eul_wid: umi-ar

Διάφορα Ἀποσπάσματα
Medical Fragments

Medical Writers Anonymous Medical Fragments PDF

1 (n) [3] pag. 85v: ......... Περὶ βουβῶνος φυγέθλου καὶ φύματος· π · Κατὰ μὲν τὸν Γαληνὸν ὁ βουβὼν καὶ τὸ φύγεθλον ἀδένων εἰσι παθήματα· βουβὼν μὲν ἡ φλεγμονὴ· φῦμα δὲ ἡ πρὸς ἐμπύησιν φλεγμονὴ· φύγεθλον δὲ τὸ φλεγμονῶδες, ἢ ἐρυσιπελατῶδες pag.
2 (n1) [10] 88v: περὶ κεραυνῶν. ϛθ . Γίνεται κεραυνὸς ὅταν ῥῆξις νεφῶν γένηται. τῆς γὰρ παρακειμένης αὐτοῖς γεώδους οὐσίας ἐξαφθείσης τὸ ἐξαφθὲν [ἀποτριβὲν ὑπὸ τῆς ῥοπῆς] ἐπὶ τὴν γῆν μετὰ ῥοίζου φέρεται. καὶ εἰ μὲν τυγχάνει ὑγρὰ ὄντα τὰ νέφη σβέννυται. εἰ δὲ γεωδέστερα πυροειδεῖς ἐκθλίβονται. καὶ ποιοῦσι τὸν κεραυνὸν. ἔστι γὰρ ψολόεις. πυρώδης. ἐκ νεφίας. ἀργείης. καὶ ἑλικίας. τὰ μὲν οὖν φυλάσσοντα ἀπὸ κεραυνῶν εἰσι ταῦτα· ἀπὸ μὲν τῆς γῆς δάφνη καὶ συκῆ. ἐν δὲ πτηνοῖς ἀετὸς. ἐν δὲ νηκτοῖς φώκη. ταῦτα ἀποτρέπουσι κεραυνούς: — pag.
3 (n) [1] 92v: ......... Πικρὰ γαληνο ῦ· ρι · Ἀ[μύγδαλα] πικρὰ ἑξάγ· α · τούρπετ ἑξαγ 𐅶 ʹʹ κεʹ. πουλε ἑξαγ α · σκαμωνίας καλῆς καὶ ποίει: — a.
4 (n) [6] a. O.: Ἀντίδοτος πρὸς φθίσιν· ταύτην νέρων ὁ βασιλεὺς εἶχεν ρια εἰς μεγάλην σωτηρίαν ταύτῃ χρώμενος· καὶ ὡς παράδοξον ἀνεγράψατο θαυμασίας διὰ τῆς πείρας. ἔχει δὲ οὕτως. φακῆς πεφρυγμένης· γλήχωνος παλαιοῦ· ὑσσώπου· πεπέρεως· ἀνὰ δ ἤγουν τεσσάρων· ἀναλάμβανε μέλιτι ἐπαφρισμένῳ pag. 93r: καὶ δίδου κοχλιάρια β · ἢ γʹ· καὶ θαυμάσεις·: — a.
5 (n) [5] a. O.: Πικρὰ τοῦ γαληνοῦ τῆς φλεβοτομίας ἀντίδοτος. ἀλόης ἡπα ριβ · τικῆς· μαστίχης· σμύρνης· ἀψινθίου· κενταυρίου· ἀριστολοχείας· κόστου· ἀσάρου· εὐπατορίου· ναρδοστάχυος· ζιγγιβέρεως· πεπέρεως· σεσέλεως· πετροσελίνου· ἀνὰ οὐγγίας α · μετὰ τὸ ἀρκοῦν ἡ δόσις α μετὰ οἴνου λευκοῦ [εἰς ἔμβασιν]· τοῖς δὲ πυρέσσουσι μετὰ εὐκράτου:· pag.
6 (n) [5] 94r: Περὶ παιδὸς πεσόντος καὶ εὑρεθέντος ἀφώνου: ρκγ · Πρὸς τοῦτο διὰ πείρας ἰατρός τις ἀγράμματος καὶ ἀπαίδευτος ὁ γράψας τὸ ἀντίγραφον τοῦ παρόντος βιβλίου λέγει κατὰ λέξιν τάδε· (προστάξαι ἑγό ἁναζεύξε (ἤγουν ἀναζέσαι) ὄξυ δρημεί κὲ σπόγγον οἱ βρέξας ἐπέθικα τὸ στόμα τις γαστρῶς καὶ εὐθέος ἐλάλισε): ἤγουν εὐθέως ἐλάλησε: — a.
7 (n) [10] a. O. Πρὸς τεταρταῖον ἰατρεία περσικὴ·: — Ἰατρός τις ἄριστος ἐν περσίδι νεανίαν τινὰ ὡσεὶ ἐτῶν τριάκοντα ἔχοντα τεταρταῖον οὕτως διῄτα· ἐδίδου αὐτῷ μετὰ τὰς πολλὰς ἡμέρας ἐκείνας πέπερι κόκκους λ · ὥρᾳ δ ’ τῆς ἡμέρας· καὶ ἐπάνω τούτου ἐδίδου οἶνον λεπτὸν πίνειν· καὶ μένειν ἄσιτον εἴα ἕως ὥρας η καὶ οὕτως διῄτα αὐτὸν ἡμέρας ὀκτὼ· pag. 94v: τῇ δὲ θ—’ ἡμέρᾳ ἔλαβεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν ὥρᾳ —δ’. ἔτεμε τὴν καθόλου τῆς χειρὸς φλέβα· καὶ προσέταξεν αὐτὸν ὑπνῶσαι· καὶ ὕπνωσεν ὁ ἄ νος ὥρας δ’· καὶ μετὰ τὸ ἐγερθῆναι ἐπέταξεν ὁ ἰατρὸς ζωμὸν ποιῆσαι ἐκ πετροστέγων ἰχθύων καὶ ἔθρεψε τὸν ἄ νον · καὶ τῇ ἐπιούσῃ νυκτὶ περὶ δευτέραν φυλακὴν ἐκενώθη ὁ ἄ νος δι’ ἐμέτου καὶ διὰ γαστρὸς· προειπόντος τοῦ ἰατροῦ ὅτι ἱδρῶσαι ἔχει· ὅπερ καὶ ἐγένετο· καὶ οὕτως ἰάθη ὁ ἄν ος : — pag.
8 (n) [15] 95r: ......... Σκευασία τῆς ἱερᾶς γαληνο ῦ: ρλβ · Ἐπιθύμου· ἀγαρικοῦ· ἀλόης· δακρυδίων· μάννης· κολοκυνθίδος· ῥέου· σκίλλης ὀπτῆς· ἐλλεβόρου· στοιχάδος· ἀμμωνιακοῦ· βδελλίου· χαμαιδρύου· πρασίου· κασίας· σμύρνης· γλήχωνος· καλαμίνθ· πεπέρεως· σκαμωνίας· ἀκτῆς ὃ λέγεται κουφοξυλαία· †βουζίων ἐλατηρίου· ὑπερικοῦ· πολυποδίου· ὀποπάνακος· καστορίου· πετροσελίνου· σαγαπήνου· κρόκου· ἀριστολοχίας· κιναμώμου· μέλιτος: — λαθυρίδων· κρότωνος· τιθυμάλου· ἢ τὸν ὀπὸν ἢ τὸν φλοῦν· κνιδίου κόκκων· θλάσπεως· ἀγρίου λωτοῦ σπέρματος· σταφίδος ἀγρίας· σπάρτου σπέρματος· πέπλου πεπλίδος· ἄπιος· ἀλύπου· ἐμπέτρου· κληματίτου· ταῦτα πάντα καθαρτικὰ τυγχάνει. τὰ μὲν μετὰ ὕδατος τὰ δὲ μετὰ μέλιτος· καὶ τινὰ μὲν καταπότια τινὰ δὲ ἔδεσμα· σὺ δὲ μὴ τὰ πάντα συνάξαι βουληθεὶς ἀμελήσεις ἀλλ’ ὁπόσα εὕρεις εὐχερῶς ἐκ τούτων βαλὼν καὶ ἑνώσας ποίει τὴν ἱερὰν ἢ μετὰ μέλιτος ἢ μετὰ τῶν ἄλλων καθώς σοι εἴρηται: — pag.
9 (n) [6] 101v: Περὶ τῆς ἱερᾶς γαληνο ῦ· Κολοκυνθίδος· σκίλλης ροπ · ὀπτῆς· ἐλλεβόρου· στοιχάδος· ἀγαρικοῦ· ἀμωνιακοῦ· βδελλίου· ἀλόης· χαμαιδρύου· πρασίου· κασίας σμύρνης· γλήχωνος· καλαμίνθης· πεπέρεως· σκαμωνίας· ὑπερικοῦ ἐπιθύμου pag. 102r: πολυποδίου· ὀποπάνακος· καστορίου· πετροσελίνου· ζιγγιβέρεως· σαγαπήνου· κρόκου· ἀριστολοχίας· κιναμώμου· μέλιτος τὸ ἀρκοῦν:· pag.
10 (n) [5] 112r: Εἶπεν ὁ γαληνὸ ς· ὅτι ἡ φλεβοτομία καὶ ἡ κάθαρσις δύναται πᾶσαν νόσον βοηθῆσαι· ἔσωθεν καὶ ἔξωθεν· καὶ μία γυναῖκα εἶχεν εἰς τὸ βυζίον πάθος καρκίνου καὶ ἰατρεύθη μετὰ φλεβοτομίαν καὶ κάθαρσιν· δὶς μὲν τοῦ ἔαρος· ἅπαξ δὲ τοῦ φθινοπώρου χρεία δὲ καὶ τῶν ἔξωθεν ἐπιθεμάτων· ὡς γινώσκεις. —