eul_wid: umi-av
Περὶ ΤροφῶνOn Foods
Medical Writers Anonymous On Foods PDF
| t | * ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΧΥΜΩΝ, ΒΡΩΜΑΤΩΝ ΚΑΙ ΠΟΜΑΤΩΝ [τῶν τε χερσαίων, ἐναερίων καὶ θαλαττίων, ὅσα τε ἐκ τούτων εἰσὶ τρόφιμα καὶ εὔχυμα, καὶ ὅσα δύσπεπτα καὶ κακόχυμα.] Περὶ εὐχύμων. |
| 1 (t) [45] | Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων. ἄριστον δέ ἐστι τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινόμενον εὐθέως. προσλαμβάνειν δὲ χρὴ τοῦτο πρὸ παντὸς μὲν σιτίου τε καὶ ποτοῦ καὶ μηδὲν ἕτερον μετ’ αὐτοῦ συνεσθίειν, ἕως ἂν πεφθῇ καὶ διαχωρίσῃ κάτω. Καὶ γὰρ εἰ καὶ μικρὸν οὗτινος προσμιγῇ, τοῦτο αὐτό τε διαφθείρεται καὶ τὸ ἐπ’ αὐτῷ προσληφθέν. Καλὸν οὖν πρωΐας πίνειν τοῦτο, εὐθύμελκτον καὶ ἀσιτεῖν ἐπ’ αὐτῷ ἡσυχῆ περιπατοῦντα. Κατ’ ἀρχὰς μὲν οὖν κινεῖ τὴν κοιλίαν, καὶ μετὰ τοῦτο τρέφει κάλλιστα καὶ οὐκέτι διαχωρεῖ, ἀλλὰ καὶ ἵστησι τὴν γαστέρα. Μετὰ δὲ τὸ γάλα εὔχυμά εἰσι τὰ ᾠὰ τὰ τρομητὰ καὶ ῥοφητὰ τὰ τῶν ὀρνίθων, χείρονα δὲ τὰ τῶν χηνῶν. Κρέατος δὲ πρὸ πάντων, ὄρνιθος καὶ φασιανῶν καὶ οἱ ὄρχεις τῶν ἀλεκτρυόνων. Καὶ ἀπὸ τῶν λοιπῶν πετωμάτων, πέρδικος, ταγηναρίου· περιστερὰς δὲ φεῦγε, κίχλας δέ, κοσσύφους, καὶ τῶν μικρῶν στρουθίων, ἐν οἷς εἰσὶ καὶ οἱ τρωγλῆται. σκληρότερα δὲ τούτων καὶ δυσπεπτότερα καὶ εὐρωδέστερα τὰ τοῦ ταῶνος. Ἔτι δὲ τούτων σκληρότερα τὰ τῆς τρύγονος καὶ τῆς φάσσης καὶ τῆς νήσσης καὶ τοῦ γεράνου. Περιττωματικώτερα δὲ τούτων τὰ τῶν χηνῶν καὶ τῶν κύκνων καὶ ὠτίδων. Τούτων δὲ αὐτῶν εὐχυμότερά εἰσι τὰ τῶν ἔτι αὐξανομένων ἤγουν τὰ τρυφερά· βλαβερὰ δὲ τὰ παλαιὰ καὶ τὰ νεογενῆ. Τούτων δὲ αὐτῶν κάλλιστα ὄρνιθες καὶ περιστεραὶ αἱ κατ’ ἀγρὸν διαιτώμεναι, καθόλον δὲ τὰ γεγυμνασμένα καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα καὶ τὰ καθαρὸν καὶ λεπτὸν εἰσπνέοντα τὸν ἀέρα, βελτίω τῶν ἐναντίων εἰσί, τουτέστι τῶν ὑγροτέραις τροφαῖς χρωμένων καὶ τῶν ἀγυμνάστων. Τῶν μέντοι τοιούτων αἱ μάλιστα μαλακὴν ἔχουσαι τὴν σάρκα καὶ εὔθρυπτον καὶ εἰς κόρον ἐσθίειν, τῶν δὲ ἄλλων φειδομένως. Τῶν δὲ πεζῶν αἱ ἔριφοι, τῶν ἀρνίων κρείττονες, βλαβερώτερα δὲ τὰ μετὰ τὸ δέρμα ἑψόμενα. Ἰχθύων δὲ οἱ πελάγιοι καὶ πετραῖοι, ἐν οἷς ἐστι καὶ ὁ ἐκεῖθεν κρατούμενος κέφαλος καὶ ὁ λαύραξ, ἔτι δὲ καὶ τὰ σελάχια καὶ κωβίδια καὶ γαλεοί. Ἐφεξῆς δὲ τούτων, πλὴν ὅτι σπληρότεραι, αἱ μεγάλαι τρίγλαι, μὴ ἔχουσαί τι βρωμῶδες κατὰ τὴν γεῦσιν, μηδὲ εἰς τὰ ἐντόσθια τούτων ἔχουσαι βοτάνην. Μέσον δὲ εὐχύμων καὶ κακοχύμων εἰσὶ κιθαργοί, καὶ βούγλωσσος, καὶ ψισίον, καὶ καθόλου τῶν ἰχθύων κάλλιστοι, ὅσοι μήτε γλισχρότητά τινα μήτε ἀηδίαν ἔχουσι κατὰ τὴν γεῦσιν. Τῶν δὲ πεζῶν ζῴων αἱ σάρκες τῶν τρυφερῶν χοιριδίων, οἷον τὰ ἐνιαύσια καὶ μήπω τὴν δίαιταν πληρώσαντα καὶ τὰ μαστάρια καὶ οἱ πόδες [καὶ τὰ ᾠτία]. Τούτων δὲ χείρονα αἱ ῥῖνες καὶ τὰ ὦτα. Τῶν ἀγρίων ζῴων ἡ σὰρξ εὐχυμοτέρα τῆς τῶν ἡμέρων. Ἄρτος καθαρὸς καὶ καλῶς ἐσκευασμένος, χονδρός, ἤγουν σίτινος ἁδρομερῶς ἀληλεσμένος, κριθαὶ ἀπολεπισθεῖσαι καὶ καλῶς ἑψηθεῖσαι. Τῶν δὲ ὀσπρίων κύαμοι. Τῶν δὲ ὀπωρῶν σύκα ὤριμα καὶ σταφυλαὶ ὤριμοι, κρεμασθεῖσαι ἐπ’ ὀλίγον, ἰσχάδες ταχὺ μὲν πεφθεῖσαι εὔχυμοι, χρονίσασαι δὲ ἐν τῇ γαστρὶ κακόχυμοι γίνονται. |
| 1 (50) [65] | Μετὰ δὲ καρύων ἐσθιόμεναι, κάλλισται. Ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα καὶ τὰς ἰσχάδας ἰσχυρῶς βλάπτονται. κάστανα οὐ κακόχυμα· ἐκ διαλειμμάτων δὲ λαμβάνειν πιστάκια καὶ ἀμύγδαλα. Τῶν δὲ λαχάνων μαϊούλιον, καὶ μετ’ αὐτὸ ἐντύβια, μαλάχη, κολόκυνθα ἐκζεστή, ὅταν μὴ ἀπεπτηθῇ. Τῶν δὲ οἴνων οἱ εὐώδεις καὶ εὔποτοι. Ἐμφράξεως δὲ συμβαινούσης, λαμβάνειν δεῖ τοῦ ὑδρογάρου τὸν ζωμὸν καὶ τῶν οἴνων τοὺς λευκοὺς καὶ λεπτοὺς καὶ σκόρδα καὶ κρόμμυα ἐκζεστά, καὶ εἰσαρτύματα μάλιστα κατὰ χειμῶνα, πέπερι καὶ ὀρίγανον καὶ θρύμβον καὶ βλισκούνην καὶ σίνηπι εὔζωμον, σέλινα, πετροσέλινα, ῥεφάνια, ἡδύοσμον, πεντάρτυμα, ἄνηθον, κύμινον, ἄνισσον, δαυκία, πήγανον· ταῦτα πάντα ἀρτύματα ἔχει τῶν εἰρημένων τροφῶν. Ὅσα εὔπεπτα. |
| 2 (t) [15] | Ἄρτοι καλῶς σκευασθέντες τουτέστιν οἱ καλῶς μαλαχθέντες ἐν τῇ ζυμώσει καὶ ὁμαλῶς ὀπτηθέντες καὶ ἁλῶν συμμέτρων δηλονότι αὐτοῖς ἐμβληθέντων. Τῶν ἰχθύων οἱ πετραῖοι πάντες, κωβίος, νάρκη, τρύγων· ἅπαν τὸ γένος τῶν πτηνῶν. Ὀρνίθων ἡ σάρξ, οἷον πέρδικος, ταγηναρίου, οὐ καλή· περιστερᾶς, ἀλεκτορίδων, καὶ ἀλεκτρυόνων μηκέτι φασιανῶν, τὰ πτερύγια τῶν χηνῶν, εὔπεπτα καὶ μᾶλλον τῶν ἀλεκτορίδων ἤγουν τῶν ὀρνίθων. Καὶ καθόλου κάλλιστα τὰ τῶν λιπαρῶν καὶ νέων πτερύγια, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων, τῶν σιτευθέντων διὰ τυρογάλακτος, χηναρίων τὸ ἧπαρ καὶ τῶν ὁμοίως τραφέντων τῶν πετεινῶν οἱ ὄρχεις. Κάλλιον δὲ τῶν βοῶν εἰσι τὰ μοσχάρια καὶ τῶν αἰγῶν τὰ ἐρίφια καὶ τούτων αὐτῶν ὅσα βόσκεται ἐν ξηροῖς τόποις, ᾠὰ τρομητὰ καὶ ῥοφητά. Μαρούλλιον, ἴντυβα, μαλάχη, κολοκύνθα ἐκζεστή, ὅταν μὴ ἀπεπτηθῇ· τὸ κάρυον τοῦ λεπτοκαρίου εὐπεπτότερον καὶ οἱ γλυκύτεροι οἶνοι ἔμπροσθεν πινόμενοι παρὰ τοὺς αὐστηροὺς κάλλιον, ἥκιστα δὲ τὸ ἡδέως ἐσθιόμενον, εὐπεπτότερον τοῦ ἀνηδύντου. Ὅσα δύσπεπτα. |
| 3 (t) [20] | Αἴγεια, βόεια, ἐλάφεια κρέη, χεῖρον δὲ τούτων τὰ τράγεια, ἐφεξῆς δὲ τῶν κριῶν, εἶτα τῶν ταύρων. Καὶ τὰ παλαιὰ δὲ ζῷα δύσπεπτα πάντα, κοιλία δύσπεπτος, ἔντερα, μήτρα, καρδία, ἧπαρ, ὦτα, οὐραί, νεφροί, σπλάγχνα πάντα, ἐγκέφαλος, μυελοὶ καὶ τῶν τελείων ζῴων οἱ ὄρχεις, χῆνες πλὴν τῶν πτερυγίων, φάσσαι, κίσσαι, κίχλαι, κόσσιφοι, καὶ ἡ τῶν μικρῶν στρουθίων σὰρξ σκληροτέρα, καὶ ἔτι μᾶλλον τρυγόνος καὶ νήσσης, καὶ πλέον ἡ τοῦ ταῶνος καὶ ἡ τῶν ὠτίδων. Αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσπεπτοι, κοχλιοί, ὀξύγαλα, τυρὸς παλαιός, κογχύλια, ἀστακοί, πάγουροι, καρκῖνοι, καραβίδες, καρίδες, ὀκταπόδια, σηπίαι, μοσχίται, καλαμάρια, βάτοι, λειόβατοι, ῥῖναι, δράκοντες, κοκύλια, σκορπίδια, τρίγλαι, ὀρφοί, φαγρία, ᾠὰ ἐκζεστὰ καὶ ὀπτὰ καὶ τηγανιστά, σιτάριον ἐκζεστόν, φάβα, αὖχος, λωβοὶ τῶν φασουλίων καὶ αὐτὰ τὰ φασούλια, λάθυροι, ἐρέβινθος, ὀρίζιν, λουπηνάρια, κεγχρίς, φακή, σισάμιον, κάστανα, μῆλα καὶ ἄπια καὶ σῦκα, σούρουβα, ἄγουρα, σταφυλὴ ὄξυνος, φοίνικες, ξυλοκέρατα, κίτρον πλὴν τοῦ φλοιοῦ, γόγγυλον ὠμότερον, βολβοὶ οἱ ὠμότεροι, δαυκὶς καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων, καὶ αὐτὰ τὰ λάχανα, πλὴν μαρουλλίου καὶ ἰντιβίου. Τῶν οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι, καὶ ὕδωρ πάνυ. Ὅσα εὐστόμαχα καὶ ῥωστικά. |
| 4 (t) [5] | Φοίνικες οἱ στυφότεροι, μῆλα, κυδώνια, ἐλαῖαι ἄσπραι, κολυμβάδες, καὶ πλέον τούτων αἱ μετὰ ὄξους συντιθέμεναι, σταφίδες αἱ στύφουσαι, σταφυλαὶ αἱ ἐν σταφύλοις ἀποτιθεμέναι, κάρυα μετὰ ἰσχάδων, κινάρα, σίνηπι, ῥεφάνια, γογγύλια ἐκζεστὰ ἰσχυρῶς ἑψημένα, κάρδαμα ἐλαιοδάφνια, βολβοί, οὗτοι δὲ καὶ ὄρεξιν ἐμποιοῦσιν, κάπαρις, τοῦ κίτρου τὸ δέρμα, ὡς βοήθημα λαμβανόμενον, οἶνος ὀστυφής, εἰς βοηθήματος δὲ λόγον παραλαμβάνεται, ὡς εὐστόμαχα, ἀψίνθιον καὶ ἀλόη. Ὅσα κακοστόμαχα. |
| 5 (t) [10] | Σεῦτλον ὡς καὶ δρασμὸν ἐμποιεῖν, ὅταν πλεῖον βρωθῇ, γογγύλιον ὠμότερον κακοστόμαχον, ὥσπερ τὸ καλῶς ἑψημένον εὐστόμαχον, βλῆτα, χρυσολάχανον, ἐὰν μὴ μετὰ ὄξους καὶ γάρου καὶ ἐλαίου φαγωθῇ, τήλη, σήσαμον, γάλα ψυχρόν. τοῖς μὲν ψυχρὸν ἔχουσι τὴν κοιλίαν ὀξύδα ποιεῖ. τοῖς δὲ θερμὴν κνισοῦται. βλαβερὸν δὲ καὶ τοῖς πυρέσσουσιν. πεπώνια μὴ καλῶς πεφθέντα χολερικοὺς ἀποτελεῖ. καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι εἰς ἔμετον ἐπιτήδειά εἰσι καὶ πλείω βρωθέντα, ἐὰν μή τις αὐτοῖς τι τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ. ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ εἰς ἔμετον παρορμῶν, ὥσπερ καὶ ὁ τῶν ὀστῶν μυελός. οἶνος ὁ μέλας καὶ στυφής, εὐκόλως ὀξίζει καὶ εἰς ἔμετον ὁρμᾷ, καὶ ὁ παλαιὸς καὶ ὁ νέος. Ὅσα ῥύπτει, τέμνει καὶ ἐκφράττει. |
| 6 (t) [10] | Κριθή, τῆλις μηλοπέπων, σταφίδες γλυκεῖαι, φάβα, ἐρέβινθοι, καὶ μᾶλλον οἱ μέλανες, κάπαρις, καὶ μάλιστα δι’ ὀξυμέλιτος ἢ ὀξελαίου ἔμπροσθεν ἐσθιομένη, σεύτλου ὁ χυλός, καὶ αὐτὸ τὸ σεῦτλον, ὅταν μετὰ σινάπεως ἢ ὄξους ἐσθίεται, λάπαθον, βολβοί, κρόμμυα καὶ σκόροδα καὶ πράσα καὶ ἀμπελόπρασα· ἑψηθέντα δὲ δὶς ἢ τρὶς ἀποτίθεται τὴν δριμύτητα, λεπτύνει δὲ ὁμοίως τυρόγαλα, σῦκα ῥύπτει· διὸ καὶ ψαμμώδη οὖρα πολλάκις τοῖς νεφριτικοῖς ἐσθίουσι ταῦτα ἐκκρίνεται, ἰσχάδαι, ἀμύγδαλα, πιστάκια, κράμβη, μέλι, ὀξύμελι, οἱ λεπτοὶ τῶν οἴνων, ἐὰν δὲ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, ἔστωσαν καὶ παλαιοὶ ὑδατώδεις οἶνοι. Ὅσα ἐμφράττει. |
| 7 (t) [10] | Γάλα τὸ ἔχον ὀλίγον τυρόγαλα οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσιν ὡς βλάπτειν καὶ νεφροὺς καὶ λίθους ποιεῖν, ἐμφράττει δὲ καὶ τὸ ἧπαρ, ἰσχάδες καὶ σῦκα μετὰ τὴν τροφὴν λαμβανόμενα τῷ λόγῳ τῶν γλυκέων ἐπὶ τῇ τροφῇ λαμβανόμενα ἐμφράττει, μιγνύμενα δὲ ὑσσώπῳ ἢ ὀριγάνῳ ἢ πέπερι. καὶ ἔμπροσθεν ἐσθιόμενα οὐ μικρὸν ὄφελος ἔχουσιν. τὸ δὲ εὐκρατόμελι ἀνεπιτήδειον τοῖς κακοσπλάγχνοις, φοίνικες οἱ χλωροὶ καὶ ὅσα διὰ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, ἐμφραντικὰ καὶ σπληνὸς αὐξητικὰ καὶ λίθων ποιητικά. ὁμοίως καὶ ἀλευραίαι μετὰ γάλακτος καὶ οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τοὺς ὄγκους τῶν σπλάγχνων αὐξάνει. Ὅσα ὑπάγει γαστέρα. |
| 8 (t) [35] | Φακῆς τὸ πρῶτον ἀπόζεμα ἐν τῇ ἑψήσει, καὶ κράμβης ὁμοίως, καὶ μάλιστα ἀρτυόμενα δι’ ἐλαίου καὶ γάρου. τῶν ὀστρακοδέρμων ὁ ζωμὸς οἷον ἀστακῶν, καὶ παγούρων καὶ τῶν ὁμοίων. εἰ τὸ ἀφέψημα δι’ ἐλαίου καὶ πεπέρεως καὶ γάρου ὡς εἴρηται πίοι, εὔλυτον ἕξει τὴν κοιλίαν. ἀλλὰ καὶ τῶν θαλασσίων ἐχίνων, καὶ τῶν κογχυλίων οἱ ζωμοί, καὶ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσι τὴν κοιλίαν. ἄρτοι μηβαροὶ διὰ τὸ πλεῖστον μετέχειν πιτύρων. τήλεως ὁ ζωμὸς ἑψηθεὶς μετὰ μέλιτος, καὶ λαμβανόμενος, ἐπιτήδειός ἐστιν εἰς τὸ ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμούς, ὀλίγον δὲ εἶναι χρὴ τὸ μιγνύμενον μέλι, ἵνα μὴ δακνῶδες γένηται· ἐλαίαι κολυμβάδες μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμεναι, τυρόγαλα μετὰ μέλιτος καλλίστου ὀλίγου, εἰ δὲ ἡπατικοὺς βούλῃ ποιῆσαι τοὺς χολικούς, οὓς εἴπομεν, ἅλας περισσότερον ἔμβαλλε. τὰ νέα τῶν ζῴων κρέα τῶν παλαιῶν μᾶλλον ὑπάγει καὶ τὰ ἄκρη τῶν μελῶν. ἀπὸ δὲ τῶν ἰχθύων νάρκη καὶ τρυγὼν μετρίως ὑπάγει, σεῦτλον, λάπαθον, νεαρὸς τυρὸς μετὰ μέλιτος, χρυσολάχανον, βλῆτον, κολόκυνθα, πέπονες, σῦκα, ἰσχάδαι, σταφυλαὶ γλυκεῖαι, ὅταν ὦσιν ὑγραί, συκάμινα, καθαρὰ μὲν ἐμπεσόντα τῇ γαστρὶ καὶ πρῶτα ἐσθιόμενα, ὑπάγει τὴν γαστέρα. ἐσθιόμενα δὲ ὕστερον ἢ καὶ κακοχυμίαν εὑρόντα ἐν τῇ γαστρὶ διαφθείρεται. ὡσαύτως καὶ ἡ κολόκυνθα τοῦτο ποιεῖ, τὰ κάρυα τὰ χλωρὰ καὶ τῶν ξηρῶν τὰ ἀποβεβρεγμένα ἐν ὕδατι καὶ ἀπολεπισθέντα, δαμάσκηνα τὰ ὑγρὰ καὶ τῶν ξηρῶν τὰ εἰς εὐκρατόμελι ἀποβεβρεγμένα, πλέον ἔχουσι τοῦ μέλιτος, κἂν μόνα τις καταφάγῃ, κἂν δὲ ἐπιρροφήσῃ καὶ ἀπὸ τοῦ εὐκρατομέλιτος πλεὸν ὑπάγῃ, ἢ γλυκὺν οἶνον ἐπιπίῃ, καὶ μὴ εὐθέως ἀριστήσει [ἀλλὰ διαλιπεῖν τινα χρόνον]. κεράσια ἁπαλά, βερίκοκκα, ῥοδάκινα ἁπαλὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη πρὸς τὸν ἐπιτηδείως ἔχοντα τὴν γαστέρα εἰς τὴν κάτω διαχώρησιν. καὶ διὰ τοῦτο μέση πώς ἐστιν τῶν τοιούτων ἐδεσμάτων ἡ ὕλη, διὰ τὸ μηδεμίαν αὐτοῖς ὑπάρχειν δριμείαν ἢ νιτρώδη ποιότητα. μουστάριν, ἀλλὰ καὶ οἶνος γλυκὺς ἐπιτηδείως ἔχει πρὸς αὐτὰς ὅσα ἐπέχει γαστρός. Ὅσα ἐπέχει γαστέρα. |
| 9 (t) [10] | Φοίνικες οἱ στυφότεροι, σταφίδες αἱ στύφουσαι, συκάμινα τὰ ὤριμα, βάτζινα, ὁ δὲ τῆς λαγινίδος καρπὸς πλέον, μυρσινόκοκκα τὰ ἄγρια, προῦμνα, μῆλα τὰ στύφοντα, τὰ δὲ γλυκύτερα μετὰ δριμύτητος κινεῖ τὴν γαστέρα. ταῦτα καὶ ἐπὶ ῥοϊδίων, καὶ ἀπιδίων νόμιζε λέγεσθαι. τὸ γάλα ἐάν τις αὐτὸ ἑψήσῃ ὡς δαπανηθῆναι τὸ τυρόγαλα, ἀστακοί, πάγουροι, καρίδαι, καραβίδες ἐὰν ἑψήσῃ, αὐτὰ καὶ κενώσῃ τὸ ὑγρὸν αὐτῶν, κρατεῖται τὴν κοιλίαν, ὥσπερ καὶ τῶν ὀστριδίων καὶ μυδίων καὶ τῶν ὁμοίων αὐτοῖς ἡ σάρξ. φοκὴ δὲ καὶ κράμβη δὶς ἑψηθεῖσαι ἐπέχουσι τὴν κοιλίαν, ἵνα μετρίως μὲν ἑψηθῇ, εἶτα τὸ ὕδωρ ἀποχυθῇ, καὶ ἐμβάλῃς αὐτὰ ἐν ἑτέρῳ θερμῷ, καὶ ἰσχυρῶς ἑψήσας, ἕως ἁπαλὰ γένωνται, ἔλυμιν, ὀρίζιν, ἐλίμην, κέγχρος, τὰ τηγάνου, λαγωοῦ κρέατα, οἶνος στυφὴς καὶ ξανθός. Ὅσα κακόχυμα. |
| 10 (t) [35] | Τῆς κακοχυμίας οὐχ ἓν εἶδός ἐστιν. τὰ μὲν γὰρ φλεγματικώτερα τυγχάνει, τὰ δὲ χωλοδέστερα, καὶ ἄλλα μελαγχολικώτερα. ἀπέχεσθαι δὲ χρὴ πάντων τῶν κακοχύμων ἐδεσμάτων, κἂν εὔπεπτά τισιν ᾖ· ἐν τῷ χρόνῳ γὰρ κακοχυμία θησαυριζομένη ἐν ταῖς φλεψίν, ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς χαλεποὺς ἀπεργάζεται. ἔστι δὲ κακόχυμα τὰ δέ· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος, ἡ δὲ τῶν τράγων χειρίστη, ἐφεξῆς δὲ ἡ τῶν κριῶν, ἔπειτα τῶν ταύρων, ἐν πάσῃ δὲ παλαιὰ χείριστα. τῶν λαγώων ἡ σὰρξ αἵματος μέν ἐστιν παχυτέρου γεννητική. βελτίονος δὲ εἰς εὐχυμίαν, βοὸς καὶ προβάτου· κακόχυμος δὲ καὶ ὁ τῶν ἐλάφων νεφρὸς καὶ οἱ ὄρχεις τῶν ἐπὶ πλέον ηὐξημένων ζῴων πλὴν τῶν ἀλεκτρυόνων ἐγκέφαλος, ὁ τῆς ῥάχης μυελός, σπλήν, τὸ δὲ ἧπαρ ὀλίγον κακοχυμότερον τοῦ χοιρείου. πάντα τὰ σπλάγχνα τῶν ζῴων κακόχυμα, ᾠὰ τὰ τηγανιστά, τυροὶ παλαιοὶ βολῖται, ἀμανῖται, τῆλις, φακή, τύφη, βρῶμος· ἡ δὲ ὄλυρα μέσον ἐστὶ σίτου καὶ τύφης καὶ βρώμου, ἐλίμην, κέγχρον καὶ ὅσα τοιαῦτα, οὐκ εὔχυμα. Τῶν δὲ ἰχθύων δρακόντιον κοκύλιον, γαλαιώνυμοι, σκορπίοι, ὀρφοί, τρίγλαι αἱ τὰς καρίδας ἐσθίουσαι, καὶ οἱ μεγάλοι τῶν ἰχθύων καὶ τὰ ὀπωρινὰ πάντα. σῦκα δὲ ὀλίγον τῶν ἄλλων κακόχυμα, καὶ αἱ σταφυλαὶ ὁμοίως. κακόχυμοι δὲ καὶ ἰσχάδαι τοῖς ἐν αὐταῖς πλεονάζουσιν, ἀππίδια, ἄγουρα, κινάραι καὶ μᾶλλον ὅταν σκληρότεραι γένωνται, πεπώνια· ἡ δὲ κολόκυνθος τούτων μέν ἐστι κάλλιον, ἐὰν καλῶς πεφθῇ· ἐὰν δὲ ἀποπεφθῇ, κακόχυμος γίνεται. Τῶν δὲ λαχάνων οὐδέν ἐστιν εὔχυμον, μέσων δὲ τῶν εὐχύμων καὶ κακοχύμων ἐστὶν τὸ μαρούλιον καὶ τὰ ἴντιβα καὶ μετὰ ταῦτα μαλάχη, εἶτα χρυσολάχανον, καὶ χοιροβότανον, καὶ βλῆτον καὶ λάπαθον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοί εἰσιν. ὅσαι δριμεῖαι οἷον κρόμμυα καὶ πράσα καὶ σκόροδα, καὶ κραμβίου ὁ καυλός, καὶ δαυκία, γογγύλιον τὸ μὴ ἐψηθὲν καλῶς, κράμβη, βολβοὶ καὶ μὴ καλῶς ἑψηθέντες. τὰ κρόμμυα δὲ καὶ τὰ σκόροδα καὶ τὰ πράσα καὶ ἀμπελόπρασα, δὶς ἐκζεσθέντα ἀποτίθεται τὴν κακοχυμίαν· κακόχυμα δέ εἰσιν ἐσχάτως τὰ ἄγρια λάχανα ἤγουν ἀγριομαρούλλια, καὶ ζοχία, καὶ πικρίδες, καὶ τὰ ὅμοια τούτων τῶν οἴνων οἱ παχεῖς καὶ δυσώδεις καὶ αὐστηροί. Ὅσα φλέγμα γεννᾷ. |
| 11 (t) [1] | Τῶν ζῴων τὰ νευρώδη μόρια ἤγουν τὰ ποδάρια, τὰ δέρματα, ἐγκέφαλος, πνεύμων, τῆς ῥάχης ὁ μυελὸς καὶ τῶν ἀρνίων ἡ σάρξ, ἀμανιτάρις καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων καὶ τῶν ἁπαλοσάρκων καὶ μῆλα ἄγουρα. Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ. |
| 12 (t) [5] | Κρέατα βόεια, αἴγεια, καὶ μᾶλλον τῶν ταύρων τε καὶ τράγων, λαγωοῦ σάρξ, ἀγριοχοίρεια, τὰ παστὰ κρέη τὰ τῶν τετραπόδων ζῴων καὶ οἱ σπλῆνες τῶν ζῴων. Τῶν δὲ θαλασσίων ἰχθύων κοχλίαι, τῶν δὲ λαχάνων κράμβαι καὶ τῶν δένδρων οἱ βλαστοὶ δι’ ἄλμης ἢ καὶ ὀξάλμης συντιθέμενοι. τῶν δὲ ὀσπρίων ἡ φακή ἐστιν μελαγχολικώτερον ἔδεσμα καὶ μετὰ αὐτὴν οἱ πυρῖται τῶν ἄρτων καὶ οἱ ἐκ τῆς τύφης καὶ κέγχρου καὶ ἐλιμίου καὶ βύκου. τῶν δὲ οἴνων οἱ παχεῖς καὶ μέλανες. Ὅσα χολὴν γεννᾷ. |
| 13 (t) [1] | Ξυλοκέρατα, καὶ κινάρια, καὶ τὸ μέλι ἐκχολοῦται εὐκόλως κατὰ τὰ θερμὰ σώματα, καὶ οἱ γλυκεῖς οἴνοι. Ὅσα γλίσχρους χυμοὺς γεννᾷ. |
| 14 (t) [5] | Οἱ σεμιδαλίται ἄρτοι καὶ αὐτὴ ἡ σεμίδαλις καὶ τὰ τραγανὰ μόρια τῶν ζῴων, ὀστᾶ, ὠτία, καὶ τὰ μυτία καὶ περὶ τὰ χείλη, καὶ τὸ χοίρειον κρέας τὸ χλωρόν, καὶ τὸ τῶν ἀρνίων, τὸ σησάμιν καὶ οἱ βολβοὶ τὰ τετράγγουρα καὶ οἱ λιπαροὶ φοίνικες. Ὅσα ὠμοὺς χυμοὺς γεννᾷ. |
| 15 (t) [5] | Οἱ χλωροὶ φοίνικες, ῥίζα τοῦ γογγυλίου, ὅταν πλεονάσῃ τις ἐν αὐτῇ, ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν σκληροσάρκων, ἀποβαλοῦσα τὸν ζωμὸν ἐκ τῆς πολλῆς ἑψήσεως, καὶ τὰ μαλάκια καλούμενα, οἷον ὀκταπόδια, σηπίαι, καλαμάρια, μοσχίται, καὶ τὰ μεγάλα ὀψάρια, ὡς θύναι, σαυροί, ξιφίαι. τῶν δὲ ζῴων τὰ μέρη, κοιλίαι, ἔντερα, μήτρα, ὀξύγαλα, τυροὶ ἁπαλοί, λουπηνάρια, σταφυλαί, ὅταν κρατήσῃ τὴν κοιλίαν, τὰ δὲ αὐτὰ καὶ τοὺς ψυχροὺς τίκτει χυμούς. Ὅσα ἄφυσα. |
| 16 (t) [5] | Κύμινον, λιβυστικοῦ ῥίζα καὶ τὸ σπέρμα, λινόχοκκα, καναβόσπερμα, φάβα φρυκτόν, βολβοὶ δὶς ἑψηθέντες ἐν ἐλαίῳ καὶ γάρῳ καὶ μετ’ ὄξους ἐσθιόμενα, μέλι τὸ ἀπαφρισθέν, ὀξύμελι, ὥστε καὶ πνεύματα καταρρήγνυσιν, ἄρτοι κρίθινοι. Ὅσα φυσώδη. |
| 17 (t) [5] | Ἐρεβίνθια, λουμπηνάρια, φασούλια, αὖχος, κέγχρος, κυάμοι, οἱ χλωροὶ φοίνικες, γάλα, καὶ μάλιστα τὸ ψυχρόν, βολβοὶ οἱ ὠμότεροι, μέλι τὸ ἑψηθέν. τῶν οἴνων οἱ γλυκεῖς ἅμα καὶ αὐστηροί. σύκων δὲ καὶ μάλιστα τῶν ὡρίμων καὶ ἰσχάδες. ὀλιγοχρόνιος ἡ ἐμπνευμάτωσις. Ὅσα παχύχυμα. |
| 18 (t) [10] | Ὅσα ὀξώδη χυμὸν γεννᾷ. Οἱ λειψανάβατοι ἄρτοι, αἱμουστόπιται, ἰτρίν, τὰ πλακούντια, οἱ λοβοὶ τῶν φαυσουλίων, τὰ λουπηνάρια, φακή, φάβα φρυκτόν, σισάμην, οἱ κτηνώδεις τῶν ἰχθύων, σηπίαι, ὀκτάποδες, ὀστρύδια, μίδια, κτένια, πίννες, κηρύκια, χηβάδες, σωλῆνες, ἐγχέλια, κοχλίδια, ἐλάφεια κρέη, αἴγεια, βόεια, λάγεια, χοίρεια, ἧπαρ, νεφροί, ὄρχεις, ἐγκέφαλος τουτέστι μυελὸς ὁ τῆς κεφάλης, μυελὸς τῆς ῥάχης, μαστάρια, γλῶσσαι, γάλα τὸ ἐπὶ πλέον ἑψηθέν, τυροὶ πάντες, ὀξύγαλα, ᾠὰ ἐκζεστά, μᾶλλον δὲ τὰ ὀπτὰ σκληρὰ γενόμενα, καὶ ἔτι μᾶλλον τὰ τυγανιστά, κάστανα, βαλάνια, βολβοί, γογγύλια, ὕδνα, κώνειον, σύκα τὰ ἀγουρότερα, κίτρου σάρξ, ἀγγούρια καὶ τετράγγουρα, μῆλα τὰ μὴ ὤριμα. τῶν οἴνων οἱ γλυκεῖς καὶ μᾶλλον τὸ ἕψημα καὶ τὸ μουστάριον. Ὅσα πολύτροφα. |
| 19 (t) [10] | Χοίρεια κρέη, βοῶν ὁ ἐγκέφαλος, ὄρχεις, καρδία, τῆς ῥάχης ὁ μυελός, καὶ πᾶς μυελός. τὰ πτερύγια τῶν χηνῶν καὶ μᾶλλον τῶν ὀρνίθων καὶ παντοίων τῶν πετεινῶν αἱ κοιλίαι. τῶν ὀστρακοδέρμων τὸ σκληρόσαρκα, οἷον κηρύκια, κογχύλια, ἀστακοί, πάγουροι, καρίδαι, καραβίδες, ὀκτάποδες, σηπίαι, καλαμάρια καὶ τὰ τοιαῦτα, νάρκη, τρυγών, βάτοι καὶ λειοβάτοι, καὶ ῥίναι, καὶ τρίγλαι, ὁ σεμιδαλίτης ἄρτος, εἶτα ὁ καθαρὸς ἀλευρίτης, σιτάρην ἑψητόν, σεμίδαλις, κύαμοι, ἐρέβινθοι, φάσουλοι, αὖχος, τήλη, λωβοί, λουπηνάρια, κάστανα, φακή, οἱ γλυκεῖς φοίνικες, σταφίδες γλυκεῖαι καὶ λιπαραί, βαλάγιον, γογγύλιον, βολβοὶ δὶς ἑψηθέντες, μέλι τὸ ἀπαφρισθὲν, καὶ εὐκρατόμελι τὸ καλῶς ἑψηθέν, οἱ παχεῖς τῶν οἴνων καὶ ῥούσιοι, πλέον δὲ οἱ μέλανες καὶ γλυκεῖς καὶ παχεῖς καὶ στύφοντες. Ὅσα ὀλιγότροφα. |
| 20 (t) [20] | Τὰ ἄκρα τῶν ζῴων, μήτρα, κοιλία, ἔντερα, οὐρά, ὠτία, ἀξούγγιν, καθόλου πᾶν τὸ γένος τῶν ὀρνίθων ὀλιγοτροφότερά ἐστι τῶν τετραπόδων καὶ τῶν γεγηρακότων ζῴων τῶν ἔτι αὐξανομένων. τῶν ἰχθύων ἡ τροφὴ αἵματός ἐστι λεπτοτέρου γεννητική, τῶν ὀστρακοδέρμων τὰ μαλακόσαρκα, οἷον τὰ ὄστρεια, ἄρτοι κρίθινοι, ἄρτοι πιτυρίται καὶ ῥυπαροί, ἀλλὰ καὶ οἱ πλυτοί, ἄμυλον, βρῶμος, κέγχρος καὶ μᾶλλον ἐλίμην, ὀρίζιν, φάβα χλωρόν, συκάμινα, ἀμύγδαλα, πιστάκια, δαμάσκηνα, ῥοδάκινα, μαζιζάνια, βερίκοκκα, ἐλαῖαι μαῦραι, λεπτυκάρυα καὶ μάλιστα τὰ μεγάλα, κάρυα, ζίνζιφα, κράνια, προῦμνα, κάπαρι, σεῦτλον, λάπαθον, ὀξυλάπαθον χοιροβότανον τὸ καὶ τραῦλον λεγόμενον, ῥάφανον, γογγύλιον, σινάπι, κάρδαμον καὶ οἱ ἀσπάραγοι πάντες, δαυκίν· κρόμμυα δὲ καὶ σκόροδα καὶ πράσα καὶ ἀμπελόπρασα ὠμὰ μὲν οὐδὲ ὅλως τροφὴν δίδουσι τῷ σώματι, ἑψηθέντα δὲ δὶς ἢ τρίς, ὀλιγίστην ῥοΐδια, ἄπια κολόκυνθος, σταφίδες αἱ στύφουσαι καὶ μὴ λιπαραί· τὰ σῦκα ἔχει τι πολυτροφώτερον, χαύνην δὲ ποιεῖ τὴν σάρκα, ὁμοίως ταῖς σταφυλαῖς· ἔλαττον δὲ αἱ σταφυλαὶ τῶν σύκων τρέφουσιν. Ὅσα περιττωματικά. |
| 21 (t) [5] | Φάσσαι, χῆναι πλὴν τῶν πτερυγίων σπλάγχνα πάντα, ἢ ἧπαρ, σπλήν, νεφρός, ἔντερα, μήτρα, τῆς ῥάχης ὁ μυελὸς, τὰ ἐν ταῖς λίμναις καὶ τοῖς ἕλεσι βοσκόμενα ὄρνεα, ἐρέβινθοι, καὶ κύαμοι χλωροί, τὰ λακτέντα, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων καὶ τῶν ἀργῶς βιούντων, καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ λιμναῖοι καὶ οἱ ἐν πόλει διαιτώμενοι, καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάσσῃ ζῴων. Ὅσα περιττά. |
| 22 (t) [1] | Τράχηλοι τῶν ζῴων, οὐραί, πτερύγια, ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων. Ὅσα λεπτύνει. |
| 23 (t) [15] | Σκόροδα, κρόμυα, κάρδαμα, πράσα, σινάπι, πέπερι, ὀρίγανον, ἡδύοσμον, ὕσσωπον, βλυσκούνιν, θύμος, θρύμβαι χλωραὶ προσφερόμεναι, εὔζωμα, σέλινα, πετροσέλινα, ῥεφάνια, κράμβη, σεῦτλα, σκώλιμον, μάλαθρον, πήγανον, ἄνηθον, κύμινον, κάππαρι, ἄνισον, δαυκίου σπέρμα, κριθαί, οἱ πετραῖοι τῶν ἰχθύων καὶ τῶν ὀρείων ὀρνέων τῶν μικρῶν, καὶ τὰ ἐν τοῖς ὄρεσι διαιτώμενα τετράποδα, ὄψαροι, καὶ κίχλαι, καὶ κόσσυφοι, καὶ πέρδικες καὶ οἱ τρωγλῖται, καὶ τὰ ἐν ἀμπέλοις εὑρισκόμενα πτηνὰ καὶ αἱ περιστεραὶ αἱ διαιτώμεναι εἰς τοὺς πύργους. ἐκ δὲ τῶν σελαχίων ἡ νάρκη καὶ ἡ τρυγὼν τῆς αὐτῆς ἐστι δυνάμεως. τὰ βούγλωσσα καὶ τὰ ψισία, τὰ δὲ μεγάλα τῶν ζῴων καὶ τὰ ὄρνεα, σφάξαντα μετὰ μίαν ἡμέραν ἐσθίειν, καὶ τὰ παστὰ ὅσα εἰσὶ μαλακά, καὶ τῶν ὀπώρων τὰς ὑγροτέρας καὶ εὐκοιλίους, ἰσχάδες μετὰ καρύων καὶ πιστακίων καὶ τῶν ἀμυγδάλων αἱ ὑπόπικροι, μέσαι δέ πώς εἰσιν αἱ ἐλαίαι· τῶν οἴνων οἱ λευκοὶ καὶ λεπτοί, καὶ τὸ τυρόγαλα. χρησιμωτέρον δέ ἐστιν εἰς λεπτύνουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα. Ὅσα θερμαίνει. |
| 24 (t) [5] | Σιτάριν ἐκζεστόν, καὶ οἱ ὑπ’ αὐτῶν ἄρτοι, τῆλις, οἱ γλυκεῖς φοίνικες, μῆλα τὰ γλυκέα, σισάμην, κανάβεως σπέρμα, αἱ γλυκεῖαι τῶν σταφυλῶν, σέλινον, εὔζωμον, ῥάφανον, γογγύλιον, σίνηπι, κάρδαμον, δαῦκιν, σκόροδα, κρόμυον, πράσον, ἀμπελόπρασον, τυρὸς παλαιός, οἶνος γλυκύς, θερμότερος δὲ ὁ ξανθὸς οἶνος καὶ παλαιός. Ὅσα ψύχει. |
| 25 (t) [5] | Κριθαὶ κατὰ πάντας τοὺς τρόπους τῆς ἑψήσεως, κίγχρος, ὕδνα, κολόκυνθος ἐκζεστή, πέπωνες, μηλοπέπωνες, ἀγγούρια, τετράγγουρα, κοκκίμηλα, συκόμορα, καὶ ὄξυναι σταφυλαί, καὶ αἱ στύφουσαι τῶν σταφίδων, τὰ στύφοντα μῆλα, ῥοΐδια ὄξυνα, μαρούλιον, ἰντύβια, χοιροβότανον, μυρσινόκοκκα, ὕδωρ, ὑδατώδης οἶνος, οἶνος ὁ λευκὸς καὶ αὐστηρὸς καὶ παχὺς καὶ νέος αἰσθητῶς ψύχει καὶ τὸ ὄξος. μέσα δὲ τῶν θερμαινόντων καὶ ψυχόντων εἰσὶν ἄρτοι πλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σταφυλῶν. Ὅσα ξηραίνει. |
| 26 (t) [10] | Φακή, καὶ κράμβη, διὰ τοῦτο καὶ τὴν ὄψιν ἀμβλύνουσιν, πλὴν εἰ τύχει ὑγροτέρων ὁ σύμπας ὀφθαλμός, ὀλιγώτερον δὲ τῆς κράμβης ὁ καυλὸς αὐτὴν ξηραίνει. τῶν δὲ ἄλλων λαχάνων ξηρότερος ὁ καυλός ἐστιν, ῥαφάνια, γογγύλια, σίνηπι, λιγόκοκκον, ὄροβοι δὶς ἑψηθέντες καὶ ἀπογλυκανθέντες πολλάκις δι’ ὕδατος ἔδεσμα ξηραντικὸν γίνεται, καλλίω δέ εἰσιν οἱ λευκοὶ καὶ ὅσα ὀπτᾶται καὶ τηγανίζεται· ξηροτέραν δίδωσι τροφὴν καὶ ὅσα ἀρτύεται διὰ οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων εἰσὶ καὶ ὅσα διὰ σπερμάτων σκευάζεται ἤγουν ἐν οἷς εἰσέρχεται πεντάρτυμα, καρναβάδιν, βλισκούνιν, καὶ ὅσα τοιαῦτα. Ὅσα ὑγραίνει. |
| 27 (t) [5] | Κριθάριν ἑψημένον, κολόκυνθα, πέπωνες, μηλοπέπωνες, ἀγγούρια, καὶ τετράγγουρα, καρύδια χλωρά, δαμάσκηνα, συκόμορα, συκάμινα, μαρούλλια, ἰντύβια, χοιροβότανον, μαλάχη, βλῆτα, χρυσολάχανον ὑγραίνει δὲ καὶ τὸ τοῦ μαρουλλίου καὶ τὸ τῆς κωδίας βλῦτα σπέρμα, φάβα, καὶ ἐρέβινθα χλωρά, ὕδωρ. Ὅσα εὔφθαρτα. |
| 28 (t) [5] | Ῥοδάκινα, μαζιζάνια, βερίκοκκα καὶ πᾶσαι αἱ ὀπῶραι, ὅταν μὴ ταχέως διαχωρηθῶσιν, διόπερ προεσθίειν αὐτὰ χρὴ τῶν ἄλλων, οὕτως γὰρ αὐτά τε ταχέως ὑπέρχεται καὶ τοῖς ἄλλοις ὁδηγεῖ. ὕστερον δὲ βρωθέντα αὐτά τε διαφθείρεται, συνδιαφθείρει δὲ καὶ τὰ ἄλλα διαφθείρει. Ὅσα δύσφθαρτα. |
| 29 (t) [5] | Κογχύλια, κηρύκια, ἀστακοί, καραβίδες, πάγουροι, καρίδες, πίνναι, ταῦτα τοῖς διαφθείρουσι τὴν τροφὴν ὑπὸ κακοχυμίας γινόμενα. ἑψῶντες δὶς καὶ τρὶς ἐν ὕδατι καλλίστῳ, μετατιθέντες καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνεται. Ὅσα βραδύπορα. |
| 30 (t) [5] | Πάντα ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται βραδύπορα, φάβα φρασόμενον, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπους ἀφῃρημένη, ἐγκέφαλος, τῆς ῥάχεως ὁ μυελός, ἧπαρ, συκότιν, καρδία, ὀπτὰ ᾠά, ἐκζεστὰ καὶ ἔτι μᾶλλον τηγανιστά, λουπινάρια, φασούλια, σισάμην, βαλάνια, μῆλα, καὶ ἀπίδια τὰ ἀγουρότερα, ξυλοκέρατα, οἶνος γλυκύς, καὶ μᾶλλον ὁ στρυφνὸς καὶ τὸ ὕδωρ. Ὅσα κεφαλὴν βλάπτει. |
| 31 (t) [5] | Συκάμινα, βάτζινα, κεδρόκοκκα, κανναβάκοκκα, φοινίκια, εὔζωμα, τῆλις, λιγόκοκκον, ὁ ξανθὸς καὶ αὐστηρὸς οἶνος· καὶ οἱ εὐώδεις δὲ ἅπαντες οἶνοι τῆς κεφαλῆς καὶ τῶν νεύρων ἅπτονται, ὁ δὲ ὑδατώδης οὔτε κεφαλὴν οὔτε νεῦρον ἀδικεῖ, γάλα, δαμάσκηνα, κρόκος, κάρυα, ὁ νέος οἶνος, κάστανα, πράσα, κρόμμυα, σκόροδα, ταρχὸς φουκάς. Περὶ πίστου. |
| 32 (t) [1] | Πίστος, ἢ κέγχρος ὀλιγότροφος καὶ ψυχρόν, ὑγραινομένην δὲ γαστέραν ξηραίνει. ἔχει δέ τι καὶ δύσπεπτον. Περὶ ὀρύζης. |
| 33 (t) [1] | Ὀρίζιν ἐπέχει δὲ τὴν γαστέρα, δυσπεπτότερον δέ ἐστιν τοῦ χόνδρου. Περὶ χόνδρου. |
| 34 (t) [1] | Ὃ λέγουσιν οἱ ἄγροικοι κουρκούτιν καὶ ἀτροφώτερον χόνδρος, τὸ κουρκούτην τροφιμόν ἐστιν, φλέγμα δὲ γεννᾷ, ἐὰν εἰς κόρον αὐτὸ φάγῃ τις, ἢ καὶ ἀπεπτήσῃ. Περὶ φακῆς. |
| 35 (t) [1] | Στύφει τὸ λέπος αὐτῆς. ἡ δὲ σὰρξ αὐτῆς μελαγχολικὸν γεννᾷ χυμόν, βλάπτει δὲ καὶ τὸ φῶς εἰς τοὺς ξηροτέρους ἔχοντας ὀφθαλμούς. Περὶ κυάμου. |
| 36 (t) [1] | Κύαμος τὸ λεγόμενον φάβα αἵματος λεπτοτέρου γεννητικόν. φυσῶδες δέ ἐστιν ἔδεσμα, χλωροὶ δὲ ἐσθιόμενοι ὑγραίνουσι τὰ σώματα. Περὶ ἐρεβίνθων. |
| 37 (t) [5] | Οἱ ἐρέβινθοι φυσώδεις εἰσὶ καὶ αὐτοὶ καὶ τρόφιμοι, ὥσπερ οἱ κύαμοι, ἐπεγείρουσι δὲ καὶ τὰς εἰς τὰς μίξεις κινήσεις, καὶ σπέρματός εἰσι γεννητικοί. θρύπτει δὲ τὸ ἀπόζεμα αὐτῶν τοὺς ἐν τοῖς νεφροῖς λίθους καὶ μάλιστα οἱ μαῦροι καὶ μικροί. ἐὰν δὲ φρυγῶσιν οἱ ἐρέβινθοι, ὥσπερ καὶ οἱ κύαμοι, καὶ τὴν κοιλίαν ἐπέχουσι καὶ τροφιμότεροι γίνονται. χλωροὶ δὲ καὶ αὐτοὶ ἐσθιόμενοι, ὑγρασίαν τοῖς σώμασι παρέχουσιν. Περὶ λουπιναρίων. |
| 38 (t) [1] | Δύσπεπτόν ἐστι καὶ παχὺν γεννᾷ χυμόν, μέσον δέ ἐστιν λουπιναρίου εὐκοιλίου καὶ δυσκοιλίου. Περὶ τήλεως. |
| 39 (t) [5] | Ἀποβραχεῖσα καὶ ἀπογλυκανθεῖσα καὶ φυτρωθεῖσα ἡ τῆλις ὑπάγει γαστέρα, διὰ γάρου προεσθιομένος ὁ καρπὸς δηλονότι ἢ δι’ ὄξους, καὶ γάρου ἢ δι’ οἴνου καὶ γάρου καὶ ἐλαίου· κεφαλαλγὴς δέ ἐστιν ἡ διὰ γάρου μόνου ἐσθιομένη· ἐὰν δὲ μετὰ οἴνου καὶ γάρου καὶ ἐλαίου λάβῃ τις αὐτήν, οὐ γίνεται κεφαλαλγής. ὁ χυλὸς δὲ αὐτῆς ἑψηθεὶς καὶ μετὰ μέλιτος λαμβανόμενος ὑπάγει τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμούς. ἔστι δὲ καὶ εὐκοίλιος. Περὶ φασουλίου. |
| 40 (t) [5] | Καὶ αὔχους καὶ ταῦτά τινες ἀποβρέχουσι μέχρι τοῦ φυῆσαι ῥίζαν καὶ ἐσθίουσιν πρὸ τῆς ἄλλης τροφῆς, ὑπαγωγῆς ἕνεκα γαστρός, καὶ ἐναποβάπτοντες γάροις. τρόφιμον γεννῶσι δὲ χυμὸν ὅταν καλῶς πεφθῶσι. καὶ πλέον τῆς τήλεως· εἰσὶ δὲ ταῦτα μέσα πως τῶν εὐχύμων καὶ κακοχύμων, εὐπέπτων τε καὶ δυσπέπτων, βραδυπόρων τε καὶ ταχυπόρων, ἀφύσων τε καὶ φυσωδῶν, ὀλιγοτρόφων τε καὶ πολυτρόφων. Περὶ λαθύρων. |
| 41 (t) [1] | Οὗτοι τροφιμώτεροι τῶν φασουλίων καὶ αὔχους. τὰ δὲ ἄλλα ὅμοιοι· χορτάζει γὰρ τοὺς ἐσθίοντας ταχέως. Περὶ σησάμου. |
| 42 (t) [1] | Σήσαμον ταχέως τοὺς ἐσθιόντας χορτάζει· ἔστι δὲ βραδύπορον, δύσπεπτον καὶ κακοστόμαχον καὶ παχύχυμον καὶ δυσῶδες. Περὶ καναβοκόκκου. |
| 43 (t) [1] | Δύσπεπτον καὶ κακοστόμαχόν ἐστι, καὶ κεφαλαλγές τε καὶ κακόχυμον. θερμαίνει δὲ ἱκανῶς. Περὶ κολοκύνθης. |
| 44 (t) [1] | Ὑγρὰν δίδωσι καὶ ψυχρὰν τροφὴν τῷ σώματι καὶ ὀλίγην καὶ εὐκοίλιον. ἐὰν δὲ ψυγῇ ὥσπερ κόπτουσι καὶ ξηραίνουσι αὐτὴν καὶ ξηρὰν ἐσθίουσιν ἐν χειμῶνι ὠμῶν χυμῶν ἐστι γεννητική. Περὶ πεπώνων. |
| 45 (t) [5] | Ψυχροί εἰσι καὶ ὑγροί· ἔχουσι δέ τι καὶ καθαρτικόν· διὸ καὶ κινοῦσιν οὖρα καὶ ὑγραίνουσι τὴν κοιλίαν, πλέον τῆς κολοκύνθης, καὶ τῶν μηλοπεπόνων, πλέον δὲ τῆς σαρκὸς αὐτῶν οὐροῦσι, κινεῖ τὸ σπέρμα. κακοχυμίαν δὲ ποιοῦσι ἐν τῷ σώματι, καὶ μάλιστα ὅταν μὴ πεφθῶσι καλῶς. τηνικαῦτα δὲ καὶ χολερικοὺς ἀποτελοῦσι, καὶ πρὶν ἀπεπτηθῶσι, πρὸς ἔμετον ἐπιτήδειοί εἰσι, καὶ μάλιστα, εἰ πλέον βρωθῶσι. Περὶ μηλοπεπόνων. |
| 46 (t) [5] | Οἱ μηλοπέπονες οὐ τοσοῦτόν εἰσιν ὑγροὶ ἢ κακόχυμοι ὅσον οἱ πέπονες, οὔκ εἰσι δὲ οὕτως οὐρητικοί, οὐδὲ εὐκοίλιοι, οὐδὲ εἰς ἔμετον ὁμοίως ἐκείνοις ἐξορμῶσιν· ἀπολειπόμενοι δὲ τῶν εὐστομάχων ὀπωρῶν τῶν ἄλλων οὐκ ἔχουσι τῶν πεπόνων τὸ κακοστόμαχον. Περὶ ἀγγούρων καὶ τετραγγούρων. |
| 47 (t) [1] | Ἔχουσιν οὐρητικόν τι καὶ αὐτοί, περισσῶς δὲ ἐσθιόμενοι ἐν τῷ χρόνῳ παχὺν χυμὸν γεννῶσι, μὴ δυνάμενον εἰς αἷμα μεταβληθῆναι. Περὶ σύκων. |
| 48 (t) [5] | Κακόχυμα μέν εἰσιν, ὡς αἱ λοιπαὶ ὀπῶραι, πλὴν ὀλιγώτερον ἐκείνων, ἔχουσι δὲ καὶ ἀγαθὰ ταῦτα. εὔκοιλα γάρ εἰσι καὶ ῥυπτικὰ ἤγουν καθαρτικόν τι ἔχουσι, τροφὴν δὲ πλείονα τῶν ἄλλων ὀπωρῶν δίδωσι τῷ σώματι. τὴν δὲ σάρκα τῶν ἐσθιόντων, οὐκ ἐσφιγμένην καὶ ἰσχυρὰν ἐργάζεται, ἀλλ’ ὑπόσομφον, τουτέστιν ὑπόζογχον. ποιεῖ δὲ ἐμπνευμάτωσιν, ἀλλ’ ὅμως ὀλιγοχρόνιον, ἐσθίειν δὲ δεῖ τὰ πάνυ ὤριμα. Περὶ ἰσχαδίων. |
| 49 (t) [10] | Τὰ ἰσχάδια κακόχυμά εἰσιν, ὅθεν καὶ φθειρῶν πλῆθος γεννῶσι. δύναμιν δὲ ἔχουσι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἥν εἰσι καὶ εὐκοίλια καὶ καθαρτικὰ τῶν νεφρῶν· ἥπατι δὲ καὶ σπληνὶ φλεγμαίνουσι βλαβερὰ καθάπερ καὶ τὰ σῦκα καθὼς πάντα τὰ γλυκέα· ἐμπεφραγμένοις δὲ καὶ σκληρουμένοις ἤγουν σκληροῖς τοῖς σπλάγχνοις μετὰ ὑσσώπου ἢ βλισκουνίου ἐσθιόμενα μεγάλως ὠφελοῦσι. ὅσοι δὲ αὐτὰ ἐσθίουσιν μετὰ ἄλλων βρωμάτων, μεγάλως βλάπτονται, ἀλλὰ καὶ τρέφουσιν ἱκανῶς, καθὼς τὸ παλαιὸν τοῖς ἀθληταῖς ἐδίδοντο. Περὶ σύκου καὶ σταφυλῆς. |
| 50 (t) [10] | Κεφαλαί εἰσιν αὗται τῶν ὀπωρῶν. εἰσὶ δὲ καὶ πασῶν τροφιμώτερα καὶ μάλιστα τὰ σῦκα καὶ ὀλίγον εἰσὶ κακόχυμα, ὅταν εἰσὶν ἀκριβῶς ὤριμα. ὀλιγώτερον δὲ τῶν σύκων αἱ σταφυλαὶ τρέφουσιν. ἀγαθὸν δὲ αὐταῖς ὑπάρχει τὸ ταχέως διαχωρεῖσθαι. διὸ κἂν ἐπισχεθῶσί ποτε, βλάπτουσιν ἱκανῶς, οὐκ ἐχόντων τοῦτο τῶν σύκων· ἐκεῖνα γὰρ κἂν μὴ διαχωρισθῇ, ἀβλαβῆ τροφὴν δίδωσι τῷ σώματι. αἱ δὲ σταφυλαὶ μὴ τὴν κοιλίαν κινοῦσαι οὐδὲ χονεύονται καλῶς καὶ ὠμὸν χυμὸν γεννῶσι μὴ δυνάμενον εὐκόλως εἰς αἷμα μεταβληθῆναι. ἐσθίειν δὲ αὐτὰς χρὴ χωρὶς τῶν γιγάρτων καὶ τῶν σταφυλῶν. ἄπεπτα γὰρ ὑπάρχουσι ταῦτα. τὰ δὲ γίγαρτα καὶ στύφει, καὶ ἀχόνευτα μένει· αἱ μὲν οὖν γλυκεῖαι τῶν σταφυλῶν, θερμότερον ἔχουσι τὸν χυλόν, αἱ δὲ αὐστηραὶ ψυχρότερον. Περὶ ἀσταφίδων. |
| 51 (t) [5] | Αἱ μὲν οὖν αὐστηραὶ τῶν ἀσταφίδων ψυχρότεραι, ῥωννύουσαι δὲ τὸν στόμαχον καὶ τὴν κοιλίαν ξηραίνουσιν. αἱ δὲ γλυκεῖαι θερμότεραι. καὶ μέσαι πώς εἰσιν εὐστόμαχοι καὶ δυσκοίλιοι. ἔχουσι δέ τι καὶ ῥυπτικόν, καὶ τὰς μικρὰς τοῦ στομάχου θεραπεύουσι δήξεις. τροφὴ δὲ ἐκ τῶν ἀσταφίδων ἀναδίδοται, οἷα καὶ ἀπὸ τῶν σταφυλῶν. Περὶ μήλων. |
| 52 (t) [5] | Ὅσα μὲν στύφῃ τῶν μήλων, ψυχρὸν ἔχει καὶ γεώδη χυμόν, τουτέστι παχύν. ὅσα δὲ ὄξυνα, ψυχρὸν καὶ λεπτομερῆ. μέσης δὲ ὑπάρχει κράσεως, τὰ γλυκέα πρὸς τὸ θερμότερον ἀποκρίνονται. τὰ δὲ ἄπια ψυχρὰ καὶ ὑδατώδη καὶ διὰ τοῦτο τὰ μὲν στυφέα ἐπέχει τὴν γαστέρα. τὰ δὲ ὄξυνα χυμὸν εὑρόντα καὶ τοῦτον τέμνοντα ὑπάγει τὴν κοιλίαν. καθαρὰ δὲ εὑρόντα ἐπέχει. τὰ δὲ ἄπια, τουτέστιν τὰ μήτε γλυκέα μήτε ὄξυνα, μήτε στυφέα χείριστα πάντων. Περὶ κυδωνίων καὶ στρουθομήλων. |
| 53 (t) [1] | Τὰ κυδώνια στύψιν ἔχει πολλὴν καὶ εἴ τις ἑψήσας αὐτῶν τὸν χυλὸν μετὰ μέλιτος ἀποτίθησιν, φυλάττονται. τῶν δὲ ἄλλων μήλων ὁ χυλὸς ὀξύζει. τῶν δὲ στρουθομήλων καὶ αὐτὸς ὁμοίως τοῖς κυδωνίοις σώζεται. Περὶ ἀπίων καὶ ῥοϊδίων. |
| 54 (t) [1] | Ἀμφότερα στύφουσι, ὀλιγοτροφώτερα δὲ τὰ ῥοΐδια. Περὶ μεσπίλων καὶ σουρούβων. |
| 55 (t) [1] | Ἀμφότερα στύφουσι καὶ τὴν γαστέρα ῥέουσαν ἱστῶσιν. εἰσὶ δὲ τὰ σούρουβα στυπτικώτερα καὶ ἡδονὴν ἔχοντα πλείονα. Περὶ φοινίκων. |
| 56 (t) [1] | Τῶν φοινίκων οἱ μὲν γλυκεῖς εἰσιν, οἱ δὲ στύφοντες, εὐστόμαχοι καὶ γαστρὸς ἐφεκτικοί. ἅπαντες δὲ οἱ φοίνικες δύσπεπτοί τε εἰσι καὶ τὴν κοιλίαν κρατοῦντες, πλείονες βρωθέντες. Περὶ ἐλαιῶν. |
| 57 (t) [1] | Ὀλιγότροφοί εἰσι καὶ μάλιστα αἱ μαῦραι. αἱ δὲ ἄσπραι αἵτινες γίνονται κολυμβάδαι, διὰ τὴν στύψιν εὐστόμαχοί εἰσιν, ἐπεγείρουσαι καὶ τὴν ὄρεξιν. ἐπιτηδειόταται δέ εἰσιν αἱ δι’ ὄξους συντιθέμεναι. Περὶ καρύων. |
| 58 (t) [5] | Ὀλιγότροφά εἰσι τά τε κάρυα καὶ τὰ λεπτοκάρυα. τὰ δὲ χλωρὰ ὑδατώδη δύναμιν ἔχει, εὐπεπτότερον δέ ἐστι καὶ εὐστομαχώτερον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μάλιστα μετὰ ἰσχάδων ἐσθιόμενα. τὸ δὲ ξηρὸν κάρυον βρεχόμενον καὶ ἐκλεπιζόμενον ἴσον δύναται τοῦ χλωροῦ. Περὶ ἀμυγδάλων. |
| 59 (t) [1] | Ὀλιγότροφα [δέ] ἐστι. ἐπικρατεῖ δὲ ἐν αὐτοῖς ἡ λεπτυντική τε καὶ ῥυπτικὴ δύναμις. τὰ δὲ πικρὰ πολλὴν ἔχει τὴν τμητικὴν τῶν παχέων καὶ γλίσχρων χυμῶν δύναμιν. Περὶ ζινζίφων. |
| 60 (t) [1] | Ὀλιγότροφα καὶ ταῦτα ἥπατι δὲ ὠφέλιμα. Περὶ πιστακίων. |
| 61 (t) [1] | Ὀλιγότροφα καὶ ταῦτα, ἥπατι δὲ ὠφέλιμα, ὀλιγότροφα καὶ δύσπεπτά ἐστι καὶ κακοστόμαχα. Περὶ ξυλοκεράτων. |
| 62 (t) [1] | Κακόχυμά ἐστι καὶ χολώδη καὶ δύσπεπτα καὶ κρατυντικὰ τῆς κοιλίας. Περὶ καπάρεως. |
| 63 (t) [1] | Ἀπορρίπτει τὸ ἐν τῇ γαστρὶ φλέγμα καὶ ἐμφράττει τὰ σπλάγχνα πρὸ τῶν ἄλλων σιτίων, δι’ ὀξυμέλιτος ἢ ἐξ ἐλαίου. Περὶ κίτρου. |
| 64 (t) [1] | Τὸ μὲν ὀξῶδες αὐτοῦ ἄχρηστον, ἡ δὲ σὰρξ αὐτοῦ δύσπεπτος. ἀλφοὺς συνεργεῖ εἰς πέψιν καὶ εἰς ῥύσιν στομάχου, ὥσπερ φάρμακον ὀλίγον ληφθέν. Περὶ ἀγριολαχάνων. |
| 65 (t) [1] | Τὰ ἀγριολάχανα ἐσχάτως εἰσὶ κακόχυμα. Περὶ μαρουλλίων. |
| 66 (t) [1] | Πάντων τῶν λαχάνων ὀλίγιστον καὶ κακόχυμον αἷμα γεννώντων, τὸ μαρούλλιον ἧττόν ἐστι κακόχυμον, καὶ ὀλιγότροφον. Περὶ ἰντίβων. |
| 67 (t) [1] | Δεύτερόν ἐστι μετὰ τὸ μαρούλλιον· γλίσχρον γὰρ καὶ διὰ τοῦτο εὐκοίλιον μετ’ ἐλαίου καὶ γάρου ἐσθιόμενον καὶ μετρίως ἐστὶν εὔπεπτον. Περὶ σεύτλου. |
| 68 (t) [1] | Κακοστόμαχόν ἐστι πλείων βρωθέν, ῥυπτικὸν δέ ἐστιν καὶ διὰ τοῦτο εὐκοίλιον. χρήσιμον δὲ εἰς τὰς τοῦ ἥπατος καὶ σπληνὸς ἐμφράξεις, καὶ μάλιστα, ὅταν μετ’ ὄξους ἢ σινάπεως ἐσθίηται. Περὶ σελίνου. |
| 69 (t) [1] | Οὐρητικόν ἐστι καὶ εὐστομαχώτερον τῶν ἄλλων λαχάνων· ἐστὶν ὅτε καὶ ἡδονὴν ἐμποτοῦντα ὠμὰ ἐσθιόμενα. Περὶ εὐζώμου. |
| 70 (t) [1] | Θερμαίνει σαφῶς τοῦτο τὸ λάχανον. γεννᾷ δὲ καὶ σπέρμα καὶ πρὸς συνουσίας ἐπεγείρει, κεφαλαλγικὸν δέ ἐστι. Περὶ ἀσπαράγων. |
| 71 (t) [1] | Πάντες εἰσὶν εὐστόμαχοι καὶ διουρητικοὶ καὶ βραχύ τι τρόφιμον ἔχοντες. Περὶ βολβῶν. |
| 72 (t) [1] | Οἱ βολβοὶ εὐστόμαχοί εἰσι καὶ μάλιστα δι’ ὄξους ἅμα ἐλαίῳ καὶ γάρῳ ἐσθιόμενοι. Περὶ δαυκίου. |
| 73 (t) [1] | Διουρητικόν ἐστιν πλὴν δύσπεπτον. Περὶ ὕδνων. |
| 74 (t) [1] | Ἄποιά εἰσι καὶ ὑδατώδη κατὰ τὴν γεῦσιν. εἰσὶ δὲ παραπλήσια τοῖς ἀμανίταις. φλεγματώδης δέ ἐστιν ἡ ἐξ αὐτῶν τροφὴ καὶ ψυχρά, καὶ εἰ πλεονάσει τις ἐν αὐτοῖς κακόχυμος. Περὶ ῥαφάνων. |
| 75 (t) [45] | Λεπτυντικῆς ἐστι μετὰ τοῦ θερμαίνειν δυνάμεως. ἐπικρατεῖ δὲ ἡ δριμεῖα ποιότης ἐν αὐτοῖς, ὁμοίως καὶ τὰ πράσα καὶ τὰ σκόροδα καὶ τὰ ἀμπελόπρασα. Περὶ τῆς ἐκ τῶν ζῴων τροφῆς. Αἱ σάρκες τῶν ζῴων αἵματός εἰσιν ἀρίστου γεννητικοῦ καὶ μάλιστα τῶν εὐχύμων, ὁποῖόν ἐστι τὸ ὕειον· τὰ δὲ νευρώδη φλεγματικωτέρου εἰσὶν αἵματος γεννητικά. πάντων οὖν τῶν ἐδωδῶν κρεῖττόν ἐστι τὸ ὕειον κρέας, τὰ δὲ βόεια παχυτέρου καὶ μελαγχολικωτέρου καὶ παχυτέρου αἵματος γεννητικὰ καὶ βλαβερά, μάλιστα τοῖς μελαγχολικοῖς. Μόσχια δὲ καὶ ἐρίφεια τῶν βοείων καὶ αἰγείων ἀμείνω· τὰ δὲ ἄρνεια ὑγρότερον αἷμα καὶ φλεγματικώτερον γεννῶσι. Τῶν δὲ προβάτων ἡ σὰρξ κακόχυμος καὶ περιττωματική, καὶ ἡ τῶν αἰγῶν ὡσαύτως μετὰ δριμύτητος· ἡ δὲ τῶν τράγων χειρίστη πρὸς ἀχυμίαν καὶ πρὸς πέψιν. Ἐφεξῆς δὲ ἡ τῶν κριῶν καὶ μετὰ ταῦτα ἡ τῶν ταύρων. Ἐν πᾶσι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων κρείττονα. Χείριστα δὲ τὰ παλαιὰ πρὸς πέψιν καὶ εὐχυμίαν καὶ θρέψιν. Τοῦ δὲ λαγῳοῦ αἵματός ἐστι παχυτέρου γεννητική. Κρεῖττον δὲ εἰς ἀχυμίαν βοὸς καὶ προβάτου. Κακόχυμος δὲ ἡ τῶν ἐλάφων καὶ σκληρὰ καὶ δύσπεπτος. Περὶ τῶν ἐν τοῖς πετοῖς ζῴοις μορίω ν . Οἱ πόδες τῶν χοίρων ἐπιτήδειοι, δεύτερον δὲ τὰ ῥέγχη, καὶ τρίτον τὰ ὠτία. τὴν δὲ γλῶσσαν χαύνην τε καὶ ὀλίγαιμον, οἱ δὲ ὄρχεις κακόχυμοι, χονδρώδη καὶ δύσπεπτα τὰ μυτία. Περὶ γλώσση ς. Χαύνη καὶ ἄνεμος καὶ ὀλιγότροφος καὶ ὀλίγαιμος. Περὶ νεφρῶν καὶ ὄρχεω ν . Βρωμώδη καὶ δύσπεπτα, πλὴν τῶν ἀλεκτρυόνων, ὄρχεις καὶ νεφροί, κακόχυμα καὶ ἄπεπτα. ἔχουσι δὲ καὶ δυσῶδες. Περὶ μασταρίω ν . Τὰ δὲ μαστάρια εὔχυμά εἰσιν, εἰ καλῶς πεφθῶσιν, αἷμα γεννῶσι καλόν· ἀπεφθηθέντα δὲ ὠμὸν καὶ φλεγματώδη χυμόν. Περὶ ἐγκεφάλω ν . Τοὺς δ’ ἐγκεφάλους κακοχύμους φαμέν, ὡς βραδύπορον ἔδεσμα καὶ δύσπεπτον καὶ κακοστόμαχον καὶ ναυτίας ποιητικὸν καὶ περιττωματικόν. ὁ δ’ ἐν τοῖς ὀστοῖς μυελὸς γλυκύτερος καὶ ἡδονικώτερος· ναυτιώδεις δὲ καὶ οὗτοι καὶ εἰς ἔμετον ὁρμῶντες. Εἰ δὲ καλῶς πεφθῶσι, τρόφιμοι καὶ αὐτοί. Περὶ σπλάγχνω ν . Τὸ ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν τε καὶ δύσπεπτον καὶ βραδύπορον. Κάλλιον δὲ παρὰ πᾶσι τὸ τοῦ χοίρου, πλὴν δὲ κακόχυμον καὶ μελάγχολον. Ὁ δὲ σπλὴν μελαγχολικοῦ γεννητικός ἐστι αἵματος καὶ βλαπτικός. Εὐπεπτότερος δὲ ὁ πνεύμων ὡς χαῦνος, πλὴν ὀλιγότροφος καὶ φλεγματικός. Ἡ δὲ καρδία σκληρὰ μέν ἐστι καὶ δύσπεπτος· εἰ δὲ πεφθῇ, τρόφιμός ἐστι καὶ οὐ κακόχυμος γίνεται. Κοιλία δὲ καὶ μήτρα καὶ ἔντερα σκληρὰ καὶ δύσπεπτα καὶ φλέγματα γεννητικά. κἂν καλῶς πεφθῶσι, οὐκ ἀκριβὲς αἷμα ἀπογεννῶσι, ἀλλὰ ψυχρότερον καὶ ὠμότερον ἐργάζεται, καὶ χρόνου δεόμενον πρὸς κατάστασιν τοῦ ἀρίστου αἵματος. |
| 75 (50) [95] | Περὶ τῆς τῶν ἡμέρων ζῴων καὶ τῶν ἀγρίων διαφορᾶ ς . Τὰ ἥμερα τῶν ζῴων ὑγρότερά ἐστι τῶν ἀγρίων· τὰ δὲ ἄγρια ξηρότερα τῶν ἡμέρων, ὥστε τῶν μὲν ἀγρίων ἀπέριττος ἡ τροφή, τῶν δὲ ἡμέρων περιττωματική. Περὶ τῆς ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆ ς . Τὸ γένος ἅπαν τῶν πτηνῶν ὀρνίθων ὀλιγοτροφότερόν ἐστι τῶν τετραπόδων. εὐπεπτότερα δέ ἐστι τὰ τῶν ὀρνίθων, καὶ μάλιστα περδίκων, ταγηναρίων, περιστερᾶς. Ξηρότερα δὲ τούτων κίχλαι, κόσσυφοι, καὶ στρουθία, τούτων δὲ πλέον τρυγῶν καὶ φάσσα καὶ νῆσσα. Ὅμοιοι δὲ τῶν ὀρνίθων εἰσὶν οἱ φασιανοὶ εἰς πέψιν καὶ τροφήν, πλὴν ἡδύτερα τὰ τῶν φασιανῶν. Σκληρότερα δὲ καὶ δυσπεπτότερα πάντων τὰ τῶν ταώνων. Χῆνες δὲ περιττωματικώτεραί τε καὶ δυσπεπτότεραι πάντων πτηνῶν ζῴων, πλὴν τῶν πτερυγίων. Καλλίονα δὲ τὰ αὐξανόμενα τῶν νεογνῶν καὶ γεγηρακότων. Περὶ σπλάγχνων πτηνῶ ν . Αἱ δὲ κοιλίαι τῶν χήνων τρόφιμαι καὶ ἡδύτεραι· ἐφεξῆς δὲ τῶν σιτευθέντων ὀρνίθων. Τὰ πτερύγια τῶν πτηνῶν ἐπιτήδεια πεφθῆναι καὶ θρέψαι καὶ οἱ παχεῖς τῶν ἀλεκτρυόνων ἄριστοι. Περὶ ἰχθύω ν . Κέφαλος βλαβερὸς ἱκανῶς, ὡς περιττωματικὸς ἐκ πηλοῦ τρεφόμενος. κρεῖττον δὲ ὁ ἐν πελάγει τρεφόμενος. ἔτι δὲ χείρονες οἱ ἐν ταῖς λίμναις· οἱ δὲ ἐν τοῖς ποταμοῖς γινόμενοι καλλίονες καὶ μάλιστα οἱ κατὰ τοὺς ὀξυρρέοντας· οἱ δὲ λιπαροὶ χείρους πεφθῆναι. εἰσὶ δὲ καὶ κακοστόμαχοι καὶ κακόχυμοι. Περὶ λαυρακίω ν . Αἵματός ἐστι λεπτοτέρου γεννητικός, καθάπερ καὶ οἱ λοιποὶ ἰχθύες· οὐδὲν δὲ ἕτερον φαῦλον ἔχει. Περὶ τρίγλη ς . Ἡ τρίγλη σκληροτέραν καὶ εὔθρυπτον ἔχει τὴν σάρκα καὶ διὰ τοῦτο τρέφει μᾶλλον τῶν ἄλλων ἰχθύων, ὅταν πεφθῇ καλῶς· εἰσὶ γὰρ καὶ καλαὶ τρίγλαι αἱ ἐν καθαρῷ διαιτώμεναί τε χωρίῳ, ἔνθα οὔκ ἐστι βοτάνη. Περὶ πετραίων ἰχθύω ν . Οἱ πετραῖοι δὲ τῶν ἰχθύων τροφὴν ὑγιεινοτάτην καὶ εὔπεπτον παρέχουσι τοῖς μεταλαμβάνουσιν. Τούτων οὐ φαῦλον γὰρ ὡς ἕτερος καὶ λοιποί, ἀλλὰ σύμμετρον καὶ καλὸν αἷμα γεννῶντες. Περὶ κωβίω ν . Ὁ δὲ κωβίος ἀριστότερός ἐστι· ἡδονικὸς γὰρ καὶ πρὸς πέψιν ἐπιτήδειος, ἀνάδοσίν τε καὶ εὐχυμίαν. Ὁ κατὰ τὰς ψαμμώδεις αἰγιαλοὺς ἢ τὰς πετρώδεις ἀκτάς. Βλαβερὸς δέ ἐστιν ὁ ἐν ταῖς λίμναις καὶ οὗτος ἐν τοῖς στομίοις τῶν ποταμῶν ἢ λιμνοθαλάσσης, καὶ μάλιστα ἐὰν ἐκεῖσε βάλλονται κάραβοι. Ὁμοίως καὶ πάντες οἱ ἰχθύες φαῦλοι οἱ ἐν τοιούτοις διαιτώμενοι ὕδασι. Περὶ σκληροσάρκων ἰχθύω ν . Οἱ δὲ σκληρόσαρκοι τῶν ἰχθύων δύσπεπτοι, οὐ μόνον ἐν τῇ γαστρί, ἀλλὰ καὶ κατὰ τὰς φλέβας καὶ καθ’ ἕκαστον μόριον δηλονότι. |
| 75 (100) [145] | Παχυμώτεροι δὲ μαλακοσάρκων εἰσὶ δράκαινα, κοκκύγια, σκορπίος, ὀρφοὶ καὶ τρίγλαι μεγάλαι. Περὶ τῶν ὀστρακοδέρμω ν . Κοινόν ἐστι τούτοις ἁλυκὸν χυμὸν ἔχειν ἐν τῇ σαρκί, ὑπακτικὸν τῆς γαστρός· ἔχουσι δὲ τὰ μὲν πλέον, τὰ δὲ ἔλαττον. Καὶ γὰρ ὀστρύδια μαλακωτέραν ἔχει τὴν σάρκα τῶν ἄλλων, ἐπειδὴ λοιπὸν τὰ μὲν σκληρόσαρκα καὶ δυσπεπτότερα πάντα. Καὶ διὰ τοῦτο μᾶλλον αἱρετέον αὐτὰ πρὸς τοὺς διαφθείροντας τὴν τροφὴν ὑπὸ κακοχύμου ἐν τῇ γαστρὶ ἢ ἐν αὐτῇ τικτομένου ἢ ἐξ ἥπατος καταρρέοντος. Γεννᾶται δὲ ἐξ αὐτῶν ὁ καλούμενος ὠμὸς χυμὸς πάμπολυς. Ἐκ δὲ τῶν μαλακοσάρκων ἑψηθέντων τὸν πολὺν ἀποτίθεται ἁλυκὸν χυμὸν καὶ γίνεται τῶν τοιούτων ἡ σὰρξ δύσφθαρτος καὶ γαστρὸς ἐφεκτική. Τὸν δὲ ζωμὸν ὅς τις ἐκπίῃ, τὴν κοιλίαν προτρέπει. Εἰσὶ δὲ ταῦτα ὀστρύδια, μύδια, κογχλίοι, κογχύλαι καὶ κτένια. Περὶ τῶν σκληροσάρκω ν . Τὰ σκληρόσαρκα δύσπεπτα καὶ αὐτά· εἰσὶ δὲ καὶ τρόφιμα· ἑψηθέντα δέ, καθάπερ τὰ ὄστρεα, ἐπέχει τὴν κοιλίαν, καὶ γίνεται ὅμοια τοῖς σκληροῖς τῶν ὀστρακοδέρμων. Ἐστὶ δὲ ταῦτα ἀστακοί, πάγουροι ποτάμιοι καὶ θαλάσσιοι, καρκῖνοι, καραβίδες, καρίδες, καὶ ὅσα ἄλλα. τὸ περιέχον αὐτοῖς λεπτὸν ὄστρακον. Περὶ τῶν μαλακίω ν . Τὰ δὲ μαλάκια σκληρόσαρκά τε καὶ δύσπεπτα, πεφθέντα δὲ πολύτροφα γίνεται. Πλεῖστον δὲ καὶ ταῦτα γεννᾷ τὸν ὠμὸν χυμόν. Ἔστι δὲ ταῦτα ὀκταπόδια, σηπίαι, καλαμάρια, μοσχῖται, καὶ τὰ τοιαῦτα. Περὶ τῶν σελαγίω ν . Γλυκείαν ἔχει τὴν σάρκα καὶ μαλακὴν καὶ εὐκοίλιον καὶ εὔπεπτον καὶ τρόφιμον μέσως, οἷον νάρκαι τε καὶ τρυγόνες. βάτοι δὲ καὶ λειοβάτοι, καὶ ῥίναι δυσπεπτότερα. τροφὴν δὲ πλείονα παρέχοντα, νάρκης καὶ τρυγόνος. Περὶ τῶν κταπόδω ν . Πλὴν τῆς ὕσκας, θύννας οὐχ ἕτερον τῇ χρήσει τῇ καθ’ ἡμᾶς· εἰσὶ δὲ πάντα κακόχυμα καὶ περιστωματικά. ταριχεύοντας δὲ ἤγουν πάσσοντας δεῖ ἐσθίειν. — Κοινὰ βοηθήματα πρὸς τὰς τῶν ἰοβόλων πληγάς. Προφυλάττεσθαι μὲν οὖν χρὴ διὰ τὸ προειρμένον μοι παραπεσεῖν τινα κακοποιῷ θηρίῳ. εἰ δὲ ἄρα συμβῇ ὑπὸ ἰοβόλων τινῶν θηρίων πληγῆναι, κοινὸν τοιοῦτον χρηστέον· κουφοτέρας μὲν οὔσης τῆς πληγῆς, ἢ τοῦ δήγματος, καταντλεῖν μὲν ὀξύκρατον θερμὸν καὶ ἐκμυζᾶν τὸν τόπον οὕτως, διὰ κλυσαμένου τὸ στόμα πρότερον, ἑψεώμενον ἐκμυζᾶν πρὸς τὸ μὴ βλάπτεσθαι. οὕτως προβάλλειν τὸ στόμα τῷ πλήγματι ἐκμυζᾶν καὶ ἐν παύσει τὴν ὀδύνην. δεῖ δὲ μὴ ἑλκόμενον ἔχειν τὸ στόμα ἢ τὸ παρίσθμιον ἢ ὅλως ἐμπαθὲς ἔχειν. μετὰ δὲ ταῦτα τέφραν ὄξει φυράσας κατάπλασσε· μάλιστα δὲ συκίνου ξύλου ἢ ἀμπελίνου. |
| 75 (150) [160] | εἰ δὲ μή, τοῖς παροῦσι χρηστέων σπουδάζων, μάλιστα δὲ ποιοῦσιν ἐπιτιθέμενα τῇ πληγῇ. εὐθέως ἐξ ἀρχῆς μετὰ συκιασμόν· ἀπότεμνε ζῷα μικρὰ ἔνθερμα, οἷον ὄρνις, ἐρίφια, ἀρνοί, δέλφακες, καὶ τὰ ἐμοὶ κατὰ πάντα πλάσματα, οἷον σκόρδα λεῖα μετὰ μέλιτος, κρόμυα μεθ’ ἁλῶν, πήγανον μεθ’ ἁλῶν, σύλφιον ἐπιπαττόμενον, χάσαρ, σκόρδα, ἀρνόγλωσσον μεθ’ ἁλῶν, μελισόφυλον, συασκρίμενες μετὰ μέλιτος, γηὸς ἄφοδος ὄζει ἑφθή, καλάμινθον καταπλασσόμενον λίαν ὠφελεῖ, σπυράνθιον αἰγὸς μετ’ ὄξους. ἅκρως δὲ ποιεῖ πρὸς πᾶσαν ἰοβόλων πληγὴν χωρὶς ἀσπιδίου· ἄσβεστος μετ’ ἐλαίου καὶ μέλιτος, ὡς κηρὸν τὸ πάχος ἔχειν ἐπιτιθεμένη. |