλκαῖον καὶ Ἴβυκον καὶ Ἀνακρέοντα, καὶ εἴ τινες τῶν πρὸ αὐτοῦ δοκοῦσι περὶ τὰ παιδικὰ ἠσχολῆσθαι· οὗτοι γὰρ παλαιότεροι Πινδάρου· Ἀνακρέοντα γοῦν ἐρωτηθέντα, φασί, διατί οὐκ εἰς θεοὺς ἀλλ’ εἰς παῖδας γράφεις τοὺς ὕμνους; εἰπεῖν, ὅτι οὗτοι ἡμῶν θεοί εἰσιν. χρυσαμπύκω ν : ἄμπυξ μὲν κυρίως κόσμος τις περὶ τὰς γυναικείας κεφαλάς· Ὅμηρος (Χ 469)· ἄμπυκα κεκρύφαλόν τε· νῦν δὲ ἀπὸ μέρους τὰς τιμίας λέγει. |
| I 2 7 | ὅστις ἐὼν καλό ς : ὅστις σὺν τῷ καλὸς εἶναι καὶ ἀκμαῖος ἦν. ὀπώρα ν : ὀπώραν μὲν ἂν εἴη λέγων [Ἀφροδίτης] τὴν τοῦ σώματος ὥραν καὶ τὸ τοῦ κάλλους ἄνθος· τὸ δὲ μνάστειραν πρὸς τὸ Ἀφροδίτας, τουτέστι τὴν τοῦ σώματος ὀπώραν τὴν τῆς Ἀφροδίτης μνήμην ἐμποιοῦσαν. |
| I 2 9a | ἁ Μοῦσα γὰρ οὐ φιλοκερδής πω τό τ ’ ἦ ν : νῦν, φησί, μισθοῦ συντάττουσι τοὺς ἐπινίκους, πρώτου Σιμωνίδου προκαταρξαμένου. οὐδ’ ἐργάτις, ὅ ἐστιν αἰτοῦσα μισθὸν ἐφ’ οἷς ἔπραττεν. |
| I 2 9b [5] | ἔνθεν καὶ Καλλίμαχός φησιν (fr. 77)· οὐ γὰρ ἐργάτιν τρέφω τὴν Μοῦσαν ὡς ὁ χῖος Ὑλλίχου νέπους. λέγοι δ’ ἂν πρὸς Σιμωνίδην ταῦτα, ὡς φιλάργυρον διασύρων τὸν ἄνδρα. τὸ δὲ ἑξῆς· ἡ γὰρ Μοῦσα τὸ παλαιὸν οὔπω φιλοκερδὴς ἦν, οὐδὲ μισθοῦ συντάττουσα τὰ ποιήματα, οὐδὲ πρὸς τῆς Τερψιχόρης ἐπιπράσκοντο αἱ γλυκεῖαι καὶ εὔφθογγοι ἀποκαλυψάμεναι τὴν παρρησίαν ᾠδαί. |
| I 2 13 [5] | ἤτοι πρόσωπον κεκοσμημέναι καὶ λαμπρυνθεῖσαι, ὅτι τὰ ὤνια ὡς τῶν πωλούντων τὰ πρόσωπα ἐκοσμοῦντο, ἵνα δοκῇ παρέλκειν· καὶ ἀργυρίου αὑτὰς πιπράσκουσαι καὶ μισθοῦ λεγόμεναι. περιφραστικῶς οὖν εἴρηκεν ἀπὸ τοῦ τοὺς γράφοντας ἀργύριον λαμβάνειν. τοιοῦτον δέ τι καὶ Ἀνακρέων εἴρηκε, καὶ μή ποτε ἡ ἀπότασίς ἐστιν εἰς τὰ ὑπ’ ἐκείνου εἰρημένα; φησὶ γάρ (fr. 33)· οὐδ’ ἀργυρέη κώκοτ’ ἔλαμπε Πυθώ. νῦν δ ’ ἐφίητι τὠργείου φυλάξαι ῥῆμ α : νῦν δ’ ἐφίητι, τίς; ἡ Μοῦσα δηλονότι. |
| I 2 15a | τείνει δὲ καὶ ταῦτα εἰς τὸν Σιμωνίδην. ἀντὶ τοῦ ἐνδίδωσιν ἡμῖν λέγειν ὁ καιρός. |
| I 2 15c [10] | τὸ δὲ ἑξῆς· ἐπὶ δὲ τοῦ παρόντος ἡ φιλοκέρδεια ἐφίησι καὶ ἐνδίδωσι λέγειν τὸ τοῦ Ἀριστοδήμου ῥῆμα ἐγγὺς ἀληθείας βαῖνον· χρήματα χρήματ’ ἀνήρ. ὁ μέντοι Πίνδαρος τὸ ὄνομα οὐ δεδήλωκεν. οὗτος οὖν ὁ Ἀριστόδημος Σπαρτιάτης ὢν, πένης γεγονὼς καὶ συναπολέσας τὴν τῶν φίλων ἑταιρείαν ἔφη· χρήματα χρήματ’ ἀνήρ. οὐδὲν δὲ θαυμαστὸν, εἰ Σπαρτιάτην ὄντα τὸν Ἀριστόδημον Ἀργεῖον ἔφη· ἔστι γὰρ καὶ παρ’ Ὁμήρῳ τὸ τοιοῦτον εὑρέσθαι. καὶ γὰρ Ἀργείην Ἑλένην φησί (Β 161)· καίτοι γε Λακεδαιμονία ἦν. χρήματ α , χρήμα τ ’ ἀνή ρ : τοῦτο ἀναγράφεται μὲν εἰς τὰς παροιμίας ὑπ’ ἐνίων, ἀπόφθεγμα δέ ἐστιν Ἀριστοδήμου, καθάπερ φησὶ Χρύσιππος ἐν τῷ περὶ παροιμιῶν. |
| I 2 17 [15] | τοῦτον δὲ τὸν Ἀριστόδημον Πίνδαρος μὲν οὐ τίθησιν ἐξ ὀνόματος, ὡς προδήλου ὄντος ὅς ἐστιν ὁ τοῦτο εἰπών, μόνον δὲ ἐσημειώσατο τὴν πατρίδα, ὅτι Ἀργεῖος· Ἀλκαῖος δὲ (fr. 49) καὶ τὸ ὄνομα καὶ τὴν πατρίδα τίθησιν, οὐκ Ἄργος, ἀλλὰ Σπάρτην· ὣς γὰρ δή ποτέ φασιν Ἀριστόδημον ἐν Σπάρτᾳ λόγον οὐκ ἀπάλαμνον εἰπεῖν· χρήματ’ ἀνήρ· πενιχρὸς δὲ οὐδεὶς πέλετ’ ἐσλὸς οὐδὲ τίμιος. καὶ τάχα ἂν τὸν Σπαρτιάτην εἴρηκε Πίνδαρος Ἀργεῖον, παρόσον ἡ πᾶσα Πελοπόννησος Ἄργος ἐκαλεῖτο ὁμωνύμως τῇ πόλει· Ὅμηρος οὖν τὴν Ἑλένην Ἀργείαν φησὶν ἀντὶ τοῦ εἰπεῖν Λακεδαιμονίαν· Ἀργείαν δὲ εἶπεν ἀντὶ τοῦ Πελοποννησιακήν. Σπαρτιάτην δὲ Ἀριστόδημον ἐν τοῖς ἑπτὰ σοφοῖς ἀναγράφει Ἄνδρων ὁ Ἐφέσιος (FHG II 347). ὃς φᾶ κτεάνων θ ’ ἅμα λειφθεὶς καὶ φίλω ν : ὅστις ὁ Ἀριστόδημος ἀπεφθέγξατο τὸ τοιοῦτον, ἅμα τε τοῦ πλούτου καὶ τῶν φίλων στερηθείς. |
| I 2 18b [5] | ἔνιοι δὲ οὕτως ἀκούουσιν· ὅστις Ἀριστόδημος τῶν χρημάτων ἐνδεὴς γενόμενος καὶ τῶν φίλων ἐστερήθη. ἐσσὶ γὰρ ὦν σοφό ς · οὐκ ἄγνω τ ’ ἀείδ ω : ταῦτα οἱ περὶ Καλλίστρατον συνεργεῖν φασιν ἑαυτοῖς· φανερὸν γὰρ ὡς μισθὸν αἰτῶν τὸν Θρασύβουλον τό τε ἀπόφθεγμα προήνεγκε τὸ περὶ τῶν χρημάτων καὶ προσεπιλέγει· οὐκ ἀγνῶτ’ ἀείδω, σοφὸς γὰρ εἶ καὶ συνήσεις πρὸς τί ταῦτα εἴρηται. |
| I 2 19a [10] | ἔνιοι δὲ τὸ ἄγνωτα προπαροξύνοντες οὐ κατὰ συναλοιφὴν ἀκούουσιν ἀντὶ τοῦ οὐκ ἀγνῶτι ἀείδω, ἀλλ’ ἐπὶ αὐτοῦ καὶ τῆς Ἰσθμικῆς φασὶν αὐτὸν νίκης λέγειν· οὐ περὶ ἀγνώτων, φησίν, ᾄδω. ὁ δὲ Δίδυμος μειοῦσθαί φησι τὸ ἀξίωμα τοῦ ποιητοῦ, εἰ μηδέπω τοῦ ἐπινίκου συντεταγμένου γνώριμός ἐστιν ἡ τοῦ Ξενοκράτους νίκη· ἔμπαλιν γὰρ ὁ Πίνδαρος ἀφανεῖς καὶ ἀδόξους φησὶν εἶναι τὰς νίκας, εἰς ἃς αὐτὸς μηδὲν γέγραφε. γελοίως. ὁ δὲ νοῦς· τυγχάνεις οὖν σοφὸς, ὦ Ξενόκρατες, καὶ συνορᾷς τὸ τοῦ λόγου αἴνιγμα· οὐ γὰρ ἄγνωστα λέγω. |
| I 2 19b [5] | εἶτα ἀπὸ κοινοῦ τὸ ἀείδω· ᾄδω καὶ τὴν Ἰσθμιακὴν νίκην, ἣν τοῖς ἵπποις ἀγωνιζομένῳ τῷ Ξενοκράτει ὁ Ποσειδῶν δωρησάμενος, ἀπὸ Κορινθιακῶν αὐτῷ σελίνων στέφανον αὐτοῦ ταῖς κόμαις ἐπιτεθῆναι παρέσχετο, τιμῶν τὸν ἱππικώτατον ἄνδρα δόξαν καὶ φῶς ὄντα τῷ τῶν Ἀκραγαντίνων δήμῳ. ἀπὸ δὲ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ αὐτοῦ κατηνέχθη. Δωρίων οὖν στεφάνων φησὶν ἀντὶ τοῦ τῶν Ἰσθμίων, Δωριεῖς ἐπείπερ ἐπῴκησαν τὴν Πελοπόννησον. |
| I 2 19d | ἢ Δωρίων σελίνων τῶν Κορινθιακῶν, ὅτι Δωριεῖς ἐπῴκησαν τὴν Κόρινθον, ἡ δὲ Κόρινθος πύλαι τῆς Πελοποννήσου· Ἀλήτην γὰρ αὐτήν φασιν οἰκίσαι, ὅθεν καὶ Ἀλητίδαι οἱ Κορίνθιοι. τοῖς [οὖν] τὰ Ἴσθμια ἀγωνιζομένοις σέλινον ξηρὸν ὁ στέφανος, ὑγρὸν δὲ τοῖς τὰ Νέμεα. |
| I 2 26a | ἐν Κρίσᾳ δ ’ εὐρυσθενή ς : τοῦτό φησιν ὡς τὰ Πύθια νενικηκότος αὐτοῦ· ἡ γὰρ Κρίσα τῆς Φωκίδος ἐστὶ χωρίον. ὁ δὲ νοῦς· ἐν δὲ τῇ Κρίσᾳ εὐμενῶς ὁ Ἀπόλλων ἐθεάσατο τὸν Ξενοκράτην, καὶ ἀγωνιζομένῳ τὴν νίκην ἐδωρήσατο. |
| I 2 28a | καὶ τόθι κλειναῖς Ἐρεχθειδᾶν χαρίτεσσ ι : καὶ ὅπου ταῖς ἐνδόξοις, φησί, τῶν Ἀθηναίων χάρισιν ἡρμοσμένος, ἐν ταῖς εὐδαίμοσιν Ἀθήναις, οὐκ ἐμέμψατο τὴν ἡνιοχικὴν χεῖρα. ἄλλως. |
| I 2 28b [10] | τοπικῶς, ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ταῖς Ἀθήναις, ὁ ταῖς χάρισιν ἡρμοσμένος Ἀπόλλων, ἀπὸ κοινοῦ γὰρ τοῦτο, οὐκ ἐμέμφθη τὴν ῥυσίδιφρον χεῖρα ὑπὸ τοῦ πληξίππου φωτὸς, τουτέστι τοῦ Θήρωνος. ὁ γὰρ Νικόμαχος Ἀθηναῖος ὢν ἀμφοτέροις ἡνιόχει, Θήρωνι καὶ Ξενοκράτει. ἐπὶ μὲν οὖν τοῦ Ξενοκράτους οὐχ οἷόν τε ἀκούειν· οὐ γὰρ ἀνῄρητο Ὀλυμπικὴν νίκην, ἀλλ’ ὁ Θήρων. κοινοποιεῖ δὲ τὰς νίκας ἀμφοῖν ὁ Πίνδαρος συνήθως αὐτῷ. τὸν δὲ Νικόμαχόν φησιν ἀρηρέναι ταῖς λιπαραῖς Ἀθήναις, παρόσον Ἀθηναῖος ἦν· ὃν διὰ τὸ φιλοφρονήσασθαι τοὺς Ἠλείων σπονδηφόρους Ἀθήναζε ἥκοντας ἀντησπάζοντο Ἠλεῖοι παρ’ αὐτοῖς, ὅτε Θήρωνι ἡνιόχει. ῥυσίδιφρον χεῖρ α : ἀπὸ μέρους, ἀντὶ τοῦ ῥᾳδίως καὶ ἀμεταγώγως τὰς ἡνίας εὐθύνοντα. |
| I 2 34a [10] | ὅν τε καὶ κάρυκες ὡρᾶ ν : ὅντινα τὸν νικηφόρον οἱ κήρυκες, φησίν, οἱ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος κηρύσσοντες καὶ σπονδηφόροι ὄντες τοῦ ἐν Ἤλιδι Διὸς, ἐγνώρισαν προπαθόντες τι ἡδὺ παρ’ αὐτοῦ διὰ τὸ φιλόξενον τῆς ὑποδοχῆς, καὶ τῇ ἡδείᾳ αὐτῶν φωνῇ ἠσπάζοντο τὸν Ξενοκράτην τῆς τιμίας Νίκης τοῖς γόνασι προσελθόντα· ἐκ δὲ τούτου, νικῶντα. ἠσπάζοντο δὲ κατὰ τὴν Ὀλυμπιακὴν αὐτῶν γῆν, ἥντινα καλοῦσιν Ὀλυμπίου Διὸς ἄλσος, ἔνθα ταῖς ἀθανάτοις τῆς νίκης τιμαῖς καὶ οἱ τοῦ Αἰνησιδάμου παῖδες Θήρων καὶ Δεινομένης ἐμίγησαν. ἄλλως. |
| I 2 34b | οἱ κήρυκες, οἳ τὰς ὥρας καὶ τὸν καιρὸν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἐκήρυσσον, καθ’ ἃς ἐτελεῖτο. Ζηνὸς Ἀλεῖο ι : τοῦ Ἠλείου Διὸς, τοῦ ἐν Ἤλιδι τιμωμένου. |
| I 2 36 | Ἦλις δὲ χώρα τῆς Ὀλυμπίας. φιλόξενον ἔργο ν : ὑπεδέξατο γὰρ αὐτοὺς καὶ φιλοξένως ἐξένισεν. |
| I 2 42 | ἵ ν ’ ἀθανάτοις Αἰνησιδάμο υ : Αἰνησιδάμου παῖδες Θήρων καὶ Δεινομένης, ὧν κυρίως μνημονεύει ὡς Σικελιωτῶν τυράννων· Σικελιώτης δὲ ὁ νικηφόρος. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμο ι : καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν εἰσιν οἱ οἶκοι, ἀντὶ τοῦ ἄπειροι, ὦ Θρασύβουλε, οὔτε ὕμνων ἐπεράστων οὔτε ὑψηλῶν ᾠδῶν· πάλιν δὲ ἐκ τούτου ὕμνων φησίν. |
| I 2 44b | ἄλλως. ἤτοι περιφραστικῶς αὐτὴν τὴν Ὀλυμπίαν δόμους εἶπεν, ἢ οὐκ ἀγνῶτες ὑμῶν εἰσιν οἱ δόμοι τῆς φιλοξενίας, ὅπερ ἄμεινον. τὸ δὲ ἐντί ἀντὶ τοῦ εἰσί Δωρικῶς. |
| I 2 47a | οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνετα ι : οὐ τραχεῖα, φησίν, ἡ ὁδὸς γίνεται τοῖς τοὺς ἐνδόξους ἐπαινοῦσιν ἄνδρας, τοὐναντίον δὲ ῥᾴδιος καὶ εὐεπίφορος· αὐτοὶ γὰρ ἀφορμὰς εἰς τοὺς ἐπαίνους διδόασι. τιμὰς γὰρ Ἑλικωνιάδων τὰς τῶν Μουσῶν φησι, τουτέστι τοὺς ὕμνους καὶ τὰς ᾠδάς. |
| I 2 51 | μακρὰ δισκήσαις ἀκοντίσαιμ ι : μακρῶς καὶ μεγάλως τὸν ἐμὸν λόγον ῥίψας, φησί, καὶ τὸν νικηφόρον ἐγκωμιάζων, ὑπερβαλοῦμαι τοὺς ἄλλους, ὁπόσον καὶ ὁ Ξενοκράτης τρόπον γλυκὺν καὶ σπουδαιότερον πάντων ἀνθρώπων ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖ ν : ἀμφίβολον. |
| I 2 54a [5] | ἤτοι γὰρ αὐτὸς ἦν, φησίν, ἐντροπῆς ἄξιος ὁμιλῶν τοῖς ἀστοῖς, ἢ αὐτὸς ἐνετρέπετο ἐν τῷ τοῖς ἀστοῖς ὁμιλεῖν. Διόδωρος δὲ ὁ Ἀριστοφάνειος μὴ νοήσας, ὅτι ἐπὶ τοῦ παρεληλυθότος χρόνου κεῖται τὸ ἦν, θρῆνόν φησι γεγράφθαι, οὔτε ἐκεῖνο νοήσας, ὅτι παρὰ τοῖς ποιηταῖς ἐναλλάττονται 〈οἱ〉 χρόνοι, οὔτε τὸ ἐπὶ τέλους λεγόμενον τὸ Νικάσιππ’ ἀπόνειμον, ὅταν ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς· πρὸς τὸν ζῶντα, οὐ πρὸς τὸν τετελευτηκότα. ἢ ἔστιν οὕτως· αἰδέσιμος ἦν τοῖς πολίταις συναναστρεφόμενος. |
| I 2 55a | ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμ ῳ : ἢ τὸ ἱπποτροφεῖν ἐν Ἕλλησιν αὐτὸς νομοθετῶν, ἢ νόμιμον ἐν Ἕλλησιν εἰδὼς τὸ ἱπποτροφεῖν. ἀπὸ κοινοῦ δὲ τὸ ἦν. ἢ οὕτως· ἱπποτροφίας νομίζων· καὶ τρέφων τῷ τῶν Ἑλλήνων νόμῳ καὶ ἔθει. |
| I 2 55c | ἤτοι κρίνων καὶ νομιστεύων τοῖς Ἕλλησιν, ἢ ἐπισήμους ποιῶν, παρὰ τὸ νόμισμα. καὶ θεῶν διαίτας προσέπτυκτο πάσα ς : καὶ πάσας θεῶν πανηγύρεις ἐπιτηδείως προσεδέχετο. |
| I 2 57a | ἐκ δὲ τούτου δηλοῖ, ὅτι εὐσεβῶς καὶ πρὸς θεοὺς διέκειτο. ἢ οὕτω· κατὰ διάνοιαν προσήγετο καὶ ἠσπάζετο· οὐδὲ νόμιμον καὶ ἔθος ἦγε τὰς ἑορτάς, ἀλλ’ οἰκείως ἔχων πρὸς τοὺς θεούς. |
| I 2 58a [5] | οὐδέποτε ξενίαν οὖρος ἐμπνεύσα ς : ἀλληγορικώτερον ἐχρήσατο τῷ λόγῳ ἀπὸ μεταφορᾶς τῶν οὐριοδρομουσῶν καὶ μὴ συστελλουσῶν τὰ ἱστία νεῶν· τὸν γὰρ φθόνον ἀνέμῳ εἴκασε, τὴν δὲ τῶν ξένων τράπεζαν νηῒ οὐρίως καὶ ἀβλαβῶς πλεούσῃ. οὐδέποτέ φησι τὸ ἱστίον τῆς τραπέζης, [ὁ Ξενοκράτης] ᾗ τοὺς ξένους ὑπεδέχετο, συνέστειλεν οὔριος ἄνεμος πνεύσας, ἀλλ’ ἀεὶ πλήρεσι τοῖς ἱστίοις πρὸς τὰς τῶν ξένων ἑστιάσεις ἐχρήσατο. Χρύσιππος οὕτω· Ξενοκράτης δὲ οὐδέποτε οὕτως ἐχειμάσθη, ὥστε μὴ διομαλίσαι τὴν τράπεζαν. |
| I 2 58c | ὁ δὲ νοῦς οὕτως· οὐδέποτε δὲ παρὰ τὴν φιλόξενον αὐτοῦ τράπεζαν, ἐν ᾗ τοὺς ἐπιφοιτῶντας ἐδεξιοῦτο ξένους, φθόνος τις ἐπιπνεύσας τὰς τῆς φιλοξενίας ἔπαυσεν ἑστιάσεις, ἀλλὰ πλήρεσι τοῖς ἱστίοις τοὺς πάντας ἐφιλοφρονεῖτο. ἀλ λ ’ ἐπέρα ποτὶ μὲν Φάσιν θερείαι ς : Φάσις ποταμὸς τῆς Σκυθίας· ψυχρότατα δὲ τὰ περὶ αὐτὸν πνεύματα ἔχει. |
| I 2 61a [5] | τὸ δὲ Νείλου πρὸς αὐγὰς τινὲς μὲν τὰς τοῦ Νείλου ῥύσεις, τινὲς δὲ ὅτι ἀπὸ ἀνατολῶν ἡ ῥύσις αὐτοῦ γίνεται· διὸ καὶ θερμοτάτης καὶ ὑγιεινῆς κράσεως μετέχει τὸ χωρίον. διὰ τούτων δὲ τὴν περὶ τοὺς καιροὺς δεξιότητα τοῦ Ξενοκράτους παρίστησιν ἀλληγορῶν· οὕτω γὰρ εὖ πρὸς τοὺς καιροὺς ἥρμοστο, καθάπερ οἱ ἐν μὲν τῷ θέρει πρὸς τὰ χειμερινὰ ὠθούμενοι, τῷ δὲ χειμῶνι πρὸς τὰ θερινά. ὁ δὲ νοῦς πάλιν ἐπὶ τῆς φιλοξενίας τοῦ Ξενοκράτους οὕτως ἔχει· ὁ Ξενοκράτης φιλοφρονούμενος τοὺς ξένους ἔπλει τῷ τῆς τραπέζης ἱστίῳ θέρους πρὸς τὰ ψυχρότερα, χειμῶνος δὲ πρὸς τὰ θερμότερα πλέων· ὥστε πανταχόθεν αὐτοῦ τὸ εὔκρατον καὶ προσηνὲς τῆς φιλοξενίας δηλοῦσθαι. |
| I 2 61b [5] | ἢ καὶ ἐπὶ τῶν ξένων τὴν διάνοιαν ἀκουστέον, ἵν’ ᾖ· ἕκαστος, φησί, τῶν ξενιζομένων ἐκ μὲν θερμότητος καὶ καμάτων πρὸς ψυχρότητα καὶ ἀνάκτησιν ὥσπερ πρὸς αὐτὸν ἔσπευδεν, ἐκ δὲ χειμῶνος πρὸς θερμότητα. μὴ νῦν ὅτι φθονεραὶ θνατῶν φρένα ς : μὴ δ’ ὅτι, φησί, περὶ τὰς φρένας τῶν ἀνθρώπων φθονεραὶ κρέμανται ἐλπίδες καὶ διαθέσεις, τουτέστι μὴ διότι φθονεροί εἰσιν οἱ ἄνθρωποι, παρὰ τοῦτο στειλάμενος τὴν τοῦ πατρὸς ἀρετὴν σιγάτω· λεγέτω δὲ τῶν φθονούντων ἀφροντιστῶν. |
| I 2 63b | τὰς δὲ ἐλπίδας ἀντὶ ἑνὸς τούτων τέταχε, φροντίδος, διανοίας, διαθέσεως. μὴ οὖν, φησί, τὴν τοῦ πατρὸς ἀρετὴν σιγῇ παραδότω, ἀλλ’ εἰς τὸ κοινὸν φερέτω· τυχὼν γὰρ τῆς νίκης τὴν τοῦ πατρὸς ἀρετὴν εὖ προήγαγε τῇ ἑαυτοῦ δόξῃ. |
| I 2 66 [5] | ἐπεί τοι οὐκ ἐλιννύσσοντας αὐτοὺς εἰργασάμη ν : ἐπεὶ οὐ τοιούτους, φησίν, εἰργασάμην τοὺς ὕμνους, ὥστε ἐφ’ ἑνὸς τόπου μένειν αὐτοὺς καὶ ἑστάναι καθάπερ ἀνδριάντας. τὴν αὐτὴν διάνοιαν καὶ ἀλλαχόθι φησίν (N. V 1)· οὐκ ἀνδριαντοποιός εἰμι, ὥστ’ ἐλινύσοντ’ ἐργάσασθαι ἀγάλματα ἐπ’ αὐτῆς βαθμίδος ἑσταότα. ταῦτ α , Νικάσιπ π’ , ἀπόνειμο ν : διὰ τοῦτο δῆλον, ὅτι τὸν εἰς Ξενοκράτην ὕμνον εἰς Ἀκράγαντα διὰ Νικασίππου πέμπει πρὸς Θρασύβουλον τὸν Ξενοκράτους ἀδελφόν· τὸ γὰρ ἀπόνειμον ἀντὶ τοῦ ἀνάγνωθι. |
| I 2 68 [1] | Σοφοκλῆς ἐν Ἀχαιῶν συλλόγῳ (fr. 144)· σὺ δ’ ἐν θρόνοισι γραμμάτων πτύχας ἔχων [ἀπόνειμον] νέμει τίς οὐ πάρεστι, τίς ξυνώμοσε. καὶ Παρθένιος ἐν τῇ Ἀρήτῃ (fr. 1 Mein.) τὸ ἄννεμε ἀντὶ τοῦ ἀνάγνωθι· καὶ ἀννείμῃ Δωριστὶ 〈ὁ〉 Βουκόλος (Theocr. 18, 48). Scholia in Isthmionicarum carmen III Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ δέκα. |
| I 3 metr (t) [10] | τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ τὸ αὐτό. τὸ γʹ τροχαϊκὸν ἐπίτριτον. τὸ δʹ ἀνακλώμενον ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ εʹ ἐγκωμιολογικόν. τὸ ϛʹ τὸ αὐτό. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἑφθημιμερὲς δακτυλικόν. τὸ θʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ιʹ τὸ αὐτό. ἡ ἐπῳδὸς κώλων ἐστὶν ἕνδεκα. τὸ αʹ προσοδικὸν δωδεκάσημον. τὸ βʹ μονόμετρον ἰωνικὸν ἢ ἀναπαιστικόν. τὸ γʹ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ δʹ Εὐριπίδειον. τὸ εʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ ϛʹ ὅμοιον τῷ Ἐρασμονίδη Χαρίλαε. τὸ ζʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ηʹ Εὐριπίδειον. τὸ θʹ προσοδικὸν δωδεκάσημον. τὸ ιʹ Εὐριπίδειον. τὸ ιαʹ ἴαμβος. Γέγραπται Μελίσσῳ Θηβαίῳ. |
| I 3 inscr | οὗτος ἐνίκησεν Ἴσθμια καὶ Νέμεα, πρόσκειται δὲ τῇ ᾠδῇ ἵπποις διὰ τὸ μὴ δηλοῦν τὸν Πίνδαρον τὸ τοῦ ἀγωνίσματος εἶδος, πότερον κέλητι ἢ τεθρίππῳ· μόνον δὲ ἱπποδρομίᾳ λέγει ἐστεφανῶσθαι. εἴ τις ἀνδρῶν εὐτυχήσαι ς : ὁ λόγος· εἴ τις εὐτύχησεν ἐν ἄθλοις ἢ ἐν πλούτῳ, ὡς τὸν ἐν εὐπραγήμασι δύνασθαι φέρειν κόρον μὴ ἐξυβρίζων, ἄξιός ἐστιν εὐλογεῖσθαι ὑπὸ τῶν πολιτῶν. |
| I 3 1 | διατί δὲ, αὐτὸς ἐποίσει. Ζε ῦ , μεγάλαι δ ’ ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθε ν : ἐκ σέθεν εὐτυχοῦσιν οἱ ἄνθρωποι· καὶ γὰρ οὐ δι’ αὐτούς, ἀλλὰ διὰ θεῶν πρόνοιαν· ἐξ ὧν αὐτοῖς καὶ μεγάλαι ἀρεταὶ ἕπονται. |
| I 3 7a [5] | ζώει δὲ μάσσων ὄλβος ὀπιζομένω ν : ὄπις μὲν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ καὶ τοῦ μετὰ ταῦτα ἐσομένου. Ὅμηρος (ξ 82)· οὐκ ὄπιδα φρονέοντες. ὁ δὲ λόγος· ζῇ δὲ ἐπὶ πλείονα χρόνον ὁ ὄλβος καὶ συναυξανόμενος παραμένει τοῖς ὀπιζομένοις καὶ ἐντρεπομένοις· κομίζονται γὰρ ἀντὶ τῶν πόνων ἐπαίνους οἱ μὴ ὑπεροπτικοί· τοῖς δὲ σκολιόφροσι καὶ παρανόμοις ἀνθρώποις οὐχ ὁμοίως ἀκολουθεῖ ὁ ὄλβος. |
| I 3 7c | οἷον οὐδέποτε ὁμιλήσει τοῖς κακοῖς ἡ θάλλουσα εὐδαιμονία. εὐκλέων δ ’ ἔργων ἄποιν α : τῶν δὲ εὐδόξων κατορθωμάτων, φησίν, ἀμοιβὴν τοῖς ἀγαθοῖς προσήκει τὸν ἐγκωμιαστικὸν λόγον παρασχεῖν, χρὴ δὲ τὸν τοιοῦτον ὑψῶσαι καὶ μετεωρίσαι ταῖς χάρισιν. |
| I 3 15 [5] | ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρ α : ἔστι δὲ καὶ διπλῶν ἄθλων καὶ νικῶν τῷ Μελίσσῳ μερὶς, ὥστε πρὸς εὐφροσύνην γλυκυτάτην τρέψαι αὐτοῦ τὴν ψυχήν· τοῦτο μὲν ἐν τοῖς βασίμοις τόποις τοῦ Ἰσθμοῦ δεξαμένῳ τοὺς στεφάνους, ἀντὶ τοῦ νικήσαντι ἐν τῷ Ἰσθμῷ· τὰ δέ ἐστιν ἐν τῇ κοίλῃ καὶ βαθυστέρνῳ νάπῃ τοῦ λέοντος, τουτέστι τῇ Νεμέᾳ, ἵππων δρόμῳ νικήσαντι. ἀνεκήρυξε γὰρ Θήβην, φησί. τοῦτο οὖν λέγει ὡς καὶ Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ ἱπποδρομίᾳ. ἴστε μὰν Κλεωνύμο υ : γινώσκετε μὴν τὴν περὶ τὰ ἅρματα τοῦ Κλεωνύμου ἀρχαιοτάτην ἀρετήν τε καὶ δόξαν. |
| I 3 24 [5] | τούτου δὲ τοῦ Κλεωνύμου ὡς προγόνου τοῦ Μελίσσου κατὰ πατέρα μέμνηται· ὁ μὲν γὰρ πατὴρ αὐτοῦ Τελεσιάδας ἐστίν. ἐν δὲ τῇ ἑξῆς ᾠδῇ καθόλου τοὺς συγγενεῖς αὐτοῦ Κλεωνυμίδας κέκληκε. καὶ ματρόθεν Λαβδακίδαισι σύννομο ι : ὡς κατὰ μητέρα ἀπὸ Λαβδάκου καὶ Οἰδίποδος τοῦ Κλεωνύμου ὄντος. |
| I 3 26a [5] | διό φησι· καὶ μητρόθεν σύννομοι πλούτου. τὸ γὰρ πρὸς μητρὸς τοῦ Μελίσσου καὶ Κλεωνύμου γένος συνάπτεται τοῖς Λαβδακίδαις διαπρέψασι κατὰ τὴν ἡνιοχικήν. τὸ δὲ σαφές· τὸ δὲ μητρῷον γένος εἰς τοὺς Λαβδακίδας ἀνάγονται, καὶ κοινωνοὶ τῆς ἐκείνων ὄντες εὐδοξίας πλοῦτον ἱκανὸν περιεκτῶντο ἅρμασιν ἀγωνιζόμενοι. |
| I 3 26b [5] | τὸ γὰρ πλούτου διέστιχον ἀντὶ τοῦ διὰ πλούτου ἤρχοντο, τουτέστι πλοῦτον ἐκτῶντο. αἰὼν δὲ κυλινδομέναις ἁμέραι ς : ὑποφαίνει διὰ τούτων ὡς ποικίλαις χρωμένων τύχαις τῶν τοῦ Μελίσσου προγόνων. |
| I 3 29 [5] | ὁ γὰρ βίος, φησίν, ἐν ταῖς ἡμέραις εἱλούμενος καὶ ἐν τοῖς ἐνιαυτοῖς ἀλλοίας καὶ ἀλλοίας ἀπογεννᾷ περιστάσεις. ἴσως μὲν οὖν εἰς τὰ ἐπὶ τοῖς Λαβδακίδαις τεθρυλλημένα ἀποβλέπει, ἄμεινον δὲ εἰς τὰ ἐν τῇ ἑξῆς ᾠδῇ λεγόμενα· τέσσαρας γάρ φησι κατὰ πόλεμον συγγενεῖς τοῦ Μελίσσου τελευτῆσαι. ἄτρωτοί γε μὰν παῖδες θεῶ ν : ἀντὶ τοῦ οἱ θεοὶ, ὡς καὶ παῖδες Ἑλλήνων οἱ Ἕλληνες. |
| I 3 31b [1] | ὁ δὲ νοῦς· μόνοι θεοὶ οὐκ ἔχουσι μεταβολὴν εἰς κακόν· ἄτρωτοι γὰρ οὗτοι· τὰ δὲ τῶν ἀνθρώπων εὐμεταπτωτά φησιν εἶναι. Scholia in Isthmionicarum carmen IV Τοῦ τετάρτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος καὶ ἡ ἐπῳδὸς ταὐτὸ μέτρον ἔχει τῷ τρίτῳ. |
| I 4 1a | Ἔστι μοι θεῶν ἕκατι μυρί α : θεῶν, τῶν Μουσῶν καὶ τοῦ Ἀπόλλωνος. ἢ τῶν θεῶν προνοίᾳ ἐστί μοι μυρία ὁδὸς εἰς τοὺς ὕμνους· πολλάς φησιν ἔχειν εὐμηχανίας καὶ ἀφορμὰς εἰς τοὺς τοῦ Μελίσσου ἐπαίνους διὰ τὸ νικῆσαι τὰ Ἴσθμια. |
| I 4 1c | ὁ δὲ νοῦς οὕτως· τῶν Μουσῶν ἐπιτρεπουσῶν ἐστί μοι πανταχοῦ οὐ προσάντης ἀλλ’ εὐμαρὴς ἡ τῶν ὕμνων ὁδὸς, ὦ νικηφόρε· τὰ γὰρ Ἴσθμια νικήσας εὐμηχανίας πεποίηκας τῷ ὕμνῳ ἀνυμνεῖν τὰς προγονικὰς ὑμῶν ἀρετάς. BD αἷσι Κλεωνυμίδα ι : Κλεωνυμίδας κέκληκε τοὺς προγόνους τοῦ Μελίσσου ἀπὸ προγόνου τινὸς Κλεωνύμου. |
| I 4 6a | τροπικῶς δὲ τὰ περὶ τῆς τύχης συμπτώματα οὕτω φησί· προεῖπον δὲ ὡς τῆς βασιλείας ἐξέπεσόν ποτε. ὁ δὲ νοῦς· αἷς ταῖς ἀγωνιστικαῖς ἀρεταῖς οἱ σοὶ πρόγονοι διηνεκῶς λάμποντες εὐδαιμονίᾳ τύχης τὸ θνητὸν διαπορεύονται τοῦ βίου τέλος. |
| I 4 8a | ἄλλοτε δ ’ ἀλλοῖος οὖρο ς : ὅμοιόν ἐστι τῷ αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ’ ἄλλοτ’ ἐξάλλαξε (III 18)· καὶ γὰρ ἐκ τούτων ὑποφαίνει τὴν περὶ τὸν οἶκον τοῦ Μελίσσου δυσπραγίαν. ὁ δὲ νοῦς οὕτως· ἄλλοτε ἀλλοῖος καὶ οὐχ ὁ αὐτὸς παρὰ τῆς τύχης ἄνεμος ἐπιπνεύσας πάντας ἀνθρώπους συμφέρεσθαι πράγμασι παρέχει. |
| I 4 11a | τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγοντα ι : τουτέστιν ἄνωθεν ἔτι ἐπίτιμοί εἰσιν οἱ Κλεωνυμίδαι διὰ τὸ Λαβδακίδαι εἶναι καὶ προξενίαν παρέχειν τοῖς περιοίκοις. ὁ δὲ νοῦς οὕτως· οἱ μὲν οὖν σοὶ πρόγονοι ἄνωθεν καὶ ἐξ ἀρχῆς διαβεβόηνται κατὰ τὰς Θήβας ἐπίτιμοι καὶ ἔνδοξοι γεγονέναι πάντων τῶν ἐνοικούντων ξενισταὶ τῆς τε θορυβώδους ὕβρεως παντελῶς ὄντες ἀλλότριοι. |
| I 4 11c | Χρύσιππος οὖν· πιθανῶς τὴν ὕβριν κελαδεινὴν εἴρηκε διὰ τὸ λάλους εἶναι τοὺς ὑβριστάς. τὸ δὲ ὀρφανοὶ οἷον ἐστερημένοι ὕβρεως, οὐκ ὄντες ὑβρισταί, ἀλλὰ πᾶν τοὐναντίον ἥμεροι καὶ ἐπιεικεῖς. |
| I 4 15a | ὅσσα δ ’ ἐ π ’ ἀνθρώπους ἄηται μαρτύρι α : ὅσα δὲ φέρεται ἐπὶ τοὺς ζῶντας ἀνθρώπους καὶ τεθνηκότας μαρτύρια ἀρετῆς, κατὰ πᾶν τέλος τούτων ἐπέψαυσαν, φησί, Κλεωνυμίδαι. ἄλλως. |
| I 4 15b | ὁπόσα δὲ ἐν ἀνθρώποις φέρεται τῶν τετελευτηκότων καὶ τῶν ζώντων τῆς μεγίστης εὐδοξίας μαρτύρια, ταῦτα οὗτοι ἐν παντὶ πράγματι ἀναδεξάμενοι φαίνονται. ἢ οὕτως· εἴ τις καὶ πρὶν τεθνηκὼς ἢ νῦν ὢν ἴσχεν ἐξαίρετόν τι, τοῦτο ἔσχον. |
| I 4 18a | ἀνορέαις δ ’ ἐσχάταισ ι : ταῖς δ’ ἀρεταῖς αὐτῶν ἀπὸ τῶν Θηβῶν μέχρις Ἡρακλείων στηλῶν τὸ κλέος διῖκται· οἷον ἄχρι περάτων κατὰ πάντα τρόπον κεκήρυκται αὐτῶν ἡ ἀνδρεία. ὁ δὲ νοῦς· ταῖς οἰκείαις δὲ ἀρεταῖς καὶ τῶν Ἡρακλείων ἅπτονται στηλῶν, καὶ προσήκει ταύτης τῆς ἀρετῆς μὴ ζητεῖν μείζονα. |
| I 4 18c | ὁ δὲ Χρύσιππος οὕτως· αἱ δ’ ἀνδρεῖαι ὑμῶν καὶ ἐν οἴκῳ διαφαίνονται καὶ μέχρι τῶν Ἡρακλείων στηλῶν διϊκνοῦνται. στήλαις δὲ εἶπεν ἀντὶ τοῦ στηλῶν, ὡς καὶ στεφάνοισι θίγον (J. |
| I 4 18d | I 18?) ἀντὶ τοῦ στεφάνων. καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετά ν : ὑπὲρ Ἡρακλείους φησὶ στήλας μὴ δύνασθαι τὴν ἀρετὴν πέμψαι. |
| I 4 21b | ὅμοιον τῷ Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν (N. IV 69). ἐλλείπει δὲ τὸ χρή. Χρύσιππος τὸ σπεύδειν φησὶν ἀντὶ τοῦ σπευδέτωσαν. |
| I 4 23 | ἱπποτρόφοι τ ’ ἐγένοντ ο : καὶ πρὸς ἱπποτροφίαν εἶχον, καὶ ἤρεσκον τῷ Ἄρει, τουτέστι καὶ πολέμων ἦσαν ἔμπειροι, ὅ ἐστι πολεμικοί. ἀλ λ ’ ἁμέρᾳ γὰρ ἐν μι ᾷ : Χρύσιππος ἀποδέδωκεν, ὅτι τέσσαρες συγγενεῖς προπεπτώκασιν ἐν μιᾷ ἡμέρᾳ κατὰ πόλεμον αὐτῶν, καὶ τοῦτο λέγει λελυπηκέναι τὸν οἶκον. |
| I 4 25b | ὁ δὲ νοῦς· ἀλλ’ ἐν μιᾷ ἡμέρᾳ ὁ τοῦ πολέμου τραχύτατος χειμὼν τὴν μακαριωτάτην ἑστίαν τεσσάρων ἀνδρῶν ἔρημον ἐποίησεν. νῦν δ ’ αὖ μετὰ χειμέριο ν : νῦν δέ, φησί, καθάπερ ἐκ χειμῶνος ἔαρ καθέστηκεν αὐτῷ νενικηκότι, ὥσπερ ἐαρίζουσα γῆ ἐκ χειμῶνος ἐκδίδωσι τὰ ῥόδα. |
| I 4 29a | οἷον ἐξ ὑπαρχῆς ἀνθεῖ αὐτοῖς ὁ οἶκος. Χρύσιππος δέ· μετ’ ἐκείνην τὴν ἀτυχίαν καὶ τὸν χειμῶνα ἤνθησαν. |
| I 4 29c [5] | ἀλληγορεῖ ἐπὶ τοῦ βίου· εἰς ἔαρ μετέβαλε, φησίν, ἡ οἰκία Μελίσσου. τὸ γὰρ ποικίλων μηνῶν, ἤτοι καθὸ ποικίλα καὶ πολλὰ ἐν τῷ χρόνῳ γίνεται, ἢ ποικίλων τῶν καρπῶν, καθ’ οὓς ὅλη ἡ γῆ ποικίλη γίνεται τῇ τῶν φυτῶν ἐξανθήσει, ὅπερ ἄμεινον. ὁ κινητὴρ δὲ γᾶ ς : ὁ Ποσειδῶν. |
| I 4 32 | καὶ γέγονε παρὰ τὸ ἐννοσίγαιος. Ὀγχηστὸν οἰκῶ ν : ἱερὸν γὰρ τῷ θεῷ τὸ χωρίον, ὡς καὶ Ὅμηρός φησι (Β 506). |
| I 4 33b [5] | γέφυραν δὲ ποντιάδα τὸν Ἰσθμὸν ἔφη διὰ τὸ ἑκατέρωθεν θάλασσαν εἶναι καὶ τὴν διατείνουσαν ζώνην γεφύρᾳ ἐοικέναι. τὸ δὲ σαφὲς οὕτως· ὁ δὲ τῆς γῆς κινητὴρ Ποσειδῶν ὁ τὸν Ὀγχηστὸν οἰκῶν καὶ τὴν θαλασσίαν γέφυραν τὴν πρὸ τῶν τειχῶν τῆς Κορίνθου, τοῦτον ἐπὶ τῇ νίκῃ χαρισάμενος τὸν ὕμνον τῷ τοῦ Μελίσσου γένει, ἐκ τῶν κοιτῶν ἀσθενήσασαν καὶ νοσηλευομένην πάλιν αὐτῶν τὴν παλαιὰν ἀναρρώννυσι δόξαν. |
| I 4 33c | ἦν γὰρ ἀφυπνώσασα καὶ ἀφανὴς γενομένη. ἄλλως. |
| I 4 33d | ὁ θεὸς αὐτῶν τὴν καθυπνωκυῖαν φήμην ἀνεγείρει καὶ ἀνανεοῦται· παρόσον ἐν ταῖς δυστυχίαις καὶ ὁ πλοῦτος ἠλαττώθη καὶ ἡ ἱππικὴ ἐσιγήθη, νῦν δὲ ταῖς νίκαις ἐπέτυχεν. ἀλ λ ’ ἀνεγειρομένα χρῶτα λάμπε ι : ἡ προειρημένη, φησί, φήμη ἀνεγειρομένη λάμπει, καὶ οὕτως ὡς ὁ ἑωσφόρος συγκρινόμενος τοῖς ἄλλοις ἄστροις, διὰ τὴν τοῦ Μελίσσου νίκην. |
| I 4 39a [5] | τῷ αὐτῷ τρόπῳ καὶ Εὐριπίδης κέχρηται (fr. 398)· ἰδοῦσα δ’ Ἰνοῦς συμφορὰν πολὺν χρόνον νῦν ὄμμ’ ἐγείρει. ὁ δὲ νοῦς· ἀλλὰ πάλιν ἀναστᾶσα καὶ διαφανὴς γενομένη οὕτω τὸν χρῶτα λάμπει, ὥσπερ ὁ ἑωσφόρος ἐν τοῖς ἄλλοις ἄστροις ἐκδηλότερός ἐστιν. |
| I 4 42a | ἅ τε κἠν γουνοῖς Ἀθηνᾶ ν : ἥτις φήμη καὶ δόξα ἐν Ἀθήναις καὶ Σικυῶνι κατὰ τὸν Ἀδράστου ἀγῶνα τὰ τούτου ἅρματα κηρύξασα τὴν νίκην ἐνεχείρισεν. ἄλλως. |
| I 4 42b [5] | ἡ φήμη, φησίν, ἡ προειρημένη νικᾶν κηρύξασα τὸ ἅρμα ὑμῶν ἐν Ἀθήναις καὶ Σικυῶνι ἐδωρήσατο ὑμῖν τοιάδε, ὁποῖα ἐγὼ νῦν γράφω εἰς σὲ διὰ τῶν ὕμνων· τοιαῦτα ἔσχον καὶ οἱ πρόγονοί σου παρὰ τῶν τότε γεγονότων ποιητῶν· ὡς καὶ εἰς ἐκείνους γεγραφότων τινῶν ἐπινίκους. τὸ δὲ ἑξῆς· τοιαῦτα τῶν ὑμετέρων προγόνων τὰ ἐγκώμια τὰ ἐπὶ τοῖς στεφάνοις καὶ ἀγῶσιν. |
| I 4 42c [5] | ἔνιοι δέ, τοιαύτας ἔσχον καὶ οἱ πρόγονοί σου παρὰ τῶν τότε ποιητῶν ᾠδάς. τοῦτο δέ φησι Χρύσιππος ὡς ἄλλων ἐγκεκωμιακότων ποιητῶν κατὰ τὸν καιρὸν τὸν πάλαι τὰς νίκας. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχο ν : οὐδὲ τῶν κοινῶν, φησί, πανηγύρεων τὸ ἐπικαμπὲς αὐτῶν ἅρμα ἀπεχώριζον. |
| I 4 47b [5] | ὃ δέ φησι, τοιοῦτόν ἐστιν· ὅτι οὕτω φιλαγωνιστικοὶ καὶ φιλόδοξοι ἦσαν, ὥστε καὶ ἐν τοῖς ἀγῶσι τῶν κοινῶν πανηγύρεων ἀγωνίζεσθαι· καὶ πᾶσι τοῖς Ἕλλησι δὲ περὶ ἱπποτροφίας ἐρίζοντες ἔχαιρον. τῶν γὰρ μὴ καθιέντων αὑτοὺς εἰς ἅμιλλαν καὶ πειρωμένων ἀγῶνος οὐδεμία μνήμη ἐστίν, ὅ ἐστι, σιωπᾶται ὁ βίος τῶν μὴ πονούντων ἐν τοῖς ἀγῶσιν ἀνδρῶν. Χρύσιππος δέ, σεσημείωται, φησίν, ὁ τόπος διὰ τὴν φράσιν· τὸ γὰρ ἐναντίον βούλεται εἰπεῖν· τῶν ἀπειράτων καὶ ἀπράκτων ἄγνωστοί εἰσιν αἱ λαλιαί, ὅ ἐστιν, ἄν τις μὴ πειραθῇ πράξεων ἀγαθῶν, οὗτος ἀκλεὴς γίνεται. |
| I 4 47c | γελοίως. ἔστι δ ’ ἀφάνεια τύχα ς : τὸ ἑξῆς· ἔστι δὲ τὸ τῆς ἐκβάσεως τέλος τῶν μαχομένων ἀτελὲς, πρὶν ἐπὶ τέλος καὶ τὴν νίκην παραγενέσθαι, ὅ ἐστι νικῆσαι. |
| I 4 52a [5] | πολλάκις γὰρ τούτων τε κἀκείνων ἡ τύχη δίδωσι, τῆς νίκης τε καὶ ἥττης. ὁ δὲ νοῦς αὐτῷ πρὸς τοῦτο παρείληπται· οἱ σοὶ πρόγονοι διηνεκῶς διετέλουν ἱπποτροφοῦντες, καίτοι τῆς κατὰ τὸν ἀγῶνα τύχης ἄδηλον ἐχούσης τὴν ἔκβασιν. ὅπερ καὶ ἐν ἄλλοις (O. V 15)· πρὸς ἔργον κινδύνῳ κεχαλασμένον. ἄλλως. |
| I 4 52b [5] | καὶ αὐτοῖς τοῖς ἀγωνιζομένοις ὃ δήποτε ἀγώνισμα, ἀφανές ἐστι καὶ ἀπροόρατον τὸ ἐκ τῆς τύχης ἀποβησόμενον, πρὶν ἢ τέλος γενέσθαι, πότερον νικήσουσιν ἢ οὔ. τὸ δὲ σαφές· ἔστι δὲ καὶ τῶν κατὰ πόλεμον μαχομένων τῆς τύχης ἀφανὴς ἡ ἔκβασις, πρὶν τὸ τέλος παραγενέσθαι· ἄλλα γὰρ ἄλλοις ἡ τύχη δίδωσι, καὶ πολλάκις τὸν κρείττονα τῇ τέχνῃ ὑπὸ τῶν χειρόνων τοῦ δέοντος ἀποσφαλῆναι πεποίηκε. |
| I 4 52d | τὸ δὲ καταμάρψαι ἀντὶ τοῦ καταμαρφθῆναι, συσχεθῆναι. προσεπισφραγίζεται οὖν διὰ τούτων, ὅτι πολλάκις ἡ τύχη τὸν κρείττονα ὑπὸ τοῦ ἥττονος ἐποίησε καταγωνισθῆναι τέχνῃ. τὸ δὲ τέχνῃ νῦν ἀντὶ τοῦ δόλῳ καὶ μηχανῇ τινι. |
| I 4 52e | Ὅμηρος δέ (θ 296)· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο· ἀντὶ τοῦ τεχνηέντως· ἔνθεν καὶ τὸ ἀτεχνῶς ἀδόλως. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιο ν : τὸ ταμὼν πρὸς τὴν ἀλκὴν ληπτέον. |
| I 4 58b [5] | τὸ δὲ ὀψίᾳ ἐν νυκτὶ τριχῶς νοεῖται· ἢ γὰρ τὴν ὀψίαν τῆς ἡμέρας· ὅτε γὰρ ὀψὲ τῆς ἡμέρας ἐστὶ, τότε ἀρχὴ τῆς νυκτός· οἷον ἀφ’ ἑσπέρας· ἢ κατὰ τὸ ὀψὲ τῆς νυκτὸς, οἷον τὸ μεσονύκτιον, μετὰ τὴν ὀψίαν ὥραν τῆς νυκτὸς, ὥστε ὅλον ὅμοιον εἶναι τῷ ἐν νυκτὸς ἀμολγῷ, ὅτε ἀμέλγουσι πρὸς ἑσπέρας· ἢ τὸ πρὸς ἕω, ὅτε ἐστὶ τῆς νυκτὸς ὀψὲ πρὸ τοῦ ὄρθρου. τοῖς δὲ τὸν ὄρθρον ἀκούουσι καὶ τὰ ἀπὸ τῆς ἱστορίας συνᾴδει· ὁ γὰρ τὴν Αἰθιοπίδα γράφων (fr. 2 Kinkel) περὶ τὸν ὄρθρον φησὶ τὸν Αἴαντα ἑαυτὸν ἀνελεῖν. ἀπορήσειε δ’ ἄν τις, πρὸς τί βλέπων τὸν Αἴαντα προσῆκται· εἰ μή ἐστιν ὅτι βραχὺς ὢν ὁ Μέλισσος τῶν ἀλκιμωτέρων καὶ τὸ σῶμα μειζόνων τέχνῃ περιῆν, ὅπερ καὶ ὁ Αἴας ὑπὸ Ὀδυσσέως ἔπαθεν ἐν τῇ κρίσει τῶν ἄθλων καὶ ὅπλων, ἀφαιρεθεὶς τούτων καὶ νικηθεὶς ὑπὸ τοῦ δολίου. |
| I 4 58d [5] | ὁ δὲ Χρύσιππος αἰνιγματωδῶς φησι κεῖσθαι τὴν περὶ τοῦ Αἴαντος ἱστορίαν· ἄδηλον γὰρ, πότερον εἰς τὴν πάλην τείνει τὴν γενομένην πρὸς Ὀδυσσέα, ὅτε ἐνίκησε δόλῳ, ἢ εἰς τὰ περὶ τὴν κρίσιν τῶν ὅπλων. ἄμεινον δέ φησιν, ὅτι καὶ ὡς ὁ Αἴας μείζων ὢν κατὰ τὸν ἀγῶνα βαστάζων τὸν Ὀδυσσέα δόλῳ παρ’ αὐτοῦ ἐλήφθη, οὕτω καὶ ὁ Μέλισσος μείζονα ὄντα τὸν ἀνταγωνιστὴν τῇ τέχνῃ ἐνίκησε. Χρύσιππος οὕτω φησίν· ἴστε Αἴαντα, ὃς μέγας ὢν ὄνειδος τοῖς Ἕλλησι περιεποίησε τὴν κακοκρισίαν αὐτῶν φανερὰν ποιήσας, ἐπεὶ προσεχαρίσαντο τῇ Ἀθηνᾷ. |
| I 4 58f | ὁ δὲ νοῦς· γινώσκετε μὴν τὴν τοῦ Αἴαντος δύναμιν τὴν φονίαν καὶ πολεμικὴν, ἣν ἐν ὀψίᾳ περὶ τῷ ἑαυτοῦ ξίφει διατεμὼν καὶ διαφθείρας οὐκ ὀλίγην μέμψιν ἔχει ἐν τοῖς Ἑλλήνων παισὶ τοῖς ἐν Τροίᾳ διαβεβηκόσιν. ἀλ λ ’ Ὅμηρός τοι τετίμακεν δ ι ’ ἀνθρώπω ν : Χρύσιππος ἀμφίβολόν φησι τοῦτο εἶναι, πότερον ἐπ’ Αἴαντος ἢ ἐπ’ Ὀδυσσέως λέγει· πάντοτε γὰρ ὁ Πίνδαρος τὸν Αἴαντα θαυμάζει, νῦν δὲ ὁ λόγος συνᾴδει Ὀδυσσεῖ. |
| I 4 63a [15] | καὶ γὰρ τὸ λέγειν, ὃς αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν, ἐπ’ Ὀδυσσέως συμφωνεῖ, ἐπεὶ καὶ μᾶλλον τῆς Ἰλιάδος ἡ Ὀδύσσεια ῥαψῳδεῖται· καὶ ἡ Ἰλιὰς μὲν πολλῶν κοινὸν ἐγκώμιον, ἡ Ὀδύσσεια δὲ μόνου Ὀδυσσέως· καὶ οὐκ ἂν, θέλων συστῆσαι τὸν κρείττονα ὑπὸ τοῦ ἥττονος ἐλαττούμενον διὰ τύχην καὶ τέχνην, τὸν Αἴαντα ἐγκωμιαζόμενον εἰσήγαγεν ὑφ’ Ὁμήρου· τοῦτο γὰρ ἔλεγχον εἶχε τοῦ ἐγκωμιαζομένου ὑπ’ αὐτοῦ. κατὰ δὲ τούτους ὁ μὲν ἀλλά κείμενος ἔσται διασταλτικός, ὁ δὲ λόγος· καίπερ ἐλάττονα τὸν Ὀδυσσέα γενόμενον Ὅμηρος τετίμηκε. γελοίως. δύναται γὰρ μένειν τὸ αὐτὸ ἄλογον. καὶ γὰρ ταῦτα λέγων ἐπὶ τῆς ἰδίας μένει κρίσεως, καὶ ἐγκαλῶν μὲν ἔσται τῷ ποιητῇ, Ὀδυσσέα δὲ ψέγων. ἄλλως. |
| I 4 63b [5] | παρέλιπε τίνα τετίμηκεν Ὅμηρος, νοητέον δὲ ὅτι τὸν Ὀδυσσέα· ὁ γὰρ ἀλλά χωρισμὸν ἔχει παραπλακεὶς τῷ λόγῳ· ἀλλ’ ὅμως χείρονα ὄντα τὸν Ὀδυσσέα τετίμηκεν Ὅμηρος. ὁ δὲ νοῦς οὕτως· ἀλλ’ Ὅμηρος τῇ ἑαυτοῦ ποιήσει τιμιώτατον ἀπειργάσατο τὸν Αἴαντα, ὅστις αὐτοῦ πᾶσαν ἀρετὴν τοῖς ἐγκωμίοις ἀνορθώσας κατὰ ῥαψῳδίαν ἐξέφρασε θείων ἐπῶν συνθέσει, καὶ δέδωκε τοῖς μετὰ ταῦτα ἐν παιδιαῖς καὶ θυμηδίαις ᾄδειν τὴν Αἴαντος ἀρετήν. |
| I 4 63d [5] | τὸ δὲ κατὰ ῥάβδον οἱ μὲν ἀντὶ τοῦ κατὰ ῥαψῳδίαν, οἷον· οὐκ ἐάσας χαμαὶ πεσεῖν ἀνέστησεν ὡς ἄγαλμα, καὶ κατὰ ῥάβδον ἔφρασε, τουτέστιν ἐραψῴδησεν· οἱ δὲ οὐκ ἀκούουσι νῦν κατὰ ῥάβδον, ἐπεὶ μετὰ βακτηρίας οἱ ῥαψῳδοὶ τὰ ποιήματα ἀπήγγελλον, ἀλλὰ κατὰ ῥάβδον ἀντὶ τοῦ κατὰ στίχον. τὸ δὲ ἀθύρειν ἀντὶ τοῦ μέλπειν καὶ ὑμνεῖν. |
| I 4 63f | ἢ οὕτω· τοῖς μετὰ ταῦτα ᾄδειν, ὅτι τῇ θυμηδίᾳ καὶ ἡ ᾠδὴ ἕπεται. ἢ λοιποῖς ἀθύρειν, τοῖς ἐπεσομένοις ἀνδράσι μέλπειν. |
| I 4 63h [5] | ἢ μετὰ τοὺς εἰς θεοὺς ὕμνους· καὶ γὰρ ἐν ἑτέροις φησίν (N II 1)· Ὅθεν περ καὶ Ὁμηρίδαι τὰ πόλλ’ ἀοιδᾷ. τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπε ι : τοῦτο γὰρ τὸ ἐγκώμιον ἀθάνατον καὶ πολυθρύλλητόν ἐστιν, ὅπερ ἄν τις καλῶς εἴπῃ, ἐπί τε τὴν πολύκαρπον γῆν καὶ διὰ θαλάσσης διαπορεύεται τῶν καλῶν κατορθωμάτων ἡ ἄσβεστος ἀκτὶς, τουτέστιν ὁ ὕμνος. |
| I 4 68b | ἢ οὕτω· τὸ ἐγκώμιον, φησίν, ὃ ἃν ῥηθῇ καλῶς, φωνὴν ἔχον ἕρπει πάντη καὶ πορεύεται, οὐκ ἐφ’ ἑνὸς τόπου ἕστηκε. Χρύσιππος ἔφη αὐτὸ τὸ ποίημα τοῦ Ὁμήρου ἀθάνατον λέγειν ἢ τὰς τῶν ἐμπεριεχομένων πράξεις τῷ ποιήματι. |
| I 4 73a [5] | προφρόνων Μοισᾶν τύχοιμε ν : ἐπεὶ προείρηκε, τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, ἐπήνεγκεν εὐκτικῶς· γένοιτο καὶ ἡμῖν προφρόνων τῶν Μουσῶν τυχεῖν, ὥστε ἀπ’ ἐκείνων ἐναυγάσασθαι τοῦ πυρὸς, ἵνα παραπλησίως Ὁμήρῳ τὸν Μέλισσον ὑμνήσω. ἢ οὕτως. |
| I 4 73b [5] | εἴθε προθύμων τῶν Μουσῶν τύχοιμεν, ἐκεῖνον τὸν πυρσὸν, τουτέστι τὸν τοιοῦτον πυρσὸν τῶν ἐγκωμίων, ἀναφᾶναι καὶ τῷ τοῦ Μελίσσου παγκρατίῳ· αὐτὸς γὰρ συνῳδὸς καὶ τῇ τῶν στεφάνων εὐδοξίᾳ· ἐπάξιον αὐτοῦ τῶν κατορθωμάτων ὄντα στέφανον. ἔρνεϊ Τελεσιάδ α · τόλμᾳ γὰρ εἰκώ ς : οἱ μὲν οὕτω· Μελίσσῳ τῷ Τελεσιάδου βλαστήματι, ὡς ὄντος Τελεσιάδου πατρός. |
| I 4 77a [5] | οἱ δὲ ἐν τῷ ἔρνεϊ στίζουσι καὶ ἐπιφέρουσιν οὕτω· Τελεσιάδᾳ τόλμᾳ γὰρ εἰκώς, ὡς τοῦ Τελεσιάδου ἐναγωνίου προγόνου γενομένου. ὁ δὲ νοῦς· τῷ γὰρ Τελεσιάδῃ [καὶ] τὴν προθυμίαν ὅμοιος ὢν ἐν μὲν τοῖς πόνοις καὶ τοῖς ἀνταγωνισταῖς τοιοῦτος ἦν τὴν τόλμαν, οἷοι οἱ λέοντες ἐν θηρσίν, ἐν δὲ ταῖς μηχαναῖς τεχνικὸς ὡς ἀλώπηξ, ἥτις καὶ τῶν ἀετῶν τὴν ὁρμὴν καὶ τὸν ῥοῖζον δολερῶς ἀνακλινομένη πολλάκις ἀνέκρουσεν. |
| I 4 77c [5] | ἄλλως. οἰκεῖος ὢν τόλμῃ τὸν τῶν λεόντων θυμὸν ἐν τοῖς πόνοις θηρᾷ. καὶ τῇ μὲν τόλμῃ φησὶν αὐτὸν λέοντι θηρεύοντι ἐοικέναι, κατὰ δὲ τὴν μῆτιν ἀλώπεκι, ἥτις ἀνακλινομένη ὑπτία πρὸς τὸ ἑτοίμως ἀμύνεσθαι, ἐπέχει τὴν τοῦ ἀετοῦ ὁρμὴν, ὅταν ἐπιρομβῇ αὐτὴν βουλόμενος ἁρπάσαι. ἔοικε δὲ διδάσκειν αὐτοῦ τὸ πάλαισμα, ὡς χαμαὶ κειμένου καὶ τὸν μείζονα τέχνῃ νενικηκότος. καὶ γὰρ ἡ ἀλώπηξ ὑπτία τοῖς ποσὶν ἀμύνεται, τὰ μὲν συλλαμβανομένη, τὰ δὲ ἀμύσσουσα. χρὴ δὲ πᾶν ἔρδον τ ’ ἀμαυρῶσαι τὸν ἐχθρό ν : προσήκει δέ, φησί, πᾶσαν ἀνακινοῦντα μηχανὴν ἄδοξον καταστῆσαι τὸν ἐχθρόν. |
| I 4 81 [5] | τοῦτο δὲ λέγει ὡς τοῦ νικηφόρου μηχανῇ νικήσαντος. τὸ δὲ ἀμαυρῶσαι ἀντὶ τοῦ ἐλαττῶσαι. Ἡσίοδός φησι (op. 325)· ῥεῖα δέ μιν μαυροῦσι θεοί. διὰ δὲ τούτων παρίστησιν, ὅτι κυλιστικὸς ἦν ὁ Μέλισσος, καὶ ἑαυτὸν ἐξυπτιάσας περιεγένετο. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχε ν : τουτέστιν οὐχ ὑπερμεγέθης ἦν, ἀλλὰ τοὐναντίον μεμπτὸς μὲν καὶ εὐτελὴς κατὰ τὴν τοῦ σώματος ὄψιν, συμπεσεῖν δὲ κατὰ τοὺς ἀγῶνας βαρύτατος. |
| I 4 83a | ὑπερμεγέθη δέ τινες τὸν Ὠρίωνα ἱστοροῦσιν. ἄλλως. |
| I 4 83b [5] | οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχε ν : ὁ γὰρ Ὠρίων διαβόητος ἐπὶ ἀνδρείᾳ, ὡς καὶ Ὅμηρός φησι (λ 309)· τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίους μετά γε κλυτὸν Ὠρίωνα. καὶ πάλιν ὁ Πίνδαρος βραχὺν εἰδὼς κατὰ τὸ σῶμα τὸν νικηφόρον τῇ ἑαυτοῦ τέχνῃ τὸ ὑπεράγαν εὐσωματεῖν καὶ ἀνδρεῖον εἶναι βλάβην ὑπαινίττεται, ὅτι δὴ ὁ Ὠρίων τοιοῦτος ὢν τῶν ὑπὲρ ἑαυτὸν ἐπεθύμησε καὶ τὴν Ἄρτεμιν ἐπεχείρει βιάζεσθαι. καίτοι πό τ ’ Ἀνταίου δόμου ς : πάλιν ἑτέραν ἀπολογίαν προσάπτει τὴν κατὰ Ἀνταῖον καὶ Ἡρακλέα. |
| I 4 87a [10] | ὁ γὰρ Ἀνταῖος τὴν ἔρημον τῆς Λιβύης οἰκῶν καὶ τὴν ἐρημίαν ἐφόδιον τῆς ἀπανθρωπίας ἐσχηκὼς πάλῃ καταγωνιζόμενος τοὺς παριόντας ἀνῄρει, ὃν ἐπιστὰς Ἡρακλῆς ἀπέκτεινε. τοῦτο γοῦν φησι· καὶ Ἡρακλῆς μικρὸς ὢν πρὸς σύγκρισιν τοῦ Ἀνταίου ἦλθεν ἐπ’ αὐτόν, ἀλλ’ ὅμως οὐκ ἐνικήθη. βραχὺν δὲ εἶπεν αὐτὸν οὐ μάτην, ἀλλ’ ἐπεί τινες σύμμετρον αὐτὸν εἶναί φασι τῷ σώματι. Ἡρόδωρος γοῦν ἐν Οἰδίποδί (FHG II 29 M., I 219 J.) φησι τῶν ἄλλων αὐτὸν περιττεύειν, ὥστε τὸ ὅλον σῶμα πηχῶν εἶναι τεσσάρων καὶ ποδός. ὁ δὲ νοῦς· καί ποτε εἰς τοὺς τοῦ Ἀνταίου οἴκους ἐκ Θηβῶν τὴν μὲν μορφὴν καὶ τὸ σῶμα βραχὺς, τὴν δὲ ψυχὴν ἀκαταμάχητος παλαίσων ἦλθεν εἰς τὴν σιτοφόρον Λιβύην ὁ Ἡρακλῆς. |
| I 4 87c | Χρύσιππος, ἀκυρότερον, φησί, τὴν Λιβύην εἴρηκε πυροφόρον· οὐ γὰρ πᾶσα τοιαύτη. μήποτε δὲ, ὅτι τῇ Αἰγύπτῳ παράκειται, ἥτις ἐστὶ πολύπυρος. κρανίοις ὄφρα ξείνω ν : ἰδίως τὸν Ἀνταῖόν φησι τῶν ξένων τῶν ἡττωμένων τοῖς κρανίοις ἐρέφειν τὸν τοῦ Ποσειδῶνος ναόν· τοῦτο γὰρ ἱστοροῦσι Διομήδην τὸν Θρᾷκα ποιεῖν, Βακχυλίδης (fr. |
| I 4 92a [5] | 61 Bgk.) δὲ Εὔηνον ἐπὶ τῶν Μαρπίσσης μνηστήρων, οἱ δὲ Οἰνόμαον, ὡς Σοφοκλῆς (fr. 432). ἄλλως. |
| I 4 92b [10] | ὅπως ταῖς τῶν ἀναιρουμένων ξένων κεφαλαῖς τὸ αὐτόθι τοῦ Ποσειδῶνος τέμενος ἐμφράττοντα Ἀνταῖον ἐπίσχῃ· ἐδυστύχει γὰρ ἀπανθρωπίαν ἅμα καὶ εἰς θεοὺς ἀσέβειαν· καὶ ἐπισχὼν Ἡρακλῆς μισθὸν τοῦ κατορθώματος τὴν εἰς Ὄλυμπον ἀνάβασιν ἐδέξατο. εἶτα παρεκβάσει τῶν Ἡρακλείων κατορθωμάτων τὸν λόγον ποιεῖται ὁ Πίνδαρος, καί φησιν, ὅτι πάσης τῆς γῆς καὶ τῆς πολυβαθοῦς θαλάσσης ἀνερευνήσας καὶ κατειληφὼς τὸ τέλος· θέναρ μὲν γὰρ κυρίως τὸ κοῖλον τῆς χειρὸς παρὰ τὸ θένειν ἡμᾶς αὐτῷ καὶ τύπτειν, νῦν δὲ ἀπὸ τῆς κοιλότητος ἐπὶ τοῦ πυθμένος ἔταξε· καὶ ταῖς ναυσὶ τὴν ὁδὸν καὶ τὴν πορείαν ἡμέρως εὐτρεπίσας, ἀπὸ κοινοῦ τὸ εἰς Ὄλυμπον ἔβα. ἐκεῖνος οὖν, φησίν, ἐξευρὼν τὸ πλάτος τῆς θαλάσσης, ἡμερώσας γῆν καὶ θάλασσαν καὶ καθάρας ἀπὸ λῃστῶν καὶ θηρίων εἰς Ὄλυμπον ἀνέβη. |
| I 4 104a [5] | τῷ μὲν Ἀλεκτρᾶν ὕπερθε ν : Ἠλεκτρίδες πύλαι ἐν Θήβαις, ἐφ’ ὧν ἱερουργοῦσι Θηβαῖοι τιμῶντες Ἡρακλέα καὶ τοὺς ἐκ Μεγάρας τῆς Κρέοντος ὀκτὼ παῖδας αὐτῷ γεγονότας, κατὰ δὲ χόλον Ἥρας ἀναιρεθέντας ὑπ’ αὐτοῦ μεμηνότος. ἄλλως. |
| I 4 104b [5] | Χρύσιππος, πρὸς ταῖς καλουμέναις, φησίν, Ἠλέκτραις πύλαις ᾤκησεν Ἀμφιτρύων· μετὰ ταῦτα Ἡρακλῆς ἀνεῖλε τοὺς ἐκ Μεγάρας παῖδας κατὰ ταύτας τὰς πύλας, 〈ἐφ’〉 αἷς κατ’ ἔτος Θηβαῖοι ἐναγίζουσί τε τοῖς παισὶ καὶ ἀγῶνας ἐπιταφίους ἄγουσι. τῷ μὲν οὖν Ἡρακλεῖ, φησίν, αὔξομεν ἔμπυρα, τουτέστιν ἔντομα· τουτέστι τοῖς υἱοῖς αὐτοῦ συνεχῶς ἔμπυρα κατ’ ἐνιαυτὸν αὔξομεν· οὐ γὰρ διαπαντὸς λέγει. |
| I 4 104d [5] | Χρύσιππος δέ, ἐκ περιφράσεως τοὺς βωμοὺς αὐτοὺς στεφανώματα βωμῶν εἰρηκέναι· ἢ κατὰ παραγωγὴν εἴρηκε τὰ νέα νεόδματα. ὁ δὲ νοῦς οὕτω· τῷ μὲν οὖν Ἡρακλεῖ τῶν Ἠλεκτρίδων πυλῶν ὑπεράνω τὴν θυσίαν παρέχοντες οἱ πολῖται καὶ τὰ νεαρὰ στέμματα τῶν βωμῶν, αὔξομεν τὰς θυσίας τῶν πολεμικῶν ὀκτὼ θανόντων αὐτῷ παίδων, οὓς ἡ Μεγάρα ἡ Κρέοντος θυγάτηρ ἔτεκεν. |
| I 4 104f | χαλκοαρᾶν δὲ εἶπεν ὡς βιαιοθανάτων γενομένων τῶν τοῦ Ἡρακλέους παίδων. καὶ ὅτι ὀκτώ φησιν αὐτοὺς εἶναι. ἄλλως. |
| I 4 104g [15] | περὶ τῶν Ἡρακλέους ἐκ Μεγάρας παίδων Λυσίμαχός φησί (FHG III 337) τινας ἱστορεῖν μὴ ὑπὸ Ἡρακλέους ἀλλ’ ὑπό τινων δολοφονηθῆναι ξένων· οἱ δὲ Λύκον τὸν βασιλέα φασὶν αὐτοὺς φονεῦσαι· Σωκράτης (FHG IV 499) δὲ ὑπὸ Αὐγέου φησὶν αὐτοὺς δολοφονηθῆναι. καὶ περὶ τοῦ ἀριθμοῦ δὲ διαλλάττουσι· Διονύσιος μὲν ἐν πρώτῳ Κύκλων (FHG II 9 M, I 178 J.) Θηρίμαχον καὶ Δηϊκόωντα, Εὐριπίδης (fr. 1016) δὲ προστίθησιν αὐτοῖς καὶ Ἀριστόδημον· Δεινίας δὲ ὁ Ἀργεῖος (FHG III 25) Θηρίμαχον, Κρεοντιάδην, Δηϊκόωντα, Δηΐονα· Φερεκύδης δὲ ἐν δευτέρῳ (FHG I 78 M., I 64 J.) Ἀντίμαχον, Κλύμενον, Γλῆνον, Θηρίμαχον, Κρεοντιάδην, λέγων αὐτοὺς εἰς τὸ πῦρ ὑπὸ τοῦ πατρὸς ἐμβεβλῆσθαι· Βάτος δὲ ἐν δευτέρῳ Ἀττικῶν ἱστοριῶν (FHG IV 350) Πολύδωρον, Ἀνίκητον, Μηκιστόφονον, Πατροκλέα, Τοξόκλειτον, Μενεβρόντην, Χερσίβιον. Ἡρόδωρος δὲ (FHG II 30 M, I 222 J.) καὶ δίς φησι μανῆναι τὸν Ἡρακλέα· ἐκαθάρθη δὲ ὑπὸ Σικάλου, ὥς φησι Μενεκράτης (FHG II 344) λέγων αὐτοῦ τοὺς υἱοὺς εἶναι ὀκτὼ καὶ καλεῖσθαι οὐχ Ἡρακλείδας, οὐδέπω γὰρ Ἡρακλῆς ὠνομάζετο, ἀλλ’ Ἀλκαΐδας. τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶ ν : τοῦτό φησιν ὡς περὶ τὴν ἑσπέραν τελουμένων τῶν νομίμων τοῖς Ἀλκαΐδαις. |
| I 4 110a | δι’ ὅλης οὖν φησι νυκτὸς τὴν πυρκαϊὰν μένειν μέχρις ἀνατολῆς ἡλίου. ἄλλως. |
| I 4 110b | ἔθος πρὸς δυσμὰς ἱερουργεῖν τοῖς ἥρωσι, κατὰ δὲ τὰς ἀνατολὰς τοῖς θεοῖς· καὶ συμβολικῶς ἑκάστῳ τὸ τῆς θυσίας πρός τε τὴν αὔξησιν καὶ φθορὰν ἑκατέροις ὀφειλομένην. ὁ δὲ νοῦς οὕτω· τούτοις τοῖς Ἡρακλέους παισὶ τῶν ἡλιακῶν αὐγῶν κατὰ τὰς δυσμὰς ἡ τῶν θυσιῶν ἀναφαινομένη φλὸξ συνεχῶς λάμπει διὰ πάσης τῆς νυκτὸς, τῷ κνισήεντι καπνῷ λακτίζουσα τὸν ἀέρα. |
| I 4 110c [5] | σκληροτέρᾳ δὲ κέχρηται μεταφορᾷ· ἐχρῆν γὰρ εἰπεῖν ψαύουσα ἢ θιγγάνουσα τοῦ αἰθέρος ἡ κνῖσα τοῦ καπνοῦ. ἄμεινον Ὅμηρός φησι (Α 317)· κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. καὶ δεύτερον ἆμαρ ἐτείων ἀέθλω ν : μετὰ δὲ τὰς θυσίας, φησί, τῇ δευτέρᾳ ἡμέρᾳ τῶν ἐνιαυσίων ἀγωνισμάτων τὸ τέλος αὐτοῖς συντελεῖται. |
| I 4 114a | τοῦτο δὲ ἀνδρείας ἔργον· τελεῖται γὰρ αὐτόθι ἀγὼν τὰ Ἡράκλεια. ἄλλως. |
| I 4 114b [5] | ἀμφίβολον πότερον μετὰ θυσίαν ταῖς ἑξῆς ἡμέραις δύο ὁ ἀγῶν τῶν Ἡρακλείων συντελεῖται, τῇ μὲν προτέρᾳ πένταθλος καὶ ἱππικὸς, τῇ δὲ ἐχομένῃ γυμνικός· ἢ δεύτερον ἆμαρ τὸ μετὰ τὴν θυσίαν, ὡς τῇ ἐπιφωσκούσῃ τοῦ ἀγῶνος ἀγομένου, τῇ ὑστεραίᾳ. ἔνθα λευκωθεὶς κάρα μύρτοι ς : ἐν ᾧ ἀγῶνι στεφανωθεὶς τοῖς μύρτοις ὁ νικηφόρος διπλῆν νίκην ἔσχε, τρίτην παίδων κατὰ τὸν φθάσαντα χρόνον εὐτυχήσας καὶ πειθόμενος τῇ τοῦ παιδοτρίβου γνώμῃ. |
| I 4 117 [5] | τὸ δὲ μύρτοις, ὅτι μυρσίνης στεφάνοις ἐν Θήβαις στεφανοῦνται οἱ νικῶντες τὰ Ἰολάεια. μυρσίνῃ γὰρ στεφανοῦνται διὰ τὸ εἶναι τῶν νεκρῶν στέφος. τρίταν πρόσθε ν , κυβερνατῆρο ς : πάσας αὐτῷ κατὰ τὸν ἐπιχώριον ἀγῶνα τρεῖς δίδωσι νίκας, καί φησιν, ὅτι μετὰ παίδων προαγωνισάμενος ἐνίκησεν, ἔσχε δὲ καὶ ἑτέρας δύο κατὰ τὸν αὐτὸν ἀγῶνα μετὰ ταῦτα. |
| I 4 120b [5] | ἄλλως. ὡς τρὶς αὐτοῦ τοῦτον ἐστεφανωμένου τὸν ἐπιτάφιον, δὶς μὲν ἐν παισὶν, ἅπαξ δὲ ὅτε ἐγένετο ἀνήρ. Χρύσιππος· διασαφεῖ νῦν, ὅτι δεύτερον ἐνίκησεν ἄνδρας, ἅπαξ δὲ παῖδας τὸν ἀγῶνα· τὸ δὲ τρίταν κεῖται ἐπὶ τοῦ πρώταν· διὸ καὶ πρόσκειται τὸ πρόσθεν, ὅτι πρῶτον ἐνίκησε παῖδας. σὺν Ὀρσέᾳ δέ νι ν : σὺν δὲ τῷ τεχνικῷ Ὀρσέᾳ τὸν νικηφόρον ὑμνῶν καὶ χορεύων ἀνυμνήσω, τερπνὴν τοῖς ἐγκωμίοις ἐπιστάζων τὴν παρὰ τῶν Μουσῶν χάριν. |
| I 4 123 [1] | Ὀρσέας δὲ ὄνομα κύριον τοῦ ἀλείπτου. Sch. inscr. V B Scholia in Isthmionicarum carmen V Τοῦ πέμπτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ὀκτώ. |
| I 5 metr (t) [15] | τὸ αʹ Πινδαρικὸν ἐγκωμιολογικὸν, τὴν τελευταίαν συλλαβὴν μεταθὲν εἰς τὴν πρώτην. τὸ βʹ τροχαϊκὸν εἰς ἴαμβον καταλῆγον. τὸ γʹ τὸ αὐτὸ τῷ αʹ. τὸ δʹ πενθημιμερὲς δακτυλικόν. τὸ εʹ τὸ αὐτὸ τῷ αʹ. τὸ ϛʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ζʹ τροχαῖος ἐπίτριτος. τὸ ηʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ αʹ τὸ αὐτὸ τῷ αʹ τῆς στροφῆς. τὸ βʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν Ἀρχιλόχειον. τὸ γʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ δʹ πενθημιμερὲς δακτυλικόν. τὸ εʹ τροχαϊκὸν τρίμετρον εἰς ἴαμβον. τὸ ϛʹ τὸ αὐτὸ τῷ αʹ τῆς στροφῆς καὶ ἐπῳδοῦ. τὸ ζʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ ηʹ πενθημιμερὲς δακτυλικόν. τὸ θʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ιʹ πενθημιμερές. τὸ ιαʹ πενθημιμερὲς ἰαμβικόν. 1B Ταύτην τὴν ᾠδὴν Ἡφαιστίων μετὰ τὴν ἑξῆς φησι γεγράφθαι τὴν Θάλλοντος ἀνδρῶν, καὶ αὐτὴν Πυθέᾳ γεγράφθαι· ἐχρῆν οὖν καὶ προτετάχθαι. |
| I 5 inscr a [5] | καὶ γὰρ ἐν μὲν ἐκείνῃ τὸν Φυλακίδαν ἅπαξ μόνον Ἴσθμιά φησι νικῆσαι (J. VI 3)· ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν ἄωτον δεξάμενοι στεφάνων, νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ Νηρεΐδεσσί τε· εἶτα (J. VI 7)· εἴη δὲ τρίτον. ὡς γὰρ πρῶτον καὶ ἅπαξ ἐν Νεμέᾳ νενικηκώς, ..... ἐν Ἰσθμῷ, τρίτον εὔχεται ἐν Ὀλυμπίᾳ. διὰ δὲ ταύτης δίς (17)· τὶν δ’ ἐν Ἰσθμῷ διπλόα θάλλοις’ ἀρετὰ, Φυλακίδα, κεῖται. διηπατῆσθαι δὲ τοὺς προθέντας φησὶ ταύτην ἴσως ὅτι ἐν τῇ ϛʹ φησί (2)· δεύτερον κρατῆρα Μοισαίων μελέων κίρναμεν· ὑπολαβεῖν γὰρ ταύτης δευτέραν ἐκείνην λέγειν. τὸ δὲ οὐκ ἔχει οὕτως. ἀλλὰ δευτέραν αὐτῷ κατασκευάζει ἐκείνην Νέμεα γεγράφθαι καὶ Νεμεακὴν εἰς αὐτοὺς ᾠδὴν, ἧς ἡ ἀρχή (N. V 1)· Οὐκ ἀνδριαντοποιός εἰμ’ ὥστ’ ἐλινύσοντα· ἥτις ἦν καὶ πρώτη, ὡς φανερὸν ἐκ τῶν ποιημάτων. προκατασκευάζοντες ἔνιοι ὅτι Φυλακίδᾳ μόνῳ γέγραπται, φασὶ τὸν Πυθέαν μὴ νενικηκέναι Ἴσθμια, ὥστε Ἰσθμιακὴν οὖσαν τὴν ᾠδὴν μὴ ἀναγεγράφθαι κἀκείνῳ· Νέμεα γὰρ κἀκεῖνος ἐνίκησεν, ὥσπερ ὁ Φυλακίδας. |
| I 5 inscr b [10] | λανθάνει δὲ αὐτούς· ἐν γὰρ τῇ γεγραμμένῃ Μίδᾳ ᾠδῇ ὡς οἰκείῳ αὐτῷ ἱστορεῖ, ὅτι καὶ ὁ Πυθέας Ἴσθμια ἐνίκησε. λέγει δὲ ἤδη τετελευτηκότος τοῦ Πυθέα (fr. 4)· κεἴ μοί τιν’ ἄνδρα τῶν θανόντων, καὶ τὰ ἑξῆς. τὸ μὲν οὖν προσυντετάχθαι τῆς Μᾶτερ Ἀελίου τὴν Θάλλοντος ἀνδρῶν ὑγιές. οὐκ αἰτιατέον δὲ τοὺς διατάξαντας τὸν Πίνδαρον· οὐ γὰρ κατὰ χρόνους συνέτασσον αὐτόν, ἀλλὰ κατὰ εἴδη. ἄλλως. |
| I 5 inscr c | Καλλίστρατος Φυλακίδᾳ μόνῳ γεγράφθαι φησὶ, συμπεριειλῆφθαι δὲ ἔξωθεν τὴν τοῦ Πυθέου νίκην, καθάπερ καὶ ἐν τῇ μετὰ ταύτην τὴν Εὐθυμένους ὄντος αὐτῶν συγγενοῦς. metr. B. Μᾶτερ Ἀελίου πολυώνυμε Θεί α : ἀκολούθως τῷ Ἡσιόδῳ· καὶ γὰρ ἐκεῖνος Ἡλίου μητέρα τὴν Θείαν γενεαλογεῖ (th. |
| I 5 1a [5] | 371. 374)· Θεία δ’ Ἠέλιον τέκε μέγαν λαμπράν τε Σελήνην γείναθ’ ὑποδμηθεῖς’ Ὑπερίονος ἐν φιλότητι. ἄλλως. |
| I 5 1b [5] | Θείας γενεαλογοῦσι τὸν Ἥλιον διὰ τὸ τῆς θέας καὶ τῆς ὄψεως ἡμῖν αἴτιον εἶναι, ὁμωνύμως τῷ περὶ τὴν ὄψιν πάθει, καθὰ καὶ τὸν Ἔρωτα καὶ τὴν Ἐλπίδα. εἰσὶ δὲ οἳ ἀπὸ τοῦ θεῖν αὐτήν φασιν ὀνοματοπεποιῆσθαι· ἐν φορᾷ γὰρ ὁ ἥλιος ἀεί· ἀφ’ οὗ λόγου καὶ τὸν πατέρα Ὑπερίονα, διὰ τὸ ὑπὲρ ἡμᾶς ἰέναι. σέο γ ’ ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσό ν : ἴσμεν φιλόχρυσον ὄντα πανταχοῦ τὸν Πίνδαρον. |
| I 5 2a [5] | κἀνταῦθα οὖν τὴν ἑαυτοῦ φιλάργυρον προαίρεσιν τεκμηριοῖ τὸν πλοῦτον ἐγκωμιάζων καὶ ὑπαινιττόμενος, ὡς προσήκει τοὺς ἐγκωμιαζομένους χρυσῷ ἀμείβεσθαι τὸν Πίνδαρον. ἄλλως. |
| I 5 2b [5] | ἐκ Θείας καὶ Ὑπερίονος Ἥλιος, ἐκ δὲ Ἡλίου ὁ χρυσός. ἑκάστῳ δὲ τῶν ἀστέρων ὕλη τις ἀνάγεται· καὶ Ἡλίῳ μὲν ὁ χρυσὸς, Σελήνῃ δὲ ὁ ἄργυρος, Ἄρεϊ σίδηρος, Κρόνῳ μόλιβδος, Διῒ ἤλεκτρος, Ἑρμῇ κασσίτερος, Ἀφροδίτῃ χαλκός. τὸ δὲ σαφὲς οὕτω· πολυώνυμε καὶ τιμία Θεία, σοῦ χάριν καὶ ἄγαν ἰσχυρὸν τὸν χρυσὸν ἐνόμισαν οἱ ἄνθρωποι περισσῶς τῶν ἄλλων κτημάτων. |
| I 5 2c [10] | καὶ γὰρ ἐν θαλάττῃ ναῦς ἁμιλλώμεναι, οἱονεὶ ἐμπορευόμεναι, καὶ ὑπὸ τοῖς ἅρμασιν ἵπποι, καὶ πάλιν κατὰ κοινοῦ τὸ ἁμιλλώμενοι, διὰ τὴν σὴν, ὦ δέσποινα, τιμὴν, τὸν χρυσὸν, ταῖς κατὰ θάλασσαν ἁμίλλαις θαυμαστοὶ καὶ ἔνδοξοι γίνονται· καὶ ἐν τοῖς ἀγωνιστικοῖς ἄθλοις ἐπέραστον δόξαν ἐσχήκασιν, ἐάν τινα πλεῖστοι στέφανοι ταῖς χερσὶν ἀγωνισάμενον καὶ νενικηκότα ἀναστέψωσι κατὰ τὰς κόμας, νικήσαντα δὲ ἢ χερσὶν ἢ ποδῶν ταχυτῆτι. ἄλλως. |
| I 5 2d | ἐνομίστευσαν. σοῦ, φησίν, εἵνεκα, ὦ Θεία, καὶ τὸν χρυσὸν τετιμήκαμεν καὶ νηῶν καὶ ἵππων δρόμους ἐθαυμάσαμεν. εἰ γὰρ μὴ ἐθεώμεθα, οὐκ ἂν ταῦτα ἐτεθήπειμεν. ἔν τ ’ ἀγωνίοις ἀέθλοισ ι : τοῦτο οἰκείως ἐπὶ τῶν ἵππων καὶ τῶν ἁρμάτων· ἐπάγει δέ, κλέος ἔπραξεν· ἔθος γὰρ Πινδάρῳ ἀπὸ πληθυντικοῦ εἰς ἑνικὸν ἀποπίπτειν ἀριθμόν. |
| I 5 13a | κρίνεται δ ’ ἀλκ ά : πρόσεστι δύναμις διὰ τοὺς θεούς. ἄλλως. |
| I 5 13b | ἤτοι δοκιμάζεται ἢ χωρίζεται ἡ τῶν ἀνδρῶν ἀλκὴ τῇ τῶν θεῶν εὐμενείᾳ. δύο δέ τοι ζωᾶς ἄωτο ν : τὸ εὖ πάσχειν καὶ τὸ λόγον ἀκούειν δύο ὄντα ποιμαίνουσι καὶ παραθάλπουσι τὸν ἀνέλπιστον τῆς ζωῆς ἄωτον, τουτέστι τὸν δυσέλπιστον, ὡς ἀπρόσωπον τὸν κακοπρόσωπον. |
| I 5 14a [5] | γράφουσι δὲ ἔνιοι τὸν ἄλπνιστον, τουτέστι τὸν ἥδιστον καὶ προσηνέστατον· ταύτῃ δὲ τῇ γραφῇ καὶ τὰ τῆς ἀντιστρόφου φασὶ συνᾴδειν. ὁ δὲ νοῦς οὕτω· δύο δὲ μόνα τῆς ζωῆς κάλλιστα ἀπανθίσματα τυγχάνει, ἃ καὶ μόνα ποιμαίνει τὸν οἰκτρὸν τῶν ἀνθρώπων βίον ἀνθηρᾷ σὺν εὐδαιμονίᾳ, εἴ τις καλῶς πάσχων καὶ ἀγαθὸν ἀνυμνηθεὶς ἀκούει λόγον. |
| I 5 14b | ἤτοι δὲ καθολικώτερος ὁ λόγος πρὸς τοὺς τῇδε τὴν ψυχὴν ἔχοντας, ἢ πρὸς τὸν νικηφόρον ὡς εὐδαιμονοῦντα καὶ ἐγκωμιαζόμενον. μὴ μάτευε Ζεὺς γενέσθα ι : ὅτι ἀκαταλλήλως ἐπέζευξεν. |
| I 5 18a | ἔμπροσθεν γὰρ περί τινος ὁ λόγος· εἴ τις εὖ πάσχει, φησίν· εἶτα ὡς πρός τινα ποιούμενος τὸν λόγον φησί· μὴ μάτευε Ζεὺς γενέσθαι. ὁ δὲ νοῦς· μὴ ἐπιζήτει θεὸς γενέσθαι· ἀπόχρη γάρ σοι τῆς εὐδαιμονίας τὸ μέγεθος, ἐάν σε τούτων τῶν καλῶν μερίς τις καταλάβῃ· τοῖς γὰρ φθαρτοῖς ἐφάμιλλα τῇ φύσει προσήκει καὶ τὰ τῆς εὐδαιμονίας παρεῖναι. |
| I 5 21a [5] | τὶν δ ’ ἐν Ἰσθμῷ διπλόα ν : σοὶ δὲ ἐν τῷ Ἰσθμῷ διπλῆ θάλλουσα, ὦ Φυλακίδα, ἀρετὴ εὐδόξως ἀνάκειται, ἐν δὲ τῇ Νεμέᾳ ἀμφοτέροις ὑμῖν, σοί τε καὶ τῷ Πυθέᾳ παγκρατίου, ἀπὸ κοινοῦ ἀρετὰ ἀνάκειται. ἡ δὲ ἐμὴ ψυχὴ γεύεται, φησί, τῶν ἐγκωμίων οὐκ ἄνευ τῆς τῶν Αἰακιδῶν μνήμης· Αἰγινῆται γὰρ ἀμφότεροι. οἷον ἐπιπνέουσί μοι οἱ Αἰακίδαι εἰς τὸ ὑμνεῖν ὑμᾶς· Αἰγινῆται γὰρ οἱ περὶ τὸν Φυλακίδαν. |
| I 5 21c [5] | ἢ οὕτως· οὐ χωρὶς τοῦ τοὺς Αἰακίδας συμπεριλαμβάνειν τοῖς ὑμετέροις ὕμνοις ὑμνῶ ὑμᾶς, ἀλλὰ μεθ’ ὑμῶν κἀκείνους ὑμνῶ. σὺν γὰρ ταῖς μουσικαῖς Χάρισι παρεγενόμην καὶ σὺν τοῖς τοῦ Λάμπωνος υἱοῖς εἰς ταύτην τὴν εὔνομον πόλιν Αἴγιναν. ἀπὸ κοινοῦ δὲ τὸ σὺν Χάρισι καὶ Λάμπωνος υἱοῖς. εἰ δὲ τέτραπται θεοδότων ἔργων κέλευθο ν : τὸν λόγον πρὸς ἑαυτὸν ἀποτείνεται ὁ Πίνδαρος. |
| I 5 28a [5] | εἰ δὲ τούτων ὁ βίος καθορᾷ εἰς ὁδὸν καθαρωτάτην θείων ἔργων, μὴ φθόνει τὸν ἀντὶ τῶν πόνων καὶ κατορθωμάτων προσήκοντα τῇ ᾠδῇ ὕμνον ἀνακιρνᾶν καὶ λέγειν. οἷον μὴ φθόνει αὐτῷ ἐν τῷ ἐπαινεῖσθαι καὶ ἀπολαύειν τοὺς ἐξ ἐκείνων κόμπους, ἀνθ’ ὧν ἐπόνησεν. |
| I 5 32 [5] | καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμιστα ί : καὶ γὰρ τῶν ἡρώων οἱ ἀγαθοὶ καὶ ἀνδρεῖοι τὸν ἐγκωμιαστικὸν λόγον καὶ μετὰ τὸν θάνατον παρὰ τῶν ποιητῶν ἐκέρδαναν, ὑμνοῦνται δὲ [πάντα τὸν χρόνον] ἔν τε κιθάραις καὶ αὐλῶν ταῖς ποικίλαις συμφωνίαις διὰ παντὸς τοῦ χρόνου. μελέταν δὲ σοφισταῖς Διὸς ἕκατ ι : σοφιστὰς μὲν καὶ σοφοὺς ἔλεγον τοὺς ποιητάς. |
| I 5 36a | Σοφοκλῆς (fr. 820)· μέν’ εἰς σοφιστὴν ἐμόν. ὁ δὲ νοῦς· τοῖς δὲ σοφοῖς ἀνδρισάμενοι παρέσχοντο τὴν τῶν ἐγκωμίων φροντίδα, καὶ διὰ τὴν τοῦ Διὸς γνώμην τιμώμενοι τήνδε τὴν τῶν ἐγκωμίων φροντίδα καὶ σύνθεσιν. |
| I 5 36b [5] | τὸ γὰρ σεβιζόμενοι ἀντὶ τοῦ θαυμαζόμενοι, τιμώμενοι, σεβόμενοι. καὶ τὸ τοὺς θεοὺς δὲ σέβεσθαι θαυμάζειν ἐστίν. Ὅμηρος (γ 123)· σέβας μ’ ἔχει εἰσορόωντα, ἀντὶ τοῦ ἔκπληξις καὶ θαῦμα. ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖ ς : καὶ ἐν μὲν ταῖς τῶν Αἰτωλῶν θυσίαις καὶ πανηγύρεσι ταῖς ἐπιδόξοις καὶ λαμπραῖς οἱ τοῦ Οἰνέως παῖδες ἀνυμνοῦνται οἱ ἰσχυροί, ἐν δὲ ταῖς Θήβαις ὁ ἱππικώτατος Ἰόλαος τιμὴν ἔχει, ὁ δὲ Περσεὺς ἐν Ἄργει, τοῦ δὲ Κάστορος καὶ Πολυδεύκους ἡ αἰχμὴ ἐπὶ τοῖς Εὐρώτα ῥεύμασι· πάλιν ἀπὸ κοινοῦ τὸ γέρας ἔχει. |
| I 5 44a [5] | ἀλ λ ’ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ Αἰακο ῦ : τουτέστιν ἐν τῇ Αἰγίνῃ· οὕτω γὰρ τὸ πρότερον ἐκαλεῖτο πρὶν ἢ ὑπὸ Διὸς Αἴγιναν τὴν Ἀσωποῦ τοῦ Βοιωτιακοῦ ποταμοῦ θυγατέρα αὐτόθι ἐνεχθῆναι. ὁ δὲ νοῦς· ἀλλ’ ἐν τῇ Αἰγίνῃ οἱ μεγαλόψυχοι καὶ ἀνδρεῖοι τρόποι τῶν Αἰακοῦ παίδων ἀνυμνοῦνται καὶ τιμιώτατοι τυγχάνουσιν, οἵτινες ταῖς ἑαυτῶν συμμαχίαις τὴν τῶν Τρώων ἐπόρθησαν πόλιν, τὸ μὲν πρότερον συστρατεύσαντες Ἡρακλεῖ διὰ τὴν Λαομέδοντος ἀδικίαν, ὡς καὶ Ὅμηρος ἱστορεῖ λέγων (Ε 640)· ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος· τὸ δὲ δεύτερον σὺν τοῖς Ἀτρείδαις. |
| I 5 44b [5] | πάλιν δὲ τῷ συλληπτικῷ τρόπῳ κέχρηται· οὐ γὰρ οἱ αὐτοὶ δὶς ἐπόρθησαν τὴν Ἴλιον, ἀλλὰ Τελαμὼν μὲν σὺν Ἡρακλεῖ, Νεοπτόλεμος δὲ σὺν Ἀτρείδαις· τὸ δὲ ἑκατέρῳ συμβὰν λαβὼν εἰς ἓν ἔφη. ἔλα νῦν μοι πεδόθε ν , λέγ ε : ἔλα νῦν μοι, ὦ Μοῦσα, ἐπ’ εὐθείας ὁδοῦ καὶ δι’ ὁμαλοῦ· τοῦτο γὰρ τὸ πεδόθεν· τά τε τούτων ἐγκώμια ἐξ ἀρχῆς ἀνύμνησον καὶ λέγε, τίνες τὸν Κύκνον καὶ τὸν Ἕκτορα ἀνεῖλον καὶ τὸν τῶν Αἰθιόπων ἡγεμόνα Μέμνονα τὸν τῷ χαλκῷ τοῖς ἐναντίοις προσομιλοῦντα, ἤτοι τὸν πολλοὺς χαλκῷ ἀνελόντα ἢ τὸν ὑπὸ χαλκοῦ βλαβέντα· ἑκάτερον γὰρ παρὰ τὴν ἀρήν· τίς δὲ τὸν ἀνδρεῖον Τήλεφον ἔτρωσε τῷ ἑαυτοῦ δόρατι τοῦ τῆς Μυσίας ποταμοῦ Καΐκου παρὰ τὰς ὄχθας. |
| I 5 48a [10] | εἶτα κατὰ ἀπόδοσιν ὁ λόγος· οὗτοι τάδε καὶ τάδε ἔπραξαν, οἷς ὁ λόγος τὴν Αἴγιναν πατρίδα δίδωσιν. ἄλλως. |
| I 5 48b [5] | πρὸς τὴν Μοῦσαν ὁ λόγος· λέγε μοι τὰ περὶ αὐτούς, φησίν, ἐκ ῥιζῶν. ἢ ἔλα κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν νεῶν· πρόαγε εἰς τοὔμπροσθεν ἀρξάμενος ἄνωθεν καὶ ἐξ ἀρχῆς λέγε, τίνες εἰσὶν οἱ ἀνελόντες Κύκνον, Ἕκτορα, Μέμνονα. δῆλον δὲ ὡς εἷς τῶν Αἰακιδῶν, ὁ Ἀχιλλεύς. τοῖσιν Αἴγιναν προφέρει στόμ α : τουτέστι τοῖς προειρημένοις. |
| I 5 55a | κατὰ ἀπόδοσιν δὲ ὁ λόγος οὗτοι τάδε καὶ τάδε ἔπραξαν, οἷς ὁ λόγος τὴν Αἴγιναν πατρίδα δίδωσιν. ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· εἴ τις ἐρωτήσειεν αὐτοὺς, τίνες εἰσὶν οἱ τὰ προκείμενα διαπεπραγμένοι, πάντες ἂν εἴποιεν ὅτι οἱ ἀπὸ Αἰγίνης. |
| I 5 56a | τετείχισται δὲ πάλαι πύργο ς : κατεσκεύασται δὲ ἐκ πολλοῦ ταῖς τῶν Αἰακιδῶν ἀρεταῖς πύργος ὑψηλότατος τῷ ὕμνῳ ἀναβαίνειν καὶ ὑψοῦσθαι, ἐφ’ ὅσον βούλεται. ἄλλως. |
| I 5 56b [5] | τοσαῦταί εἰσι περὶ τοὺς Αἰακίδας αἱ ἀρεταὶ, ὥστε πύργον ἐξ αὐτῶν ᾠκοδομῆσθαι. ἀλληγορεῖ δὲ ὡς ἐπὶ τούτων πρότερον· διὸ καὶ τεῖχος ὑψηλὸν εἶπε. θέλει δὲ εἰπεῖν, ὅτι ὑφέστηκεν αὐτοῖς ἡ εὐδοξία, ὥστε διὰ τῆς ἀρετῆς ἐπ’ αὐτὴν ἀναβαίνειν. οἷον ὑψοῦται αὐτῶν ἡ ἀρετὴ ὥσπερ τεῖχος· οὗτος γὰρ τὴν αὔξησιν πύργον καὶ τεῖχος εἴωθε λέγειν, ἀφ’ οὗ πυργοῦν τὸ αὔξειν καὶ ὑψοῦν λέγεται. |
| I 5 58 | πολλὰ μὲν ἀρτιεπὴς γλῶσσά μοι τοξεύμα τ ’ ἔχε ι : τοξεύματα μεταφορικῶς λέγει τοὺς ἐγκωμιαστικοὺς λόγους, ὡς καὶ ἐν ἄλλοις (O. II 83)· πολλά μοι ὑπ’ ἀγκῶνος ὠκέα βέλη. καὶ νῦν ἐν Ἄρει μαρτυρήσα ι : ἤτοι τῷ Πελοποννησιακῷ πολέμῳ· ἤκμαζε γὰρ κατὰ τὴν τούτων νίκην· ἢ ὅτι μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν προσφάτως γεγενημένην ἐγράφη οὗτος ὁ ἐπίνικος. |
| I 5 60b [5] | ὁ δὲ νοῦς τοιοῦτος· καὶ ἐπὶ τοῦ παρόντος 〈ἐν〉 τῷ πολυφθόρῳ πολέμῳ τῇ τῶν Αἰγινητῶν ἀρετῇ μαρτυρήσειεν ἂν ἡ Σαλαμὶς ἀνορθωθεῖσα 〈ἐκ〉 τῶν κινδύνων τοῖς Αἰγινήταις κατὰ τὴν ναυμαχίαν ἀριστεύσασιν. ἐμβαλόντων γὰρ τῶν Περσῶν τῇ Σαλαμῖνι συμμαχήσαντες οἱ Αἰγινῆται καὶ κατορθώσαντες τὸ πλεῖον τοῦ πολέμου κατειργάσαντο. ἢ οὕτω· καὶ γὰρ ἐν τῷ Ἄρει καὶ τῷ χαλαζήεντι Διὸς ὄμβρῳ καὶ τῷ πολυφθόρῳ τῶν ἀναρίθμων ἀνδρῶν φόνῳ μαρτυρήσειεν 〈ἂν〉 ἡ πόλις τοῦ Αἴαντος Σαλαμὶς ὀρθωθεῖσα ὑπὸ τῶν ναυτῶν τῶν Αἰγινητῶν· νησιῶται γάρ. |
| I 5 63a [5] | ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρ ῳ : ὄμβρον μὲν τὸν πόλεμον εἴρηκεν, οἷον τὸν ὑπὸ τοῦ θεοῦ καταπεμφθέντα, διὰ τὸ τῆς βαρβαρικῆς στρατιᾶς πλῆθος. ὑπαινίττεται δὲ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων, ἧς ἔλαβον τὰ ἀριστεῖα οἱ Αἰγινῆται, καθά φησιν Ἡρόδοτός (VIII 93) τε καὶ Ἔφορος (FHG I 265 M., II 96 J). ὁ δὲ νοῦς· ἐν ᾧ, ἐν τῷ πολυφθόρῳ πολέμῳ, τὸ τῶν πεπτωκότων πλῆθος ἰσάριθμον ἦν τῷ χαλαζήεντι Διὸς ὄμβρῳ. |
| I 5 65 [5] | ἀλ λ ’ ὅμως καύχημα κατάβρεχε σιγ ᾷ : ἀλλ’ ὅμως εἰ καὶ τηλικαῦτά εἰσι τῶν Αἰγινητῶν τὰ κατορθώματα, βρέχε καὶ ἐπικάλυπτε τῇ σιωπῇ διὰ τὸν ἔξωθεν φθόνον· ὁ γὰρ δὴ Ζεὺς τὰ πάντα τοῖς ἀνθρώποις ἀπονέμει, καὶ τὰ ἀγαθὰ καὶ τὰ φαῦλα. ἐν δ ’ ἐρατεινῷ μέλιτι καὶ τοιάδε τιμα ί : ἔνιοι οὕτως· ἐν τοιούτῳ μέλιτι καὶ ἡδονῇ ὄντες καὶ τοιαύτῃ τιμῇ τὸ ἐπίνικον χάρμα ἀγαπῶσιν, ὅ ἐστι τὸν ὕμνον. |
| I 5 67b | ἢ οὕτως· αἱ τῶν νικηφόρων τιμαὶ τὴν ἐπινίκιον ᾠδὴν ἀγαπῶσι καὶ φιλοῦσιν ὡς μέλι· οἷον ὡς ἐν μέλιτι ἡ γλυκύτης ἐστὶν, οὕτω καὶ τοῖς νικῶσιν αἱ ἐπινίκιοι ᾠδαί. ἢ οὕτω· καὶ αἱ τοιαίδε τιμαὶ, καίπερ ἐν μέλιτι οὖσαι, τουτέστιν ἥδουσαι, ὅμως ἀγαπῶσι τὸ καλλίνικον χάρμα, τουτέστι τὴν ἐκ τῶν γεγραμμένων ἐπινίκων χαρὰν ἀγαπῶσι. |
| I 5 67c [5] | τιμὰς γὰρ λέγει τὰς ἐκ τῶν νικῶν περιγινομένας δόξας. ὁ δὲ νοῦς οὕτως· ἐν δὲ τοιαύτῃ τοῦ λόγου ἡδονῇ καὶ τῇ τῶν κατορθωμάτων τιμῇ τὸ τῆς νίκης ἐγκώμιον ἀγαπητῶς καὶ οὐχ ὑπεροπτικῶς δέχονται, καίτοι παρὸν αὐτοῖς ἀλαζονεύεσθαι ἐπὶ τῇ τῶν κατορθωμάτων τιμῇ. |
| I 5 70 [5] | μαρνάσθω δέ τις ἔρδω ν : ὁ λόγος προστακτικός. ἀγωνιζέσθω, φησί, τὶς ἐν ἀγῶσι καὶ ἀντεχέσθω τῶν ἄθλων, τοῦ Κλεονίκου τὸ γένος ζηλώσας· Κλεόνικος δὲ πατήρ ἐστι τοῦ Λάμπωνος, ὁ δὲ Λάμπων τοῦ Φυλακίδα· οὐδαμῶς γὰρ ἀποκέκρυπται καὶ ἀφανής ἐστιν ἡ τῶν πολυχρονίων πόνων σπουδή. οὐ δ ’ ὁπόσαι δαπάναι ἐλπίδω ν : Ἀρίσταρχος οὕτως· οὐδὲ ὁπόσαι δαπάναι αὐτοῖς ἐγενήθησαν ἐπὶ τῶν ἐκβεβηκυιῶν ἐλπίδων τῶν περὶ τὴν νίκην, ἔκνισα τῇ φωνῇ, οὐδὲ ἐλυπήθην τῇ φωνῇ, ἀλλὰ τοὐναντίον ὕμνησα αὐτούς. |
| I 5 73 [5] | ἔνιοι δὲ καταλληλότερον γράφουσι σὺν τῷ ν ἔκνιξ’ ὄπιν, ἵν’ ᾖ Πινδαρικὸν σχῆμα· οὐκ ἔκνιξαν αἱ δαπάναι οὐδὲ ὁ μόχθος αὐτῶν τετύφλωται, ἀλλὰ ὀξυδερκεῖ καὶ ἔχει καλὰ ἀποτελέσματα. ὥστε εἶναι· οὐδὲ ὁπόσαι δαπάναι τὴν τῶν ἐλπίδων ὄπιν, τουτέστι τὸ μέλλον ὀπίσω ἔσεσθαι, ἔκνισαν καὶ ἐλύπησαν. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαι ς : οὗτος ὁ Πυθέας ἐπεστάτησε τοῦ Φυλακίδα καὶ ἤλειψεν αὐτὸν, ἤτοι ἀδελφὸς ὢν τοῦ Φυλακίδα ἢ καὶ ὁμώνυμός τις τούτῳ. |
| I 5 75a [5] | ἐπαινῶ οὖν, φησί, καὶ τὸν ἀλείπτην αὐτοῦ τοῖς πόνοις τοῖς γυιοδάμαις ποιήσαντα τὸν τῶν πληγῶν δρόμον εὐθυπορῆσαι. παγκρατιαστὴς γὰρ, διὸ εὐθυπόρουν αἱ πληγαί. ἤτοι τὴν τῶν πληγῶν ὁρμήν τε καὶ σπουδὴν πληγῶν δρόμον φησὶν, ἵνα λέγῃ τὸ παγκράτιον· συνεχεῖς γὰρ αἱ τῶν χειρῶν ἐξορμήσεις. |
| I 5 75c | ἐν γυιοδάμαις δὲ, τοῖς ἀθληταῖς τοῖς τὰ γυῖα τῇ γυμνασίᾳ καταπονοῦσιν, ἢ τοῖς καταπονοῦσι τὰ τῶν ἐναντίων γυῖα. χερσὶ δεξιὸ ν , νόῳ ἀντίπαλο ν : τουτέστιν ἴσα ἐπιτεύγματα ἔχοντα ἐν τῷ νοεῖν καὶ τοῖς ἐπιτεύγμασι τῶν χειρῶν. |
| I 5 77b | οἷον καθ’ ἑκάτερον ἐπίσης ἐπιδέξιον. λάμβανέ οἱ στέφανο ν : οἱ μὲν τὸν λόγον πρὸς τὴν Αἴγινάν φασιν εἶναι· ὑποδέχου αὐτῷ τὸν στέφανον· οἱ δὲ πρὸς τὴν Μοῦσαν. |
| I 5 78 [1] | καὶ στέφανον μὲν τὸν ἐπίνικον λέγει, εὔμαλλον δὲ μίτραν τὴν ταινίαν τὴν ἐξ ἐρίου ξανθοῦ τοῖς στεφάνοις προσπλεκομένην. Scholia in Isthmionicarum carmen VI Τοῦ ἕκτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ δεκατριῶν. |
| I 6 metr (t) [15] | τὸ αʹ ἰαμβέλεγος. τὸ βʹ τροχαϊκὸν εἰς ἴαμβον καταλῆγον. τὸ γʹ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ δʹ δακτυλικὸν ἑφθημιμερές. τὸ εʹ ἴαμβος δίμετρος ὑπερκατάληκτος. τὸ ϛʹ πενθημιμερὲς δακτυλικόν. τὸ ζʹ δίμετρον ἰαμβικὸν ἀκατάληκτον μετὰ τοῦ εʹ εὕρηται. τὸ ηʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ θʹ τροχαῖος ἐπίτριτος. τὸ ιʹ τρίμετρον τροχαϊκὸν καταληκτικόν. τὸ ιαʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ βακχειακόν. τὸ ιγʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. ἡ ἐπῳδὸς κώλων ιαʹ. τὸ αʹ ἐκ Σαπφικοῦ τοῦ ἑνδεκασυλλάβου Πινδαρικόν. ἡ τοι κοινή ἐστι. τὸ βʹ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετατεθέντος. τὸ γʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ πενθημιμερές. τὸ εʹ Εὐριπίδειον. τὸ ϛʹ παρὰ τὸ Ἀρχιλόχειον· Ἐρασμονίδη Χαρίλαε. ἔστι δὲ συγκείμενον ........ περιττεύοντος μιᾷ συλλαβῇ καὶ ἰθυφαλλικοῦ μεμειωμένου τοῦ ἰθυφαλλικοῦ ἑνὶ τροχαίῳ. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἐγκωμιολογικόν. τὸ θʹ ἐγκωμιολογικὸν παρὰ συλλαβὴν μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ ιʹ παρὰ τὸ ιαʹ Σαπφικόν ....... Πεποίηται ὁ ἐπίνικος οὗτος Φυλακίδᾳ καὶ Πυθέᾳ καὶ Εὐθυμένει παγκρατιασταῖς, 〈Ἴσθμια〉 καὶ Νέμεα. |
| I 6 inscr [5] | τῶν δὲ ῥηθέντων ὁ Εὐθυμένης οὗτος μητράδελφος ἦν. Θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίο υ : ὥσπερ ἀκμάζοντος, φησί, συμποσίου καὶ δεύτερον κρατῆρα, οὕτω καὶ ἡμεῖς τοῖς Λάμπωνος υἱοῖς, θάλλουσι καὶ ἀκμάζουσι ταῖς νίκαις, καὶ δεύτερον στήσομεν κρατῆρα μουσικῶν ἐγκωμίων ὑπὲρ τῆς Λάμπωνος εὐάθλου γενεᾶς, τουτέστιν ὑπὲρ τῶν κατορθωμάτων τῶν Λάμπωνος υἱῶν. |
| I 6 4 | ἐν Νεμέᾳ μὲν πρῶτο ν , ὦ Ζε ῦ , τὶν ἄωτο ν : δεξάμενοι, φησί, τὸ ἄνθος τῶν στεφάνων ἐν Νεμέᾳ, σοὶ, ὦ Ζεῦ, πρῶτον κίρναμεν κρατῆρα. ὁ πρῶτος οὖν κρατὴρ Διὸς Ὀλυμπίου, ὁ δεύτερος Γῆς καὶ ἡρώων, ὁ τρίτος Διὸς σωτῆρος. νῦν αὖ τ ’ ἐν Ἰσθμοῦ δεσπότ ᾳ : νῦν δὲ νικήσαντος ἐν Ἰσθμῷ, τουτέστι τὰ Ἴσθμια, τοῦ νεωτέρου Φυλακίδου, τῷ δεσπότῃ αὐτοῦ Ποσειδῶνι καὶ ταῖς Νηρεΐσι κίρναμεν τὸν δεύτερον κρατῆρα. |
| I 6 10a [20] | εἴη δὲ τρίτον σωτῆρι πορσαίνοντα ς : ὁ λόγος εὐκτικός. εὔχεται δὲ τὸν τρίτον τῶν ᾠδῶν κρατῆρα κεράσαι, νικήσαντος αὐτοῦ τὰ Ὀλύμπια. τὸν δὲ τρίτον κρατῆρα Διὸς σωτῆρος ἔλεγον, καθὰ καὶ Σοφοκλῆς ἐν Ναυπλίῳ (fr. 92)· Ζεῦ παυσίλυπε, καὶ Διὸς σωτηρίου σπονδὴ τρίτου κρατῆρος. τὸν μὲν γὰρ πρῶτον Διὸς Ὀλυμπίου ἐκίρνασαν, τὸν δὲ δεύτερον ἡρώων, τὸν δὲ τρίτον Διὸς σωτῆρος. καθὰ καὶ Αἰσχύλος ἐν Ἐπιγόνοις (fr. 55)· λοιβὰς Διὸς μὲν πρῶτον ὡραίου γάμου Ἥρας τε. εἶτα· τὴν δευτέραν γε κρᾶσιν ἥρωσιν νέμω· εἶτα· τρίτον Διὸς σωτῆρος εὐκταίαν λίβα. Διὸς δὲ σωτῆρος ἔλεγον τὸν τρίτον διὰ τὸ τοὺς τοῦτον πίνοντας σταθεροὺς γίνεσθαι, τοὺς δὲ μετὰ τοῦτον εἰς ἄτην καὶ ἀνομίαν καὶ ἀσέλγειαν τρέπεσθαι. ἔλεγον δὲ αὐτὸν καὶ τέλειον διὰ τὸ τέλειον εἶναι τὸν τρίτον ἀριθμὸν ἀρχὴν ἔχοντα καὶ μέσον καὶ τέλος. ὁ δὲ νοῦς· εἴη δὲ ἡμᾶς καὶ τρίτον τῷ σωτῆρι καὶ Ὀλυμπίῳ Διῒ στῆσαι κρατῆρα καὶ ταῖς ἡδείαις ᾠδαῖς ἀνυμνεῖν τὴν Αἴγιναν. |
| I 6 10b [10] | δύναται μὲν οὖν τοῦτο καὶ οὕτω· κατὰ Αἴγιναν σπένδειν· δύναται δὲ καὶ τὸ ἑξῆς· κατασπένδειν τὴν Αἴγιναν. χαριέντως δὲ τὸ κατασπένδειν ὡς ἐπὶ κρατῆρος καὶ σπονδῆς διόλου τροπικῶς ἐφυλάχθη. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· γένοιτο αὐτὸν καὶ Ὀλύμπια νικῆσαι. εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεί ς : εἰ γάρ τις, φησί, τῶν ἀνθρώπων καὶ ἐπὶ τῷ δαπανᾶν εἰς τὰ τοιαῦτα χαρεὶς, καὶ οὐχ ὑποστειλάμενος δαπάνην, καὶ ἐπὶ τῷ πονεῖν τῷ ἰδίῳ σώματι, τουτέστι καὶ φιλοπονήσας, πράσσει τὰς θεοδμήτους ἀρετὰς, ὅ ἐστι τὰς ὑπὸ θεῶν δεδομημένας καὶ κατεσκευασμένας, ὁ θεός τε αὐτῷ συμφυτεύει δόξαν· πάντων, φησί, τούτων μετέχων πρὸς ταῖς ἐσχατιαῖς τοῦ ὄλβου βάλλεται ἄγκυραν, οἷον ὁρμίζει ἐπ’ ἄκρον τῆς εὐδαιμονίας, ὥστε μὴ ἂν πορρωτέρω δύνασθαι προελθεῖν τῆς εἰς ἄνθρωπον πιτνούσης εὐδαιμονίας. |
| I 6 14b [5] | ὁ δὲ νοῦς· εἰ γάρ τις τῶν ἀνθρώπων ἐπὶ τῇ δαπάνῃ χαρεὶς καὶ ἡσθεὶς γλυκεῖαν ἔσχε τὴν ἔκβασιν, καὶ τὰς ἐκ θεῶν ἀρετὰς κατορθοῖ καὶ ἡ τύχη αὐτῷ ἐπιφύει δόξαν ἐπέραστον, γινωσκέτω ἤδη πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς εὐδαιμονίας ἑαυτὸν προσορμίσας. τοίαισιν ὀργαῖς εὔχεται ἀντιάσαι ς : τοιούτοις τρόποις, φησίν, εὐδαιμονίας ὁ τοῦ Κλεονίκου παῖς Λάμπων συντυχὼν εὔχεται λοιπὸν τόν τε θάνατον καὶ τὸ γῆρας δέξασθαι. |
| I 6 23 [5] | ἐγὼ δ ’ ὑψίθρονον Κλωθ ώ : ἐγὼ δὲ τὴν τιμίαν, φησί, Κλωθὼ καὶ τὰς αὐτῆς ἀδελφὰς παρακαλῶ τελειῶσαι τὰς εὐχὰς αὐτοῦ, ὅ ἐστιν ἐπακοῦσαι καὶ ἐπακολουθῆσαι ταῖς εὐχαῖς τοῦ φίλου ἀνδρὸς καὶ τέλος ἐπιθεῖναι. προηύξατο δὲ καὶ Ὀλύμπια νικῆσαι καὶ τρίτον κρατῆρα κεράσαι. ἐφετμαὶ δὲ οὐ κυρίως αἱ εὐχαὶ, ἀλλ’ αἱ ἐντολαί. εὐχὴ δὲ ἡ παρὰ τῶν ὑπερεχόντων αἴτησις. ὑμέ τ ’ ὦ χρυσάρματοι Αἰακίδα ι : ὑμᾶς τε, ὦ τίμιοι κατὰ τὰ ἅρματα Αἰακίδαι, νόμιμον καὶ σύνηθες εἶναί μοι λέγω σαφέστατον καὶ δῆλον εἰς μνήμην εἰσερχομένῳ τῆς Αἰγίνης πρότερον ἐγκωμιάζειν. |
| I 6 27 [5] | ἵνα τὸ ὑπερβατὸν οὕτως ἔχῃ· ἐμοὶ δὲ τήνδε τὴν νῆσον ἐπιπορευομένῳ προτέρους ὑμᾶς, ὦ χρυσάρματοι Αἰακίδαι, νόμιμόν ἐστι ῥαίνειν τοῖς ὕμνοις καὶ ἐγκωμιάζειν. μυρίαι δ ’ ἔργων καλῶ ν : τῶν γὰρ ἀγαθῶν ἔργων, φησί, πολλαὶ καὶ μεγάλαι αἱ τῶν ἐγκωμίων ὁδοὶ, ὥστε καὶ πέρα Νείλου διαβαίνειν καὶ εἰς Ὑπερβορέους ἀκμητὶ καὶ ἀνεμποδίστως τὸ ἐγκώμιον. |
| I 6 31b [5] | ἄλλως. ὁδοὶ πολλαί εἰσιν ἑκατόμπεδοι, τουτέστι μεγάλαι, καὶ κατὰ τὸ ἑξῆς φέρουσαι τῶν ὑμετέρων πράξεων εἰς τοὺς ὕμνους· ἐπὶ τὰ πέρατα ὑμῶν ἥκει ἡ εὔκλεια μέχρι Νείλου καὶ Ὑπερβορέων. τὰ δὲ ἑκατέρωθεν παρείληφε πέρατα, τὴν σύμπασαν οἰκουμένην θέλων εἰπεῖν. τέτμηντα ι : κατώρθωνται. |
| I 6 32a | πρόκεινται. τέτμην θ ’ ἑκατόμπεδο ι : κατώρθωνται, πρόκεινται ἐφεξῆς πλατεῖαι οὖσαι. |
| I 6 34 [5] | οὐ δ ’ ἔστιν οὕτω βάρβαρο ς : οὐδαμῶς δέ τις οὕτω βάρβαρος τυγχάνει οὐδὲ τὴν γλῶσσαν ἀλλόκοτος πόλις, ἥτις τοῦ Πηλέως οὐ κατακούει τὴν δόξαν ἥρωος εὐδαίμονος καὶ γαμβροῦ τῶν θεῶν. οὐ δ ’ ἅτις Αἴαντος Τελαμωνιάδ α : οὐδὲ ἥτις πόλις τοῦ Τελαμῶνος τοῦ Αἰακοῦ παιδὸς καὶ τοῦ πατρός· εἶτα ἀπὸ κοινοῦ, οὐ κατακούει τὴν δόξαν· ὅντινα Τελαμῶνα εἰς ἰσχυρότατον πόλεμον συνεπήγαγε σὺν τοῖς Ἀργείοις αὐτοῦ ὑπηρέταις ὁ Ἡρακλῆς πρόθυμον ὄντα σύμμαχον καὶ μεγάλην βλάβην τοῖς κατὰ τὴν Τροίαν οἰκοῦσιν ἥρωσι τῶν τοῦ Λαομέδοντος ἁμαρτιῶν χάριν. |
| I 6 38 | ὁ γὰρ Ἡρακλῆς μετὰ Τελαμῶνος δοκεῖ κατειργάσθαι τὰ πολλά. εἷλε δὲ Περγαμία ν : καὶ ἐπόρθησε τὴν Πέργαμον, φησίν. |
| I 6 45a [5] | οὕτω γὰρ τὴν τῶν Τρώων ἀκρόπολιν λεγομένην εἶπεν, ὡς καὶ Ὅμηρος μνημονεύει (Ε 446)· Περγάμῳ ἐν ἱερῇ· σὺν δὲ τῷ Τελαμῶνι ἀνεῖλε τὰ πλήθη τῶν ἐν τῇ Κῷ ἐθνῶν. ταύτης δὲ τῆς ἱστορίας καὶ Ὅμηρος μνημονεύει (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ’ εὖ ναιομένην ἀπένεικας. BD ὁ δὲ νοῦς· σὺν δὲ τῷ Τελαμῶνι καὶ τὰ τῶν Κῴων ἔθνη καταγωνισάμενος ἀνεῖλε. |
| I 6 47a | καὶ τὸν βουβόταν οὔρεϊ ἶσον Φλέγραισιν εὑρὼν Ἀλκυον ῆ : Φλέγρα τῆς Θρᾴκης χωρίον. διέτριβε δὲ ὁ Ἀλκυονεὺς κατὰ τὸν Θρᾳκικὸν Ἰσθμόν. βουβόταν δὲ τὸν βουκόλον φησὶ, παρόσον τὰς Ἡλίου βοῦς ἀπήλασεν· ὅθεν καὶ ὁ πόλεμος θεῶν πρὸς τοὺς Γίγαντας. |
| I 6 47c [5] | τὸ δὲ οὐκ ἐφείσατο ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον σημαίνει· οὐκ ἐφείσατο, ἀλλ’ ἐχρήσατο· οἷον ἐπεδαψιλεύσατο πολλοὺς τῶν πολεμίων τοξεύσας ὁ Ἡρακλῆς. ὁ δὲ νοῦς· ἐν δὲ τῇ Φλεγραίᾳ Ἡρακλῆς ἰδὼν τὸν Ἀλκυονέα τὸν ἐκτράπελον καὶ τερατώδη τὸ σῶμα οὐκ ἐφείσατο τοῦ ἑαυτοῦ τόξου καὶ ἔμενεν, ἀλλὰ τὸν Αἰακοῦ παῖδα τὸν Τελαμῶνα εἰς τοῦτον τὸν πλοῦν καὶ ταύτην τὴν συμμαχίαν καλῶν ἔτυχεν ἀνευρὼν εὐωχούμενον τὸν Τελαμῶνα. |
| I 6 47e [5] | ἄλλως. ταῦτα 〈οὐκ〉 ἀπήρτισται τὸ κατάλληλον οὐκ ἔχοντα, ἃ δὴ ὁ Ἀρίσταρχος σημειοῦται. καὶ εἰσὶν οἳ κεχιάσθαι φασὶν, ὅτι ἰδίως ἐπιβέβληκεν ὡς ἐν διαστολῇ τοῦ οὐ φείσατο· ἀλλ’ Αἰακίδαν καλέων· ἀνατρέχων ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας. οὐκ ἔστι δὲ ἴδιον, ἐὰν ὁ ἀλλά ἀντὶ τοῦ δέ τάσσηται· Αἰακίδαν δὲ καλέων. νῦν ἄρχεται τῶν ἐπὶ μέρους, ἀκριβῶς τὸ ὅλον προεκθείς. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντ α : τοῦτο ἰδίως. |
| I 6 53a [5] | οὐ γὰρ ὁ Τελαμὼν ἐκέλευσε τῷ Ἡρακλεῖ ἐμβῆναι τῷ δέρματι καὶ εὔξασθαι, ἀλλ’ αὐτὸς ὁ Ἡρακλῆς τοῦτο κατ’ ἰδίαν ἔπραξε προαίρεσιν. εἴληπται δὲ ἐκ τῶν μεγάλων Ἠοιῶν ἡ ἱστορία (fr. 140)· ἐκεῖ γὰρ εὑρίσκεται ἐπιξενούμενος ὁ Ἡρακλῆς τῷ Τελαμῶνι καὶ ἐμβαίνων τῇ δορᾷ καὶ εὐχόμενος, καὶ οὕτως ὁ διόπομπος αἰετὸς, ἀφ’ οὗ τὴν προσωνυμίαν ἔλαβεν Αἴας. ἔνιοι δὲ οὕτως ἀκούουσι· τοῦτον μὲν 〈ἐν〉 ῥινῷ λέοντος ἰδὼν ὁ Τελαμὼν τὸν Ἡρακλέα ἄφνω ἐφεστῶτα ἐν τῇ δορᾷ παρεκελεύσατο αὐτῷ, ὡς ἧκεν ἐκ τῆς ὁδοῦ, σπένδειν· τουτέστι μὴ ἀποθέμενον τὸ δέρμα, ἀλλ’ ὡς εἶχεν ἄρξασθαι τῶν σπονδῶν· ὡς ὅμοιον εἶναι τῷ (Σ 392)· Ἥφαιστε, πρόμολ’ ὧδε, Θέτις νύ τι σεῖο χατίζει. |
| I 6 53c [5] | ὁ δὲ νοῦς· τοῦτον μὲν οὖν τὸν Ἡρακλέα σὺν τῇ τοῦ λέοντος δορᾷ στάντα ἐκέλευσεν ὁ Τελαμὼν σπονδῶν ἀπάρξασθαι καὶ θῦσαι τοῖς θεοῖς. ἄνδωκε δ ’ αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖα ν : Ἀρίσταρχος ἐκ μεταφορᾶς τῶν κάπρων φησὶν εἰρῆσθαι· φρίξας εὖ λοφιήν (τ 446)· ὡς ἐξοχὰς ἐχούσης τῆς φιάλης καὶ τετραχυμμένης τῇ ποικιλίᾳ τοῦ χρυσοῦ, καθαπερανεὶ πεφρικότα κάπρον. |
| I 6 58a | ἵν’ ᾖ ὅμοιον τῷ (Ν 339)· ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι. διὰ γὰρ τὰς ἀκμὰς τῶν δοράτων φρῖξαι φησὶ τὴν μάχην. ἔνιοι δὲ τὴν λαμπρὰν ἤκουσαν, ἐπειδὴ διὰ τὰς στιλβηδόνας ὥσπερ ἀκτῖνες ἀποσείονται καὶ ἔκστασις γίνεται. |
| I 6 58c | χρυσῷ πεφρικυῖα ν : διὰ τὴν ἀπόστιλψιν λέγει. ὁ δὲ νοῦς· παρέσχε δὲ αὐτῷ ὁ ἀγαθὸς Τελαμὼν οἴνου δεκτικὴν φιάλην καὶ στίλβουσαν τῷ χρυσῷ. |
| I 6 58d [5] | D ὃ δ ’ ἀντείνας οὐρανῷ χεῖρας ἀμάχου ς : ὁ δὲ ἀνατείνας τῷ οὐρανῷ τὰς ἀκαταμαχήτους αὐτοῦ χεῖρας τοιοῦτον ἐφώνησε λόγον· ὦ πάτερ Ζεῦ, εἴ ποτε τῶν ἐμῶν εὐχῶν ἑκὼν καὶ μετὰ προθυμίας κατήκουσας, ἐπὶ τοῦ παρόντος θείαις εὐχαῖς καθικετεύω, ἀνδρειότατον τῷ Τελαμῶνι ἐκ τῆς γαμετῆς Ἐριβοίας γενέσθαι παῖδα. |
| I 6 60 | ἦν γὰρ ὁ Τελαμὼν παιδοποιΐας ἐπιθυμῶν. μοιρίδιον τελέσα ι : τὸ τελέσαι κατὰ κοινοῦ· τελέσαι τῷδε παῖδα, καὶ λίσσομαί σε τὸν ἐμὸν φίλον Τελαμῶνα εὐτυχῆ τελέσαι. |
| I 6 67b | τὸ δὲ περιπλανᾶται ἀντὶ τοῦ περικινεῖται, περίκειται ἢ περιλαμβάνει δίχα πίλναται· διὸ καὶ εὐσυμβόλως ἐν ἀρχαῖς τὸν Ἡρακλέα ἐπιστῆναι τῇ λεοντείᾳ δορᾷ ἐκέλευσε. τὸ δὲ θυμὸς δ’ ἑπέσθω, ἤτοι ἀνδρεία δὲ αὐτῷ καὶ ῥώμη ἑπέσθω ἴσως τῷ τοῦ λέοντος θυμῷ· ἢ οὕτως· ἑπέσθω δὲ τῷ Αἴαντι καὶ ἡ ψυχὴ ἄτρωτος καὶ μὴ ὑπείκουσα, καθάπερ καὶ τὸ σῶμα. |
| I 6 72a | ταῦ τ ’ ἄρα οἱ φαμέν ῳ : ταῦτα εἰπόντι, φησί, τῷ Ἡρακλεῖ ἀπέστειλεν ὁ Ζεὺς τῶν ὀρνίθων τὸν μέγαν καὶ ἔξοχον ἀετόν· ἡδεῖα δὲ αὐτὸν διεκίνησεν ἡδονὴ, καὶ εἶπε τοιαῦτα ὥσπερ τις ἀκριβέστατος μάντις. ἢ οὕτω· χαρὰ ἐκέντρισε, τουτέστιν ἐχάρη κατὰ ψυχήν. |
| I 6 76 [5] | ἔσσεταί τοι παῖ ς , ὦ Τελαμώ ν : γενήσεταί σοι παῖς, ὦ Τελαμών. καὶ δὴ αὐτὸν τὸ θεῖον παρακελεύεται τοῦδε τοῦ φανέντος ὄρνιθος ἐπώνυμον Αἴαντα, ἔξωθεν τὸ καλεῖσθαι τὸ ὄνομα, γενναῖον ὄντα 〈ἐν〉 πᾶσι τοῖς πόνοις καὶ καμάτοις τοῦ πολέμου καὶ ἔξαρχον τῶν ἄλλων ὄχλων· ἵνα τὸ ἐσόμενον ἔξωθεν ἀκούωμεν. δῆλον οὖν, ὅτι παρὰ τὴν πτῆσιν καὶ τὴν τοῦ ἀετοῦ ἐπιφάνειαν Αἴαντα τὸν παῖδα κέκληκεν ὁ Τελαμών. ἐμοὶ δὲ μακρὸν πάσας ἁγήσασ θ ’ ἀρετά ς : ἐμοὶ δὲ μέγα καὶ ἀπερίγραπτον λόγῳ τὸ διηγήσασθαι πάσας τὰς τῶν Αἰακιδῶν ἀρετάς· ἦλθον γὰρ, ὦ Μοῦσα, συντόμως κατὰ τὸν Ἀργείων τρόπον τῷ Φυλακίδᾳ καὶ τῷ Πυθέᾳ καὶ τῷ Εὐθυμένει τῶν ἐγκωμίων δοτὴρ καὶ ταμίας. |
| I 6 87a [5] | εἰρήσεταί πού κ ’ ἐν βραχίστοι ς : τουτέστιν ἐπὶ βραχὺ εἰρήσθω. μακρολόγοι μὲν οὖν οἱ Ἴωνες, σύντομοι δὲ οὐ μόνον Λάκωνες, ἀλλὰ καὶ Ἀργεῖοι. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 424)· πάντ’ οἶσθα, πάντ’ ἔλεξα τἀντεταλμένα· μῦθος γὰρ Ἀργολιστὶ συντέμνει βραχύς. ὁ δὲ νοῦς· ῥηθήσεται δὲ ἐν βραχέσι λόγοις τὸ ἐγκώμιον· ἐδέξαντο νίκας ἀγωνιζόμενοι παγκρατίῳ. |
| I 6 89a [5] | τρεῖς ἀ π ’ Ἰσθμο ῦ : τρεῖς μὲν ἐν Ἰσθμῷ, φησί, τὰς δὲ αὐτῶν ἐκ τῆς ἐπιδόξου Νεμέας οἵ τε ἀγαθοὶ παῖδες τοῦ Λάμπωνος καὶ οἱ τούτων μήτρωες, ἐδέξαντο νίκας ἀπὸ κοινοῦ. μήτρωες δὲ, ἀντὶ τοῦ μήτρως δὲ, ὁ Εὐθυμένης, ὅτι μητρὸς ἀδελφὸς τῶν Λάμπωνος υἱῶν. τὸ δὲ οἵαν θαυμαστικῶς ἀντὶ τοῦ ὁποίαν εἴρηκεν· ὁποίαν δὲ καὶ ἡλίκην ὕμνων μερίδα ἀνήγαγον εἰς φῶς ἐπὶ ταῖς ἑαυτῶν ἀνδρείαις. |
| I 6 89c [5] | ἢ οὕτως· ἀνήγαγον δέ, φησίν, εἰς φῶς τὴν μοῖραν τῶν ὕμνων. λέγει δὲ τὴν τῶν ἑαυτοῦ μοῖραν ὕμνων, ἣν νικήσαντες ἀνήγαγον εἰς φῶς. οἷον οἱ ὕμνοι οἱ εἰς τοὺς περὶ Φυλακίδαν ἐπιφανεῖς ἐγένοντο, ὅτι ἐνίκησαν. Ψαλυχιάδαι δὲ φυλὴ ἐν Αἰγίνῃ, ἀφ’ ἧς ὁ νικηφόρος. |
| I 6 89d | τὴν δὲ τῶν Ψαλυχιαδῶν φατρίαν τῇ τῶν Χαρίτων καλλίστῃ δρόσῳ καταβρέχουσι, φησὶ δὲ τοῖς ὕμνοις. ἄλλως. |
| I 6 89e [5] | συλληπτικῶς εἶπε τὸ χωρὶς ἑκατέρῳ συμβεβηκός· ὁ μὲν γὰρ Φυλακίδας Ἴσθμια δὶς νικᾷ καὶ Νέμεα ἅπαξ, ὁ δὲ Εὐθυμένης ἅπαξ Ἴσθμια, ὁ δὲ Πυθέας Νέμεα· ὃν δὴ μήτρωα καλεῖ τούτων ὡς κατὰ μητέρα προσήκοντα· οὐ γὰρ πιθανὸν μητράδελφον ἀκούειν. τόν τε Θεμιστίου ὀρθώσαντες οἶκο ν : καὶ τὸν τοῦ Θεμιστίου δὲ οἶκον ταῖς ἑαυτῶν εὐδοξίαις ἀνορθώσαντες ταύτην τὴν πόλιν οἰκοῦσι τὴν θεοφιλῆ. |
| I 6 95 [5] | ἦν δὲ ὁ Θεμίστιος πρόγονος αὐτῶν, οὗ καὶ ἐν τοῖς Νεμεονίκαις μνημονεύει (N V 50)· εἰ δὲ Θεμίστιον ἵκεις ὥστ’ ἀείδειν. Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδο υ : μελέτη δέ τοι ἔργον ὀφέλλει (op. |
| I 6 97 [5] | 410). ὁ δὲ Λάμπων, φησί, διηνεκῶς τοῖς ἔργοις τὴν μελέτην διδοὺς τὸν τοῦ Ἡσιόδου τιμᾷ καὶ ἀποδέχεται λόγον, καὶ τοῖς ἑαυτοῦ παισὶ λέγων τὸν στίχον παραινεῖ ἄθλων καὶ εὐδοξίας ἀντέχεσθαι, κοινὴν εὐδοξίαν τῇ ἑαυτοῦ πατρίδι προσάπτων. καὶ ξείνων εὐεργεσίαις ἀγαπᾶτα ι : τιμᾶται δὲ καὶ ἐπὶ ταῖς τῶν ξένων εὐεργεσίαις· τυγχάνει γὰρ ὢν φιλόξενος· τὰ προσήκοντα μὲν τῇ γνώμῃ τῇ ἑαυτοῦ μετερχόμενος, τὰ προσήκοντα δὲ καὶ κατέχων εἰς ἑαυτὸν καὶ λογιζόμενος. |
| I 6 102b | ἢ οὕτω· διὰ τὸ φιλόξενος εἶναι καὶ ὑπὸ ξένων καὶ ὑπὸ πολιτῶν τιμᾶται, καὶ διανοούμενος τὰ μέτρια καὶ ἐνεργῶν καὶ πράσσων. γλῶσσα δ ’ οὐκ ἔξω φρενῶ ν : τουτέστιν οὐδὲν ἄκαιρον φλυαρεῖ, ἀλλ’ ὃ σκέπτεται. |
| I 6 105a | παρὰ γὰρ πολλοῖς ἡ γλῶττα προτρέχει τῆς διανοίας. ἢ οὕτως· ἡ δὲ γλῶσσα αὐτοῦ καὶ ὁ λόγος οὐκ ἔστιν ἔξωθεν τῶν δεουσῶν φρενῶν, ἀντὶ τοῦ οὐ προπετῶς φθέγγεται. |
| I 6 106a [5] | φαίης κέ νιν ἄνδ ρ ’ ἐν ἀθληταῖ ς : εἴποι δ’ ἄν τις αὐτὸν τὸν Λάμπωνα εἶναι τοιοῦτον ἄνδρα ἐν τοῖς ἀθληταῖς, οἵαν ἐν πέτραις ἑτερογενέσι Ναξίαν ἀκόνην, δυνάμενον ἀθλητὰς μάλιστα παραθῆξαι. νομίζονται γὰρ διαφορώταται τῶν ἄλλων ἀκονῶν αἱ κατὰ τὴν ἐν Κρήτῃ Νάξον. τοσοῦτον οὖν φησι τῶν ἄλλων ἀλειπτῶν διαφέρειν ἐν τοῖς ἀθληταῖς, ὅσον ἐν ἄλλαις ἀκόναις αἱ Νάξιαι διαφέρουσιν. ὁ δὲ νοῦς· εἴποις δ’ ἂν αὐτὸν τὸν Λάμπωνα ἐν τοῖς ἄλλοις ἀθληταῖς οὕτως ἰσχυρὸν εἶναι ὥσπερ ἐν τοῖς ἄλλοις λίθοις ἡ Ναξία. |
| I 6 106b | ποιεῖ δὲ πρὸς ἀκόνην ὁ Νάξιος λίθος. πίσω σφε Δίρκας ἁγνὸν ὕδω ρ : ἀλληγορεῖ νῦν· ποτιῶ, φησίν, αὐτοὺς τὸ ἀπὸ τῆς Δίρκης ὕδωρ, ὃ αἱ Μοῦσαι ἀνατεῖλαι ἐποίησαν· τουτέστι τῷ ἐμῷ ῥεύματι, ἤτοι τῷ ποιήματι ποτιῶ αὐτούς. |
| I 6 108 [1] | Θηβαῖος γὰρ, ἡ δὲ Δίρκη ἐν Θήβαις· διὸ ἐξ αὐτῆς ἀναβεβλῆσθαί φησι τὸν ὕμνον. πῖσαι δὲ τὸ ποτίσαι, καὶ τὰς ποτίστρας δὲ πίσας ἔλεγον. Scholia in Isthmionicarum carmen VII Τοῦ ἑβδόμου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ὀκτώ. |
| I 7 metr (t) [15] | τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ βʹ ἰωνικὸν τετράμετρον ἰαμβικῷ κατακλειόμενον, βραχυκατάληκτον. τὸ γʹ ἐκ πενθημιμεροῦς ἰαμβικοῦ καὶ διμέτρου τροχαϊκοῦ καταληκτικόν. τὸ δʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ εʹ δακτυλικὸν τρίμετρον καταληκτικόν· ἡ τελευταία βραχεῖα. τὸ ϛʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ ἐπῳδὸς κώλων καὶ αὐτὴ ὀκτώ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον. τὸ βʹ παλιαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ γʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ δʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ εʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζʹ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ηʹ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. Ὁ λόγος πευστικὸς πρὸς τὴν Θήβην, ᾧ καὶ ἀποχρώμενος λεληθότως αὐτῆς ἐγκώμια καταριθμεῖται. |
| I 7 1b | ὁ δὲ νοῦς οὕτω· τίνι τῶν φθασάντων ἐπιχωρίων ἀγαθῶν, ὦ μακαριωτάτη Θήβη, μάλιστα τὴν σὴν ψυχὴν εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρο ν : παρὰ τὰ ἐπικτυποῦντα ἐν ταῖς τελεταῖς τῆς Δήμητρος κύμβαλα. |
| I 7 3a [10] | μετὰ γὰρ κυμβάλων καὶ τυμπάνων περιϊοῦσα ἡ θεὸς καὶ τούτοις ἠχοῦσα ἐζήτει πρὸς τὸ πάντας ἀκούειν καὶ πυνθάνεσθαι ὅ τι ζητεῖ. πάρεδρον δὲ Δήμητρος εἶπε τὸν Διόνυσον, κατὰ μὲν τὸν μυστικὸν λόγον, ὅτι παρεδρεύει αὐτῇ ὁ ἐκ Περσεφόνης γεγονὼς Ζαγρεὺς Διόνυσος, ὁ κατά τινας Ἴακχος· κατὰ δὲ τὸν φυσικὸν λόγον, ἐπειδὴ τῇ ξηρᾷ τροφῇ, ἣ ἀνάκειται τῇ Δήμητρι, παρέπεται ἡ τοῦ οἴνου χρῆσις, ἢ ὅτι ἡ σταφυλὴ ἐδωδίμη ἐστὶ καὶ εἰς πόσιν ἐπιτηδεία. ὁ δὲ νοῦς· ἆρ’ ἡνίκα ἀνέτειλας καὶ ἐγέννησας τὸν εὔτριχα Διόνυσον τὸν πάρεδρον τῆς χαλκοκρότου Δήμητρος; ἢ χρυσῷ μεσονύκτιο ν : ἢ ὅτε τὸ μεσονύκτιον χρυσῷ καταστάζοντα ἐδέξω τὸν τῶν θεῶν ἔξαρχον Δία. |
| I 7 5b | ἄλλως. ἰδίως λέγει τὸν Δία ὗσαι χρυσὸν, ἡνίκα ἐμίγνυτο Ἀλκμήνῃ· ἢ τὰ ἐπὶ Δανάης μυθευόμενα ἐπὶ Ἀλκμήνην μετήγαγεν. ὁπό τ ’ Ἀμφιτρύωνος ἐν θυρέτροις σταθεί ς : ἡνίκα τοῦ Ἀμφιτρύωνος κατὰ τὰ πρόθυρα σταθεὶς τὴν γαμετὴν μετῆλθε ταῖς θείαις γοναῖς. |
| I 7 9 | κατὰ πάντων δὲ ἀπὸ κοινοῦ τὸ εὔφρανας ἀκουστέον. ἢ ὅ τ ’ ἀμφὶ Τειρεσία ο : ἢ ὅτε ταῖς τοῦ Τειρεσίου πυκναῖς καὶ συνεταῖς μαντείαις. |
| I 7 11b | ἱππόμητιν δὲ τὸν Ἰόλαόν φησι, παρόσον ἡνιόχησεν Ἡρακλεῖ. ἀπὸ κοινοῦ δὲ πρὸς πάντα τὸ θυμὸν τεὸν εὔφρανας. ἢ Σπαρτῶν ἀκαμαντολογχᾶ ν : τῶν κατὰ τὰς Θήβας ἀναδοθέντων ἐκ τῶν δρακοντείων ὀδόντων, ὧν καὶ Εὐριπίδης (Phoen. |
| I 7 13 [10] | 795) μέμνηται· ἢ Σπαρτῶν φησι τῶν ἄγαν πολεμικῶν. ὁ γὰρ Φερεκύδης (FHG I 83 M., I 67 J.) διττά φησιν εἶναι Σπαρτῶν γένη· τὸν γὰρ Ἄρη καὶ τὴν Ἀθηνᾶν τοὺς μὲν ἡμίσεις τῶν ὀδόντων Κάδμῳ δοῦναι, τοὺς δὲ ἡμίσεις Αἰήτῃ· Ἀνδροτίων· δέ φησι (FHG I 373) φυγόντα ἐκ τῆς Φοινίκης τὸν Κάδμον μετὰ ἱκανῶν σποράδων κατελθεῖν εἰς Θήβας, ὅθεν διὰ τὸ συμμιγὲς καὶ σποράδην εἶναι Σπαρτοὶ ἐκλήθησαν· οἱ δὲ Θηβαῖοι τὰ περὶ αὐτῶν ψευδῶς ἐτερατούργησαν. ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶ ς : τῆς μάχης, διὰ τὰς ἐν αὐτῇ θορυβώδεις φωνάς. |
| I 7 14a | ὅτι δὲ ἐκ τῶν ἑπτὰ λόχων ἀπεσώθη ὁ Ἄδραστος, δῆλον. ὁ δὲ νοῦς· ἢ ὅτε ἐκ τῆς ἰσχυροτάτης μάχης ἀπέπεμψας τὸν Ἄδραστον ὀρφανωθέντα, ὦ Θήβη, μυρίων καὶ ἀναρίθμων στρατιωτῶν εἰς τὸ ἱππικὸν Ἄργος. |
| I 7 18a [10] | ἢ Δωρί δ ’ ἀποικία ν : οἱ Ἡρακλεῖδαι ἔσχον παρὰ τοῦ θεοῦ χρησμὸν συλλαβεῖν Αἰγείδας, καὶ οὕτω τῆς Πελοποννήσου κρατήσειν. ἦσαν δὲ οὗτοι Φλεγραῖοι ἀνέκαθεν, φυλὴ ἐν Αἰγίνῃ. οἱ δὲ δεξάμενοι κατὰ τὸ Πυθικὸν χρηστήριον, τῆς ἐλπίδος οὐκ ἐκπεσόντες, κρατήσαντες δὲ τῆς Πελοποννήσου, μετῴκισαν εἰς Θήβας τοὺς Αἰγείδας. ἔνιοι δέ φασιν Αἰγείδας Ἀθηναίους τὸ ἀνέκαθεν εἶναι· ἔνιοι δὲ Αἰγείδας φυλὴν ἐν Θήβῃ, ἀφ’ ἧς σύμμαχοι ἐπὶ τὴν Λακεδαίμονα ἦλθον καὶ ἐκράτησαν· ἔνιοι, ὅτι οὕτως ὀνομάζονταί τινες ἐν Λακεδαίμονι ἀπὸ Αἰγέως τινὸς Θηβαίου, ὃν συνεργῆσαι τοῖς Ἡρακλείδαις φασὶ πρὸς τὴν κατάκτησιν τῆς Λακωνικῆς. ἔνιοι Ἀργεῖδαι γράφουσι διὰ τὸ Ἀργείαν προσονομάζεσθαι τὴν Ἀριστοδήμου γυναῖκα τοῦ ἀπογόνου τῶν Ἡρακλειδῶν, ἐξ ἧς ἐγένετο Προκλῆς καὶ Εὐρυσθένης οἱ κατασχόντες τὴν Λακωνικήν. ὁ δὲ νοῦς· ἢ ὅτε τὴν Δωρίδα τῶν Ἡρακλειδῶν κάθοδον ἐπ’ ἀσφαλοῦς στῆναι παρεσκεύασας· ἔλαβον γὰρ τὰς Ἀμύκλας οἱ σοὶ ἀπόγονοι Αἰγεῖδαι τοῖς τοῦ Πυθίου Ἀπόλλωνος μαντεύμασιν. |
| I 7 18c [25] | ἄλλως. Αἰγείδας νῦν οὐκ ἂν εἴη λέγων τοὺς Ἀθηναίους· περὶ γὰρ Θηβῶν ὁ λόγος. καὶ εἰσὶν Αἰγεῖδαι φατρία Θηβαίων, ἀφ’ ἧς ἧκόν τινες εἰς Σπάρτην Λακεδαιμονίοις βοηθήσοντες ἐν τῷ πρὸς Ἀμυκλαεῖς πολέμῳ, ἡγεμόνι χρησάμενοι Τιμομάχῳ, ὃς πρῶτος μὲν πάντα τὰ πρὸς πόλεμον διέταξε Λακεδαιμονίοις, μεγάλων δὲ παρ’ αὐτοῖς ἠξιώθη τιμῶν· καὶ τοῖς Ὑακινθίοις δὲ ὁ χάλκεος αὐτοῦ θώραξ προτίθεται· τοῦτον δὲ Θηβαῖοι ὅπλον ἐκάλουν. ταῦτα ἱστορεῖ καὶ Ἀριστοτέλης ἐν τῇ Λακώνων πολιτείᾳ (fr. 532). ἔνιοι δέ φασι τὸν Πίνδαρον νῦν μὴ τοῦ πρὸς Ἀμυκλαεῖς πολέμου μνημονεύειν μηδὲ τῶν σὺν Τιμομάχῳ Αἰγειδῶν, ἀλλὰ τῶν σὺν τοῖς Ἡρακλείδαις εἰς Πελοπόννησον κατελθόντων, ὧν Ἀριστόμαχος ὁ Κλεάδα καὶ Κλεάδας ὁ Ὕλλου ἡγοῦντο· καὶ γὰρ τότε Θήβηθεν ἥκειν τοῖς Δωριεῦσι τοὺς ἁψαμένους τῆς καθόδου Αἰγείδας μετὰ τῶν Ἀθηναίων· εἶναι δὲ τοὺς Θήβηθεν Αἰγείδας τὸ ἀνέκαθεν Ἀθηναίους. δυεῖν οὖν ἀποστόλων ἐκ τῆς τῶν Αἰγειδῶν τῶν Θηβαίων 〈φατρίασ〉 εἰς Σπάρτην γεγονότων, ἔργον ἀποφήνασθαι, ποτέρου ὁ Πίνδαρος νῦν μνημονεύει. μή ποτε δὲ τῆς δευτέρας; Ἀριστοτέλης (ibid.) γάρ φησιν, ὅτι πολεμοῦντες οἱ Λάκωνες Ἀμυκλαεῦσιν, ὡς ἐπύθοντο παρὰ θεοῦ τοὺς Αἰγείδας συμμάχους λαβεῖν, εἰς Ἀθήνας ἐπορεύοντο. καταλύσαντες δὲ ἐν Θήβαις εὐωχουμένης τῆς τῶν Αἰγειδῶν φατρίας ἐκλήθησαν. ἀκούσαντες δὲ μετὰ δεῖπνον εὐχομένου τοῦ ἱερέως διδόναι τοὺς θεοὺς τοῖς Αἰγείδαις τὰ ἀγαθὰ καὶ συμβαλόντες τὸν χρησμὸν, ἐντεῦθεν ἔλαβον τὴν συμμαχίαν. ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρι ς : Ἀρίσταρχος τοῦτο λεγόμενον, φησίν, ὑπόνοιαν δίδωσιν, ὡς ὅτε ἔγραφεν ὁ Πίνδαρος, ἀχαριστουμένων τι τῶν Θηβαίων ὑπὸ τῶν Λακεδαιμονίων. |
| I 7 23a [5] | ἐὰν δὲ ὑποτεθῇ τὰ ἑξῆς, ὅ τι μὴ σοφίας ἄωτον, ὡς ἐν τῷ καθόλου λέγων ἔσται, ὅπερ πολλάκις εἴωθε λέγειν· ὅτι πᾶσα χάρις πεπαλαιωμένη καθεύδει καὶ μεμάρανται, καὶ ὅτι τοιούτου πράγματος ἀμνήμονές εἰσιν οἱ ἄνθρωποι, ὃ ἂν μὴ ἀοίδιμον γένηται καὶ τύχῃ ὕμνου τινός. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἀλλὰ πᾶσα χάρις, φησί, παλαιῶν ἔργων ἀφυπνώττει καὶ εἰς λήθην ἐμπίπτει, ἀμνήμονες δὲ καὶ οἱ ἄνθρωποι γίνονται τούτου, ὅπερ ἂν μὴ τὸ τῆς σοφίας ἄκρον ἀπάνθισμα τοῖς ἐνδόξοις τῶν λόγων ἐγκωμίοις ἐπικαταλάβῃ καὶ ἐπαίνοις ἐπιζεύξῃ. |
| I 7 23c | ἢ οὕτως· ἀμνήμονες δὲ οἱ ἄνθρωποι τούτου, ὅ τι μὴ εἰς τὸ τῆς σοφίας ἄκρον ἀπάνθισμα παραγένηται ὑποζυγὲν τοῖς ἐνδόξοις τῶν λόγων ἐγκωμίοις. ἄλλως. |
| I 7 23d | συζευχθὲν τοῖς ὕμνοις τὸ ποίημα. κώμα ζ ’ ἔπει τ ’ ἐν ἁδυμελεῖ σὺν ὕμν ῳ : πρὸς τὴν πόλιν ὁ λόγος· εἴ τι ἐκείνοις ἥσθης, φησί, καὶ νῦν κώμαζε. |
| I 7 27b | ἵνα μὴ ἡ νίκη τοῦ Στρεψιάδου σιωπηθῇ, κώμαζε καὶ συνέξαρχε σὺν ἁδυμελεῖ ὕμνῳ. περιττεύει δὲ ἤτοι ἡ ἔν πρόθεσις ἢ ἡ σύν· μία γὰρ ἀρκεῖ. ἄλλως. |
| I 7 27c | ἐνταῦθα ἀπὸ τῆς πεύσεως ἀποδέδωκεν. εὐφρανθεῖσα, ὦ Θήβη, ἐπὶ τοῖς ἀρχαιοτέροις καλοῖς, καὶ ἐπὶ τοῦ παρόντος χόρευε καὶ ἐπὶ τῷ Στρεψιάδῃ. ἰδεῖν τε μορφάε ς’ : οὐχ ἥττων ἐστί, φησίν, ἡ γνώμη τοῦ κάλλους. |
| I 7 30a | οὐχ ὅμοιόν ἐστι τῷ παρ’ Ὁμήρῳ (ρ 454)· οὐκ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν. ἢ οὕτω· φέρει δὲ καὶ τὴν τῆς ψυχῆς ἀρετὴν οὐκ αἰσχύνουσαν τὴν τοῦ σώματος εὐμορφίαν. |
| I 7 34a | μάτρῳ θ ’ ὁμωνύμ ῳ : τοῦ Στρεψιάδου μήτρως ὁμώνυμος. οὗτος ἀνῃρέθη κατὰ τὸν Πελοποννησιακὸν πόλεμον. ὁ δὲ νοῦς· τῷ δὲ ὁμωνύμῳ αὐτοῦ μήτρωϊ τὴν τῆς νίκης εὐδοξίαν τε καὶ ἡδονὴν παρέσχετο, ᾧ, τῷ μήτρωϊ, ὁ Πελοποννησιακὸς πόλεμος τὸν θάνατον παρέσχετο καὶ ἐπέβαλε· τῇ δὲ τιμῇ τοῖς ἀγαθοῖς ἰσοῦται. |
| I 7 34b [5] | ἐὰν δὲ κατ’ εὐθεῖαν πτῶσιν τὸ τιμά, ὁ νοῦς τοιοῦτος· πᾶσι γὰρ τοῖς ἀγαθοῖς ἡ τιμὴ ἀντίκειται καὶ πλησιάζει, καὶ μάλιστα τοῖς τὴν ψυχὴν ὑπὲρ τῆς πατρίδος προεμένοις ἀντὶ τῆς ψυχῆς τιμὴ κεῖται. ὥστε δῆλον ὅτι πρὸς τετελευτηκότα ὁ λόγος. ἴστω γὰρ σαφὲ ς , ὅστις ἐν ταύτᾳ νεφέλ ᾳ : ὅστις, φησίν, ἐν τῇ τοῦ Ἄρεος νεφέλῃ, τουτέστιν ἐν τῷ πολέμῳ, τὴν τοῦ αἵματος χάλαζαν ἀμύνεται ἐναντίον φέρων ὄλεθρον τοῖς πολεμίοις, ἴστω ὁ τοιοῦτος μέγιστον παρὰ τῶν ἀστῶν κλέος αὔξων τῷ ἑαυτοῦ γένει. |
| I 7 37a | ταῦτα δὲ λέγει ὡς περὶ τὴν Σαλαμῖνα τοῦ Λάμπωνος ἠνδραγαθηκότος. ἄλλως. |
| I 7 37b [5] | ἐν τῇ τοῦ πολέμου νεφέλῃ, φησὶ δὲ τῇ βλαβερᾷ τῆς μάχης φθορᾷ, ἀπὸ μεταφορᾶς τῶν χειμώνων. καὶ διόλου τὰ τῆς ἀλληγορίας σῴζεται. τὺ δὲ Διοδότοιο πα ῖ : πρὸς τὸν ὁμώνυμον τῷ νικηφόρῳ Στρεψιάδην Διοδότου παῖδά [φησι] καὶ ὡς πρὸς περιόντα τὸν λόγον ποιεῖται· σὺ δὲ, Διοδότου παῖ, ἐν ἐπαίνῳ τιθέμενος Μελέαγρόν τε καὶ Ἕκτορα καὶ τὰς τούτων ζηλῶν ἀρετὰς κατὰ πόλεμον ἐτελεύτησας προμαχόμενος τῆς πατρίδος. |
| I 7 50 | ἔν θ ’ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταισιν ἐ π ’ ἐλπίσι ν : ἀντὶ τοῦ ἔσχατα ἐπελπίζοντες, ὅ ἐστιν ἀπολέσθαι, καὶ μὴ ἐπὶ τούτῳ ὑποστελλόμενοι. ἔτλαν δὲ πένθος οὐ φατό ν : ὁ τῷ ἀποθανόντι διαφέρων ἐγὼ ὁ χορός, φησίν, ἔτλαν. |
| I 7 51b [5] | οἱ σοὶ οἰκεῖοι. ὁ δὲ νοῦς· ὑπέμεινα δὲ σοῦ πεπτωκότος λύπην καὶ συμφορὰν ἀφόρητον, ἀλλ’ ἐπὶ τοῦ παρόντος Ποσειδῶν εὐδίαν ἔδωκεν ἐξ ἐκείνου τοῦ χειμῶνος, οἱονεὶ μετὰ τὴν χειμερινὴν τῶν φθασάντων κατάστασιν εὐδία ἄλυπος παρὰ τῶν θεῶν ὑμᾶς διεδέξατο. |
| I 7 53a [5] | ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόζω ν : ὁ λόγος ἐπαμφοτερίζει. ἤτοι γὰρ τὴν ἐμαυτοῦ κεφαλὴν ἁρμόσας τοῖς στεφάνοις ᾄσομαι τὸν ἐπίνικον, ἢ οὕτως· τὸν ἐπίνικον ᾄσω τὴν τοῦ νικηφόρου κεφαλὴν τοῖς στεφάνοις ἁρμόζων· φησὶ δὲ τοῖς μουσικοῖς. ἄλλως. |
| I 7 53b | τοὐναντίον εἶπε· βούλεται γὰρ λέγειν τοὺς στεφάνους τῇ χαίτῃ ἁρμόζων. ὁ δ ’ ἀθανάτων μὴ θρασσέτω φθόνο ς : Ἀρίσταρχος ἐπὶ τοῦ ἐρεθίζειν ἀκούει, τάττεσθαι δέ φησι καὶ ἐπὶ τοῦ ταράττειν. |
| I 7 55a [5] | μὴ οὖν, φησί, με ὁ ἐκ θεῶν ταραττέτω φθόνος, εἰ τὸ ἐν τῷ βίῳ τερπνὸν τοῦτο ἀεὶ κατὰ τὴν παροῦσαν ἡμέραν διώκων καὶ θηρεύων μεθ’ ἡσυχίας καταστρέφω τὸν βίον. ἢ οὕτως· ὁ δὲ παρὰ τῶν θεῶν φθόνος μὴ συνθραυέτω, ὅτι ἑκάστης ἡμέρας ἥσυχος καὶ πρᾷος ὢν μετὰ ἡσυχίας καταγηράσκω, καὶ παραγίνομαι εἰς τὸν μεμοιραμένον χρόνον. |
| I 7 55b [5] | ἐὰν δὲ κατὰ τὸ φθόνος θῶμεν τὴν τελείαν, ἔσται ὁ νοῦς τοιοῦτος· εἴθε, ὅπερ τερπνὸν, ἐφ’ ἑκάστης ἡμέρας μεταδιώκων καὶ δεξάμενος μεθ’ ἡσυχίας ἐπί τε τὸ γῆρας καὶ τὸν μεμοιραμένον χρόνον παραγενοίμην. καὶ ἔσται ὁ λόγος ὡς παρὰ τοῦ νικηφόρου, ἐκεῖνο μέντοι ὡς παρὰ τοῦ ποιητικοῦ προσώπου. 60 b D θνᾴσκομεν γὰρ ὁμῶ ς : καθάπαξ γὰρ πάντες ἄνθρωποι ἑνὶ καὶ τῷ αὐτῷ ὑποπίπτομεν θανάτῳ, τὰ δὲ τοῦ δαίμονος καὶ τῆς τύχης οὐκέτι ἴσα ἐστὶ καὶ ὅμοια τοῖς πᾶσι. |
| I 7 59 | 60 b B δαίμων δ ’ ἄϊστο ς : τουτέστιν οὐκ ἔστι προφανὴς ὁ δαίμων τοῖς ἀνθρώποις, οὐδὲ οἶδε τὸ ἐκβησόμενον. |
| I 7 60a | 63BD τὰ μακρὰ δ ’ εἴ τις παπταίνε ι , βραχὺς ἐξικέσθα ι : εἰ δέ τις τὰ ὑπὲρ ἑαυτὸν σκοπεῖ καὶ λαβεῖν σπουδάζει, οὗτος βραχὺς καὶ ἀσθενὴς πρὸς τὸ τῆς ἐπιθυμίας παραγενέσθαι τέλος καὶ ἀπελθεῖν εἰς τὸ τῶν θεῶν ἰσχυρότατον ἕδρασμα. |
| I 7 60c | ἢ οὕτως· ἀσθενής ἐστι πᾶς ἄνθρωπος, εἴ τις μακρὰ βλέπει ὡς ἐφαψόμενος τοῦ οὐρανοῦ καὶ τῆς τῶν θεῶν διαίτης. θνητὸς εἶ, φησί· τὸ παρὸν εὖ τίθεσο. 60 a BD ὅτι πτερόεις ἔρριψε Πάγασο ς : ὑπόδειγμα τοῦ μὴ δεῖν ἐπαίρεσθαι τὸν ἄνθρωπον μέχρις οὐρανοῦ Βελλεροφόντην καὶ Πήγασον ἔλαβεν. |
| I 7 63b | ὁ δὲ νοῦς· ὁ γὰρ δὴ Πήγασος ἀπεσείσατο καὶ κατέστρεψε τὸν ἑαυτοῦ δεσπότην Βελλεροφόντην τῶν ἀδυνάτων ἐπιθυμήσαντα καὶ εἰς τὸ τῶν θεῶν ἄθροισμα παραγενέσθαι βουληθέντα. τὸ δὲ πὰρ δίκαν γλυκ ύ : τὸ δὲ ἐξ ἀδικίας ἡδὺ γενόμενον πικρὸν τέλος λαμβάνει. |
| I 7 67b | οἷον οἱ ἀδίκως κερδαίνοντες ἄχρι τέλους οὐχ ἥδονται. ἄμμι δ’ , ὦ χρυσέᾳ κόμᾳ θάλλω ν : ἡμῖν δὲ, ὦ τῇ χρυσῇ κόμῃ θάλλων Ἀπόλλων, παράσχου καὶ ἐν τοῖς σοῖς Πυθικοῖς ἀγῶσιν ἀγωνισαμένοις ἀνθηρὸν ἀναδήσασθαι στέφανον. |
| I 7 69 [1] | εὔχεται οὖν αὐτὸν καὶ Πύθια νικῆσαι. Scholia in Isthmionicarum carmen VIII Τὸ ὄγδοον εἶδος μονοστροφικόν ἐστι κώλων εἰκοσιδύο. |
| I 8 metr (t) [5] | τὸ αʹ Φαλαίκειον. τὸ βʹ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ γʹ ἐπιχοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ εʹ ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ. τὸ ϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζʹ τροχαϊκὸν ἀπὸ ἰαμβικοῦ καταληκτικόν. τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιʹ τὸ αὐτό. τὸ ιαʹ τὸ αὐτό. τὸ ιβʹ τὸ αὐτό. τὸ ιγʹ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιδʹ ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον μιᾷ συλλαβῇ τοῦ Γλυκωνείου. τὸ ιεʹ ἰωνικὸν ἀπ’ ἐλάσσονος βραχυκατάληκτον. τὸ ιϛʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιζʹ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιηʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ ιθʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ νον μακρά. τὸ κʹ δακτυλικὸν πενθημιμερές. τὸ καʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ κβʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. Κλεάνδρῳ τις ἁλικίᾳ τ ε : τῷ Κλεάνδρῳ τις καὶ τῇ ἡλικίᾳ αὐτοῦ καταγέτω τῶν πόνων τὸν εὔδοξον κῶμον, τουτέστι τὴν διὰ τοῦ ἐγκωμίου εὔκλειαν ἐσομένην αὐτῷ· τῶν γὰρ κατὰ τὴν ἄθλησιν πόνων οἷον λύσις ἐστὶ τὸ τοιοῦτον λύτρον καὶ λυτήριον· οὕτω γὰρ τὸν εἰς τὸν νικηφόρον ὕμνον εἶπε. |
| I 8 1a [5] | τῶν τε γὰρ πόνων καὶ τῆς Ἰσθμιακῆς νίκης ἔτι τε τῆς Νεμεακῆς ἔλαβε τὸ κράτος. ὁ δὲ νοῦς· τῷ Κλεάνδρῳ τις καὶ τῇ τούτου ἡλικίᾳ λύσιν καὶ ἀμοιβὴν ἐπίδοξον τῶν καμάτων ἐγειρέτω τὸν ὕμνον παρὰ τὰ πρόθυρα τοῦ Τελεσάρχου στὰς, ὄντα τὸν ὕμνον τῆς τε Ἰσθμιακῆς νίκης καὶ τῆς ἐν Νεμέᾳ λύσιν καὶ ἀμοιβὴν, ὅτι δὴ τῶν ἄθλων νίκην καὶ ἐπικράτειαν εὗρεν ἀνδρείως ἀγωνισάμενος. |
| I 8 8 [5] | τῷ καὶ ἐγὼ καίπερ ἀχνύμενος θυμό ν : τούτῳ οὖν τῷ Κλεάνδρῳ ἐγὼ καίπερ λυπούμενος τὴν ψυχὴν τῶν τετελευτηκότων προγόνων ἕνεκεν, ὅμως αἰτοῦμαι τὴν τιμίαν προσκαλέσασθαι καὶ παρεστάναι Μοῦσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντε ς : ὡς ἔστιν εἰκάσαι, ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ προσήκοντές τινες Κλεάνδρῳ ἐτελεύτων· συντέτακται γὰρ ἡ ᾠδὴ ἐπὶ κατωρθωμένῳ τοῖς Ἕλλησιν ἤδη τῷ πολέμῳ· ὥς γε παρίστησιν ἐν τούτοις (9)· ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον, καὶ τὰ ἑξῆς. |
| I 8 12b | ἐκ μεγάλων δὲ πενθέω ν : τῶν ἐκ πολέμου· ἐμφαίνει δὲ, ὅτι οἱ Ἕλληνες ἐνίκησαν. μή τ ’ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνω ν : ἐκ δὲ τῶν μεγάλων πενθῶν μὴ καταπέσωμεν ἀδοξίᾳ καὶ ὀρφανίᾳ στεφάνων, μήτε ἐπὶ πλέον ταῖς λύπαις ἐπίκεισο καὶ αὔξανε. |
| I 8 14b [5] | ἔνιοι δέ· ἐπὶ δευτέρου προσώπου εἶπεν, ἀντὶ τοῦ θεραπεύωμεν. λέγει δέ· τὰ κακὰ μὴ κολακεύωμεν μηδὲ θρηνῶμεν ἀεί. παυσάμενοι δ ’ ἀπράκτων κακῶ ν : τῶν δὲ ἀνωφελήτων λυπῶν καὶ πενθῶν ἀνάπαυσιν ἐσχηκότες γλυκύ τι παίξωμεν καὶ εἰς τὸν δῆμον ἀγάγωμεν μετὰ τοὺς πόνους, ἐπειδὴ τὸν ὑπὲρ τῆς κεφαλῆς ἡμῶν ἐπηρτημένον Ταντάλειον λίθον παρέτρεψέ τις θεῶν, τὸν ἀνυπομόνητον καὶ δεινὸν τῇ Ἑλλάδι πόνον· φησὶ δὲ τὸν Ξέρξου πόλεμον. |
| I 8 17b [5] | ἄλλως. ἰστέον ὅτι μετὰ τὴν ἧτταν τῶν Περσῶν καὶ τὴν Ξέρξου στρατείαν ἐπὶ τοὺς Ἕλληνας ἐγράφη οὗτος ὁ ἐπίνικος· Ταντάλου γὰρ λίθον εἴρηκε μεταφορικῶς τὸν ἐπικρεμάμενον καὶ προσδοκώμενον τοῖς Ἕλλησι φόβον τῆς προειρημένης στρατείας, διὰ τὸ μυθολογεῖσθαι τῷ Ταντάλῳ λίθον ἐπαιωρεῖσθαι, καθάπερ καὶ Εὐριπίδης εἴρηκε (Orest. 6. 7)· κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην. ἀλ λ ’ ἐμοὶ δεῖμα μὲν παροιχομένω ν : ἐμοὶ δὲ τῶν φθασάντων κακῶν τόν τε φόβον καὶ τὴν μέριμναν αἱ νῦν τῆς νίκης εὐφροσύναι ἔλυσαν. |
| I 8 26a | τὸ δὲ πρὸ ποδὸς ἄρειον αἰεὶ χρῆμα πᾶ ν : ὅτι τῶν παρόντων καὶ ἐνεστηκότων ἀεί φησιν ὁ Πίνδαρος δεῖν ἀντέχεσθαι καὶ μὴ ὀρέγεσθαι τῶν μελλόντων. ἢ οὕτως· πᾶν δὲ προσήκει τὸ παρὰ πόδας πρᾶγμα σκοπεῖν καὶ εὖ διατιθέναι. |
| I 8 26c | ἀεὶ δὲ βέλτιόν ἐστι πᾶν τὸ παρὰ πόδας πρᾶγμα προσβλέπειν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι καιροῦ νίκης καὶ εὐφροσύνης παραπεσόντος τῶν παρὰ πόδας ἐχώμεθα. |
| I 8 27a | δόλιος γὰρ αἰὼν ἐ π ’ ἀνδράσι κρέματα ι : ποικίλος καὶ εὐμετάθετος. ὁ δὲ νοῦς· ὁ γὰρ δὴ τῆς ζωῆς χρόνος ἐνήρτηται τοῖς ἀνθρώποις τὸν τοῦ βίου πόρον κυλίων καὶ προϊών. |
| I 8 27c | ἢ οὕτως· ὁ γὰρ χρόνος πολλὰς εὑρίσκει μεταβολὰς ἑλίσσων τὸν τοῦ βίου πόρον, τουτέστι τὴν ὁδὸν τοῦ βίου. ἰατὰ δ ’ ἐστὶ βροτοῖ ς : τὰ προσπίπτοντα μετὰ ἐλευθερίας ἰατά ἐστι καὶ ἐὰν ἀτυχία ὑπάρχῃ. |
| I 8 30a | ἠλευθερωμένοι οὖν καὶ νενικηκότες τοὺς Πέρσας, εἰ καὶ ἐν ἀτυχίᾳ γεγόνατε, εὐθυμεῖτε. ἢ οὕτως· ἀλλ’ ὅμως πρὸς τὰ συμβεβηκότα δεινὰ φορητά ἐστι καὶ ταῦτα, προσούσης καὶ τῆς ἐλευθερίας. |
| I 8 32a | χρὴ δ ’ ἀγαθὰν ἐλπίδ α : προσήκει δὲ τὴν τῶν ἀγαθῶν ἐλπίδα τοῖς ἀνδράσι φροντίζεσθαι· προσήκει δὲ καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις τὸν τραφέντα τῇ τε Θήβῃ καὶ τῇ Αἰγίνῃ τὸν ὕμνον τὸν ὄντα Χαρίτων ἀπάνθισμα διδόναι. ἢ οὕτω· δεῖ δὴ τὸν Θηβαῖον εὐχαριστεῖν τῇ Αἰγίνῃ καὶ τὸ ἄνθος τὸ ἀπὸ τῶν Χαρίτων προσνέμειν. |
| I 8 32b | πρὸς τί δὲ τοῦτό φησιν; ὅτι ὁ μὲν νενικηκὼς Αἰγινήτης, αὐτὸς δὲ Θηβαῖος. πατρὸς οὕνεκα δίδυμαι γένοντο θυγατέρε ς : Θήβη καὶ Αἴγινα αἱ Ἀσωποῦ τοῦ Βοιωτιακοῦ ποταμοῦ θυγατέρες νεώτεραι τὴν γένεσιν· ἦν γὰρ προτεχθεῖσα Μετώπη καὶ ἄλλαι τινές. |
| I 8 37b | ὁ δὲ νοῦς· ὅτι δὴ ἐκ τῶν Ἀσωποῦ θυγατρῶν νεώτεραι ἐγεννήθησαν Αἴγινα καὶ Θήβη, καὶ ἀμφότεραι ἀρέσασαι τῷ Διῒ τίμιαι γεγένηνται. ἄλλως. |
| I 8 37c [5] | διὰ τοῦτό φησι τὸν Θηβαῖον χάριν νέμειν τῷ Αἰγινήτῃ, ἐπειδὴ ἀδελφαὶ ἐγένοντο αἱ ἡρωΐδες Θήβη τε καὶ Αἴγινα· Ἀσωποῦ γὰρ ἀμφότεραι· εἰσὶν οὖν, οἳ Διὸς τὴν Θήβην γενεαλογοῦσι, καθάπερ Λύκος ἐν τῷ περὶ Θηβῶν. μετὰ γὰρ τὰ κατὰ τὸν Δευκαλίωνός φησι Δία μιγέντα Ἰοδάμᾳ τῇ Ἰτώνου τοῦ Ἀμφικτύονος τεκνῶσαι τὴν Θήβην, ἣν δοῦναι Ὠγύγῳ, ἀφ’ οὗ Ὠγυγίη ἡ Θήβη ἐκλήθη. ὁ τὰν μὲν παρὰ καλλιρόῳ Δίρκ ᾳ : ὅστις Ζεὺς τὴν μὲν παρὰ τῇ καλλιρόῳ Δίρκῃ ᾤκισε καὶ τῆς φιλαρμάτου πόλεως κατέστησε δέσποιναν· φησὶ δὲ τοῦτο, ὅτι τῆς Βοιωτίας μητρόπολις. |
| I 8 45a [5] | σὲ δ ’ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτ ο : ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Αἴγιναν· σὲ δὲ, ὦ Αἴγινα, φησίν, εἰς τὴν Οἰνοπίαν διακομίσας νῆσον συνεκοιμήθη, ἔνθα τὸν ἐνδοξότατον ἐγέννησας Αἰακὸν τῷ μεγαλοήχῳ Διῒ, συνετώτατον πάντων τῶν ἀνθρώπων. εὐφήμως οὖν εἶπε τὸ κοιμᾶτο, ὡς καὶ Ὅμηρος (θ 296)· τὼ δ’ ἐς δέμνια βάντε κατέδραθον. Οἰνοπίαν δὲ τὴν νῆσον ὠνόμασεν ἀπὸ Οἰνώνης τῆς Βουδίωνος. |
| I 8 45c | ἄμεινον δὲ ἀπὸ Οἴνοπος ἥρωός τινος λέγεσθαι αὐτήν. τοῦ μὲν ἀντίθεοι ἀρίστευον υἱέε ς : τούτου μὲν τοῦ Αἰακοῦ οἱ ἰσόθεοι παῖδες ἦσαν ἄριστοι, καὶ οἱ τῶν παίδων υἱοὶ ἐτύγχανον πολεμικώτατοι, καὶ ἀνδρεῖοι περιέπειν τὰς μάχας ἐγένοντο, καὶ σωφρονέστατοι καὶ συνετοὶ τὴν ψυχήν. |
| I 8 57a | ταῦτα καὶ μακάρων ἐμέμναν τ ’ ἀγορα ί : ταῦτα, φησί, καὶ αἱ τῶν θεῶν σύνοδοι ἐμέμνηντο, ὅτε Ζεὺς περὶ τῆς Θέτιδος καὶ Ποσειδῶν ἐφιλονείκησαν, ἑκάτερος ἐπέραστον ἑαυτῷ γαμετὴν ποιῆσαι βουλόμενος. ἄλλως. |
| I 8 57b [5] | ταῦτα καὶ οἱ σύλλογοι τῶν θεῶν διέφερον. τείνει δὲ εἰς ἐκεῖνα· ὁ Ζεὺς βουλόμενος Θέτιδι πλησιάσαι ἐκωλύθη ὑπὸ τοῦ Προμηθέως· εἶτα Πηλεῖ ἔδοξεν αὐτὴν ἐγγυῆσαι. τεθρύλληται δὲ ἡ ἱστορία παρά τε συγγραφεῦσι καὶ ποιηταῖς, ἀκριβῶς δὲ κεῖται καὶ παρὰ Αἰσχύλῳ ἐν Προμηθεῖ Δεσμώτῃ. διαφωνεῖται δὲ τοῖς λοιποῖς καὶ ἰδιαζόντως ὁ Πίνδαρος καὶ Ποσειδῶνά φησιν ἀμφισβητῆσαι περὶ τοῦ γάμου· ἢ ζητητέον, τίνι κατηκολούθησεν ὁ Πίνδαρος. ἔρως γὰρ ἔσχε ν · ἀλ λ ’ οὔ σφι ν : ἔρως γὰρ καὶ ἐπιθυμία, φησί, τῶν ἐκείνης γάμων ἀμφοτέρους κατεῖχεν, ἀλλ’ οὐδαμῶς αἱ ἄφθαρτοι τῶν θεῶν φρένες συμπερασθῆναι τοὺς γάμους συνεχώρησαν, ἐπειδὴ τῶν μεμοιραμένων κατήκουσαν. |
| I 8 67 [5] | εἶπε δ ’ εὔβουλο ς : εἶπε δὲ καὶ ἐχρησμῴδησεν ἡ εὔβουλος δικαιοσύνη τὸν ἐκ Θέτιδος γεννηθέντα κρείττονα τοῦ πατρὸς γενέσθαι. καὶ κατὰ τοῦτο δὲ διαφωνοῦσιν· ὁ μὲν γὰρ Αἰσχύλος Προμηθέα φησὶ τοῦτο ποιεῖν, οὗτος δὲ Θέμιν. Διῒ μισγομέναν ἢ Διὸς πα ρ ’ ἀδελφεοῖσι ν : ὑπερβατῶς ἔχει πρὸς τὸ ποντίαν θεόν· ἤτοι οὖν Διῒ μιγεῖσα βελτίονα παῖδα τοῦ πατρὸς τέξει, ἢ τοῖς ἀδελφοῖς τοῦ Διὸς βελτίονα πάλιν τοῦ Διὸς παῖδα τέξει· πληθυντικῶς δὲ εἶπεν ἀντὶ τοῦ ἀδελφῷ, τῷ Ποσειδῶνι· σύνηθες δὲ τὸ σχῆμα Πινδάρῳ (fr. |
| I 8 75 | 75, 11)· ὑπάτων μέν τε πατέρων γυναικῶν τε Καδμειᾶν, ἀντὶ τοῦ Διὸς καὶ Σεμέλης. ἀλλὰ τὰ μὲν παύσατ ε : ἀποστρέψας τὸν λόγον ἐξήνεγκεν ὡς αὐτῆς τῆς Θέμιδος λεγούσης. |
| I 8 76 [5] | ἀλλὰ τὰ μὲν παύσατε καὶ ἐπίσχετε· λέγει δὲ τὰ τῆς πρὸς τὴν Θέτιν μίξεως· ἀνθρωπίνων δὲ γάμων τυχοῦσα τὸν υἱὸν αὐτῆς θεωρησάτω τεθνηκότα ἐν πολέμῳ, τὸν τῷ Ἄρει τὰς χεῖρας κατὰ τὴν μάχην ὅμοιον. τὸ μὲν ἐμὸν Πηλεῖ θεάμοιρο ν : τοῦτο ἰσοδυναμεῖ τῷ κατὰ μὲν ἐμὲ ἢ κατὰ τὴν ἐμὴν γνώμην, οἷον τὸ μὲν ἐμοὶ ἀρέσκον ἐστὶ τοῦτο. |
| I 8 83 | ἠθικῶς δὲ λέγει· ἐγὼ κελεύω τῷ Πηλεῖ τὸ ὑπὸ θεῶν μεμοιραμένον τοῦ γάμου μέρος ὀπάσαι. ὅν τ ’ εὐσεβέστατόν φασι ν : ὅντινα τὸν Πηλέα λέγουσιν εὐσεβέστατον τὴν τῆς Ἰωλκοῦ τρέφειν γῆν. |
| I 8 85 [5] | ἀπὸ δὲ τῆς Ἰωλκοῦ πόλεως Θετταλικῆς ὅλην βούλεται τὴν Θεσσαλίαν δηλοῦν· ταύτης γὰρ ὁ Πηλεὺς ἐβασίλευεν, ἡ δὲ Ἰωλκὸς οὐκ ἦν ὑπὸ τὸν Πηλέα. ἰόντων δ ’ ἐς ἄφθιτον ἄντρο ν : Ἀττικῶς· πορευέσθωσαν· ὡς καὶ Ὅμηρος (Α 338)· τὼ δ’ αὐτὼ μάρτυροι ἔστων. |
| I 8 88 [5] | πορευέσθωσαν δέ, φησίν, εἰς τὸ ἄφθιτον σπήλαιον τοῦ Χείρωνος αἱ περὶ τοῦ γάμου ἀγγελίαι, ἀντὶ τοῦ· τὸ δόξαν ἡμῖν νῦν φανερὸν γενέσθω τῷ Χείρωνι. νεικέων πέταλα δὶς ἐγγυαλιζέτ ω : ἀντὶ τοῦ τῶν φιλονεικιῶν τὰ φύλλα· τροπικώτερον δὲ τῶν φιλονεικιῶν τὰς στάσεις ἢ τὰ νείκη, ὡς Ἴβυκος (fr. |
| I 8 92 [10] | 29) κλάδον Ἐνυαλίου καὶ Ὅμηρος (Β 540) ὄζον Ἄρηος. ποῖα δὲ νείκη δισσὰ ἡ Θέτις τοῖς θεοῖς παρασχεῖν ἔμελλεν; οὐ γὰρ προεγεγόνει νεῖκος ἐξ αὐτῆς, ὥστε τοῦτο δεύτερον τὸ ὑπὲρ τοῦ γάμου αὐτῆς εἰρημένον. ἤτοι οὖν τοῦτο λέγει· ἐπεὶ νεῖκος ὑμῖν ἕστηκε νῦν περὶ τοῦ γάμου τῆς Θέτιδος τῶν δύο διαφερομένων θεῶν, μὴ πρὸς ἓ ἕποντι καὶ ἕτερον κατασκευαζέτω· ἢ προγεγονέναι μέν φησι νεῖκος τὸ τῶν Τιτάνων, δεύτερον δὲ ἔσεσθαι, εἰ ἐκ ταύτης γεννηθείη παῖς ἀθάνατος· ἢ ὅτι ἐφιλονείκησαν Ποσειδῶν τε καὶ Ζεὺς περὶ Αἰγίνης, ὅτε καὶ μεταβαλεῖν δοκεῖ τὴν νῆσον Ποσειδῶν, καθὰ ἄλλοι τέ φασι καὶ Πυθαίνετος προσαγόμενος Ὀρφέα. ἐν διχομηνίδεσσι δ ’ ἑσπέραι ς : τουτέστιν ἐν ταῖς τῆς πανσελήνου νυξί· κατὰ ταύτας γὰρ ἐποίουν τοὺς γάμους. |
| I 8 93b | ἀντὶ τοῦ διαπαρθενευέτω δὲ ἐν τῇ πανσελήνῳ νυκτί. ὁ δὲ νοῦς· ἐν δὲ ταῖς νυξὶ ταῖς καταλαμπομέναις τῇ σελήνῃ τὸν ἐπέραστον τῆς παρθενίας ὑπολύοι δεσμὸν τῷ ἥρωϊ Πηλεῖ. |
| I 8 93c [5] | χαλινὸν δὲ παρθενίας σκληρότερον καὶ διθυραμβωδῶς αὐτὴν εἶπε, κατὰ περίφρασιν τὴν παρθενίαν βουλόμενος σημῆναι. παρασημήναιτο δὲ ἄν τις, διὰ τί πανσελήνοις ἐγάμουν. τοὶ δ ’ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισι ν : οἱ περὶ τὸν Δία, φησί, τοῖς βλεφάροις νεύσαντες τέλος τοῖς ῥηθεῖσιν ἐφήρμοσαν. |
| I 8 95b | ἢ τοῖς βλεφάροις ἐπένευσαν παρὰ τὸ Ὁμηρικόν (Α 528)· ἦ, καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων. ταπεινῶς δὲ ἀπὸ τῶν βλεφάρων ὅλον εἶπε τὸ πρόσωπον. ἐπέων δὲ καρπὸς οὐ κατέφθιν ε : τῶν δὲ λόγων ἡ ἀρχὴ οὐ κατεφθείρετο, φησίν. |
| I 8 100b | ἢ οὕτως· ὁ δὲ καρπὸς τῶν ἐπῶν ὧν εἶπεν οὐκ ἀπέφθινεν, ἀλλ’ ἐτελεσιουργήθη· ἐγαμήθη γὰρ ἡ Θέτις τῷ Πηλεῖ. καὶ νέαν ἔδειξαν σοφῶν στόμ α : καὶ τὰ τῶν σοφῶν νέα στόματα, φησί, τοῖς ἀπείροις ἔδειξε τὴν τοῦ Ἀχιλλέως ἀρετήν· οὐ γὰρ μόνος Ὅμηρος, ἀλλὰ καὶ πλείους ἄλλοι νεώτεροι . |
| I 8 104a | .... ἢ οὕτως· ἀεὶ δὲ θάλλειν καὶ νεωτέραν εἶναι τοῖς ἀπείροις τὴν Ἀχιλλέως ἀρετὴν τὰ τῶν σοφῶν στόματα πεποίηκεν. |
| I 8 109 [5] | ὃ καὶ Μύσιον ἀμπελόε ν : ὅστις Ἀχιλλεὺς καὶ τὸ ἀμπελόφυλλον πεδίον τῆς Μυσίας τῷ φόνῳ καὶ τῇ ἀναιρέσει τοῦ Τηλέφου ᾕμαξε. πρὸς ἀμφότερα δὲ τοῦτό φησι, καὶ ὅτι ἡ Μυσία οἰνοφόρος, καὶ ὅτι κλήμασιν ἀμπέλων πεδηθέντα Τήλεφον τὸν Αὔγης καὶ Ἡρακλέους ἀνεῖλεν ὁ Ἀχιλλεύς. γεφύρωσέ τ ’ Ἀτρεάδαισι νόστο ν : κατεβάλετό τε γέφυραν, φησί, τῆς ἀνακομιδῆς τοῖς Ἀτρείδαις ἀνελὼν τοὺς συνέχοντας καὶ ῥυομένους τὴν Τροίαν ἄνδρας· οὗτοι γάρ εἰσιν ἶνες καὶ οἷον νεῦρα καθάπερ σῶμα συνέχοντες· οὓς ἑξῆς καταλέγει. |
| I 8 113 [5] | ταί μιν ῥύοντό πο τ ’ ἐκ μάχα ς : αἵτινες, φησίν, ἶνες, τουτέστιν οἱ γενναιότατοι τῆς πόλεως ἐρρύοντο καὶ ἐκώλυον τὸν Ἀχιλλέα τῆς ἐναριμβρότου μάχης τὸ ἔργον κορύσσοντα, τουτέστι μάχην κατ’ αὐτῶν ποιοῦντα· ὁ γὰρ Ἀχιλλεὺς ἀνεῖλε καὶ τὴν Μέμνονος ἰσχὺν καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἀριστέας. οἷς δῶμα Περσεφόνα ς : οἷς τοῖς ἀριστεῦσι τῆς εἰς Ἅιδου καθόδου μηνυτὴς ὁ Ἀχιλλεὺς ἐγένετο. |
| I 8 119b [5] | ἢ οὕτως· οἷς σημαίνων τὸν Ἅιδην ἀντὶ τοῦ οὓς ἀναιρῶν. ἀναιρῶν γὰρ αὐτοὺς αἴτιος ὥσπερ τῆς εἰς Ἅιδου καθόδου αὐτοῖς ἐγίνετο, καὶ τὴν Αἴγιναν, τὴν ἑαυτοῦ πατρίδα, καὶ τὴν ἰδίαν ῥίζαν, φησὶ δὲ τοὺς προγόνους, ἐνδόξους καθίστα. τὸν μὲν οὔτε θανόν τ ’ ἀοιδαὶ ἔλιπο ν : τὸν μὲν οὖν, τὸν Ἀχιλλέα, οὔτε θανόντα αἱ ἐπαινετικαὶ ᾠδαὶ κατέλιπον, ἀλλὰ καὶ ἐπ’ αὐτῷ παρά τε τὴν πυρκαιὰν καὶ ἐπ’ αὐτὸν τὸν τάφον αἱ Μοῦσαι ἔστησαν καὶ θρῆνον πολυθρύλλητον ἀνεβάλοντο. |
| I 8 125 | ταῦτα δὲ ἐπὶ τὴν δευτέραν νέκυιαν ἀναπέμπει (ω 60)· Μοῦσαι δ’ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον. ἔδο ξ ’ ἄρα καὶ ἀθανάτοι ς : ἔδοξεν ἄρα καὶ τοῖς θεοῖς τὸν ἀγαθὸν ἄνδρα καὶ τεθνηκότα τοῖς τῶν Μουσῶν ὕμνοις διδόναι, τουτέστιν ἐγκωμίων αὐτὸν τυχεῖν. |
| I 8 133a | τὸ καὶ νῦν φέρει λόγο ν : τὸ ὑμνῆσαι γοῦν τὸν ἀγαθὸν καὶ τελευτήσαντα, φησί, φέρει λόγον. ἢ οὕτως· διὸ καὶ νῦν ἔχει λόγον ὑμνεῖν ἀποθανόντα αὐτὸν ὡς Ἀχιλλέα. |
| I 8 133c | ἢ καὶ οὕτως· διὸ καὶ νῦν ὁ λόγος ἡμᾶς ἐπὶ τὸ ἐγκώμιον τοῦ Νικοκλέους ἄγει, τοῦ γεγονότος θείου καὶ προγόνου τοῦ Κλεάνδρου. ὁ δὲ νοῦς· διὸ καὶ νῦν ὁ λόγος ἡμᾶς παρορμᾷ καὶ τὸ τῶν Μουσῶν ἅρμα τοῦ πυκτικωτάτου Νικοκλέους τὸ μνῆμα καὶ τὴν τῶν κατορθωμάτων ἀρετὴν ὑμνῆσαι καὶ τιμῆσαι αὐτόν. |
| I 8 133e | ὡς Ἴσθμια αὐτοῦ νενικηκότος τοῦ Νικοκλέους φησί· περὶ γὰρ αὐτοῦ ὁ λόγος. |