eul_wid: fka-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Lais the Hetaira by Epicrates the Comic

The Fragments on Lais the Hetaira is a modern designation for a collection of 65 short passages attributed to the Athenian comic poet Epicrates, who was active in the fourth century BCE. These verses, written in Attic Greek, do not constitute a single, complete play but are surviving excerpts from what were likely several of his comedies. The fragments collectively satirize the famous Corinthian courtesan Lais, mocking her exorbitant fees, her celebrated desirability, and the folly of her wealthy clientele. The text survives only through quotation by later ancient authors, most notably Athenaeus of Naucratis, who preserved the lines for their linguistic or anecdotal value. Taken together, these disparate pieces are representative of Middle Comedy, a transitional genre that moved away from the direct political satire of Aristophanes toward a broader social commentary on character types, such as the mercenary courtesan. Originally performed for the Athenian theatre-going public, the comedy relied on the audience's recognition of Lais as a proverbial symbol of extravagant luxury and unattainable desire. The fragments provide a valuable, if piecemeal, window into the social history and evolving comic style of the period between Old Comedy and the New Comedy of Menander.

ΑΜΑΖΟΝΕΣ
δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ
δοκοῦσί μοι.
ΑΝΤΕΡΩΣ
ΑΝΤΙΛΛΙΣ
τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν
αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον,
. . . . . . . . Διὸς νόμον·
αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον . . . . . . . . . . . .
αὕτη δὲ Λαῒς ἀργός ἐστι καὶ πότις,
τὸ καθʼ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν
μόνον· πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ
τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι,
ἐκ τῶν ὀρῶν πρόβατʼ ἐσθίουσι καὶ λαγὼς
μετέωρʼ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος·
ὅταν δὲ γηράσκωσιν ἤδη τότε θεῶν
ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς·
κἄπειτα τοῦτʼ εἶναι νομίζεται τέρας.
καὶ Λαῒς ὀρθῶς γοῦν νομίζοιτʼ ἂν τέρας·
αὕτη γὰρ οὖν ὁπότʼ ἦν νεοττὸς καὶ νέα,
ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη,
εἶδες δʼ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν.
ἐπεὶ δὲ δόλιχον τοῖς ἔτεσιν ἤδη τρέχει,
τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος,
ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστι καὶ πτύσαι·
ἐξέρχεταί τε πανταχόσʼ ἤδη πιομένη,
δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον,
προσίεται δὲ καὶ γέροντα καὶ νέον·
οὕτω δὲ τιθασὸς γέγονεν, ὥστʼ, ὦ φίλτατε,
τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.
τἀρωτίκʼ ἐκμεμάθηκα ταῦτα παντελῶς
Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.
ΔΥΣΠΡΑΤΟΣ
τί γὰρ
ἔχθιον ἢ «παῖ παῖ» καλεῖσθαι παρὰ πότον,
καὶ ταῦτʼ ἀγενείῳ μειρακυλλίῳ τινί,
ἢ τὴν ἀμίδα φέρειν, ὁρᾶν τε κείμενα
ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
ὥς φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν ποιεῖ,
γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ
ἡμῶν τι τούτων.
ΕΜΠΟΡΟΣ
ἐπὶ τοῖς δʼ ἐγὼ
μάγειρος. οὔτε Σικελία καυχήσεται
τρέφειν τοιοῦτον ἄρταμον κατʼ ἰχθύων,
οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα
κάλλιστʼ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα.
ΤΡΙΟΔΟΥΣ Η ΡΩΠΟΠΩΛΗΣ
λαβὲ τριόδοντα καὶ λυχνοῦχον . . . . . . . . . .
ἐγὼ δὲ δεξιᾷ γε τόνδʼ ἔχω τινά,
σιδηρότευκτον ἐναλίων θηρῶν βέλος,
κερατίνου τε φωσφόρου λύχνου σέλας.
ΧΟΡΟΣ
τελέως μʼ ὑπῆλθεν ἡ κατάρατος μαστροπός,
ἐπομνύουσα τὰν Κόραν, τὰν Ἄρτεμιν,
τὰν Φερρέφατταν, ὡς δάμαλις, ὡς παρθένος,
ὡς πῶλος ἀδμής· ἡ δʼ ἄρʼ ἦν μυωνιὰ
ὅλη.
ΩΙΟΝ
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
κατάβαλλε τἀκάτια, καὶ κυλίκια
αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου
ἄνελκε τὴν γραῦν, τὴν νέαν τʼ ἐπουρίσας
πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποιοῦ,
καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.
τί Πλάτων
καὶ Σπεύσιππος καὶ Μενέδημος,
πρὸς τίσι νυνὶ διατρίβουσιν;
ποία φροντίς, ποῖος δὲ λόγος
διερευνᾶται παρὰ τοῖσιν;
τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς
ἥκεις, λέξον πρὸς γᾶς.
Β. ἀλλʼ οἶδα λέγειν περὶ τῶνδε σαφῶς·
Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην
μειρακίων
ἐν γυμνασίοις Ἀκαδημείας
ἤκουσα λόγων ἀφάτων ἀτόπων·
περὶ γὰρ φύσεως ἀφοριζόμενοι
διεχώριζον ζῴων τε βίον
δένδρων τε φύσιν λαχάνων τε γένη.
κᾆτʼ ἐν τούτοις τὴν κολοκύντην
ἐξήταζον τίνος ἐστὶ γένους.
Α. καὶ τί ποτʼ ἄρʼ ὡρίσαντο καὶ τίνος γένους
εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι.
Β. πρώτιστα μὲν οὖν πάντες ἀναυδεῖς
τότʼ ἐπέστησαν, καὶ κύψαντες
χρόνον οὐκ ὀλίγον διεφρόντιζον.
κᾆτʼ ἐξαίφνης ἔτι κυπτόντων
καὶ ζητούντων τῶν μειρακίων
λάχανόν τις ἔφη στρογγύλον εἶναι,
ποίαν δʼ ἄλλος, δένδρον δʼ ἕτερος.
ταῦτα δʼ ἀκούων ἰατρός τις
Σικελᾶς ἀπὸ γᾶς κατέπαρδʼ αὐτῶν
ὡς ληρούντων.
Α. ἦ που δεινῶς ὠργίσθησαν
χλευάζεσθαί τʼ ἐβόησαν·
τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαυτὶ
ποιεῖν ἀπρεπές.
Β. οὐδʼ ἐμέλησεν τοῖς μειρακίοις·
ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως,
οὐδὲν ὀρινθείς, ἐπέταξʼ αὐτοῖς
πάλιν . . .
ἀφορίζεσθαι τίνος ἐστὶ γένους·
οἱ δὲ διῄρουν.
ΑΜΦΙΣΒΗΤΗΣΙΜΟΝ
πρωτόβαθρον