eul_wid: qao-ac
DOI 10.5281/zenodo.20335421

Aretaeus the Cappadocian Treatment of Chronic Diseases in Greek

Treatment of Chronic Diseases is a medical treatise composed in Ionic Greek by the physician Aretaeus of Cappadocia, who is believed to have practiced in the 1st century CE. It stands as one of his two major surviving works, functioning as the therapeutic counterpart to his other book, which details the causes and symptoms of diseases. The text is systematically organized into four books, each methodically outlining treatments for specific long-lasting illnesses. These encompass a wide range of conditions, from diseases of the head and mental disorders to afflictions of the respiratory system, abdomen, joints, and skin. Aretaeus writes in a refined, archaic style deliberately modeled on that of Hippocrates, lending his work a classical authority.

The treatise embodies the principles of the Pneumatist school of medicine, to which Aretaeus adhered, emphasizing the critical role of pneuma (spirit or air) and the balance of bodily qualities in maintaining health. Modern scholarship identifies his primary audience as fellow practitioners and medical students, and his writing is particularly celebrated for its exceptionally vivid and precise clinical descriptions of ailments such as diabetes and asthma. The text was preserved through the centuries within the Byzantine scholarly tradition but was lost to Western Europe until a single manuscript was rediscovered in Italy during the mid-16th century. This relatively late rediscovery resulted in the work surviving in a remarkably complete and well-preserved state, largely free from the layers of corruption and interpolation common in many ancient texts that underwent repeated copying over the medieval period.

1.1 ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΧΡΟΝΙΩΝ ΝΟΥΣΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ Α. Προοίμιο ν .
1.1.1 Ἐν τῇσι χρονίῃσι νούσοισι ἡ ἀμβολὴ τῆς ἰητρείης κακόν· ὑπ’ ἀμβλακίης γὰρ ὀκέλλει ἐς ἀνήκεστα πάθεα. φύσις ἄρ’ ὡδὶ ἴσχει ὡς μὴ ῥηϊδίως ἀποφοιτῆσαι, ἢν ἐσβάλῃ ἅπαξ. ἢν δὲ καὶ ἐκδηθύνῃ, χρόνῳ καρτερὰ ἔσται καὶ ξυναποθνῄσκειν γίγνεταί κοτε. καὶ τὰ σμικρὰ μεζόνων ποιέεται διαδέξιας· κἢν τὸ πρόσθεν ἐς κίνδυνον ἀσινὲς ᾖ, ὁ τόκος τῶνδε γίγνεται ὀλέθριος.
1.1.2 χρὴ ὦν μήτε τὸν νοσέοντα σιγῆν αἰδοῖ τοῦ ἐλέγχου τῆς νούσου μηδὲ ὑποδιδρήσκειν δέει τῆς ἰητρείης, μήτε τὸν ἰητρὸν καταμβλακεύειν· ἄμφω γὰρ ἐς τὸ ἀνήκεστον ξυνᾴδει. μετεξέτεροι δὲ τῶν καμνόντων ὑπ’ ἀγνωσίης τε τῶν παρεόντων καὶ τῶν αὖθις ἐσομένων ἐς τέλος ξυνδιαιτέονται τῇ νούσῳ. ἐπὶ γὰρ τοῖσι πλείστοισι οὔτε ὀλλυνέονται οὔτε ὀρρωδέουσι θάνατον. διὰ τάδε ὦν ἰητρῷ σφέας αὐτοὺς οὐδ’ ἐπιτρέπουσι. πίστις δὲ τουτέων κεφαλαίη, ἧς ἀμφὶ πρότερον φράσω. Θεραπεία κεφαλαίης.
1.2.1 Κεφαλὴ δὲ ὁκόσον ἐς ζωὴν ἀναγκαῖον, τοσόνδε νούσῳ χαλεπωτάτη. καὶ τῶν ἀμφὶ τήνδε νούσων ἡ μὲν ἐσβολὴ εὐπαθὴς ἐπὶ σμικρῷ ἄλγεϊ καὶ ἤχοισι ὤτων καὶ βάρεϊ· εἰ δὲ αὔξησιν προσλάβοι, καὶ τὰ τέλη ὀλέθρια. μὴ ὦν μηδὲ τὰ σμικρὰ ὑπερορῆν ἄλγεα· σμικροῖσι γὰρ καὶ τοῖσι ἄκεσι μετεξετέροισι ἰήθη. ἢν δὲ πρόσω μὲν ἥκῃ χρόνου (μέζω γὰρ προσεπιγίγνεται ἄχθεα), τάμνειν τὴν ἐπ’ ἀγκῶνι φλέβα· πρόσθεν δὲ δυοῖν ἡμέραιν οἶνον πιπίσκειν. ξυντεκμαιρόμενον δὲ τὴν δύναμιν τὸ πλῆθος ἀφαιρέειν.
1.2.2 ἄρι‐ στον δὲ μὴ ἐσάπαξ, ὡς ἡ δύναμίς τε ἀνέχηται τὴν πληθὺν τῆς ἀφαιρέσιος, ξυνεχές τε τοῖσι αὐτέοισι μοχλεύηται ἡ νοῦσος. ὧδε μέντοι πάσῃσι τῇσι χρονίῃσι νούσοισι ξυνῳδόν. με‐ σηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἁδροτέρως διαιτᾶν. ἔπειτα τὴν ἱερὴν τὸ καθαρτήριον ξὺν μελικρήτῳ πιπίσκειν· ἀπάγει γὰρ μάλιστα ἥδε ἀπὸ τῆς κεφαλῆς τῆς νούσου τὴν τροφήν. πλῆθος δὲ τοῦ φαρμάκου, ὁκόσον τέσσαρες ἢ πέντε ὁλκῆς δραχμαί· κἢν εὖ καθαίρηται, λούειν τε καὶ οἶνον διδόναι καὶ τὴν δύναμιν αὔξειν. ἔπειτα αὖθις τάμνειν φλέβα τὴν ἐπὶ τῷ μετώπῳ τὴν ὀρθήν· καιριωτάτη γὰρ ἥδε ἡ ἀφαίρεσις.
1.2.3 τὸ δὲ πλῆθος ὅσον κοτύλης ἢ σμικρῷ πλεῖον. λύειν τε μὴ περαιτέρω· κενεαγγέειν γὰρ οὐ χρή. ἔπειτα τὰς κόμας ξυρῷ ἀφαιρέοντα σικύην τῇ κορυφῇ προσβάλλειν προτέρην· τὴν δὲ ἑτέρην [τὴν] με‐ σηγὺ τῶν ὠμοπλατέων ἐρείδειν ἀναίμακτον, σχάζειν τε τὴν ἐπὶ τῆς κορυφῆς ἀφειδέως ἔς τε πλήθεος ὁλκὴν καὶ ἐς τὴν τοῦ βάθεος ἐντομήν· κεφαλαίῃ γὰρ τὰ μέχρις ὀστέων ὀνίνησι ἰήματα. ἢν δὲ ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, τὰς ἀρτηρίας ἐκτάμνειν.
1.2.4 διπλαῖ δέ, αἱ μὲν κατόπιν εἰσὶ ὤτων, σμικρόν τι προσωτέρω, δῆλαι δὲ ταῖς διασφύξεσι· αἱ δὲ τοῦ ὠτὸς ἐς τοὔμπροσθεν, αὐτῶν πλησίον· παράγεται γὰρ τῷ ἀντιτράγῳ· ἀτὰρ καὶ αἵδε δῆλαι διασφύξεσι. τάμνειν δὲ πρὸς τοῖσι ὀστέοισι τὰς μέζονας· αἵδε γὰρ ὀνηϊσταί. ἐπικέανται καὶ ἕτεραι ἑκάστῃσι κάρτα λεπταί, ἃς οὐδ’ ὄφελος ἐκτάμνειν. ὁ δὲ τρόπος ἐν τῇσι χειρουργίῃσι λέλεκται. μετὰ δὲ τὸ ἄκος κεφαλαίῃ τε καὶ ἐπιληψίῃ καὶ σκοτώμασι καὶ ξυμβλήδην ἁπάσῃσι τῇσι τῆς κεφαλῆς νούσοισι.
1.2.5 ἐπὶ πᾶσι δὲ φλέγμα ἄγειν χρὴ προκενώσαντα τὴν γαστέρα ἢ καταπότῳ ὑπηλάτῳ ἢ κλυσμῷ· ἄλλοτε μὲν ἐκ ῥινῶν πταρμικοῖσι, ἄλλοτε δὲ διὰ στόματος τοῖσι ἄγουσι φλέγμα. εἴδη δὲ πταρμικῶν μὲν πέπερι, στρουθίου ἡ ῥίζα, κάστορος [τοῦ] ὄρχις· τάδε καὶ ξυνῇ· ἐς λεπτὰ δὲ κόψαντα καὶ σήσαντα καλάμῳ ἐμφυσῆν ἢ καυλῷ πτεροῦ χηνὸς παχέϊ. ἀγωγότερον δὲ τῶνδε καὶ βιαιότερον εὐφόρβιον ξύν τινι τῶνδε μειχθέν· ἀτὰρ καὶ ἐλαίοισι δὲ μίσγεται γλευκίνῳ, σικυωνίῳ ἢ τῷ ἀπὸ στύρακος μύρῳ.
1.2.6 ὑγρὸν δὲ γίγνεται κάρτα ὡς ἔγχυτον· ἐγχεῖται δὲ διὰ τοῦ ῥινός γ’ αὐλοῦ. δίδυμοι δὲ οἵδε, ξυμφυέες ἀπὸ μιῆς ἐκροῆς, ὡς ἐσάπαξ ἀμφοτέροισι ἐγχεῖν· οὐ γὰρ ἀνασχετὸν ἡ διάστασις ἑκατέρου μυκτῆρος ἰδίῃ καὶ ἰδίῃ· πίμπραται γὰρ ἡ κεφαλὴ αὐτίκα καὶ δριμὺ ἄλγος αἱρέει. τὰ δὲ διὰ τοῦ στόματος ἄγοντα φλέγμα, σίνηπι, κόκκος ὁ τῆς κνίδης, πέπερι, σταφὶς ἀγρίη· τάδε ξὺν ἀλλήλοισι καὶ ἰδίῃ.
1.2.7 ἐπὶ δὲ καὶ τῷ μασήσασθαι μὲν αὐτὰ καὶ τὸ πτύειν ξυνεχές ἐστι. καὶ ὕδατι ἢ μελικρήτῳ ἢ ὀξυκρήτῳ μείξαντα διδόναι, κλύζειν τε τὸ στόμα καὶ ἐς τὰ παρίσθμια παρώσαντα ἀνατάσει τοῦ αὐχένος τῷ τῆς ἐκπνοῆς πνεύματι κλύζειν. ἐπὴν δὲ ἐς ὅσον θέλεις τὸ φλέγμα ἀγάγῃς, λούειν καὶ καταιονεῖν τὴν κεφαλὴν κάρτα πολλῷ θερμῷ ὕδατι ἐς διαπνοήν· ἰσχυραὶ γὰρ γίγνονται σφηνώσιες.
1.2.8 δεῖπνον εὐτελές· ἔστω δὲ καὶ οἶνος ἐς ἀνάκλησιν τοῦ στομάχου· μάλα γάρ τοι καὶ ὅδε πονέει. ἐπὴν δὲ με‐ σηγὺ τὴν δύναμιν ἑδράσῃς, κλυσμῷ χρέω τῷ ξυνήθεϊ, λίτρου πολλὸν ἐμπάσσων ἢ ῥητίνης τῆς ἀπὸ τῆς τερμίνθου τοῦ δένδρεος ἐντήκων ὁλκῆς δραχμὰς δύο.
1.2.9 ἐς δὲ τὴν ἐπιοῦσαν ἡμέρην αἷμα τῆς ῥινὸς ἔνδον ἀφαιρέειν, ὡς εἴσω παρωθεῖται τὸ ὄργανον, κατιάδιον εὔμηκες, ἢ τὸ καλεόμενον στορύνη, ἢ εἴ τις ἐλλιπῶς πρὸς τάδε ἔχει, χηνὸς χρὴ πτεροῦ τοῦ καυλοῦ τοῦ παχέος ἀπογλύψαντα τάμνειν τὰ νεῦρα ἐς ὀδόντας, ὅκως πριστῆρα· καὶ τόδε ἐς ῥῖνα κατιέναι μέσφι τῶν ἠθμοειδέων, ἔπειτα ἀμφοτέρῃσι χερσὶ κινέειν, ὡς ξυγχαράσσοιτο ὑπὸ τῶν ὀδόντων ὁ χῶρος· ῥηϊδίη δὲ καὶ πολλὴ τοῦ αἵματος ἡ φορή· φλέβες γὰρ ἰσχναὶ τῇδε κραίνουσι καὶ τὰ σώματα μαλακὰ καὶ εὔτμητα.
1.2.10 ἔασι δὲ καὶ τοῖσι δημότῃσι πολλοὶ τῆς ἐγχαράξιος οἱ τρόποι καὶ βοτάνῃσι τρηχείῃσι καὶ φύλλοισι δάφνης ξηροῖσι, ἐνθέντες τάδε [ἢ] τοῖσι δακτύλοισι κινέειν εὐτόνως. κενώσαντα δὲ ὁκόσον χρή (ἔστω δὲ πλῆθος ἐς κοτύλης τὸ ἥμισυ) μάσσειν σπόγγοισι καὶ ὀξυκρήτῳ ἢ ξηρόν τι ἴσχαιμον ἐμφυσῆν, κηκίδα ἢ σχιστὴν στυπτηρίην ἢ βαλαύστιον.
1.2.11 ἢν δὲ ἐπὶ τουτέοισι ἡ κεφαλαλγίη μίμνῃ, ἤν κοτε ἀποπαύηται, αὐτὸν χρὴ ἐς τέλος ἥκειν τῆς ἰητρείης· φιλυπόστροφον γὰρ κακόν, καὶ ἐν ἕδρῃ ἷζον τὰ πολλὰ φωλεύει. χρὴ ὦν ἀφαιρέοντα τὰς κόμας ξυρῷ (καὶ γὰρ τόδε κεφαλῇ ὀνηϊστόν) καίειν πυρίῃσι καυτήρων, ἐπιπολῆς μὲν ἐς μύας· ἢν δὲ μέσφι ὀστέου ἐθέλῃς, ἀπάνευθεν καὶ τῶν μυῶν· μύες γὰρ καυθέντες ἔασι σπασμῶν προκλήσιες. κἢν μὲν ἐπιπολῆς καύσῃς, οἶνον εὐώδη λευκὸν ξὺν ῥοδίνῳ καταιονεῖν ἅλις. ὀθόνην δὲ χρὴ τέγξαντα ἐπιπεταννύναι τῇσι ἐσχάρῃσι μέσφι ἡμέρης τρίτης.
1.2.12 ἢν δὲ βαθεῖαι ἔωσι αἱ ἐσχάραι, πράσου χρὴ κόμην ξὺν ἁλὶ τρίψαντα ἠδὲ ἐς ὀθόνην ἐγχρίσαντα τιθέναι· τῇ δὲ τρίτῃ κηρωτὴν ἐκ ῥοδίνου ἐπὶ τοῖσι ἐπιπολαίοισι ἢ φακὸν ξὺν μέλιτι ἐπὶ τῇσι βυθίοισι ἐσχάρῃσι τιθέναι. ὁκόσα δὲ ἐπὶ ὠτειλῇ φάρμακα, ἄλλῃ πῃ γεγράψεται. ἔταμόν τινες ὑπὲρ μέτωπον κατὰ τὴν στεφάνην τὸ δέρμα ἄχρις ὀστέου· καὶ τόδε ἐπιξέσαντες ἢ ἐπικόψαντες μέσφι διπλόης ἐς σάρκωσιν ἤγαγον. οἱ δὲ καὶ ἐσέτρωσαν τῷ ὀστέῳ μέσφι μήνιγγος. εὔτολμα δὲ τὰ ἄκεα· ἀλλὰ χρῆσθαι, ἢν ἐπὶ πᾶσι μὲν ἡ κεφαλαίη ἐπιμίμνῃ, ὁ δὲ νοσέων εὔθυμος ἢ ὁ τόνος τοῦ σώματος ἀγαθός.
1.2.13 ἢν ἐκ προσαγωγῆς ἔωσι, γυμνάσια ὀρθὰ ἐς στέρνα καὶ ὤμους, χειρονομίη, ἁλτήρων βολή, ἔξαλσις καὶ ἡ ξυνευπαίδευτος ἐν τούτοις ἀνείλησις· τρῖψις τὰ πρῶτα καὶ τὰ ὕστατα σκελῶν, κεφαλῆς δὲ ἐς μέσον. πιττοκοπίη τῷ ἐμπάττειν ξυνεχής· φοινίσσειν δὲ καὶ τὴν κεφαλήν, ἄλλοτε μὲν σίνηπι ξὺν ἄρτῳ διπλόῳ ἐγχρίοντα, ὡς μὴ ἀφόρητον εἴη τὸ πῦρ· ἄλλοτε δὲ φάρμακα ξυναλείφοντα, ὡς τὸ ξύνθετον τὸ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου καὶ πυρέθρου. ἔχει δὲ καὶ ἀνώδυνον περί τε τὸν ἐν καιρῷ πόνον καὶ ἐς μόχλευσιν τῆς ῥίζης τοῦ κακοῦ, θαψίης ὁ ὀπός· καὶ τὰ ξὺν τῇδε φάρμακα, ὁκόσα ἐσοιδαίνει τὸ δέρμα καὶ ἰόνθοισι ἴκελα ἐκφύει βλαστήματα.
1.2.14 δίαιτα δὲ ἡ μὲν ἐφ’ ἑκάστῳ τῶν ἀλγέων, λεπτή· ὀλιγοποτίη καὶ ὑδροποτίη ἐπίπροσθεν μάλιστα ἄκεός τινος. ξύμπαν δὲ δριμέων μὲν ἄφεξις, κρομμύων καὶ σκορόδων καὶ ὀποῦ τοῦ σιλφίου, σινήπιος δὲ μὴ πάγχυ· καὶ γὰρ τὸ δριμὺ αὐτέου πρὸς τῇ τοῦ στομάχου ἀρετῇ καὶ ἐς κεφαλὴν οὐκ ἄχαρι, φλέγμα χέον καὶ διαπνέον ἢ διελαῦνον κάτω.
1.2.15 ὀσπρίων κάκιστον κύαμος καὶ [ἐς] τὰ τοῦδε εἴδεα, πίσοι καὶ ὦχροι καὶ δόλιχοι· δεύτερον φακοί, οἵ γε ἔχουσι μέν τινας ἀρετὰς πέψιός τε καὶ ἐκκρίσιος, κεφαλῆς δὲ πλήσμιοι καὶ πόνου ποιητικοί· πλὴν ἑψηθέντες ξὺν πεπέρι οὐκ ἀποξενωτέοι. χόνδροι δὲ οἵ τε πλυτοὶ χαρίεντες ξὺν οἴνῳ καὶ μέλιτι ὅσον ἡδῦκαι καὶ τὸ ἐκ τουτέων ῥόφημα καὶ οἱ ξὺν ἁπλοῖσι ζωμοῖσι. καλοὶ γὰρ καὶ οἱ ἐν τῇ καρυκείᾳ καρποί, κάρου, κοριάνου, ἀνίσου, σελίνου· τουτέων δὲ κρέσσων ἡ ἡδύοσμος ἡ βοτάνη καὶ γλήχων πρὸς τοῖσι εὐώδεσι, ἴσχουσί τι καὶ οὔρων ἀγωγὸν καὶ φυσέων ἔξοδον.
1.2.16 κρεῶν δὲ πονηρὰ μὲν τὰ παλαιὰ πάντα· νεοσφαγῆ δὲ ἀλέκτορος, πτηνῶν ἡ φάσσα, ἡ πέλεια καὶ τὰ ἄλλα ὁκόσα μὴ μάλιστα πίονα, συῶν τὰ ἄκρεα, λαγωὸς [ὁ] ὀπτός· βοὸς δὲ καὶ ὄϊος παχῦνόν τε καὶ κεφαλῆς πλήσμιον· ἔριφος δὲ οὐ πάντῃ κακός, γάλα καὶ τυροὶ κεφαλαλγέες. ἰχθύων οἱ πετραῖοι ἠδὲ ὁκόσοι κατὰ χώρην ἄριστοι. λαχάνων δὲ ἑφθῶν μὲν ὁκόσα οὔρων καὶ κοιλίης ὑπαγωγά, μαλάχη, βλίτον, τεῦτλον, ἀσπάραγοι, δριμὺ δὲ καὶ κράμβη· ὠμὰ δέ, θριδακίνη πάντων ἄρι‐ στον. ῥίζαι δὲ πονηραὶ καὶ ἑφθαί, ῥαφανίδες, γογγυλίδες, σταφυλῖνοι, οὐρητικὰ μέν, πλήσμια δέ.
1.2.17 σίσαρον φυσῶδες μὲν καὶ στομάχου ἐπαρτικόν. οἶνος λευκός, λεπτός, γλυκὺς μὲν ἐγγεγράφθω, στύψιός 〈τι〉 ἔχων, ὡς μὴ ἴσχειν τὴν γαστέρα. τράγημα πᾶν κεφαλαλγές, πλὴν φοίνικες πάσης ἰδέης. σύκων δὲ ὀπώρη καὶ σταφυλὴ προσηνὲς καὶ ὅ τι ἂν ἐπὶ τῆς ὥρης ἄρι‐ στον. πλησμονὴ πάντων, καὶ τῶν ὠφελούντων, κακόν· κάκιον δὲ ἀπεψίη. κόποι ἀπεψίης μὲν ἀσινέστεροι, ἐπιβλαβέες δὲ καὶ οἵδε.
1.2.18 περίπατοι ἕωθεν ἐπὶ τῆς κοιλίης ἐκκρίσει· εὔπνοες δὲ 〈καὶ〉 εὔφοροι· ἄριστοι δὲ καὶ οἱ ἐπὶ τῷ δείπνῳ. αἰώρη μακρή, νήνεμος, ἀνήλιος τῇ κεφαλῇ· κακὸς γὰρ αὐτέῃ ὁ Σείριος. ὁμιλίη γυναικὸς κεφαλῇ, νεύροισι, κακὸν ἐπίσπαστον. ἀποδημίη ἐς θερμότερον ἀπὸ ψυχρῶν καὶ ἀπὸ ὑγρῶν ἐς ξηρότερον. ξύμφορος δὲ πλοῦς καὶ ἐν θαλάσσῃ διεξαγωγὴ τοῦ βίου. κἢν παράλιός τις ᾖ, ἀγαθὸν λούεσθαί τε τῇ ἅλμῃ ψυχρῇ καὶ νήχεσθαι 〈ἐν〉 τῇ θαλάσσῃ καὶ τῇσι ψάμμοισι ἐγκαλινδέεσθαι καὶ βιοτεύειν ἐς θάλασσαν· ἑτεροκρανίης ταὐτὰ ἄκεα.
1.2.19 ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόσφορα, τοισίδε πρὸς ἅπαν τῆς κεφαλῆς μέρος χρέεσθαι καλόν. ὁκόσοισι δὲ ἐκ τῶνδε ἄφυκτος ἡ νοῦσος, ἐλλεβόρῳ χρέεσθαι, τῇ ἐσχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ. Θεραπεία σκοτωματικῶν.
1.3.1 Καὶ ἐκ διαδέξιος μὲν κεφαλαίης γίγνεται σκοτοδινίη· ἀτὰρ καὶ αὕτη πρώτη ἐπ’ αἰτίῃσι φύεται, αἱμορροΐδων ῥόου ἐπισχέσει, κἢν ἀπὸ ῥινὸς αἷμα μὴ ῥέῃ πρόσθεν ῥέον ἢ μὴ διαπνέηται τὸ σκῆνος ἢ ἱδρῶτι ἢ πόνῳ πρόσθεν πονεύμενον. ἢν μὲν ὦν ἐπὶ τῇ κεφαλαίῃ ξυστῇ, τάδε χρὴ πρήσσειν ἐς ἴησιν, ὁκόσα ἐπὶ τῇσι κεφαλαίῃσι λέλεκται· τοῖσι δὲ καὶ βιαιότερον ἰῆσθαι χρὴ ἐς τέλος τῶν ἀκέων, ὕστερον φράσω. ἢν δὲ ἀπό τευ ἐπισχέσιος ὑγρῶν ἡ νοῦσος ἀποβῇ, τὴν ξυνήθεα ἔκκρισιν κινέειν· ὑγιεινὸν γὰρ τῆς φύσιος ἡ παλινδρομίη.
1.3.2 ἢν δὲ ἡ μὲν μέλλῃ, τὸ δὲ πάθος αὔξῃ, ἐπὶ μὲν τῇσι ἄλλῃσι ἐπισχέσεσι τῇσι διὰ ῥινὸς ἢ ἱδρώτων φλέβα τάμνειν τὴν ἐπ’ ἀγκῶνι· ἢν δ’ ἐπὶ ἥπατι πλημύροντι ἢ σπληνὶ ἤ τινι τῶν ἐν τοῖσι μέσοισι σπλάγχνων, ἀρῆγον ἡ σικύη. χρὴ δὲ ὁκόσον ἂν ἐκ φλεβὸς πολλὸν ἐκρέῃ, τοσόνδε ἐκ τῶνδε ἀφαιρέειν αἷμα· τόδε γὰρ τῆς προφάσιος ἡ τροφή, ὥσπερ δὴ καὶ γαστήρ.
1.3.3 ἐπὶ δὲ τῷδε τὰ τῆς κεφαλῆς ἄκεα ξυνάπτειν, φλέβα τὴν ἐπὶ τῷ μετώπῳ ὀρθὴν τάμνοντα, ἢ τὰς ἑκατέρωθεν τῆς ῥινὸς πρὸς τοῖσι κανθοῖσι· σικύην τῇ κορυφῇ προσβάλλειν, ἐκκόπτειν τὰς ἀρτηρίας, ξυρεῖν τὴν κεφαλήν, φοινίσσειν, φλέγμα ἄγειν διὰ ῥινῶν πταρμικοῖσι ἢ διὰ στόματος ὅκως ἔλεξα· ἅπαντα πρήσσειν ἐν κόσμῳ τῷ ἐπὶ τῇ κεφαλαίῃ εἰρημένῳ, πλὴν ὁκόσον κυκλαμίνου χυλὸς ἢ ἀναγαλλίδος ἔγχυτος ἐς τὴν ῥῖνα ἔχει τὴν πρόσθεσιν.
1.3.4 ἐπεὶ δὲ τῶν ἀμφὶ τὴν κεφαλὴν ἀκέων ἥκῃ ἐς τέλος, ὁκόσα βιαιότερα ἐς τοὺς σκοτώδεας, τάδε χρὴ πρήσσειν. ἐμέτοισι τοῖσι ἀπὸ δείπνου ἠδὲ τοῖσι ἀπὸ ῥαφανίδων χρέεσθαι, τὸ ἐκ τοῦδε δέον ἐστί, ἀτὰρ ἠδὲ ἐς ἐλλεβόρου παρασκευήν· μελετῆσαι γὰρ χρὴ τὸν στόμαχον ἐμέειν ἐπὶ τοῖσι δεινοτέροισι ἐμετηρίοισι· ἀτὰρ καὶ τὸ φλέγμα λεπτότερον νῦν γίγνεται καὶ ἐς τὸν ἐλλέβορον εὔχυτον.
1.3.5 ἐλλεβόρου δὲ δόσιες πλεῦνες, τοῖσι μὲν ἰσχυροτέροισι αἱ ῥίζαι ἐς μέγεθος ἄμης ἢ ὀλίγον ἁδρότερον τετμημέναι· ξὺν χόνδρῳ τε πλυτῷ ἢ φακῷ ἡ δόσις· σταθμὸς δὲ ὁλκῆς δραχμαὶ δύο. ἐπὶ δὲ τῶν ἀσθενεστέρων καὶ ἰσχνοτέρων τὸ ἕψημα ξὺν μέλιτι· μέτρον μυστίλαι δύο ἢ τρεῖς· τῆς δὲ ποιήσιος ὁ τρόπος ἄλλῃ πῃ λελέξεται. με‐ σηγὺ δὲ ἑκάστου ἄκεος ἐπανατραφέειν τὸν νοσέοντα ἐς τὴν τῶν μέσων ὑπομονήν.
1.3.6 ἀρήγειν δὲ καὶ ἐπὶ τοῖσι παροξυσμοῖσι ὧδε· διαδέειν μὲν τὰ σκέλεα ὑπὲρ σφυρὰ καὶ γούνατα, καὶ χειρὸς καρπούς τε καὶ βραχίονας ἔνερθε τῶν ὤμων πρὸς τοῖσι ἀγκῶσι. τέγξιες κεφαλῆς· ῥόδινον μύρον ξὺν ὄξεϊ, ἐνεψῆσαι δὲ χρὴ τῷ ἐλαίῳ ἕρπυλον ἢ σπονδύλιον ἢ κισσοὺς ἤ τι τοιόνδε. ἀνάτριψις ἄκρων καὶ προσώπου· ὄσφρη‐ σις ὄξεος, γλήχωνος, ἡδυόσμου, καὶ τάδε ξὺν ὄξεϊ. διάστασις τῆς γένυος· ἔσθ’ ὅπῃ γὰρ ἐρείδουσι τὰς γνάθους. γαργαλισμὸς παρισθμίων· ἐμέτου πρόκλησις. ἐπὶ γὰρ ἐκχύσει κοτὲ φλέγματος ἀνέγροντο ἐκ τοῦ ζόφου. τάδε μὲν ὦν ἐς τὴν τοῦ παροξυσμοῦ παρηγορίην καὶ σκέδασιν τοῦ ζοφώδεος.
1.3.7 διαίτης δὲ περὶ ἁπάσης τῆς ἐν τῇ θεραπείῃ καὶ τῆς ἐς αὖθις τάδε γιγνώσκω. ὕπνος πουλὺς 〈κακόν〉, κακὸν δὲ καὶ ἀϋπνίη· πουλὺς μὲν γὰρ ναρκᾷ τὰς αἰσθήσιας τῆς κεφαλῆς ἀτμῶν πλημύρᾳ· ὄκνος ἁπάσης πρήξιος. τάδε μέντοι βάρεος καὶ ἤχων καὶ μαρμαρυγμῶν [ἐστι] αἴτια, τῆς νούσου τὰ ξύμβολα. ἀγρυπνίη δὲ ἄπεπτον, ἄτροφον, καματηρὸν τῷ σκήνεϊ, ἄθυμον, εὐπαράγωγος ἡ γνώμη· διὰ τάδε ῥηϊδίως μαίνονται καὶ μελαγχολέουσι οἵδε. ξύμφορος δὲ ὁ μέτριος ἐς τὴν τῆς τροφῆς οἰκονομίην καὶ ἐς ἀνάπαυλαν τῶν δι’ ἡμέρας καμάτων.
1.3.8 προεδρίη τῆς κοιλίης ἐς ἀπόκρισιν· διαπνοῆς γὰρ ἡ μέζων αἰτίη κοιλίη. ἀνάτριψις αὖθις σκελέων δι’ ἡμιτυβίων τρηχέων μέσφι φοινίξιος, ἔπειτα νώτου καὶ πλευρέων, ὕστατα κεφαλῆς· ἀπὸ τουτέων περίπατοι, προσηνέες μὲν ἀρχῆθεν καὶ ἐς ἀπόπαυσιν, ἐπίτροχοι δὲ οἱ μέσοι. ἠρεμίη, κατάστασις τοῦ πνεύματος ἐπὶ τοῖσι περιπάτοισι ἔστω. ἀναφωνέειν χρή, τοῖσι βαρέσι φθόγγοισι μᾶλλον χρεόμενον ἠχεῖν. ὀξέες γὰρ κεφαλῆς διατάσιες, κροτάφων παλμοί, ἐγκεφάλου διασφύξιες, ὀφθαλμῶν πρήσιες, ἤχων ἀκοή.
1.3.9 μετρίη ὀξυφωνίη κεφαλῇ ὀνηϊστόν. ἔπειτα δὲ καιρὸς αἰώρης ἐς διαπνοὴν τοῦ παντὸς κεφαλῆς βάρεος· πλῆθος δὲ ἔστω πολλόν, πλὴν ὁκόσον ἀκάματον ᾖ· 〈μὴ〉 ἐπὶ ἐλιγμοῖσι τοῖσι τοῦ χωρίου μηδὲ ξυνεχέσι καμπῇσι αἰώρη γιγνέσθω· ἰλίγγων γὰρ τάδε προκλήσιες. εὐθέες δὲ καὶ μακροὶ καὶ λεῖοι ἔστων καὶ οἱ περίπατοι. ἢν μὲν ὦν ἐν ἔθει ἔωσι ἀρίστου, ἄρτου μούνου ὀρέγειν, ὁκόσον μηδὲν ἐμποδὼν τοῖσι γυμνασίοισι ἔμμεναι· προπεπέφθαι γὰρ χρή· κεφαλὴ καὶ χεῖρες καὶ αἱ τῶνδε τρίψιες· ἐπὶ δὲ τοῖσι οἷον πρηέως ἐς ἀνάκλησιν θέρμης καὶ εὐσαρκίης καὶ τόνου.
1.3.10 ἔπειτα κεφαλὴν τρίβεσθαι ὄρθιον ἑωυτέου μέζονι ὑπέχοντα· ἀτὰρ καὶ τὰ γυμνάσια ἐς τραχήλου πρήσιας καὶ ἐς διωσμὸν χειρῶν ξυντείνει, εὐπαιδεύτως· ὑπεραιωρεῦντα δὲ χρὴ τὴν κεφαλὴν καὶ τὰς ὄψιας γυμνάζειν χειρονομίῃ ἢ δίσκων βολῇ 〈ἢ〉 φιλονεικεῦντα πυγμῇ. κακὸν δὲ σφαῖρα, μικρή τε καὶ μεγάλη· τῆς γὰρ κεφαλῆς καὶ τῶν ὀφθαλμῶν αἱ δινήσιές τε καὶ ἐντάσιες σκοτώματα ποιέουσιν. ἄρι‐ στον ἀφάλσεις καὶ δρόμοι. τὸ ὀξὺ μὲν πᾶν ἐς τὰ σκέλεα.
1.3.11 πάντων τονώσιες· ψυχρολουσίη ἀλουσίης κρέσσων· ἀλουσίη δὲ θερμολουσίης. στῦψαι, πυκνῶσαι, ξηρῆναι κεφαλήν, ψυχρολουσίη δυνατωτάτη, ὑγείης ἡ κατάστασις. ὑγρῆναι, λῦσαι, ἀχλυῶσαι, θερμολουσίη δυνατωτάτη· κεφαλῆς γὰρ νούσου αἱ προφάσιες· τοιοίδε καὶ οἱ νότοι βαρυήκοοι. ἡσυχίη ἐπὶ τοῖσι γυμνασίοισι ἐς κατάστασιν τοῦ ταράχου. πιέξιες τῆς κεφαλῆς ἐς τὴν τοῦ δέρματος ξύσιν.
1.3.12 προπόσιες ὕδατος ἢ οἴνου ὑδαρέος. ἄρι‐ στον εὐτελές· λαχάνων κόμης τὰ μαλθακτήρια, μαλάχης, τεύτλου, βλίτου. ἔμβαμμα εὐστόμαχον, εὔστομον, κοιλίης μαλθακτικόν, ἀβαρὲς δὲ κεφαλῇ, διὰ θύμου ἢ θύμβρης ἢ σινήπιος. ὠῶν τὰ θερμὰ χειμῶνος, θέρεος δὲ τὰ ψυχρά, γυμνὰ τοῦ ὀστρακώδεος, μὴ ὀπτά· ἐλαῖαι, φοίνικες, τάριχος ὡραῖον. χόνδρος πλυτός, ξύν τινι τῶν γλυκέων, ὁκόσον ἡδῦναι, αἱρετόν· ἐπὶ τοισίδε ἅλες.
1.3.13 ἠρεμίη, ἡσυχίη καὶ ἀκοῆς καὶ λαλιῆς. περίπατοι ἔνθα ἂν εὔπνοον, εὔχαρι ἢ δένδρεσι ἢ βοτάνῃσι. ἢν δὲ ἐς δεῖπνον ἥκῃ, μάλιστα μὲν αὖθις ψυχρολουτέειν, σμικρὸν ὑποχρισάμενον λίπαϊ· εἰ δὲ μή, σκέλεα μοῦνον. τὸ δεῖπνον σιτῶδες, οἷον ἰτρίον ἢ ῥόφημα χόνδρου ἢ πτισάνη ἄφυσος, ἑψήσει εὔπεπτος· φάρμακα δὲ τὰ ἐς ἡδονὴν τῆς πτισάνης, πέπερι, γλήχων, ἡδύοσμον, κρομμύων ἢ πράσων σμικρόν, μηδὲ ὁκόσον ἐμπλεῦσαι· ὄξεος δὲ τὸ δριμὺ ξύμφορον.
1.3.14 κρεῶν, τὰ ἐκ πιόνων μὴ πίονα· συῶν πόδες καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεσθαι· λαγὼς καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶς εὔπορος καὶ ξύμφορος. τράγημα πᾶν κεφαλαλγές, πλὴν φοίνικος ἢ τῶν ὡραίων σύκων ἢ σταφυλῆς, ἢν ἄφυσος ὥνθρωπος ἔῃ, †εὖ τοῖσιν· ἠδὲ πεμμάτων εὔπεπτα καὶ ἄκνισα καὶ κοῦφα. περίπατοι, θυμηδίη, ἐν ἡσυχίῃ ἐς ὕπνον ἄφεσις. Θεραπεία ἐπιληψίης.
1.4.1 Ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐς ἐπιληψίην χρέεσθαι· φυγὴ γὰρ 〈οὐ〉 μοῦνον ἐπιπόνου πάθεος καὶ κινδυνώδεος ἐφ’ ἑκάστης ὑπομνήσιος, ἀλλὰ καὶ ἰδέης αἴσχεος καὶ ὀνείδεος τῆς ξυμφορῆς. καί μοι δοκέω, εἴπερ ἐς ἀλλήλους ἐν τοῖσι παροξυσμοῖσι ἐνέβλεπον, ὁκόσα πάσχουσι οἱ νοσεῦντες, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν. ἀλλὰ γὰρ τὰ δεινὰ ἑκάστῳ καὶ τὰ αἰσχρὰ ἀναισθησίη καὶ ἀθεησίη κρύπτει. ξυνομαρτεῖν δὲ τὴν ἰητρείην τῇ ῥαστώνῃ τῆς φύσιος ἄρι‐ στον, εὖτε τῇσι μεταβολῇσι τῆς ἡλικίης ἐς μέγα ἀμείβει τὸν ἄνθρωπον. ἢν γὰρ ἡ ξυνήθης τῷ κακῷ δίαιτα, ἐν ᾗ ἐμβιοτεύει ἡ νοῦσος, οἴχετο, οὐκέτι ἐπιφοιτεύει ἐς τὸν ἄνθρωπον· ξυναποίχεται γὰρ τῷ πρόσθεν ἡδέϊ.
1.4.2 ἢν ὦν τῆς κεφαλῆς λάβηται 〈καὶ〉 ἐνοικέῃ τῇδε, ἅπαντα χρὴ πρήσσειν, ὁκόσα μοι ἀμφὶ κεφαλαίης λέλεκται, ἀμφί τε τὰς τοῦ αἵματος ἀφαιρέσιας, ἠδ’ ἀμφὶ τὰς καθάρσιας, φλεβῶν τῶν ἐπ’ ἀγκῶνος, μετώπου τῆς ὀρθίης, σικύης· τὰς δὲ ἀφαιρέσιας μὴ μέσφι λειποθυμίης ποιέεσθαι· πρόκλησις γὰρ τοῦ πάθεος λειποθυμίη. ἀρτηρίας τάμνειν ἁπάσας, τάς τε ὤτων πρόσω τε καὶ ὀπίσω. καθάρσιας δὲ ποιέεσθαι ἐξοχέας τουτέων πάντων τῇ ἱερῇ τῷ καθαρτηρίῳ καὶ τῆς κεφαλῆς τοῖσι ἄγουσι φλέγμα. πολλῷ δὲ δυνατώτερα ἔστω φάρμακα· φέρει γὰρ ἡ ἕξις τῶνδε τοὺς πόνους. εὐθυμίη δὲ καὶ εὐελπιστίη τίθησι τοὺς νοσέοντας τλήμονας. χρεὼν καὶ πῦρ φέρειν ἐς τὴν κεφαλήν· ἁνύει γάρ.
1.4.3 τετρῆναι δὲ χρὴ πρῶτα τὸ ὀστέον μέχρι διπλόης, ἔπειτα κηρωτῇσι καὶ ἐπιπλάσμασι χρέεσθαι, ἔστ’ ἂν ἡ μῆνιγξ τῶν ὀστέων ἀποστῇ· τερέτρῳ χρὴ περικόπτειν τὰ γυμνά, κἢν ἐπὶ σμικρὸν ἀντέχῃ μέχρι αὐτομάτου ἀποσπάσιος, ἕως ὅτε μέλαινά κοτε τουτέων καὶ παχείη εὑρεθῇ ἡ μῆνιγξ. καὶ ἐπὴν ἐς μύδησιν ἢ καὶ κάθαρσιν τοῦ ἰητροῦ εὐτόλμως ἀκεομένου ἐς ὠτειλὴν ξυμβῇ τὸ τρῶμα, ὥνθρωπος ἐξῆλθε τῆς νούσου.
1.4.4 ἐπὶ πᾶσι φοινίξιες κεφαλῆς, ξυνήθεες μέν, ὁκόσαι μοι ἐν τοῖσι πρόσθεν εἰρέανται, δυνατωτέρη δὲ ἡ διὰ τῶν κανθαρίδων· χρὴ δὲ ἐπίπροσθεν τῆς χρήσιος τριῶν ἡμερῶν πίνειν γάλα ἐς τὴν τῆς κύστιος φυλακήν· κανθαρίδες γὰρ κάρτα σίνονται κύστιν. τάδε μὲν ὦν, ἢν κεφαλὴ πεπόνθῃ.
1.4.5 ἢν δὲ τὰ μέσα εἰσάγῃ τὴν αἰτίην, καὶ τάδε ἐπάγει τὴν νοῦσον (ἥκιστα δὲ τάδε γίγνεται· ξυμπαθέει γὰρ κεφαλῇ τὰ μέσα μᾶλλον ὡς ἐπὶ μεγάλῳ κακῷ, ἥπερ ἀρχὴ τῆς νούσου)· ὅκως δ’ ὦν ἴσχῃ, φλέβα τάμνειν τὴν ἐπ’ ἀγκῶνι καὶ ἐπὶ τῶνδε· ἀπὸ σπλάγχνων γὰρ ἡ ῥοή. ἀτὰρ καὶ καθαίρειν τούσδε μᾶλλον τῶν ἄλλων καὶ τῇ ἱερῇ καὶ κνεώρῳ καὶ κόκκῳ κνίδης· τάδε γὰρ φλεγμάτων ἀγωγά. τὸ δὲ καίριον αὐτέων ἡ σικύη.
1.4.6 ἐπιθημάτων δὲ καὶ ἐπιπλασμάτων ὁ φόρτος εὔδηλος, καὶ πάντῃ γράφειν περιττόν, εἰ μὴ ὁκόσον δύναμιν αὐτέων γιγνώσκειν, ὅτι χρὴ τοισίδε λεπτῦναι, διαπνεῦσαι, εὔροα καὶ εὔπνοα ποιέειν, καὶ πεπτηρίοισι φαρμάκοισι, θερμοῖσι, ξηροῖσι καὶ οὔρων ἀγωγοῖσι χρεόμενον καὶ ἐν τροφῇ καὶ ἐν φαρμακείῃ. κρέσσων δὲ πάντων κάστορος ὄρχις πινόμενος ἐν μελικρήτῳ πολλάκις τοῦ μηνός, ὁκόσα τε ποικίλα φάρμακα τωὐτὸν πρήσσει, ἡ διὰ τῶν θηρίων ποικίλη καὶ ἡ τοῦ Μιθριδάτεω ἐπιποικιλωτέρη· πίνειν δὲ καὶ τὴν Βηστίνου.
1.4.7 εὔπεπτα γὰρ καὶ εὔχυμα ταῦτα καὶ οὔρων ἀγωγά. ὁκόσα γὰρ χρὴ γράφειν τῶν ἁπλῶν φαρμάκων, αἵδε ἔχουσι αἱ δυνάμιες, κινάμωμον καὶ κασίην, φύλλα τὰ μαλαβάθρου καὶ πεπέριος καὶ σεσέλιος πάσας ἰδέας. καὶ τί γὰρ οὐκ ἂν εὕροις ἐν τοισίδε τῶν δυνατωτάτων; λόγος ὅτι καὶ γυπὸς ἐγκέφαλος καὶ αἰθυίης ὠμῆς κραδίη καὶ οἱ ἐνοικάδιοι γαλεοὶ βρωθέντες λύουσι τὴν νοῦσον. ἐγὼ δὲ τῶνδε μὲν οὐκ ἐπειρήθην· ἐθεησάμην δὲ ἀνθρώπου [γε] νεοσφαγέος ὑποθέντας φιάλην τῷ τρώματι καὶ ἀρυσαμένους τοῦ αἵματος πίνοντας.
1.4.8 ὦ τῆς παρεούσης μεγάλης ἀνάγκης, τλῆναι κακὸν ἀκέσασθαι μιάσματι κακῷ· εἰ δὲ καὶ ὑγιέες ἐκ τούτου ἐγένοντο, ἀτρεκὲς οὐδεὶς ἔχει μοι λέγειν. ἄλλη δέ τις γραφὴ ἔφραζεν, ἧπαρ ἀνθρώπου φαγεῖν. ἀλλὰ τάδε μὲν γεγράφθω τοῖσι μέχρι τῶνδε τλήμοσι. προσαρήγειν δὲ καὶ τῇ διαίτῃ καὶ ἑκάστοισι τῶν γιγνομένων ἢ δι’ ἄλλων ἢ δι’ αὐτοῦ. νῦν δὲ χρὴ οὐδὲν ὑπερορῆν μηδὲ πρήσσειν τι εἰκῇ, μάλιστα μὲν ἐφ’ ἑκάστοισι σμικροῖσι πάντως ὠφελεῦντα· ἢν δὲ 〈μή〉, βλάπτοντα μηδέν. καὶ γὰρ ὁρήματα ὁκόσα μὴ θεητὰ καὶ ἀκούσματα καὶ γεύματα καὶ θυητὰ μυρία ἐλέγχει τὴν νοῦσον. φράζεσθαι ὦν περὶ πάντων μάλα.
1.4.9 ὕπνος πολλός, παχύτης, ἀργίη, ὀμίχλη τῆς αἰσθήσιος· ἀγαθὸν δὲ ξυμμετρίη· κοιλίης ἔκκρισις ἐπὶ τοῖσι ὕπνοισι ἄρι‐ στον, μάλιστα πνευμάτων καὶ φλεγμάτων. περίπατοι μακροί, εὐθέες, ἀνέλικτοι, εὔπνοοι, ὑπὸ δένδρεσι μὲν μυρσίνης ἢ δάφνης ἢ τοῖσι δριμέσι καὶ εὐώδεσι, βοτάνῃσι δὲ καλαμίνθῃ, γλήχωνι, θύμῳ, ἡδυόσμῳ· μάλιστα μὲν τοῖσι ἀγρίοισι, αὐτομάτοισι· ἢν δὲ μή, κἀν ποιητοῖσι· ἐν τοῖσι καὶ αἰῶραι μακραί, καὶ αἵδε εὐθέες.
1.4.10 ὁδοιπορίῃσι καλὸν χρέεσθαι, μὴ παρὰ ποταμὸν ἐς τὸ ῥεῦμα ἐνορῆν (ἰλίγγων γὰρ ποιητικὸν ῥόος) μηδὲ ἐν κύκλῳ στρωφούμενον μηδὲ βέμβικα δινεύμενον. ἀσθενέστερος γὰρ ἑδραῖον ἱστάναι τὸ πνεῦμα· ξυνελίσσεται γὰρ τῷ κύκλῳ. δίνησις δὲ σκοτώματος καὶ τῆς ἐπιληψίης πρόκλησις. ἀπὸ δὲ τῆς αἰώρης περίπατος ἠρεμαῖος. ἔπειτα ἡσυχίη ἐς ἀποκατάστασιν τοῦ ἐν τῇ αἰώρῃ ταράχου.
1.4.11 γυμνάσια δὲ ἐπὶ τούτοισι πρὸς χεῖρας, ἐνόντων τῶν ἄκρων ἀφ’ ἡμιτυβίου λίνοισι ὠμοῖσι. ἄλειμμα μὴ κάρτα λιπαρόν. τρῖψις ἐν μελλήσει μὲν οὖσα, σκληροτέρη δὲ ἐς πύκνωσιν· οἰδαλέοι γὰρ καὶ παχέες οἱ πλεῖστοι. με‐ σηγὺ δὲ ὅλης τῆς τρίψιος κεφαλὴ ὀρθίη τετρίφθω. γυμνάσια τὰ ἐς τὸν αὐχένα καὶ ὤμους, χειρονομίη, πάντα ὁκόσα μοι ἐπὶ σκοτωματικῶν λέλεκται. ἅλις δὲ ἐνθάδε τοῦ ἐκεῖ φόρτου· πλὴν ὁκόσα ὀξύτερα χρὴ τὰ τῶνδε γυμνάσια ἔμμεναι ἐς ἱδρῶτα καὶ θέρμην. τάδε γὰρ πάντα λεπτύνει. ἀτὰρ καὶ ἐν τῷ παντὶ βίῳ χρὴ ὀξυθυμίην ἀόργητον ἐμποιέειν.
1.4.12 τροφαὶ πᾶσαι παχέεσι ὀσπρίοισι κακόν· σιτώδεες δέ, ἄρτοι ξηρότεροι, χόνδροι πλυτοὶ καὶ τὰ ἐκ τῶνδε ῥοφήματα· τὰ δὲ ἐς ἡδονὴν φάρμακα ταὐτὰ τοῖς πρόσθεν. τῶν δριμέων δὲ νῦν ἔστω πλεῦνα, πεπέριος, ζιγγιβέριος, λιγυστικοῦ. ἐμβάμματα δὲ δι’ ὄξεος καὶ κυμίνου καὶ ἡδέα καὶ χρήσιμα. κρεῶν μάλιστα μὲν ἀπείρχθω πάμπαν, εἰ δὲ μή γε, ἐν τῇ θεραπείῃ· ἐς δὲ τὴν ἀνάληψιν ἔστω ὁκόσα κοῦφα ᾖ φύσει, οἷόν τι τὰ πτηνὰ πλὴν νήσσης, καὶ τῇ πέψει ὅκως λαγωοί, ὑῶν πόδες, τάριχος· καὶ ἐπὶ τοῖσι δίψος ἀγαθόν· οἴνου ὀλιγοποσίη, λευκοῦ, λεπτοῦ, εὐώδεος, [εὐόσμου] οὐρεομένου.
1.4.13 λαχάνων ἑφθῶν ὁκόσα ἐς δύναμιν δριμέα λεπτῦναι, οὖρα κινῆσαι, ὁκοῖόν τι κράμβη, ἀσπάραγος, κνίδη· ὠμῶν δὲ θριδακίνη ἐφ’ ὥρῃ. σίκυος δὲ καὶ πέπων ἀνδρὶ μὲν καρτερῷ περιττά, τισὶ δὲ δοτέον μέσφι γεύσιος· κακὸν γὰρ τῶνδε ἡ πληθύς, ψυχρῶν ἐόντων καὶ ὑγρῶν. σύκου χλωροῦ καὶ σταφυλῆς ἡ χρῆσις ὡραῖος.
1.4.14 περίπατοι· ἐπὶ τοῖσι δὲ θυμηδίη ἄλυπος. ὀργὴ δὲ καὶ λαγνείη κακόν· καὶ γὰρ τὸ πρῆγμα τῆς νούσου φέρει τὰ ξύμβολα. ἀπάτη δέ τίς ἐστι μετεξετέροισι ἰητροῖσι ξυνουσίης. ἐπεὶ γὰρ ἡ τῆς φύσιος ἐς ἄνδρα μεταβολὴ ἀγαθόν τι πρήσσει, μετεβιάσαντο τὴν παίδων φύσιν ἀώρῳ ξυνουσίῃ, ὡς θᾶσσον ἀναρρώσοντες· ἀγνοέουσι δὲ τῆς φύσιος τὴν αὐτομάτην προθεσμίην, ἐφ’ ᾗ πάντα γίγνεται τὰ ἄκεα.
1.4.15 ἥδε γὰρ ἑκάστῃ ἡλικίῃ ξυντίκτει τὰ οἰκεῖα ἐν χρόνοισι ὡραίοισι· ἐν χρόνῳ γὰρ οἱ πεπασμοὶ σπέρματος, γενείου, πολιῆς. τίς ὦν ἰητρὸς παραλλάξαι 〈ἂν〉 τῆς φύσιος, τοῦτο μὲν τὴν ἀρχῆθεν τῶν σπερμάτων μεταβολήν, τοῦτο δὲ τὴν ἐς ἕκαστον προθεσμίην; ἀλλὰ καὶ προσέκοψαν ἐς τὴν φύσιν τοῦ νοσήματος. οὐκέτι γὰρ ἔγκαιροί τινες ἔασι τῇ ἀρχῇ τῆς ξυνουσίης, προσινόμενοι ἀωρίῃ τοῦ πρήγματος. βιοτεύειν δὲ χρὴ ἐν χώρῃσι θερμῇσι, ξηρῇσι· ψυχρὸν γὰρ καὶ ὑγρὸν ἡ νοῦσος. Θεραπεία μελαγχολίης.
1.5.1 Χρεὼ βουλῆς ἀμφὶ αἵματος ἀφαιρέσιος ἐν τοῖσι μελαγχολικοῖσι, ἀφ’ οὗ γίγνεται ἡ νοῦσος, ἀλλὰ καὶ κακοχυμίης, οὐδὲ ἐπὶ σμικρῷ τῷ πλήθεϊ. ἢν μὲν ὦν ἡλικίης νέης λάβηται καὶ ὥρης ἐαρινῆς, τάμνειν φλέβα τὴν ἐπ’ ἀγκῶνι τῷ δεξιῷ μέσην, ὅκως ἀπὸ τοῦ ἥπατος εἴη ἐπίκαιρος ἡ ῥοή. τόδε γὰρ τὸ σπλάγχνον αἵματος αἱ πηγαί, χολῆς δὲ ἡ γένεσις, ἄμφω μελαγχολίης ἡ τροφή.
1.5.2 τάμνειν δὲ κἢν ἰσχνοὶ ἔωσι καὶ λείφαιμοι· σμικρὸν δὲ ἀφαιρέειν, ὁκόσον αἴσθηται τομῆς ἡ δύναμις, οὐκ ἐλεγχθείη δὲ ἐπὶ τῷ τόνῳ. καὶ γὰρ εἰ παχὺ καὶ χολῶδες καὶ πεπηγὸς ἔῃ τὸ αἷμα καὶ μέλαν ὅκως ἀμόργη, ἀλλὰ τόδε [ἐστὶ] τῆς φύσιος ὁ χῶρος καὶ ἡ τροφή. ἢν ὦν τοῦ δέοντος πολλὸν ἀφέλῃς, ἀτροφίῃ ἡ φύσις ἐξίσταται τῆς ἕδρης. ἢν δὲ πολύαιμος ᾖ, τὰ πολλὰ μὲν οὐ κάρτα γίγνεται πονηρόν· τάμνειν δὲ τὴν φλέβα καὶ μὴ αὐτῆμαρ ὁκόσον χρὴ ἀφαιρέειν, ἀλλ’ ἐκ διαστάσιος, καὶ αὐτῆμαρ δέ· τὸ δὲ πλῆθος δηλώσουσιν αἱ δυνάμιες· με‐ σηγὺ δὲ ἁδροτέρως διαιτᾶν ἐς ἄλλης κενώσιος ὑπομονήν.
1.5.3 χρὴ γὰρ καὶ τῷ στομάχῳ ἀρήγειν καὶ αὐτῷ νοσέοντι καὶ κάμνοντι, τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης. ἐπίπροσθεν 〈ὦν〉 μιῆς ἡμέρης λεπτῶς διαιτηθέντι, μέλανος ἐλλεβόρου δοτέον ξὺν μελικρήτῳ σταθμοῦ ὁκόσον ὁλκὰς δύο· ὑπάγει γὰρ ὅδε μέλαιναν χολήν. ἀτὰρ καὶ τοῦ θύμου τοῦ Ἀττικοῦ ἡ κόμη καὶ ἥδε ἄγει μέλαιναν χολήν· ἄρι‐ στον δὲ ξυμμίσγοντα διδόναι ἑκάστου μέρος ἓν ἐς ὁλκὴν 𐅵 δύο ἀμφοῖν. λούειν τε ἀπὸ τῆς καθάρσιος καὶ οἴνου βραχὺ διδόναι καὶ τῆς ἄλλης τῆς ἐν τῇ τροφῇ χάριτος.
1.5.4 στομάχου γὰρ [καὶ] τῇ δυνάμει καματηρὸν ἡ κάθαρσις. μεταβαίνειν αὖθις ἐπὶ τὰ μέσα· χρὴ δὲ προχαλάσαντα ἐπιπλάσματι καὶ τέγξει, σικύην πρὸς τὸ ἧπαρ καὶ τὴν κοιλίην ἢ τὸ στόμα ταύτης προσβάλλειν. ἥδε γὰρ ἡ ἀφαίρεσις πολλόν τι ἐπικαιροτέρη τῆς φλεβοτομίης. προσβάλλειν δὲ καὶ τοῖσι μεταφρένοισι με‐ σηγὺ τῶν ὠμοπλατέων· ἐνταῦθα τοῦ στομάχου ἐστὶ ἡ πρόσφυσις.
1.5.5 εἶτ’ αὖθις ἐπανατρέφειν, καὶ ἢν τῇ διαίτῃ βλαστηθῇ ἡ δύναμις, τὴν κεφαλὴν ξυρέειν· ἔπειτα σικύην τῇ κεφαλῇ προσβάλλειν· καὶ γὰρ ἡ πρώτη καὶ μεγίστη τῆς νούσου ἐν τοῖσι νεύροισι αἰτίη. ἀλλ’ οὐδὲ αἱ αἰσθήσιες ἔασι ἀσινέες· ἐκεῖθεν γάρ σφεων ἡ ἀπόστασις καὶ ἡ ἀρχή. ξυντρέπονται ὦν καὶ αἵδε κοινωναὶ οὖσαι τῆς πάθης· μετεξέτεροι δὲ καὶ παραισθάνονται, παραφορῇ τῆς αἰσθήσιος.
1.5.6 χρὴ δὲ μάλιστα τῷ στομάχῳ ἀρήγειν, καὶ τοῦδε νοσέοντος καὶ ἐν τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης. πιπίσκειν ὦν χρὴ τοῦ χυλοῦ τοῦ ἀψίνθου ξυνεχῶς ἀπὸ σμικροῦ τοῦ μεγέθεος ἄχρι κυάθου. κώλυμα γὰρ τόδε χολῆς γενέσιος. ἀγαθὸν δὲ καὶ ἀλόη· ἥδε γὰρ ὑπάγει ἐς τὸ κάτω ἔντερον τὴν χολήν. ἢν μὲν ὦν νεότοκον τὸ πάθος ᾖ καὶ μὴ πολλὸν ὥνθρωπος ἐκτραπῇ, 〈οὐκ〉 ἄλλης μὲν ἐπὶ τοῖσι ἰήσιος, τῆς δὲ λοιπῆς διαίτης χρέος ἔς τε ἀνάληψιν τῆς ἕξιος καὶ ἐς κάθαρσιν ἀκριβέα τοῦ πάθεος καὶ ἰσχὺν τῆς δυνάμιος, ὡς μὴ παλινδρομέωσι αἱ νοῦσοι· φράσω δὲ αὖθις τὴν ἐν τῇ ἀναλήψει βιοτήν.
1.5.7 ἢν δὲ ἐπὶ τοισίδε σμικρόν τι ὑποπτώξασα ἡ νοῦσος παλίνορσος ὀφθῇ, μεζόνων ἀκέων χρέος. μὴ ὦν ἀμβολὴ χρόνου γιγνέσθω· ἀλλ’ ἢν ἐπισχέσει γυναικὸς καταμηνίων ἢ ἀνδρὸς αἱμορροΐδων ῥόου ἡ νοῦσος παρῇ, ἐρεθίζειν τὰ χωρία, προχέειν τι τοῦ ξυνήθεος. ἢν δὲ μέλλῃ καὶ μὴ ἥκῃ, ἄλλῃ πῃ τοῦ αἵματος μεταρρυέντος, ἐπισπέρχῃ δὲ ἡ νοῦσος, κενώσιας ποιέεσθαι αὐτῷ ἡγεόμενον ἀπὸ τῶν σφυρῶν, κἢν μὴ ἐς ὅσον χρὴ ἐντεῦθεν ἀφέλῃς, καὶ τὴν ἐπ’ ἀγκῶνι τάμνειν φλέβα. με‐ σηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἀναθρέψιος τὴν ἱερὴν τὸ καθαρτήριον φάρμακον πιπίσκειν. ἔπειτα σικύην τοῖσι μέσοισι προσβάλλειν, τῷ ἥπατι ἐγχρίμπτοντα· πρήσσειν 〈τε〉 τὰ ἔργα ᾗ τάχος ἁνύοντα.
1.5.8 σμικροῖσι μὲν γὰρ ἄκεσι οὐ πείθεται. κἢν ἐς τὰ μεγάλα ἰθύνῃ, ἐν ἕδρῃ ἵζει ἡ μελαγχολίη. καὶ ἢν πάντῃ τοῦ σώματος ἐνοικήσῃ, αἰσθήσεσι, γνώμῃ, αἵματι, χολῇ, λάβηται δὲ καὶ νεύρων, αὐτή τε ἐς ἀνήκεστον τρέπεται, †ἐγκοτεῖ τε τῷ σκήνεϊ ἑτέρων νοσημάτων τόκους, μανίης, σπασμοῦ, παραλύσιος· κἢν ἐκ μελαγχολίης τάδε γίγνηται, τὰ ἐπιγιγνόμενα ἀνήκεστα.
1.5.9 ἐλλεβόρῳ ὦν χρέεσθαι ἐς ἴησιν τοῦ κακοῦ· ἐπίπροσθεν δὲ τοῦ ἐλλεβόρου χρὴ τόν τε στόμαχον μελετῆσαι ἐξεμέειν καὶ τὰ ὑγρὰ λεπτῦναι καὶ τὸ σκῆνος εὔροον ποιέειν, ἔμετοι δὲ τάδε πρήσσουσι, ἄλλοτε μὲν οἱ νήστιες, ἄλλοτε δὲ ῥαφανῖδες. φράσω δὲ τόν τε τρόπον καὶ τὴν ὕλην· φράσω δὲ καὶ τοῦ ἐλλεβόρου τὰ εἴδεα 〈καὶ〉 τῆς χρήσιος τοὺς τρόπους, καὶ ὅκως προευκρινῆσαι ἕκαστον χρὴ καὶ ὅκως ἐν τοῖσι ἐμέτοισι ἀρήγειν. ἄπιστον, ἐπὶ τοισίδε εἰ μὴ ἐλύθη ἐς τὸ πάμπαν ἡ νοῦσος ἢ πολλῶν ἐτέων ἔσχε διαλείψιας.
1.5.10 τὰ πολλὰ γὰρ τοῦδε ἀπότοκοι μελαγχολίαι. ἢν δὲ ἔμπεδος ἥδε, μὴ ἤδη περιμένειν. χρὴ ὦν τὰ ἐς τὸν ἐλλέβορον ἅπαντα πρήσσειν. ὑγιέας μὲν ὦν ἅπαντας ποιέειν ἀδύνατον τοὺς νοσέοντας· ἦν γὰρ ἂν ἰητρὸς κρέσσων θεοῦ. ἀπονίην δὲ καὶ διαλείψιας καὶ νούσων ἐπικρύψιας, δρῆν θέμις ἰητρόν. ἢ ὦν ἀπαυδῆν ἐπὶ τοισίδε καὶ ἀπαρνεῖσθαι προϊσχομένους ἀμφὶ τὸ ἀναλθὲς ἢ καὶ ἐς τέλος τοῖσι ἔργοισι ὁμιλέειν.
1.5.11 διδόναι δὲ καὶ τῆς ἱερῆς τῆς δι’ ἀλόης ἄλλοτε καὶ ἄλλοτε· καίριον γὰρ φάρμακον τῆς μελαγχολίης τόδε, στομάχου καὶ ἥπατος καὶ χολῆς καθάρσιος ἄκος ἐόν· ἀτὰρ καὶ μαλάχης σπέρματος ὁκόσον ὁλκῆς δραχμὴν πιπίσκειν ξὺν ὕδατι, ἄρι‐ στον πείρῃ τις ἐπιστώσατο.
1.5.12 μυρία δὲ τῶν ἁπλῶν φαρμάκων ἄλλα ἄλλοισι εὔχρηστα. ἐπὶ δὲ τοῖσι πόνοισι τοισίδε ἐς ἀνάληψιν ἄγειν. μετεξετέροισι γὰρ ἐς μὲν τὸν τῆς ἰητρείης καιρὸν ἡ νοῦσος ἐξ ἕδρης [δὲ] ἐκινήθη· ἢν δὲ ἐς ἀνάπλασιν σαρκῶν καὶ δυνάμιος ὥνθρωπος ἥκῃ, ξυναπηλάθη πάντα τῆς νούσου τὰ ἴχνια. δύναμις μὲν γὰρ φύσιος ὑγείαν τίκτει, ἀσθένεια δὲ νοῦσον. ἀπίτω ὦν ἐς ἀνάληψιν ὁ νοσέων, πεφυκόσι θερμοῖσι ὕδασι ἐνδιαιτώμενος· καὶ γὰρ τὰ ἐν τοισίδε φάρμακα ὀνηϊστά, ἄσφαλτος ἢ θεῖον ἢ στυπτηρίη, πολλὸν πλεῦνες τουτέων ἄλλαι δυνάμιες.
1.5.13 ἀγαθὸν μὲν γὰρ ὑγρασίη ἐξ αὐχμοῦ τῆς νούσου καὶ ταλαιπωρίης τῆς ἰήσιος· ἀραιαὶ δὲ καὶ μαλθακαὶ σάρκες ῥήϊσται πρὸς ἄφεσιν τοῦ νοσήματος· ξηραὶ δὲ καὶ πυκναὶ τοῖς μελαγχολῶσι αἱ σάρκες. ἄλειμμα λιπαρὸν ἅμα τρίψιος εὐαφοῦς, πολλῷ τῷ λίπαϊ σχεδὸν τὰ ** ἄρτοι πλυτοὶ ξύν τινι γλυκέϊ, σιραίῳ τῷ Κρητὶ καὶ σκυβελίτῃ τῷ Παμφύλῳ· ἢ οἶνος καὶ μέλι μείξιος παλαιῆς.
1.5.14 ὠῶν καὶ ψυχροτέρων καὶ θερμῶν τῶν γυμνῶν [τῶν] ἀπὸ τοῦ ὀστρακώδεος· κρεῶν τὰ μὴ πίονα καὶ σμηγματώδεα· συῶν μὲν πόδες καὶ τὰ τῆς κεφαλῆς, πτηνῶν τὰ πτερὰ ἀπίονα, θηρίων, λαγωῶν, δορκάδων, πτωκός, ὀπώρης, ὁκοῖόν τι ἄρι‐ στον ᾖ. ἐπὶ τῇ τοῦ στομάχου ἀναφορῇ προμηθεύεσθαι πρὸ τῆς τροφῆς, ὅκως μὴ καταποθεῖσα ἀνεμεῖται.
1.5.15 διδόναι ὦν πρὸ πάντων σιτίων μελίκρητον, κυάθου ἥμισυ, καὶ πιόντα ἐξεμέειν ἐς τὴν τοῦ στομάχου κάθαρσιν. ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει. φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια πίτυος καρπὸς καὶ κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου καὶ πεπέριος, ἀμυγδαλῶν αἱ πικραί, καὶ μέλι ᾖ τῶνδε ἡ ξύστασις.
1.5.16 ἢν δὲ ξηρῆναι θέλῃς, ἄρι‐ στον σμύρνα καὶ ἴρεως ἡ ῥίζα καὶ τὸ διὰ τῶν θηρίων φάρμακον καὶ ἡ τοῦ Βηστίνου καὶ Μιθριδάτου καὶ ἄλλαι μυρίαι. ἐπιθήματα δὲ ἡ τῶν ἐπιπλασμάτων ὕλη, μελίλωτον καὶ μήκωνες καὶ τερμίνθου δάκρυον καὶ ὕσσωπον καὶ λίπας τὸ ἀπὸ ῥόδων ἢ τῆς οἰνάνθης, κηρὸς δὲ τουτέων πάντων πάγος. ἄλειμμα λιπαρόν· αἰῶραι, περίπατοι, ἄλλα ὅσα σαρκῶν τε ἀνάπλασιν ποιέεται καὶ δυνάμιος ἰσχὺν καὶ τῆς φύσιος ἐς τὸ ἀρχαῖον ἀποκατάστασιν. 〈Θεραπεία φθίσιος.
1.8.1 〉 ** ὅκως ἐν νηῒ καὶ γαλήνῃ. καὶ γάρ, εἰ εὐτυχοίη ὁ νοσέων, ἐν θαλάσσῃ γίγνοιτ’ ἂν αἰώρη καὶ βιοτή· καὶ γάρ τι ξηρὸν ἐς τὰ ἕλκεα ξυνδίδωσι ἅλμη. ἀπὸ δὲ τῆς αἰώρης ἐφησυχάσαντα χρίεσθαι νῦν λιπαρῷ λίπαϊ, ἐπὶ τῇσι τρίψεσι ἐξεχὲς καταιονούμενον ** ἀπ’ ὀλίγου ἐκ προσαγωγῆς, ἐς κοτύλας πέντε ἢ ἓξ ἢ πολλόν τι πλεῖον· ἢν δὲ μή, ὁκόσον τις δύνηται· πολλάκι γὰρ τόδε μοῦνον ἀντὶ πάσης τροφῆς ἤρκεσε. γάλα δὲ ἡδὺ μὲν προσάρασθαι, πιεῖν δὲ ῥήϊστον, στερεὸν θρέψαι καὶ τροφῆς ἁπάσης ἐκ παιδὸς ξυνηθέστερον· ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ· φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶσαι βρόγχον, ἄγειν φλέγμα, εὔπνοον, ὀλισθηρὸν δὲ τὴν κάτω διέξοδον· ἕλκεσι δὲ φάρμακον γλυκὺ καὶ ἄλλου παντὸς εὐμενέστερον.
1.8.2 ἢν μὲν ὦν τις πολλὸν τοῦδε πίνοι, οὐδεμιῆς τροφῆς ἄλλης χρέος· ἀγαθὸν γὰρ ἐν νούσῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεσθαι καὶ τροφήν. καὶ γὰρ ἀνθρώπων τῶν γαλακτοφάγων τὰ ἔθνεα σῖτον οὐκ ἔδει. ἄρι‐ στον δὲ ξὺν γάλακτι καὶ πόλτοι καὶ ἰτρία καὶ χόνδροι πλυτοὶ καὶ ὁκόσα ἐδεστὰ ἐκ γάλακτος γίγνεται.
1.8.3 καὶ τροφῆς ἢν ἑτέρης δέῃ, ἔστω ὁμοίη, πτισάνης ὁ χυλός, εὔπεπτος, λιτή· χρὴ δὲ τοσόνδε ἡδύνθαι, ὁκόσον ῥυμφάνεσθαί ἐστι ῥηΐστη· ἢν 〈δὲ〉 καὶ τῶν ἐς ἡδονήν τι λαμβάνῃ, καὶ τόδε ἔστω φάρμακον, λιγυστικοῦ κόμην, γλήχωνα, ἡδύοσμον, ἁλῶν βραχύ, ὄξος ἢ μέλι. ἢν μὲν στόμαχος ἀπεπτέῃ, τόδε παρέχειν· ἢν δὲ μηδὲν ὅδε προσαναγκάζῃ, πάντων ἐστὶ πτισάνη κρέσσων.
1.8.4 ἔξεστι δὲ τὴν πτισάνην ἐς χόνδρον ἀλλάξαι· ἀφυσότερος γὰρ καὶ εὐπεπτότερος, ἢν καὶ ὡς πτισάνη σμηγματώδης †ἐπτίσθω. ἐν τῇσι ὑγροτέρῃσι ἀναγωγῇσι κύαμος καθαίρει ἕλκεα, ἀλλ’ ἔστι φυσώδης. πίσος καὶ ὦχρος ὁκόσον ἀφυσότερα, τοσόνδε ἑλκέων ἀκαθαρτότερα. ξυντεκμαιρόμενον ὦν πρὸς τὰ παρεόντα τοισίδε χρῆσθαι. ὄψα δὲ αὐτέων, ἅσσα καὶ ἐπὶ πτισάνῃ λέλεκται. ὠὰ δὲ ἐκ πυρὸς μὲν ὑδαρέα, θερμά· ἄρι‐ στον δὲ ἐκ ζώων ἀρτίτοκα, πρὶν τὴν *** 〈Θεραπεία ἥπατος.
1.13.1 〉 ** ἥπατι ἕλκος ἔοι ὀλέθριον. ἡ χαλεπωτάτη δὲ ἐς τὴν γαστέρα ξύρροια τοῦ πύου, ἢν τὸν στόμαχον ἴσχῃ ὁδὸν ἐς τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν· τροφῆς δὲ ἡγεμὼν ὁ στόμαχος· ποτὶ καὶ τὰ φάρμακα ὅδε τοῖσι εἴσω διαφέρει. ἢν ὦν πρὸς ἅπαντα μὲν ὄκνος καταπόσιος ἔλθῃ, θᾶσσον ἐκθανεῖν ἀνάγκη νόσῳ τε καὶ λιμῷ. γνώματα δὲ ἑκάστου χώρου, ὅπῃ τὸ πῦον τρέψεται, ἕτερα καὶ ἕτερα.
1.13.2 ἤν τε δι’ ἐντέρων ἥκοι, στρόφοι, γαστὴρ ὑγρή, φλέγματα καὶ χολή, ἔπειτα ξὺν περιρροῇ αἱμάλωψ ἢ περίπλυσις ὁκοίη κρεῶν ὠμῶν. ἢν δὲ ἐς κύστιν ἴῃ, βάρος ἐν νεφροῖσι καὶ ὀσφύϊ· τὰ μὲν ὦν πρῶτα πολλὰ καὶ χολοβαφέα, ἔπειτα θολερά, ἀνυπόστατα καὶ ἀκατάστατα· ἐπὶ πᾶσι δὲ καὶ ἂν ὑπόστασις λευκὴ παρείη. ἢν δὲ ἐς στόμαχον ἄνω ῥέπῃ, ναυτίη, ἀποσιτίη, ἔμετοι φλέγματος ἢ χολῆς, λειποθυμίη, σκοτοδινίη, μέσφι ξυρραγῇ.
1.13.3 μάλιστα μὲν ὦν ἀποτρέπειν τήνδε· πονηρὴ γὰρ ἡ ὁδός. ἢν δὲ τὸ πῦον βιαιότερον ῥεύσῃ, χρὴ πάντα ποιέειν καὶ τῷ στομάχῳ ἀρήγειν καὶ τροφῇσι καὶ φαρμάκοισι καὶ διαίτῃσι, πάντα μειλίχως. φαρμάκοισι ἐς τὴν τοῦ κόλπου ῥαγήν· βοτάνην τὴν ὑσσώπου ξὺν μελικρήτῳ πιπίσκειν καὶ πρασίου τῆς κόμης καὶ τῆσδε ξὺν μελικρήτῳ καὶ χυλῷ τῆς ἀψίνθου.
1.13.4 τάδε μέντοι πρὸ τῶν σιτίων πίνειν χρεών, ὡς λεπτὰ μὲν τὰ ὑγρὰ γίγνηται, εὔροα δὲ τὰ χωρία, εὔρηκτα δὲ τὰ ἔμπυα σώματα. διδόναι καὶ ὄνου γάλα λεῖον, ἄχολον, εὔτροφον, ἐς τυρὸν ἀξύστατον, ἥπερ ἐστὶ γάλακτος ἀρετή. προστίθει δὲ καὶ χάριτας πόματος καὶ σίτου, κἢν σμικρῷ χείρω τῶν ὠφελεύντων ἔωσι, διδόναι· ἔσται γὰρ διέξοδος ναυτιώδεϊ καὶ ἀτερπέϊ ὑγρῷ· μετεξετέρους γὰρ ἡ τοῦ πύου δίοδος βλάψαι 〈ἄν〉, μήπω τι καὶ ἀπόσιτοι ἔσονται, κἤν τι λάβωσι, εὐηγέες.
1.13.5 χρὴ δὲ καὶ ἐπὶ τῇσι ἄλλῃσι ἐκροῇσι παντοίην μελέτην τοῦ στομάχου ποιέεσθαι· ὅδε γὰρ ἡ πάντων φαρμάκων ὁδός. μεμνῆσθαι δὲ καὶ τοῦ ἥπατος χρεών, ἔνθα τῶν ἑλκέων ἐστὶ ἡ ῥίζα. ἢν δὲ ἐς κύστιν ὁρμᾷ, οὐρητικοῖσι ἐξάγειν, ἀσάρου τῆς ῥίζης καὶ φοῦ καὶ ἀδιάντου καὶ μήου τῶν ἐμπότων· τάδε μέντοι ξὺν μελικρήτῳ πιπίσκειν. ποικίλον μὲν τὸ Βηστίνου φάρμακον καὶ τὸ διὰ τῶν φυσαλίδων ἄρι‐ στον, ἠδ’ ὁκόσα διὰ πείρης τισὶ ἐπαινέεται.
1.13.6 ἢν δὲ δι’ ἐντέρων ἄγῃς, τὸ ἀγωγὸν ἔχεις γάλα, μάλιστα μὲν ὄνου· ἢν δὲ μή, αἰγὸς ἢ μήλων. χυλοὶ δὲ ὀλισθηροὶ καὶ σμηγματώδεες, ὁ τῆς πτισάνης· ὄψα, πέπερι, ζιγγίβερι, λιγυστικόν. ἁθρόον δὲ εἰρῆσθαι ἀμφὶ πάσης διαίτης, ἐπὶ πάσῃ ξυρρήξει, τροφαὶ μὲν εὔχυμοι, εὐστόμαχοι, εὔπεπτοι· ἢ χυλοὶ ἢ οἱ διὰ γάλακτος πόλτοι, ἄμυλος, ἰτρία ξὺν γάλακτι. Θεραπεία σπληνός.
1.14.1 Σκίρρου τοῦ ἐπὶ σπληνὶ λύσιες οὐ ῥήϊσται. ἢν δὲ καὶ ἀπότοκοι τῶνδε νοῦσοι γένωνται, ὕδρωψ ἢ καχεξίη, ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον ** τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι. χρὴ ὦν ἀποτρέπειν γιγνομένους καὶ λύειν ἄρτι ἀρχομένους· ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι, ἤνπερ οἱ σκίρροι διάδοχον ἐς διαπνοὴν ἄγωνται τὴν ἀπόστασιν· τάδε γὰρ φλεγμασίης.
1.14.2 ἰητηρίοισι δὲ χρέεσθαι ὁκόσα μοι ἐν τῇσι ὀξείῃσι λέλεκται. ἢν δὲ πάντα σοι πρήσσοντι ἐν φλεγμασίῃ ὁ σκίρρος ἐμμένῃ, καὶ πυρὶ ἰκέλοισι χρέο ἐς μάλθαξιν τῆς σκληρίης, τέγξεσι δι’ ὄξεος καὶ ἐλαίου καὶ μέλιτος, ἀντὶ δὲ εἰρίων πτύγματα ἔστω ἀπὸ λίνου. ἐμπάσσειν ὧδε τῆς μυροβαλάνου σεσησμένης, ἐπιπλάσμασί τε τοῖσι μαλθακωτάτοισι ** †αἴ ** ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΧΡΟΝΙΩΝ ΝΟΥΣΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ Β.
2.1.1 * * * Θεραπεία διαβήτεω.
2.2.1 Ὕδρωπος ἰδέη τὸ διαβήτεω πάθος αἰτίῃ καὶ διαθέσει, χώρῃ δὲ μούνῃ διάφορον, ἔνθα τὸ ὑγρὸν ἐκρέει. ἀσκίτῃ μὲν γὰρ δοχεῖον τὸ περιτόναιον, οὐδ’ ἐκροὴν ἴσχει, ἀλλὰ μίμνον τῇδε πλημυρεῖ· διαβήτεω δὲ φορὴ μὲν ὑγροῦ ἡ ἀπὸ τοῦ πάσχοντος ἡ ωὐτὴ καὶ ξύντηξις, ἐς δὲ νεφροὺς καὶ κύστιν ἡ ξύνδοσις τὰ περὶ ἔξοδον φέρει. ἥδε τοῖσι ὑδεριῶσι ἡ ὁδὸς ἐπιγίγνεται, ἢν ἐς ἀγαθὸν ἡ νοῦσος τρέπηται· ἀγαθὸν δὲ ἡ λύσις τῆς αἰτίης καὶ μὴ τοῦ ἄχθεος ἐλαφρίη μοῦνον.
2.2.2 δίψος δὲ τουτέοισι μέζον· ἐκρέον γὰρ τὸ ὑγρὸν αὐαίνει. ἔστι δὲ τὰ ἄκεα ἐς τὴν ἐπίσχεσιν τῆς ξυντήξιος τὰ ωὐτὰ τοῖσι ὕδρωψι. ἐς δὲ τὸ δίψος μεγάλης ἰητρείης χρέος· τόδε γὰρ ἐν τῷ εἴδεϊ ἀλγέων πάντων μέζον. καὶ ἢν πίωσί τι ὑγρόν, πρόκλησις οὐρήσιος· ποτὶ καὶ ἐκθέον τόδε ξυναπάγει τῆκον τὰ ἐν τῷ σκήνεϊ. φαρμάκων ὦν ἀδίψων χρέος· δίψος γὰρ μέγα ἀκορίῃ ποτοῦ. ποτὸν γὰρ οὐδ’ ὅσον γίγνηται δίψεος ἄκος.
2.2.3 πάντῃ δεῖ τῷ στομάχῳ ἀρήγειν, ἔνθα τοῦ δίψεος αἱ πηγαί. ἢν ὦν τῇ ἱερῇ καθάρῃς, ἐπιθήμασι χρέο, νάρδῳ, μαστίχῃ, φοίνιξι, μήλοισι κυδωνίοισι ὠμοῖσι· τῶνδε ὁ χυλὸς μὲν ξὺν νάρδῳ καὶ ῥοδίνῳ ἄρι‐ στον [δὲ] ἐς τέγξιν· ἐπίπλασμα δὲ ἡ σὰρξ αὐτέων ξὺν μαστίχῃ καὶ φοίνιξι· ἐν κηρῷ δὲ καὶ νάρδῳ τῷ μύρῳ ἡ τουτέων μεῖξις ἀγαθή, ἢ οἱ χυλοὶ ἀκακίης τε καὶ ὑποκυστίδος ἔς τε τὰς τέγξιας καὶ ἐς τὰ ἐπιπλάσματα.
2.2.4 ἀτὰρ καὶ ὕδωρ τὸ ποτὸν ξὺν τῇσι ὀπώρῃσι ἑψείσθω. τροφαὶ δὲ καὶ γάλα καὶ ξὺν τῷδε σιτία, ἄμυλον, χόνδροι, ῥοφήματα. οἶνοι στύφοντες ἐς τὸν τοῦ στομάχου τόνον, ἀκρητέστεροι μᾶλλον ἐς τὴν τῶν ἄλλων χυμῶν ἐξηέρωσίν τε καὶ διάνιψιν· ἁλμώδεσι γὰρ δίψος. οἶνος δὲ στύφων θ’ ἅμα καὶ ψύχων, μεταβολῇ τε καὶ εὐκρασίῃ 〈χρήσιμος〉· ἐς δύναμιν δὲ κἢν οἶνος γλυκὺς ὁκοῖος αἷμα ἔῃ ἐς τὴν αὐτοῦ γένναν. φάρμακα ποικίλα τὰ ωὐτά, ἡ διὰ τῶν θηρίων, ἡ τοῦ Μιθριδάτεω, ἡ διὰ τῶν ὀπωρέων, τά τε ἄλλα ὁκόσα ὕδρωπος ὀνηϊστά. ἀτὰρ καὶ ἡ ξύμπασα δίαιτα καὶ ὁ βίος ωὑτός. Θεραπεία λιθιάσεως καὶ ἑλκώσεως νεφρῶν.
2.3.1 Ἀμφὶ μὲν φλεγμασίης καὶ αἱμορραγίης καὶ ὁκόσα ὀξέως ἀπὸ νεφρῶν κτείνει, ἐν τοῖσι ὀξέσι γεγράφαται· ἀμφὶ δὲ ἑλκώσιος ἠδὲ λίθων γενέσιος, ὁκόσα τὰ πολλὰ ξυναποθνῄσκει πρεσβύτῃσι, μάλιστα νῦν γράφω. ἄγχιστα μὲν ἐς ἄκεσιν· εἰ δὲ μή, οἷσιν ὅγε παρηγορήσεται.
2.3.2 λίθων μὲν ὦν εὐφυῆ γένναν ἐς ἄγονον τρέψαι ἀδύνατον. ῥηΐτερον μὲν γὰρ μήτρην ἄτοκον θέμεναι, ἢ νεφροὺς λιθιῶντας ἀλίθους. ἐς διέξοδον ὅμως ἀρήγειν χρή. ἢν ὦν ἐν ἕδρῃ ἵζωσι οἱ λίθοι, τὰ ἄκεα φράσω. κάρτα γὰρ ὀδυνέονται, ποτὶ καὶ ἐξέθανον στρόφοισι καὶ εἰλεῷ κώλου καὶ ἰσχουρίῃ· ξυναφέα γὰρ ἀλλήλοισι νεφροί τε καὶ κῶλον.
2.3.3 ἢν γὰρ λίθων ἐνστάσιες ἔωσι, ἐπὶ δὲ τοῖσι ἰσχουρίη τε καὶ στρόφοι, τὴν ἐπὶ τῷ σφυρῷ τάμνειν φλέβα τῷ κατ’ ἴξιν τοῦ νεφροῦ. αἱ γὰρ τοῦ αἵματος ἀπὸ νεφρῶν ἔκροιαι ἀνιᾶσι τῶν λίθων τὰς σφίγξιας· φλεγμονὴ γὰρ δήσασα ἴσχει τὰ πάντα, φλεγμονῆς δὲ κενεαγγείη λύσις. τέγγειν τε τὰς ψύας, ἔνθα τῶν νεφρῶν ἡ χώρη· λίπας δὲ παλαιὸν ἢ τὸ νέον ῥύτην ἰσχέτω. οὐρητικὸν δὲ καὶ ἀνήθου ἡ κόμη καὶ λιβανωτὶς ἢ σάμψυχον. τοισίδε χρὴ ὅκως ὕδωρ καταιονεῖν· σμικρὸν γὰρ αἱ χρίσιες.
2.3.4 ἀτὰρ καὶ τοισίδε πυριῆν, βοείῃσι κύστεσι ἐγχέοντα ἔλαιον ἀνθεμίδος. ἐπιπλασμάτων νῦν ὕλη ξὺν τοῖσι ἀλήτοισι ἡ ωὐτή. ἔλυσε καὶ σικύη κούφη κοτὲ τῶν λίθων τὴν ἔνστασιν· ἄρι‐ στον δέ, κἢν ἐπὶ φλεγμασίης σχάσῃς. ἢν δὲ τάδε σοι ποιέοντι ἔτι μίμνωσι οἱ λίθοι, ἐς ἔλαιον τὸν ἄνθρωπον καθιέναι· τὸ γάρ τοι ἅμα πάντα ποιέει. ἀλέῃ μὲν χαλᾷ, †πῆ δὲ ἐκγλισχραίνει· τὸ δριμὺ δὲ ἐς προθυμίην δάκνει. τάδε μέντοι ἔξοδα λίθων καὶ οὔρων προκλήσιες.
2.3.5 πίνειν δὲ φαρμάκων τῶν ἁπλῶν μὲν ῥίζας, φοῦ, μῆον, ἄσαρον· βοτάνας δὲ τὴν πριονῖτιν ἢ πετροσέλινον ἢ σίον, ποικίλων δὲ μυρία μὲν ὁκόσα ἴσχει νάρδον, κασίην, σμύρναν, κινάμωμον ... * * * ἀπουλώσει σίνηπι καὶ ἐκ πυρὸς ἐσχάραι· καὶ ἐπιθήματα 〈ἃ〉 πρόσθεν μοι λέλεκται. δίαιτα δὲ καὶ ἄλειψις καὶ πλοῦς καὶ ἡ ἐν θαλάσσῃ βιοτή, ἅπαντα τοῖσι ἐπὶ νεφρῶν ἐστιν ἄκεα. * * * Θεραπεία γονορροίας.
2.5.1 Καὶ τοῦ ἀτερπέος τοῦ πάθεος εἵνεκεν καὶ τοῦ κατὰ ξύντηξιν κινδυνώδεος καὶ τῆς ἐς διάδεξιν γένεος χρείης λύειν χρὴ μὴ βραδέως τὴν γονόρροιαν, πάντων κακῶν οὖσαν αἰτίην. πρώτιστα μὲν ὦν ὅκως ῥεῦμα κοινὸν ἰῆσθαι· στύψεσι τῶν ἀμφὶ τὴν κύστιν καὶ τὴν ῥοὴν [τῶν] χωρίων καὶ ἐμψύξεσι [ἢ] ψυῶν, λαγόνος, αἰδοίων, διδύμων, ὅκως μὴ ῥέῃ ἐς πολλὸν ἡ γονή.
2.5.2 εἶτα αὖθις ἀλεῆναι τὸ πᾶν, ἐς τὸ τὰς ἀφόδους ξηραίνειν. στύψεσι μὲν ὦν καὶ τέγξεσι· εἴριον μὲν τὸ ἀπὸ τῆς ὄϊος ξὺν τοῖς λύμασι· λίπας δὲ τὸ ῥόδινον μύρον ἢ τὸ διὰ τῆς οἰνάνθης ξὺν οἴνῳ λευκῷ, εὐώδεϊ. ἐκ προσαγωγῆς δὲ ἀλεαίνοντα λίπας τὸ κοινόν, καὶ μελίλωτον ἐκζεσθὲν ξὺν αὐτῷ, καὶ σάμψυχον, καὶ λιβανωτὶς ἢ κόνυζα· ἄρι‐ στον καὶ ἀνήθου κόμη καὶ ἔτι μᾶλλον ἡ ῥυτή.
2.5.3 τοισίδε ἐς τὰ ἐπιπλάσματα χρέο, κριθῶν καὶ ὀρόβων ἀλήτοισι καὶ ἐρυσίμου τοῦ σπέρματος καὶ λίτρῳ· μέλι δὲ ἐς τὴν ἁπάντων ξύμπνοιαν καὶ ξυνάφειαν. τοιάδε καὶ ἐπιπλάσματα ὁκόσα φοινίσσει καὶ ἰόνθους ἐγείρει καὶ τὸ ῥεῦμα παροχετεύει καὶ ἀλεαίνει τὰ χωρία· τοιόνδε τὸ χλωρὸν ἐπίπλασμα καὶ τὸ διὰ τοῦ καρποῦ τῆς δάφνης. πιπίσκειν δὲ καὶ τοῦ κάστορος συχνὸν καὶ τῆς ῥίζης τοῦ ἁλικακάβου ὁκόσον δραχμὴν ὁλκῆς καὶ τῆς ἡδυόσμου τὸ ἕψημα.
2.5.4 ποικίλων δὲ τὸ διὰ τῶν δύο πεπέρεων, ἡ σύμφωνος, ἡ Φίλωνος· ἄρι‐ στον καὶ τὸ διὰ τοῦ σκίγκου τοῦ θηρίου φάρμακον ποτὸν καὶ ἡ τοῦ Βηστίνου καὶ ἡ διὰ τῶν ἐχιδνῶν τῶν ἑρπετῶν. τὸ ξύμπαν δὲ διαίτῃ διδόναι, ἐπιτρέπειν τε καὶ πιστεύειν χρὴ καὶ γυμνασίοις καὶ περιπάτοισι καὶ αἰώρῃσι. τάδε γὰρ τὴν ἕξιν ἐς θερμασίην τρέπει, ὅπερ ἐστὶ τῷ πάθεϊ χρέος· εἰ δὲ καὶ σώφρων ἔοι ἐπὶ τοῖσι ἀφροδισίοισι καὶ λούοιτο ψυχρῷ, ἐλπὶς ὡς ὤκιστα ἀνδρωθῆναι τὸν ἄνθρωπον. Θεραπεία στομαχικῶν.
2.6.1 Ἡ ἐν τοῖσι ἄλλοισι πάθεσι μετὰ τὴν θεραπείην δίαιτα ἐς ἰσχὺν καὶ κράτος τοῦ σώματος εὐπεψίῃ ἀγαθή· στομαχικοῖσι δὲ μούνοισι ἥδε γίγνεται πλημμελής. ὅκως ὦν αὕτη γίγνοιτο, φράσω. ἱκανὴ γὰρ αἰώρη, περίπατοι, γυμνάσια, φωνασκίη, τροφαὶ ἐς πέψιν ἀγαθαὶ ἀναμαχέσασθαι τὴν τοῦ στομάχου κακοσιτίην· ἀδύνατον δὲ τάδε καὶ ἀπεψίην λῦσαι μακρὴν καὶ τὴν σκελετίην τοῦ σκήνεος εὔογκον σάρκα ποιῆσαι. πολλὸν δὲ μέζον ἐπὶ τουτέων ἔστων αἱ τοῖσι κάμνουσι χάριτες καὶ τὸ καθαρῶς ἅπαν δρῆν καὶ τῇσι ἐπιθυμίῃσι ἕπεσθαι τὸν ἰητρόν, μὴ μεγάλα βλάπτοντα· ἄρι‐ στον γὰρ τόδε, ἢν μὴ κάρτα ὠφελεύντων ὄρεξις ἥκῃ.
2.6.2 φάρμακα δὲ ποτά, χυλοί, ἀψίνθιον καὶ νάρδος τὸ μύρον καὶ ἡ διὰ τῶν θηρίων καὶ 〈σελίνου〉 τοῦ ἐν πέτραις ὁ καρπὸς καὶ ζιγγιβέριος καὶ πεπέριος καὶ σεσέλιος· τάδε πεπτήρια. καὶ κατὰ τοῦ στέρνου ἐς στύψιν ἐπίθημα· νάρδοι, μαστίχαι, ἀλόαι, ἀκακίαι καὶ μήλων κυδωνίων ὁ χυλός· καὶ αὐταὶ δὲ τῶν μήλων αἱ σάρκες ἀμφιθλασθεῖσαι ξὺν φοίνιξι ἐπίθημα στῦφον. ἀτὰρ καὶ τἆλλα, ὁκόσα μοι ἐς διαβήτεω γεγράφαται, ἐς δίψεος ἄκος. τὰ ωὐτὰ γὰρ καὶ τοῖσι δίψος γίγνεται· ὁ δὲ τόνος τοῦ στομάχου ἄδιψον στομαχικοῖσι. Θεραπεία κοιλιακῶν.
2.7.1 Ἢν τῶν σιτίων ἀκρατὴς ἡ κοιλίη ἔῃ, διαρρέῃ δὲ ἡ τροφὴ ἄπεπτος, ἄτρεπτος, ὠμὴ καὶ μηδὲν ἐς τὸν ὄγκον ἀνίῃ, κοιλιακοὺς τούσδε κικλήσκομεν. ψύχεϊ μὲν ἐμφύτῳ τῷ τῆς ἐς πέψιν θερμασίης, ἀτονίῃ δὲ τῆς ἐς ἀνάδοσιν δυνάμιος. χρὴ ὦν τὴν κοιλίην πρώτιστα μὲν πόνων ἀνιέναι ἠρεμίῃ καὶ ἀποσιτίῃ· ὧδε γὰρ παλινδρομέουσι αἱ δυνάμιες. ἢν δὲ καὶ πλήθεος τῶν ἐν τῷ στομάχῳ φαντασίη ἔοι, νήστεσι ἐμέτοισι χρέεσθαι ἀφ’ ὕδατος ἢ μελικρήτου.
2.7.2 τὴν κοιλίην δὲ σκέπειν καὶ τέγγειν ἐς στῦψιν, εἰρίοισι μὲν τοῖς ἐξ ὄϊος πιναροῖσι, λίπαϊ δὲ ῥοδίνῳ μύρῳ ἢ τῷ διὰ τῆς οἰνάνθης ἢ μηλίνῳ· ἄρι‐ στον κἢν ἀπὸ τοῦ σχίνου καὶ ὑποκυστίδι ἢ ὀμφακίῳ· ξὺν τοισίδε καὶ ἐπιπλάσματα, θερμὰ μὲν ἐς θίξιν, ἐς δύναμιν δὲ στρυφνά. καὶ ἤν πῃ τοῦ ἥπατος ἢ τῆς κοιλίης κατὰ στόμα ἐντάσιες ἢ φλεγμασίαι ἔωσι, σικύην προσβάλλοντα ἐντάμνειν· καὶ ἔστι οἷσι τόδε μοῦνον ἤρκεσε· ἐπὴν δὲ κηρωτῇσι ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα ἠδὲ ἐπὶ σκληρίῃ κραίνῃ, τῇδε βδέλλας τὰ θηρία προσβάλλειν· ἔπειτα ἐπιθήματα πεπτικὰ τιθέναι, ὁκοῖον τὸ διὰ τῶν σπερμάτων, ἢν ἴσχῃ χαμαιλέοντος ῥίζαν· ἄρι‐ στον καὶ ἔνθα οἱ τῆς δάφνης ἔασι καρποὶ καὶ τὸ μάλαγμα ἐπίκλησιν τὸ χλωρὸν καὶ τοὐμὸν τὸ μυστήριον.
2.7.3 τάδε γὰρ μαλάσσει τε καὶ ἀμύσσει καὶ θερμασίην ἐγείρει καὶ ἄφυσα τὰ σπλάγχνα ποιέει, ὧν περ ἐς στῦψιν χρέος. ἀτὰρ καὶ σίνηπι καὶ λίμνηστις καὶ εὐφόρβιον καὶ ὁκόσα τοιάδε πάντα τὴν μὲν ψῦξιν κωλύει, ἀνάκλησιν δὲ θέρμης ποιέεται. τοιάδε χρὴ καὶ πιπίσκειν φάρμακα ἐς στῦψιν.
2.7.4 χρέος μὲν πρώτιστα ὁ τοῦ ἀρνογλώσσου χυλὸς ξὺν ὕδατι ἐστυμμένῳ μύρτοισι ἢ κυδωνίοισι μήλοισι. ἄρι‐ στον καὶ γίγαρτον σταφυλῆς ὀμφακίτιδος. οἶνοι τῶν κάρτα στυφόντων. ἔπειτα δὲ τὰ ἀλεαίνοντα τὴν γαστέρα φάρμακα ποτά, ὁκόσα διὰ ζιγγιβέριος καὶ πεπέριος καὶ σελίνου τοῦ καρποῦ τοῦ ἀγρίου τοῦ ἐν πέτραις· τὸ διὰ τῶν θηρίων τῶν ἐχιδνῶν πεπτικώτατον.
2.7.5 ἢν δὲ ἐπὶ τοῖσι μηδὲν ἢ σμικρὸν ἐνδιδῷ, τοῖσι ἀπὸ ῥαφανίδων ἐμέτοισι χρέο· ἢν δὲ καὶ ἐγκρύψῃς ταῖσδε ἐλλεβόρου τοῦ λευκοῦ ῥίζαν ἐς μίαν νύκτα, εὐτονωτάτη ἄν σοι γένοιτο ἡ κάθαρσις ἔς τε τὴν τῶν ὑγρῶν τῶν ψυχρῶν κάθαρσίν τε καὶ ἔκκρισιν καὶ ἐς τὴν ἔξαψιν τοῦ θερμοῦ.
2.7.6 ἀτὰρ καὶ ἡ δίαιτα καὶ ὁ βίος τοιῶσδε ἔστω ξύμμετρα. οἱ ὕπνοι νύκτωρ μέν, δι’ ἡμέρης δὲ περίπατοι, ἀναφωνήσιες, αἰώρη ἥ γε ἐν δάφνῃσι ἢ μυρρίνῃσι ἢ θύμῳ· ἔχει γάρ τι ἡ διαπνοὴ καὶ ἡ ἀναπνοὴ τοιῶνδε φάρμακον πεπτήριον. γυμνάσια, τρίψιες, χειρονομίη ἁλτήρων βολαῖσι τοῦ θώρηκος, καὶ τῆς κοιλίης κόποι, προπόσιες· σμικρότατα γὰρ ἐς τόνον εὐσταλὲς ἄρτος. ἐπὶ τῶνδε φοίνιξις, περίπατοι ῥαθυ*** 〈Θεραπεία ἀρθρίτιδος καὶ ἰσχιάδος.
2.12.1 〉 ** σιτίων καὶ ῥαφανίδων πολλάκις. ἔπειτα ἐς τὸν ἐλλέβορον ἄγειν. δίαιτα δὲ ἡ ἐπὶ τοισίδε ξυνὴ τοῖσι ἄλλοισι πάθεσι. καὶ ἐπὶ τῇ διαίτῃ ἄλειψις, ψυχρολουσίη θαλασσίη. μάλιστα μὲν ὦν ἅπασι ἀρθριτικοῖσι ξυνὰ ἄκεα· καὶ γὰρ καὶ τοῖσι ποδαγρικοῖσι ἐλλέβορος τὸ μέγα ἄκος, ἀλλὰ ἐν τῇσι πρώτῃσι προσβολῇσι τοῦ πάθεος. ἢν δὲ ἐκ πολλῶν μὲν ἤδη χρόνων ἔῃ, ἀτὰρ καὶ ἐκ διαδέξιος πατέρων φανῇ, ξυναποθνῄσκει ἡ νοῦσος. ἐς δὲ τοὺς παροξυσμοὺς τῶν ἄρθρων τάδε χρὴ πρήσσειν. εἴρια μὲν ἔστω ἐξ ὄϊος τὰ οἰσυπώδεα· τέγξιες δὲ διὰ ῥοδίνου καὶ οἴνου· μετεξετέροισι δὲ καὶ σπογγιὴ ξὺν ὀξυκρήτῳ ὤνησεν.
2.12.2 ἔπειτα ἐπίπλασμα, ἄρτος ξὺν τοῖσι ψύχουσι κολοκύνθης καὶ πέπονος καὶ σικύη λιτὴ καὶ ἀρνόγλωσσον ἡ βοτάνη καὶ ῥόδων τὰ φύλλα· ἀτὰρ καὶ ἡ σιδηρῖτις ἄπονος ξὺν ἄρτῳ καὶ βρύον καὶ ξυμφύτου ῥίζα καὶ πεντάφυλλος ἡ βοτάνη καὶ πράσιος ἡ τοῖσι φύλλοισι λεπτή. τῆσδε μέντοι τὸ μὲν ἀφέψημα ἐπάντλημα ἄπονον· αὐτὴ δὲ ἐπίπλασμα ξὺν ψιξὶ ἢ κριθῶν ἀλήτῳ. μήλων τε τῶν κιτρίων τὸ ἄβρωτον ξὺν ἀλφίτοισι ἄρι‐ στον· σῦκα ξηρὰ καὶ θάσια ξύν τινι τῶν ἀλήτων.
2.12.3 ἥδε μέντοι ψύξιος ἡ ὕλη· καὶ τόδε μέντοι ἄλλοτε ἄλλον ὤνησε καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ. μετεξετέροισι δὲ τὰ ἀλεαίνοντα ξυμφέρει, καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ ὠφέλησε. λόγος δὲ καὶ τόδε κάρτα ἄπονον ἔμμεναι· αἶγα χρὴ βοτάνης τῆς ἴριδος ἐμφαγεῖν, ἐπὴν δὲ πλη‐ σθῇ, διαλιπόντα ὁκόσον ἡ νομὴ ἐν τῇ γαστρὶ μαχθείη, καταθῦσαι τὴν αἶγα ἠδὲ ἐντὸς τῆς γαστρὸς ἐς τὴν κόπρον ἐγκρύψαι τὼ πόδε. φάρμακα δὲ μυρία· καὶ γὰρ τοὺς νοσέοντας ἑωυτῶν φαρμακέας εὐπόρους τίθησι ἡ ξυμφορή· τῶν δὲ ἰητρῶν τὰ φάρμακα ἐν τῇσι γραφῇσι λελέξεται. Θεραπεία ἐλέφαντος.
2.13.1 Τῶν νούσων μέζονα χρὴ τὰ ἄκεα ἐς λύσιν αὐτέων ἔμμεναι· ἐλέφαντος δέ, τηλίκου κακοῦ, τίς ἀξιόνικος γίγνοιτ’ ἂν ἰητρείη; οὐ γὰρ μέρεϊ ἢ σπλάγχνῳ ἑνί, ἢ ἔνδον ἐνσκήπτει μοῦνον ἢ ἔξω τὸ κακὸν ἕρπει, ἀλλ’ ἔνδοθί τε ὅλῳ τῷ ἀνθρώπῳ ἐνοικέει καὶ ὅλον ἔξωθεν ἀμπέχει. ἀτερπὲς μὲν καὶ φοβερὸν ἰδεῖν· θηρίου γὰρ ἰδέη· δέος δὲ ξυμβιοῦν τε καὶ ξυνδιαιτᾶσθαι οὐ μεῖον ἢ λοιμῷ. ἀναπνοῆς γὰρ ἐς μετάδοσιν ῥηϊδίη βαφή. τί ἂν ὦν εὕροι τις ἐν ἰητρικῇ τοῦδε ἀξιόνικον ἄκος; ἀλλὰ γὰρ πάντα χρὴ ξυμφέρειν φάρμακα καὶ διαίτην καὶ σίδηρα καὶ πῦρ· καὶ τάδε κἢν μὲν ἔτι νεοτόκῳ τῷ πάθεϊ προσβάλῃς, ἐλπὶς ἰήσιος· ἢν δὲ ἐς ἀκμὴν ἥκῃ γενέσιος καὶ ἐν τοῖσι σπλάγχνοισι ἑδραῖον ἵζῃ, ποτὶ καὶ ἐς τὰ πρόσωπα προσβάλλῃ, ἀνέλπιστος ὁ νοσέων.
2.13.3 τάμνειν ὦν τὰς ἐπ’ ἀγκῶνι φλέβας· ἄμφω δέ. τάμνειν δὲ καὶ τὰς ἐπὶ σφυροῖσι, 〈μὴ〉 αὐτῆμαρ· κρέσσον γὰρ ἡ διάστασις ἔς τε πολλὴν τὴν τοῦ αἵματος ῥοὴν καὶ ἐς ἀνάκλησιν τῆς δυνάμιος. χρεὼν γὰρ αἷμα πολλάκις καὶ πολλὸν ἐκχέαι, τοῦ πάθεος τὴν τροφήν. σμικρὸν δὲ ἐν αὐτέῳ τὸ χρηστόν, τῆς φύσιος ἡ τροφή. ξυντεκμαίρεσθαι ὦν ἀφαιρέοντα τὸ πονηρόν, καὶ ἔντηκτον με‐ σηγὺ τὸ οἰκεῖον, μέσφι ἂν προαπαυδήσῃ ἀτροφίῃ ἡ νοῦσος· ἡ γὰρ νεαρὴ ξυμπλακεῖσα τῷ σώματι χρόνῳ μακρῷ ἠμαύρωσε τὴν παλαιήν.
2.13.4 ἔπειτα τὴν ἱερὴν πιπίσκειν μὴ ἐσάπαξ· ἀλλὰ γιγνέσθω πάντα πολλάκις ἐξ ἀναλήψιος καὶ παλινδρομίης. ἔστω καὶ ἡ ἄλλη κάθαρσις φαρμακώδης ἐν σιτίῳ· ἡ ἐπὶ τῷ ἰσχίῳ ἣν ἔλεξα ἔστω· ἠδὲ γάλα ἀδιάκριτον (πολλὸν δὲ ἔστω τόδε) ἐς διαχώρησιν πιεῖν. ἐχέτω δὲ μοίρην τὴν πέμπτην ὕδωρ, ὡς πᾶν τὸ γάλα διεκθέειν. ἐς ἐμέτους δὲ θᾶσσον ἄγειν, νήστιας τὸ πρῶτον, ἀπὸ σίτων δ’ αὖθις, ἔπειτα ἀπὸ ῥαφανίδων· πολλάκις δὲ καὶ ξυνεχέως πάντα γιγνέσθω. ἐς ἐλλέβορον ἄγοντα καιρῷ παντί, μᾶλλον δὲ ἔαρος καὶ φθινοπώρου διδόναι, ἡμέραν ἀφ’ ἡμέρας, καὶ αὖθις ἐς νέωτα.
2.13.5 κἢν ἡ νοῦσος κρατυνθῇ, φαρμάκων ποτῶν ὁκόσα τις γιγνώσκει πιπίσκειν· ἀγαθὸν γὰρ φαρμακεύειν πολλὸν ἐς ὄνησιν. κἀγὼ δὲ ὁκόσα γιγνώσκω γράφω· κεδρίης κύαθον ἕνα, κράμβης δύο μίσγοντα, διδόναι. ἄλλο· σιδηρίτιδος τοῦ χυλοῦ κύαθος εἷς, τριφυλλίου εἷς, οἴνου καὶ μέλιτος κύαθοι δύο. ἄλλο· ἐλέφαντος τοῦ ὀδόντος ῥινήματος ὁλκῆς δραχμὴ ξὺν οἴνῳ Κρητὶ κυάθων δύο.
2.13.6 ἀτὰρ καὶ τῶν ἔχεων τῶν ἑρπετῶν θηρίων αἱ σάρκες, καὶ αἵδε ἐς ἀρτίσκους πεπλασμέναι πίνονται. ἀποτάμνοντα δὲ χρὴ τῆς κεφαλῆς καὶ τῆς οὐραίης ἑκάστου, ὁκόσον δακτύλους τέσσαρας, τὸ λοιπὸν ἑψεῖν ἐς διάκρισιν τῶν ἀκανθῶν· τὰς δὲ σάρκας ἀρτίσκους διαπλάσαντας ψύχειν ἐν σκιῇ· πιπίσκειν δὲ τούσδε ὅκως καὶ τὴν σκίλλην. καὶ αὐτοὶ δὲ οἱ ἔχιες ὄψον ἐν δείπνῳ, ὡς ἰχθύας δὲ χρὴ τούτους σκευάσαι.
2.13.7 ἢν δὲ τὸ δι’ ἐχιδνῶν τὸ ποικίλον παρείη φάρμακον, ἀντὶ πάντων πίνειν τόδε· ἴσχει γὰρ πάνθ’ ὁμοῦ. ῥύπτειν δὲ καὶ τὸ σκῆνος καὶ τοὺς ὄχθους λεαίνειν. φάρμακα δὲ ἄλλα μυρία τῶν Κελτέων, οἳ νῦν καλέονται Γάλλοι, τὰς λιτρώδεις τὰς ποιητὰς σφαίρας, ᾗσι ῥύπτουσι τὰς ὀθόνας, σάπων ἐπίκλην· τῇσι ῥύπτειν τὸ σκῆνος ἐν λουτρῷ ἄρι‐ στον. καὶ ἀνδράχνη καὶ ἀείζωον ξὺν ὄξεϊ, ἀτὰρ καὶ λαπάθου ῥιζέων ἀφέψημα ξὺν ἀπύρῳ θείῳ ῥύπτει καλῶς. ποικίλον δὲ ἀλκυονίου τοῦ λείου καὶ λίτρου καὶ τρυγὸς ὄξεος κεκαυμένης καὶ στυπτηρίης σχιστῆς καὶ θείου τοῦ ἀπύρου καὶ κόστου καὶ ἴριδος καὶ πεπέριος.
2.13.8 ταῦτα δὲ χρὴ πάντα μίσγειν ἑκάστῳ τὸ πρὸς δύναμιν· ἄλλο δὲ ἴσον καὶ τόδε καταπάσσοντα ἀνατρίβειν. ἐς δὲ τοὺς ὄχθους τοῦ προσώπου κλημάτων τὴν σποδιὴν ξύν τινι θηρίων στέατι μίσγοντα χρίειν, λέοντος ἢ παρδάλιος ἢ ἄρκτου, ἢν δὲ μή, χηναλώπεκος.
2.13.9 ὁμοῖον γὰρ ἐν ἀνομοίῳ, ὅκως πίθηκος ἀνθρώπῳ, ἄρι‐ στον. καὶ ἀμμωνιακὸν τὸ θυμίημα ξὺν ὄξεϊ καὶ ἀρνογλώσσου χυλῷ ἢ πολυγόνου καὶ ὑποκυστὶς καὶ λύκιον. ἢν δὲ πελιδναὶ ἔωσι αἱ σάρκες, προεγχαράσσειν ἐκχυλώσιος εἵνεκεν. ἢν δὲ ἐπὶ τοῖσι δριμέσι ῥεύμασι ἀναδαρέντα πρηΰνειν τὰ μέρεα ἐθέλῃς, τήλιος ἀφέψημα ἢ πτισάνης χυλοῦ ῥύμμα μαλθακόν· λίπας δὲ ῥόδινον ἢ σχίνινον. λουτρὰ δὲ ξυνεχέα ξύμφορα ἐς ὑγρασμὸν καὶ ἐς διαπνοὴν τῶν κακῶν χυμῶν.
2.13.10 τροφὴ δὲ καθαρή, εὔχυμος, εὔπεπτος, ἁπλῆ. καὶ δίαιτα εὐκρινὴς πάντῃ, καὶ ἐν ὕπνοισι [ἢ] καὶ περιπάτοισι καὶ χώρῃσι. γυμνάσια, δρόμοι καὶ ἀνειλήσιες καὶ κορυκοβολίαι· ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάσει· ἔστω δὲ καὶ ἀναφώνησις, τοῦ πνεύματος γυμνάσιον τὸ καίριον. ἐσθὴς ἔστω καθαρή, οὐχ ὡς ὁρῆσθαι μοῦνον ἥδε, ἀλλ’ [ὡς] ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα τῷ δέρματι.
2.13.11 πιπίσκειν ἀψινθίου τοῦ οἴνου νήστιας· ἄρι‐ στον δὲ ἄρτος ἐκ κριθῶν καὶ τάριχος ὡραῖος καὶ σμικρόν τι μαλάχης ἢ κράμβης ἡμίεφθον ξὺν κυμίνου ἐμβάμματι. ἐς δὲ δεῖπνον σταφυλῖνος ἡ ῥίζα καὶ χόνδροι ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαιῷ τὴν μεῖξιν. καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα ὑπολύει, τελλινῶν ζωμοί, ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι· χερσαίων δὲ τὰ θηρία λαγωὸς ἢ σῦς· πετεινῶν πέρδικες [πᾶσαι], φάσσαι, πελειάδες καὶ ὁκόσα ἡ χώρη ἄριστα ἴσχει. ἀκροδρύων τὰ ὡραῖα· οἶνοι γλυκεῖς οἰνωδέων κρέσσονες. λουτρὰ φύσει θερμὰ, θειώδη· καὶ βίος ἐν ὕδασι μακρὸς ἠδὲ καὶ θάλασσα καὶ πλοῦς.
2.13.12 ἐλλεβορισμοί· ἐλλέβορος λευκὸς μὲν τῆς ἄνω κοιλίης κάθαρσις, μέλας δὲ τῆς κάτω. καὶ ἔστιν ὁ λευκὸς οὐκ ἐμετήριον μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων ὁ δυνατώτατος, οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆς ἐκκρίσιος (τόδε γὰρ καὶ χολέρη πρήσσει) οὐδὲ ἐντάσεσι καὶ βίῃ τῇσι ἐπὶ τοῖσι ἐμέτοισι (ἐς τόδε γὰρ ναυτίη καὶ θάλασσα κρέσσον), ἀλλὰ δυνάμει καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέας τοὺς κάμνοντας ποιέει καὶ ἐπ’ ὀλίγῃ τῇ καθάρσει καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσει.
2.13.13 ἀτὰρ καὶ πάντων τῶν χρονίων νούσων ἐς ῥίζαν ἱδρυμένων, ἢν ἀπαυδήσῃ τὰ λοιπὰ ἄκεα, τόδε μοῦνον ἰητήριον. πυρὶ ἴκελον γὰρ ἐς δύναμιν λευκὸς ἐλλέβορος· καὶ ὅ, τι περ πῦρ ἐργάζεται ἐκκαῖον, τοῦδε πλέον ἐλλέβορος εἴσω παρεκθέων πρήσσει, εὔπνοιαν μὲν ἐκ δυσπνοίης, ἐξ ἀχροίης δὲ εὐχροίην καὶ ἀπὸ σκελετίης εὐσαρκίην.