ΑΓΚΥΛΙΩΝ
λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων
Πλάτωνι, καὶ γνώσει λίτρον καὶ κρόμμυον.
ΑΓΩΝΙΣ Η ΙΠΠΙΣΚΟΣ
ἀπήντων τῷ ξένῳ,
εἰς τὴν κατάλυσιν ησονην αἴθων ἀνήρ·
τοῖς παισί τʼ εἶπα, δύο γὰρ ἦγον οἴκοθεν,
τἀκπώματʼ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι. κύαθος δʼ ἦν ἀργυροῦς, τἀκπώματα
ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας
ἴσως ἑτέρας, ψυκτηρίδιόν τε δέκʼ ὀβολούς,
Φιλιππίδου λεπτότερον. Β. ἀλλὰ ταῦθʼ ὅλως
πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημένʼ ἦν.
ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι
τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμʼ ἐγώ.
ὁ τρίτος οὗτος δʼ ἔχει
σύκων κυλιστὸν στέφανον· ἀλλʼ ἔχαιρε καὶ
ζῶν τοῖς τοιούτοις.
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασεν
κοίλην ὑπερθύουσαν.
ΑΔΕΛΦΟΙ
ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι.
Β. οὐκ ἀλλʼ ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
ΑΙΠΟΛΟΙ
ΑΙΣΩΠΟΣ
κομψόν γε τοῦτʼ ἐστὶν παρʼ ὑμῖν, ὦ Σόλων,
ἐν ταῖς Ἀθήναις, δεξιῶς θʼ εὑρημένον.
Σ. τὸ ποῖον; Α. ἐν τοῖς συμποσίοις οὐ πίνετε
ἄκρατον. Σ. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γὰρ
ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον,
οὐχ ἵνα τι κερδαίνωσι, τῶν δʼ ὠνουμένων
προνοούμενοι, τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν
ἐκ κραιπάλης. τοῦτʼ ἔσθʼ, ὁρᾷς, Ἑλληνικὸς
πότος, μετρίοισι χρωμένους ποτηρίοις
λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως·
τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος,
ψυκτῆρι πίνειν καὶ κάδοις. Α. θάνατος μὲν οὖν.
ΑΙΧΜΑΛΩΤΟΣ
ἡμίκακον
ΑΛΕΙΠΤΡΙΑ
ΑΜΠΕΛΟΥΡΓΟΣ
ἀναδενδράς
ἀπολογηθῆναι
ΑΜΦΩΤΙΣ
ὀνοκόπος
τῶν τοὺς ἀλέτωνας τῶνδε κοπτόντων ὄνους.
μετάβα
ΑΝΤΕΙΑ
ΑΠΕΓΛΑΥΚΩΜΕΝΟΣ
παρʼ ἐμοῦ δʼ, ἐὰν μὴ καθʼ ἓν ἕκαστον πάντα δῷς,
χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις.
Β. δίκαιος ὁ λόγος. Α. ἀβάκιον, ψῆφον· λέγε.
Β. ἔστʼ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγʼ ἕτερον.
Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω.
λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι.
Β. ἆρʼ ἦν μετὰ ταῦθʼ ἡ ῥάφανος ἣν ἐβοᾶτε; Α. ναί·
χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύʼ ὀβολούς.
Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου.
Α. ὀνεῖν κεχειρῶν γε οὐκ ἐπράξατʼ οὐδὲ ἕν.
Β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι
κατεδηδόκασι τὰ λάχανʼ αἱ τρωξαλλίδες.
Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου;
Β. ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου.
γόγγρος δέκʼ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγʼ ἕτερον.
Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ,
ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτʼ ἐν ἐπιτέλει.
Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον
ὑμῶν, χόας τρεῖς, δέκʼ ὀβολῶν ὁ χοῦς.
τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω
ἀνεσπακότας, δεινὸν μὲν ἡγοῦμαι ποιεῖν,
οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους
ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.
τοὺς δʼ ἰχθυοπώλας τοὺς κάκιστʼ ἀπολουμένους
ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δʼ ὀφρῦς
ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι.
ἐὰν δʼ ἐρωτήσῃς «πόσου τοὺς κεστρέας
πωλεῖς δύʼ ὄντας;» «δέκʼ ὀβολῶν» φησίν. «βαρύ·
ὀκτὼ λάβοις ἄν;» «εἴπερ ὠνεῖ τὸν ἕτερον.»
«ὦ ʼτάν, λαβὲ καὶ μὴ παῖζε.» «τοσουδί; παράτρεχε.»
ταῦτʼ οὐχὶ πικρότερʼ ἐστὶν αὐτῆς τῆς χολῆς;
καὶ γὰρ ἑψητοί τινες
παρῆσαν ἡμῖν δαιδάλεοί πως . . . . . . . . . . . .
τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις;
οὐδὲ τριχίδων, οὐδʼ οἷον ἑψητῶν τινων;
ΑΠΟΒΑΤΗΣ
Χορόνικος ὁ ποιητὴς ὁδί.
Β. τίνων ποιητὴς ᾀσμάτων; Α. σεμνῶν πάνυ.
Β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; Α. ἡμέρας δρόμῳ
κρείττων.
ΑΠΟΚΟΠΤΟΜΕΝΟΣ
λέγεται γὰρ λόγος
ὑπὸ τῶν σοφιστῶν, μὴ πέτεσθαι τὸν θεὸν
τὸν Ἔρωτα, τοὺς δʼ ἐρῶντας· αἰτίαν δʼ ἔχειν
ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς
γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.
οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος
ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.
ΑΡΧΙΛΟΧΟΣ
ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,
ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,
κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.
λαβόμενος
ΑΣΚΛΗΠΙΟΚΛΕΙΔΗΣ
οὕτως δʼ ὀψοποιεῖν εὐφυῶς
περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον, ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ βατάνιʼ ἐμβαλεῖν ποιῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
ΑΣΩΤΟΔΙΔΑΣΚΑΛΟΣ
τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω
Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας,
λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν.
πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων,
χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν.
τύρβαζε, Μάνη. γαστρὸς οὐδὲν ἥδιον.
αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη.
ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι
κόμποι κενοὶ ψοφοῦσιν ἀντʼ ὀνειράτων.
ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ·
ἕξεις δʼ ὅσʼ ἂν φάγῃς τε καὶ πίῃς μόνα,
σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.
ΑΤΑΛΑΝΤΗ
μικρόφωνος
ΑΤΘΙΣ
ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς
ἔμψυχον οὐδὲν ἐσθίει, σοφός τις ἦν.
ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν
ἔμψυχον. ἰχθῦς ἐπριάμην τεθνηκότας
μεγάλους· κρεάδιʼ ἀρνὸς ἔστι πίονος
οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; καὶ
ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν
δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον,
ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον.
ὅστις ἥδεται γὰρ ἐσθίων
ὁσημέραι, δεῖ καὶ ποιεῖν τῶν σιτίων
ἐπάξιόν τι, μηδὲ περινοστεῖν σχολὴν
ἄγοντα, τῷ ζῆν πολεμιώτατον κακόν.
πῶς ἐπινέφει τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ,
ἔπειτα μᾶλλον μᾶλλον.
ΑΧΑΙΙΣ
ἅπαντα τὰ ζητούμενʼ ἐξευρίσκεται,
ἂν μὴ προαποστῇς μηδὲ τὸν πόνον φύγῃς·
ὅπου γὰρ εὑρήκασιν ἄνθρωποί τινες
μέρος τι τῶν θείων τοσοῦτο τῷ τόπῳ
ἀπέχοντες, ἄστρων ἐπιτολάς, δύσεις, τροπάς,
ἔκλειψιν ἡλίου, τί τῶν κοινῶν κάτω
καὶ συγγενικῶν δύναιτʼ ἂν ἄνθρωπον φυγεῖν;
ΒΟΣΤΡΥΧΟΣ
ὑποκροῦσαι
ΒΡΕΤΤΙΑ
εἶδές ποτε
πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας
ἐν ὕδατι; Β. πολλοῖς πολλάκις δήπου. τί οὖν;
Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει
τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί;
Β. δηλονότι.
τοιοῦτο τὸ ζῆν ἐστιν· ὥσπερ οἱ κύβοι
οὐ ταὔτʼ ἀεὶ πίπτουσιν, οὐδὲ τῷ βίῳ
ταὐτὸν διαμένει σχῆμα, μεταβολὰς δʼ ἔχει.
ΒΩΜΟΣ
γυνὴ λινουργὸς περιτυχοῦσʼ ἀφείλετο.
ΓΑΛΑΤΕΙΑ
ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε
διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
ἐπέθετο· Κυρηναῖος ἦν ἐνταῦθά τις,
ὥς φασʼ, Ἀρίστιππος, σοφιστὴς εὐφυής,
μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε,
ἀκολαστίᾳ τε τῶν γεγονότων διαφέρων.
τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
ὁ δεσπότης. καὶ τὴν τέχνην μὲν οὐ πάνυ
ἐξέμαθε, τὴν δʼ ἀρτηρίαν συνήρπασεν.
νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην
ὀπτᾶν ὅλην
εὐοψίαν
νομικόν
ΓΡΑΦΗ
γεγένηται δʼ, ὡς λέγουσι, κἀν Σάμῳ
τοιοῦθʼ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισέ θʼ αὑτὸν τῷ νεῷ.
ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ
ἐνταῦθα περὶ τὴν ἐσχάτην δεῖ κερκίδα
ὑμᾶς καθιζούσας θεωρεῖν ὡς ξένας.
ὁ δὲ Κίλιξ ὅδʼ Ἱπποκλῆς,
ὁ ζωμοτάριχος ὑποκριτής
ΔΑΚΤΥΛΙΟΣ
εἶτʼ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν
μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;
ἐκκόψαι
ΔΗΜΗΤΡΙΟΣ Η ΦΙΛΕΤΑΙΡΟΣ
ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν
τρόπον τινʼ ἐστί. καὶ γὰρ οἶνον τὸν νέον
πολλή ʼστʼ ἀνάγκη καὶ τὸν ἄνδρʼ ἀποζέσαι
πρώτιστον ἀφυβρίσαι τʼ, ἀπανθήσαντα δὲ
σκληρὸν γενέσθαι, παρακμάσαντα δʼ, ὧν λέγω
τούτων ἁπάντων ἀπαρυθέντα τὴν ἄνω
ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε
πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν,
ἡδύν θʼ ἅπασι τοὐπίλοιπον διατελεῖν.
πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος
ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν
οὐδενὶ φαγεῖν· νυνὶ δὲ πρὸς τοῖς πνεύμασιν
τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος·
ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ
ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται
φέρων ἅπαν τὸ ληφθέν, ὥστε γίνεται
ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη.
ἀλλʼ αἰσχύνομαι
τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν
οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δʼ ὅμως·
οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἄν τε μή.
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλούς, ὑπʼ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν.
τοὔψον λαβοῦσαι τοῦτο τἀπεσταλμένον
σκευάζετʼ, εὐωχεῖσθε, προπόσεις πίνετε,
λέπεσθε, ματτυάζετε.
ΔΙΑΠΛΕΟΥΣΑΙ
ἐπιχαιρέκακος εἶ καὶ φθονεῖς τοῖς πλησίον.
ΔΙΔΥΜΟΙ
στεφάνων τε τούτων χύδην πεπλεγμένων
τούτῳ πρόπιθʼ, ἵνα καὐτὸς ἄλλῳ.
ΔΙΣ ΠΕΝΘΩΝ
καὶ Ζωπύρα,
οἰνηρὸν ἀγγεῖον.
ΔΟΡΚΙΣ Η ΠΟΠΠΥΖΟΥΣΑ
τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον,
ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
ὡς αὐτὸν ὄντʼ αὐτοῖσι τῆς τέχνης μόνον
σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
περιστερὰς
ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ
κομψάς.
τῆς φιλοτησίας ἐγὼ
μεστὰς προπίνω γʼ ἴσον ἴσῳ κεκραμένας.
ΔΡΩΠΙΔΗΣ
εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν
ἐν ἀργυρῷ ποτηρίῳ πετάχνῳ τινί,
ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
οὔτε φιάλῃ, μετεῖχε δʼ ἀμφοῖν τοῖν ῥυθμοῖν.
τὴν σπάθην
ἐν τῷ μύρῳ καθῆκεν.
παραγοράζειν
ΕΙΣΟΙΚΙΖΟΜΕΝΟΣ
οὐ γὰρ ἐμυρίζετʼ ἐξ ἀλαβάστου, πρᾶγμά τι
γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας
περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας
εἰς οὐχὶ ταὐτὸν μὰ Δία τὴν αὐτὴν μύρον,
ἰδίῳ δʼ ἑκάστην. πετόμεναι δʼ αὗται κύκλῳ
ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα.
μή μοι φθονήσητʼ, ἄνδρες Ἑλλήνων ἄκροι,
ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.
ἔξοινος ἐποίει ταῦτα
τρικότυλον ψυγέα
ΕΙΣ ΤΟ ΦΡΕΑΡ
νυνί τέ μοι
ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον
τῶν ἔνδοθεν κομιοῦντʼ ἐκεῖθεν. Β. μανθάνω·
ἐπιδόσιμον παρὰ τἄλλα τοῦτʼ ἔσται. Α. φιλῶ
αἰσθητικὴν γραῦν.
τοῖς ἄρτοις ὅσας
ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί.
ΕΚΚΗΡΥΤΤΟΜΕΝΟΣ
ΕΚΠΩΜΑΤΟΠΟΙΟΣ
ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος.
ἄσημον
ΕΛΕΝΗ
ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων
ἐρᾷ, τὸν ἄλλον δʼ οὐδὲ γινώσκει λόγον,
τῆς ἡδονῆς ἐστʼ, οὐχὶ τῶν φίλων φίλος,
ἀδικεῖ τε τὸν Ἔρωτʼ ἐμφανῶς θνητὸς θεόν,
ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν.
ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ
ἀκόλαστός ἐστι, τὴν δὲ πολιὰν οὐκ ἐντρέπεται.
ΕΛΕΝΗΣ ΜΝΗΣΤΗΡΕΣ
οὐδὲ ῥόαν γλυκεῖαν ἐκ τῆς δεξιᾶς
δέξαιτʼ ἂν αὐτῶν.
εἷς ἕκαστος
θερμολουτεῖν
ΕΛΛΗΝΙΣ
ἀεὶ δὲ καὶ ζῶντʼ ἐστὶ καὶ τεθνηκότα
τἀν τῇ θαλάττῃ πολέμιʼ ἡμῖν θηρία.
ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθʼ, ὡς γίνεται,
ληφθῇ νέων τις, καταπεπώκασʼ εὐθέως·
αὐτοί τʼ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.
ΕΠΙΔΑΥΡΙΟΣ
τοὺς Χαιρεφίλου δʼ υἱεῖς Ἀθηναίους, ὅτι
εἰσήγαγεν τάριχος. οὓς καὶ Τιμοκλῆς
ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
ἐν τοῖς σατύροις εἶναι.
ΕΠΙΚΛΗΡΟΣ
ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολύ,
ἀπορούμενός τε τἄλλα πρὸς τοῦτʼ εὐπορεῖ,
τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποιεῖ
γυμνοὺς ἅπαντας. εἶτʼ ἐπάν τις ἐκδυθῇ,
τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν·
ὃν ἂν δʼ ἴδῃ πρῶτον πένητα καὶ νέον
παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,
ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
ἀλλʼ ἔγωγʼ, ὦ παῖ, δίδωμι, καὶ ποιήσω πάνθʼ ὅσα
οὗτος αἰτεῖται παρʼ ἡμῶν.
κακουχία
ΕΠΙΣΤΟΛΗ
προσέκοψεν
ΕΠΙΤΡΟΠΟΣ
πολὺς γὰρ οἶνος πόλλʼ ἁμαρτάνειν ποιεῖ.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ
γόγγρου δʼ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη
ὑπεργέμοντα
ΕΡΕΤΡΙΚΟΣ
τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι,
κρεάδιʼ, ἐντερίδιʼ· ἀλλὰ τὰς μὲν τευθίδας,
τὰ πτερύγιʼ αὐτῶν συντεμών, στεατίου
μικρὸν παραμίξας, περιπάσας ἡδύσμασιν
λεπτοῖσι χλωροῖς ὠνθύλευσα.
ΕΡΙΘΟΙ
Η ΕΙΣ ΤΟ ΦΡΕΑΡ
ΗΣΙΟΝΗ
γενόμενος δʼ ἔννους μόλις
ᾔτησε κύλικα, καὶ λαβὼν ἑξῆς πυκνὰς
ἕλκει καταντλεῖ, κατά τε τὴν παροιμίαν
ἀεί ποτʼ εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος
ἅνθρωπός ἐστι.
ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο
φέροντας εἴσω ποικίλων παροψίδων
κόσμου βρύουσαν, οὐκέτʼ εἰς ἐμὲ βλέπων—
ΘΕΟΦΟΡΗΤΟΣ
οἶμαί γʼ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς
ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ·
ποῖος γάρ ἐστι φανός, ὦ πρὸς τῶν θεῶν,
τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος;
λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους.
ΘΕΣΠΡΩΤΟΙ
Ἑρμῆ νεκρῶν προπομπὲ καὶ Φιλιππίδου
κληροῦχε, νυκτός τʼ ὄμμα τῆς μελαμπέπλου
Ἑκάτη—
ΘΗΒΑΙΟΙ
ἔστιν δὲ ποδαπὸς τὸ γένος οὗτος; Β. πλούσιος.
τούτους δὲ πάντες φασὶν εὐγενεστάτους
εἶναι· πένητας δʼ εὐπάτριδας οὐδεὶς ὁρᾷ.
ΘΗΤΕΥΟΝΤΕΣ
ὅρκος βέβαιός ἐστιν ἂν νεύσω μόνον.
ΘΡΑΣΩΝ
σοῦ δʼ ἐγὼ λαλιστέραν
οὐπώποτʼ εἶδον οὔτε κερκώπην, γύναι,
οὐ κίτταν, οὐκ ἀηδόνʼ, οὔτε τρυγόνʼ, οὐ
τέττιγα.
ΙΑΣΙΣ
ἀμφιτάπητα
ΙΠΠΕΥΣ
τοῦτʼ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;
πόλλʼ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
ἐς κόρακας ἔρρειν φασὶν ἐκ τῆς Ἀττικῆς.
τά τε κυμβία
ἆρʼ ἦν πρόσωπʼ ἔχοντα χρυσᾶ παρθένων;
Β. νὴ τὸν Δίʼ ἦν γάρ. Α. ὦ τάλαινʼ ἐγὼ κακῶν.
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
ἔχουσα χρυσοῦν· οὐ γὰρ ἐπίτηκτόν τινα.
ΙΠΠΙΣΚΟΣ
ΙΣΟΣΤΑΣΙΟΝ
ἀπὸ συμβολῶν ἔπινον, ὀρχεῖσθαι μόνον
βλέποντες, ἄλλο δʼ οὐδέν, ὄψων ὀνόματα
καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος,
καὶ Κωβιός, Σεμίδαλις.
πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας
πάντα τἄλλʼ αὐταῖς πάρεργα γίνεται· ῥάπτουσι δὲ
πᾶσιν ἐπιβουλάς· ἐπειδὰν δʼ εὐπορήσωσίν ποτε,
ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης
εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους
μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι.
τυγχάνει μικρά τις οὖσα, φελλὸς ἐν ταῖς βαυκίσιν
ἐγκεκάττυται· μακρά τις, διάβαθρον λεπτὸν φορεῖ
τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσʼ ἐξέρχεται·
τοῦτο τοῦ μήκους ἀφεῖλεν· οὐκ ἔχει τις ἰσχία,
ὑπενέδυσʼ ἐρραμμένʼ αὐτήν, ὥστε τὴν εὐπυγίαν
ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει,
στηθίʼ ἔστʼ αὐταῖσι τούτων ὧν ἔχουσʼ οἱ κωμικοί·
ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔνδυτον τῆς κοιλίας
ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθʼ ἀπήγαγον.
τὰς ὀφρῦς πυρρὰς ἔχει τις, ζωγραφοῦσιν ἀσβόλῳ.
συμβέβηκʼ εἶναι μέλαιναν, κατέπλασε ψιμυθίῳ.
λευκόχρως λίαν τίς ἐστι, παιδέρωτʼ ἐντρίβεται.
καλὸν ἔχει τοῦ σώματός τι, τοῦτο γυμνὸν δείκνυται.
εὐφυεῖς ὀδόντας ἔσχεν, ἐξ ἀνάγκης δεῖ γελᾶν,
ἵνα θεωρῶσʼ οἱ παρόντες τὸ στόμʼ ὡς κομψὸν φορεῖ.
ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν
ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθʼ ἑκάστοτε,
ἡνίκʼ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν,
ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητʼ ἄν τε μή.
ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.
ΚΑΛΑΣΙΡΙΣ
ποῖ δή μʼ ἄγεις διὰ τῶν κύκλων;
ΚΑΡΧΗΔΟΝΙΟΣ
βάκηλος εἶ.
ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ
ΚΑΥΝΙΟΙ
ἐν τῷ βαλανείῳ μήτε πῦρ ταῖς ἐσχάραις
ἐνὸν κεκλεισμένον τε τἀλειπτήριον.
ΚΗΡΥΤΤΟΜΕΝΟΣ
ὥστʼ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον
μικροῦ κατακαύσας ἔλαθʼ ἑαυτόν, ὑπὸ μάλης
τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.
ΚΙΘΑΡΩΙΔΟΣ
ΚΛΕΟΒΟΥΛΙΝΗ
ΚΝΙΔΙΑ
Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο
σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν·
οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.
ΚΟΝΙΑΤΗΣ
κυμβία,
φιάλαι, τραγέλαφοι, κύλικες
ΚΟΥΡΙΣ
καὶ γὰρ ἐπὶ κῶμον . . ἀνθρώπων ὁρῶ
πλῆθος προσιόν, ὡς τῶν καλῶν τε κἀγαθῶν
ἐνθάδε συνόντων· μὴ γένοιτό μοι μόνῳ
νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν
ὑμῖν περὶ τὸν βαλλισμόν· οὐ γὰρ ἄν ποτε
θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.
ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως
εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ
Μάρων τις ἢ Κάπηλος ἢ καὶ Τιμοκλῆς.
μεθύει γὰρ οὐδὲν ἧττον· ὁ δʼ ἕτερος—τί ἂν
τύχοιμʼ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς
ἄνθρωπος.
ἐπεὶ πάλαι δεδείπναμεν
ΚΡΑΤΕΥΑΣ Η ΦΑΡΜΑΚΟΠΩΛΗΣ
πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινα
ἰδὼν γέροντι φῦκος ἠμφιεσμένα
ἔλαβον ἐχίνους τʼ· ἔστι γὰρ προοίμιον
δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
τούτων δʼ ἀπολυθείς, κειμένων ἰχθυδίων
μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
θαρρεῖν κελεύσας ἕνεκʼ ἐμοῦ ταῦτʼ, οὐδὲ ἓν
φήσας ἀδικήσειν, ἐπριάμην γλαῦκον μέγαν.
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπʼ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
ἐποίησά τʼ αὐτὸ ποικιλώτερον ταὧ.
κρεάδιʼ ἄττα, ποδάρια, ῥύγχη τινά,
ὠτάριʼ ὕειʼ, ἡπάτιον ἐγκεκαλυμμένον·
αἰσχύνεται γὰρ πελιτνὸν ὂν τῷ χρώματι.
τούτοις μάγειρος οὐ πρόσεισʼ, οὐκ ὄψεται.
οἰμώξεται γὰρ νὴ Δίʼ· ἀλλʼ ἐγὼ σοφῶς
ταῦτʼ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
οὕτω, ποιῶ γὰρ τοὔψον αὐτός, ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ λοπάδιʼ ἐμβάλλειν ποιῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
τὰς σκευασίας πάντων δὲ καὶ τὰς σκευάσεις
τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.
παῖ, τὴν μεγάλην δός, ὑποχέας
φιλίας κυάθους μὲν τῶν παρόντων τέτταρας,
τοὺς τρεῖς δʼ ἔρωτος προσαποδώσεις ὕστερον·
ἕνʼ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς,
καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου.
φέρε τὸν τρίτον . . . . . . . .
Φίλας Ἀφροδίτης· χαίρετʼ ἄνδρες συμπόται,
ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.
τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας
ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι
θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων,
ἃς οὐδʼ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας
ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.
καὶ Καλλιμέδων μετʼ Ὀρφέως ὁ Κάραβος
στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους
εἶθʼ ὁρῶ τὸν Ἑρμαΐσκον τῶν ἁδρῶν τούτων τινὰ
κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον
στρωματέα καὶ γύλιον αὐτοῦ.
ΚΥΒΕΡΝΗΤΗΣ
δύʼ ἐστί, Ναυσίνικε, παρασίτων γένη·
ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,
οἱ μέλανες ἡμεῖς· θάτερον ζητῶ γένος,
σεμνοπαράσιτον ἐκ μέσου καλούμενον,
σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς
ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον
χιλιοταλάντους ἀνακυλῖόν τʼ οὐσίας.
νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα.
Α. τούτων ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος
τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών·
ὥσπερ ἐπὶ τῶν βίων δέ, τοὺς μὲν ἡ τύχη
ἡμῶν μεγάλοις προσένειμε τοὺς δʼ ἐλάττοσιν,
εἶθʼ οἱ μὲν εὐποροῦμεν οἱ δʼ ἀλύομεν.
ἆρά γε διδάσκω, Ναυσίνικʼ; Ν. οὐκ ἀστόχως·
ἀλλʼ ἄν σʼ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.
εἰσέβαινον ἰσχάδες,
τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.
ΚΥΒΕΥΤΑΙ
ἠριστηκότων
σχεδόν τι δʼ ἡμῶν ἐξ ἀκροκωλίου τινός—
ΚΥΚΝΟΣ
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ
ἕστηκε, λευκοῦ νέκταρος παλαιγενοῦς
πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενὸν
τρίψας, ποιήσας λαμπρόν, ἀσφαλῆ βάσιν
στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις
ἔστεψα.
ΚΥΠΡΙΟΣ
ἔπειτα πῶς ἦλθες; Β. μόλις
ὀπτωμένους κατέλαβον. Α. ἐξόλοιʼ. ἀτὰρ
πόσους φέρεις; Β. ἑκκαίδεκʼ. Α. οἶσε δεῦρό μοι.
Β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.
τὸν δʼ αὐτόπυρον ἄρτον ἀρτίως φαγών
διπλάσαι
ΛΑΜΠΑΣ
καταφαγεῖν
αὐτὸς τοσοῦτʼ ἀργύριον. οὐδʼ εἰ γάλα λαγοῦ
εἶχον, μὰ τὴν γῆν, καὶ ταὧς, κατήσθιον.
ΛΕΒΗΣ
ἧψέ μοι δοκεῖ
πνικτόν τι ὄψον δελφάκειον. ΓΛ. ἡδύ γε.
Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς.
ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ;
ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τινʼ ἐγχέας
ψυχρόν, ξυνιεῖς; εἶτα θερμὴν τὴν χύτραν
εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσʼ ἔτι
ἕλξει διʼ αὑτῆς νοτίδα, καὶ ζυμουμένη
ὥσπερ κίσηρις λήψεται διεξόδους
σομφάς, διʼ ὧν τὴν ὑγρασίαν ἐκδέξεται·
τὰ κρεάδιʼ ἔσται τʼ οὐκ ἀπεξηραμμένα,
ἔγχυλα δʼ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
Α. Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία,
ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γʼ αὐτά, παῖ,
ὅταν παρατιθῇς, μανθάνεις; ἐψυγμένα.
ἀτμὸς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
ταῖς ῥισίν, ἀλλʼ ἄνω μάλʼ εἶσι καταφυγών.
Α. πολλῷ γʼ ἀμείνων, ὡς ἔοικας, ἦσθʼ ἄρα
λογογράφος ἢ μάγειρος. ΓΛ. ὃ λέγεις οὐ λέγεις,
τέχνην δʼ ὀνειδίζεις.
οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου
Ἀριστονίκου. τίθησι γὰρ νυνὶ νόμον,
τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι
ἰχθὺν ὑποτιμήσας ἀποδῶτʼ ἐλάττονος
ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον
εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες
τῆς ἀξίας ἀγαπῶσιν, ἢ τῆς ἑσπέρας
σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.
κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον
πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον. . . . . . . . . . . . .
οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς
Ἀριστονίκου νομοθέτης· τά τʼ ἄλλα γὰρ
νενομοθέτηκε πολλὰ καὶ παντοῖα δή,
νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ
χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι
τοὺς ἰχθυοπώλας, διὰ τέλους δʼ ἑστηκότας·
εἶτʼ εἰς νέωτά φησι γράψειν κρεμαμένους,
καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους,
ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.
καὶ μὴ προφάσεις ἐνταῦθά μοι, μηδʼ «οὐκ ἔχω.»
Β. ἀλλὰ λέγʼ ὅτου δεῖ. λήψομαι γὰρ πάντʼ ἐγώ.
Α. ὀρθῶς. τὸ πρῶτον μὲν λάβʼ ἐλθὼν σήσαμα.
Β. ἀλλʼ ἔστιν ἔνδον. Α. ἀσταφίδα κεκομμένην,
μάραθρον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,
κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν,
ὀρίγανον, γήτειον, ἄννισον, θύμον,
σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.
καὶ τί δεῖ
λέγειν ἔθʼ ἡμᾶς τοὺς τὰ σῦχʼ ἑκάστοτε
ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.
εἶθʼ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτʼ ὠνούμενος
τιμήν, ὁ δʼ ἐγκάψας τὸ κέρμʼ εἰς τὴν γνάθον
ἐρίνʼ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων.
ΛΕΥΚΑΔΙΑ Η ΔΡΑΠΕΤΑΙ
οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.
φέρε τὴν σιβύνην καὶ πλατύλογχα.
χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
ΛΕΥΚΗ
ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι;
Β. ἀλλʼ ἂν διδάσκῃς. Α. ἐξελὼν τὰ βραγχία,
πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ,
παράσχισον χρηστῶς, διαπτύξας θʼ ὅλον
τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς,
τυρῷ τε σάξον ἁλσί τʼ ἠδʼ ὀριγάνῳ.
ΛΗΜΝΙΑ
καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ
σείσων τε κυάμων μεστός.
ΛΙΝΟΣ
Λίνος βυβλίον
ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ,
ἔπειτʼ ἀναγνώσει, πάνυ γε διασκοπῶν
ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.
Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδία,
Χοιρίλος, Ὅμηρος, ἔστʼ Ἐπίχαρμος, γράμματα
παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν,
ἐπὶ τί μάλισθʼ ὥρμηκε. Ἡρακλῆς τουτὶ λαμβάνω.
Λίνος δεῖξον ὅ τι ἐστὶ πρῶτον. Ἡρακλῆς ὀψαρτυσία,
ὥς φησι τοὐπίγραμμα. Λίνος φιλόσοφός τις εἶ,
εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα
Σίμου τέχνην ἔλαβες. Ἡρακλῆς ὁ Σῖμος δʼ ἐστὶ τίς;
Λίνος μάλʼ εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν
ὥρμηκε νῦν, καὶ τῶν μὲν ὑποκριτῶν πολὺ
κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ
τοῖς χρωμένοις, τῶν δʼ ὀψοποιῶν ὑποκριτής. . . . . . . . . . . . .
Λίνος βούλιμός ἐσθʼ ἅνθρωπος. Ἡρακλῆς ὅ τι βούλει λέγε.
πεινῶ γάρ, εὖ τοῦτʼ ἴσθαι.
ΛΟΚΡΟΙ
αἱ δὲ παῖδες παρέχεον
ἡ μὲν τὸ θερμόν, ἡ δʼ ἑτέρα τὸ μετάκερας.
ναυκληρεῖν
ΛΥΚΙΣΚΟΣ
ζῳδάριον
ΜΑΝΔΡΑΓΟΡΙΖΟΜΕΝΗ
εἶτʼ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν
ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς·
ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας·
ἐράνους φέροντες οὐ φέρομεν ἀλλʼ ἢ κακῶς,
τακτῆς τροφῆς δὲ τῆς καθʼ ἡμέραν πάλιν
γλιχόμεθα μὲν τὴν μᾶζαν ἵνα λευκὴ παρῇ,
ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
τὸ καλὸν δὲ χρῶμα δευσοποιῷ χρῴζομεν.
καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
τὸ δʼ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν.
καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
ἐπὶ ταῖς ἀβυρτάκαισι δʼ ἐκβακχεύομεν. . . . . . . . . . . . .
οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστʼ ἀεί,
ἐπὰν γένηται δʼ ὡς τάχιστʼ ἔχειν τέλος.
ἐὰν ἐπιχώριος
ἰατρὸς εἴπῃ «τρύβλιον τούτῳ δότε
πτισάνης ἕωθεν», καταφρονοῦμεν εὐθέως·
ἂν δὲ «πτισάναν καὶ τρύβλιον», θαυμάζομεν.
καὶ πάλιν ἐὰν μὲν «τευτλίον», παρείδομεν·
ἐὰν δὲ «σεῦτλον», ἀσμένως ἠκούσαμεν·
ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ.
ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα.
Β. πῶς συμβολάς; Α. τὰς ταινίας οἱ Χαλκιδεῖς
καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ.
κακῶς ἔχεις, στρουθὶς ἀκαρὴς νὴ Δίʼ εἶ·
πεφιλιππίδωσαι. Β. μὴ σὺ καινῶς μοι λάλει.
ὅσον οὐ τέθνηκα. Α. τοῦ ταλαιπώρου πάθους.
εἴ τινας μᾶλλον φιλῶ
ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς,
ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.
ΜΑΝΤΕΙΣ
ὦ δυστυχεῖς ἡμεῖς . . πεπρακότες
τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφὴν
γυναιξὶ δοῦλοι ζῶμεν ἀντʼ ἐλευθέρων.
ἔπειτʼ ἔχειν προῖκʼ οὐχὶ τιμὴν πάσχομεν;
πικράν γε καὶ μεστὴν γυναικείας χολῆς.
ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι·
οἱ μέν γε συγγνώμην ἔχουσʼ ἀδικούμενοι,
αὗται δʼ ἀδικοῦσαι καὶ προσεγκαλοῦσʼ ἔτι·
ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δʼ ἄρχειν ἐχρῆν
ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν
ἔχουσι καὶ κάμνειν λέγουσʼ ἑκάστοτε.
ΜΕΡΟΠΙΣ
εἰς καιρὸν ἥκεις, ὡς ἔγωγʼ ἀπορουμένη
ἄνω κάτω τε περιπατοῦσʼ ὥσπερ Πλάτων
σοφὸν οὐδὲν εὕρηκʼ, ἀλλὰ κοπιῶ τὰ σκέλη.
ΜΙΔΩΝ
ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν
τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.
ΜΙΛΗΣΙΑ
οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
οὐκ ἀρχιτέκτων κύριος τῆς ἡδονῆς
μόνος καθέστηκʼ, ἀλλὰ καὶ τῶν χρωμένων
συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς;
Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.
Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον
δεῖ τοὔψον, ἄλλο δʼ οὐδέν. ἂν μὲν οὖν τύχῃ
ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν
εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην·
ἂν δʼ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,
ὥστʼ ἢ προοπτήσαντα χλιαίνειν πάλιν,
ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ,
ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.
Β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.
Α. ἑστήκαθʼ ὑμεῖς, κάεται δέ μοι τὸ πῦρ,
ἤδη πυκνοὶ δʼ ᾄττουσιν Ἡφαίστου κύνες
κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θʼ ἅμα
καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
νόμοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
εἰ μὴ γὰρ ὢν ἄνθρωπος ἀνθρώπου τύχαις
ὑπηρετήσω, ποῦ φανήσομαι φρονῶν;
ΜΙΛΚΩΝ
κἂν μὴ παραθῶσι θερμά; Β. τἀγαθὸν Πλάτων
ἁπανταχοῦ φησʼ ἀγαθὸν εἶναι, μανθάνεις;
τό θʼ ἡδὺ πάντως ἡδύ, κἀκεῖ κἀνθάδε.
ΜΙΝΩΣ
ΜΝΗΣΤΗΡΕΣ
ΜΥΛΩΘΡΟΣ
καὶ γὰρ Ἀργείους ὁρῶ.
ΟΔΥΣΣΕΥΣ ΑΠΟΝΙΖΟΜΕΝΟΣ
ἥδιον
ΟΔΥΣΣΕΥΣ ΥΦΑΙΝΩΝ
καὶ τοὺς ἁλιέας εἰς τὸ βάραθρον ἐμβαλῶ.
ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι,
τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας.
Β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου,
ἐνόμιζεν ἐγχέλεια καὶ θύννους ἔχειν.
φιλεῖ γὰρ ἡ μακρὰ συνουσία
καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθʼ ἡμέραν ποιεῖν
σκῶψιν. ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ·
τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετʼ· ἂν δʼ εἴπῃς ἅπαξ,
εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται.
εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. Β. ταῦτα γὰρ
κατὰ φύσιν πέφυκεν οὕτως. καὶ τί μάντεως ἔδει;
ΟΛΥΜΠΙΟΔΩΡΟΣ
σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὖον ἐγένετο,
τὸ δʼ ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα.
Β. ταῦτʼ οὐ σχολὴ Πλάτωνος;
ΟΛΥΝΘΙΑ
ὁ δὲ σὸς πένης ἔστʼ, ὦ γλυκεῖα· τοῦτο δὲ
δέδοιχʼ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον.
ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.
οὐ τοῖς γὰρ ὀμνύουσι τὸν φρονοῦντα δεῖ,
τοῖς πράγμασιν δʼ αὐτοῖσι πιστεύειν ἀεί.
Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι
ἔστιν ἀνήρ μοι πτωχός, κἀγὼ
γραῦς, καὶ θυγάτηρ καὶ παῖς υἱός,
χἤδʼ ἡ χρηστή, πένθʼ οἱ πάντες.
τούτων οἱ τρεῖς δειπνοῦμεν,
δύο δʼ αὐτοῖς συγκοινωνοῦμεν
μάζης μικρᾶς. φθόγγους δʼ ἀλύρους
θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν,
χρῶμα δʼ ἀσίτων ἡμῶν ὄντων
γίνεται ὠχρόν. τὰ μέρη δʼ ἡμῶν
χἠ σύνταξις τοῦ βίου ἐστὶν
κύαμος, θέρμος, λάχανον, . .
γογγυλίς, ὦχρος, λάθυρος, φηγός,
βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς,
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
μελέδημʼ ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς.
ΟΜΟΙΑ
οὐδὲ φιλόδειπνός εἰμι μὰ τὸν Ἀσκληπιόν,
τραγήμασιν χαίρω δὲ μᾶλλον. Β. εὖ πάνυ.
Α. τραγήματʼ αἰσθάνομαι γὰρ ὅτι νομίζεται
τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις
παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας.
τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις
ὄψοισι καὶ ζωμοῖσιν ἥδωμʼ ὦ θεοί;
ΟΠΩΡΑ
οἶνον πολὺν
οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς;
ἐρρέτω μέλαινʼ Ὀπώρα· πᾶσι γὰρ χαρίζεται.
ΟΡΕΣΤΗΣ
ΟΡΧΗΣΤΡΙΣ
γυναιξὶ δʼ ἀρκεῖ πάντʼ, ἐὰν οἶνος παρῇ
πίνειν διαρκής. Β. ἀλλὰ μήν, νὴ τὼ θεώ,
ἔσται γʼ ὅσον ἂν βουλώμεθʼ, ἔσται καὶ μάλα
ἡδύς γʼ, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός,
λέγων, γέρων γε δαιμονίως. Α. ἀσπάζομαι
γραῦν σφίγγα.
ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ
πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος,
ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων,
ὁ Σκόμβρος, ἡ Σεμίδαλις. Β. Ἡράκλεις φίλε,
ἀγοράσματʼ οὐ συμπόσιον εἴρηκας, γύναι.
ΠΑΛΛΑΚΗ
οὐκ ἔχω γὰρ ἄλλʼ ὅ τι
εἴπω τοναίας τηλικαύτης ἄξιον.
ΠΑΜΦΙΛΗ
ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει
ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας,
βολβούς, μέγαν τε πουλύπουν ἰχθῦς θʼ ἁδρούς.
παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων
ἀγαθῶν ἁμάξας—
ΠΑΝΝΥΧΙΣ Η ΕΡΙΘΟΙ
ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα
παραθήσομεν. Β. κάνδαυλον; οὐκ ἐδήδοκα
κάνδαυλον οὐδʼ ἀκήκοʼ οὐδεπώποτε.
Α. θαυμαστὸν ἐμὸν εὕρημα. πάνυ πολὺν δʼ ἐγὼ
ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους
σαυτῷ γε χαίρων. ἔρια μὲν ποιήσομεν—
Β. ἄνθρωπε ποίει λευκὰ καὶ βλέπʼ εἰς . .
Α. ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων,
κρεῶν βατανίων εὐθέως . . . .
δίπυρον παραθήσεις, ᾠὸν ἐπιτετμημένον,
πυόν, μέλιτος ὀξύβαφον, ἀποταγηνιῶ,
τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμών,
βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ
γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος
ἐπιπαίζεται· κεφαλὴ δὲ δείπνου γίνεται—
Β. ἄνθρωπʼ ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου·
τοὺς σοὺς δὲ κανδαύλους λέγων καὶ χόρια καὶ
βατάνια πᾶσαν ἀφανιεῖς τὴν ἡδονήν.
θερμοτέροις χαίρεις ἀεὶ
τοῖς ὀψαρίοις, ἢ τὸ μέσον ἢ κατωτέρω;
Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσὶ
ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν. ψυχρά σοι
ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ;
Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω. Β. δηλαδή.
Α. τοῦθʼ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ—
Β. οὐκ οἴομʼ, οὐδʼ ἄλλʼ οὐδὲν ὧν σὺ νῦν ποιεῖς.
Α. ἐγὼ δʼ ἐρῶ· τοῖσιν γὰρ ἑστιωμένοις
τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.
Β. σὺ πρὸς θεῶν . . ἔθυσας τὸν ἔριφον,
μὴ κόπτʼ ἔμʼ, ἀλλὰ τὰ κρέα. παῖδες, παράγετε.
Α. ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει;
Β. δηλονότι. Α. μή μοι δῆλον· ἀλλʼ ἔχει κάπνην;
Β. ἔχει. Α. κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μʼ οὑτοσί.
κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν,
ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ
ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω
οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,
οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας,
οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον,
οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας,
οὐκ ᾠόν, οὐ ξύλʼ, οὐ σκάφην, οὐ τήγανον,
οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ·
οὐ στάμνος ἔστι· διακενῆς δʼ ἕστηκʼ ἐγὼ
ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.
ἡμίοπτα μὲν
τὰ κρεάδιʼ ἐστί, τὸ περίκομμʼ ἀπόλλυται·
ὁ γόγγρος ἑφθός, τὰ δʼ ἀκροκώλιʼ οὐδέπω.
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
παλαιὸν οἴκων κτῆμα.
ἔσει περιπατῶν σιτόκουρος.
ΠΑΡΑΣΙΤΟΣ
καλοῦσι δʼ αὐτὸν πάντες οἱ νεώτεροι
παράσιτον ὑποκόρισμα· τῷ δʼ οὐδὲν μέλει.
δειπνεῖ δʼ ἄφωνος Τήλεφος, νεύων μόνον
πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις
αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκιʼ εὔχεται
λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.
καὶ γὰρ βούλομαι
ὕδατός σε γεῦσαι· πρᾶγμα δʼ ἐστί μοι μέγα
φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας
ΠΕΖΟΝΙΚΗ
μᾶλλον μᾶλλον
ΠΟΙΗΤΑΙ
ὁ συκοφάντης οὐ δικαίως τοὔνομα
ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τʼ ἀνὴρ
τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον.
νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
ἀπορεῖν πεποίηκε διὰ τί τοῦθʼ οὕτως ἔχει.
πάνυ τοι βούλομαι
οὕτω γελᾶσθαι καὶ γέλοιʼ ἀεὶ λέγειν
μετὰ τὸν Κόρυδον μάλιστʼ Ἀθηναίων πολύ.
ΠΟΙΗΤΡΙΑ
ΠΟΛΥΚΛΕΙΑ
ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα·
τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρέ πως
κἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.
ΠΟΝΗΡΑ
ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι
καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν,
ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον,
ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι.
τάριχός ἐστι πρῶτον ὡραῖον τοδί.
διωβόλου τοῦτʼ ἔστι. πλυτέον εὖ μάλα.
εἶτʼ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα
ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας,
ἐπεσκέδασα τοὔλαιον· εἶθʼ ἕψων ποιῶ
μυελόν, ἀφεῖλόν τʼ ἐπιγανώσας σιλφίῳ.
σηπίας τόσας
δραχμῆς μιᾶς τρίς. τῶν δὲ τὰς μὲν πλεκτάνας
καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποιῶ,
τὸ δʼ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
σμήσας τε λεπτοῖς ἁλσί, δειπνούντων ἅμα
ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.
τῆς ὀριγάνου
πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν
τὸ τρῖμμʼ ἐπιπολῆς εὐρύθμως διειμένον
ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ
πυκνῷ πατάξας—
τριωβόλου κρεΐσκον ἀστεῖον πάνυ
ὕειον· ὀπτόν, θερμὸν εὔχυλον τέρεν
ὅταν ᾖ προσφέρων.
μύροις
ὑπαλείφεται τὰς ῥῖνας, ὑγιείας μέρος
μέγιστον, ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.
ἀκρολίπαροι, τὸ δʼ ἄλλο σῶμʼ ὑπόξυλον
ΠΟΝΤΙΚΟΣ
ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει,
ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος
ἑφθῆς ἴσως προσεῖτʼ ἂν ἄλλως ἀποθανεῖν.
ΠΡΟΣΚΕΔΑΝΝΥΜΕΝΟΣ
ἰσχυρικός
ΠΡΩΤΟΧΟΡΟΣ
ἐπιπονώτερον
ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφʼ ἐγώ,
ἀφʼ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν
ἔχειν μετʼ Ἀττικιστὶ δυναμένου λαλεῖν.
Β. ὀνησιφόρον ἦν τοῦτο.
ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ
ἡ δʼ ἑστίασις ἰσχάδες καὶ στέμφυλα
καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος
τοῖς Πυθαγορείοις. Β. νὴ Δίʼ, ἱερεῖον μὲν οὖν
ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστʼ, ἔχῃς. . . . . . . . . . . . .
ἔδει θʼ ὑπομεῖναι μικροσιτίαν, ῥύπον,
ῥῖγος, σιωπήν, στυγνότητʼ, ἀλουσίαν.
προπίνω σοι φιλοτησίαν λαβὼν
ὕδατος ἀπέφθου κύαθον· ἂν δʼ ὠμὸν πίῃς,
βαρὺ καὶ κοπῶδες.
ΠΥΛΑΙΑ
νὴ τὴν Ἀθηνᾶν, ἀλλʼ ἐγὼ τεθαύμακα
τοὺς ἰχθυοπώλας, πῶς ποτʼ οὐχὶ πλούσιοι
ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
φόρους· μόνον οὐχὶ δεκατεύουσι γὰρ
τὰς οὐσίας ἐν ταῖς πόλεσιν καθήμενοι,
ὅλας δʼ ἀφαιροῦνται καθʼ ἑκάστην ἡμέραν.
ΠΥΡΑΥΝΟΣ
Στράτιος ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ,
ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει,
ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ·
πέτεται γὰρ οὐχ οἷον βαδίζει τὰς ὁδούς. . . . . . . . . . . . . .
Στράτιε, φιλεῖς δήπου με. Στράτιος μᾶλλον τοῦ πατρός·
ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις.
Α. εὔχει τʼ ἀεί με ζῆν. Στράτιος ἅπασι τοῖς θεοῖς·
ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι;
πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν,
ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν.
τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας
διδασκάλους ἐξεῦρον οὗ λέγω βίου
ἴσως τριάκοντʼ ἀφʼ ἑνὸς ἐργαστηρίου.
ἄνοιγʼ ἄνοιγε τὴν θύραν· ἐλάνθανον
πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος,
ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.
ἐγὼ δʼ ἐπειδὰν ἀσχολουμένους λάβω,
ἀνέκραγον «οὐ δώσει τις ἡμῖν ματτύην;»
ΡΟΔΙΟΝ Η ΠΟΠΠΥΖΟΥΣΑ
ΣΙΚΥΩΝΙΟΣ
οὐχὶ τῶν μετρίων, ἀλλὰ τῶν βαβαὶ βαβαί.
ΣΚΕΙΡΩΝ
ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος
ΣΠΟΝΔΟΦΟΡΟΣ
Ἀριστογείτονα
τὸν ῥήτορʼ εἶδον λάρκον ἠμφιεσμένον
τῶν ἀνθρακηρῶν.
ΣΤΡΑΤΙΩΤΗΣ
ἀπόλαβε
τουτί. Β. τί τοῦτο δʼ ἐστίν; Α. ὃ παρʼ ὑμῶν ἐγὼ
παιδάριον ἔλαβον, ἀποφέρων ἥκω πάλιν.
Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ
ἡμέτερον. Β. οὐδʼ ἡμέτερον. Α. ἀλλʼ ἐδώκατε
ὑμεῖς ἐμοὶ τοῦτʼ. Β. οὐ δεδώκαμεν. Α. τί δαί;
Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
ΣΥΝΑΠΟΘΝΗΙΣΚΟΝΤΕΣ
ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν
ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος·
οὕτω τι τἀλλότριʼ ἐσθίειν ἐστὶ γλυκύ.
ὅστις διαπλεῖ θάλατταν, ἢ μελαγχολᾷ,
ἢ πτωχός ἐστιν, ἢ θανατᾷ· τούτων τριῶν
ἑνός γʼ ἀποτυχεῖν τοὐλάχιστον οὐκ ἔνι.
μάθοις τʼ ἂν οἷον ἀνθρώποις κακὸν
ἔστιν ἡ γαστήρ, διδάσκει δʼ οἷʼ, ἀναγκάζει θʼ ὅσα.
εἴ τις ἀφέλοι τοῦτʼ ἀφʼ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος,
οὔτʼ ἂν ἀδικοῖτʼ οὐδὲν οὐδεὶς οὔθʼ ὑβρίζοι τἂν ἑκών.
νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ.
ΣΥΝΤΡΕΧΟΝΤΕΣ
ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι
οὓς ἂν σοφωτάτους δύνωμʼ ἐν τῇ πόλει·
μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν
οὐκ Ἀττικηρῶς οὐδʼ ἀπηκριβωμένως
λιμῷ παρελθεῖν . . ἃ δεῖ καθʼ ἓν
ἕκαστον αὐτοῖς παρατιθέντα. μεγαλείως δέ.
λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός.
ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον·
εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν.
ΣΥΝΤΡΟΦΟΙ
ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθʼ ὑπεργέμων
ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλʼ ἡδέως
ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν
φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.
ΣΥΡΑΚΟΣΙΟΣ
τοῖς γὰρ κακοῖς
τοὺς μὴ μαχομένους ῥᾷστα χρωμένους ὁρῶ.
ΣΩΡΑΚΟΙ
Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος
ΤΑΡΑΝΤΙΝΟΙ
οὐδὲ εἷς ἂν εὐλόγως
ἡμῖν φθονήσαι νοῦν ἔχων, οἳ τῶν πέλας
οὐδὲν ἀδικοῦμεν οὐδένʼ· ἆρʼ οὐκ οἶσθʼ ὅτι
τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
ὄνομʼ ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης
μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς
φήσει με κρίνειν, οὐκ ἔχοιμʼ ἄν σοι φράσαι·
ἔγνωκα δʼ οὖν οὕτως ἐπισκοπούμενος,
εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ
τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθʼ ὃ δὴ
ὁρῶμεν. ὃς δʼ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γʼ, ἐράνου τινός,
πανηγυρίσας ἥδιστʼ ἀπῆλθεν οἴκαδε.
οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν,
οὔτʼ ὄψον ἐσθίουσιν οὔτʼ ἄλλʼ οὐδὲ ἓν
ἔμψυχον, οἶνόν τʼ οὐχὶ πίνουσιν μόνοι.
Β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει,
τῶν Πυθαγορείων εἷς. Α. ἀποκτείνας γέ που·
οὐκ ἔτι γάρ ἐστʼ ἔμψυχον. . . . . . . . . . . .
Πυθαγορισμοὶ καὶ λόγοι
λεπτοὶ διεσμιλευμέναι τε φροντίδες
τρέφουσʼ ἐκείνους, τὰ δὲ καθʼ ἡμέραν τάδε·
ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον
ὕδατος· τοσαῦτα ταῦτα. Β. δεσμωτηρίου
λέγεις δίαιταν. πάντες οὕτως οἱ σοφοὶ
διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσιν; Α. οὔ·
τρυφῶσιν οὗτοι πρὸς ἑτέρους. ἆρʼ οἶσθʼ ὅτι
Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων
καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ διʼ ἡμέρας
δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν;
τοῦτο γὰρ νῦν ἐστί σοι
ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον·
ἅπαντες ὀρχοῦντʼ εὐθὺς ἂν οἴνου μόνον
ὀσμὴν ἴδωσιν. Β. συμφορὰν λέγεις ἄκραν.
Α. φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω.
καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις
χάρις· ἀλλʼ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον,
ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον
βαυκιζόμενον τὰ λευκά τʼ ἀναβάλλονθʼ ἅμα,
ἥδιστʼ ἂν ἀναπήξαιμʼ ἐπὶ τοῦ ξύλου λαβών.
Νάννιον δὲ μαίνεται
ἐπὶ τῷ Διονύσῳ.
κάθου
ὁ οἰκοδεσπότης
ΤΙΤΘΗ
ἰδοὺ πάρεστιν οἶνος. οὐκοῦν ἐγχέω,
Κρίτων, πολύν; Κρίτων βέλτιον ἕνα καὶ τέτταρας.
Α. ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν
. . λέγε τι καὶ διατριβήν γε τῷ πότῳ
ποιῶμεν.
ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοιʼ εἰθισμένος
λέγειν, Βλεπαῖος βούλετʼ εἶναι. Β. νοῦν γʼ ἔχων·
πλουτεῖ γὰρ ὁ Βλεπαῖος.
ἤδη γὰρ ὁ βίος οὑμὸς ἑσπέραν ἄγει.
βαυβαλίσαι
ΤΟΚΙΣΤΗΣ Η ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ
Α. μὴ παντελῶς αὐτῷ δίδου
ὑδαρῆ. κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. καλῶς.
Β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη;
Τρύφη Θάσιος. Β. ὅμοιον. καὶ δίκαιον τοὺς ξένους
πίνειν ξενικόν, τοὺς δʼ ἐγγενεῖς ἐπιχώριον.
εὐδαίμων ἐγώ, μὰ τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν οὐχ ὅτι
ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι,
ἀλλʼ ὅτι διαρραγήσομʼ, ἂν θεὸς θέλῃ.
τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.
ἀλλʼ ἔγχεον
αὐτῷ Διός γε τήνδε σωτῆρος, θεῶν
θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ.
Β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ,
οὐδέν μʼ ὀνήσει. Α. πῖθι θαρρῶν.
πάντως ἀναρίστητος οὐ δυνήσομαι
διακαρτερῆσαι τηλικαύτην ἡμέραν.
ΤΡΑΥΜΑΤΙΑΣ
τίς οὐχὶ φήσει τοὺς ἐρῶντας ζῆν μόνους;
εἰ δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους
εἶναι, πονεῖν τε δυναμένους τοῖς σώμασιν
μάλιστα, προσεδρεύειν τʼ ἀρίστους τῷ πόθῳ,
ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους
ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους.
τὸν γὰρ ὕστατον
τρέχων δίαυλον τοῦ βίου ζῆν βούλομαι.
ΤΡΟΦΩΝΙΟΣ
εἶθʼ ὁ Μοσχίων
ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος
νῦν δʼ ἵνα μὴ παντελῶς Βοιώτιοι
φαίνησθʼ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις,
ὡς ἀκίνητοι νῦν εἶναι βοᾶν καὶ πονεῖν μόνον
καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθʼ ὅλην,
γυμνοῦθʼ αὑτοὺς θᾶττον ἅπαντες.
ὀφθαλμὸν ἐπιβάλλειν
ΤΥΝΔΑΡΕΩΣ
ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς·
κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ,
πάρεισιν ὀκτωκαίδεκʼ ἄλλοι, καὶ δέκα
ἅρματα συνωρίδες τε πεντεκαίδεκα.
τούτοις δὲ δεῖ σε τἀπιτήδειʼ ἐμβαλεῖν,
ὥστʼ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.
ΥΠΝΟΣ
οὐ θνητὸς οὐδʼ ἀθάνατος, ἀλλʼ ἔχων τινὰ
σύγκρασιν, ὥστε μήτʼ ἐν ἀνθρώπου μέρει
μήτʼ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τʼ ἀεὶ
καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν,
ἀόρατος ὄψιν, γνώριμος δʼ ἅπασιν ὤν.
Β. ἀεὶ σὺ χαίρεις ὦ γύναι μʼ αἰνίγμασιν.
Α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν.
Β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν;
Α. ὕπνος, βροτείων, ὦ κόρη, παυστὴρ πόνων.
οὐδʼ ἐν Τριβαλλοῖς ταῦτά γʼ ἐστὶν ἔννομα,
οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις
δείξαντʼ ἰδεῖν τὸ δεῖπνον, εἰς τὴν αὔριον
πωλεῖν ἀδείπνοις ἃ παρέθηκʼ αὐτοῖς ἰδεῖν.
διὰ ταῦθʼ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων
ἑκάστοτʼ ἐπιδειπνεῖ μεθʼ ἡμῶν· τοῦτο δʼ ἦν,
ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.
ἐμπειρικῶς
ΥΠΟΒΟΛΙΜΑΙΟΣ
ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα
χυτρίδιʼ ἀκράτου τῆς τʼ ἀδελφῆς προσλαβὼν
τῆς τοῦ βασιλέως ταῦτʼ, ἀπνευστί τʼ ἐκπιὼν
ὡς ἄν τις ἥδιστʼ ἴσον ἴσῳ κεκραμένον,
καὶ τῆς ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω
ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς;
ΦΑΙΔΡΟΣ
πορευομένῳ δʼ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν
καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι.
καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι
τὸν Ἔρωτα, συντομώτατον δʼ εἰπεῖν, ὅσοι
τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας.
ἔστιν γὰρ οὔτε θῆλυς οὔτʼ ἄρρην, πάλιν
οὔτε θεὸς οὔτʼ ἄνθρωπος, οὔτʼ ἀβέλτερος
οὔτʼ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος
πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλʼ εἴδη φέρων.
ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δὲ δειλία
γυναικός, ἡ δʼ ἄνοια μανίας, ὁ δὲ λόγος
φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος
ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.
καὶ ταῦτʼ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς,
οὐκ οἶδʼ ὅ τι ἐστίν, ἀλλʼ ὅμως ἔχει γέ τι
τοιοῦτον, ἐγγύς τʼ εἰμὶ τοὐνόματος.
σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις.
Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθʼ ἡμέραις
σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν.
οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.
ΦΑΙΔΩΝ Η ΦΑΙΔΡΙΑΣ
ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ,
ἵνα Καλλιμέδοντʼ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ,
παύσῃς καταιγίζοντα διʼ ὅλης ἡμέρας.
Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις.
μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει.
ΦΑΡΜΑΚΟΠΩΛΗΣ Η ΚΡΑΤΕΥΑΣ
ΦΙΛΑΘΗΝΑΙΟΣ
παρʼ ἡμᾶς οἰκεῖ
παιδικόν
ΦΙΛΕΤΑΙΡΟΣ
ΦΙΛΙΣΚΟΣ
ἀρτέον
τράπεζαν, ἀπονίψασθαι δοτέον, προσοιστέος
στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς,
τράγημα δοτέον ἔτι, πλακοῦντος ἁπτέον.
ΦΙΛΟΚΑΛΟΣ Η ΝΥΜΦΑΙ
κατάκεισο κἀκείνας κάλει.
συναγώγιμον ποιῶμεν. ἀλλʼ εὖ οἶδʼ ὅτι
κυμινοπρίστης ὁ τρόπος ἐστί σου πάλαι.
ΦΙΛΟΤΡΑΓΩΙΔΟΣ
σοφοῦ γὰρ ἀνδρὸς τὰς τύχας ὀρθῶς φέρειν.
ΦΙΛΟΥΣΑ
Ἀφροδίσιʼ ἦγε ταῖς ἑταίραις ἡ πόλις·
ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις.
ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος
ἔστιν, νόμος τε τὰς ἑταίρας ἐνθάδε
μεθύειν μεθʼ ἡμῶν.
ἀλλʼ ἔγωγε τοῦ τὰ δέοντʼ ἔχειν
τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ
τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ.
ΦΡΥΞ
εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν
παρεγίνεθʼ ἡμῖν, οὐδʼ ἂν εἷς οἶνόν ποτε
προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν
τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης
ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν.
ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδʼ ἀποτρέχω.
ΦΥΓΑΣ
ἀεί γʼ ὁ Χαιρεφῶν τινʼ εὑρίσκει τέχνην·
καὶ νῦν πορίζεταί γε τὰ δεῖπνʼ ἀσύμβολα.
ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ
ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον
εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος
τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης
ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.
ΧΟΡΗΓΙΣ
ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν
πρῴην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.
ΨΕΥΔΟΜΕΝΟΣ
τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ
δαπάνη πρόσεστιν, ἡδονὴ δʼ οὐδʼ ἡτισοῦν.
κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ·
οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμʼ ἠβούλετο.
κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκʼ ἔχων,
ἐφʼ ἧς ἐπέκειτʼ οὐ τυρὸς οὐδʼ ἐλαῶν γένη,
οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα
παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη
ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς,
τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον·
ἅπαντʼ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά,
ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος,
ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας.
ἐπεβάλομεν τὰς χεῖρας. ὁ μὲν ἐμοὶ λαλῶν
ἅμα καὶ διανεύων ἠσχολεῖθʼ, ὁ πᾶς δʼ ἀγὼν
ἐπʼ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχʼ ἕως
τὴν λοπάδʼ ὀρύττων ἀποδέδειχα κόσκινον.
τίς δῆθʼ ὑγιαίνων νοῦν τʼ ἔχων τολμᾷ ποτε
γαμεῖν, διαπραξάμενος ἥδιον βίον;
εἶτʼ οὐχὶ κρεῖττόν ἐστι τῷ γʼ ἔχοντι νοῦν
ἄτιμον εἶναι μᾶλλον ἢ γυναῖκʼ ἔχειν;
πολλῷ γε· τοὺς μὲν γοῦν ἀτίμους οὐκ ἐᾷ
ἀρχὴν λαχόντας ὁ νόμος ἄρχειν τῶν πέλας·
ἐπὰν δὲ γήμης, οὐδὲ σαυτοῦ κύριον
ἔξεστιν εἶναι· τὰς γὰρ εὐθύνας μόνον
ἐφημερινὰς τὰς τοῦ βίου κεκτήμεθα.
ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων
εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς,
ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος
μηδεὶς γὰρ ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ
ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις
δόξης τινʼ ὄγκον, τοῖς δʼ ὁρῶσιν ἡδονήν,
κόσμον δὲ τῷ βίῳ, τὸ τοιοῦτον γέρας
τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;
ἂν πιττοκοπούμενόν τινʼ ἢ ξυρούμενον
ὁρᾷς τούτων ἔχει τι θάτερον·
ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται
καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία,
ἢ πλουσιακὸν τούτῳ προσπίπτει κακόν.
τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν,
διʼ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται,
εἰ μή τι ταύταις ἀντιπράττεσθʼ ὑπονοεῖς;
τοὺς εὐτυχοῦντας ἐπιφανῶς
δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ
ποιεῖν· ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ
ὧν μὲν πεπόρικεν οἴεται χάριν τινὰ
ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ
πράττειν μετρίως φάσκοντας, ἀχαρίστους ὁρῶν
ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος
λαβὼν ἀφείλεθʼ ὅσα δεδωκὼς ἦν πάλαι.
μὴ ὥρασι μὲν
τὰ τῶν κακῶν ἵκοιθʼ ὁ τοὺς θέρμους φαγών,
ἐν τῷ προθύρῳ τὰ λέμμαθʼ ὁτιὴ κατέλιπεν,
ἀλλʼ οὐκ ἀπεπνίγη καταφαγών· μάλιστα δὲ
Κλεαίνετος μὲν οὐκ ἐδήδοκʼ οἶδʼ ὅτι
ὁ τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε
ἀπέβαλεν ὀσπρίου λέπος·
οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ.
οὐκ ἠξίωσα καταλιπεῖν τὴν μητέρα,
πρώτην δὲ σῴζειν· τοῖς γὰρ ὀρθῶς εἰδόσιν
τὰ θεῖα μείζω μητρὸς οὐκ ἔστιν ποτέ.
ὅθεν ὁ πρῶτος οὐκ ἀπαιδεύτως ἔχων
ἱδρύσαθʼ ἱερὸν μητρός, οὐ δείξας σαφῶς
ποίας, ἐάσας δʼ ὑπονοεῖν εἰς τοὔνομα.
τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις
θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος,
ἔστιν μεγίστη, δευτέρα Σαρδώ, τρίτη
Κύρνος, τετάρτη δʼ ἡ Διὸς Κρήτη τροφός,
Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος,
Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦσʼ ἔχει.
ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντʼ ἴδῃς,
ἢ μὴ ποθοῦντʼ ᾠδὰς ποιητὴν καὶ μέλη,
τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν
ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης
τὴν ἡμίσειαν, ζῶσι δʼ ἀμφότεροι μόλις.
τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι
πρώτιστον; ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ,
παλαιόν, ὦτα συντεθλασμένον σφόδρα,
ἔχον κύκλῳ τὰ γράμματʼ. Β. ἆρά γʼ ἕνδεκα;
χρυσᾶ; Διὸς σωτῆρος; Α. οὐκ ἄλλου μὲν οὖν.
τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα.
τρεῖς δʼ εἰσὶν αἵδε τὴν δύναμιν κεκτημέναι
τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ,
τὸ πιεῖν, τὸ φαγεῖν, τὸ τῆς Ἀφροδίτης τυγχάνειν.
τὰ δʼ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν.
καὶ μὴν ἐνύπνιον οἴομαί γʼ ἑορακέναι
νικητικόν. Β. λέγʼ αὐτό. Α. τὸν νοῦν πρόσεχε δή.
ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις
ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν . . .
στεφάνῳ κυλιστῷ κοκκυμήλων. Β. Ἡράκλεις.
πεπόνων
ἑόρακας ἤδη πώποτʼ ἐσκευασμένον
ἤνυστρον ἢ σπλῆνʼ ὀπτὸν ὠνθυλευμένον,
ἢ κοκκυμήλων σπυρίδα πεπόνων; νὴ Δία,
τοιοῦτʼ ἔχει τὸ μέτωπον.
Λεσβίου δὲ πώματος
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν. . . . . . . . . . . . .
Θασίοις οἰναρίοις καὶ Λεσβίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει. . . . . . . . . . . . .
ἡδύς γʼ ὁ Βρομίου τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε,
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δʼ ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
ὡς ἔστι κατακεῖσθαι πρὸ δείπνου συμφορά·
οὔτε γὰρ ὕπνος δήπουθεν οὐδένʼ ἂν λάβοι,
οὔθʼ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν·
ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.
οὐδέν γʼ ἔοικʼ ἄνθρωπος οἴνῳ τὴν φύσιν·
ὁ μὲν ἀπογηράσκων ἀηδὴς γίνεται,
οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν·
Β. ὁ μὲν δάκνει γάρ, ὁ δʼ ἱλαροὺς ἡμᾶς ποιεῖ.
πίννας, κάραβον,
βολβούς, κοχλίας, κήρυκας, ᾤʼ, ἀκροκώλια,
τοσαῦτα· τούτων ἂν τίς εὕροι φάρμακα
ἐρῶντι ἑταίρας ἕτερα χρησιμώτερα;
ὦ παῖ, μέγιστος ἔρανός ἐστί μοι τὸ σὲ
θρέψαι κατὰ τρόπον· ὃν γὰρ αὐτὸς ἀπέλαβον
παρὰ τοῦ πατρός, δεῖ τοῦτον ἀποδοῦναί με σοί.
τῶν γὰρ ἀγαθῶν τὸν πλοῦτον ὕστατον τίθει·
ἀβεβαιότατον γάρ ἐστιν ὧν κεκτήμεθα.
τὰ δʼ ἄλλʼ ἐπιεικῶς τοῖς ἔχουσι παραμένει.
ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν σφόδρα
παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ
μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.
οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός·
ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν
ἀνδράσι πονηροῖς οὐδʼ ἀπαιδεύτῳ βίῳ.
κοτύλας τέτταρας
ἀναγκάσας μεστὰς ἔμʼ αὐτίτου σπάσαι
ὄξους Δεκελεικοῦ διʼ ἀγορᾶς μέσης ἄγεις.
ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς.
κατανύστασον· παύσει γάρ. εἶτά σοι δότω
ῥάφανόν τις ἑφθήν.
οὐκ ἔσθʼ ὅπως ἔχουσιν αἱ τύχαι φρένας·
οὐδεὶς γὰρ ἂν τοιοῦτος ἠτύχει ποτέ.
κἂν εὐτυχῇ τις, ὡς ἔοικε, προσδοκᾶν
ἀεί τι δεῖ, καὶ μή τι πιστεύειν τύχῃ.
οὐκ ἔστι παιδαγωγὸς ἀνθρώποις ἄρα
ἔρωτος οὐδεὶς ἄλλος ἐπιμελέστερος.
οἶνος ξενικὸς παρῆν· ὁ γὰρ Κορίνθιος
βασανισμός ἐστι.
φιλοτησίαν σοι τήνδʼ ἐγὼ
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.
τῶν μετρίων αἱ μείζονες
λῦπαι ποιοῦσι τοῦ φρονεῖν μετάστασιν.
μετὰ ταῦτʼ ἀναπεσεῖν
ἐκέλευον αὐτὴν παρʼ ἐμέ.
ἀφʼ ὧν γένοιτʼ ἂν συντόμως
ἀριστόδειπνον.
φεῦγʼ ἡδονὴν φέρουσαν ὕστερον βλάβην.
λύπη μανίας κοινωνίαν ἔχει τινά.
ὦ δέσποθʼ, ὑγίαινʼ. ὡς χρόνιος ἐλήλυθας.
τὸ παναρμόνιον τὸ καινὸν ἔντεινον τεχνῶν.
πολὺν πιὼν Εὐβοϊκὸν οἶνον
οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα.
οὐκ ἔστʼ ἀναισχυντότερον οὐδὲν θηρίον
εἰσορᾶν γυναικός· ἀπʼ ἐμαυτῆς ἐγὼ τεκμαίρομαι.
ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ
διηπειλεῖτό σοι
καύσιμα ξύλα
νάρδον Βαβυλωνιακήν
τίνι σπεύδεις
φορμὶς ἰσχάδων
τὴν βαρυφωνίαν
γηροβοσκεῖα
δακρυρροοῦντα
διαπεπαρθενευκότα
ἐπιλήσμη
εὐοψωνίαν
εὐφύεια
ἰάτριαν
τῷ καμμύειν
κεραμοπωλεῖν
λευκόπυγον
Νήστης
ὀξυχειρία
οὐλόκομος
παλαιστρικός
πατριώτης
πίσον
ποικιλεύς
πτερνίδα
Σκυθαίνας
στόλον
ὑπόμακρον
φιλαδελφία καὶ φιλεταιρία
φιλεριστήν
φιλοθεωρόν
χαλκίζειν
ψυχικός
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα,
οὐδʼ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή.
ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα
ταῦτʼ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου.
οὐκ ἔστιν οὐδὲν βαρύτερον τῶν φορτίων
ὄντως γυναικὸς προῖκα πολλὴν φερομένης.
οὑτοσὶ δέ σοι
τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
ἔστιν μετρητής.
οὐκ ἀνδρῶν ὅρκοι πίστεις, ἀλλʼ ὅρκων ἀνήρ.
ἀκολαστία