ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Αʹ.
Τιμαῖσιν Κατορθώμασιν.
Ἀγάνορα κόμπον Σεμνὸν καύχημα.
Καὶ σέθεν Ἀμφιτρύων Διὰ τὰ Ἡράκλεια καὶ Ἰόλαια τοῦτό φησιν.
Μινύα τε μυχὸν Τὸν Ὀρχομενὸν τὴν πόλιν. —Ἤγουν τὰ Μινύεια.
Καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα Ἤγουν τὰ Ἐλευσίνεια καὶ τὰ Βασίλεια καὶ Γεραίστεια. — Ἐν Εὐβοίᾳ ἀγὼν τελεῖται τὰ Βασίλεια, ἐν δὲ Θεσσαλίᾳ Πρωτεσίλεια, ἐν δὲ Εὐβοίᾳ τὰ Γεραίστεια.
Πρωτεσίλα Τὰ Πρωτεσίλεια.
Εἴη μιν εὐφώνων πτερύγεσσιν Ἤγουν τοῖς ὕμνοις καὶ ταῖς ᾠδαῖς ὥσπερ τισὶ πτέρυξιν ἀερθέντα καὶ μετεωρισθέντα.
Τεύχοντʼ Προξενοῦντα. —Νέμει Κέκτηται.
ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Βʹ.
Μαλθακόφωνοι Ἡδύφωνοι.
Προσάντης Χαλεπή.
Ὑπέστειλεν ἱστίον Ὑπεχάλασεν, ὅπερ εἰώθασι ποιεῖν οἱ πλέοντες ἀνέμου ἐπιπνεύσαντος σφοδροῦ.
ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Δʹ.
Ὕμνῳ διώκειν Διηγεῖσθαι, ὑμνῆσαι.
Ἅπτονθʼ Ἅπτονται ἀντὶ τοῦ ἐγγίζουσιν.
Ἀνάγει φάμαν Ἀνεγείρει δόξαν. —Παλαιὰν Ἤγουν τὴν ἤδη πεπαλαιωμένην καὶ σβεσθεῖσαν τῶν κατορθωμάτων. —Ἐν ὕπνῳ γὰρ πέσεν Ἀντὶ τοῦ εἰς λήθην, ἤγουν ἀφυπνώττει καὶ μεμάρανται.
Θαητὸς Ἔκδηλος.
Ἀδραστείοις ἀέθλοις Τοῖς Νεμεακοῖς ἀγῶσι.
Ἀφάνεια τύχας Ἤγουν τῆς μελλούσης ἐκβάσεως,
Φοίνιον Τὸν φονίαν καὶ πολεμικόν.
Προφρόνων Προθύμων.
Μῆτιν Τέχνην.
Φύσιν Τὴν μορφὴν καὶ τὸ σῶμα.
Δαῖτα πορσύνοντες Ἑορτὴν καὶ πανήγυριν. Λέγει δὲ τὴν τῶν Ἡρακλείων.
Νεόδματα στεφανώματα Νεαρὰ στέμματα.
Ἔμπυρα Τὰς θυσίας.
Ἀνατελλομένα Ἀναπτομένη.
Παννυχίζει Διανυκτερεύει.
Λακτίζουσα Πλήττουσα. —Ἄττουσα γὰρ λακτίζειν δοκεῖ τὸν ἀέρα ἢ φλόξ.
Πρόσθεν Κατὰ τὸν φθάσαντα χρόνον.
Πεπιθὼν Πειθόμενος.
Τερπνὴν Ἡδεῖαν. —Ἀποστάζων Προστιθείς.
ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Δʹ.
Ὦ ʼνασα Γρ. ʼνασσα, ὡς Θρᾲξ Θρᾷσσα.
Ὠκυδινάτοις Ταχυστρόφοις.
Εὖ πάσχων Εὐημερῶν. —Λόγον ἐσλὸν ἀκούῃ Ἤγουν εὖ ἀκούει καὶ εὐφημίαις κοσμεῖται.
Φθόνει Φείδου. —Κόμπον Ἔπαινον.
Λόγον Τὴν εὐφημίαν. —Κλέονται Ἤγουν κλεΐζονται καὶ εὐκλεεῖς εἰσι. Τὸ κλε συνεστάλη διὰ τὸ μέτρον ἐλλείψει τοῦ ἰῶτα.
Παίδων Ἀπογόνων.
Ἔλα νῦν μοι Ἄγε δεῦρο.
Ἐσλὸν Ἀνδρεῖον.
ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Εʹ …
Σπένδειν Καταβρέχειν. —Μελιφθόγγοις ἀοιδαῖς Ἡδίστοις λόγοις ἐγκωμιαστικοῖς. Ὅμοιον δὲ μετʼ ὀλίγα ἐποίσει τό· Τέθμιόν μοι φαμὶ σαφέστατον εἶναι, Τάνδʼ ἐπιστείχοντα νᾶσον Ῥαινέμεν εὐλογίαις.
Ἐφετμαῖς Ἐπιθυμίαις. Ἐφίεμαι γὰρ σημαίνει καὶ τὸ ἐπιθυμῶ.
Ῥαινέμεν Ῥαντίζειν. —Εὐλογίαις Λόγοις ἐγκωμιαστικοῖς καὶ ἐπαίνοις.
Ἐν σχερῷ κέλευθοι Ὁδοὶ φέρουσαι δηλονότι.
Καρτεραίχμαν Τὸν πολεμικώτατον καὶ γενναῖον.
Πεφρικυῖαν Ἤγουν πεπληρωμένην, ὥστε φρίσσειν ἐπʼ αὐτῇ τὸν τοῦ οἴνου ἀφρόν.
Φαμένῳ Εὐξαμένῳ.
Χαρίτων Τῶν ἐκ τῆς ποιήσεως ἐγκωμίων,
Ἄρδοντι Καταβρέχουσιν.
ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ ϛʹ.
Ἔστασας Στῆναι παρεσκεύασας.
Εὕδει Σεσιώπηται.
Χάρις Δόξα.
Σοφίας Ποιήσεως.
Ἀρετὰν Γνώμην.
Φλέγεται Καταλάμπεται καὶ περιφανὴς γίνεται τοῖς ἐκ ποιήσεως δώροις.
Εὐανθέʼ Ἀνθηρὰν καὶ ὡραίαν. —Ἀπέπνευσας Θνήσκων ἀπώλεσας. —Ἁλικίαν Νεότητα.
Ἄριστοι Οἱ ἀνδρειότατοι.
Διώκων Ζητῶν.
Ἐξικέσθαι Καταλαβεῖν.
ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Ηʹ.
Ταντάλου λίθον Τὸν κίνδυνον.
Ἀτόλματον Ἀνυπομόνητον δεινόν. —Μόχθον Πόλεμον.