Etymological WorkἘτυμολογικὸν Ἔργον
Orion of Thebes Etymological Work PDF
The Etymological Work is a fifth-century grammatical treatise by Orion of Thebes, a grammarian who taught in Alexandria and Constantinople. Written in Koine Greek, it is a lexicographical collection of 205 alphabetically ordered entries. Each provides etymological explanations for Greek words, frequently linking vocabulary—including proper names, common nouns, and adjectives—to mythological stories, historical events, or other terms. These etymologies reflect ancient scholarly methods based on phonetic and narrative associations rather than modern linguistic principles. Compiled as an educational tool for students of grammar and rhetoric in late antiquity, the work aimed to systematize and preserve knowledge of the classical Greek language and its literary heritage. Modern scholars regard it as a valuable repository of earlier scholarship, as Orion extensively drew from sources such as the second-century grammarian Herodian and other Alexandrian authorities. The text survives not in a purely original form but is preserved in manuscripts like the Codex Vaticanus Graecus 1456, which includes later expansions and interpolations from other grammarians. Excerpts from Orion’s work were also incorporated into major Byzantine dictionaries, notably the Etymologicum Genuinum and the Etymologicum Gudianum, through which his compilations influenced medieval Greek learning.
| t 1 | ΩΡΙΩΝΟΣ ΘΗΒΑΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΠΕΡΙ ΕΤΥΜΟΛΟΓΙΩΝ. Ἀγαθόν παρὰ τὸ ἄγαν θεῖν ἡμᾶς εἰς αὐτὸ, οἷον ἐφ’ ᾧ ἄγαν θέομεν. |
| alpha 1 [10] | ἔνθεν οὐ λέγομεν ἀγαθώτερος, οὔτε ἀγαθώτατος, ὡς ἐγκειμένου ἐπιτατικοῦ μορίου τοῦ ἄγαν, ἵνα μὴ γένωνται ἐν αὐτῷ δύο ἐπιτάσεις, ἀπό τε τοῦ ἄγαν, καὶ τῆς παραγωγῆς τῆς διὰ τοῦ τερος , ἀλλὰ ῥητέον, μᾶλλον ἀγαθὸς τοῦδε ὅδε. Ἀρετή · αἱρετή τις οὖσα, ἣν αἱροῦνται πάντες· οὕτω Δίδυμος ἐν Ὑπομνήματι. ὁ δὲ Ἡρακλείδης κατὰ μετάθεσιν στοιχείων, ἐρατή τις οὖσα, ἡ ἐπέραστος κτῆσις· ὡς δὲ ἄλλοι, ἀρεστή, καὶ ἀποβολῇ τοῦ σίγμα, ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα. Ἄφενος · Ὅμηρος οὐδετέρως, „ἄφενος καὶ πλοῦτον ἀφύξειν·“ ἄφενος οὖν βαρυτόνως ὁ πλοῦτος· ὀξυτόνως δὲ ἀφενός, ὁ ἄνθρωπος ὁ μετέχων τοῦ ἀφένου· ὡς ἀσφόδελος καὶ ἀσφοδελός. |
| alpha 2 [10] | ἀσφόδελος λέγομεν βαρυτόνως τὴν βοτάνην· ἀσφοδελός δὲ ὁ τόπος ὁ περιέχων τὴν ἀσφόδελον ὀξυτόνως· ὡς Ὅμηρος φησί, „κατ’ ἀσφοδελὸν λειμῶνα,“ τὸν τόπον δηλῶν. ἀφενεός οὖν καὶ ἀφενός, καὶ ἐν πλεονασμῷ τοῦ ι ἀφενειός, καὶ συγκοπῇ ἀφνειός, ὡς ἀδελφεός, καὶ ἀδελφειός. Αὖος , ὁ ξηρός, ἀπὸ τοῦ ὕω· ἀΰω, ἄϋος, καὶ κατὰ συναίρεσιν αὖος, ὁ μὴ ὑγρός· οὕτως Ἀπολλώνιος ἐν τῷ Ῥηματικῷ. Ἀπερείσια , ὧν πέρας οὐκ ἔστιν. |
| alpha 3 [15] | Ἄναυρος , ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός· διὰ τὸ μὴ ἔχειν αὔρας. Ἄνθος , παρὰ τὸ ἄνω θεῖν ἐν τῇ αὐξήσει· οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι ..... ἡ γὰρ δίκταμνος βοτάνη καιομένη ἀπελαύνει τοὺς ὄφεις, καὶ οὐδέποτε ἂν κληθείη ἔλαφος. Ἀγαυός , παρὰ τὸ ἄγαμαι, ἀγαός, καὶ πλεονασμῷ Αἰολικῷ τοῦ υ , ἀγαυός. ὁ δὲ τόνος τοῦ ἀγαυός, οὐκ Αἰολικῶς, ὡς ναός, ναυός. Ἁβρός , ὁ κούφως βαίνων, κατὰ στέρησιν τοῦ βάρους· οὕτως ἐν Ὑπομνήματι Ἀνακρέοντος εὗρον. παρὰ τὸ ἄνευ βίας αἴρεσθαι, καὶ ὀρύττεσθαι· οὕτως ἐν Ὑπομνήματι Σαπφοῦς. Ἀκέων , παρὰ τὸ μὴ χαίνειν, ἀφ’ οὗ τὸ ἡσυχάζειν· τὸ δὲ ἀκέων, εἰ καὶ θηλυκὸν παρασχηματισμὸν ἔχει, „ἡ δ’ ἀκέους’ ἀπεβήσατο,“ ἀλλὰ καὶ ὡς ἐπίῤῥημα πληθυντικῶς εἴρηται τὸ ἀκέων. |
| alpha 4 [15] | Ἄχος , παρὰ τὸ μὴ διαχεῖσθαι, ἀλλὰ συνέχεσθαι τὴν ψυχὴν ἐν τῇ λύπῃ· ὅθεν τὸ χαίρειν εἴρηται, παρὰ τὸ διαχεῖσθαι ὑπὸ τῆς χαρᾶς. ἢ ὃ μὴ ἐθέλει τὶς ἔχειν. ἔχει αὐτὸς ἄχος. Ἄρνυσθαι , καταλλάττεσθαι· ἐπὶ τὸ τῆς χρήσεως τοῦ ἀργυρίου. διὰ τῶν ἀρνῶν τὰς ἀμοιβὰς ἐποιοῦντο οἱ πάλαι, καὶ διὰ τῶν ἄλλων ζώων· ὕστερον δὲ δι’ ἀργυρίου, ὡς καὶ Ὅμηρος· Ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ, .............. ἄλλοι δ’ ἀνδραπόδεσσιν. Ἀταρτηρός , παρὰ τὴν ἄτην ἀτηρός, καὶ διπλασιασμῷ, ἀταρτηρός. Ἀπούρας , ἀπὸ τῶν τοῦ ὅρους ἀποσπώντων, ἀπουρίσας, καὶ συγκοπῇ ἀπούρας. Ἀτρεκές , ὃ μηδεὶς παρατρέχει. |
| alpha 5 [20] | ὅθεν οἱ Δωριεῖς ἀτρεχὲς λέγουσι. Ἀμφισβητεῖν , ἀπὸ τοῦ χωρὶς βαίνειν, ὃ ἐστὶ μὴ συμφωνεῖν, μήτε συμβαίνειν. Αἰγίς , οὐχ, ὥς τινες, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς, ἀλλ’ ἀπὸ τοῦ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην. αἰγίδες, καὶ καταιγίδες, αἱ τῶν ἀνέμων σφοδραὶ πνοαί. Ἄρουραν , παρὰ τὸ ἀροῦν, ἢ παρὰ τὸ ἀραιοῦσθαι αὐτὴν γεωργουμένην. κυρίως δὲ ἡ πρασορὰν καὶ ἀροτρίασιν ἐπιτηδείαν. Ἀθέσφατον , ἀθέφατον ἀντὶ τοῦ πολύ, καὶ πλεονασμῷ τοῦ ς . Ἄελλα , ἡ ἄγαν εἰλοῦσα. ἢ παρὰ τὸ ἄω τὸ πνέω· ἀφ’ οὗ τὸ ἄημι καὶ μετοχικὸν ἀέντες, ἀέσω, οὖν ἄελα, καὶ πλεονασμῷ τοῦ λ , ἄελλα. Ἀγέρωχος , ὁ ἄγαν γερουχῶν, ὡς εἶναι τὸ α ἐπιτατικόν. ἐπὶ δὲ τῶν Ῥοδίων ἀγερώχων, παρὰ τὸ ἐπεισάκτω κεχρῆσθαι τροφῇ. Αἶψα , εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι, ἢ βλάψαι· διὰ δὲ τοῦ βλάψαι, καὶ ἐμποδίζειν ἀνάγκη. τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνεται καὶ εὐκίνητον ἐστίν. Αἰπόλος , ὁ περὶ τὰ ἔπη εἰλούμενος, ἃ ἐστὶν ὄρη, ὃ ἐστὶν αἰπόλος· ἢ περὶ τὰς αἶγας ἀναστρεφόμενος, οἷον αἰπόλος. |
| alpha 6 [20] | Ἄτη , ὥς τινες κατὰ στέρησιν τοῦ α ἀάτη βούλονται εἶναι· τὴν μὲν εὐῶσαν πληρῶσαι ἀγαθὴν εἶναι· ἆσαι γὰρ τὸ πληρῶσαι καὶ κορέσαι. ἐστὶ δὲ καὶ ἀπὸ τοῦ ἄω. ῥήματος δευτέρας συζυγίας, τὸ ἄσαι δηλοῦντος, τὸ βλάψαι. Αἰγιαλός , παρὰ τὸ τὴν ἅλα ἐκεῖ κλᾶσθαι· ἄξαι γὰρ τὸ κλᾶσαι. Ἀλαλητός , παρὰ τὸ ἀλάλην, ἣ ἐστὶν ἔναρθρος φωνή· κατὰ στέρησιν τοῦ λαλεῖν· ἢ κατ’ ἐπίτασιν τοῦ λαλεῖν· οἷον πολύλαλος, θορυβώδης φωνή. Ἀλυσκάζειν , τὸ φεύγειν· παρὰ τὴν ἄλην. οἱ γὰρ φεύγοντες ἀλῶνται. Ἀλύειν , τὸ ἀπορεῖν τὴν ψυχὴν, καὶ ἐν πλάνῃ εἶναι· ἢ παρὰ τὸ ἀλύτως αὐτὴν ἔχειν καὶ συνδεδεμένως. ὁτὲ δὲ ἐπὶ τοῦ χαίρειν· Ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλύοντα. παρὰ τὸ ἄγαν λελύσθαι αὐτὴν καὶ διακεχύσθαι· τοῦ α ἐπίτασιν δηλοῦντος. Ἀσκός , ἀσκός τις ὢν, ὁ ὑγιὴς καὶ ἐσχισμένος, παρὰ τροπὴν τοῦ χ εἰς κ · καὶ τὸ ἀσκηθείς ἐντεῦθεν, ὁ καὶ ἀβλαβής, ἀπὸ μεταφορᾶς τοῦ ἀσκοῦ, κατὰ τὸ ἕτοιμον, ἢ τὸ ἀληθές. |
| alpha 7 [25] | Ἀβληχρόν , δύναται τὸ α κατ’ ἐπίτασιν σφόδρα ἀσθενές· βληχρὸν γὰρ τὸ ἀσθενές, ἀπὸ τῆς τῶν προβάτων φωνῆς· τὸ γὰρ βληχρὸν ἐπ’ αὐτῶν εἴρηται. πολλάκις δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ τάττεται τὸ βληχρὸν, ὡς εἶναι παρὰ τὸ βάλλειν εἰς γῆν. ποτὲ δὲ καὶ τὸ ἀναιρεῖν, ὡς δύνασθαι τὸ ἀσθενὲς δηλοῦν, καὶ πάλιν τὸ ἰσχυρόν, τοῦ α ἀναίρεσιν καὶ ἐπίτασιν δηλοῦντος. οὕτως εὗρον ἐν τῷ περὶ Παθῶν Ἡρωδιανοῦ. Ἄλθετο , ἐθεραπεύετο. ἀπὸ τοῦ ἀλδαίνω, τὸ αὐξάνω. Ἄχνη , τὸ λεπτότατον τῶν ἀχύρων, ὧν οὐκ ἄν τις ἔχεσθαι δύναται διὰ τὴν σμικρότητα. Ἀχυρμιαί , οἱ τόποι τῶν ἀχύρων, οἷον ἀχυριαί τινες οὖσαι, καὶ πλεονασμῷ τοῦ μ , ἀχυρμιαί. Ἅλιον , τὸ μάταιον, τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον, ἢ παρὰ τὴν ἅλα· ἀπὸ τοῦ εὐχρηστεῖν εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ. Ἀντίβιον , παρὰ τὸ τὴν βίαν εἰς τὸ ἐναντίον ἐνεγκεῖν τὸν μαχόμενον. Ἀντιβολῆσαι · οἷον ἀντιμολῆσαι· κατὰ μετάθεσιν τοῦ μ εἰς τὸ β . Ἀμφιλύκη , κατὰ τροπὴν τοῦ γ εἰς τὸ κ · λυγαῖον γὰρ τὸ σκοτεινόν. παρὰ τὸ λύειν, ἢ μὴ ἐὰν συστῆναι τὴν αὐγήν. οὕτως εὗρον .... καὶ ἡ λύγη ἡ σκιὰ ἡ λύουσα τὴν αὐγήν. Ἀσχαλάαν , τὸ ἀπορεῖν, ἀπὸ τοῦ μὴ εἶναι ἐν σχολάσματι, οἷον ἀσχαλάαν καὶ διαχεῖσθαι τὴν ψυχήν. Ἀτυχθείς , ἀντὶ τοῦ ἀτυχείς, οὐ βουλόμενος τυχεῖν, ἀλλ’ ἀποτρεφόμενος εἰς τὸ διαμαρτάνειν τοῦ ἀποτρέχοντος. |
| alpha 8 [25] | Ἀκήν , ..... ἐν τῷ ἀκμαιοτάτῳ τῆς σιωπῆς ἐγένοντο· ἀκὴ γὰρ ἡ ἀκμή. Ἀζηχές , παρὰ τὸ ἄδδην, κατὰ συγγένειαν τοῦ ζ πρὸς τὸ δ . Ἀπεκαίνυτο , ἐνίκησε· παρὰ τὸ τοὺς ἰκῶντας αἴνυσθαι καὶ λαμβάνειν ἔπαθλον· οἱ δὲ παρὰ τὸ καίνειν καὶ φονεύειν· ὥστε κυρίως τὸ ἀπεκαίνυτο ἐπὶ τῶν ἀγωνιζομένων. Ἀλδαίνειν , παρὰ τὸ ἅλλεσθαι καὶ πηδᾷν κατὰ τὴν αὔξησιν. Ἀκιδνοί , παρὰ τὸ μὴ κίειν δι’ ἀσθένειαν. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. δύναται καὶ παρὰ τὸ αἰκίζω αἰκιδνός, καὶ ἀποβολῇ τοῦ ι ἀκιδνόν, τὸ ἀκισμένον καὶ εὐτελές. ὁ μὴ κο νημένος ἀκινός τις ὢν, καὶ πλεονασμῷ ου γνός. Ἅψεα ἀπὸ τοῦ ἅπτεσθαι ἀλλήλων τὰ μέλη, ἀπὸ ῥήματος τοῦ ἅπτω, ἅψω, τὸ ἅψος· καὶ ἅψεα πληθυντικῶς. Αἱμασιά , ἀπὸ τοῦ αἱμάσσεσθαι τοὺς ὑπερβαίνοντας τὰς ἀκάνθας. Ἄλεισον , τὸ ποτήριον· ἐκ τοῦ ἄλεσιν καὶ ἀθρόον ποιεῖν· οὕτως ἐν Ὑπομνήματι εὗρον Ὀδυσσείας. Ἄμυστις , ἐξ ἧς ἐστὶν ἅμα πιεῖν ἡ φιάλη χωρὶς τοῦ δαπνεῦσαι. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἀριστοφανίκου. Αἶσα , ἡ ἀεὶ οὖσα ἴση, καὶ μὴ μεταβαλλομένη Ἀρνεῖσθαι , ἀπὸ τοῦ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραιτήσει. Ἀράχνια , παρὰ τὸ ἀναῤῥιχᾶσθαι εἴρηται· ἢ παρὰ τὸ τὴν ἀραιότητα· ἀραιὸν δὲ τὸ λεπτόν. |
| alpha 9 [15] | οὕτως εὗρον ἐν Ὑπομνήματι εἰς τὴν Ὀδύσσειαν. Αἰπύς , ὁ χαλεπὸς καὶ σκληρός· παρὰ τὸ αἶπος, τὸ ἀκρωτήριον, τὸ τραχύ. Αἰπὰ ῥέεθρα, παρὰ τὸ αἰπὺ αἰπέα· ὅθεν τὸ α βραχύ. αἰπὰ οὖν ῥέεθρα τὰ δύσβατα· ἀπὸ μεταφορᾶς τῶν ἀκρωρειῶν· αἶπος γὰρ τὸ ἀκρώρειον. Ἀθερίζειν , ἀπὸ τῶν ἀθέρων, ἢ ἀπὸ τῶν θερίζεσθαι μὴ δυναμένων καρπῶν διὰ σμικρότητα. ἀθερίζειν οὖν, τὸ ἐξευτελίζειν, καὶ σμικρύνειν. Ἄμη , τὸ σκαφεῖον· παρὰ τὸ ἀθροῖσαι καὶ ἐπισπᾶν· ἔνθεν καὶ τὸ ἀμήσατο παρὰ τῷ Ποιητῇ ἐπὶ τοῦ θερίζειν, παρὰ τὸ ὁμοῦ ἐπισπᾶν. Ἀσκελὲς τὸ σκιῤῥόν· παρὰ τὸ ἄγαν ἐσκληκέναι· ὅθεν καὶ σκέλος εἴρηται τὸ ἄγαν ἐσκληκός· καὶ Ἀσκληπιός, ὁ μὴ ἐῶν ἐσκληκέναι, ἤτοι ξηραίνεσθαι καὶ ἀποθανεῖν τῶν θεραπευομένων τὰ σώματα. Ἀθηρῆ λοιγόν, τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζουσιν, ἤτοι τὸ τοὺς ἀθέρας συλλέγον. Ἀποβρίξαι , ἀπὸ τοῦ τὴν βορὰν καὶ τοῦ ἵζειν καὶ κατανεύειν· ὥστε κυρίως τὸ ἀποβορᾶς νυστάζειν. |
| alpha 10 [15] | οἱ δὲ παρὰ τὸ βρί. βαρύνονται γὰρ οἱ εἰς ὕπνον καταφερόμενοι. Ἀλαᾶσαι , παρὰ τὴν ἄλην· οἱ γὰρ τυφλώττοντες ἀλῶνται. ἢ κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν. Ἀλωή , τὸ σύνδενδρον χωρίον, παρὰ τὴν ἄλσιν καὶ τὴν αὔξησιν· ὅθεν ἴσως καὶ τὸ ἄλσος. Ἀκτή , ἐπὶ τοῦ καρποῦ, παρὰ τὸ κτεαχθῆναι, τῷ ἀλήθεσθαι. ἐπὶ δὲ τοῦ παραθαλασσίου τόπου, παρὰ τὸ κατάγνυσθαι εἰς αὐτὴν τὰ κύματα. Ἀμαυρόν , τὸ μὴ ὁρώμενον, ἢ τὸ μετὰ αὔρας φερόμενον. ὁ δὲ Φιλόξενος φησί, παρὰ τὸ μαίρω, τὸ λάμπω, ὅθεν μαρμαίρω, ὡς καίω καύσω, καὶ κλαίω κλαύσω· οὕτω καὶ παρὰ τὸ μαρμαίρω· κατὰ στέρησιν ἀμαυρός. Ἀσάμινθος , ἡ λεκάνη, παρὰ τὸ ἄσην τοῦ σώματος μινύθειν· τουτέστι τὸν ῥύπον. Ἄμπελος , παρὰ τὸ ἄνω πελάζειν· οἷον ἀνάπελός τις οὖσα. Ἀποφώλια , ἀπαίδευτα· φωλεὰ γὰρ τὰ παιδευτήρια ἔλεγον· παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ ἐνδιατρίβειν. |
| alpha 11 [25] | κυρίως δὲ φωλεὸς ὁ σκοτεινὸς τόπος, παρὰ τὸ ἀπολωλέναι τὸ φῶς ἐκεῖ. Αὖον , τὸ πρὸς αὔην καὶ καῦσιν ἐπιτήδειον. Ἀρά , παρὰ τὸ ἐν τῷ ἀρᾶσθαι εἰς οὐρανὸν ἐκτείνειν ** τὰς χεῖρας. Ἀχλύς , ἡ ἄγαν εἰλύουσα καὶ ἀποκρύπτουσα τὰ ὁρᾶσθαι μέλλοντα. Ἄπιος , ἡ ἥκιστα πίνουσα ὀπώρα. ἥδεται γὰρ ξηρᾷ γῇ ἡ τοιαύτη ὀπώρα. ἔστι δὲ ὀπώρα οὕτω λεγομένη. Ἀφλοισμός , ἀφρὸς, οἱονεὶ ἀφρασμός. Ἀκήν , παρὰ τὴν ἄγην, τὴν ἔκπληξιν, ἥτις οἶδε ποιεῖν ἀφωνίαν· τροπῇ οὖν τοῦ γ εἰς κ , ὡς λυκόφως παρὰ τὸ λύγον τὸ σκοτεινόν. τινὲς δὲ παρὰ τὸ μὴ χαίνειν, τροπῇ τοῦ χ εἰς κ . Ἀτύζεσθαι , ταράττεσθαι· παρὰ τὸ ἐν ἄτῃ ταράττεσθαι. Ἄμυδις , Αἰολικῶς· παρὰ γὰρ τὸ ἅμαδις καὶ ἄμυδις, τροπῇ τοῦ α εἰς υ κατ’ Αἰολεῖς, ὡς σάρκες, σύρκες. Ἄντυγες , αἱ ἀνωτάτω τοῦ ἅρματος τετυγμέναι· καὶ γὰρ καὶ ἡ εἰς τὸ κάτω τετυγμένη καταίτυξ καλεῖται. Ἀμάρα , τὸ ὑδραγώγιον τὸ ἐπὶ τοῦ ἐδάφους· διὰ τὸ περὶ τὰς αἱμασιὰς ῥεῖν· ἢ ὅτι οὐκ ἐᾷ τὰ παραπεφυτευμένα αὐτῇ μαραίνεσθαι. Ἀράβησεν , κυρίως ἐπὶ τῆς ἔρας βοή ἐράβησε, καὶ τροπῇ τοῦ ε εἰς α ἀράβησε. |
| alpha 12 [20] | καταχρηστικῶς δὲ ἐπὶ τοῦ ἄρεας. Ἄκος , κυρίως τὸ, σιδήρῳ θεραπεύεις εἰς ἀκὴν ἀποξυμμένῳ· ἔνθεν καὶ τὸν ἰατρὸν Φρύγες ἀκεστὴν λέγουσι. τὴν δὲ διὰ τῶν ὀξειῶν ῥαφιδίων ἰωμένην τὰς τῶν ἱματίων λακίδας ἀκέστριαν Ἀθηναῖοι καλοῦσιν. Ἀσφάραγον , τὸν βρόχον, ἀπὸ τῆς ἐν τῷ λαλεῖν διαστάσεως. τὸ γὰρ διατείνεσθαι σφαραγεῖν ἔλεγον. οὔθατα γὰρ σφαραγεῖν τὸ, ὥστε τὸ α κατ’ ἐπίτασιν λαμβάνεσθαι. δύναται δὲ τὸ σφαγεῖν μετάθεσιν ἔχειν τοῦ π εἰς φ . παρὰ τὸ σπᾶν, ὃ ἐστὶ διατείνεσθαι. Ἀφάρτεροι , ταχύτεροι. παρὰ τὸ ἄφαρ. ἔνθεν Ἀλεξανδρεῖς ἀφαρὶ λέγουσι τὸ ἐσπουδασμένως καὶ ἀπερισκέπτως. Αἱμύλος , ὁ πανοῦργος. παρὰ τὸ δαίω, δαίσω, δαίμων ὁ ἔμπειρος, καὶ ἀποβολῇ τοῦ δ αἵμων. Ὅμηρος φησίν αἵμονα θήρης τούτου ὑποκοριστικόν, αἱμύλος· αἱμύλιος κτητικόν. αἱμυλίοισι λόγοις, ἀντὶ τοῦ ἐμπείροις καὶ συνετοῖς. Ἄνεμοι , οἱονεὶ ἀμενοί τινες, οἱ μὴ μένοντες, καὶ τροπῇ τοῦ ν εἰς μ ἄνεμοι· μᾶλλον δὲ μεταθέσει τοῦ στοιχείου· οἱ μὴ ἠρεμοῦντες, μηδὲ ἐν ταὐτῷ μένοντες. Ἀπηλεγέως , ἤτοι ἁπλῆ, ἀπληγέως, καὶ ἁπελῶς, ἢ ἀπολεγέως, ἀφροντίστως· παρὰ τὸ μὴ λέγειν. |
| alpha 13 [30] | Ἄμαθος , ἡ τῆς πεδιάδος, ἧς οὐκ ἔστι μαθεῖν μέτρον καὶ ἀριθμόν. Ἀλκύων , παρὰ τὸ ἐν τῇ ἁλὶ κύειν. Ἀσύφηλον , παρὰ τὸ ἆσαι καὶ φηλῶσαι, ἤτοι κακῶσαι, ἢ ἀπαίδευτον καὶ ἀνόητον· καὶ Αἰολικῶς ἀσύφελον, ὡς ὄνομα, ὄνυμα. Ἀβροτάξομεν , κυρίως ἐπὶ τῶν τοξοτῶν τὸ ἀποτυχεῖν, παρὰ τὸ βροτοῦ μὴ τυχεῖν. Ἀφυσγετόν , μετὰ πλεονασμοῦ τοῦ ς , τὸν μὴ ἀναφεύγοντα· ἀ ῥεύματος φερόμενον· ἢ ἀπὸ τοῦ καταφερόμενα· συναφὴν ποιεῖν καὶ μὴ χωρίζεσθαι, ἢ παρὰ τὸ ἀφύσσεσθαι· ἀπὸ τοῦ ῥεύματος. Ἁλῶναι , ἐπὶ τῶν ἰχθύων, παρὰ τὸ ἐν ἁλὶ ληφθῆναι. Ἀμέρδω , τὸ ἀφαιρεῖσθαι καὶ στέρεσθαι. κυρίως δὲ τὸ μερίδος ... οὗτινος οὖν στέρεσθαι. κυρίως ἀμερίζειν· καὶ τροπῇ τοῦ ζ εἰς δ . Αὐλός , παρὰ τὸ αὖσαι καὶ φωνῆσαι· αὖε δ’ Ἄρης. παρὰ τὸ ἄω τὸ πνέω καὶ πλεονασμῷ τοῦ υ . Ἀστεροπή , κατὰ πλεονασμὸν τοῦ α · εἴρηται γὰρ παρὰ τὸ στεριάκειν τοὺς ὦπας τὸ ὁρᾶν διὰ τῆς ἀντιτύποσης λαμπηδόνος. Ἀζηχής , ἀπὸ τοῦ ἄζη, ἣ ἐστὶ ξηρασία, ἐναντία τοῖς θάλουσι καὶ χλωροῖς, κατὰ στέρησιν τοῦ ζῆν· τὰ γὰρ ζῶντα καὶ χλωρὰ ἐστὶν, ὡς ἐπὶ δένδρων. καταστρέφει οὖν εἰς τὰ σκληρά. οἱ δὲ ἀντὶ τοῦ ἀδιαλείπτως, παρὰ τὸ ἄδην, ἀδηχὴς καὶ ἀζηχής. Ἀσπαστός , ὃ ἄν τις πρὸς ἑαυτὸν σπάσαιτο, ἵν’ ᾖ κατ’ ἐπίτασιν. Ἀγαυρός , παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι. |
| alpha 14 [30] | ἢ παρὰ τὸ γαίων, τὸ γαυριῶν· ἢ παρὰ τὸ ἄγην τὴν ἔκπληξιν, ἀγηρός. οὕτως εὗρον ἐν τῷ περὶ Παθῶν Ἡρωδιανοῦ. Ἄῤῥην , τὸ πρόβατον, παρὰ τὸ ἀρῶμαι· τὸ εἰς θυσίαν καὶ εὐχὴν ἐπιτήδειον. κατὰ δὲ ἀποβολὴν ῥήν, καὶ σύνθετον πολύῤῥην. ἡ δὲ γενικὴ ἀῤῥῆνος καὶ συγκοπῇ ἀρνός. τὸ δὲ ἀρᾶσθαι ἐπὶ τοῦ εὔχεσθαι. Αἰώρα , ἐκ τοῦ αἴρω, τὸ ἐπαίρω, αἶρα, καὶ αἰώρα. Ἀμβλύς , ὁ μὴ εὐθετῶν εἰς πόλεμον. ἀμωλύς· καὶ ὡς ἵππος ἱππύς· καὶ μῶλος μωλύς. καὶ κατὰ στέρησιν ἀμωλύς· καὶ συγκοπῇ ἀμβλὺς πλεονασμῷ τοῦ β . Αὖρα , παρώνυμον κατὰ ἀναστροφὴν, ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν· ὡς ξυστὴρ, ξύστρα· γαστὴρ, γάστρα· καὶ ἀὴρ, ἄρα, καὶ πλεονασμῷ τοῦ υ αὖρα· ὡς αἱ γράες, γραῦς· αἱ νάες, ναῦς. Ἀνάγκη · ἀνάσσω, ἀνάξω· ἀνάγκη πλεονασμῷ τοῦ γ . Ἄγγος · ἄγω τὸ φέρω, ἄγος, καὶ πλεονασμῷ τοῦ γ ἄγγος, ἐν ᾧ τὶς ἄγεται. Ἀγρός , παρὰ τὴν ἄγραν ἐν ᾧ γίνεται· ἢ παρὰ τὸ ἀρῶ, ἀρὸς καὶ ἀγρὸς, πλεονασμῷ τοῦ γ . Ἀβλεμέως , πλεονασμῷ τοῦ β , οἷον ἀμελῶς, ὑπέρθεσις ἀλεμέως, καὶ ἐπένθεσις τοῦ β , ἀβλεμέως. Ἀκμή , παρὰ τὸ ἀκὴ, καὶ πλεονασμῷ τοῦ μ , ἀκμή. Αὔριον , πλεονασμῷ τοῦ ρ · ἐστὶ γὰρ παρὰ τὴν αὔω Αἰολικῶς εἰρημένην φωνήν. οὕτω γὰρ λέγουσι τὴν ἠὼ αὔω· τὴν αὔριον οὖν τὴν ἐπιοῦσαν ἡμέραν, αὔω, αὔϊον, καὶ πλεονασμῷ τοῦ ρ , αὔριον. Ἀφορδία , ὁ εἰς τὸ ἀποπατεῖν τόπος· πλεονασμῷ τοῦ ρ , ἀφοδία ἀφορδία. Ἀφυσγετός , ἀφύσσω, τὸ ἐπαντλῶ, καὶ ἐξ αὐτοῦ ἀφυγετὸς καὶ ἀφυσγετός. |
| alpha 15 [20] | Ἄγχειν , παρὰ τὸ ἄγω· τί γὰρ ἐστὶ τὸ ἄγχειν ἢ τὸ ἄγειν τὸν λάρυγγα καὶ συνάγειν; Ἀχανής , παρὰ τὸ ἄγαν κεχηνέναι. Ἀκρίς · ἡ μεγαλοκέφαλος, παρὰ τὸ ἄγαν ἄκραν εἶναι· οἱ δὲ παρὰ τὸ τοὺς ἄκρους στάχυας νενέμεσθαι. Ἀσκληπιός · παρὰ τὸ τὰ σκέλη ἤπια ποιεῖν, ἢ ἀπὸ μέρους ὅλον τὸ σῶμα· ἀσκεληποιὸς οὖν ἐστὶ, καὶ συγκοπῇ Ἀσκληπιός. .... Ἔπαινος, παρὰ τὸ ἰαίνω, ἀποβολῇ τοῦ ι , αἶνος, παρὰ τὸ διαχεῖν καὶ χαίρειν τὴν ψυχὴν τούτῳ. δύναται γὰρ καὶ ἐπὶ τοῦ μυθώδους καὶ παροιμιακοῦ λόγου· ἰαινόμεθα γὰρ τῇ εὐηγήσει τῶν τοιούτων λόγων. Ἄστρον , παρὰ τὸ αἴθω· ἄστρον, ἀποβολῇ τοῦ ι . Ἀμαλδῦναι , παρὰ τὸ μαίρω· ὁ μέλλων μαρῶ· ἀφ’ οὗ μαραίνω· μεταθέσει τοῦ ρ εἰς λ , μάλω· παράγωγον ἀμαλύνω, καὶ πλεονασμῷ τοῦ δ , ἀμαλδύνω· κυρίως τὸ διὰ πυρὸς ἀφανίσαι. Ἄνδηρα , τὰ χώματα, καὶ τὰ χείλη τῶν ποταμῶν, παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν. Αἰδοῖα , ἀπὸ τοῦ ἀνοιδαίνειν ἐπὶ συνουσίαν ὀργῶντα· οἷον ἀοιδοῖα τινὰ ὄντα, καὶ τροπῇ τοῦ ο , αἰδοῖα. Ἀστράγαλος , ἀπὸ τοῦ ὀρθὴν καὶ ἀστραβῆ φυλάσσειν τὴν βάσιν τοῦ . |
| alpha 16 [20] | ..... καὶ πλεονάσαντος τοῦ ρ , ἀστράγαλος· οὐ πρὸς τὸ μένειν καὶ ἑστάναι γεγονώς, ἀλλὰ πρὸς τὸ κινεῖσθαι. ἐπεὶ δὲ τῶν ἄλλων ὀστέων τῶν ἐπὶ τῷ νώτῳ. παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφεσθαι. Αἷμα , παρὰ τὸ ἔσω, ὡς ἅμμα, καὶ δεσμὸς πάντων δυναστεύων· ὡς Ἐμπεδοκλῆς ὁ φιλόσοφος φησίν· αἷμα γὰρ ἀνθρώποις περικάρδιον ἐστὶ νόημα. Ἄνθρωπος , κατὰ Πλάτωνα παρὰ τὸ ἀθρεῖν καὶ νοεῖν ἃ δὴ ὄπωπε καὶ εἶδε· τῶν ἀλόγων μὴ λογιζομένων καὶ προνοουμένων. οὐ γὰρ ἂν ἰχθῦς εἰς κύρτον εἰςῆλθεν, ὁρῶν ἄλλον κρατούμενον. οἱ δὲ παρὰ τὸ ἀνακλῶντα τὴν ὄψιν ἄνω ἀθρεῖν· οἱ δὲ παρὰ τὸ ἔναρθρον ἔχειν ἔπος, τουτέστι φωνήν. Ἄναξ , ὁ ἄνω ἀΐσσων κατὰ δύναμιν τοῦ κρατεῖν. Ἀνήρ , παρὰ τὸ ἄνω, ὃ ἐστὶν ἀνύω. πρακτικὸν γὰρ ὁ ἀνὴρ, ἢ ἡ γυνή. Ἀνθερεών , διὰ τὸ θορεῖν δι’ αὐτοῦ τὸ πνεῦμα· ἢ οἷον ἐνθερεών, ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖται καὶ ἐν τῷ καταπίνειν ἀνατρέχει. ὡς δὲ ἄλλοι, παρὰ τὴν ἄνθησιν τῶν τριχῶν. Αὐχήν , ἀπὸ τῆς ἄνω τῆς κεφαλῆς νεύσεως, ἐπὶ τῶν αὐθάδων, ἢ ἐπί τισιν αὐχούντων. |
| alpha 17 [25] | Ἀρτηρία , οἷον ἀεροτηρία, ἀπὸ τοῦ περιέχειν τὸ πνεῦμα καὶ τηρεῖν. δύναται καὶ κατὰ μετάθεσιν τοῦ λ εἰς ρ , οἷον ἀλτηρία παρὰ τὴν ἄλσιν. Ἀγοστός , ὁ ἄγαν ὀστώδης τόπος, ἢ διὰ τὸ ἐπάγεσθαι καὶ ἐπίκαμειν τὴν χεῖρα. Ἀγκών , ἀπὸ τοῦ κατ’ αὐτὸν ἄγεσθαι τὴν χεῖρα, καὶ οἷον ἄγνυσθαι· Χρύσιππος δὲ ἐγκὼν, ἀπὸ τοῦ ἐγκεῖσθαι τῷ ἑτέρῳ ὀστέῳ τὸ ἕτερον. Ἀράχις , παρὰ τὸ μὴ δύνασθαι τινὰ κνήσασθαι τῇ ἰδίᾳ χειρί, ὡς Ὅμηρος φησίν· κατάκνηστιν μέσα νῶτα. Αἴγειρος , παρὰ τὸ αἴρεσθαι εἰς ὕψος, καὶ αὔξεσθαι· ὅθεν Ὅμηρος φησί· μακεδνῆς αἰγείροιο. οὕτως εὗρον ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανοῦ. Ἄτρακτος , ταράσσω ταρακτός· ἀτάρακτος, καὶ συγκοπῇ ἄτρακτος. Ἄνω , παρὰ τὸ ἀφανὲς ἀφανῶς ἔδει περισπωμένως· ἐξέστι τὸ ς καὶ μετέστη ὁ τόνος· ἐπειδὴ τὰ εἰς ω λήγοντα ἐπιῤῥήματα δισσύλλαβα, μὴ ὄντα Δώρια, βαρύνουνται· πόῤῥω, κάτω, ἔξω. Ἀστεροπή , ὄπτω, ὀπτή, ἀστεροπτή· κατ’ ἀποβολὴν τοῦ τ ἀστεροπή. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν. Ἄορες , αἱ γυναῖκες, κατὰ ὑπέρθεσιν, παρὰ τὸ ἀορίζειν· ἔνθεν καὶ τὸ ὁ ἄρων. Αἶρα , ἡ σφύρα· Καλλίμαχος, αἰράων ἔργα διδασκόμενος· παρὰ τὸ ῥαίω τὸ φθείρω· κατὰ Δωριέας φθερῶ φθάρα, κατὰ ἀποβολὴν τοῦ φθ . |
| alpha 18 [25] | Ἀλλότριος , πλεονασμῷ τοῦ τ . ἀλλοόριος γὰρ ἐστὶν ὁ ἄλλων ὁρίων ὑπάρχων. Ἀνία , ἀνίατος τὶς οὖσα, ἢ δυσίατος· τὸ γὰρ αν οὐ μόνον στέρησιν δηλοῖ, ἀλλὰ καὶ τὸ δυς . Ἀκριβής , τινὲς παρὰ τὸ ἄχρι καὶ βαιόν. Ἀμφιτρίτη , παρὰ τὸ τρεῖν, ὃ ἐστὶ φοβεῖσθαι· ἡ φοβερὰ τοῖς πλέουσιν. Ἀμείνων , παρὰ τὸ μεῖον· ὁ μὴ ἐλάσσων τινός. ἐστὶ δὲ πλεονασμῷ τοῦ ν , οἷον ἀμείων τις ὤν. Ἀρειή · ἡ ἀπειλή, Ἄρεως γενικῆ· ἁρμόττει δὲ πολεμικῷ προσώπῳ τὸ ἀπειλεῖν. Ἀτειρής , παρὰ τὸ τέρεν τὸ ἁπαλὸν, τὸ εὐχερῶς τειρόμενον. Ἄβαξ , ὁ μὴ βάσιν ἔχων· καταχρηστικῶς δὲ ἐπὶ τοῦ οἱουδήποτε σανιδίου. Ἀγρυπνία , ἀϋπνία τὶς οὖσα, κατὰ πλεονασμὸν τῶν συμφώνων τοῦ γρ . Ἀγρυπνία· οὕτως Ἡρωδιανός. Ἀχαῖα , ἡ Δημήτηρ. μέμνηται τοῦ ὀνόματος Ἀριστοφάνης. εἴρηται δὲ ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ τὴν Περσεφόνην. τινὲς δὲ ἀπὸ ἱστορίας τοιαύτης. τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ τῆς Τανάγρας, ἐκέλευσε κατ’ ὄναρ ἡ Δημήτηρ φανεῖσα αὐτοῖς ἀκολουθῆσαι τῷ γινομένῳ ἤχῳ, καὶ ὅπου ἂν παύσεως, ἐκεῖ πόλιν κτίσαι. |
| alpha 19 [35] | καὶ διόδευον ἀκούοντες ψόφον κυμβάλων καὶ τυμπάνων. καὶ παυσαμένων περὶ τὴν Ἀττικὴν, ἔκτισαν πόλιν, καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος. οὔτως εὗρον ἐν Ὑπομνήματι εἰς Ἀριστοφάνην. Ἄρης , παρὰ τὴν ἀρὰν, τὴν βλάβην τὴν ἀπὸ τοῦ πολέμου. Ἀὴρ , παρὰ τὸ ἠρτῆσθαι τοῦ αὔοντος, ὃ ἐστὶ καίοντος αὐτὸν αἰθέρος. ἢ ἀπὸ τοῦ ἄειν καὶ πνεῖν. ἡ κίνησις γὰρ αὐτοῦ ποιεῖ τὸν ἄνεμον. ἢ ἀπὸ τοῦ ἐν αὐτῷ τινὰ ζῶα αἴρειν καὶ κουφίζειν. Ἀμβροσία , ἡ τῶν θεῶν τροφὴ, ἧς βροτὸς οὐ μετέχει. Ἀγγεῖον , ἀπὸ τοῦ διάγειν τὶ δι’ αὐτῶν. Ἄγκη , τὰ τῶν ὀρῶν κοιλώματα, ἀπὸ τοῦ συγκεκόφθαι, καὶ συνδεῖσθαι. Ἀχλύς , ἀπὸ τοῦ τὰς ὄψεις ὀχλεῖν καὶ λυπεῖν. οὕτως Ἡρακλείδης ὁ Ποντικὸς ἐτυμολογεῖ. Ἀήτης , ὁ ἄνεμος, παρὰ τὸ ἀεῖν καὶ πνεῖν. ἀῶ, ἀήσω, ἀήτης. οὕτως Ἡσίοδος φησίν· διασκιδνᾶσιν ἀέντος. Ἀμνός , στερητικὸν τοῦ α ἔγκειται. ὁ ἐκ τοῦ μνοῦ μεταβεβηκώς. μνοῦς δὲ λέγεται ἡ μαλακὴ θρὶξ ἡ ἐκ γενετῆς παντὸς ζώου. Ἀσπάζεσθαι , κατὰ στέρησιν τοῦ μὴ ἀποσπᾶν. ὁ γὰρ διαλυόμενος ἀπὸ τινὸς καὶ ἐχθραίνων, ἀποσπᾷ ἑαυτὸν ἀπ’ αὐτοῦ. καὶ Ὅμηρος· ὁ δὲ δεξιτερὴν χεῖρα σπάσεν Ἀντινόοιο. Ἄλα , τὴν θάλασσαν, παρὰ τὸ ἅλις. ἀθρόον γὰρ ὕδωρ ἐστίν. Ἀβροτάξαι , κυρίως ἀπὸ τῶν ἐν τῷ πολέμῳ ἀποτυγχανόντων βροτοῦ. Ἄτλας , κατὰ στέρησιν τοῦ τλῆναι, τουτέστι κοπιᾶν. Ἀκολασία , κατὰ στέρησιν ἔγκειται τοῦ α . παρὰ τὸ μὴ κολάζεσθαι τὴν ἐπιθυμίαν, ὃ ἐστὶν ἐκκόπτεσθαι. Ἄνεως , ἰά, ἡ φωνὴ, πλεονασμῷ τοῦ ω , ἰωή. ἀπὸ τοῦ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· καὶ κατὰ στέρησιν ἰέναι ἄνιος, ὡς χῶρα ἄχωρος· μεταθέσει τοῦ ι εἰς ε , ἄνεος, καὶ Ἀττικῶς ἄνεως. |
| alpha 20 [35] | δύναται καὶ παρὰ ῥῆμα τὸ αὔω, αὖε δ’ Ἄρης ἑτέρωθεν. ὄνομα ῥηματικὸν, ἄναυος, ἀποβολῇ τοῦ υ , ἄναος, Ἀττικῶς ἄνεως. αὔω δὲ ἄναυος, ὡς αὐδῶ ἄναυδος, φυτὼ νεόφυτος. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Ἄχερδος , βοτάνη ἣν οὐκ ἐστὶ τῇ χειρὶ ἑλεῖν. ἀκανθώδης γάρ. Ἀμέρδω , μείρω, μερίζω, ἀμέρω, καὶ πλεονασμῷ τοῦ δ ἀμέρδω, ὥσπερ καὶ δείω δείδω. κυρίως τὸ ἀποστερεῖν μερίδος. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων δηλοῦται. Ἀκμή , παρὰ τὸ κμῶ, ὃ ἐστὶν ἀπὸ τοῦ κάμω συγκοπὲν, καὶ μετὰ τῆς α στερήσεως, ἀκμή, μὴ κάμνουσα ταχέως. Ἀσκελές , παρὰ τὸ σκέλω, καὶ ξηραίνω. καὶ ἀσκελὲς τὸ ἄγαν σκληρόν. ὅθεν τὸ σκέλος. οὕτω Φιλόξενος. Ἄσωτος , παρὰ τὸ σῶ, οὗ παρακείμενος σέσωσμαι, ὁ μέλλων σώσω, σωτὸς, ἄσωτος· ὡς πληρώσω πληρωτὸς, ἀπλήρωτος. Ἅμαξα , ἄξω, ἄξα· ἅμαξα σύνθετον. Ἄρδην , παρὰ τὸ αἴρω ἄρδην· ὡς φύρω φύρδην· μίγω μίγδην. οὕτω Φιλόξενος. Αἴγλη , ἀΐσσω, ἀΐξω· κατὰ συναίρεσιν αἴξω, ὄνομα αἴγλη, ἡ ὀξέως ἀποπεμπομένη. οὕτω Φιλόξενος. Αὐλή , αἴω τὸ πνέω· οὗ ὁ μέλλων ἄσω, ὡς ἀπὸ βαρυτόνου· πλεονασμῷ τοῦ υ , αὔσω. ὄνομα ῥηματικὸν αὐλή. Ἄγκος , οἱ κοῖλοι τόποι τῆς γῆς, παρὰ τὸ κέω· οὗ κατὰ συναλοιφὴν κῶ, δηλοῦν τὸ κεῖσθαι. Ἄμωτον , παρὰ τὸ μένω, μητὸς ἄμητος· ἐὰν δὲ σημαίνῃ τὸ ὑπομονητικὸν, τὸ α ἐπιτατικόν. Ἀχανές , παρὰ τὸ χαίνω, κατ’ ἐπίτασιν τὸ λίαν χαῖνον· δηλοῖ δὲ καὶ στέρησιν τοῦ χαίνειν· οἷον ἐνεὸν εἶναι καὶ μὴ διάραι τὸ στόμα δύνασθαι. Ἀσχαλάαν , παρὰ τὸ ἄχω τὸ λυπῶ· οὗ παθητικὸν ἄχομαι· νῦν δ’ ἄχομαι κακότητι. παράγωγον ἀχάλλω, καὶ πλεονασμῷ τοῦ ς , ἀσχάλλω. |
| alpha 21 [25] | οὕτω Φιλόξενος. ὁ δὲ αὐτὸς φησίν· παρὰ τὸ σχῶ σχάλλω, καὶ μετὰ τῆς α στερήσεως, ἀσχάλλω. Ἀποδρᾶν , παρὰ τὸ δρῶ τὸ ὑπηρετῶ, ὅθεν δρηστῆρες παρ’ Ὁμήρῳ. τὸ οὖν ἀποδρᾶν ἐστὶ, τὸ ἔξω γενέσθαι τῆς δεούσης ὑπηρεσίας. οὕτω Φιλόξενος. Ἀϊδνός . εἴδω τὸ βλέπω, ἢ φθίνω. ῥηματικὸν ὄνομα, ἰδνός, μετὰ τῆς α στερήσεως, ἀϊδνὸς, ὡς στίλβω στιλπνός. Αἴσυλος , ἀπὸ τοῦ ἄσω μέλλοντος, τοῦ δηλοῦντος τὸ βλάψω. Ἀφρός , ἀπὸ τοῦ φρῶ. Ἀκέραιος , παρὰ τὸ κερῶ, οὗ παράγωγον τὸ κεραίω· ὁ μὴ κεκραμένος κακοῖς, ἀλλ’ ἁπλοῦς. Ἀλαός , ὁ τυφλὸς, κατὰ στέρησιν τοῦ λάειν, ἢ βλέπειν. παρ’ Ὁμήρῳ· λάε νεβρὸν ἀπάγχων. Ἄρτος , παρὰ τὸ αἴρειν, τὸ προσφέρειν καὶ μάττειν· καὶ Ἱπποκράτης προσάρματα τὰ σιτία φησί. καὶ Ἀριστοφάνης, Αἶρ’, αἶρε μάζαν. καὶ ἁρμαλιὰ ἐπὶ τῆς τροφῆς. παρὰ τὸ αἴρω τὸ προσφέρω, ἁρμός. οὕτω καθαίρω καθαρμός. παρὰ οὖν τὸ ἁρμὸς, ἁρμία, καὶ πλεονασμῷ τῆς αλ , ἁρμαλιά. Ἀκόλαστος , ὁ ἀπαίδευτος, διὰ τὸ μὴ ἀγωγῆς καὶ κολάσεως τετυχηκέναι τῆς ἐπιτηδείας. οὕτω Φίλων. τινὲς δὴ αὐτὸν καλοῦσι καταφερῆ πρὸς συνουσίαν. διὰ τὸ μὴ κολάζεσθαι τὴν ἐπιθυμίαν, ἀκόλαστος ἀκούει τις. Ἄῤῥωστος , παρὰ τὸ ῥῶ, ὃ δηλοῖ τὸ ὑγιαίνω, οὗ ὁ μέλλων ῥώσω, καὶ ὄνομα ῥῶσις, καὶ παρὰ τὸ ῥῶ τεύχεσιν ἐῤῥώσαντο. πρέπεται γὰρ τοῖς ὑγιαίνουσι καὶ τὸ ὁρμᾶν. |
| alpha 22 [30] | δύναται δὲ καὶ παρὰ τὸ ῥώω, οὗ ὁ μέλλων ῥώσω. Ἀχρεῖον · χρῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παράγωγον χαύω· χραύσῃ μέν τ’ αὐλῆς· ἀφ’ οὗ τὸ ἔχρεσε, τὸ ἐπιβαρύνειν. χρῶ οὖν καὶ μετὰ τοῦ α στερητικοῦ, ἄχρω, καὶ ἀχρεῖον τὸ ἀσθενὲς, καὶ βάρους ἀμέτοχον. ἐπὶ δὲ Πηνελόπης. ἀχρεῖον δ’ ἐγέλασσε· ἐπίπλαστον καὶ ὑποκεκριμένον καὶ ἐπιπόλαιον μέχρι τοῦ τὰ χείλη διανοίγειν. Ἀκωκή , παρὰ τὸ ἀκήν. ἐστὶ καὶ ἀναδιπλασιασμὸς ἀκωκὴν, ὡς ἄγω ἀγωγή. Ἀμέγαρτον , ποτὲ μὲν δηλοῖ τὸ εὐτελὲς καὶ μὴ ἄξιον φθόνου, ὡς τὸ, ἀμέγαρτε συβῶτα. δηλοῖ δὲ καὶ τὸ πολύ, ὡς τὸ, πόνον δ’ ἀμέγαρτον ὄφελλεν. ἀλλ’ ἐπὶ μὲν τοῦ εὐτελοῦς κατὰ στέρησιν τοῦ α , ἐπὶ δὲ τοῦ πολὺ κατ’ ἐπίτασιν. Ἀγυιά , ἡ ὁδὸς, παρὰ τὸ ἄγω τὸ πορεύομαι. Ἀλέκτωρ , ἐπὶ τοῦ ὀρνέου· ἀγρυπνητικὸν γάρ· καὶ διὰ τὸ ἀπὸ τῶν λέκτρων ἡμᾶς ἐγείρειν, καὶ μεταθέσει τοῦ α εἰς η . εἴρηται ἐπὶ τοῦ ἡλίου· ὥστ’ ἠλέκτωρ ὑπερίων. ὕπνου γὰρ καὶ κοιμᾶσθαι ἄμοιρος. Ἀκροῶ · ἀκούω, ἀκοῶ, καὶ πλεονασμῷ τοῦ ρ , ἀκροῶ. οὕτω Φιλόξενος. Ἀκόνη , παρὰ τὴν ἀκμὴν καὶ τὴν ὀξύτητα. Ἀπτήν · πετῶ πετὴν, καὶ κατὰ σύνθεσιν ἀπετὴν, καὶ συγκοπῇ ἀπτήν. Ἀκτίς , παρὰ τὸ ἀΐσσω, ἀΐξω, ἀκτός. καὶ παρώνυμον ἀκτίς. ἡ ἀΐσσουσα πανταχόθεν. Ἀκῶ , τὸ θεραπεύω. ἀκέσω μέλλων. Ἀθῶος , θωὴ ἡ ζημία. Ἀδολεσχεῖν . |
| alpha 23 [20] | ἔγκειται τὸ αἴδειν, ὅπερ λέγεται ἐπὶ τοῦ τὰ αὐτὰ ἐπαναλαμβάνειν. Μένανδρος· ἡ πόλις ὅλη γὰρ αἴδει τὸ κακόν. οὐχ, ὡς τινὲς, παρὰ τὸ ἄδην. οὕτως ὁ αὐτὸς Εὐδαίμων. Ἀείδηλον , τὸ ἀεὶ δῆλον. Ἄρατος· τοῦ δὲ τέρας περίσημον ἀείδελον ἐστήρικται. καὶ ἐστὶ παρὰ τὸ εἴδω εἴδελος, καὶ μετὰ ἐπιτάζεως τοῦ α ἀείδηλον. ἀείδηλον δὲ τὸν ἀέρα ἀφανιστικὸν, καὶ ἔγκειται τὸ δηλοεῖν, ὃ ἐστὶ βλάπτειν. ἔνθεν τὸ δηλήμονες καὶ δηλήσασθαι. Ἄλεισον , τὸ ποτήριον. ἐξ οὗ ἄλις καὶ ἀθρό οντίων. Ἄχνη . παρὰ τὸ ἀΐσσω ἄχνη. Ἀληθής , ὁ μὴ λήθη τοῦ δικαίου ὑποπίπτων. Ἀμαρύσσειν καὶ λάμπειν. μαίρω τὸ λάμπω. ὅθεν μαρμαίρω διπλασιασμός. καὶ παράγωγον μαιρίσσω, καὶ δι’ εὐφωνίαν, ἀποβολῇ τοῦ ι μαρύσσω. καὶ πλεονασμῷ τοῦ α , ἢ κατ’ ἐπίτασιν, ἀμαρύσσω. Ἀποκναίω . κτῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ φονεύω. οὗ παράγωγον κταίνω, καὶ ἀποβολῇ τοῦ τ , καίνω, καὶ μεταθέσει τοῦ ν , κναίω, καὶ σύνθετον ἀποκναίω. Ἀλαλάζειν , ἐκ τοῦ λαλῶ λαλήσω καὶ ἀλαλάζω, ὡς τὸ σιγῆ σιγάζω. Αἴξ , παρὰ τὸ ἀΐσσω τὸ ὁρῶ. |
| alpha 24 [20] | οὗ ὁ μέλλων ἀΐξω, ἀποβολῇ τοῦ ω αἴξ. Ἅρπη , παρὰ τὸ ἅρπω ῥῆμα, οὗ παράγωγον τὸ ἁρπάζω καὶ ἅρπη. Ἀοίδιμος , παρὰ τὸ ἀοιδὴν, ἀρίδιμος. Ἄχραντος , ὡς παρὰ τὸ χραίνω χραντὸς καὶ ἄχραντος, καὶ παρὰ τὸ φαίνω φαντὸς καὶ ἄφαντος. Ἀκαλαρείτα , παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν, καὶ ἄλλο παράγωγον ἐκ τοῦ ἄκος καὶ τοῦ αλ πλεονάσαντος ἐγένετο ἄκαλος. Ἄκατος , μικρὸν πλοῖον. ἐκ τοῦ ἄγω, ἄξω ἀκτὸς καὶ ἄκατος· ὡς ἀπὸ τοῦ λέπω, λεπτός. Αἴγισθος , παρὰ τοῦ θῶ θηλάζω, Αἴγιθος ὄνομα ἐγένετο· καὶ πλεονασμῷ τοῦ ς , Αἴγισθος. ἱστοροῦσι γὰρ αἰγείῳ γάλακτι χρήσασθαι τὸ πρῶτον. Ἀριδείκτος , ἐκ τοῦ δείκω δείξω, δείκετος καὶ ἀριδείκετος. Ἀδευκὴς , παρὰ τὸ δείκω ἀδεικής, καὶ τροπῇ τοῦ ι εἰς υ , ἀδευκής. Ἀμαλδῦναι , τὸ ἀφανίσαι, παρὰ τὴν ἅμμον ἀποβολῆ τοῦ ἑνὸς μ ἀμῶ γίνεται· ὡς δοῦλος δουλῶ, φίλος φιλῶ, οἶκος οἰκῶ. |
| alpha 25 [30] | οὕτω καὶ ἅμμος ἀμῶ, καὶ ἄλλο παράγωγον ἀμύνω· καὶ προσελθόντος τοῦ αλ , ὡς ἐπὶ πολλῶν ἄλλων, ἀμαλύνω γίνεται· πλεονασμῷ τοῦ δ , ἀμαλδύνω. Ἀποφράζω . φῶ ἐστὶ ῥῆμα τὸ λέγω. οὗ παράγωγον φάζω, καὶ πλεονασμῷ τοῦ ρ , φράζω. ὁ μέλλων φράσω. ὄνομα ῥηματικὸν φρὰς, καὶ σύνθετον ἀποφρὰς, ὡς λείβω λιβὰς, νείφω νειφὰς, καὶ δέρκω δερκὰς, καὶ δορκάς· οὕτω φρῶ φρὰς, καὶ ἀποφράς. ἀποφράδας δὲ ἔλεγον οἱ Ἀττικοὶ ἅσπερ ὑπελάμβανον ἡμέρας εἶναι χείρους, ἐν αἷς ἀπείρητο αὐτοῖς τὸ πράξεσιν ἐπιχειρεῖν. ἀποφράδες οὖν αἱ ἀπηγορευμέναι καὶ ἄχρεστοι. Ἀμφικτύονες ...... ἀμφικτύονας οὖν ἔλεγον τοὺς τὴν Δελφῶν περιοικίαν νενομέμους Ἕλληνας. Ἄφνω , τὸ ἐξαφανοῦς· ἀφανής· ἀφανῶς ἐπίῤῥημα. συγκοπῇ, καὶ ἀποβολῇ τοῦ ς , ἄφνω. Ἄριστος , κυρίως ὁ ἐν πολέμῳ ἰσχυρός. καταχρηστικῶς δὲ καὶ ἐπὶ παντὸς προήκοντος· ὅτι δὲ κυρίως ἐπὶ τοῦ πολέμου τάττεται, δηλοῖ τὸ παρώνυμον ἀριστεύς. Ἄδην , παρὰ τὸ ἥδω δηλοῦν τὸ κορεσθῆναι, ὡς τὸ τέρπομαι, ὅπερ τὸ αὐτὸ ἐδήλου. τεταρπόμεθα γόοιο. καὶ τὸ παθητικὸν ἥδομαι ἥδῃ. ἄδω, ἄδην. ἀπὸ τούτου καὶ ἄδης τέ μιν ἵκετο θυμόν. Ἀποθανεῖν . ἡ ἀπὸ ἀποχωρισμὸν δηλοῖ· ὁμοίως καὶ τὸ ἀπαγορεύειν οὕτω νόει. Ἀνέδην , παρὰ τὸ ἰὴ, οὗ ὁ μέλλων ἤσω. καὶ ἐπίῤῥημα ἀνέδην γέγονεν· ἀθρόως. Ἀγνοῶ , γνοῶ Αἰολεῖς λέγουσι. Ἄχνυμαι , ἄχω ἐστὶ ῥῆμα, οὗ παθητικὸν ἄχομαι· καὶ παράγωγον ἀχόω· ὡς ἄνω ἀνέω· καὶ ὡς πλήθω πληθύω πληθύνω, οὕτως ἀχύνω καὶ ὑπερθέσει ἀχνύω. καὶ ἀχνύομαι, καὶ ἄχνυμαι. συγκοπῇ καὶ ἀναδρομῇ. Ἄνασσα , οὐκ ἀπὸ τοῦ ἄναξ, ἀλλ’ ἀπὸ τοῦ ἀνάσσω, ὡς ἑλίσσω ἕλισσα, νύσσω νύσσα. |
| alpha 26 [30] | τὰ γὰρ ἀπὸ τῶν εἰς ξ εἰς α παράγωγα ἐθνικὰ. ὡς Φοῖνιξ Φοίνισσα, Κίλιξ Κίλισσα. τὰ δὲ εἰς ξ μὴ ὄντα ἐθνικὰ ὁμοίως λέγεται. καὶ ἐπὶ θηλυκῶν Αἰσχύλος· δέσποινα νύμφη. δυσχείμων ὁρῶν ἄναξ· Εὐριπίδης· Ἑρμιόνη γὰρ οὐ σμικρὰ φύλαξ. Ἄκρατος , κερῶ, καὶ κατὰ συγκοπὴν κρῶ, οὗ ὁ μέλλων κράσω· καὶ ὄνομα ῥηματικὸν κρατὸς, καὶ μετὰ τοῦ στερητικοῦ α , ἄκρατος. Ἀλίαστος , παρὰ τὸ λιάζω τὸ ἐκκλίνω. ὁ μέλλων λιάσω· ὄνομα ῥηματικὸν λιαστὸς, ὃν οὐκ ἄν τις ἐκκλίνοι, καὶ τὸ λιάζειν. Ἀλινόμενον ἐπὶ γῆς. ὥστε ποτὲ μὲν τὸ ἐκκλίνειν, ποτὲ δὲ τὸ ἐκκλίνεσθαι. Ἁδρός , παρὰ τὸ ἥδω. ἡδόμεθα γὰρ τοῖς μεγάλοις καὶ ἀροῖς. Ἆσθμα , ἄω τὸ πνέω, ἄσμα, καὶ πλεονασμῷ τοῦ θ . Ἀριθμός , παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω. ἁρμογὴ γὰρ μονάδων ὁ ἀριθμός. Ἀνήκεστος , παρὰ τὸ ἀκῶ, τὸ θεραπεύω, ἀκέσω ἀκεστός, καὶ τροπῇ τοῦ α εἰς η , ἠκεστός. καὶ μετὰ τῆς α στερήσεως, ἥτις πολλάκις λαμβάνει τὸ ν , ἀνήκεστος, ὡς ἀναιδὴς καὶ ἀναίσχυντος. Ἄδης , κατὰ στέρησιν τοῦ ἰδεῖν· ὃ ἐστὶν ἀφανής. Ἀπινύσσειν , πινόω ῥῆμα καὶ πνέω, καὶ πνόω. ἀπὸ τοῦ πνύω, πνύμα, ἔνθεν καὶ πεπνυμένος. ἀπὸ τοῦ πνεύω καὶ πνεύσω. πνευστὸς καὶ ἀνάπνευστος καὶ ἀνάπνευστις, καὶ ἀποβολῇ τοῦ τ , ἀνάπνευσις. ἀπὸ δὲ τοῦ πνύω γίνεται πινύω, πινυτός, ὡς ἀφύω ἀφύσσω, πινύω πινύσσω. ἔνθεν ἤδη γάρ με καὶ ἄλλοτε ᾗ ἐπίνυσσεν ἐφετμῇ. Ἅλις , τὸ ἐπίῤῥημα, δηλοῦν τὸ δαψιλὲς καὶ πολύ. |
| alpha 27 [30] | παρὰ δὲ τὸ ἅλις ἅλιθα, καὶ τροπῇ τοῦ α εἰς η , ἥλιθα πολλὴν ἐκ παραλλήλου. Ἄγυρις , τὸ ἄθροισμα καὶ ἡ ἐκκλησία. παρὰ δὲ τὸ ἀγορῶ, ἀφ’ οὗ καὶ ἀγορητὴς, καὶ θηλυκὸν ὄνομα ἄγορις, καὶ τροπῇ τοῦ ο εἰς υ κατ’ Αἰολέας, ἄγυρις, καὶ πανήγυρις. Ἅζομαι , ἐστὶ χάζομαι, καὶ ἀποβολῇ τοῦ χ , ἅζομαι· ὡς λείβω εἴβω, γαῖα αἶα. οἱ δὲ καὶ τιμῶντες ὑποχωροῦσιν. Ἄζω , τὸ ξηραίνω κατὰ στέρησιν τοῦ ζῆν. τὸ γὰρ ζῶν καὶ ὑγρόν ἐστι. ἔνθεν καὶ διερὸς βροτὸς, ὁ ζῶν. καὶ ἀλίβας ὁ νεκρὸς εἴρηται. Ἀσπασίως , σπῶ ἐστὶ τὸ ῥῆμα, οὗ παθητικὸν σπῶμαι, καὶ τοῦ σπῶ παράγωγον σπάζω· ὡς βῶ βάζω· τούτῳ τῷ σπάζω ἡ α ἐπίτασις ἐπῆλθε, καὶ ἐποίησεν ἀσπάζω καὶ ἀσπάζομαι. τὸ ἀσπάζεσθαι γὰρ ἐστὶ, τὸ ἄγαν ἐπισπᾶσθαι. καὶ κυρίως τοῦτο ἐστὶ τὸ δεξιοῦσθαι ἐπισπώμενον τὴν χεῖρα. ἔνθεν παρ’ Ὁμήρῳ· ἦ ῥα καὶ ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο, ἐπὶ τοῦ ἀποστρεφομένου. παρὰ δὲ τὸν ἀσπάσω μέλλοντα, ἀσπάσιος ὄνομα ῥηματικόν· ὡς θαυμάσω θαυμάσιος. Ἀντίον , παρὰ τὸ ἄντω βαρύτονον ῥῆμα. ἐστὶ δὲ καὶ ἀντῶ περισπώμενον. ἀφ’ οὗ τὸ ἀντίσω. καὶ ἀντίον ἐπίῤῥημα καὶ ἀντίης. Ἀλκή , παρὰ τὸ ἄλκω καὶ ἄλξω μέλλων. ἀφ’ οὗ ἀλκτήρ· ὡς παρὰ τὸ ἕλκω ὁλκὴ, ὁ σταθμός· καὶ παρὰ τὸ ἄλκω (ὅθεν καὶ διπλασιασμὸς ἄλαλκα) ἀλκὶ τὸ δέ· ἀλκὶ πεποιθώς. κατὰ μεταπλασμὸν, ὡς διχομήνῳ διχόμηνι. Ἀηδών , παρὰ τὸ ἀείδω, καὶ τροπῇ τῆς ει διφθόγγου εἰς η , ἀηδών. |
| alpha 28 [25] | Ἀποσκύδμαινε . σκύζω ἐστὶ ῥῆμα, οὗ ὄνομα ῥηματικὸν σκύδος ἡ λοιδορία. καὶ ὡς παρὰ τὸ ἄζω, ἀζαίνω· Σώφρων· ἐγὼ δὲ σίτου μὲν οὐδὲν ἀζαίνομαι. καὶ παρὰ τὸ ἄζω ἀζαίνω, καὶ Ἰωνικῶς παρ’ Ὁμήρῳ καταζήνασκε δὲ δαίμων· οὕτω καὶ σκύζω, σκυζαίνω, καὶ τροπῇ τοῦ ζ εἰς δ , καὶ ἐνθέσει τοῦ μ , καὶ ζ διὰ τὴν ἀσυνταξίαν τοῦ μ καὶ ζ , ἐγένετο σκυδμαίνω. ἐρίζω ἐριζαίνω, καὶ τῷ αὐτῷ λόγῳ ἐριδμαίνω. Ἀμύμων , παρὰ τὸ μύω, μύσω· μύμων ἀμύμων· ὁ μὴ τεταπεινωμένος, μὴ δὲ ἀνακυκαμμυμένος· οἱ δὲ παρὰ τὸν μῶμον· ἄμωμος ἀμώμων, παρασύνθετον, καὶ τροπῇ τοῦ ω εἰς υ , ἀμύμων· τροπῇ δὲ τοῦ ω εἰς υ . ὡς παρὰ Σαπφοῖ, χελώνη χελύνη. Ἅρπυια , παρὰ τὸ ἅρπω, οὗ παράγωγον ἁρπάζω. οὕτως Ἡρωδιανός. Ἀθρόως , παροξυτόνως ἐπὶ τοῦ ἀθροίζειν· ἄθροος δὲ οὐκ ἐπὶ τοῦ αἰφνηδίου κατὰ στέρησιν τοῦ θρο· Οὐ γὰρ πᾶν ἦεν ὁμὸς θρόος, οὐδ’ ἴα γῆρις. Ἀνεψιός , παρὰ τὸ ἀνῆφθαι· ὁ ἄνωθεν συνημμένος εἰς συγγένειαν. Αὐγή , παρὰ τὸ ἄγω ῥῆμα, ᾗ διαγόμεθα. σκότος παρὰ τὸ σχέθειν ἡμᾶς. Ἀμενηνός , μένος, ἄμενος, κατὰ πλεονασμὸν τοῦ ν . Ἀκρέμων , κρέμω ῥῆμα· ἀφ’ οὗ ῥηματικὸν ὄνομα κρέμων, καὶ κρέμονες τὸ πληθυντικόν· καὶ πλεονασμῷ τοῦ α ἀκρέμων· πλεονάζει δὲ τὸ α · ὡς στάχυς ἄσταχυς. οὕτως Ἡρωδιανός. Ἀγαθός , τινὲς παρὰ τὸ ἀγῶ τὸ θαυμάζω, οὗ παράγωγον εἰς μι ἄγημι· ὅθεν ἄγαμαι παθητικόν. |
| alpha 29 [25] | παρὰ δὲ τὸ ἀγῶ ἀγάζω γίνεται· ὡς σκεδῶ σκεδάζω· ἀφ’ οὗ ὄνομα ῥηματικὸν ἄγαστος· καὶ ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς θ , ἀγαθός· ὡς ἐπὶ τοῦ κρεμῶ κρεμάσρω κρεμάθρα. οὕτως Ἡρωδιανός. ὁ δὲ Φιλόξενος φησὶ σύνθετον αὐτὸ παρὰ τὸ ἄγαν καὶ θεῖος, καὶ συνθέσει καὶ συγκοπῇ ἀγαθός· ὅθεν οὐ λέγεται ἀγαθότερος, ἵνα μὴ ὦσιν ὡς δύο ἐπιτάσεις, ἀπὸ τοῦ ἄγαν καὶ τῆς συγκριτικῆς παραγώγως. Ἀσπίς , παρὰ τὸ σπῶ, οὗ παράγωγον σπίζω· ἀφ’ οὗ ὄνομα ῥηματικὸν σπι ἤτοι μακρὸν, παρὰ τὸ ἀποσπᾶσθαι καὶ ἀποτείνεσθαι. τοῦ δὲ σπίζω ὁ μέλλων σπίσω· καὶ ἀποβολῇ τοῦ ω μέγα σπὶς, καὶ μετὰ τοῦ α στερητικοῦ ἀσπίς· ἥτις τοῦ μακρὰν εἶναι ἀπήλλακται. καὶ γὰρ περιφερὴς τῷ σώματι ἐστίν. Ἀεικέλιος , παρὰ τὸ εἴκω, εἴκιος, ὄνομα ῥηματικὸν, καὶ πλεονασμῷ τοῦ ελ εἰκέλιος, καὶ μετὰ τῆς α στερήσεως, ἀεικέλιος, ὁ ἀνόμοιος. Ἁπαλός , παρὰ τὸ τὴν ἁφὴν ὁ εὐαφὴς, οἷον ὁ εἴκων τῇ ἁφῇ. κατὰ μετάθεσιν τοῦ φ εἰς π , ἁπαλός. Ἀελλής , παρὰ τὸ εἴλλω, ἢ ἀόλλω, τροπῇ τοῦ ς εἰς ο ἀολὴς, ἀελλὴς εἶναι· οὐ κάτωθεν δὲ τῷ σημαινομένῳ τοῦ ἀελλὴς τὸ ἀολλής. καὶ γὰρ ἐνταῦθα ἡ ἄθροισις καὶ ἡ συστροφή. οὕτως Ἡρωδιανός. Ἀττική , παρὰ τὸ τὴν ἀκτήν· παραθαλασσία γὰρ ἐστίν· ὡς Κρήτη, Κρητική. Ἄφαρ , παρὰ τὸ ἅπτω ῥῆμα· τὸ οὕτω ταχέως καὶ ἅμα τοῦ ἅψασθαι καὶ ἴεσθαι. |
| alpha 30 [25] | Ἀείδω , παρὰ τὸ εἰδῶ, ἀείδω· τοῦ α κατ’ ἐπίτασιν κειμένου. Ἀτρεύς , παρὰ τὸ τρέω τὸ φοβοῦμαι, ὡς τρέφω τροφός. ὁ μὴ φοβούμενος. Ἀγριώτης , ἀγρὸς, ἀγροίτης, πλεονασμῷ τοῦ ι , καὶ προσθέσει τοῦ ω , ἀγριώτης. Ἀγαυός . Ἡρωδιανὸς λέγει παρὰ τὸ γαίω τὸ γαυρίω ἀγαιὸς εἶναι, καὶ τροπῇ τοῦ ι εἰς υ ἀγαυὸς, ὡς καίω καύσω, πλεονάζοντος τοῦ α ἐπιτατικοῦ. Ἀσκληπιός , ὁ τὰ ἄγαν σκληρὰ ἤπια ποιῶν, τοῦ α ἐπίτασιν σημαίνοντος. Ἀλίβας , ὁ νεκρὸς, παρὰ τὸ λιβάδα καὶ ὑγρότητα μὴ ἔχειν. ἔστι παρὰ Ἱππώνακτι καὶ ἐπὶ τοῦ ὄξους. Ἄμπελος , Ἡρωδιανὸς φησὶν ἐν Ἐπιμερισμοῖς ἀνάπηλος, παρὰ τὸ ἀναδοῦναι τὸν πηλὸν, τοῦτ’ ἔστι, τὸν οἶνον. πηλὸς δὲ ὁ οἶνος, παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς πίνοντας. οἱ δὲ παρὰ τὸ ἄνω πελάζειν, ἀνάπελός τις οὖσα. Ἀμύγδαλα , παρὰ τῷ κελύφει, τῷ ξυλώδει καλύμματι τῷ μετὰ τὸ χλωρὸν τῷ ἔξω ἀμχὰς πολλὰς ἔχειν. Ἀϋτμή , ἄω καὶ ἄσω, ὄνομα ἀσμὴ, καὶ τροπῇ τοῦ ς εἰς τ , ἀτμὴ, πλεονασμῷ τοῦ υ , ἀϋτμή. Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Ἀμβροσία , παρὰ τὸ μὴ βροτοῖς δεδόσθαι· Οὐ γὰρ σῖτον ἔδους’, οὐ πίνους’ αἴθοπα οἶνον, καθ’ Ὅμηρον. Ἀναλογία , ὅθεν τὸ ἀκόλουθον, καὶ κατὰ λόγον δύο στερήσεις ἔχει ἡ λέξις· αἵτινες ὁμοῦ οὖσαι κατάθεσιν δηλοῦσιν, ὡς πηρὸς καὶ ἀνάπηρος ὁ πεπερωμένος. |
| alpha 31 [10] | ἔστιν οὖν ὁ λόγος, ἄλογος, ἀλογία, καὶ μετὰ τῆς α στερήσεως, καὶ ἄλλη στέρησις, ἀναλογία. τοιοῦτον δὲ ἐστὶ καὶ τὸ ἀνάπυστα, τὰ περιβόητα· ἐπλεόνασε δὲ τὸ ν ἐν τῇ λέξει τῇ ἀναλογίᾳ, ὡς ἐν τῷ ἀναίσχυντος, ἀναιδής. Ἀκρεφνές , οἷον ἀκεραιοφανές. Ἀγγεῖλαι , κυρίως τὸ δι’ ἀγγέλων κελεύειν καὶ λέγειν. Ἄμυδις , παρὰ τὸ ἅμα ἄμαδις. καὶ τροπῇ τοῦ α εἰς υ , Αἰολικῶς ἄμυδις. Ἀμφωρεὺς , τὸ δίωτον σταμνὴν τὸ ἀμφοτέρωθεν φερόμενον· Θεόκριτος ἀμφῶες, νεοτευχές. Ἅρμα , παρὰ τὸ αἵρω ῥῆμα. |
| alpha 32 [10] | Ἀλιτήριος , ἀλίτω ἐστὶ ῥῆμα βαρύτονον καὶ περισπώμενον, ὡς αἵρω καὶ ἀρῶ, σίνω καὶ σινῶ· Ἥτ’ ἄνδρας μέγα σίνεται, ἠδ’ ὀνίνησι. Καὶ λούω, λοῶ· ἔνθεν τό, Ἀλλ’ ὅτε δή μιν ἐγὼν ἐλόην. ἀλιτῶ οὖν καὶ ἀλιτήσω, καὶ ὄνομα ῥηματικὸν ἀλιτήμων, ὡς φιλήσω φιλήμων, νοήσω νοήμων, καὶ ἀλιτήμων ἄλιος σκοπός. ὁ δ’ ἀλιτήμων. οὐ γάρ τι θεοῖς ἀλίτημος ἐστίν. ἀπὸ δὲ τοῦ ἀλίτω βαρυτόνου ἀλίτης· φάτο γὰρ τίσασθαι ἀλίτην. καὶ παρώνυμον ἀλιτὴρ, ὡς ἀρότης ἀροτήρ. Καλλίμαχος· ἀρότας κύματος Ἀονίου. ἀλιτὴρ σωτῆρος σωτήριος. ΑΡΧΗ ΤΟΥ Β. |
| beta 31 (t) [10] | Βιός , τὸ τόξον, παρὰ τὴν βίαν· διὰ τὸ βίας αὐτῷ δεῖν καὶ δυνάμεως εἰς τὴν ἔντασιν. Βοιωτία , ἀπὸ τοῦ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης τῆς Αἰόλου. ἐκλήθη δὲ οὕτως, ἐπειδὴ τεχθεὶς ἐξετέχθη ὑπὸ τῆς μητρὸς εἰς βουκόλιον, παρὰ τὰς βοῦς. εἴρηται Βοιωτὸς καὶ Βοιωτία. Βασαρίδες , αἱ Βάκχαι, παρὰ τὸ ἐν βάσαις διάγειν. ἢ παρὰ τὸ ὑπόδημα, τὸ λεγόμενον βασάρη. ἐν τῇ βάσει ἀρήρεται. Βίος , εἴρηται παρὰ τὴν βίαν καὶ τὴν ἀνάγκην· οἷον τὸ μετὰ μόχθου ζῇν. Βλεμεαίνων , κατὰ μετάθεσιν στοιχείων, οἷον βρέμων σφοδρὸς ὢν, βρέμω βρεμαίνω· καὶ μεταθέσει τοῦ ρ εἰς λ βλεμεαίνω. |
| beta 32 [10] | Βράσων , ὁ βραδὺς, ὡς ταχὺς θάσσων· δύναται δὲ, ὁ μὴ καθεστὼς ἀπὸ τοῦ βρασμοῦ. Βουκόλον , ἤτοι βουκόνον, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, τροπῇ τοῦ κ εἰς λ , ὡς νίτρον λίτρον. Βότρυς , οἷον πότρυς, ὁ ποσὶ τρυόμενος καὶ πατούμενος. Βάναυσος , ὁ τὰς βάνους ἅπτων· ὁ τὰς καμίνους αὔων, ἀντὶ τοῦ καίων. Βητάρμων , ὁ ὀρχηστὴς, παρὰ τὸ βαίνειν μετὰ ἁρμονίας. Βραβευταί , κυρίως οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλλου διδόντες σύμβολον τῆς νίκης. |
| beta 33 [25] | ῥαβδευταὶ τινὲς ὄντες· καὶ πλεονασμῷ τοῦ κατ’ ἀρχὴν β , ὡς παρ’ Αἰολεῦσι τὸ ῥόδον βρόδον λέγεται. Βυσσοδομεύειν , παρὰ τὸ δομεύειν αὐτὰ καὶ κατασκευάζειν ἐν βάθει. Βία , πλεονασμῷ τοῦ β . ἲς γὰρ ἴνα καὶ βία· ἲς δὲ ἡ δύναμις· παρὰ τὸ ὁρμᾶν. Βαλβίς , πλεονασμῷ τοῦ β , βηλὸς ὁ βαθμὸς, παρὰ τὸ ἐν αὐτῷ βῆναι. βήσω, βηλὸς, βηλὶς, ὡς ψῆφος ψηφίς. τροπῇ τοῦ η εἰς α , καὶ πλεονασμῷ τοῦ β , βαλβίς. Βάσκανος , ὁ τοὺς φαέσι καίνων, οἷον φονεύων. ἀκχὸς, πλεονασμῷ τοῦ κ , βάζω βάξω βάχος καὶ βάκχος, ὡς παρὰ τὴν ἰαχὴν ἴαχος· καὶ ἴ. Βάκχος · οἱ γὰρ μεθυσθέντες πλέον τῇ φωνῇ χρῶνται· ὡς εἴρηται θαρσαλέα παραγηρητῆρι φωνὰ γίνεται μείζων. Βάπτω , βλάβω, βλάπτω, ἐπεισόδῳ τοῦ τ καὶ τροπῇ τοῦ β εἰς π , βλάπτω. Βλάξ , συγκοπὴ, καὶ μετάθεσις τοῦ μ εἰς β μαλακὸς καὶ παρώνυμον μάλαξ καὶ βλάξ. οὐ γὰρ ἐδύνατο τὸ μ προτάττεσθαι τοῦ λ . Βουβών , ἐπὶ τοῦ συμβαίνοντος οἰδήματος, παρὰ τὸ ἄγαν βαίνεις εἰς ὕψος· βῶ οὖν βῶν, καὶ ἐπιτατικοῦ μορίου τοῦ βοῦ βουβὼν, ὡς βούπαις, βουγάϊος, βούλιμος. Βροτός , παρὰ τὸ μείρω μορτὸς εἴρηται ὁ ἄνθρωπος. Καλλίμαχος· ἐδείμαμεν ἀστία μορτοί. μείρω δὲ τὸ μερίζω. |
| beta 34 [25] | Ὅμηρος· καὶ ἥμισυ μείρεο τιμῆς. μορτὸς οὖν, ᾧ μεμέρισται ἡ εἱμαρμένη. καὶ ὑπερθέσει τοῦ ρ καὶ τροπῇ τοῦ μ εἰς β , βροτός· οὐ γὰρ ἐδύνατο τὸ μὴ προτάττεσθαι τοῦ ρ . κατὰ σύλληψιν. ὡς καὶ ἐν τῷ μεσημβρία· μεσημρία γὰρ ἐστίν. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Ἐπιμερισμοῖς. ἢ παρὰ τὸν μόρον τὴν κακοπάθειαν· ἢ παρὰ τὸν βρότον τὸν φόνον. Βρέγμα , κυρίως ἐπὶ τῶν νηπίων, παρὰ τὸ ὑγρὸν εἶναι καὶ ἁπαλὸν τὸ μέρος. οὕτω Σωρανὸς ἐν ταῖς Ἐτυμολογίαις τοῦ σώματος τοῦ ἀνθρώπου. Βόστρυχοι , οἷον βότρυχοι· σχήματι βότρυος ἀποκεκράμενοι. Βολβός , ἐπὶ τοῦ ὀφθαλμοῦ, ἀπὸ τῆς βολβοῦ ἐμφερείας τῆς πρὸς τὸ ἔξω. Βλέφαρα , ὅτι τὸ βλέπειν ἐστὶ φάρη. ἢ παρὰ τὸ αἴρεσθαι αὐτὰ ἐν τῷ βλέπειν. Βραχίονες , οἷον βραχυκίονες· βραχύτεραι γὰρ τοῦ λοιποῦ μέρους τῶν χειρῶν τοῦ πήχεως. Βρεχμός , παρὰ τὸ βρέχω βρέξω βρεγμός· ὡς παρὰ τὸ ἔχω ἕξω ἐχμὸς καὶ συνεχμός. Βραδύς , παρὰ τὸ βάρος βαρύς. ὑπέρθεσις τοῦ ρ , καὶ πλεονασμῷ τοῦ δ , βραδύς. Βάτραχος , παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν. βοάτραχυς, καὶ βάτραχος. Βινεῖν , ὅτι οἱ κομίζοντες τὴν ἡλικίαν ταὐτῆς συνουσίας, ἀρχὰς ἔχουσι τοῦ βίου. ἄλλοι δὲ παρὰ τὸ βύειν δεδώκασι τὴν λέξιν· καὶ τροπῇ τοῦ υ εἰς ι . Βορέας , ὁ ἄνεμος, παρὰ τὸ ἦχον τὸν γινόμενον κατὰ τὴν πνοὴν τὸ ὄνομα γέγονε. |
| beta 35 [20] | Βροντή , παρὰ τὸ βρομῶ βρόμος· κυρίως δὲ ἐπὶ πυρός. ἔνθεν καὶ βρόμαιος. Βλαστός , κατὰ συγγένειαν τοῦ β πρὸ τοῦ μ · ἐν τῷ μεταλαμβάνεσθαι εἰς ἄλληλα πολλάκις· παρὰ τὸ βλώσκειν ἐν τῷ αὔξεσθαι, ὅ ἐστι μολίσκειν. Βρέφος , παρὰ τὸ φέρβω φέρβος· καὶ μεταθέσει τῶν δύο συμφώνων, βρέφος· τὸ δεόμενον φορβῆς. Βράγχος , παρὰ τὴν μίμησιν τῆς γινομένης αὐτῷ τραχύτητος ἐν τῇ φωνῇ· ἀφ’ οὗ καὶ βρόγχος λέγεται, δι’ οὗ ἀναφέρεται ἡ φωνή. Βῶλος , παρὰ τὸ βῶ τὸ τρέφω· οἱ γὰρ βῶλοι τῶν καρπῶν τὰς ἀναδόσεις ποιοῦνται. Βλωθρή , ὡς παρὰ τὸ λάμπω λαμπρὸς, καὶ παρὰ τὸ βλῶ, παράγωγον τὸ βλώθω· καὶ ὄνομα ῥηματικὸν βλωθρὸς, θηλυκὸν βλωθρὴ, ἡ ἀναδραμοῦσα καὶ ηὐξεμένη· ἀπὸ τοῦ μολεῖν εἰς ὕψος· ἢ παρὰ τὸ μόλω βλωθρή. Βλωμός , παρὰ τὸ βρῶ τὸ ἐσθίω· καὶ μεταθέσει τοῦ ρ εἰς λ βλωμός. ἄλλοι δὲ παρὰ τὸ βάλλειν εἰς στόμα. Βλάπτω , βρῶ ἐστὶ ῥῆμα ὁμοίως δηλοῦν τὸ ἐσθίω· καὶ μεταθέσει τοῦ ρ εἰς λ , βλάπτω. Βρώμη , παρὰ τὸ βρώσω μέλλοντα. Βδέλλα , Ἀττικοὶ βλάττειν λέγουσι τὸ ἀμέλγειν. ἀπὸ δὲ τοῦ βδέλλω βδέλλα. |
| beta 36 [20] | τοῖς ἀμέλγουσι ἔοικεν ἡ βδέλλα ἐν τῷ σπᾶν τοῦ αἵματος. Βάθι , ἐφ’ ᾧ ἐστι βῆναι. Βρενθύεται , θρύπτεται· Βησαντῖνος ἐν τῷ περὶ Χρηστομαθείας φησί, ὅτι Βρενθεῖον ἐστὶ μῦρον, καὶ οὕτω λέγει ἐν τοῖς ἰάμβοις τοὺς ἀλαζόνας καὶ τρυφεροὺς μύρῳ χρᾶσθι ἀκολουθεῖν· ἀπὸ τοῦ δηλαδὴ τοὺς θρυπτομένους ἐπὶ παντί. Βέλτερος , οὐκ ἀπὸ τοῦ βάλλω, ἀλλ’ ἴσως ἀπὸ τοῦ βέλλω· ὅθεν βέλος καὶ βολὴ, ὡς τρέπω τροπὴ, ὄνομα ῥηματικόν· ἑτέρῳ τύπῳ τῶν εἰς ων , βελτίων, καὶ ὑπερθετικὸν βέλτιστος. Βόθυνος , βάθυνός τις ὤν. Βρόχος , ὁ περιτιθέμενος τῷ αὐχένι, παρὰ τὸν βρόχον εἴρηται, ὃν καὶ φάραγγα καλοῦσι. καὶ ἡ μὲν συνήθεια βρόγχον καλεῖ· οἱ δὲ Ἀττικοὶ βράγχον· ἔνθεν τὸ βράγχος τὸ πάθος. Βαμβαίνω , παρὰ τὸ βαίνω· οἱ γὰρ κατάσχετοι ὑπὸ φόβου οὐχ οἷόν τε εἶναι ἑδραῖοι ταῖς βάσεσιν ἀμφοτέραις ὡς ὑπὸ Ὁμήρου παραδέδοται· ἀλλὰ μετοκλάζει, καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει. ἀπὸ μεταφορᾶς οὖν τῶν ποδῶν εἴρηται ἐπὶ τῶν ἑδραίαν τὴν φωνὴν ἔχειν μὴ δυναμένων. βαίνω βαβαίνω καὶ βαμβαίνω. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Βάζειν , βοῶ πρωτότυπον· συγκοπῇ βῶ, παράγωγον βάζω, ὡς φῶ φάζω. |
| beta 37 [15] | καὶ πλεονασμῷ τοῦ ρ , φράζω. τὸ δὲ βάζω ὁ μέλλων βάξω, καὶ ὄνομα βάξις. Βάβαξ , ὁ λαός. Ἀρχίλοχος· κατ’ οἶκον ἐστρωφᾶτο δυσμενὴς βάβαξ. ἐκ τοῦ βάζω βάζω, βὰξ ὄνομα, διπλασιασμῷ βάβαξ. Βᾶθρον , παρὰ τὸ βῶ βῆμι καὶ βίβημι. ἔνθεν τὸ ἤϊε μακρὰ βιβάς. βάθρον τι γίνεται ῥηματικὸν ὄνομα, καὶ τροπῇ τοῦ τ εἰς θ δι’ εὐφωνίαν βάθρον. Βλώσκω , μολῶ ἐστὶν, ἀφ’ οὗ μολίσκω, καὶ μεταθέσει τοῦ μ εἰς β , καὶ συγκοπῇ, βλώσκω. Βρῶμα , ἀπὸ τοῦ βρῶ, ὁ μέλλων βρώσω. βρῶμα, βροτὸς καὶ ἄβροτος, ἡ βρῶσις. Βορά , παρὰ τὸ βῶ τὸ τρέφω, οὗ μέλλων βώσω, ἀφ’ οὗ βορὸς καὶ βορὰ, καὶ βοτήρ. Βολβός , ἐπὶ τοῦ ἐσθιομένου, ἀπὸ τοῦ βίᾳ ἀναβάλλεσθαι. Βρόγχος , παρὰ τὸ βρέχω βρόγχος, πλεονασμῷ τοῦ γ . |
| beta 38 [15] | δίϋγρος γὰρ ὁ τόπος. Βουλή , βέλω, βολὴ, πλεονασμῷ τοῦ υ , βουλή. ἐπιβουλὴ γὰρ ψυχῆς ἐστί. Βάζω , ἐκ μεταθέσεως τοῦ φ εἰς β , ὡς Φενίκη Βερενίκη, κυφὸν κυβὸν, ὅθεν ἀποβολῇ τοῦ κ ὑβὸν ἄροτρον. φῶ οὖν ἐστὶ λέγω. οὗ παράγωγον φάζω. ὁ μέλλων φάσκω δύναται. δύναται δὲ καὶ παρὰ τὴν βοὴν εἶναι βάζω, βοὴ βοάζω, καὶ συγκοπῇ βάζω. Βάδεα , πλεονασμῷ τοῦ β . ἄδεα γὰρ ἐστὶ κυρίως ἐπὶ τῶν ἐγκοιτίων. Βαῦνοι , οἱ κάμινοι, παρὰ τὸ αὔω αὖνος, καὶ πλεονασμῷ τοῦ β βαῦνοι. Βυθός , παρὰ τὸ βάθος, ἣ παρὰ τὸ βύζω, βυτὸς καὶ βυθός. ΑΡΧΗ ΤΟΥ Γ. |
| gamma 37 (t) [5] | Γέφυρα , οἷον γῆ ἐφ’ ὑγρῷ κειμένη, οἷον γήφερά τις οὖσα. Γνόφος , κενὸς φάους ἀήρ. κατὰ μετάθεσιν τοῦ κ εἰς π , κενοφαός τις ὤν· τινὲς δὲ οὕτω· νέφος, νόφος, καὶ πλεονασμῷ τοῦ γ , γνόφος. Γνύξ , γόνυξ ἐστίν· ἀντὶ τοῦ ἐπὶ τοῦ γόνυ· ἔνθεν ἰγνία, ἡ τὸ γόνυ συνέχουσα. Γλωχίν , ἡ γωνία, παρὰ τὸ γλύψαι, τὸ κοιλάναι. |
| gamma 38 [5] | Γνῶστις , ὁ ἀδελφός· παρὰ τὸ μᾶλλον τῶν ἄλλων γινώσκεσθαι· ἢ ἅμα τινὶ γεγενημένος. Γυμνάσια , οἱ τόποι ὅπου ἐγυμνάζοντο· ἐπὶ γυμνοὶ ἠγωνίζοντο· ὥστε ἐπὶ τῶν ἀλητῶν. Γουνὸς ἀλωῆς, ὁ ὑψηλὸς τόπος, ἀπὸ τῶν ἐν σώματι γονάτων· ἃ ἐξέχει καὶ ἐστὶ γόνατα· οἷον κόνατα, ἀπὸ τοῦ κονεῖν καὶ ἐνεργεῖν. |
| gamma 39 [25] | ὅθεν καὶ διάκονος. τινὲς δὲ, ὁ τραχύτατος τόπος, ἀπὸ τῶν γονάτων· ὁμοίως τῶν ἐν τῷ σώματι τραχέων τόπων καὶ ὀστωδῶν. ἐν δὲ τοῖς ὀρεινοῖς καὶ πετρώδεσι τόποις εἰς τὸ πλέον αὔξεται. ἢ ὁ γόνιμος τόπος· παρὰ τὸ γόνον καὶ γουνὸς, κατὰ πλεονασμὸν τοῦ υ . γόνος μὲν βαρυτόνως, τὸ γεγενημένον, ὀξυτόνως δὲ, τὸ γεννητικὸν, ἢ ὁ γεννητικὸς τόπος εἴρηται. Γαμβρός , γάμος γαμηρὸς, συγκοπῇ καὶ προσθέσει τοῦ β , γαμβρός. Γαστήρ , ὅτι γαστρίζει ἡμᾶς ἐπιχορηγοῦσα τὴν τροφήν. Γλουτοί , οὕτω λέγονται διὰ ὑγρότητα καὶ τρυφερότητα· οἷον γλοιοὶ τινὲς ὄντες. καὶ γὰρ οὗτοι μετὰ λειότητος ἔνυγροι εἰσί. Γόνυ , ὅτι κατὰ τὸ αὐτὸ γναμπτόμενον τὸ σκέλος ὥσπερ γωνίαν ἀποτελεῖ. Γάλα , τὸ καλὸν εἰς ἀνατροφὴν, οἷον κάλα. καὶ μεταθέσει τοῦ κ εἰς γ , γάλα. Γυνή , γονή τις ἐστὶν, παρὰ τὴν γονήν· διὰ τὸ δεκτικὸν εἶναι τοῦ γόνου, τουτέστι τοῦ σπέρματος. ὁ δὲ Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ φησὶν, ὅτι γῶ ἐστὶ ῥῆμα δηλοῦν τὸ δέχομαι, καὶ λαμβάνω. ὅθεν καὶ γωρυτὸς τὸ δεχόμενον τὸ ρυ. —γω. Γωγυῖα γυνή, δεκτικὴ τοῦ σπέρματος. Γυῖα , κυρίως ἐστὶν ἐπὶ τῶν ποδῶν. παρὰ τὸ ἐπὶ τῆς γύης ἰέναι, τουτέστι τῆς γῆς. τάττεται δὲ καὶ ἐπὶ τῶν χειρῶν. Γλήνη , ἡ τῶν ὀφθαλμῶν κόρα. παρὰ τὸ δι’ αὐτῶν τὸν νοῦν γαληνιᾶσθαι τῇ ποικιλίᾳ τῶν ὁρατῶν. |
| gamma 40 [25] | ἢ ἀπὸ τοῦ γλαύσειν, ὃ ἐστὶ λάμπειν. Γλαυκός , παρὰ τὸ γλαύσσειν. Γνάθος , παρὰ τὴν γνάψιν καὶ κλάσιν. χαλινοὶ δὲ ὅτι δι’ αὐτῶν τὸ χαίνειν γίνεται. Γένυς , οἷον κέρυς τὶς οὖσα, ὅτι κένος τὸ κατ’ αὐτὸν μέρος ὀστέων. οἱ δὲ, ὅτι γεννᾷ ὀδόντας καὶ τρίχας. Γένειον , τὸ μέσον καὶ ἐξέχον τῆς κάτω γένυος. ἀπὸ τοῦ δι’ αὐτοῦ τὰ γένη διαστέλλεσθαι τῶν ἀῤῥένων καὶ τῶν θηλυκῶν, καὶ ἀτελῶν καὶ τελείων ἡλικιῶν. οὕτω Σωρανός. Γεγωνεῖν , τὸ θέμα γνωῶ· μεταθέσει τοῦ ν γονῶ, διπλασιασμὸς γεγωνώς. οἱ γὰρ Ἴωνες ὡς ἀπὸ προπερισπωμένου προφέρονται, γεγωνηκότες λέγοντες, καὶ γεγωνέω. Γράστις , παρὰ τὸ γράω ῥῆμα, τὸ ἐσθίω· ὁ μέλλων γράσω· γράσις, καὶ πλεονασμῷ τοῦ τ , γράστις. Γλίχεσθαι , παρὰ τὸ λίαν ἔχεσθαι. Γρίπος . παρὰ τὸ ἀγρεῖν, ὃ ἐστὶ παρακολουθεῖν τῇ ἄγρᾳ οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ· γρίπος ἁλιευτικόν τι δύκτιον, οἷον ἄγριπον. ἀγρεῖν δὲ, τὸ λαμβάνειν. Γείτων , παρὰ τὴν γῆν γεΐτων, καὶ γείτων, ὁ ἐν τοῖς αὐτοῖς τόποις. Γάδειρα , οἷον τῆς γῆς δειρά. Γαιήοχος , παρὰ τὸ γεννᾷν. Γῆρας , παρὰ τὸ εἰς γῆν ἐῤῥεῖν. διὰ τὸ ἐγγὺς εἶναι θανάτου. ἢ διὰ τὸ εἰς γῆν ὁρᾶν. Γαλήνη , ἡ καθισταμένη θάλασσα παρὰ τὸ γάλα. |
| gamma 41 [25] | οἱ δὲ παρὰ τὸ γελᾶν· γελάνη τὸ πρᾶον καὶ ἡδὺ ἔχουσα. Γέρανος , γήρευνός τις ἐστί· ἀπὸ τοῦ τὰ τῆς γῆς ἐρευνᾶν σπέρματα. Γαῦρος , παρὰ τὸ γαίω τὸ γαυριῶ, ἢ παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι. Γρυπός , γρυβόνες παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπικαμπές, ἤτοι ῥυβόν. καὶ τροπῇ τοῦ β εἰς π , ῥύπος, πλεονασμῷ τοῦ γ γρυπός. οὕτως Ἡρωδιανὸς ἐν τοῖς Ἐλέγχοις. Γαγγαλίζεσθαι , παρὰ τὸ γελῶ γελίζω, τροπῇ τοῦ ε εἰς α , γαλίζω. διπλασιασμῷ, καὶ πλεονασμῷ τοῦ γ , γαγγαλίζω, τὸ εἰς γέλωτα ἄγειν. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Γαμψός , κάμψω καμψός, καὶ ἔκαμψε, καὶ ἔγναψε. ἔγναψες γὰρ ἅπαντας, Ὅμηρος. καὶ γαμψόνυχες ἀπὸ τοῦ καμψόνυχες. Γαλαθηνός , παρὰ τὸν θήσω μέλλοντα, δηλοῦντα τὸ θρέψαι, ὡς τὸ, ἐπηετανὸν γάλα θῆσθαι· τὸ ἐσθίειν καὶ τὸ τρέφεσθαι· καὶ θοίνη ἡ τροφή· ἐστὶν οὖν θήσω θηνός, ὡς δήσω δεινός, κλείω κλεινός. καὶ σύνθετον γαλαθηνός. Γέρας , ἡ τιμὴ, παρὰ τὸ γῆρας τὸ τίμιον, τροπῇ τοῦ η εἰς ε . Γομφίος , τροπῇ τοῦ α εἰς ο . γαμφίος γὰρ ἦν, καὶ παρὰ τὸ γνάπτεσθαι· κατὰ συγγένειαν τοῦ γ πρὸς τοῦ κ . ἐκ τοῦ κάμπτω. γαμφίος οὖν ἀπὸ τῶν καμβίων σιαγόνων μετήνεκται. Γαμφολή , παρὰ τὸ κνάμπτω καὶ γνάμπτω, καὶ γαμφὴ ὄνομα ῥηματικὸν, καὶ ἕτερον ἀπ’ αὐτοῦ παράγωγον γαμφηλή. |
| gamma 42 [25] | Γάνος , παρὰ τὸ γανῶσαι τὸ λαμπρῦναι. Γωρητός , παρὰ τὸ γῶ τὸ λαμβάνω, ὅπερ εἴρηται ἀπὸ τῆς γῆς τῆς τὰ πάντα λαμβανούσης καὶ χωρούσης. γωρητὸς οὖν ὁ λαμβάνων καὶ δεχόμενος τὸ ῥυτὸν, τουτέστι τὸ τόξον. Γαστήρ , ἡ εἰς κύτος γεννηθεῖσα καὶ εἰς τὸ λαμβάνειν τι. Ἔντο , ἕλετο ἐστὶ, καὶ κατὰ συγκοπὴν ἕλτο, καὶ τροπῇ τοῦ λ εἰς ν ἔντο· ὡς τὸ ἦλθεν· καὶ ποιοῦσιν οἱ Δωριεῖς ἦνθεν· καὶ πλεονασμῷ τοῦ γ , γέντο. Γωνία , παρὰ τὸ γόνυ, ὅπερ ἐπικάμπτεται, ἡ κεκλαμένη, πεποίηται φύσει κτητικῷ. Γινώσκω , νοῶ, νοΐσκω, καὶ τροπῇ τοῦ ο εἰς ω , καὶ ἀποβολῇ τοῦ ι , νώσκω, καὶ κατὰ Ἠπειρώτας γνώσκω· καὶ πλεονασμῷ τοῦ γ , καὶ διπλασιασμῷ, γινώσκω. Γνώμη , νοῶ νοήσω νοήμη, καὶ συναλοιφῇ ἤτοι κράσει νώμη, καὶ πλεονασμῷ τοῦ γ , γνώμη. Γάμος , δάμος ἐστὶ τροπῇ τοῦ γ εἰς δ , ὁ δαμαστικὸς καὶ ὑποτακτικὸς τῶν θηλειῶν. ὅθεν καὶ τὰς παρθένους ἀδαμάστους λέγουσιν. οἱ δὲ παρὰ τὸ γεννᾶν. Γέῤῥα , δέῤῥα ἐστὶ, τροπῇ τοῦ δ εἰς γ , εἴτε τὰ σκηνώματα, ἐν οἷς τὰ ὤνια ἐπιπράσκετο, εἴτε τὰ δερμάτινα αἰδοῖα. Γλαφόν , παρὰ τὸ γλάφω τὸ κοιλαίνω καὶ διορύττω, ἐπὶ τοῦ κοίλου. |
| gamma 43 [10] | ἐπὶ δὲ τοῦ ἡδέος, τὸ διορύττειν καὶ κινοῦν τὴν ἀκοὴν εἰς ἡδονήν. καταχρηστικῶς δὲ ἐπὶ ἄλλων. Γραῦς , ῥεύσω ἐστὶ μέλλων ἀπὸ τοῦ ῥέω, καὶ πλεονασμῷ τοῦ γ , γρεύω, καὶ γραῦς τὸ διεῤῥυκὸς γύναιον, τροπῇ τοῦ ε εἰς α . Γύαλον , κυρίως τὸ κοῖλον τῆς χειρὸς, παρὰ τὸ γύω, ἀφ’ οὗ γύον καὶ γύϊον. τὸ δὲ γύω, παράγωγον τοῦ γῶ, δηλοῦντος τὸ λαμβάνω. ἀφ’ οὗ γῆ, ἡ πάντα λαμβάνουσα. γύον οὖν, καὶ πλεονασμῷ τοῦ αλ , γύλαον. Γαυλός , γῶ γάζω γαλὸς, καὶ πλεονασμῷ τοῦ υ , γαυλός. |
| gamma 44 [5] | Γαγγεῖον γάλακτος δεκτικόν. καὶ οὐ πάντως δεῖ παρὰ τὸ γάλα αὐτὸ λαβεῖν. σημαίνει δὲ καὶ εἶδος πλοίου. Γάγγαμος , δίκτυον ἐστίν· ὡς γάζω, γάσω, γάμος, γάγγαμος καὶ γάγγαμον, τοῦ γ διπλασιασμῷ. ἀπὸ τοῦ λαμβάνειν τὰ ἀγρευόμενα. Γρώνη , γώνη γρώνη· ἡ δεχομένη πέτρα σχοινία. Γυρῖνοι , οἱ βάτραχοι· παρὰ τὸ γυρὸν, τὸ περιφερές. Γνόφος , παρὰ τὸ δονεῖν τὰ νέφη. ΑΡΧΗ ΤΟΥ Δ. |
| delta 43 (t) [10] | Δαφοινός . μέλας. φοινὴν γὰρ τὸ μέλαν. Δράκων ἐπὶ νῶτα δαφοινός. τὸ δα ἐπιτατικόν. Δῶρον . δὼρ ἡ παλαιστή· παρὰ τὸ δωρεῖσθαι ἡμᾶς τῇ χειρί· ἀφ’ ἧς μετρεῖται ἡ παλαιστή. Δέπας . δέχος τι ἐστὶ, δι’ οὗ δεχόμεθα τὴν πόσιν. Δνοφερόν . τὸ μέλαν. ἀπὸ τοῦ γνόφου καὶ δνόφου. γνόφος δὲ ὁ κενὸς φάους ἀήρ. κατὰ δὲ μετάθεσιν τοῦ δ εἰς γ , γνόφος. Δαιμόνιος . ὁ ἐπιστημονικὸς, παρὰ τὸ δαῆναι. Δοῦπος . ὁ δέος ἐμποιῶν ψόφου, ἢ ὁ δέους ἔχων ὄπα. Δειλός . ὁ δεδιὼς τὰς μυίας. ἢ παρὰ τὸν δείσω μέλλοντα. οὕτως Ἀριστόνικος. δέος δεσαρός· μεταθέσει τοῦ ρ εἰς λ , δεαλός· δειλὸς κράσει, ὡς ταχέας ταχεῖς. Δινατή · περιφερὴς, ἐοικυῖα ἀδίνῳ, ὅ ἐστι τόρνῳ δῖνος δὲ ὁ τόρνος, παρὰ τὸ δονεῖσθαι καὶ κολοῦσθαι. |
| delta 44 [15] | Δίφρος . δυόφορός τις ὤν. Δεύτατος . ὁ ἔσχατος, ἀπὸ τοῦ δεύεσθαι, καὶ ἐνδεῖν. Δίσκος . παρὰ τὸ δικεῖν καὶ ῥίπτειν, καὶ περιττεύει τὸ ς . Δέμνια . ἐν οἷς δεδμήμεθα, καὶ κοιμώμεθα· οἷον δεδέμεθα· διὰ τὸ μηδὲν πράττειν, καὶ τὴν νύκτα δμήτειραν φησὶν Ὅμηρος· εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν. Δαρδάπτουσιν . ἀντὶ τοῦ λάβρως ἐσθίουσιν· παρὰ τὸ ζά μόριον, τροπῇ τοῦ ζ εἰς δ , δαδάπτουσι, καὶ πλεονασμῷ τοῦ ρ , δαρδάπτουσι. Δόρυ . δρύον ἂν εἴη· παρὰ τὴν δρῦν, οἷον δρύϊνον. Δεῖπνον . τὸ παρ’ ἡμῖν ἄριστον. δεῖ πονεῖν. ἄριστον δὲ ἔλεγον τὸ πρωϊνὸν βρῶμα. |
| delta 45 [25] | Ὅμηρος· ἐντύνοντο ἄριστον ἅμ’ ἠοῖ κεαμένω πῦρ. Δαλός . παρὰ τὸ δαίω τὸ καίω. δαιλὸς καὶ δαλός. ὁ μέλλων καύσω· ὡς παρὰ τὸ αὔω, αὔσω, αὐλὸς, τὸ φωνητικὸν ὄργανον. Διάκτορος . παρὰ τὸ ἄγω ἄξ ἄκτωρ. Δέλεαρ . παρὰ τὸ δόλον, δόλεαρ ἐστίν· ἢ παρὰ τὸ ἑλεῖν κατὰ πλεονασμὸν τοῦ δ δέλεαρ· ἕλεαρ, δέλεαρ. Δημός . παρὰ τὸ καίεσθαι. δαιμὸς καὶ δαμὸς, καὶ τροπῇ τοῦ α εἰς η δημὸς, τὸ εὐχερῶς καιόμενον. Δακτύλιος , ὁ φορούμενος. ἀπὸ τοῦ περὶ τὸν δάκτυλον ἰέναι ἐπὶ τῆς χειρός, οἷον δάκτυλός τις· ἐστὶν ἀπὸ τοῦ δι’ αὐτοῦ δράττεσθαι τινός. δακτύλιος ἐπὶ τῆς ἕδρας. ἢ διὰ τὸ δακτυλίῳ ἐφικτὸς εἶναι. ἢ ἀπὸ τῆς στρογγυλότητος τοῦ σημαντῆρος, τουτέστι τῆς σφραγίδος. Δελφύς , ἡ γαστήρ. ὡς δὲ τινὲς, ἡ μήτρα. ὅτι ἀδελφοποιὸς ἐστί. Διαίνει . κυρίως τὸ ὑπὸ ὑετοῦ Διὸς βρέχεσθαι. Δέρματα . κατὰ μετάθεσιν τοῦ τ εἰς δ , ὡσπερεὶ τέρμα τοῦ σώματος. ἔξωθεν γὰρ ἐπιβέβληται παντὶ τῷ συνεστηκότι σώματι. δέρχεσθαι γὰρ δηλοῖ, οἷον τὸ βλεπόμενον διέρχεσθαι. Δάκρυον . δάκνον τι ἐστί. ἀπὸ τοῦ δάκνεσθαι δι’ αὐτῶν τὰ ὄμματα. ἢ ὅτι τὰ πολλὰ ἀπὸ τῆς δηκτικῆς λύπης γίνονται. Δάκτυλοι . |
| delta 46 [25] | οἷον δράκτυλοι, ἀπὸ τοῦ δρᾶσαι· ἢ δέκτιλοι τινὲς εἰσὶν, δεκτικοὶ, ὄντες τῶν διδομένων· ἢ δείκτυλοι, ἀπὸ τοῦ δι’ αὐτῶν γίνεσθαι τὴν δεῖξιν. Δεξιά . ἀπὸ τοῦ δέχεσθαι δι’ αὐτῆς τὰ διδόμενα· ἢ ἀπὸ τοῦ δι’ αὐτῆς τὰς πλείας διεξιέναι πράξεις. Δραθεῖν . τὸ κοιμᾶσθαι. δρήθω, β ἀόριστον ἔδραθον, ἀπὸ τοῦ ἔδαρθον. ἐστὶ δὲ κατ’ ἐντίθεσιν. δρῶ γὰρ τὸ ἐνεργῶ, οὗ παράγωγον δρήθω. οἱ γὰρ κοιμώμενοι οὐδὲν ἐνεργοῦσι. Διφᾶν . παρὰ τὸ ἀφᾶν, τὸ ψηλαφᾶν, οὗ συγκοπὴ διφᾶν. Δεινός . ὁ δέους ποιητικός. δέος δεεινὸς, καὶ κατὰ μετάθεσιν τοῦ ε εἰς α δαεινὸς, καὶ ἀποβολῇ τοῦ δ γίνεται αἰνός. Δείλη . παρὰ τὸ τὴν ἔλην τοῦ ἡλίου. δεέλη ἐστὶ, καὶ δείλη. Δίκτυον . παρὰ τὸ βαλεῖν, ὃ ἐστὶ δίκειν. Δημήτηρ . τροπῇ τοῦ γ εἰς δ · οἷον γημήτηρ τις οὖσα· ἢ παρὰ τὸ δῃόω γῆν καὶ τέμνειν ἐν τῇ ἀρόσει. Διώνη . ἡ Ἀφροδίτη, ἢ ἀπὸ τοῦ διὰ πάντων ἰέναι. Δελφίνιος , ὁ Ἀπόλλων. ὅτι Κασταλίῳ τῷ κριτῇ εἰς ἀποικίαν στελλομένῳ, ὁ Ἀπόλλων ὁμοιωθεὶς δελφῖνι προηγήσατο τῆς νεὼς ἕως τοῦ Κρισίου κόλπου, καὶ ἐκεῖ κατοικήσας ὁ Καστάλιος, οὗ ὁ υἱὸς Δέλφις ἐπεκράτησε τῶν τόπων, καὶ ἀπ’ αὐτοῦ Δελφοὺς ἐκάλεσε τοὺς ἐνοικοῦντας, καὶ Δελφινίου Ἀπόλλωνος ἰερὸν ἐνιδρύσατο. |
| delta 47 [20] | τινὲς δέ φασιν, ὅτι ὁ δελφὶν εἰς τὴν ναῦν ἦλθε, καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπήδησεν εἰς θάλασσαν. Δεύειν . κυρίως τὸ ὑπὸ Διὸς βρέχεσθαι· ἔνθεν ὁ διερὸς ὑγρός. Δικαιοσύνη . παρὰ τὸ διχάζειν τὸ ἄδικον τοῦ δικαίου. διχαιοσύνη τὶς οὖσα. οὕτως Ἡρακλείδης. Δρόσος . κατὰ παράληψιν τοῦ ι , ἡ ἀπὸ Διὸς σοουμένη, δίοσός τις οὖσα, καὶ πλεονασμῷ τοῦ, καὶ συγκοπῇ τοῦ ι , δρόσος. Δυάς . παρὰ τὸ συνδεδέσθαι ἄλλῳ ἀριθμῷ, τῷ ἑνί· τὸ γὰρ ἀπολελυμένον ἐστὶ, παρὰ τὸ ἕσιν καὶ ἄφεσιν. Δυάζειν , διστάζειν· παρὰ τὸ ἐν δύο στάσεσιν εἶναι· ἢ παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν, καὶ μὴ ἐς ἕτερον δύνασθαι τρέπεσθαι τὴν γνώμην. Δεσπότης , δεοποιητής τις ὢν, δέος ἐμποιῶν. Δραπέτης . ὁ ἀποβλέπων εἰς τοὺς δεσπότας, παρὰ τὸ ῥῶ τὸ βλέπω. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Δέρτερον . τὸ δέρμα, παρὰ τὸ δέρω, καὶ δέρεσθαι. Δίκη . δίζω ῥῆμα, παρὰ τὸ δίζεσθαι. Διερός , παρὰ τὸ διαίνω διαρός· καὶ Ἰωνικῶς, μεταθέσει τοῦ α εἰς ε , διερός. |
| delta 48 [20] | Διαμπερὲς , παρὰ τῷ περάσαντι δι’ ὅλου. Ωʹς . ἀγαθή. ἀπὸ τοῦ δώσω μέλλοντος, ἀποβολῇ τοῦ ω , δώς. οὕτω Φιλόξενος. Δᾴς , ἡ λαμπὰς, παρὰ τὸ δαίω, ὁ μέλλων δαίσω, ἀποβολῇ τοῦ ω δαίς. οὕτω καὶ δορκὰς ἀπὸ τοῦ δέρκω δορκάς· λάμπω λαμπάς· νίφω νιφάς. Διάκονος . παρὰ τὸ κονεῖν, τὸ ἐνεργεῖν καὶ ἐπείγεσθαι. Δύσκολος . ὁ δυσχερῶς τινὶ κολλώμενος καὶ συναπτόμενος· ὥσπερ ἐκ τοῦ ἐναντίου κόλαξ, ὁ συνάπτεσθαι σπουδάζων καὶ κολλᾶσθαι. Δήνεια . παρὰ τὸ δαίω τὸ μανθάνω, ὁ μέλλων τὸ δαίσω, καὶ δαίμων ὁ πάντα εἰδώς· ὅπερ ἀποβολῇ τοῦ δ παρ’ Ὁμήρῳ αἵμονα θήρης. δαίω οὖν καὶ δαίνεα καὶ δήνεα. δεῖν. συναλοιφὴ τοῦ δέον δεῖν, ὡς πλέον πλεῖν. Δοίδυξ . ὁ καὶ ἀλετρίβανος. ῥῆμα ἐστὶ δαδύσσω· δαίω γὰρ τὸ μερίζω καὶ κόπτω, ὅθεν καὶ δαιτρὸς ὁ μάγειρος· οὗ ὁ μέλλων δαδύξω, καὶ ῥηματικὸν ὄνομα κατ’ ἀποβολὴν τοῦ ω , δάδυξ, τροπῇ τοῦ α εἰς ο , δόδυξ, καὶ δι’ εὐφωνίαν προσῆλθε τὸ ι , δοίδυξ, ὁ ταρακτικὸς ὤν. |
| delta 49 [25] | Δύστηνος . παρὰ τὸ στένειν, τροπῇ τοῦ ε εἰς η . Δάπτειν . τὸ μεθ’ ὁρμῆς ἐσθίειν. ἢ παρὰ τὸ δα ἐπιτατικὸν μόριον, καὶ διπλασιασμῷ τοῦ ρ , δαρδάπτειν, τὸ σφόδρα ἅπτεσθαι τοῦ ἐσθιομένου. Δοῦλος . ὁ κακοπαθῶν ἐν τῷ δουλεύειν. Δαιταλεύς . δαὶς δαιτὸς δαιτεύς. καὶ μέλανος μελανεύς· λέοντος λεοντεύς. καὶ πλεονασμῷ τῆς αλ , δαιτεὺς δαιταλεύς. καὶ Δαιταλεῖς, δρᾶμα Ἀριστοφάνους. Ἐπειδὴ ἐν ἱερῷ Ἡρακλέους δειπνοῦντες καὶ ἀναστάντες, χοροὶ ἐγένοντο. Δαπάνη . παρὰ τὸ δάπτω. ἔγκειται τὸ δα ἐπιτατικόν. Δάκνω . παρὰ τὸ καίνω, ἐν συγκοπῇ κνῶ, καὶ ἐν συνθέσει δάκνω· τὸ σφόδρα καίνω. δύναται καὶ παρὰ τὸ κνῶ. Δέχνυμαι. δέχω ἐστὶ ῥῆμα, οὗ παθητικὸν δέχομαι. καὶ τοῦ δέχω παράγωγον δεχύω, καὶ κατὰ Δωριέας δεχνύω. ὡς πλήθω πληθύνω· οὕτω δέχω δεχύνω· καὶ μεταθέσει τοῦ ν , δέχνω· ἀφ’ οὗ δέχνυμι καὶ δέχνυμαι. Δέσποινα . παρὰ τὸ δεσπόζω δεσπόζαινα, καὶ συγκοπῇ τοῦ ζα , δέσποινα. οὕτως Ἡρακλείδης ὁ Ποντικός. Διαῤῥήδην . ἀπὸ τοῦ ῥῶ δηλοῦντος τὸ λέγω. οὗ ὁ μέλλων ῥήσω. ἔνθεν ῥῆσις, καὶ ῥήτωρ, καὶ ἐπίῤῥημα ῥήδην, ἀπὸ τοῦ ῥήσω, καὶ σύνθετον διαῤῥήδην. Δῖος . τὸ ἐπίθετον κτητικῷ τύπῳ, ἀπὸ τῆς Διὸς γενικῆς δίϊος ἐστὶ, καὶ συναλοιφῇ δῖος. διὸ καὶ μακρὸν τὸ ι . οὕτως Ἡρωδιανός. Διάκτορος . |
| delta 50 [25] | διάτορός τις ὤν. Δόξα . ῥῆμα ἐστὶ περισπώμενον καὶ βαρύτονον, δοκῶ καὶ δόκω. ἔνθεν τὸ ἐκ δόκω βαρυτόνου ὁ μέλλων δόξω, ῥηματικὸν δόξα· ὡς ἄγω, ἄξω ἄξα καὶ ἄμαξα. Δεῖος . παρὰ τὸ δείω δέος, νείφω νέφος. λέγεται γὰρ καὶ δείδω δίω. ἔνθα βʹ ἀόριστος. περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. Δόμος . δέμω δόμος, τρέμω τρόμος. Δεσμός . δέω δέσω, δέμος, καὶ πλεονασμῷ τοῦ ς , δεσμός. Δῆμος . ὁ συνδεδημένος ὄχλος. δέω δέσω δέμος καὶ δῆμος. τοιγαροῦν ἐπὶ τοῦ διεσκεδασμένου φησὶν, λῦτο δ’ ἀγών. ὡς μένω μένις καὶ μῆνις, ἡ ἐμμένουσα ὀργή. Δῆρις . παρὰ τὸ δαίω τὸ κόπτω καὶ σφάζω, πλεονασμῷ τοῦ ρ . καὶ δήϊος ὁ πολέμιος. παρὰ τὸ δαίω. ὃς οὐ ... φήσαιτο τοῦ δαίειν καὶ κόπτειν. καὶ δάϊς ἡ μάχη βαρυτόνως. μεταθέσει τοῦ α εἰς η , δῆϊς, καὶ πλεονασμῷ τοῦ ρ , δῆρις. Δαύω , τὸ κοιμῶμαι. ἐκ τοῦ ἄδω ἐστὶ, καὶ ἐν ὑπερθέσει τοῦ δ , δεύω, καὶ τροπῇ τοῦ ε εἰς α , δαύω· ἵνα μὴ τὸ δεύω τούτου ἐπὶ τὸ χρήζω συμπέσῃ. Δῖος , ὁ ἔνδοξος. ἀπὸ τοῦ Ζεὺς Διὸς, δίϊος ἐγένετο, καὶ κράσει τῶν δύο ιι εἰς ι μακρὸν, ὡς τὸ ὄφιϊ καὶ ὄφι, δῖος γέγονε. διὸ καὶ προπερισπᾶται. ὡς τὸ Χῖος ἀνὴρ, ὁ ἀπὸ τῆς Χίου. ἡ Χίος γὰρ ἡ νῆσος, βραχὺ ἔχει τὸ χι . καὶ ἐξ αὐτῆς γέγονεν ἀνὴρ Χίϊος· ὡς ἀπὸ τῆς Ῥόδου Ῥόδιος· καὶ κράσει τῶν δύο ιι εἰς ι μακρὸν γέγονε Χῖος ἀνὴρ, τουτέστι ὁ Χιώτης. διὸ καὶ προπερισπᾶται τὸ Χῖος ἀνήρ. ΑΡΧΗ ΤΟΥ Ε. |
| epsilon 51 (t) [20] | Ἐέλδω . παρὰ τὸ ἑλεῖν πρὸς αὐτὸν καὶ ἕλκειν. Ἐγγυαλίξαι . κυρίως τὸ εἰς κοῖλον τῆς χειρὸς δοῦναι· ἐγγύαλον γὰρ τὸ κοῖλον· ὅ ἐστι ἐγχειρίσαι. γυῖα γὰρ οἱ πόδες καὶ αἱ χεῖρες. κυρίως ἐπὶ τῶν χειρῶν, παρὰ τὸ γῶ ῥῆμα, τὸ δηλοῦν τὸ χωρῶ, ἢ δέχομαι καὶ λαμβάνω. ὅθεν καὶ γορυτὸς, ὁ δεχόμενος τὸ ῥυτὸν, τουτέστι τὸ τόξον. Ἐπασσώτερος . παρὰ τὸ ἆσσον. Εὐνή . παρὰ τὸ εὖ νενῆσθαι, ὃ ἐστὶ σεσωρεῦσθαι ταῖς στρωμναῖς. Ἐπίῤῥοθος . ὁ ἐπιῤῥωννύων καὶ ἐπικελεύων. Ἐπίσατρα . ἀπὸ τοῦ ἐπισοεῖσθαι ἢ ἕπεσθαι καὶ ἐν τῇ γῇ ὁρμᾶν. Ἐμμαπέως . κατὰ μετάθεσιν καὶ πλεονασμὸν τοῦ μ , ἁμεπέως ἅμα τῷ λόγῳ. Ἐρεπόμενοι . κυρίως ἀπὸ τῶν ἀλόγων. ἀπὸ τοῦ ἐκ τῆς ἔρας, ὃ ἐστὶ τῆς γῆς, ἀναλαμβάνειν τὴν τροφήν. Ἐνιαυτός . παρὰ τὸ ἐν αὐτῷ διειληφέναι πάντας τοὺς καρποὺς, καὶ τὰς τροπάς. Ἐρεχθεύς , ὁ καὶ Ἐριχθόνιος. ἀπὸ τοῦ ἐσπάρθαι εἰς τὴν ἔραν. ἀπὸ τῆς ὀρέξεως τοῦ Ἡφαίστου. Ἔτησιν . οἷον ἔθησιν ἀντὶ τοῦ ἐθᾶσιν. Ἑρμῶνες . οἱ κλινόποδες, παρὰ τὸ ἐνειρῆναι αὐτοῖς τὰ ἐνήματα. |
| epsilon 52 [20] | ἢ παρὰ τὸ ἐγγεγλύφθαι ἁρμὰς τινὰς αὐτοῖς. ὕπνου γὰρ δοτὴρ ὁ Ἑρμῆς. ἢ παρὰ τὸ ἕρμα, καὶ στήριγμα εἶναι. τοῖς γὰρ ποσὶ στηρίζεται ἡ κλίνη. Εἴρεος . παρὰ τὸ ἔῤῥειν καὶ φθείρεσθαι· πλεονασμῷ τοῦ ρ καὶ τοῦ ε . ἐῤῥὼς, ἐῤῥὸς, ἔρερος καὶ εἴρεος. εἴρεον εἰσάγουσι. Ὅμηρος οὕτως. Ἐξεισία . ἡ πρεσβεία. παρὰ τὸ ἵημι, ὃ ἐστὶ τὸ πέμπω. Ἐρημνή . συγκοπῇ τοῦ ε ἐρεβεννή. ἢ παρὰ τὸ ἔρεβος. Εὐλαί . σκώληκες, παρὰ τὴν εἴλησιν. Ἔνεροι . παρὰ τὴν ἔραν τὴν γῆν. Ἐδρύφθη , ἐξέσθη. ἀπὸ τῆς λεπιζομένης δρυός. Εὔληρα . κατὰ κοινωνίαν τοῦ υ πρὸς τὸ ι , οἷον εἴληρα· ἀπὸ τῆς εἰλήσεως τῆς περὶ τὰ ζῶα. Ἔνδινα . τὰ ἔντερα. Ὅμηρος φησί· ψαύει δ’ ἐνδίνων. ὁ δὲ Ἀρίσταρχος ἐτυμολογεῖ ἔνιά τινά ὄντα τὰ ἐντὸς τῶν ἰνῶν, ἢ ἁπλῶς τῶν μελῶν. καὶ παρὰ τὸ ἐντὸς εἶναι τῶν ὅπλων. οὔτως εὗρον ἐν Ὑπομνήματι τῆς Ἰλιάδος. Ἔντεα , τὰ ὅπλα. παρὰ τὸ ἐντὸς περιλαμβάνειν τὸ σῶμα. οἷον σκεπαστήριά τινα ὄντα. Ἕως . ἐτυμολογεῖται Ἀττικῶς ἀντὶ τοῦ ἠὼς διὰ τοῦ ε . διὰ τοῦ ἕως ταύτης ἡμᾶς κατακεκρῖσθαι. |
| epsilon 53 [25] | ἡ διὰ τὸ ἴεσθαι ἡμᾶς ἐν ταύτῃ. Ἐπηγκενίδες . αἱ πλατεῖαι σανίδες ἐπιτενεῖς οὖσαι. ἐστὶ δὲ παρὰ ἐνέγκω ῥῆμα καὶ ἐνείσκω ἀλλά μ’ ὑπήνεγκαν ταχέες πόδες· παρὰ τὸ ἐνέγκω ποδηνεκές. ἐνέγκω οὖν ἐνεκὴς καὶ ἐπενεκὶς καὶ ἐπηνεκὶς, τροπῇ τοῦ ε εἰς η . τὸ παρατεταμένον, καὶ διεληλυθὸς, καὶ μακρόξυλον. ὑπερθέσει καὶ μεταθέσει τοῦ ν , ἐπηγκενὶς, ἡ μακρὰ σανίς. Εὖρος , ὁ ἄνεμος. παρὰ τὸ εὐρὺ καὶ σφοδρὸν τῆς πνοῆς. Ἐπωγαί , οἱ συγκεκλεισμοί. ἀπὸ τοῦ ἐπῷξαι, ὃ ἐστὶ συγκλεῖσαι· καὶ πυλέων· πᾶσαι γὰρ ἐπῴχατο, ἀντὶ τοῦ κεκλεισμέναι ἦσαν. Εὐχή . ἡ τοῦ εὖ ἔχειν αἴτησις. Ἐπισκύσαι , τὸ χαλεπῆναι· ἀπὸ τοῦ τὸ ἐπισκύνιον καθελκύσαι τοὺς χαλεπαίνοντας. Ἐρίηρες . παρὰ τὸ ἄγαν ἀρηρέναι. τὸ γὰρ ερι ἐπίτασιν σημαίνει. Εἴδατα . παρὰ τὸ ἔδω τὸ ἐσθίω, ἔδαρ, καὶ πλεονασμῷ τοῦ ι , εἶδαρ. Ἔθειραι , αἱ ἐπιμελείας ἀξιούμεναι τρίχες. ἔθειν γὰρ τὸ ἐξ ἔθους τι ποιεῖν. ὁ δὲ Σωρανὸς φησὶν ἔθειραν παρὰ τὸ ἐξ ἔθους ῥεῖν καὶ ἐκπίπτειν ἐπὶ τῶν φαλακρουμένων. Ἐλεόν , ἡ μαγειρικὴ τράπεζα. παρὰ τὸ ἐξ ἐλαΐνων ξύλων πλέκεσθαι, οἱονεὶ ἐλαόν. Ἐπισχερῶ , τὸ ἐγγὺς, παρὰ τὸ σχέσιν ἔχειν παρὰ ἄλληλα. τινὲς δέ φασι, κατὰ μετάθεσιν τοῦ δ εἰς ρ , οἷον, ἐπίσχε δύο. Εὐράξ , οἷον πλευρὰξ, κατὰ ἀποβολὴν τοῦ πλ . |
| epsilon 54 [25] | οὕτως Ἡρακλείδης ἐν τῷ περὶ δυσκλίτων ῥημάτων. ἀπὸ δὲ τούτου δύναται τὸ πλάτος εὖρος, οἷον πλάτος καὶ εὖρος. ὡς γὰρ πρὸς τὸ ὀρθὸν μῆκος τὸ πλάτος. Ἔπαλξις , ὁ προμαχών. ἐπάλεξις οἷον τὶς οὖσα. Ἐρικεῖν . ἀπὸ τῆς ἐρίκης, ὃ ἐστὶν εὐσχιδὲς ξύλον. ἐρεγμὸς καὶ ἐρεχμὸς, ὁ διασχιζόμενος κύαμος. οὕτως εὗρον ἐν Ὑπομνήματι, καὶ ἐρέκτας τοὺς ἐπὶ τοῦτο ἐργάτας Ἀλεξανδρεῖς. Εἶλαρ . φύλαγμα, φράγμα. παρὰ τὸ εἰλεῖν καὶ συνέχειν. Ἑδανόν , ἡδύ. παρὰ τὸ ἥδω καὶ ἥδομαι. Ἑανόν . παρὰ τὸ ἕσσασθαι. Ἐφετμή . ἀπὸ τοῦ ἐφίημι, ἐφεσμή, καὶ κατὰ ἐναλλαγὴν τοῦ ς εἰς τ , ἐφετμή. Ἐέρσαι . αἱ δρόσοι. παρὰ τὸ ἔρσαι, ὃ ἐστὶ ποτίσαι. ποτίζει γὰρ τὰ φυτὰ ἡ δρόσος. Ἑρμῆς . ὅτι μέγιστον ἐστὶ ἕρμα τῶν περὶ τὸν βίον. Ἐγνηής . παρὰ τὸ ἥδομαι, καὶ ᾗσαι. ἢ παρὰ τὸ ἡδὺς νηὴς, ὡς βροθὺς ἐμβριθής. Ἐρυμνή . παρὰ τὸ ἔρυμα. οἷον ἐρύματος τάξιν περιέχουσα. Εὔκηλος . πλεονασμῷ τοῦ υ ἕκηλος. παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ. ὁ δὲ ὑποχωρῶν ἡσυχάζει. Ἔλεγχος . πλεονασμῷ τοῦ γ ἔλεγχος ἐστὶν, ἐπεὶ ἑλὴν ἔχειν. ἑλὴ δὲ ἡ τοῦ ἡλίου λαμπεδών. λαμπρύνεται δὲ τὸ ζητούμενον καὶ φανεροῦται ἀντὶ τούτου. Ἕρκος . |
| epsilon 55 [20] | κατὰ ἀποβολὴν τοῦ υ ἔρυκος, καὶ ἔλκος. Ἐνίπτω . πλεονασμῷ τοῦ τ . καὶ τροπῇ τοῦ ε εἰς ι , ἐνίπτω. πολλάκις δὲ ἐπείσοδος συμφώνου τρόπον ποιεῖ· τέκω, τίκτω· ἔπω, ἴσπω, ἐνίσπω· βλάβω βλάπτω· ἐπεισόδῳ τοῦ τ , καὶ τροπῇ τοῦ β εἰς π . Ἐξετάζω . παρὰ τὸ ἐτεὸν τὸ ἀληθὲς ἐτάζω ἐστίν. ὡς ἵππος ἱππάζω· μάταιον ματαιάζω· ἐτεάζω οὖν, τὴν ἀλήθειαν ἀνακρίνω, καὶ ἀποβολῇ τοῦ ε , ἐτάζω καὶ ἐξετάζω. Ἐμπέραμος . παρὰ τὴν πείραν ἐμπείραμος, καὶ ἀποβολῇ τοῦ ι , ἐμπέραμος. Εἱμαρμένη . παρὰ τὸ μείρω τὸ μερίζω, μέμαρμαι καὶ μεμαρμένη, ἡ εἱμαρμένη, ἀποβολῇ τοῦ μ , καὶ προσθέσει τοῦ ι , εἱμαρμένη, ἡ μεμερισμένη ἑκάστῳ. ἀποβολῇ δὲ καὶ προσθέσει, ὡς λέλειφα εἴληφα. Ἀττικὸν γὰρ τοῦτο. Εἰσμερνή . κατὰ ἀποβολὴν τοῦ ρ , ῥειαμένη. ἐστὶ παρὰ τὴν ῥεῦσιν τῶν ὑδάτων, ἢ παρὰ τὴν ἕσιν τῶν ὑδάτων καὶ βοτανῶν αὐτομάτως· ἢ ἐξ ἧς ἵενται. ἢ ἰαίνομαι, εἰ ἀνενήτις οὖσα. οὕτως ἐν Ὑπομνήματι εὗρον. Ἐπίῤῥησις , ὁ ψόγος, καὶ ἡ κατηγορία. ἔνθεν λοιπὸν καὶ ἐπίῤῥητος. Ἀρχίλοχος ἐν Ἐλεγείοις· Αἰσιμήδη δηλοῦμεν ἐπίῤῥησι μελεδαίνων. οὐδεὶς ἂν μάλα πολλ’ ἱμερόεντα πάθοι. |
| epsilon 56 [20] | ἐπίῤῥητος οὖν, παρὰ τὴν ῥῆσιν, ἐφ’ ᾧ ἄν τις πολλὰ λέγοι ψέγων. Ἔντερα . ἀπὸ τοῦ δι’ αὐτῶν ῥεῖν τὴν τροφὴν καὶ τὸ αὐτῆς περίττωμα· ἢ ἀπὸ τοῦ εἰλοῦσθαι· οἷον ἔντελα τὰ ἐντὸς εἰλούμενα. οὕτως Σωρανός. Ἔμβρυον . ἀπὸ τοῦ ἔνδον βρύειν καὶ αὔξεσθαι. ἢ ἔνδον ἔχειν τὴν βοράν. ἢ ἔνδον εἶναι βροτοῦ. ὡς ἐνδόβρυον. οὕτω Σωρανός. Ἐπίπλους . οἷον ἐπιπλεῖν καὶ ἐπὶ πυλῆς εἶναι. οὕτω Σωρανός. Ἐπιγονατίς . διὰ τὸ ἐπὶ γόνατα κεῖσθαι. Ἐπιγουνίς , ὁ πρὸς τῷ γόνατι μῦς. ὡς δὲ ἄλλοι, ἡ δι’ εὐεξίαν ἐπιτραφεῖσα σὰρξ τῷ γόνατι. Ὅμηρος· οἷον ὁ γέρων ἐπὶ γουνίδα φαίνει. Ἔαρ . ἐπὶ τοῦ αἵματος. διὰ τὸ ἐν τῷ ἀέρι πλεονάζειν τὸ αἷμα. καὶ αὐτὸ τὸ ἔαρ. παρὰ τὸ πλεονάζειν ἐν τῇ ἕσει τῶν φυτῶν καὶ βοτανῶν. τινὲς δὲ κατὰ ἀποβολὴν τοῦ υ · εὖαρ γὰρ τὸ εὖ ἧκον ἀέρος. ἡ γὰρ τοῦ περιέχοντος ἔτους ἐστὶν ἡδίστη κρᾶσις· ὅτε μήτε χειμὼν, μήτε ἄγαν θέρος. Εἶδος . εἶδος καὶ μορφὴ αἰσθητῶς· τὸ εἰδόμενον καὶ μεμορφωμένον, ἀοράτου τῆς ἀρχῆς ὑπαρχούσης, τουτέστι τῆς ὕλης ἀπλάστου καὶ ἀμόρφου οὔσης· ἢ ὅτι εἶδος τοῦ γενικοῦ σώματός ἐστι βλεπόμενον. Ἐγκέφαλος . |
| epsilon 57 [30] | παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ. Ἔδνον . παρὰ τὸ ἥσω ἡδανὸν ἐστὶ, καὶ ἀποβολῇ τοῦ α ἡδνὸν καὶ ἔδνον. ἥδονται γὰρ τούτοις αἱ γαμούμεναι. ἢ παρὰ τὸ ἔζω. ἔδω ἔδομαι, ἐδονὸν καὶ ἔδνον, παρὰ τὸ αἴτιον εἶναι τοῦ παρέζεσθαι, καὶ παραμένειν τὴν νύμφην τῷ νυμφίῳ. Ἐκεῖθεν . συγκοπῇ τοῦ ἐκεινόθεν. οὐδὲν γὰρ τῶν εἰς θεν τῇ ει παραλήγεται διφθόγγῳ. Ἐτήτυμον . ἐτεὸν ἔτυμον, καὶ πλεονασμῷ τῆς τη συλλαβῆς, ἐτήτυμον. Ἐρινύες . ἀρανύες τινὲς εἰσὶν, αἱ τὰς ἀρὰς ἀνύουσαι. Ἐρωδιός . σεσημείωται κατὰ τὸν τόνον. οὐδὲν γὰρ διὰ τοῦ διος ὀξύνεται. ἐτυμολογοῦσι δὲ αὐτὸν, οἱ μὲν παρὰ τὸ ἕλους ἴδιον εἶναι ἐλωδιὸς, καὶ τροπῇ τοῦ λ εἰς ρ , ἐρωδιός· οἱ δὲ, παρὰ τὸ ῥοίζον ῥοίδιος καὶ ῥοδιός, καὶ πλεονασμῷ τοῦ ε , ἐρωδιός. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν. Ἔκπλαγον . μετάθεσις. ἐκπλαγὸν ἐστὶ παρὰ τὸ ἐκπλήσσω. ὅθεν τό, ἡνίοχον δ’ ἐκπλαγέν. τροπὴ δὲ ἐπὶ τούτου ἐστὶ τὸ α εἰς η . παρὰ γὰρ τὸ πλήσσω, ἐπὶ μὲν ψυχικοῦ πάθους διὰ τοῦ α , ἐπὶ δὲ σωματικοῦ, διὰ τοῦ η · οἷον, ἐπλήγην, τὸ λαβεῖν τραῦμα· ἐπλάγην δ’ ἐπὶ ψυχῇ. Ἐχθρός . παρὰ τὸ ἔχθος ἐχθηρὸς, καὶ συγκοπῇ ἐχθρὸς, ὡς κῦδος κυδρός. οἱ δὲ διὰ τοῦ κ γράφοντες φασὶν εἶναι ἐχθρός· ὁ ἔξω τεθορηκὼς, εἴγε σύμβασις ἡ φιλία. οὕτω φησὶν Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. διὰ δὲ τοῦ χ γράφει. Εὖνις . ὁ ἐστερημένος τινὸς, παρὰ τὴν ἑνὸς γενικήν. ὁ γὰρ παρώνυμος χαρακτὴρ ἀπὸ γενικῆς γίνεται. οὕτω παρὰ τὴν ἑνὸς γενικὴν ἔνις, καὶ πλεονασμῷ τοῦ υ , εὖνις. οὕτως εὗρον ἐν τῷ περὶ Παθῶν. Ἐλαφρός . |
| epsilon 58 [30] | παρὰ τὸ κουφότατον ζῶον τὴν ἔλαφον· ἑλαφηρὸς καὶ συγκοπῇ ἐλαφρός. Εἴρων . ἐξ οὗ εἰρωνεία. παρὰ τὸ ἐρεῖν τὸ λέγειν. εἴρων δὲ ὁ διὰ λόγων παραλογιζόμενος. Εἰλικρινής . παρὰ τὸ ἐν ἕλῃ κεκριμένον. ἕλη δὲ ἡ λαμπηδὼν τοῦ ἡλίου. Ἔλεγος , ὁ θρῆνος. διὰ τὸ δι’ αὐτοῦ τοῦ θρήνου εὖ λέγειν τοὺς κατοιχουμένους. εὑρετὴ δὲ τοῦ ἐλεγείου. οἱ μὲν τὸν Ἀρχίλοχον, οἱ δὲ Μίμνερμον, οἱ δὲ Καλλῖνον παλαιότερον. ὅθεν πεντάμετρον τῷ ἡρωϊκῷ συνῆπτον· οὐχ ὁμοδραμοῦντα τῇ τοῦ προτέρου δυνάμει· ἀλλ’ οἷον συνεκπνέοντα, καὶ συσβεννύμενον ταῖς τοῦ τελευτήσαντος τύχαις. οἱ δὲ ὕστερον πρὸς ἅπαντας διαφόρως. οὕτω Δίδυμος ἐν τῷ περὶ Ποιητῶν. Ἐπιστάτης . ὁ ἐφιστάμενος τινὶ, καὶ ὁ ἐπαίτης· παρὰ τὸ ἐφίστασθαι· πολλάκις δὲ καὶ ἐπὶ τοῦ διδάσκοντος τὶ ἁπλῶς. Εὐώνυμος , ἡ χεὶρ κατὰ ἀντίφασιν, ὧς ἀριστερὰ παρὰ τὸ ἄριστον. Εὐδία , συγκοπῇ. εὐωδία γὰρ ἐστί. Εὐφρόνη . ἡ νὺξ, καθ’ ἣν εὖ φρονοῦμεν, τῆς διανοίας σχολαζούσης. Ἑσπέρα . παρὰ τὸ ἐς πέρας εἶναι τὴν ἕω. ἢ ἀπὸ τοῦ ἔσω ἡμᾶς περᾶν. Ἐλπίς . ἑλκίς τίς ἐστιν. ἀπὸ τοῦ παρέλκειν ἡμᾶς τῷ χρόνῳ. ἢ ἀπὸ τοῦ ἐλλείπειν τι τῷ ἐλπίζοντι, ἐλλιπές τις ἐστι, καὶ συγκοπῇ ἐλπίς. Ἕρπυλος . ἀπὸ τοῦ ἕρπειν ἐν τῷ αὔξεσθαι. Εὐνοῦχος . παρὰ τὸ τὴν εὐνὴν ἔχειν καὶ ἐπιμελεῖσθαι· ἔχειν γὰρ τὸ φυλάττειν. Ὅμηρος· ὥς μοι κῆπον ἔχει πολυδένδρεον. ὁ δὲ εὐνοῦχος παρὰ τὸ εὖ τοῦ νοῦ ἔχειν, ἐστερημένου τοῦ μίσγεσθαι, ἅπερ ἀρχαῖοι ἀνόητα ἐκάλουν. Ἀριστοφάνης, ὕπνου τ’ ἀπέχεσθαι καὶ ἀνοήτων. Εἴρα . |
| epsilon 59 [30] | ἡ ἐκκλησία. ἀπὸ τοῦ εἴρω τὸ λέγω. Ἕωλον . τὸ ὄψον. παρὰ τὸ ἕω, δηλοῦν τὸ κορέσω. ἐπεὶ χ’ ἑῶμεν πολέμοιο. ὅταν γὰρ διακορεῖς γενώμεθα, εἰς τὴν ἐπιοῦσαν τὰ μέρη λιπόντες λέγομεν ἕωλα. Ἐξέτρω . παρὰ τὸ τρῶ, τὸ δηλοῦν τὸ κόπτω. ἔνθεν τὸ τρῶσαι, τὸ σιδήρῳ τέμνειν. δηλοῖ δὲ καὶ τὸ βλάπτω. τὸ δὲ παράγωγον αὐτοῦ τρώω· Ὅμηρος· οἶνός σε τρώει μελιηδής. παρὰ δὲ τὸ τρῶ παράγωγον τρῶμι, καὶ παρῳχημένος ἔτρων ἔτρως ἔτρω, καὶ ἐξέτρω· οἷον ἐβλάβη καὶ ἐξεκόπη ἡ κύησις. Ἐρέτης . ἐλῶ ἐλέσω, καὶ παράγωγον. τροπῇ τοῦ λ εἰς ρ , ἐρέσω, καὶ ἐρέτης. Ἐρωτῶ . παρὰ τὴν ἔρωτος γενικήν. ἐπειδὴ οἱ ἐρωτῶντες οὗ εὔχονται τυχεῖν τοῖς ἐρῶσιν ἐοίκασιν. οὕτω Φιλόξενος. Εὐθημοσύνη . παρὰ τὸν θήσω μέλλοντα. θῆμος παράγωγον καὶ θημόσυνος καὶ εὐθημοσύνη· ὡς ἵππος ἱπποσύνη, καὶ δίκαιος δικαιοσύνη. θήσω θῆμος θημοσύνη. Φιλόξενος. Ἐρωή . ἡ ὁρμή. ὁρῶ ἐστὶ ῥῆμα, καὶ ῥώω. ὅθεν τὸ ἐῤῥώσαντο. καὶ τὸ τούτου ῥηματικὸν ὄνομα ῥωὴ, ὡς ζῶ ζωή. καὶ πλεονασμῷ τοῦ ε , ἐρωή. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Ἐπίσσωτρον . παρὰ τὸ σῶ τὸ ὁρμῶ, οὗ μέλλων σώσω. ὄνομα ῥηματικὸν σῶτρον. καὶ σύνθετον, ἐπίσσωτρον. Ἑτερόγναθος ἵππος, ὁ σκληρόστομος. εἴρηται δὲ ὡς μὴ ἰδίαις ταῖς γνάθοις χρώμενος. Ἐτεόν , τὸ ἀληθές. εἰμὶ, ὁ μέλλων ἔσω ἔσομαι· ὡς θήσω θετὸς, οὕτω ἔσω ἐτὸς, καὶ πλεονασμῷ τοῦ ε , ἐτεός. τὸ γὰρ ἀληθὲς ὑπάρχον, ἐστὶ καὶ πεπηγός. Ἐπιτάξ . παρὰ Καλλιμάχῳ. τὸ ἐπίῤῥημα, παρὰ τὸ ἐπιτάξω, ἀποβολῇ τοῦ ω , ὡς παρὰ τὸ μίγω μὶξ ἐπιμίξ. Ἔναρα . |
| epsilon 60 [30] | κυρίως ἐν οἷς ἀρήρεται τὸ σῶμα καὶ ἐνήρμοσται· ὡς ἐπὶ θώρακος, καὶ κυνέας, καὶ κνημίδος. καὶ ἐναρίζειν, τὸ τὰ ἐναρηρότα τοῖς σώμασιν ἀφαιρεῖσθαι. Ἔνδιος . ἡ μεσημβρία καὶ ὁ μεσημβρινός. ὁμοίως παρὰ τὸ ἰδίω τὸ ἰδρῶ· Ὅμηρος, ἴδιον, ὡς ἐνόησα. ἐνίδιος καὶ ἔνδιος. ἔνδιος δ’ ὁ γέρων. ἢ παρὰ τὸ ἐνδεῖν καὶ ἐλαττοῦσθαι τὰ ἡμέτερα. Ἐσμὸς , ἐπὶ τοῦ πλήθους τῶν μελισσῶν. παρὰ τὴν ἕσιν ὁμοῦ ποιεῖν, καὶ μὴ διεστάναι ἀπ’ ἀλλήλων. ὅθεν Ὅμηρος. Ἐΰς . παρὰ τὸ ἔω τὸ ὑπάρχω, ὡς καὶ παρὰ τὸ ἥδω ἡδὺς, βρίθω βριθὺς, οὕτω παρὰ τὸ ἔω ἐΰς. Ἐϋῤῥεῖος . ῥέω ῥεεὺς καὶ εὐρεύς ἐϋῤῥεέος, καὶ κράσει τῶν δύο εε εἰς ει δίφθογγον εὐῤῥεέος. δύναται καὶ παρὰ τὸ ῥεύσω μέλλοντα, ῥεὺς, ἀποβολῇ τοῦ ω , ἐῤῥεύς. Ἔπος . παρὰ τὸ ἔπω, οὗ σύνθετον ἐνέπω. ἔπω δὲ ἔπος, ὡς τεύχω τεῦχος. Εὐτράπελος . παρὰ τὸ τρέπω ῥῆμα, οὗ βʹ ἀόριστος ἔτραπον. ὄνομα τράπελος, σύνθετον εὐτράπελος. Ἐσθής . παρὰ τὸν ἕσω μέλλοντα. ἀμφιέσω. ὄνομα ῥηματικὸν ... παρώνυμον ἑστὴς, καὶ μεταθέσει τοῦ τ εἰς θ , ἐσθὴς, ὡς παρὰ τὸ ἀργὸς ἀργής· ἀργῆτι κεραυνῷ. Ἐδωδή . ἔδη, διπλασιασμῷ ἐδηδὴ, καὶ ἐδωδὴ κατὰ τροπὴν τοῦ η εἰς ω . Ἐγκονεῖν , σπευδεῖν. ἀπὸ μεταφορᾶς τῶν κόνιν ἐγειρόντων. Ἕδη . τὰ ἱδρυμένην καὶ ἀΐδιον τὴν ἐν αὐτῷ μονὴν ἔχοντα. Ἐνέδραι . παρὰ τὸ ἕζω ῥῆμα, ὄνομα ἔδρα καὶ ἐνέδρα. Ἑδώλια . ἕζω ἢ ἕδω, τροπῇ τοῦ ζ εἰς δ ἕδω ἑδοῦμαι, καὶ καθεδοῦμαι, παρ’ Ἀττικοῖς. Ἔριον , καὶ εἶρος. ἰοδνεφὲς ὡς ἔχουσα, τὸ μέλαν. παρὰ τὸ ἴον, ὡς φησὶ, καὶ τὸ ἴον μέλαν ἐστὶ, καὶ ἁ γραπτὰ ὑάκινθος. |
| epsilon 61 [30] | ἔριον καὶ ἔῤῥος παρὰ τὸ ἔῤῥω τὸ μοχθῶ· περὶ ὂ ταλαιπωροῦσιν αἱ ἐργαζόμεναι. Ἐρετμός . ἐρέσσω ἐρετμὸς, καὶ τροπῇ τοῦ γ εἰς τ , ἐρετμός. Ἐπητής . παρὰ τὸ ἔπω, οὗ σύνθετον ἐνέπω. ἐπλεόνασε δὲ τὸ η . ἔδει γὰρ ἰσοσυλλαβῆσαι τῷ ῥήματι· ἔπω ἔπης. δηλοῖ δὲ οὐ μόνον τὸν τοῦ λέγειν, ἀλλὰ καὶ τὸν τοῦ ποιεῖν ἐν δυνάμει ὄντα. Ἑρπετόν . παρὰ τὸ ἕρπω ῥῆμα, ἢ παρὰ τὸ ἐμπίπτειν τῇ ἔρᾳ. Ἐσσήν , ὁ βασιλεύς. Καλλίμαχος. οὔ σε θεῶν βασιλίη ἐσσῆνα πάλιοι θέσαν. παρὰ τὸ ἕσσων ἐστὶν, ὁ ἥττονας τοὺς ἐφ’ ἑαυτὸν ἔχων, καὶ συστολῇ τοῦ η , εἰς ε , ἐσσήν. Ἔκπαγλος . ἐκπληγὸς ἐστὶ, παρὰ τὸ ἐκπλήσσω, ὡς παρὰ τὸ πήσσω πηγὸς καὶ ναυπηγός. τὸ δὲ η εἰς α μεταβέβληται, καὶ ἅμα τῇ μεταβολῇ μετατίθεται καὶ τὸ λ , ἔκπληγος ἔκπαγλος. Ἔκδικος . ὁ ἄδικος, ὁ ἔξω τοῦ δικαίου. Ἐγγυτέρω . παρὰ τὸ ἐν γῇ τυγχάνειν, ὡς πρὸς τῷ ἐν ἀέρι καὶ θαλάττῃ, ἅπερ οὐκ ἐφικτὰ ἡμῖν ἐστὶν, ἀλλὰ κεχώρισται. Ἐρινεός . παρὰ τὸ ἐριστικὸν εἶναι τὸ δένδρον πέτραις, καὶ ὕδασιν. οὕτως Ἡρωδιανὸς καὶ Εὐδαίμων. Ἐπιεική . παρὰ τὸ εἴκειν καὶ μὴ ἀντιτείνειν. Εἰρήνη . παρὰ τὸ ἀλέγειν, καὶ εἴρειν ἐν αὐτῇ ἐξεῖναι. εἴπερ ἄρης ὁ πόλεμος κατὰ στέρησιν τῆς ῥήσεως. Εἰλείσθη . ἀπὸ τοῦ ἐλεύθειν εἰς φῶς δι’ αὐτῆς τὰ τικτόμενα. Εἴκελος . παρὰ τὸ εἴκω τὸ ὁμοιῶ· ἀφ’ οὗ καὶ εἰκὼν, ὡς παρὰ τὸ ἄγω ἀγκών. Ἑδανόν . |
| epsilon 62 [30] | παρὰ τὸ ἥδω ἡδανὸν καὶ ἑδανόν· ἀμβροσίῳ ἐπὶ ἑδανῷ. Εὐμαρής . παρὰ τὸ μαίρω τὸ λάμπω, ὅθεν τὸ μαρμαίρω κατ’ ἀναδιπλασιασμόν. μαίρω μαρὴς καὶ εὐμαρὴς, ὁ ἐμφανὴς, καὶ δῆλος, καὶ εὔληπτος, καὶ μὴ ὑπὸ σκότει κείμενος. Ἐγγύη . παρὰ τὸ γῶ τὸ δέχομαι· ἔνθεν γωρητός. τοῦ γῶ παράγωγον τὸ γνῶ, ἀφ’ οὗ ἐγγυᾶσθαι εἴρηται τὸ εἰς ἑαυτὸν περιάγειν καὶ λαμβάνειν ἢ σῶμα, ἢ πρᾶγμα ἀπιστούμενον. Ἔρεβος . παρὰ τὸ ἐρέφω, τροπῇ τοῦ φ εἰς β , τὸ κατεστεγασμένον ὑπὸ τῆς γῆς. παρὰ τὸ ἔραν τὴν γῆν. τὸ ὑπὸ τὴν ἔαν βαῖνον. Εἰδαλίμας . παρὰ τὸ εἶδος εἴδιμος, ὡς πεύκη πεύκιμος, κῦδος κύδιμος, καὶ πλεονασμῷ τοῦ αλ πευκάλιμος καὶ κυδάλιμος, οὕτως εἶδος εἴδιμος καὶ εἰδάλιμος· οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Ἐνυάλιος . παρὰ τὴν Ἐνυώ, προστάτην δαίμονα τοῦ πολέμου. κτητικῷ τύπῳ Ἐνυὼ ἐνύϊος, καὶ πάλιν προςιόντος τοῦ α καὶ λ , ἐνυάλιος. Ἐντροπαλιζόμενος . ὥσπερ φέρω φορῶ παράγωγον, φέβω φοβῶ, οὕτω τρέπω τροπῶ· ἢ καὶ ἄλλη παραγωγὴ, κομῶ κομίζω, αἰτῶ αἰτίζω· οὕτω τροπῶ τροπίζω· καὶ προσελθόντος τοῦ αλ τροπαλίζω, ἐντροπαλιζόμενος. τὸ δὲ τροπαλίζω, καὶ χωρὶς τοῦ ἐν προθέσεως εἴρηται. πρὶν δ’ οὔτι μετατροπαλίζεω φεύγων. τοιαῦτα δὲ εἰσὶ ῥήματα, καὶ ἀπὸ τῶν εἰς ης εἰς ζω παραγόμενα, πλεονάζοντος τοῦ αλ , πύκτης πυκτίζω πυκταλίζω· Ἀνακρέων, ὡς δὴ πρὸς ἔρωτα πυκταλίζω. καὶ Σώφρων φησὶν ἀπὸ τοῦ πυκτεύω, πυκταλεύω. Ἐναλίγκιος . |
| epsilon 63 [30] | παρὰ τὸ εἴκω τὸ ὁμοιῶ· ὥσπερ παρὰ τὸ πήσσω πάγιος, ἁρμόζω ἁρμόδιος, καὶ παρὰ τὸ εἴκω εἴκιος· καὶ ὥσπερ τὸ εἴκελος ἀποβάλλει τὸ ε · εἴκελος ἀστεροπῇ· οὕτω καὶ παρὰ τὸ εἴκω εἴκιος ἐνείκιος, καὶ χωρὶς τοῦ ε , καὶ προσιόντος τοῦ αλ , καὶ πλεονάσαντος τοῦ γ διὰ τὰ ἐπάλληλα βραχέα, ἐναλίγκιος. Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Ἐκάπυσσεν . κάπω ἐστὶ ῥῆμα τὸ δηλοῦν τὸ πνέω. τούτου παράγωγον καπύω, καὶ ἕτερον καπύσσω, ὡς ἀφύω ἀφύσσω. Εἱρκτή . εἵργω· ὁ μέλλων εἵρξω· καὶ εἱρκτή. Ἐπικουρεῖν . ἡ ἐπὶ πρόθεσις τὸ δέον σημαίνει· οἷον ἐπικουρεῖν τὸ προσῆκον ποιεῖν τοῖς κούροις. Ἐπιορκεῖν . ἡ ἐπὶ πρόθεσις ἀπὸ τῆς ὑπὲρ ἔγκειται, καὶ δηλοῖ τὸ ὑπὲρ ἄνω τῶν ὅρκων γίνεσθαι, καὶ ὑπερβαίνειν αὐτούς. Ἀπολλώνιος οὕτως. Ἐξαίσιον . ποτὲ μὲν δηλοῖ τὸ μέγα· ποτὲ δὲ τὸ ἄδικον. παρὰ τὴν αἶσαν, ἥτις δηλοῖ τὸ πρέπον. ἐξαίσιον οὖν, τὸ ἔξω τοῦ πρέποντος· ὁτὲ δὲ τὸ μέγα, οἷον τὸ ὑπὲρ τὸ καθῆκον· ὥσπερ τὸ ἐκνομίως παρὰ Ἀριστοφάνει, ἀντὶ τοῦ μεγάλως. Ἔναγχος . παρὰ τὸ ἀγχοῦ ἀγχὸς, καὶ μετὰ τῆς ἐν προθέσεως ἔναγχος. Εἶδος . παρὰ τὸ εἴδω εἶδος, τὸ πᾶσιν ὁρώμενον. Ἕρματα . οἱ μὲν παρὰ τὸ εἴρω ῥῆμα καὶ ἕρμα· οἱ δὲ παρὰ τὸ ἔρεισμα, συγκοπῇ ἕρμα. οὕτως Ἡρωδιανός. Ἐλύσθη . ῥυμὸς ἐπὶ γαῖαν. οἱ μὲν παρὰ τὸ ἐλεύσθω ἐλεύσθη καὶ ἐλύσθη· οἱ δὲ παρὰ τὸ εἰλῶ εἰλύω εἰλύσθη, καὶ ἀποβολῇ τοῦ ι , ἐλύσθη. Ἔλυτρον . τὸ ἔλυμα τοῦ τόξου. Ἑρμαίας . ἐρῶ ἐστὶ ῥῆμα, ἀφ’ οὗ ὄνομα ῥηματικὸν Ἑρέας, καὶ πλεονασμῷ τοῦ μ , Ἑρμαίας. Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Ἐριούνιος . παρὰ τὸ ὀνῶ, ἐριώνης ἐστὶ, καὶ πλεονασμῷ τοῦ υ , ἐριούνης· τὸ δὲ ἐρι ἐπιτατικὸν ἐστὶν, ἐριούνης ὢν, ὁ μεγάλως ὠφελῶν. |
| epsilon 64 [30] | Ἡρωδιανός. Εἷμα . ἕω ἕσω καὶ εἷμα· καὶ ἀπὸ τοῦ ἕω ἕσω ἑσὴς καὶ ἐσθής. Ἐλεφέρω . παρὰ τὸ ἔλπω τὸ ἐλπίζω, ἄλλο παράγωγον ἐλπαίρω, καὶ πλεονασμῷ τοῦ ε , ἐλεπαίρω· τροπῇ τοῦ π εἰς φ , ἐλεφέρω. κυρίως τὸ ταῖς ἐλπίσιν ἀπατᾶσθαι. οὕτως Ἡρωδιανός. λέγει δὲ δύνασθαι τὸ ἐλεφαίρω παρὰ τὸ ζῶ εἰρῆσθαι. Ἔρδω . παρὰ τὸ ῥέζω, τροπῇ τοῦ ζ εἰς δ , καὶ μεταθέσει τοῦ ρ . Ἐλάπη . ἐλῶ, ὁ μέλλων ἐλάσω. ὄνομα ῥηματικὸν ἔλετος. καὶ εἰς ἰδιότητα ἐλέχθη ἐλάτη τὸ φυτόν. Ἔγχελυς . παρὰ τὸ τῇ ἰλύϊ ἔχεσθαι τὸν ἰχθύν. Ἐάφθη . παρὰ τὸ ἕπω, τὸ παθητικὸν ἥφθη, καὶ διαιρέσει τοῦ η εἰς ε καὶ α , ἐάφθη, ὡς ἥλω γίνεται ἑάλω. εἰ γὰρ ἦν ἀπὸ τοῦ εἴπω καὶ εἰπόμην, ἦν ἂν εἴπῃ· καὶ πῶς ἐδύνατο εἰς ε καὶ α ἐάφθη; τὰ δὲ ἀπὸ τοῦ ε ἀρχόμενα ποτὲ προσλαμβάνει τὸ ι , ποτὲ δὲ μεταβάλλει αὐτὸ εἰς η · ἔπω εἶπον, ἐμῶ ἤμουν. Ἐπίθημα , καὶ ἀνάθημα. παρὰ τὸ τίθημι θέμα καὶ ἐπίθημα. ἀπὸ δὲ τοῦ ἥσω, θῆμα, ἐπίθημα καὶ ἀνάθημα. Ἐπίμιξ . παρὰ τὸ μίγω ῥῆμα, μίξω, μίξ, ἐπίμιξ· ὡς δάκω δάξω δάξ· ἀλλάξω ἀλλὰξ ἐναλλάξ. ταῦτα ὡς ἐπιῤῥήματα ὀξύνεται. εἰ γὰρ ἐβαρύνετο, ὡς ὀνόματα ἐκλίνετο. χθὲς παρὰ τὸ ἐχθεῖν, ὅ ἐστι παρελθεῖν· καὶ ἀναλογώτερον τὸ ἐχθὲς τοῦ χθές. Ἐπητύος . παρὰ τὸ ἔπος ἐπητύς. Εὖρος . τὸ πλάτος. δι’ οὗ ἐστὶν εὐρεῖν καὶ φέρεσθαι. παρὰ τὸ εὖρος εὐρὺς, ὡς πλάτος πλατύς. Ἐάλη . συνεστράφη. οἱ γὰρ ἐκκλίνοντες τινὰς οὐκ ἐπαίρονται, ἀλλὰ συστρέφονται. αὐτὸ δὲ τὸ ἀλῶ, παρὰ τὸ πλανῶ, ἐκ τοῦ ἐκκλίνω. οἱ γὰρ ἐκκλίνοντες τινὰς καὶ πλανῶσι. |
| epsilon 65 [15] | τὸ δὲ εἰς ἵππους ἅλεται, ἀντὶ τοῦ ἅληται, ὅ ἐστι συστραφῇ. τὸ δὲ ἥλην. ἀφ’ οὗ τὸ ἐάλην, παράκειται, μετοχὴ ἀλεὶς, ὡς ἐνύγην νυγείς. τὸ δὲ ἀλῶ τὸ πλανῶ καὶ ἀλῶμαι. κατὰ στέρησιν τοῦ λῶ, δηλοῦντος τὸ θέλω. οἱ γὰρ πλανώμενοι οὐχ, ὡς θέλουσι πλάνες, περιτυγχάνουσι. τοῦ δὲ ἀλῶ ὁ β ἀόριστος ἥλων, ἥλως, ἥλω, καὶ παθητικὸς ἤλην, διαίρεσις τοῦ η εἰς ε καὶ α , ἐάλη. τοῦ δὲ ἀλῶ ὄντος συζυγίας τρίτης παράγωγον εἰς μι ἄλωμι, βʹ ἀόριστος ἥλων, ἥλως, ἥλω, κατὰ διαίρεσιν ἑάλω. Ἐκεχειρία . παρὰ τὸ ἔχω καὶ ἀπέχω ἐχεχειρία, καὶ τροπῇ τοῦ χ εἰς κ , ἐκεχειρία, ὡς καὶ τὸ, ὑπὸ δὲ Τρῶες κακάδεντο, ἀντὶ τοῦ κεχάδεντο. Ἔμπλην , τὸ ἐγγύς· πέλω ἐστὶ ῥῆμα δηλοῦν τὸ πλησιάζω· καὶ κατὰ συγκοπὴν πλῶ, καὶ μετὰ τῆς ἐν προθέσεως τὸ ἐπίῤῥημα ἔμπλην. Ἐξαυστηρίκυω . αὔσω ἐξαυστήρ. Ἐπυράκτεον . πῦρ πυρὸς πυράζω πυράξω· ὄνομα πυρακτὸς, καὶ ῥῆμα ἀπὸ τοῦ ὀνόματος πυρακτός· ὡς τάσσω τάξω, τακτὸς, ἄτακτος, ἀτακτῶ. |
| epsilon 66 [15] | Ἑταῖρος . ἔθος ἐθαῖος ὁ συνήθης, καὶ πλεονασμῷ τοῦ ρ , ἐθαῖρος, καὶ μεταθέσει τοῦ θ εἰς τ , ἑταῖρος. Ἐλαύνω . παρὰ τὸ ἐλῶ ῥῆμα. καὶ παράγωγον ἐλαύνω. Ἑληθερεύς , ὕδωρ θερμανθὲν ὑπὸ ἡλίου. παρὰ τὸ ἕλην, καὶ τὸ θέρω. Εἰλυφάζει . παρὰ τὸ εἰλῶ καὶ τὸ φῶ, ὅπερ ῥῆμα λυφῶ, καὶ παράγωγον εἰλυφάζω. Ἐπίουρος . φύλαξ, παρὰ τὸ ἐφορᾶν, πλεονασμῷ τοῦ υ , ἐπίουρός τις ὤν. Ἑορτή . ἐρωτὴ, ἐρατή τις οὖσα, καὶ μεταθέσει τοῦ ρ , ἑορτή· ἧς ἐρῶσι πάντες. Ἔριθος , ὁ ἐργάτης. ὁ τὴν γῆν μισθοῦ ἐργαζόμενος. κυρίως δὲ ἐπὶ γυναικῶν ἂν λέγοιτο τῶν τὰ ἔρια ἐργαζομένων. Ἐλιδανός , ὁ δεσμός. παρὰ τὸ ἑλεῖν τὸ δεσμεύειν. ΑΡΧΗ ΤΟΥ Ζ. |
| zeta 65 (t) [5] | Ζαφελῶς , ἄγαν σφοδρὸς, ἢ ἐπικότως. παρὰ τὸ φιλεῖν. Ἡρωδιανός. Ζῶον . ἀπὸ τοῦ ζῆν καὶ τῆς ἐν ἡμῖν ζήσεως τοῦ θερμοῦ. Ζεύς . παρὰ τὸ ζέσιν. ζέω καὶ τροπῇ τοῦ τέλους Ζεὺς, ὡς τρέφω τροφεὺς, πέρθω πέρσω Περσεύς. Ζέφυρος . |
| zeta 66 | ζωεφόρος τὶς ὤν. τροπῇ δὲ τοῦ ο εἰς υ κατ’ Αἰολέας, ὡς ὄνομα ὄνυμα. Ζάφελος . ὁ ἄγαν ηὐξημένος. παρὰ τὸ ὀφέλλω τὸ αὔξω καὶ τὸ ζα ἐπιτατικὸν μόριον· ζάπλουτος, ζάκορος. Ζαχρείης . |
| zeta 67 [5] | χρῶ ἐστὶ ῥῆμα, τὸ πλησιάζω, παρὰ τὸν χρῶτα· οὗ παράγωγον χραύω· χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον. ἐστὶν οὖν χρῶ, καὶ χρὴς ὄνομα ῥηματικόν· καὶ ἐπείσοδος τοῦ ε μετὰ τοῦ ζα , ζαχρεής· καὶ μετὰ τοῦ ι , ζαχρειής· ὡς ἀδελφὸς ἀδελφειός. οὕτω Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλάβων. Εἰρά . ἀπὸ τοῦ δεῖν, ὃ ἐστὶ δεσμεύειν καὶ δεῖσθαι. σημαίνει δὲ τὸν χιτῶνα, καὶ τὴν ζώνην, καὶ τὴν χλαμύδα. |
| zeta 68 [5] | Ζεύγλη . παρὰ τὸ ζεύγω ζεύξω ζεύγλη, ὡς ἀΐσσω ἀΐξω αἴγλη. Ζωρότερον . πλεονασμῷ τοῦ ρ , οἷον ζωότερον· ἀπὸ τοῦ ζωὸν καὶ ἰσχυρὸν εἶναι. τὸ γὰρ ζωὸν καὶ ἰσχυρόν. ἀπὸ δὲ τούτου τὸ ἀκρώτερον ἠμφαίνει. Ζαθέη , ἡ ἄγαν θαυμαστὴ, καὶ πολλῆς θέας ἀξία. ΑΡΧΗ ΤΟΥ Η. |
| eta 67 (t) [20] | Ἡνίαι . παρὰ τὸ ἐνίεσθαι, ἢ παρὰ τὴν ἕνωσιν τῶν ὑποζυγίων. Ἠερία . παρὰ τὸ ἦρι, ὃ σημαίνει τὸ πρωΐ. Ἡνίοχος , ὁ ἔχων τὰς ἡνίας. Ἠλεμάτως . παρὰ τὸ ἀποπλανῆσθαι τοῦ συμφέροντος. παρὰ τὴν ἅλην, ἡ ἐνδεία λα , καὶ ἐκκλίνειν τὴν ἀφροσύνην, ἢ παρὰ τὸ θερμόν. καὶ γὰρ τὴν θερμασίαν ἀλέαν ἔλεγον. ἀποκέκοπται δὲ ἡ λέξις. τὸ γὰρ τέλειον ἐστὶν ἠλεός. Ἠλίβατος . ἐφ’ ἣν πρώτην βαίνει ὁ ἥλιος· ἢ ἡ παραθαλασσία, ἡ ἐφ’ ἁλὶ βαίνουσα. Ἠερέθονται . πλεονάζει τὸ η , ὡς ἐν τῷ ἠμύνει. Ἠϊόνες . ἐφ’ ὧν ἐστὶν ἰέναι ἐξ ἁλὸς, καὶ παρατείνεσθαι τοῖς αἰγιαλοῖς. Ἠλακάτη . εἰλακάτη τις οὖσα· παρὰ τὸ εἰλίσσειν, ἀπὸ τοῦ περιέχοντος εἰρίου. Ἤμβροτες . κυρίως τὸ βροτοῦ μὴ τυχεῖν. Ἦτορ . κατὰ ἀποβολὴν τοῦ α . φρεσὶ θυμὸς ἀήτη. παρὰ τὸ ἄω τὸ πνέω. καὶ ἐστὶ πνεῦμα ἡ ψυχή. ἀήτορ οὖν ἐστὶ καὶ ἦτορ. Ἠβαιόν . παρὰ τὴν ἥβην. ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέως αὔξεται καὶ ἐλαττοῦται, καὶ παρωνύμῳ χαρακτῆρι ἥβη ἡβαιός. ὀξύνεται δὲ, ὡς γῆρας γηραιός. οἱ δὲ παρὰ τὸ βῶ, τὸ ὀλίγον βῆναι. ἐὰν μὲν παρὰ τὸ βῶ, βαιὸς καὶ ἠβαιὸς, πλεονασμῷ τοῦ η . |
| eta 68 [20] | παρὰ τὴν ἥβην, ἡβαιὸς καὶ βαιὸς, ἀποβολῇ. Ἧπαρ . ἀπὸ τοῦ ἐπήρθαι τὸ κεκυρτῶσθαι. Ὑψικράτης· ὅτι δι’ αὐτοῦ ἡ πάροδος τῆς τροφῆς. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ, παρὰ τὸ ἐπαίρεσθαι φησὶν ἐπάρ τι ὂν καὶ ἧπαρ, τροπῇ τοῦ ε εἰς η . ἢ παρὰ τὸ εἴδω, ἧδαρ, καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆς ἡδονῆς καὶ τὸ τῆς ἐπιθυμίας. Ἦρι , ἐπὶ τοῦ ὄρθου. ἀπὸ τοῦ αἴρεσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης κατὰ τοῦτον τὸν καιρόν. Ἠλακάτη . ἐκτάσει τοῦ ε εἰς η . εἱλῶ εἱλάσκω καὶ τροπῇ ἠλάσκω. αἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν. σημαίνει δὲ τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἰλεῖσθαι. οὕτως οὖν εἱλῶ εἱλήσω εἱλήσκω, καὶ τροπῇ ἡλάσκω, ῥηματικὸν ὄνομα ἠλακάτη, περὶ ἣν τὸ αὐτὸ εἵλημα εἰλεῖται. Ἠπύει . ἔπω ἐπύω. τροπῇ τοῦ ε εἰς η , ἠπύει. Ἠθεῖε . παρὰ τὸ ἔθος ἐθεῖος, καὶ τροπῇ τοῦ ε εἰς η , ἠθεῖος· ἢ πλεονασμῷ τοῦ η , θεῖος ἠθεῖος. Ἥρα . εἴρηται ὁ ἀήρ· μετατεθέντος γὰρ τοῦ α εὑρίσκεται τὸ ὄνομα. Ζεὺς δὲ ὁ αἰθήρ. τὸ δὲ θερμὸν τοῦ αἰθέρος, μιγνύμενον τῷ ἀέρι, ζωογονεῖ ὅθεν μυθεύονται τὰ κατὰ τὸν Δία καὶ Ἥραν. Ἠώς . |
| eta 69 [25] | ὑπὸ τῶν Ἀττικῶν λέγεται· ἡ κατὰ τὴν αὐτῆς ὥραν ἐξιοῦσα καὶ ἐξιέναι ποιοῦσα. πιθανότερον δὲ Αἰολεῖς παρὰ τὸ κατ’ αὐτὴν πάντα τὰ ζῶα αὔειν, ὃ ἐστὶ φωνεῖν. Ἥφαιστος . Αἰολεῖς ἄψαστος. τοῦ γὰρ πυρὸς οὐκ ἔστιν ἅψασθαι. Ἡρακλείδης . πρότερον Ἀλκείδης ἐλέγετο ἀπὸ Ἀλκέου. ὕστερον δὲ ἡ Πυθία Ἡρακλέα αὐτὸν ἐκάλεσε, παρ’ ὅσον ἐξ Ἥρας ἔμελλεν ἔχειν κλέος. Ἀστυάγης φησὶν, ὁ δι’ Ἥραν ἀκλεὴς γενόμενος διὰ τὸ μὴ βασιλεῦσαι, ἀλλὰ θητεύειν Εὐρυσθεῖ. Ἧλος . παρὰ τὸ ἥσω μέλλοντα. ἵημι ἥσω, ἧλος. Ἤϊα . τὰ εἰς ὁδὸν βρώματα κυρίως, παρὰ τὸ ἔχοντας ἰέναι. καταχρηστικῶς δὲ καὶ τὰ ἄχυρα. Ἦκα . παρὰ τὴν ἀκὴν τὴν ἡσυχίαν· ἥτις πεποίηται κατὰ στέρησιν τοῦ χαίρειν, οἷον ἀχήν. παρὰ δὲ τὴν ἀκὴν παρῆκται ἐπίῤῥημα τὸ ἄκα· καὶ μεταθέσει τοῦ α εἰς η , ἦκα. Ἠπεδανός , ὁ ἐκ τοῦ πέδου ἀναστῆναι μὴ δυνάμενος. Ἦνις . ἔνος ὁ ἐνιαυτός. παρώνυμον ἔνις, καὶ τροπῇ τοῦ ε εἰς η , ἦνις. ἤνιες τὸ πληθυντικὸν, ἤνιας, ἦνις συναλοιφὴ, τοῦ ἑνὸς οὐσία ἐνιαυτοῦ. Ἦτορ . κυρίως ἐπὶ τῆς ἀφόβου ψυχῆς. ἄτορ καὶ ἦτορ. καταχρηστικῶς δὲ ἐπὶ πάσης ψυχῆς. Ἠλάσκουσαι . παρὰ τὸ ἀλῶ ἀλῶμαι, ἀλάσκω γίνεται παράγωγον, ὡς φῶ φάσκω. οἷον περὶ τὸν αὐτὸν τόπον ἀναστρέφομαι καὶ πλανῶμαι. Ἠλασκάζω . |
| eta 70 [25] | ἀλῶ, καὶ τὸ παθητικὸν ἀλῶμαι. ἀλάσκω γίνεται παράγωγον, ὡς τὸ βῶ βάσκω, καὶ ἕτερον γίνεται παράγωγον ἀπὸ τοῦ ἀλάσκω, ἀλασκάζω, ὡς ἀκούω ἀκουάζω, ῥίπτω ῥιπτάζω. τὸ δὲ ἀλασκάζω Ἰονικῇ τροπῇ τοῦ α εἰς η , ἠλασκάζω. Ἠμαθόους . Ἀμαθοῦς, ποταμὸς ὁ παραῤῥέων. Ἤλιθα . παρὰ τὸ ἅλις ἐπίῤῥημα ἐξέπεσε τὸ ἄλιθα. Ἠλίθιος , ὁ ἀνόητος, παρὰ τὴν ἅλα. ταύτης γὰρ τὸ ὕδωρ ἄχρηστον. ἔνθεν καὶ ἅλιον τὸ μάταιον, καὶ ἀλὼς παράγωγον τοῦ ἀλῶ· ἀφ’ οὗ ἀλήτης. ἀπὸ τούτου καὶ ἕτερον παράγωγον ἀλεὸς ἐρύη, καὶ αὐτὸ ἡλεὸς Ἰωνικόν. Ἠπεροπέα . ἀπεροπέα φασὶ τοῦ περ συνδέσμου ἐν τῇ ἰδίᾳ θέσει πλεονάζοντος. ἀέπεα γὰρ εἶναι, οἷον τὸν τῷ λόγῳ κακῶς χρώμενον καὶ ἀπατεῶνα. τὸ δὲ α σημαίνει καὶ τὸ κακόν· ὡς εἶναι τὸ πρωτότυπον ῥῆμα ἔπω, ἀφ’ οὗ ὄνομα ὀπεὺς, ὡς τρέφω τροφεὺς, ἔχω ὀχεύς. Ἠγηλάζει . ὡς ἀκούω ἀκουάζω, κύπτω κυπτάζω, οὕτως ἄγω ἀγάζω, καὶ περιττεύοντος τοῦ λα ἀγαλάζω, καὶ Ἰωνικῇ τροπῇ ἠγηλάζει. Ἤπιος . παρὰ τὸ ἔπος ἤπιος, καὶ τροπῇ τοῦ ε εἰς η , ἤπιος· ὁ λόγῳ καὶ μὴ πάθει πάντα ποιῶν. Ἤριον . ἐκ τοῦ ἔρα ἡ γῆ. Ἠκέστας . κεντῶ ἐστὶ ῥῆμα, οὗ μέλλων κένσω. ὅθεν κέντορες ἵππων. ἀπὸ τοῦ κένσω γίνεται κεντός· καὶ ἀποβολῇ τοῦ ν, καὶ προσθέσει, κεστὸς ἀκεστός· καὶ τὸ θηλυκὸν ἀκεστὴ, καὶ τροπῇ τοῦ α εἰς η , ἠκεστάς. |
| eta 71 | Ἥλεος . ἅλιος λέγεται. ἄναμμα γὰρ θαλάσσης. Ἥμονες . |
| eta 72 | οἱ ἀκοντισταί. παρὰ τὸν ἕσω μέλλοντα. Ἥμισυ . ἅμα ἶσον. τοῦ ὅλου διαιρεθέντος. ΑΡΧΗ ΤΟΥ Θ. |
| theta 71 (t) [20] | Θεράπων . παρὰ τὸ θεραπεύειν τὸν κρείττονα. Θοῦρις . παρὰ τὸ θορεῖν. ἐκ τῶν περιεχομένων, ἢ θοροποιεῖν. Θύον . τὸ ἐπιθυόμενον εἰς κάθαρσιν. Θῶκος . ἡ τοῦ θεῖν ἡμᾶς ἐν τῷ καθέζεσθαι εἰς αὐτὴν ἐπέχουσα. Θεσπεσία . οἷον θεοπεσία. παρὰ τὸ πεσεῖν, ἢ ἥδεσθαι καὶ ἐπακολουθεῖν θεοῖς. Θρῆνυς . ἡ τῶν ἐρετῶν σανὶς, ἀφ’ ἧς καὶ θρανίται λέγονται· παρὰ τὸ ἐν αὐταῖς ἵζειν. Θρυλλίχθη παρὰ τὸ θραύω. παράγωγον θραυλίζω. εἶτα θραυλίχθη, καὶ θρυλλίχθη ἀποβολῇ τοῦ α . παθητικὸς ἀόριστος αʹ. Θριγκός . παρὰ τὸ θρέξαι. ὁ περιτρέχων κύκλῳ. Θάλασσα . παρὰ τὸν σάλον, σάλασσα, καὶ μεταθέσει τοῦ ς εἰς θ , θάλασσα· ἢ παρὰ τὴν αλ γενικὴν, ἄλασσα, καὶ πλεονασμῷ τοῦ θ , θάλασσα. Θήγω . ἔκλειψις τοῦ θ . παρὰ τὸ θέην, θεήγω, καὶ θήγω. Θάπτω . παρὰ τὸ θῶ ῥῆμα, καὶ τιθῶ. ὡς βῶ βάπτω, οὕτω καὶ θῶ θάπτω. Θνητός . παρὰ τὸν θάνατον. πρὸς ἀντιδιαστολὴν τῶν θεῶν. θνήσω θνητός. Θάνατος . |
| theta 72 [20] | τάνατός τις ἐστί. παρὰ τὸ τείνειν τὸ σώμα τῇ ψύξει· ἢ ὅτι ταναός ἐστιν· ἐπὶ πάντας διατείνων ἑαυτόν. ἢ περισσὸν τὸ θ . ἄνατος. ἄνευ γὰρ ἄτης ἐστὶν ὁ ἀποθανών. Καλλίμαχος· ἴσθι πριεῖα γυναικῶν τὴν ὁδὸν ἣν ἀνίαι θυμοφθόνοι οὐ περόωσιν. Θώραξ . οἷον ὤραξ καὶ φύλαξ τοῦ θερμοῦ, ἢ τῆς ὁρούσης καὶ πηδώσης καρδίας. Θυμέλη . παρὰ τὸ ἐπ’ αὐτῆς τίθεσθαι τὰ θυόμενα ἱερεῖα. τράπεζα δὲ ἦν πρὸ τούτου, ἐφ’ ἧς ἑστῶτες ἐν τοῖς ἀγροῖς ᾖδον, μήπω τάξιν λαβούσης τῆς τραγῳδίας. Θρίαι . αἱ μαντικαὶ ψῆφοι, τρίαι τινὲς οὖσαι. τρεῖς γὰρ εἰσὶ τὸν ἀριθμόν. Νύμφαι δ’ ἐφεῦρον πάντας, ἐξ ὧν καὶ ἐκλήθησαν. εὑροῦσαι δὲ παρέσχον τῇ Ἀθηνᾷ, καὶ Ἀπόλλωνος αὐτὴν ἐγκαλοῦντος, ἡ Ἀθηνᾶ ἔῤῥιψε τὰς ψήφους ἐν τόπῳ τῆς Ἀττικῆς· ἐξ ὧν ἐκλήθη Θριάσιον πεδίον. ὀνόματα δὲ τῶν Νυμφῶν τῶν εὑρουσῶν τὰ δὲ. Θρία τε τῆς συκῆς φύλλα, ἐπεὶ εἰς τρία διέσχισται. Θοῦρος . ὁ θοῶς ὀρούων. Θορός , ὁ σπόρος. ἀπὸ τοῦ θορεῖν. ὁ μετὰ τῆς ὁρμῆς πεμπόμενος. Θαμά , ἅμα, καὶ πλεονασμῷ τοῦ θ . Θίς , ὁ αἰγιαλός. |
| theta 73 [25] | παρὰ τὸ θέω· ὁ παραθέων τῇ θαλάσσῃ. Θίς , ὁ σωρός, παρὰ τὸ θῶ, ἀφ’ οὗ συνέβη θεῖναι. Θώραξ . ὃ δηλοῖ τὸ εὐωχοῦμαι, ἤτοι ἐν εὐωχίᾳ εἰμί· ἀφ’ οὗ Δωριεῖς θῶσθαι λέγουσι τὸ εὐωχεῖσθαι. Θοίνη , ἡ εὐωχία, παρὰ τὸ θῶ, τρίτης ἐστὶ συζυγίας, τὸ στρέφω, θήσω μέλλων. ῥηματικὸν ὄνομα θώνη, καὶ τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον, θοίνη, ὡς τὸ ἀγκὼν ἀγκώνη καὶ ἀγκοίνη, εἵρω τὸ πλέκω, εἱρμός. Θηλή . παρὰ τὸ θήσω μέλλοντα· ἐξ οὗ θηλάσσω, καὶ θηλή. Θῶκος . παρὰ τὸ θέσω, καὶ θώσω· ὅ ἐστιν ἀπὸ τοῦ θῶ. οὗ μέλλων θώσω. οὕτω Φιλόξενος. Θάλλω . παρὰ τὸ θῶ τὸ τρέφω, καὶ παράγωγον θάλλω. Θημών . παρὰ τὸν θήσω μέλλοντα. Θυοσκόος . ὁ ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν. Θυάδες . αἱ Βάκχαι· παρὰ τὸ θύω τὸ ὁρμῶ. Θελημός . θελήσω μέλλων· ἀπὸ τοῦ θελῶ· θελησμός· ὡς μελήσω μελησμός· καὶ ἀποβολῇ τοῦ ς , θελημός. Θύελλα · παρὰ τὸ θύω τὸ ὁρμῶ, θύελλα, ὡς παρὰ τὸ ἄω τὸ πνέω, ἄελλα. Θᾶσσον · παρὰ τὸ ταχύς· συγκριτικὸν τάσσων, καὶ τροπῇ τοῦ τ εἰς θ , θάσσων· ὡς παρὰ τὸ παχῦς πάσσων. παρὰ δὲ τὸ θάσσων θάττων. Θρησκεύειν . παρὰ τὴν Θρακῶν ἐπιμέλειαν τὴν περὶ τὸ θεῖον, καὶ τὴν τοῦ Ὀρφέως ἱερουργίαν. δύναται δὲ καὶ παρὰ τοὺς θεοὺς ἀρέσκειν, ὅ ἐστιν ἐξευμενίζεσθαι. Θύσανος · παρὰ τὸ θύνω τὸ ὁρμῶ. |
| theta 74 [25] | Θυόεις . θύω θυόεις. Θεουδής . ὁ τὰ ἕδη τῶν θεῶν σέβων. Θεμέλια . δεμῶ τὸ οἰκοδομῶ· ἀφ’ οὗ δεμέλια, καὶ τροπῇ τοῦ δ εἰς θ , θεμέλια. Θέρω · τὸ θερμαίνω. παρὰ τὸ θέω, πλεονασμῷ τοῦ ρ . τὸ γὰρ ταχὺ καὶ θερμὸν λέγομεν, ὡς εἴρηται· ὡς φθίνω φθείρω, καὶ θέω θέρω. Θρώσκω . ἀπὸ τοῦ θέρω θερίσκω, ὡς στέλω στελίσκω. μεταθέσει τοῦ ο εἰς ω , καὶ συγκοπῇ, θρώσκω. Θρασύς . παρὰ τὸ θέρω, οὗ μέλλων θέρσω κατ’ Αἰολέας, καὶ θερσὺς, καὶ καθ’ ὑπέρθεσιν, καὶ τροπῇ τοῦ ε εἰς α , θρασύς. θερμοὶ γὰρ οἱ θρασεῖς. Θάτερον . παρὰ τὸ ἅτερον· Δώριον. εἰ γὰρ ἦν παρὰ τὸ ἕτερον, θούτερον ἦν· ὡς γίνεται τὸ ἔλαιον τοὔλαιον. ἀλλὰ τὸ ἕτερον παρὰ Δωριεῦσι λέγεται θάτερον· ὡς ἄγαγον τἀγαθόν. ἔμεινε δὲ τὸ τ ἄτρεπτον, ἐπειδὴ ψιλοῦται τὸ ἀγαθὸν, τὸ δὲ ἅτερον δασύνεται. Θύρα . θύω τὸ ὁρμῶ, δι’ ἧς ὁρμῶμεν. Θολῶ . παρὰ τὸ θόλον. θόλος δὲ τὸ μέλαν τῆς σηπίας. Θαῦμα . παρὰ τὸ θαυμάζω, θαυμάσω, θαύμασμα. καὶ κατ’ ἔνδειαν τοῦ ς , καὶ κατὰ ἀποκοπὴν, θαῦμα. οἱ δὲ παρὰ τὸ θεῶμαι θέαμα, καὶ κατὰ κρᾶσιν θαῦμα. Θέα . ἡ θωρία. παρὰ τὸ θέω, οὗ παθητικὸν θεῶμαι. βαρυτονεῖται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ θεὰ ἅπερ τῆς θεοῦ. ὡς θολὸς τὸ οἰκοδόμημα, θόλος δὲ τὸ μέλαν τῆς σηπίας. ΑΡΧΗ ΤΟΥ Ι. |
| iota 75 (t) [25] | Ἱερὸν ἧμαρ. οὕτως εἴρηται τὸ πρὸ τῆς μεσεμβρίας. ἐν τούτῳ γὰρ τῷ καιρῷ ἔθυον τοῖς Ὀλυμπίοις θεοῖς, ἀπὸ δὲ μεσεμβρίας τοῖς χθονίοις. Ἰωχμός . διωχμός τις ὢν, καὶ διωγμὸς, κατὰ τροπὴν τοῦ χ εἰς γ . Ἰωή . ἡ μετὰ ποιᾶς φωνῆς ὁρμή. ἀπὸ τοῦ ἱέναι καὶ ἐμπεριήχησιν τινὰ ποιεῖν. Ἰγνύα . τὸ ὄπισθεν τοῦ γόνατος. ἐπεὶ αἴτιον ἐστὶν ἡμῖν τοῦ ἱκνεῖσθαι, ὅ ἐστι πορεύεσθαι. Ἰδνωθείς . οἷον τὸ ἡνίον δινωθείς. δηλοῖ δὲ καὶ τὸ καμφθῆναι. παρὰ τὸ ἵζω, οὗ παράγωγον ἱζάνω. Ἰόμωροι . οἱ περὶ τοὺς ἰοὺς μεμοιραμένοι. παρὰ τὸ μόρον, ὃ σημαίνει τὴν εἱμαρμένην καὶ κακοπάθειαν. Ἰκρία . τὰ σανιδώματα. παρὰ τὸ δι’ αὐτῶν ἱκνεῖσθαι καὶ διαβαίνειν. Ἰξύς . εἴρηται οἷον ἀξυστίς τις οὖσα, ἣν οὐχ οἷόν τε ξύσαι καὶ κνήσασθαι. Ἴσθιον . τὸ κόσμιον, τὸ περιτιθέμενον τῷ τραχήλῳ. ὅθεν καὶ παρίσθμια. Ἰλλίζειν , τὸ διανεύειν. παρὰ τὸν ἴλλον, ὃ ἐστὶ διεστραμμένον κυρίως. ἢ τὸ διανεύειν τοῖς ὀφθαλμοῖς· παρὰ τὴν εἴλησιν, τὴν κίνησιν. Ἰάψαι . πλεονασμῷ τοῦ α . παρὰ τὸ ἴπτω ἴψω ἰάψω. Ἰήϊος . ἐπίθετον Ἀπόλλωνος. παρὰ τὸ ἵημι· ὁ τοξότης· παρὰ τὴν ἕησιν τῶν βελῶν, ἤτοι τὴν ἄφεσιν. τὸ δὲ ἤϊε Φοῖβε κατὰ ἀποβολὴν τοῦ ι , ὅτι αὐτὸς ἐστὶ τῷ ἡλίῳ· ὅτι πανταχοῦ ἵησι τὴν ἀκτῖνα. Ἰσχνός . |
| iota 76 [25] | παρὰ τὸ ἴσχω, οὗ παράγωγον ἰσχνῶ. ὄνομα ἰσχνός. Ἰνίον . ἀπὸ τοῦ ἐν τῇ καταβάσει τῇ ἀπὸ τῆς κορυφῆς κάτω ἰέναι. ἢ ἀπὸ τοῦ ἐκτεῦθεν ἄρχεσθαι τὰς ἴνας, τουτέστι τὰ νεῦρα· ἐπειδή περ ἴεται διὰ τοῦ σώματος· τοιοῦτον δὲ καὶ τὸ, Οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν. Ἰατρική . πλεονασμῷ τοῦ ρ · ἰατική τις οὖσα, παρὰ τὸ ἰᾶσθαι. Ἴουλος ἐκλήθη ἀπὸ τοῦ ζώου τοῦ ἰούλου, πολλοὺς καὶ πυκνοὺς πόδας ἔχοντος· ἢ ἀπὸ τοῦ οὔλως καὶ πυκνῶς εἰλοῦσθαι. Ἱερὸν ὀστοῦν, ἐκλήθη τὸ ἄκρον τῆς ὀσφύος, ὅτι μέγα ἐστίν. Ἰσθμός . θάλασσαν ἔχων ἑκατέρωθεν, βάσιμος. ἴσθμια δὲ τὰ βήματα. Ἴφια μῆλα. κατ’ ἀντίφρασιν τὰ ἀνίσχυρα. Ἰλύς . ἰλύσω· καὶ ἀποβολῇ τοῦ ω , ἰλύς. Ἴνις . ὁ ἀπόγονος. παρὰ τὴν ἰνὸς γενικὴν παρωνύμως. Ἴσις . παρὰ τὸ ἶσον. ἡ αὐτὴ γὰρ ἐστὶ τῇ γῇ, ἥτις ἐστὶ σφαιροδής. Ἰμονία . παρὰ τὸν ἱμάντα. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. Ἰτέα . παρὰ τὸ ἰέναι. ταχέως γὰρ αὔξεται. Ἵμερος . παρὰ τὸ ἵημι καὶ ἵεσθαι. ἵετο γὰρ βαλέειν. ὑποθῶν γὰρ ἵεται ἐπὶ τὸν ποθούμενον. |
| iota 77 [20] | οὕτως Ἡρωδιανός. Ἵππος . παρὰ τὸ ἵππω, καὶ ἱάπτω, ὡς κόπτω κόπος, καὶ ἵπτω ἵππος. ἐστὶ δὲ εἶδος παστίγος. οὕτως Ἡρωδιανός. Ἴλη . τὸ πλῆθος· παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. Ἰκμάς . παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς. ἀπὸ τοῦ Διὸς ὕοντος. οὕτως Ἡρωδιανός. Ἶρις . ἡ θεός· παρὰ τὸ εἴρειν καὶ λέγειν· ἄγγελος γὰρ ἡ θεός. Ἴον · τὸ ἄνθος· παρὰ τὸ ἀνιέναι ταχύ. Ἶνες . τὰ νεῦρα· παρὰ τὸ ἔω ῥῆμα τὸ ὑπάρχω. ῥηματικὸν ὄνομα ἴνις. καὶ θέω θίνη, ῥήσσω ῥήξω ῥηγμίν. αἱ δὲ ἶνες, τῷ εἶναι καὶ συνεστάναι παρέχουσι τῷ σώματι. Ἰξός . ἵκω ἵξω, ἵξομαι ἰξός. ὁ φθάνων μέχρις ὧν φθάνωσι τόπων τὰ πτηνά· ἀντὶ τοῦ ἔνθα ἱκνοῦνται. ὁ δὲ Ἡρωδιανὸς, ἀξός τις φησὶν εἶναι παρὰ τὸ ἀξεῖν τὰ ὄρνεα. Ἰάλλω . παρὰ τὸ ἴω παράγωγον. ἰάλλω, οἷον ἰέναι ποιῶ. Ἰσχάδες παρὰ τὸ ἴσχω, καὶ παράγωγον ἰσχνῶ, ἰσχνάδες· καὶ ἀποβολῇ τοῦ ν , ἰσχάδες· τὰ λεπυθέντα σύκα ἐν τῷ ξηραίνεσθαι. |
| iota 78 [20] | Ἱστία . παρὰ τὸ ἵζω. ἡ δὲ ἑστία παρὰ τὸ ἕζω. τὸ δὲ ἵζω ὁ μέλλων ἵσω· καὶ ῥηματικὸν ὄνομα ἱστὸς καὶ ἱστία. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ἰλιάδος διαλέκτῳ. Ἴτης . ὁ ἐπὶ πάντα ὁρμῶν· παρὰ τὸ ἰέναι. ἀπὸ τούτου ἰσητήρια. Ἰχθύς . παρὰ τὸ ἰθύειν. Ἰλύς . δηλοῖ ὑπόστασιν ὕδατος, εἰς ταὐτὸ συναχθεῖσαν εἵλησιν καὶ σύνοδον. Ἰωκή . παρὰ τὸ διωκὴ καὶ διωγμός· ἀπὸ τοῦ διώκω, ἀποβολῇ τοῦ δ , ἰωκὴ καὶ ἰωχμός. Ἰήϊος . ὅτε μὲν ἐπὶ τοῦ Ἀπόλλωνος, δασύνεται. Ὅμηρος· ὥς ῥα σὺ ἵηε Φοῖβε. παρὰ τὴν ἕσιν τῶν μελῶν. ἐπὶ δὲ τοῦ θρήνου, ψιλοῦται· Σοφοκλῆς Οἰδίποδι· οὔτε γὰρ ἔκγονα κλυτᾶς χθονὸς αὔξεται· οὔτε τόκοισιν ἰήων καμάτων· τῶν θρηνητικῶν. Ἴδρις . εἴδω ἐστὶ ῥῆμα, οὗ ὁ μέλλων εἴσω καὶ εἴσομαι. τοῦ εἴδω καὶ εἴσω ὄνομα εἴδις. ἀποβολῇ τοῦ ε , ἴδις, καὶ πλεονασμῷ τοῦ ρ , ἴδρις. Ἰξάλου αἰγός. |
| iota 79 [5] | παρὰ τὸ ἵξω μέλλοντα. πολλάκις δὲ τὰ παράγωγα ἀλλάσσει τὸ πνεῦμα, καὶ ἀπὸ δασέος γίνεται ψιλόν. οὕτως ἵκω, ἵξω, ἴξαλος. οἷον αἷμα δασύνεται, ἄμυδις δὲ ψιλοῦται, ἱδρὼς δασύνεται. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Ἰδάλιμος . |
| iota 80 [5] | ἴδος. τούτου παράγωγον ἴδιμος. προθέσει τοῦ αλ ἰδάλιμος. οὕτω Φιλόξενος. Ἰωή . παρὰ τὸ ἴω ἰωὴ, ἡ διϊκνουμένη εἰς ἀκοήν. Ἶσος . παρὰ τὸ εἴδω τὸ ὁμοιῶ. οὗ μέλλων εἴσω. ῥηματικὸν ὄνομα ἶσος, κατὰ ἀποβολὴν τοῦ ε . ΑΡΧΗ ΤΟΥ Κ. |
| kappa 79 (t) [20] | Κάλχας . παρὰ τὸ καλχαίνειν, ὃ ἐστὶ κατὰ βάθος μεριμνᾶν· καὶ κάλχη, ἡ πορφύρα· ὅθεν παρ’ αὐτὴν τὸ πορφύρειν τὸ μεριμνᾶν. Κρήγυον . προπῇ τοῦ δ εἰς γ , ὡς γνόφος δνόφος· οἷον κηρυδόν τι ὄν· τοδῦνον τὸ κέαρ. Καρπός . ἀπὸ τοῦ κεκάρφθαι τὸ ἐξηράνθαι καρπὸς λέγεται· καρφός τις ὤν. Κρῆτες . παρὰ τὸ ἐπὶ κράεσι βιοτεύειν. κυνηγητικοὶ γάρ. Ἀπολλόδωρος καὶ ἐν Ἐτυμολογίαις παρὰ τὸ εὖ κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα. Κονίσσαλος . ἡ σεσαλευμένη κόνις. τίλος κίλος. Κτίλος . κίλος· παρὰ τὸ κίειν, ὃ ἐστὶ πορεύεσθαι. Κατήφεια . ἀπὸ τοῦ κάτω τὰ φάη βάλλειν τοὺς λυπουμένους. Κύπελλον . κύφελλόν τι ὄν. Κενεών . ὁ κατὰ τὴν λαγόνα τόπος, παρὰ τὸ κενὸν τῶν ὀστέων. καὶ λαπάρα διὰ τοῦτο· λαπάξαι γὰρ τὸ κενῶσαι. Κάπη . εἴρηται ἡ καταπνεομένη ὑπὸ τοῦ ἄσθματος τῶν ἵππων. Κερδαίνειν . παρὰ τὸ κέρα ἰαίνειν. Κυθέρεια . παρὰ τὸ χεῖν τοὺς ἔρωτας· ἢ παρὰ τὸ χύδην θέρειν καὶ φλέγειν τῷ πάθει· οἱ δὲ παρὰ τὸ κεύθειν, κρυφίαν τινὰ οὖσαν κατὰ τὴν μίξιν. Ἡσίοδος δὲ ἀπὸ Κυθήρων· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις. |
| kappa 80 [25] | Κνώδαλα . καταχρηστικῶς καὶ τὰ χερσαῖα τὰ ὑπὸ κυνῶν ἁλισκόμενα. Κόλοψ . ὁ ἐκ τῶν τραχήλου δερμάτων γινόμενος πασσαλίσκος, περὶ ὃν δεσμοῦσι τὴν νευράν. κόλλοπας δὲ τὰ μέρη ἐκεῖνα καλοῦσιν· ἐπειδὴ ἐξ αὐτῶν ἐγίνετο κόλλα. Κεντρηνεκέας . παρὰ τὸ συνεχῶς κεντρίζεσθαι. Καγχαλᾶν . διπλασιασμὸς, καὶ πλεονασμῷ τοῦ γ , ὡς χῶ, χαλῶ, καὶ καχαλῶ, καγχαλῶ. παρὰ τὸ ἐν χαλάσματι εἶναι τὴν ψυχὴν χαίρουσαν. ἔς γε τὸ ἐναντίον ἐν τῇ λύπῃ συνεστάλθαι. ἔνθεν τὸ ἄχεσθαι, παρὰ τὸ μὴ διαχεῖσθαι. Κέραμος . Ἀπολλόδωρος τὴν κεκαυμένην ἔραν, τουτέστι τὴν γῆν. Καρδία . παρὰ τὸ κράτος. ἡ ἡγεμονικωτάτη. Κόλποι . παρὰ τὴν κοιλότητα εἴρηνται. Κοτυλήῤῥυτον . τὸ δύνασθαι τῷ κοίλῳ τῆς χειρὸς ἀρύεσθαι. Κοχῶναι . οἷον χῶναι. διὰ τὸ φέρεσθαι δι’ αὐτῶν τὰ παρέχοντα τὴν ἔκχυσιν τῶν περιττωμάτων. Κῶπα . παρὰ τὸ σκάπτειν τὸ ὕδωρ. Κείρειν . παρὰ τὸ αἴρειν καὶ ἀποκόπτειν τὸ κέρας, τουτέστι τὴν τρίχα. ἐπὶ τῶν ὀφθαλμῶν ἡ κόρη, οὕτω χόρη· ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὁρατικὸν πνεῦμα. |
| kappa 81 [25] | κόρη δὲ καὶ γὰρ ὑγροφυὴς καὶ τρυφερὰ ἡ κόρη. ἀπὸ τοῦ κορεῖν. ὅ ἐστι καλλωπίζειν, τὸν ὀφθαλμόν. καὶ κόρη ἡ παρθένος, ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν. Κυψέλη , τὸ κοῖλον τοῦ ὠτίου. διὰ τὸ κοῖλον, καὶ κῦφον, καὶ κογχοειδὲς, καὶ τοῖς ἀγγείοις ἐοικέναι. ὁ κυψελίτης ῥύπος, ὁ ἐν τῷ ὠτίῳ φυόμενος. Φιλόξενος. Κεφαλή . ἥτις καρφαλή ἐστι. παρὰ τὸ κάρφεσθαι, ὅ ἐστι ξηραίνεσθαι. ξηρὰ γὰρ καὶ ὀστώδης αὐτὴ κατὰ Ἀπολλόδωρον. Κελύφη ἐστὶ παρὰ τὸ σκέπειν καὶ καλύπτειν τὸν ἐγκέφαλον. τινὲς δὲ κατὰ πλεονασμὸν τοῦ λ , κεφαή τις οὖσα, ἐν ᾗ κεῖνται τὰ φάη. ἄλλοι δὲ ἀπὸ τῆς κυφότητος. τὸ γὰρ περιφερὲς, κυφὸν λέγεται. ἀφ’ οὗ καὶ κύμβιον, τὸ περιφερὲς ποτήριον. ἤτοι κυφίδιον καὶ ἀμφικύπελλον, τὸ περίκυφον ἔκπωμα. Κάρα . ἀπὸ τοῦ τετριχῶσθαι. Κράτα . τὴν κεφαλήν. ἀπὸ τοῦ κράτος, ὡς ἐνταῦθα τοῦ ἡγεμονικοῦ τυγχάνοντος· παρὰ τὸ κραίνειν καὶ βασιλεύειν τοῦ ὅλου σώματος. ὅθεν κρανίον καὶ κέρατα, τὰ ἐκ τοῦ κρανίου φυόμενα. Σωρανός. Κώδια . ἀπὸ τοῦ τοὺς γενομένους αὐτῆς καματώδεις φιλεῖν ποιεῖν. ὅθεν καὶ κώδιον, ἐφ’ ᾧ κοιμώμεθα. Κορυφή . |
| kappa 82 [25] | τὸ μέσον τῆς κεφαλῆς. ὅτι τοῦ κέρατος ὀροφή. οἱ δὲ ἀπὸ τοῦ κεκρύφθαι ὑπὸ τῆς τριχός. κρυφή καὶ κορυφή. Κιονίς . ἥτις λέγεται καὶ γαργαρεὼν παρὰ τῷ Ἱπποκράτει, διὰ τὸν γινόμενον περὶ αὐτὸν ἦχον ἐν τῷ γαργαλίζεσθαι. οἱ δὲ σταφυλὴν, ἀπὸ τοῦ συνεχῶς καταστάζεσθαι. ἢ ἀπὸ τοῦ τὸ ἄκρον αὐτῆς φαίνεσθαι ὅμοιον ῥαγί. κιονὶς δὲ ἤτοι παρὰ τὴν χύσιν τῶν ὑγρῶν, ἢ παρὰ τὸ κίονος ἔχειν τύπον καθ’ ἑαυτὴν οὖσαν ἐπιμήκη. οὕτω Σωρανός. Κωφός . παρὰ τὸ ἐκκεκόφθαι καὶ ἀφαιρεῖσθαι τὴν ὄπα ἐν τῷ ἀκούειν. καὶ ἐπὶ τοῦ ἀλάλου τὸ αὐτό. Κριθή . ἀπὸ τοῦ ἀποκεκρίφθαι τῶν ἀκροδρύων. ἀκρόδρυα γὰρ ἤσθιον πρὸ τῶν καρπῶν. Κριός . Ἡρωδιανὸς οὕτω ἐν τῇ Ὀρθογραφίᾳ· κέρα κέριος, συγκοπῇ κριός. Κρίβανος . παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος ὄνομα. ἐν ᾧ αὔουσι καὶ φρύγουσιν ἢ κριθὴν κρίμνον. Κλοιός . παρὰ τὸ κλείω. περικλείει γὰρ περιτιθέμενος. Καταπροίξεσθαι . ἀπὸ τῆς προικὸς, ἣν διαιροῦντες Ἴωνες προΐκα λέγουσιν ὥσπερ οὖν ἡ προὶξ δωρεὰ δίδοται, οὕτω φησίν, Οὐ δωρεάν μου καταγνώσεταί τις· ἀλλ’ ἀποδώσει μισθὸν ὧν ἔπραξε. καὶ ὁ ἐπαίτης ὁ προῖκα αἰτῶν, προίτης. Καλύβη . |
| kappa 83 [30] | οἷον καλύφη τὶς οὖσα. Καλός . παρὰ τὸ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον· ἢ παρὰ τὸ κηλεῖν. πάντες γὰρ τῷ καλῷ κηλούμεθα. Κνίσσα . παρὰ τὸ κνισσῶ μέλλοντα. κνισμὸς γὰρ γίνεται ἀπὸ τῆς ὀσφρήσεως. Κίων . ἀπὸ τοῦ κίειν καὶ ἰέναι. ἢ ὅτι βέβηκέ τι ἐπ’ αὐτῷ, οἷον ἐπιπορεύεται. Κειρία . παρὰ τὸ κείρεσθαι εἰς λεπτά. ἢ παρὰ τὸ κέρας. ἐκ τριχῶν γὰρ ἐγίνοντο αἱ κειρίαι. Κολώνιον . τὸ ἀνανεῦον καὶ κατανεῦον κᾶλον. Κολεόν . παρὰ τὸ κεκοιλάνθαι, ἤτοι κοιλανθῆναι. Κελαινεφής . ὁ Ζεύς. ὁ τὰ νέφη κλονῶν καὶ κινῶν, ἢ μελανοποιῶν ἐν τῷ ὕειν. Κέαρ . παρὰ τὸ κεκρᾶσθαι ἐκ θερμοῦ καὶ ψυχροῦ ἐπίσης ἐχόντων. Κῆρ . παρὰ τὸ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα. Κέλος . ὁ δρομικὸς ἵππος. κέλειν γὰρ τὸ τρέχειν. καὶ ἡ κέλευθος δὲ παρὰ τοῦτο. Κάμηλος . καμηρός τις ἐστίν· ἀπὸ τοῦ τοὺς μηροὺς κάμπτειν ἐν τῷ καθέζεσθαι. Κεραυνός . ἀπὸ τῶν ζώων τῶν τοῖς κέρασι διαφθειρόντων. ἢ ὁ διὰ τοῦ αὔειν, ὅ ἐστι καίειν, βλάπτων. Κόσμος , ὁ πάντα ἐν αὐτῷ κεκοσμημένα ἔχων καὶ διατεταγμένα. Κανοῦν . τὸ ἐπάνω κείμενον τὸ καινὸν, ὅ ἐστι κτεῖνον. λέγω δὲ τὴν μάχαιραν. κυρίως δὲ ἀπὸ τοῦ γενομένου ἔθους ἐν ταῖς θυσίαις. Κρύος . παρὰ τὴν γενομένην κροῦσιν τῶν ἐν τῷ ψύχειν, ὅπερ κρύος λέγεται. Κολυμβᾶν . ἐτυμώτερον Δωριεῖς λέγουσι κολυφᾶν. ἀπὸ τοῦ κολοὺς, ὅ ἐστι κολοβοὺς φαίνεσθαι τοὺς ἐν τῷ ὕδατι, καὶ μὴ ὁλοτελούς. οὕτως Ἡρακλείδης. Κλέος . |
| kappa 84 [30] | παρὰ τὸ κλείειν. ἐγὼ δέ σε κλείω ἐπ’ ἀπείρονα γαῖαν. Καλός . παρὰ τὸ κάζω, ῥῆμα, οὗ παρακείμενος κείρασμαι καὶ μέλλων κάσω. ἀφ’ οὗ καλὸς ὄνομα. ἢ παρὰ τὸ καλῶ καὶ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον. Κναφεύς . παρὰ τὸ κνάπτω, ὅ ἐστιν ἀπὸ τοῦ κνῶ τὸ ξύω. ξύουσι γὰρ τὴν τῶν ἀκνάπτων ἱματίων κροκίδα. Κλῆρος . κλῶ ἐστὶ ῥῆμα μονοσύλλαβον, ἀπὸ τοῦ καλῶ συγκοπέν· οὗ μέλλων κλήσω. ὄνομα κλῆρος· ὁ καλῶν ἐφ’ ἑαυτὸν τὸν λαχόντα. ὁ δὲ Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς παρὰ τὸ κᾶλον τὸ ξύλον· ἐπεὶ ἐν ξύλοις ἐχαράττοντο οἱ κλῆροι. Κρωσσόν . παρὰ τὸ κρῶ τὸ ἐπιχέω· γενόμενον ἀπὸ τοῦ χέω κερῶ, κατὰ συγκοπήν. σημαίνει δὲ ὑδρίαν ἤ τι ἄγγος εἰς τὸ ἐπιχεῖν ὕδωρ. Κλείω κλείσω κλεινός. Κῶμα . κοιμῶ κοιμήσω κοίμημα· συγκοπῇ κοῖμα· τροπῇ τῆς οι εἰς ω , κῶμα. Κόπος . παρὰ τὸ κέω, οὗ παθητικὸν κέομαι. Κορμός . παρὰ τὸ κείρω. Κλαίω . παράγωγον συγκοπὲν ἐκ τοῦ καλῶ. ἐπικαλοῦνται γὰρ τοὺς ἀποθανόντας οἱ κλαίοντες. Κῆλον . παρὰ τὸν κήσω μέλλοντα τὸ καύσω, καὶ πλεονασμῷ τοῦ ε . Ὅμηρος, πυρὶ κηλέῳ. παρὰ δὲ τὸν αὐτὸν κήσω μέλλοντα, ἀφ’ οὗ κῆλον. Αὖα πάλαι, περίκηλα, τὰ οἱ πλώοιεν ἐλαφρῶς. τὰ περικεκαυμένα· ἐκ τοῦ ἡλίου ξηρά. Κήλη καὶ κάλη. παρὰ τὸ κῆλον καὶ κᾶλον. ἐπὶ τοῦ ξηροῦ περὶ τὰ μέρη γὰρ ἐκεῖνα εἰς ὄγκον ἐπιδέδωκε τοῦ συνήθους μείζονα. οὕτω Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλάβων ῥημάτων. Κώμη . |
| kappa 85 [35] | παρὰ τὸ κῶ ῥῆμα, οὗ μέλλων κώσω. δηλοῖ δὲ τὸ κοιμᾶσθαι. Καταχήνη . ἡ κόσμησις. χαίνω χήνη καταχήνη. Κελαρύζω . κερίζω, κελαρίζω. Κλαγγή . κρῶ, παράγωγον κράζω, ῥηματικὸν ὄνομα κραγὴ, καὶ πλεονασμῷ τοῦ υ , κραυγή. μετάθεσις τοῦ ρ εἰς λ , κλαγή, καὶ πλεονασμῷ τοῦ γ , κλαγγή. Κρούω . κρῶ ἐστι ῥῆμα, παράγωγον κρύω, πλεονασμῷ τοῦ ο , κρούω, ὡς ὄρω ὀρύω ὀρούω. Κλύω . παρὰ τὸ κλῶ τὸ φωνῶ, πλεονασμῷ τοῦ υ , κλύω. Κολῳός . Ὅμηρος. παρὰ τὸ κλῶ, ῥηματικὸν ὄνομα κλῳός, ὡς σῶ σῶος, καὶ πλεονασμῷ τοῦ ο , κολῳός. ἀφ’ οὗ γίνεται ῥῆμα κολῴω. Θερσίτης δὲ μοῦνος ἀμετροεπὴς ἐκολῴα. Κεδνός . κοῶ τὸ νοῶ. ὁ μέλλων κοήσω. ῥηματικὸν κοεδνὸς, συγκοπῇ κεδνὸς, ὡς τέρπω τερπνός. Καρκίνος . παρὰ τὸ κάρη κινεῖν συνεχῶς. Καρίς . παρὰ τὸ σκαίρειν, σκαρίς τις οὖσα. Κνώσσω . ἔστιν οὖν παρὰ τὸ κενοῦσθαι τὸ βλέπειν. στερίσκονται γὰρ τοῦ βλέπειν οἱ κοιμώμενοι. Κτύπος . πλεονασμῷ τοῦ κ , τύπος τις ὤν. τὰ γὰρ τυπτόμενα ψοφεῖ. Καῦρος . ὁ κοῦφος πλεονασμῷ τοῦ κ , αὖρός τις ὤν. τὸν γὰρ κατὰ νοῦν ἐλαφρὸν, καῦρον ἐπονομάζουσι. βέλτιον δὲ διὰ τοῦ γ , γαῦρος, παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι, ὁ ἐπηρμένος. Κωφός . παρὰ τὸ ἐγκεκόφθαι τὴν ὄπαν, κεκοπός τις ὢν, ὁ μήτε φθεγγόμενος, μήτε ἀκούων. Κορύβαντες . κατὰ πλεονασμὸν τοῦ ο , κρύβαντές τινες ὄντες, ἀπὸ τοῦ κρύπτειν τὸν Δία, ὡς μυθεύεται. Κάθαρμα . οἷον ἀποκαθάρισμα ὄν. Κρησφύγετα . φρούρια, καταφύγια, ἐν οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνοα φεύγοντες. τὸ οὖν κρησφύγετον ἔλεγον τὸ χρήσιμον τοῖς φεύγουσιν εἰς ἀσφάλειαν. Κηώεις . ἐπὶ θαλάμου. παρὰ τὸ κέω τὸ κοιμῶμαι· Ὄρσο κέων, ὦ ξεῖνε. |
| kappa 86 [30] | κεώεις οὖν θάλαμος καὶ κηώεις. ὁ εἰς τὸ κοιμᾶσθαι εἰργασμένος. οὕτω Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλάβων ῥημάτων. Κλώψ . καὶ κλῶπα τὸν λῃστήν. παρὰ τὸν κλέψω μέλλοντα κλὲψ καὶ κλὸψ, καὶ ἐκτάσει τοῦ ο εἰς ω , κλώψ· ὡς βλέπω βλὲψ βλὸψ βλώψ. ὅθεν παραβλῶπες τῶν ὀφθαλμῶν. Κονιορτός . παρὰ τὸ ὄρω ῥῆμα, ὄρσω, ὀρτός· καὶ συνθέτως κονιορτὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν, ὡς σπείρω σπαρτός. Κοντὸς , παρὰ τὸ κεντῶ ῥῆμα, κοντός· ὡς τρέφω τροφός. Κωτίλος . πλεονασμός ἐστι τοῦ ω . κτίλος γὰρ ἦν, ὁ κριός· ὅπερ καταστρέφει εἰς τὸν πρᾶον. πρέπεται γὰρ τῇ πραότητι· τὸ κολακεύειν. Κλαίω · παρὰ τὸ κλῶ, οὗ παράγωγον κλαίω. κλᾶται γὰρ ἡ τῶν ἀνθρώπων φωνὴ ἐν τῷ τοῦτο πάσχειν· ἢ καὶ ἡ ψυχὴ ἐστὶν ἡ τὸ κλᾶσθαι παρέχουσα. Κλίνω . παράγωγον ἐστὶ τοῦ κλῶ. κλάσιν γὰρ ὥσπερ λαμβάνει τῆς ὀρθότητος στερισκόμενα τὰ κλινόμενα. κατ’ ἔνδειαν τοῦ μ . ὡς καλύπτω καλύψω. Κόλαξ . παρὰ τὸ κολλᾶσθαι· κόλλα τις ὤν. καὶ κατὰ τὸ ἐναντίον δύσκολος εἴρηται, ὁ δυσχερῶς τινὶ κολλώμενος. Κύμβια · τὰ κύφα ἐκπώματα. Κύμβαλα · οἷον κύφαλά τινα ὄντα· κατὰ συγγένειαν τοῦ φ πρὸς τὸ β , καὶ κατὰ πλεονασμὸν τοῦ μ . Κάπηλον · πηλὸν λέγουσι τὸν οἶνον Ἴωνες, τὸν ἀναπάλλοντα τὴν κεφαλὴν βλάπτειν καὶ τὰς φρένας καὶ οὐκ ἐῶντα ἑδραίας εἶναι. Κόρυς · τη. παρὰ τὸ κάρη, ἢ τὸ κάρηνον ἀποκοπῇ τοῦ κάρυς τις ἐστὶ, καὶ κόρυς, τροπῇ τοῦ α εἰς ο . Κροσοί · κορσοὶ τινὲς ὄντες· κατὰ μετάθεσιν τοῦ ο . παρὰ τὴν κόρσην, τὴν κεφαλὴν, ἀπὸ τῶν πλοκάμων. Κόσμος · τροπῇ τοῦ α εἰς ο , παρὰ τὸ κάζω ῥῆμα· ὅθεν κέκασμαι, κέκασται, κεκασμένος ὄνομα ῥηματικὸν κασμὸς, καὶ μεταθέσει τοῦ α εἰς ο, καὶ ἐναλλαγῇ τοῦ τόνου, κόσμος. |
| kappa 87 [25] | ἐπὶ δὲ τοῦ παντὸς εἴρηται· ὁ ἐν αὐτῷ πάντα ἔχων κεκοσμημένα· οὕτω Φιλόξενος ἐν τῇ περὶ Ἰάδος διαλέκτῳ. Κουράλια · παρὰ τὴν ἅλα· ὁ ἀπὸ τῆς θαλάσσης ταῖς κόραις κόσμος. Κάμινος · παρὰ τὸ ὑπομένειν. Κῖκυς · ἡ ἰσχύς. παρὰ τὸ κίειν, ὃ ἐστὶ πορεύεσθαι καὶ ὁρμᾶν. Κίβησις · ἢ παρὰ τὸ κίειν, ὃ ἐστὶ πορεύεσθαι καὶ ὁρμᾶν, ἢ παρὰ τὸ κεῖσθαι ἐν αὐτῇ τὴν βῆσιν, ἥ ἐστι τροφή. Κάγκανα . ξηρὰ εἰς καῦσιν ἐπιτήδεια ξύλα, παρὰ τὸ καίω, ῥηματικὸν ὄνομα κενόν. ὥστε καὶ ὡς τέκανον καὶ συγκοπῇ τέκνον, οὕτω καὶ ὠκάνον· καὶ ἀναδιπλασιασμὸς κάκανον, καὶ πλεονάσαντος τοῦ γ , κάγκανον. Καπνός . κάπω τὸ πνέω. παράγωγον καπύσω. καπνὸς οὖν ὁ ἀποπνέων τὸ πῦρ, ὡς στίλβω στιλπνός. ἔνθεν πολλάκις φησὶ πυρὸς ἀτμὸν τὸν καπνόν. Καρχαρόδων . παρὰ τὸ χαράσσω. ὁ κεχαρασμένους ἔχων τοὺς ὀδόντας, οἷον ἐξυμμένους. Κλωστήρ . παρὰ τὸ κλώθω, οὗ ὁ μέλλων κλώσω, κλωστὴρ, ὡς λάμψω λαμπτήρ. Κακκάβη . ἐπὶ θηλυκοῦ, ἀπὸ τοῦ κάπτω δηλοῦν τὸ κοιλαίνω. κάβη τὸ ῥηματικὸν ὄνομα, καὶ ἀναδιπλασιασμὸς κακάβη, καὶ πλεονασμῷ τοῦ κ , κακκάβη, σκεῦος ὃ πρὸς ἕψησιν ἐπιτήδειον. Κάκκαβος ἐπὶ ἀρσενικοῦ. |
| kappa 88 [25] | Κόχλος . παρὰ τὸ χαλῶ, καὶ συγκοπῇ, χλῶ. τὸ κατὰ εἵλησιν χαλώμενον. ὄνομα χλὸς, καὶ κατὰ ἀναδιπλασιασμὸν κόχλος. Κραιπνός . παρὰ τὸ κάπω τὸ πνέω· ὅθεν κάπος τὸ πνεῦμα, καὶ καπνός. καὶ πλεονάσαντος τοῦ ρ , καπνὸς ἐλέχθη, καὶ μεταθέσει τοῦ ρ , καὶ προσθέσει τοῦ ι , κραιπνός. Κοάλεμος . παρὰ τὸ κοῶ ῥῆμα, τὸ νοῶ. κοῶ οὖν κόεμος, ὡς ἔχω ἔχεμος παράγωγον, καὶ τοῦ αλ πλεονασμοῦ, κοάλεμος, εἴρηται ὁ μωρός. οἱ δὲ, παρὰ τὸ κοεῖν καὶ τὸ ἄλεμα, τὸ μάταιον. Κυρκάνη . ἡ ταραχὴ, ὁ βόρβορος. εἴρηται παρὰ τοῖς παλαιοῖς. κυῶ ῥῆμα κυκάνω. πλεονασμὸς κυρκάνη. οὕτω Φιλόξενος. Κορυθαίολος . αἰόλλω ῥῆμα τὸ κινῶ. καὶ ἀπὸ τοῦ αἰόλλω αἰόλος. καὶ σύνθετον κορυθαίολος, ὡς πάλλω σακέσπαλος. Καλλιγύναικα . ἀπὸ τῆς καλλιγύναιξ εὐθείας. ὅθεν ἀποβολῆ τοῦ ξ ἐπὶ τῆς κλητικῆς, ὦ γύναι, ὡς ἄναξ ἄνα· Ζεὺς ἄνα Δωδωναῖε. Κομιδή . κομίζω κομιδὴ, ἐπιμέλεια. Κονία . παρὰ τὸ κονῶ κονία, ᾗ ἔγκειται ἡ κόνις· κόνιος κονία, ὡς Κύπρις, Κύπριος Κυπρία. Ἡρωδιανὸς ἐν Ἐπιμερισμῷ. Κῦμα . κύω, κυήσω, κύημα, καὶ συγκοπῇ κῦμα. οἱ δὲ παρὰ τὸ κυκῶ, κυκήσω, κύκημα καὶ κῦμα. Κνίσσα . παρὰ τὸ κνίσσω μέλλοντα. Κνισμὸς γὰρ τῆς ψυχῆς ἡ ὀσμή. Κρατερός . |
| kappa 89 [35] | κράτος κρατερός. Κάραβος . παρὰ τὸ βαίνειν ἐπὶ τῆς κεφαλῆς προηκούσης τῷ ἐδάφει. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. Κοίρανος . ὁ τοῦ καιροῦ κύριος, οἷον καίρανός τις ὢν, μεταθέσει τοῦ α εἰς ο , ὡς παρὰ τὸ ἀθρεῖν τὸ βλέπειν Ὄθρυς τὸ ὄρος, ἀφ’ οὗ ἐστὶν ἀθρεῖν τὰ μακρὰν ἀφεστηκότα, καὶ παρὰ τὴν ἀρχὴν, ἄρχαμος καὶ ὄρχαμος. οὕτως Ἡρωδιανὸς καὶ Ἀπολλώνιος ἐν τῇ Μετοχῇ. Κάλλιμος . εἴρηται κατὰ παραγωγήν. ἡ δὲ διὰ τοῦ ιμος παραγωγὴ διὰ τριῶν γενῶν γίνεται, οἷον σπείρω σπόριμος σπορίμη, ἀγωγὴ ἀγώγιμος, κῦδος κύδιμος, οὕτω κάλλος κάλλιμος· καὶ παρὰ ῥῆμα, προσδοκῶ προσδόκιμος, θηράω θηρέσιμος. Κουρά . παρὰ τὸ κείρω, κορὰ, καὶ πλεονασμῷ τοῦ υ , κουρά. Κακός , ἐπὶ τοῦ πονηροῦ. παρὰ τὸ χάζω τὸ ὑποχωρῶ, ἀφ’ οὗ δεῖ χάζεσθαι. Κακὸς , ἐπὶ τοῦ δειλοῦ. παρὰ τὸ χάζω χάζομαι. χακὸς καὶ κακὸς, κατὰ μετάθεσιν τοῦ χ εἰς κ . Κηδεστής . κῆδος κηδεστὴς, ὡς θύος Θυέστης, ὄρος Ὀρέστης, καὶ τὰ μὲν ὡς κύρια βαρύνεται, τὸ δὲ κηδεστὴς ὀξύνεται ὡς προσηγορικόν. Κάδος . σκεῦός τι, παρὰ τὸ χαδῶ ῥῆμα περισπώμενον. ἀπὸ δὲ τοῦ χαδῶ γίνεται ὁ μέλλων χαδήσω, καὶ διπλασιασμὸς ἐκάδησω, ὄνομα ῥηματικὸν χάδος, καὶ τροπῇ τοῦ χ εἰς κ , κάδος. Κισσᾶν . παρὰ τὴν κίσσαν, τὸ ὄρνεον. λειχνότατον γὰρ τοῦτο τὸ ὄρνεον. Κόνις . κονῶ δηλοῦν τὸ διαφθεῖραι καὶ κατακόπτειν. κνὶς, ὄνομα, ἡ κατακεκομμένη γῆ, καὶ πλεονασμῷ τοῦ ο , κόνις. δηλοῖ δὲ τὴν εἰς λεπτομερῆ οὐσίαν χωρήσασαν γῆν. ἀπὸ μεταφορᾶς τῶν ξυσμάτων. Ἡρωδιανός. Κρηπίς , ὑπόδημα. παρὰ τὸ ἕρπω ἑρπίς. ὑπερθέσει τοῦ ρ , ῥεπὶς, καὶ πλεονασμῷ τοῦ κ , κρεπὶς, μεταθέσει τοῦ ε εἰς η , κρηπὶς, δι’ ἧς ἕρπειν ἐστὶν, ὃ ἐστὶν ὁδεύειν. οὕτως Ἡρωδιανός. Καγχαλῶ · τὸ χαλῶ. |
| kappa 90 [35] | τὸ διαχέω καὶ ἥδομαι. διπλασιασμὸς καχαλῶ, καὶ πλεονασμῷ τοῦ γ , καγχαλῶ. ὥσπερ τὸ πυκνωθὲν οὐχ ὑγιὲς, οὕτω τὸ χαλασθὲν ὑγιές· τὸ αὐτὸ καὶ ἐπὶ τῆς ψυχῆς. Κορύβαντες . κορύφαντές τινες, παρὰ τὸ κεκρύφθαι τὸν Δία ὑπ’ αὐτῶν. καὶ ἐστὶ μετάθεσις τοῦ φ εἰς β καὶ πλεονασμῷ τοῦ ο . Κρούειν . κυρίως ἐπὶ τῶν κερατοφορούντων. κυρίπτειν γὰρ ἐστὶν τὸ τοῖς κέρασι κρούειν. οὕτω Φιλονίδης ἐν τῷ περὶ Ἑλληνισμοῦ. Κρίβανος . παρὰ τὴν κριθὴν καὶ τὸν βαῦνον, ὅπου αἱ κριθαὶ ἐφρύγοντο. καὶ βαῦνος ἡ κάμινος, αὔω, αὖνος, καὶ πλεονασμῷ τοῦ β , βαῦνος. Κληΐδες . αἱ καθέδραι παρὰ τὴν κλάσιν τῶν γονάτων. Κύμβαχον . τὸ σκαμβὸν δέρμα. τὸ περιφερὲς καὶ περιαγές. κύμβη γὰρ ἡ κεφαλή. ἔνθεν τὸ κυβητιᾶν. Κρήνη . κρῶ ἔστι ῥῆμα μονοσύλλαβον, παρὰ τὸ κερῶ συγκοπὲν, ὃ δηλοῖ τὸ ἐγχεῖν. καὶ ὡς παρὰ τὸ εἴρω εἰρήνη, οὕτω κρῶ κρήνη. Κνυζοῦν . διαφθεῖραι. Ὅμηρος ἐν τῇ Ὀδυσσείᾳ· κνυζώσω δέ τοι ὄσσε πάρος. παρὰ τὸ κνῶ οὖν κνύω καὶ κνύζω τὸ διαφθείρω. κνυζῶ γίνεται περισπώμενον τρίτης συζυγίας τῶν περισπωμένων, ὡς χρυσῶ χρυσοῖς χρυσώσω ὁ μέλλων. εἴρηται δὲ κνυζοῦν δηλοῦν τὸ ξύειν παρὰ Δωριεῦσι καὶ παρ’ Ὁμήρω, ἐπὶ δ’ αἴγιον κνὴ τωρόν. ὥστε εἶναι κνῶ κνύζω. οὕτως δὲ τὸ κνύω δηλοῖ τὸ ξύω. ὥστε τὸ ξύειν τὸ κνύειν πολλάκις. Κομψός . παρὰ τὸ κάμπτω ῥῆμα. καὶ διεστραμμένον τῇ διανοίᾳ. εἴρηται γὰρ τοῦτο τὸ ὄνομα καὶ ἐπὶ τοῦ μετρίου καὶ ἐπιεικοῦς, καὶ ἐπὶ τοῦ πανούργου. ἐπὶ δὲ τοῦ ἐπιεικοῦς, παρὰ τὸ εὐκαμπὲς, ἀπὸ τοῦ κάμπτω ῥήματος, ὁ εὐπειθὴς καὶ προσηνὴς εἴρηται. οὕτως Εἰρηναῖος ὁ Ἀττικιστὴς ἐν τῷ α στοιχείῳ. Κέντε . τὸ ἑκατὸν καλοῦσι Ῥωμαῖοι, ἐξ οὗ κεντενάριον ὠνόμασται. ΑΡΧΗ ΤΟΥ Λ. |
| lambda 91 (t) [30] | Λίσσεσθαι . παρὰ τὸ λίαν ἕζεσθαι. Λήϊον . παρὰ τὸ λίαν ἰέναι καὶ αὔξεσθαι, τὸ σιτοφόρον πεδίον. ὅθεν λεῖα, ἡ τῶν τετραπόδων κτῆσις ἡ νεμομένη τὰ λήϊα. Λαγὼς καὶ λαγωὸς, παρὰ τὸ λάειν, ὅ ἐστι βλέπειν. Λαισήϊα . παρὰ τὸ λάσιον, καὶ παρὰ τὸ ὠμαῖς βύρσαις περιβεβλῆσθαι. Λυγαῖον , τὸ φοβερόν. οἷα λυγερόν τι ὄν. λυγαῖον δὲ τὸ σκοτεινόν. ἴσως παρὰ τὸ λύειν τὴν αὐγὴν, καὶ μὴ ἐᾶν στῆναι αὐτήν. Λύθρος . τὸ μετὰ κονιορτοῦ αἷμα, τὸ λύματος καὶ καθάρματος δεόμενον. Λευρόν . λεῖον καὶ πλατύ. παρὰ τὸ λίαν εὐρύ. Λέκτρον . πλεονάζει τὸ ρ . ἀπὸ τοῦ κατακλίνεσθαι, καὶ λήγειν εἰς αὐτό. Λόφοι . πάντα τὰ μετέωρα καὶ εἰς ὕψος ἀνέχοντα. ἀπὸ μεταφορᾶς τῶν βοῶν. λόγος γὰρ ἐπ’ αὐτῶν ἀπὸ τοῦ λέγεσθαι καὶ ἐκδέρεσθαι ἀπ’ αὐτῶν. Λόχμη . ἀπὸ τοῦ λοχᾶν ἐν τοῖς τοιούτοις τόποις. ὁ δὲ Φιλόξενος παρὰ τὸ λάζω ῥῆμα. εὐληπτοτέρων ὄντων τῶν δασέων. λάζω οὖν λάξω μέλλων. ὄνομα λαχμὸς, ὡς παρὰ τὸ κράζω κράξω κραγμός· τὸ δὲ γ εἰς χ μεταπεσόντος, λαχμός. τούτου τὸ θηλυκὸν, λόχμη. Λύσσα . παρὰ τὴν λύσιν τῶν κατὰ ψυχὴν λογισμῶν, καὶ τοῦ παλαιοῦ τῶν φρενῶν κατασπέρματος, ἢ παρὰ τὸ ἀφετοὺς εἶναι τοὺς κατεχομένους ἐξ αὐτῆς. Λαῦρα , ἡ πλατεῖα ῥύμη, παρὰ τὸ λίαν ἔχειν αὖραν. Λὶς , ὁ λέων. παρὰ τὸ λιαρόν. ἔνθερμον γὰρ τὸ ζῶον. Λιλαίομαι . παρὰ τὸ λῶ, ὃ ἐστὶ θέλω, οὗ παράγωγον λαίω, διπλασιασμὸς λιλαίω. Ληνός . παρὰ τὸ λεαίνεσθαι πατουμένης τῆς σταφυλῆς. Λέπαδνα . οἱ κατὰ τῶν ἱππείων στηθῶν ἱμάντες. πλεονάζει δὲ τὸ δ . ὡς γὰρ κόπτω κόπανον, οὕτω λέπω λέπανον, καὶ λέπαδνον. Λέξασθαι , τὸ κοιμηθῆναι. |
| lambda 92 [30] | παρὰ τὸ λέχριον πεσεῖν. κυρίως ἐπὶ ἀνθρώπου· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀλόγων. Λίμνη . τὰ συνεστῶτα ὕδατα. παρὰ τὸ λίαν καὶ διόλου μένειν. διὸ καὶ ὁ κενος, ἀκαλαρείτης ὤν. ἢ παρὰ τὸ λείβειν, ὅ ἐστι ῥεῖν. Λογάδες . τὰ λευκὰ τῶν ὀφθαλμῶν. εἴρηται δὲ οἷον λοχάδες, ἐν αἷς αἱ κόραι λοχῶσι, καὶ οἷον λέχος εἰσὶν αὐταῖς. Λύπη . παρὰ τὸ λύειν εἰς δάκρυα τοὺς ὦπας, λυωπή τις οὖσα. ἢ διὰ τὸ λυμαίνεσθαι δι’ αὐτῶν τοὺς ὦπας. οὕτω Σωρανός. ὁ δὲ Ἡρωδιανὸς φησὶ παρὰ τὸ λύω λύη καὶ λύπη. Λοβός . τὸ κάτω τῶν ὤτων, ὡς λέγει Σωρανὸς, ἐπειδὴ μαρτυρόμενοι τινὶ, λαμβανόμεθα αὐτῶν. οἱ δὲ, ὅτι λωβώμενοι τινὰς, ἄποκ. Λᾶντα τὰ μὲν. παρὰ μὲν τὴν λώβην οὖν εἴρηται. Λεοκανία . ἐπειδὴ λίαν κέχηνεν, οἷον λευχανία. Ὅμηρος· Λευκανίης, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος. διαιρεθείσης γὰρ αὐτῆς, ὁ τῆς τροφῆς ἀφανίζεται πόρος. Λαιὰ , ἡ ἀριστερὰ καὶ εὐώνυμος. ἀπὸ τοῦ λελιάσθαι καὶ κεχωρίσθαι τῶν πράξεων. ἀριστερὰ δὲ καὶ εὐώνυμος, ἢ κατ’ ἀντίφρασιν, ἢ κατ’ εὐφημισμόν. Λιαρός . ἀποβολῇ τοῦ χ . χλιαρὸς γάρ. τὰ δὲ χλιαρὰ πρισηνῆ. δύναται δὲ καὶ ἄλλως. λίλω τὸ λίαν θέλω. λῶ γὰρ τὸ θέλω. καὶ λιλῶ λιλαίω. καὶ λιλαίετο παρ’ Ὁμήρῳ. καὶ ὡς μαδῶ μαδαρὸς, πλαδῶ πλαδαρὸς, χαλῶ χαλαρὸς, λιλῶ λιαρὸς, καὶ ἀποβολῇ τοῦ λ , λιαρός. τὰ γὰρ προσηνῆ θέλομεν. Λακέρυζα . κρῶ, κρύζω, κρύζα ὄνομα. πλεονασμῷ τοῦ ε , κάρυζα. μετὰ τοῦ λ ἐπιτατικοῦ μορίου, λακέρυζα. Λεχήν . |
| lambda 93 [25] | παρὰ τὸ λεῖον, κατ’ ἀντίφρασιν. τραχύνει γὰρ τὸ σῶμα. ὡς ἀπαλοῖ δι’ αὐχένος. Λειμών . ἐστὶν ὅπου λήϊα καταβόσκεται. Λιρός . ὁ ἀναιδής. παρὰ τὸ λίαν τινὶ προσκεῖσθαι. ἢ τὸ λίαν ὁρᾶν· ἐπεὶ ἀτενεῖς εἰσὶ τούτων αἱ ὄψεις. Λιπαρεῖν . παρὰ τὸ λίαν παρεῖναι τοὺς παρακαλοῦντας. Λωποδύτης . ὁ ἀποδύων τὸ λῶπος, ὅ ἐστι τὸ ἱμάτιον. Λάχανον . παρὰ τὸ λαχαίνεσθαι καὶ περισκάπτεσθαι. Λοξίας . ὡς μὲν οἱ Πυθαγορικοὶ, ἀπὸ τοῦ λοξὴν ἔχειν τὴν ἴαν, τουτέστι τὴν φωνήν· ἢ παρὰ τὸ λοξῶς ἰέναι τὸν ἥλιον διὰ τοῦ ζωδιακοῦ. καὶ λοξίας, ὁ λοξὴν κίνησιν ποιούμενος. Λήκιθος . παρὰ τὸ μεγάλας χωρεῖν. ἢ λεῖον ἔχουσα κύτος, μεγαλόκητος. Λητώ. ὁ μὲν Πλάτων φησίν. πραεῖα γὰρ ἡ θεὸς τὰς ἐλεοῦσα. κατὰ δέ τινας, Ληθώ· τὸ γὰρ ἥμερον καὶ πραΰ, ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλημμελημένων ἐμφαίνεται ὁ δὲ Ἀρίσταρχος φησὶ, παρὰ τὸ λῆ τὸ Δώριον, ὅ ἐστι θέλει. Λυαῖος . ἀπὸ τῆς λύσεως τοῦ ῥάμματος. προσεῤῥάφη γὰρ τῷ μηρῷ τοῦ Διός. ἢ παρὰ τὸ λύεσθαι τῷ οἴνῳ τοὺς μεθυσκομένους. Λαιμός . παρὰ τὸ λάειν, ὅ ἐστιν ἀπολαύειν. οὕτως Ἡρακλείδης. ὁ δὲ Σωρανὸς λέγει λημᾶν λέγεσθαι τὸ ἀπολαυστικῶς βλέπειν. Λῆρος . λήθω λήσω, λῆρος· ὡς παύω παύσω, παῦρος. ἢ ἀπὸ τοῦ ῥέειν καὶ τοῦ λαλεῖν. Λύκος . |
| lambda 94 [25] | παρὰ τὸ λεύσω λεῦκος· οὕτω καὶ παρὰ τὸ φυλάσσω φύλακος. Λίβανος . παρὰ τὸ λείβω τὸ σπένδω. τὸ εἰς σπονδὰς καὶ θυσίας ἐπιτήδειον. οὕτω Φιλόξενος. Λάβρος . παρὰ τὸ λούπτω. οὕτω Φιλόξενος. δύναται καὶ παρὰ τὸ λα ἐπιτατικὸν μόριον, καὶ τὴν βορὰν, οἷον λαβαρός τις ὢν, ἵν’ ᾖ κυρίως ἐπὶ τοῦ ἀδδηφαγεῖν. Λαγώς . ἔγκειται τὸ λα ἐπιτατικόν. παρὰ τοῦτο οὖν καὶ τὸ ὦς Δώριον, ὁ μεγάλα ὦτα ἔχων. Λικριφίς . οἷον πλαγίως. παρὰ τὸ λέχριον, κατὰ μετάθεσιν τῶν στοιχείων τοῦ ε εἰς τὸ ι , καὶ τοῦ χ εἰς τὸ κ . Λεπρός . παρὰ τὸ λέπος, λεπαρὸς, καὶ συγκοπῇ λεπρός. Λύχνος . ὁ λύων τὸ νύχος, τουτέστι τὸ σκότος. οὕτως Ἀριστόνικος ἐν τῷ περὶ σημείων τοῦ Ὁμήρου. Λαρύξ . ὁμοίως διὰ γὰρ τούτων, τοῦ λαιμοῦ καὶ λάρυγγος, τὴν ἀπόλαυσιν ἔχομεν τῶν τροφῶν. οὕτως Ἀριστόνικος ἐν τῷ περὶ σημείων Ὀδυσσείας. Λίπω . τὸ ἐπιθυμῶ. λῶ ἐστὶ θέλω· οὗ παράγωγον λίτω· ὡς παρὰ τὸ χρίω χρίπτω, καὶ πλεονασμῷ τοῦ μ , χρίμπτω. χρῶ, τὸ χροὸς ἅπτεσθαι. χρῶ χραύω. Λόγχη λόγχας τὰς μερίδας Ἴωνες λέγουσιν. Ἴων ἐν Κίου κτήσει. ἐκ τῆς Τέω λόγχης λόγχας ποιεῖν πεντήκοντα. |
| lambda 95 [25] | εἴρηται δὲ παρὰ τὴν λῆξιν, λάχην τινὰ οὖσαν, καὶ μεταθέσει τοῦ α εἰς ο , καὶ πλεονασμῷ τοῦ γ , λόγχη. παρὰ δὲ τὴν λόγχην, λογχῶ ἐστὶ ῥῆμα, καὶ παρακείμενος λελόγχηκα, καὶ μέσος παρακείμενος λέλογχα. Λείρια . παρὰ τὸ λεῖον. ὁ αὐτὸς οὕτω φησί. Λαγνεία . λαγυνεία τις οὖσα. παρὰ τὸ λα , τὸ ἐπιτατικὸν μόριον, καὶ τὴν γενικήν. Λίχανος . παρὰ τὸ λίαν ἰσχανᾶν, ὅ ἐστι ἐπιθυμεῖν. Λιμβός . παρὰ τὸ λίαν καὶ τὴν βόσιν, ἥ ἐστι τροφή. λιμβὸς, ὁ σφόδρα περὶ ταύτην ἔχων. Λαλῶ . λῶ, ἀναδιπλασιασμὸς λαλῶ. παράγωγον τοῦ λῶ λάσω καὶ λάσκω. τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους. τὸ δὲ λῶ δηλοῖ τὸ θέλω. ὁ δὲ θέλει τὶς, καὶ φθέγγεται. προϋπάρχει δὲ τοῦ λόγου ἡ ψυχικὴ διάθεσις. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ἰάδος διαλέκτου. Λάλλαι . αἱ ψῆφοι αἱ παραθαλάσσιαι. λαλῶ ἐστὶ ῥῆμα, οὗ ὄνομα ῥηματικὸν λαλὴ, καὶ πλεονασμῷ τοῦ λ , λάλλαι. λάλλαι δὲ αἱ ψῆφοι αἱ ὑπὸ τῶν κυμάτων κινούμεναι, αἳ ψόφον τινὰ ἀποτελοῦσιν. οὕτος ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ. Λεπτός . παρὰ τὸ λέπω, ὅ ἐστι λεπίζω. Λεύσω . βλέπω ἐστὶ ῥῆμα, ὅθεν ἀβλαπτῶ, ὅπερ κατ’ Αἰολέας γίνεται βλέπω. ὡς ὄπτω ὄσσω· ὀσσόμενος πατέρ’ ἐσθλόν. καὶ ἀποβολῇ τοῦ β , λέσσω, καὶ πλεονασμῷ τοῦ υ , λεύσσω. Λάχνη . παρὰ τὸ λα , τὸ ἐπιτατικὸν μόριον, καὶ τὸ ἔχω, ἧς ἐστὶν ἔχεσθαι καὶ λαβέσθαι. |
| lambda 96 [25] | ἡ γὰρ τρίχωσις εὔληπτος. οὕτως Ἡρακλείδης. Λάπτω . παρὰ τὸ λα μόριον ἐπίτασιν δηλοῦν, ὡς καὶ τὸ αρι , καὶ τὸ ερι , καὶ τὸ ζα . τὰ λάπτω οὖν δηλοῖ τὸ λίαν ἅπτεσθαι. λάπτοντες, οἷον προσκείμενοι τῷ ὕδατι. Λύρα . παρὰ τὸ λύω, οὗ ὁ μέλλων λύσω. λύτρα ἐδόθη τῷ Ἀπόλλωνι παρὰ τοῦ Ἑρμοῦ, ὑπὲρ ὧν ἔκλεψε βοῶν ὁ αὐτὸς Ἑρμῆς. Λαίλαψ . λάπτω, ὁ μέλλων λάψω, καὶ ἀποβολῇ τοῦ ω , λὰψ, καὶ κατ’ ἀναδιπλασιασμὸν, λαίλαψ, μετὰ προθέσεως τοῦ ι · δηλοῦσα τὴν λίαν καὶ σφοδρὰν καὶ ἐπιτεταμένην λαβρότητα τοῦ πνεύματος. Λάβραξ . παρὰ τὸ λάβρως ἐσθίειν. ἀδδηφάγον γὰρ τὸ ζῶον. Λάγνος . παρώνυμον γυνὴ, καὶ συγκοπῇ λάγνος. ἀφ’ οὗ λαγνία, ὡς κακὸς κακία. Λάξ . παρὰ τὸ λήγω ῥῆμα, οὗ μέλλων λήξω, λὴξ λὰξ, τὸ τῷ λήγοντι μέρει τοῦ ποδὸς, τουτέστι, τῷ ἄκρῳ πλήττειν. Λόγχη . παρὰ τὸ λίαν ἔχεσθαι ὑπὸ τοῦ χρωμένου Λίβανος . παρὰ τὸ λείβω. καταστάζεται γὰρ ἀπὸ τοῦ φυτοῦ. λείβω, λείψω, λιμὸς, καὶ παρὰ τὸ αὐτὸ ῥῆμα. Λοιμός . ἔλλειψις γὰρ ἑκατέρωθεν, καὶ σωμάτων καὶ τροφῶν. Λακίδες . ἐπὶ σχίσματος ἱματίου. παρὰ τὸ λακεῖν καὶ ψοφεῖν· ἡρέμα ἐνσχίζεσθαι. οὕτως Ἀρίσταρχος ἐν τοῖς Σημείοις Ἡσιόδου. ΑΡΧΗ ΤΟΥ Μ. |
| mu 97 (t) [20] | Μάρτυς . παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, μάρπτυς, ἀποβολῇ τοῦ π . ὁ ἐκ τοῦ κατειληφέναι δυνάμενός τι περὶ αὐτοῦ εἰπεῖν. ὁ δὲ Φιλόξενος φησὶ παρὰ τὸ μαίρω. ὁ λάμπων, ὁ λαμπρύνων, καὶ εἰς φῶς ἄγων τὸ προκείμενον, δι’ ὧν μαρτυρεῖ. μαίρω, μάρτος, μάρτυς, τροπῇ τοῦ ο εἰς υ . Μάρνασθαι . παρὰ τὸ μαραίνεσθαι καὶ πολέμῳ φθείρεσθαι. ἢ ἀποβολῇ τοῦ ρ , μάνασθαι. παρὰ τὸ ..... Μυκάλη . παρὰ τὸ ἐκεῖ μυκᾶσθαι τὰς Γοργόνας δια— Οʹθος . παρὰ τὸν μολυσμὸν τῶν φόνων. ἢ παρὰ .... ... τοὺς μαχομένους καὶ εἰς τὸ αὐτὸ συντρέχειν. Μαιμώωσα . πλεονασμῷ τοῦ μ , οἷον αἱμώωσα, αἵματος ἐπιθυμοῦσα. ἀπὸ τῶν ἐμψύχων ἡ μεταφορά. δύναται καὶ παρὰ τὸ μῶ, διπλασιασμὸς μαιμῶ. μῶ δὲ τὸ ζηθῶ, ἀπὸ τοῦ μῶ μῶμαι. ἀπὸ δὲ τοῦ μαίμω, μαίμησε δέ οἱ φίλον ἦτορ. παρὰ δὲ τὸ μῶ μαίω, μαιομένη κευθμῶνα, γίνεται. Μαργαίνειν . καὶ μάργος, ὁ μαινόμενος, ᾧ μὴ ἐστὶν ἀρήγειν καὶ βοηθεῖν. Μαχὸς ἀπὸ τοῦ μεμοιχέναι, ἢ νυχός τις ὢν, οἷον σκοτεινός. Μέτωπον . |
| mu 98 [20] | πρόθεσις ἀντὶ προθέσεως. τὸ ὑπὲρ τοὺς ὦπας μέρος, οἷον ὑπερτώπον. Μενοεικές . τὸ μένει. εἰκὸς καὶ ἀρεστόν. Μιστύλλειν . τὸ καταμικόπτειν. παρὰ τὸ μεῖον. Μαλερόν . τὸ μαραντικὸν, ἢ τὸ λαμπρὸν, παρὰ τὸ μαίρειν, ὅ ἐστι λάμπειν. Ὅθεν τὸ μαρμαίρω, πλεονάσαντος τοῦ ρ . εἶναι μαλερὸν, καὶ τροπῇ τοῦ ρ εἰς λ , μαλερόν. Μαίρα , ἡ κύων τοῦ Ὠρίωνος. παρὰ τὸ μαίρω, τὸ λάμπω, καὶ διπλασιασμὸς μαρμαίρω, ὅθεν μάρμαρος. Μάρψαι . κυρίως τὸ ἐν ταῖς χερσὶ συλλαβεῖν. μάρη γὰρ ἔλεγον τὰς χεῖρας. ἔνθεν τὸ εὐχερὲς, εὐμαρές. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος. Μύρεσθαι . παρὰ τὸ μύρειν καὶ ῥεῖν τὰ δάκρυα. Μελπόμενος . τηκόμενος. κυρίως δὲ μέλδειν, τὸ τὰ μέλη ἔδειν, ὅ ἐστιν ἐσθίειν, ὅ ἐστι μελέδειν. Μόρσιμος . μόρος μόριμος. πλεονασμῷ τοῦ ς , μόρσιμος. Μῖσος . παρὰ τὸ μὴ ἴσον εἶναι. Μήρινθος . ἡ σπάρτη. παρὰ τὸ μύρεσθαι, καὶ καταῤῥεῖν ἐν τῷ κλώθεσθαι αὐτήν. Μυλήφατος . παρὰ τὸ ὑπὸ μύλης συντετρίφθαι. Μάσταξ . εἴρεται μὲν ἐπὶ τοῦ στόματος. Ὅμηρος· ἀλλ’ Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε. |
| mu 99 [30] | ἐπὶ δὲ τῆς τροφῆς ὅτε λέγεται· μάστακ’, ἐπεί κε λάβῃσι, παρὰ τὸ μαστεύειν αὐτὴν τὰ βρέφη. ἐπὶ δὲ τοῦ στόματος, παρὰ τὸ μασᾶσθαι. Μετέωρος . ὁ κοῦφος. παρὰ τὸν ὦρον τὸν χρόνον. Ὁμήρῳ· ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν. Μύλη . παρὰ τὸ μειοῦν καὶ τὸ ἀλοᾶν, οἷον ἐς λεπτὰ ἀλλοιᾶν. Μᾶσσον . τὸ μέγα καὶ μακρόν. παρὰ τὸ μὴ ἆσσον εἶναί τινος, ὅ ἐστιν ἐγγύς. Μυκαλεσσός . ἡ πόλις. ὅτι ἐκεῖσε ἐμυκήσατο ἡ βοῦς ἡ προηγησαμένη τοῦ Κάδμου εἰς τὴν κτίσιν τῶν θνητῶν, κατὰ χρησμὸν Ἀπόλλωνος. Μικρός . παρὰ τὸ μεῖον, μικρός. Μιγητή . ἡ πόρνη. μισγητή τις οὖσα. παρὰ τὸ μίσγεσθαι. Μοῖρα . παρὰ τὸ μείρω τὸ μερίζω. ἡ αὐτὴ δὲ εἱμαρμένη, παρὰ τὸ μεμερίσθαι ἑκάστῳ. Μαρίλη . τὸ λεπτὸν τῶν ἀνθρακῶν. παρὰ τὸ μάρω, ἀφ’ οὗ μαραίνω, μάρω, μαρίλη. Μέρος . παρὰ τὸ μειοῦσθαι πρὸς τὸ ὅλον. ἢ παρὰ τὸ μείρω. μερίζεται γὰρ κατ’ ἐκεῖνα τὰ μέρη τὸ σῶμα. καὶ τὸ μηρός ὁμοίως. Μήδεα . τὰ αἰδοῖα. παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς γενέσεως. Μέζεα . κατὰ μετάθεσιν τοῦ δ εἰς ζ . Μήτρα . ὅτι μήτηρ ἐστὶ τοῦ γεννωμένου, ὡς πατὴρ πάτρα κατὰ μετάθεσιν τοῦ ρ , καὶ μήτηρ μήτρα. Μύλη . ἐπὶ τῆς ἐπιγονατίδος. ἀπὸ τῆς ἔξω πρὸς τὴν μηχανὴν ἐμφερείας. διὰ τὸ ἄνω εἶναι τοῦ ἄρθρου τὸ κοῖλον, ὡς καὶ τῆς μύλης τὸ ὕπερθεν, καὶ τὰ ἐμβαλλόμενα πρὸς τὸ ἀλεσθῆναι τὰ σπέρματα. |
| mu 100 [30] | Μύξα . παρὰ τὸ ἐκ μυκτῆρος ἐκκρίνεσθαι. Μάγειρος . παρὰ τὸ μάσσω, ἤγουν ὁ τὰς μάζας μερίζων. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. καὶ Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ, πλεονασμὸν λέγει τὸ μ . παρὰ τὸ ἀγύρειν τὸ ἀθροίζειν, ἤτοι ἐξ ὧν ἀρτύει, ἢ ὧν παρασκευάζει ὄψων. Μάστυξ . αἱ τοῦ ἄνω χείλους τρίχες ἀπὸ τοῦ μυκτῆρος. ἢ μέσταξ, ἀπὸ τοῦ μεσοῦσθαι τῶν τριχῶν, ἤτοι μεστοὺς εἶναι. Μαλλός . ἐπὶ τῶν πλαγίων τριχῶν τῶν τῆς κεφαλῆς. εἴρηται δὲ ἀπὸ ἐμφερείας τῶν τοῦ προβάτου μαλλῶν. Μήνιγγες λέγονται διὰ τὸ μένειν ἐν αὐταῖς τὸν ἐγκέφαλον. οὕτω Σωρανὸς λέγει. Μυελός . οἷον μυχελὸς, παρὰ τὸ ἐν μυχῷ εἰλεῖσθαι, ἢ ἀλαζονεύεσθαι, ἢ λεῖον εἶναι, ἢ ἐν μεμυκότι ὀστέῳ τυγχάνειν. οὕτω Σωρανός. Μύωψ . ὁ μύειν συνεχῶς τοὺς ὦπας ποιῶν. Μυκτήρ . ἀπὸ τοῦ τὴν μύξαν δι’ αὐτοῦ ἐξιέναι. ἢ ἀπὸ τοῦ μύξας τινὰς ἐφ’ ἑαυτῷ ἔχειν, τουτέστι πόρους, ἢ ἀπὸ τοῦ ἡγεμονικοῦ τεταγμένος τῆς αἰσθήσεως. ὅθεν καὶ μυκτηρίζεν λέγομεν τοὺς ἐν τῷ διαπαίζειν τινὰς τοῦτό πως τὸ μέρος ἐπισπῶντας. οὕτως ὁ αὐτὸς Σωρανός. Μύλαι . τῶν ὀδόντων λέγονται, διὰ τὸ ἐπ’ αὐτῶν λεαίνεσθαι, ἤτοι τρίβεσθαι τὴν τροφήν. Μασχάλη . ἀπὸ τοῦ κεχαλᾶσθαι εἰς μαστὸν, ἢ εἰς ἣν χαλᾶται ὁ μῦς, ἢ ἀπὸ τῆς ἀλέας τῆς διὰ τὴν καμπὴν τοῦ σώματος. οὕτω Σωρανός. ὁ δὲ Ἡρακλείδης ἀπὸ τοῦ μαστεύειν τι ὑπ’ αὐτήν· ἐπειδὴ οἱ ὑφαιρούμενοι ὑπ’ αὐτὴν κρύπτουσι. |
| mu 101 [30] | Μαστοί . μασητοί τινες ὄντες, ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προσφέρεσθαι τούτοις πρώτοις τὰ βρέφη· ἢ οἷον παστοὶ, ἀπὸ τοῦ πάσασθαι· ἢ σπαστοί τινες ὄντες, ἀπὸ τοῦ σπᾶν αὐτοὺς τὰ βρέφη· ἢ ἀπὸ τοῦ ὑπὸ τῶν θηλαζομένων ἐπισπᾶσθαι· ἢ παρὰ τὸ μῶ, τὸ ζηθῶ. παράγωγον μαζῶ, καὶ μαστὸς, ὃν ἐπιζητοῦσιν οἱ παῖδες. δύναται καὶ παρὰ τὸ μαζῶ μάζα, ἡ ζητουμένη τροφή. Μήτηρ ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυηθεῖσιν. ἢ ὅτι φυσικῶς αὐτὰ μαστεύει τὰ γεννηθέντα ἡ μήτηρ. Μετάφρενον . ὅτι ἐξόπισθεν τῶν φρενῶν κεῖται. φρένες δὲ ὑμένες. εἰσὶ δὲ μεταξὺ τῆς καρδίας καὶ τοῦ ἥπατος. Μάκαρ ἀποκοπὴ τοῦ μακάριος. οὕτω δὲ ἐγένετο. τὸ κὴρ, κηρὸς, καρὸς, κατὰ συστολὴν κτητικῷ τύπῳ, κάριος, καὶ κατὰ στέρησιν, ἀκάριος, καὶ πλεονασμῷ τοῦ μ , μακάριος, ὡς ἴα μία, ἀποκοπῇ δὲ δύο συλλαβῶν, μάκαρ, ἐν δὲ συγκοπῇ, μάκαρς, ἀπὸ τοῦ μακάριος, ὅθεν ἔμεινε τὸ ς . Μηκίων παρὰ τὸ μακρὸς μακρίων, καὶ μακίων, καὶ τροπῇ τοῦ α εἰς η , μηκίων. ἔνθεν τὸ μήκιστος, καὶ τρίτος τύπος μάσσων. Μέτρον . παρὰ τὸ μείρω τὸ μερίζω, μεῖτρον καὶ μέτρον, ὡς τὸ δέρω δέρτρον. Μενθῆραι . αἱ φροντίδες, ἀντὶ τοῦ μενεθῆραι, αἱ θηρώμεναι τὸ μένος, τουτέστι τὴν ψυχήν· οὐ γὰρ ἄλλῳ θηρᾶται ἡ ψυχὴ καὶ κρατεῖται ἢ ταῖς φροντίσιν. Μαστροπός . παρὰ τὸ μαίεσθαι τοὺς τρόπους τῶν πορνευουσῶν γυναικῶν. Μελέαγρος . παρὰ τὸ μελαίαν ἀγρεύειν ἄγραν. Μέταλλον . ἀπὸ τοῦ ζητεῖν ἐν ἑαυτῷ τι. Μοχθηρός . |
| mu 102 [30] | κυρίως ὁ περὶ μόχθον ἀναστρεφόμενος καὶ πονηρός. ἀπὸ δὲ τοῦ σώματος ἐπὶ τὴν διάνοιαν μετενήνεκται, ὁ τῇ διαθέσει κακός. Μυλωθρός . πλεονασμῷ τοῦ ρ , οἷον ὁ τὴν μέλην ὠθῶν, μυλωθός τις ὤν. Μήνη . ἡ σελήνη. ἀπὸ τοῦ μὴ μένειν ἐν τῷ αὐτῷ, ἀλλὰ ποτὲ μὲν μειοῦσθαι, ποτὲ δὲ αὔξεσθαι. Μήνυνθα . παρὰ τὸ μηνύθω, μήνυθα, καὶ πλεονασμῷ τοῦ ν , μήνυνθα. Μῦς . παρὰ τὸ μῦσος. Μόρος . παρὰ τὸ μείρω, τὸ μερίζω, ὁ μεμερισμένος ἑκάστῳ. Μήλη . παρὰ τὸ μήσω μέλλοντα. μήδω δὲ, οὗ παθητικὸν μήδομαι, δηλοῦν τὸ ἐργάζομαι. μήλη οὖν, ἡ πολλῶν κατὰ τὴν ἰατρικὴν ἐργάτις. Μῶμος . παρὰ τὸ μῶ, οὗ μέλλων μώσω. δηλοῖ δὲ τὸ ζητῶ. μῶμος οὖν, ὁ ἀεὶ ἐπιζητῶν, καὶ μηδὲν τῶν ἄλλων ἱκανὸν εἶναι νομίζων, ἀλλ’ ἐνδεῖν τοῦ κρείττονος, ἀεὶ πᾶν ὁτιοῦν λέγων καὶ διασύρων. Μακκοᾶν . παρὰ τὸ μὴ κοεῖν, ὅ ἐστι νοεῖν. καὶ συνθέτως τὸ μὴ κοεῖν μακκοᾶν ἔλεγον. ὅθεν θυοσκόος ὁ μάντις, ἀπὸ τῶν θυομένων κοῶν, καὶ νοῶν τὸ μέλλον. Μακάριος . ὁ μὴ κηρὶ, τουτέστι τῆ φθορᾷ ὑποκείμενος. οἱ δὲ πλεονάζειν λέγουσι τὸ μα , κάριος καὶ μακάριος, οἷον ἄλευρον μάλευρον. εἴρηται οὖν ἀκάριος ὁ μὴ φθορᾷ ὑποκείμενος. Μάκτρα . παρὰ τὸ μάττειν ἐν αὐτῇ τὴν μάζαν. Μέλισσα . παρὰ τὸ μέλλειν. οἰκονομικὸν γὰρ τὸ ζῶον. ἢ μέλιζά τίς ἐστιν, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς καρποῖς. Μῆλον λέγεται κατὰ πάντων τῶν καρπῶν. καὶ πολόμηλος γῆ, ἡ πολύκαρπος. Μένος . |
| mu 103 [30] | ἡ δύναμις. παρὰ τὸ μένω ῥῆμα καὶ παραμένω, ὡς παρὰ τὸ σθένω σθένος. Μοχλός . παρὰ τὸ ὁμοῦ καὶ τὴν κλεῖν ἔχειν ὠνομᾶσθαι, ὡς ἅμα αὐτῷ τὴν κλεῖν ἔχειν. οὕτω Φιλόξενος ἐν τῇ περὶ Ῥωμαίων διαλέκτῳ. ἀλλαχοῦ δὲ φησὶ, παρὰ τὸ μόλω μοχλός, πλεονασμῷ τοῦ χ . ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὄχω τὸ συνέχω. ἐπεὶ καὶ Ὅμηρος ὀχῆα λέγει τὸν μοχλόν. Μόρφνος . ἐπὶ τοῦ ἀετοῦ. Ὁμήρῳ. παρὰ τὸ μάρπτω ἐσχημάτισται· μαρπνὸς, ὡς στίλβω στιλπνὸς, τροπῇ τοῦ α εἰς η , καὶ μεταθέσει τοῦ π . μόρφνος ὁ ταχὺς καὶ δυνατὸς καταλαβεῖν. οἱ δὲ φασὶ φόνιος, οἷον μοροφόνος, ὁ μεμοιρημένος καὶ πεπονημένος περὶ τοὺς φόνους, καὶ συγκοπῇ, μόρφνος. Μέγεθος . παρὰ τὸ μέγα μέγαθος, καὶ μεταθέσει τοῦ α εἰς ε , μέγεθος, ὡς βάλλω βάλλος καὶ βέλος. Μιαρός . παρὰ τὸ μίασμα, καὶ μιαίνω ῥῆμα. τὸ δὲ μιαρὸς παρώνυμον. Μίς . ὡς παρὰ τὸ ῥήσσω, ῥηγμὶς, οὕτω παρὰ τὸ μειῶ μίς. δισύλλαβον ἐσχημάτισται μακρῶς ἅμα καὶ ὀξυτόνως. παρὰ δὲ τὸ μεῖος εἴρηται, ὅτι μειουμένης εἰς ἄκρον τῆς σελήνης, πληροῦται ὁ μήν. οὕτω Φιλόξενος ἐν τῇ περὶ Ἰάδος διαλέκτῳ. Μήν . παρὰ τὸ μεῖος. ὁ αὐτὸς ἀνὴρ οὕτω φησὶ, μεῖος μειὴν, καὶ συγκοπῇ, μήν· ἀφ’ οὗ καὶ ἡ μήνη. Μῆτις . παρὰ τὸ μήδω, μήσω μέλλων. ῥηματικὸν ὄνομα μῆσις. καὶ μεταθέσει τοῦ ς εἰς τ , μῆτις. ἀπὸ δὲ τοῦ μήδος τὸ μῆδος, καὶ βασιλεῖς οἱ μέδοντες παρὰ τὸ μήδω ὁμοίως, οἷς εὐβουλίας δεῖ· ὅθεν βουληφόροι εἴρηνται. Μακεδνός . Ὁμήρῳ· μακεδνῆς αἰγείροιο. μῆκος, μηκεδανὸς, καὶ μακεδνὸς, καὶ μακεδνή. Μολοβρός . συγκοπὴ, μολόβορός τις ὤν, παρὰ τὸ ἐπὶ τὴν βορὰν μολεῖν. Μάχη . |
| mu 104 [30] | παρὰ τὸ ἄχος, πλεονασμῷ τοῦ μ , ὡς ἴα μία. Μειδιᾶν . παρὰ τὸ μεῖον γελᾶν. Μαυροῦσι . κατ’ ἀντίφρασιν τοῦ μαίρω, δηλοῦντος τὸ λάμπω. Μάραγδος . παρὰ τὸ μαίρω, οὗ παράγωγον μαράσσω, ὄνομα μάραγδος· τὸ διαυγὲς μάραγδον ἔλεγον οἱ παλαιοί. Μαρμαρυγή . μαίρω ἐστὶ ῥῆμα. ἀφ’ οὗ μαρμαίρω ἕτερον ὄνομα. παράγωγον μαρμαιρύζω. ῥηματικὸν ὄνομα μαρμαρυγή. ὡς καὶ ἀπὸ τοῦ ἁρπάζω ἁρπαγὴ, ὀλολύζω ὀλολυγὴ, καὶ ἀπὸ τοῦ μαρμαρύζω μαρμαρυγή. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Μυκήνη . μύκης ἐστὶν ἡ λαβὴ τοῦ ξίφους, καὶ ἀπὸ τοῦ μύκητος τοῦ ξίφους Περσέως ἐκλήθη ἡ πόλις Μυκήνη. Μασχάλη . σχῶ σχήσω, ὡς στήσω στήλη, καὶ μεταθέσει τοῦ η εἰς α , σχάλη, καὶ κατ’ ἀναδιπλασιασμὸν τῆς μα συλλαβῆς, μασχάλη. Μασῶμαι . παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω καὶ κινῶ, ἀφ’ οὗ τὸ σήθω, καὶ προσλαβὼν τὴν μα συλλαβὴν ἐποίησε τὸ μασσῶμαι, τὸ εἰς λεπτὰ τὴν τροφὴν κερματίζειν καὶ κατακόπτειν. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Μάχλος . παρὰ τὸ χαλῶ, μαχαλὸς, πλεονασμῷ καὶ συγκοπῇ μάχλος, ὁ κατωφερὴς, καὶ παρωνύμως μάχλας. Μαθεῖν . μήθω ἐστὶ ῥῆμα. ἀφ’ οὗ ἔμαθον δεύτερος ἀόριστος, καὶ μαθεῖν βʹ ἀόριστος. Μοιχός . τὸ ν τρέπεται εἰς μ , ὡς ἐν τῷ μοιχὸς ἀντὶ τοῦ νυχὸς, ὁ ἐσώτατος τόπος καὶ σκοτεινός. τροπὴ δὲ ἐστὶν ἀντὶ στοίχου, καὶ νῦν ἐν τῷ μοιχῷ ἀπὸ τοῦ οἶκος καὶ τοῦ στερητικοῦ, ἢ ὁ στερημένος, καὶ ἔξω ὢν τοῦ οἴκου. τὸ δὲ νω στερητικὸν κατὰ μετάθεσιν τοῦ ο εἰς ω , ὡς ἐν τῷ νώσος παρὰ τοῦ ἐστερῆσθαι τοῦ σώθω. Μακρός . |
| mu 105 [25] | παρὰ τὸ μῆκος ἐστὶ μηκὸς, καὶ μακρὸς, τροπῇ τοῦ η εἰς α , ὡς κύδρος κυδρὸς, ψύχος ψυχρός. Μέγεθος . παρὰ τὸ μέγα, μέγαθος καὶ μέγεθος. Μεγαίρω . παρὰ τὸ μέγα. οἱ γὰρ μεγάλοι φθονοῦνται διὰ τὸν πλοῦτον, ἢ τὴν ἀρετήν. μεγαίρω μεγαρτοὶ, ὡς καθαίρω καθαρτὸς, ἀκάθαρτος. Μερμερίζειν . παρὰ τὸ μείρω, ἀφ’ οὗ τὸ μέρος ὄνομα. παρὰ τοῦτο μερίζω, διπλασιασμὸς μερίζω. οἱ γὰρ φροντίζοντες μερίζονται τὴν γνώμην. Μέριμνα . παρὰ τὸ μερίζω μέριδνα, ὡς λεπίζω λέπαδνα, καὶ τροπῇ τοῦ δ εἰς μ , μέριμνα. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Μέρμερα . παρὰ τὸ μείρω, τὸ μερίζω, ἀφ’ οὗ τὸ φροντίζω, οἷον τὰ φροντίδος ἄξια. Μέρμις . παρὰ τὸ εἴρω, ἕρμα ἐστὶ καὶ ἕρμις, πλεονασμῷ τοῦ μ , μέρμις. Μεστός . ἔω ἐστὶ τὸ πληρῶ. ἐπεὶ κεῶμεν κορέσσω πολέμοιο. ἔω, ἔσω, ἐστὸς, πλεονασμῷ τοῦ μ , μεστός. Μάκαρ . παρὰ τὴν κῆρα. ὁ μὴ κηρὶ ὑποκείμενος. Μάραθον . κατὰ ἀποβολὴν τοῦ ν . μάρανθον γὰρ ἐστὶ, παρὰ τὸ μαραίνειν εὐθέως τὸ ἄνθος. Μελεδήματα . παρὰ τὸ ἔδειν τὰ μέλη καὶ βλάπτειν. Μέλαν . παρὰ τὸ μὴ, καὶ τὸ λάον, τὸ μὴ βλέπον, ἢ τὸ μὴ βλεπόμενον. λάειν γὰρ τὸ μὴ βλέπειν. ὅθεν ὁ λαὸς ὁ τυφλός. Μαλλός . |
| mu 106 [20] | ἀπὸ τοῦ μήλου, τοῦ δηλοῦντος τὸ πρόβατον, καὶ πλεονασμῷ τοῦ ἄλλου λ , μαλλός. Μεμαὼς καὶ μεμαυῖα. παρὰ τὸ μῶ, οὗ παράγωγον τὸ μένω, ὃ δηλοῖ τὸ προθυμοῦμαι. ὅθεν τὸ μαίμονα μέσου παρακειμένου, ὃς ἀεὶ φυλάττει τὸ σύμφωνον— τοῦ ἐνεστῶτος· πείθω, πείσω, πέπεικα, καὶ πέποιθα κατ’ Αἰολέας. τρέπουσι γὰρ τὴν ει δίφθογγον εἰς τὴν οι δίφθογγον οἱ μέσοι. μέμονα οὖν. ὁ γὰρ ἐνεργητικὸς μέμακα, ἀποβαλλομένου τοῦ ν , ὡς πέπλυκα, κέκλικα. τὰ γὰρ εἰς νω ῥήματα δισύλλαβα ἑνὶ φωνήεντι παραληγόμενα ἀποβάλλει τὸ ν κατὰ τὸν παρακείμενον. Μύρεσθαι . παρὰ τὸ ῥεῖν τὰ δάκρυα. ἔνθεν τὸ ἀλ μυριέντων, παρὰ τὸ μύρεσθαι καὶ ἕλκεσθαι ἐν τῷ γίνεσθαι. Μελδόμενος . ὁ τηκόμενος κνίσσῃ, παρὰ τὸ τὰ μέλη ἔδειν καὶ ἐσθίειν. ἀφ’ οὗ τὸ ἀναλίσκειν καὶ τήκειν. Μόθος . παρὰ τὸ ὁμοῦ θεῖν τοὺς μαχομένους. Μῶλος . ἀποβολὴ ἐστὶ τοῦ α . ἄμωλος γὰρ ἐστὶ, παρὰ τὸ ἅμα ὀλλῦναι. Ὅμηρος· ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. Μαντική . μαντική τις ἐστίν· οἷον ζητητικὴ τῶν ἐσομένων, καὶ οὐκ ἐστὶ τὴν μανίαν, ὥς τινες. ΑΡΧΗ ΤΟΥ Ν. |
| nu 105 (t) [1] | Νόσος . παρὰ τὸ ἐστερῆσθαι τοῦ σώου. τὸ γὰρ νω στερητικόν· κατὰ δὲ μεταβολὴν τοῦ νω εἰς νο γίνεται. Νῶροψ . ὁ μὴ ἐῶν ἐφορᾶν εἰς αὐτὸν τὴν ὄψιν, διὰ τὸ ἄγαν λαμπρόν. |
| nu 106 | ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ πάνυ λαμπρά· οἱ δὲ διὰ τὸ διαχεῖν τὴν ὄψιν ἐν τῷ ὁρᾶν. Νέκταρ . τὸ συνέχον αὐτὸ ἐν νεότητι, οἷον νεόεκταρ. διόπερ ὃ βῆ αὐτὸ κιρνᾷ· οἱ δὲ παρὰ τὸ στέρεσθαι τοῦ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας, οἷον τοῦ θανεῖν· ἀφ’ οὗ τὸ ἀθάνατον δηλοῦσθαι. |
| nu 107 [35] | Νωλεμέως . κατὰ μετάθεσιν τοῦ π εἰς μ , οἷον νωλεπέως, κατὰ στέρησιν τοῦ λείπεσθαι καὶ παύεσθαι, οἷον ἀδιαλείπτως. Νότος . παρὰ τὸ νόθους ποιεῖν τοὺς καρποὺς καὶ χείρους· οἷον ὀνοτοὺς ποιεῖν αὐτοὺς, καὶ ἀφανίζειν. Νόθος . ὀνοτός τις ὢν, κατ’ ἀποβολὴν τοῦ ο , καὶ τροπῇ τοῦ τ εἰς θ . Νοῦς . παρὰ τὸ νῆσσα, καὶ σωρεῦσαι ἀπὸ τῶν ἐντιθεμένων αὐτῇ φορτίων· οἱ δὲ παρὰ τὸ νεῖσθαι. Νυστάζειν · οἷον νευστάζειν. παρὰ τὸ νεύειν κάτω διὰ τὴν τοῦ ὑπτίου καταφοράν. Ναστός . ὁ πεπιλημένος ἄρτος· ἀπὸ τοῦ νάσεσθαι ἀρτύμασι τισὶν καὶ τραγήμασι. Νύμφη . ἡ νέον φαινομένη. ὡς παρὰ τὸ νέος νύος, οὕτω παρὰ τὸ νέη νύμφη. καὶ ἔγκειται τὸ φῶ, ὅπερ τὸ φαίνω σημαίνει. Νέρθεν . ἀποβολῇ τοῦ ε , παρὰ τὴν ἔραν, ἔνερος, ἐνέρεθεν, ἔνερθεν, συγκοπῇ νέρθεν. Νύσσα . παρὰ τὸ νεύω νεύσω, καὶ ἀποβολῇ τοῦ ε , καὶ πλεονασμῷ τοῦ ς , νύσσα. οἱ δὲ παρὰ τὸ νύσσω, ἐπεὶ ἐκεῖ νύσσονται οἱ ἵπποι. Νίκη . ἀποβολῇ τοῦ ε , ἡ ἑνὶ γινομένη, ἐνίκη τις οὖσα. Νίτρον . παρὰ τὸ νίζω νίτρον, ὡς φέρω φέρτρον, ὡς μάσσω μάκτρον, πλήσσω πλῆκτρον. Νεαρός . παρὰ τὸ κῆρ νεκηρὸς καὶ νεκρὸς, ὁ τῆς ψυχῆς ἐστερημένος, παρὰ τὸ νη στερητικόν. καὶ ὡς ἵππος ἵππυς, κότος κότυς, νεκρὸς καὶ νέκρυς, καὶ ἀποβολῇ τοῦ ρ , νέκυς. Νηδύς . ἀπὸ τοῦ διανενῆσθαι τὰ τῆς τροφῆς, ὅ ἐστι σεσωρεῦσθαι καὶ πεπληρῶσθαι· ἢ ὅτι ἐπάρδευσις τῷ σώματι τῆς τροφῆς ἀπὸ ταύτης γίνεται. νάειν γὰρ ἐστὶ τὸ ῥεῖν. Νῆστις . |
| nu 108 [30] | ἔντερον οὕτω, οἷον νηστιτὴς, παρὰ τὸ κενὸν εἶναι σιτίων· καὶ ὁ νῆστις ὁμοίως ἄνθρωπος, παρὰ τὸ αὐτὸ, καὶ τὸ νηστεύειν, παρὰ τὸ στερεῖσθαι σιτίων. Νεφροί . παρὰ τὸ νείφεσθαι τῷ οὔρῳ, ὅ ἐστι βρέχεσθαι. φέρεται γὰρ εἰς αὐτούς. τὸ δὲ νείφειν κυρίως ἐπὶ τῶν ὑδάτων τοῦ νιφετοῦ, καὶ ἐπὶ τῆς ἐκ νέφους καταφορᾶς τῶν ὑδάτων. Νέφος . οἷον νεφάος, τὸ ἐστερημένον φωτός. ἢ παρὰ τὸ νήφειν. οὕτω Φιλόξενος. Νήπιος . παρὰ τὸ ν στερητικόν· κατὰ στέρησιν τοῦ εἰπεῖν καὶ λαλεῖν, οἷον νὴ ἔπιος. Νῶτος . ἐπειδὴ τῶν ἄλλων μερῶν νοτίζεται μᾶλλον, καὶ ἐς τοῦτο τὸ μέρος ὁ ἱδρὼς καταῤῥεῖ, ὥστε τροπὴ εἶναι τοῦ ο εἰς ω . καὶ παρ’ Ὁμήρῳ· κατὰ δὲ νότιος ῥέεν ἱδρώς. ἀντὶ τοῦ κατὰ νῶτον ἐφέρετο. Νάνος . παρὰ τὸ ἄνω, δηλοῦν τὸ αὔξω. ἄνω ἄνος νάνος, ὁ μὴ αὐξανόμενος. ἔγκειται γὰρ τὸ ν στερητικόν. νάνος νήανος. Νάπυ . κατὰ στέρησιν τοῦ ἠπίου, διὰ τὴν δριμύτητα. Νεῖκος . τὸ τοῖς νέοις ἐοικός. Νεῖλος . παρὰ τὸ νέος παρνῆται, νέϊλός τις ὢν, ὁ ἀεὶ νέαν ἄγων ἰλὺν ἐν τῇ ἀναβάσει. ὅτι κατ’ ἔτος νέος φαίνεται. Νέαιρα . τὸ ἔσχατον τῆς κοιλίας. νέον νέατον τὸ ἔσχατον. ὅθεν καὶ λαγὼν παρὰ τὸ λήγειν. Ἡρωδιανὸς ἐν Ὀρθογραφίᾳ. Νήφω . παρὰ τὸ νήφω. ἀπὸ τῆς τοῦ ὕδατος προφορᾶς. οἱ γὰρ τούτῳ κεχρημένοι νηφάλιοι, καὶ νηφάλια θύειν λέγεται, ὅταν ἐπισπένδωσιν οἶνον. Νάρθηξ . ἰατρικὸν τεῦχος. καταχρηστικῶς δὲ τὸ ἐξ οἵας δήποτε ὕλης. Νωθρός . νω καὶ νη στερητικὰ μόρια, ὁ τοῦ θορεῖν ἐστερημένος. ὃ ἐστὶν ὀξέως κινεῖσθαι. Νωχελής . |
| nu 109 [30] | τὸ χ ἀντὶ τοῦ κ . νωκελής τις ὢν, ὁ μὴ κέλλων. κέλλειν δὲ τὸ ταχέως τρέχειν· ἀφ’ οὗ καὶ κέλες, δρομικὸς πῶλος. Νέκυς . κικὺς, ἡ δύναμις, καὶ κλίνεται, κικύος. ὁ ἐστερημένος ἐξ αὐτοῦ κικύος. Νότος . ὁ ἄνεμος. ἀπὸ τοῦ νοτεῖν καὶ τῆς νοτίδος. αὕτη δὲ ἡ νοτὶς ἀπὸ τοῦ νεῖσθαι. οὕτως ὁ Ἡρακλείδης. Νύξ . παρὰ τὸν γινόμενον ἐκ τῶν προκόψεων τοῦ σκότου νυγμόν. αὐτὸ δὲ τὸ νύξαι ἀπὸ τοῦ νύσσω, τοῦ δηλοῦντος τὸ πλῆξαι. Νέος . ἀπὸ τοῦ νέεσθαι καὶ ἔρχεσθαι εἰς αὔξεσιν, ἢ παρὰ τὸ ὁρμᾶσθαι· ὁρμῆς γὰρ ἡλικία ἀνάπλεως. Νεοῦν . ἀπὸ τοῦ νέαν ἀναλαμβάνεσθαι τὴν γῆν ἀπὸ τῆς ἀροτριάσεως. Νεῦρον . παρὰ τὸ νεῖσθαι ἅπαν τὸ κινούμενον καὶ ἐπὶ πάντα προϊὸν ἐν ἡμῖν. τί γὰρ ὁρμητικώτερον νοῦ; Νόσφι . παρὰ τὸ νο στερητικὸν καὶ τὸ ἕπεσθαι. ᾥπερ γὰρ ὁ χωριζόμενος οὐκ ἀκολουθεῖ τινὶ καὶ οὐ σύνεστιν· ἐχωρίζετο γάρ· οὕτω τὸ νόσφι τὸ χωρὶς εἶναι τοῦ ἕπεσθαι. Νήχω . νῶ καὶ νέω. ἐστὶ δὲ τὸ κολυμβῶ, προθέσει τοῦ χ καὶ μεταθέσει τοῦ ε εἰς η , νήχω. Φιλόξενος. Νῆσος . παρὰ τὸ νῶ, οὗ μέλλων νήσω, δηλοῦν τὸ νήχομαι. πᾶν γὰρ μέρος ἔχει ἐν τῇ θαλάσσῃ, ὡσπερὰν τῶν σωμάτων τὰ νηχόμενα. Ναῦς . παρὰ τὸ νέω, ὁμοίως τὸ κολυμβῶ. παράγωγον νεύω, νεύσω ὁ μέλλων, ὡς παρὰ τὸ χέω χεύσω, οὕτω νεύσω, νεύς καὶ ναῦς, τροπῇ τοῦ ε εἰς α . οὕτω Φιλόξενος. Νεβρός . παρὰ τὸ νη καὶ νε , ὁ μὴ δυνάμενος βορὰν λαβεῖν, νεβορός τις ὢν, ἀλλ’ ὁ γάλακτι τρεφόμενος. Νάμα . παρὰ τὸ νῶ τὸ ῥέω, οὗ μέλλων νάσω, νάμα, ὡς δράσω δράμα. Ναρόν . |
| nu 110 [30] | παρὰ τὸ αὐτὸ ῥῆμα, νῶ, νάσω, ναρόν. Σοφοκλῆς Τρωΐλῳ· ναρός ναρὰ δὲ κρηναῖα χωροῦμεν ποτά. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. καὶ ἴσως ἡ συνήθεια τρέψασα τὸ α εἰς ε , λέγει νερόν. Νόμος . παρὰ τὸ νέμω ῥῆμα. ὁ νέμων πᾶσι τὸ δέον. Νεογνός . συγκοπῇ. νεόγονός τις ὢν, ὁ νεοστὶ γενόμενος. Νειός . ἡ ἀρόσιμη γῆ. παρὰ τὸ νεῶ. ἀνανεοῦται γὰρ ἡ γῆ ἀρουμένη. Νείφω . παρὰ τὸ νέφος. ἀφ’ οὗ γίνεται ἡ καταφορὰ τοῦ ὕδατος. Νωθείς . ὁ στερημένος τοῦ θεῖν. Νῶκαρ . τὸ δυσκίνητον καὶ οὐδ’ ὁπωσοῦν ἐῤῥωμένον· σκαίρω γὰρ ἐστὶ ῥῆμα. ἀποβολῇ τοῦ ς , καίρω, καὶ μετὰ τῆς νω στερήσεως, νωκαίρω, καὶ ἀποβολῇ τοῦ ω . νῶκαρ. ἔγκειται δὲ τὸ νω στερητικόν. σκαίρω δὲ τὸ τρέχω, ἀφ’ οὗ καὶ τὸ εὔκαρθμος, καὶ εὐκάρθμοιο Μυρίνης. Νῆϊς . εἴδω ἐστὶ ῥῆμα, οὗ μέλλων εἴσω καὶ εἴσομαι· ἀποβολῇ τοῦ ω , καὶ τοῦ ε , ἴς, καὶ μετὰ τῆς νη στερήσεως, νῆϊς. Νῆσσα . παρὰ τὸ νέω τὸ κολυμβῶ, νέσα καὶ νῆσσα, τροπῇ τοῦ ε εἰς η . Νῆστης . παρὰ τὸ ἔδω τὸ ἐσθίω, οὗ μέλλων ἔσω ἔστης, καὶ μετὰ τοῦ στερητικοῦ νε , νεέστης, οὗ παρώνυμον νῆστης. οὕτως Ἡρωδιανός. Νυίς . ἡ νύμφη. παρὰ τὸ νέος, τροπῇ τοῦ ε εἰς υ , νυός. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς ὀξυτόνως. ὥσπερ τὸ νῆϊς βαρυτόνως δηλοῖ τὸ ἄπειρος, νῆϊς ἀέθλων, οὕτω καὶ νηΐς ὀξυτόνως ἐπὶ τῆς Ναΐδος, ἄπειρος γάμων. |
| nu 111 [5] | οἱ δὲ κατὰ παράλειψιν τοῦ ν φασὶ ἦνις τὸ πρωτότυπον, οἷον νεάνις, καὶ πρῶτον ἐπὶ τὸ νεάνις· εἶτα κατὰ συναλοιφὴν, νῆνις, καὶ ἀποβολῇ τοῦ ν , νῆϊς· οἱ δὲ παρὰ τὸ νάω τὸ ῥέω· οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Νέεσθαι . |
| nu 112 [5] | κυρίως πορεύεσθαι καὶ πλεῖν ἐπὶ θαλάσσης, καταχρηστικῶς δὲ καὶ ἐπὶ γῆς. Νύμφη . ἡ νέα φαινομένη. ὡς παρὰ τὸ νέος νυός, οὕτω καὶ παρὰ τὸ νέον ἡ νύμφη, καὶ ἔγκειται τὸ φῶς, ὅπερ σημαίνει τὸ φαίνω. ΑΡΧΗ ΤΟΥ Ξ. |
| xi 111 (t) [5] | Ξύνιον . ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ σκοπὸν βαλλόντων. ξυνίειν γὰρ τὸ ἐπὶ τὸ αὐτὸ τῇ τοῦ συμβουλεύοντος φέρεσθαι γνώμῃ. Ξίφος . παρὰ τὸ ξέειν. οὕτως εὗρον ἐν Ὑπομνήματι .... Ξύλον . παρὰ τὸν ξύσω μέλλοντα. οὐδεμία γὰρ ὕλη πρὸς ξύσιν ἐπιτηδειοτέρα τοῦ ξύλου. οὕτως Φιλόξενος. Ξηρόν . παρὰ τὸ ξέω. ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων. |
| xi 112 [10] | εἴ τι γὰρ ἔξυσται, ξηρὸν γίνεται. τροπῇ τοῦ θ εἰς η . οὕτω Φιλόξενος. Ξυρόν . παρὰ τὸ ξύω, ξυρόν. Ξόανον . παρὰ τὸ ξέω ξέανον, καὶ τροπῇ τοῦ ε εἰς ο , ξόανον. Ξέστης . Ῥωμαϊκὸν ἐστὶ τὸ ὄνομα. τὸ γὰρ παρ’ ἡμῖν ἓξ ἀριθμὸν αὐτοὶ λέγουσι σέξ, καὶ μέτρου τινὸς παρ’ αὐτοῖς τὸ ἕκτον λέγεται σέξτον· διὰ δὲ εὐφωνίας τὸ σέξτης λέγεται ξέστης, μεταθέσει τοῦ ξ . οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. ΑΡΧΗ ΤΟΥ Ο. |
| omicron 111 (t) [10] | Ὅρκος . παρὰ τὸ ἐπαρκεῖν καὶ βοηθεῖν. ὥσπερ γὰρ βοηθήματι αὐτῷ χρῶνται οἱ ἀδικούμενοι. κατὰ μετάθεσιν τοῦ α εἰς τὸ ο . ὡς ἐν τῷ ἀκριόεις, παρὰ τὰς ἄκρας καὶ ἐξοχὰς, καὶ Ὄθρυς τὸ ὄρος, οἷον ἄθρυς, ὅθεν ἐστὶ μακρότερον. οἱ δὲ παρὰ τὸ εἴργω. ἐπισχετικὸς γὰρ ἐστὶ παραβαινόντων· ὥστε εἶναι μετάθεσιν τοῦ γ εἰς τὸ κ . ὡς παρὰ τὸ γῆρυς κηρύσσω. ἐγὼ δὲ, φησὶν Ἡρωδιανὸς, ἡγοῦμαι πλεονασμὸν εἶναι τὸ κ . ὅρος γάρ τι ἐστίν. οἱ γὰρ ὀμνύντες ὁρίζονται καὶ ὁμολογοῦσιν. Οἰωνός . ὅτι καὶ χωρὶς μίξεως πέφυκε πολλάκις τίκτειν ἐξ ἀνέμου. |
| omicron 112 [10] | κυρίως δὲ φασὶν ἐπὶ γυγῶν τοῦτο τὸ ἐξ ἀνέμου μᾶλλον τίκτεσθαι αὐτούς. ὠὰ ὑπονέμια τίκτουσι. οἱ δὲ, ὅτι μόνοι οὐκ ἀγεληδὸν ἵπτανται ὥσπερ οἱ ἄλλοι. Ὀρεύς . παρὰ τὸ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι. οἱ δὲ παρὰ τὸ ὀρῶδες ἔχειν τὸ σπέρμα καὶ μὴ τίκτειν, ἀλλ’ ἐξ ἵππου καὶ ὄνου τίκτεσθαι. ἱστορεῖ δὲ Ἀριστοτέλης, ὅτι ἐν Σικελίᾳ ἔτεκεν ἡμίονος. Ὁμίχλη . ἀπὸ τοῦ τοῖς ὄμμασι παρέχειν ἀχλύν. οἱ δὲ, ὁμοείλη τις ἐστὶ, παρὰ τὴν ὁμοῦ εἵλησιν τῶν νεφῶν. Ὄνειρος . |
| omicron 113 [30] | ἤτοι παρὰ τὴν ὄνησιν, ἢ οἷον παρὰ τὸ ὀνῶ ὄνειρος, ὡς παρὰ τὸ πέπω πέπειρος, ἢ παρὰ τὸ εἴρειν καὶ λέγειν, ἢ κατὰ μετάθεσιν τοῦ ο . νοηρός τις ὤν. Οὐρούς . τὰ νεώρια, διὰ τὸ ἐπ’ αὐτῶν ὀρούειν τὰς ναῦς. Ὅμαδος . ὅμαυδός τις ὤν. Ὀφείλημα . παρὰ τὸ ὠφέλειν, ὅ ἐστιν αὔξεσθαι τὸ δάνειον τὸ αὐξανόμενον τόκῳ. Οἶτος . ὁ θάνατος. παρὰ τὸ οἲ καὶ οἴμοι τοῦ στεναγμοῦ. παρὸ καὶ τὸν μόχθον δηλοῖ. ὁ δὲ Ἡρωδιανὸς ἐν τοῖς Ἐπιμερισμοῖς λέγει, παρὰ τὸ οἴω, οὗ ὁ μέλλων οἴσω, τὸ δηλοῦν τὸ φέρω. ὁ πάντας ἀποφέρων θάνατος. Οὐλαμός . ἡ συνεστραμμένη τάξις. παρὰ τὸ εἱλεῖσθαι. ὅθεν καὶ τὰς τρίχας οὐλὰς φαμέν. Ὅρπεξ . παρὰ τὸ ἕρπειν πεποίηται καὶ τὸ ὀρούειν. Ὄκνος . ὁ ποιῶν ἀκινήτους. τροπῇ τοῦ α εἰς ο , οἷον ἄκινός τις ὢν, καὶ συγκοπῇ ἄκνος καὶ ὄκνος, ὡς ἀκριόεις ὀκριόεις, ἀρχὴ ἄρχαμος ὄρχαμος. Ὀλοφυρόμενος . κυρίως τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν. Καλλίμαχος φησί· ὀλόψατο χαίτας, ἀντὶ τοῦ ἔτιλλεν. Ὀτρηρός . ὁ ἀφ’ ἑαυτοῦ παροτρυνόμενος πάντα ποιεῖν. Ὅπλα τὰ ἐργαλεῖα. ὀφελήματά τινα ὄντα. οἷς τὰ ἐξελαυνόμενα ἐπὶ τοῦ ἄκμονος αὔξεται καὶ ὀφέλλεται. Ὀβελίσκος . ὀφελίσκος τὶς ὢν, ὁ εἰς μῆκος ὀφελλόμενος καὶ ἐξελαυνόμενος. Ὄσσε . οἱ ὀφθαλμοὶ, παρὰ τὴν ἕσιν καὶ βολὴν τῆς ὄψεως. Ὄρχατος . ἡ ἐπ’ εὐθείας φυτεία, παρὰ τὸ δι’ αὐτῆς ἡμᾶς ἔρχεσθαι. Ὀρχός . ὅπου ἐντίθεται τὸ φυτόν. ὀρυχός τις ὤν. Ὄχνη . ἡ ἀχνὰς, οἷον ἀχοὴ, διὰ τὸ μὴ ποτίζεσθαι. ξηρᾷ γὰρ ἥδεται γῇ ἡ ὀπώρα αὕτη καὶ ἄπιος, ἡ ἥκιστα πίνουσα. Οἴμη . |
| omicron 114 [30] | ἡ ᾠδή. παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτέστιν ἐν ταῖς ὁδοῖς ᾄδεσθαι. Οἶμος . ἡ ὁδός. παρὰ τὸ οἰμῆσαι. ὁ δὲ Φιλόξενος παρὰ τὸν οἴσω μέλλοντα. Ὀρχήσασθαι . παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰς χεῖρας. ἢ παρὰ τοὺς ὄρχους, ἐν οἷς ἐχόρευον, καὶ ὁ χορὸς, ὀρχός τις ἐστὶ, κατὰ μετάθεσιν στοιχείου. Ὅρμος . παρὰ τὸ ἕρμα τὸ ἀσφάλισμα. ὅθεν καὶ ὁρμῆσαι, τὸ ἐν ἀσφαλῆ εἶναι τὴν ναῦν. Ὀπύειν . ὁμιλεῖν, συνουσιάζειν. παρὰ τὸ εἰς ὄπα ἐλθεῖν. ἢ κατὰ μετάθεσιν τοῦ μ εἰς π , ὁμύειν, ὁμοῦ συνιέναι. Ὀλοφώϊος . παρὰ τὸ φῶτας ὀλλύειν, οἷον ὀλοθρευτικόν. Ὄσσετο θυμός. ἀπὸ δ’ ὄσσων τῶν ὀφθαλμῶν. οἷον προεωρᾶτο, τουτέστιν ἡ κατ’ ἐπίνοιαν πρόγνωσις. Ὄμος ὁ περιτραχήλιος κόσμος. παρὰ τὸ εἵρεσθαι. Ὅμηρος· μετὰ δὲ λέκτοισι ἕερτο. Οὐλή . Ἡρωδιανὸς ἀπὸ τοῦ εἰλῶ τὸ συστρέφω, οἷον ἡ συνεστραμμένη σάρξ. τὸ γοῦν ἐναντίον, ἀπὸ τοῦ διελκύσαι ἕλκος. οὐλὴ οὖν ἡ συναχθεῖσα σὰρξ, ἀπὸ τοῦ ἑλῶ, ὀλὴ καὶ οὐλή. Ὄαροι . αἱ γαμεταὶ, ὁμοίαροί τινες οὖσαι. παρὰ τὸ ὁμοῦ ἀρηρέναι γάμῳ. Οὖλαι . αἱ τρίχες. παρὰ τὸ εἱλεῖσθαι, ὡς καὶ αἱ ἐναντίαι τεταναὶ λέγονται, παρὰ τὸ τετᾶσθαι. Ὄγμος . ἡ ἐπίστιχος φυτεία τῶν δένδρων, κατὰ μετάθεσιν τοῦ ε εἰς ο , οἷον ἔγμος, παρὰ τὸ ἔχεσθαι ἄλλο ἄλλου, ὅπερ καὶ ἐπισχερῶ λέγεται, παρὰ τὸ σχέσιν ἔχειν πρὸς ἄλληλα. δηλοῖ δὲ ὁμοίως τὴν τομὴν τοῦ ἀρότρου, παρὰ τὸ εἰδέσθαι τὴν γῆν ἀπὸ τοῦ ἀροῦντος. Ὁμιλεῖν . ἐπὶ τοῦ πολεμεῖν. παρὰ τὸ ὁμοῦ τὰς ἴλας συλλαβεῖν. Ὀκλαδίαι καὶ ὀκλάζειν. |
| omicron 115 [35] | παρὰ τὸ ἐγκλᾶν, καὶ κάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι. καὶ τὸ ὀκλὰξ ἐπίῤῥημα, παρὰ τὸ κλῶ κλάσω, ῥηματικὸν ὄνομα κλᾶς, καὶ κατὰ Δωριέας κλάξ. τρέπουσι γὰρ πολλάκις τὸ ς εἰς ξ . καὶ πλεονασμῷ τοῦ ο . Οὖρος . ὁ φύλαξ. κυρίως ἐπὶ τῶν ὁρίων τεταγμένος φύλαξ καὶ προορῶν, ὃς καὶ φρουρὸς λέγεται· πρόορός τις ὤν. Οὖρος . ἐπὶ ἀνέμου· παρὰ τὸ ὀρούειν καὶ ὁρμῆς αἴτιον εἶναι. Οἰήϊον . τὸ πηδάλιον. δι’ οὗ φέρεται ἡ ναῦς. οἴω τὸ φέρω οἴσω. ἢ κατ’ ἔλλειψιν τοῦ κ , οἰήκιον, καὶ οἰήϊον. οἴαξ δὲ ὁ κανὼν, δι’ οὗ τὸ πηδάλιον φέρεται. Ὀμφαλός . κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος εἴρηται ὀπνεῖν, ὅ ἐστιν ἀναπνεῖν· παρ’ οὗ καὶ ὄμπνη ὁ Δημητριακὸς καρπός. τὸ δὲ βρέφος κατὰ γαστρὸς ὂν διὰ τοῦ ὀμφαλοῦ ἀναπνεῖ καὶ τρέφεται. μεταφορικῶς δὲ καὶ ἐπὶ τοῦ ζυγοῦ καὶ ἐπὶ τῆς ἀσπίδος, καὶ ἐπὶ τῶν ἄλλων τὸ μέσον. Ὀδύναι . παρὰ τὸ ἔδειν καὶ ἐσθίειν τὴν ψυχήν. Ὄρθρος . παρὰ τὸ αἴρειν ἡμᾶς λεχήρεις ὄντας. ὅθεν ἦρι ὁμοίως ἔλεγον παρὰ τὸ αἴρειν. Οὖας . αὔω αὖας· τροπῇ τοῦ α εἰς ο , οὖας. Ὀβελός . πλεονασμῷ τοῦ ο , παρὰ τὸ βάλλω βέλος, καὶ ὀβελός. οὕτως ἐν τῷ περὶ Παθῶν Ἡρωδιανός. οἷον ὁ ἐοικὼς βέλειν. Οὖλος . ὁ ὀλέθριος. παρὰ τὸ ὄλλω καὶ ὀλλύω. Οὐρά . κυρίως ἐπὶ τοῦ λέοντος, παρὰ τὸ ὄρω τὸ ὁρμῶ· παρορμητική τις οὖσα, καὶ πλεονασμῷ τοῦ υ , οὐρά. Οὐλοχύται . παρὰ τὸ ὅλον, ὡς πρὸς τὰς ἀλελεσμένας κριθάς. Ὀδμή . ὄζω, καὶ ὁ μέλλων ὄσω, ὀδὴ, καὶ πλεονασμῷ τοῦ α , ὀδμή. Ὄρνις . ὄρω τὸ ὁρμῶ, ὄρις, καὶ πλεονασμῷ τοῦ ν , ὄρνις. Ὀσχεός . |
| omicron 116 [35] | πλεονασμῷ τοῦ ς , ὡς παρὰ τὸ φωλεύω φωλεὸς, ὀχεύω ὀχεὸς καὶ ὀσχεός. τὸ ἀπὸ ἤτρου χαλώμενον δέρμα, ὀχεὸς σὺν τοῖς περιεχομένοις, ἀπὸ τοῦ περιέχειν καὶ ἀνοχεῖν. Ὄρχις . διὰ τὸ πρὸς τὰ ἀφροδίσια παρέχειν ὄρεξιν· ἢ παρὰ τὸ ὀρούειν· τὸ μόριον. οἷον ἔρχεις, εἰς οὓς ἔρχεται ἡ γονή. Οὖρον . οἷον ὅρος τῆς συμπάσης τροφῆς. Ὀρτάλιχος . παρὰ τὸ γλίχεσθαι τοῦ ὀρούειν καὶ πέτεσθαι. Ὄνυξ . πλεονασμῷ τοῦ ο , νύσσω νύξω, ἀποβολῇ τοῦ ω , νὺξ, καὶ προθέσει τοῦ ο , ὄνυξ. Ὀτρύνω . πλεονασμῷ τοῦ τ , ὄρω, ὀρύνω, καὶ ὀτρύνω. Ὁδεῖνα . ὅδε, ὅδει, ὡς ἐνθάδε ἐνθαδί, καὶ ἐπεκτάσει ὁδεῖνα. Ὀργυιά . ἔκτασις τῶν δύο χειρῶν σὺν τῷ πλάτει τοῦ στήθους, παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, ὅ ἐστι τὰς χεῖρας. γυῖα γὰρ ἐπὶ τῶν χειρῶν καὶ ποδῶν κυρίως. ὡς καὶ Ὅμηρος· γυῖα δ’ ἔθηκεν ἐλαφρὰ, χεῖρας, καὶ πόδας ὕπερθεν. Ὀσφύς . ὡς Ἀριστοτέλης, ἡ ἴση πρὸς τὸ ἄνω καὶ κάτω πεφυκυῖα, οἷον ἴσοφυς. ὡς δὲ Ἀπολλόδωρος, ὀστοφυὴς, ὅτι ὀστώδης. Ὀμφαλός . οἱ μὲν παρὰ τὸ φαλλὴν, ὡς ἐοικέναι, ὅ ἐστι τὸ μόριον. ἐκκρεμὴς γὰρ ἐστὶ ἐν ἀρχῇ, πρὸ τῆς ἀποτομῆς. οἱ δὲ ἀπὸ τοῦ περὶ αὐτὸν εἰλεῖσθαι τὸ γεννώμενον. οἱ δὲ ἀπὸ τῆς εἰς τὸ ἔμβρυον ἐμφυσήσεως. Ὄστλιγγες . αἱ τρίχες. Καλλίμαχος ἐν αʹ Αἰτιῶν· αἰὲν ἄλειφα ῥέει. παρὰ τὸ ὀστοῦν εἰλεῖσθαι. ἢ ὅτι μετὰ τὴν γέννησιν τοῦ ἀνθρώπου πρῶται ἀναφύονται τρίχες περὶ τὰ ὀστώδη μέρη τῆς κεφαλῆς, εἰλουμένους καὶ συνηθροισμένους. Ὀφθαλμοί . παρὰ τὸ ὀφθῆναι παρέχειν ἅπαντα· κατὰ δὲ τινὰς, ὀφθαλλοί τινες εἰσὶν, ἐξ ὧν ἅλλεται ἡ ὄψις, ἢ ὀπῶν ὀφθαλμοί. Ὅρασις . |
| omicron 117 [30] | ἀπὸ τοῦ ὅρισις εἶναι καὶ τὰ πέρατα τῶν σωμάτων καταλαμβάνειν. οὕτω Σωρανός. Ὄμματα . οἷον νέματα καὶ οἴματα· ἐπεὶ δι’ αὐτῶν ἀφιᾶται καὶ ὁρμᾶται τὸ ὁρατικόν. Αἰολεῖς δὲ ὄππα τὰ παρὰ τοὺς ὦπας. Ὀφρύες . ἤτοι ὠποφρύες εἰσὶν, ἢ ὠπορύες· παρὰ τὸ φρουρεῖν καὶ ῥύεσθαι· τὰς ὦπας ἀπό τε τῶν ὄμβρων καὶ τῶν ὕπερθεν ἱδρώτων· ἢ ὠπότρυες. αἱ ἐπὶ τῶν ὠπῶν πεφυκυῖαι. ἢ οἷον ἐνποροφύες εἰσὶν, οἷον ὄροφοι τῶν ὠπῶν· οὕτω Σωρανός. Ὀδόντες . παρὰ τὸ ἔδειν καὶ ἐσθίειν, ἐδόντες καὶ ὀδόντες. Οὖλον . ἡ συνέχουσα τὰς ὀδόντας σὰρξ ὠνόμασται διὰ τὸ τρυφερόν. οὖλον γὰρ τὸ ἁπαλόν· ἢ παρὰ τὸ εἰλεῖν· τρόπῳ γὰρ τινὶ τείχους ἔχει τάξιν εἰς διακράτησιν τῶν ὀδόντων· ἢ ὅτι οὐλὴν ἔχει τὴν ἐπιγινομένην ἐκ τῶν φυομένων ὀδόντων διακοπήν. οὕτω Σωρανός. Οὐρανίσκος . ὅτι μετεωρότατος ἐστὶ τῆς εὐρυχωρίας οὗτος ὁ τόπος, ὡς ἐν τοῖς ὅλοις τοῦ κόσμου ὁ οὐρανός. οὐρανίσκος δὲ ὑποκοριστικῶς, οἷον μικρὸς οὐρανός. Ὁμαρτῶ . ἄρσω γίνεται ὄνομα ἀρτὸς, καὶ ἀρτῶ· ῥῆμα σύνθετον ὁμαρτῶ· ὁμαρτήσαντες, ὁμοῦ ἁρμοσάμενοι. Ὄρθρος . ὄρω, μέλλων Αἰολικὸς ὄρσω, ὄνομα ὄρτος, καὶ μεταθέσει τοῦ τ εἰς θ , ὄρθρος. Οἶμα . οἰμῶ οἰμήσω, οἴμημα, καὶ συγκοπῇ οἶμα. Ὀροθύνω . παρὰ τὸ ῥοθῶ ῥοθίνεω, καὶ πλεονασμῷ τοῦ ο , ὀροθύνω. ἢ παρὰ τὸ ὄρω καὶ θύνω. ἐν τῷ περὶ Παθῶν Ἡρωδιανός. Ὀθνεῖον . ὑπέρθεσις στοιχείου, ὡς ἄριστος ἀριστεῖον, νόθος νοθεῖον. μεταθέσει τοῦ ν , ὀθνεῖον. Ὄμβρος . παρὰ τὸ ὁμοῦ ῥεῖν, ὅμορος, συγκοπὴ καὶ πλεονασμὸς, ὄμβρος. Οἶκος . |
| omicron 118 [30] | παρὰ τὸ ὑποχωρῶ οἶκος· ὑφ’ ὂν χωροῦμεν. Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. Ὄβριμος . βρι ἐπιτατικόν. ἐστι μόριον, καὶ πλεονασμῷ τοῦ ο , ὄβριμος. Ὄμφαξ . οἷον ὠμόφαξ, ἡ ὠμὴ εἰς φαγήν. Ὀπήτιον . παρὰ τὸ ὀπὰς ἐμποιεῖν. Ὄνος παρὰ τὴν ὄνησιν τὴν ἐν τοῖς ἔργοις. ὁ δὲ παρὰ τοῖς τέκτοσι, παρὰ τὸ βαστάζειν. Ὅμιλος . παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι· ἢ παρὰ τὸ ὁμοῦ τὰς ἴλας ἔχειν. Ὄξος . ἐπεὶ τέμνει καὶ κεντίζει ὡς εἰπεῖν τὴν γεῦσιν. καὶ ὀξεῖαν σταφυλὴν λέγομεν τὴν κεντρίζουσαν ἡμῶν τὴν γεῦσιν. Κυρηναῖοι δὲ τὸ ὄξος ἧδος λέγουσι κατ’ ἀντίφρασιν. δύναται δὲ τὸ ὀξὺ, τὸν μεταβεβληκότα οἶνον εἰρῆσθαι· ὀξὺς ὄξος, ὡς ταχὺς τάχος, εὑρὺς εὗρος. οὕτω Φιλόξενος. Ὀβολός . τροπῇ τοῦ ε εἰς ο . πρὸ τούτου γὰρ ὀβελίσκοις τραχέσιν ἐνομίστευον τὰ πρὸς σταθμόν. οἱ μὲν οὖν Ἴωνες ὀβελὸς, ἡμεῖς δὲ ὀβολός. πρῶτος δὲ πάντων Φείδων Ἀργεῖος νόμισμα ἔκοψεν ἐν Αἰγίνῃ, καὶ διδοὺς τὸ νόμισμα, καὶ ἀναλαβὼν τοὺς ὀβελίσκους, ἀνέθηκε τῇ ἐν Ἄργει Ἥρᾳ. ἐπειδὴ τότε οἱ ὀβελίσκοι τὴν χεῖρα ἐπλήρουν, τουτέστι, τὴν δράκα, ἡμεῖς. καίπερ μὴ πληροῦντες τὴν χεῖρα τοῖς ἓξ ὀβολοῖς. δραχμὴν αὐτὴν λέγομεν, παρὰ τὸ δράξασθαι. Ὅθεν ἔτι καὶ νῦν ὀβολοστάτην καλοῦμεν τὸν τοκιστήν, ἐπειδὴ σταθμοῖς τοὺς ὀβελίσκους παρεδίδουν οἱ ἀρχαῖοι. οὕτως Ἡρακλείδης ὁ Ποντικός. Οὐρανός . ἀπὸ τοῦ οὐρεῖν καὶ φυλάττειν πάντα, καὶ κηπωρὸς, καὶ θυρωρὸς, παρὰ τὸ οὐρεῖν. Ἡσίοδος· Γαῖα μέν τοι πρῶτον ἐγείνατο ἶσον αὑτῇ Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτῃ. καὶ οὖρος ὁ φύλαξ ἐν τοῖς ἀγροῖς. ὅροι λέγονται οἱ φυλάττοντες τὸ ἴδιον ἀπὸ τοῦ ἀλλοτρίου. |
| omicron 119 [30] | οὕτως Ἡρακλείδης ὁ Ποντικός. Ὀπώρα . παρὰ τὸ ἕπεσθαι τῇ ὥρᾳ. Ἡρακλείδης οὕτω. Οἰζύω . ὥσπερ παρὰ τὸ λίαν, λιάζω, οὕτω καὶ παρὰ τὸ οἲ ἐπίῤῥημα, οἴζω, καὶ παραγώγως οἰζύω. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Οὐσία . ἡ οὖσα ἀεί. παρὰ τὴν ὢν μετοχὴν, ὕπαρξιν δηλοῦσαν, ὡς καὶ γέρων γερούσιος, ἑκὼν ἑκούσιος, καὶ ὢν οὔσιος, καὶ ἐνούσιος ὁ ὑποστατικὸς, καὶ οὐσία θηλυκόν. Οἰμώζειν . παρὰ τὸ οἴμοι ὁμοίως πεποίηται. οὕτως Ἀπολλώνιος. Ὄτλος . παρὰ τὸ τλῶ τὸ κακοπαθῶ καὶ πλεονασμῷ τοῦ ο . ἢ παρὰ τὸ α τὸ ἐπιτατικόν. μεταβέβληται εἰς ο , ἄτλος καὶ ὄτλος. Οἶδμα . οἰδῶ οἰδήσω οἴδημα, καὶ συγκοπῇ, οἶδμα. Ὄνειαρ . ὀνῶ, ὄναρ, καὶ πλεονασμῷ τῆς διφθόγγου, ὄνειαρ. Ὀρεσκῷος . παρὰ τὸ κῶ δηλοῦν τὸ κοιμῶμαι, οὗ μέλλων κώσω, ῥηματικὸν ὄνομα κὼς, σύνθετον ὀρεσκὼς, πλεονασμῷ τοῦ ω , ὀρεσκῷος. οὕτω Φιλόξενος. Ὀλίγωρος . παρὰ τὴν ὥραν τὴν φροντίδα. τὸ δὲ ὀλίγον καὶ ἐπὶ τοῦ μηδαμῶς, ἢ ὀλίγον οἷ παῖδα, ἀντὶ τοῦ οὐδαμῶς. Ὀπή · τόπος τετριμμένος. ἀφ’ οὗ τις δύναται ὀπήσασθαι καὶ περιβλέψασθαι. οὕτως Ἀριστόνικος ἐν τοῖς Σημείοις τοῦ Ποιητοῦ. Ὀψέ . παρὰ τὸ τὴν ὥραν ἐπιτηδείαν εἶναι εἰς τὸ ἂψ ἰέναι. Ὄνειρος . |
| omicron 120 [30] | τὸ ὂν εἴρων καὶ λέγων. ἐπὶ δὲ τῶν ἀληθῶν ὁ λόγος. Ὀκλάσας . κατὰ πλεονασμὸν τοῦ ο . ἐστὶ γὰρ κλᾶσαι. διὰ τὸ ὥσπερ κλάσιν ὑπομένειν τὰ γόνατα. Ὀϊστός . κατὰ πλεονασμὸν τοῦ ο . ἵημι γὰρ ἐστὶ τὸ ῥῆμα, οὗ ῥηματικὸν ἱστὸς, καὶ πλεονασμῷ τοῦ ὀϊστός. Ὀρόδαμνος , καὶ ὅρπηξ. ἐπὶ τοῦ κλάδου. ἀπὸ τῆς ὀρούσεως τῆς κατὰ τὴν αὔξησιν. Ὀρεκτῇσι μελίῃσι παρ’ Ὁμήρῳ· αἷς ὀρέγδην χρῶνται ἐκ χειρὸς νύσσοντες. Ὄπα . τὴν φωνήν. Φιλόξενος ἐν τῷ περὶ Μονοσυλλάβων, παρὰ τὸν ἔψω μέλλοντα, οὗ θέμα ἔπω ἔψω, καὶ τροπῇ τοῦ ε εἰς ο , ὄψ. ὡς ἀπὸ τοῦ ἔλξω ἔλξον ὄνομα, καὶ τροπῇ τοῦ ε εἰς ο , ὄλξον, καὶ ἐπεκτάσει, ὦλξ. ὦλκα βαθεῖαν ὅμηρος. Ὀπωπή . ὄπτω, καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ὀπὴ, καὶ διπλασιασμὸς ὀπωπή. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. Ὄτριχας . οἰετέας. οἷον ὁμότριχας καὶ τὸ οἰετέας ἐπλεόνασε τὸ ι ὀμοετέας. Ὁλκός . παρὰ τὸ ἕλκω, ὀλκὴ καὶ ἔχω ὄχος. Ὀπαδός . τὸ πρωτόπυπον τῆς λέξεως ἕπω, οὗ παθητικὸν ἕπομαι. ὥσπερ ἀπὸ τοῦ πέμπω πέμπομαι, ἕλκω ὁλκὸς, οὕτω καὶ ἕπω ὀπὸς ὀξύτονον. τούτου ῥῆμα παράγωγον ὀπάζω, ὡς γυμνὸς γυμνάζω, ἵππος ἱππάζω, μόνος μονάζω, οὕτω καὶ ὀπάζω ὀπαδός. Ὄπις . ἡ ἐξόπισθεν ἑπομένη κτήσις. ἀπὸ δὲ τῶν εἰς ζω καὶ διὰ τοῦ ς κλινομένων μελλόντων, ῥηματικὰ ἐκπίπτει ὀνόματα διὰ τοῦ δ · οἷον φράζω φραδὴ, κομίζω κομιδή· οὕτως ἀπὸ τοῦ ὀπάσω μέλλοντος ὀπαδός. |
| omicron 121 [30] | γίνεται δὲ, τοῦ α βραχέος μεταληφθέντος εἰς η , ὀπηδός. Ὅμηρος· γέρων δὲ τοιοῦτος ὀπήδει. Φιλόξενος. Ὀχθήσας . τροπῇ τοῦ α εἰς ο . παρὰ τὸ ἄχθω καὶ ἄχθομαι βαρύτονον, καὶ ἀχθῶ περισπώμενον· ἀφ’ οὗ τὸ ἤχθημα καὶ ἀπήχθημαι, καὶ ἠχθέσθην. ὀχθήσας οὖν ἀντὶ τοῦ ἀχθεσθείς. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἰάδος διαλέκτου. Ὀτρηρός . Φιλόξενος ἀπὸ τοῦ τρεῖν τὸ φοβοῦμαι, οὗ ὄνομα ῥηματικὸν τρεερός· ὡς φαίνω φανερὸς, καὶ τήκω τακερός. τῶν δὲ δύο εε συνελθόντων εἰς η , τρηρὸς ἐγένετο, ὁ δειλὸς, οὗ παρώνυμον τρήρων. τῆς δὲ α στερήσεως συνελθούσης, καὶ αὐτῆς εἰς ο μεταβληθείσης, ἐγένετο ὀτρηρὸς, ὁ δραστικὸς, καὶ ἐῤῥωμένος, καὶ σπουδαῖος. Ὄβριμος . παρὰ τὸ βρι , δηλοῦν ἐπίτασιν, καὶ πλεονασμῷ τοῦ ο , ὄβριμος. Ὄρχαμος . τροπῇ τοῦ α εἰς ο , ἀρχὸς ἄρχαμος, ὡς πλόκος πλόκαμος, πύῤῥος πύῤῥαμος. Ὀῤῥωδῶ , τὸ φοβοῦμαι. ῥῶ ἐστὶ ῥῆμα, ἀφ’ οὗ τὸ ἔῤῥωμαι, παράγωγον ῥώζω, καὶ μεταθέσει τοῦ ζ εἰς δ , ῥωδῶ, ὡς μύζω μυδῶ, χάζω χαδῶ· ἔνθεν τὸ κεχανδότα, πλεονασμῷ τοῦ ν . ῥώζω οὖν ῥώδω, καὶ μετὰ τῆς α στερήσεως, ἀῤῥωδῶ, καὶ μεταθέσει τοῦ α εἰς ο , ὀῤῥωδῶ, τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχὴν ἀπὸ τοῦ φόβου. καὶ Ἡρόδοτος ἀῤῥωδῶ λέγει ἐν τῇ πρώτῃ· ἀπεμάχετο ἀῤῥωδέων. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἰάδος διαλέκτου. τινὲς δὲ παρὰ τὸ ἰδίειν τὸν ὀῤῥόν· ὅ ἐστιν ἱδροῦν ἐν τῷ φόβῳ. Ὁμαρτεῖν . συγκοπῇ ἐκ τοῦ ἅμα ἐπιῤῥήματος, καὶ τοῦ ἄργω βαρυτόνου ῥήματος. Ὁμηρεῦσαι . |
| omicron 122 [30] | παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, ταῖς φωναῖς ἀλλήλαις εἱρμοσμέναι τε καὶ ἀρηρυῖαι. Ὅμηροι . οἱ ἐπὶ ὁμονοίᾳ διδόμενοι. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω καὶ τὸ ὁμοῦ. Ὀκριόεις . ὁ τραχὺς λίθος. τροπῇ τοῦ α εἰς ο , ἀκριόεις τις ὤν. ἀκρίας δὲ τὰς πέτρας ὁ Ποιητὴς καλεῖ· δι’ ἄκριας ἠνεμοέσσας. καὶ ἐστὶν ἀκρὸς ἀκρόεις, καὶ πλεονασμῷ τοῦ ι , ἀκριόεις, ὡς βροτὸς βροτόεις. Ὀμιχεῖν . τὸ οὐρεῖν. παρὰ τὴν ἀμίδα καὶ τὸ χέω, οἷον ἀμιδαχεῖν, τροπῇ τοῦ α εἰς ο , καὶ συγκοπῇ, ὀμιχεῖν. Ὄρος . τὸ οὐδέτερον. παρὰ τὸ αἴρω ἄρος ἐστὶ καὶ ὄρος, τὸ ἐπαιρόμενον εἰς ὕψος ἀπὸ τῆς γῆς· ἢ παρὰ τὸ ὄρω τὸ ὁρμῶ, οὗ παράγωγον ὀρούω, καὶ περισπώμενον ὀρῶ. αὐτίκα δ’ ἄμμι παρ’ αὐτόθι νεῖκος ὀρεῖται. Ὄρφνη . παρὰ τὸ ἐρέψω, ὅ ἐστι σκέπω, ὀροφή, καὶ συγκοπῇ ὄρφνη, ἡ σκέπουσα τὸ φῶς. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. Ὅσιος . ἀπὸ τοῦ ἅζω, τροπῇ τοῦ α εἰς ο , ὅσιος. Ὀπιπεύω . πλεονασμῷ τῆς πι συλλαβῆς. ὄπτω γὰρ ἐστὶν, ἀφ’ οὗ ὄψομαι, καὶ παράγωγον ὀπτεύω. διπλασιασμὸς ὀπιπεύω. Ὄσπρεον . καθ’ ὑπέρθεσιν τοῦ ο . σπόριον γὰρ ἐστὶ τὸ ὄσπριον. Ὄνειδος . παρὰ τὸ ὀνόσασθαι. ἴσως δὲ ὅτι πᾶν τὸ ὂν πλημμελὲς τότε φαίνεται· ὥστε ἔγκειται τὸ εἴδεσθαι. οὕτω Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ. Ὁδεῖνα . παρὰ τὸ ὅδε, οὐ παρὰ τὸ ὁδί. ἀλλ’ ἐστὶν ὅδε, ὅδεϊ, ὡς οὑτωσὶ, καὶ συναίρεσις ὅδεϊ, καὶ ὁδεῖνα. Ὄχλος . χλῶ ἐστὶ ῥῆμα παρὰ Πινδάρῳ ἐν ταῖς Ὀλυμπιονίκαις. τριπλόος ὁ κεχαλαδὼς, ὁ πληθύων. ἀπὸ τοῦ χλῶ, παράγωγον χλάζω· καὶ ἀναδιπλασιασμὸς καχλάζω, οὗ παρατατικὸς ἐκάχλαζον. τὸ οὖν χλῶ ῥῆμα ὄνομα ῥηματικὸν ποιεῖ, ἐπεκτάσει τῇ διὰ τοῦ ο αὔξησιν λαβὸν, ἀπέφαινεν ὄνομα ὄχλος, τὸ πληθύος σύστημα. |
| omicron 123 [30] | οὕτω Φιλόξενος ἐν τῷ περὶ Ἀναδιπλασιασμοῦ. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὀλῶ τὸ συστρέφω, πλεονασμῷ τοῦ χ , ἐν Ἐπιμερισμοῖς. Ὀτραλέως . ὄνομα ῥηματικὸν τρεερὸς, ὡς στήκω στηκερὸς, καὶ συναλοιφῇ τῶν δύο εε εἰς η , τρηρὸς, μετὰ τοῦ α στερητικοῦ, ἀτρηρὸς, καὶ τροπῇ τοῦ α εἰς ο , ὀτρηρός. ἀπὸ δὲ τούτου ἄλλο παράγωγον ὄνομα ῥηματικὸν τρέης, ὅπερ κατὰ συναλοιφὴν καὶ πλεονασμὸν τοῦ ο , ὀτρὴς, ἀφ’ οὗ ἐπίῤῥημα εἰς ως , ὡς εὐτυχὴς εὐτυχέως, ὀτρὴς ὀτρέως, καὶ προσελθόντος τοῦ αλ μορίου, ὀτραλέως. Οἶσα . οἴω τὸ κομίζω, οἴσω· ὄνομα οὐδέτερον οἶσον καὶ οὖσον τὸ σχοινίον, τροπῇ τοῦ ι εἰς υ , ὡς παρὰ τὸ καίω καύσω. Ὀρταλίζειν . ὀρῶ ἐστὶ βαρύτονον ῥῆμα, ὄνομα ῥηματικὸν ὄρτος· τὸ δὲ ὄρτος ῥῆμα ποιεῖ ὀρτίζω, ὡς λόγος λογίζω, Ὅμηρος ὁμηρίζω. τὸ δὲ ὀρτίζω προσελθόντος τοῦ αλ ἐποίησεν ὀρταλίζω. Οὐδαμῶς . ὄνομα ἐστὶν οὐδαμὸς, ἀφ’ οὗ οὐδαμόθεν. τὸ δὲ ἀρσενικὸν οὐδαμῶς ποιεῖ ἐπίῤῥημα μεσότητος οὐδαμῶς. τὸ δὲ οὐδαμῇ, ὡς ἀπὸ θηλυκοῦ παρακειμένη τοῦ οὐδαμὸς, ὡς ἄλλος ἄλλῃ. ὅθεν ἔχει τὸ ι , ὡς ἀπὸ δοτικῆς τὰ τοιαῦτα ἐπιῤῥήματα ἐστί. δῆλον δὲ ἀπὸ ταύτη ἀπιέναι καὶ οὐχὶ αὐτὴ λέγομεν. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Ὄφλω . ἐκ τοῦ ὀφείλω συγκέκοπται. Ὁμοκλή . κλῶ ἐστὶ ῥῆμα δηλοῦν τὸ φωνῶ. ὅπερ γέγονεν ἀπὸ τοῦ καλῶ, κατὰ συγκοπὴν κλῶ, καὶ τροπῇ τοῦ λ εἰς ρ , κρῶ· ὅθεν κράζω· παράγωγον τὸ δέ. κλῶ τὸ φωνῶ παρ’ Ὁμήρῳ. ὁμοκλὴ οὖν ἡ πᾶσι λεγομένη φωνή. Ὄχθαι . τὰ χείλη τῶν ποταμῶν τὰ ἐξέχοντα. ἔχω ὄχος ἔξοχος, καὶ θηλυκὸν ὄχη, καὶ πλεονασμῷ τοῦ θ , ὄχθη. |
| omicron 124 [30] | Ἡρωδιανὸς ἐν Ἐπιμερισμῷ. Ὁδός . παρὰ τὸ ἕω τὸ ἐκπέμπω ὁδός. Οἶος . ὁ μόνος. πλεονασμῷ τοῦ ο . ἰὸς γὰρ ἐστὶ ὁ μόνος· ἔνθεν· ἰῇ δὲ νυκτὶ ἐγένοντο. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Ὅρκος . παρὰ τὸ ἐπαρκεῖν καὶ βοηθεῖν, κατὰ μετάθεσιν τοῦ α εἰς ο . ὁ δὲ Ἡρωδιανὸς, πλεονασμὸν εἶναι τοῦ κ . ὅρος γάρ τίς ἐστιν· οἱ γοῦν ὀμνῦντες ὁρίζονται καὶ ὁμολογοῦσιν. Ὀθόνη . παρὰ τὸ ὄθω τὸ δηλοῦν τὴν κίνησιν. ἔνθεν, οὐδ’ ὄθομαι τοῦ κοτέοντος· καὶ ψεδνὴ δ’ ἐπενήνοθε λάχνη· ἐνόθω ἔνοθεν ἐνήνοθεν, ἀντὶ τοῦ ἔκειτο. ὀθόνη οὖν εὐκίνητος διὰ λεπτότητα. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. δύναται δὲ τὸ λεπτὸν καὶ διαφανὲς ἱμάτιον, παρὰ τὸ ὄθμα τὸ ὄμμα, καὶ κατὰ ἀποβολὴν τοῦ μ , ὀθάμη καὶ ὀθόνη. Ὄζος παρὰ τὸ ἕζω ἕζος καὶ ὄζος. τὸ ἐγκαθήμενον καὶ ἐμπεπαρμένον τῷ ξύλῳ. Ὁπλή . μεταθέσει τοῦ α εἰς ο , ἁπλή τις ἐστὶ καὶ ὁπλή. Ὀρυγμαδός . κυρίως ὁ ἐν ὄρει θόρυβος. οἱ δέ φασιν εἶναι παρὰ τὸ θόρυβος θορυβάζω τι ῥῆμα παράγωγον, ἀφ’ οὗ τὸ θορυβαδὸς, καὶ μεταθέσει τοῦ β εἰς μ , καὶ ἀποβολῇ τοῦ θ , ὀρυγμαδὸς, ὡς θαλερὸν, ἁλυκρόν. Οἶδα . ἔδω ἐστὶ ῥῆμα βαρύτονον καὶ περισπώμενον, δηλοῦν τὸ ἐπίσταμαι· τοῦ εἴδω παρακείμενος οἶδα, τροπῇ τοῦ ε εἰς ο , οἶδα κατ’ Αἰολέας. οὕτως Ἡρωδιανός. Οἶσθα . εἰδῶ περισπωμένως, οὗ μέλλων εἰδήσω· τοῦ εἰδῶ παράγωγον εἴδημι, ὡς τιθῶ τίθημι, δεύτερον πρόσωπον εἴδης, ἐπεκτάσει εἴδησθα, καὶ τροπῇ τοῦ ε εἰς ο , οἴδησθα, καὶ συγκοπῇ οἶσθα. καὶ ἀπὸ μὲν τοῦ εἰδήσω μέλλοντος εἰδήμην· ὄνομα ἀπὸ τοῦ εἴσω ἴσμων, ἀποβολῇ τοῦ ε . |
| omicron 125 [5] | Ὄχανος . ἐξ οὗ ἀποκρέμαται ἡ ἀσπὶς, παρὰ τὸ ἔχεσθαι. Ὀστέον . πλεονασμῷ τοῦ ο , παρὰ τὸ στέω, στέον, τὸ αἴτιον τῆς στάσεως τοῦ σώματος. Ὀψία . |
| omicron 126 [5] | ἀψία ἦν, παρὰ τὸ ἂψ ἰέναι ἀπὸ τῶν ἔργων, καὶ τὸ ἐναντίον. Οὐρῆας . παρὰ τὸ οὖρον. οὐρώδης γὰρ ἐστὶν αὐτῶν ὁ σπόρος· ὅθεν οὐ τίκτουσιν. Ὄρπηκες . παρὰ τὸ ὀρούειν ἐν τῷ αὔξεσθαι, ἢ ὄρφηκές τινες εἰσὶν, οἱ εἰς ὄροφον εὔθετοι. ΑΡΧΗ ΤΟΥ Π. |
| pi 125 (t) [30] | Παστός . ποικίλος οἶκος νυμφικὸς, παρὰ τὸ πάσσειν, ὅ ἐστι ποικίλλειν. πολέας δ’ ἐνέπασσεν ἀέθλους. Παιφάσκειν . παρὰ τὸ πάντα τὰ φάη περιάγειν. Πῆμα . παρὰ τὸ πήθω, ὡς παρὰ τὸ νήθω, νήσω, νῆμα. Πηός . κυρίως, ὁ κατ’ ἐπιγαμίαν οἰκεῖος, οἷον ἐπίκτητος. παρὰ τὸ πάσασθαι, καὶ ὁ αἵματι συγγενής. πῶμαι γὰρ τὸ κτῶμαι. ἔνθεν πάσω μέλλων, καὶ πάμων ὄνομα ῥηματικόν. Πυός . τὸ σεσηπὸς αἷμα. παρὰ τὸ πύθεσθαι, ὅ ἐστι σήπεσθαι. Παπταίνω . οἷον φαπταίνω. παρὰ τὸ φάη πεταννύω. Πρηνής . παρὰ τὸ προνενευκέναι. Πόρτις . παρὰ τὸ ἄρτι εἰς πορείαν ἔρχεσθαι καὶ νομήν. Πρύμνην . οἷον περιμενόν τι ὂν, παρὰ τὸ πέρας. Πέπλος . κατὰ συγκοπὴν, περίπελός τις ὢν, ὁ περὶ τὸν φοροῦντα περιπελόμενος καὶ περιειλούμενος, καὶ ἀποβολῇ τοῦ ρ , πέπελος καὶ πέπλος. οὕτως Ἐπαφρόδιτος. Πόνος . ἐπὶ τοῦ πολέμου, ἀπὸ τοῦ πένω. Πότμος . ὁ θάνατος, καὶ ἡ ἐσχάτη σύμπτωσις τοῦ βίου. ἀπὸ τοῦ πεσεῖν. ἐπὶ δὲ τῆς τύχης, παρὰ τὸ μεταπίπτειν. ἡ ὑπὸ τὴν πρώτην γένεσιν τοῦ βρέφους καὶ πτῶσιν ἐπιμεριζομένη τύχη. Πόρκης . ὁ δάκτυλος, παρὰ τὸ περιέχειν. Πόλεμος . παρὰ τὸ πολλοὺς μειοῦν. Πηλίς . |
| pi 126 [30] | ἀπὸ τοῦ πάλλειν καὶ σείεσθαι. Πευκαλίμας . τὰς συνετάς· παρὰ τὰς πεύκας, οἷον δριμεῖαι καὶ σώφρονες. Πρόχνυ . οἷον προΰγη κατὰ συγκοπὴν, ὅ ἐστι ὀκλάσαι. καὶ ἡ πρὸ ἀντὶ τῆς ἐπὶ, ἐπὶ γόνυ. Παλλακίς . ἡ νέα κατὰ ἡλικίαν. καὶ γὰρ ὁ παῖς κατὰ Δωριέας πάλλαξ λέγεται. τὸ λευκᾶναι· παρὰ τὴν πάλην, ἣ Ἀττικῶς πεπάλη λέγεται. ἐστὶ δὲ τὸ λεπτὸν ἄλευρον. Πρότμηστιν . τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος. ἀπὸ τοῦ προτέμνεσθαι. κυρίως ἐπὶ τῶν ἀλόγων. Παιπαλόεντα . παρὰ τὸ αἶπος, αἰπαλόεν, τὸ τραχὺ, καὶ παιπαλόεν. Πρόβατον . πολλάκις δηλοῖ πάντα τὰ βοσκόμενα. παρὰ τὸ πρὸ τῆς ἑτέρας βάσεως τὴν ἑτέραν βάσιν ἐπάγειν. Πυπνοίειν . τὸ μετὰ πνεύματος τὶ ποιεῖν. ἔγκειται οὖν τὸ ποιεῖν καὶ τὸ πνεῦσαι. Πεπρωμένη . ἡ τὸ τέλος τοῦ βίου περαιοῦσα, οἷον πεπερατωμένη. Πτέλας . ξύλινα ἀγγεῖα, ἀπὸ τοῦ πεπλεκεῖσθαι. Πόρνη . ἡ τὴν μίξιν πωλοῦσα. πέρνη τὶς οὖν ἐστὶ καὶ πόρνη. Πείρινθα . τὸ ἐκ ῥιπῶν πεπλασμένον πλινθίον. ῥίπενθα, καὶ μετάθεσις, πέρινθα πείρινθα. Πεσσοί . πεσσὰ δὲ ἡ γεγραμμένη, καὶ ἡ ψῆφος ὁμωνύμως. πέντε δὲ ἦσαν οἷς ἐχρῶντο, κατὰ Σοφοκλέα· καὶ πεσσὰ πεντάγραμμα. |
| pi 127 [20] | καὶ τάχα ἡ πεττεία, πεντεία τις οὖσα. εὗρε δὲ αὐτὴν Παλαμήδης, ὡς εἴρηται παλαιῷ· εὗρε σοφὸς λιμοῦ με παραιφασὶν Παλαμήδης. καὶ ἐστὶν ὁ στίχος γραμμάτων λϛʹ, ἰσάριθμος τοῖς τόποις. ἢ παρὰ τὸ πέτω, οὗ μέλλων πέσω, πεσὸς, καὶ πλεονασμὸς πεσσὸς, ὁ πίπτων ἐν τῷ βάλλεσθαι. Πύελος . ἐστὶ μὲν ὅπου λούονται. κυρίως δὲ ὅπου τοὺς πυέλους πλύνουσι. Πένθος . κυρίως ἐπὶ τοῖς κατοιχομένοις πάθεσι. διὰ τὸ ἐν βαθύτητι εἶναι τοῦ τεθνηκότος. τὸ δὲ κατωτάτω καὶ ἀφανὲς, βένθος ἔλεγον, καὶ μεταθέσει τοῦ β εἰς π , πένθος. δύναται δὲ τὸ τοῦ βάθους τῆς ψυχῆς ἀπομένον. Ἡρωδιανὸς δὲ φησὶ, παρὰ τὸ πάθος, μεταθέσει πέθος, καὶ πλεονασμῷ τοῦ ν , πένθος, ὡς βάθος βένθος. Πίσυρες . κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ π , καὶ τοῦ ρ πρὸς τὸ ι , πίσυρες· οἷον .... Πάγουροι . παρὰ τὸ οὐρεῖν καὶ φυλάττειν ἐν τοῖς πάγοις. πάγοι δὲ οἱ κρημνώδεις τόποι. Προοίμιον . τὸ λεγόμενον πρὸ τῆς οἴμης. οἴμη δὲ ἡ ᾠδή. Πρᾶσις . διαπέρασίς τις οὖσα. ἀπὸ τοῦ ἐξ ἑτέρου μεταβαίνειν τὸ πιπρασκόμενον. Πήρα . |
| pi 128 [20] | ἤτοι φερά τις οὖσα. παρὰ τὸ φέρειν, ἢ παρὰ τὸ παρηρτῆσθαι. ἢ τροπῇ τοῦ τ εἰς π . οἷον τήρα τις οὖσα, παρὰ τὸ τηρεῖν. Περόνη . παρὰ τὸ πείρειν. Πλῆμναι . παρὰ τὸ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. Πλαγγών . παρὰ τὸ πλάζω. πλαγὼν, καὶ πλεονασμῷ τοῦ γ , πλαγγών. τοῦτο γὰρ εἰς πλάνην γίνεται τῶν κηρῶν καὶ ἀπάτην. Πορθμός . πλεονασμῷ τοῦ θ . πορμὸς γὰρ καὶ πορθμὸς, ὡς καὶ παρὰ τὸ ἴω ἰσμὸς καὶ ἰσθμός. Παμφαλῶ . παμφαῶ, καὶ ἐξ αὐτοῦ παμφαλῶ. Πόρπη . παρὰ τὸ τειρῶ, πόρη καὶ πόρπη. Πτίλα . παρὰ τὸ τίλλω, τίλλα, πλεονασμῷ τοῦ π , πτίλα. Παφίη . παρὰ τὴν Πάφον, ἀποβολῇ τοῦ α , παρὰ τὸ παφίσκειν, τὸ ἀπατᾶν. παφῶ γὰρ— Πύματος . πύθματός τις ἐστι, παρὰ τὸν πυθμένα. Παραστάται . ὑπ’ ἐνίων καλοῦνται γόνιμοι φλέβες, καὶ οἱ τῇ γενέσει παρεστῶτες. Πρωκτός . προακτός τις ἐστὶ, παρὰ τὸ δι’ αὐτοῦ προάγεσθαι τὰ περιττώματα. Ποῦς . παρὰ τὸ πεπαῦσθαι τοῦ ὅλου. Πέλμα . |
| pi 129 [25] | παρὰ τὸ πεπιλῆσθαι τοῦ ἄλλου δέρματος πλέον· ἢ παρὰ τὸ πέλας ἀεὶ καθεστάναι τῶ πέδω. Πνεῦμα . παρὰ τὸ πνεύσω πνεῦμα. Περίττωμα . παρὰ τὸ περίσσωμα εἶναι, καὶ μὴ ἐν τῷ σώματι μενόν. Πιμελή . παρὰ τὴν πῆξιν τῆς τροφῆς. πιομελή τις ἐστί· παρὰ τὸ πιεῖν, ἡ ὑγραίνουσα τὸ σῶμα. Πέσκος . κυρίως τὸ τοῦ προβάτου δέρμα· παρὰ τὸ πείκω πέκος, καὶ πλεονασμῷ τοῦ ς , πέσκος. Πόκος . παρὰ τὸ πείκω ῥῆμα. Πολιά . οἷον παλαιὰ καὶ πολιά. Πώγων . ὥσπερ Ἀπολλόδωρος, ὅτι πῆξιν ἡλικίας σημαίνει. ὡς δὲ ἄλλοι, ὅτι ἐπὶ τὸ εἰπεῖν λέγει· ἱκανοὶ γὰρ οἱ γενιῶντες πρὸς τὸ λέγειν. Σωρανός. Πρόσωπον . ἀπὸ τοῦ πρόσω καὶ ἔμπροσθεν τοὺς ὦπας ἔχειν. Παρίθμια . παρὰ τὸ παρακεῖσθαι τῷ ἰθμῷ, δι’ οὗ ἐστιν ἰέναι τὴν πνοήν. λέγονται καὶ ἀντιάδες, ἀπὸ τοῦ ἀντικεῖσθαι ἀλλήλων. Πνεύμων . ἀναλόγως διὰ τοῦ ν . ταμίας γὰρ τοῦ πνεύματος. Παλάμη . ἀπὸ τοῦ πάλλειν. δι’ αὐτῶν γὰρ πεπαλαμήμεθα. Παλαιστή . θηλυκῶς, ὅτε συνάγονται οἱ δάκτυλοι, οἷον πελαστή τις οὖσα· ὅτι πέλας συνήγαγε τὰ ὀστᾶ, οἷον τοὺς δακτύλους, καὶ δόχμη λέγεται, ὅτι πλαγίᾳ τῇ χειρὶ μετροῦμεν· ποιεῖ δὲ ἀπὸ τοῦ μεγάλου δακτύλου πρὸς τὸν λιχανὸν ἄκρον· ὃ ποιεῖ δακτύλους δέκα, λέγεται δὲ δόχμη ἐπὶ τῆς παλαιστῆς, ὡς Σωρανὸς λέγει. |
| pi 130 [25] | ἡ δὲ σπιθαμὴ ἔχει δόχμας τρεῖς, οἷον παλαιστὰς, δακτύλους ιβʹ. ἀπὸ δὲ τοῦ μικροῦ διϊσταμένων τῶν δακτύλων, ἕως τοῦ ἀντίχειρος, λέγεται σπιθαμὴ, διὰ τὸ ἀποστάντων ποιεῖν· ὡς δὲ Χρύσιππος, διὰ τὸ σπᾶσθαι καὶ τείνεσθαι τὴν χεῖρα· ποιεῖ δὲ δόχμας τρεῖς, δακτύλους ιβʹ. τὸ δὲ ἀπὸ τοῦ ὀλεκράνου πρὸς μὲν τὸ τοῦ μέσου δακτύλου ἀκρονήχεως μέτρον. πρὸς δὲ τοῦ μικροῦ μετακόνδυλον, ὅ ἐστι μετὰ τὸν μέσον κόνδυλον. τοῦ γὰρ δακτύλου ὁ μὲν πρῶτος δάκτυλος λέγεται προκόνδυλος· ὁ δὲ μετὰ τοῦτον μεσοκόνδυλος· ὁ δὲ μετὰ τὸν μεσοκόνδυλον μετακόνδυλος. ἀπὸ δὲ τοῦ ὀλεκράνου πρὸς τὸ τοῦ μικροῦ μετακονδύλου, πυγών, ἐξ ὧν ὁ πῆχυς· σπιθαμαὶ δύο, δόχμαι δὲ ἕξ, δάκτυλοι δὲ κδʹ. πυγών, ὡς ἀπὸ τῆς πυγμῆς· ἐπεὶ μὴ ὥσπερ ὁ πῆχυς πρὸς ἐκτεταμένους μετρεῖται δακτύλους, οὕτω καὶ ἡ πυγὼν, ἀλλὰ συνεσταλμένους, ὥστε ἔλαττον εἶναι τοῦτο τὸ μετὰ τοῦ πήχεως. ἴσως δὲ ὁ μέχρι πυγῆς ἐκ ποδής. τῷ δ’ ὀνόματι κέχρηται Ὅμηρος· βόθρον δ’ ὀρύσσοντες πυγάσιον ἔνθα καὶ ἔνθα. ἡ δὲ ὀργυιὰ σὺν τῷ πλάτει τοῦ στήθους ἔχει πήχεις δʹ. τηλικαῦται κατὰ μέγεθος αἱ χεῖρες οὖσαι κάτω ἐκταθεῖσαι, οὐκ ἀφικνοῦνται τῶν γονάτων, ἀλλ’ ἀποδέουσι σπιθαμήν. διὸ καὶ τοῦ μακρόχειρα δόξαντα κεχρῆσθαι, εἴ τε ἦν Οἰδάπου, εἴ τε Ξέρξης, διὰ τὸ μὴ ἐφίπτεσθαι τῶν γονάτων, οὕτως ὠνομάσθαι· διὰ δὲ τὸ ἐπιμήκιστον ἐκτεῖναι τὴν δύναμιν τῆς βασιλείας. |
| pi 131 [25] | οὕτω Σωρανὸς ἐν τῷ περὶ Ἐτυμολογιῶν τοῦ Ἀνθρώπου. Πλευραί . οἷον πλήρεις καὶ ἀμύχωτοι, ἢ οἷον πλευμονωροὶ οὖσαι, αἳ φυλάττουσι τὸν πνεύμονα. ἢ οἷον πέλυροι, ὡς πλατεῖαι. Πίσυνος . πιστὸς πιστόσυνος, καὶ συγκοπῇ πίσυνος. Πινυτός . πνείω ἐστὶ ῥῆμα, καὶ πνύω παράγωγον· πλεονασμῷ πινύω. παρὰ τὸ πεπνύω ὄνομα πνυτὸς, καὶ πλεονασμῷ τοῦ ι , πινυτός, ὁ διεγηγερμένος. καὶ γὰρ τὸ ἦτορ παρὰ τὸ ἄω ἐστὶ τὸ πνέω, ἀῆτορ, καὶ ἀποβολῇ τοῦ α , ἦτορ. Παῤῥησία . παντορησία, καὶ συγκοπῇ παῤῥησία. δύναται καὶ παρὰ τὸ πᾶν παῤῥησίαν. Πλοχμός . παρὰ τὸ πλέκω πλοχμός. Πρόμος . παρὰ τὸ βῶ, πρόβος, καὶ πρόμος. οἷον παρὰ τὸ νέω, καὶ νῶ τὸ πορεύομαι, πρόνος καὶ πρόμος. Πυῤῥός . παρὰ τὸ πῦρ πυρὸς, καὶ πλεονασμῷ τοῦ ρ , πυῤῥός. Πίτυλος . παρὰ τὸ τύπτω τύπιλος, καὶ μεταθέσει τῆς ἀρχούσης πίτυλος. Πταίω . πέτω, καὶ συγκοπῇ πτῶ, καὶ διπλασιασμὸς πίπτω. τὰ γὰρ πετώμενα τοῖς πίπτουσιν ἔοικε· πτῶ οὖν καὶ πταίω. Πύματος . ἔλλειψις τοῦ θ . παρὰ τὸ πυθμήν. ὁ πυθμὴν οὖν, πύθματος, καὶ ἀποβολῇ τοῦ θ , πύματος. Παγός . παρὰ τὸ πεπῆχθαι. Πατήρ . |
| pi 132 [25] | παρὰ τὸ πατεῖν ἐν τῇ συνουσίᾳ· κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζώων. Πυθμήν . φυτοθεμὴν ἐστὶ, οἷον ἡ τοῦ φυτοῦ θέσις, καὶ τροπῇ τοῦ φ εἰς π , πυθμήν. Πέδιλα . ποδάεγλα τινὰ ὄντα, παρὰ τὸ ἐν τῷ πόδε εἰλεῖσθαι, καὶ ἔδει πέδιλα διὰ τῆς ει διφθόγγου γράφεσθαι· ἀλλ’ οὐ πάντως τὰ ῥήματα τῶν ὀνομάτων φυλάττει τὴν γραφὴν τοῦ ῥήματος. ἰδοὺ γὰρ τὸ εἴρω ἶρις, νείφω νιφὰς, λείβω λιβὰς, καὶ τὰ ὅμοια. Πίδα . τὸ πιεῖν. τινὲς δὲ παρὰ τὸ πηδᾶν, καὶ κατὰ μεταβολὴν τοῦ η εἰς ι . Βοιωτικῶς. Πάχνη . παρὰ τὴν πῆξιν, πάγη τὶς οὖσα. Πλειών . ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντα εἶναι πλήρη ἐν αὐτῷ. Πωλεῖσθαι . ἐπειδὴ ὁ πωλούμενος καὶ ὁ πωλῶν περὶ τὸν αὐτὸν τόπον ἀναστρέφεται, ἵνα θεωρῆται ὑπὸ πάντων. Πόλοι . οἱ ἐν τῷ οὐρανῷ. παρὰ τοῦ περὶ αὐτοὺς ἀναστρέφεσθαι τὸν κόσμον, τουτέστι τὸν οὐρανόν. Πῆχυς . ἀπὸ τοῦ πεπηγέναι ἄκρῳ τῷ βραχίονι. Πένης . ὁ ἀπὸ τοῦ πόνου καὶ τῆς πενίας τὸ ζῆν ἔχων. Πλούσιος . πολυούσιός τις ὤν. Πεσεῖν . ἀπὸ τοῦ πέδου. Πεσσός . ὁ πίπτων ὁμοίως ἐν τῷ βάλλεσθαι. Πυραμίς . ἡ ἐκ πυρῶν καὶ μέλιττος. τινὲς δὲ ἀπὸ τοῦ συμβαίνοντος· αὐτῇ σχήματος, πλατέος κάτωθεν καὶ εἰς ὀξὺ λήγοντος, ὅ ἐστι τῇ φλογὶ ἀναφερομένῃ ἐοικός· τοιοῦτος δὲ καὶ ὁ πύραμος. οὕτως Ἡρακλείδης. Πονηρός . |
| pi 133 [35] | κυρίως ὁ περὶ πόνους ἀναστρεφόμενος, ὥσπερ μοχθηρὸς ὁ περὶ μόχθους. ἀπὸ δὲ τοῦ σώματος ἐπὶ τὴν διάνοιαν μετετέθη. ὁ τῇ διαθέσει κενός. οὕτως Ἡρακλείδης. Πρέσβεις . παρὰ τὸ προβεβηκέναι καὶ παρελθεῖν τὴν ἥβην. Πρεσβεύω , πρεσβεύσω, πρεσβεὺς, ὡς ἱππεύω, ἱππεύσω, ἱππεύς. Πῦρ . φῦρ ἐστὶν, ὅτι φεγγόμενον ἐξανίσταται, ἢ παρὰ τὸ φύω φῦρ, τί γὰρ εὐφυέστερον πυρός; Πάππος . παρὰ τὴν προσφώνησιν τῶν παίδων. Ὅμηρος· οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν. Παῖς . οἱ μὲν παρὰ τὸ παίω, παίσω, κατ’ ἀποβολὴν τοῦ ω · ἢ παρὰ τὸ παίζω, παίσω, παῖς. Πρωΐ . ὑπὸ τοῦ προϊέναι ἡμᾶς. Πόσις . ὁ ἀνήρ. παρὰ τὴν τοῦ ὕδατος φύσιν. ἐπεὶ καὶ τὸ ὕδωρ μιγνύμενον τῇ γῇ γεννητικὸν γίνεται. μιγνύμενος δὲ καὶ ὁ ἀνὴρ τῇ γυναικὶ γενέσεως αἴτιος γίνεται. Προΐξ . ἀπὸ τοῦ προϊκνεῖσθαι τοῦ γάμου. Πτέρνα . ἀπὸ τοῦ ἐπιπεπτωκέναι αὐτῇ ὅλον τὸ σῶμα. Πορεία . ἀπὸ τοῦ πορεύεσθαι. αὐτὸ δὲ ἀπὸ τοῦ εἰς πέρας ἔρχεσθαι. Προΐκτης . παρὰ τὸ προϊκνεῖσθαι· ἢ, ὡς τινὲς ψιλοῦσι, παρὰ τὸ προΐξασθαι, ὅ ἐστι δωρεάν τινα λαμβάνειν. Πρόνοια . ἡ πρὸ ἀντὶ τῆς ὑπέρ. ἡ ὑπέρ τινων νοοῦσα. Προπετής . ὁ ἄγαν ἐκπίπτων τοῦ δέοντος. Πύξ . παρὰ τὸ πτύσσω, οὗ μέλλων πτύξω, ἀποβολῇ τοῦ ω καὶ τοῦ τ , πύξ. παρὰ τὸ πτύσσειν τοὺς δακτύλους ἐν τῷ πλήττειν. Παιών . ὁ παύων τὰς νόσους. τροπῇ δὲ τοῦ υ εἰς ι , Παιών. Πτώξ . τοῦ πτῶ παράγωγον πτήσω, ὁ μέλλων πτώξω, καὶ πτὼξ, ἀποβολῇ τοῦ ω . Πίθηκος . |
| pi 134 [35] | παρὰ τὸν πιθήσω μέλλοντα. ἀπὸ τοῦ πιθῶ. πείθει γὰρ ἡμᾶς τὸ ζῶον. Παλαίω . παρὰ τὸ πάλλω παλαίω. Πόντος . παρὰ τὸ πόνος, καὶ τοῦ πένω, τὸ ἐνεργητικὸν, τὸ δηλοῦν τὸ κάμνω· ἀφ’ οὗ πόντος, καθ’ ὃν πεπόνηται τὸ τῶν ἀνθρώπων γένος περιπλέον. τοῦ πόνου οὖν ὁ πόντος. Φιλόξενος. Ποταμός . παρὰ τὸ ποτὸς ὀξυνόμενον. παρώνυμον ποταμός. Παρθένος . ὡς τινὲς, παρ’ οὐδένα λαβοῦσα ἕδνον. Πόῤῥω . παρὰ τὴν πρὸς πρόθεσιν πρόσω, καὶ μεταθέσει πόρσω, κατ’ Ἀττικοὺς τροπῇ τοῦ ς εἰς ρ , πόῤῥω, ὡς μυρσίνη μυῤῥίνη. Παιδνός . παρὰ τὸ παίζω, ὡς παρὰ τὸ ἀλαπάζω, ἀλαπαδνός. Πάσσαλος . παρὰ τὸ πήσσω. Πρόφρασσα . παρὰ τὸ φρῶ, ὅπερ ἐστὶ ἀπὸ τοῦ προΐω, φρῶ φρῆσσα, φράσσα καὶ πρόφρασσα. παρὰ τὸ προϊέναι καὶ προθυμεῖσθαι. Πιτύζειν . παρὰ τὸ πτύω, πτυτίζω παράγωγον, καὶ ἀποβολῇ τοῦ τ , πιτύζω. Πυδαρίζειν . ἐπὶ τοῦ ἅλλεσθαι, ἢ ποδαρίζειν. ὡς ὄνομα ὄνυμα κατ’ Αἰολέας, καὶ ὀνυμάζειν. πυσαρίζειν παρὰ τὴν πηγὴν, καὶ τροπῇ τοῦ γ εἰς δ , πυδαρίζειν, ὡς γνόφος δνόφος. Πέλας . παρὰ τὸ πελάζω, ῥῆμα. ὁ μέλλων πελάσω, καὶ ἀποβολῇ τοῦ ω , πέλας, τὸ ἐπίῤῥημα· ὡς παρὰ τὸ χωρίζω, χωρίσω, χωρίς. Πρόκροσσοι . πρόκροσσοι εἰσὶ μία ἐπὶ μιᾷ, οἷον προκάροσοι. παρὰ τὸ κάρα· αἱ κατὰ κεφαλὴν συντεθέμεναι· οἷον τὰς κεφαλὰς καὶ τὰς ἀρχὰς ἐπ’ ἀλλήλαις· ἐπεὶ καὶ συνήθως λέγομεν τῶν ὀθονίων κροσσοὺς τὰς κεφαλὰς καὶ τὰς ἀρχάς· καὶ τῶν τοίχων αἱ κεφαλαὶ καὶ αἱ ἀρχαὶ κροσσοί. Ἀπολλώνιος ἐν ἐξηγήσει γλωσσῶν. Πτιλλός . |
| pi 135 [35] | ὁ καταπεπτωκὼς τῶν ἴλλων. ἢ κατὰ πλεονασμὸν τοῦ π . ἐπὶ τῶν ἀποτετιλμένων τὰ βλέφαρα. Ποτνιᾶσθαι . Κυρίως ἄν τις φήσειεν ἐπὶ γυναικῶν, ὅταν γυνὴ κακόν τι πάσχει, καὶ θέλει ἱκετεύειν θεῶν· ὢ Πότνια· ὅταν δὲ εἴποι τις ἄνδρα ποτνιᾶσθαι, ἁμαρτάνει. οὕτω Βηγαντῖνος. Πιφάσκω . φῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ λέγω, οὗ παράγωγον φάζω, καὶ φάσκω· πλεονασμῷ τοῦ υ , φαύσκω. διπλασιασμὸς πιφαύσκω. Φιλόξενος, φῶ, φαύω, οὗ μέλλων φαύσω, καὶ φαύσκω, πιφαύσκω. Πρόσφατος . κυρίως ὁ νεωστὶ πεφονευμένος· παρὰ τὸ φῶ τὸ φονεύω, οὗ παράγωγον φημί. ὁ μέλλων φάσω· ὅθεν φατὸς ῥηματικὸν ὄνομα, καὶ πρόσφατον. Παραβλώψ . παρὰ τὸν βλέψω μέλλοντα, βλὲψ, ἀποβολῇ τοῦ ω , καὶ τροπῇ τοῦ ε εἰς ο , καὶ ἐπεκτάσει τοῦ ο εἰς ω , βλώψ, καὶ σύνθετον παραβλώψ. Πάσσων . παρὰ τὸ παχὺς πάσσων, ὡς βραδὺς βράσσων. Πάλος . ὁ κλῆρος. παρὰ τὸ πάλλω. Πτισάνη . ἡ λελεπισμένη κριθή. παρὰ τὸ πτίσσω, τὸ καθαίρω· καὶ ἐπτισμένον τὸ κεκαθαρμένον. Παγίς . παρὰ τὸ πήσσω πηγὶς καὶ παγίς. Ποίμνιον . ποιμένιον, καὶ συγκοπῇ ποίμνιον. Πέδον καὶ πεζεύειν. παρὰ τοὺς πόδας· ἐφ’ οὗ βεβήκαμεν τοῖς ποσί. Πομφόλυξ . παρὰ τὸ παφλάζω ῥῆμα. ἄλλο παράγωγον γίνεται παμφλάζω, ὁ μέλλων παμφαλύζω. ῥηματικὸν ὄνομα παμφάλυξ, καὶ τροπῇ τῶν δύο οο , πομφόλυξ. Πλεῖν . συναλοιφὴ τοῦ πλέον, ὡς τὸ δέον δεῖν. οὕτω Φιλόξενος. Παροινία . κυρίως ἡ ἐν τῷ οἴνῳ ἀταξία. Πάσασθαι . τροπῇ τοῦ μ εἰς π · οἷον μασᾶσθαι. Πειραιεύς . πλεονασμῷ τοῦ ι , πειραεύς τις ὤν, ἦν γὰρ ὅτε οὐ συνήπτετο τῇ γῇ, ἀλλ’ ἦν νῆσος. Πεπάλη . πέσω πάλη, καὶ ἀναδιπλασιασμὸς πεπάλη. Πτωχός . |
| pi 136 [35] | ὁ ἐκπεπτωκὼς τοῦ ἔχειν. Πίθος . παρὰ τὸ πίω, ἀφ’ οὗ ἐστὶ πιεῖν. Πιμελή . παρὰ τὸ πῖον τὸ λιπαρὸν, πιομέλη τὶς οὖσα. Πῖλος . παρὰ τὸ ῶ· ὁ πεπιλημένος. Πεινῶ . παρὰ τὸ πένω καὶ πένομαι. ᾧ παρέπεται πολλάκις τοῦτο. Πρυτανεῖον . πυροτανεῖον ἐστὶν, ἐν τῷ πυρὸν φυλάττειν. Πολυκαγκέα δίψαν. παρὰ τὸ κῶ τὸ καίω, οὗ παράγωγον κείω, πῦρ μετακειόμενοι, καὶ παρὰ τὸ κῶ πολυκὴς, καὶ ἀναδιπλασιασμὸς πολυκαὴς, καὶ πλεονασμῷ τοῦ γ , πολυκαγκής. Πτύον τὸ ἀποπτύον καὶ ἀποῤῥίπτον τῶν καρπῶν τὰ ἄχυρα. Πάππα φίλε. εἴρηται Ὁμήρῳ. οὕτω δὲ ἐγένετο παρὰ Συρακουσίοις, ὁ πατὴρ πᾶς, καὶ ἀναδιπλασιασμὸς πάπας, καὶ πλεονασμῷ τοῦ π , πάππας. Παπταίνω . πέτω ῥῆμα, οὗ παθητικὸν πέτομαι. ὅπερ κατὰ συγκοπὴν γίνεται πτῶ, οὗ παράγωγον πταίνω, ὡς βῶ βαίνω, ἀναδιπλασιασμὸς παπταίνω. Παφλάζων . παρὰ τὸ φλέω, ὅπερ καὶ φλύω λέγεται. μονοσυλλαβῆσαν φλῶ ἐγένετο. καὶ παράγωγον φλάζω, ὡς ῥίπτω ῥιπτάζω. τὸ δὲ φλάζω διπλασιασμὸν ἐποιήσατο παφλάζω. Πευκεδμός . δηλοῖ τὸ θερμὸν, καὶ καυστικόν. παρὰ τὴν πεύκην τὴν ἐπιτηδείαν πρὸς καῦσιν. Πρόβασις . ἡ τῶν συμμίκτων θρεμμάτων κτῆσις. πρόβασις δὲ λέγεται ἀπὸ τῶν προβάτων τῶν παρὰ τοῖς παλαιοῖς τιμίων. Παιφάσσειν . φῶ ἐστὶ ῥῆμα, τὸ δηλοῦν τὸ φαίνω, οὗ παράγωγον φάσσω, διπλασιασμὸς παφάσσω καὶ παιφάσσω. Πραπίδες . φρῶ ἐστὶ ῥῆμα κατὰ συναλοιφὴν γενόμενον τοῦ προΐω. ἀπὸ δὲ τοῦ προΐω, πρῶ, καὶ φρῶ, κατὰ μετάθεσιν τοῦ π εἰς φ , ἔνθεν καὶ φρήν. ἄλλο ἁπαντοῦ παράγωγον φραπὶς, ὡς λέπω λεπίς. |
| pi 137 [30] | οὐδὲν γὰρ εἰς ην μονοσύλλαβον ἐν μόνῳ θηλυκὸν γένει συνεσταλμένον. τὸ γὰρ ις καὶ ιν εὐθεῖαν ἔχει εἰς σν καὶ ἐκτέταται. φρῶ οὖν φραπὶς καὶ πραπίς. ἀφ’ ἧς προΐεται τὰ βουλεύματα. οὕτω Φιλόξενος. Περίπατος . ἡ περὶ σχέσιν σημαίνει, ὡς τὸ περιέρχεσθαι, καὶ περικάμπτειν, περιφερής. οὕτως ἔχει καὶ ὁ περίπατος. πάτος γὰρ τὸ πατούμενον. ἐξ οὗ τὸ κατὰ κυκλοτέρειαν περίπατος λέγεται. Πέτεσθαι . παρὰ τὸ πέτω τὸ πίπτω, ἀφ’ οὗ τὸ ἔπεσα. παντὶ γὰρ τῷ σώματι δοκεῖ πίπτειν τὰ πετώμενα ἐπὶ τοῦ ἀέρος. Πώμαλα . τὰ τῷ ο παραληγόμενα ἐπιῤῥήματα ἀποκοπῇ τοῦ θεν καὶ ἐπεκτάσει τοῦ ο εἰς ω γίνεται παρὰ Δωριεῦσιν· αὐτόθεν αὐτῶ, πόθεν πώ. Σώφρων ἐν τοῖς Μίμοις, πώ τις ὄνον ὀνασεῖται. τὸ δὲ πώμαλα παρὰ Ἀττικοῖς παρολκῇ τοῦ μαλα γίνεται, καθάπερ ἦ μάλα δὴ τέθνηκεν. ἦ μάλ’ ἐλαφρὸς ἀνήρ. τὸ δὲ πόθεν ἀντὶ τῆς οὐ ἀρνήσεως συνεχῶς λεγόμενον, οἷον, ἔγραψας πόθεν; ἀντὶ τοῦ οὐ. καὶ κατὰ τοιαύτην σημασίαν τὸ πώμαλα παρ’ Ἀττικοῖς. Πότμος . ἡ τύχη. παρὰ τὴν μετάπτωσιν καὶ μεταβολὴν τῶν πραγμάτων. Πλησίος . πλέω, παράγωγον πελάω, ὁ μέλλων πελάσω, ῥηματικὸν ὄνομα, κατὰ συγκοπὴν πλητὸς, οὗ παράγωγον πλητίος, καὶ τροπῇ τοῦ τ εἰς ς , πλησίος, ὡς ἄμβροτος καὶ ἀμβρόσιος. Πανήγυρις . παρὰ τὴν ἄγυριν τὸ ἄθροισμα, εἰς ἣν πάντες ἀθροίζονται. Πελωρίς . παρὰ τὸ πέλωρον· μεῖζον γὰρ ἐστὶ τῆς χήμης καὶ τῶν ἄλλων ὁμοίων ὀστρέων. οὕτω Ἡρωδιανὸς ἐν Συμποσίῳ. Πάγχυ . |
| pi 138 [30] | παρὰ τὸ πάνυ, πλεονασμῷ τοῦ χ , καὶ τροπῇ τοῦ ν εἰς γ . Πηλός . ὁ οἶνος. παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς πίνοντας. Ἡρωδιανὸς ἐν Συμποσίῳ. Πυρούς . οἱ μὲν παρὰ τὴν ἔκφυσιν, φυροὺς καὶ πυρούς· οἱ δὲ σποροὺς, σπυροὺς καὶ πυροὺς, ὅτι πανταχοῦ καὶ παρὰ πᾶσι σπειρόμενοι. Πυκνός . παρὰ τὸ πτύσσω, πτυκνὸς καὶ πυκνός. Πτερόν . πέτω πετερὸν, καὶ κατὰ συγκοπὴν πτερόν. οἱ δὲ παρὰ τὸ πτέρω πτερόν. ἔνθεν τὸ ἀπεπτερώθη. Παίζω . παρὰ τὴν παιδὶ δοτικὴν παιδίζω, ὡς ποδὶ ποδίζω, ὑπασπίδια προποδίζων. παιδίζω οὖν συγκοπῇ παίζω. οὐδὲν γὰρ εἰς ζω λῆγον φιλεῖ διφθόγγῳ παραλήγεσθαι, ἢ μόνον τὸ δανείζω· καὶ ὡς δώσω δὼς, σάω σῶς, οὕτω παίσω παῖς. Πηγή . παρὰ τὸ πηδῶ ῥῆμα. πηδὴ καὶ πηγή. Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Πάμπαν . παρὰ τὸ πᾶν. διπλασιασμὸς πάμπαν. Πλήν . ἐπίῤῥημα κατ’ ἀντίφρασιν, ἀπὸ τοῦ πλησιάζω. Πείσεται καὶ παθεῖν. πείσω ἐστὶ ῥῆμα, ἀφ’ οὗ μέλλων παθητικὸς πείσομαι, τροπῇ τοῦ η εἰς ει δίφθογγον, πείσομαι. Πῖον . τὸ λιπαρόν. παρὰ τὸ πίω καὶ πίσω. ἔνθεν πίσεα ποιήεντα. Πασσυδία . παρὰ τὸ ὁμοῦ πάσσεσθαι, καὶ σεύεσθαι. Προμνηστῖνοι . ἀπὸ τοῦ μένω μένιστος. δύναται καὶ μενητὸς μενητῖνος, καὶ πλεονασμῷ τοῦ ς μενηστῖνος. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. ΑΡΧΗ ΤΟΥ Ρ. |
| rho 139 (t) [25] | Ῥῆγος . τὸ βαπτὸν στρῶμα. ῥέξαι γὰρ τὸ βάψαι· οἱ δὲ τὸν τάπητα κατὰ τῶν μαλλῶν διακρίσεις, οἱονεὶ διεῤῥώγασι, καὶ ῥηγεῖς ἔλεγον τοὺς βαφεῖς οἱ παλαιοί. Ἐπίχαρμος Ὀδυσσεῖ, ἀλλὰ καὶ ῥέζει τι χρῶμα, ἀντὶ τοῦ βάπτει. ῥέγος οὖν ἐστὶ καὶ ῥῆγος, ὡς παρὰ τὸ ῥέζω ῥεξήνωρ καὶ ῥηξήνωρ. Ῥίμφα . παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους· ὡς παρὰ τὸ κρύπτω κρύφα, ῥίπτω ῥίφα, καὶ ῥίμφα, πλεονασμῷ τοῦ μ . Ῥαιστήρ . ἡ σφύρα. φθείρω, φθαίρω κατὰ Δωριέας, καὶ ἀποβολῇ τοῦ φ θαίρω, ὑπερθέσει ῥαίθω ῥαίσω ῥαιστήρ. Ῥόχθει . πλεονασμῷ τοῦ χ . παρὰ τὸ ῥόθιον, τὸ κῦμα, ῥόθω, ῥόθει. Ῥώψ . βοτάνη ἁπαλή. παρὰ τὸ ῥέπω, ῥέψω, ῥὲψ, καὶ ῥὸψ, καὶ τροπῇ τοῦ ο εἰς ω , ῥώψ. Ῥόδος . ἡ νῆσος. παρὰ τὸ πολὺν ῥοῦν αὐτόθι, πρὶν φανῆναι τὴν νῆσον. Ῥιρός . τὸ δέρμα, ὅτι δι’ αὐτῆς ῥέουσιν οἱ ἱδρῶτες. Ῥίν . παρὰ τὸ ῥέειν δι’ αὐτῆς τὰ ὑγρὰ τῆς κεφαλῆς. εἰ δὲ σημαίνει τὸ πρόβατον, ῥὴν, παρὰ τὸ ἀρῶ τὸ εὔχομαι. τὸ πρὸς εὐχὴν παρὰ τῶν παλαιῶν θυόμενον. Ῥάκος . παρὰ τὸ ῥήσω, ῥήξω, ῥῆκος καὶ ῥάκος. Ῥυτήρ . ἀποβολῇ τοῦ ς . παρὰ τὴν ῥάσιν, ἐρύσω, ἐρυτὴρ καὶ ῥυτήρ. Ῥῖγος . ἐὰν διὰ τοῦ φ , φρίγος, παρὰ τὸ φρίσσω, καὶ ῥῖγος. ἔνθεν διὰ τοῦ ι γράφεται· εἰ δὲ ἀποβολῇ ἔκτασιν πεποίηκε τοῦ ι . Ῥᾷον παρὰ τὸ ῥέω. |
| rho 140 [30] | τὸ γὰρ εὐχερῶς γενόμενον ῥύσει ἔοικε. Ῥίζα . δι’ ἧς ῥέει τὸ ζῆν ἄνω τοῖς δένδροις. τινὲς δὲ φασὶ πλεονασμὸν εἶναι τοῦ ρ , ἵζα τις οὖσα, παρὰ τὸ προϊζάνειν τὴν γῆν, καὶ ἔγκειται ἡ ῥέα ἡ γῆ, ἔριζά τις οὖσα, κατ’ ἀποβολὴν τοῦ ε . Ῥωχμὸς ἔην γαίης. Ὁμήρῳ. παρὰ τὸ ῥήσσω, ῥηγμὸς, καὶ μεταθέσει τοῦ γ εἰς χ , καὶ τοῦ η εἰς ω , ῥωχμός. Ῥῆσις . παρὰ τὸ ῥῶ τὸ λέγω, ῥῆσις. Ῥωγάς . παρὰ τὸ ῥήσσω, τροπῆς γενομένης τοῦ η εἰς ω , ῥωγός. παρὰ δὲ τὸ ῥήσσω, καὶ ῥωγάδες. Ῥυμός . παρὰ τὸ ἐρύω, οὗ μέλλων ἐρύσω. ὄνομα ῥηματικὸν ἐρυγμός. ἀποβολῇ τοῦ ε καὶ ς , ῥυμός. Ῥυμβός . ῥύω ἐστὶ ῥῆμα, ἀφ’ οὗ ῥύσις καὶ ῥυτὸς καὶ ῥυσμός· καὶ ἀπὸ τοῦ αὐτοῦ ῥήματος ἐλλείψει τοῦ ς , καὶ πλεονασμῷ τοῦ β , ῥυμβὸς κατ’ Αἰολέας. πεφύκασι γὰρ πλεονάζειν τὸ β . Σαπφώ, ῥόδον βρόδον. Ῥύμη ῥέω ἔστι ῥῆμα, καὶ τροπῇ τοῦ ε εἰς υ , ῥύω, ὁ μέλλων ῥύσω, ῥηματικὸν ὄνομα ῥύμη καὶ ῥυτόν. Ῥιγεδανός . παρὰ τὸ ῥίγος. ὡς μῆκος μηκεδανός. Ῥόδον . τὸ ἄνθος. παρὰ τὸ ὄζω ὄδον ἐστὶ, καὶ πλεονασμῷ τοῦ ρ , ῥόδον. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Ῥυθμός . ῥύω ἐστὶ ῥῆμα, οὗ μέλλων ῥύσω, ῥηματικὸν ὄνομα ῥυσμὸς, τροπῇ τοῦ ς εἰς θ , ῥυθμός. ὡς μηνίσω, μηνισμὸς καὶ μηνιθμός· ὀρχήσω, ὀρχησμὸς καὶ ὀρχηθμός. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. ΑΡΧΗ ΤΟΥ Σ. |
| sigma 141 (t) [30] | Σκῆπτρον . παρὰ τὸ σκήπτεσθαι, καὶ ἐπερείδεσθαι αὐτῷ, καὶ πλεονάζει τὸ ρ . Στεῖραν . ἐπὶ πλοίου. παρὰ τὸ στεῤῥὰν εἶναι καὶ εὔτονον. ἀφ’ οὗ τὴν μὴ τετοκυῖαν ἔλεγον, διὰ τὸ στερεωτέραν εἶναι τῆς τετοκυίας. Σμῶδιξ . παρὰ τὸ σμῶξαι. οὕτω δὲ λέγουσιν Ἴωνες τὸ πατάξαι. Σέλινον . κυρίως τὸ ἐξ ἕλους σευόμενον. Ὅμηρος ἑλεόθρεπτον σέλινον. Σιγαλόεν . τὸ ποικίλον. οἷον στιγαλόεν τι ὄν. Σμερδνόν . ἀπὸ τοῦ μερίζειν τὴν ψυχὴν τῶν ὁρώντων τῷ φόβῳ καὶ μὴ ἐᾶν ἐν αὐτῷ εἶναι. Σκαιή . παρὰ τὸ σκάζειν περὶ τὰς πράξεις ἔνδον οὖσαν, ὅτι ἀσθενεστέρα τῆς δεξιᾶς. ὅθεν καὶ ὁ τῇ βάσει λειπόμενος σκάζειν λέγεται, καὶ ὁ σκαιὸς ἄνθρωπος σκαμβός τις ὢν, καὶ μὴ ὀρθός. Στεῦται . παρὰ τὸ στῆθος, οἷον ἐν τοῖς στήθεσι διανοεῖται. ἐκεῖ γὰρ τὸ λογιστικὸν, καθ’ Ὅμηρον· στῆθος δὲ πλήξας, κραδίην ἠνίπαπε μύθῳ. Φιλόξενος δὲ οὕτω φησὶν, ὡς παρὰ τὸ ἀθλῶ ἀθλεύω, οὕτω καὶ τὸ στῶ στεύω στεύεται, ἐπὶ τοῦ ὡρισμένου τῇ ψυχῇ καὶ στάσιν λαμβάνοντος καὶ ὑποθεμένου τι περὶ οὗ διϊσχυρίζεται εἰπεῖν. Σανίς . οἷον τανίς. παρὰ τὸ τετάσθαι τὸ ἐπίμηκες ξύλον. Σαυρωτήρ . ὅπου ἐμπήγνυται τὸ σιδήριον τοῦ δόρατος. παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ὑπ’ αὐτοῦ τὸ δόρυ. σταυρωτήρ τις ὤν. οἱ δὲ αὐτὸ τὸ σιδήριον σταύρακα καλοῦσιν. Σχεδόν . ἐγγὺς, παρὰ τὸ σχέσιν ἔχειν ἄλλον πρὸς ἄλλο. Πέος . τὸ σπήλαιον, ἀφώτιστόν τι οἴκημα· παρὰ τὴν σβέσιν τοῦ φωτὸς ἐν τούτῳ· σβέος τι ὂν, καὶ σπέος. οἱ δὲ παρὰ τὸ σβέω σβολος, καὶ σποδός. ὅθεν καὶ φησί· δῦνε σπέος ἠεροειδές. Σφεδανόν . |
| sigma 142 [30] | τὸ σύντονον. τινὲς οὕτω· ἀφ’ οὗ καὶ σφὴν, ὁ συντείνων καὶ σφίγγων· ἢ σπαδανόν ἐστιν, οἷον κατεσπαμένον. Σέλας . παρὰ τὸ σαλεύεσθαι τῇ πνοῇ. Σπεῖσαι . παρὰ τὸ πίσαι, ὅ ἐστι ποτίσαι τὴν γῆν ἐν τῷ οἴνῳ. Σῶκος . ἐπίθετον Ἑρμοῦ· ἤτοι ὁ ἰσχυρός. σωκεῖν ἀντὶ ἰσχύειν. ἢ σάοικος, ἢ ὁ ὠκέως σευόμενος, ἢ ὁρμῶν· ἄγγελος γάρ. Στυφελίζειν . σκληρὸς διατιθέναι. κυρίως τὸ ἀπὸ πέτρας στυφελοῦ σφάλλεσθαι· στυφελὸν γὰρ τὸ σκληρόν. ἢ στυφελίζειν, ἀπὸ τοῦ τοῖς στύπεσιν ἐλαύνειν, ὅ ἐστι στελέχεσι. Σορός . ἀπὸ τοῦ ἔσωθεν ὠρεύειν καὶ φυλάττειν τὰ σώματα. Σκυδμαίνειν . σκυθρωπεύειν καὶ ὀργίζεσθαι. κυρίως δὲ ἐπὶ τῶν λεαίνων, τῶν ἐπὶ τοῖς ἀφαιρουμένοις σκύμνοις ὀργιζομένων, ὥστε παρὰ τοὺς σκύμνους εἶναι· καὶ μαινεαίνειν τὸ σκυδμαίνειν. Σταμῖνας . τὰ ὀρθὰ ξύλα, οἷον στήμονος τάξιν ἐπέχοντα. Σπείρα . παρὰ τὸ συνεσπειραμένην ἔχειν ἐν αὐτῷ τὴν τῆς δυνάμεως τελειότητα. Σπινθήρ . παρὰ τὸ σπεῖραι πεποίηται. ὁ τὸν τοῦ πυρὸς ἔχων σπόρον. οἷον σπορεύς τις ὢν τοῦ θέροντος πυρός. παρὰ τὸ σπεῖραι οὖν, καὶ παρὰ τὸ θέρω, σπινθήρ. Συνάορος . παρὰ τὸ συναρηρέναι· συνηαρός τις καὶ συνόμιλος, καὶ μεταθέσει τοῦ ο , συνάορος. ἡ γυνή. Σφαῖρα . παρὰ τὸ σπαίρειν καὶ ἐν κινήσει εἶναι, κατὰ μετάθεσιν τοῦ π εἰς φ . ἢ τοῦ κ εἰς π . τὸ γὰρ σπαίρειν, σκαίρειν ἐστίν. οὕτω καὶ τὸ πῶς, κῶς εἴρηται κατὰ Ἴωνας, καὶ ὅπως ὅκως. Σφαραγῶντο . |
| sigma 143 [30] | ἦχον προΐεντο. ὀνόματι πεποίηται δὲ ἡ λέξις. ἔνθα καὶ ὁ βρόχος, ᾧ τὴν φωνὴν ἀφιέμεθα, ἀσφάραγος καλεῖται. Σταθμός . παρὰ τὴν στάσιν τὴν ἐν αὐτῷ τῶν ζώων. Συβαρός . παρὰ τὸ σεσοβεῖσθαι. συῶ συαρὸς, καὶ, πλεονασμῷ τοῦ β , συβαρός. Σίβδαι . πλεονασμῷ τοῦ β . σίδαι δὲ αἱ ῥοιαί. Στράγξ . πλεονασμῷ τοῦ ρ καὶ τοῦ γ , στάζω, στὰξ, καὶ στράγξ. Στρυφνός . παρὰ τὸ στύφω, στυφνὸς, καὶ στρυφνὸς, πλεονασμῷ τοῦ ρ . Σαργάνη . σάσσω ἐστὶ ῥῆμα, καὶ σωγάνη, καὶ πλεονασμῷ τοῦ ρ , σαργάνη. Σπυρίς . πλεονασμῷ τοῦ ς . ἐστὶ γὰρ παρὰ τοὺς πυροὺς, πυρὶς καὶ σπυρίς. Στυππίον . πλεονασμῷ τοῦ ς . τύποις γὰρ καὶ αὐτὸ, παρὰ τὸ τύπτω. Σειρά . παρὰ τὸ εἴρω, πλεονασμῷ τοῦ ς . Συρφετός . ὡς παρὰ τὸ ὕω ὑετὸς, οὕτω καὶ σύρω συρετός, καὶ πλεονασμῷ τοῦ φ , συρφετός. Σκορακισμὸς καὶ σκορακίζειν. ἀποβολῇ τοῦ ς . ἐς κόρακας γὰρ, ὃ λέγεται εἰς κόρακας. Σιωπή . ἀποβολῇ τοῦ γ . σιγωπὴ γὰρ ἐστί. παρὰ τὴν ὄπα τὴν φωνήν. Σμερδαλέον . παρὰ τὸ σμερδανὸν, παράγωγον σμερδναλέον. ἀποβολῇ τοῦ σμερδαλέον. Σπλήν . οἷον σπὴν, ἀπὸ τοῦ ἐφ’ ἑαυτὸν ἐπισπᾶσθαι τὰ φαυλισθέντα τῶν ὑγρῶν. Σπλάγχνον . διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν, ἢ οἷον σπλάγχυον. παρὰ τὸ ἀγχοῦ, καὶ τὸ πλησίον ἀλλήλων. Σφυρόν . |
| sigma 144 [25] | παρὰ τὸ συνεσφίχθαι τὸ ἄρθρον τῇ συνθέσει καὶ τοῖς νεύροις. Σίαλος . τὸ λεπτὸν, καὶ οἷον ὁ ὀρὸς τῶν ἄλλων ὑγρῶν, οἷον ἀποσειόμενον ἅλες καὶ ἀθροῦν. διαφέρει δὲ σίαλος καὶ πτύελος. καὶ πτύελος μὲν ὁ ἀποπτυόμενος κατὰ προαίρεσιν κατὰ τὴν τῶν χειλῶν ἐπίπτυξιν. ὁ δὲ σίαλος αὐτομάτως ῥεῖ. διὸ καὶ σιαλίζει τὰ βρέφη καὶ ὑπεργηράσαντες, οὓς καὶ ἀναισθήτους λέγομεν. πιθανὸν δὲ κᾀκ τοῦ παρακολουθοῦντος ἐν τῷ πτύειν ψόφου αὑτῆς τε τυχεῖν τῆς ὀνομασίας. λέγεται δὲ σίαλος, καὶ ὁ εὐτραφεὶς σῦς, παρὰ τὸ ἀφρὸν προΐεσθαι, ὃν λέγομεν σίαλον. Σκύβαλον . τὸ δι’ ἐντέρων ἐκδιδόμενον, οἷον κευθίβαλον. Σύφαρ . οὐχ ἁπλῶς τὸ γῆρας, ἀλλ’ ὡς ἐπιγέννημα τοῦ γῆρους καὶ τῆς ἐσχάτης ἡλικίας. Σώφρων ξύσιλον τὸν γέροντα εἶπεν ἀπὸ τοῦ κνᾶσθαι καὶ ξύειν τὸ δέρμα. κᾄπειτ’ ἀποκρινόμενον, σύφαρ ἀντ’ ἀνδρὸς, τουτέστι δέρμα ψιλὸν, ὡς τῶν ἀνδρῶν ἤδη δεδαπανημένων. τινὲς δὲ καὶ τὸ τοῦ ὄφεως γῆρας σύφαρ λέγουσι, καὶ ἐπὶ τοῦ ἀνθρώπου. σύφαρ ἐστὶν, οἷον τὸ ἀπόσυρμα καὶ ἐῤῥυσσωμένον δέρμα. Σῶμα . ὡς Πλάτων φησὶ, σῆμα ἐστὶ τῆς ψυχῆς. ὥσπερ γὰρ ἐντέθαπται αὐτῷ. Σέρφος . παρὰ τὴν στρυφνότητα καὶ πυκνότητα. ἢ παρὰ τὸ ἐρέφειν, καὶ σκέπειν τὸ σῶμα, ἔρεφος, καὶ στέρεφος, καὶ στέρφος. οἱ δὲ παρὰ τὸ στέφειν, ὅ ἐστι σκεπάζειν, πλεονασμῷ τοῦ ρ , στέφος καὶ στέρφος. Σκῆνος . |
| sigma 145 [35] | παρὰ τὸ σκήνωμα καὶ σκηνὴν εἶναι τῆς ψυχῆς, οἷον οἰκητήριον. Σήραγγες . οἱ κοῖλοι τόποι, παρὰ τὸ σεσηρέναι. Σιαγόνες . ὅτι σείονται περιαγόμεναι, καὶ συνάγονται αἳ εἰσὶν ὑποκάτω τῆς γένυος. οἱ δὲ, παρὰ τὸ σιγᾶν· αἷς ἐστὶ σιγᾶν καὶ λέγειν ἀνοιγομέναις· ἢ δι’ ὧν ἕλκεται καὶ ἄγεται τὰ ἐσθιόμενα. οὕτω Σωρανός. Στόμα . τόμα τὶ ἐστὶ, τὸ τέμνον τὰ σιτία. Στόμαχος . δι’ οὗ καταπίνομεν τὴν ὑγρὰν καὶ ξηρὰν τροφήν. ἢ στόμα ἐπὶ τῶν χεομένων. ἢ ὅτι τὰ ἀπὸ στόματος εἰς αὐτὸν χεῖται. ἢ στόμαχος, οἷον σιτόμαχος, ὁ τοῖς σιτίοις μαχόμενος τοῖς θλίβουσιν αὐτόν. ἢ ὁ θλίβων ἔμπαλιν αὐτὰ, ἵνα καταβιβασθῇ. ἢ στόμαχος, οἷον τῶν σιτίων μῆχος καὶ μηχανὴ, ὥσπερ ἀλήθων αὐτά. Σπιθαμή . παρὰ τὸν ἀποσπασμὸν, τὸν ἀπὸ τοῦ μεγάλου δακτύλου πρὸς τὸ τοῦ μικροῦ ἄκρον. ἡ δραχμὴ ἔχει δʹ δακτύλους· ἡ δὲ σπιθαμὴ, ιβʹ. Σπάθαι . αἱ τῶν πλευρῶν. ἀπὸ τοῦ ἐπισπᾶσθαι πρὸς ἐπικαμπίαν. Στέρνον . παρὰ τὸ στερεόν. Στῆθος . ὅτι ἕστηκεν ἀσάλευτον· ὡς δὲ ἄλλοι, ὅτι ἐν αὐτῷ τὸ ἡγεμονικὸν ἕστηκεν· ἢ ὅτι δι’ αὐτοῦ τὰ σιτία διωθεῖται, οἷον σιτίωθος. Σωρανὸς οὕτω. Σπλάγχνα . οἷον πέλαγχνα, διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν, καὶ διὰ τὸ σπᾶν τὴν τροφήν. Σκέλη . ἢ διὰ τὴν σχίσιν· διέσχισται γὰρ ἀπ’ ἀλλήλων, ἢ παρὰ τὸ κέλευθον, δι’ ἧς βαδίζομεν, πλεονάσαντος τοῦ ς . ἢ παρὰ τοῦ ς . ἢ παρὰ τὸ κατεσκληκέναι, καὶ σκληρότερον εἶναι τῶν ὕπερθεν. οὕτω Σωρανός. Στυγνός . ὡς παρὰ τὸ ἔτραγον τραγανὸς, ἔπιθον πιθανὸς, οὕτω παρὰ τὸ ἔστυγον στυγανὸς, καὶ συγκοπῇ στυγνός. οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εὐρῆσθαι. οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἀπὸ ψυχροῦ ὀνομάζουσιν· τὰ δὲ ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. τὸ οὖν στυγεῖν καὶ φοβεῖσθαι ἀπὸ τῆς Στυγὸς, ἥπερ μυθεύεται ψυχρότατον παρέχειν ὕδωρ. καὶ ὁμοίως ὁ στυγνὸς παρ’ αὐτὴν εἴρηται. |
| sigma 146 [35] | τὴν δὲ τέρψιν θαλπωρὴν, παρὰ τὸ τέρπεσθαι καὶ ἰαίνεσθαι· καὶ φόβου κρυόεντος. Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. Σπάργανον . σπαράσσω σπαράγενον, καὶ συγκοπῇ σπάργανον. Στεῤῥός . παρὰ τὸ στῆναι, στεῤῥός. τὰ γὰρ εἰς ναι λήγοντα ἀπαρέμφατα ποιεῖ εἰς ρος ὀνόματα ἰσοσύλλαβα, οἷον μιάναι μιαρὸς, σταθῆναι σταθερός. οὕτω καὶ στῆναι στερὸς, καὶ πλεονασμῷ τοῦ ἑτέρου ρ , στεῤῥὸς, καὶ πλεονασμῷ τοῦ ε , στερεός. Στρηνιᾶν . παρὰ τὸ στερεῖν καὶ ἀποσπᾶν τὰς ἡνίας. καὶ εἴρηται ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων· τινὲς δὲ παρὰ τὸ στρηνὲς, τὸ σκληρόν. στρηνὴς δὲ χρόμαδος γενύων ἐγένετο. Στεροπή . παρὰ τὸ στέρεσθαι τοὺς ὦπας τοῦ βλέπειν. πλεονάζει δὲ τὸ α ἐν τῷ ἀστεροπή. Σῦς . δύναται δὲ καὶ εἶναι παρὰ τὸ ὕεσθαι. ὕω ὕσω ὕεσθαι, ὅ ἐστι βρέχεσθαι· ἐπεὶ τοῖς ὕδασι τέρπεται, καὶ πλεονασμῷ τοῦ ς , ὡς σῖτος, παρὰ τὸ σείω σειστὸς, καὶ ἀποβολῇ τοῦ ς , καὶ ἐναλλαγῇ τόνου σίτος, ὡς ἐργαστὴς ἐργατής. Σκίπων . παρὰ τὸ σκηρίπω, καὶ συγκοπῇ σκήρπω σκίπων. Σιρμός . σιγμός τις. κατὰ ἀποβολὴν τοῦ γ . Στρόβιλος . παρὰ τὸ στρέφω στρόφιλος καὶ στρόβιλος. τρία δὲ σημαίνει, ἀνέμου συστροφὴν, ὀρχήσεως εἶδος, καὶ τὸν κοχλίαν. Σπόνδυλος . οἷον σφόνδυλος. παρὰ τὸ ἐσφίχθαι παρ’ ἀλλήλους. Στέαρ . παρὰ τὴν στάσιν καὶ πῆξιν. Σκελετός . ὁ ἀπεξηραμμένος. παρὰ τὸ σκλῆναι, ὃ ἐστὶ ξηρᾶναι. Σύριγξ . κατὰ μίμησιν τοῦ ἀποτελουμένου ἤχου. οὕτως Ἡρακλείδης. Σείριος . ἀπὸ τοῦ σείεσθαι καὶ ὁρμᾶσθαι. ἐπὶ δὲ τοῦ κοινὸς, ἀπὸ τοῦ σεσηρέναι. Σπάθη . τὸ ὑφαντικὸν ἐργαλεῖον, ἀπὸ τοῦ κατασπᾶν τὴν κρόκην. Σπάδων . |
| sigma 147 [35] | παρὰ τὸ σπᾶσθαι τί μέρος αὐτοῦ. οὕτως Ἡρακλείδης. Σελήνη . παρὰ τὸ σέλας ἀείναον ἔχειν, ὅ ἐστι νέον. ὅθεν καὶ ἔνος ὁ ἐνιαυτὸς, ὁ ἀεὶ νεάζων. οὕτως Ἡρακλείδης. Σκότος . ἀπὸ τοῦ σκιάζειν ὠνομᾶσθαι. οἱ δὲ φασὶν ὅτι σκοπὸς ἐστί. ὅτι δεῖ προσκοπεῖσθαι τὸν προερχόμενον ἐν αὐτῷ· οὕτως Ἡρακλείδης. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ σκέθειν ἡμᾶς, ὅτι ἐπέχει πολλάκις προϊέναι. Σκιά . παρὰ τὸ συγκινεῖν καὶ συμπορεύεσθαι τινί. οὕτως Ἡρακλείδης. Σάρκα . ἐτυμοτέρως λέγουσιν Αἰολεῖς σύρκα, παρὰ τὸ ἀποσύρεσθαι τὸ δέρμα ἀπ’ αὐτῆς. οὕτως Ἡρακλείδης. Σάτυρος . παρὰ τὴν σάθην σάθηρος, ὡς ἅλμη ἁλμυρὸς, καὶ τροπῇ τοῦ θ εἰς τ , σάτυρος. κατωφερὲς γὰρ τὸ γένος τῶν σατύρων. Θεόκριτος· τό τοι γένος ἦ σατυρίσκων. Στρεβλός . παρὰ τὸ στρέφω καὶ διαστρέφω. Συλλήβδην . λήβω, λήψω, λήψομαι παθητικόν. λήβδην καὶ συλλήβδην. Σαπρός . παρὰ τὸ σήπω, ὡς παρὰ τὸ λέπω λεπρός. Σκληρός . παρὰ τὸ σκλῶ μονοσύλλαβον, ὅ ἐστι ἀπὸ τοῦ σκέλλω. Στεῖρα . παρὰ τὸ στῶ, οὗ παράγωγον στείω, στεῖρα, ἡ τοῦ κυῆσαι στάσιν ἔχουσα. οὕτω Φιλόξενος· ὁ δὲ Εὐδαίμων, παρὰ τὸ στέρεσθαι τοῦ τίκτειν. Σπείρω , παράγωγον τοῦ σπῶ. ἅμα γὰρ τῷ καταβληθῆναι τὴν σπορὰν, σπᾶται ὑπὸ τῆς γῆς τὸ χωρῆσαν εἰς αὐτήν. οὕτω Φιλόξενος. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν θηλειῶν, ὅτε δέχονται τὸ σπέρμα. Στιλπνός . παρὰ τὸ στίλβω, ὡς τέρπω τερπνός. Σεμνός . παρὰ τὸ σέβω. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Σόλος . ὁ δίσκος. παρὰ τὸ σῶ, τὸ ὁρμῶ καὶ κινῶ. ἀπὸ δὲ τοῦ σῶ, ὁ μέλλων σώσω, καὶ ῥηματικὸν ὄνομα κατὰ συστολὴν τοῦ ω εἰς ο , σόλος. παρὰ τὸ ὅλον σεύεσθαι, ὡς στρογγύλον. οὕτω Φιλόξενος. Σαλάμβη . |
| sigma 148 [35] | ἡ θυρὶς ἡ ἐν σάλῳ οὖσα, ἢ παρὰ τὸ σέλας βαίνειν δι’ αὐτῆς. Σαλαμβάς . ἡ δαίμων, παρὰ τὸ ἀεὶ περιφέρεσθαι καὶ ἐν σάλῳ εἶναι· ἢ ὅτι περιέρχεται τὸν Ἄδωνιν θρηνοῦσα. καὶ σηλάζειν Ἀνακρέων ἐπὶ τοῦ θρηνεῖν. σαλεύει γὰρ, καὶ ταράττει τὴν διάνοιαν ἡ τοιαύτη ὀδύνη τοῦ θρήνου. Συστῆσαι . εἴρηται ἀπὸ μεταφορᾶς τῶν ἵππων καὶ τῶν ἡμιόνων. ἐπεὶ μετὰ τῶν συνήθων ἵστανται καὶ εὐσταθοῦσιν ἐν ταῖς φάτναις. Σιλλοί . τιλλοί τινες εἰσί. τίλλειν δὲ τὸ κόπτειν, ὡς λέγει Ἀνακρέων. Σωρός . σωρεύω, σωρεὺς, καὶ κατὰ συγκοπὴν σωρὸς, ὡς φωλεύω φωλεός. Σκυθρωπάσαι . πλεονασμῷ τοῦ ρ , σκυθωπάσαι δὲ ἐστὶ, παρὰ τὸ Σκυθικοὺς ἔχειν ὦπας, ὅ ἐστι καταπληκτικούς. Σφέλας . τὸ ὑποπόδιον. παρὰ τὸ φλᾶσθαι εἰς αὐτὸ τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι ἐν τῷ καθέζεσθαι. Σφάζω . φῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ ἀναιρῶ. οὗ παράγωγον εἰς μι , φημὶ, ἔνθεν φατὸς, καὶ ἠΐφατος, καὶ τὸ πέφαται, καὶ πεφάσθαι, καὶ τούτου τὸ φῶ παράγωγον φάζω, καὶ πλεονασμῷ τοῦ ς , σφάζω. Στατήρ . παρὰ τὸ ἵστημι, στήσω, στατὴρ, καὶ παρ’ ἡμῖν ἐπὶ τοῦ νομίσματος τίθεται. Σταγών . παρὰ τὸ στῶ ῥῆμα, οὗ παράγωγον στάζω, οἷον οὐ ῥύδην, ἀλλὰ διάστασιν τῆς φορᾶς τοῦ ὑγροῦ λαβούσης. Στήλη . παρὰ τὸ στῶ ῥῆμα, στήσω, στήλη. Σιτοδεία . σίτου ἔνδεια, καὶ συγκοπῇ σιτοδεία. Σκνιπὸς καὶ σκνιφός. ὁ μικρολόγος. παρὰ τοὺς κνίπας, καὶ τὴν τούτων μικρότητα. σκνὶψ δὲ κωνωποειδὲς πτηνόν. Σίφων . παρὰ τὸν ποιὸν ἦχον ἐν τῷ ἀνενέγκαι ποιεῖν. Σκαρθμός . παρὰ τὸ σκαίρω, σκαρμὸς, καὶ πλεονασμῷ τοῦ θ , σκαρθμός. Σκαρδαμύττειν . |
| sigma 149 [25] | παρὰ τὸ μύω μύσω, καὶ παράγωγον, ὡς ἀφύω ἀφύσσω. παρὰ τὸ σκαίρειν τὸ μύειν ἐν τῇ συνεχεῖ κινήσει τῶν βλεφαρίδων. Σκάφος . παρὰ τὸ σκάπτω, δηλοῦν καὶ τὸ κοιλαίνω. Στραβός . παρὰ τὸ στρέφω, τροπῇ τοῦ ε εἰς α , καὶ τοῦ φ εἰς β . οἷον ὁ διεστραμμένος τοὺς ὀφθαλμούς. Σήθω . παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείειν ἐν τῷ κοσκίνῳ. ἀπὸ δὲ τούτου τοῦ σήθειν, Ἡρόδοτος τοῦ σῶ τὸ τρίτον πρόσωπον τῶν παθητικῶν λέγει σῶσιν, ἀντὶ τοῦ σήθουσιν. ὡς παρὰ τὸ κνῶ, κνήθω, ἀλῶ ἀλήθω, πλῶ, ὅθεν τὸ πλῆμι, καὶ διπλασιασμὸς πίμπλημι, καὶ παράγωγον τοῦ πλῶ πλήθω, οὕτω τοῦ σῶ σήθω. Στροφάλιγξ . παρὰ τὸ στρέφω εἰς ιξ γίνεται παρώνυμον ἀπὸ τῶν εἰς ος · καὶ ὡς φοῖνος φοῖνιξ, λάος λάϊγξ, καὶ πλεονασμῷ τοῦ γ , στρόφιγξ, καὶ πάλιν προσελθόντος τοῦ αλ , στροφάλιγξ. Σεῖστρον . παρὰ τὸ σείω. Στήμων . στῶ, στήσω, στήμων, καὶ φιλῶ, φιλήσω, φιλήμων. Στίζω . παρὰ τὸ στῶ στίζω. τὸ τὸν διακεχυμένον καὶ πεπλανημένον λόγον στῆσαι. ὁ δὲ Φιλόξενος, ἐν τῷ περὶ μονοσυλλάβων ὀνομάτων, στίζειν ἐστὶ τὸ τὰς ἐν τῇ ἀναγνώσει φορὰς ἐν στάσει ποιεῖν, στίζειν λέγομεν. ἀπὸ τοῦ στίζω στιγμή. Σταλαγμός . στῶ ἐστὶ ῥῆμα, οὗ παράγωγον στάσσω, οὗ μέλλων στάξω, καὶ ἐπεισελθόντος τοῦ αλ , σταλαγμός. τὸ δὲ στάσσω καὶ αὐτὸ προσλαβὸν τὸ αλ , ἐποίησε τὸ σταλάσσω. Σύλος . |
| sigma 150 [25] | ὡς πλήθω πληθύω, ἄνω ἀνύω, οὕτω καὶ στῶ στύω, στύσω, στύλος. οὕτω καὶ χῶ, χύω, χύσω, χυλός, ὀξυτόνως. τὰ γὰρ ῥηματικὰ ταῦτα ὀνόματα διαφόρως τονίζεται. Σποδός . παρὰ τὸ σβέω σβέσω, σβοδὸς καὶ σποδός· ἡ ἐκ τοῦ ἐσβεσμένου πυρός. Στολή . παρὰ τὸ στέλλω στολή. Σκῆψις . σκέψις ἐστὶ, καὶ τροπῇ τοῦ ε εἰς η , σκῆψις. οἱ γὰρ προφασιζόμενοι σκέπτονται τί εἴπωσι. Σκῶλον . παρὰ τὸ σκῶ, τὸ ξηραίνω. σκόλος ἐστὶ, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω , σκῶλος. Ὅμηρος· ὥστε σκῶλος πυρίκαυστος, ὁ ὑπὸ πυρὸς ἐξηραμμένος. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Σιφλός . πλεονασμῷ τοῦ φ . κυρίως δὲ ὁ σεσινωμένος τοὺς ἴλλους. κατὰ δὲ καὶ ἐπὶ ἄλλου μέρους τοῦ σώματος. οὕτως Ἡρωδιανός. Συρία . παρὰ τὸ σύρεσθαι ὑπὸ τοῦ κατακλυσμοῦ. ἐκ τοῦ ἐναντίον, Ἀσσυρία, παρὰ τὸ μὴ σύρεσθαι τότε. εἰσὶ δὲ οἱ Πέρσαι. ἐκεῖσε γὰρ οὐκ ἐστὶ θάλασσα. Σπόγγος . εἰ μὲν διὰ τοῦ π , παρὰ τὸ σπᾶν τὰ ὑγρά. διὰ δὲ τοῦ φ , παρὰ τὸ σφίγγειν. κατὰ τὰς ἐκθλίψεις. οὕτως Ἡρωδιανός. Συνημοσύναι . παρὰ τὸν ἥσω μέλλοντα. ἀπὸ τοῦ εἰς ταὐτὸν ἀφεῖναι τὰ τῆς διανοίας. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὁμηρικῇ προσωδίᾳ. Στηκός . τηκός, οἷον στηκῶος ἐστὶν, ὃν στήκουσιν εὐχώμενοι. Στράτα . ἡ ἐστρωμένη ὁδὸς καλεῖται τῇ Λατίνων φωνῇ. ΑΡΧΗ ΤΟΥ Τ. |
| tau 149 (t) [1] | Τράπεζα . κατὰ ἀποβολὴν, τουτέστι, τετράπεζα, τέσσαρας πόδας ἔχουσα. αἱ γὰρ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν. Τέναγος . |
| tau 150 | παρὰ τὸ τέγγω τὸ βρέχω. τέγγος τέναγος, ὁ ὑπόβροχος τόπος. Τάφρος . πλεονασμῷ τοῦ ρ . παρὰ τὸ ἀφαιρεῖσθαι ἐν τῷ σκάπτεσθαι, ἄφαρος, ἄφρος, τάφρος. |
| tau 151 [35] | ὁ δὲ Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς φησὶ, παρὰ τὸ τρέπω, τὰ πρὸς οἷον τροπὴν ποιουμένη τῶν πολεμίων, καὶ μεταθέσει τοῦ π εἰς φ , τάφρος. Τέκνον . τέκω, τέκανον, τέκνον. Τύμπανον . τύπτω, τύπανον, πλεονασμῷ τοῦ μ , τύμπανον. Τήγανον . τήκω, τήκανον, καὶ μεταθέσει τοῦ κ εἰς γ , τήγανον. Τριτογένεια . ἤτοι ἡ παρὰ τῷ Τρίγωνι ποταμῷ γεννηθεῖσα, ἢ ἡ τρεῖς ποιοῦσα τοὺς ἐν τῷ πολέμῳ. ἢ ἐπειδὴ ἡ αὐτὴ ἐστὶ τῇ σελήνῃ. αὕτη δὲ τριταία οὖσα φανερὰ γίνεται, τουτέστιν ὅτε τρίων δρόμων. Τρίβον . ὁ τρίπους, ὁ τὴν τριβὴν, ὁ τρεῖς βάσεις ἔχων. Τάριχος . παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰσχναίνεσθαι, ἢ παρὰ τὸν γάῤῥον ἴσχειν καὶ εἰς χ γάῤῥον ἐξιχωρίζεσθαι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. καὶ ἐστὶ τροπὴ τοῦ γ εἰς τ . Τανύηκες . ἐπὶ τοῦ ξίφους. τὸ τεταμένην ἔχον τὴν ἀκὴν, τουτέστι ἠκονημένην. ἡ δὲ ἀκὴ παρὰ τὸ εἵκω, ὡς παρὰ τὸ τρίβω τριβή. ἥκειν δὲ καὶ προήκειν, τὸ εἰς ὀξὺ νενευκέναι. Τροχός . παρὰ τὸ τρέχειν, ὡς παρὰ τὸ δραμεῖν δρόμος. Τείρεα . παρὰ τὸ τείρειν, ὅ ἐστι δαμάζειν, βλάπτειν. εἰσὶ γὰρ ἀστρόβλητοί τινες. ἢ παρὰ τὸ τέρας, τὸ σημεῖον. σημαντικὰ γὰρ εἰσὶ τινῶν μελλόντων. Τηθύς . παρὰ τὴν τιτθὴν καὶ τὴν τήθην. τὰ γὰρ πάντα τρέφει. Τάφος . θήπω ἐστὶ ῥῆμα. τὸ ταράττω καὶ ἐκπλήττομαι. ἔνθεν τὸ τέθηπέ τις. ἐστὶν οὖν θήπω· καὶ ῥηματικὸν ὄνομα θάπος, τροπῇ κατ’ Ἴωνας τοῦ θ εἰς τ , καὶ τοῦ π εἰς φ , τάφος. Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Τάφος . ἔνθα τὰ λείψανα. παρὰ τὸ θῶ τιθῶ, παράγωγον θάπτω, καὶ πάλιν τροπῇ τοῦ θ εἰς τ , καὶ τοῦ π εἰς φ . |
| tau 152 [35] | περιττὸν γὰρ ἐστὶ τὸ τ ἐν τῷ ῥήματι. Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Τηλοῦ . παρὰ τὸ τέλος τελοῦ ἐστὶ, καὶ τροπῇ τοῦ ε εἰς η , τηλοῦ. τὰ γὰρ ἐπὶ τέλους συντείνοντα μεγεθύνεται. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Τάλας . παρὰ τὸ τάλλω, καὶ τλῶ κατὰ συγκοπήν. Τλήμων . τλῶ, τλήσω, τλήμων. Τρύχειν . τρῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ βλάπτειν καὶ κακοῦν, οὗ παράγωγον τρώω. Ὅμηρος· οἶνός σε τρώει μελιηδής. τοῦ τρῶ ἄλλο παράγωγον τρύω, καὶ προσθέσει τοῦ χ , τρύχω. Τρώσω . τρῶ παράγωγον, σημαίνει τὸ κατεργάζεσθαι, καὶ μὴ ἐὰν τινὰ ἂν τρώσῃ τις ὑγρᾶ. οὕτω Φιλόξενος. Τρῶκται . οὕτω τοὺς Φοίνικας φασίν. Ὅμηρος· δὴ τότε Φοίνιξ ἦλθεν ἀνὴρ, ἀπατήλια εἰδὼς, τρώκτης. ἐκ τοῦ τρώω σημαίνοντος τὸ βλάπτω. παράγωγον τρώσω, οὗ μέλλων τρώξω, ῥηματικὸν ὄνομα, τρώκτης, ὁ ἐπὶ βλάβῃ τισὶν ἐγκαταμίσγων. Φιλόξενος. Τέρτρον . τρῶ τρᾷς ἐστὶ ῥῆμα, ὅπερ ἐστὶ κατὰ συγκοπὴν τοῦ τείρω. παρὰ δὲ τὸ τείρω τέρτρον, ὡς παρὰ τὸ φέρω φέρτρον, λέγω ἐπὶ τοῦ κοιμῶμαι λέκτρον. Τρίζω . παρὰ τὸ τρῶ τρίζω παράγωγον. δηλοῖ δὲ ὀδυνηράν τινα φωνήν. ἔνθ’ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας. Τανηλεγής . παρὰ τὸ λέγω τὸ κοιμῶμαι, καὶ παρὰ τὸ ταναόν, ταναλεγὴς καὶ τανηλεγής, ὁ αἰώνιον κοίμημα καὶ μακροχρόνιον ἔχων. Τέρσεσθαι . παρὰ τὸν θέρσω, μέλλοντα Αἰολικὸν, καὶ τροπῇ τοῦ θ εἰς τ . Τιθήνη . παρὰ τὸν τιτθὸν, ἀποβολῇ τοῦ ἑνὸς τ . οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. ὁ αὐτὸς καὶ περὶ τὸν θήσω μέλλοντα, δηλοῦντα τὸ τρέφω, ὄνομα θήνη, καὶ διπλασιασμὸς τιθήνη. Τυρός . |
| tau 153 [25] | τροπῇ τοῦ η εἰς υ . παρὰ τὸ τηρεῖσθαι. γάλα γὰρ τηρούμενον ἐστὶν ὁ τυρός. ὡς παρὰ τὴν ἅλμην ἁλμυρὸς, οὕτω καὶ τυρός. Βησαντῖνος ἐν τῷ περὶ Χρηστομαθίας. Τριτογένεια . ἡ Ἀθηνᾶ. κατὰ Δημόκριτον, φρόνησις νομίζεται. γίνεται δὲ ἐκ τοῦ φρονεῖν τρία ταῦτα· βουλεύεσθαι καλῶς, λέγειν ἀναμαρτήτως, καὶ πράττειν ἃ δεῖ. Τροπός . ὁ τροπωτὴρ τῆς κώπης. παρὰ τὸ τρέπειν ὅπου δεῖ τὴν κώπην. τρέπω τροπὸς, ὡς πέμπω πομπός. Τρίβακος . τριβὴ τρίβαξ παρώνυμον, καὶ ἡ γενικὴ εὐθεῖα γίνεται πολλάκις, ὡς φύλαξ φύλακος, καὶ ὁ φύλακος, ῥόος ῥοάξ, καὶ μεταθέσει τοῦ ο εἰς υ , ῥύαξ. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ἰάδος διαλέκτου. Τρήρων . παρὰ τὸ τρέω τὸ φοβοῦμαι. τρεερὸς ὄνομα ῥηματικὸν, τῶν δύο εε εἰς η συναλοιφῇ, ἐξ οὗ καὶ τρήρων. Τόξον . τάζω ἐστὶ ῥῆμα, ἀφ’ οὗ ἔταγον δεύτερος ἀόριστος, καὶ ταγὼν μετοχὴ, καὶ κατὰ ἀναδιπλασιασμὸν τεταγὼν, ὡς πείθω πιθὼν καὶ πεπιθών. παρὰ τὸ τάζω οὖν, καὶ τάξω μέλλων, τάξον ἐστὶ, καὶ τόξον τροπῇ τοῦ α εἰς ο . Φιλόξενος ἐν τῷ περὶ Ἰάδος διαλέκτου. Τραπέουσι . δηλοῖ τὸ πατοῦσι. παρὰ τὸ τρέπω. Τρώγλη . παρὰ τὸ τρώγω τρώξω τρώγλη, τὸ διαβεβρωμένον καὶ τετρυπημένον μέρος τοῦ τοίχου. Τρυφή . |
| tau 154 [25] | παρὰ τὸ θρύπτω καὶ θρυπτή, τρυφή. Τάλαντον . τὸ ζυγόν. παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ κατὰ ἀναδιπλασιασμὸν τιταίνω. ὡς φαίνω φαντὸς καὶ ἄφαντος, καὶ χραίνω χραντὸς καὶ ἄχραντος, οὕτω τιταίνω ταντὸς, καὶ οὐδέτερον ταντὸν, καὶ πλεονασμῷ τοῦ αλ , τάλαντον, καὶ σύνθετον ἀτάλαντον. Τηλία . ἡ περιφέρεια τοῦ κοσκίνου. παρὰ τὸ σῶ, δηλοῦν τὸ σείω, καὶ σήθω, καὶ κινῶ. σῶ, σήθω, ἀφ’ οὗ ὄνομα σηλία καὶ τηλία. τρέψαντες γὰρ οἱ Ἀττικοὶ τὸ ς εἰς τ , τὸ σῶ θῶ λέγουσι. καὶ ἐν συνθέσει διάττω, καὶ πλεονασμῷ τοῦ τ , τῶ, διάω, διάττω. Ταινία . παρὰ τὸ ταίνω ῥῆμα. διπλασιασμὸς γίνεται τιταίνω. Τελαμών . παρὰ τὸ ταλάσσω, ταλαμών, καὶ τροπῇ τοῦ α εἰς ε , τελαμών. Τέρεν κατὰ δάκρυον εἴβει. παρὰ τὸ θέρω θέρεν καὶ τέρεν, τὸ ὡς τεθρασμένον καὶ διακεχυμένον. Τέρεν . τὸ ἁπαλόν. παρὰ τὸ διακεκῦσθαι, ἢ μὴ τραχὺ εἶναι. οἷον τὸ ὑπὸ θερμότητος δυνάμενον διαχυθῆναι· ὅπερ ἐστὶ ἁπαλόν. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Τροία . βιωτικὸν ὄνομα, Τρὼς Τρωὸς, Τρωΐα καὶ Τροία. Τρύγοιπος . ὁ ὑλιστήρ. παρὰ τὸ ἰποῦσθαι τὴν τρύγα. Τέκμωρ . παρὰ τὸ τέκω τέκμωρ, καὶ πλεονασμῷ τοῦ μ , τέκμωρ. ΑΡΧΗ ΤΟΥ Υ. |
| upsilon 153 (t) [5] | Ὑπεροπλία . ἀπὸ τῶν ὑπὲρ ἑαυτοὺς ὅπλα φερόντων. Ὑψηχέες ἵπποι. παρὰ τὸ εἰς ψύχος ἔχειν τὴν ἀναφορὰν, καὶ παρὰ τὸ εἰς ὕψος ἀναφέρειν τὸν ἦχον τῶν ποδῶν. Ὑσμίνη . συγκοπῇ, καὶ πλεονασμῷ τοῦ ς , ὑπομείνη τις οὖσα. χρεία γὰρ ὑπομονῆς τοῖς μαχομένοις. πλεονασμὸς ἐστὶ τοῦ δ , δυσμίνη καὶ ὑσμίνη, ὡς διωκὴ καὶ ἰωκή. Ὑπερφίαλος . |
| upsilon 154 [5] | τροπῇ τοῦ υ εἰς ι , ὑπερφίαλός τις ὢν, καὶ ὑπερφυής. Ὑπέραι . αἱ ἐξηρτημέναι τοῦ κέρατος σχοῖνοι, παρὰ τὸ ὑπεράνω εἶναι. Ὑβόν . κυφὸν ἐστὶν ἀποβολῇ τοῦ κ , καὶ τροπῇ τοῦ φ εἰς β . Ὑστέρα . ἀπὸ τῆς μήτρας, ἤτοι ἀπὸ τῆς θέσεως, ἢ ἀπὸ τοῦ μὴ εὐθὺς, ἀλλ’ ὕστερον ἀποδιδόναι τὰς ἰδίας ἐνεργείας. Ὑπήνη . |
| upsilon 155 [30] | αἱ ὑποκάτω τοῦ γενείου τρίχες, ἀπὸ τοῦ ὑπεῖναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ. οἱ δὲ παρὰ τὸ ἴημι, οὗ μέλλων ἤσω, ἤνη καὶ ὑπήνη, παρὰ τὴν ἕσιν τῶν τριχῶν. οὕτω Φιλόξενος. Ὑπώπια . τὰ ὑπὸ τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμοὺς πελιώματα. Ὑπερώα . ὁ οὐρανίσκος. Ὅμηρος· χείλεα μέν τ’ ἐδίῃν’, ὑπερῴην δ’ οὐκ ἐδίῃνε. παρὰ τὸ ὑπ’ αὐτὴν ὁρμᾶσθαι τὴν τροφήν· ἐρωὴ γὰρ ἡ ὁρμή. ἢ μετενήνεκται ἀπὸ τῶν ὑπερῴων οἰκοδομημάτων καὶ μετεωρισμένων ὑπὲρ τὴν ἔραν, τουτέστι τὴν γῆν. ἡ αὐτὴ δὲ ἐτυμολογία καὶ ἐπὶ τοῦ ὑπερῶον. Ὕστερος . συγκοπῇ τῆς πη συλλαβῆς, καὶ πλεονασμῷ τοῦ ς . ὡς γὰρ πρὸ πρότερος, καὶ ὑπὸ ὑπότερος, καὶ ὕστερος. ὑπὸ ἑνὸς γὰρ ἑτέρον λέγεταί τις ὕστερος, ὥστε πλεονασμὸν εἶναι τοῦ ς . Ὕσπληξ . ὑπόπληξ. συγκοπῇ καὶ πλεονασμῷ τοῦ ς , ὑπόσπληξ καὶ ὕσπληξ. οἱ δέ τινες παρὰ τὴν ἕσιν καὶ πλῆξιν ἔσπληξ καὶ ὕσπληξ, ἀντίθεσις τοῦ ε εἰς υ , ἀπὸ τοῦ ὑποπλήσσειν τὴν σπάρτον ἀφιεμένην ὑπὸ τῶν δρομέων. Ὑπερώσιος . ἔκτασις τοῦ ο εἰς ω , παρὰ τὸ ὅσιον. Ὕμνος . οἷον ὑπόμονός τις ὢν, καθὸ εἰς ὑπομονὴν καὶ μνήμην ἄγει τὰς τῶν ἐπαινουμένων πράξεις· κεχώρισται δὲ τῶν ἐγκωμίων καὶ τῶν προσῳδιῶν, καὶ παιάνων, οὐχ ὡς κἀκείνων μὴ ὄντων ὕμνων, ἀλλ’ ὡς γένος ἀπὸ εἴδους. πάντα γὰρ εἰς τοὺς ὑπερέχοντας γραφόμενα, ὕμνους ἀποφαινόμεθα· καὶ ἐπιλέγομεν τὸ εἶδος τῷ γένει, ὕμνος προσῳδιῶν, ὕμνος ἐγκωμίου, ὕμνος παιᾶνος. σημαίνει δὲ τοῖς ἐν ὑπεροχαῖς τὰ γενικὰ καὶ τὰ ἰδικὰ, καὶ τὰ κύρια ὀνόματα· ὥστε μὴ προστιθεμένου τοῦ εἰδικοῦ, ἀπὸ τοῦ γενικοῦ νοεῖσθαι τὸ ἰδικὸν, ὡς ἐπὶ Ὁμήρου· ποιητὴν γὰρ αὐτὸν ἰδικῶς λέγομεν καὶ θεῖον. ὅταν λέγομεν ἰδίως, τὸν ὑπερέχοντα νοοῦμεν ἐκ τοῦ κοινοῦ, διὰ τὴν ὑπεροχήν· οὕτω καὶ ὕμνον ἰδίως λέγομεν διὰ τὴν σεμνότητα, καὶ περὶ τῶν ἄλλων, ὕμνων ὄντων. |
| upsilon 156 [30] | κεχώρισται δὲ τῶν προσῳδιῶν, καὶ κατὰ τοῦτο ἐστὶ τὰ μὲν προσῴδια, καθὰ καὶ κέκληται, προϊόντες ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾖδον· τὸν δὲ ὕμνον πρὸς κιθάραν. οὕτω Δίδυμος ἐν τῷ περὶ Λυρικῶν ποιητῶν. Ὕαλος . παρὰ τὸ ὕειν ἐσχημάτισται, καθ’ ὁμοιότητα τῆς γινομένης συστάσεως καὶ πήξεως τοῦ ὕδατος, ὑάλῳ ὁμοίως. Ἡρακλείδης. Ὑμήν . ὑφήν τις ἐστίν. ἀπὸ τοῦ ὡς ὕφασμα εἶναι, λεπτὸν ὄντα. Ἡρακλείδης. Ὕπουλος . ἀπὸ μεταφορᾶς τῶν τραυμάτων ὑπονεμομένων οὕλῳ. λέγεται· ὁ μὴ προφανῶς πονηρός. Ὑδρία . τὸ εἰς ὕδωρ εὔθετον ἀγγεῖον. Ὕλη . παρὰ τὴν ἱλήν. ἡ δὲ ἱλὴ παρὰ τὸ ὕεσθαι καὶ βρέχεσθαι, καὶ ὕλη, ἡ διὰ τοῦ ὑγροῦ αὐξανομένη. Ὕδωρ . παρὰ τὸ ὕω τὸ βρέχω, ὕωρ, καὶ πλεονασμῷ τοῦ δ , ὕδωρ. οὕτως Ἡρωδιανός. Ὑγρόν . ὑδρόν τι ὄν. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸν ὕσω μέλλοντα φησὶν ὑρὸς, καὶ πλεονασμῷ τοῦ γ , ὑγρὸς καὶ ὑγρόν. Ὑάδες . παρὰ τὸ ὕσειν. ὑετοῦ γὰρ παρασκευαστικαὶ εἰσὶ δύνουσαι. Ὕπαρ . ὦ ἐστὶ ῥῆμα, δηλοῦν τὸ ὑπάρχω. ἀφ’ οὗ ῥηματικὸν ὄνομα ἀρ, ὡς θένω θέναρ, ἔβω ἔβαρ καὶ εἶδας, καὶ μετὰ τῆς ὑπὸ προθέσεως, ὕπαρ. Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Ὑποβλήδην . βλῶ ἐστὶ ῥῆμα, οὗ μέλλων βλήσω, βλῆσις ὄνομα, καὶ ἀνάβλησις. ἀπὸ τοῦ βλῶ βλήσω βλήδην ἐπίῤῥημα, καὶ σύνθετον ὑποβλήδην. οὕτω Φιλόξενος. Ὑπερφίαλος . παρὰ τὸ φῶ, οὗ παράγωγον φαίνω. ὁ ὑπερφαίνειν τῶν ἄλλων ἑαυτὸν ἐπιχειρῶν δεῖξαι, ὃ ἐστὶν ὑπερήφανος. |
| upsilon 157 [15] | ἐὰν δὲ παρὰ τὸ φῶ τὸ λέγω, ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος. Ὑπηρέσια . κυρίως ἐπὶ τῶν ἐρετῶν, ἐφ’ ὧν καθέζονται ἐρέττοντες. οὕτως Ἡρηναῖος Ἀττικιστής. Ὑπόδρα . ῥῆμα ἐστὶ δέρκω, ὃ κατὰ συγκοπὴν γίνεται δρῶ τὸ ὁρῶ. καὶ ὑποδρώμενοι εἴρηται ἀντὶ τοῦ ὑφορώμενοι. καὶ ὡς μίσγω μίγδα, καὶ ἠρεμῶ ἠρέμα, οὕτω καὶ δρῶ δρά, καὶ συνθέτως ὑπόδρα. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Ὑπέρινον . τὸ σφόδρα λεπτόν. ἰνῶ ἐστὶ ῥῆμα τὸ ἐκκενῶ· ὅθεν ὑπέρινον ἄνδρα λέγουσι τὸν λεπτὸν, καὶ κενὸν σαρκῶν. Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου. Ὑπερβασία . κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ὅρους. ταὐτὸ δὲ καὶ ἐπὶ τῆς ὑπερηφανίας. δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τι ὑπὲρ ἑαυτούς. Ὑπόνοια . ἡ ὑπὸ πρόθεσις ἐντελοῦς διαθέσεως ἔλλειψιν δηλοῖ. |
| upsilon 158 [15] | ὑπονοεῖν οὖν τὸ μὴ τελέως νοεῖν τὸ προκείμενον. Ὑποκριτής . ἤτοι ἡ ὑπὸ κεῖται ἀντὶ τῆς ἀπὸ, οἷον ἀποκριτής. τὸ γὰρ, ὑποκρίνονται, ἵν’ εἰδῇς, ἀντὶ τοῦ ἀποκρίνονται. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Προθέσεως. Ὕψος . παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψος, καὶ τροπῇ τοῦ ο εἰς υ , ὕψος. ἀφ’ οὗ ἐστὶ τὸ ὁρᾶν πάντα. Ὑπεραέϊ . παρὰ τὸ ἄω ὄνομα ἐστὶ ὑπεραὴς, γενικὴ ὑπεραοῦς, καὶ ὑπεραέος, καὶ ὑπεραέϊ δοτική. Ὕνις . ἀποβολῇ τοῦ δ , δύνις τις οὖσα, ἐπεὶ κατὰ γῆς δύνει. Ὑγιής . ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἷον ὁ ὑγριὴς, καὶ ὑγιής. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. ἔνθεν διερὸς βροτὸς καὶ ἀλίβας ὁ νεκρός. Ὑπερκύδαντος . παρὰ τὸ κῦδος. οἱ δὲ παρὰ τὸ κυδαίνω. ὑπερκυδήνωντος. συγκοπῇ τοῦ η καὶ ν , ὑπερκύδαντος. οὕτως ὁ αὐτὸς ἐν Ἐπιμερισμοῖς. ΑΡΧΗ ΤΟΥ Φ. |
| phi 157 (t) [15] | Φοῖβος . φοιβόϊός τις ὢν, ὁ φοίβοις οἷον χρώμενος, ὅ ἐστι καθαροῖς. ὁ φαόβιός τις ὢν, ἐν ἴσῳ τῷ ἀργυρότοξος. Φέρτερος . ἀπὸ τῶν ἀχθοφόρων. καὶ ἀφαυρότερος, ὁ τοῦ φέρτερος· οἷον τε ἥττονα φορήτερός τις ὤν. Φύλοπις . τροπῇ τοῦ μ εἰς π . παρὰ τὸ ὁμοῦ τὰ φῦλα ἰέναι. οἷον ἡ ἐκ πολλῶν ἄθροισις. ἀπὸ μεταφορᾶς τῶν φύλων. Φρήτρη . φατρία. πλεονασμῷ τοῦ ρ φρατρία ἐστὶν, ὅτε ἀπὸ ἑνὸς καὶ εὐγενοῦς ἀνδρὸς, ὥσπερ πρώτου, καὶ κατὰ διαδοχὰς ἐπέκτασιν λάβῃ τὰ γένη, τό τε ἐπί τινα ἀναφέρεσθαι, ὡς Ἡρακλεῖδαι, καὶ Ἀχαιμενίδαι παρὰ Πέρσαις, ἀπὸ Ἀχαιμένους. Φάλαγγες . οἷον πάλαγγες. παρὰ τὸ πέλας καὶ ἐγγὺς ἀλλήλων εἶναι. Φέρεκλος ἁρμόζον ὄνομα τέκτονι, οἷον φερέκλονός τις ὤν. οὕτως εὗρον ἐν Ὑπομνήματι τοῦ Ποιητοῦ. Φάρος . |
| phi 158 [15] | οἷον φέρος. τὸ φερόμενον ἱμάτιον. Φύκος . παρὰ τὸ φύεσθαι. ἐστὶ δὲ φυτόν τι θαλάττιον. Φαλός . ἀσπιδίσκιόν τι λαμπρόν. παρὰ τὸ φάλιον, ὃ δηλοῖ τὸ λευκὸν, παρὰ τὸ φάος. Φρίσσειν . κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας, οἷον θρίσσειν. Φρουρός . ὁ φύλαξ. πρόορός τις ὤν. παρὰ τὸ προορᾶν. Φλύαρος . παρὰ τὸ αὐτό. ὁ ὑπερζέων τοῖς λόγοις. Ὅμηρος· ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα. ἀντὶ τοῦ ἀνέζεσαν. Φιάλη . κατὰ μετάθεσιν τοῦ π εἰς φ . πιάλη τὶς οὖσα. παρὰ τὸν πίω ἐνεστῶτα. Φάρμας . παρὰ τὸ ἄκος φέρειν, φέρακόν τι ὄν. ἐπὶ δὲ τοῦ κακοποιοῦ, παρὰ τὸ ἄχος, ἀπὸ δὲ τοῦ ἄχους τὴν βλάβην. Φωλεός . |
| phi 159 [35] | κυρίως ὁ σκοτεινὸς τόπος, παρὰ τὸ ἀπολωλέναι τὸ φῶς ἐκεῖθεν. Φόρμιγξ . κατὰ μετάθεσιν τοῦ ρ . ἐστὶ γὰρ φόρμιγξ παρὰ τὸ προηγεῖσθαι τῆς οἴμης. Φυτροί . κατὰ μετάθεσιν τοῦ υ εἰς ι . φυτροὶ γάρ τινες εἰσίν. ἀπὸ τοῦ φύεσθαι ἀπ’ αὐτῶν τὰ φυτά. Φθόνος . οἱ μὲν παρὰ τὸ φθονεῖν· οἱ δὲ παρὰ τὸ φόνων αἴτιον εἶναι. εἴγε βάσκανος, παρὰ τὸ τοῖς φάεσι καίνειν, φάσκανός τις ὤν. Φύλλον . φύω, φυαλὸν, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ λ , φύλλον. Φοξός . φάοξός τις ὢν, ἀπὸ μεταφορᾶς τῶν ἐν αὐτῷ περὶ διεστραμμένων ὀστρακίνων ἀγγείων ἐν τῷ ὡπτᾶσθαι. Φλέγμα . κατὰ ἀντίφρασιν. ἐστὶ γὰρ ψυχρόν. φλέγω φλέξω φλέγμα. τὸ δὲ πικρὸν φλέγμα λέγεται, οἷον χολή. οὐδὲ γὰρ ἀποκριθεῖσα πήγνυται. οὕτω λέγει Σωρανὸς, ἐτυμολογῶν τὸν ἄνθρωπον ὅλον. Φαλακρός . ὁ τὸ ἄκρον ἔχων φαλὸν, ὅ ἐστι λευκόν. φάλιον γὰρ τὸ λευκόν. φῶ τὸ λάμπω, φάω φάσω, φαλὸς καὶ φάλιος. φάε δὲ χρυσόθρονος Ἠώς. Φάη . οἱ ὀφθαλμοὶ, ὅτι δι’ αὐτῶν τὸ φῶς προχεῖται· ἢ ὅτι φωτός εἰσι κριτικοὶ καὶ δεικτικοί. Φολκός . παρὰ τὸ τὰ φάη παρέλκεσθαι, ὃ ἐστὶν ἐν τῇ συνηθείᾳ στραβὸς λεγόμενος. Φιλήτης . ὁ λῃστής. τινὲς κατὰ ἀποβολὴν τοῦ υ παρὰ τὸ ὑφελέσθαι. καὶ φασὶν, ὅτι πολλάκις αἱ λέξεις συμπάσχουσι τῷ σημαινομένῳ. ὡς ἐπὶ τοῦ λιμός. ἔλλειψιν γὰρ δηλοῖ τροφῆς. διόπερ ἡ λέξις ἐνέλειψε τοῦ ι . ἐκ γὰρ τοῦ λείψω ἔδει ἔχειν τὴν ει δίφθογγον. ἐστὶ δὲ καὶ τῶν τοιούτων ὀνομάτων διὰ δύο μμ γραφομένων κομμὸς, γράφω γραμμός. ἔδει λείψω λειμὸς, κατὰ δὲ ἔλλιψιν λιμός. οἱ δὲ κατ’ ἀντίφρασιν φασὶ φίλος φιλήτης. οὐ γὰρ φίλος ὁ κλέπτης. εἰ γὰρ ἦν παρὰ τὸ ὑφελέσθαι, καὶ ἀποβολῇ ἐγένετο τοῦ υ , ἔδει διὰ τοῦ ει διφθόγγου γράφεσθαι φειλήτης. Φολίς . παρὰ τὸ λέπω λοπίς, ὑπέρθεσις πολίς, μετάθεσις τοῦ π , φολίς. Φακή . |
| phi 160 [40] | φαηκακή τις ἐστὶν, ἡ βλάπτουσα τὰ φάη, τουτέστι τοὺς ὀφθαλμούς. καὶ ὁ ἰατρικὸς λόγος μαρτυρεῖ. Φιγμός . σφιγμός τις ἐστὶν, ἀποβολῇ τοῦ ς καὶ τοῦ γ , φιγμός. Φειδωλός τις ἐστὶν, ὁ φεύγων τὸ δοῦναι. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ. Φθείρ . ὁ ἀπὸ φθορᾶς σωματικῆς γενόμενος. παρὰ τὸ φθείρειν. Φρόνησις . ἡ φέρουσα ὄνησιν. φερόνησίς τις οὖσα. Φερνή . φερενή τις οὖσα. ἀπὸ τοῦ ἐπιφέρεσθαι. Φωνή . ἡ φωτίζουσα τῷ λόγῳ τὰ τοῦ νοῦ. Φώς . ὁ ἄνθρωπος, ὁ μόνος τὰ τῆς διανοίας φωτίζων τῷ λόγῳ, ἢ παρὰ τὸ φῶ τὸ λέγω. Φόνος . ἀπὸ τῆς φυσήσεως καὶ τοῦ ἤχου τῶν γινομένων ἐν τῇ χύσει τοῦ αἵματος. Φύσις . ἡ φύουσα ἐν ἅπασι. Φυλή . φύω, φύσω, φυλή. Φαρέτρα . φέρτρα. μετὰ πλεονασμοῦ, καὶ τροπῇ τοῦ ε εἰς α , φαρέτρα. ἐπλεόνασε τὸ ε . φάρτρα γὰρ ὤφειλεν εἶναι ἰσοσυλλάβως τῷ ῥήματι, ὡς μάσσω μακτρὸς, καλύπτω καλύπτρα. οὕτω Φιλόξενος. Φάρος . νῆσος, ἡ πρὸ τῆς Αἰγύπτου. παρὰ τὸ φῶ, οὗ παράγωγον φάω, καὶ φαίνω. παρὰ τὸ προφαίνεσθαι αὐτὴν πρὸ τῆς Αἰγύπτου. Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Φάσγανον . φῶ τὸ ἀναιρῶ. τοῦ φῶ παράγωγον φάζω, ὡς βῶ βάζω. τοῦ δὲ φῶ μέλλων φάσω, καὶ ῥηματικὸν ὄνομα φάσγανον. ὡς λείψω λείψανον. ἢ παρὰ τὴν σπάσιν σπάγανον. ἢ παρὰ τὸ σφάζω σφάγανον, καὶ μεταθέσει τοῦ ς , φάσγανον. Φλιαί . αἱ παραστάδες τῶν θυρῶν. παρὰ τὸ θλίβω, θλίψω, θλιαὶ, καὶ μεταθέσει τοῦ θ εἰς φ , φλιαί. Φρούριον . οὐκ ἀπὸ τοῦ φρουρός· ἦν γὰρ ἂν φρουρεῖον, ὡς ἰατρεῖον διὰ τῆς ει διφθόγγου, ἀλλ’ ἀπὸ τοῦ οὐδετέρου γέγονεν, προόριον φρούριον. ἡ δὲ μετάθεσις τοῦ π εἰς φ , διὰ τὴν ἐπιφερομένην δασεῖαν τοῦ ὁρῶ. Φρέαρ . παρὰ τὸ φρῶ, ἀφ’ οὗ τὸ εἰσφρῶ. ἀπὸ τοῦ προΐω κατὰ συναλοιφήν. φρῶ οὖν φρέαρ. παραδίδωσι γὰρ καὶ προΐησι τῶν ὑδάτων ῥύμην. Φρήν . |
| phi 161 [25] | παρὰ τὸ αὐτὸ ῥῆμα φρῶ· τί γὰρ φρονιμότερον τῆς φρηνός; φρήν. Φράζω . κατὰ τὸ αὐτὸ παράγωγον τοῦ φρῶ. ἀπὸ τοῦ προΐω, φρῶ, φράζω. Φύσκη . τὸ παχὺ ἔντερον εἴρηται ἀπὸ τοῦ πεσησθαι πληρούμενον λίπους καὶ αἵματος. Φρύγανα . τὰ εἰς τὸ φρύγειν καὶ καίειν ἐπιτήδεια. Εἰρηναῖος οὕτως. Φοίνικες . πόθεν οἱ Φοίνικες ᾤκουν παρὰ τῇ Ἐρυθρᾷ θαλάττῃ. φοινικοῖ γὰρ τὴν χροιὰν ἐκεῖνοι, ἀπὸ τῶν παρακειμένων πετρῶν, πορφυρῶν οὐσῶν. Φενίνδα . ἡ παιδιὰ διὰ σφαίρας, ὅταν αὐτὴν εἷς ἑνὶ δείξας, εἶτα λάθρα ῥίψῃ, καὶ ἐστὶ φαινακίνδα, καὶ συγκοπῇ φαινίνδα. ἀπὸ τοῦ φενακίζειν, ὅ ἐστι ἀπατᾶν. οὕτω Βησαντῖνος. Φώρ . ὁ λῃστής. παρὰ τὸ φέρω φὲρ ἐστὶ καὶ φὼρ, μεταθέσει τοῦ ε εἰς ω , ὁ τὰ ἀλλότρια φέρων. Φοῖνιξ . παρώνυμον. παρὰ τὸ φονὸν, δηλοῦν τὸ πυρόν. φοινὸς, φοῖνιξ. Φάρυγξ . ὁμοίως παρὰ τὸ φέρω. δι’ ἧς φέρεται τὸ πνεῦμα, καὶ ἐστὶ παρώνυμον φέρω φόρος καὶ φάρος, καὶ παρωνύμως φάρυγξ. Φρίκη καὶ φρίξ. παρὰ τὸ φρίσσω, οὗ μέλλων φρίξω, ἀφ’ οὗ φρίκη, καὶ τοῦ φρίξω ἀποβολῇ τοῦ ω , φρίξ. ὡς ἁρπάζω ἁρπάζω, ἅρπαξ. Φορμός . |
| phi 162 [25] | ἀπὸ τοῦ φέρω. Φρόνιμος . φρῶ ἐστὶ ῥῆμα, ἀφ’ οὗ ὄνομα φρὼν, οὗ παράγωγον φρονέω, φραίνω καὶ εὐφραίνω. ἀπὸ δὲ τοῦ φρῶ ἡ φρήν. παρὰ τὸ ἴω καὶ προΐω, συναλοιφῇ φρῶ. καὶ φρὴν, ἐφ’ ἧς προΐεται τὰ βουλεύματα, καὶ αἱ γνῶμαι. ὁ οὖν φρὼν ὄνομα, γενικὴ ἔχει φρονὸς, οὗ παράγωγον φρόνιμος. Φλέω . ἐστὶ ῥῆμα, ὅπερ καὶ φλύω εἴρηται, ὡς ῥέω ῥύω, ξέω ξύω. παρὰ τὸ φλέω ἐστὶ τὸ φλύω. Φόρτος . παρὰ τὸ φέρω, τροπῇ. τοῦ ε εἰς ο , φέρτος καὶ φόρτος. Φθέγγεσθαι . πλεονασμῷ τοῦ θ . φέγγεσθαι γὰρ ἐστὶ παρὰ τὸ φέγγος, ὅ ἐστι τὸ φῶς. εἴρηται οὖν παρὰ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ κινήματα. Φωριαμός . ἡ κιβωτός. παρὰ τὰ φάρη. ἡ τῶν φαρῶν δεκτική. Φάτνη . παρὰ τὸ φάγω φάγνη, καὶ τροπῇ τοῦ γ εἰς τ , φάτνη. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. δύναται δὲ καὶ παρὰ τὸ πατῶ τὸ ἐσθίω. ὅτι δὲ πατῶ ἐπὶ τοῦ ἐσθίω κεῖται, τίθησι τοῦτο καὶ Καλλίμαχος λέγων· ὁ δὴ μήκωνα πατεῖται. πάτνη οὖν, καὶ τροπῇ τοῦ π εἰς φ , φάτνη. Φοινός . παρὰ τὸ φόνον. φονὸς ἐστὶ ὀξυτόνως, καὶ πλεονασμῷ τοῦ ι , φοινός. ΑΡΧΗ ΤΟΥ Χ. |
| chi 161 (t) [10] | Χόρτος . αὐλῆς ἐν χόρτῳ. τὸ χωρίον. οὐ μόνον τὸ ἄθροισμα δηλοῖ. δύναται οὖν ὁ χορὸς πλεονασμῷ τοῦ τ , χόρτος. τὸ χώρημα δύναται, καὶ ὁ χῶρος κατὰ συστολὴν, καὶ πλεονασμὸν τοῦ τ , χόρτος. λείηναν δὲ χορόν. τὸν τόπον, καὶ τὸ χώρημα. Χείρων . κυρίως ὁ κατὰ χειρὸς ἥττων. Χείρων . ὁ Κένταυρος. ἀπὸ τῆς διὰ χειρῶν θεραπείας τῆς ἐν ταῖς χειρουργίαις, καὶ ῥιζοτομίαις. Χαράδραι . παρὰ τὰς ῥήξεις τὰς ἀπὸ τῶν φερομένων ὑδάτων, ἢ δι’ ὧν χωρεῖ τὸ τῶν ὄμβρων ὕδωρ. Χαίτη . κυρίως ἡ ἐκτεταμένη θρίξ. παρὰ τὸ κεχύσθαι. Χάρμη . |
| chi 162 [10] | ἡ μάχη, κατ’ εὐφημισμόν. Χώσασθαι . παρὰ τὸ κεχύσθαι τὴν ψυχήν. Χέρειες καὶ χείρονες. οἱ διὰ τῶν χειρῶν πορίζοντες, ὡς καὶ οἱ χερνῆται. Χαλίφρων . κυρίως ὁ μέθῃ ἀφραίνων. χάλις γὰρ ὁ ἄκρατος. παρὰ τὸ χαλᾶν καὶ ἀνιέναι ἀραρυίας τὰς φρένας. Χαῦνος . παρὰ τὸ χαίνω, χανὸς καὶ χαῦνος, ὡς φαίνω φανός. Χθές . ἀποβολῇ τοῦ ε . ἡ γὰρ ἐχθέσασα ἡμέρα καὶ ἐκτὸς γενομένη οὕτως εἴρηται, χθές. Χείρ . |
| chi 163 [35] | ἀφαίρεσις τοῦ ε , παρὰ τὸ ἔχειν, ἐχεὶρ καὶ χείρ. Χυλός . παρὰ τὴν χύσιν. διαφέρει δὲ χυλὸς καὶ χυμὸς, καὶ ἄμφω μὲν ὑγρά. ἀλλὰ τὸ μὲν ἐν πέψει καὶ ἐν αἰσθήσει γεγονός, χυμός. ἐστὶ γὰρ χυμὸς γλυκὺς καὶ πικρός. τὸ ἄπεπτον καὶ ἀνέψητον, πεφθῆναι δὲ δυνάμενον· ὡς τὴν ἐν πόαις καὶ ὀπώραις ὑγρὰν οὐσίαν. χυλὸς καὶ τοῦ βίου μαρτυροῦντος. τὸ μὲν γὰρ καλῶς ἑφθὸν σύγχυμον καλεῖται, τὸ δὲ ἀνέψητον, ἀσύγχυμον. Χιτών . παρὰ τὸ κεχύσθαι τῷ σώματι. Χορδή . τὸ ἔντερον, διὰ τὸ χωρεῖν δι’ αὐτοῦ τὴν ἐδωδήν. ὁμονύμως δὲ λέγεται ἡ νευρὰ τῶν ὀργάνων χορδὴ, διὰ τὸ ἐκ τῶν ὀργάνων γίνεσθαι. Χαλινά . τὰ ὑποκάτω τῶν γνάθων, οἷον χαιλινά τινα ὄντα, ὅτι χαίνονται δι’ αὐτῶν, ἡ ἔκθεσις γίνεται. Σωρανὸς οὕτως. Χείλη . τὰ θυροῦντα τὸ στόμα, καὶ οἷον ἐχίλη, τὰ καλύπτοντα καὶ συνέχοντα τοὺς ὀδόντας· ἢ ἀπὸ τοῦ δι’ αὐτῶν τὸν χιλὸν, τουτέστι τὴν τροφὴν λαμβάνειν· ἢ ἀπὸ τοῦ αὐτὰ κεχύσθαι καὶ μαλακὰ. ἢ παρὰ τὸ ἕλκειν τὸ κεχυμένον ποτόν. Χεῖρες . ἀπὸ τῆς χρήσεως, ὡσανεὶ χρήσιες οὖσαι, ἢ χρεῖαι. οὐδεμία γὰρ τέχνη προκόπτει δίχα χειρῶν. Ὀρφεύς· χειρῶν ὀλλυμένων ἐῤῥὲν πολυεργὸς Ἀθήνη. ἢ χειαί τινες εἰσὶν, οἷον χωρητική. ὡς δὲ Ἀπολλόδωρος, ἀπὸ τοῦ διϊστᾶν τοὺς δακτύλους, καὶ διέχειν. καὶ χηραμὸς, ἡ κεχηνυῖα. Χολάδες . ἀπὸ τῆς χύσεως· ἢ διὰ τὸ κατὰ φύσιν δέχεσθαι τὸ χολῶδες ἀπὸ τοῦ ἥπατος. οὕτω Σωρανός. Χορίον . τὸ ἐπὶ τὸ ἔμβρυον, ὡς χορεῖον αὐτοῦ ὂν, τὸ χορηγὸν τῶν διατρεφόντων. Χέδροψ . κατὰ συγκοπήν. χέδροπα γὰρ, τὰ τῇ χειρὶ ἀνασπώμενα. τὰ γὰρ ὄσπρια αἰθερίζεται. Χαμαί . παρὰ τὴν χθόνα. ὅθεν, αὐτὴ δὲ χθαμαλή. ἡ δὲ χθὼν, πλεονάζει τὸ θ . χῶ γὰρ ἐστὶ, τὸ χωρῶ. |
| chi 164 [35] | χαμαλὴ οὖν ἐστὶ, καὶ τὸ χαμαὶ οὖν ἐντεῦθεν. Χρῆμα . κυρίως τὸ διὰ χειρὸς ἔργον, οἷον χέρημα. Χωλός . τροπῇ τοῦ κ εἰς χ . κολοὺς γὰρ ἐκάλουν τοὺς ἀποβεβληκότας τὰ κέρατα. κολὸς οὖν καὶ χολὸς, ὃς τὸ κῶλον βέβλαπται. Χαίρειν . ὅτε λέγει τὶς, χαίρειν σοι λέγω· ἤτοι κατὰ εὐφημισμὸν, ἀντὶ τοῦ πόῤῥωθέν σε ἀσπάζομαι, οἷον οὐ προσποιοῦμαι ὅτι πάρει. Χάλαζα . παρὰ τὸ χαλᾶσθαι ἄνωθεν. Χθών . ἤτοι παρὰ τὸ ἡ κεχυμένη γῆ. Χώρα . ἡ κεχυμένη γῆ· ἡ παρὰ τὸ χῶ τὸ χωρῶ. Χελώνη . κατὰ στέρησιν τοῦ κέλλειν, ὅ ἐστι κινεῖσθαι. τὸ γὰρ ν στερητικόν. νωθὲς δὲ τὸ ζῶον. Χώνη . χοάνη τις ἐστὶ, δι’ ἧς χεῖται τὰ ὑγρά. Χοῖνιξ . παρὰ τὴν χώρησιν. Χεῦμα . παρὰ τὸ ἐκχεῖσθαι. Χρέος . παρὰ τὸ χρέω, τὸ δηλοῦν τὸ ἐνδεῖν. οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ Ἐπιῤῥημάτων. Χαίρω . παρὰ τὸ χέω, οὗ συναλοιφὴ χῶ, καὶ παράγωγον χαίρω. τὸ διακεχυμένην καὶ ἡδομένην ἔχειν τὴν ψυχήν. Χάσμα . παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ μέλλων χάσω, κέχασμαι, χάσμα. Χαός . χῶ, χείω, χαός· ὡς δαίω τὸ καίω, δαός, ἡ λαμπάς. δηλοῖ δὲ τὸ χαὸς τὸ μέγα καὶ ἀπέραντον χώρημα. Χηλός . τὸ κιβώτιον. χῶ, χήσω, χηλὸς, ὡς παρὰ τὸ βῶ βήσω βηλός. χηλὸς δὲ, ἡ χωροῦσα ἕκαστον τῶν ἐντιθεμένων. Χηραμός . ὁμοίως παρὰ τὸ χῶ τὸ χωρῶ. χῶ χήσω, χῆρος ὁ ἔρεμος, ὁ χωρεῖν δυνάμενος διὰ τὸ κενὸν εἶναι. χῆρος οὖν, καὶ παρώνυμον χηραμός. Χεὰ καὶ Χειά. ὁ φωλεός. παρὰ τὸ χέω, οὗ μέλλων μετὰ περισσοῦ τοῦ ι , χείσω. δηλοῖ δὲ τὸν χωρεῖν δυνάμενον τόπον· οὕτω Φιλόξενος. Ὅμηρος· ὡς δ’ ὡς ἀμφοτέρους ὅδε χείσεται. |
| chi 165 [25] | καὶ μετὰ περισσοῦ τοῦ ο . Καλλίμαχος· οἱ δ’ ὥστε ἐξ ὀχεῆς σοφίσαι ὅλως αὐχένα ἀναύχην. Χῶρος . παρὰ τὸ χῶ τὸ χωρῶ. Φιλόξενος οὕτως. Χορός . παρὰ τὸ χῶ τὸ χωρεῖν. ἐπὶ τοῦ τόπου. Ὅμηρος· λείηναν δὲ χορόν. καὶ μετωνυμικῶς ἐπὶ τῶν συνελθόντων εἴρηται χορὸς, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. Χάρτης . περὶ τὸ χῶ, οὗ μέλλων χήσω. ὥσπερ τὸ χῶ διαχέομαι παράγωγον ποιεῖ καὶ τὸ χαίρω· οὕτω καὶ τὸ χῶ ἐπὶ τοῦ χωρῶ παράγωγον ποιεῖ τὸ χωρῶ οὐκεὶ τοῦ σημαινομένου τοῦ χωρεῖν. παρὰ δὲ αὐτὸ τὸ χαίρω χάρτης, χωρητικὴ οὖσα τῶν ἐγγραφομένων. Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Χάρων . παρὰ τὸν χήσω μέλλοντα, δηλοῦντα τὸ χωρῶ. οὕτω Φιλόξενος. Χῆτος . οὕτως οὐδετέρως τὸ δηλοῦν τὴν ἔνδειαν. ὁμοίως παρὰ τὸ χήσω μέλλοντα. παρὰ δὲ τὸ χῆτος, χρῆμα χητίζω, καὶ χατίζω, ὡς θέρος θερίζω, ἀγαθὸς ἀγαθίζω, ἐξανθίζω. Φιλόξενος. Χορτάσαι . παρὰ τὸν χόρτον τὸν παραβαλλόμενον τοῖς ὑποζυγίοις. ἢ ὅτι πρὸ τῆς εὑρέσεως τῶν ἡμέρων τροφῶν χόρτοις ἐκέχρηντο. Χείμεθλα . παρὰ τὸ χέω καὶ χεῖμα. ἐν γὰρ τοῖς χειμῶσι τοῦτο συμβαίνει. Χωρίς . παρὰ τὸ χωρίσω ῥῆμα, ἀποβολῇ τοῦ ω τὸ ἐπίῤῥημα ἐγίνετο. Χηρωστής . παρὰ τὸ χηρῶ, ῥῆμα τρίτης συζυγίας. χῆρος χηρῶ. |
| chi 166 [25] | χηρωσταὶ δὲ οἱ τοῦ χήρου καὶ ἐρήμου συγγενῶν οἴκοι κληρονόμοι. Χαλεπαίνω . παρὰ τὸ χαλέπτω ῥῆμα, ἀφ’ οὗ παράγωγον χαλεπαίνω. Χερείων . συγκριτικὸν τοῦ χέρειος. ὅπερ παρῆκται ἀπὸ τῆς χειρὸς, ὅθεν χερειότερος. παρὰ τὸ χέρειος συγκριτικὸς εἰς ω χερείων, ὡς πλεῖος πλείων. πλεῖος δόμος. καὶ μεῖος μείων, ῥᾷος ῥᾴων. τοῦ δὲ χερείονος δοτικὴ χερείονι, συγκοπῇ χέρειϊ, ὅπερ διὰ τὴν κακοφωνίαν χέρηϊ φησί. χέρειος εἴρηται ὁ διὰ χειρῶν ἥσσων, αἷς ὁ ἄνθρωπος τῶν ἄλλων ζώων διαφέρει τεχνάσασθαι δυνάμενος. ὅτε δὲ οὐκ ἦν κακοφωνία, ἐτέρησε τὴν ει δίφθογγον· γείνατο ἰοχέρεια μάχη. Χαράδρα . παρὰ τὸ χαράσσω, ὡς ἕξω ἕδρα. τὰ γὰρ δύο σς καὶ τὸ ζ τῆς αὐτῆς συζυγίας ἐστί. Χίμαιρα . ἡ ἐν χειμῶνι τεχθεῖσα, οἷον ἡ ἕνα χειμῶνα ἔχουσα. Χερμάδιον . πλεονασμῷ τοῦ μ , χεράδιον καὶ χερμάδιον, τὸ πληροῦν τὴν χεῖρα. Χλαῖνα . παρὰ τὸ χλιαίνειν, ὅ ἐστι θερμαίνειν. Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Χρώς . χροῦς ἐστίν. ὅθεν τὸ χρόος· πάντες δ’ ἐν χροῒ πῆχθεν. καὶ μεταβολῇ τῆς ου εἰς ω , χρὼς, ὡς βοῦς βῶς παρὰ Δωριεῦσι. Χηλή . ὑπὸ τῶν διονύχων ζώων· σχηλή τις οὖσα. παρὰ τὸ διεσχίσθαι, ὥσπερ ὁπλὴ, ἀντὶ τοῦ ἁπλῇ. Χαραδριός . ὁ ἡδόμενος ταῖς χαράδριαις. ΑΡΧΗ ΤΟΥ Ψ. |
| psi 165 (t) [1] | Ψάμμος . ἡ παραθαλαττία ἄμμος. παρὰ τὸ ψαύεσθαι ὑπὸ θαλάσσης. Ψιάδες . πασιάδες τινὲς οὖσαι. παρὰ τὸ πάσσειν. οὕτως ἐν Ὑπομνήματι τῆς Ἰάδος εὗρον. |
| psi 166 | ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν φησί· ψακάδες, ψαάδες, ψιάδες, κατὰ ἀποβολὴν καὶ μετάθεσιν. ὁ δὲ Φιλόξενος φησὶν, ὅτι ψῶ, καὶ παράγωγον ψαύω, καὶ ψίω, ἀφ’ οὗ ψιάς. |
| psi 167 [20] | ἡ καταλεπτὸν τοῦ ὕδατος ἔκδοσις. ὡς λάμπω λαμπὰς, ἰάλλω ἰλλάς· ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν. ψῶ δὲ ῥῆμα, ὅθεν τὸ ψᾶν. οὕτως ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων Φιλόξενος. Ψύχος . ὅ ἐστι πνεῦμα. Ὅμηρος· ψύχεος ἱμείρων, ἀντὶ τοῦ πνεύματος. ὅθεν ἐκοιμᾶτο ὁ Ἐλπήνωρ ἐν τῷ ὑπερώῳ· καὶ ἐν Ἰλιάδι φησί· ἦκα μάλα ψύξασα, ἀντὶ τοῦ φυσήσασα. πνεῦμα δὲ καὶ ἡ ψυχὴ, τὸ πνεῖν ἡμῖν παρέχουσα. Ψωλίς . παρὰ τὸ ἐμφυσᾶσθαι κατὰ τὴν ὄρεξιν τῶν ἀφροδισίων, καὶ φύσει φυσῶδες ἐστί. οὕτω Σωρανός. Ψυχρός . ψύχος ψυχρός. οὕτως ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανός. Ψωμοί . παρὰ τὸ ψήχεσθαι ὑπὸ τῶν ὀδόντων καὶ τρίβεσθαι, καὶ τὰ ψιχία ὁμοίως. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ, παρὰ τὸ ψαύω. δηλοῖ γὰρ τοῦ ἐκ τελοῦς ἄρτου τὸ ἐλάχιστον φησί. Ψιλός . παρὰ τὸ ψῶ, καὶ κατὰ ψῶ. οὗ πᾶν ὅ, τιοῦν ἀπαιτεῖται καὶ ἀφῄρηται. Ψώρα . παρὰ τὸ ψῶ ὁμοίως, οὗ παράγωγον ψαύω. ἐπειδὴ ἐν τῷ πάθει ἀνεχόμενοι περιέχουσιν ὁρμὴν ἐπὶ τὸ ψαύειν τε καὶ κνήθειν τὰ πεπονθότα τὰ αὐτῶν μέρη. |
| psi 168 [20] | Ψεδνός . παρὰ τὸ ψῶ, οὗ μέλλων ψήσω, ῥηματικὸν ὄνομα ψεδνὸς, ὁ μαδαρὸς, παρὰ τὸ ἀπεψῆσθαι. οὕτω Φιλόξενος. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ φησὶν, ὅτι δηλοῖ τὸ φῶ, τὸ εἰς ἐλάχιστον καὶ μικρὸν ἐκ τινὸς οὐσίας μέρος καθιστάμενον. Ψηνὸς ὁ φαλακρὸς εἴρηται. Σιμωνίδης. παρὰ τὸ ψῶ, ψήσω, ψηνός. Ψύη . οὕτως διὰ τὸ υ παρὰ τὸ ψαύω. ψύη, ἡ ἐπιψαύουσα σὰρξ, καὶ ἐπιπολλοῖς οὖσα τοῖς ὀστέοις. οὕτως Εἰρηναῖος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέκτου. ἀποβολῇ τοῦ ε , καὶ τροπῇ τοῦ δ εἰς θ . ψάδος, ψύδος, ψύθος. Ψάλλειν . ἐπὶ τῶν χορδῶν, παρὰ τὸ ψῶ, οὗ παράγωγον ψαύω καὶ ψάλλω. παρὰ τὸ διὰ δακτύλων ἐφάπτεσθαι αὐτῶν. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. Ψιάς . παρὰ τὸ ψίσω τὸ ποτίζω. ὁ δὲ Ἡρωδιανὸς φησί· τὸ ψείω σημαίνει τὸ ἐλατοῦν τὴν οὐσίαν οὗτινοσοῦν ὑποκειμένου. τοιοῦτον καὶ τὸ ψαύω. τα. Ἀπολλόδωρος μὲν ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν φησίν. οὕτως ἐν τῷ ς τῆς καθολικῆς Προσῳδίας. ΑΡΧΗ ΤΟΥ Ω. |
| omega 169 (t) [25] | Ὦρες . αἱ γυναῖκες. Ὅμηρος· ἀμυνέμεναι ὤρεσσι. ἀπὸ τοῦ ὀαρίζειν, ἢ συναρηρέναι ῥεσσία. ἔνθεν καὶ συνωρίς· παρὰ τὸ συνηρμόσθαι. ἐστὶ δὲ ὄαρ, καὶ ὑπέρθεσις ἄορ, συναλοιφὴ ὦρ. Ὤπυεν . ὡμίλει ἐν τῇ συνουσίᾳ. ἀπὸ τῆς ὀπὸς, ἢ παρὰ τὸ ἕπεσθαι ἀνδρί. ἡ τροπὴ τοῦ μ εἰς π ὤμυεν, παρὰ τὸ ὁμοῦ ἰέναι. Ὤρος . ὁ ἐνιαυτός. παρὰ τὸ τὰς ὥρας, ὅ ἐστι τὰς τροπὰς, ἃς περιέχει. Ὠδύσσατο . ὠργίσθαι. παρὰ τὴν ὀδύνην· ἥ ἐστι παρὰ τὸ ἔδω. οἱ γὰρ χολούμενοι πρότερον ἑαυτοὺς ὀδυνώμενοι κατεσθίουσι. Ὠρακίω . παρὰ τὸ αἰκίζεσθαι τὴν ὥραν, τουτέστι τὴν μορφήν. ἀπὸ τοῦ ὠχριᾶν. σημαίνει δὲ τὸ λειποψυχεῖν. Ὠμόν . τὸ μὴ μεταβαλλόμενον ἐς πέψιν. ὡς καὶ τὴν ἔξω τροφὴν ὠμὴν λέγομεν, οὔτε ἑψημένην, οὔτε ὠπτημένην, ἢ ὡς Φιλόξενος τὸ ὠμὸν εἰρῆσθαι φησὶ τὸ ἐν ταυτότητι μένον, παρὰ τὸ ὦ τὸ ὑπάρχω, οἷον τὸ ἐν ταυτότητι ὑπάρχον καὶ μὴ μεταβληθέν. Ὠλέναι . αἱ χεῖρες. ἀπὸ τοῦ δι’ αὐτῶν ὁλοῦσθαι τὰς πράξεις, τουτέστι, πληροῦσθαι. οὕτω Σωρανός. Ὦπες . οἷον ὀπαί τινες οὖσαι τῆς ψυχῆς θεωρηταί. σώζεται δὲ ἐν συνθέτοις καὶ νῦν παρὰ τῷ βίῳ τὸ ὄνομα. ὑπώπια γὰρ λέγεται τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα. |
| omega 170 [25] | ὡς δέ τινες, ὦπες, ὅτι ὀπῇ καὶ τρήματι ἐοίκασι. Σωρανός. Ὦτα . Ἀπολλόδωρος μὲν, ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν· οἱ δὲ, δι’ ὧν ὠθεῖται ἡ φωνή· οἱ δὲ, κατὰ μετάθεσιν τοῦ π εἰς τ . ὠπά τινα ὄντα, παρὰ τὸ ὀπὰς ἔχειν· ἢ παρὰ τὸ δέχεσθαι τὴν ὄπα, ὅ ἐστι φωνήν. Ἡρακλείδης. Ὦχρος . χροῦς, χρὸς, ἄχροος. ἐστὶ δὲ ὁ κακόχρους ὑπέρθεσιν τοῦ ο , ἄοχρος. συναλοιφῇ τοῦ ο καὶ α εἰς ω , ὦχρος. Ὥρα . ἡ τροπὴ, παρὰ τὸ ὡρεῖν καὶ φυλάττειν τεταγμένως τὸν ἴδιον καιρόν. Ὦμος . παρὰ τὸ ὦ τὸ ὑπαρκτικόν. ὁ ὑπομένων τὰ βάρη ἰσχυρῶς. καὶ παρὰ τὸν οἴσω μέλλοντα. ὑφ’ οὗ φέρεται τὰ βάρη καὶ τὰ φορτία. οἴσω οἶμος, καὶ τροπῇ τῆς οι εἰς ω , ὦμος. ὡς ἐκ τοῦ ἐναντίου ἀγκὼν ἀγκώνη ἔδει λέγεσθαι, καὶ τροπῇ τοῦ ω εἰς οι , ἀγκοίνη. τοιοῦτον ἐστὶ καὶ τὸ θοίνη. θῶ τὸ τρέφω, ὁ μέλλων θώσω, θώνη ἔδει, καὶ λέγεται θοίνη. Ὦταν . ἐτὴς ἐστὶν ὁ ἀληθινὸς φίλος. παρὰ τὸ ἐτεὸν, παρώνυμον ἐτὴν, καὶ ἐτὰν μεταθέσει τοῦ η εἰς α , ὡς Ἑρμῆς Ἑρμᾶν. ἐτὴν δηλοῦν τὸν συνήθη. ἐθὴς οὖν ἐστὶ, καὶ μεταθέσει τοῦ θ εἰς τ , ἐτὴς καὶ ἐτὰν, Ἑρμῆς καὶ Ἑρμᾶν. οἱ δὲ βούλονται συναλοιφὴν τοῦ ὦ ἐτὰν καὶ ὦταν. Ὡρολογεῖον . λέγειν τὸ μετρεῖν. ὡρολογεῖον οὖν, ἐν ᾧ τὰς ὥρας μετροῦμεν. οὕτως Ἀπολλώνιος ἐν Γλώσσαις Ἡροδότου. Ὦλκα . |
| omega 171 [5] | ἰεμένω κατὰ ὦλκα. παρὰ τὸν ἔλξω μέλλοντα, τροπῇ τοῦ ε εἰς ο , ὄλξ, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω ὤλξ. Ὤμοι . φεῦ μοι. παρὰ τὸ οἴμοι σχετλιαστικὸν ἐπίῤῥημα, τροπῇ τοῦ ο εἰς ω · οἴμοι, ὤμοι. οὐ γὰρ, ὡς τινὲς, ὦ ἐμοὶ, καὶ συναλοιφῇ ὤμοι. πῶς γὰρ τῇ δοτικῇ ἐπεφέρετο εὐθεῖα, ὤμοι ἐγώ. Ὠμηστής . |
| omega 172 [5] | παρὰ τὸ ἔδω, ὄνομα ῥηματικὸν ἐτὴς, ὠμιστὴς, καὶ τροπῇ τοῦ ι εἰς η , ὠμηστής. Ὥρα . παρὰ τὸ ὁρίζειν, ὅρα καὶ ὥρα. παρὰ τὸ ὁρίζειν τὰ μέρη τῆς ἡμέρας καὶ τῆς νυκτός. Τέλος τῶν Ἐτυμολογιῶν Ὠρίωνος Θηβαίου Γραμματικοῦ Καισαρείας. |