eul_wid: vdq-ad

Introductory Canons-Verb Inflection
Εἰσαγωγικοὶ Κανόνες περὶ Κλίσεως Ῥημάτων

Theodosius of Alexandria Introductory Canons Verb Inflection PDF

The Introductory Canons on the Inflection of Verbs is a concise grammatical treatise by Theodosius of Alexandria, a scholar traditionally dated to the 4th or 5th century CE. Designed as a primer for students, the work systematically outlines the rules for conjugating Greek verbs. It is structured as a series of 57 short, mnemonic canons that guide learners through the patterns of verb inflection across different tenses, voices, and moods. The text proceeds methodically, beginning with verbs ending in the thematic vowel -ō in the present indicative active, and subsequently addressing contract verbs and those with endings in -mi. Each rule is illustrated with example verbs, demonstrating the formation of personal endings and the treatment of contractions and accentuation.

The handbook survives intact from antiquity, having been transmitted through the Byzantine educational tradition where it became a standard textbook. Modern scholarship interprets it as a practical pedagogical tool, likely used in schools to help students master the complex verbal system essential for reading both classical and scriptural texts. It represents a specialized development of the older Greek grammatical tradition, distilled into a clear, rule-based framework for use in late antique classrooms. Its enduring popularity is attested by its preservation in numerous medieval manuscripts and its influence on subsequent grammatical works.

4 1 43 [5] ΘΕΟΔΟΣΊΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ εἰσαγωγικοὶ κανόνες περὶ κλίσεως ῥημάτων. Ἑνικά. Τύπτ ω: τῶν ἐν τοῖς ὁριστικοῖς ῥήμασιν ἐνεστώτων ἐνεργητικῶν δύο εἰσὶ καταλήξεις, ἥ τε εἰς ω καὶ παράγωγος ἡ εἰς μι · εἰπόντες οὖν πρῶτον περὶ τῶν εἰς ω ῥημάτων ὕστερον καὶ περὶ τῶν εἰς μι διαληψόμεθα. Πᾶν τοίνυν ῥῆμα εἰς ω λῆγον βαρύνεται, λέγω φέρω· ὅσα δὲ περιεσπάσθη, ταῦτα ἀπὸ βαρυτόνων συνῃρέθη, ποιέω ποιῶ, βοάω βοῶ, χρυσόω χρυσῶ. τύπτει ς: πᾶν πρῶτον πρόσωπον εἰς ω λῆγον ἀμοιβῇ τοῦ ω εἰς εις τὸ δεύτερον πρόσωπον ποιεῖ, λέγω λέγεις, κόπτω κόπτεις· τὰ περισπώμενα πρὸς τὴν συναίρεσιν ποιεῖται τὴν γραφήν, ποιέεις ποιεῖς, βοάεις βοᾷς· τὸ γὰρ αε εἰς α κιρνᾶται, οἷον τὰ ἐμά τἀμά· χρυσόεις χρυσοῖς· καὶ ἔδει μὲν χρυσοῦς· τὸ γὰρ οε εἰς τὴν ου δίφθογγον κιρνᾶται, ὡς τὸ ἐμόν τοὐμόν· ἀλλ’ ἐπεὶ τὰ εἰς ω ῥήματα πάντως ἐν δευτέρῳ προσώπῳ δίφθογγον ἔχει τὴν μετὰ τοῦ ι , ἐπεκράτησεν ἡ οι δίφθογγος ἐκθλιβέντος τοῦ υ . τύπτε ι: πᾶν δεύτερον πρόσωπον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, ποιεῖς ποιεῖ, ἔλεγες ἔλεγε· περὶ γὰρ τοῦ παρακειμένου καὶ τοῦ ἀορίστου ὕστερον ἐροῦμεν. Δυϊκά. Τύπτετο ν , τύπτετο ν. δύο ζητοῦμεν ἐν τοῖς δυϊκοῖς ζητήματα, τὸ μὲν ἕν, διὰ τί μὴ τρία αὐτῶν ἐστι τὰ πρόσωπα, ὡς τῶν ἄλλων ἀριθμῶν, τὸ δὲ ἕτερον, πῶς τὸ δεύτερον καὶ τὸ τρίτον αὐτῶν πρόσωπον ὁμοφωνεῖ; Λέγομεν οὖν ὅτι ἡνίκα τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐπὶ τῆς τελευταίας συλλαβῆς, ἀπολείπει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, καὶ λοιπὸν ἐξ ἀνάγκης δύο εὑρίσκονται, δεύτερόν τε καὶ τρίτον· περὶ δὲ τῆς συνεμπτώσεως τῶν δύο τοῦτό φαμεν, ὅτε τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἰς σι ἢ εἰς ται λήγει, ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα τῶν δυϊκῶν, ὅτε δὲ μὴ οὕτως ἔχει, διαλλάσσουσι· τὰ δὲ παραδείγματα ἐπὶ πάσης τῆς κλίσεως φανερωθήσεται.
4 1 44 [5] Γέγονεν οὖν τὸ μὲν δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ τέλους εἰς τον , ποιεῖτε ποιεῖτον, λέγετε λέγετον· τὸ δὲ τρίτον ὁμοφωνεῖ τῷ δευτέρῳ, ἐπεὶ εἰς σι λήγει τὸ τρίτον τῶν πληθυντικῶν τὸ τύπτουσι. Πληθυντικά. Τύπτομε ν: ἐνεστώτων καὶ μελλόντων τῆς τελευταίας συλλαβῆς τῆς γενικῆς τῆς μετοχῆς ἀποβαλλομένης τῆς τος πρό τε τοῦ ν λαμβανομένου τοῦ με τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν γίνεται, λέγοντος λέγον λέγομεν, ποιοῦντος ποιοῦν ποιοῦμεν, λέξοντος λέξον λέξομεν· ὁ δὲ κανὼν ἐν τοῖς εἰς μι μάλιστα χρειώδης ἡμῖν ὀφθήσεται, τιθέντος τίθεμεν, διδόντος δίδομεν. τύπτετ ε: τὰ εἰς μεν πληθυντικὰ τροπῇ τῆς μεν εἰς τε τὸ δεύτερον ποιοῦσιν, τὴν δὲ παραλήγουσαν οὐ τρέπουσι μὲν ὅτε εἰς ς λήγει ἡ μετοχή, ὡς ἐπὶ παρακειμένου ὑπερσυντελίκου ἀορίστου πρώτου, τρέπουσι δὲ ὅτε οὐκ εἰς ς , ὡς ἐπὶ ἐνεστῶτος παρατατικοῦ μέλλοντος καὶ ἀορίστου δευτέρου. τύπτουσ ι: ἐνεστώτων καὶ μελλόντων ὁμόφωνόν ἐστι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τῇ δοτικῇ πληθυντικῇ τῶν ἰδίων μετοχῶν· ὁ δὲ λόγος διήκει καὶ ἐπὶ τῶν εἰς μι , τοῖς τύπτουσι τύπτομεν τύπτετε τύπτουσι, τοῖς τιθεῖσι τίθεμεν τίθετε τιθεῖσι· σεσημείωται τὸ φασίν, ὅτι τῆς μετοχῆς βαρυνομένης τὸ ῥῆμα ὠξύνθη.
4 1 45 [20] Παρατατικοῦ Ἑνικά. Ἔτυπτο ν: ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεστῶτος ἀποβάλλουσα τὴν ἐσχάτην συλλαβὴν καὶ τὴν ἄρχουσαν αὔξουσα χρονικῶς ἢ συλλαβικῶς τὸν παρατατικὸν ποιεῖ· ἀλλ’ εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο τὸ θέμα, προσόδῳ τοῦ ε αὔξεται ἡ ἄρχουσα τοῦ παρατατικοῦ, λέγοντος ἔλεγον, ποιοῦντος ἐποίουν· εἰ δ’ ἀπὸ τοῦ ρ ἄρχοιτο, καὶ ἕτερον ρ προσλαμβάνει ὁ παρατατικός, ῥάπτω ἔρραπτον· εἰ δ’ ἀπὸ φωνήεντος ἄρχοιτο ὁ ἐνεστώς, χρονικῶς αὔξεται ὁ παρατατικός. Ἑπτὰ γὰρ ὄντων τῶν φωνηέντων τέσσαρα μέν εἰσιν ἀμετάβολα ἐν τοῖς παρῳχημένοις, η ω ι υ , ἡβῶ ἥβων, ὠθῶ ὤθουν, ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον, τρία δὲ μεταβολικά, α ε ο , ὧν τὸ μὲν α εἰς η τρέπεται, ἄγω ἦγον, τὸ δὲ ε ποτὲ μὲν εἰς η τρέπεται, ἐλέγχω ἤλεγχον, ποτὲ δὲ τὸ ι προσλαμβάνει, ἔχω εἶχον, τὸ δὲ ο εἰς ω , ὀμνύω ὤμνυον. Τῶν δὲ διφθόγγων ἡ ει καὶ ἡ ου οὐ τρέπονται, ὡς τὸ εἰκάζω εἴκαζον, οὐρῶ οὔρουν, αἱ δὲ λοιπαὶ εἰς τὰ οἰκεῖα μεταβάλλονται, οἴγω ᾦγον, αἰσχύνομαι ᾐσχυνόμην. Τὰ μέντοι ἀπὸ προθέσεως ἀρχόμενα ῥήματα ἄτρεπτον τηρεῖ τὴν πρόθεσιν, εἰ μὴ κατὰ πλεονασμὸν εἴη, ὡς ἐπὶ τοῦ καθέζομαι ἐκαθεζόμην, ἢ ἀττικῶς κλιθείη, ὡς ἀντιβολῶ ἠντιβόλουν. ἔτυπτε ς: τὰ εἰς ον ῥήματα τροπῇ τοῦ ον εἰς ες τὸ δεύτερον ποιεῖ, ἔλεγον ἔλεγες· καὶ τοῦ ἐποίουν τοίνυν τὸ ἐντελὲς ἦν ἐποίεον καὶ ἐποίεες, εἶτα ἐποίεις κατὰ κρᾶσιν, ἐβόαον ἐβόαες ἐβόας, ἐχρύσοον ἐχρύσοες ἐχρύσους.
4 1 46 [5] ἔτυπτ ε: εἴρηται. Δυϊκά. Ἐτύπτετο ν: εἴρηται. ἐτυπτέτη ν: τὸ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου γέγονεν ἀμοιβῇ τοῦ ο εἰς η · ἐπεὶ γὰρ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς σι ἐστὶν οὔτε εἰς ται , οὐχ ὡμοφώνησαν ἀλλήλοις τὰ δυϊκά. Πληθ. Ἐτύπτομε ν: πᾶν πρῶτον πρόσωπον ἑνικὸν εἰς ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν προσόδῳ τοῦ με πληθυντικὸν γίνεται, ἔλεγον ἐλέγομεν, ἐποίουν ἐποιοῦμεν· περὶ γὰρ τοῦ ἐτίθην ἐτίθεμεν καὶ τῶν ὁμοίων ἐν τοῖς εἰς μι ἐροῦμεν. Εἴπομεν «μὴ ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐλεγόμην καὶ τὰ ὅμοια· οὐκέτι γὰρ τὰ πληθυντικὰ προσόδῳ τοῦ με ἀπετελέσθη· κλιτικὸν δέ ἐστι τὸ μὴ ὂν ἐκ θέματος ἀλλ’ ἐκ κλίσεως γεγενημένον. ἐτύπτετ ε: εἴρηται. ἔτυπτο ν: τῶν τεσσάρων παρῳχημένων, παρατατικοῦ τέ φημι καὶ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἀορίστου, ὅσοι μὲν εἶχον τὴν μετοχὴν εἰς ς λήγουσαν καὶ ὀξυνομένην, οὗτοι καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἶχον ἰσοσυλλαβοῦν τῷ πρώτῳ, οἷον ἡ τετυφώς παρακειμένου ἐστὶ καὶ ὑπερσυντελίκου μετοχὴ εἰς ς τε οὖσα καὶ ὀξύτονος· ἀμφοτέρων τοίνυν τῶν χρόνων τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν ἰσοσυλλαβοῦσι τοῖς πρώτοις, τετύφαμεν τετύφασι, ἐτετύφειμεν ἐτετύφεισαν· ὅσοι δὲ αὐτῶν οὐκ εἶχον τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας, ἐνδέον συλλαβῇ τὸ τρίτον ἔχουσι τοῦ πρώτου καὶ λῆγον εἰς ἐκείνην τὴν συλλαβήν, ἥ τις ἦν παράληξις τῆς γενικῆς τῆς μετοχῆς· οἷον τοῦ ἔτυπτον ἡ μετοχὴ τύπτων οὐκ εἰς ς ὀξύτονος· τὸ τρίτον τοίνυν τῶν πληθυντικῶν ἐνδεήσει τε συλλαβῇ τοῦ πρώτου καὶ λήξει εἰς τὴν πτον , ἥ τις ἦν παραλήγουσα τῆς τύπτοντος γενικῆς· ὁμοίως καὶ ἐπὶ ἀορίστου τύψας· ἡ μετοχὴ εἰς ς μὲν ἀλλ’ οὐκ ὀξύτονος· ἔσται τοίνυν ἐτύψαμεν ἔτυψαν.
4 1 47 [5] Παρακειμένου Ἑνικά. Τέτυφ α: δύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ παρατατικὸς τὴν ἄρχουσαν, ὁ δὲ μέλλων τὴν λήγουσαν καὶ τὴν παραλήγουσαν καὶ τὴν ποσότητα τῶν συλλαβῶν. Πᾶς τοίνυν παρακείμενος εἰς α λήγει, παραλήγεται δὲ ἢ τῷ κ ἢ τῷ φ ἢ τῷ χ · καὶ ταῦτα ποιεῖται πρὸς τὴν τοῦ μέλλοντος συγγένειαν· ὅτε μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ς , ὁ παρακείμενος διὰ τοῦ κ , πείθω πείσω πέπεικα· ὅτε δὲ διὰ τοῦ ψ , ὁ παρακείμενος διὰ τοῦ φ , λείβω λείψω λέλειφα· ὅτε δὲ διὰ τοῦ ξ , ὁ παρακείμενος διὰ τοῦ χ , λέγω λέξω λέλεχα· ὅτε δὲ διὰ ἀμεταβόλου ὁ μέλλων, ὁ παρακείμενος δι’ αὐτοῦ καὶ τοῦ κ , κείρω κερῶ κέκαρκα, πλὴν τῶν ἡμαρτημένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων. Παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρακείμενος, λέξω λέλεχα, πλὴν τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας, ὅτε τῷ ε παραλήγεται· τότε γὰρ εἰς α τρέπεται, κερῶ κέκαρκα. Ἡ δὲ ἄρχουσα, ὡς ἔφαμεν, ἐκ τοῦ παρατατικοῦ γίνεται· καὶ ὅτε μὲν ὁ παρατατικὸς ἀπὸ μακρᾶς ἄρχεται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἄρχεται ὁ παρακείμενος, ἠγόραζον ἠγόρακα, ἔφθειρον ἔφθαρκα· ἐὰν δὲ ἀπὸ βραχείας ἄρχηται ὁ παρατατικός, ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἔλεγον λέλεχα· ὥστε καὶ ὁ ἔπλεον βραχεῖαν ἔχει τὴν ἄρχουσαν τῷ λόγῳ τῆς κοινῆς· διὸ ἀνεδιπλασίασεν τὸν πέπλευκα· ὁμοίως καὶ ὁ ἔγραφον γέγραφα· τὰ μέντοι ἀπὸ τοῦ ρ ἀρχόμενα συνάρχεται τοῖς ἰδίοις παρατατικοῖς, ῥαπίζω ἐρράπιζον ἐρράπικα, ἔρραπτον ἔρραφα· τὸ γὰρ 〈ζ 59〉 ῥερυπωμένα κεῖται ποιητικῶς.
4 1 48 [25] Ἰστέον δὲ ὡς πᾶς μέλλων ἀπὸ φωνήεντος ἀρχόμενος ἰσοσύλλαβον ἔχει τὸν παρακείμενον, ἀγοράσω ἠγόρακα, ἐλεήσω ἠλέηκα, ἀπὸ δὲ συμφώνου μιᾷ πλεονάζοντα, τύψω τέτυφα, ποιήσω πεποίηκα, πλὴν τοῦ μενῶ νεμῶ. τέτυφα ς: τὰ εἰς α λήγοντα πρῶτα πρόσωπα προσθέσει τοῦ ς τὸ δεύτερον ποιεῖ, ἔλεξα ἔλεξας, πεποίηκα πεποίηκας. Εἰ δέ τις λέγοι εἰς ες ταῦτα λήγειν, ἵνα τῇ ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιῶσιν, ἴστω ὡς καθόλου τῶν παρῳχημένων ἡ παραλήγουσα τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν λήγουσα γίνεται τοῦ δευτέρου τῶν ἑνικῶν, ἐποιεῖτε ἐποίεις, ἐβοᾶτε ἐβόας, ἐλελέχειτε ἐλελέχεις· εἰ τοίνυν γεγράφατε καὶ γέγραφας, ἐλέξατε καὶ ἔλεξας. τέτυφ ε: ἔδει μὲν τῷ κοινῷ λόγῳ τὸ δεύτερον κατὰ ἀποβολὴν τοῦ ς ποιεῖν τὸ τρίτον, ἀλλ’ ἐπεὶ οὐκ ἐνεδέχετο κατὰ τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμὸν ὁμοφωνεῖν τὸ τρίτον τῷ πρώτῳ προσώπῳ, καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς ε . Δυϊκά. Τετύφατο ν , τετύφατο ν: εἴρηται. Πληθ. Τετύφαμε ν: τὰ εἰς α ἑνικὰ προσθέσει τῆς μεν πληθυντικὰ γίνεται, ἔλεξα ἐλέξαμεν, πεποίηκα πεποιήκαμεν. τετύφατ ε , τετύφασ ι: εἴρηται μὲν διὰ τί ἰσοσυλλαβεῖ τῷ πρώτῳ, εἰς σι δὲ λήγει μιμούμενος τὸν ἐνεστῶτα· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικός ὀνομάζεται.
4 1 49 [10] Περὶ Ἀττικοῦ παρακειμένου Ὅτε τὸ ῥῆμα ἄρχεται ἀπὸ τοῦ α ἢ ε ἢ ο , ποιοῦσιν Ἀττικοὶ ἴδιον παρακείμενον οὕτω· τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος δύο γράμματα προστιθέασι τῷ κοινῷ παρακειμένῳ καὶ τὴν τρίτην συλλαβὴν συστέλλουσιν, ἀλείφω ἤλειφα ὁ κοινός, ἀλήλιφα ὁ Ἀττικός, ἐλεύθω ἤλευθα ὁ κοινός, ἐλήλυθα ὁ Ἀττικός, ὀμῶ ὤμοκα ὁ κοινός, ὀμώμοκα ὁ Ἀττικός. Μέσου παρακειμένου Ἑνικά. Τέτυπ α: τρεῖς εἰσιν αἱ διαθέσεις τῶν ῥημάτων, ἐνέργεια πάθος μεσότης· ἑκάστη δὲ αὐτῶν ἀνὰ ἓξ ἔχει χρόνους· ὥσπερ οὖν, εἴ τις τριγενὲς ὄνομα κλίνοι, καθ’ ἕκαστον γένος τὰς πέντε πτώσεις λέγει καὶ οὐκ ἀναμίσγει τὰς τοῦ ἀρσενικοῦ τῷ θηλυκῷ, οὕτω καὶ ἐνταῦθα ἔδει ἡμᾶς ἑκάστην διάθεσιν ἀνὰ μέρος κλίνοντας λέγειν πρῶτον τῆς ἐνεργητικῆς τοὺς χρόνους, εἶτα τῆς παθητικῆς, καὶ τρίτον τῆς μέσης. Ἀλλὰ τοῖς ἀρχαιοτέροις τῶν γραμματικῶν οὐκ ἔδοξεν οὕτως, ἀλλὰ τοὺς χρόνους τῆς μέσης κατεμέρισαν τῇ τε ἐνεργητικῇ καὶ παθητικῇ, παρακειμένους μὲν τῆς μέσης καὶ ὑπερσυντελίκους συγκαταλέγοντες τῇ ἐνεργητικῇ, ἐπεὶ καὶ σχεδὸν ὁμόφωνοι ἦσαν τοῖς παρακειμένοις καὶ ὑπερσυντελίκοις τῶν ἐνεργητικῶν, ἀορίστους δὲ καὶ μέλλοντας τῆς μέσης συγκαταλέγοντες τῇ παθητικῇ, ἐπεὶ ὁμοιοκατάληκτοι ἦσαν τοῖς ἀορίστοις καὶ μέλλουσι τῶν παθητικῶν· ἐνεστῶτας δὲ καὶ παρατατικοὺς τῆς μέσης ἀμνημονεύτους εἴασαν, ἐπεὶ οἱ αὐτοί εἰσι τοῖς ἐνεστῶσι καὶ παρατατικοῖς τῶν παθητικῶν· τὸ γὰρ κολάζομαι πρὸς τὴν σύνταξιν ἔχει τὴν διάθεσιν· ἐὰν γὰρ εἴπῃς κολάζομαι ὑπ’ αὐτοῦ, παθητικόν ἐστιν, ἐὰν δὲ κολάζομαι αὐτόν, μέσον· ὁμοίως καὶ ὁ ἐκολαζόμην παρατατικός. Ὁ μέσος τοίνυν παρακείμενος τὴν μὲν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρακειμένῳ καὶ εἰς α λήγει, πρὸ δὲ τοῦ α τὸ σύμφωνον ἔχει τοῦ ἐνεστῶτος, ὅταν ᾖ ἓν ἁπλοῦν, πείθω πέποιθα, χαίνω κέχηνα· εἰ δὲ δύο σύμφωνα ἔχοι ὁ ἐνεστώς, δι’ οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος, κόπτω κοπή κέκοπα, σκάπτω σκαφή ἔσκαφα· εἰ δὲ διὰ δύο ἀμεταβόλων εἴη ὁ ἐνεστώς, διὰ τοῦ προτέρου ὁ μέσος παρακείμενος, τέμνω τέτομα· εἰ δὲ εἴη διὰ τοῦ ζ ἢ δύο σς ὁ ἐνεστώς, τότε ὁ μέσος παρακείμενος ἀκολουθήσει τῷ μέλλοντι· κἂν μὲν ὁ μέλλων διὰ τοῦ ς , ὁ μέσος παρακείμενος διὰ τοῦ δ , φράζω φράσω πέφραδα, εἰ δὲ ὁ μέλλων διὰ τοῦ ξ , ὁ μέσος παρακείμενος διὰ τοῦ γ , πλήσσω πλήξω πέπληγα.
4 1 50 [20] Παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ ὁ μέσος παρακείμενος, οἷον νένηκα νένηθα, εἰ μή πω ἐν δισυλλάβῳ μέλλοντι τὸ ε εὑρεθείη ἢ μόνον ἢ μετὰ τοῦ ι · τότε γὰρ εἰς ο αὐτὸ τρέπει ὁ μέσος, λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα· ἀλλὰ κἂν ὁ ἐνεστὼς τῇ αι διφθόγγῳ παραλήγοιτο, τρέπει αὐτὴν ὁ μέσος εἰς η , χαίνω κέχηνα, φαίνω πέφηνα. τέτυπα ς , τέτυπ ε: εἴρηται. Δυϊκά. Τετύπατο ν , τετύπατο ν. Πληθ. Τετύπαμε ν , τετύπατ ε , τετύπασ ι . Ὑπερσυντελίκου Ἑνικά. Ἐτετύφει ν: πᾶς παρακείμενος τρέπων τὸ α εἰς ειν ὑπερσυντέλικον ποιεῖ· εἰ δ’ ἀπὸ συμφώνου ἄρχοιτο, καὶ τὴν ἄρχουσαν ἐκτείνει προσόδῳ τοῦ ε · εἰ γὰρ ἀπὸ φωνήεντος, ἡ αὐτὴ ἀρχὴ καὶ ἐπὶ τοῦ ὑπερσυντελίκου, οἷον λέλεχα ἐλελέχειν, ἔφθαρκα ἐφθάρκειν. ἐτετύφει ς: πᾶν πρῶτον πρόσωπον εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ μ κλιτικὸν τροπῇ τοῦ ν εἰς ς τὸ δεύτερον ποιεῖ, ἐδάρην ἐδάρης, ἐτετύφειν ἐτετύφεις· πρόσκειται «μετὰ φυσικῆς μακρᾶς» διὰ τὸ ἐποίουν ἐποίεις καὶ πάντας τοὺς ἀπὸ περισπωμένων παρατατικούς· τούτων γὰρ αἱ ἐπὶ τέλους δίφθογγοι οὐκ ἦσαν φυσικαὶ ἀλλ’ ἐκ συναιρέσεως, διὸ ἐτράπησαν.
4 1 51 [25] Πῶς οὖν τὸ ἐχρύσουν ἐχρύσους οὐκ ἐτράπη; ἐπεὶ τὸ ἐντελὲς ἦν ἐχρύσοον ἐχρύσοες, καὶ τὰ δύο δὲ οο εἰς τὴν ου δίφθογγον κιρνᾶται, ὡς νόος νοῦς, καὶ τὸ οε ὁμοίως, ὡς τὸ ἐμόν τοὐμόν. Πρόσκειται δὲ τῷ κανόνι «μὴ ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐλεγόμην ἐλέγου καὶ τὰ ὅμοια. ἐτετύφε ι. Δυϊκά. Ἐτετύφειτο ν , ἐτετυφείτη ν: εἴρηται. Πληθ. Ἐτετύφειμε ν , ἐτετύφειτ ε , ἐτετύφεισα ν: τὰ εἰς μεν πληθυντικὰ ἀπὸ τῶν εἰς ν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς σαν ποιεῖ τὸ τρίτον, ἔγνων ἔγνωμεν ἔγνωσαν, δαρείην δαρείημεν δαρείησαν. Μέσου ὑπερσυντελίκου Ἑνικά. Ἐτετύπει ν: ὥσπερ ὁ ἐνεργητικὸς παρακείμενος ποιεῖ τὸν ἐνεργητικὸν ὑπερσυντέλικον, οὕτω καὶ ὁ μέσος παρακείμενος τὸν μέσον ὑπερσυντέλικον ποιεῖ, λέλογα ἐλελόγειν. ἐτετύπει ς , ἐτετύπε ι. Δυϊκά. Ἐτετύπειτο ν , ἐτετυπείτη ν. Πληθ. Ἐτετύπειμε ν , ἐτετύπειτ ε , ἐτετύπεισα ν . Ἀορίστου πρώτου Ἑνικά. Ἔτυψ α: πᾶς μέλλων ἀμείβων τὸ τελευταῖον ω εἰς α καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς ἀόριστος γίνεται, κόψω ἔκοψα, ἀγοράσω ἠγόρασα· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ τὴν παραλήγουσαν αὐτοῦ ἐκτείνει ὁ ἀόριστος, κερῶ ἔκειρα, τελῶ ἔτειλα. ἔτυψα ς , ἔτυψ ε. Δυϊκά.
4 1 52 [15] Ἐτύψατο ν , ἐτυψάτη ν. Πληθ. Ἐτύψαμε ν , ἐτύψατ ε , ἔτυψα ν . Ἀορίστου δευτέρου Ἑνικά. Ἔτυπο ν: ὁ δεύτερος ἀόριστος μόνῃ φωνῇ διενήνοχε τοῦ πρώτου, σημαινομένῳ δὲ ὁ αὐτός ἐστιν, ὥσπερ καὶ ἐπὶ ὀνομάτων· ὁ γὰρ πρῶτος καὶ δεύτερος τύπος τῶν ὑπερθετικῶν φωνῇ μόνον, οὐ σημασίᾳ διενηνόχασι· τὸ γὰρ ταχύτατος ἢ τάχιστος οὐδὲν διαφέρουσιν ὅσον γε περὶ τὸ σημαινόμενον. Πᾶς τοίνυν δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς ω κεκλιμένος συνάρχεται μὲν τῷ πρώτῳ ἀορίστῳ, εἰς ον δὲ λήγει καὶ πρὸ τῆς ον ἔχει τὸ σύμφωνον τοῦ μέσου παρακειμένου, τέτυπα ἔτυπον· καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων τῷ πρώτῳ ἰσοσυλλαβεῖ, ἔνυξα ἔνυγον, ἀπὸ δὲ περισπωμένων μιᾷ αὐτοῦ ἐνδεῖ, ἐμύκησα ἔμυκον. Ἔτι δὲ ἀπὸ μὲν βαρυτόνων ἀεὶ βραχείᾳ παραλήγεται, πείθω ἔπιθον, δήκω ἔδακον, τρώγω ἔτραγον· κἄν που τύχῃ τὸ ε σὺν ἀμεταβόλῳ, εἰς α αὐτὸ τρέπει, πλέκω ἔπλακον, τρέπω ἔτραπον· ἀπὸ δὲ περισπωμένων διφορεῖται ἡ παραλήγουσα πῇ μὲν συστελλομένη, ληκῶ ἔλακον, πῇ δὲ ἡ αὐτὴ μένουσα, χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον. ἔτυπε ς , ἔτυπ ε. Δυϊκά. Ἐτύπετο ν , ἐτυπέτη ν. Πληθ. Ἐτύπομε ν , ἐτύπετ ε , ἔτυπο ν. Μέλλοντος πρώτου Ἑνικά.
4 1 53 [20] Τύψ ω: πᾶς μέλλων ἐνεργητικὸς εἰς ω λήγει καὶ συνάρχεται τῷ ἐνεστῶτι, πλὴν τοῦ τρέφω θρέψω καὶ τρέχω θρέξω καὶ τοῦ ἔχω ἕξω· καὶ ἀπὸ μὲν βαρυτόνων ἰσοσυλλαβεῖ αὐτῷ, πλέκω πλέξω, ἀπὸ δὲ περισπωμένων μιᾷ περιττεύει, ποιῶ ποιήσω. Παραλήγεται δὲ ἡ μὲν πρώτη τῶν βαρυτόνων τῷ ψ , τύψω, ἡ δὲ δευτέρα τῷ ξ , λέξω, ἡ δὲ τρίτη τῷ ς , πείσω, ἡ δὲ τετάρτη τῷ ς ἢ ξ , ὀρύξω φράσω· διφορεῖται γάρ· ἡ πέμπτη τὰ ἀμετάβολα τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου, σπείρω σπερῶ, ψάλλω ψαλῶ· ἡ ἕκτη τῷ ς , ἱππεύσω· οἱ δὲ ἀπὸ περισπωμένων ἀεὶ μὲν εἰς ω λήγουσιν, παραλήγεται δὲ ἡ μὲν πρώτη τῷ η ἢ τῷ ε , νοήσω τελέσω, ἡ δὲ δευτέρα τῷ η ἢ τῷ α , βοήσω ἐάσω, ἡ δὲ τρίτη τῷ ω ἢ τῷ ο , γυψώσω ἀρόσω. τύψει ς , τύψε ι. Δυϊκά. Τύψετο ν , τύψετο ν. Πληθ. Τύψομε ν , τύψετ ε , τύψουσι ν . Μέλλοντος δευτέρου Ἑνικά. Τυπ ῶ: πᾶς δεύτερος ἀόριστος τὴν ον εἰς ω μεταβαλὼν καὶ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν ἀποβαλὼν δεύτερον μέλλοντα ποιεῖ πάντως περισπώμενον καὶ τὸ δεύτερον πρόσωπον ἔχοντα διὰ τῆς ει διφθόγγου. τυπεῖ ς , τυπε ῖ. Δυϊκά. Τυπεῖτο ν , τυπεῖτο ν. Πληθ. Τυποῦμε ν , τυπεῖτ ε , τυποῦσι ν. Περὶ παθητικῶν.
4 1 54 [25] Ἑνικά. Τύπτομα ι: πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ω λήγων ἀμοιβῇ τοῦ ω εἰς ο καὶ προσθέσει τῆς μαι τὸ παθητικὸν ποιεῖ, λέγω λέγομαι· πάλιν τὰ περισπώμενα ἀπὸ τῶν ἐντελεστέρων συναιρούμενα διαφόρως ποιεῖ τὴν παραλήγουσαν, ποιέω ποιέομαι ποιοῦμαι, βοάω βοάομαι βοῶμαι, χρυσόω χρυσόομαι χρυσοῦμαι. τύπτ ῃ: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν τοῦ τρίτου προσώπου τὸ τ ἤτοι τρέπον εἰς ς ποιεῖ τὸ δεύτερον, ὡς τὸ πεποίημαι πεποίησαι πεποίηται, ἢ ὑποστέλλον τὸ τ τοῦ τρίτου καὶ κρᾶσιν ποιούμενον τῶν φωνηέντων, ὡς τὸ τύπτομαι τύπτῃ τύπτεται· καὶ ὅσα μὲν εἶχον τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς ὀξύτονον, ἐκεῖνα τροπῇ τοῦ τ εἰς ς ποιεῖ τὸ δεύτερον, ὅσα δὲ μὴ εἰς ς ὀξύτονον, ἐκεῖνα ἐνδείᾳ τοῦ τ καὶ κράσει· ὁ δὲ λόγος καὶ ἐπὶ τῶν εἰς μι . Ποιοῦνται τοίνυν τὴν μὲν τροπὴν ἐν μὲν τοῖς εἰς ω παρακείμενοι καὶ ὑπερσυντέλικοι, τὴν δὲ ἔνδειαν καὶ κρᾶσιν ἐνεστῶτες παρατατικοὶ ἀόριστοι μέσοι καὶ μέλλοντες ἅπαντες· ἐν δὲ τοῖς εἰς μι πάντες τῇ τροπῇ γίνονται πλὴν τῶν μελλόντων καὶ τοῦ πρώτου μέσου ἀορίστου· ἔστιν γὰρ ἔστησα καὶ στήσας ἡ μετοχὴ βαρυτόνως· ἦν οὖν τύπτεται, ὑποστολῇ τοῦ τ τύπτεαι, καὶ κράσει τοῦ εα εἰς η , ὡς βέλεα βέλη, τύπτῃ, καὶ μένει τὸ ι μὴ ἐκφωνούμενον διὰ τὸ μέγεθος τοῦ η . τύπτετα ι: τὰ εἰς μαι ἔχοντα τὸ μ κλιτικὸν τροπῇ τῆς μαι εἰς ται τὸ τρίτον ποιεῖ, τρέποντα τὴν παραλήγουσαν ἔνθα μὴ ἔστιν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς . Δυϊκά. Τυπτόμεθο ν: ἐκ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς θα εἰς θον . τύπτεσθο ν: ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τῆς θε εἰς θον . τύπτεσθο ν: εἴρηται. Πληθ. Τυπτόμεθ α: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς τελευταίας εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ, λέγομαι λεγόμεθα, ἐλεγόμην ἐλεγόμεθα, λέλεγμαι λελέγμεθα, καὶ ἐπὶ τῶν ὁμοίων· πρόσκειται «μετὰ μακρᾶς,» ἐπεὶ τὰ εἰς μι πάντα ὁριστικά τε καὶ εὐκτικὰ κλιτικὸν μὲν ἔχουσι τὸ μ , οὐ ποιοῦσι δὲ εἰς μεθα τὸ πληθυντικόν.
4 1 55 [20] τύπτεσθ ε: πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικὸν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς θε δεύτερον πληθυντικὸν ποιεῖ· ἀλλ’ εἰ μὲν καθαρεύοι τὸ τ , καὶ ς προσλαμβάνει τὸ πληθυντικόν, λέγεται λέγεσθε, ἐλέγετο ἐλέγεσθε, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τοῦτο τηρεῖται, πλὴν εἰ μή πω ψιλὸν ὂν διὰ ἀσυνταξίαν εἰς δασὺ τραπείη, οἷον κέκαρται κέκαρθε, τέτιλται τέτιλθε· νένυκται δὲ νένυχθε καὶ τέτυπται τέτυφθε. τύπτοντα ι: πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικὸν πρὸ τοῦ τ δεχόμενον τὸ ν καὶ τὴν παραλήγουσαν φυλάσσον τοῦ πρώτου προσώπου τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον λέγεται λέγονται ὅτι λέγομαι, ἵσταται δὲ ἵστανται καὶ ἐδίδοτο ἐδίδοντο. Παρατατικοῦ Ἑνικά. Ἐτυπτόμη ν: πᾶς ἐνεστὼς παθητικὸς τρέπων τὴν μαι εἰς μην καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς τὸν παρατατικὸν ποιεῖ, λέγομαι ἐλεγόμην, αἰδοῦμαι ᾐδούμην. ἐτύπτο υ: καὶ τοῦτο ἀπὸ τοῦ τρίτου γέγονε τοῦ ἐτύπτετο ἐνδείᾳ τοῦ τ καὶ κράσει τοῦ εο εἰς τὴν ου δίφθογγον, ἐτύπτετο ἐτύπτου. ἐτύπτετ ο: πᾶν πρῶτον πρόσωπον εἰς μην λῆγον τροπῇ τῆς μην εἰς το τὸ τρίτον ποιεῖ· τὴν δὲ παραλήγουσαν τρέπει, ὅταν μὴ ἔχῃ τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς ὀξύτονον. Δυϊκά. Ἐτυπτόμεθο ν , ἐτύπτεσθο ν , ἐτυπτέσθη ν. Πληθ. Ἐτυπτόμεθ α , ἐτύπτεσθ ε , ἐτύπτοντ ο. Παρακειμένου Ἑνικά.
4 1 56 [20] Τέτυμμα ι: ὁ παθητικὸς παρακείμενος ἐκ τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ τέλους εἰς μαι , πεποίηκα πεποίημαι· καὶ οἱ μὲν εἰς φα ἐνεργητικοὶ καὶ ἄλλο μ προσλαμβάνουσιν, νένιφα νένιμμαι, τέτυφα τέτυμμαι· οἱ δὲ εἰς χα τὸ γ , λέλεχα λέλεγμαι, νένυχα νένυγμαι· οἱ δὲ εἰς κα εἰ μὲν εἶεν ἀπὸ περισπωμένων, πρὸς τὴν παραλήγουσαν κανονίζονται· βραχείας γὰρ οὔσης τῆς παραληγούσης προσλαμβάνει ὁ παθητικὸς τὸ ς , τετέλεκα τετέλεσμαι, γεγέλακα γεγέλασμαι, μακρᾶς δὲ οὐ προστίθεται τὸ ς , πεποίηκα πεποίημαι, νενόηκα νενόημαι· ὅτε μέντοι ἐστὶν ἀπὸ βαρυτόνων θεμάτων ὁ εἰς κα παρακείμενος, τὸ ς προσλαμβάνει ἐν τοῖς παθητικοῖς, πλὴν τῆς πέμπτης συζυγίας καὶ ὀλίγων τῆς ἕκτης, νένηκα νένησμαι, πέφρακα πέφρασμαι· τέτιλκα δὲ τέτιλμαι καὶ ἵππευκα ἵππευμαι. Μηδεὶς δὲ οἰέσθω ἀπὸ τοῦ ἔρραγκα ἔρραμμαι, μεμίαγκα μεμίαμμαι τὸν παθητικὸν παρακείμενον ἕτερον μ προσειληφέναι· τὸ γὰρ μ τοῦτο οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν ἐστι, πρὸς τὰς συντάξεις τῶν συμφώνων τρεπόμενον ὁτὲ μὲν εἰς γ , ὡς ἐν τῷ ἔρραγκα, ὁτὲ δὲ εἰς μ , ὡς ἐν τῷ ἔρραμμαι· ὁ μέντοι κέκλεικα, ὀφείλων ἐν τῷ κέκλεισμαι προσλαμβάνειν τὸ ς , κέκλειμαι λέγεται παρὰ πᾶσιν Ἕλλησιν· ὁμοίως καὶ ἀπὸ τοῦ ἐλήλακα ἐλήλαμαι, οὐκ ἐλήλασμαι. τέτυψα ι: εἴπομεν ποῖα τῶν ἐχόντων τὸ μ κλιτικὸν τροπῇ τοῦ τ εἰς ς ποιεῖ τὸ δεύτερον, καὶ ποῖα ἐνδείᾳ καὶ κράσει· τοῦ τοίνυν τέτυπται τρέποντος τὸ τ εἰς ς γίνεται πς , ἃ συγκιρνώμενα εἰς ψ · τὸ γὰρ ψ ἐκ τοῦ π καὶ ς · ποιεῖ τὸ τέτυψαι, ὡς καὶ τὸ νένυκται νένυξαι. τέτυπτα ι: ἔδει μὲν τρεπομένου τοῦ μαι εἰς ται ἀπὸ τοῦ τέτυμμαι εἶναι τὸ τρίτον τέτυμται· ἀλλ’ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, εἰς τὸ ἀντίστοιχον τοῦ τ μεταβέβληται τὸ μ .
4 1 57 [15] Δυϊκά. Τετύμμεθο ν , τέτυφθο ν , τέτυφθο ν. Πληθ. Τετύμμεθ α , τέτυφθ ε: εἴπομεν ὡς ἀπὸ τοῦ τρίτου τῶν ἑνικῶν γίνεται τὸ δεύτερον τῶν πληθυντικῶν τροπῇ τῆς ἐσχάτης εἰς θε · εἰ δὲ ψιλῷ παραλήγοιτο, τρέπεται εἰς δασὺ διὰ τὴν ἀσυνταξίαν. τετυμμένοι εἰσ ί: πᾶν τρίτον ἑνικὸν ἔχον πρὸ τοῦ τ σύμφωνον, διὰ τὸ μὴ δύνασθαι δέξασθαι πρὸ τοῦ τ τὸ ν οὐ ποιεῖ τρίτον πληθυντικόν, ἀλλὰ διὰ μετοχῆς αὐτὸ καὶ τοῦ εἰσί ῥήματος ἀναπληροῖ ἡ χρῆσις. Καὶ ἰακῶς τετύφατα ι: πᾶν τρίτον ἑνικὸν ἔχον πρὸ τοῦ τ ψιλὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ προσθήκῃ τοῦ α ποιοῦσιν Ἴωνες τρίτον πληθυντικόν, νένιπται νενίφαται, λέλεκται λελέχαται· εἰ μέντοι εἴη τὸ κοινὸν διὰ τοῦ στ ἀπὸ βαρυτόνων, τότε τὸ Ἰωνικὸν ἔχει πρὸ τοῦ αται τὸ χαρακτηριστικὸν τοῦ μέσου παρακειμένου σύμφωνον, πέφρασται πεφράδαται, ὅτι πέφραδα· οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συστολήν, πεποίηται πεποιέαται. Ὑπερσυντελίκου Ἑνικά.
4 1 58 [15] Ἐτετύμμη ν: πᾶς παρακείμενος παθητικὸς τρέπων τὴν μαι εἰς μην ὑπερσυντέλικος γίνεται, προσλαμβάνων κατ’ ἀρχὴν τὸ ε , εἰ ἀπὸ συμφώνου ἄρχοιτο· εἰ δὲ ἀπὸ φωνήεντος, οὐ δεῖ προσθήκης, λέλεγμαι ἐλελέγμην, ἔφθαρμαι ἐφθάρμην. ἐτέτυψ ο , ἐτέτυπτ ο. Δυϊκά. Ἐτετύμμεθο ν , ἐτέτυφθο ν , ἐτετύφθη ν. Πληθ. Ἐτετύμμεθ α , ἐτέτυφθ ε , τετυμμένοι ἦσα ν: εἰδέναι δεῖ ὡς ἐν μὲν τῷ παρακειμένῳ τετυμμένοι εἰσί φαμέν, ἐν δὲ τῷ ὑπερσυντελίκῳ τετυμμένοι ἦσαν· κοινὴ μὲν γὰρ ἀμφοῖν τοῖν χρόνοιν ἡ μετοχή, ἀλλ’ οὐ τὸ ῥῆμα· παρακειμένῳ δὲ οἰκεῖος ὁ εἰσίν ἐνεστὼς καὶ ὑπερσυντελίκῳ ὁ ἦσαν παρῳχημένος. Καὶ ἰακῶς τετύφατ ο . Ἀορίστου πρώτου Ἑνικά. Ἐτύφθη ν: τέσσαρας ἀορίστους εὑρίσκομεν ἐν τοῖς παθητικοῖς, δύο παθητικούς, πρῶτον καὶ δεύτερον, καὶ δύο μέσους, ὁμοίως πρῶτον καὶ δεύτερον· γίνεται οὖν ὁ μὲν πρῶτος παθητικὸς οὕτως· πᾶς παρακείμενος παθητικὸς τὴν τελευταίαν τρέπων εἰς θην καὶ τὸ κατ’ ἀρχὰς σύμφωνον ἀποβαλὼν τὸν παθητικὸν πρῶτον ἀόριστον ποιεῖ, τετέλεσμαι ἐτελέσθην, κέκαρμαι ἐκάρθην· εἰ μέντοι εὕροι πρὸ τοῦ μ τὸ γ ἢ τὸ μ , εἰς ἐκεῖνα αὐτὰ τρέπει τὰ δασέα ἐξ ὧν καὶ μεταβέβληνται, οἷον λέλεχα λέλεγμαι ἐλέχθην, τέτυφα τέτυμμαι ἐτύφθην.
4 1 59 [20] ἐτύφθη ς , ἐτύφθ η. Δυϊκά. Ἐτύφθητο ν , ἐτυφθήτη ν. Πληθ. Ἐτύφθημε ν , ἐτύφθητ ε , ἐτύφθησα ν . Ἀορίστου δευτέρου Ἑνικά. Ἐτύπη ν: πᾶς δεύτερος ἀόριστος ἐνεργητικὸς εἰς ον λήγων τροπῇ τοῦ ο εἰς η παθητικὸς δεύτερος ἀόριστος γίνεται, ἔτυπον ἐτύπην, ἔνυγον ἐνύγην. ἐτύπη ς , ἐτύπ η. Δυϊκά. Ἐτύπητο ν , ἐτυπήτη ν. Πληθ. Ἐτύπημε ν , ἐτύπητ ε , ἐτύπησα ν . Μέσου ἀορίστου πρώτου Ἑνικά. Ἐτυψάμη ν: οἱ μέσοι ἀόριστοι ἀπὸ τῶν ἐνεργητικῶν γίνονται προσόδῳ τῆς μην , ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου, ἔπεισα ἐπεισάμην, ἔπιθον ἐπιθόμην. ἐτύψ ω , ἐτύψατ ο. Δυϊκά. Ἐτυψάμεθο ν , ἐτύψασθο ν , ἐτυψάσθη ν. Πληθ. Ἐτυψάμεθ α , ἐτύψασθ ε , ἐτύψαντ ο . Μέσου ἀορίστου δευτέρου Ἑνικά. Ἐτυπόμη ν , ἐτύπο υ , ἐτύπετ ο. Δυϊκά. Ἐτυπόμεθο ν , ἐτύπεσθο ν , ἐτυπέσθη ν. Πληθ. Ἐτυπόμεθ α , ἐτύπεσθ ε , ἐτύποντ ο . Μέλλοντος πρώτου Ἑνικά. Τυφθήσομα ι: ὁμοίως τοῖς ἀορίστοις καὶ τοὺς μέλλοντας τέσσαρας ἔστιν εὑρεῖν ἐν τοῖς παθητικοῖς, δύο παθητικοὺς καὶ δύο μέσους· γίνονται οὖν οἱ μὲν παθητικοὶ μέλλοντες ἀπὸ τῶν παθητικῶν ἀορίστων, οἱ δὲ μέσοι ἀπὸ τῶν ἐνεργητικῶν μελλόντων.
4 1 60 [25] Πᾶς παθητικὸς ἀόριστος κατὰ τὸ τρίτον πρόσωπον προσλαβὼν τὸ σομαι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν παθητικὸν μέλλοντα ποιεῖ, ἐτύφθη τυφθήσομαι, ἠγοράσθη ἀγορασθήσομαι, εἰκάσθη εἰκασθήσομαι. τυφθήσ ῃ , τυφθήσετα ι. Δυϊκά. Τυφθησόμεθο ν , τυφθήσεσθο ν , τυφθήσεσθο ν. Πληθ. Τυφθησόμεθ α , τυφθήσεσθ ε , τυφθήσοντα ι . Μέλλοντος δευτέρου Ἑνικά. Τυπήσομα ι: εἴπομεν ὡς ἀπὸ τοῦ δευτέρου ἀορίστου παθητικοῦ τρίτου προσώπου γίνεται, ἐνύγη νυγήσομαι, ἐπράθη πραθήσομαι. τυπήσ ῃ , τυπήσετα ι. Δυϊκά. Τυπησόμεθο ν , τυπήσεσθο ν , τυπήσεσθο ν. Πληθ. Τυπησόμεθ α , τυπήσεσθ ε , τυπήσοντα ι . Μέσου μέλλοντος πρώτου Ἑνικά. Τύψομα ι: πᾶς μέλλων ἐνεργητικὸς προσλαβὼν τὴν μαι καὶ τρέπων τὸ ω , εἰ μὲν βαρύνοιτο, εἰς ο , εἰ δὲ περισπῷτο, εἰς τὴν ου δίφθογγον, μέσος μέλλων γίνεται, νύξω νύξομαι, νυγῶ νυγοῦμαι, κερῶ κεροῦμαι. τύψ ῃ , τύψετα ι. Δυϊκά. Τυψόμεθο ν , τύψεσθο ν , τύψεσθο ν. Πληθ. Τυψόμεθ α , τύψεσθ ε , τύψοντα ι . Μέσου μέλλοντος δευτέρου Ἑνικά. Τυποῦμα ι: εἴπομεν ὡς ἀπὸ τοῦ δευτέρου μέλλοντος ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον καὶ προσθήκῃ τῆς μαι · κλίσιν δὲ ἔχει ὁμοίαν τοῖς ἐνεστῶσι παθητικοῖς τοῦ ποιοῦμαι καὶ τῶν ὁμοίων τῆς πρώτης τῶν περισπωμένων. τυπ ῇ , τυπεῖτα ι. Δυϊκά.
4 1 61 [20] Τυπούμεθο ν , τυπεῖσθο ν , τυπεῖσθο ν. Πληθ. Τυπούμεθ α , τυπεῖσθ ε , τυποῦντα ι . Μετ’ ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ Ἑνικά. Τετύψομα ι: ὁ παθητικὸς παρακείμενος κατὰ τὸ δεύτερον ἑαυτοῦ πρόσωπον πρὸ τῆς αι διφθόγγου δεχόμενος τὸ ομ μετ’ ὀλίγον μέλλοντα ποιεῖ, τέτυμμαι τέτυψαι τετύψομαι, νένυγμαι νένυξαι νενύξομαι. τετύψ ῃ , τετύψετα ι. Δυϊκά. Τετυψόμεθο ν , τετύψεσθο ν , τετύψεσθο ν. Πληθ. Τετυψόμεθ α , τετύψεσθ ε , τετύψοντα ι . Περὶ ἀπαρεμφάτω ν . Ἐδόκει τισὶ τὰ ἀπαρέμφατα μηδὲ ῥήματα εἶναι διὰ τὸ μὴ ἔχειν πρόσωπά τε καὶ ἀριθμού ς · φαμὲν οὖν ὡς πᾶν μέρος λόγου φύσει μὲν ἕν ἐστιν ἁπλοῦ ν , θέσει δὲ ποικίλο ν · αὐτίκα γοῦν καὶ πάσῃ λέξει συναπτόμενον ἄρθρον κατὰ τὸν τῆς φωνῆς λόγον ἑνικῶς λέγετα ι , τὸ Ἀρίσταρχος προπαροξύνετα ι , τὸ τύπτω παροξύνετα ι: τὸ τοίνυν ἀπαρέμφατον αὐτοῦ τοῦ φύσει ῥήματός ἐστιν ὄνομα· διὸ καὶ μονόφωνόν ἐστιν καὶ πολλάκις ἄρθρον ἔχει συναρτώμενον, οἷον τὸ ἀναγινώσκειν ὠφέλιμόν ἐστι ν . Ἀπαρέμφατα ἐνεργητικ ά . Χρόνου ἐνεστῶτος καὶ παρατατικο ῦ . Τύπτει ν: πᾶς ἐνεστὼς ἀπὸ βαρυτόνων κατὰ τὸ τρίτον πρόσωπον τὸ ν προσλαβὼν ἀπαρέμφατον ποιεῖ, λέγει λέγειν· ἀπὸ δὲ περισπωμένων ὁ παρατατικὸς προσόδῳ τοῦ ν καὶ συστολῇ τῆς ἀρχούσης, ἐποίει ποιεῖν, ἐβόα βοᾶν, ἐχρύσου χρυσοῦν.
4 1 62 [20] Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυφέναι: πᾶς παρακείμενος κατὰ τὸ τρίτον πρόσωπον τὴν ναι προσλαβὼν ἀπαρέμφατον ποιεῖ, τέτυφε τετυφέναι, πεποίηκε πεποιηκέναι. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυπένα ι: ὁμοίως καὶ αὐτὸς γίνεται, τέτυπε τετυπέναι, νένυγε νενυγέναι. Ἀορίστου πρώτου. Τύψα ι: ὁ εἰς α λήγων ἀόριστος προσθέσει τοῦ ι καὶ συστολῇ τῆς ἀρχούσης ἀπαρέμφατον ποιεῖ, ἔπεισα πεῖσαι· οὐ συνεζεύχθη δὲ τῷ μέλλοντι, ἐπειδὴ μηδὲ ἡ μετοχή· ὧν γὰρ αἱ μετοχαὶ συνεμπίπτουσιν, τούτων καὶ τὰ ἀπαρέμφατα. Εἰ δὲ λέγοι τις, πῶς οὖν δευτέρου ἀορίστου καὶ μέλλοντος αἱ μετοχαὶ μὲν συνέπεσον, τὰ δὲ ἀπαρέμφατα οὔ, ἴστω ὅτι αἱ μετοχαὶ αὐτῶν φωνῇ μὲν συνέπεσον, τόνῳ δὲ διεστάλησαν· ἀορίστου γὰρ δευτέρου τυπών ὀξυτόνως, μέλλοντος δὲ τυπῶν περισπωμένως· τὸ μέντοι ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου, ὀξυνθῆναι μὴ δυνάμενον καθὸ οὐκ ἔστι ῥῆμα ὀξυνόμενον, ἐξ ἀνάγκης περιεσπάσθη, καὶ οὕτω συνέπεσε τῷ τοῦ δευτέρου μέλλοντος. Μέλλοντος πρώτου. Τύψει ν: πᾶς μέλλων κατὰ τὸ τρίτον πρόσωπον τὸ ν προσλαβὼν ἀπαρέμφατον ποιεῖ, λέξω λέξεις λέξει λέξειν. Ἀορίστου δευτέρου καὶ μέλλοντος. Τυπεῖ ν: ὁ δεύτερος μέλλων κατὰ τὸ τρίτον πρόσωπον προσλαβὼν τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἀορίστου καὶ μέλλοντος, νυγῶ νυγεῖς νυγεῖ νυγεῖν.
4 1 63 [25] Ἀπαρέμφατα παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτεσθα ι: πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐν τῷ τρίτῳ προσώπῳ τὸ τ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς θαι καὶ τὴν κατ’ ἀρχὰς κλιτικὴν ἔκτασιν συστεῖλαν ἀπαρέμφατον ποιεῖ· καὶ εἰ μὲν καθαρεύοι τὸ τ , καὶ ς προσλαμβάνει, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τηρεῖται τὸ σύμφωνον· εἰ δὲ ψιλῷ, εἰς δασὺ τρέπεται· τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι ὁ παρακείμενος τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐδαμοῦ ἀποβάλλει. Γίνονται οὖν οἱ χρόνοι οὕτως· ἐνεστὼς καὶ παρατατικὸς τύπτεται τύπτεσθαι, παρακείμενος καὶ ὑπερσυντέλικος τέτυπται τετύφθαι [ἀόριστος πρῶτος ἐτύφθη τυφθῆναι, ἀόριστος δεύτερος ἐτύπη τυπῆναι] μέσος ἀόριστος πρῶτος ἐτύψατο τύψασθαι, μέσος ἀόριστος δεύτερος ἐτύπετο τυπέσθαι, μέλλων πρῶτος τυφθήσεται τυφθήσεσθαι, μέλλων δεύτερος τυπήσεται τυπήσεσθαι, μέσος μέλλων πρῶτος τύψεται τύψεσθαι, μέσος μέλλων δεύτερος τυπεῖται τυπεῖσθαι, μετ’ ὀλίγον μέλλων τετύψεται τετύψεσθαι. Ἀόριστοι δὲ παθητικοὶ πρῶτος καὶ δεύτερος, ἐπεὶ μὴ ἔχουσιν ἐν τῷ τρίτῳ προσώπῳ κλιτικὸν τὸ τ , ἑτέρως γίνονται· κατὰ γὰρ τὸ τρίτον πρόσωπον προσλαμβάνοντες τὴν ναι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ἀπαρέμφατον ποιοῦσιν, ἐτύφθη τυφθῆναι, ἐτύπη τυπῆναι. Περὶ προστακτικῶν. Καθόλου παντὸς προστακτικοῦ τὸ πρῶτον πρόσωπον ἐπὶ παντὸς ἀριθμοῦ ἐπιλέλοιπεν, ἐπεὶ πρῶτόν ἐστι πρόσωπον τὸ περὶ ἑαυτοῦ ἀποφαινόμενον, ἡ δὲ πρόσταξις πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις· πῶς οὖν δυνατὸν ἦν ἐν μιᾷ φωνῇ περὶ ἑαυτοῦ τε ἀποφαίνεσθαί τινα καὶ πρὸς ἕτερον ποιεῖσθαι τὸν λόγον; Προστακτικὰ ἐνεργητικά.
4 1 64 [25] Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά, Τύπτ ε: πᾶν τρίτον πρόσωπον τοῦ ἐνεργητικοῦ παρατατικοῦ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον προστακτικὸν γίνεται, ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα. τυπτέτ ω: πᾶν δεύτερον προστακτικὸν ἐνεργητικὸν εἰς φωνῆεν λῆγον, πλὴν τῶν εἰς θι , προσθέσει τοῦ τω τρίτον γίνεται, λέγε λεγέτω, ποίει ποιείτω. Δυϊκά. Τύπτετο ν , τυπτέτω ν: τὸ μὲν δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τῆς τε εἰς τον , τὸ δὲ τρίτον ἀπὸ τοῦ ἰδίου δευτέρου· πᾶν γὰρ δυϊκὸν ἐν προστακτικοῖς τροπῇ τοῦ ο εἰς ω τὸ τρίτον ποιεῖ, ποιεῖτον ποιείτων. Πληθυντικά. Τύπτετ ε , τυπτέτωσα ν: ἄμφω τὰ πληθυντικὰ ἀπὸ τοῦ τρίτου τῶν ἑνικῶν γίνεται· τὸ γὰρ τρίτον τῶν ἑνικῶν τροπῇ μὲν τοῦ ω εἰς ε δεύτερον πληθυντικὸν γίνεται, λεγέτω λέγετε, τετυφέτω τετύφετε, προσθέσει δὲ τῆς σαν τὸ τρίτον ποιεῖ, τυπτέτω τυπτέτωσαν, βοάτω βοάτωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέτυφ ε: τὸ τρίτον πρόσωπον τοῦ ὁριστικοῦ παρακειμένου δεύτερόν ἐστι προστακτικόν, τέτυφε ἐκεῖνος τέτυφε σύ, πεποίηκε ἐκεῖνος πεποίηκε σύ. τετυφέτ ω. Δυϊκά. Τετύφετο ν , τετυφέτω ν. Πληθ. Τετύφετ ε , τετυφέτωσα ν . Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέτυπ ε , τετυπέτ ω. Δυϊκά. Τετύπετο ν , τετυπέτω ν. Πληθ. Τετύπετ ε , τετυπέτωσα ν: ἡ αὐτὴ τεχνολογία τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου. Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά.
4 1 65 [5] Τύψο ν: ἔδει μὲν καὶ τὸν ἀόριστον ἐκ τοῦ ἰδίου ὁριστικοῦ τρίτου προσώπου γίνεσθαι, ἔτυψε ἐκεῖνος τύψε σύ, ἀλλ’ ἐκρατήθη Συρακουσίῳ ἔθει· ἐκεῖνοι γὰρ τὰ εἰς ε προστακτικὰ εἰς ον μεταποιοῦσιν, τὸ λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον· οὕτω καὶ τὸ τύψε τύψον. τυψάτ ω: ἔδει μὲν κατὰ τὴν ἀναλογίαν τῶν εἰς ε προστακτικῶν διὰ τοῦ ετω εἶναι τὸ τρίτον, ἀλλ’ ἐπεὶ πανταχοῦ ὁ ἀόριστος φιλεῖ τὸ α · τὸ γὰρ ὁριστικὸν ἔτυψα, ἡ μετοχὴ τύψας, τὸ ἀπαρέμφατον τύψαι, τὸ εὐκτικὸν τύψαιμι· τούτου χάριν οὐδὲ τὸ προστακτικὸν ἐχωρίσθη τοῦ α . Δυϊκά. Τύψατο ν , τυψάτω ν. Πληθ. Τύψατ ε , τυψάτωσα ν . Ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Τύπ ε: τὸ τρίτον πρόσωπον τοῦ δευτέρου ἀορίστου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον προστακτικὸν γίνεται, ἔνυγον ἔνυγες ἔνυγε νύγε. τυπέτ ω. Δυϊκά. Τύπετο ν , τυπέτω ν. Πληθ. Τύπετ ε , τυπέτωσα ν . Προστακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τύπτο υ: τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ παρατατικοῦ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν συστεῖλαν προστακτικὸν γίνεται, ἐποιοῦ ποιοῦ, ἐβοῶ βοῶ, ἐχρυσοῦ χρυσοῦ. τυπτέσθ ω: τὰ εἰς τω τρίτα ἐνεργητικὰ τροπῇ τοῦ τω εἰς σθω παθητικὰ γίνεται, νοείτω νοείσθω, λεγέτω λεγέσθω· ἑνὶ δὲ λόγῳ πᾶν δεύτερον πρόσωπον πληθυντικὸν ὁριστικὸν τῶν παθητικῶν ἢ μέσων τροπῇ τοῦ ε εἰς ω προστακτικὸν γίνεται τρίτον, τύπτεσθε τυπτέσθω, τέτυφθε τετύφθω, ἐτύφθητε τυφθήτω, ἐτύπητε τυπήτω, ἐτύψασθε τυψάσθω, ἐτύπεσθε τυπέσθω.
4 1 66 [20] Δυϊκά. Τύπτεσθο ν: ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν. τυπτέσθω ν: ἐκ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο εἰς ω . Πληθ. Τύπτεσθ ε: ἐκ τοῦ τρίτου τῶν ἑνικῶν τροπῇ τοῦ ω εἰς ε . τυπτέσθωσα ν: ἐκ τοῦ τρίτου τῶν ἑνικῶν προσθήκῃ τῆς σαν. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέτυψ ο: τὸ δεύτερον πρόσωπον τοῦ ὑπερσυντελίκου συστολῇ τῆς ἀρχούσης προστακτικὸν γίνεται, ἐλελέγμην ἐλέλεξο λέλεξο. τετύφθ ω: δύναται καὶ ἀπὸ τοῦ τετυφέτω τετυφέσθω καὶ ἐν συγκοπῇ τετύφθω εἶναι, καὶ ἀπὸ τοῦ τέτυφθε τετύφθω γεγονέναι. Δυϊκά. Τέτυφθο ν , τετύφθω ν. Πληθ. Τέτυφθ ε , τετύφθωσα ν . Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Τύφθητ ι: πᾶσα μετοχὴ εἰς ς ὀξύτονος διὰ τοῦ ντ κλινομένη εἰς θι ποιεῖ τὸ προστακτικόν, διδούς δίδοθι, ἱστάς ἵσταθι· οὕτως οὖν τυφθείς τύφθηθι ἔδει εἶναι, ἀλλὰ διὰ τὸ κακόφωνον τῆς ἐπαλληλίας τῶν δασέων τύφθητι φαμὲν διὰ τοῦ τ . τυφθήτ ω: τὰ εἰς θι προστακτικὰ τροπῇ τῆς θι εἰς τω τὸ τρίτον ποιοῦσι, δίδοθι διδότω, ἵσταθι ἱστάτω. Δυϊκά.
4 1 67 [20] Τύφθητο ν , τυφθήτω ν. Πληθ. Τύφθητ ε , τυφθήτωσα ν . Ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Τύπηθ ι: ὁμοίως τῷ πρώτῳ γέγονεν ἀπὸ τῆς τυπείς μετοχῆς· ἐνταῦθα δέ, ἐπειδὴ μὴ παρηνώχλει τὰ δασέα, τὸ θ προσῆλθεν ἐν τῷ τέλει. τυπήτ ω. Δυϊκά. Τύπητο ν , τυπήτω ν. Πληθ. Τύπητ ε , τυπήτωσα ν . Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Τύψα ι: ὁ εἰς α λήγων ἀόριστος προσθέσει τοῦ ι καὶ συστολῇ τῆς ἀρχούσης μέσος προστακτικὸς γίνεται· διὸ καὶ διὰ διφθόγγου γράφεται, ἔλουσα λοῦσαι, ἤσπασα ἄσπασαι. τυψάσθ ω. Δυϊκά. Τύψασθο ν , τυψάσθω ν. Πληθ. Τύψασθ ε , τυψάσθωσα ν . Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Τυπο ῦ: ὁ μέσος δεύτερος ἀόριστος τοῦ δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν συστείλας τὸ ἴδιον προστακτικὸν ποιεῖ, ἐλαβόμην ἐλάβου λαβοῦ, ἐπραθόμην ἐπράθου πραθοῦ· ταῦτα δὲ παραλόγως Ἀττικοὶ περισπῶσιν. τυπέσθ ω. Δυϊκά. Τύπεσθο ν , τυπέσθω ν. Πληθ. Τύπεσθ ε , τυπέσθωσα ν . Περὶ εὐκτικῶν.
4 1 68 [20] Εὐκτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τύπτοιμ ι: πᾶσα μετοχὴ ἐνεργητική, τὸ τέλος τῆς γενικῆς τρέψασα εἰς μι καὶ πρὸ τοῦ μ δεξαμένη τὸ ι παραιτησαμένη τε τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἀκουσθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ἐνεργητικὸν ποιεῖ, τύπτων τύπτοντος τύπτοιμι, τετυφώς τετυφότος τετύφοιμι· εἰ μέντοι εἴη εἰς ς ὀξύτονος ἡ μετοχὴ διὰ τοῦ ντ κλινομένη, τὸ τέλος τῆς γενικῆς οὐκ εἰς μι ἀλλ’ εἰς ην τρέπεται, δοθείς δοθέντος δοθείην, στάς στάντος σταίην. τύπτοι ς: πᾶν ῥῆμα εἰς μι λῆγον τροπῇ τῆς μι εἰς ς τὸ δεύτερον ποιεῖ, λέγοιμι λέγοις, τίθημι τίθης. τύπτο ι. Δυϊκά. Τύπτοιτο ν , τυπτοίτη ν: καθόλου τὰ δυϊκὰ τῶν εὐκτικῶν εἰς ην ἔχει τὸ τρίτον· οὐχ ὁμοφωνεῖ γὰρ τῷ δευτέρῳ διὰ τὸ μὴ εἶναι τὸ τρίτον τῶν πληθυντικῶν εἰς σι ἢ εἰς ται . Πληθ. Τύπτοιμε ν: τὰ εἰς μι τροπῇ τῆς μι εἰς μεν τὸ πληθυντικὸν ποιεῖ, λέγοιμι λέγοιμεν. τύπτοιτ ε: ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μεν εἰς τε · οὐδέποτε δὲ τὰ εὐκτικὰ τὴν παραλήγουσαν τρέπει. τύπτοιε ν: τὰ εἰς μεν εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγοιτο, ἀποβολῇ τοῦ μ τὸ τρίτον ποιεῖ, λέγοιμεν λέγοιεν, τύψοιμεν τύψοιεν· εἰ δὲ μονοφθόγγῳ, εἰς σαν , δαρείημεν δαρείησαν καὶ δοίημεν δοίησαν· ὡς δὲ γίνεται κατὰ συγκοπήν, 〈Ν 378〉 δοῖμεν δ ’ Ἀτρείδαο θυγατρῶν εἶδος ἀρίστη ν, τότε καὶ τὸ τρίτον, 〈Α 18〉 ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώμα τ ’ ἔχοντε ς . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά.
4 1 69 [30] Τετύφοιμ ι: ἡ μετοχὴ τετυφώς τετυφότος καὶ τὸ εὐκτικὸν τετύφοιμι λέγεται· εἰς ς μὲν γὰρ ἦν ὀξύτονος ἡ μετοχή, ἀλλ’ οὐ κλίνεται διὰ τοῦ ντ · διὸ οὐκ ἐποίησε τὸ εὐκτικὸν εἰς ην . τετύφοι ς , τετύφο ι. Δυϊκά. Τετύφοιτο ν , τετυφοίτη ν. Πληθ. Τετύφοιμε ν , τετύφοιτ ε , τετύφοιε ν: εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τετύποιμ ι , τετύποι ς , τετύπο ι. Δυϊκά. Τετύποιτο ν , τετυποίτη ν. Πληθ. Τετύποιμε ν , τετύποιτ ε , τετύποιε ν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τετυπώς μετοχῆς. Ἀορίστου πρώτου Ἑνικά. Τύψαιμ ι , τύψαι ς , τύψα ι. Δυϊκά. Τύψαιτο ν , τυψαίτη ν. Πληθ. Τύψαιμε ν , τύψαιτ ε , τύψαιε ν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τύψας μετοχῆς. Ἀορίστου δευτέρου Ἑνικά. Τύποιμ ι , τύποι ς , τύπο ι. Δυϊκά. Τύποιτο ν , τυποίτη ν. Πληθ. Τύποιμε ν , τύποιτ ε , τύποιε ν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τυπών μετοχῆς. Μέλλοντος πρώτου Ἑνικά. Τύψοιμ ι , τύψοι ς , τύψο ι. Δυϊκά. Τύψοιτο ν , τυψοίτη ν. Πληθ. Τύψοιμε ν , τύψοιτ ε , τύψοιε ν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τύψων μετοχῆς. Μέλλοντος δευτέρου Ἑνικά. Τυποῖμ ι , τυποῖ ς , τυπο ῖ. Δυϊκά. Τυποῖτο ν , τυποίτη ν. Πληθ. Τυποῖμε ν , τυποῖτ ε , τυποῖε ν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τυπῶν μετοχῆς. Εὐκτικὰ παθητικά.
4 1 70 [20] Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τυπτοίμη ν: πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐπὶ τέλους τὸ μ κλιτικόν, τρέπον τὴν ἐσχάτην εἰς μην καὶ τὸ ι δεχόμενον πρὸ τοῦ μ , τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν συστεῖλαν εὐκτικὸν γίνεται, τύπτομαι τυπτοίμην, ἐτυψάμην τυψαίμην, τυφθήσομαι τυφθησοίμην. τύπτοι ο: ὅσα τῶν εὐκτικῶν ἐν τῷ τρίτῳ προσώπῳ ἔχει κλιτικὸν τὸ τ ἀποβολῇ αὐτοῦ τὸ δεύτερον ποιεῖ, τύπτοιτο τύπτοιο, τύψαιτο τύψαιο. τύπτοιτ ο: τὸ τρίτον ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μην εἰς το . Δυϊκά. Τυπτοίμεθο ν , τύπτοισθο ν , τυπτοίσθη ν. Πληθ. Τυπτοίμεθ α: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς ἐσχάτης εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ. τύπτοισθ ε: εἴπομεν ὡς πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς θε δεύτερον πληθυντικὸν ποιεῖ· καὶ ἐὰν μὲν καθαρεύῃ τὸ τ , καὶ τὸ ς προσλαμβάνει, εἰ δὲ ψιλῷ παραλήγοιτο, εἰς δασὺ αὐτὸ τρέπει. τύπτοιντ ο: πᾶν τρίτον πρόσωπον ἔχον τὸ τ κλιτικὸν πρὸ τοῦ τ δεχόμενον τὸ ν τρίτον πληθυντικὸν γίνεται μετὰ τοῦ φυλάσσειν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τετυμμένος εἴη ν: ὅτε μὲν καθαρὰν ἔχει τὴν ἐσχάτην ὁ παθητικὸς παρακείμενος, τῷ κοινῷ κανόνι τὸ εὐκτικὸν ποιεῖ, κέκλημαι κεκλῄμην, δέδημαι δεδῄμην· ὅτε δὲ ἑτέρῳ συμφώνῳ πρὸ τοῦ μ παραλήγοιτο, τότε διὰ τὸ ἀσυστατεῖν τὸ εὐκτικόν τε αὐτοῦ καὶ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῖ, τετυμμένος εἴην—εἴης—εἴ η.
4 1 71 [20] Δυϊκά. Τετυμμένω εἴητον—εἰήτη ν. Πληθ. Τετυμμένοι εἴημεν—εἴητε—εἴησα ν . Ἀορίστου πρώτου Ἑνικά. Τυφθείη ν: εἴπομεν ὡς πᾶσα ὀξύτονος μετοχὴ εἰς ς λήγουσα διὰ τοῦ ντ κλινομένη τὸ τέλος τῆς γενικῆς τρέπουσα εἰς ην καὶ τὸ ι πρὸ τοῦ ην δεχομένη τὸ εὐκτικὸν ποιεῖ· ἔστιν οὖν τυφθείς τυφθέντος τυφθείην. τυφθείη ς , τυφθεί η. Δυϊκά. Τυφθείητο ν , τυφθειήτη ν. Πληθ. Τυφθείημε ν , τυφθείητ ε , τυφθείησα ν . Ἀορίστου δευτέρου Ἑνικά. Τυπείη ν , τυπείη ς , τυπεί η. Δυϊκά. Τυπείητο ν , τυπειήτη ν. Πληθ. Τυπείημε ν , τυπείητ ε , τυπείησα ν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τυπείς μετοχῆς. Μέσου ἀορίστου πρώτου Ἑνικά. Τυψαίμη ν: εἴπομεν ὡς ὅσα ἔχει τὸ μ κλιτικόν, τρέποντα τὴν ἐσχάτην εἰς μην καὶ πρὸ τοῦ μ δεχόμενα τὸ ι συστέλλοντά τε τὴν κατ’ ἀρχὰς κλιτικὴν ἔκτασιν εὐκτικὸν ποιεῖ· ἦν οὖν ἐτυψάμην καὶ τὸ εὐκτικὸν ποιεῖ τυψαίμην. τύψαι ο , τύψαιτ ο. Δυϊκά. Τυψαίμεθο ν , τύψαισθο ν , τυψαίσθη ν. Πληθ. Τυψαίμεθ α , τύψαισθ ε , τύψαιντ ο . Μέσου ἀορίστου δευτέρου Ἑνικά.
4 1 72 [20] Τυποίμη ν , τύποι ο , τύποιτ ο. Δυϊκά. Τυποίμεθο ν , τύποισθο ν , τυποίσθη ν. Πληθ. Τυποίμεθ α , τύποισθ ε , τύποιντ ο. Ἑνὶ κανόνι κανονίζονται πάντες οἱ μέλλοντες· τυφθήσομαι τυφθησοίμη ν, τυπήσομαι τυπησοίμη ν, τύψομαι τυψοίμη ν, τυποῦμαι τυποίμη ν, τετύψομαι τετυψοίμη ν: πρόδηλος ἁπάντων ἡ κλίσις. Περὶ ὑποτακτικῶν Αἱ μὲν ἄλλαι τῶν ἐγκλίσεων μοναδικὴν ἔχουσαι σημασίαν ἐξ αὐτῆς ὠνομάζοντο, οἷον ἡ ὁριστικὴ ἐκ τοῦ μόνως ὁρίζειν, ἡ προστακτικὴ ἀπὸ τοῦ προστάσσειν, καὶ αἱ ἑξῆς ὁμοίως· ἡ μέντοι ὑποτακτικὴ ποικίλας ἔχει σημασίας· δηλοῖ γὰρ δισταγμόν, ὡς ἐν τῷ ἐὰν ὑγιάνω ἀναγνώσομαι· δηλοῖ δὲ καὶ ἀποτελεσμόν, ὡς ἐν τῷ δὸς τὸ βίβλιον ἵνα ἀναγνῶ· ἔστι δὲ ὅτε καὶ αἰτίαν, ὡς ἐν τῷ ἵνα τιμηθῶ ἐλυπήθης· διαφόρους οὖν ἔχουσα σημασίας οὐκέτι δεδύνηται ἀπὸ μιᾶς ὀνομασθῆναι· ὠνόμασται δὲ ἀπὸ τῆς συντάξεως· ἐπεὶ γὰρ ἀεὶ ὑποτάσσεται ἑνὶ τῶν ὑποτακτικῶν συνδέσμων, τῷ ἵνα ὅπως ἐάν, ὑποτακτικὴ καλεῖται· δηλοῦσι δὲ πράγματα ἢ γινόμενα, ἅ ἐστιν ἐνεστῶτος, ἢ γενησόμενα, ἅ ἐστι μέλλοντος· διὸ τὰς μὲν καταλήξεις τῶν παρῳχημένων ἀπεβάλοντο, μετεποίησαν δὲ αὐτὰς εἰς ω ἢ εἰς μαι , αἵτινές εἰσιν ἐνεστώτων καὶ μελλόντων. Ὑποτακτικὰ ἐνεργητικά.
4 1 73 [25] Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Ἐὰν τύπτ ω: οἱ τρεῖς παρῳχημένοι, παρατατικὸς παρακείμενος ἀόριστος, τὴν τελευταίαν τρέποντες εἰς ω καὶ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ὑποτακτικὸν ποιοῦσιν, ἔτυπτον ἐὰν τύπτω, τέτυφα ἐὰν τετύφω, ἔτυψα ἐὰν τύψω. ἐὰν τύπτῃ ς: καθόλου τὰ εἰς ω ὑποτακτικὰ ἀπὸ τῶν εἰς ω κεκλιμένα εἰς ῃς τὸ δεύτερον ποιεῖ, πλὴν τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων· ἐκεῖναι γὰρ ὁμοίως τοῖς ὁριστικοῖς καὶ τὰ ὑποτακτικὰ κλίνουσιν, ἐὰν βοῶ βοᾷς βοᾷ, ἐὰν χρυσῶ χρυσοῖς χρυσοῖ. ἐὰν τύπτ ῃ: ἀπὸ τοῦ ἰδίου δευτέρου γέγονεν ἀποβολῇ τοῦ ς . Δυϊκά. Ἐὰν τύπτητο ν: ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν. ἐὰν τύπτητο ν: ὁμοφωνεῖ τῷ δευτέρῳ, ὅτι εἰς σι λήγει τὸ τρίτον τῶν πληθυντικῶν. Πληθ. Ἐὰν τύπτωμε ν: πᾶν ὑποτακτικὸν εἰς ω λῆγον προσθέσει τῆς μεν τὸ πληθυντικὸν ποιεῖ, ἐὰν τυφθῶ ἐὰν τυφθῶμεν, ἐὰν τύπτω ἐὰν τύπτωμεν. ἐὰν τύπτητ ε: ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μεν εἰς τε καὶ τοῦ παραλήγοντος ω εἰς η . ἐὰν τύπτωσ ι: καὶ τοῦτο ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μεν εἰς σι . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Ἐὰν τετύφω—τετύφῃς—τετύφ ῃ. Δυϊκά. Ἐὰν τετύφητον—τετύφητο ν. Πληθ. Ἐὰν τετύφωμεν—τετύφητε—τετύφωσ ι . Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Ἐὰν τετύπω—τετύπῃς—τετύπ ῃ. Δυϊκά. Ἐὰν τετύπητον—τετύπητο ν. Πληθ. Ἐὰν τετύπωμεν—τετύπητε—τετύπωσ ι . Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά.
4 1 74 [20] Ἐὰν τύψω—τύψῃς—τύψ ῃ. Δυϊκά. Ἐὰν τύψητον—τύψητο ν. Πληθ. Ἐὰν τύψωμεν—τύψητε—τύψωσ ι: ἰστέον ὅτι ἀπὸ τοῦ ἀορίστου γέγονεν, οὐκ ἀπὸ τοῦ μέλλοντος, ὁ ὑποτακτικὸς ἀόριστος, ὡς ἤλεγξεν ἡ πέμπτη συζυγία· ἔστι γὰρ ὁ ἀόριστος ἔκειρα καὶ ὁ μέλλων κερῶ. τὸ δὲ ὑποτακτικὸν οὐκ ἔστιν ἐὰν κερῶ ἀλλ’ ἐὰν κείρω. Ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τύπω—τύπῃς—τύπ ῃ. Δυϊκά. Ἐὰν τύπητον—τύπητο ν. Πληθ. Ἐὰν τύπωμεν—τύπητε—τύπωσι ν . Ὑποτακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Ἐὰν τύπτωμα ι: ὁ ἐνεργητικὸς ἐνεστὼς τῶν ὑποτακτικῶν προσθέσει τῆς μαι παθητικὸς γίνεται, ἐὰν λέγω ἐὰν λέγωμαι, ἐὰν βοῶ ἐὰν βοῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι· [ὥσπερ γὰρ ἐν τοῖς ἐνεργητικοῖς τὰ δεύτερα καὶ τὰ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τῆς τρίτης συζυγίας τῶν περισπωμένων οὐ διενηνόχασι πρὸς τὰ ὁριστικά, οὕτω καὶ ἐν τοῖς παθητικοῖς τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων τοῖς ὁριστικοῖς ὡμοφώνησεν.] ἐὰν τύπτ ῃ: καθόλου τὰ τρίτα ἐνεργητικὰ τῶν ὑποτακτικῶν δεύτερά εἰσι τῶν παθητικῶν, ἐὰν λέγω λέγῃς λέγῃ ἐὰν λέγωμαι λέγῃ, ἐὰν βοῶ βοᾷς βοᾷ ἐὰν βοῶμαι βοᾷ, ἐὰν χρυσῶ χρυσοῖς χρυσοῖ ἐὰν χρυσῶμαι χρυσοῖ. ἐὰν τύπτητα ι: τὸ δεύτερον πρόσωπον προσλαμβάνον τὴν ται τρίτον γίνεται· περὶ γὰρ τῆς δευτέρας καὶ τῆς τρίτης συζυγίας τῶν περισπωμένων, ὅτι ὁμοφωνεῖ τοῖς ὁριστικοῖς, προείρηται.
4 1 75 [25] Εἰρηναῖος δὲ ὁ περὶ Ἀττικῆς συνηθείας γράψας φησὶ τοὺς Ἀττικοὺς τὰ τρίτα πρόσωπα τῆς τρίτης συζυγίας διὰ τοῦ ω λέγειν, ἐὰν χρυσῶται, ἐὰν στεφανῶται. Δυϊκά. Ἐὰν τυπτώμεθο ν: ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν. ἐὰν τύπτησθο ν: ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν. ἐὰν τύπτησθο ν: ὁμοφωνεῖ τῷ δευτέρῳ. Πληθ. Ἐὰν τυπτώμεθ α: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς ἐσχάτης εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ. ἐὰν τύπτησθ ε , ἐὰν τύπτωντα ι: ἀπὸ τοῦ τρίτου ἑνικοῦ ἄμφω γέγονεν, τὸ μὲν τροπῇ, τὸ δὲ προσθήκῃ τοῦ ν . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Ἐὰν τετυμμένος ὦ—ᾖς —ᾖ: εἴπομεν ὡς ἐὰν ὁ παθητικὸς παρακείμενος σύμφωνον ἔχῃ πρὸ τοῦ μ , οὐ ποιεῖ οὔτε εὐκτικὸν οὔτε ὑποτακτικόν, ἀλλὰ διὰ μετοχῆς αὐτὰ ἡ χρῆσις ἀναπληροῖ· εἰ μέντοι καθαρεύει τὸ ὁριστικόν, πρὸ τοῦ μ δεξάμενον τὸ ω ὑποτακτικὸν ποιεῖ, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι προπερισπωμένως. Δυϊκά. Ἐὰν τετυμμένω ἦτον—ἦτο ν. Πληθ. Ἐὰν τετυμμένοι ὦμεν—ἦτε—ὦσ ι . Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τυφθ ῶ: πᾶσα μετοχὴ εἰς ς λήγουσα μετ’ ὀξείας διὰ τοῦ ντ κλινομένη τρέπουσα τὴν ἐσχάτην εἰς ω μετὰ περισπωμένης τὸ ὑποτακτικὸν ποιεῖ, τυφθείς ἐὰν τυφθῶ, διδούς ἐὰν διδῶ. ἐὰν τυφθῇς—τυφθ ῇ. Δυϊκά. Ἐὰν τυφθῆτον—τυφθῆτο ν. Πληθ. Ἐὰν τυφθῶμεν—τυφθῆτε—τυφθῶσ ι . Ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά.
4 1 76 [20] Ἐὰν τυπῶ—τυπῇς—τυπ ῇ. Δυϊκά. Ἐὰν τυπῆτον—τυπῆτο ν. Πληθ. Ἐὰν τυπῶμεν—τυπῆτε—τυπῶσι ν: ἡ αὐτὴ τεχνολογία ἐστὶν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου ἀορίστου. Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τύψωμα ι: ὁ πρῶτος μέσος ἀόριστος ἀπὸ τοῦ ἐνεργητικοῦ γίνεται ἀορίστου ὑποτακτικοῦ προσθέσει τῆς μαι , ἐὰν τύψω ἐὰν τύψωμαι· δύναιο δ’ ἂν καὶ ἑτέρως κανονίσαι, ὡς πᾶν παθητικὸν ἢ μέσον πρὸ τῆς μαι δεχόμενον τὸ ω ὑποτακτικὸν γίνεται. ἐὰν τύψῃ —τύψητα ι. Δυϊκά. Ἐὰν τυψώμεθον—τύψησθον—τύψησθο ν. Πληθ. Ἐὰν τυψώμεθα—τύψησθε—τύψωντα ι . Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τύπωμα ι: ὁμοίως τῷ πρώτῳ κανονίζεται, εἴτε ἀπὸ ἐνεργητικοῦ θέλεις κατὰ πρόσθεσιν τῆς μαι , εἴτε ἀπὸ τοῦ τυποῦμαι τροπῇ τῆς ου εἰς ω . ἐὰν τύπῃ—τύπητα ι. Δυϊκά. Ἐὰν τυπώμεθον—τύπησθον—τύπησθο ν. Πληθ. Ἐὰν τυπώμεθα—τύπησθε—τύπωντα ι . Μετ’ ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ Ἑνικά. Ἐὰν τετύψωμαι—τετύψῃ—τετύψητα ι. Δυϊκά. Ἐὰν τετυψώμεθον—τετύψησθον—τετύψησθο ν. Πληθ. Ἐὰν τετυψώμεθα—τετύψησθε—τετύψωντα ι . Περὶ μετοχῶν.
4 1 77 [20] Μετοχαὶ ἐνεργητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τύπτω ν: πᾶν ῥῆμα ὁριστικὸν εἰς ω λῆγον προσθέσει τοῦ ν ποιεῖ τὴν μετοχήν, λέγω λέγων, τύπτω τύπτων, τύψω τύψων. τύπτουσ α: πᾶσα μετοχὴ διὰ τοῦ ντ κλινομένη, τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς σα καὶ τὴν παραλήγουσαν φύσει μακρὰν ποιοῦσα, τὸ θηλυκὸν ποιεῖ, λέγοντος λέγουσα, θέντος θεῖσα, ζευγνύντος ζευγνῦσα. τύπτο ν: πᾶσα μετοχὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τῆς τος τὸ οὐδέτερον ποιεῖ, λέγοντος λέγον, ποιοῦντος ποιοῦν. Δυϊκά. Τύπτοντε : πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα τροπῇ τοῦ ι εἰς ε τὸ δυϊκὸν ποιεῖ, Αἴαντι Αἴαντε. τυπτούσ α: πᾶσα δοτικὴ ἑνικῶν εἰς η λήγουσα τροπῇ τοῦ η εἰς α τὸ δυϊκὸν ποιεῖ, τῷ Πέρσῃ τὼ Πέρσα· οὕτω τῇ τυπτούσῃ τὰ τυπτούσα. Πληθ. Τύπτοντε ς: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε λήγουσα προσθέσει τοῦ ς τὸ πληθυντικὸν ποιεῖ, ἔρωτε ἔρωτες, τύπτοντε τύπτοντες. τύπτουσα ι: πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ι τὸ πληθυντικὸν ποιεῖ, τὼ Αἰνεία οἱ Αἰνεῖαι, τὰ λεγούσα αἱ λέγουσαι. τύπτοντ α: πᾶν πληθυντικὸν οὐδέτερον εἰς α λήγει· τὸ γὰρ βέλη τείχη ἀπὸ συναιρέσεως γέγονε τοῦ βέλεα τείχεα. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά.
4 1 78 [20] Τετυφώ ς: ὁ ἐνεργητικός τε καὶ μέσος παρακείμενος τρέπων τὸ α εἰς ως τὴν μετοχὴν ποιεῖ, λέλεχα λελεχώς, τέτυπα τετυπώς· μόνη δὲ αὕτη ἡ τοῦ παρακειμένου μετοχὴ διὰ μόνου τοῦ τ τὴν γενικὴν ἔχει, ἴσως μιμουμένη τὴν ὀνοματικὴν κλίσιν· οὐδὲν γὰρ τῶν εἰς ως ὀνομάτων διὰ τοῦ ντ κλίνεται. τετυφυῖ α: δύο ζητοῦμεν ἐν ταύτῃ τῇ μετοχῇ, διὰ τί καθαρὸν ἔχει τὸ α καὶ διὰ τί τῇ υι παραλήγεται· φαμὲν οὖν ὡς αἱ θηλυκαὶ μετοχαὶ ἥττονα ἔχουσι σύμφωνα ἐπὶ τῆς ἐσχάτης τῶν παραληγόντων τῇ γενικῇ τοῦ ἀρσενικοῦ, οἷον ἡ λέγοντος δύο ἔχει, ἀλλ’ ἡ λέγουσα ἕν· ἐπεὶ οὖν ἡ γενικὴ τοῦ παρακειμένου ἓν εἶχε τὸ τ , ἀναγκαίως ἡ θηλυκὴ οὐδ’ ἓν ἔσχεν, ἀλλὰ διὰ καθαροῦ τοῦ α ἐξηνέχθη· τῇ δὲ υι παρελήφθη, ἐπεὶ τρία αὐτῇ ἐκεχρεώστητο φωνήεντα, πρῶτον μὲν τὸ ο τῆς γεγραφότος γενικῆς, ἔπειτα τὸ υ · οὕτω γὰρ ἐκτείνεται τὸ ο , ὡς καὶ ἐπὶ τῶν ἄλλων, λέγουσα φέρουσα· καὶ τρίτον τὸ ι , ἐπεὶ τὰ παρεσχηματισμένα θηλυκὰ εἰς α καθαρὸν λήγοντα ὡς ἐπὶ πᾶν τῷ ι θέλει παραλήγεσθαι, ὀξεῖα Ῥοδία ἀλλοία· ἐκπεσόντος οὖν τοῦ ο ἔμεινεν τὸ υ καὶ τὸ ι . τετυφό ς: καὶ τοῦτο ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ γέγονεν· ἀλλ’ ἐπεὶ ἀποβαλλομένης τῆς ἐσχάτης εἰς ο λήγειν ἔμελλεν, ὅπερ ἀδύνατον, προσλαμβάνει τὸ ς · οὐ γὰρ τὸ ν , ἐπεὶ μηδὲ διὰ τοῦ ντ ἡ κλίσις τοῦ ἀρσενικοῦ. Δυϊκά. Τετυφότ ε , τετυφυί α: πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα ἢ εἰς α τὸ μὲν ι εἰς ε μεταβάλλει καὶ ποιεῖ τὴν εὐθεῖαν τῶν δυϊκῶν, τὸ δὲ α τηρεῖ καὶ ἐπὶ τῆς εὐθείας τῶν δυϊκῶν, τῷ Νέστορι τὼ Νέστορε, τῷ Αἰνείᾳ τὼ Αἰνεία.
4 1 79 [25] Πληθ. Τετυφότε ς , τετυφυῖα ι , τετυφότ α . Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τετυπώ ς , τετυπυῖ α , τετυπό ς. Δυϊκά. Τετυπότ ε , τετυπυί α. Πληθ. Τετυπότε ς , τετυπυῖα ι , τετυπότ α: πρόδηλος ἡ κλίσις ὁμοία οὖσα τῇ τοῦ παρακειμένου. Ἀορίστου πρώτου Ἑνικά. Τύψα ς , τύψασ α , τύψα ν: ὁ εἰς α λήγων ἀόριστος προσθέσει τοῦ ς καὶ συστολῇ τῆς ἀρχούσης κλιτικῆς ἐκτάσεως ποιεῖ τὴν μετοχήν, ἔλεξα λέξας, ἤχησα ἀχήσας. Δυϊκά. Τύψαντ ε , τυψάσ α. Πληθ. Τύψαντε ς , τύψασα ι , τύψαντ α . Ἀορίστου δευτέρου Ἑνικά. Τυπώ ν , τυποῦσ α , τυπό ν: ὁ εἰς ον ἀόριστος τρέπων τὸ ο εἰς ω καὶ συστέλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν μετοχὴν ποιεῖ ἐν ὀξείᾳ τάσει, ἔνυγον νυγών, ἔτυπον τυπών. Δυϊκά. Τυπόντ ε , τυπούσ α. Πληθ. Τυπόντε ς , τυποῦσα ι , τυπόντ α . Μέλλοντος πρώτου Ἑνικά. Τύψω ν , τύψουσ α , τύψο ν. Δυϊκά. Τύψοντ ε , τυψούσ α. Πληθ. Τύψοντε ς , τύψουσα ι , τύψοντ α: ἡ αὐτὴ τεχνολογία ἐστὶ τῷ ἐνεστῶτι. Μέλλοντος δευτέρου Ἑνικά.
4 1 80 [25] Τυπῶ ν , τυποῦσ α , τυποῦ ν: ἡ τοῦ δευτέρου μέλλοντος μετοχὴ ὁμοφωνεῖ μὲν τῇ τοῦ δευτέρου ἀορίστου, οὐ μὴν καὶ ὁμοτονεῖ· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου ἀεὶ ὀξύνεται καὶ διὰ τοῦ ο κλίνεται καὶ τὸ οὐδέτερον εἰς ον λῆγον ἔχει, ἡ δὲ τοῦ δευτέρου μέλλοντος ἀεὶ περισπᾶται καὶ διὰ τῆς ου διφθόγγου κλίνεται καὶ τὸ οὐδέτερον εἰς ουν λῆγον ἔχει. Δυϊκά. Τυποῦντ ε , τυπούσ α. Πληθ. Τυποῦντε ς , τυποῦσα ι , τυποῦντ α . Μετοχαὶ παθητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τυπτόμενο ς: πᾶν ῥῆμα παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν τροπῇ τῆς ἐσχάτης εἰς μενος τὴν μετοχὴν ποιεῖ, τύπτομαι τυπτόμενος, τέτυμμαι τετυμμένος· πρόσκειται «〈ἔχον〉 τὸ μ κλιτικόν,» ἐπεὶ τὸ ἐδάμην θεματικὸν αὐτὸ ἔχον οὐκέτι ποιεῖ δάμενος τὴν μετοχήν. τυπτομέν η: ὁμοίως τοῖς εἰς νος ὀνόμασι ποιοῦνται τὸν παρασχηματισμὸν τῶν γενῶν καὶ τὴν κλίσιν· ὡς γὰρ δερμάτινος δερματίνη δερμάτινον, οὕτω καὶ τυπτόμενος τυπτομένη τυπτόμενον· πᾶν τοίνυν εἰς ος μετὰ συμφώνου πλὴν τοῦ ρ ὅτε ἔχει θηλυκὸν εἰς η αὐτὸ ποιεῖ, σοφός σοφή, καλός καλή. τυπτόμενο ν: πᾶν ἀρσενικὸν ἰσοσυλλάβως κλινόμενον ἡνίκα ποιεῖ οὐδέτερον ὁμόφωνον αὐτὸ ποιεῖ τῇ ἰδίᾳ αἰτιατικῇ, καλός καλοῦ τὸν καλόν καὶ τὸ καλόν, εὔγηρως εὔγηρω τὸν εὔγηρων καὶ τὸ εὔγηρων, εὔνους εὔνου τὸν εὔνουν καὶ τὸ εὔνουν· ὅθεν σεσημείωται τὸ ἄλλο τοιοῦτο ἐκεῖνο καὶ τὰ παραπλήσια. Δυϊκά. Τυπτομέν ω: πᾶσα δοτικὴ ἑνικῶν εἰς α ἢ εἰς ω λήγουσα ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν. τυπτομέν α: εἴπομεν ὡς πᾶσα δοτικὴ εἰς η λήγουσα τροπῇ τοῦ η εἰς α τὸ δυϊκὸν ποιεῖ, τῷ Πέρσῃ τὼ Πέρσα, τῇ καλῇ τὰ καλά, τῇ τυπτομένῃ τὰ τυπτομένα. Πληθ.
4 1 81 [25] Τυπτόμενο ι: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ω λήγουσα εἰς οι ποιεῖ τὸ πληθυντικόν, Ὁμήρω Ὅμηροι, Σαπφώ Σαπφοί. τυπτόμενα ι: πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ι ποιεῖ τὸ πληθυντικόν, Πέρσα Πέρσαι, καλά καλαί. τυπτόμεν α: εἴπομεν ὡς πᾶν οὐδέτερον εἰς α λήγει κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τετυμμένο ς , τετυμμέν η , τετυμμένο ν. Δυϊκά. Τετυμμέν ω , τετυμμέν α. Πληθ. Τετυμμένο ι , τετυμμένα ι , τετυμμέν α . Ἀορίστου πρώτου Ἑνικά. Τυφθεί ς: πᾶν ῥῆμα εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ μ κλιτικὸν τὴν μετοχὴν ἔχει εἰς ς ὀξύτονον, ἐτετύφειν τετυφώς, ἐδάμην δαμείς· τὸ μέντοι ἐποίουν ἐβόων οὐ φυσικὴν ἔχουσι τὴν μακρὰν ἀλλ’ ἐκ πάθους· διὸ οὐκ εἰς ς αὐτῶν ἡ μετοχή· τὸ ἐτυπτόμην τὸ μ ἔχει κλιτικόν. τυφθεῖσ α , τυφθέ ν: ἀμφότερα γέγονεν ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ, τὸ μὲν τροπῇ τῆς ἐσχάτης εἰς α καὶ ἐκτάσει τῆς παραληγούσης, τὸ δὲ οὐδέτερον ἀποβολῇ τῆς τελευταίας. Δυϊκά. Τυφθέντ ε , τυφθείσ α. Πληθ. Τυφθέντε ς , τυφθεῖσα ι , τυφθέντ α . Ἀορίστου δευτέρου Ἑνικά. Τυπεί ς , τυπεῖσ α , τυπέ ν. Δυϊκά. Τυπέντ ε , τυπείσ α. Πληθ. Τυπέντε ς , τυπεῖσα ι , τυπέντ α . Μέσου ἀορίστου πρώτου Ἑνικά. Τυψάμενο ς , τυψαμέν η , τυψάμενο ν: εἴπομεν ὡς τὰ ἔχοντα τὸ μ κλιτικὸν τροπῇ τῆς ἐσχάτης εἰς μενος καὶ συστολῇ τῆς κλιτικῆς ἐκτάσεως τὴν μετοχὴν ποιεῖ· ἔστιν οὖν ἐτυψάμην καὶ συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς μενος γίνεται τυψάμενος.
4 1 82 [30] Δυϊκά. Τυψαμέν ω , τυψαμέν α. Πληθ. Τυψάμενο ι , τυψάμενα ι , τυψάμεν α . Μέσου ἀορίστου δευτέρου Ἑνικά. Τυπόμενο ς , τυπομέν η , τυπόμενο ν. Δυϊκά. Τυπομέν ω , τυπομέν α. Πληθ. Τυπόμενο ι , τυπόμενα ι , τυπόμεν α . Μέλλοντος πρώτου Ἑνικά. Τυφθησόμενο ς , τυφθησομέν η , τυφθησόμενο ν. Δυϊκά. Τυφθησομέν ω , τυφθησομέν α. Πληθ. Τυφθησόμενο ι , τυφθησόμενα ι , τυφθησόμεν α . Μέλλοντος δευτέρου Ἑνικά. Τυπησόμενο ς , τυπησομέν η , τυπησόμενο ν. Δυϊκά. Τυπησομέν ω , τυπησομέν α. Πληθ. Τυπησόμενο ι , τυπησόμενα ι , τυπησόμεν α . Μέσου μέλλοντος πρώτου Ἑνικά. Τυψόμενο ς , τυψομέν η , τυψόμενο ν. Δυϊκά. Τυψομέν ω , τυψομέν α. Πληθ. Τυψόμενο ι , τυψόμενα ι , τυψόμεν α . Μέσου μέλλοντος δευτέρου Ἑνικά. Τυπούμενο ς , τυπουμέν η , τυπούμενο ν. Δυϊκά. Τυπουμέν ω , τυπουμέν α. Πληθ. Τυπούμενο ι , τυπούμενα ι , τυπούμεν α . Μετ’ ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ Ἑνικά. Τετυψόμενο ς , τετυψομέν η , τετυψόμενο ν. Δυϊκά. Τετυψομέν ω , τετυψομέν α. Πληθ. Τετυψόμενο ι , τετυψόμενα ι , τετυψόμεν α. Τέλος τοῦ μεγάλου ῥήματος καὶ τῶν μετοχῶν. Ῥῆμα ὁριστικὸν ἐνεργητικὸν ἁπλοῦν παράγωγον συζυγίας πρώτης τῶν εἰς μι .
4 1 83 [25] Ἑνικά. Τίθημ ι: τινὲς ἐνόμισαν τὰ εἰς μι πάντα τῆς Αἰολίδος εἶναι διαλέκτου· πολλὴ γάρ ἐστι παρ’ αὐτοῖς ἡ εἰς μι κατάληξις· γέλαιμι γὰρ καὶ ἀσυνέτημι φασίν· ἀλλ’ ἐλέγχονται ἐκ πολλῶν, μάλιστα δὲ ἐξ αὐτῆς τῆς κλίσεως· ἐκεῖνοι γὰρ ὁμοίως τοῖς εἰς ω καὶ τὰ εἰς μι κλίνουσι, τίθημι τίθης τίθη, γέλαιμι γέλαις γέλαι λέγοντες· ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ τὸ τρίτον εἰς σι . Πᾶν τοίνυν εἰς μι λῆγον φύσει μακρᾷ παραλήγεται, πλὴν τῆς ει διφθόγγου· ὅθεν ἡμάρτηται τὸ εἰμί· πᾶν εἰς μι λῆγον βαρύνεται, πλὴν τοῦ εἰμί φημί ἠμί· τῶν εἰς μι ἡ πρώτη μὲν καὶ δευτέρα συζυγία τῷ η παραλήγεται, ἡ δὲ τρίτη τῷ ω καὶ ἡ τετάρτη διχρόνῳ ἐκτεταμένῳ. τίθης: τὰ εἰς μι τροπῇ τῆς μι εἰς ς τὸ δεύτερον ποιεῖ, ἵστημι ἵστης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς. τίθησ ι: πᾶν δεύτερον τῶν εἰς μι προσθέσει τοῦ ι τὸ τρίτον ποιεῖ, δίδως δίδωσι, ζεύγνυς ζεύγνυσι. Δυϊκά. Τίθετο ν , τίθετο ν: πρῶτον οὐκ ἔστι πρόσωπον διὰ τὸ ἐν τοῖς πληθυντικοῖς εἶναι τὸ μ · τὸ δὲ τρίτον συνέπεσε τῷ δευτέρῳ, ὅτι τὸ τρίτον τῶν πληθυντικῶν εἰς σι . Πληθ. Τίθεμε ν: εἴπομεν ὡς ἐνεστώτων καὶ μελλόντων ἡ γενικὴ τῆς μετοχῆς ἀποβάλλουσα τὴν ἐσχάτην συλλαβὴν καὶ πρὸ τοῦ ν δεξαμένη τὸ με πληθυντικὸν ποιεῖ, τιθείς τιθέντος τίθεμεν, ἱστάς ἱστάντος. ἵσταμεν, διδούς διδόντος δίδομεν, ζευγνύς ζευγνύντος ζεύγνυμεν. τίθετ ε: ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μεν εἰς τε · ἡ δὲ παραλήγουσα πεφύλακται, ἐπείπερ εἰς ς ἡ μετοχή. τιθεῖσ ι: εἴπομεν ὡς ἐνεστώτων καὶ μελλόντων τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν ὁμοφωνεῖ ταῖς δοτικαῖς πληθυντικαῖς τῶν ἰδίων μετοχῶν· τὸ δὲ φασί μόνον ἐν τόνῳ διήλλαξε· τὸ μὲν γὰρ ῥῆμα φασί ὀξύνεται, ἡ δὲ μετοχὴ φᾶσι βαρύνεται.
4 1 84 [5] Ταῦτα δὲ τὰ τρίτα Ἴωνες προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης προφέρονται, τιθέασι διδόασι ζευγνύασι· ἐπὶ γὰρ τῆς δευτέρας τοῦτο οὐ ποιοῦσι διὰ τὴν κακοφωνίαν τοῦ ἱστάασι· καὶ ἀπὸ οὖν τοῦ ἵημι ἵησι ἱεῖσι ἰωνικῶς ἱέασι καὶ κατὰ κρᾶσιν Ἀττικὴν ἱᾶσι, καὶ ἐν συνθέσει ἀφιᾶσιν. [ἱᾶσι πέμπουσιν, ἴασι πορεύονται.] Παρατατικοῦ Ἑνικά. Ἐτίθη ν: τὰ εἰς μι τροπῇ τῆς μι εἰς ν καὶ κλιτικῇ ἐκτάσει τῆς ἀρχούσης τὸν παρατατικὸν ποιεῖ, τίθημι ἐτίθην, δίδωμι ἐδίδων. ἐτίθη ς: τὰ εἰς ν μακροκατάληκτα μετὰ φυσικῆς μακρᾶς μὴ ἔχοντα τὸ μ κλιτικὸν τροπῇ τοῦ ν εἰς ς τὸ δεύτερον ποιεῖ, ἔστην ἔστης, ἐδίδων ἐδίδως. ἐτίθ η. Δυϊκά. Ἐτίθετο ν , ἐτιθέτη ν. Πληθ. Ἐτίθεμε ν , ἐτίθετ ε , ἐτίθεσα ν: εἴπομεν ὡς τὰ εἰς ν μὴ ἔχοντα τὸ μ κλιτικὸν πρὸ τοῦ ν δεχόμενα τὸ με πληθυντικὸν ποιεῖ· ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι καὶ ἡ παραλήγουσα συστέλλεται διὰ τὴν πρὸς τὸν ἐνεστῶτα συμπάθειαν· τὸ δὲ τρίτον εἰς σαν , ἐπεὶ τὰ εἰς μεν πληθυντικὰ ἀπὸ τῶν εἰς ν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς σαν ποιεῖ τὸ τρίτον, ἐφθάρην ἐφθάρημεν ἐφθάρησαν. Παρακειμένου Ἑνικά. Τέθεικ α: εἰ θέματα τῶν παρακειμένων οἱ μέλλοντες, μέλλων δὲ τοῦ τίθημι θήσω, δικαίως ὁ παρακείμενος τέθηκα, διὰ μὲν τὸ ς ἔχων τὸ κ , ἀναδιπλασιάζων δὲ τὴν ἀρχὴν διὰ τὸ ἀπὸ ἁπλοῦ συμφώνου ἄρξασθαι· τὸ μέντοι τέθεικα Βοιώτιόν ἐστι, τροπὴν ποιησάμενον τοῦ η εἰς τὴν ει δίφθογγον, ὡς ἥρωες εἵρωες. τέθεικα ς , τέθεικ ε. Δυϊκά. Τεθείκατο ν , τεθείκατο ν. Πληθ. Τεθείκαμε ν , τεθείκατ ε , τεθείκασ ι . Περὶ τοῦ μέσου παρακειμένου Μέσος παρακείμενος οὐκ ἔστιν ἐν τοῖς εἰς μι δι’ αἰτίαν τοιαύτην· ὅτε ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου συλλαβῇ, τότε καὶ ὁ μέσος παρακείμενος ἐνδεῖ τοῦ ἐνεργητικοῦ, οἷον ἐλήκησα ἔλακον λελήκηκα λέληκα· ἐν τοῖς εἰς μι τοίνυν καθόλου ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου, ἔστησα ἔστην, καὶ ὁ μέσος παρακείμενος ὀφείλων ἐνδεῖν τοῦ ἐνεργητικοῦ εἰς δισυλλαβίαν περιΐστατο, ὅπερ ἀδύνατον· πᾶς γὰρ παρακείμενος ὑπερβαίνειν θέλει τὴν δισυλλαβίαν, ἡμαρτημένου τοῦ οἶδα.
4 1 85 [25] Ὑπερσυντελίκου Ἑνικά. Ἐτεθείκει ν , ἐτεθείκει ς , ἐτεθείκε ι. Δυϊκά. Ἐτεθείκειτο ν , ἐτεθεικείτη ν. Πληθ. Ἐτεθείκειμε ν , ἐτεθείκειτ ε , ἐτεθείκεισα ν . Ἀορίστου πρώτου Ἑνικά. Ἔθηκ α , ἔθηκα ς , ἔθηκε ν: εἰ ὁ μέλλων θήσω, ὤφειλεν ὁ ἀόριστος εἶναι ἔθησα· ὁμοίως καὶ ἀπὸ τοῦ δώσω ἔδωσα καὶ ἥσω ἧσα· ἀλλά φαμεν σεσημειῶσθαι τοὺς τρεῖς τούτους ἀορίστους ἐν τοῖς εἰς μι, ὥσπερ ἐν τοῖς εἰς ω τὸν εἶπα καὶ τὸν ἤνεγκα. Δυϊκά. Ἐθήκατο ν , ἐθηκάτη ν. Πληθ. Ἐθήκαμε ν , ἐθήκατ ε , ἔθηκα ν . Ἀορίστου δευτέρου Ἑνικά. Ἔθη ν , ἔθη ς , ἔθ η: πᾶς μέλλων τῶν εἰς μι τὴν τελευταίαν συλλαβὴν τρέπων εἰς ν καὶ τὴν ἄρχουσαν ἐκτείνων κλιτικῶς τὸν δεύτερον ἀόριστον ποιεῖ, δώσω ἔδων, θήσω ἔθην, ἥσω ἧν. Δυϊκά. Ἔθετο ν , ἐθέτη ν. Πληθ. Ἔθεμε ν , ἔθετ ε , ἔθεσα ν. Σεσημείωνται κατὰ πολλοὺς τρόπους οἱ τρεῖς οὗτοι δεύτεροι ἀόριστοι, λέγω δὴ ὁ ἔθην ἔδων ἧν, πρῶτον ὅτι συστέλλουσι τὴν ἐσχάτην ἐν τοῖς πληθυντικοῖς, τῶν ἄλλων φυλασσόντων αὐτήν, ἔθεμεν ἔδομεν ἕμεν, ἔστημεν δὲ καὶ ἔγνωμεν οἱ ἄλλοι· εἶτα ὅτι ἐν τοῖς ἀπαρεμφάτοις διφθόγγῳ παραλήγονται, θεῖναι δοῦναι εἷναι, τῶν εἰς ναι ἀπαρεμφάτων μὴ θελόντων διφθόγγῳ παραλήγεσθαι· τρίτον ὅτι μὴ εἰς θι ποιοῦσι τὰ προστακτικὰ ἔχοντες εἰς ς ὀξυτόνους τὰς μετοχάς, ἀλλὰ θές δός ἕς.
4 1 86 [20] Μέλλοντος πρώτου Ἑνικά. Θήσ ω , θήσει ς , θήσε ι: τὰ εἰς μι λήγοντα τρέποντα τὴν μι εἰς σω μέλλοντα ποιεῖ τὸν ἐν ἀρχῇ διπλασιασμὸν ἀποβάλλοντα, δίδωμι δώσω, ἵστημι στήσω, φημί φήσω. Δυϊκά. Θήσετο ν , θήσετο ν. Πληθ. Θήσομε ν , θήσετ ε , θήσουσ ι. Δεύτερος μέλλων οὐκ ἔστιν ἐν τοῖς εἰς μι · ὅτε γὰρ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου συλλαβῇ, τότε καὶ ὁ δεύτερος μέλλων ἐνδεῖ τοῦ πρώτου μέλλοντος, ἐμύκησα ἔμυκον μυκήσω μυκῶ· εἰς μονοσυλλαβίαν οὖν περιΐσταντο, ὅπερ ἀδύνατον ἐπὶ μελλόντων· διὸ σεσιώπηνται. Περὶ παθητικῶν. Ὁριστικὰ παθητικά. Χρόνου ἐνεστῶτος Ἑνικά. Τίθεμα ι: τὰ εἰς μι τρέποντα τὴν μι εἰς μαι καὶ τὴν παραλήγουσαν συστέλλοντα πρὸς τὴν παραλήγουσαν τῶν πληθυντικῶν ἐνεργητικῶν παθητικὰ γίνεται, τίθημι τίθεμαι, δίδωμι δίδομαι, ἵστημι ἵσταμαι, ζεύγνυμι ζεύγνυμαι. τίθεσα ι: εἴπομεν ὡς ὅσα τῶν παθητικῶν εἶχε τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς ὀξύτονον, ταῦτα τροπῇ τοῦ κατὰ τὸ τρίτον τ εἰς ς τὸ δεύτερον ποιεῖ, πεποίηται πεποίησαι ὅτι πεποιηκώς, τίθεται τίθεσαι ὅτι τιθείς.
4 1 87 [25] τίθεται· τὰ εἰς μαι τροπῇ τῆς μαι εἰς ται τὸ τρίτον ποιεῖ, φυλάσσει δὲ τὴν παραλήγουσαν, ὅτε τὴν ἐνεργητικὴν μετοχὴν ἔχει εἰς ς ὀξύτονον. Δυϊκά. Τιθέμεθο ν , τίθεσθο ν , τίθεσθο ν. Πληθ. Τιθέμεθ α , τίθεσθ ε , τίθεντα ι . Παρατατικοῦ Ἑνικά. Ἐτιθέμη ν , ἐτίθεσ ο , ἐτίθετ ο: πᾶς ἐνεστὼς παθητικὸς τρέπων τὴν μαι εἰς μην καὶ τὴν ἄρχουσαν ἐκτείνων κλιτικῶς τὸν παρατατικὸν ποιεῖ, δίδομαι ἐδιδόμην, ἵσταμαι ἱστάμην. Δυϊκά. Ἐτιθέμεθο ν , ἐτίθεσθο ν , ἐτιθέσθη ν. Πληθ. Ἐτιθέμεθ α , ἐτίθεσθ ε , ἐτίθεντ ο . Παρακειμένου Ἑνικά. Τέθειμα ι , τέθεισα ι , τέθειτα ι: ὁ ἐνεργητικὸς παρακείμενος τὴν τελευταίαν τρέπων εἰς μαι καὶ τὴν παραλήγουσαν συστέλλων παθητικὸς γίνεται, δέδωκα δέδομαι, ἕστηκα ἕσταμαι, τέθηκα τέθεμαι· τὸ δὲ τέθειμαι ἐν πλεονασμῷ τοῦ ι . Δυϊκά. Τεθείμεθο ν , τέθεισθο ν , τέθεισθο ν. Πληθ. Τεθείμεθ α , τέθεισθ ε , τέθειντα ι . Ὑπερσυντελίκου Ἑνικά. Ἐτεθείμη ν , ἐτέθεισ ο , ἐτέθειτ ο: πᾶς παρακείμενος παθητικὸς τρέπων τὴν μαι εἰς μην καὶ τὴν ἄρχουσαν ἐκτείνων κλιτικῶς ὑπερσυντέλικος γίνεται, δέδομαι ἐδεδόμην, ἕσταμαι ἑστάμην. Δυϊκά. Ἐτεθείμεθο ν , ἐτέθεισθο ν , ἐτεθείσθη ν. Πληθ. Ἐτεθείμεθ α , ἐτέθεισθ ε , ἐτέθειντ ο . Ἀορίστου πρώτου Ἑνικά.
4 1 88 [25] Ἐτέθη ν , ἐτέθη ς , ἐτέθ η: ὁμοίως τοῖς ἀπὸ τῶν εἰς ω ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γίνεται τροπῇ τῆς μαι εἰς θην καὶ ἀποβολῇ τοῦ κατ’ ἀρχὴν συμφώνου· ἦν οὖν τέθεμαι ἐτέθην· ἐπειδὴ γὰρ ἔδει πάντως εἰς θην λήγειν τὸν ἀόριστον, τὸ παραλῆγον θ τέτραπται διὰ τὴν εὐφωνίαν, οὐ τὸ τελευταῖον. Δυϊκά. Ἐτέθητο ν , ἐτεθήτη ν. Πληθ. Ἐτέθημε ν , ἐτέθητ ε , ἐτέθησα ν. Ἀόριστος δεύτερος ἐν τοῖς παθητικοῖς τῶν εἰς μι οὐκ ἔστι· τὴν γὰρ κατάληξιν αὐτοῦ προϋφήρπασαν οἱ ἐνεργητικοὶ ἀόριστοι δεύτεροι· ὁ μέντοι ἔστην ἀόριστος ἐνεργητικὸς ὢν τῇ φωνῇ τῇ συντάξει ἐστὶ παθητικός· ὡς γὰρ ἐστάθην ὑπὸ σοῦ οὕτως ἔστην ὑπὸ σοῦ. Μέσου ἀορίστου πρώτου Ἑνικά. Ἐθηκάμη ν , ἐθήκ ω , ἐθήκατ ο. Δυϊκά. Ἐθηκάμεθο ν , ἐθήκασθο ν , ἐθηκάσθη ν. Πληθ. Ἐθηκάμεθ α , ἐθήκασθ ε , ἐθήκαντ ο . Μέσου ἀορίστου δευτέρου Ἑνικά. Ἐθέμη ν , ἔθεσ ο , ἔθετ ο: ἐν τοῖς εἰς μι ὁ εἰς θην ἀόριστος τρέπων τὸ θ εἰς μ μέσον ποιεῖ, ἐφάθην ἐφάμην, ἐπτάθην ἐπτάμην πάλιν μέντοι τὸ τίθημι καὶ ἵημι κἀν τούτῳ παρηνομήθη· ἐποίησε γὰρ μέσα ὁμοίως τοῖς εἰς ω , ἐθηκάμην ἡκάμην· τοῦ μέντοι ἐθέμην ἐδόμην τὰ δεύτερα ἔθεσο ἔδοσο τροπῇ τοῦ κατὰ τὸ τρίτον τ εἰς ς , ἐπεὶ καὶ ἡ ἐνεργητικὴ μετοχὴ θείς καὶ δούς· γίνονται δὲ κατὰ ἔνδειαν τοῦ ς καὶ κρᾶσιν ἔθου καὶ ἔδου, ἐπῄνε ς ’ ἔργον καὶ πρόνοιαν ἣν ἔθο υ, Σοφοκλῆς 〈Ai. 536〉. Δυϊκά. Ἐθέμεθο ν , ἔθεσθο ν , ἐθέσθη ν. Πληθ. Ἐθέμεθ α , ἔθεσθ ε , ἔθεντ ο . Μέλλοντος πρώτο υ .
4 1 89 [25] Ἑνικ ά . Τεθήσομα ι , τεθήσ ῃ , τεθήσετα ι: καὶ οὗτος ὁμοίως τοῖς ἀπὸ τῶν εἰς ω ληγόντων ἀπὸ τοῦ παθητικοῦ ἀορίστου γίνεται προσθέσει τῆς σομαι κατὰ τὸ τρίτον πρόσωπον καὶ συστολῇ τῆς ἀρχούσης, ἐτέθη τεθήσομαι, ἐδόθη δοθήσομαι. Δυϊκά. Τεθησόμεθο ν , τεθήσεσθο ν , τεθήσεσθο ν. Πληθ. Τεθησόμεθ α , τεθήσεσθ ε , τεθήσοντα ι . Μέσου μέλλοντος πρώτου Ἑνικ ά . Θήσομα ι , θήσ ῃ , θήσετα ι: ὁμοίως τοῖς ἀπὸ τῶν εἰς ω γίνεται ἀπὸ τοῦ πρώτου μέλλοντος τροπῇ τοῦ ω εἰς ο καὶ προσθέσει τῆς μαι . Δυϊκά. Θησόμεθο ν , θήσεσθο ν , θήσεσθο ν. Πληθ. Θησόμεθ α , θήσεσθ ε , θήσοντα ι . Με τ ’ ὀλίγον μέλλοντος Ἑνικ ά . Τεθείσομα ι , τεθείσ ῃ , τεθείσετα ι: καὶ οὗτος ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου γίνεται πρὸ τῆς αι δεχόμενος τὸ ομ , τέθειμαι τέθεισαι τεθείσομαι, εἴγε ἄρα γίνεται. Δυϊκά. Τεθεισόμεθο ν , τεθείσεσθο ν , τεθείσεσθο ν. Πληθ. Τεθεισόμεθ α , τεθείσεσθ ε , τεθείσοντα ι . Περὶ ἀπαρεμφάτω ν . Ἀπαρέμφατα ἐνεργητικ ά . Χρόνου ἐνεστῶτος καὶ παρατατικο ῦ . Τιθένα ι: εἴπομεν ὡς πᾶσα μετοχὴ εἰς ς ὀξύτονος διὰ τοῦ ντ κλινομένη εἰς ναι ποιεῖ τὸ ἀπαρέμφατον· ἦν οὖν τιθείς τιθέντος τιθέναι, διδούς διδόντος διδόναι· ἄλλως τε καὶ πᾶν πληθυντικὸν ἐνεργητικὸν ἐνεστῶτος χρόνου τροπῇ τῆς μεν εἰς ναι ποιεῖ τὸ ἀπαρέμφατον ἐπὶ τῶν εἰς μι , τίθεμεν τιθέναι, ἵσταμεν ἱστάναι, δίδομεν διδόναι, ζεύγνυμεν ζευγνύναι. Παρακειμένου καὶ ὑπερσυντελίκου· Τεθεικέναι.
4 1 90 [25] Ἀορίστου πρώτου οὐκ ἔστιν οὐδεμία κλίσις μετὰ τὰ ὁριστικά· ἡμαρτημένοι γὰρ ὁ ἔθηκα ἔδωκα ἧκα οὐκ ἐποίησαν μετοχάς, ἅπαξ δὲ μὴ ἔχοντες μετοχὰς οὔτε ἀπαρέμφατα, οὐ προστακτικά, οὐκ εὐκτικά, οὐχ ὑποτακτικὰ ποιοῦσιν· ὁ μέντοι ἔστησα ἔφησα ὁμοίως τοῖς εἰς ω ποιοῦσι στῆσαι φῆσαι τὸ ἀπαρέμφατον. Ἀορίστου δευτέρου. Θεῖναι: ἀναλόγως μὲν τῇ εἰς ς μετοχῇ ὀξυτόνῳ εἰς ναι ἐστὶ τὸ ἀπαρέμφατον· ἔδει μέντοι αὐτὸ εἶναι θῆναι· τὸ γὰρ τρίτον πρόσωπον τοῦ δευτέρου ἀορίστου προσθέσει τῆς ναι καὶ συστολῇ τῆς ἀρχούσης τὸ ἀπαρέμφατον ποιεῖ, ἔστη στῆναι, ἔφη φῆναι, ἔγνω γνῶναι· ἀλλ’ εἴπομεν ὅτι ἡμάρτηται τὸ θεῖναι δοῦναι εἷναι. Μέλλοντος πρώτου· Θήσειν. Ἀπαρέμφατα παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τίθεσθαι: εἴπομεν ὡς πᾶν τρίτον παθητικὸν ἢ μέσον ἔχον τὸ τ κλιτικὸν τροπῇ τῆς ἐσχάτης εἰς θαι καὶ συστολῇ τῆς κατὰ τὴν ἀρχὴν κλιτικῆς ἐκτάσεως τὸ ἀπαρέμφατον ποιεῖ· ἀλλ’ εἰ μὲν καθαρεύοι τὸ τ , καὶ ς προσλαμβάνει τὸ ἀπαρέμφατον, εἰ δὲ ψιλῷ παραλήγοιτο, εἰς δασὺ αὐτὸ τρέπει· ἦν οὖν τίθεμαι τίθεσαι τίθεται τίθεσθαι, δίδοται δίδοσθαι. Παρακειμένου καὶ ὑπερσυντελίκου Τέθειμαι τέθεισαι τέθειται τεθεῖσθα ι . Ἀορίστου πρώτο υ . Τεθῆνα ι: ἐτέθην τὸ ῥῆμα, τεθείς ἡ μετοχή, τεθῆναι τὸ ἀπαρέμφατον. Μέσου ἀορίστου δευτέρου.
4 1 91 [25] Θέσθαι: ἐθέμην ἔθεσο ἔθετο, τροπῇ τῆς ἐσχάτης εἰς σθαι καὶ συστολῇ τῆς ἀρχούσης θέσθαι, ἔδοτο δόσθαι. Μέλλοντος πρώτο υ · Τεθήσεσθα ι . Μέσου μέλλοντος πρώτο υ · Θήσεσθα ι . Με τ ’ ὀλίγον μέλλοντο ς · Τεθείσεσθα ι . Περὶ προστακτικῶν. Προστακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τίθετ ι: ὧν εἰς ε ὀξύτονος ἡ μετοχὴ διὰ τοῦ ντ κλινομένη, τούτων εἰς θι τὸ προστακτικόν, διδούς δίδοθι, ἱστάς ἵσταθι, ζευγνύς ζεύγνυθι, τιθείς τίθεθι, ἀλλὰ διὰ τὸ εὔφωνον τίθετι· ἰστέον δὲ ὡς τὰ προστακτικὰ τοῦ ἐνεστῶτος βραχείᾳ θέλει παραλήγεσθαι. τιθέτ ω: τὰ εἰς θι προστακτικὰ τροπῇ τοῦ θι εἰς τω τὸ τρίτον ποιεῖ. Δυϊκά. Τίθετο ν: ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν. τιθέτω ν: ἐκ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο εἰς ω . Πληθ. Τίθετ ε , τιθέτωσα ν: πᾶν τρίτον ἑνικὸν τροπῇ μὲν τοῦ ω εἰς ε τὸ δεύτερον τῶν πληθυντικῶν ποιεῖ, προσθέσει δὲ τῆς ς αν τὸ τρίτον, διδότω δίδοτε διδότωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέθεικ ε , τεθεικέτ ω. Δυϊκά. Τεθείκετο ν , τεθεικέτω ν. Πληθ. Τεθείκετ ε , τεθεικέτωσα ν: πρόδηλος ἡ τεχνολογία ὁμοία οὖσα τοῖς ἀπὸ τῶν εἰς ω . Ἀορίστου πρώτου Ἑνικά. Ἔδει μὲν θῆκον ὡς τύψον· ἀλλ’ εἴπομεν ὡς τοῦ ἔθηκα ἐπιλέλοιπεν ἡ κλίσις· κλίνομεν οὖν ἀντ’ αὐτοῦ τὸ στῆσο ν , στησάτ ω. Δυϊκά.
4 1 92 [20] Στήσατο ν , στησάτω ν. Πληθ. Στήσατ ε , στησάτωσα ν: πρόδηλος ἡ τεχνολογία ὁμοία οὖσα τοῖς ἀπὸ τῶν εἰς ω . Ἀορίστου δευτέρου Ἑνικά. Θέ ς , θέτ ω: ἔδει μὲν τῆς μετοχῆς οὔσης θείς θέντος θέτι εἶναι τὸ προστακτικόν· ἀλλ’ εἴπομεν ὡς ἡμάρτηται αὐτό τε καὶ τὸ δός καὶ τὸ ἕς. Δυϊκά. Θέτο ν , θέτω ν. Πληθ. Θέτ ε , θέτωσα ν . Προστακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἑνικά. Τίθεσ ο , τιθέσθ ω: ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ παθητικοῦ παρατατικοῦ γίνεται συστολῇ τῆς ἀρχούσης ἐδίδοσο δίδοσο· πᾶν δὲ τρίτον ἑνικὸν παθητικὸν ἢ μέσον τῶν προστακτικῶν τρέπον τὸ ε εἰς ω τοῦ ἰδίου ὁριστικοῦ πληθυντικοῦ γίνεται, τίθεσθε τιθέσθω, τέθεισθε τεθείσθω, ἐτέθητε τεθήτω, ἔθεσθε θέσθω. Δυϊκά. Τίθεσθο ν , τιθέσθω ν. Πληθ. Τίθεσθ ε , τιθέσθωσα ν . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέθεισ ο , τεθείσθ ω: καὶ οὗτος ἀπὸ τοῦ δευτέρου προσώπου γίνεται τοῦ παθητικοῦ ὑπερσυντελίκου, ἐδεδόμην ἐδέδοσο δέδοσο. Δυϊκά. Τέθεισθο ν , τεθείσθω ν. Πληθ. Τέθεισθ ε , τεθείσθωσα ν . Ἀορίστου πρώτου Ἑνικά.
4 1 93 [25] Τέθητ ι , τεθήτ ω: τὸ ῥῆμα ἐτέθην, ἡ μετοχὴ τεθείς, τὸ προστακτικὸν τέθητι. Δυϊκά. Τέθητο ν , τεθήτω ν. Πληθ. Τέθητ ε , τεθήτωσα ν . Μέσου ἀορίστου δευτέρου Ἑνικά. Θο ῦ , θέσθ ω: εἴπομεν ὡς τοῦ ἐθέμην ἐδόμην διχῶς ἐστι τὸ δεύτερον, εἰς σο καὶ εἰς ου · ἀπὸ οὖν τοῦ ἑτέρου γέγονε τὸ προστακτικὸν εἰς ου , οὐκ εἰς σο . Δυϊκά. Θέσθο ν , θέσθω ν. Πληθ. Θέσθ ε , θέσθωσα ν . Περὶ εὐκτικῶν. Εὐκτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τιθείη ν , τιθείη ς , τιθεί η: εἴπομεν ὡς ἡ εἰς ς ὀξύτονος μετοχὴ διὰ τοῦ ντ κλινομένη τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς ην καὶ πρὸ αὐτοῦ τὸ ι δεχομένη εὐκτικὸν ποιεῖ· ἦν οὖν τιθείς τιθέντος τιθείην. Δυϊκά. Τιθείητο ν , τιθειήτη ν. Πληθ. Τιθείημε ν , τιθείητ ε , τιθείησα ν . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τεθείκοιμ ι , τεθείκοι ς , τεθείκο ι: τὸ ῥῆμα τέθεικα, ἡ μετοχὴ τεθεικώς τεθεικότος, καὶ τὸ εὐκτικὸν τεθείκοιμι· οὐ γὰρ εἰς ην , ἐπεὶ μὴ διὰ τοῦ ντ ἡ κλίσις τῆς μετοχῆς. Δυϊκά. Τεθείκοιτο ν , τεθεικοίτη ν. Πληθ. Τεθείκοιμε ν , τεθείκοιτ ε , τεθείκοιε ν . Ἀορίστου πρώτου Ἑνικά.
4 1 94 [25] Ἔδει μὲν θήκαιμι, ἀλλ’ ἐπέλειψεν· κλίνομεν δὲ ἀντ’ αὐτοῦ τὸ στήσαιμ ι , στήσαι ς , στήσα ι. Δυϊκά. Στήσαιτο ν , στησαίτη ν. Πληθ. Στήσαιμε ν , στήσαιτ ε , στήσαιε ν . Ἀορίστου δευτέρου Ἑνικά. Θείη ν , θείη ς , θεί η: τὸ ῥῆμα ἔθην, ἡ μετοχὴ θείς θέντος, θείην τὸ εὐκτικόν. Δυϊκά. Θείητο ν , θειήτη ν. Πληθ. Θείημε ν , θείητ ε , θείησα ν . Μέλλοντος πρώτου Ἑνικά. Θήσοιμ ι , θήσοι ς , θήσο ι. Δυϊκά. Θήσοιτο ν , θησοίτη ν. Πληθ. Θήσοιμε ν , θήσοιτ ε , θήσοιε ν . Εὐκτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τιθείμη ν , τιθεῖ ο , τιθεῖτ ο: πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς μην καὶ πρὸ τοῦ μ δεχόμενον τὸ ι τὸ εὐκτικὸν ποιεῖ, τίθεμαι τιθείμην, δίδομαι διδοίμην. Δυϊκά. Τιθείμεθο ν , τιθεῖσθο ν , τιθείσθη ν. Πληθ. Τιθείμεθ α , τιθεῖσθ ε , τιθεῖντ ο . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τεθείμη ν , τεθεῖ ο , τεθεῖτ ο: τῷ αὐτῷ λόγῳ ἀπὸ τοῦ τέθεμαι γέγονε τεθείμην. Δυϊκά. Τεθείμεθο ν , τεθεῖσθο ν , τεθείσθη ν. Πληθ. Τεθείμεθ α , τεθεῖσθ ε , τεθεῖντ ο . Ἀορίστου πρώτου Ἑνικά.
4 1 95 [30] Τεθείη ν , τεθείη ς , τεθεί η: τὸ ῥῆμα ἐτέθην, 〈ἡ〉 μετοχὴ τεθείς τεθέντος, τεθείην τὸ εὐκτικόν. Δυϊκά. Τεθείητο ν , τεθειήτη ν. Πληθ. Τεθείημε ν , τεθείητ ε , τεθείησα ν . Μέσου ἀορίστου δευτέρου Ἑνικά. Θείμη ν , θεῖ ο , θεῖτ ο: τὸ ῥῆμα ἐθέμην, προσθήκῃ τοῦ ι καὶ συστολῇ τῆς ἀρχούσης θείμην τὸ εὐκτικόν. Δυϊκά. Θείμεθο ν , θεῖσθο ν , θείσθη ν. Πληθ. Θείμεθ α , θεῖσθ ε , θεῖντ ο . Μέλλοντος πρώτου Ἑνικά. Τεθησοίμη ν , τεθήσοι ο , τεθήσοιτ ο. Δυϊκά. Τεθησοίμεθο ν , τεθήσοισθο ν , τεθησοίσθη ν. Πληθ. Τεθησοίμεθ α , τεθήσοισθ ε , τεθήσοιντ ο. Μέσου μέλλοντος πρώτου Ἑνικά. Θησοίμη ν , θήσοι ο , θήσοιτ ο. Δυϊκά. Θησοίμεθο ν , θήσοισθο ν , θησοίσθη ν. Πληθ. Θησοίμεθ α , θήσοισθ ε , θήσοιντ ο . Περὶ ὑποτακτικῶν. Ὑποτακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Ἐὰν τιθῶ—τιθῇς—τιθ ῇ: εἴπομεν ὡς παρατατικὸς παρακείμενος ἀόριστος τὸ τέλος τρέποντες εἰς ω καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν συστέλλοντες τὸ ὑποτακτικὸν ποιοῦσιν, ἐτίθην ἐὰν τιθῶ, ἐδίδων ἐὰν διδῶ, ἔφην ἐὰν φῶ· τὰ μέντοι τῆς τετάρτης ἄρρητα ἔμεινεν· ὤφειλε γὰρ ἀπὸ τοῦ ἐζεύγνυν ἐπήγνυν ἐὰν ζευγνῶ καὶ ἐὰν πηγνῶ μετὰ περισπωμένης εἶναι· καθόλου γὰρ ὧν ἡ μετοχὴ εἰς ς ὀξύτονος διὰ τοῦ ντ κλινομένη, τούτων περισπᾶται τὸ ὑποτακτικόν· τὰ μέντοι δεύτερα καὶ τρίτα τῆς μὲν πρώτης συζυγίας διὰ τοῦ η , τῆς δὲ δευτέρας διὰ τοῦ α , τῆς δὲ τρίτης διὰ τοῦ ω · 〈Eurip. Or. 685〉 δύναμιν ἢν διδῷ θεό ς. Δυϊκά. Ἐὰν τιθῆτον—τιθῆτο ν. Πληθ. Ἐὰν τιθῶμεν—τιθῆτε—τιθῶσι ν . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά.
4 1 96 [25] Ἐὰν τεθείκω—τεθείκῃς—τεθείκ ῃ. Δυϊκά. Ἐὰν τεθείκητον—τεθείκητο ν. Πληθ. Ἐὰν τεθείκωμεν—τεθείκητε—τεθείκωσι ν . Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἔδει μὲν ἐὰν θήκ ω, ἀλλ’ ἄρρητον ἔμεινεν· ἀντ’ αὐτοῦ οὖν κλίνομεν τὸ ἐὰν στήσω—στήσῃς—στήσ ῃ. Δυϊκά. Ἐὰν στήσητον—στήσητο ν. Πληθ. Ἐὰν στήσωμεν—στήσητε—στήσωσι ν . Ἀορίστου δευτέρου Ἑνικά. Ἐὰν θῶ—θῇς—θ ῇ: ὁμοίως καὶ ἐπὶ τοῦ δευτέρου ἀορίστου ὅλα τὰ δεύτερα καὶ τρίτα τῶν ὑποτακτικῶν διὰ τοῦ η · τὰ μέντοι τῆς τρίτης συζυγίας διὰ τοῦ ω , ἐὰν γνῶ γνῷς γνῷ, ἐὰν βιῶ βιῷς βιῷ· ῥᾷον γένηται καὶ βι ῷ. Δυϊκά. Ἐὰν θῆτον—θῆτο ν. Πληθ. Ἐὰν θῶμεν—θῆτε—θῶσι ν. Ὑποτακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἑνικά. Ἐὰν τιθῶμαι—τιθῇ—τιθῆτα ι: εἴπομεν ὡς πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν τὴν ἐσχάτην μεταποιοῦν εἰς μαι καὶ τὴν παραλήγουσαν τρέπον εἰς ω τὸ ὑποτακτικὸν ποιεῖ, τίθεμαι ἐὰν τιθῶμαι, ἵσταμαι ἐὰν ἱστῶμαι· τὰ δὲ τρίτα τῶν ἐνεργητικῶν ὑποτακτικῶν δεύτερά ἐστι τῶν παθητικῶν, καὶ ἀπ’ αὐτῶν προσθέσει τῆς ται τὸ τρίτον γίνεται, ἐὰν τιθῇ τιθῆται, ἐὰν ἱστᾷ ἱστᾶται, ἐὰν διδῷ διδῶται. Δυϊκά. Ἐὰν τιθώμεθον—τιθῆσθον—τιθῆσθο ν . Πληθ. Ἐὰν τιθώμεθα—τιθῆσθε—τιθῶντα ι . Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἑνικά. Ἐὰν τεθῶμαι—τεθῇ—τεθῆτα ι: τέθεμαι τὸ ὁριστικόν, καὶ τροπῇ τῆς παραληγούσης εἰς ω τεθῶμαι.
4 1 97 [25] Ἀπολλώνιος δὲ ἐὰν τεθείκωμαι φησὶν αὐτὸ εἶναι ἀμαρτύρως, ὥς φησιν Ἡρωδιανός. Δυϊκά. Ἐὰν τεθώμεθον—τεθῆσθον—τεθῆσθο ν. Πληθ. Ἐὰν τεθώμεθα—τεθῆσθε—τεθῶντα ι . Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τεθῶ—τεθῇς—τεθ ῇ: εἴπομεν ὡς ὧν ἡ μετοχὴ εἰς ς ὀξύτονος διὰ τοῦ ντ κλινομένη, τούτων εἰς ω περισπώμενον τὸ ὑποτακτικόν· ἦν οὖν τὸ ῥῆμα ἐτέθην, ἡ μετοχὴ τεθείς, τὸ ὑποτακτικὸν ἐὰν τεθῶ, ἐὰν δοθῶ. Δυϊκά. Ἐὰν τεθῆτον—τεθῆτο ν. Πληθ. Ἐὰν τεθῶμεν—τεθῆτε—τεθῶσι ν . Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Ἐὰν θῶμαι—θῇ—θῆτα ι: εἴπομεν ὡς πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς μαι καὶ ἐν τῇ παραληγούσῃ λαμβάνον τὸ ω ὑποτακτικὸν ποιεῖ συστέλλον τε τὴν κλιτικὴν ἔκτασιν· ἦν οὖν ἐθέμην ἐὰν θῶμαι, ἐδόμην ἐὰν δῶμαι, ἐφάμην ἐὰν φῶμαι. Δυϊκά. Ἐὰν θώμεθον—θῆσθον—θῆσθο ν. Πληθ. Ἐὰν θώμεθα—θῆσθε—θῶντα ι . Περὶ μετοχῶν. Μετοχαὶ ἐνεργητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τιθεί ς , τιθεῖσ α , τιθέ ν: πᾶν ῥῆμα εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ μ κλιτικὸν εἰς ς ὀξύτονον ποιεῖ τὴν μετοχήν, ἐτετύφειν τετυφώς, ἐτύφθην τυφθείς, ἐτίθην τιθείς. Δυϊκά. Τιθέντ ε , τιθείσ α. Πληθ. Τιθέντε ς , τιθεῖσα ι , τιθέντ α . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά.
4 1 98 [30] Τεθεικώ ς , τεθεικυῖ α , τεθεικό ς. Δυϊκά. Τεθεικότ ε , τεθεικυί α. Πληθ. Τεθεικότε ς , τεθεικυῖα ι , τεθεικότ α . Ἀορίστου πρώτου Ἑνικά. Ἔδει μὲν εἶναι θήκας, ἀλλ’ ἐσιωπήθη· ἀντ’ αὐτοῦ δὲ κλίνομεν τὸ στήσα ς , στήσασ α , στῆσα ν. Δυϊκά. Στήσαντ ε , στησάσ α. Πληθ. Στήσαντε ς , στήσασα ι , στήσαντ α . Ἀορίστου δευτέρου Ἑνικά. Θεί ς , θεῖσ α , θέ ν: καὶ αὕτη ὁμοίως τῇ τοῦ παρατατικοῦ ἀπὸ τοῦ ἔθην γέγονεν. Δυϊκά. Θέντ ε , θείσ α. Πληθ. Θέντε ς , θεῖσα ι , θέντ α . Μέλλοντος πρώτου Ἑνικά. Θήσω ν , θήσουσ α , θῆσο ν. Δυϊκά. Θήσοντ ε , θησούσ α. Πληθ. Θήσοντε ς , θήσουσα ι , θήσοντ α . Μετοχαὶ παθητικα ί . Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικ ά . Τιθέμενο ς , τιθεμέν η , τιθέμενο ν. Δυϊκά. Τιθεμέν ω , τιθεμέν α. Πληθ. Τιθέμενο ι , τιθέμενα ι , τιθέμεν α . Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικ ά . Τεθειμένο ς , τεθειμέν η , τεθειμένο ν. Δυϊκά. Τεθειμέν ω , τεθειμέν α. Πληθ. Τεθειμένο ι , τεθειμένα ι , τεθειμέν α . Ἀορίστου πρώτου Ἑνικ ά . Τεθεί ς , τεθεῖσ α , τεθέ ν. Δυϊκά. Τεθέντ ε , τεθείσ α. Πληθ. Τεθέντε ς , τεθεῖσα ι , τεθέντ α . Μέσου ἀορίστου δευτέρου Ἑνικ ά . Θέμενο ς , θεμέν η , θέμενο ν. Δυϊκά.
4 1 99 [10] Θεμέν ω , θεμέν α. Πληθ. Θέμενο ι , θέμενα ι , θέμεν α . Μέλλοντος πρώτου Ἑνικ ά . Τεθησόμενο ς , τεθησομέν η , τεθησόμενο ν. Δυϊκά. Τεθησομέν ω , τεθησομέν α. Πληθ. Τεθησόμενο ι , τεθησόμενα ι , τεθησόμεν α . Μέσου μέλλοντος πρώτου Ἑνικ ά . Θησόμενο ς , θησομέν η , θησόμενο ν. Δυϊκά. Θησομέν ω , θησομέν α. Πληθ. Θησόμενο ι , θησόμενα ι , θησόμεν α . Με τ ’ ὀλίγον μέλλοντος Ἑνικ ά . Τεθεισόμενο ς , τεθεισομέν η , τεθεισόμενο ν. Δυϊκά. Τεθεισομέν ω , τεθεισομέν α. Πληθ. Τεθεισόμενο ι , τεθεισόμενα ι , τεθεισόμεν α.