ΛΙΘΙΚΑ
Δῶρον ἀλεξικάκοιο Διὸς θνητοῖσιν ὀπάσσαι
κεκλόμενος Μαίης ἐριούνιος ἦλθε κομίζων
υἱός, ὅπως ἂν ἔχοιμεν ὀϊζύος ἀτρεκὲς ἄλκαρ.
Γηθόσυνοι δέχνυσθε βροτοί—πινυτοῖσιν ἐνίσπω,
οἷς ἀγαθὴ κραδίη καὶ πείθεται ἀθανάτοισι—·
νηπυτίοισι δʼ ὄνειαρ ἀκήρατον οὐ θέμις εὑρεῖν.
Τῷ δʼ αὐτῷ καὶ πρόσθεν ἀγαλλομένους ἐπὶ δώρῳ
υἷά τε Λητοΐδης ἀκεσίμβροτον ἀθανάτοισιν
ἷξεν ἄγων ἐς Ὄλυμπον ἀγάννιφον ἠδὲ σαόφρων
Παλλὰς Ἀθηναίη λαοσσόον Ἡρακλῆα·
ἆλτο δὲ καὶ Κρονίδης ταναὴν ὑπὲρ αἰθέρα Χείρων
σευάμενος πρὸς Ὄλυμπον, ἐπεὶ μάθεν ἄμβροτα δῶρα.
Ἀλλʼ ἤτοι κείνους μὲν ἀμώμητοι Διὸς οἶκοι
χαίροντες δέξαντο, θεηγενέων ὄχʼ ἀρίστους·
ἡμῖν δʼ ἐν γαίῃ κέλεται Χρυσόρραπις ὄλβῳ
ζώειν τερπομένοισιν, ἀπειρήτοις κακότητος.
Ὃν δέ κεν ἀνθρώπων πεπνυμένον ἦτορ ἀνώγῃ
ἐς πολυήρατον ἄντρον ἐσελθέμεν Ἑρμείαο,
ἔνθʼ ὅ γε παντοίων ἀγαθῶν κατέθηκεν ὅμιλον,
αἶψά κεν ἀμφοτέρῃσιν ὀνείατα πολλὰ κομίζων
οἴκαδʼ ἀποστείχοι προφυγὼν πολύδακρυν ὀϊζύν·
οὐδέ ἑ νοῦσος ἄκικυς ἐνὶ μεγάροισι δαμάσσει,
οὐδʼ ὅ γε δυσμενέων ποθʼ ὑποτρέσσας μένος αἰνὸν
ἂψ ἀναχωρήσει προλιπὼν ἐριγηθέα νίκην·
οὐδέ οἱ ἀθλητῆρι κονισσαμένῳ ἐν ἀγῶνι
ἀντιβίην τινὰ θυμὸς ἐφορμήσει μενεαίνειν,
οὐδʼ εἰ χάλκεα γυῖα καὶ ἄγναμπτον σθένος ἀνὴρ
ἄντικρυ στεφάνοιο πόθῳ κομίσας ἐριδαίνοι.
Ναί μιν καὶ θήρεσσιν ὀρεσκῴοισι λέοντα
δεινὸν καὶ λαοῖσιν ἐοικότα δαίμονι τεύξω,
καί οἱ καὶ βασιλεῦσι διοτρεφέεσσιν ὀπάσσω
ῥεῖα καὶ ἀλλοδαποῖσι μετʼ ἀνθρώποισι τίεσθαι.
Τὸν δὲ καὶ ἠΐθεοι τερενόχροες ἱμερτῇσιν
αἰὲν ἐφορμήσουσι περιπτύσσειν παλάμῃσι,
καὶ μαλακὴ χρύσειον ἐπὶ λέχος αἰὲν ἐρύσσει
ἄλληκτον κούρη ἐπιϊεμένη φιλότητος·
εὐχομένου τε πρὸς οὔατʼ ἀφίξεται αἰὲν ἐόντων
εὐχή, καὶ πόντοιο κυκωμένου οὐκ ἀλεγίζων
βήσετʼ ἐπὶ τραφερὴν χθόνʼ ἀκυμάντοισι πόδεσσι.
Τὸν καὶ ληϊστῆρες ἀνάρσιοι οἶον ἐόντα
φεύξονται, καὶ δμῶες ὀϊόμενοι πατέρʼ εἶναι
τίσουσιν καὶ οἶκον ἑοῦ στέρξουσιν ἄνακτος.
Ἴδμεναι αἴ κʼ ἐθέλῃσι, δαήσεται, ὅσσα τε φῶτες
κρυπτάδια σφετέρῃσιν ἐνὶ φρεσὶ μηχανόωνται,
ὅσσα τε κεκλήγασι μετὰ σφίσιν ἠεροφοῖται
ἀνθρώποις ἄφραστον ἰακχάζοντες ἀοιδήν,
οἰωνοί, μεγάλοιο Διὸς κραιπνοὶ ὑποφῆται.
Ῥοῖζόν τε στῆσαι χαμαὶ ἐρχομένοιο δράκοντος
εἴσεται ἠδʼ ὄφεων ἰὸν σβέσαι ἑρπυστήρων.
Δώσω οἱ καὶ φῶτα χόλῳ πίπτοντα σελήνης
ῥύσασθαι καὶ νοῦσον ἀταρτηρὴν ἐλέφαντος,
καὶ ψυχὴν ἐλάσαι τεθνηότος, αἴ κεν ἐρεμνοῦ
ἐξ Ἄϊδος προμολοῦσα ποτιχρίμπτοιτο ἑκάστῳ.
Ἄλλαι ἀπειρέσιοι πολυμήτιος Ἑρμείαο
δωτῖναι κομίσαντος ἐνὶ σπήλυγγι κέονται,
ἄμβροτοι, ἀτρεκέες, ῥίμφα πρήσσουσαι ἕκαστα·
τάων ἡμίθεός τε καὶ ὄλβιος ὅς κʼ ἐφίκηται.
Τὰς ἐμὲ κηρύσσειν λαοσσόος Ἀργεϊφόντης
ἀνθρώποισιν ὄρινε, μελιγλώσσοιο κελεύσας
φθόγγον ἀπὸ στήθεσφιν ἀοιδῆς γηρύσασθαι.
Ἀλλʼ οὐ πάγχυ βροτοῖσι σαοφροσύνης ἀλεγίζειν
ἵμερος, αἶψα δέ, πρέσβα δαημοσύνη, σʼ ἀτίουσιν.
Μητέρα δʼ ἡρώων ἀρετὴν ἀπάτερθε κλύοντες
προτροπάδην φεύγουσιν, ἀοσσητῆρα δὲ μόχθον,
μόχθον ἀοσσητῆρα βίου μάλα πεφρίκασιν.
Οὐδέ σφι κρείων ἐνὶ δώμασιν ὄλβος ὁμιλεῖ,
οὐδέ τις οἶδε θεοῖς ὀαριζέμεν ἀθανάτοισιν·
ἐκ δʼ οἵ γε πτολίων τε καὶ ἀγρῶν ἤλασαν ἐσθλήν
—ἆ δειλοί—σοφίην, Ἐριούνιον ὑβρίζοντες.
Ὤλετο δὲ προτέροις πεπονημένον ἡμιθέοισιν
ἔργον· ὃ δʼ ἀργαλέος καὶ ἀπεχθὴς αὐτίκα πᾶσιν,
ᾧ κεν ἐπωνυμίην λαοὶ τεύξωσι μάγοιο.
Καί ῥʼ ὁ μὲν ἐν κονίαισιν ὑπʼ ἄορι κρατὸς ἀμερθεὶς
λευγαλέῳ θανάτῳ δῖος φὼς ἐκτετάνυσται·
οἳ δʼ ἵκελοι θήρεσσιν, ἀΐδριες ἠδʼ ἀδίδακτοι,
χήτεϊ δαιμονίοιο νοήματος, οὔθʼ ὑπʼ ἀρωγὴν
θεσπεσίην φυγέτην ὀλεσιμβρότου ἐκ κακότητος,
οὔτε τι θέσκελον ἔργον, ὅ κεν μάλα θαυμάζοιτο,
ἴσασʼ· ἀλλά σφιν νεφέλη πραπίδεσσι κελαινὴ
ἀμφιπεριπλεχθεῖσα βαδιζέμεν ἀνθεμόεντα
εἰς ἀρετῆς λειμῶνα πολυστεφάνοιο μεγαίρει.
Ἀλλʼ ἐμέθεν στεῦμαι κειμήλια πειθομένοισιν
ἀφνειοῦ χρυσοῖο πολὺ προφερέστερα δείξειν·
φῶτα δὲ δίζημαι ταλακάρδιον, ὅς κεν ἑκάστου
ἐμμεμαὼς πειρῷτο μενοινήσαι τε κάμοι τε,
ὅς κε διδάσκηται καὶ ὃς εἰδότας ἐξερεείνῃ.
Οὐ γὰρ ἄτερ καμάτοιο τέλος μύθοισι καὶ ἔργοις
εὐρύοπα Κρονίδης ἐθέλει δόμεν· ἀλλὰ καὶ αὐτὸν
ἐς δύσιν ἀσθμαίνοντες ἀνʼ αἰθέρα λαμπετόωσαν
ἠέλιον φαέθοντα ἐφʼ ἅρματι πῶλοι ἄγουσι.
Ἡ ὙΠΟΘΕΣΙΣ
Μᾶλλον ἐγὼ πινυτοῖο παραίφασιν ἀνέρος εὑρὼν
τέρψομαι ἤπερ χρυσὸν ἁπάντων κοίρανον ἀνδρῶν.
Ἠελίῳ γὰρ ἄγων ἱερήϊον ἀντεβόλησα
ἀγρόθεν ἄστυδʼ ἰόντι περίφρονι Θειοδάμαντι
καί μιν ἑλὼν χερὶ χεῖρα προσηύδων ὧδʼ ἐπέεσσιν·
«Ἐς πόλιν, εἰ μὴ πάμπαν ἐπισπέρχουσιν ἀνάγκαι
ῥηϊδίως, ὦ ἑταῖρε, καὶ αὔριον ἔσσεθʼ ἱκέσθαι·
νῦν δέ σέ μοι στείχοντι μετʼ εἰλαπίνην θεὸς αὐτὸς
ὦρσεν ὑπαντιάσαι· τῷ μοι πρόφρων ὑπόνευσον
ἑσπέσθαι· θυσίαι δʼ ἱεροπρεπέες τελέθουσιν,
ἃς ἀγαθοὶ ῥέζουσι βροτοί· γάνυται δὲ φίλον κῆρ
ἀθανάτων, εὖτʼ ἄν σφι χοροὺς ἀνάγωσιν ἄριστοι.
Ἄξω δʼ οὐ μακρὴν ἐς ἀταρπιτόν· εἰσοράᾳς γὰρ
ἡμετέρων με κιόντα πρὸς ἀγρῶν ἀκρώρειαν.
Ἔνθα νεογνὸς ἐὼν ἔτλην ποτε μοῦνος ἀνελθεῖν,
λαιψηρὼ πέρδικε μετασπόμενος προφυγόντε·
οἳ δʼ ἤτοι εἵως μὲν ἀκούων οὔνομʼ ἕκαστος
ἱστάμενος μίμνασκεν, ὀρεξάμενον δὲ δοκεύσας,
πρὶν μάρψαι χείρεσσιν ἀλυσκάζων προφύγεσκεν.
Αὐτὰρ ἐγὼ σπουδῇ κεν ἐπὶ στόμα κάππεσον ἐλθών·
ἂψ δʼ αὖτις γαίηθεν ἀναΐξας ἐδίωκον.
Ἀλλʼ ὅτε δὴ κορυφήνδε μετασπόμενος κίον ἄκρην,
οἳ μὲν ἄρʼ ἐξαπίνης ἰαχὴν ὀξεῖαν ὄρον τε
αἰγανέης ἔσσυντο θοώτερον ἠὲ βελέμνου
ὑψίκομον ποτὶ φηγόν, ἐπεσσύμενον προϊδόντε
αἰνὸν ὄφιν, πετάσαντα γένυν πλείην θανάτοιο.
Τὸν δʼ ἐγὼ ἐγχριμφθεὶς ὑπεναντίον ἀΐξαντα
οὐκ ἴδον· ὀφθαλμοὶ δέ μοι ὀρνίθων λελίηντο·
πρίν περ ἀναστήσαντος ἀπὸ χθονὸς αὐχένα δεινὸν
ἐφρασάμην ἤδη τε δέμας μεμαῶτα λαφύξαι.
Ἔνθʼ εἴ τις σπεύδοντα παλίσσυτον εἰσενόησεν,
οὔτε με περδίκεσσιν ἀελλοπόδεσσιν ἕπεσθαι
οὔτε με νηπιάχοισιν ὀΐσατο ποσσὶ φέρεσθαι.
Κέκλετο γάρ μοι δεῖμα τανύπτερον αἰετὸν εἶναι
καὶ πνοιὴν ἀνέμου· παρὰ γὰρ ποσσὶν κακὸν ἦεν.
Πολλάκι δʼ εἵματος ἄκρου ἐπιψαύεσκεν ἀκωκαῖς·
καί κεν ὑπὲρ μοῖράν με πελώριος ἀμφέχανεν θήρ,
εἰ μή μοι νόος ὦρτο θοῶς ἐπὶ βωμὸν ὀροῦσαι,
τόν ῥα παλαιότεροι Φαεσιμβρότῳ ἱδρύσαντο.
Τῷ δʼ ἄρʼ ἔπι τρύφος αὖον ἐλαϊνέης ἐλέλειπτο
σχίζης, ἥν τε μαρανθὲν ἀδηφάγον ἐξέλιπεν πῦρ·
τὴν ἐγὼ ἁρπάξας ὀλοοῦ κατένωπα δράκοντος
ἐστρέφθην. Μαίμησε δʼ ὀρεσκῴου μένος αἰνὸν
μάρνασθαι, μεμαῶτα ἰδών, εἱλεῖτο δὲ πυκνῶς
γνάμπτων εὐκύκλως ταναὴν ῥάχιν· αὐτὰρ ἐπʼ ἄλλῳ
ἄλλος, ἔπειτα δέ τʼ ἄλλος ἑλισσομένου τροχὸς ἦεν·
ἠδʼ ἔτι καὶ βωμοῦ ὕπερ αὐχένας ἠέρταζε,
συρίζων βοόωντος ἐμῆς πολὺ μεῖζον ἀϋτῆς.
Καὶ τύπτων ἄρρηκτον ὀρεσκῴοιο κάρηνον
ἀμφʼ αὐτῷ θραύεσκον ὑπέκπυρον ὄζον ἄκικυν·
οὐδʼ ἄρα μόρσιμος ἦα δαφοινῷ θηρὶ δαμῆναι.
Τοὔνεκεν αἰπολίοισιν ἀπόπροθι βοσκομένοισιν
ἑσπομένω δύο πατρὸς ἐμοῦ κύνε κεκλήγοντα
γνόντες ἐπεδραμέτην· μάλα γάρ σφισι μείλιχος ἔσκον.
Οἳ μὲν ἄρʼ ὑλάσσοντες ἐπέδραμον· αὐτὰρ ὅ γʼ αἶψα
ἀντίον ἔσσυτο τοῖιν, ἐγὼ δʼ ἐς γαῖαν ὀρούσας
προτροπάδην, ὥς τίς τε Διὸς γαμψώνυχα φεύγων
αἰετὸν ἐν πυκινοῖσι λάθῃ θάμνοισι λαγωός,
τῷ ἴκελος μήλοισι μιγεὶς ὀλοοῦ ἀπὸ θηρὸς
ἐκρύφθην μέσσοισιν ἐνὶ πτήξας ἐρίφοισιν.
Ὄφρα μὲν οὖν ἀκάκητα πατὴρ ἐμέθεν ζώεσκεν,
αἰεὶ μόσχον ἄγεσκεν ἐμὸν πρὸς ἀμύντορα βωμόν,
τίνων Ἠελίῳ ζωάγρια παιδὸς ἑοῖο.
Αὐτὰρ ἐπεὶ Μοῖραί μιν ἀπήγαγον ἠελίοιο,
αὐτὸς ἐγὼν ἀγέληθεν ἐλάσσας πίονα μόσχον
εἰαρινόν, θαλέθοντα νεήνιδος οὔθατι μητρός,
ἔρχομʼ ἐς ἀκρώρειαν, ἄγων χορὸν ἡδὺν ἑταίρων·
σὺν δέ σφιν καὶ τώδε δρακοντοφόνω κύνε βήτην
αὐτομάτω· γλυκερὴ δὲ πέλει περὶ βωμὸν ἄνακτος
τερπωλὴ χλοερόν τε πέδον μαλακαί τʼ ἔπι ποῖαι
καὶ λασίαις πτελέῃσιν ὕπο σκιή· ἄγχι δʼ ἄρʼ αὐτῶν
ὕδωρ ἀέναον λισσῆς ὑπὸ πυθμένι πέτρης
λευκὸν ἀναβλύζον κελαρύζεται εἴκελον ᾠδῇ.
Ἴομεν· οὔτοι δαῖτα θεῶν θέμις ἀρνήσασθαι.»
Ὣς ἐφάμην· ὃ δέ μʼ ὧδε προσηύδα δαιμόνιος φώς·
Ἀλλά σε μὲν κρείων Φαεσίμβροτος ἐξ ἀλεγεινῆς
αἰὲν ἄγοι κακότητος ἀδακρύτοιό τε πέμποι
ὄλβου πρὸς μέγα δῶμα φιλοφροσύνης ἕνεκα σφῆς.
Οὐδὲ μὲν οὐδέ σʼ ἐγώ περ ἀμοιβῆς αὐτὸς ἀμέρσω·
ἀλλʼ ἐπεὶ οὖν ἄξων ἱερήιον εἰσαναβαίνεις,
ὄφρα τοι εὐχομένοιο κλύοι θεός, ἐγγυαλίξω.
κρύσταλλος
Κρύσταλλον φαέθοντα διαυγέα λάζεο χερσὶ
λᾶαν, ἀπόρροιαν πυριφεγγέος ἀμβρότου αἴγλης·
αἴθεϊ δʼ ἀθανάτων μέγα τέρπεται ἄφθιτον ἦτορ.
Τόν κʼ εἴ περ μετὰ χεῖρας ἔχων περὶ νηὸν ἵκηαι,
οὔτις τοι μακάρων ἀρνήσεται εὐχωλῇσι.
Κέκλυθι δʼ ὄφρα μάθοις μένος ἀργεννοῖο λίθοιο·
Εἰ γὰρ ἄτερ κρατεροῖο θέλεις πυρὸς ἐκ φλόγας ὄρσαι
κέκλομαι αὐαλέων μιν ὑπὲρ δαΐδων καταθεῖναι·
αὐτὰρ ὅ γʼ ἠελίου κατεναντίον αὐγάζοντος
αὐτίχʼ ὑπὲρ δαΐδων ὀλίγην ἀκτῖνα τανύσσει·
ἣ δʼ ὅτε καρφαλέης τε θίγῃ καὶ πίονος ὕλης,
καπνόν, ἔπειτα δὲ πῦρ ὀλίγον, μετὰ δὲ φλόγα πολλὴν
ὄρσει· τὴν δʼ ἄρα φασὶ παλαιγενέες ἱερὸν πῦρ.
Τάων οὐχ ἑτέρας μᾶλλον φλογὸς ἔλπομʼ ἔγωγε
ἀθανάτοις οὕτω κεχαρισμένα μηρία καίειν.
Πρὸς δʼ ἔτι τοι καὶ τοῦτο, φίλος, μέγα θαῦμα πιφαύσκω·
αὐτόν, ὅτις πέλεται φλογὸς αἴτιος, αἴ κε μάλʼ ὦκα
ἐκ πυρὸς ἁρπάξῃς, ψυχρὸς πέλει ἀμφαφάασθαι·
ἀμφὶ δὲ καὶ νεφροῖσι δεθεὶς κάμνοντα σαώσει.
γαλακτίτης
Δεύτερον εὐχομένῳ τοι ἀρηγόνα λᾶαν ὀπάσσω,
θεσπεσίοιο γάλακτος ἐνίπλεον, ἠΰτε μαζὸν
πρωτοτόκου νύμφης ἢ μηκάδος οὐθατοέσσης·
τόν ῥα παλαιγενέες μὲν ἀνακτίτην ἀδάμαντα
κλεῖον, ὅτι γνάμπτει μακάρων νόον, ὄφρα θυηλὰς
ἁζόμενοι ἐθέλωσιν ἐπιχθονίους ἐλεαίρειν·
οἳ δʼ ἄρα μιν λήθαιον ἐφήμισαν, οὕνεκεν αἰεὶ
μεμνῆσθαι κακότητος ὀϊζυρῆς ἀπερύκει
θνητοὺς ἀθανάτους τε· νόον δʼ ἐριούνιον εἶναι
θέλγει ἐποτρύνων ἀγανὰ φρεσὶ βουλεύεσθαι.
Ἄλλοι δʼ ἐσκέψαντο γαλακτίδα φέρτερον εἶναι
κικλήσκειν πέτρην, ὅτι τοι τρίψαντι γάλακτος
ἐκπρορέει λευκοῖο πανείκελος ἔνδοθεν ἰχώρ.
Πεῖρα δέ τοι καὶ τοῦδε παρέσσεται, αἴ κʼ ἐθέλῃσθα.
Οὔθατα γὰρ μήλων ὅτε κεν μινύθοντα ἴδηαι,
πῶς ἔρξεις, φίλε τέκνον, ἐπὴν ἐρίφοισι τεοῖσιν,
οὕς ποτε θῆρα πέλωρον ὑπεκπροφυγὼν ἱκέτευσας,
τοῖσι παρασταίης τετληόσιν, οἳ δʼ ἐνὶ σηκῷ
ἀμφί σε λεπταλέοι γοερὸν περιμηκήσωνται;
Τῶν μὲν ἀκηχεμένας ἐπιτέλλεο μητέρας αἶψα
λούειν πηγάων κυαναυγέσιν ἐν δίνῃσι·
στήσας δʼ ἠελίου κατεναντίον ἀντέλλοντος,
ἁγνίζειν μὲν πρῶτον ἐποιχόμενος περὶ πάσας,
ἅλμην δʼ ἐν κρητῆρι καὶ ἄλφιτα λεπτὰ λίθοιο
χευάμενος, διὰ πῶϋ καὶ αἰγῶν ἔρχευ ὅμιλον,
ῥαίνων καρποφόρῳ λάσιον κατὰ νῶτον ἑκάστης
θαλλῷ· ταὶ δʼ ἄρα πᾶσαι ἰαινόμεναι περὶ σηκοὺς
ἐξαπίνης μετὰ τέκνα φερεγλαγέες στιχόωνται·
οἳ δʼ ἄρʼ ὑπαὶ μαζοῖσι κορεσσάμενοι γαλαθηνοὶ
σκιρτηθμῶν ἐξαῦτις ἀναμνήσοντʼ ἀγέρωχοι.
Σὴν δὲ μελικρήτοιο μετὰ γλυκεροῖο μιγέντα
ὄρνυε πινέμεναι νύμφην, ἵνα νήπιον υἷα
μαστοῖσιν μεθύοντα παρʼ ἀενάοισι κομίζῃ.
Ἀμφὶ δʼ ἄρʼ αὐχένι παιδὸς ἀερτάζουσα τιθήνη
λᾶαν, ἐρητύσει κακομήτιος ὄσσε Μεγαίρης.
Καὶ δέ σε καὶ βασιλῆες ἀμύμονες αἰδέσσονται
ἐν χερὶ λᾶαν ἔχοντα, καὶ ἄπλετα φῦλʼ ἀνθρώπων·
ἀθάνατοι δὲ μάλιστα θεοὶ καταθύμια σεῖο
πάντα τελευτήσουσιν ἐπʼ ἀράων αἴοντες.
Χρὴ δὲ καὶ εὐπέταλον τετραυγέα λᾶαν ἔχοντας
ἀρᾶσθαι παρὰ βωμὸν ἐναιρομένης ἑκατόμβης.
ἀχάτης
Εἰ καὶ δενδροφύτοιο φέροις τρύφος ἐν χερὶ πέτρης,
μᾶλλόν κεν θάλποιτο θεῶν νόος αἰὲν ἐόντων.
δένδρεα γὰρ μάλα πολλὰ κατόψεαι, ὡς ἐνὶ κήπῳ
ἀνθεμόεντι, κλάδοισιν ἐπασσυτέροις κομόωντα.
Τοὔνεκά οἱ καὶ φῶτες ἀχάτῃ δενδρήεντι
θῆκαν ἐπωνυμίην, ὅτι οἱ τὸ μὲν ἔπλετʼ ἀχάτου,
ἄλλο δʼ ἔχει λασίης ὕλης δέμας εἰσοράασθαι.
Τὸν δὲ τεοῖσι βόεσσιν ἀνασχίζουσιν ἄρουραν
ἀμφὶ κέρα δοιὼ βαλέειν ἢ καρτερὸν ἀμφὶς
ὦμον ἀροτρεύοντος ἀτειρέος ἀγροιώτου·
καί κεν ἀπʼ οὐρανόθεν σταχυοπλόκαμος Δημήτηρ
μεστὸν ἴοι φερέκαρπον ἐς αὔλακα κόλπον ἔχουσα.
περὶ κέρατος ἐλάφου
Σκέπτεο καὶ θηητὸν ἔχων ἐλάφοιο πέλαζε
ἀθανάτοισι κέρας· ποτὶ γὰρ νόος οὐρανιώνων
μειδιάει φύσεως πολυδαιδάλου ἔργον ἰδόντων·
ἤτοι μὲν κέρας ἐστί, ταναύποδος οἷα φύονται
ἐκ κεφαλῆς ἐλάφοιο· φύει γε μὲν οὔ ποτε κόρση
πέτρην, ἀλλʼ ἔμπης πέλεται κρατερὴ τό γε πέτρη.
Οὐδέ κεν ἂν γνοίης, κέρας ἀτρεκὲς ἢ λίθος ἐστί,
πρίν κέ μιν ἀμφαφόων εὕρῃς νημερτέα λᾶαν.
Αἰεί τοι θήσει λασίην ἐπὶ κράατι λάχνην,
εἰ καὶ ψεδνοκάρηνος ἔοις· εἰ γάρ μιν ἐλαίῳ
τριβόμενος χρίοις κροτάφους πάντʼ ἤματα σεῖο
αἶψʼ ἁδιναὶ περὶ βρέγμα τεὸν τρίχες ἀνθήσουσι.
Πρωτόγαμον δʼ αἰζηὸς ἄγων ἐς δέμνια κούρην
τερπωλῆς ἐρατῆς ἐπιμάρτυρα τόνδε φέροιτο
λᾶαν· ὃ δʼ ἀρρήκτοισιν ὁμοφροσύνῃσιν ἅμʼ ἄμφω
ὕστατον ἐς γῆρας καὶ ἐς ἤματα πάντα καθέξει.
Ποιμένι δʼ ἀγραύλων ταύρων, Διὸς αἰγιόχοιο
υἱέϊ κισσοχίτωνι, λίθον καταθύμιον εἶναι
βάρβαρον ἀγγέλλω, Συριηγενέος κελαδεινοῦ
ὕδασιν Εὐφρήταο διαινόμενον ζαμίλαμπιν·
ὅς τοι φυταλιῆς ἕνεκεν ῥέξαντι θυηλὰς
κλήμασιν αὐτίκα σεῖο φερεσταφύλοισιν ἀλωὴν
ἀμφιέσας, πολλόν τοι ἀφύσσασθαι μέθυ δώσει.
ἴασπις
Καὶ γλαφυρὴν κομίσας ἐαρόχροον αἴ κεν ἴασπιν
ἱερά τις ῥέζῃ, μακάρων ἰαίνεται ἦτορ,
καί οἱ καρφαλέας νεφέλαις κορέσουσιν ἀρούρας·
ἥδε γὰρ αὐχμηρῇσιν ἄγει πολὺν ὄμβρον ἀρούραις.
Λύχνι, σὺ δʼ ἐκ πεδίου ῥόθιόν τʼ ἀπόεργε χάλαζαν
ἡμετέρου καὶ κῆρας, ὅσαι στιχόωνται ἐπʼ ἀγρούς·
καί σε γὰρ ἀθανάτων φιλέει νόος, ἐκ δʼ ἄρα βωμῶν
ἠΰτε περ κρύσταλλος ἄνευ πυρὸς ἐκ φλόγα πέμπεις·
ἐν δέ σοι ἀντίπαλον κεῖται μένος· ὁππότε δὴ πῦρ
νηδὺν ἀμφιέσῃσιν ἐνιπλείοιο λέβητος,
ψυχρὸν ἐπειγομένοιο πυρὸς μένει ἔνδοθεν ὕδωρ·
εἰ δέ τις ἐν ψυχρῇσι λίπῃ κονίῃσι λέβητα,
παφλάζει κρατεροῖο κυκώμενον ἔνδοθι χαλκοῦ.
τόπαζος
Ἐσθλοὶ δʼ αὖτʼ ἐπὶ τοῖσι καὶ ὑαλοειδέες εἶναι
κλείονται θνητοῖσι θυηπολέουσι τόπαζοι.
ὀπάλλιος
Φημὶ δέ τοι τέρπειν καὶ ὀπάλλιον οὐρανίωνας
ἀγλαόν, ἱμερτοῦ τέρενα χρόα παιδὸς ἔχοντα·
καί ἑ καὶ ὀφθαλμοῖσιν ἀοσσητῆρα τετύχθαι.
Καὶ πίτυος δακρύοισι λίθου μένος ὀψιανοῖο
καὶ σμύρνην μίσγειν εὐώδεα καὶ φολίδεσσιν
ἀργυφέαις λεπιδωτὸν ἀποστίλβοντα κελεύω.
Αὐτίκα γάρ τοι ταῦτα πυρὸς καθύπερθε πάσαντι
ἀθάνατοι δώσουσι θεοπροπίας ἀγαθῶν τε
ἐσσομένων λυγρῶν τε· καὶ εἴσεαι ἅσσʼ ἐθέλῃσθα.
καὶ νεύρων ἀλεγεινὰ πάθη λεπιδωτὸς ἀμύνει.
Δοιὼ δʼ Ἠελίου χρυσότριχε λᾶε πέλονται,
ἄμφω θεσπεσίω· θάμβος δέ τοι ἔσσετʼ ἰδόντι.
Ἀμφοτέροις ἀκτῖνες ἐτήτυμοι ἐμπεφύασιν,
ὀρθαί, λαμπετόωσαι· ἰδεῖν γε μὲν οἷον ἔθειραι,
εἶδος δέ σφι λίθων ἄλλων· τὸν μέν τε νοήσεις
κρύσταλλον λευκήν· εἰ δʼ οὐκ ἔχεν ἔνδον ἐθείρας,
κρύσταλλός κεν ἔην· ὃ δὲ χρυσολίθῳ δέμας ἄντην
εἴκελος εἰσιδέειν· εἰ δʼ οὐκ ἔχεν οὐδʼ ὅ γʼ ἐθείρας
χρυσόλιθός κεν ἔην· ἀτὰρ ἐσθλώ φημι τετύχθαι.
Ἐν γάρ σφιν μέγα δή τι φερέσβιος ἔμβαλε πνεῦμα
Ἠέλιος, ῥέζειν ἐρικυδέας αὐτίκα φῶτας
σεμνοτέρους τʼ ἰδέειν· καί τοι σέβας ἔσσεται αὐτῶν.
Αἶψα γὰρ ἡρώων σφιν ἐπέρχεται εἶδος ἀγαυόν,
οἵ κε θεοῦ μέγα δῶρον ἐπισταμένως φορέωσι.
μαγνῆτις
Τόλμα δʼ ἀθανάτους καὶ ἐνηέϊ μειλίσσεσθαι
μαγνήσσῃ· τὴν δʼ ἔξοχʼ ἐφίλατο θούριος Ἄρης,
οὕνεκεν, ὁππότε κεν πελάσῃ πολιοῖο σιδήρου,
ἠΰτε παρθενικὴ γλαγερόχροα χερσὶν ἑλοῦσα
ἠΐθεον στέρνῳ προσπτύσσεται ἱμερόεντι,
ὣς ἥ γʼ ἁρπάζουσα ποτὶ σφέτερον δέμας αἰεὶ
ἂψ πάλιν οὐκ ἐθέλει μεθέμεν πολεμιστὰ σίδηρον.
Ἤτοι μέν μίν φασι καὶ Ἠελίοιο πέλεσθαι
ἀμφίπολον κούρης, ὅτε κεν θέλγητρα παλύνῃ·
καί μιν ὑπέρθυμος τεκεοκτόνος Αἰήταο
κύδηνεν κούρη πολυμήχανος. Αὐτὰρ ἔγωγε
σῆς ἀλόχου κέλομαί σε δαήμεναι, εἰ ἕθεν ἁγνὸν
ἀνδρὸς ἀπʼ ἀλλοτρίοιο λέχος καὶ σῶμα φυλάσσει.
Ἐς γάρ μιν κομίσας, ὑπὸ δέμνια κάτθεο λάθρῃ,
χείλεσιν ἀείδων θελξίμβροτον ἀτρέμας ᾠδήν·
ἣ δὲ κατακνώσσουσα καὶ ἡδέϊ περ μάλʼ ἐν ὕπνῳ,
ἀμφὶ σε χεῖρʼ ὀρέγουσα ποτιπτύσσειν μενεαίνει·
εἰ δέ ἑ μαχλοσύνῃσιν ἐλαύνοι δῖʼ Ἀφροδίτη,
ὑψόθεν ἐς γαῖαν τετανύσσεται ἐκπροπεσοῦσα.
Καὶ δοιὼ μάγνησσαν ἀδελφειὼ φορεόντων,
θυμὸν ἀπειρεσίης φυγέειν ἔριδος ποθέοντε·
καὶ λαοὺς ἀγορήνδε συναγρομένους ὀπὶ καλῇ
θέλξεις ἐν στήθεσσιν ἄγων μελιηδέα πειθώ.
Καί τοι πολλά κεν ἄλλα δυνησόμενος καταλέξαι
θέσκελα τοῖο λίθοιο, τί τοι πλέον οὐρανιώνων
φθέγγωμαι; Τῶν αἶψα καὶ ὑψόθι περ μάλʼ ἐόντων
ἦτορ ἐπιγνάμπτει καὶ ἐφέλκεται, ὄφρα κε σεῖο
ὦκα μάλʼ, ὥστε τοκῆες, ἐέλδωρ ἐκτελέσωσιν.
Ἀλλʼ ἤτοι τάδε μὲν καὶ ἐπαυτίκα πειρηθῆναι
πάντα μάλʼ ὅσσʼ ἀγόρευσα, παρέσσεται, εἴ κʼ ἐπὶ βωμὸν
ἔλθωμεν· καὶ γάρ τοι ἐπισπόμενός μοι ὅ γʼ ἀνὴρ
ὤμοισι κρατεροῖσι λίθων φέρει αἰόλον ὕλην.
Νῦν δʼ ἐπεὶ ἀτραπιτοῖο πολὺ πλέον ἄμμι λέλειπται,
σεῖο δʼ ἔτι κραδίην κλονέει μέγα δέργμα δράκοντος,
μάνθανε καὶ δολιχῶν ὄφεων μὴ δειδέμεν ἰούς·
τρῖψαι γὰρ λεπτὴν ὀφιήτιδα κέκλεο πέτρην,
ἤν ποτέ τις κρατεροῖσι πεπαρμένος ἔλθῃ ὀδοῦσι,
καί μιν ἐφʼ ἕλκεϊ πάσσε· καὶ ἀτρεκὲς ἔσσετʼ ὄνειαρ.
ὀστρίτης
Σὺν δὲ καὶ ὀστρίτην οἴνῳ λίθον ἐντρίψαντας
ἀκρήτῳ κέλομαι πίνειν ὀδυνήφατον εἰδώς.
Καὶ σέο, δαιμονίη, μεμνήσομαι αὐτίκα, πέτρη,
αὐτοκασιγνήτη πολιῆς καὶ ὁμώνυμʼ ἐχίδνης·
ἥ ῥά ποτʼ εἰναετῆ λώβην ἀμενηνὸν ἔθηκας
ῥίμφα Φιλοκτήταο Μαχαονίης ὑπὸ τέχνης.
Οὐ μέν πως κείνην Ποιάντιος ἔλπετο θυμῷ
νοῦσον ὑπεκφεύξεσθαι ἀταρτηρήν, ποθέων περ·
ἀλλʼ ὅ γʼ ἀλεξικάκοιο μαθὼν παρὰ πατρὸς ἀρωγήν,
λᾶαν, ὅτις κʼ ἀκέοιτο, βαλὼν ἔπι φάρμακα μηρῷ,
σεῦεν ἐπὶ Τρώεσσιν Ἀλεξάνδροιο φονῆα·
τόν ῥα μεθʼ ὑσμίνην ἥκειν ποσὶν ἀρτεμέεσσι
Πριαμίδης Πάρις αὐτός, ἀποθνῄσκων περ, ἀπίστει.
Ἔκτανε δʼ ἠπεροπῆα Πάριν Ποιάντιος ἥρως,
κεκλομένου Δαναοῖς Ἑλένου Τροίηνδε κομίσσαι
λοιγὸν ἀδελφειοῖο μιαιφόνον ἐκ Λήμνοιο.
Τῷ γὰρ Ἀπόλλων Φοῖβος ἔχειν λίθον αὐδήεντα
δῶκε, σιδηρίτην νημερτέα· τόν ῥα βροτοῖσιν
ἥνδανεν ἄλλοισιν καλέειν ἔμψυχον ὀρείτην,
γυρόν, ὑπότρηχυν, στιβαρόν, μελανόχροα, πυκνόν·
ἀμφὶ δέ μιν κύκλῳ περί τʼ ἀμφί τε πάντοθεν ἶνες
ἐμφερέες ῥυτίδεσσιν ἐπιγράβδην τανύονται.
Ἤματα μὲν τρίʼ ἐφʼ ἑπτὰ βίην Ἑλένοιο πέπυσμαι
θηλυτέρης τε λέχος φεύγειν καὶ κοινὰ λοετρά,
καὶ μίμνειν ἀμίαντον ἐδωδῆς ἐμψύχοιο·
ἀενάῳ δʼ ἐνὶ πέτρον ἐχέφρονα πίδακι λούων,
φάρεσιν ἐν λιπαροῖσιν, ἅτε βρέφος, ἀλδήσασκε,
καὶ θεὸν ὣς ἐπʼ ἀρῇσιν ἀρεσσάμενος θυσίῃσι
λᾶαν ὑπερμενέεσσιν ἀοιδαῖς ἔμπνοον ἔρδεν.
Ἐν καθαρῷ δὲ φάος μεγάρῳ λύχνοισιν ἀνάπτων,
χερσὶν ἑαῖς ἀτίταλλε θεουδέα πέτρον ἀείρων,
μητέρι νήπιον υἱὸν ἐοικὼς δὴν κατεχούσῃ.
Καὶ σὺ δʼ, ἐπὴν ἐθέλῃς ὄπα δαιμονίην ἐπακοῦσαι,
ὧδʼ ἔρδειν, ἵνα θαῦμα μετὰ φρεσὶ σῇσι δαείης·
ὁππότε γάρ μιν πάγχυ κάμῃς ἐνὶ χείρεσι πάλλων,
ἐξαπίνης ὄρσει νεογιλοῦ παιδὸς ἀϋτήν,
μαίης ἐν κόλπῳ κεκληγότος ἀμφὶ γάλακτι.
Χρὴ δέ σε τετληῶτι νόῳ ἔνι αἰνέμεν αἰεί
μή πως ἠπεδανοῖο λυθεὶς ὑπὸ δείματος ἔξω
ἐκ χειρῶν οὖδάσδε βαλὼν χόλον αἰνὸν ὀρίνῃς
ἀθανάτων. Τόλμα δὲ θεοπροπίην ἐρεείνειν·
πάντα γὰρ ἐξερέει νημερτέα. Καί μιν ἔπειτα
πλησίον ὀφθαλμῶν, ὅτε κεν λήγῃσι, πελάσσας,
δέρκεο· θεσπεσίως γὰρ ἀποψύχοντα νοήσεις.
Τῷδε μὲν Ἀτρείδῃσιν ἁλώσιμον ἔφρασε πάτρην
Λαομεδοντιάδης, φοιβήτορι λᾶϊ πιθήσας.
Σοὶ δέ τι καὶ σθένος ἄλλο σιδηρίταο πιφαύσκω·
ἑρπετὰ γὰρ δὴ πάμπαν ὑποτρομέοντι ἔοικας.
Σεῖο δʼ ἔχεν πολὺ μεῖζον ἀκοιμήτοιο νόοιο
δεῖμα Φιλοκτήτης, μεμνημένος αἰὲν ἐχίδνης.
Τοὔνεκα Πριαμίδαο σαόφρονος οὔ ποτε νόσφιν
ἤθελεν ἔρχεσθαι, γουνούμενος, ὄφρα τινʼ εἴπῃ
θαλπωρήν, εἴ πέρ ποτʼ ἐπὶ χθόνα μητέρα θηρῶν
ἔρχηται, πῶς κεν πολιὸν γένος ἐκπροφύγῃσι.
Τῷ δʼ ὅ γε Λητοΐδην ἐπέων ἐπιμάρτυρα Φοῖβον
κικλήσκων ἀγόρευε, τὰ δὴ νῦν σοι καταλέξω.
Εὖτέ με παῖδʼ ἐδίδασκεν Ἀκειρεκόμης ἀγορεύειν
μαντοσύνας, μέγαν ὅρκον ἐκέκλετο πρῶτον ὀμόσσαι,
ψευδέα μή ποτε μῦθον ἐνισπέμεν ἀνθρώποισι.
Τοὔνεκεν ἀτρεκέως μάλα τοι ἐρέω τὰ ἕκαστα.
Φράζεο νῦν, ἥρως ἑκατηβόλε, μῦθον ἐμεῖο.
Αὐτὴ γαῖα μέλαινα πολυκλαύτοισι βροτοῖσι
τίκτει καὶ κακότητα καὶ ἄλγεος ἄλκαρ ἑκάστου·
γαῖα μὲν ἑρπετὰ τίκτε, τέκεν δʼ ἐπὶ τοῖσιν ἀρωγήν·
ἐκ γαίης δὲ λίθων πάντων γένος, ἐν δʼ ἄρα τοῖσι
κάρτος ἀπειρέσιον καὶ ποικίλον· ὅσσα δύνανται
ῥίζαι, τόσσα λίθοι· μέγα μὲν σθένος ἔπλετο ῥίζης,
ἀλλὰ λίθου πολὺ μεῖζον· ἐπεὶ μένος ἄφθιτον αἰεὶ
γεινομένῳ μήτηρ καὶ ἀγήραον ἐγγυάλιξεν·
ἣ δὲ καταθνήσκει τε, μινυνθάδιον θαλέθουσα,
καὶ τόσον αὐτῆς καρπός, ἐφʼ ὁππόσον ἔμπνοός ἐστιν·
εἰ δέ κʼ ἀποπνεύσῃ, τίς ἔτʼ ἐλπωρὴ παρὰ νεκρῆς;
Ἐν μὲν δὴ βοτάναις ἄγυριν λυγρῶν τε καὶ ἐσθλῶν
δήεις, ἐν δὲ λίθοις ἄτην οὐ ῥεῖά κεν εὕροις.
Ἤτοι ὅσαι βοτάναι, τόσσοι λίθοι. Ἀλλὰ σύ γʼ ἥρως,
λᾶϊ σιδηρίτῃ πεφυλαγμένος, ἑρπετὰ πάντα
θαρσαλέως, εἰ καί τοι ὁμιλαδόν ἀντιόωσιν,
ἔρχεσθαι διὰ μέσσα, κελαινῆς οὐκ ἀλεγίζων
λώβης· οὐ γὰρ ἔτι σφι θέμις μεμνῆσθαι ὀδόντων,
οὐδʼ εἴ κεν στείχοντος ἐνιχρίμπτοιντο πόδεσσιν.
Οὐδὲ γὰρ οὐδὲ μένειν περ ἔτι προφανέντα δύνανται,
ἀλλὰ μετά σφισι θάμβος, ἐλαυνομένοισι δʼ ὁμοῖα
ἔσσυνται· τὰ δὲ καί περ ἐναντίον ἀΐξαντα,
ἂψ ὀπίσω παλίνορσα μεθερπύζειν μενεαίνει·
καί σφισιν ἐξαπίνης ῥόθος ἵσταται, οὐδέ τι πρόσσω
νίσσεται, ἀλλʼ ὀρέγοντα πέλας περιμήκεα δειρὴν
γλώσσῃσιν μεμάασι περισσαίνειν σκύλακες ὥς.
Πολλάκι καὶ κατέδαρθε δαφοινῶν ἄγχι δρακόντων
ἀμφὶ κυνηγεσίῃσι μένων ἐν τάρφεσιν Ἴδης
θηρητὴρ Εὔφορβος ἀρωγῇ τῇδε πεποιθώς.
Δῶκα γὰρ ἀντομένῳ λίθον ἱερόν· οὐδέ ποτʼ αὐτῷ
ἐκ μάλα περ πολλῶν ἐλθεῖν κατεναντίον ἔτλη.
Τέρπετο δʼ Εὐφόρβῳ περικαλλέϊ φέρτατος ἀνδρῶν
αἰχμητὴς Μελάνιππος, ἀνεψιὸς ἐσθλὸς ἐμεῖο,
εἶδος ἀμώμητον καὶ ἐπʼ εἴδεϊ κάρτος ἄρειον
αἰζηοῦ ποθέων δουρικλυτοῦ, εὐπλοκάμοιο.
τοὔνεκα καὶ μετὰ θῆρας ἀλωμένου οὔ ποτε νόσφιν
ἔσθενεν Εὐφόρβοιο μένειν Ἱκετάονος υἱός·
ἀλλʼ αἰεὶ λασίοισιν ἐν οὔρεσιν ἀντιθέοιο
καγχαλόων κούροιο μετʼ ἴχνια σύν τε κύνεσσιν
ἕσπετο σύν θʼ ἑτάροις ἔθελέν τέ οἱ οἶος ἕπεσθαι.
Ἦ μέν κέν μιν πολλὰ πατὴρ μενέαινεν ἐρύκειν,
ἀσχαλόων ἑὸν υἷα φίλον θήρεσσι μάχεσθαι·
καὶ Πριάμοιο βίη μιν ἐρήτυεν· οὐδʼ ὅ γε θυμῷ
πείθετο. Τίς κʼ ἐθέλεσκε τότʼ Εὐφόρβοιο λιπέσθαι;
Ῥεῖά γε μὴν ἀέκοντα μέλας ἠρύκακεν ὕδρος,
νέρθεν ὑπὸ κνήμην ὀλεσίμβροτον ἰὸν ἐλάσσας·
τὸν μὲν ἔπειτʼ ὀλοὴ νόσος ἔλλαβεν, οὕνεκʼ ἔμελλεν
αὖθι λελείψεσθαι, τό ῥά μιν καὶ μᾶλλον ἔτειρεν.
Οἰκτείρων δʼ ὀρέγοντα χέρας ποτὶ γούνατʼ ἐμεῖο,
αὐτοῦ τοῦδε λίθοιο διατρίψαντα κέλευσα
λεπταλέην ἄχνην ἐπιπασσέμεν ἕλκεϊ λυγρῷ·
καί ῥα μάλʼ αὐτίκα φῶτα κραταιὴ κάλλιπε νοῦσος.
Τοῖον γαῖα βροτοῖσιν ἀρηγόνα τίκτεν ὀρείτην,
ὅστε καὶ οὐταμένοις ἄκος ἡρώεσσι κομίζει
καὶ στείρῃσι γυναιξὶ τεκεῖν φίλα τέκνα δίδωσι.
Ποικίλα γὰρ θνητοῖσι λίθους ἔρδειν ἀγορεύω.
Ὡς καὶ ἑῆς ποτε μητρὸς Ἀβαρβαρέης ἐπακούσας,
ἀνδρῶν εὖ μάλα νοῦσον ἐπισταμένης ἀκέσασθαι,
Βουκολίδης Εὔφορβος ἀγαυοῦ φάσκεν ὀφίτου
φάρμακα μὴ μούνων ὄφεων κατένωπα δύνασθαι,
ἀλλὰ καὶ ὀφθαλμοῖσι φέρειν φάος ἠδὲ βαρεῖαν
ἐκ κεφαλῆς ἕλκειν ὀδύνην· ἤδη δέ τινʼ ἀνδρῶν
οὔασι δηθύνοντα καθήρας ὤπασεν αἶψα
καὶ δὴ καὶ λεπτῆς ἐριήκοον ἔμμεν ἀϋτῆς.
Ἤδη καί τινα φῶτα χόλῳ χρυσέης Ἀφροδίτης
ἔργα πρὸς ἱμερόεντα γάμων ἀμενηνὸν ἐόντα
μεμνῆσθαι φιλότητος ἀκεσσάμενος προΐαλλεν.
Ἐν πυρὶ δʼ εἴ κε βάλῃς μιν, ὀδωδὴν ἑρπετὰ τοῖο
φεύξεται, οὐδʼ ἔτι πω μενέει σχεδόν, οὐδʼ ἐνὶ χειῇ.
γαγάτης
Φεύγει καὶ κνίσσῃσι γαγάτην ὀρνυμένῃσι,
τείροντα θνητοὺς ἐχεπευκέϊ πάντας ἀϋτμῇ.
χροιὴν δʼ αἰθαλόεις, πλατύς, οὐ μέγας ἔπλετʼ ἰδέσθαι,
καρφαλέῃ δʼ ἴκελον πεύκῃ φλόγα δῖαν ὀρίνει.
ἀλλʼ ὀλοὸν ποτὶ ῥῖνας ἄγει μένος· οὐδέ τι φῶτες
λήσονθʼ ὧν κʼ ἐθέλοις ἱερὴν ἀπὸ νοῦσον ἐλέγξαι.
Γνάμπτει γάρ σφεας αἶψα χαμαὶ προπρηνέας ἕλκων·
οἳ δʼ ἄρʼ ὑπὸ σφετέρου πεπαλαγμένοι ἀφλοισμοῖο
στρωφῶντʼ ἔνθα καὶ ἔνθα κυλινδόμενοι κατὰ γαῖαν.
Τοῖσι δέ χωομένη φρένα τέρπεται, ὁππότʼ ἴδῃσι
πήματα πάσχοντας κεραὴ πόδας ὠκέα Μήνη.
Θηλυτέρη δʼ εἴ κεν πολυφάρμακον ἀμφιβεβῶσα
καπνὸν ὑπὸ σπλάγχνοισιν ἀναΐσσοντα δέχηται,
ἀθρόος ἔνδοθεν ὦκα μέλας καταλείβεται ἰχώρ,
ὅστε γυναικοφόνος νεάτῃ μίμνων ἐνὶ γαστρὶ
κέκληται. Τότε δʼ αὐτὸν ὑπὸ πνοιῇσι λίθοιο
δερκομένη γάνυταί τις ἑῆς θολὸν ἐκβλύζοντα
νηδύος· ἐκ γὰρ νοῦσον ἀπειρεσίην ἀλεείνει.
Ἄλλα τε πόλλʼ ἐπὶ τοῖσι γαγάτην θέσκελα ῥέζειν
οἶδα· σὲ δὲ κνίσσῃσιν ἐλαύνων ἑρπετὰ τέρψει.
σκορπίος
Σκορπίε, σεῖο δὲ λᾶαν ὁμώνυμον ἔμμεναι ἥρως
ἀγλαὸς Ὠρίων οὐκ ἔκλυεν· ἦ γάρ, ὀΐω,
πικρῇσιν τότε γυῖα πεπαρμένος ἀμφʼ ὀδύνῃσι,
μᾶλλον σφωϊτέρων κεν ἔχειν ἐθέλεσκέ μιν ἄστρων.
κορυφώδης
Οὐδʼ ὅ γε κορσήεντα λίθον κλύεν, οὕνεκα μιχθεὶς
δριμέϊ σὺν σκορόδοιο καρήατι, τοξευτῆρα
ἠπεδανῶν ὤκιστα βελέμνων σκορπίον εἴργει.
Τὸν μὲν ἐγὼ κόρσῃ μάλʼ ἐοικότα φημὶ βροτείῃ
παύειν, ὀξυτάτῳ τετριμμένον ἄμμιγα Βάκχῳ,
ἀμφίπολον θανάτοιο κελαινῆς ἀσπίδος ἰόν.
Μέτρῳ δʼ ὅς κεν ἴσῳ μίξῃ ῥοδόεντος ἐλαίου,
κόψας ἐκ πυρὸς ὀπτόν, ἐν αὐχενίαις ὀδύνῃσιν
ἄλκαρ ἄγει· μέλιτος δὲ μέτα γλυκεροῖο κερασθεὶς
ὕδατος ἀτηρὴν ὀλέκει κατὰ γαστέρος ἰλύν,
ἥ τε καταΐγδην ὑπὸ νέρτερα νηδύος ἀνδρῶν
δυομένη φέρει ὄγκον ἀεικέα βουβώνεσσιν.
κουράλιον
Ἴσθι δʼ ἀμαλδύνειν σκορπήϊα κέντρα δύνασθαι
καὶ Περσηϊάδαο μένος μέγα κουραλίοιο
ἠδὲ παλαμναίην ἀνεμώλιον ἀσπίδα θεῖναι.
Τοῦδε δέ μοι πάντων περιώσιον, ὅσσα φύονται,
Φοῖβος ἀκειρεκόμης φύσιν ἔμμεναι ἐξ ἑτέροιο
μυθεῖτʼ εἰς ἕτερον στρωφωμένου εἶδος· ὅ τίς τοι
ψεῦδός κεν φαίη· τὸ δʼ ἐτήτυμον οἶδα τετύχθαι.
Χλωρὴ γὰρ βοτάνη πρῶτον φύει, οὐδʼ ἐνὶ γαίῃ,
ἥν γε φυτῶν ἴσμεν στερεὴν τροφόν, ἀλλʼ ἐνὶ πόντῳ
ἀτρυγέτῳ, ἵνα φύκιʼ, ἵνα βρύα γίνετʼ ἐλαφρά.
αὐτὰρ ἐπεί κʼ ἔλθῃσι μαραινομένη ποτὶ γῆρας,
ἤτοι μέν οἱ φύλλα περιφθινύθουσιν ὑφʼ ἅλμης·
αὐτὴ δʼ ἐν βένθεσσιν ὑπὸ φλοίσβοιο θαλάσσης
νήχεται, ὄφρα ἑ κύματʼ ἀποπτύσῃ αἰγιαλόνδε.
Ἔνθα δʼ ἄρʼ ἐξαπίνης μιν ἀναπλησθεῖσαν ὑπʼ αἴθρην
βάζουσʼ, οἵ περ ἴδοντο, κρατυνομένην ὁράασθαι.
Δηρὸν δʼ οὐ μετέπειτα πάγῳ περιπαχνωθεῖσα
πετροῦται, καὶ χερσὶν ἐν ὀκριόεντα τεῇσιν
ἀμφαφάεις λίθον, ὃς πρὶν ἔχων ὑγρὸν δέμας ἦεν.
Σχῆμα μὲν οὖν βοτάνης ἔτι οἱ μένει, οἷον ἔην περ,
οἵ τε κλάδοι, ὅσα τέ σφιν ἀκρόδρυα προσπεφύασιν,
ἥ τέ οἱ ἐβλάστησε καὶ ἐτράφη εἰν ἁλὶ ῥίζα,
φλοιός θʼ ὅσπερ ἔην· φλοιὸς δέ γε λάϊνός ἐστι.
Τερπωλὴ δʼ ἡδεῖα θεωμένου ἐς φρένα σεῖο
βήσετʼ· ἐγὼ δʼ οὐκ οἶδα τί μοι θέλγητρον ἰδόντι
αἰὲν ἐπὶ πραπίδας καταλείβεται· οὐδὲ δύνανται
ὄσσε κορεσθῆναι θηευμένου, ἀλλά με θάμβος
σεύεται ἐν στέρνοισιν ὀϊόμενον τέρας εἶναι·
καί οἱ πιστεύων περ ἔολπά μιν εἶναι ἄπιστον.
Ἀλλʼ οὐ Γοργείην μὲν ἐτώσιος ἀνθρώποισι
σμερδαλέην κεφαλὴν φάτις ἔμμεναι· οὐδʼ ἄρα Περσεὺς
ὠκυπέτης πέλεται ψευδὲς τέρας ἡγήσασθαι.
Γοργόνα γὰρ Περσῆϊ δρακοντοέθειραν ἀκούεις
Ἄτλαντος νεάτοισιν ὑπὸ κρημνοῖσι δαμῆναι,
παρθένον ἀργαλέην, ἐρεβώπιδα, κῆρα μέλαιναν
ἀνθρώπων, οἷσίν κεν ἐπʼ ἀνδροφόνω βάλεν ὄσσε·
οἵ μιν δεῖμα πέλωρον ἀάσχετον ἀθρήσαντες
αἴσῃ λαϊνέῃ τεθνηότες ἑστήκασι.
Τὴν δʼ οὔτʼ εὐρύστερνος ἐναντίον Ἀτρυτώνη
δέρκεσθαι μενέαινεν, ἀδείμαντός περ ἐοῦσα,
οὔτε κασιγνήτῳ κέλετο, κρατερόφρονι φωτί,
χρυσογόνῳ Περσῆϊ φονευομένην περ ἰδέσθαι,
ἀλλὰ δόλῳ θήρειον ἀφήρπασεν αὐχένα κούρης,
ἦκα μάλʼ ἐξόπιθεν γαμψώνυχον οὐ προϊδούσης
ἀμφιβαλὼν ἅρπην Κυλληνίδα λευκανίῃσι.
Τῆς δʼ ἄρα καὶ φθιμένης περ ὀλέθριος ἔσκεν ὀπωπή,
καὶ στυγεροῦ Κρονίδαο μολεῖν ὑπὸ δῶμα κελαινὸν
πολλοῖς αἴσιμον ἔπλετʼ ἐναιρομένοις ὑπὸ νεκρῆς.
Αλλὰ τότʼ αἰλιαλόνδε φόνῳ πεπαλαγμένος ἥρως
ἐλθών, εἰσόκε λύθρον ἀποπλύνειε θαλάσσῃ,
θερμὴν ἐξ ὁμάδου κεφαλὴν ἔτι καὶ τρομέουσαν
Γοργείην κατέθηκεν ἐπὶ χλοεραῖς βοτάνῃσιν.
Ὄφρα δʼ ὅ γʼ ἐν δίνῃσιν ἀναψύχεσκε θαλάσσης,
στείχων ἔκ τʼ ὀλοοῖο πόνου δολιχῆς τε κελεύθου,
τόφρα δὲ πορφυρέοιο διαινόμενοι κορέσαντο
αἵματος οἵ ῥα κέχυντο χαμαὶ ὑπὸ κράατι θάμνοι.
Ἀμφὶ δʼ ἄρα σφίσιν αἶψα θοαὶ πόντοιο θύγατρες
λύθρον ἐπεσσύμεναι θάμνοις περιπήγνυον αὖραι·
πήγνυτο δʼ ὥστε σε πάγχυ λίθον στερεὴν ὀΐσασθαι·
οὐδʼ ἔτʼ ἔην ὀΐσασθαι, ἐπεὶ στερεὴ λίθος ἦεν.
Ἐκ δʼ ὄλεσεν βοτάνης ὑγρὸν δέμας· ἀλλὰ καὶ ἔμπης
ὀλλυμένης πάμπαν βοτάνης οὐκ ὤλεσεν εἶδος.
Τὴν μὲν ἄρα χροιὴν ἐξ αἵματος ἔσχεν ἐρυθρήν,
ἀμφασίη δʼ ἥρωα λάβε θρασύν, ὡς ἐνόησεν
ἐξαπίνης μέγα θαῦμα· τὸ καὶ πέλας αἶψα κιοῦσα
διογενὴς πολύμητις ἐθαύμασεν Ὀβριμοπάτρη.
Θῆκε δʼ, ἀδελφειοῦ κλέος ἄφθιτον ὥς κε πέλοιτο,
αἰεὶ κουράλιον προτέρην φύσιν ἀλλάσσεσθαι.
Ἐν δὲ βίην οἱ δῶκεν ἀπειρεσίην Ἀγελείη,
φῦλα φυλασσέμεναι κρυερὴν ἐς δῆριν ἰόντα,
ἢ δολιχὴν ἕρπων ἐς ἀταρπιτὸν εἴ μιν ἔχει τις,
ἢ περόων ἅλα δῖαν ἐϋσσέλμῳ ἐνὶ νηΐ.
Καὶ γὰρ Ἐνυαλίοιο θοὸν δόρυ μαινομένοιο
καὶ λόχον ἀνδροφόνων φεύγειν ἄπο ληϊστήρων,
καὶ πολιὸν Νηρῆα κυκώμενον ἐξυπαλύξαι
ἐσθλὴ κουραλίοιο βίη θνητοῖσιν ὀπάσσει.
Γλαυκὴν δʼ ἐγρεκύδοιμον ἀταρβέα Τριτογένειαν
σφωϊτέρων καμάτων ἐπαμύντορα κικλήσκουσι.
Φάρμακα δʼ ὅσσα πέλονται ἀτάσθαλα καὶ κατάδεσμοι
ἀραί τʼ ἀγνάμπτοισιν Ἐριννύσι πάγχυ μέλουσαι,
εἴτε μύσος κεύθων οἰκοφθόρον οὐκ ἐνόησεν
ἀνήρ, εἴθʼ ὅσα λύματʼ ἐπὶ σφίσιν ἠδʼ ἐπαοιδὰς
σχέτλιοι ἀλλήλοισι μεγαίροντες τελέουσιν,
πάντων ἀντίλυτρον δήεις κρατερώτατον εἶναι.
Κόψας δὲ σπείρειν ξανθῇ Δημήτερι μίσγων,
καί τοι λοιγὸν ἅπαντα τεῆς ἀπάτερθεν ἀρούρης
αὐχμούς τʼ ἐξελάσει σταχύων γλάγος ἐκπίνοντας
ἀτηρήν τε χάλαζαν, ἀπειρεσίοισι βελέμνοις
ἀγρῷ τραῦμα φέρουσαν ἀμήχανον ἐξακέσασθαι.
Βρωτήρων τʼ ἐπὶ τοῖσι γένος πάντων ἀλαπάξει,
εὐλάς τε κάμπας τε καὶ αἰθερίην ἐρυσίβην,
ἥ τε κατʼ οὐρανόθεν πταμένη ποτὶ καρπὸν ἐρυθρὴ
ἀμφὶ περὶ σταχύεσσι περισμύχουσα κάθηται.
Ἔκ τε μυῶν ἀγέλας, ἔκ τʼ ἀκρίδος ἄπλετον ἔθνος
ῥαίσει, καὶ Κρονίδαο παραΐσσουσι κεραυνοί,
παιδὸς ἑοῦ κλέος ἔρξαι ἐτώσιον ἁζομένοιο.
Κεῖνο πολὺ πρώτιστον ἀνερχόμενος περάτηθεν
κουράλιον θνητοῖσι φέρων πόρεν Ἀργεϊφόντης.
τύνη δʼ ἀκρήτοιο μετʼ οἴνου πινέμεν αἰεὶ
μέμνεο πευκεδανῆς ἕνεκʼ ἀσπίδος, ὥσπερ ἔειπον.
ἀχάτης
Καὶ πολυειδέα πῖνε μετʼ ἀκρήτου Βρομίοιο
μορφὴν παντοίην ἐπιειμένον ἐσθλὸν ἀχάτην.
Πολλὰ μὲν οὖν ῥέα γʼ ἐστὶν ἀχάτου χρώματʼ ἰδέσθαι·
ἐν γάρ οἱ δήεις ὁρόων ὑάλωπιν ἴασπιν
σάρδιά θʼ αἱματόεντα καὶ αἰγλήεντα μάραγδον.
Ἐν δʼ ὅ γε μιλτοπάρῃος· ἀτὰρ καὶ χαλκὸν ἐν αὐτῷ
δήεις καὶ χροιὴν ἐαροτρεφέος μήλοιο.
Ἀλλʼ οἶος πάντων προφερέστατος, εἴ κέ μιν εὕρῃς
εἶδος ἔχοντα δαφοινὸν ἀμαιμακέτοιο λέοντος·
τῷ καί μιν προτέροισι λεοντοδέρην ὀνομῆναι
ἥνδανεν ἡμιθέοισι, κατάστικτον σπιλάδεσσι
πυρσῇσιν λευκαῖς τε, μελαινομέναις χλοεραῖς τε.
Τὸν δʼ, εἰ σκορπείην ὀλοφυρόμενός τις ἀκωκὴν
ἔλθοι, ἀερτάζειν περὶ ἕλκεϊ κέκλεο λυγρῷ
ἤ μιν ἐπιπλάσσειν· ἀπὸ γὰρ μινύθουσιν ἀνῖαι.
Ἱμερτόν τε γυναιξὶ δυνήσεαι ἀνέρα θεῖναι,
καὶ θέλξεις μύθοισι βροτούς, καὶ πάντα κομίζων
ὅσσα κεν αἰτήσειας ἀφίξεαι οἴκαδε χαίρων.
Καὶ νούσῳ κάμνοντα σαωθῆναι θέμις ἐστίν,
ὅς μιν ἐνὶ σφετέρῃσι λαβὼν χείρεσσι κατάσχῃ·
εἰ δὲ Ζεύς τοι τόν γε βιωσέμεν ἀρνήσηται,
ἀλλὰ νόει σὺ τεῇσιν ἐνὶ φρεσίν, οὕνεκεν αὐτῷ
ῥῆξε λίνον Κλωθώ· τὸ δέ κʼ ἔρχεται ὕστατον ἦμαρ.
ἔτι περὶ τοῦ ἀχάτου
Εἰ δὲ πυριφλεγέθων ἑτερήμερος ἄνδρα θαμίζων
ἢ κρυερὸς μάρπτων πυρετὸς παραδηθύνῃσιν,
ἠὲ τεταρταίης πῆμα βραδύ, μή ποτε λήγειν
βουλομένης, ἀλλʼ αἰέν, ὅπῃ πελάσῃσι, μενούσης,
τόνδε σύ γʼ ἰᾶσθαι διʼ ἀμύμονος ἀντιαχάτου·
οὗτος γὰρ πυρετῶν πολὺ φέρτερος. Αἶψα δὲ σῆμα
ἐξερέω, τό περ ὦκα βίην δείκνυσι λίθοιο.
Ἐν γάρ μιν κεράεσσι βαλὼν μέσον ἑψομένοισι,
τυτθὸν ἀνασχέσθαι· τὰ δὲ τήκεται ἔνδοθι πάντα.
Οὐ μέν τοι καὶ τόνδε πρὸς ἑρπετά φημι δύνασθαι,
ἀλλʼ ἕτερον δώσω χατέοντί τοι ἰητῆρα
οὐρανόθεν γεγαῶτα· σὺ δʼ ἐν φρεσὶ βάλλεο μῦθον.
Εὖτε γὰρ αἰγλῆεν σφέτερον δέμας εὐρύστερνος
Οὐρανός, ὠμηστῆρος ὑπαὶ παλάμῃσι Κρόνοιο
δῃωθεὶς εἵλιξεν ἀπειρεσίην ἐπὶ γαῖαν,
αἰθέρος ἐκ δίης πεσέειν οὖδάσδε μενοινῶν,
ὄφρα κε πάντʼ ἀΐδηλα πολύτροχον ἀμφιπετάσσας,
νῶτον ἑὸν τεύξαι, μηδʼ Οὐρανοῦ ἀστερόεντος
θυμὸν ἀνιήσας Κρόνος οὐρανὸν εἰσέτι ναίοι·
δή ῥα τότʼ ἀμβροσίοιο κατειβόμεναι φορέοντο
αἵματος ὠτειλῆθεν ἐπὶ τραφερὴν ῥαθάμιγγες,
τὰς οὐ μόρσιμον ἦεν ἀπʼ ἀθανάτοιο κιούσας
σώματος ὄλλυσθαι· μενέμεν δʼ ἐριβώλακι Μοῖραι
ἐν γαίῃ προγόνοιο θεῶν σόον αἷμα κέλοντο.
Μεῖνε μὲν οὖν, αὖον δὲ πυρίγληνοι θέσαν ἵπποι
Ἠελίου· καί κέν τις ἐπιψαύων ἐρίσειε
λᾶαν ἔχειν ἐνὶ χερσίν, ἔχοι γε μὲν αἷμα πεπηγός.
Ἐν γάρ οἱ χρὼς αὐτὸς ἐτήτυμον αἵματός ἐστιν,
ἐν δὲ καὶ ὕδατι ῥεῖα δαμασθεὶς ἀτρεκὲς αἶμα
γίνεται· αἱματόεις δὲ καὶ οὔνομα λᾶας ἔτʼ ἀνδρῶν
ἐκ προτέρων κέκληται· ἀκήρατα δʼ οὕνεκʼ ἔοικε
φάρμακʼ ἔχειν, νημερτὲς ἀπόρροιάν μιν ἀοιδοὶ
οὐρανίην κλείουσιν ἐς ἀνθρώπους ἀφικέσθαι.
Οὐ γὰρ ὅ γʼ οὔτε νέην ἐθέλει θνητοῖσιν ὀϊζὺν
ἔρχεσθαι ποτὶ ὄσσε, παλαιοτέρην δʼ ἀπερύκει
πινόμενος λευκοῖο μετὰ γλάγεος· κεράσας δὲ
ἰχῶρι σφετέρῳ γλυκερὸν μέλι, τὴν δὲ δαμάσσας
ἐκ βλεφάρων ἀπὸ πᾶσαν ἄγεις νόσον· ἀσχαλάᾳ γὰρ
εἴργεσθαι θνητοὺς ὁράαν ἐρατεινὰ πρόσωπα
πρεσβυτάτου μακάρων ἀστροβλεφάρου βασιλῆος.
Καὶ γλήνῃσι τεῇσιν, ὁμιλήσας κυλίκεσσιν
…
…
ἀνέρος αἰδοίων ἄκος ἔσσεται, ὅς κε πίῃσι.
Καί μιν ἐγὼν Αἴαντι δαΐφρονι πόλλʼ ἐπέτελλον,
ἔντεσι δηρινθῆναι ἀμύμονος ἀμφʼ Ἀχιλῆος
ἐσσυμένῳ, νίκης ἐπαρηγόνα χειρὶ κομίζειν.
Καί κεν Ὀδυσσῆος ταλασίφρονος ἀντίον αὐτῷ
κῦδος Ἀθηναίη περ ἑλέπτολις ἐγγυάλιξεν·
ἀλλʼ οὔ οἱ μοῖρʼ ἔσκε παραιφαμένοιο πιθέσθαι·
τοὔνεκα θεσπέσιόν μιν ἀνὴρ ἀθέριζεν ὄνειαρ,
λάζετο δʼ οὐλοὸν ἆορ. Ἀτὰρ σύ γε τοῖο μὲν αἶσαν
ἅζεο, πρὸς δὲ μέλαιναν ὀλισθηροῖο γενέθλην
ἑρπετοῦ αἱματόεντα δαεὶς λίθον, αἰὲν ἑταίρους
πινέμεναι νύμφαις ἐνὶ νηϊάδεσσι κέλευε.
Καὶ μὲν ἐγὼ λαιψηρὸν ἐμὸν θεράποντα Δόλωνα
αὐτοκασιγνήτῳ μεμαὼς φίλον Ἕκτορι θεῖναι,
πρόφρων ὤπασα λᾶαν Ὀλύμπιον αἰτήσαντι·
αὐτὰρ ὅ γʼ ἐξαπίνης Τρώων προπάροιθεν ἁπάντων
Ἕκτορι πατρί τʼ ἐμῷ κεχαρισμένος ἔπλεθʼ ἑταῖρος.
Τοῖο δʼ ἕκητί μʼ ἐκεῖνος ἀμοιβήδην ἀρέσασθαι
ἱέμενος, λιπαραῖον ἐπίκλησιν παρὰ πατρὸς
ὤπασεν ἀφνειοῖο λαβὼν λίθον, ὅν ποτʼ ἄρʼ αὐτὸς
ἐλθὼν Ἰλιόθεν κρατερὸν μετὰ Μέμνονα κῆρυξ,
σήματʼ ἐμεῖο πορόντος ἀνευρὼν Ἀσσυρίηθεν
χρυσοῦ τιμήεντος ἀρείονα δεῦρο κόμισσε,
μυρία κεῖθι μάγοισι πορὼν πολυΐδμοσι δῶρα.
Εἰ δʼ ἄγε δέχνυσο μῦθον· ἐγὼ δʼ ἐδάην, τά κε λέξω.
Πρῶτα μὲν οὖν σπένδοντας ἀναιμάκτων ἐπὶ βωμῶν
—οὐ γὰρ ἄγειν θέμις ἐστὶ θυηλὴν ἐμψύχοιο—
Ἥλιον εὐρύοπα κλῄζειν ὕμνοισιν ἄνωγα
καὶ χθόνα πίειραν, πάντων τροφὸν οὐθατόεσσαν.
Δεύτερον αὖτʼ αἴθωνος ὑπὲρ λίθον Ἡφαίστοιο
τήκειν, ἡδείῃ ταναοὺς θέλγοντα δράκοντας
ὀδμῇ, τὴν ἄρα κεῖνοι ἀνερχομένην ἐσορῶντες,
σπερχόμενοι ποτὶ βωμόν, ἀολλέες ἐκπρομολόντες
χηραμόθεν, ῥώονται ἐφερπύζοντες ἅπαντες.
Αὐτὰρ ἔπειτα λίνοιο νεόπλυτα φάρεα κοῦροι
ἑσσάμενοι τρεῖς, ὀξὺ φέρων ἄμφηκες ἕκαστος
ἆορ, ἀναρπάζειν ὄφιν αἰόλον, ὅς κε μάλιστα
κνίσσης ἱμείρων πυρὸς ἐγγύθι δινεύῃσι.
Τοῦ δὲ διαμελεϊστὶ δαΐζειν ἐννέα μοίρας·
τρεῖς μὲν ἐπὶ κλῆσιν πανδερκέος ἠελίοιο,
τρεῖς δʼ ἑτέρας γαίης ἐριβώλου λαοβοτείρης,
τρεῖς δὲ θεοπροπίης πολυΐδμονος, ἀψεύστοιο·
τὰς δὲ λέβης κεράμοιο τετυγμένος αἱματοέσσας
δεξάσθω· καὶ δῶρον ἐλάϊνον Ἀτρυτώνης
ἠδὲ μέθυ Βρομίοιο καλεσσιχόρου καταχεύειν,
ἐν δʼ ἅλας ἀργεννοὺς βαλέειν, θεράποντας ἐδωδῆς·
ἐν δέ σφιν καὶ δριμὺν ἐπήλυδα κόκκον ἄνωγα
μῖξαι ῥυσοχίτωνα, μελαγχροίην, ἐρίτιμον·
ἐν δὲ καὶ ὅσσα περ ἄλλα μετʼ ἀλλήλοισι μιγέντα
ἵμερον ἐσπέμπουσιν ἐδητύος ἀνθρώποισιν.
Ὄφρα δʼ ἐνὶ τρίποδος κρέα γαστέρι δάμνατʼ ἐόντα,
τόφρα δὲ κικλήσκειν μακάρων ἄρρηκτον ἑκάστων
οὔνομα· τέρπονται γάρ, ἐπεί κέ τις ἐν τελετῇσι
μυστικὸν ἀείδῃσιν ἐπώνυμον οὐρανιώνων.
ἀρᾶσθαι δὲ Μέγαιραν ἀπόπροθι παφλάζοντος
σευέμεναι τρίποδος κακομήχανον· ἐς δʼ ἄρα τούς γε
πνεῦμα διϊπετὲς ἔνδον ἄγειν ἱερὰς ἐπὶ μοίρας.
Ὁππότε δʼ ἑψομένοισιν ἐπὶ κρεάεσσιν ἵκηται,
δαίνυσθαι τότʼ ἔπειτα κορέννυσθαι μεμαῶτας
αὐτόθεν ἐκ τρίποδος· τὰ δὲ λείψανα γαῖα καλύπτοι·
καί σφιν ἐπισπεῖσαι λευκὸν γάλα καὶ μέθυ ἡδὺ
καὶ λίπʼ ἐπήρατον αὖτε μελίσσης ἄνθιμον εἶδαρ
καὶ στέψαι πλέξαντας ἀκρόδρυα καρποφόροιο
παρθενικῆς ἀφελόντας ἐλαίης, ἀμφὶ δὲ κόρσαις
σφωϊτέραις πέπλους ἑλέειν οἶκόνδε κιόντας·
μηδὲ μεταστρωφᾶσθαι, ἐπεί κʼ ἀπονόσφι τράπησθε,
ἀλλʼ αἰεὶ προτέρην ἐς ἀταρπιτὸν ὄσσε φέροντας
ἔρχεσθʼ ἐς μέγαρον μηδὲ προτιμυθήσασθαι,
εἴ κέν τις ξύμβληται ὁδίτης ἔστʼ ἂν ἵκησθε
ἐς δόμον· ἔνθα δʼ ἔπειτα θυηλὰς ἀθανάτοισιν
ἐξαῦτις ῥέζοντας ἀρώματα ποικίλα καίειν.
Ταῦτʼ ἐγὼ ἐκτελέσας, ὅσα τʼ ἔσσεται, ὅσσα τε κοῦφοι
ὄρνιθες κλάζουσιν, ἐπίσταμαι, ὅσσα τε θῆρες
ὠμησταὶ τετράπεζοι ἐνὶ σφίσιν ὠρύονται.
Ἔνθεν ἐγὼν ἐδάην καὶ Βακχικὰ νεβρίταο
δῶρα λίθου, Βρομίῳ κεχαρισμένα· τόν περ ἔχοντες,
ἄνθρωποι, θύοιτε· καὶ ἀράων ἀΐουσιν
Οὐρανίδαι. Γυμνῷ δὲ ῥάχιν ποδὶ πευκεδανοῖο
εἴ κέν τις θλίψας ὄφεως διὰ σάρκας ἀκάνθῃ
δῃωθῇ σφετέρας, ὀδυνήφατος ἔσσεται αὐτῷ
νευρίτης. Ἔρδει δʼ ἀλόχῳ πόσιν ἱμερόεντα.
Ἔνθεν καὶ κατένωπα κελαινῆς ἀσπίδος ἔγνων
καρτερὰ φάρμακα σεῖο, βροτοσσόε θέσκελε πέτρη,
τῆς ὄνομα χροιή τε πέλει χλοεροῖο πράσοιο.
Ἔνθεν καὶ σέο, δῖε χαλάζιε, πειρηθῆναι
ἐν θυμῷ βαλόμην, καί σευ μένος εὗρον ἄριστον.
Ἄμφω γὰρ καὶ νοῦσον ἀναψύχεις πυρόεσσαν
καί μοι σκορπιόθεν βεβολημένῳ ἦρα κομίζεις.
Λητοΐδης ἕο μὲν χρησμοῦ, Ποιάντιος ἥρως
ἐσσυμένος τάδε πάντα μʼ ἀμήχανά φησι πιφαύσκειν
Αὐτοκασιγνήτην κεχολωμένος Ἀργυρότοξος
Κασσάνδρην ἐκέλευσεν ἀκουόντεσσιν ἄπιστα
θεσπίζειν Τρώεσσιν ἐτήτυμά περ φρονέουσαν·
Αὐτὰρ ἐγὼ καὶ πρόσθεν ἀπώμοσα καρτερὸν ὅρκον,
ψευδέα μή ποτε μῦθον ἐνισπεῖν ἀνθρώποισι.
Καὶ νῦν ἀτρεκέως μάλα τοι λέξαντος ἕκαστα
ἡμετέροις, ἥρως ἑκατηβόλε, πείθεο μύθοις.
Ὣς ἄρʼ ἔφη Πριάμοιο διοτρεφέος φίλος υἱός,
ἀτρέστου θεράποντι φέρων χάριν Ἡρακλῆος·
νῶϊ δὲ ποιήεσσαν ἐς ἀκρώρειαν ἰοῦσι
τρηχεῖαν μάλα μῦθοι ἀταρπιτὸν ἐπρήϋναν.