Σοῦδα Ὀρφεὺς Λειβήθρων τῶν ἐν Θράικηι — πόλις δέ ἐστιν ὑπὸ τῆι Πιερίαι —, υἱὸς Οἰάγρου καὶ Καλλιόπης· ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ Ἄτλαντος, κατὰ Ἀλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ια γενεῶν τῶν Τρωικῶν· καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου, βιῶναι δὲ γενεὰς θ, οἱ δὲ ια φασίν. ἔγραψε: Τριαγμούς — λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα, κλήσεις κοσμικαί. Νεωτευκτικά. Ἱεροὺς λόγους ἐν ῥαψωιδίαις κδ — λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου … Χρησμούς, οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον. Τελετάς — ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου. Λιθικά· ἐν τούτοις δʼ ἔστι περὶ λίθων γλυφῆς, ἥτις Ὀγδοηκοντάλιθος ἐπιγράφεται. Σωτήρια· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ Μιλησίου. Κρατῆρας· ταῦτα Ζωπύρου φασίν. Θρονισμοὺς μητρώιους καὶ Βακχικά· ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι. Εἰς Ἅιδου κατάβασιν· ταῦτα Ἡροδίκου τοῦ Περινθίου. Πέπλον καὶ Δίκτυον· καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου. Ὀνομαστικόν, ἔπη ͵ασ. Θεογονίαν, ἔπη ͵ασ. Ἀστρονομίαν, Ἀμμοσκοπίαν … Θυηπολικόν, Ὠιοθυτικὰ ἢ Ὠιοσκοπικά, ἐπικῶς. Καταζωστικόν, Ὕμνους, Κορυβαντικόν, καὶ Φυσικά, ἃ Βροτίνου φασίν.
Ὀρφεὺς Κροτωνιάτης ἐποποιός, ὃν Πεισιστράτωι συνεῖναι τῶι τυράννωι Ἀσκληπιάδης φησὶν ἐν τῶι ἕκτωι βιβλίωι τῶν Γραμματικῶν· Δωδεκαετηρίδας. Ἀργοναυτικὰ καὶ ἄλλα τινά.
Ὀρφεὺς Καμαριναῖος ἐποποιός, οὗ φασιν εἶναι τὴν Εἰς Ἅιδου κατάβασιν.
Σοῦδα Ἵππος Νισαῖος .... ἐν δὲ Δικτύωι Ὀρφεὺς λέγει, ὅτι ἡ Νίσα τόπος ἐστὶν ἐν Ἐρυθρᾶι κείμενος.
Κλήμης ὁ Ἀλεξανδρεύς τοὺς μὲν ἀναφερομένους εἰς Μουσαῖον Ὀνομακρίτου εἶναι λέγουσι, τὸν Κρατῆρα δὲ τὸν Ὀρφέως Ζωπύρου τοῦ Ἡρακλεώτου, τήν τε Εἰς Ἅιδου κατάβασιν Προδίκου τοῦ Σαμίου. Ἴων κτλ.
Ἀλκαῖος ὁ Μυτιληναῖος τὸ γὰρ ἐμμόρμενον Ὄρφευς ἐβιάσδετο πάρφαις ἄνδρεσι τοῖς γεινομένοισιν θάνατον φύγην, αἰ πάνται σόφος ἦι καὶ φρέσι πύκναισι κεκάσμενος. νήπιος, παρὰ μοῖραν Δίος οὐδὲ τρίχες ἔρρυεν.
Ἴβυκος ὁ Ῥηγῖνος ὀνομακλυτὸν Ὀρφήν.
Αἰσχύλος ὁ τραγικός Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις· ὁ μὲν γὰρ ἦγε πάντʼ ἀπὸ φθογγῆς χαρᾶι ...
Παυσανίας ἀποβλέψαντι δὲ αὖθις ἐς τὰ κάτω τῆς γραφῆς ἔστιν ἐφεξῆς μετὰ τὸν Πάτροκλον οἷα ἐπὶ λόφου τινὸς Ὀρφεὺς καθεζόμενος, ἐφάπτεται δὲ καὶ τῆι ἀριστερᾶι κιθάρας, τῆι δὲ ἑτέραι χειρὶ ἰτέας κλῶνές εἰσιν ὧν ψαύει, προσανακέκλιται δὲ τῶι δένδρωι· τὸ δὲ ἄλσος ἔοικεν εἶναι τῆς Περσεφόνης, ἔνθα αἴγειροι καὶ ἰτέαι δόξηι τῆι Ὁμήρου πεφύκασιν. Ἑλληνικὸν δὲ τὸ σχῆμά ἐστι τῶι Ὀρφεῖ καὶ οὔτε ἡ ἐσθὴς οὔτε ἐπίθημά ἐστιν ἐπὶ τῆι κεφαλῆι Θράικιον.
Πρόκλος Ἑλλάνικος δʼ ἐν Φορωνίδι δέκατον ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸν Ἡσίοδον. Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοισι ἔτεσι δοκέω μευ πρεσβυτέρους γενέσθαι καὶ οὐ πλέοσι ... οἱ δὲ πρότερον ποιηταὶ λεγόμενοι τούτων τῶν ἀνδρῶν γενέσθαι ὕστερον ἔμοιγε δοκεῖν ἐγένοντο ... τὰ δὲ ὕστερα τὰ ἐς Ἡσίοδόν τε καὶ Ὅμηρον ἔχοντα ἐγὼ λέγω.
Εὐριπίδης εἰ δʼ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, ὥστʼ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν ὕμνοισι κηλήσαντά σʼ ἐξ Ἅιδου λαβεῖν, κατῆλθον ἄν.
ἐγὼ καὶ διὰ μούσας καὶ μετάρσιος ἦιξα καὶ πλείστων ἁψάμενος λόγων κρεῖσσον οὐδὲν Ἀνάγκας ηὗρον, οὐδέ τι φάρμακον Θρήισσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψεν γῆρυς, οὐδʼ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.
Εὐριπίδης ἤδη νυν αὔχει καὶ διʼ ἀψύχου βορᾶς σῖτʼ ἐκκαπήλευʼ, Ὀρφέα τʼ ἄνακτʼ ἔχων βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς.
Εὐριπίδης ἀλλʼ οἶδʼ ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ, ὡς αὐτόματον τὸν δαλὸν εἰς τὸ κρανίον στείχονθʼ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
Ὑψιπύλη ... μέσωι δὲ παρʼ ἱστῶι Ἀσιὰς ἔλεγον ἰήιον Θρῆισσʼ ἐβόα κίθαρις Ὀρφέως μακροπόδων πιτύλων ἐρέτηισι κε-λεύσματα μελπομένα, τοτὲ μὲν ταχύπλουντοτὲ δʼ εἰλατίνας ἀνάπαυμα πλάτας.
Εὐριπίδης Εὔνεως Ἀργώ με καὶ τόνδʼ ἤγαγʼ εἰς Κόλχων πόλιν Ὑψιπύλη ἀπομαστίδιόν γʼ ἐμῶν στέρνων. Εὔνεως ἐπεὶ δʼ Ἰάσων ἔθανʼ ἐμός, μῆτερ, πατήρ, Ὑψιπύλη οἴμοι κακὰ λέγεις, δάκρυά τʼ ὄμμασιν, τέκνον, ἐμοῖς δίδως— Εὔνεως Ὀρφεύς με καὶ τόνδʼ ἤγαγʼ εἰς Θράικης τόπον, Ὑψιπύλη τίνα πατέρι ποτὲ χάριν ἀθλίωι τιθέμενος; ἔνεπέ μοι, τέκνον. Εὔνεως μοῦσάν με κιθάρας Ἀσιάδος διδάσκεται, τοῦτον δʼ ἐς Ἄρεως ὅπλʼ ἐκόσμησεν μάχης.
μυστηρίων τε τῶν ἀπορρήτων φανάς ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ τοῦδʼ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε σόν σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρʼ ἕνα ἐλθόντα Φοῖβος σύγγονοί τʼ ἠσκήσαμεν.
Ἀριστοφάνης ὁ Ἀθηναῖος Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι, Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς.
Ἀριστοφάνης ὁ Ἀθηναῖος Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς, Γῆ δʼ οὐδʼ Ἀὴρ οὐδʼ Οὐρανὸς ἦν· Ἐρέβους δʼ ἐν ἀπείροσι κόλποιςτίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ὠιόν,ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινόςστίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίωι κατὰ Τάρταρον εὐρύνἐνεόττευσεν γένος ἡμέτερον καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς.πρότερον δʼ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα·ξυμμειγνυμένων δʼ ἑτέρων ἑτέροις γένετʼ Οὐρανὸς Ὠκεανός τεκαὶ Γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον.
Τιμόθεος ὁ Μιλήσιος πρῶτος ποικιλόμουσος Ὀρ-φεὺς χέλυν ἐτέκνωσεν υἱὸς Καλλιόπας Πιερίας ἔπι. Τέρπανδρος δʼ ἐπὶ τῶι δέκα τεῦξε μοῦσαν ἐν ὠιδαῖς.
Κλήμης ὁ Ἀλεξανδρεύς, Ἱππίας ὁ Ἠλεῖος τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδωι τὰ δὲ Ὁμήρωι.
Ὀλυμπιόδωρος ὁ Θηβαῖος, Φώτιος ταύτην καλεῖ Ἡρόδοτος «μακάρων νήσους», Ἡρόδωρος δὲ ὁ τὴν Ὀρφέως καὶ Μουσαίου συγγράψας ἱστορίαν Φαιακίδα ταύτην καλεῖ.
Πλάτων Ὀρφέα δὲ τὸν Οἰάγρου ἀτελῆ ἀπέπεμψαν ἐξ Ἅιδου, φάσμα δείξαντες τῆς γυναικὸς ἐφʼ ἣν ἧκεν, αὐτὴν δὲ οὐ δόντες, ὅτι μαλθακίζεσθαι ἐδόκει, ἅτε ὢν κιθαρωιδός, καὶ οὐ τολμᾶν ἕνεκα τοῦ ἔρωτος ἀποθνήισκειν ὥσπερ Ἄλκηστις, ἀλλὰ διαμηχανᾶσθαι ζῶν εἰσιέναι εἰς Ἅιδου. τοιγάρτοι διὰ ταῦτα δίκην αὐτῶι ἐπέθεσαν, καὶ ἐποίησαν τὸν θάνατον αὐτοῦ ὑπὸ γυναικῶν γενέσθαι.
Πλάτων ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοι ἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δʼ ἐκ Μουσαίου, οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται.
Ἰσοκράτης ὁ Ἀθηναῖος τοιούτους δὲ λόγους περὶ αὐτῶν τῶν θεῶν εἰρήκασιν οἵους οὐδεὶς ἂν περὶ τῶν ἐχθρῶν εἰπεῖν τολμήσειεν· οὐ γὰρ μόνον κλοπὰς καὶ μοιχείας καὶ παρʼ ἀνθρώποις θητείας αὐτοῖς ὠνείδισαν, ἀλλὰ καὶ παίδων βρώσεις καὶ πατέρων ἐκτομὰς καὶ μητέρων δεσμοὺς καὶ πολλὰς ἄλλας ἀνομίας κατʼ αὐτῶν ἐλογοποίησαν. ὑπὲρ ὧν τὴν μὲν ἀξίαν δίκην οὐκ ἔδοσαν, οὐ μὴν ἀτιμώρητοί γε διέφυγον, ἀλλʼ οἱ μὲν ... Ὀρφεὺς δʼ ὁ μάλιστα τούτων τῶν λόγων ἁψάμενος διασπασθεὶς τὸν βίον ἐτελεύτησεν.
Διόδωρος ὁ Σικελιώτης ἔνιοι δʼ ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος, τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐν Φρυγίαι, διαβῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην· ὑπάρξαντας δὲ γόητας ἐπιτηδεῦσαι τάς τε ἐπωιδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθράικην διατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθʼ ὃν δὴ χρόνον καὶ τὸν Ὀρφέα, φύσει διαφόρωι κεχορηγημένον πρὸς ποίησιν καὶ μελωιδίαν, μαθητὴν γενέσθαι τούτων καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τελετὰς καὶ μυστήρια.
Θεόφραστος καὶ ὅταν ἐνύπνιον ἴδηι δεισιδαίμων, πορεύεσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους ἐρωτήσων τίνι θεῶν ἢ θεᾶι εὔχεσθαι δεῖ, καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφεοτελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικὸς — ἐὰν δὲ μὴ σχολάζηι ἡ γυνή, μετὰ τῆς τίτθης — καὶ τῶν παίδων.