Πλάτων «ἕκτῃ δʼ ἐν γενεᾷ», φησὶν Ὀρφεύς, «καταπαύσατε κόσμον ἀοιδῆς», ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει.
Πλάτων ὥσπερ αὖ Ὅμηρος «Ὠκεανόν τε θεῶν γένεσίν» φησιν «καὶ μητέρα Τηθύν» οἶμαι δὲ καὶ Ἡσίοδος. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.
Πλάτων καὶ γὰρ σῆμα τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι· καὶ διότι αὖ τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα ὡς δίκην διδούσης τῆς ψυχῆς, ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα. εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα, «σῶμα», καὶ οὐδὲν δεῖν παράγειν οὐδὲ ἓν γράμμα. μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντιες ὡς διά τινας τιμωρίας ἁ ψυχὰ ... καθάπερ ἐν σάματι τούτῳ τέθαπται.
Πλάτων Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ υἱὸς αὐτοῦ παρὰ θεῶν διδόασι τοῖς δικαίοις· εἰς ᾍδου γὰρ ἀγαγόντες τῷ λόγῳ καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσι τὸν ἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον. οἱ δʼ ἔτι τούτων μακροτέρους ἀποτίνουσιν μισθοὺς παρὰ θεῶν· παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου. ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα ἐγκωμιάζουσιν δικαιοσύνην· τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν ᾍδου καὶ κοσκίνῳ ὕδωρ ἀναγκάζουσι φέρειν ἔτι τε ζῶντας εἰς κακὰς δόξας ἄγοντες.
Πλάτων βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως, Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθʼ ἃς θυηπολοῦσι πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ παιδιᾶς ἡδονῶν εἰσὶ μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει.
Πλάτων ποιηταὶ δʼ ἀνθρώπινοι σφόδρα τὰ τοιαῦτα ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγως γέλωτʼ ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς λαχεῖν ὥραν τῆς τέρψιος.
Πλάτων ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείαι περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δʼ ἀεὶ ξυνέπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἦς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίαι ἅμα νεότητι καὶ ἀνοίαι φλέγεται τὴν ψυχὴν μεθʼ ὕβρεως ..., καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ Δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα τέτυκται.
Πλάτων μηδέ τινα τολμᾶν ᾄδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδʼ ἂν ἡδίων ᾖ τῶν Θαμύρου τε καὶ Ὀρφείων ὕμνων.
Πλάτων πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου μανίας τε καὶ βακχείας· διὸ πάντες ἀκούσεσθε ... οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε. φθέγξομαι οἷς θέμις ἐστί· θύρας δʼ ἐπίθεσθε βέβηλοι.
Πλάτων περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθʼ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν ... οὕτως οὖν κατʼ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους.
Ἀριστοτέλης καίτοι εἰ ὡς λέγουσιν οἱ θεολόγοι οἱ ἐκ Νυκτὸς γεννῶντες ἢ ὡς οἱ φυσικοὶ «ἦν ὁμοῦ πάντα χρήματα» φασί, τὸ αὐτὸ ἀδύνατον. οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτῃ ὁμοίως, ᾗ βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώτους οἶον Νύκτα καὶ Οὐρανὸν ἢ Χάος ἢ Ὠκεανόν, ἀλλὰ τὸν Δία.
Ἀριστοτέλης εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας καὶ τὸν ὅρκον τῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπʼ αὐτῶν Στύγα τῶν ποιητῶν· τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον· ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν. εἰ μὲν οὖν ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύσεως ἡ δόξα, τάχʼ ἂν ἄδηλον εἴη.
Ἀριστοτέλης ἢ γάρ τοι ἅμα πάντα γίγνεται τὰ μόρια, οἶον καρδία πλεύμων ἧπαρ ὀφθαλμὸς καὶ τῶν ἄλλων ἕκαστον, ἢ ἐφεξῆς ὥσπερ ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσιν· ἐκεῖ γὰρ ὁμοίως φησὶ γίγνεσθαι τὸ ζῷον τῇ τοῦ δικτύου πλοκῇ.
Ἀριστοτέλης φαίνεται γὰρ τά τε φυτὰ ζῆν οὐ μετέχοντα φορᾶς οὐδʼ αἰσθήσεως καὶ τῶν ζῴων πολλὰ διάνοιαν οὐκ ἔχειν. εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν, οὐδʼ ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης ψυχῆς οὐδὲ περὶ ὅλης οὐδεμιᾶς. τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλουμένοις λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. «λεγομένοις» εἶπεν, ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ φιλοσοφίας λέγει αὐτοῦ μὲν γάρ εἰσι τὰ δόγματα, ταῦτα δέ φασιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι. τῶν ἀρχαίων φασὶ Θραικῶν μηδένα ἐπίστασθαι γράμματα ... ἔνθεν τοι καὶ τολμῶσι λέγειν μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι Θρᾷκα ὄντα, ἀλλʼ ἄλλως τοὺς μύθους αὐτοῦ κατεψεῦσθαι· ταῦτα Ἀνδροτίων λέγει. Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπιφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα. τοῦ δὲ Ὀρφέως Μουσαῖος μαθητής.
Δαμάσκιος ὁ Δαμασκηνός ἡ δὲ παρὰ τῷ Περιπατητικῷ Εὐδήμῳ ἀναγεγραμμένη ὡς τοῦ Ὀρφέως οὖσα Θεολογία πᾶν τὸ νοητὸν ἐσιώπησεν ... ἀπὸ δὲ τῆς Νυκτὸς ἐποιήσατο τὴν ἀρχήν, ἀφʼ ἧς καὶ Ὅμηρος, εἰ καὶ μὴ συνεχῆ πεποίηται τὴν γενεαλογίαν, ἵστησιν· οὐ γὰρ ἀποδεκτέον Εὐδήμου λέγοντος ὅτι ἀπὸ Ὠκεανοῦ καὶ Τηθύος ἄρχεται· φαίνεται γὰρ εἰδὼς καὶ τὴν Νύκτα μεγίστην οὕτω θεόν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν· «ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ῥέζοι» ἀλλʼ Ὅμηρος μὲν καὶ αὐτὸς ἀρχέσθω ἀπὸ Νυκτός. Ἡσίοδος δέ μοι δοκεῖ πρῶτον γενέσθαι τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἡνωμένην παντελῶς φύσιν κεκληκέναι Χάος, τὴν δὲ Γῆν ἐκεῖθεν παράγειν ὥς τινα ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν. εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυεῖν ἀρχῶν, Γῆν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ τριπλοῦν νοητόν, τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρούμενον — τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ Ὀρφεὺς ἐν ταῖς Ῥαψῳδίαις ...
Δαμάσκιος ὁ Δαμασκηνός ἡ δὲ κατὰ τὸν Ἱερώνυμον φερομένη καὶ Ἑλλάνικον εἴπερ μὴ καὶ ὁ αὐτός ἐστιν, οὕτως ἔχει· «ὕδωρ ἦν, φησίν, ἐξ ἀρχῆς καὶ ὕλη, ἐξ ἧς ἐπάγη ἡ γῆ, δύο ταύτας ἀρχὰς ὑποτιθέμενος πρῶτον, ὕδωρ καὶ γῆν ... τὴν δὲ τρίτην ἀρχὴν μετὰ τὰς δύο γεννηθῆναι μὲν ἐκ τούτων, ὕδατός φημι καὶ γῆς, δράκοντα δὲ εἶναι κεφαλὰς ἔχοντα προσπεφυκυίας ταύρου καὶ λέοντος, ἐν μέσῳ δὲ θεοῦ πρόσωπον, ἔχειν δὲ καὶ ἐπὶ τῶν ὤμων πτερά, ὠνομάσθαι δὲ Χρόνον ἀγήραον καὶ Ἡρακλῆα τὸν αὐτόν. συνεῖναι δὲ αὐτῷ τὴν Ἀνάγκην, φύσιν οὖσαν τὴν αὐτὴν καὶ Ἀδράστειαν, ἀσώματον διωργυιωμένην ἐν παντὶ τῷ κόσμῳ, τῶν περάτων αὐτοῦ ἐφαπτομένην. ταύτην οἶμαι λέγεσθαι τὴν τρίτην ἀρχὴν κατὰ τὴν οὐσίαν ἑστῶσαν, πλὴν ὅτι ἀρσενόθηλυν αὐτὴν ὑπεστήσατο πρὸς ἔνδειξιν τῆς πάντων γεννητικῆς αἰτίας ... ὁ Χρόνος οὗτος ὁ δράκων γεννᾶται τριπλῆν γονήν· Αἰθέρα, φησί, νοτερὸν καὶ Χάος ἄπειρον καὶ τρίτον ἐπὶ τούτοις Ἔρεβος ὀμιχλῶδες ... ἀλλὰ μὴν ἐν τούτοις ὁ Χρόνος ᾠὸν ἐγέννησεν ... καὶ τρίτον ἐπὶ τούτοις θεὸν ἀσώματον, πτέρυγας ἐπὶ τῶν ὤμων ἔχοντα χρυσᾶς, ὃς ἐν μὲν ταῖς λαγόσι προσπεφυκυίας εἶχε ταύρων κεφαλάς, ἐπὶ δὲ τῆς κεφαλῆς δράκοντα πελώριον παντοδαπαῖς μορφαῖς θηρίων ἰνδαλλόμενον ... καὶ ἥδʼ ἡ θεολογία Πρωτόγονον ἀνυμνεῖ καὶ Δία καλεῖ πάντων διατάκτορα καὶ ὅλου τοῦ κόσμου· διὸ καὶ Πᾶνα καλεῖσθαι.» ... Ὀρφέως δὲ ὃς καὶ τὰ ὀνόματα αὐτῶν πρῶτος ἐξηῦρεν καὶ τὰς γενέσεις διεξῆλθεν καὶ ὅσα ἑκάστοις πέπρακται εἶπεν καὶ πεπίστευται παρʼ αὐτοῖς ἀληθέστερον θεολογεῖν, ᾧ καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται, καὶ αὐτοῦ τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος «Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται» ἦν γὰρ ὕδωρ ἀρχὴ κατʼ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζῷον δράκων προσπεφυκυῖαν ἔχων κεφαλὴν λέοντος, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ἡρακλῆς καὶ Χρόνος. οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ᾠόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐρράγη. τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ Οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κάτω ἐνεχθὲν Γῆ· προῆλθε δὲ καὶ θεός τις δισώματος. Οὐρανὸς δὲ Γῇ μιχθεὶς γεννᾷ θηλείας μὲν Κλωθὼ Λάχεσιν Ἄτροπον, ἄνδρας δὲ Ἑκατόγχειρας Κόττον Γύγην Βριάρεων καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην καὶ Ἄργην· οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς μαθών. διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησεν· κούρους δʼ Οὐρανίωνας ἐγείνατο πότνια Γαῖα, οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν, οὕνεκα τεισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα.
Δημοσθένης ὁ Ἀθηναῖος καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην ἣν ὁ τὰς ἁγιωτάτας τελετὰς ἡμῖν καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν.
ἀφʼ οὗ Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης υἱὸς τὴν ἑαυτοῦ ποίησιν ἐξέθηκε, Κόρης τε ἁρπαγὴν καὶ Δήμητρος ζήτησιν καὶ τὸν αὐτουργηθέντα αὐτῇ σπόρον, ὃν ἐδίδαξε τὸ πλῆθος … τῶν ὑποδεξαμένων τὸν καρπόν ... Δήμητρός τε πλάνην καὶ Φερσεφόνης μέγα πένθος, θεσμοφόρος θʼ ὡς ἦν.
Ὀρφεὺς υἱὸς ἦν Οἰάγρου καὶ Καλλιόπης τῆς Μούσης, ὁ δὲ Μουσῶν βασιλεὺς Ἀπόλλων τούτῳ ἐπέπνευσεν, ὅθεν ἔνθεος γενόμενος ἐποίησεν τοὺς ὕμνους, οὓς ὀλίγα Μουσαῖος ἐπανορθώσας κατέγραψεν· παρέδωκεν δὲ τὰ Ὀρφέως ὄργια σέβεσθαι Ἕλλησίν τε καὶ βαρβάροις, καὶ καθʼ ἕκαστον σέβημα ἦν ἐπιμελέστατος περὶ τελετὰς καὶ μυστήρια καὶ καθαρμοὺς καὶ μαντεῖα. τὴν Δήμητρα θεὰν ... ἣν Ὀρφεὺς μὲν Διὸς ἀδελφὴν παραδέδωκεν, οἱ δὲ μητέρα· ὧν οὐθὲν τῶν εὐσεβούντων εἰς ἐπίμνησιν ποιητέον. ἔχει γὰρ ἐκ Διὸς καὶ Δήμητρος θυγατρὸς ἀρχήν, Φερσεφόνης ἴα πλεκούσης συμπαρουσῶν τῶν Ὠκεανοῦ θυγατέρων ὧν ὀνόματα ταῦτα ἐκ τῶν Ὀρφέως ἐπῶν. τὴν συμφοράζουσαν στενάχειν ὑπὲρ τῆς θυγατρός· Καλλιόπης δὲ καὶ Κλεισιδίκης καὶ Δημωνάσσης … μετὰ τῆς βασιλίσσης ἐφʼ ὑδρείαν ἐλθουσῶν πυνθάνεσθαι τῆς Δήμητρος ὡς θνητῆς τινος, χρείας δʼ ἕνεκά τινος αὐτὴν παραγεγονέναι ὁ Μουσαῖος διὰ τῶν ἐπῶν αὐτοῦ λέγων ἐστίν. ἄφρονες ἄνθρωποι δυστλήμονες οὔτε κακοῖο ὔμμιν ἐπερχομένου προγνώμονες οὔτʼ ἀγαθοῖο. εἰμὶ δὲ Δημήτηρ ὡρηφόρος ἀγλαόδωρος. τίς θεὸς οὐράνιος ἠὲ θνητῶν ἀνθρώπων ἥρπασε Φερσεφόνην καὶ ἑὸν φίλον ἤπαφε θυμόν; ὅθεν Κάθοδος λέγεται.
Ἀπολλώνιος ὁ Ῥόδιος ἀν δὲ καὶ Ὀρφεύς λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. ἤειδεν δʼ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα τὸ πρὶν ἐπʼ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδʼ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· οὔρεά θʼ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντʼ ἐγένοντο. — ἤειδεν δʼ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς, ἡ δὲ Ῥέῃ, ἔπεσον δʼ ἐνὶ κύμασιν Ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.
. εὑρήσσεις δʼ Ἀΐδαο δόμων ἐπʼ ἀριστερὰ κρήνην, παρʼ δʼ αὐτῇ λευκὴν ἑστηκυῖαν κυπάρισσον· ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. εὑρήσεις δʼ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης ψυχρὸν ὕδωρ προρέον· φύλακες δʼ ἐπίπροσθεν ἔασιν. εἰπεῖν· «Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος, αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δʼ ἴστε καὶ αὐτοί· δίψῃ δʼ εἰμὶ αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότʼ αἶψα ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης». καὐτοί σοι δώσουσι πιεῖν θείης ἀπὸ κρήνης, καὶ τότʼ ἔπειτʼ ἄλλοισι μεθʼ ἡρώεσσι ἀνάξεις.
Α. δίψαι αὖος ἐγὼ καὶ ἀπόλλυμαι. Β. ἀλλὰ πιέμ μοι κράνας αἰενάω ἐπὶ δεξιά, τῆ κυφάρισσος. τίς δʼ ἐσί; πῶ δʼ ἐσί; Α. Γᾶς υἱός ἠμι καὶ Ὠρανῶ ἀστερόεντος.
ἔρχομαι ἐκ κοθαρῶν, κοθαρὰ χθονίων βασίλεια, Εὐκλῆς, Εὐβουλεύς τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος ὄλβιον εὔχομαι εἶμεν, ἀλλά με Μοῖρα ἐδάμασσε καὶ ἀθάνατοι θεοὶ ἄλλοι … καὶ ἀστεροβλῆτα κεραυνόν. κύκλου δʼ ἐξέπταν βαρυπενθέος ἀργαλέοιο, ἱμερτοῦ δʼ ἐπέβαν στεφάνου ποσὶ καρπαλίμοισι, Δεσποίνας δὲ ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας· ἱμερτοῦ δʼ ἀπέβαν στεφάνου ποσὶ καρπαλίμοισι. «ὄλβιε καὶ μακαριστέ, θεὸς δʼ ἔσῃ ἀντὶ βροτοῖο». ἔριφος ἐς γάλʼ ἔπετον.
ἔρχομαι ἐκ καθαρῶν καθαρά, χθονίων βασίλεια, Εὖκλε καὶ Εὐβουλεῦ καὶ ὅσοι θεοὶ δαίμονες ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομαι ὄλβιον εἶναι, ποινὰν δʼ ἀνταπέτεισα ἔργων ἕνεκα οὔτι δικαίων, εἴτε με Μοῖρα ἐδαμάσατο … στεροπῆτι κεραυνῷ. νῦν δʼ ἱκέτις ἥκω παρʼ ἀγαυὴν Φερσεφόνειαν, ὥς με πρόφρων πέμψῃ ἕδρας εἰς εὐαγεόντων.
ἔρχεται ἐκ καθαρῶν καθαρά, χθονίων βασίλεια, Εὔκλεες Εὐβουλεῦ τε, Διὸς τέκος ἀγλάʼ, ἔχω δὲ Μνημοσύνης τόδε δῶρον ἀοίδιμον ἀνθρώποισιν. «Καικιλία Σκουνδεῖνα, νόμῳ ἴθι δῖα γεγῶσα».
ἀλλʼ ὁπόταμ ψυχὴ προλίπῃ φάος ἀελίοιο, δεξιὸν εἴσιθι ἇς δεῖ τινα πεφυλαγμένον εὖ μάλα πάντα. χαῖρε παθὼν τὸ πάθημα· τὸ δʼ οὔπω πρόσθε ἐπεπόνθεις· θεὸς ἐγένου ἐξ ἀνθρώπου· ἔριφος ἐς γάλα ἔπετες. χαῖρε, χαῖρε, δεξιὰν ὁδοιπορῶν λειμῶνάς τε ἱεροὺς καὶ ἄλσεα Φερσεφονείας.
. πρατογόνῳ Γῇ ματρὶ ἔφη Κυβελήια Κόρρα· .... Δήμητρος ... πανόπτα Ζεῦ ........ Ἥλιε Πῦρ διὰ πάντʼ ἄστη νίσεαι, ὅτε Νίκαις ἠδὲ Τύχαις ἐφάνης καὶ ὁμοῦ παμμήστορι Μοίραι, τῇ τοι γάννυα πιαίνεις τῇ σῇ, κλυτὲ δαῖμον, δεσποτείαι· τὶν πάντα δαμαστά, τὰ πάντα κρατυντά, ἐμβρόντητα δὲ πάντα· τὰ Μοίρης τλητέα πάντη. μητέρι Πῦρ μέν μʼ ἆγε, εἰ νῆστις οἶδʼ ὑπομεῖναι, ἑπτά τε νῆστιν νυξὶν ἢ μεθʼ ἡμέραν … ἐλινύεν. ἑπτῆμαρ τὶν νῆστις ἔην, Ζεῦ Ὀλύμπιε καὶ πανόπτα Ἅλιε ....................
Κλήμης ὁ Ἀλεξανδρεύς οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ Περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρʼ Ὀρφεῖ ἐκτιθέμενός φησι «κερκίσι καμπυλόχοισι» τοῖς ἀρότροις μηνύεσθαι, «στήμοσι» δὲ τοῖς αὔλαξι, «μίτον» δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι καὶ «δάκρυα Διός» τὸν ὄμβρον δηλοῦν, «Μοίρας» τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ «λευκοστόλους» αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν «ἄνθιον» μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, «ἀργίδα» δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν καὶ «Γοργόνιον» τὴν σελήνην διὰ τὸ ἐν αὐτῇ πρόσωπον, «Ἀφροδίτην» τε τὸν καιρὸν καθʼ ὃν δεῖ σπείρειν λέγεσθαι παρὰ τῷ θεολόγῳ.
. .ασταε.. ἵνα εὕρ̣ῃ̣ ωμα...υνλεγε διὰ̣ τὴ̣ν τελετήν ἔτεμον ποινὰς πατέρων〈 σῷσόμ με Βριμώ με Δημήτηρ τε Ῥέα Κούρητές τε ἔνοπλοι ωμεν 〉ἵνα ποιῶμεν ἱερὰ καλά .νηι κριός τε τράγος τε ἀπερίσια δῶρα .ου καὶ ἐπὶ ποταμοῦ νομῷ ανων τοῦ τράγου τὰ δὲ λ̣ο̣ι̣π̣ὰ̣ ⟦κρα⟧ κρέα ἐσθιέτω 〉βέβηλος μὴ ἐφοράτω λ̣λου ἀναθεὶς εἰς τὸ ἀνῃρε αλων εὐχή νον καὶ Εὐβουλέα καλῶ .ας ευιηας κικλήσκω ..ιτοφιλους σὺ ἀπαυάνας 〉Δήμητρος καὶ Παλλάδος ἡμῖν 〉βασιλεῦ Ἰρικεπαῖγε σῷσόμ με 〉Φάνη̣τα· εἷς Διόνυσος σύμβολα υρα θεὸς διὰ κόλπου ν ἔπιον ὄνος βουκόλος γιας σύνθεμα· ἄνω κάτω τοῖς κ̣α̣ὶ̣ ὅ̣ σοι ἐδόθη ἀνηλῶσαι 〉εἰς τὸν κάλαθον ἐμβαλῖν 〉κῶνος ῥόμβος ἀστράγαλοι ἡ ἔσοπτρος