eul_wid: umi-ab

Περὶ χροιᾶς τοῦ αἵματος τοῦ ἀπὸ φλεβοτομίας ἐκ τῆς
On the Color of Blood from Phlebotomy in Persian Medicine

Medical Writers Anonymous On the Color of Blood from Phlebotomy in Persian Medicine PDF

t * ΠΕΡΙ ΧΡΟΙΑΣ ΑΙΜΑΤΟΣ ΤΟΥ ΑΠΟ ΦΛΕΒΟΤΟΜΙΑΣ ΕΚ ΤΗΣ ΙΑΤΡΙΚΗΣ ΤΩΝ ΠΕΡΣΩΝ.
1 Τὸ κατάμαυρον αἷμα *** ὅτι ἰχῶρα οὐ ποιήσει, ῥίγια σημαίνει· εἰ δὲ ποιήσει ἰχῶρα τουτέστιν ὑγρόν, ὡς νερόν, ἀγαθόν.
2 Αἷμα ἑλκῶδες ἀπαλλαγὴν τῆς νόσου σημαίνει.
3 Αἷμα ῥεῦσαν ὡς βενετό ν, μὴ φαινομένου αἵματος ἐν οἵῳ δή τινι μέρει τοῦ ἀγγείου, ὀλιγοχρόνιος ἔσται ὁ νοσῶν· εἰ δὲ πράσινος ὀφθείη ἡ τοῦ αἵματος χροιά, θάνατον ταχύτατον πάνυ δηλοῖ, ἤγουν πεμπταῖος ἢ ἑβδο μαῖος ὁ τοῦτο ἔχων ἀποθνήσκει.
4 Εἰ δὲ ὡς σχιστὸν ἀρσενικόν ἐστι, θάνατον καὶ τοῦτο σημαίνει· εἰ δὲ καὶ πισσῶδες, ἐκεῖνον σημαίνει. εἰ δὲ καὶ ἕλκος λευκὸν ἢ βορβορῶδες, σῆψιν δηλοῖ.
5 Αἷμα κογχυλῶδες ὥσπερ ὀξὺ μετάξιον, θάνατον σημαίνει.
6 Αἷμα ἐν τῷ ἀγγείῳ τὸ ἥμισυ φαινόμενον λευκὸν καὶ τὸ ἥμισυ αἷμα ὑγείας ἐστὶ δηλωτικόν.
7 Αἷμα ἔχον μέσον λευκόν, θανάσιμον.
8 Αἷμα παχύ, μέλαν καὶ δυσῶδες, ἔχον λώρια μέσον ὀστρακώδη, ἐπίκαιρος ἔσται ἡ ζωὴ τοῦ ἀνθρώπου· εἰ δὲ φοινίκινον ἔχει χρῶμα, μακρονοσίαν δηλοῖ.