ΥΠΟΘΕΣΙΣΣὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς, καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ διʼ οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν νίπτουσαν αὐτοῦ τοὺς πόδας. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται ὡς ἐν Παρνασῷ ὑπὸ συὸς ἐπλήγη κυνηγῶν.
σὺν Ἀθήνῃ ἤτοι παρούσῃ σιωπωμένως, ἢ προνοίᾳ τῆς θεοῦ, ὡς ἐπὶ τοῦ δουρίου ἵππου «τὸν Ἐπειὸς ἐποίησε σὺν Ἀθήνῃ»
οἱ ἀστερίσκοι, ὅτι ἀναγκαίως ἐνθάδε, ὅτε καὶ ἑώρακε τὰ ὅπλα.
ἀλλὰ κἀκεῖνα ἠφάνισται.
πρόχειρος γὰρ ἀνὴρ πρὸς φόνον παρακειμένου σιδήρου.
μαῖʼ, ἄγε δή μοι ἔρυξον ἵνα μὴ τοῖς μνηστῆρσι διαβάλωσι. ὥσπερ καὶ τὴν τοῦ ἱστοῦ ἀνάλυσιν.
καπνὸς ἀμέρδει καπνὸς στερίσκει.
ἵξετʼ ἀϋτμή γρ. ἵκετʼ ἀϋτμή.
ἐπιφροσύνας ἀνέλοιο ἀντὶ τοῦ φρόνιμος γενήσῃ.
ἀλλὰ τίς δή σοι.
προβλωσκέμεν προέρχεσθαι.
ξεῖνος ὅδʼ ὁ ξεῖνος ὅδε φῶς μοι ποιήσει. ἄεργον ἀνέξομαι Ἀττικὴ ἡ σύνταξίς ἐστιν ἀνέχομαί σε, αἰτιατικὴ ἀντὶ γενικῆς.
χοίνικος ἅπτηται τροφὰς λαμβάνει. τό τε μετροῦν καὶ τὸ μετρούμενον. ἀντὶ τοῦ δαπάνης, τροφῆς. ἅπαξ ἐνταῦθα ἡ φωνή. καὶ οὐ διὰ τοῦτο χωριστέον τῆς Ἰλιάδος τὴν Ὀδύσσειαν· κἀκεῖ γάρ εἰσι τοῦδε εὐτελέστερα ὀνόματα· «ὅλμον δʼ ὡς ἔσσευε βαλών»· «ἀμφʼ ἀστραγάλοισι χολωθείς» πτύον.
πάροιθε δὲ Παλλὰς Ἀθήνη δῆλον οὖν ὅτι καὶ ἐν ἀρχῇ παρῆν.
λύχνον ἀπὸ τοῦ λύειν τὸ νύχος. λέγει δὲ τὴν δᾷδα κυρίως. τοῦ δὲ παρʼ ἡμῖν καλουμένου λύχνου τοὺς ἥρωας χρωμένους ὁ ποιητὴς οὐκ εἰσάγει οὐδὲ Ἡσίοδος μέμνηται. ὀρθῶς δὲ πεποίηκε τὴν Ἀθηνᾶν φρόνησιν οὖσαν καθαρὸν αὐτῷ παρέχειν τὸ φῶς. καὶ οἰκείως διὰ τὸν ἄσβεστον Ἀθήνησι λύχνον. λείπει τὸ ὡς· ὡς χρύσεον λύχνον ἔχουσα, ὅ ἐστιν ἀμαυρὸν φῶς ἐποίει ὡς ἀπὸ ἐκλάμψεως χρυσοῦ. δουλοπρεπὲς καὶ λίαν εὐτελὲς τὸ τῆς διανοίας. πολλῷ γὰρ ἦν ἄμεινον ἐπιδημησάσης τῆς δαίμονος αὐτόματον ἐπιλάμψαι πολυτελὲς φῶς. οὕτως οὖν ὁ λόγος ἐχέτω· ἡ δʼ Ἀθηνᾶ φάος ἐποίει, ὡς χρύσεον λύχνον ἔχουσα. καὶ γὰρ οὐκ ἐχρῆν δαψιλὲς ἐπιλάμψαι τὸ φῶς πρὸς τὸ μὴ γνωσθῆναι κατὰ τὴν αὐλὴν τὴν μετακομιδὴν τῶν ὅπλων. εἴωθε δὲ ὁ ποιητὴς μὴ ἀποδοκιμάζειν τῶν ὀνομάτων τὰ εὐτελῆ, ὡς τὸ μυῖαν, κυάμους τε καὶ ἐρεβίνθους. ἔν τισι γρ. φόως.
μεσόδμαι ὁ Ἀρίσταρχος τὰ μεσόστυλα. ἔνιοι δὲ τὰ μεταξὺ τῶν δοκῶν διαστήματα. τὰ μεταξὺ τῶν κιόνων διαφράγματα, οἵτινες ἦσαν περὶ τοὺς τοίχους τὰ ἄκρα βαστάζοντες τῶν δοκῶν.
ὅτι καὶ ἀρσενικῶς ὁ κίων.
αὕτη τοι δίκη ἐστὶ θεῶν οὗτος ὁ τρόπος, τὸ ὡς βούλονται φαίνεσθαι. οὗτος ὁ τρόπος τῶν θεῶν, τὸ καταφωτίζειν τοὺς τόπους ἐν οἷς τυγχάνουσιν.
αὐτὴ γὰρ ὀδυρομένη. ὁ γὰρ δέ ἀντὶ τοῦ γάρ. ἀμφὶς ἕκαστα ἀντὶ τοῦ χωρὶς, ὅ ἐστι κατὰ τάξιν.
τῇ πάρα μὲν κλισίην ταύτῃ τὸν κλισμὸν ἐν τῷ καταφωτιζομένῳ τόπῳ ἔθηκαν ἢ πλησίον τοῦ πυρός. ὡς νῦν τὸν κλισμόν.
ὁ ποιήσας δηλονότι.
αἱ δʼ ἀπὸ μὲν σῖτον ἐμφαίνει τὴν ἀσωτίαν αὐτῶν τὸ πολύ. οὕτως καὶ ἐν ἀρχῇ «σῖτον δὲ δμῶαι παρενήνεον». ᾕρεον ἀφῃροῦντο. Ἀρίσταρχος Ἰακῶς, δασέως δὲ τὸ ᾕρεον.
ἐκτατέον τὸ δέπα.
αὐτῶν τῶν μνηστήρων.
λείπει τὸ εἰς φῶς εἶναι καὶ θερμαίνεσθαι.
δινεύων δινούμενος, ἀναστρεφόμενος, ἵνα πέψῃς, ἐπεὶ μεθύεις.
δαιμονίη θαυμασία ἐπὶ κακῷ.
ὅτι δὴ ῥυπόω γρ. ὅτι οὐ λιπόω. ῥερύπωμαι, ῥύπου πεπλήρωμαι. λιπόω ἤτοι τῇ πιμελῇ λελίπασμαι.
ἐπείγει γρ. ἱκάνει.
τῷ νῦν λείπει εὐλαβοῦ.
μή πως ἤν πως, ἡ γραφή. τὰ δὲ εἰκαιότερα μή πως. γρ. ἤν πως, ἐάν πως.
νόστιμος ἀνακομισθῆναι δυνάμενος.
Ἀπόλλωνός γε ἕκητι ἐπειδὴ τῶν ἀρρένων κουροτρόφος ὁ θεός. τοὺς γὰρ κτεῖναι δυναμένους καὶ σώζειν εἰκός. διὸ κουροθάλεια καλεῖται ἡ δάφνη, διὰ τὸ κουροτρόφον τοῦ Ἀπόλλωνος. κουροτρόφος γὰρ ὁ θεός.
τηλίκος ἐστίν τοιοῦτος τὴν ἡλικίαν ὡς ἀγνοεῖν τὰ γενόμενα.
ἔρδουσα μέγα ἔργον τοῦτο μέγα ἔργον πράττουσα, τὸ ἀτιμάζειν τὸν ξένον. σῇ κεφαλῇ ἀναμάξεις πάντως ἑαυτῇ προστρίψῃ ἢ ἀναλήψει. σεαυτῷ προστρίψεις. πάντα γὰρ ἀκριβῶς ᾔδεις.
ὡς τὸν ξεῖνον ὥστε οὐ διὰ φιλοξενίαν μόνον τῷ πτωχῷ συνεπόθει, ἀλλὰ καὶ προσθεραπεύουσα αὐτὸν ὑπὲρ τοῦ πυθέσθαι.
πυκινῶς ἀντὶ τοῦ πάνυ.
δίφρον οὐ θρόνον, ἀλλὰ εὐτελὲς ὑποπόδιον.
νεικέοι διαβάλοι ἐπὶ κακοξενίᾳ. κακολογοίη.
ὥστε τευ ἢ βασιλῆος τὸ ἤ ἀντὶ τοῦ καί, ὡς εἶναι, ὥσπερ καὶ τινὸς βασιλέως κλέος ἀμώμου.
εὐδικίας ἀνέχῃσι δικαίας κρίσεις. τὸ δὲ ἀνέχῃσι, αὔξει, ἀνυψοῖ.
πάντα, οὐ μῆλα. Ῥιανὸς, ἄσπετα.
εὐηγεσίης τῆς εὐδαιμονίας, ἢ τῆς εὐαρχίας, παρὰ τὸ εὖ ἡγεῖσθαι. κακῶς δʼ οἱ σὺν τῷ ρ γράφοντες, εὐηργεσίης. ἀρετῶσι δὲ λαοὶ ἐν ἀρετῇ ὦσι, καλῶς προύχοντος τοῦ ἡγεμόνος. ἢ, ἐν ἀρετῇ καὶ εὐδαιμονίᾳ διάγωσιν.
μηδʼ ἐμὸν ἐξερέεινε γένος διὸ, ἐπεὶ οὐδὲν κακὸν ἐποίησας, μηδʼ ἐμὲ λύπει τὰ παρὰ προαίρεσίν με αἰτοῦσα λέγειν. Ἀρίσταρχος, μηδέ μοι.
μή τις μοι δμωῶν δμωῶν σὺν τῷ ι καὶ περισπωμένως, θηλυκὸν γάρ ἐστι. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός.
δακρυπλώειν σύνθετον τὸ δακρυπλώειν, οἷον δάκρυσι πληθύειν. τὸ δὲ πλώω πολλάκις τὸ πλήθειν σημαίνει. δακρύων πληθύνειν.
ἤτοι μὲν ἐμὴν ἀρετὴν καὶ τὴν ψυχικὴν ἀρετὴν καὶ τὴν σωματικὴν ἀπώλεσαν ἐξ οὗ ἀπῆλθεν Ὀδυσσεύς.
τὸν ἐμὸν βίον ἀμφιπολεύοι τοῦ ἐμοῦ βίου προνοοῖτο.
ἠθέτηνται δʹ. ἐν δὲ τοῖς πλείστοις οὐδὲ ἐφέροντο.
ὑλήεντι Ζακύνθῳ ἀρσενικῷ θῆλυ ἐπήγαγεν, ὡς τὸ «κλυτὸς Ἱπποδάμεια.»
οἳ δημιοεργοὶ ἔασιν οἳ δημοσίαν μοι χρείαν ἀγγέλλουσι.
Ὀδυσῆα ποθεῦσα Ἀρίσταρχος, Ὀδυσῆ ποθέουσα. πόσιν γρ. φίλον.
ὕφαινον Ἀρίσταρχος, ὑφαίνειν.
τὸ ἑξῆς, ἐνταφήϊον Λαέρτῃ ἥρωϊ, ὅτε καί μιν μοῖρʼ ὀλοὴ καθέλῃσι θανάτου. τὸ ἑξῆς εἰς τὸ ταφήϊον.
ἀλλύεσκον, διὰ τοῦ ν.
οὐκ ἀλεγούσας φροντίδα μὴ ποιουμένας.
ὁμόκλησαν ὁμοῦ πάντες ἐπέπληξαν.
οἷός τε δυνατός. καὶ ὁ τε πλεονάζει.
οἴκου κήδεσθαι ᾧ οἴκῳ, ὅ ἐστιν οὐ τοῦ τυχόντος οἴκου δύναται φροντίζειν. ὄλβον γρ. κῦδος. ὀπάζει παρέχει.
οὐ γὰρ ἀπὸ δρυός ἐξ ὧν ἐφάτιζον, τουτέστιν ἐνόμιζον οἱ παλαιοὶ σφᾶς αὐτοὺς γεγονέναι. παλαιφάτου παλαιὰ φατιζομένης. οἱ γὰρ παλαιοὶ ὑπελάμβανον τοὺς πρὸ ἑαυτῶν ἐκ δρυῶν καὶ πετρῶν γεγενῆσθαι, διὰ τὸ τὰς τικτούσας εἰς τὰ στελέχη καὶ σπήλαια ἐκτιθέναι τὰ παιδία. ἔστι δὲ ὁ λόγος, οὐ γὰρ δὴ ἐκείνων εἶ σύ. πιθανὸν δὲ τοὺς πάλαι ἀνθρώπους ἐν ταῖς ἐρημίαις τὰς μίξεις ποιεῖσθαι πλησίον πετρῶν καὶ δρυῶν. τινὲς δὲ, παλαιφάγου, ἐπειδὴ οἱ παλαιοὶ ἐβαλανοφάγουν· παρὸ καὶ φηγὸς ὡς φαγός τις οὖσα.
Κρήτη τις γαῖʼ ἐστὶ περίρρυτος ὑδρηλή. ἀντὶ τοῦ περιρρεομένη θαλάσσῃ. οὐ γάρ ἐστι μέσον ὡς κέντρον τοιοῦτον ἐπὶ τῆς Ὠγυγίας «ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης»
πολλοὶ ἀπειρέσιοι ἐπήνεγκε τῷ πολλοί τὸ ἀπειρέσιοι αὐξήσεως ἕνεκεν. ἐννήκοντα πόληες ἐν Ἰλιάδι ἑκατόμπολιν τὴν Κρήτην λέγει, οὐχ ὡρισμένως ἑκατὸν πόλεις ἔχουσαν, ἀλλὰ ἀντὶ τοῦ πολλάς. ἔνιοι δέ φασιν Ἰδομενέα κατὰ τὸν ἐξ Ἰλίου ἀνάπλουν ἀπελαυνόμενον τῆς Κρήτης ὑπὸ Λεύκου, ὃν θετὸν παῖδα καταλελοίπει φύλακα τῆς βασιλείας, δέκα πόλεις πορθῆσαι. μετὰ δὲ τὰ Τρωϊκὰ αἱ δέκα πόλεις προσεκτίσθησαν. πῶς οὖν ἐν τῷ καταλόγῳ φησὶν «ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο;» ἤτοι οὖν ἐκεῖ τὸ ἑκατόν ἀντὶ τοῦ πολλοῦ κεῖται, ὡς «τῆς ἑκατὸν θύσανοι»· ἢ ἐπεὶ μετὰ τὸν ἀπόπλουν οἱ μετὰ Ἰδομενέως ἐπόρθησαν Λύκτον καὶ τὰς πέριξ ἃς ἔχων Λεῦκος ὁ Τάλω πόλεμον ἤρατο πρὸς αὐτούς. οὗτος θετὸς ὢν Ἰδομενέως παῖς, ἀφεθεὶς ὑπʼ αὐτοῦ φύλαξ τῆς Κρήτης, ἐστασίασε πρὸς αὐτοὺς ἐπανελθόντας. μετὰ δὲ ταῦτα προσεκτίσθησαν αἱ δέκα.
ἄλλη δʼ ἄλλων γλῶσσα προῳκονόμησεν, ἵνα μή τις αὐτὸν ἐλέγξῃ διὰ τὸ μὴ χρήσασθαι τῇ διαλέκτῳ αὐτῶν. ἐν μὲν Ἀχαιοὶ μετὰ τὰ Ἰλιακὰ Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἀποικίαν.
Ἐτεόκρητες οἱ αὐτόχθονες Κρῆτες, ἢ οἱ ἰθαγενεῖς. Κύδωνες οἱ αὐτόχθονες Κύδωνες, ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος.
τριχάϊκες τριχῆ διαιρεθέντες. οἱ μὲν γὰρ Εὔβοιαν κατῴκησαν, οἱ δὲ Πελοπόννησον, οἱ δὲ Κρήτην. Ἀπολλώνιος δὲ τοὺς πολεμικοὺς λέγει, ἀπὸ τοῦ ἀΐσσοντας καὶ ἐπισείοντας τὰς κόμας ἐν τῇ περικεφαλαίᾳ πολεμεῖν, ἴσον τῷ «κορυθάϊκι» εἰσὶ δὲ οἳ τοὺς τριλόφους φασὶν, οἱ δὲ τοὺς ὀρχηστὰς ἀποδιδόασιν. τριχῆ διαιρεθέντες. οἱ μὲν γὰρ Πελοπόννησον, οἱ δὲ Εὔβοιαν, οἱ δὲ Κρήτην ᾤκησαν. οἱ δὲ τοὺς πολεμικοὺς, ἀπὸ τοῦ σείειν τὰς τρίχας τῆς κεφαλαίας. δῖοι οἱ εὐγενέστατοι.
τῇσι δʼ ἐνὶ Κνωσσὸς μεγάλη πόλις, ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστύς μυθολογεῖται τὸν Εὐρώπης καὶ Διὸς Μίνωα ἐν Κρήτῃ οἰκοῦντα διὰ ἐνναετίας ἀφικνεῖσθαι πρὸς τὸν πατέρα παιδευθησόμενον, καὶ ὡς παρὰ σοφιστοῦ μανθάνειν τὰ δέοντα, οὐ μὴν ἀλλὰ καὶ τοῦ χρόνου τὰς ἀποδείξεις διδόναι ὧν μεμαθήκοι ἐν τῇ προτέρᾳ ἐνναετηρίδι παρὰ τοῦ Διός. ὅθεν καὶ τῶν πάντων αὐτῶν βασιλέα καταστῆσαι, τῇ τε γνώμῃ καὶ τῇ κρίσει διενεγκεῖν ὥστε ἐν Ἅιδου δικαστὴν γενέσθαι τῶν ἀδίκων ψυχῶν. ἡ δὲ ἱστορία παρὰ Πλάτωνι.
ὀαριστής ὀαριστὴς, ὁμιλητής· οὐκ ἄρα μόνον ὀαρίζειν τὸ ἐρωτικῶς ὁμιλεῖν. τὸ δὲ ἑξῆς, ἔνθα τε Μίνως βασίλευεν ἐννέωρος Διὸς μεγάλου ὀαριστής. φασὶ γὰρ ὅτι ἐπὶ θʹ ἔτη κεχωρισμένος ἀνθρώπων διέτριβεν ἐν τῇ Ἴδῃ καὶ συνετίθει νόμους, καὶ διεβεβαιοῦτο παρὰ τοῦ πατρὸς εἰληφέναι Διὸς πρὸς τὸ μὴ τοὺς ὑπηκόους ἀνυποτακτεῖν. οἱ δέ φασιν θʹ ἔτη παιδευθέντα αὐτὸν ὑπὸ τοῦ Διὸς οὕτω βασιλεῦσαι θʹ ἔτη. ἐννέωρος οἱ μὲν, ὅτι διὰ ἐννέα ἐτῶν τῷ πατρὶ συνιὼν Διῒ παρʼ αὐτοῦ ἐμάνθανεν ἅτινα εἴη δίκαια, οἱ δὲ, ὅτι ἐνναετὴς ὢν βασιλεύειν ἤρξατο· οἱ δὲ, ὅτι ἐπʼ ἐννέα ἔτη ἐβασίλευσεν ὁμιλητὴς γενόμενος τοῦ Διός· οἱ δὲ ὅτι ἐπʼ ἐννέα ἔτη παρὰ τῷ πατρὶ ἐπαιδεύθη. φασὶ δὲ ἕτεροι ὡς ταῖς τῶν βασιλέων γνώμαις οὐ ῥᾳδίως πείθονται οἱ ὑποτεταγμένοι. ἀνιόντα οὖν αὐτὸν εἰς τὴν Ἴδην διὰ ἐνναετίας συνθεῖναι νόμους, καὶ φέροντα διαβεβαιοῦσθαι ὡς ὑπὸ τοῦ Διὸς εἶεν δεδομέναι.
ὄνομα κλυτὸν ᾧ ἐκλυόμην καὶ ἐκαλούμην ὀνόματι. Αἴθων ὄνομα κύριον.
στῆσε δʼ ἐν Ἀμνισῷ προσώρμισε. Κνωσσοῦ δὲ ἐπίνειον Ἀμνισός. ἔστι δὲ καὶ ποταμὸς Κρήτης. Ἀμνισὸς πόλις καὶ ποταμὸς Κρήτης. Εἰλειθυίης τῆς ἀφωρισμένης ταῖς τικτούσαις θεᾶς.
δεκάτη ἢ ἑνδεκάτη ψευδόμενοι ἐπὰν λέγωσί τι μὴ εἰδέναι ἀληθῶς, πιθανώτεροι δοκοῦσιν εἶναι.
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα τινὲς βούλονται τὸ ἔλεγε σημαίνειν. ἄλλοι δὲ τὸ ἤϊσκε, τὸ εἴκαζεν, ὡμοίου. τὸ γὰρ ὅλον, πολλὰ ψευδῆ λέγων εἴκαζεν, ὥστε ὅμοια εἶναι ἀληθέσιν. ἀπὸ τοῦ εἴδω, ὁ μέλλων εἴσω.
ὡς δὲ χιὼν ἁρμοδίως ἐχρήσατο τῇ πρὸς τὸ δάκρυον παραβολῇ.
καταχεύῃ ἄγαν ἐκχέῃ.
ὀφθαλμοὶ δʼ ὡσεὶ κέρα ἔστασαν ὡς τόξα τεταμένα, ἐξ οὗ νοεῖται τὸ ἀκαμπεῖς, σκληροὶ, μὴ ἐνδιδόντες τοῖς δάκρυσιν. κέρα τόξα, ἵνα ᾖ, τεταμένους εἶχε τοὺς ὀφθαλμοὺς ὥσπερ τόξα. ἢ ἄλλως τὴν φύσιν τοῦ κέρατος παρέλαβεν. σκληρὸν γάρ.
τάρπη ἐκορέσθη, ἐτέρφθη. ἢ ἐξετράπη τοῦ γόου.
μοι γρ. οἱ.
ὥς μοι ἰνδάλλεται ἦτορ ὥς μοι ἀναφέρει ἡ ψυχὴ, ὡς διαμέμνημαι.
πορφυρέην οὔλην ἀντὶ τοῦ ὁλοπόρφυρον, ἢ ἁπαλήν. ἤτοι ὁλοπόρφυρον, ἢ τρυφεράν.
τοι γρ. οἱ.
αὐλοῖσιν διδύμοισι ἀνατάσεσι δυσὶ πρὸ τῆς χλαμύδος, ὅ ἐστιν εἰς τὸ ἔμπροσθεν μέρος τῆς χλαμύδος ἐπάνωθεν τῆς πόρπης ἐξημμένους. αὐλοῖσι ῥάβδοις εὐθείαις, εἰς ἃς κατακλείονται αἱ περόναι. διδύμοισι διπλαῖς, ἢ συμφυέσι περόναις.
λάων ὁ μὲν Ἀρίσταρχος ἀπολαύων, ἀπολαυστικῶς ἔχων· ὁ δὲ Κράτης λάων φησὶν ἀντὶ τοῦ βλέπων. ὅθεν κατὰ στέρησιν ἀλαὸς ὁ τυφλός. οἱ δέ φασιν ἀφῃρῆσθαι τὸ υ, ἵνα ᾖ ὑλάων. ἢ ἀπελαύνων. ἀπολαυστικῶς ἐσθίων· ἢ ὑλάων κατʼ ἔνδειαν τοῦ υ. ἢ βλέπων· ὅθεν καὶ ἀλαὸς ὁ τυφλὸς κατὰ στέρησιν.
ὡς οἱ χρύσεοι ὄντες ἀπὸ χρυσοῦ κατεσκευασμένοι. ἔστι γὰρ καὶ ἐν ὑφάσμασιν ἀπὸ χρυσοῦ ποικίλματα. λείπει δὲ τὸ ὡς, ὡς χρύσεοι ὄντες. λάε οἱ μὲν ἐπεβλέπετο, οἱ δὲ ἀπολαυστικῶς ἤσθιεν. ἀπέλαυε.
σιγαλόεντα ἁπαλόν.
λοπὸν τὸ λέπος, ὃ λέγομεν τζύπαν. γίνεται δὲ ἀπὸ τοῦ λέπω τὸ λεπίζω. λέπυρον. εἴρηται δὲ πρὸς τὸ ἰσχνὸν καὶ εὔτονον. παρὰ τὸν ὑμένα τοῦ λεπίσματος.
τερμιόεντα οἱ μὲν τέλειον, συναποτερματιζόμενον ὅλῳ τῷ σώματι, ποδήρη, οἱ δὲ σύμμετρον, καὶ μήτε ἐνδέοντα μήτε ὑπέρμετρον. ποδήρη, ὡς «ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα»
γυρὸς ἐν ὤμοισι περιφερεῖς καὶ στρογγύλους ἔχων τοὺς ὤμους. ἢ κυρτός. ὁ τρόπος εἰκονισμός. γυρὸς οὐκ ἐπιμήκης, ἀλλὰ στρογγύλος.
αὐτὴ γὰρ γρ. αὐτίκα γάρ.
οὐκ ὀνομαστήν δυσώνυμον· οὐκ ὀνομαστὴν δὲ, ἣν οὐδὲ ὀνομάσαι καλόν.
ἐναίρεο ἀντὶ τοῦ ἔναιρε, διάφθειρε. ἀναίρεο κατάφθειραι.
γρ. πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
ἀλλʼ ἄρα τὸ ἑξῆς, ἀλλʼ ἄρα οἱ τόγε κέρδιον εἴσατο θυμῷ, χρήματʼ ἀγυρτάζειν, ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο.
ὣς περὶ κέρδεα πολλὰ οὕτως περισσῶς συνετὰ οἶδεν ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους· ὡς τὸ «περὶ πάντων ἔμμεναι ἄλλων»
ἀποσπένδων γρ. ἐπισπένδων.
ἕτερόν γʼ ἔτι βόσκοι ἐλλείπει γένος.
ἦ μὲν τῇ τούτῳ τῷ τρόπῳ. οὕτως.
τοῦ δʼ αὐτοῦ λυκάβαντος λυκάβας ὁ ἐνιαυτὸς ἠτυμολογήθη μὲν παρά τινων ἐκ μεταφορᾶς τῶν λύκων· οὗτοι γὰρ διερχόμενοι ποταμὸν ἀλλήλων τὰς οὐρὰς δάκνουσιν· ὥσπερ καὶ ἐπὶ τοῦ χρόνου· ἡμέρα γὰρ ἔχεται τῆς ἡμέρας, καὶ ἑβδομὰς τῆς ἑβδομάδος, καὶ μὴν τοῦ μηνός. ἢ παρὰ τὸ λύγος τὸ σκότος, καὶ τὸ αὔω τὸ λάμπω· διὰ γὰρ τῶν νυχθημέρων συμπληροῦται ὁ ἐνιαυτός. ἄλλοι δὲ ἀπὸ τοῦ λύω καὶ τοῦ αὔω τὸ ξηραίνω. ἐπείπερ ὁ ἡλιακὸς δρόμος τὸ τοῦ χρόνου συμπερᾷ διάστημα. ἢ παρὰ τὸ λυγαίως βαίνειν ἤτοι κεκρυμμένως καὶ λεληθότως.
τεύξῃ γρ. τεύξεαι.
τοῦτον ἀνιάζῃ θυμοφθόρος λείπει, ὅστις δὲ θυμοφθόρος, τοῦτον ἀνιάζῃ κάκιον αὐτῷ. θυμοφθόρος δὲ σημαίνει ἐφθαρμένος τὴν ψυχὴν, φρενοπλήξ. οὐδὲν ἔργον ἀνίας ἀνύσει κατὰ τοῦ ξένου, ἐγὼ γὰρ αὐτοῦ προΐσταμαι.
ἐπίφρονα γρ. ἐχέφρονα.
ἀϋσταλέος αὐχμηρὸς, ἠμελημένος. αὐχμῶν.
δαινύῃ εὐωχεῖσθαι μέλλεις. ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσι τοῦτο πρὸς τὴν εὐφημίαν εἴρηκεν, καὶ ἀναφέρεται ἐπὶ τὸ κλέος. ὀλιγοχρόνιοι δὲ ὑπάρχοντες οἱ ἄνθρωποι ὀφείλουσιν εὖ πράττειν ἐν τῷ βίῳ, καὶ φήμην ἀγαθὴν περὶ ἑαυτῶν ἀπολείπειν.
ἐφεψιόωνται ἐπεγγελῶσι, ἐπιμωκῶνται. ἑψιόωνται καθάπτονται, καὶ λοιδοροῦνται· ἢ ἐπιχαίρουσι καὶ ἐφήδονται.
ἤχθεθʼ ἀντὶ τοῦ ἠλλοτριώθη. ἀρχὴν γὰρ ἔλαβον τοῦ δυστυχεῖν ἐξελθὼν τῆς πατρίδος. ἐμισήθη, φησὶν, ἀφʼ οὗ κατέλιπον τὴν πατρίδα. ἐμίσησα τὰς χλαίνας, λοιπὸν ἐν ῥάκεσιν ἐθίσας. καὶ νῦν οὐ βούλομαι ἐν τοιούτῳ καθεύδειν, ἀλλὰ καθεύδω ἐν ῥάκει καὶ ἀγρυπνῶ ὡς πρότερον. τὸ ἄχος ἐμβάλλει.
ἐπιήρανα προσηνῆ, ἀπὸ τοῦ ἐρᾶν.
οὐδὲ γυνὴ ποδὸς ἅψεται διὰ τὸ ὑβριστικὸν τῶν γυναικῶν.
εἰ μή τις γρηῦς ἔστι ἀθετοῦνται οἱ τρεῖς, πρῶτον μὲν ὅτι αἱρεῖται τὴν δυναμένην ἐπιγνῶναι· εἶτα δὴ καὶ γέλοιον τὸ ἥτις δὴ τέτληκε. τίς γὰρ φθονεῖ τῶν μὴ σπουδαίων;
φιλίων ὡς ἡδίων, συγκριτικὸν, ἀντὶ τοῦ φίλτερος.
ὀλιγηπελέουσα ὀλίγον ἔτι τοῦ πέλειν ἔχουσα. τούτου δὲ προκατάρχεται ὄνομα τὸ ὀλιγηπελία.
ἐν κακότητι ἐν κακώσει καὶ ἐν ταλαιπωρίᾳ, ἀντὶ τοῦ ἐν κακοῖς.
κατέσχεθε κατέσχε.
ἀμήχανος πρὸς ὃν, δηλονότι τὸν Δία, οὐκ ἔστι τινὰ μηχανὴν εὑρεῖν. ἐξ οὗ δεινὸς καὶ χαλεπός ἐστι.
ἐφεψιόωντο γυναῖκες προσπαίζουσιν. ἴσως, φησὶ, καὶ αὐτὸς οὕτως ὑβρίζεται πλανώμενος, ὥσπερ σὺ νῦν ὑβρίζῃ παρὰ τῶν δουλίδων. ἐφεψιόωντο καθήπτοντο, ἐλοιδοροῦντο.
κήδεσιν ἀντὶ τοῦ, διὰ τὰ σὰ κήδεα.
λέβητα νῦν τὴν λεκάνην.
οὐλὴν Ἀττικοὶ τὸ θεραπευθὲν τραῦμα ὠτειλήν φασι· παρὰ δὲ Ὁμήρῳ ὠτειλὴ μὲν τὸ ἀθεράπευτον, οὐλὴ δὲ τὸ θεραπευθέν. ἤλασε τύψας ἐποίησε.
Παρνησσόνδε εἰς τὸν Παρνασσόν. Παρνασσὸς δὲ ὄρος Δελφῶν.
κλεπτοσύνῃ θʼ ὅρκῳ τε οὐκ ἐπιορκῶν, ἀλλὰ σοφιζόμενος τοὺς ὅρκους, αὐτὸς μὲν εὔορκος διέμεινε, τοὺς δὲ ἐγκαλοῦντας διὰ τῆς ἐπινοίας ἔπειθεν.
γρ. Ἀντίκλεια.
ὀδυσσάμενος μισηθείς· ἢ ὀργὴν ἀγαγών· ἢ βλάψας.
ἐπώνυμον φερώνυμον.
ἡβήσας ἐν ἀκμῇ ἡλικίας γενόμενος.
Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας Φιλωνὶς ἡ Δηϊόνος θυγάτηρ οἰκοῦσα τὸν Παρνασσὸν ἐν αὐτῷ παρελέχθη καὶ Ἀπόλλωνι καὶ Ἑρμῇ· εἶχε γὰρ τὸ κάλλος ἐράσμιον ἐπὶ τοσοῦτον ὥστε καὶ τοὺς θεοὺς ζηλοτυποῦντας κατὰ τὸ αὐτὸ θελῆσαι μίσγεσθαι. εἶτα ἐκ μὲν τοῦ Ἀπόλλωνος γίνεται Φιλάμμων, ἀνὴρ σοφιστὴς, ὃς καὶ πρῶτος ἐδόκει χοροὺς συστήσασθαι παρθένων, ἐκ δὲ τοῦ Ἑρμοῦ Αὐτόλυκος, ὃς οἰκῶν τὸν Παρνασσὸν πλεῖστα κλέπτων ἐθησαύριζεν. εἶχε γὰρ ταύτην τὴν τέχνην παρὰ τοῦ πατρὸς, ὥστε τοὺς ἀνθρώπους ὅτε κλέπτοι τι λανθάνειν, καὶ τὰ θρέμματα τῆς λείας ἀλλοιοῦν εἰς ὃ θέλοι μορφῆς, ὥστε πλείστης αὐτὸν δεσπότην γενέσθαι λείας. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. πτύχας τὰς ἀποκλίσεις.
ἀκαλαρρείταο λέγει τοῦ ἀκαλῶς καὶ ἡσύχως ῥέοντος.
βῆσσαν τὴν πρόβασιν τοῦ ὄρους.
λόχμῃ ὑλώδει χωρίῳ, πρὸς κοίτην ἐπιτηδείῳ, ἀπὸ τοῦ λέξασθαι. συνδένδρῳ τόπῳ.
διάη διέπνει.
ἤλιθα γίνεται ἐκ τοῦ ἀλίζω, τὸ συναθροίζω. ἀθροίσεως ἐπίρρημα, σημαίνει τὸ ἀθρόως. τάττεται δὲ καὶ ἀντὶ τοῦ ματαίως. οἷον «ἐπέχραον ἤλιθα χερσίν» ἀντὶ τοῦ ματαίως.
γουνὸς ὕπερ κατὰ τὴν ἀρχὴν τοῦ μηροῦ· λέγει γοῦν «πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι.» διὰ δὲ τοῦ λικριφίς δηλοῖ ὅτι οὐ μέχρι τῶν ὀστέων καθίκετο. ἐτυμολογοῦσι δὲ τὸ λικριφίς οἷον λίαν κεκρυμμένως· οἱ δὲ, περὶ τὰ ἰκρία, ὅ ἐστι τὰ πλάγια ξύλα, καὶ τὸ λίαν.
ἐπαοιδῇ δʼ αἷμα Διοκλῆς ἐπαοιδὴν παρέδωκε τὴν παρηγορίαν. ἴσχαιμον γὰρ εἶναι ταύτην, ὅταν τὸ πνεῦμα τοῦ τετρωμένου προσεχὲς ᾖ, καὶ ὥσπερ προσηρτημένον τῷ παρηγοροῦντι, ὡς καὶ διʼ ἑτέρων «ἀλλὰ σὲ μὲν θεράπων ποτιτέρπετο» ἔσχεθον δὲ ἀντὶ τοῦ ἔπαυσαν.
χάρμα καὶ ἄλγος Σοφοκλῆς «χαρά μʼ ὑφέρπει δάκρυον ἐκκαλουμένη.»
κτείνωμι γρ. κτείναιμι.
ἕξω ἐν ἑαυτῇ κατάσχω.
καταλέξω ἑκάστην εἴπω.
νηλίτιδές εἰσι παρὰ τὸ ἀλιτεῖν. Ἀρίσταρχος δὲ τοὺς πολυαμαρτήτους, τοῦ νη ἐπιτατικοῦ ὄντος. ἄμεινον δὲ τοὺς ἀναμαρτήτους. νηλιτεῖς λίαν ἁμαρτωλαὶ ἄλλοι ἀπέδοσαν τοῦ νη ἐπιτατικοῦ ὄντος, ὡς ἐν τῷ «νήχυτος ὄρπηξ.» ἄμεινον δὲ τὰς ἀναμαρτήτους, συγκειμένης τῆς λέξεως ἐκ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἀλιταίνειν, ἵνʼ ᾖ, ὅσαι ἁμαρτάνουσαι καὶ ὅσαι οὔ.
κοῖτος ἀντὶ τοῦ ὕπνος.
ὅν τινά γʼ ὕπνος ἕλῃ οἷον, ἐμὲ μὲν γὰρ οὐχ αἱρεῖ.
τέρπομʼ ὀδυρομένη ἀντὶ τοῦ τρέπομαι, τῶν λυπηρῶν ἀπάγομαι.
ἦλθεν γράφεται, ἔλθῃ.
ὡς δʼ ὅτε Πανδαρέου κούρη διαφόρως τοῖς νεωτέροις, οὐχὶ Πανδίονος, εἰ μὴ ἄρα διώνυμος ἦν. Πανδάρεω τοῦ Μέροπος Μιλησίου τὸ γένος γίνονται ἐξ Ἁρμοθόης γʹ θυγατέρες, Ἀηδὼν, Κλεοθήρα, Μερόπη. οὗτος κύνα κλέψας χρυσοῦν ἡφαιστότευκτον ἔμψυχον ἐκ Κρήτης ἐκ τοῦ Διὸς τεμένους παρακατέθετο Ταντάλῳ. Διὸς δὲ καὶ Ἑρμοῦ ἀπαιτοῦντος αὐτὸν ὤμοσεν ὁ Τάνταλος μὴ ἔχειν. ὅθεν ὁ Ζεὺς κατέστρεψεν αὐτῷ Σίπυλον τὸ ὄρος. τὸν μὲν οὖν κύνα Ζεὺς διʼ Ἑρμοῦ ἀπέλαβεν ὁ δὲ Πανδάρης ἔφυγεν εἰς Ἀθήνας, κἀκεῖθεν εἰς Σικελίαν, ἔνθα διεφθάρη μετὰ τῆς γυναικός. συνέβη δὲ τῶν θυγατέρων αὐτοῦ Κλεοθήραν μὲν καὶ Μερόπην ὡραίας γενομένας ἁρπασθῆναι ὑπὸ ἀνέμων καὶ παραδοθῆναι Ἐρινύσιν ὑπηρετεῖν. Ἀηδὼν δὲ ἡ πρεσβυτάτη Ζήθῳ γαμηθεῖσα τῷ Διὸς μὲν παιδὶ, Ἀμφίονος δὲ ἀδελφῷ, Ἴτυλον ἔσχε παῖδα. φθονοῦσα δὲ τῇ ὁμονύμφῳ τῇ Ἀμφίονος γυναικὶ Νιόβῃ τῇ Ταντάλου, τινὲς δὲ Ἱππομεδούσῃ, πλείονας ἐχούσῃ παῖδας, ὧν ὁ ἄριστος ἦν Ἀμαλεὺς, ἐπεβούλευε τούτῳ. καὶ τῶν ἀνεψιῶν συντρεφομένων, ὅθεν καὶ συγκοιμᾶσθαι συνέβη, κρύφα παρῄνεσε τὴν ἐνδοτέρω κοίτην ἑλέσθαι, ὅπως εὐεπιβούλευτος αὐτῇ νύκτωρ ὁ Ἀμαλεὺς γένηται. καὶ τοῦ πάθους αὐτὴν σφόδρα καταλαβόντος ηὔξατο πᾶσι θεοῖς μεταστῆναι ἐξ ἀνθρώπων, καὶ ἠλλάγη εἰς τὸ ὁμώνυμον ὄρνεον. Ἑρμοῦ καὶ Μερόπης γίνεται Πανδάρεως, οὗ καὶ Ἁρμοθόης Ἀηδὼν, Μερόπη, Κλεοθήρα. ἀλλʼ ἡ μὲν Ἀηδὼν Ζήθῳ γαμηθεῖσα, καὶ κτείνασα τὸν Ἀμφίονος υἱὸν, φόβῳ τῆς γυναικὸς αὐτοῦ καὶ τὸν ἴδιον υἱὸν Ἴτυν ἔσφαξε, προλαβοῦσα τὴν ἐκ τῆς δυσμενοῦς κόλασιν. τινὲς δέ φασιν ὅτι Ἀηδὼν ζηλοτυποῦσα τὴν πολυπαιδίαν Νιόβης τῆς Ἀμφίονος γαμετῆς, διὰ τῆς αὐτῆς ἀνοίας ὥρμησε νύκτωρ μετὰ ξίφους ἀποκτεῖναι τὸν μείζονα τῶν Νιόβης παίδων, ἔλαθε δὲ τὸν ἴδιον φονεύσασα. διωκομένη δὲ ὑπὸ Ζήθου διὰ τὸν φόνον τοῦ παιδὸς εἰς ὄρνεον μετεβλήθη τὴν ἀηδόνα. Μερόπη δὲ καὶ Κλεοθήρα ἀνετράφησαν ὑπὸ Ἀφροδίτης. ἐπεὶ δὲ Πανδάρεως δεξάμενος παρακαταθήκην ὑπὸ Ταντάλου τὸν ἐκ Κρήτης κλαπέντα κύνα χρυσοῦν ἔξαρνος ἐγένετο μὴ λαβεῖν, ἁρπασθεῖσαι ὑπὸ Ἁρπυιῶν Ἐρινύσι παρεδόθησαν. τῇ Νυκτέως Ζεὺς μίγνυται. ἐξ ἧς Ζῆθος γίγνονται καὶ Ἀμφίων. οὗτοι τὰς Θήβας οἰκοῦσι πρῶτοι, καὶ καλοῦνται Διὸς κοῦροι λευκόπωλοι. γαμεῖ δὲ Ζῆθος μὲν Ἀηδόνα τὴν τὸν Πανδαρέου, τῶν δὲ γίνεται Ἴτυλος καὶ Νηΐς. Ἴτυλον δὲ ἡ μήτηρ Ἀηδὼν ἀποκτείνει διὰ νυκτὸς, δοκοῦσα εἶναι τὸν Ἀμφίονος παῖδα, ζηλοῦσα τὴν τοῦ προειρημένου γυναῖκα, ὅτι ταύτῃ μὲν ἦσαν ἓξ παῖδες, αὐτῇ δὲ δύο. ἐφορμᾷ δὲ ταύτῃ ὁ Ζεὺς ποινήν· ἡ δὲ εὔχεται ὄρνις γενέσθαι, καὶ ποιεῖ αὐτὴν ὁ Ζεὺς ἀηδόνα. θρηνεῖ δὲ ἀεί ποτε τὸν Ἴτυλον, ὥς φησι Φερεκύδης. χλωρηῒς ἤτοι ἐν χλωροῖς φαινομένη, ἢ διὰ τὸ χρῶμα. ἤτοι ἐν χλωροῖς ὄρνεον διατρίβουσα, ἢ ἅμα τοῖς χλωροῖς φαινομένη. ἔαρος γὰρ φαίνεται. ἢ διὰ τὸ χρῶμα. καὶ παρὰ Σιμωνίδῃ δὲ χλωραύχενες λέγονται αἱ ἀηδόνες.
πολυηχέα πολλὰς μεταβολὰς ποιουμένην.
ὀρώρεται κεκίνηται, τετάρακται, μεταβάλλεται ὡς ἡ τοῦ ὀρνέου φωνή.
χαλίφρων κεχαλασμένας ἔχων τὰς φρένας, ἀσύνετος καὶ ἄφρων, ἐναντίος τῷ «πυκινὰ φρεσὶ μήδεʼ ἔχοντι». ἔνιοι δὲ χαλίφρονα τὸν ἀκρατόφρονα. χάλις γὰρ ὁ οἶνος ὁ ἀναχαλῶν τὰς φρένας. ἐναντίον οὖν τῷ «φρεσὶ γὰρ κέχρηται ἀγαθῇσι» τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ «χαλιφροσύναι γʼ ἔμʼ ἔχουσι» δηλοῦται, οἷον ἀφροσύναι.
πάλιν ἐλθέμεν ἀντὶ τοῦ ἐξελθεῖν.
γρ. ἀσχάλλων.
πυρὸν ἔδουσιν ἐξ ὕδατος ἢ ἀντὶ τοῦ βεβρεγμένον ὕδατι σῖτον, ἢ ἐξιόντες τοῦ ὕδατος ἔνθα διατρίβουσιν. ἔξω καὶ χωρὶς ὕδατος.
ὕπαρ τὸ μεθʼ ἡμέραν φαινόμενον ἐνύπνιον.
παρὰ πύελον παρὰ τὸ ἄγγος ἐν ᾧ αὐταῖς βάλε πιεῖν. ἐπὶ δὲ τῶν πλυνουσῶν τὰ ἱμάτια πλυνοὺς λέγει· ἀσαμίνθους δὲ τὰς πρὸς τὸ λουτρὸν, παρὰ τὸ μινύθειν τὴν ἄσιν.
ἀμήχανοι πρὸς οὓς μηχανὴν εὑρεῖν οὐκ ἔστιν. ἀκριτόμυθοι ἄκριτα καὶ ἀδιάτακτα καὶ ἀδιάσταλτα λέγοντες.
δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων οἱ μέν φάσι κερατίνην πύλην συνεκδοχικῶς τοὺς ὀφθαλμούς· κερατοειδὴς γὰρ ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ· ἐλεφαντίνην δὲ τὸ στόμα, ἐλεφαντόχρωτες γὰρ οἱ ὀδόντες. ἐκ δὲ τούτων πιστότερα εἶναι τὰ ὁρώμενα τῶν λεγομένων. καὶ ὅτι διὰ μὲν κέρατος οἷόν τε καὶ ἰδεῖν, διὰ δὲ ἐλέφαντος οὔ. ἢ ὅσα ἄν τις ἐν πλησμονῇ τροφῆς ἴδοι, ταῦτα εἶναι ψευδῆ. κερατίνην μὲν τὴν ἀληθῆ παρὰ τὸ ἔτυμα κραίνειν καὶ τελειοῦν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ· ἐλεφήρασθαι γὰρ τὸ παραλογίσασθαι καὶ ἀπατῆσαι, ὡς «οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων» τινὲς δὲ οὕτως ἀπέδοσαν, κερατίνην μὲν τὴν ἀληθῆ καὶ διαφανῆ καὶ λάμπουσαν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ καὶ ἀσαφῆ καὶ συγκεχυμένην. οἱ δέ φασι κέρασιν ἀπεικάζειν τοὺς οὐρανίους ὀνείρους, οἵτινες καὶ ἀληθεύουσι, τῷ τὰ κέρατα εἰς ὕψος ἀνατείνειν· ἐλέφαντι δὲ τοὺς χθονίους· τὰ γὰρ τῶν ἐλεφάντων κέρατα κάτω νεύει. διττοὺς δὲ οἶδεν ὀνείρους. ἐπὶ μὲν γὰρ τῶν οὐρανίων φησὶν «ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν»· ἐπὶ δὲ τῶν χθονίων «πὰρ δʼ ἴσαν ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠδὲ παρʼ ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων» ἀμενηνῶν εἰσιν ὀνείρων ἀνυποστάτων. φαντασίαι γάρ εἰσιν ὀνείρων.
αἱ μὲν γὰρ κεράεσσι οἱ μὲν κέρατα τοὺς ὀφθαλμοὺς παρόσον κερατοειδὴς ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ, ἐλέφαντας δὲ τοὺς ὀδόντας. πιστότερα δὲ τῶν λεγομένων τὰ ὁρώμενα. οἱ δὲ κερατίνην μὲν τὴν ἀληθῆ παρὰ τὸ κραίνειν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ παρὰ τὸ ἐλεφαίρεσθαι. ἢ παρόσον τὰ μὲν κέρατα ἀγχιστεύει ἡγεμονικωτάτῳ, οἱ δὲ ὀδόντες τῇ πλησμονῇ τῆς γαστρός. ἢ ὅτι οἱ μὲν ὀδόντες τῶν ἐλεφάντων κάτω νεύουσι, τὰ δὲ κέρατα ἄνω. ὁ δὲ ποιητὴς δύο γένη οἶδεν ὀνείρων, ὡς ὅταν λέγῃ «καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστι» καὶ πάλιν «ἠδὲ παρʼ ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων.»
αἰνὸν ὄνειρον τὸν θαυμαστὸν ἢ φοβερόν.
ἵστασχʼ ἑξείης, δρυόχους ὡς οὕτως ἵστησι τοὺς πελέκεις ὡς δρυόχους. δρύοχοι δὲ ξύλα εἰσὶν ὀρθὰ ὑποκάτω τῆς τρόπιδος, ἐφʼ ὧν ἐπερείδεται, ἵνα μὴ αὐτὴν ἡ ψάμμος ἐσθίῃ. τινὲς δὲ δρυόχους φασὶ τὰ πρῶτα πηγνύμενα ξύλα εἰς ναυπηγίαν. τινὲς δὲ τοὺς πελέκεις τοὺς δρυΐνους στελεοὺς ἔχειν εἰωθότας. τὸ δὲ «ὡς δώδεκα» στοχαστικὸν, οἷον, ἴσως δώδεκα. δρυόχους κυρίως μὲν τοὺς πασσάλους, ἐφʼ ὧν τὴν τρόπιν ἱστᾶσι τῶν καινουργουμένων πλοίων. ἑξῆς δὲ μάλιστα οὗτοι τίθενται ἕνεκα τοῦ ἴσην γενέσθαι τὴν ναῦν· νῦν δὲ, ἐφʼ ὧν ἐτίθει τοὺς πελέκεας.
διοϊστεύσει τοξεύσει, διαπεράσει. δηλονότι διαβιβάσει τοῦτο εἰς τὰς τρύπας τῶν πελέκεων. διοϊστεύσῃ γρ. διοϊστεύσει.
ἑποίμην ἀκολουθήσαιμι.
πρὶν γάρ τὸ ἑξῆς, πρὶν γὰρ τούτους νευρὴν ἐντανύσαι, πρότερον ἐλεύσεται Ὀδυσσεύς.
τόδε γρ. ποτέ.
θέντων ἀποθεμένων, δηλονότι τῶν θεραπαινῶν. ἢ θεραπαινίδων θέντων κατʼ Ἀττικὴν, ἢ θέτων ἀντὶ τοῦ θέτωσαν.