eul_wid: umi-ax

Περὶ Διαιτῆς
On Diet

Medical Writers Anonymous On Diet PDF

t 1 [5] * ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΑΝΩΝΥΜΟΥ Τροφὴν καὶ πόσιν οὐ χρὴ προσφέρεσθαι πολλάκις τῆς ἡμέρας, ἀλλὰ κατὰ τὸν καιρὸν τοῦ ἀρίστου, ἐν δὲ τοῖς ἑσπερινοῖς δείπνοις οἴνου ποτηρία δύο ἢ τρία σὺν ἄρτῳ βραχεῖ ὡς ἂν ὑπαναθυμιῶσιν ἐπὶ τὴν κεφαλὴν τὰς ὑπνώδεις ἀναθυμιάσεις μετρίως καὶ ὑποσύρηται πρὸς τοῦτον ἠρέμα ὁ χρώμενος καὶ μὴ κάμνῃ ἀϋπνῶν ὑπὸ τῆς παντελοῦς ἀδειπνίας.
1 2 [5] Τό γε μὴν πολλάκις τῆς ἡμέρας ἐσθίειν καὶ πίνειν κάματον παρέχει τῇ φύσει ἐν τῷ πολλάκις ἀναγκάζεσθαι ταύτην πέπτειν καὶ ἐπὶ ἡπιπέπτοις ὠμὰ δέχεσθαι καὶ ἢ μοχθηρῶς πέπτει ἢ τελείως ἀπεπτεῖ καὶ ἀμφοτέρωθεν ἀδικεῖ. Τὸ δὲ ἐπιδειπνεῖν ὀλιγοδεῶς ὡς εἴπομεν ἀγαθὸν ὑπὲρ τὸ τελεῶς ἀδειπνεῖν, ἀλλὰ καὶ δι’ ἐκεῖνο, ἵνα μὴ προσεσθίσας ἑαυτὸν ὁ ἄνθρωπος τῇ κατὰ τὴν ἑσπέραν παντελεῖ ἀπαστείᾳ ἀνάγκης ποτὲ ἢ ἐκ νόσου ἢ ἐκ πείνης τυχὸν κατὰ τὴν αὐτὴν ὥραν τραφῆναι δυσχεράνει μεγάλως τῷ καιρῷ τῆς πέψεως τοῦ στομάχου ἀγνοήσαντος ἤδη ἐκ μακροῦ χρόνου τὴν τοιαύτην τροφὴν καὶ πέψιν.
1 4 Ἔσται δὲ καὶ τὰ λεχθέντα ἐπιδείπνεια ποτήρια θερμὰ καὶ μέτρια, ἵνα καὶ μὴ τῷ ψυχρῷ ἀδικία τις ἐγγένηται τῷ στομάχῳ κατὰ τὴν νυκτερίνην πέψιν ἢ τῷ πολλῷ πλημμύρα ὁμοίως ἀδικοῦσα καὶ αὐτή. Ἔσται καὶ ἡ τροφὴ τοῦ ἀρίστου εὔχυμος.
1 5 [5] εἰ δὲ καὶ περί τινα τῶν μοχθηροτέρων ὀρεκτιᾷ ὅπερ ἡμῶν διαιτώμενος κατὰ τὴν αὐτὴν ὥραν καὶ τράπεζαν συγκεχωρήσθω προσφέρεσθαι ταῦτα καὶ μὴ ἐν διαφόροις τῆς ἡμέρας χρόνοις. Κατὰ ταὐτὸν γὰρ τοῖς εὐχύμοις τὰ μὴ τοιαῦτα ὡς ἐν μιᾷ χύτρᾳ τῇ γαστρὶ συμβληθέντα καὶ τοῖς εὐπέπτοις τὰ ἐναντία, εἰ συνεψηθήσεται ὡς τῆς φύσεως ὅλης εἰς αὐτὰ ἀπασχοληθείσης ἅπαξ ἀκμαίας, οὐκ ἂν ἀδικήσωσιν ἢ μικρόν.
1 7 Τοῦτο δὲ ἐξακουσθήσεται καὶ εἰς τὴν πόσιν τήν τε ἀγαθὴν καὶ μὴ τοιαύτην τυχόν. Ψυχρὸν δὲ ποτήριον ἓν ἢ δύο ἐν τῷ μεταξὺ τῆς ὅλης τροφῆς τοῦ ἀρίστου ἐκπίῃς, εἰ τῇ ψυχροποσίᾳ χαίρει σου τὸ σῶμα, χειμῶνος μὲν ὑποχλιαινόμενα, θέρους δὲ κρυερά.
1 9 Ἀκράτου δὲ ὕδατος οὐ γεύσῃ, πλὴν εἰ μὴ ἐν τῷ θέρει μόνῳ, καὶ ψυχροτέρου τηνικαῦτα διὰ τὴν ἀλέαν τῆς ὥρας καὶ τὸ γεννώμενον τότε θερμὸν αἷμα καὶ τὴν χλωρὰν χολήν. Δύσπεπτον γὰρ τὸ ὕδωρ καὶ δύσπορον εἰς οὖρα καὶ νεφροὺς καὶ στόμαχον ζυμοῖ καὶ ἄτροφόν ἐστι, ὧν τὰ ἐναντία ὁ οἶνος αὐχεῖ, καὶ μᾶλλον ὁ χρηστός.
1 11 [5] Καματοῖς χρῶ πρὸ τῶν σιτίων, τοσοῦτον ὡς ἱδροῦν συμμέτρως, ἵνα ἐκ τοῦ διαφορεῖσθαι καὶ διαπνέεσθαι τὸ σῶμα ἀσμένως τὴν τροφὴν καὶ τὴν πλήρωσιν διὰ τὴν κένωσιν οὐχ ὡς ἄχθος, καὶ μὴ μόνης τῆς διὰ τῶν ἀδήλων πόρων κενώσεως φρόντιζε, ἀλλὰ καὶ τῆς διὰ τῶν ἐνδήλων μάλιστα. Μετὰ δὲ τὴν τροφὴν χρῶ μετρίοις περιπάτοις ὡς ἂν ὑποχαλῶνται τὰ σιτία, μὴ ἅλμασι καὶ ἀτάκτοις κινήμασιν ἢ κραυγαῖς, ἵνα μὴ ἀναβράσσωνται.
1 13 [5] Μετὰ δὲ τοὺς τοιούτους περιπάτους ὕπνῳ συμμέτρῳ χρῶ μεσημερινῷ καὶ μᾶλλον ἐν ταῖς μείζουσι καὶ θερμοτέραις τῶν ἡμερῶν. Ἐν μὲν τοῖς ὑποστρώμασι καὶ τοῖς ὕπνοις πᾶσι δεξιοκοιτῶν κάθευδε καὶ ἐπὶ τὸ ἧπαρ ἀνακλίνου· οὕτω γὰρ ἡ πέψις χρηστοτέρα γίνεται καὶ ταχυτέρα, ὡς τοῦ ἥπατος κάτωθεν μὲν θαλπομένου τοῖς ὑποστρώμασιν, ἄνωθεν δὲ τοῖς ἐπιπίπτουσιν αὐτῷ σπλάγχνοις.
1 15 Ἡ ἀριστερὰ δὲ κατάκλισις τότε καὶ μόνη χρησιμωτάτη, ὅτι ἐκ πολυφαγίας ἢ καὶ πολυποσίας βαρύνονται τὰ σπλάγχνα καὶ ὁ στόμαχος καὶ εἰς ἔμετον ἀνακινοῦνται. Ἀρκεῖ γὰρ τότε τῷ ἥπατι τὸ βάρος τῆς τροφῆς καὶ οὐχὶ καὶ τοῖς σπλάγχνοις ἐπιβαρυνθήσεται.
1 16 [5] παρενεχθήσονται δὲ ταῦτα ἐπὶ τὰ ἀριστερὰ καί τι τοῦ πλήθους τῆς τροφῆς καὶ τὸ ἧπαρ κουφισθὲν στέξει. Ἡ δὲ πέψις δεῖται ἡσυχίας καὶ χρόνου, ἡσυχίας δηλονότι τῆς ἀπὸ κινήσεων καὶ ἁλμάτων καὶ δρόμων καὶ βοῆς ἴσως, τὸ δὲ χρόνου προσετέθη διὰ τὸν ὕπνον, ὡς μὴ βραχὺν εἶναι αὐτόν, ἀλλὰ ἄρκιον.
1 17 [5] γίνεται γὰρ καὶ ἐν ἐγρηγόρσει πέψις, ἀλλὰ μοχθηρά. Ὑπαγωγῆς γαστρὸς φρόντιζε ὡς ἅπαξ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὡσαύτως εἰ μὴ πλέον ἀποσκυλαβίζεται ταύτην καὶ εἰ μὲν ὁ στόμαχος μὴ ἀντιπράττει διὰ τροφῶν ὑγροτέρων καὶ πόσεων ὑπακτικῶν συνεργεῖ τῇ ἐκκρίσει τῆς γαστρός.
1 19 [5] Εἰ δ’ οὖν διὰ τῆς ὑποκάτωθεν συνεργείας, φλεβοτομίας χρῶ. εἰ μὲν πολύαιμος ἔσται, συχνότερον· εἰ δ’ οὖν χρονιώτερον, καὶ τὴν κρανιακὴν μάλιστα τέμνε κατὰ τοὺς ἀλεεινοὺς καφοὺς καὶ θερμοὺς διὰ τὸ ἐν τούτοις μᾶλλον τὴν κεφαλὴν πάσχειν. Ἐν δὲ τοῖς κρυεροῖς καὶ χειμερινοῖς χρόνοις τὴν μέσην καὶ καθόλου διὰ τὸ ἐν τούτοις μᾶλλον τῷ ἄλλῳ σώματι συμβαίνειν τὰ πάθη καὶ τὰς πλευρίτιδας ὑποπτεύεσθαι.
1 21 [5] Γινέσθω σοι δὲ ἡ φλεβοτομία καὶ μετὰ ἔκκρισιν γαστρὸς καὶ τοῦ στόματος ἐπικράντου ὄντος καὶ ἀδάκνου. Τοῖς δὲ λουτροῖς πυκνότερον μὲν χρῶ, ἐὰν ὑποξήρου τετύχηκας σώματος· εἰ δὲ πλαδαροῦ καὶ πληθωρικοῦ σπανιώτερον καὶ τῆς γαστρὸς καὶ τοῦ σώματος, ἐχόντων, ὡς ἐπὶ τῆς φλεβοτομίας εἴπομεν.
1 23 [5] Μὴ πάνυ δὲ ζέοντα ἔστωσάν σοι τὰ λουτρικὰ ὕδατος, ἀλλὰ συμμέτρως· ὃ γὰρ δύναται τὸ ψυχρὸν ὕδωρ ἐν τῷ σώματι, τοῦτο καὶ τὸ σφόδρα θερμόν. καὶ ὅρα τὰ σκύτη πῶς καταπυκνῶσαι ταῦτα θέλοντες οἱ τῶν τοιούτων τεχνίται ὑπερζέουσιν ὕδασιν ἐμβαπτίζουσι. Πυκνωθέντων δὲ τῶν πόρων τοῦ σώματος τοῖς λίαν θερμολούτροις, οὐδὲν ἔσωθεν περιττὸν ἢ μοχθηρὸν διαπνέεται ὃ κατόρθωμα τῆς θερμολουσίας καὶ δι’ ὅπερ αὕτη σπουδάζεται.
1 25 [5] Ἀλλὰ καὶ κατακλίσει μετὰ τὸ λουτρὸν καὶ περιθάλψει τῶν ἐκκλινιδίων ἱματίων καὶ ὕπνῳ χρῷ, ὥστε καὶ ἱδροῦν τὸ σῶμα δαψιλέστερον. ὁ γὰρ τοιοῦτος ὕπνος καὶ ἱδρώς φησιν τὰ περιττὰ μὲν ἐπικρίνει, τὰ ὠμὰ δὲ πέπτει. Καὶ μετὰ δίαιταν δὲ πεφυλαγμένην καὶ χρηστὴν τὴν μετὰ τὸν τοιοῦτον ὕπνον εἰ πάλιν ἐφυπνώσεις καὶ πάλιν ἐφιδρώσεις ὑπερκαθάρσιον σχεδὸν ὅτι οὖν ἄλλο ἐγένετό σοι ἡ ὠφέλεια.
1 27 [5] Καὶ οὐδὲ τῶν ποτῶν βοηθημάτων δεηθήσῃ οὕτω λουόμενος καὶ οὕτω φλεβοτομούμενος καὶ ὑγιαινῶς διαιτώμενος· ὅπερ δὲ ἐπὶ τῆς θερμολουσίας εἴπομεν, τοῦτο καὶ ἐπὶ τῆς θερμοποσίας λέγομεν, ὅτι οὐ δεῖ καὶ ταύτην πάνυ ζέουσαν εἶναι. Τὰ αὐτὰ γὰρ ἐντὸς ἐν τοῖς σπλάγχνοις καὶ αὕτη κακουργήσει ἅπερ ἐκείνη ἐκτὸς ἐν τῷ σώματι καὶ τὸν στόμαχον συνάγξει καὶ οὐκ ἐάσει τὸ οἰκεῖον ἐνεργεῖν ἐλευθέρως.
1 29 [5] Περιφρύξει δὲ καὶ τὰ ἐν τῇ γαστρὶ περιττώματα καὶ βλάψει τῇ αὐτῶν ἐποχῇ· διὸ ἔστω μέση καὶ ἡ θερμοποσία καὶ εὐκεκραμένη καὶ τὰ μεγάλα ὀνήσει. Συμβαίνει δὲ εἰς ὑγείαν καὶ ἡ ὀλιγοποσία, ὅτι καὶ τῇ πέψει συνεργεῖ τῇ τε ἑαυτῆς· ἐπεὶ καὶ τὰ ὑγρὰ πέπτονται καὶ εὐπέπτονται μὲν καὶ ταχυπεπτοῦνται ὡς τὸ εἰκὸς τὰ ὀλίγα· ἐναντίως δὲ συμβαίνει ἐπὶ τοῖς πολλοῖς καὶ τῇ τῆς τροφῆς.
1 31 Εἰ γὰρ ἡ ταύτης πέψις ἕψησίς ἐστιν ὡς ἐν χύτρᾳ τῇ γαστρί, ἡ δὲ ἕψησις τῇ πολλῇ πλημμύρᾳ παρεμποδίζεται καὶ μᾶλλον τῇ ψυχρᾷ. Βραδύνει γὰρ αὕτη τε ζέσαι καὶ τῷ ἑψομένῳ βρώματι τὸ ὅμοιον ἐμποιεῖ ὡς βλέπομεν γενόμενον καὶ ἐν τοῖς ἑψομένοις ἐν ταῖς ἑστίαις.
1 33 Πάντως ἡ πολυποσία βλαβερόν· τοὐναντίον δὲ ἡ ὀλιγοποσία ὡς ἔφημεν. Ἡ δὲ κρᾶσις τοῦ οἴνου, λέγω δὴ τοῦ εἰλικρινοῦς καὶ θερμοῦ γινέσθω σοι οὕτω.
1 34 [5] κατὰ τὸ χειμέριον κίρνα τοῦτον ἴσον ἴσῳ· ἑσπέρας δὲ τότε καὶ πλεονεκτείτω τι ὁ οἶνος διά τε τὸ ψυχεινότερον τῆς νυκτὸς καὶ διὰ τὴν πέψιν· κατὰ δὲ θέρος μοναπλοῦν τὸν οἶνον πρὸς διπλοῦν κίρνα διὰ τήν τε ξανθὴν χολὴν καὶ τὸ θερμὸν αἷμα καὶ ἁπλῶς τὴν ἀλεσινὴν κατάστασιν. Θέρους μᾶλλον καὶ καύματος φεῦγε τὰς δυσώδεις οἰκήσεις καὶ ἀέρι περικεχυμένας μεμολυσμένῳ· ἐκ τῆς ἐντεῦθεν γὰρ εἰσπνοῆς ἡ κεφαλὴ δέχεται πολὺ τὸ βλάπτον καὶ αἱ λοιμώσεις ἐγγίνονται.
1 36 [5] Χειμῶνος δὴ τὰς ψυχρὰς καὶ πρὸς βορρᾶν καὶ νότον ἀνοιγούσας θύρας καὶ παραθύρους, ἀλλὰ καὶ παντότε τῷ οἰκήματί σοι θύρας ἀναπεπτᾶσθαι κρεῖττον τὰς πρὸς ἀπηλιώτην καὶ ζέφυρον, τὸν ἑωθινὸν δηλαδὴ καὶ δυτικὸν ἄνεμον διὰ τὸ ἡμέρους τούτους καὶ κεκραμένους πνεῖν. Περὶ τῆς κατὰ τὰς τεσσάρους ὥρας διαίτης.
2 1 [5] Τῷ χειμῶνι πλείοσι δεῖ κόποις χρῆσθαι καὶ πλειόνα ἐσθίειν ἔαρος ἢ δι’ ἐμέτων ἢ διὰ γαστρὸς κενοῦσθαι ἢ διὰ φλεβοτομίας· θέρους ἀνάπαυσις τῶν πόνων συμφέρει, ἐλάττωσις τῆς τροφῆς, ψυχροτέρα τροφὴ καὶ ὑδροποσία. Τὸ φθινόπωρον ἀνώμαλον καὶ παντοδαπὰς φύει νόσους· χρὴ οὖν ἐν τοῖς τοιούτοις πεφυλαγμένως διαιτᾶσθαι, φεύγειν τὰ ψυχρά, ὀπωρῶν μὴ ἐμπίπλασθαι, συκᾶ δὲ καὶ σταφυλὰς πρὸ τῶν σιτίων ἐσθίειν, μὴ ψυχροτέρου τότε γενομένου τοῦ ἀέρος θερμαίνειν τὸ σῶμα, μετὰ δὲ τὴν ἰσημερίαν κενώσει χρῆσθαι μιᾷ τῶν εἰρημένων ἄνωθεν, ἵνα μὴ περιττόν τι κατασχεθὲν ἐν τῷ χειμῶνι γένηται λυπηρόν.