Ἦ ἄρα δὴ μάλα πάντες ἁμαρτίνοοι πελόμεσθα
ἄνθρωποι, φέρομεν δὲ θεῶν ἑτερόρροπα δῶρα
ἀφραδέϊ κραδίῃ· βιότοιο μὲν ὅς κʼ ἐπιδευὴς
στρωφᾶται, μακάρεσσιν ἔπι ψόγον αἰνὸν ἰάπτει
ἀχνύμενος, σφετέρην δʼ ἀρετὴν καὶ θυμὸν ἀτίζει,
οὐδέ τι θαρσαλέος νοέειν ἔπος οὐδέ τι ῥέξαι,
ἐρριγὼς ὅθι τʼ ἄνδρες ἐχεκτέανοι παρέωσιν,
καί οἱ θυμὸν ἔδουσι κατηφείη καὶ ὀϊζύς.
Ὃς δέ κεν εὐοχθῇσι, θεὸς δʼ ἐπὶ ὄλβον ὀπάζῃ
καὶ πολυκοιρανίην, ἐπιλήθεται οὕνεκα γαῖαν
ποσσὶν ἐπιστείβει θνητοὶ δέ οἱ εἰσὶ τοκῆες,
ἀλλʼ ὑπεροπλίῃ καὶ ἁμαρτωλῇσι νόοιο
ἶσα Διὶ βρομέει, κεφαλὴν δʼ ὑπέραυχον ἀνίσχει,
καίπερ ἐὼν ὀλίγος, μνᾶται δʼ εὔπηχυν Ἀθήνην,
ἠέ τινʼ ἀτραπιτὸν τεκμαίρεται Οὔλυμπόνδε,
ὥς κε μετʼ ἀθανάτοισιν ἀρίθμιος εἰλαπινάζῃ.
Ἡ δʼ Ἄτη ἁπαλοῖσι μετατρωχῶσα πόδεσσιν
ἄκρῃς ἐν κεφαλῇσιν ἀνώϊστος καὶ ἄφαντος
ἄλλοτε μὲν γραίῃσι νεωτέρη, ἄλλοτε δʼ αὖτε
ὁπλοτέρῃσι γρηῢς ἐφίσταται ἀμπλακίῃσιν,
Ζηνὶ θεῶν κρείοντι Δίκῃ τʼ ἐπίηρα φέρουσα.
Ἡράκλεια
Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν
Ἀχαϊκά
Ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο
ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετʼ Ἆπις,
ὅς ῥʼ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας.
Ἀνθήνηθεν ἵκοντο.
Ἠλιακά
Πᾶσαι δʼ εἰσαΐουσι, μιῆς ὅτε τʼ οὔνομα λέξῃς.
Γόρτυνʼ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς
Θεσσαλικά
Πυρραίην ποτὲ τήν γε παλαιότεροι καλέεσκον
Πύρρης Δευκαλίωνος ἀπʼ ἀρχαίης ἀλόχοιο,
Αἱμονίην δʼ ἐξαῦτις ἀφʼ Αἵμονος, ὅν ῥα Πελασγὸς
γείνατο φέρτατον υἱόν· ὁ δʼ αὖ τέκε Θεσσαλὸν Αἵμων,
τοῦ δʼ ἄπο Θεσσαλίην λαοὶ μετεφημίξαντο.
Αὐτὰρ Δωνεττῖνοι ἰδʼ ὀτρηροὶ Κεραῗνες
Σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας
Συλίονες δʼ ἕσποντο ὁμοῦ.
Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί
Μένος πνείοντες Ἀμύνται
Ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες
Νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον.
Οἱ δʼ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον.
Τοὶ δʼ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης
Ἀγύλλιον χαλκόν
Εὐστάχυος Θετιείης
Μεσσηνιακά
Αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ
Τὴν μὲν ἀνήγετʼ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν.
Οὔρεος ἀργεννοῖο περὶ πτύχας ἐστρατόωντο
χείματά τε ποιάς τε δύω καὶ ἐείκοσι πάσας.
Πάρ τε τρηχὺν Ἐλαιὸν ὑπὲρ δρυμόν τε Λύκοιο
Φήμη
Κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια.
Αὐχένος ἐξ ὑπάτοιο κύβοις ἐπιτέλλεται ἰξύς.
λίθος μέλας
Ἐχίονος ἄστυ
Τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον Πολύαινος
τόξον, καὶ κάπρου τούσδε καθᾶψε πόδας,
καὶ ταύταν γωρυτὸν ἐπαυχένιόν τε κυνάγχαν
θῆκεν ὀρειάρχᾳ δῶρα συαγρεσίης.
Ἀλλʼ, ὦ Πὰν σκοπιῆτα, καὶ εἰς ὀπίσω Πολύαινον
εὔαγρον πέμποις υἱέα Σιμύλεω.
Ἀρχυλὶς ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας
πολλάκι τοὺς ἱεροὺς χευαμένη πλοκάμους,
γαλλαίῳ Κυβέλης ὀλολύγματι πολλάκι δοῦσα
τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων,
τάσδε θεῇ χαίτας περὶ δικλίδι θῆκεν ὀρείῃ,
θερμὸν ἐπεὶ λύσσης ὧδʼ ἀνέπαυσε πόδα.
Παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο Φοίβῳ
Γόργος ἀφʼ ἱμερτᾶς τοῦτο γέρας κεφαλᾶς.
Φοῖβε, σὺ δʼ ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις
εὔμοιρον λευκὴν ἄχρις ἐφʼ ἡλικίην.
Ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον,
ὦ πυγά· κνώσσειν δʼ οὐδὲ γέροντας ἐᾷς.
Λέξον μοι, τίνος ἐσσὶ μάκαιρα τύ, καὶ τίνα παίδων
κοσμεῖς; ἁ πυγὰ δʼ εἶπε· Μενεκράτεος.
Ἡ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις
αἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον.
Τόσσον δʼ Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις
ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.
Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα
ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται.
Τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς
ἀκμήν, καὶ γυίων ἄνθος ἀκηράσιον·
τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὅς γε καθʼ ὕψος
οὐ μέγας, οὐρανίη δʼ ἀμφιτέθηλε χάρις.
Ἢν δʼ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα
κινήσεις, ἀλύτῳ δʼ ὡς ἀδάμαντι μενεῖς,
ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει
κοῦρος, κἀς νεάτους ἐκ κορυφῆς ὄνυχας.
Χαίρετε καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε
ἥβην, καὶ λευκὴν ἀμφιέσαισθε κόμην.
Ἦ ῥά νύ τοι, Κλεόνικε, διʼ ἀτραπιτοῖο κιόντι
στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες·
καί σε ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν,
κοῦρε· πεποίησαι δʼ ἡλίκος ἐσσὶ χάρις·
τηλόθι μοι μάλα χαῖρε· πυρὸς δʼ οὐκ ἀσφαλὲς ἆσσον
ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.
Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ
κόσσυφον ἀγρεύσας, εἷλε κατὰ πτερύγων·
χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις.
Ἀλλʼ ἐγώ, ὦ φίλʼ Ἔρως, καὶ θαλεραὶ Χάριτες,
εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου
ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω.
Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς
μυρία, καὶ στήσας δίκτυα καὶ στάλικας,
σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δʼ ἀμογητὶ
τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς.
Ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δʼ οἴνου,
Ἀρχῖνʼ, ἀτρεκέως ἥδε λάγυνος ἔχει·
λεπτοτέρης δʼ οὐκ οἶδʼ ἐρίφου κρέα· πλὴν ὅ γε πέμψας
αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης.
Τρηχείην κατʼ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις
πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου,
ὡς ἐπʼ ἐμοὶ μηδʼ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι
ἴχνος, ἐρημάζω δʼ ἥσυχα κεκλιμένος.
Ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδʼ ἀστοῖσι φιληθείς,
Τίμων· οὐδʼ Ἀΐδῃ γνήσιός εἰμι νέκυς.