eul_wid: umi-au
Περὶ ΣφυγμῶνOn Pulses
Medical Writers Anonymous On Pulses PDF
| 1 | * ΠΕΡΙ ΣΦΥΓΜΩΝ. |
| 2 | Σφυγμός ἐστι κίνησις τῶν ἀρτηριῶν ἀπὸ μὲν τῶν ἐντὸς εἰς τὰ ἐκτός, ὃ δὴ καὶ διαστολὴ καλεῖται. ἀπὸ δὲ τῶν ἐκτὸς εἰς τὰ ἐντός, ὃ καὶ συστολὴ λέγεται. χρεία δὲ τῆς διαστολῆς κατὰ τὴν ἀναλογίαν τῆς θέρμης ἐπισπᾶσθαι τοῦ ἐκτὸς ἀέρος πρὸς εὐκρασίαν, τῆς δὲ συστολῆς τὸ ἀπώσασθαι τὰ λιγνυώδη καὶ καπνώδη περιττώματα. πᾶσαι μὲν οὖν αἱ ἀρτηρίαι τὸν αὐτὸν τρόπον σφύζουσιν, οὔτε δὲ εὐσχημονέστερον οὔτε τῇ χρείᾳ συμφορώτερον ἄλλης ἂν ἅπτοιο τὰς ἐν τοῖς καρποῖς παρείς. |
| 3 | Εἰ πολλά γε εἴη τὰ τὴν χρείαν ἐπείγοντα μέγεθος πρῶτον, εἶθ’ οὕτω καὶ τάχος ἐπιγίνεται τοῖς σφυγμοῖς καὶ μέγεθος μὲν ἐξ μεγάλης τοῦ αἵματος θερμότητος τῆς ἔν δον, ὃ μάλιστά ἐστι σημεῖον θανάτου οὐ πόρρωθεν. |