eul_wid: umi-ac
Διάγνωσις περὶ τῶν ὀξέων καὶ χρονίων νοσημάτωνDiagnosis of Acute and Chronic Diseases
Medical Writers Anonymous Diagnosis of Acute and Chronic Diseases PDF
| t | Διάγνωσις περὶ τῶν ὀξέων καὶ χρονίων νοσημάτων. Φρενίτιδος αἰτία. |
| 1 [45] | κε. ιγ Ἐρασίστρατος μὲν ἐξ ἀκολούθων τῶν ἑαυτοῦ δογμάτων φησὶ γίνεσθαι τὴν φρενῖτιν κατά τι πάθος τῶν κατὰ τὴν μήνιγγα ἐνεργειῶν· οὗ γὰρ τόπου κατ’ αὐτὸν ἡ νόησις φρόνησις, ἐπὶ τούτου ἡ παρανόησις παραφρόνησις ἂν εἴη. Πραξαγόρας δὲ φλεγμονὴν τῆς καρδίας εἶναί φησι τὴν φρενῖτιν, ἧς καὶ τὸ κατὰ φύσιν ἔργον φρόνησιν οἴεται εἶναι· ὑπὸ δὲ τῆς φλεγμονῆς ταρασσομένην τὴν καρδίαν τοῦδε τοῦ πάθους συστατικὴν γίνεσθαι. Ὁ δὲ Διοκλῆς φλεγμονὴν τοῦ διαφράγματός φησιν εἶναι τὴν φρενῖτιν, ἀπὸ τόπου καὶ οὐκ ἀπὸ ἐνεργείας τὸ πάθος καλῶν, συνδιατιθεμένης καὶ τῆς καρδίας· ἔοικε γὰρ καὶ οὗτος τὴν φρόνησιν περὶ ταύτην ἀπολείπειν· διὰ τοῦτο γὰρ καὶ τὰς παρακοπὰς ἕπεσθαι τούτοις. Ὁ δὲ Ἱπποκράτης τὸν μὲν νοῦν φησιν ἐν τῷ ἐγκεφάλῳ τετάχθαι καθάπερ τι ἱερὸν ἄγαλμα ἐν ἀκροπόλει τοῦ σώματος· χρῆσθαι δὲ τροφῇ τῷ περὶ τὴν χοριοειδῆ μήνιγγα αἵματι. ὅταν δὲ τοῦτο ὑπὸ τῆς χολῆς φθαρῇ, ὑπαλλάττει καὶ τὸ τρεφόμενον τῆς ἰδίας δυνάμεως· οὗ γὰρ ἡ ἔντακτος καὶ κατὰ φύσιν κίνησις φρόνησις ἦν, τούτου ἡ ἄτακτος καὶ παρὰ φύσιν παραφρόνησις ἂν εἴη. Φρενίτιδος σημεῖα. Φρενῖτιν δὲ σημαίνει συνεχὴς πυρετὸς ἐπιγινόμενος εἰς νύκτα καὶ μὴ διαλείπων τι μηδὲ ἀξιόλογον ἐπανιείς, σφυγμὸς δεδιω〈γ〉μένος, σμικρός, πυκνός, ἀναπνοὴ συνεχίζουσα καὶ μὴ δι〈ι〉στᾶσα τελείως θώρακα καὶ πρὸς τούτοις ἀγρυπνία διηνεκὴς καὶ παραφορὰ τῆς διανοίας καὶ ποτὲ μὲν ὀργιζομένου καὶ ἀγριαίνοντος καὶ ἔξω τρέχοντος, ποτὲ δὲ ἱλαροῦ καὶ ᾄδοντος ἢ κατακειμένου καὶ ἐπὶ τὸν ἀέρα τὰς χεῖρας ἔχοντος ἢ τὰς κροκίδας τῶν ἱματίων ἐκλέγοντος ἢ καρφολογοῦντος καὶ ἀπὸ τῶν τοίχων ἀφαιροῦντος καὶ δοκοῦντος ἀποτίλλειν μηδὲν αἴροντος καὶ ψηλαφῶντος, περίψυξις δὲ ἄκρων, ἀγρυπνία δι’ ὅλου, παρακοπὴ ἢ ἀποσιώπησις, γέλως ἢ κατήφεια, ὄμματα ἐνερευθῆ, ὀξυκίνητα, δακρύοντα. κροκοδίζουσι δὲ οἱ ἐν τῷ πάθει. ἡ γλῶττα τούτων ἄνικμος, ὄρεξις ἄλλοις ἄλλη. κινδυνεύουσι δέ. ὑποχόνδριον προσεντείνεται καὶ ἀνασπᾶται, τράχηλος δὲ καὶ πρόσωπον ἐφιδροῖ, κοιλία καταρρεῖ, τὸ σῶμα ὑποτρέμει. εἰ δὲ ἀποθνησκόμενοι ἐν τῷ πάθει, ὀξυφωνοῦσιν, ἀσαφῆ λαλοῦσι, τραυλίζουσι, ἀσφυκτοῦσι, δυσπνοοῦσι. ταῦτα πάντα φρενιτικὰ εἶναι ὑπαγόρευε. Φρενίτιδος θεραπεία. Τοὺς δὲ φρενιτικοὺς πρῶτον μὲν κατακλιτέον ἐν τόπῳ φωτεινῷ· κατάλληλον γὰρ τοῖς πλείστοις τὸ τοιοῦτον. τοῖς δὲ πρὸς τὸ φῶς ἐκταρασσομένοις τὸν ἁρμόζοντα ἔκκρινε ἀέρα. ἐνίοις δὲ παραληπτέον καὶ τὸ τοῦ λύχνου φέγγος. καὶ τοὺς μὲν ἐκ πρώτης ἢ δευτέρας ἡμέρας παρακόψαντας φλεβοτομητέον παρόντων τῶν πρὸς τὴν φλεβοτομίαν ἀριθμῶν περὶ τὴν δευτέραν ἢ τρίτην ἡμέραν, σπανίως δὲ περὶ τὴν τετάρτην. εἰ δ’ οὖν κλυστῆρι μετακτέον ἐπὶ τὰ κάτω τὴν ὕλην. τροφὴν δὲ μετὰ διάτριτον προσοίσομεν ὡς ἐπὶ τῷ θεῷ τὰς εὐαρεστήσεις ἐκλαμβάνοντες. ποτοῦ ἀφειδοῦν καὶ ἐπὶ τούτων καὶ μὴ βουλομένους ὑπομνηστέον. ἐμβροχαῖς δὲ τὴν κεφαλὴν μέχρι πρώτης διατρίτου διὰ ῥοδίνου ὠμοτριβοῦς ἐλαίου παραλαμβανέσθωσαν, ἀπὸ δὲ ταύτης ἡ δι’ ὀξυροδίνου, ἑνὸς δὲ ὄξους πρὸς πέντε ῥοδίνου μεμιγμένου. |
| 1 (50) [95] | ἐπιμενούσης δὲ τῆς παρακοπῆς συμπλεκέσθωσαν τούτοις καὶ χυλοὶ ἡδυόσμου τε καὶ πηγάνου ἢ κισσοῦ· πολὺ δὲ πρότερον ἑρπύλλιον· μετὰ δὲ τὴν δευτέραν διάτριτον, εἴ τις εἴη ἐν τοῖς μέσον φλεγμονή, σικυαστέον μετὰ κατασχασμοῦ, εἰ δὲ μὴ χωρὶς τούτου· μετὰ δὲ ταῦτα ἰνίῳ καὶ βραχίονι σικύας κολλητέον. εἰ δὲ πρὸς τούτων ἓν τῶν εἰρημένων ὑπείκοιεν ἡ νόσος, χρηστέον ἕωθεν πρός τε τοὺς ὕπνους καὶ τὰς παρακοπάς. κατάλληλον δὲ καὶ ταῦτα αἱρετέον τοῖς πάσχουσι πρὸς δύναμιν τὸ πᾶν ἀφορῶντες. ἐν δὲ ταῖς τῶν παρακοπῶν φαντασίαις τῇ ἀπὸ λόγου βοηθείᾳ παρηγορήσομεν περιστάντες ὅτι οὐκ ἐχθροί, ἀλλὰ φίλοι οἱ παρόντες, ὁτὲ δὲ ἐπιπλήξομεν. ἐνίοις δὲ τὰ πρῶτα συναρεσθέντες ὕστερον ὑποθετικῶς παραστήσομεν τὰ ἠγνοημένα καὶ ἐπεισάξομεν (τοῖς μὲν οὖν αἰδεσθήσονται, τοῖς δὲ φοβηθήσονται). ἐνίοις τέκνα παρηγορήσοντα καὶ ἄλλοις γυναῖκας, εἰ δὲ καὶ πρός τινας ἐρωτικῶς ἔχουσιν. ἐν καλῷ οὖν καιρῷ παραληφθήτω τῆς ἡσυχίας, ἅπαν ἐν τούτοις θέμενος. ὑπνωτικοῖς δὲ χρησόμεθα προσκλύσμασι τῷ διὰ κωδιῶν ἢ ὑοσκυάμου ἀφεψήματι, καταπλάσμασι δὲ ἐπὶ τοῦ μετώπου ἑρπυλλίῳ ἐν γλυκεῖ ἑψημένῳ. τούτῳ δὲ μάλιστα ἐν παροξυσμοῖς χρηστέον. ἢ ἑφθὰς λείας τὰς κωδίας ἀναλαμβάνοντες ἄρτῳ μετὰ ῥοδίνης κηρωτῆς καταπλάσσομεν. περιχρίσματα δὲ δι’ ὀποῦ μήκωνος ἢ μανδραγόρου χρηστῆς. ὑπνωτικοῖς τροχίσκοις χρησόμεθα. προποτιστέον δὲ καὶ τοῖς διὰ μανδραγόρου καὶ ὀποῦ μήκωνος ἀνωδύνοις. τελευταῖον δὲ καὶ ἐπὶ τὰς ἑδρικὰς κροκίδας συμφευξόμεθα. δεῖ δὲ ἀναλαβόντας ἐρίῳ μήκωνος ὀπὸν ἢ μανδραγόρου καὶ ἀποδήσαντας λίνῳ καθιέναι εἰς τὴν ἕδραν, εἰ δέ τισι χρησόμεθα, εὐβαφῶς καὶ μὴ βιαίως αὐτὴν ποιούμενοι. συναλείμμασι δὲ ἀφ’ ἑαυτῶν τοῖς διὰ παλαιοῦ ἢ Σικυωνίου ἐλαίου ἀναμεμιγμένου καστορίου χρησόμεθα καὶ προποτιοῦμεν αὐτούς. προσοίσομεν δὲ καὶ σικύας ἐν σπονδύλῳ καὶ ῥάχει καὶ ὀσφύϊ, μετὰ ταῦτα δὲ καὶ θώρακι καὶ ὑποχονδρίοις, ἐπὶ δὲ γυναικῶν καὶ ἤτρῳ καὶ βουβῶσι. ταῖς δὲ τοιαύταις βοηθείαις ἐπιτρεπουσῶν τῶν δυνάμεων πλεονάκις χρησόμεθα, ἀεὶ δὲ μετὰ τοῦτον τὸν κλυστῆρα ὡς μέγιστον βοήθημα ἐγκρίνοντες καὶ τοὺς βαλανισμοὺς διὰ χολῆς ταυρείας καὶ νίτρου ἢ διὰ στυπτηρίας ὑγρᾶς καὶ μέλιτος. μετὰ δὲ τὴν τρίτην ἢ τετάρτην διάτριτον ἐπιμενόντων τῶν παροξυσμῶν ἐμβιβαστέον εἰς ἔλαιον θερμόν. ἔστω δὲ Σάμιον ἢ παλαιὸν ἢ Σικυώνιον. καὶ εἰ πρὸς τοῦτο εὐαρεστηθεῖεν, ἐπιμενέτω. τοὺς δὲ ἐν καταφορᾷ πλείονι διιόντας διεγείρειν δεῖ τοῖς διὰ νάπυος φοινιγμοῖς καὶ ταῖς ἀκολούθοις πυρίαις. προσακτέον δὲ καί τινα τῶν πταρμικῶν. εἰ δὲ πρὸς μηδὲν τούτων εἴκοιεν, ἐμφυσητέον εἰς τὰς ῥῖνας ὄξος καθ’ αὑτὸν καὶ μετὰ νάπυος καὶ καστορίου καὶ ὑποκαπνιστέον. ἀποφλεγματισμοῖς καὶ ῥινεγχύτοις. ἔστω δὲ τάδε· τὰ διὰ νάπυος καὶ μέλιτος καὶ θύμου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ ὑσσώπου ἀφεψημένου μετ’ ὀξυμέλιτος. |
| 1 (100) [110] | ἐν ἐνδόσει δὲ τῶν παθῶν ὄντων ἐπὶ αἰώρας χωρήσομεν. αὗται δὲ γενέσθωσαν ἐν εὐαέροις τόποις. ἐκ παντὸς δὲ φυλακτέον τὸν πνιγώδη καὶ ψοφώδη τόπον καὶ διατάσεις καὶ δυσώδεις ὀσμὰς καὶ εἴ τι τῶν τοιούτων. ὑπομνηστικὰ γὰρ ταῦτα τῆς ἐπιλη〈μ〉ψίας· φυλάξομεν καὶ ἀπὸ βαλανείων καὶ οἴνων αὐτούς. προχωρούντων δὲ ἡμῶν κατὰ δεκάτην ἡμέραν κατὰ τρόπον τῆς θεραπείας, εἰ τοῖσδε ἔστι τοῦ πάθους ἀπαλλαγή, αὐτάρκης ὁ ἐνιαύσιος χρόνος. τὰς δὲ παρακολουθούσας τῷ πάθει παραλύσεις κατὰ μὲν τοὺς παροξυσμοὺς ταῖς ἐμβροχαῖς τοῦ καστορίου καὶ ταῖς διὰ τῶν ἐρίων σκεπασμάτων ἀποθεραπεύσομεν. μετὰ δὲ τούτων ταῖς κατὰ τὸ ἐνδεχόμενον ἀφαιρέσεσι χρησόμεθα καὶ συγχρίσμασι καὶ πᾶσι τοῖς πρὸς τὸ πάθος ἐπιτηδείοις βοηθήμασι. Ληθάργου αἰτία. |
| 2 [45] | κε. ιδ Ἐρασίστρατος μὲν κατὰ τὸ ἀκόλουθον αὑτοῦ φησι γίνεσθαι τὸν λήθαργον κατά τι πάθος τῶν περὶ τὴν μήνιγγα ψυχικῶν δυνάμεων, ἐφ’ ὧν δὴ γίνεσθαι τὸν λήθαργον. Διοκλῆς δὲ τοῦ περὶ τὴν καρδίαν καὶ τὸν ἐγκέφαλον ψυχικοῦ πνεύματος κατάψυξιν ἡγεῖται εἶναι καὶ τοῦ ταύτῃ συνοίκου αἵματος πῆξιν. Ὁ δὲ Ἱπποκράτης φησὶν ὑπὸ τοῦ ψυχροῦ καὶ ὑγροῦ γίνεσθαι χυμοῦ τὸν λήθαργον· ἔστι δὲ οὗτος τὸ φλέγμα, ὑφ’ οὗ δὴ βαρούμενον τὸν ἐγκέφαλον μηκέτι δύνασθαι τὴν ψυχικὴν δύναμιν εἰς ἕκαστον μέρος τοῦ σώματος ἐπιπέμπειν καὶ οὕτω τὰς καταφορὰς γίνεσθαι. Ληθάργου σημεῖα. Τοῖς δὲ ληθαργικοῖς παρέπεται πυρετὸς συνεχὴς ἐπιτείνων εἰς νύκτα. σφυγμὸς μέγας καὶ διῃρημένος, οὐ ταχύνων, ἀλλὰ ἀραιότερος ἢ κατὰ πυρετὸν καὶ σομφός, ἀναπνοὴ διάστημα πολὺ ἔχουσα· ἐπιδήλως οὐκ ἀποκρίνονται ῥᾳδίως οἱ ἐν τῷ πάθει, ἥκιστα ὁμιλίας κατάρχονται, ἀμαυρὰ φθέγγονται καὶ μόλις ἐξάκουστα. παραπαίουσι τῇ διανοίᾳ καὶ πιέζονται. δυσανάκλητος. ὄψις αὐτοῖς περιῴδηκε καὶ ἐρευθής, ἀγγεῖα περίκυρτα, ὄμματα κατάλευκα καὶ οὐχ ὅλα τοῖς βλεφάροις καλυπτόμενα, δακρυρροοῦντα, λημιῶντα. κατάκλισις ὑπτία καὶ ἀπόρρυσις τῶν προσκεφαλαίων. γόνατα ἀνεσπασμένα, χάσμα συνεχές. οὖρα ἀπροαίρετα καὶ περισσώματα ποτὲ μὲν ἀργὰ καὶ λευκά, ποτὲ δὲ λεπτὰ καὶ ὑπόξανθα. ὑποχόνδριον ἀνασπᾶται, χεῖρες ὑποτρέμουσι. κάκιον ἀπαλλάττουσιν οἱ ἐν τῷ πάθει, περιψύχονται καὶ καταπίνειν οὐ δύνανται ὡς ἐπιλανθανόμενοι. Ληθάργου θεραπεία. Τοὺς δὲ ληθαργικοὺς κατακλιτέον ἐν τόπῳ εὐμεγέθει μήτε λαμπρῷ μήτε ζοφώδει. χρησόμεθα δέ, εἰ μὲν περὶ τὰς ἀρχὰς συσταίη τὸ πάθος, παρόντων τῶν πρὸς φλεβοτομίαν ἀριθμῶν αἵματος ἀφαιρέσει, εἰ δ’ οὖν δριμεῖ κλυστῆρι ὑπακτέον τὴν κοιλίαν. ἐμβροχαὶ δὲ κατὰ μὲν τὰς ἀρχὰς τοῦ πάθους ἔστωσαν δι’ ὀξυροδίνου, μετὰ δὲ τὰς παρακμὰς τῶν πυρετῶν μενούσης ἔτι τῆς τοῦ πάθους κατασκευῆς αἱ διὰ καστορίου ἔχουσαι θερμαντικὴν τοῦ φλέγματος δύναμιν. ὀσφραντὰ δὲ προσοίσομεν τὰ διὰ γλήχωνος καὶ θύμου καὶ ὀριγάνου σὺν ὄξει, μάλιστα δὲ κατ’ ἀρχάς. οὐδεὶς συνῆκε ταῖς καταφοραῖς ἀντιτάττεσθαι. ἀποφλεγματισμῷ δὲ χρηστέον ὑπ’ αὐτῶν ὀξυμέλιτι συναφεψημένου ὑσσώπου ἢ θύμου ἢ ὀριγάνου ἢ γλήχωνος. λαβόντας δεσμίδιον ἢ πηγάνου ἢ ἁβροτόνου χρίειν τὸ στόμα καὶ τὸ παρακείμενον ἢ ἐπενεχθησόμενον ἀποσπᾶν φλέγμα. τύχοι δ’ ἂν γενομένη οὐχ ἡ τυχοῦσα διὰ τούτων βοήθεια. τροφαὶ δὲ μετὰ τὴν φλεβοτομίαν ἐκκρινέσθωσαν εὐθέως, εἰ δ’ οὖν μετὰ τὴν πρώτην διάτριτον· ἔστωσαν δὲ ἁπαλαὶ καὶ σιτώδεις, ποτὲ μὲν καθ’ ἡμέραν, ποτὲ δὲ παρ’ ἡμέραν διδόμεναι. μετὰ δὲ τὴν τροφὴν διακρατητέον ἐπὶ πολὺ τῶν ποδῶν τοὺς δακτύλους πρὸς τὸ μὴ εἴκειν ταῖς καταφοραῖς ὑπανακλωμένων καὶ κνιζομένων τῶν σκελῶν τῶν ἐν ταὐτῷ περιπεφυκυιῶν τριχῶν διαλελοιπυιῶν ἀνασπωμένων. |
| 2 (50) [80] | τὰς δὲ φυσικὰς ἐκκρίσεις συνεχῶς ὑπομνηστέον. ἔσθ’ ὅτε γὰρ ἁλίσκονται τῷ κατ’ ἰσχουρίαν κινδύνῳ. ὅθεν ἐμβρεχέσθωσαν συνεχῶς τὰ περὶ τὸ ἦτρον καὶ περίνεον, τὰ πρῶτα διὰ πηγανελαίου, ὕστερον Σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ, ἔσθ’ ὅτε συνεμβαλλομένου καστορίου, ὃ χρήσιμον καὶ πρὸς ποτισμὸν κατὰ τὸ ἐνδεχόμενον. παρέστω δὲ καὶ κλυστὴρ κομιδῆς χάριν τῶν παρακειμένων ἐν κοιλίᾳ. ὑπομνηστέον δὲ συνεχῶς μετὰ τοὺς παροξυσμοὺς καὶ τὰ περὶ τὴν κατάποσιν ὕδωρ ἢ ὑδρόμελι ἐνστάζοντας περὶ δευτέραν ἢ τρίτην. εἶτα τοῦ πάθους μὴ ἐνδιδόντος χρηστέον κατὰ ἰνίου καὶ ῥάχεως μετὰ κατασχασμοῦ σικύαις, εἰ δὲ καὶ περὶ τὰς μέσον τις εἴη φλεγμονή, καὶ ταύτην ἀποικονομητέον. εἰ δὲ καὶ πολλὴ ὕλη ἐπὶ κεφαλὴν εἴη ἐνηγμένη, κολλητέον βδέλλας κροτάφοις καὶ μετώπῳ κατὰ τὰς παρακμάς. καὶ τοῖς διὰ τοῦ νάπυος φοινιγμοῖς χρηστέον ἐπί τε ποδῶν καὶ σκελῶν πρὸ τῆς ἐπισημασίας, εἰ δὲ ἐπιμένει ἐν τῇ καταφορᾷ, καὶ μέχρι μηρῶν καὶ βουβώνων σπόγγων μετὰ ταῦτα προσφερομένων ἐξ ἄγαν θερμοῦ. προσενεκτέον τε καὶ ταῖς ῥισὶ τὸ νᾶπυ καὶ καστόριον καὶ πήγανον καὶ δαφνίδας μετ’ ὄξους καὶ ἔρια κεκαυμένα καὶ τρίχας καὶ ἐλάφου κέρας καὶ πίσσαν καὶ χαλβάνην καὶ πάντα τὰ τμητικὰ καὶ διενεργητικὴν δύναμιν ἔχοντα προσάξομεν αὐτοῖς καὶ τὴν τῶν πταρμικῶν ὕλην εὐτόνως. καὶ εἰ μὴ διανίσταται, ἐμφυσήσομεν εἰς τὰς ῥῖνας τὸ νᾶπυ δι’ ὄξους· εἰ δὲ ἐπιμένει, προσοίσομεν τῇ κεφαλῇ προξυρηθείσῃ τὸ νᾶπυ καὶ τοὺς ἐκ θε〈ρ〉μοῦ σπόγγους· προεξέσονται γὰρ διὰ τούτων οἱ σωτηρίως ἔχοντες. κουρὰν δὲ καὶ ὥραν κατὰ τὰς παρακμὰς τοῦ πάθους παραληπτέον. παυσαμένης δὲ τῆς καταφορᾶς καὶ τῶν πυρετῶν λυθέντων μετὰ τὴν πρώτην καὶ δευτέραν διάτριτον ἐπὶ βαλανεῖον ἀκτέον καὶ τὴν ἀναληπτικὴν ἐκκριτέον ἀργήν. Ἐπιλη〈μ〉ψίας αἰτία. |
| 3 [45] | νδ Πραξαγόρας περὶ τὴν παχεῖαν ἀρτηρίαν φησὶ γίνεσθαι φλεγματικῶν χυμῶν συστάντων ἐν αὐτῇ· οὓς δὴ πομφολυγουμένους ἀποκλείειν τὴν δίοδον τοῦ ἀπὸ καρδίας ψυχικοῦ πνεύματος καὶ οὕτω τοῦτο κραδαίνειν καὶ σπᾶν τὸ σῶμα· πάλιν δὲ κατασταθεισῶν τῶν πομφολύγων παύεσθαι τὸ πάθος. Διοκλῆς δὲ καὶ αὐτὸς ἔμφραξιν περὶ τὸν αὐτὸν τόπον οἴεται· συμβαίνει καὶ τὰ ἄλλα κατὰ τὰ αὐτά. Πραξαγόρας δέ φησι γίνεσθαι· τὸ μὲν εἶδος τῆς αἰτίας παραλέλοιπεν, ἐπαναφέρεσθαι δέ φησι ἐν τῇ καταλέξει τοῦ πάθους ἀπορώτερον ἦν κωλύματα τῷ πνεύματι. Ἱπποκράτης δὲ ὑγροῦ φλέγματος· ἐμπιπλᾶσθαι δέ φησιν τὸν ἐγκέφαλον ὑγρῶν πάντα, ἀποκλείεσθαι δὲ τὸ ψυχικὸν πνεῦμα καὶ οὐ πάντη πληρουμένων τῶν νεύρων ὑπ’ αὐτοῦ δι’ ὧνπερ τὰ μέλη ἐκινεῖτο· τῇ δὲ διὰ τούτων ἐκδρομῇ τοῦ πνεύματος τὴν πρόκοψιν γίνεσθαι ἔφη καὶ τὴν συνολκὴν καὶ τὸν σπασμόν· τὸ δὲ πάθος ὀξὺ γίνεσθαι ἤτοι παρὰ τὸ πολλὴν εἶναι τὴν ἐνοχλοῦσαν ὕλην ὡς ἐγκαταπνίγειν τὸ θερμὸν ἢ παρὰ τὴν τοῦ σώματος ἀτονίαν ὡς μὴ δύνασθαι τοῖς σπασμοῖς ἀντιτάξασθαι, ἀλλὰ φθάσαι ἀπαυδήσαντα. Ἐπιλη〈μ〉ψίας σημεῖα. καὶ τῶν κ ε τὰ πολλὰ γινόμενα συναποθνήσκειν. 〈Σημεῖα〉 τῆς αὐτῆς ἐπιλη〈μ〉ψίας . Τῶν δὲ ἐπιλη〈μ〉πτικῶν οἱ μὲν ὕπνῳ βαθεῖ κατέχεσθαι δοκοῦσιν, οἱ δὲ σπῶνται καὶ τρέμουσι καὶ συνέλκονται, οἱ μὲν ὕπνῳ ἄφωνοι καί εἰσιν ἀναίσθητοι, ἀναπνοὴν μεγάλως ἔχουσιν ἔνηχον, σφυγμὸν μέγαν καὶ βραδύνοντα ἢ ληθαργώδη. οὐδενὸς τῶν ἐν τῷ πάθει ὄντων μέμνηται. δυσδιέγερτοι δέ εἰσιν, ἔσθ’ ὅτε καὶ πρὸς κατηρίαν. οἱ δὲ μετὰ σπασμῶν ἀναισθητοῦσι μὲν ὁμοίως καὶ ἀμνημονοῦσι καὶ τρέμουσι, ἀναπνοὴν δὲ καὶ σφυγμοὺς ἀτάκτους ἔχουσι μεγέθους ἕνεκα καὶ πυκνότητα, ὄψιν διῳδηκυῖαν, ἀγγεῖα προπαλειότητα καὶ ἐνίοτε σπέρμα ἀπροαιρέτως προΐεται. ὑποχόνδριον τούτοις ἀνασπᾶται, ὄμματα κερατοῦ(ν)ται καὶ πεπηγότα ἵσταται, ἔσθ’ ὅτε διαναστρέφονται καὶ λοξοῦνται. ἔνιοι οὖν ἐς τὸ λοιπὸν ἐστρεβλώθησαν, οἱ δὲ πρότερον ἐσχηκότες στρεβλουμένους τοὺς ὀφθαλμοὺς ἀνωρθώθησαν. |
| 3 (50) [95] | γλῶττα τούτοις μεγεθύνεται, ὡς τοὺς ὀδόντας προπίπτει, ὅθεν καὶ δάκνουσιν αὐτήν, οἱ δὲ καὶ ἀπέκοψαν· ἀμφοτέρων δὲ ἐμμανεισῶν τῶν ἐπιλή〈μ〉ψεων ἀφρὸς ἐκ στόματος προπίπτει. Ἐπιλη〈μ〉ψίας θεραπεία. Τοὺς δὲ ἐπιλη〈μ〉πτικούς, εἰ μὲν παρεῖεν πάντες οἱ τῆς φλεβοτομίας ἀριθμοί, φλεβοτομητέον ἐν τῇ πρώτῃ ἡμέρᾳ τὴν ἐπαφαίρεσιν εἰς τὴν δευτέραν ὑπερτιθεμένους καὶ τῆς δυνάμεως στοχαζομένους. εἰ δὲ οὖν ὡς ὅτι δριμυτάτῳ κλυστῆρι κενωτέον καὶ συνεχῶς ἐπὶ τούτων χρηστέον. αἱ δὲ τροφαί, εἰ μὲν ἐπείγοιντο, πρὸ τῆς τρίτης λαμβανέτωσαν (δέ), εἰ δὲ μὴ περὶ τὴν τρίτην. ἔστωσαν δὲ ἁπαλαὶ καὶ εὐδιοίκητοι. πρὸς δὲ τοὺς σάμους διακρατήσει χρησόμεθα εὐαφῶς καὶ μὴ βιαίως αὐτὴν ποιούμενοι. συναλείμμασι δ’ ἐφ’ ἑαυτῶν τοῖς διὰ παλαιοῦ ἢ Σικυωνίου ἐλαίου ἀναμεμιγμένου καστορίῳ χρησόμεθα καὶ προποτιοῦμεν αὐτούς. προσοίσομεν δὲ καὶ σικύας ἐν σπονδύλοις, ἐν ῥάχει καὶ ἐν τῇ ὀσφύϊ, μετὰ ταῦτα δὲ καὶ θώρακι καὶ ὑποχονδρίοις, ἐπὶ γυναικῶν καὶ ἤτρῳ καὶ βουβῶσι. ταῖς δὲ τοιαύταις πολλάκις χρησόμεθα, ἀεὶ δὲ μετὰ τούτων τὸν κλυστῆρα ὡς μέγιστον βοήθημα ἐγκρίνοντες καὶ τοὺς βαλανισμοὺς διὰ χολῆς ταυρείας καὶ νίτρου ἢ διὰ στυπτηρίας ὑγρᾶς καὶ μέλιτος. μετὰ δὲ τὴν τρίτην ἢ τετάρτην διάτριτον ἐπιμενόντων τῶν παροξυσμῶν ἐμβιβαστέον εἰς ἔλαιον θερμόν· ἔστω δὲ σάβινον ἢ παλαιὸν ἢ Σικυώνιον, καὶ εἰ πρὸς τοῦτο εὐαρεστηθείη, ἐπιμελητέον. τοὺς δὲ ἐν καταφορᾷ πίονι διϊόντας διεγείρειν δεῖ τοῖς διὰ νάπυος φοινιγμοῖς καὶ ταῖς ἀκολούθοις πυρίαις. προσακτέον δὲ καὶ τὰ εὔτονα τῶν πταρμικῶν. εἰ δὲ πρὸς μηδὲν τούτων εἴκοιεν, ἐμφυσητέον καὶ ἐς τὰς ῥῖνας ὄξος καθ’ αὑτὸ καὶ μετὰ νάπυος καὶ μετὰ καστορίου καὶ ὑποκαπνιστέον ἀποφλεγματισμοῖς καὶ ῥινεγχύτοις. ἔστω δὲ τὰ διὰ νάπυος καὶ μέλιτος καὶ θύμου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ ὑσσώπου ἀφεψημένου μετὰ ὀξυμέλιτος. εἰ δὲ τῶν παθῶν ὄντων ἐπὶ αἰώρας χωρήσομεν, αὐταὶ (δὲ) γενέσθωσαν ἐν εὐαέροις τόποις. ἐκ παντὸς γὰρ φυλακτέον τὸν πνιγώδη καὶ ψόφους καὶ διατάσεις καὶ δυσώδεις ὀδμὰς καὶ εἴ τι τοιοῦτον· ὑπομνηστικὰ γὰρ ταῦτα τῆς ἐπιλη〈μ〉ψίας. |
| 3 (100) [110] | φυλάξωμεν δὲ καὶ ἀπὸ βαλανείων καὶ οἴνων αὐτούς. προχωρούσης δὲ ἡμῖν κατὰ τρόπον τῆς θεραπείας εἰς πίστιν τοῦ ἀπηλλάχθαι τοῦ πάθους αὐταρκήσει ἐνιαύσιος χρόνος. τὰς δὲ παρακολουθούσας τῷ πάθει παραλύσεις κατὰ μὲν τοὺς παροξυσμοὺς ταῖς ἐμβροχαῖς τοῦ καστορίου καὶ ταῖς διὰ τῶν ορέων σκέπας ἀποθεραπεύσομεν. μετὰ δὲ τοῦτο ταῖς τε κατὰ τὸ ἐνδεχόμενον ἀφαιρέσεσι χρησόμεθα καὶ συγχρίσμασι καὶ πᾶσι τοῖς πρὸς τὸ πάθος ἐπιτηδείοις βοηθήμασιν. Ἀποπληξίας αἰτία. |
| 4 [51] | ιε (γίνεται δὲ μάλιστα ἡλικίαις ἀπὸ τεσσαράκοντα ἐτῶν μέχρι ξ ʹ.) Πραξαγόρας καὶ Διοκλῆς περὶ τὴν παχεῖαν ἀρτηρίαν γίνεσθαί φασι τὸ πάθος ὑπὸ φλέγματος ψυχροῦ καὶ παχέος ὡς μηδ’ ἐν αὐτῇ οὐχ ὁτιοῦν πνεῦμα παραπνεῖσθαι δύνασθαι καὶ οὕτω κινδυνεύειν τὸ πᾶν ἐγκαταπνιγῆναι. Ἱπποκράτης δὲ καὶ Ἐρασίστρατός φασι περὶ τὸν ἐγκέφαλον φλέγματος ψυχροῦ καὶ παγετώδους γίνεσθαι σύστασιν, ὑφ’ οὗ καὶ τὰ ἀπὸ τούτου πεφυκότα νεῦρα πληρούμενα μὴ παραδέχεσθαι τὸ ψυχικὸν πνεῦμα, ἀλλ’ ἐγκαταπνιγόμενον τοῦτο κινδυνεύειν ἀποσβεσθῆναι. —Τοῖς δ’ ἀποπληκτικοῖς παρέπεται ἄφνω ἀναισθησίαν γίγνεσθαι μετὰ ἀτενισμοῦ ὥσπερ ἀκινησίας τῶν ὀμμάτων ὥστε δοκεῖν λελιθῶσθαι καὶ οἷον ἀποπεπηγέναι, ὅθεν δὴ καὶ τοὔνομα κέκτηται τὸ πάθος. καὶ οἱ μὲν περὶ τὴν πρώτην καὶ δευτέραν ἢ τρίτην ἡμέραν ἢ ἔτι μακροτέραν ἀπαυδῶσιν, οἱ δ’ ἐσώθησαν μέν, παρελύθησαν δέ τι τοῦ σώματος. οἱ δὲ κοιλίας αὐτομάτου ὑπελθούσης ἀπηλλάγησαν τοῦ πάθους. Ἀποπληξίας θεραπεία. Ἡ δὲ ἀποπληξία σπανίως μὲν λυομένη, ταχέως δ’ ἀναιροῦσα, ἔχουσα δὲ καὶ τὴν λύσιν χαλεπωτέραν τῶν ἄλλων παθῶν. τὰ πολλὰ καὶ μετὰ τὸ παραλῦσαί τι μέρος ἀπαλλάττεται. ἐνδείκνυται δὲ ἡμῖν ἐν ἀρχῇ φλεβοτομεῖν τοὺς ἁλόντας εὐθὺς μήθ’ ἡλικίας ἢ ὥρας ἢ χώρας πεφροντικότας, μόνον δὲ τὸ κατὰ δύναμιν ἀφῃρημένον τοῦ μέτρου καὶ εἰ μὲν ὠφεληθεῖεν ἐγχωρούσης ἔτι τῆς δυνάμεως, ἐπαφαιρετέον τῇ αὐτῇ ἡμέρᾳ, εἰ δ’ οὖν τῇ ἑξῆς. ὑπακτέον δὲ καὶ τὴν κάτω κοιλίαν ὡς δριμυτάτῳ κλυστῆρι καὶ ἐπιμενοῦμεν, εἴπερ ἐπὶ τῶν εὐτόνων βοηθημάτων τὰ τῆς ὠφελείας μὴ ἐγχωροίη. παράσχοι δ’ ἂν ἡμῖν καὶ τὸ μελίκρατον καὶ τὰ διὰ μέλιτος γινόμενα ῥοφήματα τὴν κοιλίαν εὔλυτον. ἐν τούτοις δὲ θετέον καὶ τὸν ἀποβεβρεγμένον καὶ διηθισμένον ἄρτον. ἐμβροχαὶ δὲ ἔστωσαν τῇ κεφαλῇ αἱ δι’ ὀξυροδίνου. χρησόμεθα δὲ προποτίσμασι τοῖς δι’ ὀξυμέλιτος, ἀποφλεγματισμοῖς δὲ τοῖς διὰ θύμου ἢ ὀριγάνου ἢ ὑσσώπου ἢ γλήχωνος ἀποικονομημένου τὸ φερόμενον εἰς θώρακα πνεῦμα πνιγμοὺς ἐμποιεῖν. προκοπῆς δέ τινος γενομένης μετὰ τὴν τρίτην ἐπὶ τοὺς ἐξ ὕδατος ἄρτους χωρήσωμεν καὶ ὠὰ ῥοφητὰ τῆς τοῦ σώματος ἐπιμελείας τοῦ λοιποῦ πεφροντικότες. τῆς δ’ ἀφωνίας ἐπιμενούσης καὶ τῆς δυνάμεως ἐπιπρεπούσης κολλητέον ἰνίῳ τῷ πρὸς σπονδύλῳ σικύας μετὰ κατασχασμοῦ, εἰ δὲ ἐπιδέχοιντο, καὶ τοῖς ὑποχονδρίοις. αἰώρᾳ δὲ χρησώμεθα ἐπὶ τούτων τῇ κρεμαστῇ μετὰ κινήματος καὶ βράσματος σφοδροτέρου. ἐπιμένοντος δὲ τοῦ πάθους καὶ τῶν δυνάμεων ἐπὶ τὸ ἔμπαλιν οὐσῶν, ἃ δεῖ ἐκ παντὸς πεφυλάχθαι, μᾶλλον ἐπὶ τούτων προσβάλλομεν σικύας νώτῳ καὶ ῥάχει μέχρις ὀσφύος, μετὰ δὲ ταῦτα ὑποχονδρίοις καὶ ἤτρῳ καὶ βουβῶσι. χρηστέον δὲ καὶ πταρμικοῖς ἐπὶ τούτοις συνεχέστερον σὺν τοῖς ἀποφλεγματισμοῖς. μετὰ δὲ τὴν τεσσαρεσκαιδεκάτην προκοπτούσης τῆς θεραπείας καὶ τῆς δυνάμεως ἀναρρωσθείσης χρησόμεθα καὶ ταῖς ἐκτὸς αἰώραις πεφροντικότες καὶ τοῦ περὶ τὴν γλῶτταν δυσαλγήματος. |
| 4 (50) [60] | δώσομεν δὲ καὶ τὸ παλαιὸν ὑδρόμελι καὶ σὺν ἄρτῳ ἢ πλυτῷ χόνδρῳ εἰς ἀνάκλησιν τῆς δυνάμεως. εἰ δὲ μηδὲν προχωροίη κατὰ μέσον τῆς θεραπείας, ἐπιτρέποιεν δὲ αἱ δυνάμεις, παραλαμβανέσθωσαν αἱ διὰ τῆς ἱερᾶς καθάρσεις. μετὰ δὲ μίαν καὶ εἰκοστὴν ἐπὶ βαλανεῖα προσάξομεν οἶνον ἁπλοῦν καὶ ὀλίγον διδόντες. τὰς δὲ ἀναλήψεις δι’ ἀλειμμάτων καὶ βαλανείων διὰ μακρᾶς παραλαμβανομένων ποιησόμεθα τοῦ γε οἴνου φειδόμενοι καὶ τῆς ὑδροποσίας ἀφειδοῦντες. ἔστω δὲ τούτοις ἡ διατριβὴ ἐν παραθαλασσίοις τόποις. Κεφαλαίας αἰτία. |
| 5 [52] | ιϛ Διοκλῆς τὴν κεφαλαίαν φησὶ γίνεσθαι περὶ τὰς κοίλας καὶ βυθίους φλέβας τῆς κεφαλῆς ἐμφράξεως γενομένης· γίνεσθαι δὲ αὐτὴν καὶ ἐπικίνδυνον, ἐὰν τὸν ἡγεμόνα τοῦ σώματος συνδιαθῇ τὴν καρδίαν, ἀφ’ ἧς τὸ ψυχικὸν πνεῦμα τοῦ σώματος ὥρμηται κατ’ αὐτόν. Ὁ δὲ Ἱπποκράτης ὀνομαστὶ μὲν τοῦ πάθους οὐ μέμνηται, ἐν δὲ τοῖς περὶ νούσων τὴν συνδρομὴν καταλέγων γίνεσθαί φησι περὶ τὰς ἐν βάθει τῆς κεφαλῆς φλέβας δριμυποιηθέντος τοῦ ἐνταῦθα χυμοῦ ἢ ὑπὸ χολῆς ἢ ἁλμυροῦ φλέγματος. Κεφαλαίας σημεῖα. Τοῖς δὲ ἐν κεφαλαίᾳ συνεδρεύουσιν ἄλγημα σφοδρὸν κεφαλῆς, ἔστι δ’ ὅτε καὶ τραχήλου καὶ ὀμμάτων, ἔρευθος προσώπου, ἀγγεῖα κυρτά, διοίδησις ὅλης ὄψεως, ὄμματα δυσκίνητα, φωτὸς ἀποστροφὴ καὶ φωνῆς, ἐνίοτε δὲ καὶ στομάχου ῥευματισμὸς καὶ ἴλιγγος, ὁτὲ δὲ βάρος ἄφατον. δακρύουσι μάλιστα κατὰ τοὺς ὑπ’ αὐτῆς ἐρεθισμοὺς καὶ συντείνονται μετάφρενα, ἀλγοῦσι βραχίονες ἐνίοις, ναρκοῦσι, δυσκινητοῦσι πάντες, μικροσφυκτοῦσι, περιψύχονται. πρὸς δὲ τὸ τελευταῖον ὄντες ὄμματα λοξοῦνται. Κεφαλαίας θεραπεία. Τοὺς δὲ ὑπὸ κεφαλαίας ὀχλουμένους κατακλίνειν μὲν ἐκ παντὸς δεῖ ἐν εὐαέρῳ τόπῳ. φλεβοτομητέον δὲ περὶ τὴν δευτέραν μετὰ τοὺς ὑπόπτους μέχρι λειποθυμίας τὸ πᾶν πρὸς δύναμιν ἀφορῶντας. τῇ δὲ τρίτῃ ἐπαφελόντες παραθήσομέν τι νεαρὸν ἐμβρόχημα. κατὰ δὲ τὰς ἀρχὰς ταῖς διὰ ῥοδίνου προσεπιβαλλομένου ἀπό τε ἡδυόσμου καὶ κισσοῦ καὶ πηγάνου χυλοῦ. μετὰ δὲ ταῦτα (τῇ) διὰ κλυστῆρος κενώσομεν τὴν κοιλίαν. εἰ δὲ εὐαρεστηθείη ἐκ τούτων, ἐπιμένομεν τῷ βοηθήματι ἐκ διαλειμμάτων προσφέροντες. τὰς δὲ τροφάς, εἰ μὲν συνεχῶς πυρέττοιεν, καθ’ ἡμέραν δοτέον, εἰ δ’ οὖν κατὰ τὰς διαλειπούσας. χρησόμεθα δὲ καὶ ταῖς τῶν ἄκρων διασφίγξεσι. καλὸν μὲν οὖν ἐν παντὶ καιρῷ, εἰ δ’ οὖν πρὸ τῶν παροξυσμῶν ὡς ἐν αὐτοῖς πολλῆς ὠφελείας ἐντεῦθεν ἀπαντησομένης. ἐν δὲ τοῖς παροξυσμοῖς παρηγορητέον καταπλάσσοντας τὸ μέτωπον καὶ τοὺς κροτάφους. ὁτὲ μὲν ἄρτον δι’ ὀξυκράτου καὶ ῥοδίνου, ἔσθ’ ὅτε προσβαλλομένων ἀμυγδάλων πικρῶν λείων ἢ ῥόδων ἁπαλῶν ἢ καὶ βεβρεγμένων ξηρῶν, ὁτὲ δὲ ἁπαλῶν μετὰ γλήχωνος ἢ τὸν δι’ ὄξους ἄρτον μεθ’ ἡδυόσμου ἢ περσικῶν φύλλων ἢ ὠκίμων λείων. ἢ γῆ δι’ ὄξους. ποιοῦσι δὲ καὶ κισσοῦ κόρυμβοι ἑψηθέντες σὺν ὄξει καὶ ῥοδίνῳ ἀναληφθέντες καὶ ἑρπύλλιον ἑψηθὲν ἐν ὕδατι σὺν ἀλεύρῳ πυρίνῳ. ὑπαλλακτέον δὲ πυκνότερον ταῦτα. περιχριστέον δὲ ἀλόῃ ἢ ἀμμωνιακῷ ἢ μαστίχῃ μετ’ ὄξους. χρησόμεθα δὲ καὶ ταῖς τοπικαῖς ἀφαιρέσεσι βδέλλας μὲν μετώπῳ καὶ κροτάφοις προσάγοντες, σικύας δὲ ἰνίῳ καὶ τῷ πρώτῳ σπονδύλῳ. εἰ δὲ ὠφεληθέντες μεταξὺ παροξύνονται ἐπιτρεπούσης τῆς δυνάμεως, μετὰ τοῦτο πάλιν προσοίσομεν τὰς σικύας. λυσιτελὴς γὰρ ἡ τούτων ἀφαίρεσις. αἱ δὲ ἐμβροχαὶ μέχρι τῆς δευτέρας ἐβδομάδος αἱ αὐταὶ ἔστωσαν. μετὰ δὲ ταῦτα ταῖς διὰ ῥοδίνου ἢ ὠμοτριβοῦς ἐλαίου θερμαῖς χρησόμεθα συναφέψοντες ἢ πήγανον ἢ ἄνηθον. ἐπιμενόντων δὲ τῶν πόνων καὶ τῶν κινδύνων προαφῃρημένων τῶν τριχῶν καταιονᾶν δεῖ θερμῷ τὴν κεφαλὴν συναφεψημένης δάφνης ἢ κυπαρίσσου ἢ κωδιῶν ἢ τοῦ τῶν ἀρωμάτων σκυβάλου ἢ ἑτέρου τινὸς (θερμοῦ) θερμαίνειν καὶ παρηγορεῖν δυναμένου προσεπιχέοντας ἔλαιον πάντοθεν. |
| 5 (50) [85] | μέτρον δὲ ἄριστον ἡ εὐαρέστησις ἢ ὁ κριθεὶς χρόνος. μετὰ δὲ ταῦτα σκεπάσομεν ἐρίοις αὐτὴν προαφῃρημένην. εἰ δὲ πρὸς ταῦτα ὠφεληθεῖεν, συνεχῶς αὐτοῖς χρηστέον ἐν τοῖς παροξυσμοῖς. τῆς δὲ καταιονήσεως ἀδυνατούσης προσφέρεσθαι τὰς διὰ τῶν σπόγγων ἀτμίδας ἐκ θερμοῦ δαψιλοῦς ὑδρίας οὖν ἀποθλιβούσης χρησόμεθα πάντοθεν περιτυποῦντες τὴν κεφαλήν. ταῖς δὲ ἐκ τούτων ἐπικουρίαις συνεχέστερον χρηστέον διὰ τὸ τὴν δύναμιν παρηγορεῖσθαι ἀνιεμένων τῶν πόνων. κατὰ δὲ τοῦτο τοῦ καιροῦ λύειν τὰ διαδεθέντα τῶν μερῶν πολλῆς εὐαρεστήσεως ἐκ τούτων ὑπαντησομένης κατὰ τὴν διάπνοιαν τῆς σαρκός. εἰ δὲ καὶ ἱδρῶτες ἐπιφαίνοιντο, προκλητέον αὐτοὺς ὡς ἐπωφελεῖς. τὴν δὲ κεφαλὴν καὶ τὸ ἰνίον σὺν τοῖς πρώτοις σπονδύλοις ἐνειλητέον ἐρίοις δι’ ἐλαίου καὶ καστορίου προηλειμμένοις. ἐγκειμένων δὲ τῶν πόνων πάλιν τὰς σικύας προσακτέον ἢ ἀπὸ μετώπου ἢ ἀπὸ ῥινῶν ἀφαιρετέον αἷμα ἀεὶ τὴν δύναμιν ἀφορῶντες ὅθεν καὶ τὰς τροφὰς καθ’ ἡμέραν προσενεκτέον καὶ μάλιστα (ἐπὶ) παρὰ μίαν κατ’ ἀρχὰς τρέφομεν. πολλῷ δὲ χρόνῳ τοῦ πάθους ἐγκειμένου ἐνετέον ἐπὶ τῶν αὐτῶν μετὰ τοὺς διαλοίπους κλυσμοὺς τὰ ἀφαιρετικὰ τῶν βοηθημάτων προσφέροντας. θρεπτέον δὲ ποικιλωτέρως ἢ τὰ τῆς δυνάμεως 〈ἂν〉 ἀπαιτοίη καὶ θᾶττον τούσδε διὰ σφοδρῶν ἀλγημάτων παραλυθέντας ἐνδεδωκότων τῶν πυρετῶν προποτιστέον καστόριον ἐπὶ πλείους ἡμέρας. μὴ κουφιζομένων δὲ τῶν ἀλγημάτων στυπτηρίαν μίξαντες ἀφλέκτῳ δυνάμει ἐπιρρύψομεν τὸ μέτωπον. ἐπαναστασῶν δὲ τῶν φλυκταινῶν διακεντητέον καὶ ἤτοι σατέον καὶ κηρωτῇ κατασκεπαστέον τὰ μέρη. λυσιτελὲς δὲ καὶ τὸ νᾶπυ μετὰ ἄρτου ἢ κηρωτὴ ἀναληφθὲν καὶ ἐπιρρυφθὲν τῷ μετώπῳ. παραληπτέον δὲ καὶ τοὺς διὰ τῶν συνθέτων ἀποφλεγματισμούς. τῆς δὲ κεφαλαίας ἐνδούσης καὶ τῶν πυρετῶν λυομένων ἐν ταῖς βεβαίαις παρακμαῖς ἐγκριτέον καὶ τὰς αἰώρας. λυθέντων δὲ τούτων καὶ τὰ βαλανεῖα προσοιστέον καὶ οἶνον κοῦφον ὀλίγον. φυλάττεσθαι δὲ χρὴ τὰ συγκινητικὰ τῆς κεφαλῆς αἴτια 〈διὰ〉 τὴν τοῦ πάθους παλιγγενεσίαν. Συνάγχης αἰτία. |
| 6 [46] | ιζ Συμφώνως οἱ παλαιοὶ ἔφησαν φλεγμονὴν εἶναι τῆς ἐπιγλωττίδος καὶ βρόγχου καὶ παρισθμίων τὴν συνάγχην. ὁ δὲ Ἱπποκράτης δύο καλεῖ τὰς συνάγχας καὶ τὴν μὲν συνάγχην, τὴν δὲ κυνάγχην καλεῖ, καὶ ἐπὶ μὲν συνάγχης παχὺ φλέγμα καὶ χυμοὺς αἰτιᾶται, ἐπὶ δὲ κυνάγχης φλέγμα μὲν ὁμοίως, ἀλλ’ ἁλμυρὸν καὶ δριμὺ τοῦτο, καὶ τὴν μὲν χειμῶνος, τὴν δὲ θέρους ὡς ἐπίπαν συνίστασθαι. Συνάγχης σημεῖα. Τῇ δὲ συνάγχῃ δύο μὲν παρέπεται, τοῖς μὲν καλουμέν .. μετὰ φλεγμονῆς παροίδησις παρισθμίων ὥστε τὴν αἰσθητικὴν φάρυγγος ἀποκεκλεῖσθαι κοιλότητα μετ’ ἐρεύθους καὶ ἐντάσεως καὶ πόνων καὶ δυσπνοίας μετ’ ἐπισυριγμοῦ τινος κατὰ τῶν ἠχῶν πνιγμοῦ τε καὶ δυσκαταποσίας ἐξοίδησις. τοῖς δὲ ἐν τῷ πάθει ἡ ὄψις μετ’ ἐρεύθους καὶ ἐντάσεως ἀγγείων, μάλιστα μετώπου. ὀφθαλμοὶ μικρότοποι. γλῶττα μεγεθύνεται καὶ οἱονεὶ σφυροῦται ὥστε ὑπὲρ τοὺς ὀδόντας προ(σ)πίπτειν. πρὸς δὲ τῷ κινδύνῳ γενομένοις ἡ ὄψις αὐτοῖς πελιοῦται καὶ μελαίνεται. ἀνακόπτουσι βιασάμενοι διὰ ῥινῶν. θάνατος ὅμοιος τοῖς ἀπαγχομένοις. τοῖς δὲ μετ’ ἰσχνότητος προσώπου καὶ σύμπτωσις παρισθμίων. οὐκ ἐπιπόνως οὐδὲ ὀδυνηρῶς ἔχων. σφυγμὸς πυκνός, ταχύς, ἀσθενής. ὀφθαλμοὶ κοῖλοι μᾶλλον ἢ προπετεῖς. ἰσχνότης, δύσπνοια, χειρῶν ......., πνιγμός· καὶ ὁ ἦχος βιαιότερος καὶ θάνατος ὀξύτερος. Συνάγχης θεραπεία. Τοὺς δὲ συναγχικοὺς πρῶτον μὲν κατακλιτέον ἐν τόπῳ ἀλεεινῷ καὶ εὐαέρῳ. ἔπειτα δὲ φλεβοτομητέον ἐκ πάντων ἤτοι περὶ τὴν πρώτην ἢ δευτέραν ἡμέραν. μεγάλῳ γὰρ πάθει τὸ μέγιστον τῶν βοηθημάτων κατάλληλον. ἔστω δὲ ἡ ἀφαίρεσις πρὸς δύναμιν. εἰ δὲ ἐπείγοι τὸ πάθος καὶ κινδυνεύοιεν ἀποπνιγῆναι, ἄμφω τὰς χεῖρας φλεβοτομητέον, ὅπως συντόμως ἡ τῆς ὕλης ἀπόκρισις γένηται. εἰ δὲ ἐπιδέχοιτο, καὶ ἐπαφαιρετέον περὶ τὴν δευτέραν ἢ τρίτην ἡμέραν. μετὰ δὲ ταῦτα κλυστῆρα παραλαμβανέτωσαν δριμύτατον. σκεπαστέον δὲ καὶ τὸν τράχηλον ἐρίοις καθαροῖς καὶ διαδετέον εὐτόνως τὰ ἄκρα. χρήσθωσαν δὲ καὶ ἀναγαργαρίσμασι τοῖς πρὸς ταῦτα πεποιημένοις θερμοῖς. ἔστι δὲ τάδε· διὰ ὑσσώπου καὶ θύμου καὶ ὀριγάνου καὶ σύκων καὶ μελανθίου καὶ ἀψινθίου καὶ ἁβροτόνου μετὰ μελικράτου. διαχρήσθωσαν δὲ καὶ τοῖς στοματικοῖς πτεροῖς διὰ τὴν εὐβαφίαν. ἐγκριτέον δὲ καὶ τούτων ἕκαστον τὰς κατ’ ἀλλήλων διαχρήστους. ἄλλα γὰρ ἄλλοις ἁρμόζε ι , οὐ τὰ αὐτὰ πᾶσ ι . προϊόντος δὲ τοῦ χρόνου καὶ ἐπωδύνου μενούσης τῆς διαθέσεως πυριάσθωσαν ἐλαιοβρεχέσιν ἐρίοις τοὺς τόπους. ἐπιτεινομένης τῆς θεραπείας πρὸς τὸ αὐτὸ εὐαρεστητέον. τῆς δὲ ὠφελείας προκοπτούσης ἐπὶ τοῖς εἰρημένοις, εἰ μηδὲν ἐπείγει, μέχρι τῆς διατρίτου ἐν ἀσιτίᾳ φυλαττέσθωσαν ποτὸν κατὰ τὰς ἐπιζητήσεις λαμβάνοντες. εἰ δὲ σφοδρύνοιτο ἡ διάθεσις, καταπλαστέον ὠμαῖς λύσεσι ποικίλαις θερμαῖς διὰ χυλισμάτων φυλασσομέναις καὶ συνεχέστερον τοῖς προειρημένοις ἀναγαργαριζέσθωσαν ἢ διαχριέσθωσαν ταῖς στοματικαῖς. ἐγκριτέον δὲ καὶ τὰς τοπικὰς ἀφαιρέσεις διὰ σικυῶν ἀνθερεῶνι καὶ τραχήλῳ μετὰ κατασχασμοῦ κολλωμένων. ἐστοχάσθω δὲ τῆς δυνάμεως τὰ ἀφαιρέτια τῶν βοηθημάτων πάντων, μετὰ δὲ ταῦτα ταῖς διὰ οἰσυπηρῶν ἐρίων ἐμβροχαῖς σκεπάσαντες τὰ μέρη καὶ προαποθεραπεύσαντες τὸ ἄλλο σῶμα διὰ συγχρισμάτων. |
| 6 (50) [106] | τροφὴν δὲ ποιήσομεν αὐτάρκη ῥοφήματα διὰ μέλιτος ἢ πλυτὸν ἄρτον ἢ ᾠὰ ῥοφητά. μετὰ δὲ τὸν ἀπὸ τῆς τροφῆς χρόνον ἀδιαλείπτως τά τε 〈ἰ〉άματα καὶ διαχρίσματα καὶ ἀναγαργαρίσματα προσφερέτω. ἐπιμενόντων δὲ τῶν ἀλγημάτων παρηγορητέον συνεχέστερον τῇ διὰ τῶν σπόγγων ἀλέᾳ παραλαμβανομένων διὰ ὑδρελαίου θερμοῦ. προσθετέον δὲ καὶ τῷ σώματι σπόγγους ἐξ ὕδατος θερμοῦ καὶ ἀνασπάσθωσαν τὸν ἀπὸ τούτων ἀτμόν. τῆς δὲ φλεγμονῆς ἐνδούσης καὶ ἀφόβου ὑπαρχούσης χωρητέον ἐπὶ τὰ δριμύτερα ἀναγαργαρίσματα καὶ διαχρίσματα. ἔστι δὲ τὰ μὲν ἀναγαργαρίσματα καὶ διαχρίσματα πηγάνου χυλὸς μετὰ γάλακτος ἢ ὀμφάκων μετὰ ὑδρομέλιτος ἢ γλυκύρριζα ἑψημένη σὺν ὑδρομέλιτι ἢ γλυκεῖ. ποτὸν δὲ μετὰ σύκων καὶ ὑσσώπων ἢ λευκίου σπέρματος ἢ νάπυος διειμένου ὀξυμέλιτι. τὰ δὲ διάχριστα πίσσαν ὑγρὰν μετ’ ἐλαίου παλαιοῦ καὶ νίτρου καὶ χελιδόνος ἀγρίας κεκαυμένης μετὰ μέλιτος καὶ ἁλῶν ὀλίγων ἢ σίναπις λεία ἢ ἀψίνθιον σὺν νίτρῳ μετὰ μέλιτος καὶ ἀμμωνιακὸν διειμένον μετὰ μέλιτος καὶ τὰ ὅμοια. πολὺ δὲ ἀποκριθὲν φλέγμα ἀφορμὴν ἡμῖν τῇ τοῦ πάθους παρακμῇ δίδωσι. εἰ δ’ ἐπὶ τούτων πλέον ἀναδάκνοιντο τὰ μέρη, δοτέον αὐτοῖς διάκρατον θερμὸν ἔλαιον ἢ τὸ διὰ τήλεως ἀφέψημα μετὰ μέλιτος. θρέψομεν δὲ καθ’ ἡμέραν καὶ τὴν κοιλίαν ἐπερχομένην ἐπάξομεν. παρακμῆς δὲ γενομένης ἐπὶ τοὺς συμμέτρους περιπάτους προσάξομεν καὶ τρίψεις τοῦ ὅλου σώματος. παραληψόμεθα δὲ καὶ τὰ ἁπλᾶ τῶν ἀναγαργαρισμάτων καὶ διαχρισμάτων καὶ ταῖς διὰ πηγάνου κηρωταῖς σκεπάσομεν τὰ μέρη. λυθείσης δὲ πάσης ὑπονοίας ἐπὶ βαλανεῖον καὶ οἶνον ἀπολυτέον φυλαττομένους ψυχρὸν καὶ τὴν ἀπὸ τῶν ψυχρῶν πνευμάτων βλάβην. ὑπομνηστικὰ γὰρ τοῦ πάθους ἐστὶ τὰ τοιαῦτα. καὶ ἡ μὲν κοινότερον ἢ πλείστη τῶν συναγχικῶν ἁρμόζουσα θεραπεία τοιαύτη ἐστίν, ἐπὶ δὲ πλειστάκις φαίνεται ἢ ὡς ἄν τις ὑπολάβοι κατασκευὴν ἐχόντων πάθος—ἀγχόνῃ γὰρ ὅμοιον ἐπιφέρει τὸν κίνδυνον— εὐτολμότερον χρηστέον τοῖς βοηθήμασι. θετέον δὲ τοῖς ἐν ἀρχῇ προειρημένοις ἀφαιρετικοῖς καὶ τὴν ἀπὸ γλώσσης τῶν ἀγγείων διαίρεσιν. μειοῦται γὰρ ἐν τάχει ὁ πνιγμός. ἐπὶ δὲ τὰ παρῳδηκότα τῶν ἐκτὸς μερῶν κολλητέον καὶ βδέλλας, μετὰ δὲ τὴν τούτων ἀφαίρεσιν σικυαστέον σὺν δαψιλεῖ πυρίᾳ. εἰ δὲ καὶ ἡ γλῶττα προσπίπτει, καταχριστέον αὐτὴν πάντοθεν· ὁμοίως δὲ καὶ τὴν κιονίδα, εἰ φλεγμαίνοι. μεταξὺ δὲ ἀναγαργαριζέτω ταῖς στοματικαῖς ἐπὶ πλεῖον ἀνειμένως. εἰ δὲ [μὴ] πρὸς ταῦτα μὴ ὑπείκοι τὸ πάθος, βραδυτέραις ἐπὶ τῶν παρισθμίων ἔνδοθεν ταῖς ἐγχαράξεσι χρηστέον καὶ τὰς ὑπὸ τὴν γλῶτταν λυτέον φλέβας. σικυαστέον δὲ συνεχέστερον τοὺς περὶ τὸν ἀνθερεῶνα καὶ τὸν τράχηλον τόπους μετὰ βαθυτέρων ἀμύξεων καὶ σφοδροτέρων ἀποσπασμῶν. τὰ δὲ κενώματα καὶ τὰ ἀναγαργαρίσματα ἔστω δριμύτερα, ὁμοίως δὲ καὶ στοματικά. χρεία γὰρ ὀξυτέρας τοῖς φλεγμαίνουσι τὸ στόμα διαπνοῆς. ἐπεὶ ταχὺ τῷ κατὰ τὸν πνιγμὸν ὑπάγονται κινδύνῳ. τὰ μὲν οὖν ἀναγαργαρίσματα προείρηται, τὰ δὲ διάχριστα ἔστω χολὴ ταυρεία καὶ ἐλατήριον διειμένα ὕδατι καὶ θαψίας χυλὸς μετὰ μέλιτος καὶ ὀπὸς Συριακὸς ἢ Μηδικὸς σὺν ἐλαίῳ καὶ χάλκανθον μετὰ ἐλατηρίου καὶ μέλιτος ἢ κυκλάμινος εἰς λεπτὰ τμηθεῖσα καὶ μετὰ γλυκέος ἑψηθεῖσα ἢ λεπὶς μετὰ μέλιτος ἢ ἔλαιον μετὰ ἀφρονίτρου καὶ ὄξους ἢ ἐλατήριον διειμένον ταύρου χολῇ ἢ ἡ διὰ μόρων στοματικὴ σὺν ἐλατηρίῳ ἢ χαλκάνθῳ μετὰ μέλιτος ἢ ἀφρόνιτρον καὶ χρυσόκολλα μετὰ βραχέος θείου καὶ μέλιτος χριστέον καὶ καταπότια διὰ πεπέρεως καὶ σταφίδος ἀγρίας συντεθειμένα ἢ ὀπὸν Κυρηναϊκόν. |
| 6 (100) [120] | τὸ δὲ συνδιειλημμένον φλέγμα εἰ μὴ ἐκκρίνοιτο, διὰ πτερῶν κομιζέσθω. εἰ δὲ μένει ἡ κατασκευὴ τοῦ πάθους πρὸς τὰ προειρημένα ἀνένδοτος, ἐπιμενετέον αὐτοῖς πυκνότερόν τε τὰ περὶ τὸν ἀνθερεῶνα μέρη μετὰ σικύας διαχρίσομεν θαψίᾳ καὶ νάπυϊ καταπλάσσοντες οὔτε νύκτα οὔτε ἡμέραν ἀπεχόμενοι τῶν ἀναγαργαρισμῶν καὶ διαχρίσεων. εἰ δὲ μηδεμιᾶς ἐκ τῶν προειρημένων φαρμάκων ὠφελείας ἀντιλαβόμεθα, μεταβατέον ἐπὶ τὰ στύφοντα καὶ τὰς ὠμὰς λύσεις μετὰ ἀφεψημένων μύρτων ἢ φοινίκων ἢ σιδίων ἢ μήλων ἢ κυδωνίων. προσενεκτέον δὲ τὴν Πολυΐδου σφραγῖδα καὶ τὸν Ἀνδρώνιο ν. καὶ τὰ ἀναγαργαρίσματα διὰ στυφόντων ἔστω. προκοπτούσης δὲ ἐπὶ τὸ ἄμεινον τῆς θεραπείας μετὰ τὴν τελείαν παρακμὴν ἀκριβῶς ὁ τῆς ἀναλήψεως τρόπος ἀναλαμβανέσθω. Σπασμοῦ αἰτία ἤτοι ὀπισθοτόνου. |
| 7 [47] | ιη Κοινῶς ἔδοξαν οἱ παλαιοὶ πληροῦσθαι τὰ ἀπὸ τοῦ ἐγκεφάλου πεφυκότα νεῦρα ὑπό τινων γλίσχρων καὶ κολλωδῶν χυμῶν, οἷς προσκόπτον τὸ ψυχικὸν πνεῦμα κατὰ τὴν πάροδον τοὺς σπασμοὺς ἐπιφέρει καὶ εἰ μὲν περὶ τὰ ὀπίσω συντείνεται τὰ νεῦρα, ὀπισθότονος καλεῖται, εἰ δὲ περὶ τὰ ἔμπροσθεν, ἐμπροσθότονος, εἰ δὲ περὶ ἄμφω, τέτανος, ὅ τε μηδετέρως ἐκνεύσει ἑκάτερος γινόμενος. γίνεται δὲ σπασμὸς κατὰ ἀναξηρασμὸν καθάπερ ἀπὸ πυρὸς τῶν νεύρων συνελκομένων ὥσπερ ἱμάντων, ὃ ὁρῶμεν γινόμενον περὶ τοὺς ὑδροφοβικούς τε καὶ τοὺς νεφριτικοὺς καὶ κατὰ ἀτονίαν πνεύματος, ὅπερ ἐπὶ τοὺς ἀποθνήσκοντας γίνεται. Σπασμοῦ σημεῖα. Τετάνῳ δὲ παρέπεται ὀδύνη ὑπερβάλλουσα ταχεῖα καὶ τῶν χαλινῶν τάσις πολλή, δυσκινησία τῶν γονάτων ὥστε αὐτοὺς δυσαποκλίτως οἷον ἐπιπεπηγέναι, συνέρεισις ὀδόντων δυσδιάστατος, δυσκαταποσία ἀνακόπτουσα πινόμενα εἰς τὰς ῥῖνας. χεῖρον δὲ ἀπαλλάττονται. δι’ ὅλου τοῦ σώματος οἱονεὶ ξυλοῦνται ὥστε μήτε τὰ σκέλη μήτε τοὺς πήχεις ἔτι δύνασθαι ἐπικάμπτειν μικρόν τε εἰς τοὐπίσω ἐπὶ ῥάχιν συνανθέλκονται, περιψύχονται, ἀγρυπνοῦσι, τρέμουσιν, ἔσθ’ ὅτε δὲ αὐτοῖς διαστροφαὶ γίνονται καὶ δακτύλων. φιλεπίστροφον δὲ τὸ πάθος καὶ ῥᾳδίως ἀπαντῶν ὡς φεραϊκός. ὀπισθότονος δέ· συμβαίνει ταῦτα τὰ συμπίπτοντα μεγέθει διαφέροντα καὶ εἰς τοὐπίσω ἀνάτασις ὥσπερ ἐμπροσθότονος εἰς τὰ ἔμπροσθεν ὁλκὴ καὶ τοῖς γε ὀπισθοτονικοῖς ἰδιάζοντες τότε σπασμοὶ παρακολουθοῦσι, σκέλη ἀμφιβάλλονται, δυσαπόσπαστα ἀλλήλων ἔχουσι καὶ χεῖρας ὁμοίως συμπλέξαντες. Σπασμῶν θεραπεία. Τοὺς δ’ ὑπὸ σπασμῶν ἁλόντας κατακλιτέον ἐν τόπῳ ἀλεεινῷ ἐπὶ μαλακῆς στρωμνῆς. ἔστω δὲ ἐπὶ μὲν τῶν τετανικῶν ἐπὶ πλεῖον 〈ὀρθόν〉, ὕπτιον δὲ ἐπὶ ἐμπροσθοτονικῶν. φλεβοτομητέον δὲ πάντας ἤτοι περὶ τὴν πρώτην ἢ δευτέραν ἡμέραν μετὰ ἐπαφαιρέσεως. τοὺς δὲ μὴ πρὸς φλεβοτομίαν ἐπιτηδείους δριμεῖ κλυστῆρι κενωτέον. ἐγκρινέσθωσαν δὲ ἐπ’ αὐτοὺς καὶ συστολῇ μέχρι πρώτου διατρίτου. σκεπαζέσθω τὰ περὶ τὸν τράχηλον ἐλαιοβρεχέσιν ἐρίοις. ταῦτα δὲ ὑποβαλέσθω καὶ ῥάχει ὑπαληλειμμένῃ Σικυωνίῳ. διασφιγκτέον δὲ καὶ τὰ ἄκρα. κατὰ δὲ τοὺς παροξυσμοὺς πειθηνίως διακρατείσθω ταῦτα μετ’ αὐτοῦ καὶ τοῦ θώρακος καὶ τὰ ἰνία καταλαμβάνεσθαι πρὸς τῇ κλίνῃ. ἐγκειμένων δὲ τῶν παροξυσμῶν κατ’ ἀρχὰς ἐλαιοβρεχέσιν ἐρίοις πυριαστέον προσεπιβάλλοντας ἄνωθεν τὰς διὰ κέγχρου ἢ ἁλῶν πυρίας. μεταξὺ δὲ καὶ καταπλαστέον ταῖς ὠμαῖς λύσεσι καὶ φυλακτέον θερμάς. τὰς δὲ συνερείσεις τῶν σιαγόνων τοῖς διὰ κύστεως θερμάσμασι χαλαστέον. παρέστω δὲ καὶ καστόριον ἐν τοῖς συναλείμμασι ἐκ παντός. ἐπιμενόντων δὲ τῶν σπασμῶν συκιαστέον μετὰ κατασχασμῶν ἐπὶ μὲν τετανικῶν καὶ ὀπισθοτονικῶν ὅλην τὴν ῥάχιν καὶ τοὺς τραχήλου σπονδύλους καὶ τὸν θώρακα, ἐπὶ δὲ τῶν λοιπῶν τοὺς σπονδύλους καὶ τὴν ῥάχιν. ἔστω δὲ ἡ ἀφαίρεσις πρὸς δύναμιν. |
| 7 (50) [95] | μετὰ ταῦτα δὲ ἐμβρεκτέον καστόριον καὶ τὸ αὐτὸ προποτιστέον ἐμβαλλομένου πηγάνου ἢ πεπέρεως. δοτέον δὲ καὶ πάνακος ὀβολοὺς δύο καὶ τρεῖς εὐτόνως. εἰ δὲ μηδὲν πρὸς ταῦτα ὑπείκοιεν, ποτιζέσθωσαν συνεχεῖ καὶ πολλῷ μελικράτῳ καὶ καταρροφείτωσαν ἐν ταῖς τῶν παροξυσμῶν ἀνακόψεσι. τροφὴ δὲ ἔστω ῥοφήματα διὰ μέλιτος. τῶν δὲ πόνων καὶ τῶν σπασμῶν ἐγκειμένων ποικίλως τῇ θεραπείᾳ χρησόμεθα. ὁτὲ μὲν γὰρ τὰς διὰ τῶν ὠμῶν λύσεων πυρίας προσάξομεν, ὁτὲ δὲ τὰς δι’ ἐμβροχῶν, ὁτὲ δὲ τὰς διὰ μαρσίππων καὶ διὰ καστορίου συγχρίσματος. προσβάλλομεν δὲ σικύας τοῖς τε κατεσχασμένοις μέρεσι καὶ τοῖς ἀκατασχάστοις. εἰ δὲ ἔντονοι εἶεν, καὶ τρίψεσιν εὐβαφῶς χρησόμεθα παραβάλλοντες πυρὶ τὰ νῶτα μετὰ πολλοῦ λίπους (ἔστω δὲ ἡ τοῦ πάσχοντος εὐφορία αὐτάρκης χρόνος τῷ βοηθήματι), καὶ μετὰ ταῦτα τῷ διὰ καστορίου συναλείφοντες, ἢ συγχριέσθωσαν. τοὺς δὲ ἐπιφαινομένους ἱδρῶτας οὐκ ἀγαθοὺς ὄντας ἀναρπαστέον ὁτὲ μὲν ἐλαιοβρεχέσιν ἐρίοις, ὁτὲ δὲ ξηροῖς, καὶ ἐπὶ τούτοις συγχριστέον. προποτιστέον δὲ καθ’ ἡμέραν τὸ καστόριον. εἰ δὲ μηδὲν ἐπακούοι τοῖς προειρημένοις τὸ πάθος, συγχριστέον ἰρίνῳ ἢ δαφνίνῳ ἢ γλευκίνῳ ἢ ἀμαρακίνῳ σὺν ἀκόποις. ἐμβρεκτέον δὲ καὶ τὴν κεφαλὴν τοῖς αὐτοῖς. ἄκοπα δ’ ἔστω εὔτονα οἷα τὰ δυσώδη καὶ τὰ δι’ εὐφορβίου καὶ τὰ χλωρὰ ἄκοπα. μικτέον δὲ ἔσθ’ ὅτε τοῖς εἰρημένοις καὶ τὸ καστόριον ἢ λιμνήστινον. ἐμβρεκτέον δὲ καὶ συγκαταπλαστέον τὰ περὶ τὴν κύστιν προκαταλαμβάνοντας αὐτῆς τὰς συμπαθείας. χρησόμεθα δὲ καὶ ἐνέμασι τῆς κοιλίας ἐπηρμένης, πρότερον δὲ ὑπὸ δριμέων κλυσμάτων τοῖς δι’ ἐλαίου καὶ πηγάνου προσεμβαλομένοις ὁτὲ μὲν μετὰ χηνείου στέατος, ὁτὲ δὲ μετὰ ὑείου καὶ βραχέος κηροῦ. εἰ δὲ μὴ παρηγοροῖντο, συντηκέσθω τούτοις χαλβάνη ἢ ἄσφαλτος ὅσον οὐγγίας γ . πρὸς δὲ τὰς συνερείσεις τῶν σιαγόνων σικύας μετὰ κατασχασμοῦ ἢ βδέλλας τοῖς κορωνοῖς προσβαλοῦμεν. εἶτα καταπλασθέντες ἐπαλειφέσθωσαν ἀκόπων. ἐγχυματιζέσθωσαν δὲ καὶ τὰ ὦτα τοῖς ὠμοειδέσιν ἀφλεγμάντοις ὠτικοῖς. παραληπτέον δὲ καὶ τὰς διὰ σπόγγων πυρίας καὶ σκεπαστέον τὰ μέρη κηρωταῖς κυπρίναις μετὰ πηγάνου προσεμβεβλημένου καστορίου καὶ ὀποπάνακος. χρόνου δὲ προϊόντος καὶ μαλάγμασι χρηστέον. τοῦ δὲ τετάνου παρέλκοντος καὶ τοῦ χρόνου ἐκλύοντος τὸν ἐπ’ αὐτὸν φόβον ἐμβιβαστέον εἰς θερμὸν ἔλαιον συνεχῶς. ἀνακόπτει γὰρ μόνως οὕτως ἡ ἐντεῦθεν ὠφέλεια. μετὰ δὲ ταῦτα χριστέον τοῖς προειρημένοις καὶ καταλειπτέον ἐρίοις. εἰ δὲ ἀντιλαβοίμεθα ψύξεώς τινος οὔσης περὶ τὸν κάμνοντα, προποτιοῦμεν ὀπῷ Μηδικῷ ἀνιέντες ὅσον ὄροβον ἢ κηρῷ περιπλάσσοντες καταπινέσθω. διδόσθω δὲ μέχρι λύσεως. ἐπὶ δὲ θηλειῶν πρὸς τοῖς εἰρημένοις καὶ τῶν γυναικείων φροντιοῦμεν. τοὺς δὲ ἐκ νυγμάτων ἢ θλασμάτων ἢ διαιρέσεως γινομένους σπασμοὺς ἀκολούθως τοῖς προειρημένοις θεραπεύσομεν. Πλευρίτιδος αἰτία. |
| 8 [45] | ιθ Τὴν πλευρῖτιν Ἐρασίστρατος μέν φησι τοῦ ὑπεζωκότος τὰς πλευρὰς ὑμένος εἶναι φλεγμονήν, ὁ δὲ Διοκλῆς καὶ τῶν περὶ τὰς πλευρὰς φλεβῶν ἔμφραξιν, αἵπερ κατὰ τὰ ἐξημμένα τῶν ὀστῶν τέτανται. πιστοῦνται δὲ ἀμφότεροι πλευρᾶς [τὸ] πάθος [τὸ] ἐπίπονον εἶναι τὸ νόσημα καὶ [τὸ] τὰ ἀλγήματα διήκειν μέχρι κλειδὸς καὶ τρίτον εἰ μὴ ἀναπτυσθείη ἐν ταῖς κυρίαις ἡμέραις, ἀπόστημα περὶ τὰς πλευρὰς γίνεσθαι καὶ 〈ἐὰν〉 ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέραις, ἀφ’ ἧς ἂν ῥῆξις γένηται, παύονται, εἰ δὲ μή, εἰς φθίσιν μεθίστανται. Ὁ δὲ Πραξαγόρας τῶν ἄκρων τοῦ πλεύμονός φησιν εἶναι φλεγμονήν, καθ’ ὁπότερον ἂν γένηται μέρος· πιστοῦται δὲ ὅτι βῆχες παρακολουθοῦσι καὶ ἀναπτύσεις γίνονται ποικίλαι· ἐπὶ μὲν γὰρ πνεύμονος εἶναί φησιν εἰς τὴν ἀναγωγὴν ὁδόν, ἐπὶ δὲ πλευρᾶς ἐν ταῖς ἀνατομαῖς μὴ εὑρίσκεσθαι. Ὁ δὲ Ἱπποκράτης ὁτὲ μὲν πλευρᾶς, ὁτὲ δὲ πνεύμονός φησιν εἶναι πτύσιν καὶ γίνεσθαι ἐπὶ μὲν πλευρᾶς διὰ φλεγμονήν, ἐπὶ δὲ πνεύμονος, ὡς ἐν τῷ περὶ τόπων τῶν κα τ ’ ἄνθρωπόν φησι, ῥεῦμα φέρεσθαι καὶ ἀπὸ κεφαλῆς εἰς τὸν θώρακα καὶ εἰ μὲν ὅλον ἐμπλήσειε τὸν πνεύμονα, περιπνευμονίαν γίνεσθαι, εἰ δὲ καθ’ ἑκάτερον μέρος τοῦτο ἐνεχθείη, τὴν πλευρῖτιν. Πλευρίτιδος σημεῖα. Τῇ δὲ πλευρίτιδι συνεδρεύει πόνος πλευρᾶς ὑπερβάλλων διήκων μέχρι λαγόνος καὶ κλειδῶν, ἐνίοτε δὲ καὶ ὤμου καὶ βραχίονος. δοκοῦσι δὲ οἱ ἐν τῷ πάθει ἐν ..... τινι διαπείρεσθαι διαδρομαί τε ἐν τοῖς προειρημένοις τόποις γίνονται καὶ νῦν μὲν ἐμπίπτουσιν, αὖθις δὲ λωφοῦσιν, εἶθ’ οὕτως ὑποστρέφουσι· πυρετὸς ὀξύς, δύσπνοια, σφυγμὸς μέγας, πυκνός, σφοδρός, βὴξ ἐπιτεταμένη. ἀνάγουσιν οἱ ἐν τῷ πάθει παντοῖα, δίαιμα, ὑπόχολα, φλεγματώδη, ἀφρίζοντα, ἤδη κάκιστα. χαλεπὸν δὲ καὶ τὸ αἱματῶδες ἐπιφανὲν τῷ χολώδει. ἐπιτίθενται δὲ αὐτοῖς γλώττης τραχύτης, ἀγρυπνία, ῥιπτασμός, ἀπορία, πάντα περὶ τὴν τετάρτην ἡμέραν σφοδρυνόμενοι. ὁτὲ δὲ καὶ παρακόπτουσιν, ὑποχόνδριον ἀνασπᾶται, σφοδρύνεται τὰ τῆς δυσπνοίας, σφυγμοί, πίπτουσι, περιψύχονται. Πλευρίτιδος θεραπεία. Τοὺς δὲ πλευριτικούς, εἰ μὲν παρείησαν οἱ τῆς φλεβοτομίας ἀριθμοί, περὶ τὴν δευτέραν ἡμέραν φλεβοτόμησον, εἰ δ’ οὖν δριμεῖ κλυστῆρι κενώσομεν καὶ συστολαῖς. τὰ δὲ σφοδρὰ τῶν ἀλγημάτων παρηγορήσομεν ἐπιθέσει χειρὸς ἢ ἐρίου θερμοῦ κατεχομένου. εἰ δ’ ἐπιτείνοιντο, καὶ τὰς διὰ κέγχρων ἢ πιτύρων ἢ ἁλῶν πυρίας προσοίσομεν, ἐν δευτέροις δὲ καιροῖς τὰς δι’ ἐλαιοβρόχων ἢ ἐρίων ἢ ῥακῶν θερμασίας παραλαμβάνοντες. πειράσθωσαν δὲ διακατέχειν πνεῦμα καὶ ἀνθίστασθαι ταῖς βηξί. παραληπτέον δὲ καὶ τὰς ἐλαιοβρόχους κύστεις καὶ τοὺς κεραμεικοὺς φακούς. μετὰ δὲ ταῦτα καὶ τὴν διὰ οἰσυπηρῶν ἐρίων σὺν ἐλαίῳ καὶ οἴνῳ τεθαλασσωμένῳ ἐπιθέσει χρησόμεθα. |
| 8 (50) [85] | περὶ δὲ τὴν τρίτην ἢ τετάρτην ἡμέραν θρέψαντες τοῖς διὰ μέλιτος ῥοφήμασι τοῖς διὰ πικρῶν ἀμυγδάλων καὶ γλήχωνος καὶ πιτυΐδων ἢ ἐξ ὕδατος ἄρτῳ ἢ πλυτῷ χόνδρῳ μέχρι παρακμῆς παρὰ μίαν ἄξομεν. ποτὸν δὲ καὶ ὀλίγον καὶ βράδιον προσοιστέον. εἰ δὲ τὰ ἀλγήματα περὶ τὴν τρίτην ἡμέραν σφοδρύνοιτο, καταπλαστέον, εἰ δ’ οὖν περὶ τὴν τετάρτην περιαπτομένων αὐτοῖς ἔξωθεν θυλάκων ἢ κύστεων ἐχουσῶν ἔλαιον ἢ ὑδρέλαιον θερμόν. μετὰ δὲ τὴν διάτριτον ἢ καὶ δευτέραν, εἰ μὴ προφλεβοτομηθεῖεν ἐγκειμένων τῶν ἀλγημάτων, σικυαστέον τὰ μέρη. εἰ δὲ ἐπείγει, καὶ ἐπὶ τῶν φλεβοτομηθέντων παραλαμβανέσθω. τοῦ δὲ πάθους μακρὰς τὰς κρίσεις ἐμφαίνοντος ἕως παρακμῆς ἐπὶ τοῖς αὐτοῖς καλῶς ἔχει τυρῶν τροφὴ τῆς τε τῶν πόλτων καὶ ὤων ὕλης ἐπιμιγνύντας. συντόμως δὲ τὰς ὑποθέσεις ὑποβάλλοντες πρὸ τῆς τοῦ τέλους παρακμῆς δοτέον πρὸς τοῖς εἰρημένοις ἐγκεφάλους καὶ τακεροὺς πόδας καὶ νεωτάτους ὄρνιθας ἢ περιστεράς. πρὸ δὲ τῶν ποτῶν προποτιζέσθωσαν μελίκρατον. μετὰ δὲ τὴν ἑβδόμην ἐπὶ τῶν βραδυκρισίμων καὶ τῶν δι’ ὑσσώπων καὶ σύκων καὶ ἴρεως χρησόμεθα. ἐγκειμένης δὲ τῆς βηχὸς δώσομεν συνεχῶς τὸ μελίκρατον, ὁτὲ δὲ τὸ ἄπεφθον ὑπὸ τὴν γλῶτταν λαμβανέσθωσαν μέλι. ἔστωσαν δὲ ἐπὶ πάντων συνεχεῖς αἵ τε τῶν πυριῶν προσαγωγαὶ καὶ αἱ ψηλαφήσεις τῶν ποδῶν, εἰ δὲ ἀνέχοιντο, καὶ διασφίγξεις. ἔν τε ταῖς παρακμαῖς ταῖς διὰ πηγάνου καὶ κυπρίνου κηρωταῖς χρησόμεθα. ἐπὶ δὲ τῶν δυσαναγωγῶν πλευριτικῶν μικτέον ταῖς ὠμαῖς λύσεσιν ἴρεως Ἰλλυρικῆς τὸ τέταρτον μέρος ἢ προσαφεψήσαντες ἀψίνθιον καὶ ὀρίγανον σὺν μελικράτῳ τὴν ὠμὴν λύσιν καὶ διὰ σύκων τε καὶ ἀλεύρων κριθίνων σκευάσομεν. ἀπυρέτων δὲ γενομένων εἰ ἐπιμένοιεν αἵ τε βῆχες καὶ οἱ πόνοι, ἐπιρριπτέον μάλαγμα τὸ διὰ σπερμάτων ἢ τὸ διὰ μελιλώτου ἢ τὸ διὰ σαμψύχων ἢ τὸ πολυτρίχιον. προποτιστέον δὲ καὶ ἀντιδότοις. ἀρίστη δὲ ἥ τε θηριακὴ καὶ τὸ διὰ δύο πεπέρεων. παυσαμένης δὲ τῆς ὀδύνης καὶ τῶν βηχῶν βαλανείῳ καὶ οἴνῳ ἀποθεραπευτέον ἀρχὴν τῆς ἀναλήψεως ταῦτα τιθεμένους. Περιπνευμονίας αἰτία. |
| 9 [45] | κε. κ Τὴν τῆς περιπνευμονίας αἰτίαν κοινότερον οἱ παλαιοὶ ἀπέδοσαν πνεύμονος εἶναι φλεγμονήν· ἰδικώτερον δὲ Πραξαγόρας φήσας, ἐὰν τὰ παχέα καὶ τὰ πρὸς τὴν ῥάχιν τοῦ πνεύμονος πάθῃ, περιπνευμονίαν εἶναι, ἐὰν δὲ τὰ πρὸς τοῖς πλευροῖς, πνευμονίαν, ἐὰν δὲ τὰ πρὸς τοὺς λοβούς, πλευρῖτιν. Περιπνευμονίας σημεῖα. Τῇ περιπνευμονίᾳ παρέπεται πυρετὸς ὀξὺς εἰς νύκτα ἐπιγενόμενος, ὡς ἐπίπαν δὲ περὶ τὸν ὄρθρον. βάρος περὶ τὸν θώρακα καὶ θέρμη. ἥκιστα δ’ ἐπίπονόν ἐστι τὸ πάθος. δυσπνοοῦσι, ταχυπνοοῦσι. κατακεῖσθαι οἱ ἐν τῷ πάθει οὐ δύνανται, ἀλλ’ ἀναγκάζονται καὶ ὕπορθοι ὄντες δυσπνοοῦσιν ἧττον. σφυγμὸς πυκνός, σφοδρός. βῆχες συνεχεῖς ἀναγωγὰς ἔχουσαι παντοίας. τούτοις ἐστὶν ὄμμα κατάλυπρον, στίλβον, πρόσωπον ἐρευθές, μάλιστα τοῖς μήλοις, ἀγγεῖα κυρτὰ θώρακος, ἐνερευθῆ τὰ πρὸς τὸν τράχηλον. ὁ κίνδυνος τὰ πολλὰ περὶ τὴν ἑβδόμην, ἀγρυπνία τε καὶ ἀνορεξία καὶ δίψα οἵ τε ὀφθαλμοὶ ἀντὶ τοῦ στίλβοντος ἐνερευθεῖς γίνονται. περιψύξεις. κατάπτωσις σφυγμῶν. Περιπνευμονίας θεραπεία. Τοὺς δὲ περιπνευμονικοὺς εἰ μὲν περὶ τὴν πρώτην ἡμέραν συσταίη τὸ πάθος, ὅπερ σπάνιον, φλεβοτομητέον. φυλακτέον δὲ τὴν πολλὴν ἀφαίρεσιν διδόντας καὶ ταῖς μεταξὺ προσενεχθησομέναις σικύαις τόπον. εἰ δὲ μὴ ἐνδέχοιντο, μετὰ τὸν παροξυσμὸν κατακλιτέον. εἰ δ’ οὖν σικυαστέον μετὰ ἀμύξεων προσβαλλομένων τῷ τε θώρακι καὶ ταῖς πλευραῖς πολλῶν καὶ εὐμεγέθων πρὸς δύναμιν τὴν ἀφαίρεσιν ποιουμένους. μετὰ δὲ ταῦτα ἐμβροχαῖς ταῖς οἰσυπηραῖς συναλειφέσθωσαν καὶ προσφερέσθωσαν ῥοφήματα διὰ τῆς πτισάνης ἢ χόνδρων μετὰ μέλιτος ἢ τῶν πλυτῶν χόνδρων ἢ τῶν ἐξ ὕδατος ἄρτων. ποτὸν δέ, εἰ μὲν ἀνέχοιντο, θερμόν, εἰ δὲ μὴ γαλακτῶδες. καταπλαστέον δὲ αὐτοὺς καὶ ταῖς ὠμαῖς λύσεσι. κατὰ δὲ τοὺς τῶν πυρετῶν παροξυσμοὺς σκεπαστέον ἐλαιοβρεχέσιν ἐρίοις καὶ ταῖς διὰ πηγάνου καὶ κυπρίνου κηρωταῖς. τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἐν ταῖς ἐνδόσεσι ποτιστέον ὕσσωπον μετὰ σύκων μήτε πλεῖον κυάθων πέντε μήτε ἔλαττον τρίς. πλειόνων δ’ ὄντων καὶ δυσαναγώγων τῶν ὑγρῶν καὶ ἐκ δευτέρου προποτιστέον. δοτέον δὲ καὶ τὴν διὰ πικρῶν ἀμυγδάλων μετὰ σεμιδάλεως ἢ χόνδρου ῥόφημα ἢ βουτύρου προσφάτου κοχλιάρια γʹ ἢ μελίκρατον σὺν ἀφεψήματι ἰλλυρίδος. εἰ δὲ κατὰ τῶν παροξυσμῶν ἡ δύναμις συναιρεῖται, προποτιζέσθωσαν συνεχέστερον τὸ μελίκρατον καὶ μετὰ πιτυΐδος ἢ συκίου σπέρματος. ἀνοικτέον δὲ καὶ τὰς θυρίδας ἐκ διαστημάτων νυκτός τε καὶ ἡμέρας ἕνεκα τοῦ καθαρὸν εἰσρεῖν ἀέρα. μετὰ δὲ τὴν δευτέραν διάτριτον ἐπιτεινομένου τοῦ πάθους σικυαστέον ἐκ δευτέρου ἔλαττον ἀποσπῶντας αἷμα καὶ προποτιστέον ἴριδι λείᾳ. ἔστω δὲ δυοῖν ἢ τριῶν κοχλιαρίων τὸ πλῆθος μετὰ μελικράτου λεπτοῦ ἢ πτισάνης χυλοῦ. τροφὰς δὲ προσοίσομεν αὐτῷ κρεώδεις· αἳ δ’ εἰσὶ τακεροὶ πόδες καὶ ἐγκέφαλοι ἢ νεοττοὶ ὀρνίθων ἢ περιστερῶν. |
| 9 (50) [75] | εἰ δὲ τὰ τῶν δυνάμεων συναιρεῖται, δοτέον αὐτοῖς μετὰ ῥοφημάτων καὶ χόνδρον καὶ ἄρτον τό τε παλαιὸν ὑδρόμελι καὶ τὸ μελίμηλον. μὴ ἀναλαμβανομένων δὲ προσοιστέον τὰ προειρημένα δι’ οἴνου. καὶ ἐν μὲν τῇ πρώτῃ τῶν πυρετῶν ἀποκλίσει προποτιστέον ὑσσώπῳ, ἐν δὲ τῇ ἐνδόσει ἰλλυρίδι. τὰς δὲ τῆς διανοίας παραφορὰς ἐμβροχαῖς τῆς κεφαλῆς παρηγορήσομεν καὶ τοῖς τοῦ προσώπου ἀποσπογγισμοῖς. τοὺς δὲ ἐπιγενομένους αὐτῶν καύσωνας παρηγορητέον πειρωμένους [τε] μὴ παροξύνειν τὴν αἰτίαν τοῦ πάθους ταῖς δι’ ὀξυμέλιτος ὠμαῖς λύσεσι καὶ ὀξυκράτου ἐλαίου καὶ μέλιτος προσεμβεβλημένου, ἢ πατητοῖς φοίνιξι μετὰ μήλων ἢ κυδωνίων καὶ ἄρτων ἢ ἀλφίτων καὶ τοῖς τῆς κολοκύνθης ξύσμασι καὶ πέπονος κατ’ ἰδίαν καὶ σὺν ἄρτῳ, ὁμοίως καὶ ἀνδράχνῃ καὶ ἀμπέλου ἕλιξι, πολλάκις δὲ τῇ ἄλλῃ ἐκ δυοῖν μερῶν οὔσῃ συγκαταπλέξομεν στρύχνον ἢ ἀείζωον ἢ κορίανον χλωρὸν ἢ πολύγονον σὺν ῥοδίνῳ ἢ μηλίνῳ. συνεχῶς δὲ ὑπαλλάττεσθαι ταύτην, αὐτάρκης δὲ τούτων εἰς μέτρον ἡ τοῦ νοσοῦντος θεραπεία καὶ εὐφορία. μεταξὺ δὲ ταῖς δι’ ὠμῆς λύσεως ἐσκευασμέναις διὰ μελικράτου χρηστέον. εἰ δὲ περὶ τὴν κοιλίαν ῥευματισμὸς γένοιτο, συνεργητέον, εἰ δὲ μὴ ὑπακτέον τὴν κοιλίαν βαλανείοις ἢ κλύσμασι. πολλῆς δὲ ἐντεῦθεν ὠφελείας ἐσομένης παρακμάζοντός τε τοῦ πάθους χωρήσομεν ἐπὶ τὰ πολύτροφα πτηνά τε καὶ ἰχθύας καὶ ᾠὰ παρατιθέντες. ἐπιθέμασι δὲ χρησόμεθα κηρωταῖς ῥοδίναις ἢ σχοινίναις ἢ μυρσίναις. ἄριστον δὲ καὶ τῶν ὑλῶν καὶ τὸ διὰ στυπτηρίας καὶ πᾶν τὸ τούτοις ὁμοειδές. τῶν δὲ πυρετῶν τέλεον λυθέντων ἐπὶ βαλανεῖα καὶ οἶνον προσάξομεν. Συγκοπῶν αἰτία καρδίας. |
| 10 [45] | κε. κα Ὀνομαστὶ μὲν τοῦ πάθους οἱ παλαιοὶ οὐκ ἐμνήσθησαν ὡς καθ’ αὑτὸ γινομένου, ἐπιγινομένου δὲ κυρίοις τόποις φλεγμαίνουσι, μάλιστα δὲ στομάχου ὅπερ καλεῖται καρδίᾳ, δι’ ὅπερ τινὲς καρδίας ὑπέλαβον εἶναι τὸ πάθος. γίνεσθαι δὲ αὐτὸ ὑπὸ φλεγμονῆς ἐκτονιζομένου τοῦ πνεύματος καὶ λυομένου καθάπερ λιβανωτοῦ τῷ πυρὶ ὁμιλήσαντος. ἔστι τοίνυν αὕτη 〈ἡ〉 τοῦ σώματος ἕξις, συμβαίνει δὲ μάλιστα ἐπὶ στομάχῳ πεπονθότι, ἐπεὶ καθάπερ νεὼς τοῦ σώματος ὑπόζωμα ὑπάρχει, ὥς φησιν Ἀρίστων ὁ ἀπὸ Πέτρωνο ς. Συγκοπῶν σημεῖα. Τοῖς δὲ ὑπὸ συγκοπῶν ἁλοῦσι συνεδρεύει σφυγμὸς μικρός, συνδεδιωγμένος, ἐκλείπων. ἀναπνοὴ συνεχής τε καὶ ὡς ἂν ἐκλείποντες ἀντιλαμβάνονται τοῦ ἀέρος καὶ οἱονεὶ διψῶντες ἀνεῳγμένον ἔχουσι πρὸς τὴν ὁλκὴν ἕτοιμον τὸ στόμα. ἱδροῦσι δαψιλῶς τὰ ἄνω μέρη μάλιστα, ψυχρὸς δὲ αὐτοῖς ἐστιν ὁ ἱδρώς, δροσίζων δυσεπισχέτως. ἄκρα κρυσταλλοειδῆ. προϊόντος δὲ ἐπὶ τὸ χεῖρον πελιοῦται, μελαίνεται. βάρος θώρακος συναισθάνονται διψῶσί τε καὶ ἐπιτεταμένως πυροῦνται τὰ ἐν βάθει. ἀνορεκτοῦσι. χεῖρον δὲ ἀπαλλάττονται. μᾶλλον ἱδροῦσι. σφυγμὸς ἀεὶ ταπεινός. μᾶλλον ἴσχουσι καὶ τὰς ὀρέξεις, τελέως ἀποστρέφονται. τὸ ληφθὲν ἀποχωρίζεται. ὑποχόνδριον μετεωρίζεται, ἐνίοτε δὲ καὶ κοιλία προεκδοῦσα καθεῖλεν αὐτούς. Συγκοπῶν θεραπεία. Τοὺς δὲ λεγομένους καρδιακοὺς σκοπὸν ἔχοντας τὴν τῆς δυνάμεως ῥῶσιν κατακλιτέον, εἰ μὲν παρείη, ἐν κατωγέῳ οἴκῳ, εἰ δ’ οὖν ποσῶς ἀφεγγεστέρῳ καὶ μὴ πνιγώδει. ἔστω δὲ τὰ ἐπιβόλαια καὶ τὰ ὑποστρώματα καὶ τὰ ἐνδύματα ἐλαφρά τε καὶ τετριμμένα καὶ τῷ ἐδάφει κατερράνθω καὶ φύλλοις κατεστρώσθω. μεταδοτέον δὲ αὐτοὺς ἀέρος ψυχροῦ εἰσόδῳ καὶ τοῖς δι’ ὀξυκράτου ἀποσπογγισμοῖς καὶ διακλύσμασι καὶ ἐμβροχαῖς ψυχροῦ καὶ ὀσφραντοῖς ποικίλοις καὶ τροφώδεσιν οἷον θερμοῖς ἄρτοις ἢ δι’ οἴνου ἢ σικύοις ἢ πέποσιν ἢ μήλοις ἢ οὔοις καὶ τοῖς ὁμοίοις. οἱ δὲ ἐπεισελευσόμενοι ὀλίγοι τε ἔστωσαν καὶ ἥκιστα κατ’ ἀρχῆς αἴτιοι γενόμενοι. παρακελευστέον δὲ θαρρεῖν μηδεμίαν ἔμφασιν κινδύνου ὑποβάλλοντας. τοὺς δὲ φερομένους ἱδρῶτας ῥυπισμοῖς ἐπισχετέον, σπόγγοις ἐκ ψυχροῦ, εἶτα προσπάσαντες λείαν μυρσίνην καὶ τὴν κεφαλὴν ἐμβρέξαντες ὀξυροδίνῳ καὶ περισπογγίσαντες τὸ πρόσωπον ψυχρῷ προσοίσομεν ἄρτον ἢ χόνδρον δι’ οἴνου ἢ τακεροὺς πόδας καὶ πτηνῶν τὰ παρόντα. ἀρίστη δὲ καὶ ἡ τῶν οὔων ὀπώρα, μήλων βερεκοκίων καὶ περσικῶν καὶ ῥοιῶν καὶ τῆς ἐκ κίθρας σταφυλῆς. ποτὸν δὲ κράματος ψυχροῦ προσφερέσθω. μετὰ δὲ τὴν προσφορὰν πειράσθω ὑπνοῦν. εἰ δὲ παραμένει τὰ τῆς διαφορήσεως, πάλιν θρεπτέον. τῇ δὲ ὑστεραίᾳ τὰς ὑπόπτους ἐκλαμβάνοντες θρέψομεν μετ’ οἴνου, ὁμοίως καὶ τῇ τρίτῃ. |
| 10 (50) [96] | εἰ δὲ μηδὲν ὑπαντήσειε, πᾶν τὸ βουληθὲν ἐπιδώσομεν, εἰ δ’ ἐπιμένοιεν διαφορούμενοι, ἀκτέον αὐτούς, ὡς εἴρηται, πρὸς τοὺς συναλείφοντας τὰ ἄκρα τοῖς διὰ πεπέρεως καὶ πυρέθρου καὶ λημνίτιδος. ξηραντέον δὲ καὶ θερμαντέον τὴν ἐπιφάνειαν ἀσβέστῳ λείῳ ἢ τρυγί. τὰ δὲ μέσα καταπλασσέσθω τοῖς διὰ φοινίκων καὶ μήλων καὶ οἰνάνθης καὶ ἀειζώου τῇ σαρκὶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος, ὁτὲ μετὰ μηλίνου ἢ μυρσίνου ἢ ῥοδίνου μεθ’ ὕδατος ἐμβρεχέσθωσαν. δεῖ δὲ τὸν ἄριστον ἰατρὸν παρακολουθεῖν τοῖς ἐκ τῶν προσφερομένων βοηθήμασι καί, εἰ μὲν εὐαρεστοῖτο, τοῖς αὐτοῖς ἐπιμένειν, εἰ δ’ οὖν μεταβαίνειν εἰς ἕτερα. εἰ δ’ ἐπί τινων ἀποδοκιμάζομεν τὰς τοῦ οἴνου προσφοράς, ἐπιτήδειον τὸ παλαιὸν ὑδρόμελι καὶ τὸ μηλόμελι. εἰ δ’ ὑπὸ τούτων μὴ ἀναλαμβάνει, ἐκ τοῦ οἴνου βραχὺ προσοίσομεν, εἰ παρείη, Ἄλβανον ἢ Φαλερῖνον ἢ Ἀσιανόν· χρεία γὰρ σύντομος τῆς ἀπὸ οἴνου βοηθείας μόνου. τῇ δὲ τροφῇ εὐστομάχῳ χρηστέον. αἰώραν ἤτοι ἐν στοᾷ ποιησόμεθα ἢ διὰ τοῦ κρεμαστοῦ κλινιδίου ἐφορῶντες τὴν δύναμιν. εἰ δὲ συγκοπαὶ μεθ’ ἱδρώτων καὶ περὶ ἐπιδόσεις καὶ ἀκμὰς τῶν παθῶν γίνοιντο, νεανικώτερον, ὡσὰν ἐν ὀξυτάτοις κινδύνοις ὄντων, καὶ τοῖς μὲν ἀποσπογγισμοῖς καὶ ῥυπισμοῖς συνεχέσι καὶ πᾶσι τοῖς πρότερον εἰρημένοις χρηστέον. καταπλασσέσθωσαν δὲ μυρσίνῃ τάς τε μασχάλας καὶ τοὺς βουβῶνας, τὰ δὲ ἄκρα ποικίλως ἐκθερμαντέον διὰ τὸ πολλὴν ἐκ τούτου ὠφέλειαν ἀπαντᾶν. παραλαμβανέσθωσαν δὲ καὶ τὰ ὥσπερ καυτηρίου τρόπον ἐπέχοντα οἷον τρὺξ κεκαυμένη καὶ ἄσβεστος καὶ πύρεθρον καὶ πέπερι καὶ σκίλλα καὶ βολβοὶ καὶ νᾶπυ καὶ λημνίστιον κατ’ ἰδίαν καὶ μετ’ ἀλλήλων, ὁτὲ μὲν ξηρὰ ἐμπασσόμενα τοῖς ἄκροις, ὁτὲ δὲ μιγνύμενα τοῖς βολβοῖς καὶ τῇ σκίλλῃ. τοῖς μὲν οὖν διὰ τῶν βολβῶν καταχριέσθωσαν βραχίονες μέχρι δακτύλων ἄκρων καὶ μηροὶ μέχρι ποδῶν. καταδησάσθωσάν τε λεπταῖς λινίαις. εἰ δὲ μὴ φέροιεν τὰς καταχρίσεις, τὰ μὲν ἄλλα τοῖς ξηροῖς ἐμπλαστέον, τὰ δὲ περὶ γόνατα καὶ τοὺς πόδας τοῖς προειρημένοις χρίσαντας περιελεῖν. θέρους δὲ ὄντος ἢ φθινοπώρου δοτέον τό τε ἄπεφθον καὶ τὸ διὰ σχοίνου διάκλυσμα καὶ ποτόν. ἔστωσαν δὲ καὶ οἱ ἀποσπογγισμοὶ διὰ τούτων. εἰ δὲ δυνατὸν εἴη, καὶ τὰ βόρεια πνεύματα ἐπεισακτέον. μὴ ἐπεχομένων δὲ τῶν ἱδρώτων ἐπιμενετέον τοῖς ἐμπλάσμασι τὰ πρότερα μὴ ἀποσύραντας. εἰ δὲ καὶ οὕτως μὴ φέροιτο, ἐπὶ πολὺ κεχυμένης τῆς μυρσίνης σπόγγοις δι’ ὀξυκράτου ψυχροῦ ἀπομάξαντες ἐπὶ τὰ ὠμοειδῆ χωρήσομεν καταπλάσαντες ὁτὲ μὲν κηκῖδι ὀμφακίνῃ, ὁτὲ δὲ σὺν ἀσβέστῳ, ὁτὲ δὲ τρυγὶ κεκαυμένῃ 〈ἢ Σαμίᾳ γῇ μετὰ κόμμεως ἢ μάννοις ἢ σιδίοις λείοις, ὁτὲ δὲ ψιλῇ ἀσβέστῳ〉. μετὰ δὲ ταῦτα προσοίσομεν τροφὴν ψυχρὰν καὶ πολύτροφον, μετὰ [δὲ] πομάτων ψυχρῶν προσεπιδιδόντες τι τῶν ὡρίων. εἰ δὲ μηδὲν ὑπείκοι πρὸς ταῦτα, κατὰ δύναμιν οἰνοδοτέον, μετὰ δὲ τροφὴν ἢ σιτώδη ἢ κρεώδη ἢ διὰ χιόνος ἢ διὰ μόνου ψυχροῦ. |
| 10 (100) [110] | ἑξῆς δὲ προτρεψόμεθα ὑπνοῦν αὐτούς, συλλαμβάνεσθαι, τὸ πᾶν τῆς σωτηρίας ἐν τούτοις τιθέμενοι. μὴ ἐπεχομένων δὲ τῶν ἱδρώπων τοὺς μὲν φύσει λείους τοῖς διὰ τῶν βολβῶν καὶ τρυγὸς συγχριστέον ὅλους ἢ τοῖς δι’ ἀσβέστου καὶ κηκῖδος καὶ ᾠῶν τοῖς λευκοῖς. τοὺς δὲ πολυτρίχους ἐμπλαστέον τοῖς προειρημένοις. δοτέον δὲ τούτοις ἐκ διαλειμμάτων κατὰ τὸν τῆς τροφῆς καιρὸν καταρροφεῖν ἄκρατον. πολλάκις γὰρ τούτοις ῥώννυται τὸ πνεῦμα. τῆς δὲ ὥρας καυματώδους οὔσης ἐνδυτέον αὐτοὺς χιτῶνας διαβρόχους ψυχροῖς καὶ πρότερον τοῖς ὀθονίοις ἐξ ὕδατος χρηστέον καὶ βεβρεγμένοις ᾠῶν τοῖς λευκοῖς. ποικίλης δὲ οὔσης τῆς τῶν συγκοπῶν αἰτίας καὶ τὰ βοηθήματα ἁρμοττέσθω κατ’ αὐτήν. εἰ δὲ προκόπτει ἡμῖν τὰ τῆς βοηθείας, ἀκόλουθόν ἐστιν ἔτι τῶν ἀναληπτικῶν διὰ ταχέος. Βουλίμου αἰτία. |
| 11 [35] | κε. κβ Ὀνομαστὶ μὲν τοῦ πάθους οἱ ἀρχαῖοι οὐκ ἐμνήσθησαν, κατὰ δὲ τὴν τούτων ἀκολουθίαν φαμὲν αὐτὸν γίνεσθαι κατὰ ψύξιν μὲν τοῦ ἐμφύτου πνεύματος, κατὰ πῆξιν δὲ τοῦ ἐν μεσεντέρῳ φλεβῶν αἵματος· ταῦτα γὰρ αἴτια καὶ τῆς ὀρέξεως. Ὁ δὲ Ἱπποκράτης ἐν τῇ διαιτητικῇ, ὁ δὲ Πραξαγόρας ἐν τῇ περὶ νούσων, ὁ δὲ Διοκλῆς ἐν τῇ περὶ πέψεως· εἴπερ οὖν ἡ ἀνειμένη ὄρεξις μικρός ἐστι λιμός, ἡ ἐπιτεταμένη βούλιμος ἂν εἴη. ὅτι δὲ ψύξις ἐστὶ τοῦ αἵματος, πιστοῦται διὰ τὸ ἐπιπολάζειν ἐπὶ γέροντας τὸ πάθος μάλιστα, πολλάκις καὶ ἐν χειμῶνι, καὶ ἡ θεραπεία δὲ δηλοῖ· πυρία γὰρ καὶ οἰνοποσία καὶ δριμέων προσφορὰ ἰῶνται τὸ νόσημα. Βουλίμου σημεῖα. Τοῖς δὲ βουλιμιῶσι παρέπεται τὸ ἀποψύχεσθαι πᾶν τὸ σῶμα καὶ μάλιστα τὰ ἄκρα καὶ ἀπολιθοῦσθαι σφόδρα καὶ καταπίπτειν καὶ ἀσθμαίνειν καὶ ἀλύειν, διαλέγεσθαι, μὴ εὐτονεῖν, σφυγμοὺς καθαιρεῖσθαι. τινὲς δὲ αὐτῶν καὶ τροφὴν αἰτοῦσι. Βουλίμου θεραπεία. Τοὺς δὲ τοιούτους κατακλιτέον ἐν τόποις θερμοῖς καὶ λιπαντέον παρὰ φλογὶ τὸ σῶμα καὶ μαλακοῖς μετὰ τὴν τρῖψιν ἀμφιάσμασι σκεπαστέον. τροφαὶ διδόσθωσαν ὁτὲ ἐκ τοῦ θερμοῦ κράματος ἄρτος καὶ οἱ λοιποὶ πολύτροφοι καὶ θερμὸν ποτὸν δι’ οἴνου. ὠφελεῖ δὲ τούτους καὶ δριμυφαγία καὶ ἡ διὰ πεπέρεως καὶ πηγάνου σὺν οἰνομέλιτι ἢ γλυκεῖ προποτισμῷ. παραθετέον δὲ καὶ ὀπὸν ὄξει διειμένον ἐμβάμματος τρόπον, εἰ δὲ κλύζοιεν, καταρροφείτωσαν ἐξ αὐτοῦ. συναλειφέσθωσαν δὲ θερμαντικαῖς ὁποῖά ἐστι τὰ ἴρινα καὶ τὰ δάφνινα ἢ γλεύκινα ἢ ἀμαράνθινα ἢ τὰ δι’ ἐλαίου καὶ εὐφορβίου καὶ πυρέθρου καὶ καστορίου καὶ τοῖς ὁμοίοις τοῖς δριμέσιν ἀκόποις, οἷα τὰ δυσώδη, τὰ δι’ εὐφορβίου ἢ τὰ χλωρὰ ἄκοπα. τοῖς δὲ προειρημένοις μύροις μικτέον ἔσθ’ ὅτε καστόριον ἢ λιμνήστιον. ἐπὶ δὲ τούτων ὀσφραντὰ ἔστω μάλαθρον ἢ ὀρίγανον, πήγανον, θύμον, θύμβρα, κλάδος συκῆς καὶ τὰ τρόφιμα. ὠφελεῖ δὲ ἐκ διαστημάτων καταρροφούμενος ἄκρατος. ἔστω δὲ κατὰ τὰς ἐπιζητήσεις τὰ τῆς τροφῆς ἑτοίμως μετὰ κράματος θερμοῦ διδόμενα. Ὑδροφόβου αἰτία. |
| 12 [45] | κε. κγ Οἱ ἀρχαῖοι οὐκ ἐμνήσθησαν τούτου. ἔοικε δὲ γίνεσθαι διὰ δισσὴν αἰτίαν. ἢ γὰρ ὑπὸ λυσσῶντος κυνὸς ἐνδακόντος καὶ ἐξιώσαντος τοὺς ἐν τῷ σώματι χυμοὺς ἢ χυμῶν τοιούτων ἐντραφέντων τῷ σώματι οἷον δύνασθαι ἐπαγαγεῖν τὸ πάθος. ὑπὸ τούτων δὲ ἀναξηραινομένου τοῦ σώματος ὅλου σὺν τῷ πνεύματι καὶ τοῦ στομάχου εἰκός ἐστι καὶ τῶν σπασμῶν ἔσεσθαι καὶ πρὸς τὸν τοῦ ὕδατος ψόφον ἀπεχθῶς ἔχων διὰ τὸ κατάξηρον τῶν ὀρεκτικῶν ὀργάνων. ταῦτα γὰρ διὰ τὴν πολλὴν ξηρότητα δυσκινητεῖ, ἢν δὲ κινῆται, ἀλγεῖ. δι’ αὐτῶν γὰρ εἰς κατάποσιν ὑγρῶν μάλιστα ἀλλοτριοῦνται, ὥσπερ οἱ κοπώδεις διὰ τὴν ξηρότητα τὴν ἀπὸ τῶν κόπων γινομένην δυσκινηντοῦσι. παρ’ ἑκάστῳ γὰρ ἡ οἰκεία τοῦ αἵματος ὑγρότης εὐκινησίας ἐστὶν αἰτία. Ὑδροφόβου σημεῖα. Οἱ δὲ ὑδροφοβικοὶ δεδοίκασι πᾶν ὑγρόν, ὥστε καὶ μνησθέντες ἐξίστανται μετὰ κραυγῆς, τρόμου, φόβου, ἱδρώτων ψυχρῶν, ὀδόντων πατάγων. προκόπτοντος δὲ ἐπὶ τὸ χεῖρον πάντα ταῦτα πάσχουσι καὶ χωρὶς ὑγροῦ φαντασίας. ἀλλοτριοῦνται καὶ ψιθυρίζουσι καὶ ψόφους ὑδάτων δεδοίκασι, βαρύνονται καὶ κραυγὰς ἀφνιδίους .... ὁ μέντοι τρόμος αὐτοῖς οὐκ ἔστι διηνεκής, ἀλλὰ κατὰ τὰς φαντασίας ἐπιτιθέμενος. περιψύχονταί γε μὴν ἄκρα καὶ σφυγμοὶ πυκνοῦνται, συνδιάκεινται μετὰ ἀσθενείας καὶ εἴ τις προσφέρει ποτόν, ἐκτρέπονται καὶ κεκράγασι καὶ τὸ πνεῦμα κλαυθμῷ διέχουσιν ὁμοίως παισὶν ἀκολύμβοις μέλλουσιν εἰς βυθὸν ῥίπτεσθαι. λυγμὸς οὖν ἐπὶ τὸ χεῖρον προϊοῦσι παρέπεται καὶ φωνὴ ἄτονος καὶ ὑλακῇ παραπλήσιον ἐπήχημα. ἔνιοι δὲ τῇ σφοδρότητι τῆς ταραχῆς ἐν τῷ βιάζεσθαι ἐπισπασθέντες ἀπέθανον. Ὑδροφόβου θεραπεία. Τοὺς δὲ ὑδροφοβικοὺς κατακλιτέον ἐν τόποις εὐαέροις καὶ εὐκράτοις. τὴν ποτοῦ λύσιν αὐτοῖς ἐκ παντὸς ἐπιμηχανητέον καὶ μάλιστα κατὰ τοὺς παροξυσμούς. ἔστω δὲ μελίκρατον, εἰ δὲ ἀδυνατοῖεν τοῦτο ...., ἑψητέον μέλι, ἕως οὗ κηρῶδες τὴν σύστασιν γίνηται, ἔπειτα ὥσπερ ῥᾶγας κενὰς ἐμποιοῦντες καὶ ταύτας ὕδατος ἐμπιπλῶντες καὶ ἐπιπωματίζοντες δίδοτε καταπίνειν. οὕτως γὰρ ἂν τήν τε δίψαν καὶ τὸ κατάξηρον τῶν σωμάτων παρηγοροῖντο ὡς ἀπὸ μελικράτου καὶ οὐκ ἂν παροξυνθεῖεν πρὸς τὴν τοῦ ὑγροῦ δόσιν. καταπλαστέον δὲ αὐτῷ τὸν στόμαχον καὶ θώρακα τοῖς ἐμψύχουσι πᾶσι, τοῖς φοίνιξι μετὰ μήλων Κυδωνίων ἢ πέπονος ἢ κολοκύνθης ξύσμασιν ἢ ἀμπέλων ἕλιξιν ἢ ἀνδράχνῃ ἢ κοριάνῳ ἢ ἀειζῴῳ, ἑκάστῳ ἄρτου ἢ παιπάλης ἀλφίτων συμβαλλομένου, συνεχέστερον δὲ ὑπαλλαττέσθω. ἔστω δὲ χρόνος ἡμῖν αὐτάρκης ἡ τοῦ νοσοῦντος εὐφορία. ἐν δὲ τοῖς σπασμοῖς παρέστω καὶ ἡ διὰ τῶν χειρῶν πειθήνιος κράτησις, καὶ συγχρίσματα δὲ τὸ δάφνινον ἢ ἴρινον ἢ ἀμαράκινον ἢ λεύκινον σὺν καστορίῳ καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. κατὰ δὲ τὰς ἀνέσεις τροφαὶ ἔστωσαν ῥοφηματώδεις καὶ ὑγραντικαί. εἴη δ’ ἂν ἐν ταύταις ὁ διὰ πτισάνης χυλὸς σὺν μέλιτι. |
| 12 (50) [60] | αὐτάρκη δὲ ἔστω τὰ διδόμενα. προποτιζέσθωσαν δὲ μελικράτῳ. ἀρίστη καὶ ἡ θηριακὴ καὶ αἱ διὰ δύο πεπέρεων διδόμεναι ἀντίδοτοι κατὰ τὰς ἀνέσεις, κατὰ δὲ τὰς παρακμὰς χρήσαιτ’ ἄν τις καὶ ἑλλεβόρῳ, ὁτὲ μὲν ποτῶν προσφερομένων, ὁτὲ δὲ ἐν βαλάνου μοίρᾳ, προωθείσθω δὲ ὡς ἐσωτάτω. εἰ δὲ διά τινα αἰτίαν τὴν ἄνω κάθαρσιν ἐκκλίνομεν, ἐπὶ τὴν κάτω χωρητέον. εἴη δ’ ἂν ταύτης ἄριστος μὲν ὁ μέλας ἑλλέβορος, εἰ δ’ οὖν κολοκυνθὶς ἢ ἡ διὰ ταύτης ἱερὰ ἢ τὸ ἐπίθυμον, ἄμεινον δ’ ἂν ἐν τούτοις καὶ τὸ ἀπὸ τῆς ἐγκρίτου ἡμετέρας θεᾶς περίαπτον. ἐν δὲ ταῖς ἀναλήψεσι προσφερέσθω τά τε εὔπεπτα καὶ εὐστόμαχα καὶ διαχωρητικὰ τῶν σιτίων καὶ ποτῶν. εἴη δ’ ἂν πᾶσα ὑγραντικὴ δίαιτα αὐτοῖς ἀρίστη. Χολέρας αἰτία. |
| 13 [45] | κε. κδ Κατ’ οὐδὲν οὕτως συνεφώνησαν εἰς ἑαυτοὺς οἱ ἀρχαῖοι τῇ κατὰ χολέραν αἰτίᾳ· γίνεσθαι δὲ αὐτὴν διχῶς εἶπον, ἢ γὰρ πεπληρωμένων τῶν ἐν μεσεντέρῳ φλεβῶν πάλιν εἰς ταὐτὸ φέρεσθαι τὴν τροφὴν ἢ διὰ κακοχυμίαν τροφῆς ἀναστομούσης καὶ οἷον ἑλκούσης τὰ στόματα τῶν φλεβῶν καθάπερ ὑπήλατον τὸ φάρμακον ἢ κατ’ ἄμφω· ἥτις καὶ ἐπικινδυνοτάτη ἐστὶ τῶν προειρημένων. Χολέρας σημεῖα. Τῇ δὲ χολέρᾳ συνεδρεύει συνεχὴς ἔμετος κατ’ ἀρχὰς μὲν σιτωδῶν καὶ μετὰ ταῦτα χολῆς παντοίας καὶ πολλάκις προκόπτει ἕως μελαίνης. διαχώρημα μὲν τὸ πρῶτον περιττωματικόν, εἶτα ὑδατῶδες καὶ μετὰ ταῦτα χολῆς παντοίας. ἄκρα τε ἐν τῷ πάθει περιψύχονται, τρόμοι καὶ σπασμοὶ καὶ συνολκαὶ γαστρός, κνημῶν καὶ πάντων τῶν μυῶν, νάρκη δὲ καὶ ἀσφυξία, δηγμοί τε στομάχου παρέπονται, πόνος κοιλίας, στρόφοι, ναυτία, ἀπορία, πταρμοί, ἔκτηξις σαρκός. ἀνορεξίαι δειναί. καθαιροῦνται μὲν ταῖς δυνάμεσι ταχέως, κατασχόντες δὲ ἅπαξ τροφὴν διασώζονται. τῶν μέντοι ῥευματιζομένων οἱ διὰ τῶν αἱμάτων χείρους. Χολέρας θεραπεία. Τοῖς δὲ χολερικοῖς ἀρχομένων τῶν ἐμέτων ποτὸν θερμὸν δόντες κελεύσομεν ἀπεμεῖν μέχρι παντελοῦς ἀποκαθάρσεως, τούς τε παρεπομένους στρόφους παρηγορήσομεν ταῖς δι’ ἐλαίου πυρίαις. πολλῆς δὲ τῆς ἐγκρίσεως γενομένης χρηστέον τρίψεσιν ἐπιτεταμέναις καὶ διαδέσεσι τῶν ἄκρων καὶ ξηρῶν πυριῶν ἐπιθέσει. ἐπιγενομένων δὲ τῶν ἱδρώτων ἀποσπογγιοῦμεν ὀξυκράτῳ καὶ διάκλυσμα ψυχρὸν δώσομεν καὶ καταρροφεῖν ἐπιτρέψομεν ἀκραφναῖς, ἐπιθέμασι δὲ στυπτικοῖς χρίσομεν ταῖς δι’ ὀξυμέλιτος ὠμαῖς λύσεσι προσβαλόντες μετὰ στυπτηρίας ὑγρᾶς καὶ ἀκακίας καὶ ὑποκυστίδος. ποιεῖ δὲ καὶ τὸ τῶν σιτίων δι’ ὀξυκράτου ἀφεψημένου μετὰ ἀλεύρου κριθίνου καὶ δι’ οἰνάνθης. παραμενούσης δὲ τῆς κάτω κοιλίας καὶ ἐμέτων ἐκκρίσεως προσβλητέον καὶ σικύας στομάχῳ τε καὶ τοῖς λοιποῖς τῆς κοιλίας μέρεσι (προσβλητέον). περιψυχομένων δὲ τῶν ἄκρων καὶ τῶν σφυγμῶν ἐνδιδόντων ὑπαλείψαντες ἐλαίῳ θερμῷ ταῦτα καὶ τὸ πρόσωπον (ὑπαλείψαντες ἐλαίῳ θερμῷ) καὶ προσκλύσαντες γαλακτώδεσι θρέψομεν χόνδροις ἐξ ὕδατος ἢ ὑδρομέλιτι ἢ μηλόμηλι παλαιὸν διδόντες ἢ πλυτὸν ἄρτον ἢ ᾠὰ τρομητά. τὸ δὲ ποτὸν μετὰ πολλῆς τῆς τροφῆς προσφερέσθωσαν. εἰ δὲ ἐπὶ πλέον κακουμένης τῆς δυνάμεως ἵδρωτες ἐπιγίνονται, δοτέον αὐτοῖς καὶ τὸν ἐκ κράματος χόνδρον καὶ ἄρτον. προσφερέσθωσαν δὲ καὶ κρέη καὶ νεοττοὺς ὀρνίθων καὶ περιστερῶν καὶ πέρδικας καὶ φασιανούς. ποτὸν δὲ ἔστω ψυχρὸν ἐξ οἴνου. πρὸς δὲ τοὺς ῥευματισμοὺς τοῦ στομάχου τά τε προειρημένα καταπλάσματα προσοίσομεν καὶ σικύας μετὰ πολλοῦ πυρὸς ἐπὶ πολὺν δόντες χρόνον καὶ τρίψεις τῶν ἄκρων. τὰς δὲ συνολκὰς τῶν ἄκρων ἐμβροχαῖς ταῖς δι’ ἐλαίου μετ’ ἐρίων καὶ διακρατήσει χειρῶν παρηγορήσομεν. |
| 13 (50) [55] | εἰ δὲ ἐπιμένοιεν διοχλούσης, τοῖς διὰ καστορίου συναλείμμασι χρησόμεθα. παυσαμένης δὲ τῆς προειρημένης χολέρας τῇ ἑξῆς συναλείψαντες καὶ θρέψαντες ἀναρρώσομεν. μετὰ δὲ τὴν διάτριτον μηδενὸς κωλύοντος ἐπὶ βαλανεῖα καὶ τὴν ἀκόλουθον ἀγωγὴν ἄξομεν. κε. |
| 14 [45] | Εἰλεοῦ αἰτία Ὁμοίως καὶ τὸν εἰλεὸν συμφώνως εἶπον οἱ ἀρχαῖοι γίνεσθαι· ἔμφραξιν γὰρ εἶναι τῶν ἐντέρων ἤτοι ὑπὸ σκληρῶν σκυβάλων ἢ φλεγματικῶν καὶ πεπηγότων ὑγρῶν ἢ ὑπὸ ἰλίγγων συστραφέντων ἢ διὰ φλεγμονήν. ὁ δὲ Διοκλῆς ἰδίως καὶ κατὰ ἀπόστημα γίνεσθαι, Πραξαγόρας δὲ κατὰ πλήρωσιν τοῦ τυφλοῦ ἐντέρου καὶ κατάσπασιν τῶν ἐντέρων, ἐφ’ ὧν ὁ εἰλεός. Εἰλεοῦ σημεῖα. Τοῖς δὲ εἰλεωδῶς ὀχλουμένοις συνεδρεύει πόνος μετὰ στρόφου καὶ διὰ τρόμου οὐδαμῶς στηρίζων, ἐπιπορευόμενος δὲ εἰς ὅλον τὸ ὑπογάστριον καὶ κατ’ ἐλαχίστου χρόνου οἱονεὶ δηκτικώτερον ἐπιπίπτων τείνει τὸ ἐπιγάστριον. τῶν ἐν τῇ διαθέσει περικύρτων μάλιστα ὑποχονδρίων ἀποκρατοῦνται μετὰ τῶν ἄλλων ἀποκρίσεων φῦσαι καὶ εἰ διέλθοιεν [δὲ] τινές, κουφίσουσιν. οὐκ ἐκδίδοται δὲ οὐδὲ κόπριον ὡς ἐπίπαν οὐδὲ ἐνέματος ἐνεθέντος, ἀλλ’ αὐτὸ μόνον κεχρωσμένον ἀποδίδοται. ἐπιτεινομένων μέντοι τῶν χρόνων ἐξ ἄρθρων δοκοῦσι λύεσθαι τῶν κατὰ γλουττοὺς καὶ ἐξ αὐτῶν τῶν πλευρῶν. ἀνατρέπεται δὲ καὶ στόμαχος καὶ ἀπορριπτοῦσι κατ’ ἀρχὰς μὲν φλεγματώδη, ὕστερον δὲ καὶ χολώδη, εἶτα πρὸς τὸ κινδυνεύειν ὄντες καὶ περίττωμα. δεινὴ παρ’ ὅλων ἀνορεξία, εἰ δὲ καὶ προΐοι τὸ κακόν, ἀμαύρωσις σφυγμῶν καὶ ἀναπνοῆς, περίψυξις καὶ μελασμὸς ἄκρων τοῖς ἤδη παντάπασιν ἀσώτως ἔχουσιν. οἱ κουφισμοὶ δὲ τῶν εἰρημένων τὴν ἐπὶ τὸ βέλτιον σημαίνουσι μεταβολήν. πολλάκις δὲ καὶ κοιλία ὅμοια γλοιῷ ἀφοδεύουσα λύσιν ἤνεγκε τοῦ πάθους. Εἰλεοῦ θεραπεία. Ὁ δὲ εἰλεὸς πάθος ὀξύτατον καὶ ἐπώδυνον καθεστηκώς, ἐπάγων δὲ καὶ τὸν κίνδυνον οἴκτιστον· οἱ γὰρ διακρατηθέντες ἐπὶ διαχωρημάτων ἐμέτοις τελευτῶσι. ποικίλης δὲ καὶ οὐκ ἀτόλμου τῆς θεραπείας δεῖται ἅτε καὶ ὑπὸ διαφόρου αἰτίας γινόμενος. τοὺς μὲν οὖν μείρακας καὶ τοὺς ἀκμάζοντας φλεβοτομητέον ἀνυπερθέτως, ἔτι δὲ καὶ τοὺς πρεσβύτας, εἰ ἐπιδέχοιντο, εἰ δὲ μὴ τὰς 〈κατὰ〉 κατασχασμὸν σικύας ἐπὶ τούτων παραληπτέον, παραληπτέον δὲ ἐπὶ πάντων καὶ τὰς διασφίγξεις προανατεθερμασμένων τῶν ἄκρων. τὰς δὲ ὀδύνας παρηγορητέον πυρίᾳ δι’ ἐλαιοβρόχων ἐρίων συναφεψημένου κυμίνου ἢ πηγάνου. εἰ δὲ ἐμμένοιεν, καταπλάσσομεν ταῖς διὰ κυμίνου ὠμαῖς λύσεσι καὶ ταῖς διὰ τῶν τοιούτων σπερμάτων. ὑπάξομεν δὲ καὶ τὴν κοιλίαν βαλάνοις ταῖς διὰ πηγάνου. καὶ καταπλαστέον τὰ περὶ τὴν ἕδραν μιγνυμένου κυμίνου καὶ μέλιτος. εἰ δὲ ἐπιμένοιεν οἱ πόνοι, ἐγκαθιστέον εἰς θερμὸν ὑδρέλαιον φροντίζοντας τῆς εὐαρεστήσεως. τροφὴν δὲ μετὰ τὴν πρώτην δοτέον ῥοφήματα καὶ πόλτους καὶ ᾠὰ ἢ τὸν διάβροχον ἄρτον κατὰ τὰς ἡμερινὰς εὐαρεστήσεις φεύγοντας ἐπὶ πάντων τοὺς παροξυσμούς. ἐπιμενόντων δὲ τῶν πόνων ποικίλη ἔστω ἡ προειρημένη θεραπεία, ὁτὲ μὲν ἀπὸ πυριάσεων, ὁτὲ δὲ ἀπὸ καταπλασμάτων. πυριαστέον δὲ τὴν ἕδραν, ὁτὲ μὲν διὰ σπόγγων ἢ ἀγαθίδων ἢ ὀστράκων ἢ βολβῶν σὺν ἐλαίῳ, καὶ τρίψας δι’ εὐβαφίας χειρῶν προηλλαγμένων ἐπιτελουμένης. |
| 14 (50) [90] | προσεπιθλιπτέον δέ, εἰ εὐάρεστον εἴη. μετὰ ταῦτα σκεπάσομεν κυπρίναις κηρωταῖς πηγάνου καὶ στέατος χηνὸς συνεμβαλλομένου. ἐγκειμένων δὲ τῶν ἀλγημάτων ἐπὶ μὲν τῶν τελεωτέρων παίδων τοῖς διὰ πηγάνου καὶ ἐλαίου χριστέον ἐνέμασιν, εἰ δὲ ἀνέχοιντο, καὶ σικυῶν προσβολαῖς μετὰ ἀμύξεως. ἐπὶ δὲ τῶν μειζόνων μικτέον κηρωταῖς τὰς κοιλιακὰς δυνάμεις. καὶ σκεπαστέον τὰ μέρη. ἐπὶ δὲ τῶν κειμένων τῷ κινδύνῳ μετὰ τὴν πρώτην διάτριτον ἐνετέον τὸ διὰ πηγάνου καὶ κυμίνου σὺν ἐλαίῳ ἀφέψημα καὶ ἀψίνθιον ἢ ὀποπάνακος καὶ χαλβάνης ἢ ὀπίου δραχμὴν μετὰ τήλεως ἀφεψήματος ἢ ἀσφάλτου λείας δραχμὰς δʹ μετὰ ἐλαίου κυάθων ὀκτώ. τούτῳ δὲ τῷ ἐνέματι οἶδα προσμαρτυροῦντας πολλοὺς ἐπὶ τῶν ἤδη κόπρια ἐμούντων. εἰ δὲ τὴν ἔκκρισιν θέλομεν παρορμίσαι, καταπλάσσομεν τοῖς μὲν δι’ ἀσφάλτου· νίτρον καὶ ὕδωρ· τοῖς δὲ διὰ πηγάνου, ἀψινθίου καὶ τῶν ἄλλων· ἅλας. εἰ δὲ δριμυτέρου χρῄζομεν ἐνέματος, ἀφεψημένῃ ῥίζῃ σικύου προσβλητέον κόκκου Κνιδίου ὅσον τοῖς τρισὶ δακτύλοις λαβεῖν ἔστι καὶ σμύρνης δραχμὴν μίαν καὶ μέλιτος τὸ ἀρκοῦν. κατεχομένων δὲ τῶν κλυσμῶν κομιστέον διὰ βαλάνου. ἀρίστη δὲ καὶ ἡ διὰ κυμίνου καὶ νίτρου καὶ πηγάνου μετὰ μέλιτος. εἰ δὲ μὴ ὑπακούσειε, τῇ τῶν εὐτόνων καθαρτικῶν ἐπάξομεν πολυωφελοῦς τῆς ἐντεῦθεν ἐσομένης ἐπικουρίας. τὰς δὲ διὰ τῶν ἐνεμάτων πυρίας πρὸ τῆς τροφῆς καθ’ ἡμέραν παραληπτέον καὶ προποτιστέον δι’ οἴνου ἀψινθίου μετὰ κυμίνου ἢ πάνακος δι’ ὕδατος· ἢ καστόριον καὶ ἄνισον καὶ πέπερι μετὰ ὀξυμέλιτος, τριώβολον δὲ ἔστω ἕκαστον. εἰ δ’ ἐπιμένοιεν ἡ διάθεσις, κολλητέον σικύας καθ’ ὅλου τοῦ ἐπιγαστρίου πειθηνίως μετὰ ἀμύξεως. ἔπειτα ἐμβροχαῖς παρηγορητέον. εἰ δὲ πρὸς ταῦτα μὴ ὑπείκοι, προποτιστέον ἀντιδότοις τῇ θηριακῇ καὶ τῇ διὰ τριῶν πεπέρεων καὶ κωλικοῖς δὲ τῷ πολυαρχίῳ σκεπαστέον τήν τε κοιλίαν καὶ τὴν ὀσφύν. τὰς δὲ τροφὰς μετὰ τὴν διάτριτον καθ’ ἡμέραν προσοίσομεν ἀδιοικήτους. ἐν δὲ τοῖς μεγίστοις βοηθήμασι θετέον καὶ τὴν εἰς τὸ θερμὸν ἔλαιον ἔμβασιν. εἰ δὲ αἱ τροφαὶ οὐ κατέχοιντο, δοτέον καὶ τὸν ἐκ ψυχροῦ ἄρτον καὶ τρομητὰ ᾠὰ καὶ ὀπωρῶν τὰ εὐστόμαχα· μῆλα κυδώνια καὶ ῥοιὰς καὶ τὰς ἐκ κίθρας σταφυλάς. εἰ δὲ ἀπορρίπτεται, καὶ ἐκ δευτέρου δοτέον. προσφερέσθωσαν δὲ καὶ οἶνον διὰ ψυχροῦ· γενομένων δὲ τῶν ὅλων ἐν μεταβολῇ τάχιον ἐπὶ βαλανεῖα καὶ οἴνους ἀκτέον. ἀκριβὴς δὲ ἡ ἀνάληψις ἐπὶ τούτων παραλαμβανέσθω. Κωλικῶν αἰτία. |
| 15 [45] | κε. κϛ Τῆς κωλικῆς διαθέσεως οἱ μὲν ἀρχαῖοι οὐκ ἐμνήσθησαν, ἔνεστι δὲ αὐτοῖς ἡ αἰτία· ἤτοι φλεγμονὴ τοῦ κώλου ἢ ἐν τούτῳ τῶν παχέων πνευμάτων μονή, ὑφ’ ὧν περιδιατεινόμενον ἀλγήματα παρέχει· κατ’ ἀμφότερα δὲ τὰ μέρη τοῦ σώματος γίνεται, ὅτι καὶ τὸ κῶλον εἴς τε τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ παρήκει. Κωλικῶν σημεῖα. Τοῖς δὲ κωλικοῖς συνεδρεύει πόνος ἐντέρων, βορβορυγμὸς σὺν τῷ τὴν κοιλίαν ἐστεγνῶσθαι ὥστε μηδὲ πνεῦμα διαφορεῖν. ἐπέχονται δὲ καὶ ἐρεγμοὶ καὶ ἐπιγάστριον διατείνεται, αὐξανομένου δὲ τοῦ πάθους αὔξονται καὶ οἱ πόνοι μετὰ διατάσεως σφοδρᾶς ὡς τὰς λαγόνας δοκεῖν ῥήγνυσθαι καὶ φαντασίας ἔχειν 〈καὶ〉 διΐστασθαι τοὺς σπονδύλους, ὁτὲ καὶ πυρετὸς αὐτοῖς παρακολουθεῖ καὶ ἀνορεξία καὶ δίψα. ἀγρυπνία καὶ ῥιπτασμὸς καὶ κεφαλῆς πόνος, ἐνίοις δὲ καὶ παρακοπὴ καὶ στομάχου ἀνατροπὴ ὥστε καὶ χολὴν παντοίαν ἐμεῖν, πρὸς δὲ τὸ τελευταῖον καὶ περίττωμα. διορίζεται δὲ πρὸς χρόνον πλευρᾶς ἄλγημα τῷ τε ψόφῳ καὶ βορβορυγμῷ. καίτοι κρόμμυα καὶ σκόροδα ληφθέντα κῶλον μὲν παροξύνει, πλευρὰς δὲ κουφίζει. Κωλικῶν θεραπεία. Τῶν δὲ κωλικῶν κατὰ μὲν τὰς ἀρχὰς ὡς πρὸς ὀξὺ πάθος ἱστάμενοι παρηγορήσομεν τοὺς παροξυσμοὺς ταῖς τῶν ἄκρων διασφίγξεσι καὶ πυρίαις ταῖς δι’ ἐλαιοβρόχων ἐρίων ἢ κύστεων ἢ φακῶν καὶ ταῖς δι’ ὠμῶν λύσεων καταπλάσμασι προσεμβεβλημένου κυμίνου ἢ πηγάνου ἤ τινος τῶν θερμαντικῶν σπερμάτων καὶ ἐνέμασι τοῖς διὰ πηγάνου. κατὰ δὲ τὰ διαβλήματα σκεπάσομεν τὸ ὑπογάστριον ἐρίῳ ἐλαιοβρεχεῖ διὰ πηγάνου ἢ κηρωτῆς τῆς δι’ αὐτοῦ πεποιημένης. σικύαις δὲ χωρὶς ἀμύξεως ἐπὶ τούτων χρησόμεθα πολλοῦ πυρός. πλείστη γὰρ ἀπ’ αὐτῶν ἀνακύπτει ὠφέλεια. ἁρμόττει δὲ καὶ ἡ τῶν ἐνεμάτων συνεχὴς προσφορά. εὐδοκιμοῦσι δὲ καὶ αἱ πυρίαι καὶ αἱ ἀνώδυνοι δυνάμεις, ἃς δὴ δοτέον περὶ τὴν ἑσπέραν ἢ τοὺς ἐπείξαντας καιρούς. ἀρίστη δὲ καὶ ἡ θηριακὴ καὶ ἡ δι’ εὐφορβίου κωλικὴ μετὰ ψυχροῦ κατὰ τοὺς παροξυσμοὺς διδομένη. κινδυνεύοντος δὲ τοῦ πάθους εἰς εἰλεὸν μεταπεσεῖν προσβλητέον μετὰ κατασχασμοῦ σικύας. τροφαὶ δὲ λιταὶ καὶ εὐδιοικοίκητοι καὶ θερμαὶ ἔστωσαν. παρακμάσαντος δὲ τοῦ πάθους ἐπὶ βαλανεῖα καὶ οἴνους ταχὺ ἀκτέον. ἔστω δὲ ἀκριβὴς ἡ μετὰ ταῦτα ἀνάληψις. ἐν δὲ ταῖς περιόδοις τοῦ πάθους ἐγκριτέα τὰ πρῶτα ἡσυχίαν τε καὶ ἀσιτίαν, ὑπακτέον δὲ καὶ τὴν κοιλίαν ἢ βαλάνοις ἢ κλυσμοῖς ἢ ἄλλῳ εἴδει τῶν ἠρέμα καθαιρόντων. ὠφελεῖ δὲ καὶ ἡ διὰ τῆς ἱερᾶς κάθαρσις διὰ πλειόνων χρόνων παραλαμβανομένης. λύει γὰρ τὴν περὶ τὸ κῶλον κατασκευὴν ὑπάρχουσαν. δριμυφαγέτωσαν δὲ διά τινων ἡμερῶν καὶ τοὺς ἀπὸ δείπνου ἐμέτους παραλαμβανέτωσαν. ἔστω δὲ καὶ ἡ ἀνάληψις γυμναστικὴ ἐπ’ αὐτῶν διά τε αἰώρας καὶ περιπάτων καὶ ἀναφωνήσεων καὶ τρίψεων διά τε ἑτέρων καὶ δι’ ἑαυτοῦ γινομένων καὶ πνεύματος κατοχή. χρησόμεθα δὲ ἐπὶ τούτοις καὶ δρώπακι ἐν ἡλίῳ ἢ ὑποκαύστοις ἀλειπτηρίοις. ὠφέλιμοι δὲ οἵ τε διὰ νίτρου καὶ νάπυος φοινιγμοί, αἱ ἐμβάσεις θερμότεραι καὶ τὰ αὐτοφυῆ τῶν ὑδάτων, μάλιστα τὰ θειώδη καὶ τὰ ἐπὶ Ῥώμης ψυχρὰ καλούμενα ἄρβουλα. |
| 15 (50) [55] | ἀρίστη δὲ καὶ 〈ἡ〉 δι’ ἄμμου πυρία καὶ ἡ διὰ θαλάττης νῆξις. ἐπιμένοντος δὲ τοῦ πάθους καὶ οἱ διὰ ῥαφανίδων ἔμετοι παραλαμβανέσθωσαν. πρὸς δὲ τὴν παντελῆ ἀποκατάστασιν χωρητέον καὶ ἐπὶ τὴν δι’ ἐλλεβόρου κάθαρσιν, μεθ’ ἣν μεταβολαῖς ἀέρων καὶ ταῖς διὰ θαλάττης ἀποδημίαις χρήσθωσαν. Σατυριάσεως αἰτία. |
| 16 [30] | κε. κζ Ἡ δὲ σατυρίασις ἔντασις οὖσα τῶν σπερματικῶν ἀγγείων καὶ τοῦ τραχήλου καὶ τοῦ καυλοῦ καὶ τοῦ αἰδοίου γίνεται διά τινα μερικὴν φλεγμονὴν καὶ σπασμὸν ἅτε ὑποπιπτόντων καὶ τούτων τῇ προαιρετικῇ κινήσει ὑπὸ τὸν τόπον. Σατυριάσεως σημεῖα. Σατυριάσει δὲ παρέπεται ὄρεξις σφοδρὰ καὶ οἰστρώδης πρὸς ἀφροδίσια μετὰ παρακοπῆς 〈καὶ〉 τοῦ μορίου ἐντάσεως πόνου τε καὶ κινδύνου. Σατυριάσεως θεραπεία. Τοὺς δὲ σατυριάσει ἁλόντας φλεβοτομητέον καὶ τὴν κοιλίαν ὑπακτέον δριμεῖ κατακλυσμῷ καὶ τηρητέον μέχρι διατρίτου ἐν ἀσιτίᾳ. ἐμβρεκτέον δὲ καὶ τὸ ἦτρον καὶ τὰ ἰσχία καὶ τὰ αἰδοῖα οἰσυπηροῖς δι’ οἰνελαίου τά τε ὑπερκείμενα διαδετέον καὶ δίψαν ἐπισχετέον. μετὰ ταῦτα τροφὴν δοτέον σιτώδη ὀλίγην καὶ ποτὸν ὕδωρ μέχρι τῆς ιδ παρὰ μίαν τρέφοντας. κατὰ δὲ τοὺς παροξυσμοὺς ἐγκαθιστέον εἰς ὑδρέλαιον θερμὸν ἔχον τῶν χαλαστικῶν τι καὶ καταντλητικῶν ἐπὶ πλέον καὶ πυρίαις πρὸς αὐτοῖς ἢ καταπλάσμασι τοῖς δι’ ὠμῆς λύσεως. ἐπιμένοντος δὲ τοῦ πάθους σικυαστέον μετὰ ἀμύξεως καὶ βδελλιστέον. τὴν διάνοιαν ἀπάξομεν ἀσώτων καὶ συνουσίας ἐννοιῶν, διαλογισμοὺς αὐτοῖς περὶ ἀναγκαίων πραγμάτων παρεχόμενοι. ἐπιμενούσης δὲ τῆς ὀχλήσεως καθαρτέον εὐτόνως καὶ πάλιν σικυαστέον μετὰ ἀμύξεως καὶ βδελλιστέον. ἀνάγκη δὲ διὰ τὴν ἀπόκρισιν χαλασθῆναι τὴν περὶ τοῖς μορίοις φλεγμονήν. ἐνδόσεως δὲ γενομένης τάχιον ἐπὶ βαλανεῖα καὶ κηρωτὰς καὶ τὰς ἀφλεγμάντους δυνάμεις χωρήσομεν κατὰ τὰς παρακμὰς καὶ τὰ αὐτοφυῆ τῶν ὑδάτων παραλαμβάνοντες. ἡ μὲν οὖν τῶν ὀξέων πραγματεία τοιαύτη τις οὖσα τέλος ἐχέτ ω . ἔχομεν δὲ καὶ τὴν τῶν χρονίων συναγωγὴν μετιένα ι . |