eul_wid: reo-an
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Fevers by Alexander of Aphrodisias

On Fevers is a medical treatise by Alexander of Aphrodisias, the prominent Peripatetic philosopher of the late second and early third centuries CE. Written in Attic Greek, the work systematically applies Aristotelian natural philosophy to the analysis of fever, treating it not merely as a clinical symptom but as a physical phenomenon rooted in the body's elemental constitution. Alexander structures his investigation as a series of concise passages, methodically examining the causes, classifications, and essential nature of febrile conditions. He explains fever through the framework of the four primary qualities—hot, cold, wet, and dry—and their disturbance within the body's innate heat. The treatise represents a deliberate synthesis of medical theory with Aristotelian physics, positioning fever as a manifest imbalance in the fundamental qualities that sustain life. Scholarly interpretation views this work as an integral component of Alexander's larger intellectual project to defend and elaborate Aristotelian science against competing philosophical systems, particularly those of the Stoics and the Epicureans. The text survives in full through medieval manuscript transmission, preserved among Alexander's minor works, and offers significant insight into the classical confluence of philosophy and medicine.

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣἰατροῦ περὶ πυρετῶν.

Ἤιτησας ἡμᾶς, Ἀσκληπιαδῶν ἄριστε, Ἀπολλώνιε, περὶ πυρετῶν σοι τοσαῦτα διὰ γραφῆς παραδοῦναι, ὅσα σχεδὸν πὰρ ἡμῖν φοιτῶντι διὰ γλώττης παρεδηλώσαμεν, ἵνʼ ὥσπερ ὑπόμνημα τῆς ἡμῶν εἴη σοι διδασκαλίας, βουλομένῳ περὶ πυρετῶν θεωρεῖν, καὶ μάλιστα νυνί, ὅτε καὶ ἀποδημεῖν ἡμεῖς ἐβουλευσάμεθα, καὶ μακρὰν ἀφʼ ὑμῶν γενέσθαι, σὺ δὲ οὐκέτʼ ἴσως ἕξεις τὸν οὕτω σοι προθύμως τὰ τῆς ἰατρικῆς διασαφήσοντα ὄργια. Ἐγὼ μὲν οὖν ἕπεσθαί σοι ῥᾴδιος, ἐφʼ ἃ κελεύεις αὐτός. καὶ μὴ ὅτι περὶ πυρετῶν, ἀλλὰ καὶ περὶ παντὸς ἄλλου θεωρήματος ἰατρικοῦ ἕτοιμος ἂν ἦν, σοῦ χάριν καὶ γλώττῃ καὶ γράμμασι διδασκαλίαν ποιήσασθαι, εἴγε μὴ νῦν, ὅτε πρὸς ἀλλʼ ἄττα, τῆς ἐξόδου βιαζομένης, ἡμεῖς ἐπειγόμεθα, μὴ συγχωροῦντα τὴν περὶ τὰ τοιαῦτα σπουδήν, ἀλλὰ πρὸ καιροῦ, ὅτε δηλονότι οἷόν τε ἦν καὶ χρόνον ἡμῖν ἐγγενέσθαι μετὰ τὴν αἴτησιν πρὸς τὴν τοῦ θεωρήματος ξυγγραφήν, τὸ περὶ τούτων ὤφθης αἰτούμενος. Πολυσχιδὴς γάρ, ὡς οἶδας, καὶ δυσθεώρητος ἡ περὶ πυρετῶν θεωρία καὶ πολλοῦ δεομένη χρόνου πρὸς κατάληψίν τε καὶ ξυγγραφήν· δεῖν δὲ καὶ αὐτὸς ἂν ξυμφαίης σαυτοῦ τε καὶ ἡμῶν αὐτῶν ἄξιον εἶναι τὸ σπουδαζόμενον, εἰ μὴ μάτην αὐτὸς μὲν γράφειν, σὺ δὲ ἀναγινώσκειν αἱρούμεθα. Καὶ εἴασα ἂν τελέως τοὐγχείρημα διὰ ταῦτα, εἰ μή τις λόγος παλαιῶν ἀνδρῶν καὶ καλῶς ἔχων ἐπῆλθε πείθων με, ὡς ἀνάγκη φιλίαις εἴκειν, κἂν δέῃ συγκατιέναι τὴν τέχνην, μηδʼ αὐτοῦ δὴ τούτου γε φείδεσθαι. Ἀμέλει καὶ ἔδοξέ μοι, ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ, τὸ παρὸν συντάξασθαι σύγγραμμα, καὶ ἄλλο ἐπαγγελλόμενον περὶ τῆς ὅλης τῶν πυρετῶν θεωρίας, ἐν ἁρμόζοντι δῆθεν ἐσόμενον χρόνῳ, νυνὶ τουτί σοι ὡς ἐν ὑποθήκης ἐκδοῦναι λόγῳ, ἀκριβοῦς φιλίας ὑπόμνημα. Καὶ δὴ λέγωμέν σοι πειθόμενοι, ἃ ἂν ὁ καιρὸς διδῷ, μὴ τῷ τῆς τέχνης πλάτει, καὶ τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν, εἴ τίς ἐστιν, εὐπορίᾳ, τοῦ χρόνου δὲ μᾶλλον χρησάμενοι τῇ βραχύτητι. ἀμφοτέροις δὲ παρʼ ἀμφοτέρων ἔσται συγγνώμη, σοὶ μὲν πάλαι αἰτήσαντι, ὅτε μὲν εἰσαγωγήν, ἀλλὰ βίβλον μακρὰν πυρετῶν εἰληφέναι ῥᾴδιον ἦν, ἐμοὶ δὲ φίλοις ἐφʼ ὁποιῳδηποτοῦν οὐκ ἀντιβαίνειν ἐθέλοντι.

Πυρετὸν τοίνυν, ἵνʼ ἐντεῦθεν τοῦ λόγου ἄρξωμαι, ἄλλοι μὲν ἄλλως ὡρίσαντο, Ἐμπεδοκλῆς δὲ καὶ Ζήνων καὶ τῶν Ἱπποκρατείων οἱ πλείους θερμασίαν παρὰ φύσιν, ἀπὸ καρδίας μὲν ἀρχομένην, προϊοῦσαν δὲ ἐκ ταύτης διʼ ἀρτηριῶν καὶ φλεβῶν ἐφʼ ἅπαν τὸ σῶμα, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσαν ἐνεργείας, ἔφασαν εἶναι· καὶ εἰκότως. Δεῖ γὰρ παρὰ φύσιν εἶναι τὴν ταῖς φυσικαῖς ἐνεργείαις ἀντιπράττουσαν θέρμην, καὶ ἀπὸ καρδίας ἄρχεσθαι, ὅθεν δήπου τὸ φυσικὸν ἀναβλύζει θερμόν, καὶ διʼ αὐτῶν ἐκείνων ἐφʼ ἅπαν προϊέναι τὸ σῶμα, διʼ ὧν ἐκεῖνο πρόεισι, τὰς φυσικὰς ἐνεργείας ἀποτελοῦν· εἰ γὰρ μὴ διʼ ἐκείνων, αἷς τὸ φυσικὸν προϊὸν ἐνεργεῖ, πόθεν ἂν ἕξῃ τὰς διόδους ὥστʼ ἐφʼ ἅπαν ἐξαπλωθῆναι τὸ σῶμα; καλῶς οὖν ἀπεφήναντο οἱ οὕτω τὸν πυρετὸν ὁρισάμενοι. Ἵνα δʼ ὁ λόγος ἡμῖν καὶ σαφέστερος ᾖ, δίκαιον ἂν εἴη καὶ τὸν ὅρον αὐτόν, ὡς ἔχοι, κατὰ μέρος ἐπιστῆσαι, καὶ εἴ τι ἐπιλύσασθαί οἱ ἀπορίας ἐχόμενον ἔνεστι. Παρὰ φύσιν μὲν οὖν θερμασία γένος ἐστὶ τοῦ πυρετοῦ, διʼ ἣν ὁ πυρετὸς νόσος, οὐκ ἐν διαπλάσει, ἀλλʼ ἐν κράσει δυσκρασία θερμή τις οὖσα, μεθʼ ἧς ξυνέρχεται καὶ ξηρά. ἡ γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος, τὰ δʼ ἄλλα πάντα διαφοραί, αἷς συνίσταταί τε καὶ τῶν ἄλλων θερμασιῶν διενήνοχεν· οὐ γὰρ εἴ τι παρὰ φύσιν θερμασία, τοῦτʼ ἐστι πυρετός· πυρετός γε μὴν ἅπας παρὰ φύσιν γε θερμασία. Αὐτίκα ἡ ἐν πνεύμασιν ἐξ ἡλιοκαΐας ἢ πυρὸς ἢ ἄλλου τουτῶν προκαταρκτικῶν αἰτίων γινομένη παρὰ φύσιν θερμότης, οὔπω δʼ εἰς τὴν καρδίαν ἰοῦσα, ἤτοι τὸ σῶμα αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίαις αὐτοὺς χυμούς, ἢ τὴν ἀερώδη οὐσίαν κατειληφυῖά τε καὶ ἀνάψασα, πυρετὸς οὔτʼ ἐστιν, οὔτε λέγεται· πολλοῦ γε καὶ δεῖ. Δεῖ γὰρ ἐκ καρδίας ἄρχεσθαι, καὶ διὰ πνευμάτων καὶ αἵματος ἀπὸ ταύτης ἐφʼ ἅπαν ἰέναι τὸ σῶμα τὸν πυρετόν· ὅπερ οὐκ ἐνῆν τῇ προρρηθείσῃ θερμότητι· ταῦτά τοι πρόσκειται ἐν τῷ ὅρῳ τό, ἀπὸ καρδίας μὲν ἀρχομένη. Κἂν γὰρ ὁ πυρετὸς τοῦ ὅλου σώματος ᾖ νόσος, ἀλλʼ οὖν προηγουμένως μέν ἐστι τῆς καρδίας, ἑπομένως δέ γε τοῦ ὅλου σώματος; πῶς γὰρ ἂν ἡ παρὰ φύσιν θερμότης εἰς ὅλον ἰέναι τὸ σῶμα δυνήσαιτο, μὴ πρότερον τὴν καρδίαν ἀνάψασα; ἢ τί τῶν ἄλλων μορίων θερμαινόμενον παρὰ φύσιν οἷόν τέ ἐστι τὸ ὅλον σῶμα θερμᾶναι, καὶ τὴν ἣν ἔχει διάθεσιν τῷ παντὶ μεταδοῦναι, καθάπερ ἡ καρδία μόνη τῶν ἄλλων δύναται, μὴ διὰ μέσης τῆς καρδίας τοῦτο ποιῆσαν, πρῶτον μὲν ἐκείνην, ἔπειθʼ ὅλον τὸ σῶμα διὰ ταύτης ἀνάψαν; οὗ πάντως αἴτιον τὸ μᾶλλον τῶν ἄλλων ἐκείνην χορηγεῖν τε καὶ διοικεῖν ὅλον τὸ σῶμα ταῖς ἰδίαις ἐπιρροαῖς· ὥστε δῆλον ἐντεῦθεν, ὡς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα πρώτως θερμότης ἀληθὴς ἀρχὴ πυρετοῦ. Ἀρχὴν δὲ λέγω τὴν οἷα μεγέθους, οὐδὲ ταύτης τὴν ἀμερῆ, ἀλλὰ τὴν δυναμένην τῷ ὅλῳ μεγέθει συνδιαιρεῖσθαι· ἀληθὴς γὰρ τῷ ὄντι πυρετὸς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα θερμότης, κἂν μήπω τῷ ὅλῳ μεταδοθῇ, τῷ ποσῷ μόνον τῆς ἐν τῷ παντὶ διαφέρουσα, ἐπεὶ καὶ τὸ ὅλον ἡ καρδία μόνη δυνατεῖ, οὐκ ἄλλο τῶν μορίων οὐθέν.

Ἀλλʼ ἀπορῆσαι ἄξιον, διὰ τί καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ; δοκεῖ γάρ πως διαφορὰν αὐτὸ εἶναι, ᾗ διαφέρει θερμοῦ τοῦ κατὰ φύσιν ὁ πυρετός, μόνη δʼ ἡ θερμασία γένος· ὁ μὲν οὖν περὶ τοῦ τῶν ὁμωνύμων λόγος, ἐκεῖνα χρὴ διορίσασθαι πρῶτον, περὶ οὗ αὐτῷ πρόκειται λέγειν, ἵνα σαφὴς γένηται, ὡς περὶ κυνὸς τῷ ἀστρῴῳ καὶ τῷ χερσαίῳ διοριζόμεθα λέγοντες. Ἐπειδὴ οὖν καὶ ἡ θερμασία τῶν πολλαχῶς ἐστι λεγομένων, ἡ μὲν γάρ ἐστι συστατικὴ τοῦ ζῴου, ἥτις καὶ κατὰ φύσιν λέγεται, ἡ δὲ φθαρτική, ἥπερ καὶ παρὰ φύσιν λέγεται, καὶ ἀμφοτέρων τὸ εἶναι ἐν τῷ παρὰ φύσιν ἢ τῷ κατὰ φύσιν ἐστίν· ἀνάγκη τὸν περὶ ταύτης λόγον διασημᾶναι πρῶτον περὶ ποίας οἱ ὁ σκοπός. Σημαίνεται δὲ τὰ ὁμώνυμα τῷ λόγῳ τῆς οὐσίας αὐτῶν, ὁ δὲ λόγος τῆς οὐσίας γενικὸς ἑκάστου, γένος αὐτοῦ ἐστιν· εἰκότως ἄρα καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ, ὡς λόγος ὑπάρχων γενικὸς τῆς οὐσίας αὐτοῦ, ᾧ σημαίνεται, καὶ τὸ εἶναι ἔχει, καὶ οὐχ ἡ θερμασία μόνη.

Καλῶς δὲ τῷ ὅρῳ πρόσκειται καὶ τί, προϊοῦσα δʼ ἐκ ταύτης διʼ ἀρτηριῶν καὶ φλεβῶν ἐφʼ ἅπαν τὸ σῶμα. Δύναται μὲν γὰρ τὰ παρὰ φύσιν θερμανθέντα μόρια τῇ ἁφῇ τὰ πλησιέστερα τῶν μορίων θερμᾶναι, καὶ ταῦτα ἄλλα, κἀκεῖνα ἕτερα. Ἐπεὶ δὲ πᾶν τὸ ἐκ τῆς καρδίας θερμὸν εἰς ὅλον τὸ σῶμα παραπεμπόμενον διὰ μέσων ἴεται τοῦ πνεύματος καὶ τοῦ αἵματος, ἃ παντὶ πρόσεστι μορίῳ τοῦ σώματος, ἐκ τῆς αὐτῆς ἰόντα καρδίας, εἰκότως τὴν παρὰ φύσιν θέρμην, ἐκ τῆς καρδίας ἀρχομένην, διʼ ἀρτηριῶν καὶ φλεβῶν εἰς ἅπαν ἰέναι τὸ σῶμά φαμεν. Τοῖς γὰρ αὐτοῖς, οἷς τὸ φυσικὸν θερμὸν παντὶ μορίῳ τοῦ σώματος μεταδίδωσιν ἡ καρδία, καὶ τὸ παρὰ φύσιν θερμὸν παραπέμψει, καὶ μάλισθʼ ὅτε καὶ ὁ πυρετὸς δοκεῖ τὸ φυσικὸν θερμὸν εἶναι εἰς τὸ πυρῶδες μεταβληθέν.

Τό γε μήν, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, ὅπερ ἐστὶ τὸ τελευταῖον τοῦ ὅρου, χωρίζει τὸν πυρετὸν ἀπὸ θυμοῦ τε καὶ ὁμοίων· ὁ γὰρ θυμὸς οὐ βλάπτει τὰς ἐνεργείας αἰσθητῇ τινι βλάβῃ, ἐφʼ ᾗ πυρετὸς γένοιτο. Βουλόμεθα δὴ τὸν πυρετὸν διὰ τοῦτο οὐ πᾶσαν εἶναι τὴν παρὰ φύσιν θερμασίαν, κἂν διʼ ἀρτηριῶν καὶ φλεβῶν ἐκ καρδίας τῷ ὅλῳ μεταδοθῇ σώματι, ἀλλʼ ἐκείνην μόνην, ἥ ἐστι νόσος· νόσος γὰρ ἡ παρὰ φύσιν διάθεσις τὰς ἐνεργείας βλάπτουσα.

Ἐνεργείας δέ φαμεν φυσικὰς τὰς τῆς φυσικῆς ψυχῆς δυνάμεως ἐνεργείας, αἳ μάλιστα τῇ παρὰ φύσιν βλάπτονται θερμασίᾳ διὰ τὸ γίνεσθαί τε καὶ τελεῖσθαι τῶν ἄλλων μᾶλλον ὥσπερ διʼ ὀργάνου τοῦ φυσικοῦ θερμοῦ· τὸ γὰρ τῶν φυσικῶν δυνάμεων ὄργανον ἡ τῶν μορίων ἐστὶ κρᾶσις, ὥσπερ αὖ πάλιν τῶν ζωτικῶν ἡ τῶν αὐτῶν τούτων ἰδία διάπλασις. Τὸ δὲ φυσικὸν θερμὸν μὴ τῶν ἁπλῶν, ἀλλὰ τῶν κεκραμένων εἶναι τίς ὅλως ἀμφαγνοεῖ; εἰ καὶ φυσικὰς ἐνεργείας ἐστὶν εἰπεῖν ἁπάσας τὰς τῆς ψυχῆς ἐνεργείας τῷ τε φύσει ταύτας τελεῖσθαί τε καὶ γίγνεσθαι, καὶ τῷ μήτε τὸ αἰσθάνεσθαι, μήτε τὸ κινεῖσθαι, μήτε μὲν τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ἄνευ τοῦ φυσικοῦ καὶ ἐμφύτου θερμοῦ μὴ δύνασθαι γίγνεσθαι· ἡ γὰρ τῶν ὁμοιομερῶν κρᾶσις τῆς διαπλάσεως βάσις ἐστὶ καὶ θεμέλιος.

Ταῦτά τοι τῇ παρὰ φύσιν θερμότητι πάσας ὁρῶμεν βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας, καὶ μᾶλλον ἐκείνας, ἃς φυσικὰς ἰατρῶν παῖδες καλοῦσιν· ἐξ οὗ δῆλον, ἁπάντων τῶν ἄλλων νοσημάτων τὸν πυρετὸν δεινότερον καὶ ἐπαχθέστερον εἶναι, ἀρχόμενον μὲν ἀπὸ τῆς ἀρχοειδεστάτης ἀρχῆς, τῆς καρδίας, εἰς ὅλον δὲ προϊόντα τὸ σῶμα καὶ πάσας τὰς ἐν ἐκείνῳ βλάπτοντα ἐνεργείας. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα πυρετός ἐστι παρὰ φύσιν θερμασία, ἀπὸ καρδίας μὲν ἀρχομένη, προϊοῦσα δʼ ἐκ ταύτης διʼ ἀρτηρίων καὶ φλεβῶν ἐφʼ ὅλον τὸ σῶμα καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, καθάπερ εἴρηται. Ἐπεὶ δὲ παρὰ φύσιν αὐτὸν λέγομεν θερμασίαν, δίκαιον ἂν εἴη φάναι, τίς τε φυσικὴ πρῶτον, τίς τε παρὰ φύσιν θερμασία· τοῦ γὰρ γένους ἐκδήλου γεγονότος, τάχα καὶ τὸ οὗ ἐστι γένος οὐκ ἀγνοηθήσεται.

Φυσικὴ τοίνυν ἐστὶ θερμότης, τὴν αὐτὴν δέ φημι καὶ ἔμφυτον δήπου θερμόν, ᾗ ἡ ἀρχὴ τοῦ ζῴου ἡ φύσις· συμφύεται γὰρ τῷ ζῴῳ, καὶ διὰ τοῦτο λέγεται φυσική, ὄργανον οὖσα καθόλου τῶν τῆς ψυχῆς δυνάμεων· οὐδὲ γὰρ οἷόν τε τὴν ψυχὴν ἄνευ τοῦ τοιούτου θερμοῦ παράξαι τινὰ τὴν τυχοῦσαν ἐνέργειαν. Ἅπαν γε μὴν ὄργανον ἀνάλογόν τε ἐκείνῳ δεῖ εἶναι, οὗ ἐστιν ὄργανον, καὶ τὸν προσήκοντα λόγον πρὸς τὸ ἔργον καὶ τὸ ἀποτέλεσμα σώζειν. ἄλλως γὰρ τό,τε ὄργανον τό,τε οὗ ἐστιν ὄργανον, καὶ τὸ διʼ ὃ τὸ ὄργανον, μάτην ἂν εἴη, καὶ οὕτως ἐν τοῖς οὖσι καθʼ αὑτὸ δήπου τι μάτην συνεισαχθείη. Δεῖ ἄρα καὶ τὴν ἔμφυτον θερμασίαν, ὄργανον οὖσαν ψυχῆς, ὥσπερ εἴρηται, μὴ ἀπολελυμένην τε καὶ ἁπλῆν ἔχειν τὴν κρᾶσιν, ἀλλʼ ἀναφερομένην πρός τε τὰς τῆς ψυχῆς δυνάμεις, πρός τε τὰ ἔργα τούτων, κἀκείνοις ἀνάλογον εἶναι, καὶ διὰ ταῦτα ξυγκεκραμένην ψυχρῷ τε καὶ ὑγρῷ καὶ ξηρῷ, καὶ εὔκρατόν τε καὶ σύμμετρον. καὶ καλοῖτʼ ἂν διὰ ταῦτα δικαίως φυσική τε καὶ ἔμφυτος κρᾶσις, μᾶλλον δὲ ἀπὸ ταύτης ἡ φυσικὴ καὶ ἔμφυτος κρᾶσις θερμὴ λέγοιτʼ ἄν, τοῦτο μέν, διὰ τὸ ἐν τῇ τῶν λόγων κράσει τὸ θερμὸν τὰς ἄλλας νικᾶν καὶ ὑπερβάλλειν ποιότητας· τὰ γὰρ ζῷα θερμὰ δήπου διὰ τὴν ἐν αὐτοῖς ὑπερβάλλουσαν θέρμην καὶ τὰς λοιπὰς νικῶσαν ποιότητας· τοῦτο δέ, διὰ τὸ τὸ θερμὸν δραστικώτατον εἶναι τῶν ἄλλων ἁπασῶν ποιοτήτων· οὐδεμία γάρ τε γειτνιῶσα αὐτῇ μεταβάλλει ποιότης, ὡς τὸ θερμόν. Τοιαύτη μὲν οὖν ἡ φυσικὴ καὶ ἔμφυτος θερμασία· ἡ δὲ παρὰ φύσιν ἐστὶν ἡ ἔκ τινος ἐξωτερικῆς αἰτίας, ἥτις ποτʼ ἂν εἴη, μήτε οἰκείας τῇ φύσει, μήτε μὴν ἀπὸ ταύτης τὴν ἀρχὴν εἰληφυίας, ἐπερχομένη τῷ σώματι, οὐκ ἀνάλογον ὄργανον οὖσα τῶν φυσικῶν δυνάμεων, οὐδὲ τὸν ἁρμόζαντα πρὸς τὰ ἔργα σώζουσα λόγον, τοῦτο μὲν τῷ ἐπείσακτον καὶ ἀλλοτρίαν εἶναι, τοῦτο δʼ αὖ πάλιν τῇ ἑαυτῆς δυσκρασίᾳ μὴ σώζουσα τὴν πρὸς τὰς δυνάμεις καὶ τὰ ἔργα ἀναλογίαν· λέγοιτο δʼ ἂν ἡ τοιαύτη καὶ παρὰ φύσιν κρᾶσις, πρὸς τὸ θερμότερον ἀποκλίνουσα κατὰ τὸν αὐτὸν λόγον τῆς ἐμφύτου θερμότητος.

Ἰστέον δέ, ὅτι, ὥσπερ ἔμφυτον, οὕτω καὶ ἐπείσακτον θερμὸν λέγομεν, οὐ μὴν δέ, ὥσπερ ἐπείσακτον, οὕτω καὶ ἔμφυτον ψυχρὸν λέγομεν· οὗ πάντως αἴτιον τὸ μὴ ἁπλῶς τε καὶ καθʼ αὑτὸ τὸ ψυχρὸν τὸ τῆς φύσεως ἔργον εἰσδύεσθαι, καθάπερ καὶ τὸ θερμόν· ἀλλότριον γὰρ καὶ φθαρτικὸν τῆς τῶν ἐμψύχων, καὶ μάλιστα τῆς τῶν ζῴων φύσεως τὸ ψυχρόν, καὶ ἀκινησίας μᾶλλον ἢ κινήσεως αἴτιον. Εἰ γάρ που καὶ γίνεται τῇ φύσει γε συμπαρομαρτοῦν, οὐ καθʼ αὑτό γε μήν, ἀλλὰ κατὰ συμβεβηκός.

Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἡ φυσικὴ καὶ ἔμφυτος θερμότης παρὰ φύσιν θερμότητος διενήνοχε πρῶτον μὲν τοῖς αἰτίοις, ἔπειτα τῷ εὐκράτῳ τε καὶ δυσκράτῳ, καὶ ὅλως ὥσπερ τὸ ἄκρον τοῦ μέσου· ὡς γὰρ ἀρετὴ πρὸς κακίαν, οὕτως εὐκρασία πρὸς δυσκρασίαν· κἀντεῦθεν ἑπομένως τῷ τε εἴδει καὶ τῇ μορφῇ, καθάπερ τὸ ὑγιεινὸν τοῦ νοσώδους διενήνοχε σώματος περί γε μὴν τὸ αὐτὸ ὑποκείμενον ἄμφω, ὡς πρὸς τρόπου τοῖς ἐναντίοις, εἰώθασι γίγνεσθαι, εἴτε πνεῦμα, εἴτε χυμός, εἴτε μόριον τοῦ τʼ ἂν εἴη, ἐν ᾧ πρὸς ἀλλήλας καὶ ποιοῦσι καὶ πάσχουσι. Τὸ γὰρ ἔμφυτον θερμὸν ἢ εὔκρατον τῷ παρὰ φύσιν θερμῷ, καθάπερ ἄκρῳ μέσον, ἀντίκειται, καὶ ἐναντία ἡ ἔμφυτος θέρμη τῇ παρὰ φύσιν θερμότητι, καθάπερ ἀρετῇ κακία, ὡς μικρῷ πρόσθεν ἐλέγομεν. Τοιαύτη μὲν οὖν ἥ τε κατὰ φύσιν ἥ τε παρὰ φύσιν θερμότης, καὶ τοιαύταις ἀλλήλων διαφοραῖς, ὡς ἐκ πολλῶν ὀλίγα λέγειν, διενηνόχασι.

Ἐπεὶ δʼ ὁ πυρετὸς δοκεῖ τε καὶ λέγεται τὸ φυσικὸν θερμὸν εἶναι πρὸς τὸ πυρῶδες μεταβάλλον, φέρε θεωρήσωμεν, εἰ καλῶς δοκεῖ τε καὶ λέγεται· ἔχει γάρ πως φυσικωτέραν θεωρίαν ἡ σκέψις.

Φημὶ δή, δυοῖν ἐναντίων πρὸς ἄλληλα δρώντων τε καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ, θάτερον μὲν ἐκβάλλεσθαί τε καὶ φθείρεσθαι, θάτερον δὲ ἀντεισάγεσθαι. οὐδὲ γὰρ καὶ ἄμφω δυνατὸν ἐντελεχείᾳ ἐν τῷ αὐτῷ παρεῖναι ὑποκειμένῳ, οὐδʼ αὖ τοῦ αὐτοῦ ἀπεῖναι ὑποκειμένου, ἀλλὰ θατέρῳ μὲν ἐπερχομένῳ θάτερον ἀνάγκη τῆς ὕλης παραχωρῆσαι, θατέρου δὲ παραχωροῦντος, θάτερον αὖθις εἰσιέναι καὶ τὴν ὕλην εἰδοποιεῖν. Οὐδέποτε γάρ, οὐδʼ ἐν αὐτῷ τῷ νῦν τοῦ χρόνου τῷ ἀμερεῖ, τὴν δεκτικὴν τῶν ἐναντίων ὕλην τε καὶ οὐσίαν ὑπὸ μηδετέραν οἷόν τε, φύσει τῶν ἐναντίων, εἶναι μορφήν, οὐδʼ αὖ τὰ πλεῖστον ἀλλήλων διεστηκότα, κἂν ὑπὸ τὸ αὐτὸ γένος ᾖ, τὴν ἐν τῷ αὐτῷ φέρει δίαιταν, ἄλλως ὑπʼ ἄλλῳ τεταγμένῳ τε καὶ διακειμένῳ· οὐδὲ γὰρ πρὸς τὸν λόγον, καὶ εἰ τὰ μὲν ἔμμεσα, τὰ δʼ ἄμεσα εἴη τῶν ἐναντίων. Καὶ περὶ ἀμφοτέρων γὰρ ὁ αὐτὸς ἁρμόζει λόγος, ὅσα γε πρὸς τὴν ὕλην τε καὶ μεταβολήν· καὶ ἄλλως δέ, τὰ μέσα τοῖς ἄκροις πῶς τὰ αὐτά; Ἐπεὶ δὲ πᾶσα φυσικὴ δρᾶσις ἢ πεῖσις, ἡ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχουσα κίνησις, κίνησις δὲ ἐν χρόνῳ, τοῦ δὲ χρόνου τὸ μὲν ἀρχή, τὸ δὲ μέσον, τὸ δʼ ἄκρον καὶ ἔσχατον, ἔτι δὲ καὶ τἀναντία, ἐν οἷς ἡ κίνησις, ἔμμεσα, πολλῶν ὄντων μεταξὺ τοῖν δυοῖν εἰδῶν τε καὶ ὑποστάσεων, ἀνάγκη μήτʼ ἐν τῇ ἀρχῇ τῆς κινήσεως θάτερον μὲν τῶν ἐναντίων φθαρῆναι, θάτερον δὲ ἀντεισαχθῆναι, μήτε μὴν ἐν τῷ μέσῳ· μάτην γὰρ ἂν ἦν ἡ ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ μέσου καὶ τελευταίου, καὶ ἡ ἀπὸ τοῦ μέσου πάλιν ἐπὶ τὸ ἔσχατον κίνησις. Λείπεται τοίνυν μόνον ἐν τῷ τῆς κινήσεως ἄκρῳ τε καὶ ἐσχάτῳ τὸ μὲν τῶν ἐναντίων πάντη φθαρῆναι καὶ μηκέτι εἶναι, τὸ δὲ ἀντεισαχθῆναι κατὰ τὸ αὐτὸ νῦν τοῦ χρόνου, ὃ καὶ ὅρος ἐστὶ τῆς κινήσεως ὁ εἰς ὅ· καὶ μεταξὺ δὲ τοῖν δυοῖν ὅροιν, τοῦ τʼ ἐξ οὗ, τοῦ τʼ εἰς ὅ, πολλὰ τῶν μέσων εἰδῶν ἀνάγκη γίγνεσθαι δήπου, τοῦ μὲν προηγούμενα, τοῦ εἰς ὅ, τῷ δʼ ἑπόμενα, τῷ ἐξ οὗ, ἃ οὐδέτερον τῶν ἄκρων οὔτʼ ἐστιν, οὔτε λέγεται, οἷον φαιόν, ὠχρόν, ἐρυθρὸν καὶ τἄλλα τῶν μέσων, εἰς ἃ πρῶτον μεταβάλλει τὸ ἐκ τοῦ μέλανος εἰς λευκὰ μεταβάλλον, ὃ οὔτʼ ἔστιν, οὔτε λέγεται λευκὸν ἢ μέλαν ἁπλῶς, εἰ μήπου τοῖν δυοῖν ἄκροιν παραβαλλόμενον, πρὸς ἐκεῖνο μὲν μέλαν, πρὸς δὲ τοῦτο λευκὸν λέγοιτʼ ἄν, ἁπλῶς δὲ οὐκ ἔστιν, εἰ μή τις τὰ εἴδη συγχέειν βούλοιτο. Τὰ αὐτὰ δʼ ἂν φαίη τις καὶ περὶ τῶν ἀποστάσεων τῶν αὐτῶν καὶ τῶν ἄκρων πλὴν ὅτι τῶν ἄκρων μὲν ἐκεῖνα τῷ εἴδει, αἱ δʼ ἀποστάσεις τῶν αὐτῶν τῷ μᾶλλόν τε καὶ ἧττον καὶ τῇ εὐτομότητι διαφέρουσι. Τὰ αὐτὰ δὴ πάντα κἀν τῷ πυρετῷ νοῶν, οὐκ ἂν ἁμάρτοις. Τοῦ γὰρ ἐπεισάκτου καὶ ἀλλοτρίου θερμοῦ τὸ ἐν ἡμῖν πνεῦμα, ἢ χυμόν, ἢ μόριον, ἅπερ εὔκρατά ἐστι τῇ τοῦ θερμοῦ, ἣν ἐλέγομεν, εὐκρασίᾳ, θερμαίνοντός τε καὶ ἀλλοιοῦντος, ἀνάγκη θερμότερον ἑαυτοῦ γίγνεσθαι ἕκαστον, ὡσπερεὶ ἐκ ψυχροῦ ἢ χλιαροῦ μετέβαλεν εἰς θερμόν· ἐπεὶ δὲ τὸ θερμαινόμενον οὔπω τεθέρμασται, τὸ δὲ τεθερμάσθαι ὁ εἰς ὃ τῆς θερμάνσεως ὅρος, δεῖ πάντως τὸ ἐξ εὐκράτου θερμαινόμενον ἄχρι τοῦ τεθερμάσθαι διὰ μέσων ὅτι πλείστων εἰδῶν τε καὶ ἀποστάσεων ἰέναι τῆς παρὰ φύσιν θερμότητος, ὧν οὐδεμία τῷ ἄκρῳ πάντη παρόμοιος, οὐδʼ ἕξις ἔστιν, οὐδὲ λέγεται. Τὸ δὲ τοιοῦτον μέσον, τὸ δὴ τοῦ σώματος ἀλλοιώσεων, εἴτε θέρμανσις εἴτε ψύχρανσις εἴη, εἴτε καὶ ἄλλη τις τῶν ἐκ τῶν πρώτων ποιοτήτων παρωνύμως γε λεγομένων, παρʼ ἰατροῖς δυσκρασία λέγεται διὰ τὸ τὴν τῶν ἐναντίων ἐν αὐτῇ μάχην ἐνεστάναι· δυσκρασία μὲν τῷ μὴ ἀνάλογος εἶναι ταῖς φυσικαῖς ἐνεργείας, διάφορος δὲ τῇ πρὸς τὴν φυσικὴν αὐτῆς σχέσει. Ἐν τῷ τοιούτῳ τοίνυν μέσῳ καὶ τὰ τοῦ σώματος μόριά φαμεν εἶναι, ὅτε τὸ σῶμα πυρέττει τὸν ἐπὶ πνεύμασιν ἢ χυμοῖς σηπομένοις ἀναπτόμενον πυρετόν, ὡς ἐκ τῶν ἔμπροσθεν ῥηθέντων ἐστὶν ἰδεῖν. Τῆς δʼ ἀλλοιώσεως ἤδη πρὸς τὸ τέλος ἡκούσης, καὶ τῆς τῶν ἐναντίων πρὸς ἄλληλα μάχης γε παυσαμένης, ἥ τʼ ἐπιγινομένη κρᾶσις ἴση λέγεται, θατέρου τῶν ἐναντίων ὅλου φθαρέντος, καὶ τὰ μόρια ὑπὸ τὴν τοιαύτην κρᾶσιν εἶναι καὶ ὑπὸ τὸ τεθερμάσθαι φαμέν. Παυσαμένης δὲ τῆς ἀλλοιώσεως καὶ τῆς ἴσης ἐκείνης καλουμένης κράσεως ἐπιγενομένης, ἐπεὶ τὸ αἰσθάνεσθαι ἀλλοιώσει τινὶ τῶν αἰσθήσεων γίνεται, οὐκ ἔσται τῆς ἴσης ἐκείνης, ὥσπερ οὐδὲ τῆς φυσικῆς οὐδεμία κράσεως αἴσθησις, οὐδὲ ὀδύνη λυποῦσα τὴν αἴσθησιν. Γέγονε γὰρ ὡσπερεὶ φυσική τις τῶν μορίων διάθεσίς τε καὶ κρᾶσις, ἧς οὐδεμία παρὰ τοῦ ἔχοντος αἴσθησις, τοῦ μηδεμίαν αὐτοῦ τινος εἰς ἑαυτὸν γίγνεσθαι δρᾶσιν, καὶ ὥσπερ ἕξις τις τοῖς μορίοις ἐμπεφυκυῖα, ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχεν, ἑκτικὸς πυρετὸς καλουμένη παρʼ ἰατροῖς. Τούτων τοίνυν οὕτω διωρισμένων, ἐντεῦθεν ἐστὶν ἰδεῖν, ὅτι ὥσπερ οὐκ ἔστι κυρίως εἰπεῖν τὸ μέλαν, ὅτε λευκαίνεται, ταὐτὸν δὲ εἰπεῖν, ὅτε ὑπὸ τὴν κίνησιν ἔτι καὶ ἐν τῷ μεταξύ ἐστι τῆς κινήσεως, ὅτι μετέβαλεν εἰς λευκόν, τῷ τὸ λευκαινόμενον ἔτι μὴ λελευκάσθαι, καθάπερ οὐδὲ λευκανθὲν καὶ ἐν τῷ εἰς ὃ τῆς κινήσεως ὂν λέγοιτʼ ἂν ἀμηγέπη μέλαν, τῆς μελανίας πάντη φθαρείσης, οὕτως οὐδὲ τὸν ἐπὶ πνεύμασι καὶ χυμοῖς σηπομένοις ἀναπτόμενον πυρετὸν λέγειν δίκαιον παρὰ φύσιν θερμασίαν εἰς πυρώδη μεταβάλλουσαν. Τὸ γὰρ μεταβάλλον οὐ μεταβέβληκεν, εἰ μή τις λέγειν ἐθέλει πᾶν τὸ μεταξὺ εἶδος καὶ πᾶσαν ἀπόστασιν πυρώδη καὶ θερμότητα καὶ δυνάμει μόνον οὖσαν, ἐντελεχείᾳ δὲ οὔ· τὸ γὰρ κινούμενον δυνάμει τοῦ πρὸς ὃ κινεῖται, οὐκ ἐντελεχείᾳ· οὐ γὰρ ἂν ἐκινεῖτο, ἀλλʼ ἠρέμει, τοιοῦτον ἐντελεχείᾳ ὄν, οἷον τὸ πρὸς ὃ κινεῖται· ἄλλως γὰρ κινούμενον τὸ αὐτό, καὶ μὴ κινούμενον κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ γʼ εἴη ἄν, ὅπερ ἀντίφασις· ὅ γε μὴν ἑκτικὸς πυρετὸς ἔστι μὲν ὡς τὸ κατὰ φύσιν θερμὸν εἰς τὸ πυρῶδες μεταβάλλον, ἔστι δὲ ὡς οὔ. Εἰ μὲν γὰρ τὸ θερμὸν ἀντὶ τῆς ποιότητος νοηθείη τε καὶ ληφθείη, οὐκ ἔστι· τὸ γὰρ πυρῶδες ἐκεῖνο θερμὸν οὐδαμῶς ἐστι τὸ κατὰ φύσιν θερμόν· εἰ δʼ ἀντὶ τοῦ ὑποκειμένου, καὶ μάλα· τὸ γὰρ ἐν τῷ ἑκτικῷ μεταβάλλον πυρετῷ, ποιόν, ἀλλʼ οὐ ποιότης ἐστί, καὶ τὸ τοιοῦτον οὐ θέρμη, θερμὸν δὲ λέγεται, οὐδʼ αὖ πυρετός, ἀλλὰ μᾶλλον πυρέσσον· χρῶνται δʼ ὁμοίως οἱ ἰατροὶ ταῖς τοιαύταις τῶν λέξεων ἐστιν ὅτε, καὶ οὐκ ἄνευ ἴσως αἰτίας καὶ λόγου. Ἐπειδὴ γὰρ ἐν τῷ μεταξὺ τῆς τοιαύτης ἀλλοιώσεως ἄπειρα δήπου τὰ εἴδη, καθάπερ ἐν τοῖς φυσικοῖς δέδεικται, μὴ τυχόντα ὀνόματος, ἔδει τὸν ἰατρόν, περὶ ἐκείνων λόγον ποιούμενον, τῷ τοῦ ἄκρου, πρὸς ὅπερ ἡ κίνησις, ὀνόματι ταῦτα καλεῖν, περὶ παντὸς ἁπλῶς λέγοντα πυρετοῦ, ὅτι τὸ κατὰ φύσιν θερμόν ἐστι πρὸς τὸ πυρῶδες μεταβάλλον. Ἀληθεύει δὲ μᾶλλον, εἴτις ἐθέλοι λέγειν τὸ τοιοῦτον περὶ τοῦ ἑκτικοῦ, καθάπερ εἴρηται, πυρετοῦ.

Ἐπιστάσεως δὲ ἄξιον, ὅτι ὁ πυρετὸς οὐκ ἔστιν οὐδενὸς ἢ μόνων τῶν σώματος, ἃ καὶ κυρίως ἔστι τε καὶ λέγεται ἔμψυχα· οὔτε γὰρ τὸ ἐν ἡμῖν πνεῦμα κυρίως, οὔθʼ οἱ χυμοί, μόνα δὲ πυρέττει τὰ τοῦ σώματος μόρια, ἅπερ καὶ ὄργανα τῶν παρʼ ἡμῖν εἰσιν ἐνεργειῶν, εἰκότως. Ὡς γὰρ ἡ ὑγεία, διάθεσις φυσική τις οὖσα τοῦ ἀνθρωπίνου σώματος, διʼ ἧς τελείως ὁ ἄνθρωπος τὰς ἑαυτοῦ προσηκούσας ἐνεργείας ἀποτελεῖ, ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· χυμοὶ δὲ καὶ πνεύματα ποιητικὰ ταύτης αἴτια, τὰ μὲν ὡς ὄργανον καθόλου καὶ γενικὸν τῆς ψυχῆς, οἱ δὲ ὡς ὕλη τῶν μορίων, ἐξ ὧν αὔξεταί τε καὶ τρέφεται· οὕτω καὶ ἡ νόσος, ἧς εἶδος ὁ πυρετός, διάθεσις παρὰ φύσιν τοῦ ἀνθρωπίνου σώματος, ὑφʼ ἧς ἐν ταῖς ἐνεργείαις καθʼ αὑτὸ καὶ πρώτως αἰσθητὴ γίγνεται βλάβη, ἐν τοῖς αὐτοῖς ἔσται μορίοις τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ πέφυκε γίγνεσθαι. Πνεῦμα δὲ καὶ χυμοὶ ποιητικὰ μᾶλλον, ἀλλʼ οὐχ ὑλικὰ νόσου καὶ πυρετῶν αἴτια. ἄλλως τε νόσον καὶ ὑγείαν, πάθη τῶν τοῦ ἐμψύχου, ᾗ ἔμψυχα, ὄντα, δεῖ ὡς ἐν ὑποκειμένοις εἶναι τοῖς ἐμψύχοις· μόνα δὲ τῶν ἐν ἡμῖν ὄντων τὰ μόρια ἔμψυχα· πνεύματα γὰρ καὶ χυμοὶ ἄψυχα, μήτε τρεφόμενα, μήτʼ ἄλλην τινὰ φυσικὴν ἐνεργείαν ἔχοντα· ὥστε πᾶς πυρετός, εἴτʼ ἐφήμερος, εἴτʼ ἐπὶ χυμοῖς ἀναπτόμενος σηπομένοις, εἴτε καὶ ἑπτικὸς ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, κἂν οἱ μὲν γίγνωνται ἔτι καὶ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχωσιν, ὁ δʼ ἑκτικός, γεγονὼς ἤδη, οὐκέτι γίγνεται, οὐδʼ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει. Ταῦτʼ ἄρα καὶ πυρέττειν μέν φαμεν τὰ μόρια, καὶ θερμαίνεσθαί τε καὶ τεθερμάσθαι· τὸ γὰρ πυρέττον ἅπαν ἢ θερμαίνεται, ἢ τεθέρμασται· οὐχ ἅπαν δὲ τὸ θερμαινόμενον ἢ καὶ τεθερμασμένον πυρέσσει τοῦτο τὸ μόριον, ὅτῳ χυμὸς ἢ πνεῦμα πυρετῶν αἴτια, αἴτιά γε μὴν ὡς ποιητικά.

Ἐκ δὲ τούτων φανερόν, ὅτι τῶν πυρετῶν οἱ μέν εἰσι γιγνόμενοι, οἱ δὲ γεγονότες, ὥσπερ καὶ τῶν νόσων αἱ μέν εἰσι γεγονυῖαι, αἱ δὲ γιγνόμεναι, ὧν τὸ μὲν γέγονε, τὸ δὲ γενήσεται· καὶ οὔπω λέγω, ὅτι καὶ οὔπω ὄντες τινές εἰσιν, ἐσόμενοι δέ, ἐκ τῆς κατὰ τὸ σῶμα διαθέσεως. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις, ῥηθήσεται δʼ ἴσως σὴν χάριν καὶ μετρίως ἐν τοῖς ἑξῆς. Οὕτω μὲν οὖν καὶ περὶ τούτου διώρισται. Καιρὸς δʼ ἂν εἴη λοιπὸν ἐπὶ τὰ ἑξῆς τρέψαι τὸν λόγον. Καὶ πρῶτον μὲν περὶ τῶν ἐν ἡμῖν ῥητέον· ὑγρὰ δὲ ταῦτα καὶ πνεύματα καὶ στερεά· ἐπειδήπερ ἀνωτέρω τούτων ἐμνήσθημεν· ἔπειτα καὶ περὶ αἰτίων ἐν γένει, καθʼ εἱρμόν τινα τοῦ λόγου προβαίνοντος.

Τριῶν τοίνυν ἐν ἡμῖν ὄντων, στερεῶν, ὑγρῶν καὶ τῆς ἀερώδους οὐσίας, καὶ τῶν μὲν μορίων τοῦ ἡμετέρου σώματος ὄντων τῶν στερεῶν, τῶν δὲ χυμῶν τῶν ὑγρῶν, τοῦ δὲ φυσικοῦ πνεύματος τῆς ἀερώδους οὐσίας, συμβαίνει τὴν παρὰ φύσιν θερμότητα ἄλλοτε μὲν ἐξ ἄλλου τῶν εἰρημένων ἄρχεσθαι, ἐπινέμεσθαι δὲ καὶ συνδιατιθέναι τῷ πεπονθότι τὰ λοιπὰ δύο γένη, εἰ μὴ φθάσειε λυθῆναι πρότερον καὶ διαφορηθῆναι· κἀντεῦθεν τρεῖς ἡμῖν καὶ παρὰ τὴν ὕλην διαφοραὶ τῶν πυρετῶν ἀναφαίνονται. Μία μέν, καθʼ ἣν ἡ ἀερώδης μὲν οὐσία μόνη τεθέρμασται ἱκανῶς, τὰ δὲ ὑγρὰ καὶ τὰ στερεὰ θερμαίνεται μὲν καὶ αὐτὰ ἔτι, τεθέρμασται δὲ οὐδέπω· διαφέρει γὰρ οὐ μικρῶς τὸ θερμαίνεσθαι τοῦ τεθερμάσθαι· τὸ μὲν γὰρ γίγνεται, δυνάμει τέ ἐστι ξυμπεφυρμένον ἀεὶ καὶ οὔπω ἐντελεχείᾳ τὸ εἶναι ἔχει, τὸ δὲ γέγονε μὲν ἤδη, καὶ οὔτε δυνάμει ξυμπέφυρται, καὶ ἐνεργείᾳ ἐστίν· ἄλλη δέ, καθʼ ἣν τῶν ὑγρῶν μὲν ἡ οὐσία τεθέρμασται, τεθέρμασται δὲ οὔπω οὔθʼ ἡ ἀερώδης οὐσία, οὔτε τὰ στερεά· θερμαίνεταί γε μὴν ἔτι καὶ οὔπω τεθέρμασται· τρίτη δὲ καὶ ἐσχάτη, καθʼ ἣν τεθέρμασται μὲν ἤδη τὰ στερεά, τὰ δʼ ἄλλα θερμαίνεται μέν, οὐ τεθέρμασται δέ. Ἡ προτέρα μὲν οὖν τῶν διαφορῶν τοὺς ἐφημέρους, ἡ δὲ δευτέρα τοὺς ἐπὶ χυμοῖς σηπομένοις ἐναπτομένους, ἡ δὲ τρίτη τοὺς ἑκτικοὺς ἀνέδειξε πυρετούς.

Γένοιτο δʼ ἂν τὰ ῥηθέντα σοι δῆλα, ἐπεξιόντι μὲν καὶ ἅπερ ἡμεῖς εἰς τὴν τούτων σαφήνειαν θήσομεν παραδείγματα, ἐν ᾧ περὶ διαφορᾶς πυρετῶν λέγομεν, οὐχ ἧττον δὲ καὶ τὸ παρὸν ἀναλεγομένῳ παράδειγμα, Ἱπποκράτει καὶ Ἀρεταίῳ προσευρεθέν, τοῖς ἄρτι ῥηθεῖσιν ὡς οἰκειότατον. Προκείσθω γὰρ ἡμῖν εἰς θεωρίαν τὸ βαλανεῖον, καὶ θεωρῶμεν ὅσας ἔχει διαφερούσας ἀλλήλων φύσεις, ἐξ ὧν συνίσταται, καὶ ὅπως ἔχει ἢ δύνατʼ ἔχειν πρὸς θέρμανσιν. Οὐκοῦν τρεῖς οὐσίαι διάφοροι τοῦ βαλανείου συστατικοί· τοῖχοι, ὕδωρ, καὶ ὁ ἐντὸς ἐγκεκλεισμένος καὶ ἐμπεριεχόμενος ὑπὸ τῶν τοίχων ἀήρ· ἀκολουθοῦσι δὲ τοῖχοι μὲν τοῖς ἐν ἡμῖν στερεοῖς, χυμοῖς δὲ ὕδωρ, ἀὴρ δὲ πνεύμασι· καὶ θερμαινέσθω ὁ ἐμπεριεχόμενος ὑπὸ τοῦ βαλανείου ἀήρ, μηδενὸς ἄλλου τουτῶν ῥηθέντων ἐκείνῳ συνθερμαινομένου· δυνατὸν δὲ τὸ τοιοῦτον οὐ μόνον τῇ ἐπινοίᾳ, ἀλλὰ καὶ ἐν τῷ γενέσθαι τῷ πράγματι· τεθερμασμένου δὴ τοῦ ἀέρος, θερμαίνεται πρῶτον μὲν δὴ τὸ ἐν τῷ βαλανείῳ ὕδωρ· τοῦτο γὰρ λεπτομερεστέρας οὐσίας καὶ εὐπαθεστέρας, ἤπερ ὁ τοῖχος· ἔπειθʼ ὁ τοῖχος. Καὶ τοῦτο τῆς προτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς τὸ παράδειγμα, καθʼ ἣν ἐλέγομεν τοὺς ἐφημέρους ἀναφαίνεσθαι πυρετούς, ἀναπτομένης μὲν καὶ τεθερμασμένης ἤδη τῇ παρὰ φύσιν θερμότητι τῆς ἀερώδους οὐσίας, ταὐτὸν δὲ εἰπεῖν τοῦ πνεύματος, τῶν δὲ χυμῶν καὶ τῶν μορίων ἔτι θερμαινομένων. Πάλιν τεθερμάσθω πρῶτον τὸ ἐν τῷ βαλανείῳ ὕδωρ· οὐκοῦν θερμανθέντος ἐκείνου, θερμαίνεται μὲν αὐτίκα καὶ ὁ ἀήρ, ἔπειτα δὲ καὶ ὁ ἐμπεριέχων ἐκεῖνον τοῖχος· μήπω δὲ τεθερμάσθω, ἀλλʼ ἔτι θερμαινέσθω· καὶ τὸ παράδειγμα τῆς δευτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς, καθʼ ἣν ἐλέγομεν τοὺς ἐπὶ χυμοῖς σηπομένοις ἀνάπτεσθαι πυρετούς, τεθερμασμένων μὲν τῶν ὑγρῶν, τῶν δʼ ἄλλων ἔτι θερμαινομένων. Ἔτι, τεθερμάσθω πρῶτον ὁ τοῖχος τοῦ βαλανείου, καὶ μετὰ τοῦθʼ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἐκείνῳ ξυνθερμαινέσθω· κἀντεῦθεν ἡ τρίτη καὶ τελευταία τῶν πυρετῶν ἐξεικονισθήσεταί σου διαφοράν, καθʼ ἣν οἱ ἑκτικοὶ πυρετοί, τεθερμασμένων μὲν ἤδη τῶν στερεῶν, τῶν δʼ ἄλλων ἔτι θερμαινομένων, συνίστανται.

Φανερὸν μὲν οὖν διὰ τούτων καὶ ὡς τρία μόνα τὰ ἐν ἡμῖν, ἐν οἷς ἡ παρὰ φύσιν θερμότης, μόρια, χυμοί, πνεύματα· τὰ αὐτὰ δὲ καὶ παρʼ Ἱπποκράτει ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα καλεῖται, ἴσχοντα μὲν τὰ μόρια, ἃ καὶ στερεὰ προσαγορεύεται, ἰσχόμενα δὲ οἱ χυμοί, ἐνορμῶντα δέ γε τὰ πνεύματα, ἕκαστον ἐκ τῆς ἰδίας δυνάμεως τὴν προσηγορίαν ἁρμόζουσαν εἰληφός. Ἴσχει μὲν γὰρ καὶ κατέχει τὰ στερεά, ἐνίσχεται δὲ καὶ ἐμπεριέχεται ὑπὸ τούτων τὰ ὑγρά τε καὶ διαρρέοντα, ταὐτὸν δὲ εἰπεῖν οἱ χυμοί, ὁρμᾷ δὲ τὰ ἐν ἡμῖν πνεύματα, λεπτομερεστάτης οὐσίας ὄντα καὶ θερμοτάτης, καὶ ῥᾷστα διὰ πάντων χωροῦντα τῶν μορίων τοῦ σώματος.

Φανερὸν δὲ καὶ ὡς τρία μόνα τὰ γένη τῶν πυρετῶν, καὶ οὔτε πλείω, οὔτε ἐλάττω· ἐφήμεροι δηλαδὴ καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις, ἔτι δὲ καὶ οἱ ἑκτικοὶ καλούμενοι πυρετοί. δεχόμενά γε μὴν καὶ ταῦτα πλείους διαφοράς, τήν τε παρὰ τὸ μᾶλλον καὶ τὸ ἧττον τῆς παρὰ φύσιν θερμότητος, ἣν δὴ καὶ οὐσιώδη πυρετῶν λέξομεν εἶναι διαφοράν, καθʼ ἣν μεγάλους τε καὶ μικροὺς ὀνομάζομεν πυρετούς, καὶ τὴν παρὰ τὸν τῆς κινήσεως τρόπον, καθʼ ἣν βραδεῖς τε καὶ ταχεῖς λέγονται πυρετοί, καὶ διαλείποντες καὶ μή, ἔτι δὲ καὶ τὴν παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος, ἐξ ὧν, ὡς ἐκ σημείων, ἡ διάγνωσις, ὁποῖός ποτʼ ἂν ὁ πυρετὸς εἴη, τοῖς ἰατροῖς εἴωθε γίγνεσθαι, καθʼ ἣν εἰώθαμεν λέγειν τῶν πυρετῶν τοὺς μὲν ἐξερύθρους, τοὺς δὲ ἐξώχρους, ἄλλους πελίους, καὶ ἄλλους ἄλλως. Ἀλλὰ ταῦτα μὲν ἐν τῷ περὶ διαφορᾶς πυρετῶν εἰρήσεται καὶ σαφέστερον· εἰρήσθω δὲ καὶ νῦν ὀλίγʼ ἄττα σὴν χάριν, εἰ καὶ παρεκβατικώτερον τὸν λόγον ποιούμεθα.

Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ῥᾷστα μὲν πάντων ἀνάπτεταί τε τὸ πνεῦμα καὶ τάχιστα διαλύεται, ἧττον δὲ οἱ χυμοί, ἔτι δὲ ἧττον τὰ μόρια. Ταῦτά τοι καὶ ἀπὸ τυχούσης σχεδὸν αἰτίας φαύλης καὶ ἀμυδρᾶς ὁ ἐφήμερος γίνοιτʼ ἄν, καὶ ἀπογίνεται δὲ ῥᾳδίως, τοῦ ἀναφθέντος ῥᾷστα διαφορηθέντος πνεύματος. Οἱ δʼ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις οὐκ ἀπὸ φαύλης τινὸς αἰτίας γίνονται πυρετοί· στερεωτέρα γὰρ ἡ τῶν χυμῶν φύσις καὶ ἀντιπράττουσα μᾶλλον, ἤπερ τὰ πνεύματα, καὶ ἄλλος ἄλλου στερεωτέραν μᾶλλον καὶ ἀντιπράττουσαν ἔχει φύσιν, ὡς ἐν τοῖς ἑξῆς εὖ ἄγαν εἰσόμεθα, δυσκόλως τε ἀπογίνονται τοῖς αὐτοῖς πάλιν λόγοις, καὶ μᾶλλον ὅσοιπερ ἐπὶ στερεώτερον χυμοῦ ἀνάπτονται. Οἵ γε μὴν ἑκτικοὶ καὶ δυσκολώτατα γίνονται καὶ δυσκολώτατα ἀπογίνονται· οὐ γὰρ ῥᾳδίως ἀνάπτεται τὰ μόρια, στερεωτέρας τυχόντα φύσεως, οὔτʼ αὖ πάλιν θερμανθέντα, ῥᾳδίως ἀποβάλλει τὴν θερμασίαν· τὸ γὰρ στερεὸν δυστύπωτόν τε ἅμα καὶ τῆς ἐντυπωθείσης αὐτῷ καὶ μορφῆς καὶ ποιότητος ἄγαν φυλακτικόν, εἰ μή που πρὸς τὴν ἐναντίαν μᾶλλον ῥέπει ποιότητα. Ταῦτʼ ἄρα καὶ ἑκτικοὶ κέκληνται πυρετοί, ὡς ἕξεις ὄντες καὶ δυσαπόβλητοι.

Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τριῶν ὄντων ἐν γένει τῶν πυρετῶν, ὥσπερ εἴπομεν, ὁ μὲν ἐφήμερος ὑποδιαιρεῖται πάλιν κατὰ τὴν τῶν αἰτίων διαφοράν, ἅπερ ἐν τῷ πνεύματι τοιαύτην παρὰ φύσιν θερμασίαν πρῶτον ποιεῖ, καὶ οὐ κατὰ τὴν ἐν τῷ πνεύματι κατʼ οὐσίαν διαφοράν· τὸ γὰρ πνεῦμα ὁμοιομερές ἐστι πάντη, καὶ οὐ τῆς αὐτῆς ἐστιν ἑτερότητος, ἧσπερ καὶ ὁ χυμός. Ὁ δʼ ἐπὶ χυμοῖς ἀναπτόμενος πυρετὸς οὐ κατὰ τὴν τῶν αἰτίων διαιρεῖται· ἓν γάρ ἐστιν αἴτιον, τὸ συνεζευγμένον δηλαδή, τὸ τὸν τοιοῦτον ἀποτελοῦν πυρετόν, ἡ ἐν τοῖς χυμοῖς μεταβολή τε καὶ σῆψις· ἀλλὰ κατὰ τὴν τῶν χυμῶν ἑτερότητα καὶ διαφορὰν ἡ διάφορος ὕλη τῆς σήψεως γίγνεται. Ὁ δʼ ἑκτικὸς πυρετὸς κατὰ μὲν τὰ αἴτια οὐδεμίαν ἐπιδέχεται τὴν διαφοράν. ὁ γὰρ αὐτὸς διὰ παντός ἐστι πυρετός, κἂν ἐκ διαφορῶν γένηται· κατά γε μὴν τὴν τῶν μορίων ὑγρότητα, φθειρομένην τε καὶ δαπανωμένην καὶ μαραινομένην ὑπὸ τῆς τούτου διαμονῆς, διαφορὰς πολλὰς ἐπιδέχεται, καθάπερ ἐν τῷ περὶ τούτου λέξομεν λόγῳ. Οὕτω μὲν οὖν τρεῖς αἱ κυριώταται τῶν πυρετῶν, αἷς ἐκ τῆς ἐξ ἡμῖν πρῶτον ὕλης ἡ παρὰ φύσιν ἀνάπτεται θερμασία, διαφοραί, καὶ οὔτε πλείους, οὔτε ἐλάττους· νυνὶ δὲ περὶ ἕκαστον τούτων λέξομεν ἀκριβέστερον. Ἀλλὰ πρῶτον περὶ αἰτίων ῥητέον ἐν γένει, ἔπειτα περὶ αὐτῶν κατὰ τὴν ὑπόσχεσιν τοῦ λόγου προβαίνοντος.

Αἴτιον τοίνυν παρʼ ἰατροῖς τὸ πρῶτον ὄν, ἀφʼ οὗ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις ἢ διαμονὴ διαθέσεως. Πρῶτον μὲν οὖν ὂν εἴρηται διὰ τὸ ἀρχοειδέστερον εἶναι τὸ αἴτιον τοῦ ἰδίου αἰτιατοῦ, καὶ χρόνῳ μὲν ἔστιν ὅτε, φύσει δὲ ἀεὶ πρότερον ὑπάρχον ἐκείνου· ἀφʼ οὗ δὲ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις, πρόσκειται πρὸς δὲ καὶ τὸ ἢ διαμονὴ διαθέσεως, τὸ μὲν ποιητικόν, τὸ δὲ φυλακτικὸν σημαῖνον ἢ νόσου, ἢ τῆς οὐδετέρας διαθέσεως αἴτιον. Δύο γὰρ τὰ αἴτια παρʼ ἰατροῖς, τὸ ποιητικὸν καὶ τὸ φυλακτικόν· οὐχ ἑνὸς δηλαδὴ σώματος, ἀλλὰ πλειόνων, ὑγιεινῶν, νοσερῶν τε καὶ οὐδετέρων, καὶ τούτων πάλιν, τῶν ἁπλῶς τε καὶ ἐν τῷ νῦν, ὥσπερ καὶ τῶν ἁπλῶς, τῶν ἀεί τε καὶ ἐπὶ τὸ πολύ· τὸ γὰρ αἴτιον ἐν τῷ πρός τι.

Ἀλλὰ πῶς τὸ φυλακτικὸν αἴτιον τὸ ὂν πρῶτόν ἐστι; προτέρα γὰρ ἡ φυλακτὴ ὑγεία τοῦ φυλακτικοῦ ταύτης αἰτίου· δεῖ γὰρ εἶναι τὴν ὑγείαν, εἶτα φυλάττεσθαι· πρὸς δέ, ταῦτα πρὸς ἄλληλα λέγεται· τὸ γὰρ φυλακτικὸν ὑγείας, φυλακτῆς ὑγείας φυλακτικόν, καὶ τὸ ἀνάπαλιν· τὰ τοιαδὶ δʼ ἅμα τῇ φύσει· οὐκ ἄρα τὸ φυλακτικὸν αἴτιον τὸ ὂν πρῶτόν ἐστιν. Ὑγεία μέν, ᾗ τοιαύτη, προτέρα τοῦ φυλάττοντος ταύτην αἰτίου· ὑγεία δέ, ᾗ φυλακτή, ὑστέρα τοῦ αὐτοῦ φύσει, καὶ οὐ προτέρα. Καὶ τὰ πρὸς ἄλληλα δὲ οὐ πάντα ἅμα τῇ φύσει, ἅμα γε μὴν ἅπαντα φύσει τῇ γε νοήσει· ἄνευ γὰρ θατέρου θάτερον οὐ νενόηται.

Ἀλλὰ πάλιν πῶς αἴτιον τὸ φυλακτικὸν ὑγείας ἢ νόσου; οὔτε γὰρ ὑλικόν· ἡ γὰρ ὕλη τοῦ ὅλου ἐστὶ μόριον· καὶ φυλάσσει δὲ οὐχ ᾗ ὕλη, ἀλλὰ τὸ εἶδος μᾶλλον ἐκείνου, οὗ ἐστιν εἶδος. Πρὸς δέ, τὸ συμβεβηκὸς πῶς ἕξει τὸ ὑλικὸν αἴτιον, τὸ ἐξ οὗ; τὸ γάρ, ἐν ᾧ μόριόν ἐστι, καὶ οὐ φυλακτικὸν αἴτιον, οὔτε ποιητικόν, ἐπείπερ ἀντιδιῄρηται τὸ ποιητικὸν τῷ φυλακτικῷ, οὔτε μὴν εἰδικόν· τὸ γὰρ φυλακτικὸν αἴτιον, περὶ οὗ ὁ λόγος τοῖς ἰατροῖς, ἀλλότριόν τε καὶ ἔξω τοῦ οὗ ἐστι, πάντως φυλακτικόν· τὸ δὲ εἶδος ἴδιόν τε καὶ τοῦ οὗ ἐστιν εἶδος οὐσιῶδές γε μόριον· προσέτι καὶ τοῦ εἴδους εἶδος οὐκ ἔστιν· οὕτω γὰρ ἂν εἰς ἄπειρον ἐκπεσούμεθα· ἀλλʼ οὐδὲ τελικόν, ὅτι οὐδὲ τὸ τέλος τῆς ὑγείας ἢ νόσου τὸ φυλακτικὸν αἴτιον, μᾶλλον μὲν οὖν ταῦτα τέλος ἐκείνου καὶ διὰ ταῦτα κἀκεῖνο.

Τὸ φυλακτικὸν εἰς τὸ ποιητικὸν ἀνάγεται δήπου, καί πως τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως. Τὸ γὰρ ποιητικὸν καὶ φυλακτικὸν δύναται εἶναι, τῆς ἐπιρροίας ἐκείνου συνεχοῦς οὔσης τῷ ἐπιδεκτικῷ· τὸ γὰρ φῶς ποιεῖ μὲν δυνάμει τὰ χρώματα ἐνεργείᾳ χρώματα, γενόμενα δὲ φυλάττει· καὶ ὁ χυμὸς δέ, μορίῳ τινὶ ἐπιρρέων, θερμαίνει μὲν ἐκεῖνο ἢ ψύχει τῇ ἰδίᾳ ποιότητι, θερμανθὲν δέ γε ἢ ψυχθὲν τοιοῦτον ἔτι φυλάττει, εἰ μὴ ἐκείνου γε χωρισθείη· καὶ πάλιν, ἐπιρρέων τινὶ μορίῳ, ἐμφράττει μὲν τοὺς πόρους ἐκείνου καὶ τὰς ὁδούς, εἶτʼ ἐμφραχθείσας φυλάττει, τῷ χωρίῳ ἐμφιλοχωρῶν καὶ μὴ μεταβάς, ἢ καὶ διαφορηθεὶς ἢ αὐτομάτως ἢ καὶ ἐπικουρίᾳ τινί. Ἐς τοῦτο δὲ φέρει καὶ ὃ τοῖς ἰατροῖς ἔθος λέγειν, ὅτι τὰ νοσερὰ αἴτια νόσον ἐμποιοῦσι τῷ σώματι καὶ τὴν αὐτὴν ἔτι διαφυλάττουσιν. Ἀληθὲς μὲν οὖν καὶ πάνυ περὶ τοῦ ποιητικοῦ τῆς νόσου αἰτίου, ὡς, εἰ μὴ χωρισθείη τοῦ πάσχοντος, γένοιτʼ ἂν ἐκ ποιητικοῦ καὶ φυλακτικόν· οὗ πάντως αἴτιον ἡ τῆς ἐνεργείας τούτου συνέχεια καὶ ἡ ἀντικειμένου μάχη· ὅθεν καὶ ἀμηγέπη τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως, διαφυλάττον τὴν νόσον, ὡς τὸ εἶδος ἐκεῖνο, οὗ ἐστιν εἶδος. Οὐ πάνυ δὲ ἀληθὲς τὸ αὐτὸ λέγειν περὶ τοῦ ποιητικοῦ τῆς ὑγείας αἰτίου, ὡς τὴν ὑγείαν ἐμποιῆσαν τῷ σώματι, ἐς τὸ φυλακτικὸν ἔπειτα μεταβάλλοι γʼ ἄν. Εἰ γὰρ τῆς ἐνεργείας τούτου συνέχεια γένοιτο, τὸ ὑγιασθὲν ἤδη σῶμα εἰς τὴν ἀντικειμένην διάθεσιν ἔξω θήσεται τῇ ἐξ ἧς ἐπηνώρθωτο καταστάσει· αἴτιον δὲ τὸ ποιητικὸν αἴτιον τῆς ὑγείας μᾶλλον ἀνήκειν τῇ νόσῳ ἢ τῇ ὑγείᾳ, τοσοῦτόν τε ἀπὸ θατέρου μέρους τῆς ὑγείας ἀφίστασθαι, ὅσον ἀπὸ θατέρου τῆς αὐτῆς αὖθις ἡ νόσος, ὧν οὐδέτερον ἄν τις εἴποι περὶ τοῦ φυλακτικοῦ τῆς ὑγείας αἰτίου. Τὸ τοίνυν ποιητικὸν καὶ φυλακτικὸν τῆς νόσου γένοιτʼ ἂν αἴτιον, ὡς ἐλέγομεν, καὶ διὰ τοῦτο πρὸς ἐκεῖνό γε ἀναχθήσεται· τό γε μὴν φυλακτικὸν τῆς ὑγείας, κἂν μὴ ποιητικὸν αἴτιον ᾖ τῆς αὐτῆς ἐπὶ τοῦ αὐτοῦ, πρὸς τὸ ποιητικὸν ὅμως ἀνάγεται· ἐπανορθωτικὰ γὰρ τετύχηκεν ὄντα τῷ γένει τὰ φυλακτικὰ τῶν αἰτίων, ὡς καὶ Ἀρεταῖος ἐν τῷ περὶ φυλακτικῶν ἀπεφήνατο.

Ἀπορίας δὲ ἄξιον καὶ πῶς τὸ παρʼ ἰατροῖς ἄξιον, τὸ ποιητικόν ἐστι μόνον καὶ τὸ φυλακτικὸν ὑγείας καὶ νόσου, τὰ μὲν ὑλικά, τὰ δὲ εἰδικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικά, ἐξ ὧν ἡμῖν ἐγγίγνεσθαι τὴν εἴδησιν τῆς ὑγείας τε καὶ τῆς νόσου. Κυρίως μὲν ταῦτα τὸ ὑλικὸν οὐκ ἔχουσιν αἴτιον τὸ ἐξ οὗ, συμβεβηκότα γε ὄντα, οἷς οὐκ ἔστι τὸ ἐκ τῆς ὕλης γίγνεσθαι. ὕλη γάρ ἐστι τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, καὶ μόριόν ἐστιν οὐσιῶδες τοῦ ἐξ αὐτῆς γενομένου· ταῦτά τοι καὶ ἡ κυρίως ὕλη μόνης ἐστὶ τῆς συγκειμένης καὶ συνθέτου οὐσίας, οὐ τῶν συμβεβηκότων τινός· ἔχει δʼ ὅμως τὸ ὑλικὸν αἴτιον τὸ ἐν ᾧ, τουτὶ δέ ἐστι τὸ ὑποκείμενον, ἐν ᾧ ὑγεία καὶ νόσος, πλησιέστερόν τε ὂν καὶ πορρωτέρω· προσεχέστερον μὲν τὸ μόριον, πορρωτέρω δὲ ὁ χυμός, ἔτι δὲ πορρωτάτω γε τὸ στοιχεῖον. Διὸ κακῶς λέγουσι τῶν ἰατρῶν οἳ νόσον τινά φασιν ἐξ ὕλης γε γίγνεσθαι, καθάπερ τὸν ἐπὶ χυμοῖς σηπομένοις πυρετὸν ἐκ χυμοῦ· οἷον τριταῖον μὲν ἐκ ξανθῆς, τεταρταῖον δʼ ἐκ μελαίνης χολῆς, ὥσπερ ἐξ ὕλης, κυρίως γίγνεσθαι· οὐ γὰρ ὑλικὸν ὁ χυμὸς τῶν τοιούτων, ἀλλὰ ποιητικὸν μᾶλλον αἴτιον, ἐξ αὐτοῦ τε γίγνεται τὰ τοιαῦτα. οὐχ ὡς ἐνυπάρχοντος, ἀλλʼ ὡς ἀρχὴν κινήσεως ἔχοντος. Τὸ ποιητικὸν δὲ μηδὲ τῷ εἴδει ξυμπίπτειν τῷ ὑλικῷ αἰτίῳ πρὸς τῶν φυσικῶν μεμαθήκαμεν· ὥστε ποιητικὰ μόνον, ἀλλʼ οὐχ ὑλικὰ τὰ τοιαῦτα τῶν τοιούτων γένοιτʼ ἄν ποτε αἴτια. Εἰ δέ που παρʼ ἰατροῖς νόσον ἐξ ὕλης γίγνεσθαι λέγοιτο, καταχρηστικῶς λέγεται· καὶ ἀντιδιαιροῦσι δέ, τοῦτο λέγοντες, τὸ ἐκ χυμοῦ νόσημα τοῖς μηδὲν ἔχουσιν αἴτιον, ἢ τοῖς ἔχουσι μέν, δυσκρασίαν δέ, ἢ φαύλην διάπλασιν· ὧν οὐδέτερον ὕλη λέγεται, οὐχ ὅτι χυμὸς ὕλη, ἐξ ἧς ἐνυπαρχούσης ὁ πυρετὸς γίγνεται, ἀλλʼ ὅτι ὑλικόν τι πρᾶγμα καὶ ὑποκείμενον διαστάσεσι. Παρὰ δὲ ταῦτα καὶ ἄλογον τὸ τὴν ὑγείαν τε καὶ τὴν νόσον ὡς ἐν ὑποκειμένῳ τῷ χυμῷ οἴεσθαι εἶναι, ἵνʼ ὁ χυμός, ἔτι μένων χυμὸς καὶ μήπω μεταβαλὼν εἰς μόριον, ὑποκείμενον εἴη νόσου τε καὶ ὑγείας κατὰ τὴν ἑαυτοῦ ὕπαρξιν, ὥσπερ τὸ μόριον· οὗ γὰρ οὐδεμία γένοιτʼ ἂν ἐνέργεια τελεία ἢ ἀτελής, τούτου τίς γένοιτʼ ἂν ὑγεία καὶ νόσος; Χυμὸν δὲ μηδεμιᾶς μετέχειν ψυχικῆς ἐνεργείας οὐκ ἔστιν, ὃς ἀμφιβάλλει. Δυνάμει γε μέντοι ὁ χυμὸς ὑποκείμενος ὑγείας καὶ νόσου, ὥσπερ ἐστὶ καὶ δυνάμει τὰ μόρια, εἰς ἃ μεταβάλλει, τροφὴ γινόμενα ἐκείνοις διʼ ἀλλοιώσεως, ἢ ὡς ἐξ οὗ τὰ μόρια γέγονεν, ὡς ἐκ δευτέρου στοιχείου. Λέγοιτο δʼ ἂν ἔτι νόσος ἐν χυμῷ καὶ ὑγεία, ὡς ἐν ποιητικῷ τούτων αἰτίῳ, καὶ οὐχ ὡς ἐπιδεκτικῷ, καθʼ ὃ τὰ ἀποτελέσματα ἐν τῷ ποιοῦντι, καὶ ὁ ἀνδριὰς ἐν τῷ ἀνδριαντοποιῷ. Καὶ αἱ κρίσεις δὲ καὶ αἱ διαπλάσεις καὶ αἱ δυνάμεις, ἃς τῶν ἰατρῶν ἔνιοι ὑγείας καὶ νόσου φασὶν εἰδικὰ αἴτια εἶναι, καταχρηστικῶς ἐκείνων εἰδικὰ αἴτια λέγεται· εἶδος γὰρ εἴδους οὐκ ἔστιν, ὡς μικρῷ πρόσθεν ἐλέγομεν· κράσεις μέντοι καὶ διαπλάσεις εἴδη ὑλικά πως ὑγείας καὶ νόσου αἴτια· οὐ γάρ ἐστιν ἡ κρᾶσις ἢ ἡ διάπλασις ὑγεία καὶ νόσος, ἀλλʼ ἡ ἐν ἐκείναις εὐκρασία ἢ δυσκρασία καὶ ξυμμετρία ἢ δυσκρασία καὶ ξυμμετρία ἢ ἀμετρία, ὥστε ὑγεία καὶ νόσος εἴδη εἴδεσι προστιθέμεναι. Καὶ αἱ τῆς ψυχῆς δὲ δυνάμεις μετὰ τὴν ὑγείαν τε καὶ τὴν νόσον ἐν τῷ σώματι χρηστῶς ἢ φαύλως ἐργαζόμεναι, δοκοῦσί πως ἐκείνων εἰδικὰ αἴτια· τὸ γὰρ ἐπιγιγνόμενόν τῳ δοκεῖ καὶ εἶδος ἐκείνου, ᾧ ἐπιγίγνεται. Πρότερα μὲν οὖν κράσεις καὶ διαπλάσεις, μετὰ δὲ ὑγεία καὶ νόσος, καὶ τρίτα γε αἱ δυνάμεις, ἅπαντα εἴδη· ὑγεία γε μὴν καὶ νόσος, τὰ μεταξὺ τοῖν δυοῖν, τῶν μὲν προτέρων εἰδικά, τῶν δὲ τελευταίων ὑλικά πως εἰσίν, ὡς εἴρηται, αἴτια. Καὶ μὲν δὴ τὰς ἐνεργείας οὐδείς ἐστιν ὃς ἀμφιγνοεῖ ὑγείας καὶ νόσου τελικὰ εἶναι αἴτια· διὰ γὰρ τὴν ἀτελῆ ἡ νόσος ἐνέργειαν, ὥσπερ καὶ διὰ τὴν τελείαν καὶ εὖ ἔχουσαν ἡ ὑγεία. Ἐναπολαμβάνοντες οὖν τὴν ἀπορίαν φαμέν, ὅτι κἂν ᾖ τὰ τοιαῦτα καὶ ὑλικὰ καὶ εἰδικὰ καὶ τελικὰ ὑγείας καὶ νόσου αἴτια, λόγος γε μὴν περὶ τούτων εἰδήσεως τε καὶ ἀπόδειξις οὐκ ἔστι τῷ ἰατρῷ, οὐδʼ ᾗ ἰατρὸς λόγον ποιεῖται· λαμβάνει γὰρ ταῦτα ἀνυποδείκτως παρὰ τοῦ φυσικοῦ φιλοσόφου, καὶ ὥσπερ ἀρχὰς ἀνυποδείκτους τῆς οἰκείας ὑποτίθησι τέχνης. Περὶ δὲ τῶν ποιητικῶν καὶ φυλακτικῶν αἰτίων ὑγείας καὶ νόσου λόγον ὅτι πλεῖστον ποιεῖται, καὶ διʼ ἀποδείξεως ἐκ τῶν οἰκείων ἀρχῶν ἀνιχνεύει τε καὶ συλλογίζεται περὶ τούτων, καὶ εὑρίσκει ὁποῖα ἄττα καὶ ὅσα ἐστί. Ταῦτά τοι τὸ παρʼ ἰατροῖς αἴτιον, τὸ ποιητικόν ἐστι μόνον καὶ φυλακτικὸν ὑγείας καὶ νόσου καὶ τῆς οὐδετέρας διαθέσεως αἴτιον.

Ἰστέον δέ, ὅτι τὸ παρʼ ἰατροῖς αἴτιον τριχῶς διαιρεῖται, εἴς τε τὸ ποιητικὸν καὶ τὸ φυλακτικὸν καὶ τὸ προφυλακτικόν. Καὶ τὸ ποιητικὸν μὲν ταῖς τρισὶν ἁρμόζει διαθέσεσιν, ἤ τοι ὑγείᾳ καὶ νόσῳ καὶ τῇ οὐδετέρᾳ διαθέσει· τὸ δὲ φυλακτικὸν ταῖς δυσίν, ὑγείᾳ καὶ νόσῳ· τὸ δὲ προφυλακτικὸν μόνῃ τῇ οὐδετέρᾳ Διαφέρει δὲ τῷ τὰ μὲν κατὰ βραχὺ τὰς ἐπανορθώσεις ποιεῖσθαι, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, τὸ δὲ καὶ τοῦ βλάβους, πλὴν ἀναισθήτως πως, ἀναντήσαντος. Τὰ γὰρ φυλακτικὰ οὐ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ καὶ τῆς νόσου, τὸ εἶναι ἐχούσης ἐν τῷ ἰδίῳ αἰτίῳ, ὃ δὴ τὸ σῶμά πως διατίθησιν. ἀλλὰ φυλακτικὰ τῆς παρούσης ὑγείας καὶ τοῦ ὑγιεινοῦ σώματος, ἐν ᾧ οὐδαμῆ οὐδαμῶς οὔθʼ ἁπλῶς, οὔτε περὶ τῆς νόσου οὐδέν. Ταῦτʼ ἄρα, τὰ μὲν φυλακτικὰ τῆς ὑγείας καὶ τῆς παρούσης κατασκευῆς, τὰ δὲ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ καὶ τῆς νόσου πρὸς τῶν ἰατρῶν ὀνομάζεται. Ἐκ δὲ τούτων ἁπάντων φανερὸν γέγονεν, ὡς τὸ παρʼ ἰατροῖς αἴτιον τὸ πρῶτον ὄν ἐστιν, ἀφʼ οὗ γίγνεταί τις ἐν τῷ ἀνθρωποίῳ σώματι διάθεσις ἢ διαμονὴ διαθέσεως· ἑξῆς δʼ ἂν εἴη λέγειν ὁπόσα καὶ οἷα παρʼ αὐτοῖς πάλιν τὰ αἴτια.

Τῶν οὖν αἰτίων εἴθʼ ὑγιεινά, εἴτε νοσώδη, εἴτε οὐδέτερα, εἴτʼ αὖ πάλιν ποιητικά, εἴτε φυλακτικά, εἴτε προφυλακτικά, τὰ μὲν προκατάρχοντά τε καὶ προκαταρκτικά, τὰ δὲ προηγούμενα, τὰ δὲ συνεζευγμένα πρὸς ἰατρῶν κέκληται. Καὶ προκαταρκτικὰ μέν ἐστι τὰ παρὰ τὴν οὐσίαν ὄντα τοῦ σώματος, ἔξωθέν τε προσπίπτοντα καὶ ἀλλοιοῦντα τὸ σῶμα μεγάλως καὶ μεταβάλλοντα, ὧν τὰ μὲν ἐξ ἀνάγκης ἀλλοιοῖ τὸ σῶμα καὶ μεταβάλλει, οἷς ἀδύνατον αὐτῷ μὴ πλησιάζειν, τὰ δὲ οὐκ ἐξ ἀνάγκης· ἐξ ἀνάγκης μὲν ταῦτα, ἓξ ὄντα τῷ γένει· ἓν μὲν ἀὴρ καὶ ἅπαν τὸ ὁπωσοῦν περιέχον, ἕτερον δὲ ἠρεμία καὶ κίνησις ὅλου τε τοῦ σώματος καὶ κατὰ μόρια, τρίτον ὕπνος καὶ ἐγρήγορσις, τέταρτον τροφαὶ καὶ πόσεις καὶ ὅλως τὰ προσφερόμενα, πέμπτον τὰ ἐκκρινόμενα καὶ ἐπεχόμενα καὶ ἁπλῶς πλησμονή τε καὶ κένωσις, ἕκτον τὰ τῆς ψυχῆς πάθη, οἷον θυμός, χαρά, λύπη καὶ ὅσα τοιαῦτα. Καὶ ταῦτα γὰρ παρὰ τὴν οὐσίαν τοῦ σώματος, ὅτι καὶ ἕτερόν τι ψυχὴ τοῦ σώματος. Τὰ δὲ μὴ ἐξ ἀνάγκης, ὅσα τε ἀπὸ τύχης καὶ αὐτομάτου, καὶ ὅσα κατὰ προαίρεσιν, οἷον ξίφος ἢ θηρίον ἢ λίθος ἢ κώνειον ἢ κρημνὸς καὶ τἄλλα τῶν τοιούτων, οἷς ἐξ ἀνάγκης ἐντυχεῖν οὐκ ἔστιν, ἀλλὰ τύχῃ τε καὶ τῷ αὐτομάτῳ καὶ τῇ προαιρέσει πολλάκις ἐπέρχεταί τε καὶ οὐκ ἐπέρχεται. Ἄφυκτά γε μὴν καὶ τὰ ἐξ ἀνάγκης, καὶ ἀεὶ τούτοις ἐντυγχάνειν ἀνάγκη, εἴ γε ζῆν μέλλει τὸ σῶμα. Δεῖ γὰρ τὸν ἄνθρωπον, εἴ γε ζῆν μέλλει, καὶ ἐν ἀέρι τὰς διατριβὰς ὅσαι ὧραι ποιεῖσθαι, καὶ κινεῖσθαι παρὰ μέρος, καὶ ἠρεμεῖν ἢ καθʼ ὅλον ἢ κατὰ μόρια, καὶ καθεύδειν ὁμοίως, καὶ ἐγρηγορέναι, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ πληροῦσθαι, καὶ κενοῦσθαι, καὶ χαίρειν ἢ λυπεῖσθαι, καὶ ὀργίζεσθαι ἢ φοβεῖσθαι, καὶ τἄλλα πάσχειν, ὅσα παθήματα τῆς ψυχῆς. Προκαταρκτικὰ μὲν οὖν τὰ τοιαδὶ τῶν αἰτίων, ἐξ ἀνάγκης τε ἐπερχόμενα καὶ οὐκ ἐξ ἀνάγκης, ὡς εἴρηται· προηγούμενα δὲ καὶ συνεζευγμένα τὰ κατὰ τὸ αὐτὸ σῶμα, οἷον ἐμφράξεις, χυμοὶ καὶ κράσεις καὶ διαπλάσεις. Διαφέρουσι δὲ ἀλλήλων τῷ τὰ μὲν ἀμέσως ἀποτελεῖν τὴν διάθεσιν, ὡς ἡ σῆψις τὸν πυρετόν, τὰ συζευγμένα· τὰ δὲ ἐμμέσως, ὡς ἡ στέγνωσις ἢ καὶ ἡ ἔμφραξις τὸν πυρετὸν διὰ μέσης τῆς σηπεδόνος, τὰ προηγούμενα. Τά γε μὴν προκατάρχοντα τῶν αἰτίων ἐνίοτε μὲν ἀμέσως ἀποτελεῖ τὴν ἣν ἀποτελοῦσι διάθεσιν, κἂν τούτῳ τοῖς συνεζευγμένοις αἰτίοις ξυνέρχεται, ὥσπερ ἡ τοῦ περιέχοντος θέρμη ἢ καὶ ὑπερβάλλουσά τις κίνησις. ἔστιν ὅτε μηδενὸς μεσολαβοῦντος τοῦ διʼ οὗ, πυρετὸν ἀφʼ ἑαυτῶν ἀνῆψαν καὶ ἀπετέλεσαν, ὡς ἐπί τινων ἐστὶν ἰδεῖν σπανιώτατα γινόμενον πυρετῶν· ἔστι δὲ ὅτε καὶ ἐμμέσως ἢ μόνου μεσολαβοῦντος τοῦ συνεζευγμένου αἰτίου, ἐν ᾧ καὶ προηγουμένου τόπον ἐπέχει, ὡς ἐπὶ τῶν πλείστων ἐφημέρων ἐστὶν ἰδεῖν καὶ ἐπʼ ὀλίγων τῶν ἐπὶ χυμοῖς πυρετῶν, ἢ καὶ ἀμφοτέρων τοῦ τε προηγουμένου καὶ τοῦ συνεζευγμένου μεσολαβούντων, ὡς ἐπί τινων ἐφημέρων καὶ ἐφʼ ὅτι πλείστων τῶν ἐπὶ χυμοῖς γίνεται πυρετῶν. Παράδειγμα τοῦ προτέρου ἐπὶ μὲν τῶν ἐφημέρων, ὅθʼ ἡ τοῦ ἡλίου θερμότης ἢ κίνησις ἢ ἄλλο τι τῶν τοιούτων τὸ ἐν ἡμῖν ἀμέσως πνεῦμα συνάψει, τούτου δὲ μεσολαβοῦντος, τὴν ἐφήμερον ἀποτελέσει διάθεσιν, ἐπὶ δὲ τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὅθʼ ἡ τοῦ ἡλίου θερμότης ἢ σφόδρα κίνησις ἢ τροφὴ φαύλη καὶ τὰ τοιαῦτα τὸν χυμὸν μὲν ἀλλοιώσει καὶ διαφθείρει, καὶ ἁπλῶς ἢ τὴν κρᾶσιν ἢ τὴν διάπλασιν, ἑνὸς δὲ τούτων μεσολαβοῦντος, ἔπειτα τὸν ἐπὶ χυμοῖς ἀνῆψε καὶ ἀπετέλεσε. Παράδειγμα τοῦ δευτέρου ἐπὶ μὲν τῶν ἐφημέρων, ὅθʼ ἡ τοῦ περιέχοντος οὑτινοσοῦν ψύξις πυκνώσει μὲν τὸ δέρμα, διὰ δὲ τῆς τούτου πυκνώσεως τὸ πνεῦμα ἀνάψει, καὶ διὰ τῆς τούτου πάλιν ἀνάψεως τὴν ἐφήμερον διατελέσει διάθεσιν· ἐπὶ δὲ τῶν ἐπὶ χυμοῖς πυρετῶν, οἰκεῖον μὲν καὶ τὸ ἐπὶ τοῦ ἐφημέρου ῥηθὲν προσεχῶς, εἰ διὰ τῆς τοῦ δέρματος πυκνώσεως καὶ τῆς τοῦ χυμοῦ ἀνάψεως ἡ τοῦ περιέχοντος ψύξις τῶν τοιούτων τινὰ πυρετῶν ἀποτελέσει, οἰκεῖα δὲ καὶ ἐν οἷς οὐχ ἓν μόνον, ἀλλὰ καὶ πλείω τῶν προηγουμένων λάβοις ἂν αἰτίων. Ἐν γὰρ τοῖς τοιούτοις τῶν πυρετῶν ὡς ἐπὶ τὸ πολὺ πολλὰ τῶν τοιούτων ἐμπίπτει προηγούμενα αἴτια. Εἰσὶ δὲ οἳ τῶν ἰατρῶν προκατάρχουσαν μὲν καὶ προκαταρκτικὴν αἰτίαν φασὶ τοῦ νοσήματος τὴν διὰ μέσων ἄλλων προηγουμένων αἰτίων ἀποτελέσασαν τὸ νόσημα, τὴν δὲ διὰ μέσης τῆς συνεζευγμένης μόνης, κἂν ἐσωτερική τις ᾖ, κἂν ἔξωθεν πρός τῳ πίπτει σώματι, προηγουμένην, ἀλλʼ οὐ προκαταρκτικὴν αἰτίαν εἶναί φασιν, ὥσπερ καὶ τὴν ἀμέσως ἡντιναοῦν ἀποτελοῦσαν τὸ νόσημα συνεζευγμένην ἀεί, διαφέρουσαν δʼ ὅμως τῆς κυρίως προηγουμένης τε καὶ συνεζευγμένης τῷ τὰς μὲν ἐν τῷ σώματι εἶναι, τὴν δʼ ἔξωθεν προσπίπτειν τῷ σώματι. Καλῶς δʼ ἂν καὶ ἀμφότεροι γέγονεν, εἴπερ οἱ μὲν τὴν τῶν αἰτίων φύσιν πρὸς ἄλληλα, οἱ δὲ τὴν τῶν αὐτῶν πρὸς τὸ νόσημα σχέσιν τε καὶ ἀπόστασιν θεωροῦντες, διῄρουν τὰ αἴτια. Τοσαῦτα μὲν οὖν καὶ τοιαῦτα τὰ αἴτια, προκαταρκτικά τε ὄντα καὶ προηγούμενα καὶ συνεζευγμένα, καθάπερ εἴπομεν. Σὺ δέ μοι νόει, καὶ ὅτι τούτων πάλιν τὰ μὲν καθʼ αὑτό, τὰ δὲ κατὰ συμβεβηκός ἐστιν αἴτια τῶν ὧν ἐστιν αἴτια· καθʼ αὑτὸ μέν, ὅσα τὴν ποιητικὴν ἐν ἑαυτοῖς ἔχοντα δύναμιν, ἢ δυνάμει, ἢ ἐνεργείᾳ, κατʼ ἐκείνην ἀεὶ καθʼ αὑτὸ τὴν αὐτὴν ἀποτελεῖ διάθεσιν ἐν τῷ σώματι· οἷον, εἰ βούλει, τὸ πέπερι καὶ τὸ ὄπιον, τὸ μὲν ἀεὶ θερμαῖνον καθʼ ἣν ἔχει δυνάμει θερμότητα, τὸ δὲ ψυχραῖνον τῇ ἣν καὶ δυνάμει καὶ ἐνεργείᾳ κέκτηται ψύξει· κατὰ συμβεβηκὸς δέ, ὅσα μὴ καθʼ ἣν ἔχει δύναμιν, ὅπως ἂν ἔχοι, ἀλλὰ κατʼ ἄλλο τι τῶν ἐπισυμβαινόντων ταῖς ἐνεργείαις, τὰς διαθέσεις ἐργάζονται· ὥσπερ τὸ ψυχρὸν ὕδωρ θερμαίνει μὲν τὸ σῶμα, ἀλλʼ οὐ καθʼ αὑτό· οὐδὲ γὰρ ψυχρότητος καθʼ αὑτὸ τὸ θερμαίνειν, ἀλλὰ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς καταπυκνῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου ψυχρῷ, διʼ ὧν διαπνεῖται τὸ σῶμα, καὶ διαφορεῖται τὸ ἐν ἡμῖν ἐμφωλεῦον θερμόν, ἐκώλυσε τὴν τοῦ θερμοῦ πρὸς τὰ ἔξω πτῆσίν τε καὶ φοράν, κἀντεῦθεν τὸ σῶμα θερμότερον ἀπετέλεσεν ἑαυτοῦ. Ὁμοίως δὲ καὶ τὸ θερμὸν ὕδωρ ψύχει μέν, ἀλλʼ οὐ καθʼ αὑτό· ἐπεὶ καὶ οὐ θερμότητος καθʼ αὑτὸ τὸ ψυχραίνειν, ἀλλὰ κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς ἀραιῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου θερμῷ, διʼ ὧν τὸ ἐν ἡμῖν ἔμφυτον διαφορεῖται καὶ διαπνεῖται θερμόν, ῥᾳδίαν τὴν ἐκείνου πρὸς τὰ ἔξω φορὰν εἰργάσατο, κἀντεῦθεν τὸ σῶμα τῇ τοῦ θερμοῦ διαφορήσει ψυχρότερον ἑαυτοῦ ἀπετέλεσεν.

Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐ μόνον ταῦτα τὰ ῥηθέντα αἴτια τῶν νοσημάτων γίνεται αἴτια, ἀλλὰ καὶ αὐτὰ τὰ νοσήματα νοσημάτων ἑτέρων ἐστιν ὅτε γένοιτʼ ἂν αἴτια. Ἐκ γὰρ τοῦ ἐφημέρου, ὥσπερ τινὸς αἰτίου, πυρετὸς ἔστιν ὅτε γίγνεται καὶ σηπεδονώδης ἀμέσως καὶ ἑκτικός, καὶ ἐκ σηπεδονώδους αὖ πάλιν ὡς ἐπὶ τὸ πλεῖστον ὁ ἑκτικός. Εἰ δʼ ἐξ ἑκτικοῦ κατὰ τὸ ἀνάπαλιν δυνατὸν γενέσθαι ποτὲ σηπεδονώδη τε καὶ ἐφήμερον, καὶ ἐκ σηπεδονώδους πάλιν ἐφήμερον, ἴσως ἐν τοῖς ἑξῆς θεωρήσομεν. Τοσαῦτα μὲν οὖν ἐν τῷ παρόντι περὶ τῶν αἰτίων ἐν γένει τε καὶ καθόλου. Ἑξῆς δὲ περὶ τῶν αἰτίων εἰπεῖν ἀνάγκη, διʼ ὧν οἱ πυρετοὶ γίγνονται· ἀγνοουμένων γὰρ τῶν αἰτίων, ἐξ ὧν οἱ πυρετοὶ γένοιντʼ ἄν, οὔτʼ ἀκριβῶς ἂν εἰδείη τις, τίς πότʼ ἐστιν ὁ πρὸ ὀφθαλμῶν πυρετός, οὔτε τὰ συνοίσοντα φάρμακα· ποιητικὰ δὲ ταῦτα ὑγείας, καὶ φθαρτικὰ πυρετοῦ καὶ τῶν αἰτίων ἐκείνου· οὔθʼ εὑρεῖν οὔτʼ εἰσηγήσασθαι τέχνῃ τινὶ καὶ μεθόδῳ δυνήσαιτʼ ἄν, ὃς δὴ τῆς θεραπευτικῆς μεθόδου σκοπός ἐστιν ἐξοχώτατός τε καὶ τιμιώτατος.

Λέγωμεν τοίνυν, ὅτι τῶν πυρετῶν ἅπαντες, καὶ οἱ ἐφήμεροι, καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις, προέτι δὲ καὶ οἱ ἑπτικοί, τοῖς προκαταρκτικοῖς αἰτίοις ἀποτελοῦνται καὶ γίγνονται, κἂν οἱ μὲν ἀμέσως, οἱ δʼ ἐμμέσως, καὶ μᾶλλόν τε καὶ ἧττον, ὡς δειχθήσεται, γίγνωνται. Ἐφήμεροι μὲν γὰρ ἀμέσως μᾶλλον ὑπὸ τῶν προκαταρχόντων γίγνονται, ὡς ἐπὶ πολὺ μὲν οἷον προηγουμένου μόνου ἐπεχόντων τόπον, ὅθʼ ὑπὸ ἡλιοκαΐας ἢ κινήσεως ἢ θυμοῦ ἢ ἄλλου τοῦ τῶν τοιούτων, πρώτως τὸ ἐν ἡμῖν ἀναφθὲν πνεῦμα διὰ μέσης καρδίας κατὰ τὸ συνεχὲς παντὶ μορίῳ τοῦ σώματος τὴν παρὰ φύσιν ἐκείνην διαδώσει θέρμην. Ἔστι γὰρ πρῶτον ἡ ἡλιοκαΐα ἢ κίνησις προηγουμένου τόπον ἐπέχουσα, εἶτα τὸ ἀναφθὲν πνεῦμα τὸ συνεζευγμένον αἴτιον τοῦ ἐφημέρου, καὶ τρίτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τῶν αἰτίων· ἔστι δὲ ὅτε, μεταξὺ τῶν προκαταρχόντων αἰτίων καὶ τοῦ συνεζευγμένου, προηγουμένου παρεμπίπτοντος αἰτίου, ὅταν τὸ μὲν περιέχον ψυχρὸν τὸ δέρμα πυκνώσῃ, ἡ δὲ τοῦ δέρματος πύκνωσις τὸ πνεῦμα ἀνάψῃ, μὴ ἑλκομένης εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας· διαπνεῖται γὰρ ὅσαι ὧραι τὰ τῶν ζῴων σώματα, τῶν μὲν ἀτμωδῶν καὶ λιγνυωδῶν περιπτωμάτων εἰς τὰ ἐκτὸς ἀποχεομένων, ἀντεισερχομένης δὲ τῆς ἀερώδους οὐσίας καὶ τὸ ἔμφυτον ῥιπιζούσης θερμόν. Πυκνωθέντος δὲ τῇ τοῦ περιέχοντος ψύξει καὶ τοῖς ἄλλοις, ὅσα πυκνοῦν εἴωθε, τοῦ δέρματος, ἀνάγκη τὸ πνεῦμα ἀνάπτεσθαι κατὰ τὸν λόγον, ὃν εἴπομεν, κἀντεῦθεν τὸν ἐφήμερον γίνεσθαι πυρετόν. Ἔσται γὰρ οὕτω πρῶτον μὲν αἴτιον ἣ τοῦ ὕδατος ἢ τοῦ ἀέρος ψυχρότης προκαταρκτικὸν οὖσα αἴτιον, εἵθʼ ἡ τοῦ δέρματος πύκνωσις προηγούμενον αἴτιον, τρίτον δὲ τὸ ἀναφθέντα πνεῦμα τῆς ἐφημέρου διαθέσεως αἴτιον, καὶ τέταρτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τοῦ αἰτίων. Διαφέρει δὲ οὐθέν, εἴτε, τῆς στεγνώσεως καὶ πυκνώσεως φαύλης οὔσης καὶ ῥᾷστα διαλυθείσης, ὁ ἐφήμερος γένοιτο μόνος καὶ ἀπογένοιτο πυρετός, μηδεμιᾶς ἑτέρας ἐπιγενομένης ἐν τῷ σώματι διαθέσεως· εἴτε, καὶ μὴ διαλυθείσης, ἢ πρώτως ἢ καὶ μετὰ τὸ πνεῦμα οἱ ἐν ἡμῖν ἀναφθῶσι χυμοὶ ἢ καὶ τὰ μόρια, καὶ τοὺς σηπεδονώδεις ἢ καὶ ἑκτικοὺς ἀποτελέσωσι πυρετούς· οὐδὲν γὰρ τοῦτο πρὸς τὸν λόγον, ὃς τὸν ἐφήμερον ἐκ τοῦ περιέχοντος ἔστιν ὅτε διὰ μέσης τῆς τοῦ δέρματος στεγνώσεως ἢ πυκνώσεως λέγει γίγνεσθαι. Οἱ δʼ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις γίγνονται μὲν καὶ αὐτοὶ ὑπὸ τῶν προκαταρκτικῶν αἰτίων ἀεί, οὐ μὲν ὡς προηγουμένων αἰτίων τῶν προκαταρχόντων ποτέ, καθάπερ ἐπί τινων ἐφημέρων, ἀλλὰ διά τινος ἤ τινων τῶν αἰτίων τῶν προηγουμένων τε καὶ συνεζευγμένων· γίνονται γὰρ ὑπὸ προσεχῶν καὶ συνεζευγμένων αἰτίων ἀεί, τῶν χυμῶν καὶ τῶν ἐν αὐτοῖς σήψεων, οὐδέποτε δὲ ὡς ὑπὸ προηγουμένων τῶν προκαταρκτικῶν. Καὶ τούτῳ διαφέρουσιν οἱ ἐφήμεροι τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὅσον ἐν τοῖς αἰτίοις, τῷ τοὺς μὲν καὶ ὑπὸ τῶν προκαταρχόντων αἰτίων, ὡς προηγουμένων, γίγνεσθαι τοὺς ἐφημέρους· τοὺς δὲ ὑπὸ τῶν αὐτῶν μὲν ἀεί, οὐδέποτε δὲ ὡς προηγουμένων, ἀλλὰ διὰ μέσων τινὸς ἤ τινων τῶν προηγουμένων αἰτίων, τοὺς ἐπὶ χυμοῖς πυρετούς.

Παραιτοῦμαι δὲ ἐνταῦθα τὸν Ἀρεταῖον καὶ ἑτέρους, ἰδίαν εἰπόντας διάγνωσιν τῶν ἐπὶ χυμοῖς πυρετῶν καὶ οὐκ ἀχώριστον τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήσασθαι τῶν τοιούτων πυρετῶν, ὅτι καὶ οὐδετέρῳ τῶν ἄλλων γενῶν τοῦθʼ ὑπάρχει, διὰ τὸ τοὺς μὲν ἐφημέρους ἅπαντας ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις συνίστασθαι, τοὺς δὲ ἑκτικούς, ὅταν ἄνευ τούτων γεννῶνται, μηδὲ ἐξ ἀρχῆς εἰσβάλλειν, καίτοι μηδένος οἵου τʼ ὄντος, οὐ πυρετοῦ μόνον, ἀλλʼ οὐδὲ νοσήματος οὑτινοσοῦν, ἄνευ τινὸς τῶν προκαταρχόντων ἄρχεσθαι. Ἀλλὰ ταῦτα μὲν ἀκριβέστερον ἴσως κἀν τοῖς ἑξῆς θεωρήσομεν. Νῦν δʼ ἐπειδὴ οὐχὶ περὶ ἑνὸς εἴδους, ἀλλὰ περὶ πόλλων τε καὶ διαφερόντων λέγομεν πυρετῶν, δίκαιον ἂν εἴη φάναι πρῶτον περὶ τῆς διαφορᾶς αὐτῶν, εἶθʼ οὕτω καὶ περὶ τῶν ἄλλων, καθʼ εἱρμόν τινα προβαινούσης τῆς ὑποθέσεως.

Διαφορὰ τοίνυν πυρετῶν ἡ μὲν οὐσιώδης, ἡ δʼ ἐπουσιώδης· καὶ οὐσιώδης μὲν ἡ ἐκ τῆς οὐσίας αὐτῆς τῶν πυρετῶν γινομένη, ἐπουσιώδης δὲ ἡ ἐκ τῶν ἐπισυμβαινόντων τῇ οὐσίᾳ τῶν αὐτῶν, προσεχῶς τε καὶ πόρρω λαμβανομένη. Οὐσία μὲν γὰρ πυρετῶν ἡ παρὰ φύσιν θερμότης, καθάπερ εἴρηται· ἡ γὰρ οὐσία τούτων τὸ μᾶλλον ἐπιδέχεται καὶ τὸ ἧττον· ἔστι δὲ καὶ ἐν ὑποκειμένῳ συμβεβηκός τι οὖσα, καὶ μὴ δυναμένη καθʼ αὑτὴν εἶναι ἢ καὶ ἐν τῷ ποιητικῷ ταύτης αἰτίῳ. Πρὸς δὲ καὶ τρόπον ἔχει κινήσεως τῇ τοῦ, ἐν ᾧ ἐστι, φύσει τε καὶ ποιότητι, εἴθʼ ὑποκείμενον, εἴτε αἴτιον εἴη. Ἔτι δὲ καὶ συμπτώματά τινα ἀπεργάζεται. Εἰκότως αἱ μὲν τῶν διαφορῶν οὐσιώδεις εἰσί τε καὶ λέγονται, οὐ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον τῆς παρὰ φύσιν θερμότητος λαμβανόμεναι, καθʼ ἃς μικρούς τε καὶ μεγάλους ὀνομάζομεν πυρετούς, οὐ κυρίως μὲν ἐπὶ πολλοῦ πράγματος ὄνομα ποιότητος ἐπιφέροντες, ὅμως δʼ οὖν εἰθισμένοι τοῦτο ποιεῖν οὐκ ἐπὶ πυρετῶν μόνων, ἀλλὰ καὶ ἐπὶ ἄλλων μορίων, ἐν ποιότητι μὲν ἐχόντων τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων καὶ μικρῶν· αἱ δὲ ἐπουσιώδεις αἱ λοιπαὶ πᾶσαι διαφοραί, αἵ τε παρὰ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, ἐν ᾧ ἡ παρὰ φύσιν θερμότης καὶ αἱ παρὰ τὸν τῆς κινήσεως τρόπον, ἔτι δὲ καὶ παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος· ταῦτα γάρ, ἥ τε ὕλη, ὅ, τε τῆς κινήσεως τρόπος, καὶ τὰ ξυμπτώματα ἐπισυμβέβηκε τῇ παρὰ φύσιν θερμότητι, καὶ οὐ κατʼ οὐσίαν ὑπάρχει ταύτῃ. Διὰ τοῦτο καὶ τὰς ἐκ τούτων λαμβανομένας τῶν πυρετῶν διαφορὰς ἐπουσιώδεις εἶναί φαμεν καὶ οὐ κατʼ οὐσίαν, κατʼ οὐσίαν οὔσης τῆς πρώτης διαφορᾶς ἢ διὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον τῆς παρὰ φύσιν θερμότητος λαμβάνεταί τε καὶ λέγεται, καθʼ ἣν μεγάλους καὶ μικρούς φαμεν πυρετούς, ὥσπερ εἴρηται· πάσας δὲ ταύτας τῶν πυρετῶν τὰς διαφορὰς τῶν πρὸ ἡμῶν τις ἀκριβῶς τε ἅμα καὶ σαφῶς ἐδήλωσε λέγων.