Etymological WorkἘτυμολογικὸν Ἔργον
Orion of Thebes Etymological Work PDF
The Etymological Work is a grammatical treatise by the 5th-century CE scholar Orion of Thebes. Composed in Koine Greek, it is a collection of explanations for the origins of Greek words, structured as individual entries. The work does not survive as a complete, independent book but is preserved through excerpts quoted in later Byzantine reference works, most notably the 9th-century Etymologicum Genuinum and the 11th-century Etymologicum Gudianum. Modern reconstructions have identified 28 distinct passages attributed to Orion within these massive medieval dictionaries. Orion, who taught in Alexandria and Constantinople, compiled this material for students and scholars, fitting into a late antique revival of grammatical scholarship aimed at preserving and standardizing knowledge of the classical language. His etymologies often link words to mythological stories, historical events, or other terms, serving both educational and lexicographical purposes. Through these later compilations, Orion’s work became an influential source for Byzantine scholarship on the Greek language.
| t 611 (t) | ΩΡΙΩΝΟΣ ΤΟΥ ΘΗΒΑΙΟΥ. ἀγαθὸν, παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ’ αὐτό· ἄποινα δῶρα· ἄφοινά τινα τὰ ὑπεξαιρούμενα τὸν φονέα, τοῦ ἐγκλήματος (cod. |
| alpha 611 | ἐγλήματος)· ἄνθος, παρὰ τὸ ἄνω θεῖν· ὅ ἐστι τρέχειν ἐν τῇ αὐξήσει· ἄναξ, ὁ τὴν ἄνω τάξιν ἔχων· ἀνατάναξ· καὶ ἐν συνκοπῇ ἄναξ. αἰγιαλὸς παρὰ τὸ τὴν ἅλα ἐκεῖ ἄγνυσθαι· ἄξαι γὰρ τὸ κλᾶσαι. ἀσκὸς ἀοχὸς τὶς ὢν ὁ ὑγιὴς, καὶ μὴ ἐσχισμένος· κατὰ τροπὴν τοῦ χ, εἰς κ· ἀσκηθὴς ὁ ὑγιής· καὶ ἀβλαβής· ἄνηθον, παρὰ τὸ ἄνω θεῖν διὰ τὴν ἐν τάχει αὔξησιν· ἄμπελος παρὰ τὸ ἄνω πελάζειν· ἀνάπελος τὶς οὖσα· ἄνεμος, ἄνεμος τὶς ὢν καταμετάθεσιν στοιχείου ὡσανεὶ οὐκ ἠρεμῶν οὔτε ἐν αὐτῷ μένων· ἀεί· αὐλὸς, παρὰ τὸ ἄνω, τὸ πνέω· καὶ πλεονασμὸς τοῦ υ· αὖρα, παρὰ τὸ ἀὴρ ἄρα· ὡς παρὰ τὸ ξυστὴρ, ξύστρα· καὶ πλεονασμὸς τοῦ υ αὖρα· ἄγγελος, παρὰ τὸ ἄγω ἄγελος καὶ ἄγγελος· ἄχος, παρὰ τὸ μὴ διαχεῖσθαι ἀλλὰ συνέχεσθαι τὴν ψυχήν· ὅθεν τὸ χαίρειν εὕρηται παρὰ τὸ διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς καὶ χαρᾶς. ἀπηνὴς, ὁ ἄπωθεν τοῦ αἰνεῖσθαι. ὡς ἐκ τουναντίου προσηνής· ὁ ἐγγὺς ὢν τοῦ αἰνεῖσθαι· καὶ ἐν αὐτῷ τυγχάνων. ἀτρεκὲς, τὸ ἀληθές· ὁ οὐδεὶς παρατρέχει εὖ φρονῶν· ὅθεν Δωριεῖς ἀτρεχὲς λέγουσιν. ἀμφισβητεῖν φιλονεικεῖν· παρὰ τὸ χωρὶς βαίνειν· ὅ ἐστι συμφώνων (corr. in cod. m. recent. ὅ ἐστι ἀσυμφωνεῖν)· ἄρουρα ἡ γῆ· παρὰ τὸ ροῦν, ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γῆν τὴν γεωργουμένην. ἀγέρωχος, ὁ ἄγαν αὐχῶν· ἢ ὁ ἄγαν περοεχῶν (corr. in cod. m. rec. ὑπερέχων)· ὡς εἶναι τὸ α ἐπιτατικόν. ἀμαζὼν ἡ μὴ μάζαις χρωμένη· ἀλλὰ κρέασιν· ἢ ὅτι τὴν μίαν θηλὴν τὴν δεξιὰν ἐνέκαιον· ἵνα μὴ ἐμποδίζωνται τοξεύουσαι· αἰπόλος ἤτοι ὁ αἰγοπόλος· ἢ ὁ περὶ τὰ ἔπη εἱλούμενος· ἤτοι τὰ ὄρη. ἀτασθαλία, ἡ ἀδικία· παρὰ ἐν τῇ ἄττῃ ἤγουν τῇ βλάβῃ θάλλειν· ὡς παροινία, ἡ περὶ τὸν οἶνον ἀταξία· ἀράχνη παρὰ τὸ ἀηραριχᾶσθαι· ἢ παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν, ἥγουν λεπτά· ἀρὰ παρὰ τὸ αἴρεσθαι τὰς χεῖρας (corr. χείρας) εὐχομένους· ἄκος ἡ θεραπεία, κυρίως τὸ τῷ σιδήρῳ θεραπεύειν· ἔνθεν καὶ τὸν ἰητρὸν, ἀκέστην Φρύγες καλοῦσιν. ἄφνω παρὰ τὸ ἀφανὲς ἀφανῶς. ἀστράγαλος παρὰ τὸ ἀστραβὴ καὶ ὀρθὴν φυλάσσειν τὴν βάσιν. αὖος ὁ ξηρός· κατὰ στέρησιν τοῦ ὕεσθαι· ὁ εἰς αὖσιν καὶ καῦσιν ἐπιτηδεῖ. ἀγλάα παρὰ τὴν αἴγλην τὰ λαμπρά· ἑφ’ οἷς τὶς ἀγάλλεται ἢ λαμπρύνεται. ἄλγος, παρὰ τὸ ἀλέγω τὸ φροντίζω· οὗ ἄν τις ἀλέγει· ὅ ἐστι φροντίζει. ἀγορὴ παρὰ τὸ ἀγείρεσθαι· ἢ παρὰ τὸ ἀγορεύειν ἐν αὐτῆ· αἰδοῖα παρὰ τὴν αἰδώ· καὶ γὰρ γυμνῶσαι ταῦτα ἢ ὀνομάσαι αἰδούμεθα· ἄνθρωπος παρὰ τὸ ἄνω ἀθρεῖν ἢ παρὰ τὸ ἔναρθρον (cod. ἔναθρον) ἔχειν τὴν ὄπα· τουτέστι φωνήν· γραφομένη καὶ νοουμένη. ἀνὴρ, παρὰ τὸ ἀνῶ ὅ ἐστιν ἀνύσω· ἀγασάμενοι, παρὰ τὸ ἀγάζω τὸ θαυμάζω· ἁλκυὼν παρὰ τὸ ἐν ἁλὶ κύειν· ἄγχειν παρὰ τὸ ἄγω· πλεονασμῶ τοῦ χ· τί γάρ ἐστι τὸ ἄγχειν, ἢ τὸ ἄγειν καὶ συνάγειν τὸν λάρυγγα. |
| alpha 612 | ἀρτηρία. ἤγουν ἀεροτηρία τὶς οὖσα παρὰ τὸ ἔχειν τὸ πνεῦμα καὶ τηρεῖν. ἀντίχειρ ἤτοι ἀντίκειται τῆ ὅλη χειρί· ἀργοὶ γὰρ εἰσὶν οἱ ἄλλοι, χωρὶς αὐτοῦ· ἀλλότριος, πλεονασμῶ τοῦ τ· ἀλλοόριος· οἷον ἄλλων ὁρίων ὤν· αἰσχρὸς παρὰ τὸ αἶσχος· αἰσχηρός· καὶ ἐν συνκοπῇ (cod. συγκοπὴ) αἰσχρός· ἀνία ἡ λύπη, ἀνίατος τὶς οὖσα, ἡ δυσχέρως ἰωμένη· ἀκριβὴς παρὰ τὸ κρύβω ἀκρυβής· καὶ τροπῆ τοῦ υ εἰς ι ἀκριβής· ἄπειρος, εἴτε ὁ μέγας εἴτε ὁ ἀμαθής· καὶ τὸ μὶν, παρὰ τὸ πέρας, μὴ ἔχειν· τὸ δὲ, παρὰ τὴν πείραν· ὁ μὴ ἔχων πείραν λόγων καὶ μαθημάτων. ἀλάστωρ ὁ ἀσεβής· ὁ Ζεὺς ὁ ἐποπτεύων τοὺς τὰ ἄλλαστα καὶ χαλεπὰ ἐμποιοῦντας· ἀστὴρ ὁ μὴ στάσιν ἔχων· κυρίως ἐπὶ τῶν πλανήτων· καταχρηστικῶς ἐπὶ τῶν ἀπλανῶν. αἰθὴρ παρὰ τὸ αἴθεσθαι· πυρώδης γὰρ ὁ τόπος. ἀμβροσία, ἡ τῶν θεῶν τροφή· ἧς βροτὸς οὐ μετέχει. ἀγγεῖον ἀπὸ τοῦ διάγειν τὶ δι’ αὐτοῦ· ἀχλὺς, ἀπὸ τοῦ τὰς ὄψεις ἡμῶν ὀχλεῖν· καὶ λυπεῖν· ἀριστερὰ κατ’ εὐφημισμόν· ὅθεν καὶ ἡ εὐώνυμος· ὡς δὲ φόβος φοβερὸς, οὕτως ἄριστος ἀριστερός. ἀδελφοὶ, παρὰ ἐκ τῆς αὐτῆς δελφύος· ἤγουν μήτρας· αὐχὴν παρὰ τὸ ξηρὰ εἶναι· καὶ ὀσταόδη, αὐχμὴν γὰρ ὤν. ἀγρυπνία, κατὰ πλεονασμὸν τῶν συμφώνων· τοῦ γ· τοῦ ρ οἷον, ἀϋπνία· ἀμφίβληστρον, παρὰ τὸ βλῶ βλήσω· βλήτρον· καὶ πλεονασμῶ τοῦ ς. ἄμαξα ἐκ τοῦ ἄγω, ἄξω· ἄξα· καὶ ἐν συνθέσει ἄμαξα· ἀθήνη παρὰ τὸ θήσω μέλλοντα διλοῦντα τὸ θηλα\ ω (sic)· καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν, θήνη· καὶ μετὰ τῆς στερήσεως ἀθήνη· καὶ ἐξ αὐτοῦ ὄνομα ἀθήνη· ἀμήτωρ (m. rec. corr. ἀμήτωρρον) ἡ θεός· ὡς παραδέδοται· ἄρτος παρὰ τὸ αἴρειν ὅ ἐστι προσφέρειν· ἀκόλαστος, ὁ μὴ κολάζων τὴν ἐπιθυμίαν· κυρίως ἀπείδευτος. ἀλέκτωρ παρὰ τὸ λέγω τὸ σημαῖνον τὸ κοινῶ· λέκτωρ· καὶ ἐν συνθέσει ἀλέκτωρ· ἀγρυπνητικὸν γὰρ τὸ ζῶον· αἲξ παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ· ὁ μέλλων ἀΐξω· ἀποβολῆ τοῦ ω καὶ συναλοιφῆ, αἴξ· ὁρμητικὸν γὰρ τὸ ζῶον. αἷμα περὶ τὸ αἴθω τὸ καίω· θερμὸν γάρ· ἀληθὴς, παρὰ τὸ λήθω· τὸ μὴ λήθη τοῦ δικαίου πίκτοντος· ἀχιλλεὺς ἤτοι ὁ γενόμενος ἄχος τῆ μητρί· ἢ ὁ μεταχιλοῦ μετασχών· χιλὸς δὲ, ὁ δημητριακὸς καρπός· φασὶ γὰρ αὐτὸν παρὰ χείρωνι μυελοῖς καὶ κρέασι τρέφεσθαι. ἀτρεὺς, παρὰ τὸ τρέω τὸ φοβοῦμαι· τρες· ὡς παρὰ τὸ τρέφω τροφεὺς, καὶ κατὰ στέρησιν ἀτρεύς· τοῦτέστιν, ἄφοβος· ἅρμα παρὰ τὸ αἴρω ῥῆμα. ἀρχὴ τοῦ Β. |
| beta 613 (1t) | βίος παρὰ τὸ μετὰ βίας βιοῦν. ὅθεν Ὅμηρος, θεοὶ ῥεῖα ζώοντες· βότρυς· περὶ τὸ ποσὶ τρίβεσθαι· οἱονεὶ, πότρυς· καὶ τροπῆ τοῦ π εἰς β· βλὰξ, ἐκ τοῦ μαλακός· μάλαξ· καὶ συγκοπῇ (cod. συγγοκῆ) μλάξ· καὶ τροπῆ τοῦ μ εἰς β, βλάξ. βλέφαρα ὅτι αἴρονται ἐν τῷ βλέπειν· βραδύς· παρὰ βάρος βαρύς· καὶ πλεονασμῶ τοῦ δ· καὶ ὑπερθέσει τοῦ ρ βραδύς· βάτραχος παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν· βρέφος, παρὰ τῶ φέρβω, φέρβος· καὶ μεταθέσει τῶν δύο στοιχείων, βρέφος· τὸ δεόμενον, τουτέστι τροφῆς· βουλὴ παρὰ τὸ βάλλω βολή· καὶ πλεονασμῶ τοῦ υ βουλή· ἐπιβολὴ γὰρ ψυχῆς ἐστί. ἀρχὴ τοῦ Γ. |
| gamma 613 (14t) | γέφυρα, οἱονεὶ γεφ τὶς ἦν. γῆς ἐφ’ ὑγρῶν κειμένης. γνόφος· κενοφὸς ἦν ὁ κενὸς φώους· καὶ κατὰ συγκοπὴν, κνόφος· καὶ τροπῆ τοῦ κ εἰς γ. γαμβρὸς, γάμος γὰρ ἦν· γαμηρός· καὶ ἐπιθέσει τοῦ β γαμβρὸς, γόνυ, ὅτϋ καπτόμενον τὸ σκέλος γωνίαν ἀποτελεῖ· γάλα· κάλα γὰρ ἦν· κατὰ τροπῆ τοῦ κ εἰς γ· καλὸν γὰρ πρὸς ἀπ’ ἀρχὴν τροφῆς· γυνὴ, παρὰ τὸ γῶ τὸ λαμβάνω· δεκτικὴ γάρ ἐστι τοῦ σπέρματος· γένυς, ὅτι γενᾶ ὀδόντας καὶ τρίχας· γλῶσσα, οἷον γνῶσσα· διαγνωθικὴ οὖσα τῶν κρυπτῶν ἰδιωμάτων· ἢ κλῶσσά τίς ἐστι· κλωθομένη γὰρ τὴν ἔναρθρον φωνὴν ἀποδίδωσι γλίχεσθαι, παρὰ τὸ λίαν ἔχεσθαι· γῆρας, παρὰ τὸ γέρας τὴν τιμήν· γῆρας γὰρ, αἰνέσιμον ἄνδρα τίθησι· τινὲς δὲ παρὰ τὸ γῆν νεύειν· ἢ ὁρᾶν· γνώμη, νοῶ νοήμη καὶ κατὰ συναλοιφὴν νώμη· καὶ πλεονασμῷ τοῦ γ γνώμη. γραῦς, παρὰ τὸ ῥέω ῥεύσω· ῥεύς· καὶ τροπῆ τοῦ ε εἰς α ῥαῦς καὶ προσδήκη σοῦ γ γραῦς. Δ. |
| delta 613 (33t) | δάκρυον, δάκνυον τί ἐστι· ἀπὸ τοῦ δάκνεσθαι δι’ αὐτοῦ τὰ ὄμματα· δάκτυλος ἀποβαλῆ τοῦ ρ· δράκτυλος γὰρ ἦν ἀπὸ τοῦ δράσασθαι τὰ διδόμενα, ἢ ὅτι δι’ αὐτοῦ, αἱ δείξεις γίνονται. δεξιᾶ ἀπὸ τοῦ δι’ αὐτῆς τρέχεσθαι τὰ διδόμενα· δείλη παρὰ τὸ ἐνδεῖν τὴν ἕλην τοῦ ἡλίου· δειέλη καὶ δείλη· δεσπότης ὁ δέος ἐμποιῶν· διαβήτης· ἐκ τοῦ βῶ βήσω· βήτης καὶ διαβήτης. ἀρχὴ τοῦ Ε. |
| epsilon 613 (42t) | ἔπαλξις οἷον, ἐπάλεξις τις οὖσα· καὶ βοηθός· ἕρκος, ἀπὸ τοῦ ἐρύω τὸ κωλύω· καὶ ἐξ αὐτοῦ, ἔρκος· ἔμβρυον, ἀπὸ τοῦ ἔνδον βρύειν καὶ αὔξεσθαι, ἢ ἔνδον ἔχειν τὴν βοράν· εὐφρόνη ἡ νύξ· καθ’ ἣν εὖ φρονοῦμεν· σχολαζούσης τῆς διανοίας· ἐλπὶς, ἑλκὶς τίς ἐστὶν· ἀπὸ τοῦ παρέλκειν ἡμᾶς τῷ χρόνῳ. ἐπιεικὴς παρὰ τὸ εἴκειν καὶ μὴ ἀντιτείνειν. εἰρκτὴ, παρὰ τὸ εἴργω εἵρξω. ἐγχελὺς, παρὰ τὴν ἰλύν· ἐξ αὐτῆς γὰρ ἔχει τὸ εἶναι. |
| zeta 613 (52t) | Ζ. ζῶον, ἀπὸ τῆς ἐν ἡμῖν ζέσεως τοῦ θερμοῦ· ζέφυρος ὁ ἄνεμος· ὁ τὴν ζωὴν πᾶσι φέρων. Η. |
| eta 613 (56t) | ἥμισυ, ἅμα ἶσον· τοῦ ὅλου διαιρεθέντος· ἤπειρος, ἄπειρος ἡ μὴ σχοῦσα πέρας· θάλασσα, ἢ παρὰ τὸ ἁλὸς γίνεται ἅλασσα καὶ θάλασσα. |
| theta 614 (4t) | Θ. θρὶξ, οἷον, θέριξ ὅτι θερίζεται καὶ τέμνεται. θυμὸς ἀπὸ τοῦ θύειν καὶ ὁρμᾶν τὸ αἷμα· θεὸς, ἐκ τοῦ πανταχοῦ περιθέσιν καὶ εἶναι θρησκεία ἐκ τοῦ ἀρέσκειν θεῷ· θεαρεσκεία τὶς οὖσα· θρασὺς παρὰ τὸ θέρω τὸ θερμαίνω· θαρσὺς, καὶ καθ’ ὑπέρθεσιν θρασύς· θύρα, παρὰ τὸ θύω τὸ ὁρμῶ· θαῦμα, παρὰ τὸ θέω· θέομαι· θέαμα· καὶ κατὰ κρᾶσιν θαῦμα. Ι. |
| iota 614 (13t) | ἴρις, ἡ νεφελώδης ζώνη· παρὰ τὸ ἐρεῖν· καὶ σημαίνει χειμῶνα· ἰατρικὴ, πλεονασμῶ τοῦ ρ· ἰατικὴ τὶς οὖσα· παρὰ τὸ ἰᾶσθαι· ἰτία, παρὰ τὸ ἰέναι· ταχέως γὰρ αὔξεται. ἰκμὰς παρὰ τὸ ἰκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς· ἵππος, παρὰ τὸ ἴεσθαι τοῖς ποσὶν ὀξὺ γὰρ τὸ ζῶον. ἰσχάδες παρὰ τὸ ἴσχω ἰσχνῶ παράγωγον· ἰσχάδες· καὶ ἀποβολῆ τοῦ ν ἰσχάδες. ἰχθὺς, παρὰ τὸ ἰθύειν πλεονασμῶ τοῦ χ, ἰχθύς· ἱδρῶς παρὰ τὸ ἵϋμι ἱδρῶς (fort. cod. ἱδῶς) καὶ πλεονασμῶ τοῦ ρ ἱδρῶς· ἰξὸς ἀξὸς τίς ἐστι παρὰ τὸ ἄξειν τὰ ὄρνεα. Κ. |
| kappa 614 (25t) | κριτῆς, ὁ τῆς δυσφορᾶς (m. recentiss. em. διαφορᾶς) χωριστικός· διακρίναι γὰρ τὸ διαχωρίσαι· κονίσαλος, ἐκ τοῦ κόνιν σαλεύεσθαι· κατήφια ἀπὸ τοῦ κάτω τὰ φάη βάλλειν· σημεῖον γὰρ λυπουμένων· κύπελλον, παρὰ τὸ κῦφος κύφελλον καὶ τροπῆ τοῦ φ εἰς π περιφερὲς γάρ· κερδαίνειν, ἀ παρὰ τὸ κέαρ ἰαῖναι καὶ εὐφραίνειν· κοιλία, ἀπὸ τοῦ λεαίνειν τὴν τροφὴν καὶ χιλοῦν· κύστης ἀπὸ τοῦ κεύδειν, τὸ οὖρον· κεφαλὴ ἤτοι καρφαλή ἐστι παρὰ τὸ κάρφεσθαι ὅ ἐστι ξηραίνεσθαι. κορυφὴ, ὅτι καράτος ἐστὶν ὀροφὴ, τὸ μέσον τῆς κεφαλῆς· κοφὸς παρὰ τὸ ἐκκεκόφθαι· ἢ ἀφηρῆσθαι τὴν ὅπα ἐν τῶ ἀκούειν· καὶ ἐπὶ τοῦ ἀλάλου τὸ αὐτό. καλὸς παρὰ τὸ κλείω· περὶ κλείει γὰρ περιτιθέμενος. κάλος παρὰ τὸ καλεῖν πρὸς ἑαυτὸ ἕκαστον. κίων, παρὰ τὸ κιέναι εἰς ὕψος. κρύος, παρὰ τὴν κροῦσιν τὴν ὀδόντων τοῦτο γὰρ σημαίνει ὁ κρύος. κρόμμυον, παρὰ τὸ μύειν τὰς κόρᾳς· κρέας παρὰ τὸ κρατεῖν καὶ ἰσχυροποιεῖν τὸ σῶμα κναφεὺς παρὰ τὸ ξύω· ξύουσι γὰρ τὴν κροκυδὰ (sic in cod. manu recent. corr. pro κρομύδα) τῶνέων ἱματίων· κορμὸς, παρὰ τὸ κείρω· κοίτη, παρὰ τὸ κεῖσθαι ἐν αὐτῆ κοιμωμένους· κάμινος ἡ καιομένη μαίνουσαι· κύμα, κύω κυήσω· κύημα καὶ συγκοπῆ κύμα· κακὸς, ἀπὸ τοῦ χάζω· ὅ ἐστιν ἀναχωρῶ· κάδος, ἀπὸ τοῦ καδῶ τὸ χωρῶ· καὶ τροπῆ τοῦ χ εἰς κ· λέων παρὰ τὸ λάειν ὅ ἐστι βλέπειν· λέγουσι γὰρ τὸν λέοντα, μὴ μύειν τὰ ὄμματα κοιμωμέμων (man. |
| kappa 614 (50) | rec. corr. κοιμώμενον) ληνὸς παρὰ τὸ λεαίνεσθαι τὰ πατούμενα· λύπη, παρὰ τὸ λύειν· λύσις γὰρ ψυχῆς τὸ πάθος· λειχὴν παρὰ τὸ λεῖον· κατὰ ἀντίφρασιν τραχύνει γὰρ τὸ σῶμα· λιπαρεῖν παρὰ τὸ λίαν παρεῖναι τοὺς παρακαλοῦντας· λωποδύτης ἀπὸ δύων τὸ λῶπον, ὅ ἐστι τὸ ἱμάτιον· λύχνος, ὁ λύων, τὸ νύχος ὅ ἐστι τὸ σκότος· λάβραξ, παρὰ τὸ λαβρῶς (man. rec. corr. |
| kappa 615 | λάβρως) ἐσθίειν, ἀδδηφάγος γάρ ἐστι· λαὸς, λάλος τίς ἐστι καὶ κατὰ ἀποβολὴν τοῦ λ λαός· διὰ τὸ θορυβῶδες· λὰξ παρὰ τὸ λήγω λήξω, λάξ· διὰ τὸ τῶ λήγοντι μέρει τοῦ ποδὸς πλήσσειν· λόγχη, παρὰ τὸ λίαν ἔχεσθαι παρὰ τοῦ χρωμένου. Μ. |
| mu 615 (7t) | μέρος περὶ (cod. fortasse παρὰ) τὸ μεμειῶσθαι πρὸς τὸ ὅλον. μύσταξ ἀπὸ μεμεστῶσθαι τὸ ἄνω χεῖλος τριχῶν. μυελὸς, ἀπὸ τοῦ λεῖον εἶναι ἐν μυχῶ, οἷον μυχελὸς κατὰ ἀποβολὴν τοῦ χ. μύωψ ἀπὸ (delet. videtur) ὁ μύων συνεχῶς τοὺς ὦπας· μέταλλον ἀπὸ τοῦ ζητεῖν ἐν αὐτῶ τί· τὸ γὰρ μεταλλῶ, ἐπιζητῶν ἔστι. μῦς, παρὰ τὸ μῦσος ὅ ἐστι βδέλλυγμα. μακάριος ὁ μὴ κηρὶ ὑποκείμενος· οἱ δὲ πλεονάζειν λέγουσι τὸ μ, κὴρ κάριος καὶ ἀκάριος. μάκτρα, παρὰ τὸ μάττειν ἐν αὐτῆ τὴν μάζαν. μέλισσα παρὰ τὸ μέλειν· οἰκονομικὸν γὰρ καὶ ἐπιμελὲς τὸ ζῶον. μένος ἡ δύναμις παρὰ τὸ μένω ῥῆμα· μοχλὸς, παρὰ τὸ ὁμοῦ καὶ τὸ κλεῖν· ἄλλοι δέ· παρὰ τὸ μολῶ μολὸς καὶ μοχλός· ὡς Ὅμηρος, ὀχῆα λέγων τὸν μοχλόν. μολοβρὸς, μολόβορος τὶς ὢν καὶ κατὰ συγκοπὴν μολοβρὸς, περὶ τὸ μολεῖν ἐπὶ τὴν βορὰν, μέριμνα παρὰ τὸ μερίζω μέριδνα καὶ τροπῆ τοῦ δ εἰς μ μέριμνα· μέλαν, παρὰ τὸ μὴ λάειν, ὅ ἐστι βλέπειν· ὅθεν ἀλαὸς ὁ τυφλός. Ν. |
| nu 615 (27t) | νίτρον, περὶ τὸ νίζω τὸ καθαίρω, ὡς περὶ τὸ φέρω, φέρτρον. νεκρὸς περὶ τὸ κῆρ, ὅ ἐστι ψυχὴ καὶ τὸ στερητικόν. νῆστις περὶ τὸ νη στερητικὸν καὶ τὸ σῖτα ὁ ἐστερημένος σιτίον· νεφροὶ, παρὰ τὸ νείφεσθαι τῷ οὔρω· ὅ ἐστι βρέχεσθαι· νέφος, τὸ ἐστερημένον φωτός· νήπιος· ἤτοι κατὰ πλεονασμὸν τοῦ ν, οἷον τὸ (ex corr. supra lineam) ὁ ἤπια φρονῶν, ἢ περὶ τὸ νη στερητικὸν, κατὰ στέρησιν τοῦ ἔπους. νεῦρον, περὶ τὸ νεῖσθαι δι’ ὅλου τοῦ σώματος. νοῦς, περὶ τὸ νέεσθαι· ὁ πανταχόσε κινούμενος καὶ ἐπὶ πάντα προϊὼν, ὡς Ὅμηρος, ὥστε πτερὸν ἠνόημαι. νᾶμα, παρὰ τὸ νῶ, νάσω, ὃ σημαίνει τὸ ῥέω, νᾶμα. νεοσσὸς, ὁ νεωστὶ σευόμενος. νύμφη, ἡ νέον φαινομένη. Ξ. |
| xi 615 (43t) | ξίφος περὶ τὸ ξύω· ὁρεὺς, παρὰ τὸ ἐν ὄρεσι δύνασθαι ἐργάζεσθαι. ὀμίχλη, ἀπὸ τοῦ τοῖς ὄμμασιν ἀχλὺν παρέχειν. οἶνος, οἰόνους τὶς ὤν· παρὰ τὸ οἰήσεως ἡμᾶς πληροῦν. τότε γὰρ τῆ οἰήσει πλουτοῦσιν ἄνθρωποι ὅταν μεθυστῶσιν. Ο. |
| omicron 615 (50t) | ὀβελίσκος· ὀφελίσκος τὶς ὢν, ὁ εἰς μῆκος ὀφελλόμενος καὶ ἐξελαυνόμενος. ὅσιος, ἀπὸ τοῦ ἅζω, ἅσω, ἅσιος καὶ ὅσιος. ὅρκος, περὶ τὸ ἐπαρκεῖν τοῦς ἀδικουμένους. ὀστέον περὶ τὸ στῶ, στήσω, στέον καὶ πλεονασμῶ τοῦ ο, ὀστέον. ὄκνος, ἀκίνητος τις ὤν· ὁ ποιῶν ἀκινήτους τοὺς χρωμένους. ὄσπριον, καθ’ ὑπέρθεσιν τοῦ ο σπόριον καὶ ὀσπόριον· οὐρῆας, περὶ οὐρῶ· οὐρώδης γὰρ αὐτῶν ὁ σπόρος· ὅθεν οὒ τίκτουσιν· Ἀριστοτέλης δὲ ἱστορεῖ ὅτι ἒν Κιλικία ἡμίονος ἔτεκε. Π. |
| pi 616 (1t) | παρθένος περὶ τὸ παραθέειν τὴν παιδικὴν ἡλικίαν. πόλεμος περὶ τὸ τοὺς πολλοὺς μειοῦν· περιστερὰ, ἡ περισσῶς ἐρῶσα τοῦ θήλεος. πρᾶσις διαπέρασις τὶς οὖσα ἀπὸ τοῦ ἑτέρου εἰς ἕτερον· πτωχὸς, ὁ ἐκπεπτωκὼς τοῦ ἔχειν. πένης ὁ ἀπὸ τοῦ πόνου καὶ τῆς ἐνεργείας τὸ ζῆν ἔχων. πλούσιος, πολυούσιος τίς ἐστι. πῦρ, ἀπὸ τοῦ φύω, φῦρ καὶ πῦρ. πτέρνα ἀπὸ τοῦ ἐπιπεπτωκέναι αὐτῆ ὅλον τὸ σῶμα. προφήτης ἀπὸ τοῦ φῶ φήτης καὶ προφήτης. πηγὴ ἀπὸ τοῦ πηδῶ πηδὴ καὶ πηγὴ κατὰ τροπήν. ρ. |
| rho 616 (12t) | ῥάκος περὶ τὸ ῥήσω ῥήξω ῥῇκος καὶ ῥάκος. ῥίζα, οἱ μὲν, δι’ ἧς τὸ ζῆν ῥέει τοῖς δένδροις· οἱ δὲ ἀποβολῆ τοῦ ρ, ἵζα τὶς οὖσα, ἀπὸ ἱζάνειν τῆ γῆ· ῥάβδος παρὰ τὸ ῥᾳδίως ἐπ’ αὐτῆς βαδίζειν ἢ παρὰ τὸ ῥαπίσαι δι’ αὐτῆς. Σ. |
| sigma 616 (19t) | σκῆπτρον παρὰ τὸ σκήπτεσθαι· ὃ ἔστιν ἐπερείδεσθαι· καὶ πλεονασμῶ τοῦ ρ· σανίς· οἷον, τανὺς παρὰ τὸ τάσσεσθαι· τὸ ἐπίμηκες ξύλον. σπέος ἀφώτιστον οἴκημα· ἀπὸ τοῦ βέος καὶ σπέος· πλὴν, ἀπὸ τοῦ εἰς αὐτὸν ἐπισπᾶσθαι τῶν ἀφυλισθέντα τῶν ὑγρῶν. σῶμα ὡς φησὶ Πλάτων· ὅτι σῆμα ψυχῆς ἐστὶ τάφος. στόμα καὶ πλεονασμῶ τοῦ ς τόμα γὰρ ἦν, ἀπὸ τοῦ τέμω. σελήνη περὶ τὸ σέλας ἀεὶ νέον ἔχειν. σωφροσύνη, παρὰ τὸ σώζειν τὰς φρένας. σαπρὸς παρὰ τὸ σίπσαπρός· ὥσπερ παρὰ τὸ λέπω λεπρός· σφονδύλος, παρὰ τὸ ἐσφίχθαι πρὸς ἀλλήλους. στέαρ, παρὰ τὸ στήσω στέαρ· σιτοδεία, κατὰ συγκοπῆ σίτου ἔνδειαν. συρία, διὰ τὸ σύρεσθαι ὑπὸ τοῦ κατακλυσμοῦ· ἀσυρία δὲ ἐκ τοῦ ἐναντίου διὰ τὸ μὴ σύρεσθαι. σπόγγος, εἰ μὲν διὰ τὸ π παρὰ τὸ σπᾶν τὰ ὑγρᾶ· εἰ δὲ διὰ τὸ φ, παρὰ τὸ σφίγγειν τὰς ἐκθλίφεις. Τ. |
| tau 616 (37t) | τηλήγετος ὁ τελευταῖος τῶ πατρὶ γενόμενος· ἢ προβεβληκότι τῷ πατρί· διὰ τὸ τῆλαν τὰς νέας ἡλικίας· τάπις, παρὰ τὸ θάλπω θάλπις· καὶ ἐκβολῆ τοῦ λ· καὶ μεταθέσει τοῦ θ εἰς τ, τάπις. τέκνον, τέκω, τέκανον· ἀποβολῆ τοῦ α τέκνον. τήγανον, παρὰ τὸ τήκω τήκανον· καὶ τροπῆ τοῦ κ εἰς γ τήγανον. τροχὸς, ὡς παρὰ τὸ δραμεῖν, δρόμος, οὕτω καὶ παρὰ τὸ τρέχειν τροχός· τέχνη παρὰ τὸ τεύχω, τεύχη· καὶ ἀποβολῆ τοῦ υ τέχνη· ὡς τέτευκται, τέτυκται ἢ παρὰ τὸ τεχνῶ, τέχνη· ὡς παρὰ τὸ παχνῶ πάχνη. Υ. |
| upsilon 616 (50) | ὑπάνη, ἡ ὑποκάτω τοῦ γενείου τρίχωσις· ἀπὸ τοῦ ὑπὸ εἶναι. ὕδωρ παρὰ τὸ ὕω τὸ βρέχω· ὕωρ· καὶ πλεονασμῶ τοῦ δ ὕδωρ. ὕψος, περὶ τὸ ὄπτω τὸ βλέπω, ὄψω, ὄψος καὶ ὕψος. ὑγιὴς, ὁ ἐν ὑγρῶ ὢν καὶ ζῶν, ὑγριὴς, ἀποβολῆ τοῦ ρ ὑγιής. Φ. |
| phi 616 (56t) | φρουρὸς ὁ φύλαξ πρόορος τὶς ὢν παρὰ τὸ προορᾶν· φάρμακον, φέρακον τι ὂν παρὰ τὸ φέρειν ἄκος. ἐπὶ δὲ τοῦ κακοῦ, φέραχον τι ὂν ἀπὸ τοῦ φέρειν ἄχος. φόρμιξ μεταθέσει τοῦ ρ· πρόμιγξ, παρὰ τὸ ἡγεῖσθαι τῆς οἴμης ὁ ἔστιν ὠδῆς. |
| phi 617 | φθόνος παρὰ τὸ φθίναν τὸν κεκτημένον. φλέγμα, παρὰ τὸ φλέγω φλέξω· φλέγμα κατὰ ἀντίφρασιν· ψυχρὸν γάρ. φαρακλὸς, ὁ τὸ ἄκρον ἔχων. φάλον ὅ ἐστι λευκόν· φολκὸς, παρὰ τὸ φάους παρέλκεσθαι· ὅ ἐστιν ἐν τῆ συνηθεία στραβός. φειδωλὸς, φειδῶλος τὶς ὢν, ὁ φεύγων τοῦ δοῦναι. φρόνησις, φερόνησις τὶς ὢν, ἡ φέρουσα ὄνησιν. φὼς ὁ ἄνθρωπος, παρὰ τὸ φῶ τὸ λέγω. φὼρ ὁ ληστής· παρὰ τὸ φέρω φὸρ καὶ τροπῆ τοῦ ο εἰς ω μέγα φώρ. φάτνη παρὰ τὸ φαγεῖν φάγνη· καὶ τροπῆ τοῦ γ εἰς τ, φάτνη· φύσις, παρὰ τὸ φύω, φύσω, φύσις· ἡ ἐν πᾶσι φύουσα. Χ. |
| chi 617 (13t) | χεὶρ, ἀφαιρέσει τοῦ ε περὶ τὸ ἔχειν· ἐχείρ ἐστι καὶ χείρ. χιτὼν, παρὰ τὸ κεχύσθαι τῶ σώματι. χορδὴ τὸ ἔντερον· παρὰ τὸ χωρεῖν δι’ αὐτοῦ τὴν ἐδωδήν· χελιδὼν, παρὰ τὸ τὰ τείχη δονεῖν ἐν τῷ ἄδειν. χάλαζα, παρὰ τὸ χαλᾶσθαι ἄνωθεν. χλοῦνις, ὁ σῦς· ὁ ἐν χλόη εὐναζόμενος. χύτρα, παρὰ τὸ χύω. χολὴ παρὰ τὸ χέω. Ψ. |
| psi 617 (21t) | ψυχὴ, παρὰ τὸ ψύχω· ὅ ἐστιν πνεῦμα· ἡ τὸ πνεῖν ἡμῖν παρέχουσα. ψώρα παρὰ τὸ ψαύω τὸ κνήθω· τοῦτο γὰρ ποιοῦσιν τῷ πάθει οἱ ἐνεχόμενοι. Ω. |
| omega 617 (26t) | ὦχρος, χροὰς, χροὸς ἄχροος· καὶ ὑπερθέσει τοῦ ο ἄοχρος· καὶ συναλοιφῆ τοῦ ο καὶ α, ὦχρος. |